TLG 2115 002 :: HIPPOLYTUS :: Contra haeresin Noeti

HIPPOLYTUS Scr. Eccl.
(Romanus: A.D. 3)

Contra haeresin Noeti

Source: Butterworth, R. (ed.), Hippolytus of Rome. Contra Noetum. London: Heythrop College (University of London), 1977: 43–93.

Citation: Chapter — section — (line)

t

1

Ὁμιλία Ἱ[π]πολύτου ἀρχιεπισκόπου Ῥώμης καὶ μάρτυρος εἰς τὴν αἵρεσιν Νοητοῦ τινος.

1

.

1

Ἕτεροί τινες ἑτέραν διδασκαλίαν παρεισάγ‐ ουσιν γενόμενοί τινος Νοητοῦ μαθηταί· ὃς τὸ μὲν γένος ἦν Σμυρναῖος, οὐ πολλοῦ χρόνου γενόμενος.

1

.

2

οὗτος φυσιωθεὶς εἰς ἔπαρμα ἀνήχθη. οἰήσει πνεύμ‐ ατος ἀλλοτρίου ἐπαρθεὶς ἔφη τὸν Χριστὸν αὐτὸν εἶναι τὸν Πατέρα, καὶ αὐτὸν τὸν Πατέρα γεγεννῆσθαι καὶ πεπονθέναι καὶ ἀποτεθνηκέναι. ὁρᾶτε ὅσον ἔπαρμα
5καρδίας καὶ φυσίωμα πνεύματος ἀλλοτρίου ὑπεισῆλθεν εἰς αὐτόν.

1

.

3

ἤδη μὲν οὖν ἐκ τῶν ἑτέρων πράξεων εἰς τοῦτο φέρεται ὁ ἔλεγχος αὐτῶν ὅτι μὴ καθαρῷ πνεύματι ἐφθέγγετο. ὁ γὰρ εἰς πνεῦμα ἅγιον βλασ‐ φημῶν ἔκβλητος γεγένηται κλήρου ἁγίου.

1

.

4

οὗτος ἔλεγεν ἑαυτὸν εἶναι Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών. ταῦτα ἀκούσαντες οἱ μακάριοι πρεσβύτεροι προσκαλεσάμενοι ἐνώπιον τῆς ἐκκλησίας ἐξήταζον.
5ὁ δὲ ἠρνεῖτο λέγων τὰς ἀρχὰς μὴ φρονεῖν.

1

.

5

ὕστ‐ ερον δὲ ἐμφωλεύσας ἔν τισιν καὶ συσκευάσας ἑαυτῷ συνπλανωμένους, καθαρῶς ὕστερον ἱστᾶν τὸ δόγμα ἐβούλετο.

1

.

6

ὃν πάλιν προσκαλεσάμενοι οἱ μακάριοι πρεσβύτεροι ἤλεγξαν. ὁ δὲ ἀνθίστατο λέγων, Τί οὖν κακὸν ποιῶ δοξάζων τὸν Χριστόν; ....
43

1

.

7

πρὸς ὃν ἀνταποκρίνονται οἱ πρεσβύτεροι, Καὶ ἡμεῖς ἕνα Θεὸν οἴδαμεν ἀληθῶς· οἴδαμεν Χριστόν· οἴδαμεν τὸν Υἱὸν παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς
5ἀπέθανεν, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ὄντα ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ ταῦτα λέγομεν ἃ ἐμάθομεν. τότε τοῦτον ἐλέγξαντες ἐξέωσαν τῆς ἐκκλησίας.

1

.

8

ὃς εἰς τοσοῦτο φυσίωμα ἠνέχθη ὡς διδασκαλεῖον συστῆσαι.

2

.

1

οἳ καὶ δεῖξαι βούλονται σύστασιν τῷ δόγματι λέγοντες, Εἶπεν ἐν νόμῳ, Ἐγὼ εἰμὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν· οὐκ ἔσονται ὑμῖν θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

2

.

2

καὶ πάλιν ἐν ἑτέρῳ, Ἐγώ, φησίν, πρῶτος καὶ ἐγὼ ἔσχατος καὶ μετ’ ἐμὲ οὔκ ἐστιν οὐδείς.

2

.

3

οὕτω φάσκουσιν συνιστᾶν ἕνα Θεόν. οἳ ἀποκρίνονται λέγοντες, Εἰ οὖν Χριστὸν ὁμολογῶ Θεόν, αὐτὸς ἄρα ἐστὶν ὁ Πατήρ, εἰ γάρ ἐστιν ὁ Θεός. ἔπαθεν δὲ Χριστὸς αὐτὸς ὢν
5Θεός. ἆρα οὖν ἔπαθεν Πατήρ; 〈Πατὴρ〉 γὰρ αὐτὸς ἦν.45

2

.

4

ἀλλ’ οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ οὕτως αἱ γραφαὶ διηγοῦνται.

2

.

5

χρῶνται δὲ καὶ ἑτέραις μαρτυρίαις λέγοντες, Οὕτω γέγραπται, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ
5καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁρᾷς οὖν, φησίν, ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ μόνος ὢν καὶ ὕστερον ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς.

2

.

6

〈Ἐν〉 ἑτέρῳ δέ, φησίν, λέγει, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι δοῦλοι ἔσονται καὶ πορεύσονται
5ὀπίσω σου δεδεμένοι ἐν χειροπέδαις καὶ ἐν σοὶ προσ‐ κυνήσουσιν, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ ἐν σοὶ προσ‐ εύξονται καὶ οὐκ ἔστιν Θεὸς πλὴν σοῦ. σὺ γὰρ ἦς ὁ Θεὸς καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Ὁρᾷς, φησίν, πῶς ἕνα Θεὸν κηρύσσουσιν αἱ γραφαί,
10τούτου ἐμφανοῦς δεικνυμένου.

2

.

7

Τούτων οὕτως μαρτυρ‐ ουμένων ἀνάγκην, φησίν, ἔχω, ἑνὸς ὁμολογουμένου, τοῦτον ὑπὸ πάθος φέρειν. καὶ Χριστὸς γὰρ ἦν Θεὸς καὶ ἔπασχεν δι’ ἡμᾶς, αὐτὸς ὢν Πατήρ, ἵνα καὶ
5σῶσαι ἡμᾶς δυνηθῇ. ἄλλο δέ, φησίν, οὐ δυνάμεθα λέγειν.

2

.

8

καὶ γὰρ ὁ ἀπόστολος ἕνα Θεὸν ὁμολογεῖ λέγων, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.
47

3

.

1

καὶ ταῦτα βούλονται οὕτω διηγεῖσθαι καὶ αὐτοὶ μονόκωλα, χρώμενοι ὃν τρόπον εἶπεν Θεόδοτος ἄνθρωπον συνιστᾶν φιλὸν βουλόμενος. ἀλλ’ οὔτε ἐκεῖνοί τι νενοήκασιν ἀληθὲς οὔθ’ οὗτοι, καθὼς αὐταὶ αἱ γραφαὶ
5ἐλέγχουσιν αὐτῶν τὴν ἀμαθίαν μαρτυροῦσαι τῇ ἀληθείᾳ.

3

.

2

ὁρᾶτε, ἀδελφοί, πῶς προαλὲς καὶ τολμηρὸν δόγμα παρεισήνεγκαν ἀναισχύντως λέγοντες, Αὐτός ἐστι Χριστ‐ ὸς ὁ Πατήρ, αὐτὸς Υἱός, αὐτὸς ἐγεννήθη, αὐτὸς ἔπαθεν, αὐτὸς ἑαυτὸν ἤγειρεν.

3

.

3

ἀλλ’ οὐχ οὕτως ἔχει. αἱ μὲν γραφαὶ ὀρθῶς λέγουσιν, ἄλλα ἂν καὶ Νοητὸς νοῇ. οὐκ ἤδη δέ, εἰ Νοητὸς μὴ νοεῖ, παρὰ τοῦτο ἔκβλητοι αἱ γραφαί.

3

.

4

τίς γὰρ οὐκ ἐρεῖ ἕνα Θεὸν εἶναι; ἀλλ’ οὐ τὴν οἰκονομίαν ἀναιρήσει.

3

.

5

ὄντως μὲν οὖν τὰ κεφάλαια διὰ ταῦτα πρότερον δεῖ ἀνατραπῆναι κατὰ τὸν ἐκείνων νοῦν· κατὰ δὲ τὴν ἀλήθειαν δειχθῆναι.

3

.

6

πρότερον γὰρ ὄντως ἐστὶν διηγήσασθαι ὅτι εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ πᾶσα πατριά, δι’ οὗ τὰ πάντα καὶ
ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐν αὐτῷ.49

4

.

1

ἴδωμεν, ὡς εἶπον, τὴν αὐτοῦ ἀνατροπήν, εἶθ’ οὕτως τὴν ἀλήθειαν διηγησώμεθα.

4

.

2

φησὶν γάρ, Ἐκοπ‐ ίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ καὶ τὰ λοιπά, ἵνα εἴπῃ, Σὺ γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ, οὐ νοῶν τὸ προειρημένον. ὁπόταν γὰρ θελήσωσιν πανουργ‐
5εύεσθαι, περικόπτουσι τὰς γραφάς.

4

.

3

ὁλοκλήρως δὲ εἰπάτω καὶ εὑρήσει τὴν αἰτίαν πρὸς τίνα λέγεται. ἀνωτέρω γὰρ μικρὸν ἀρχὴ τοῦ κεφαλαίου τυγχάνει, ὅθεν δεῖ ἀρξάμενον δεῖξαι πρὸς τίνα λέγει καὶ περὶ
5τίνος.

4

.

4

ἄνωθεν γὰρ ἡ ἀρχὴ τοῦ κεφαλαίου τοῦτ’ ἔχει, Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου ἐντελεῖσθαί μοι καὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς· ἐγὼ τῇ
5χειρί μου ἐστερέωσα τὸν οὐρανόν· ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα αὐτόν, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν Κύριος Σαβαώθ. οὕτως εἶπεν Κύριος Σαβαώθ, Ἐκοπ‐
10ίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι ἔσονται δοῦλ‐ οι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσιν καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν καὶ οὐκ ἔστιν Θεὸς πλὴν σοῦ. σὺ
15γὰρ ἦς Θεὸς καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.51

4

.

5

Ἐν σοὶ οὖν, φησίν, ὁ Θεός ἐστιν. ἐν τίνι δὲ ὁ Θεὸς ἀλλ’ ἢ ἐν Χριστῷ Ἰησοῦ τῷ πατρῴῳ Λόγῳ καὶ τῷ μυστηρίῳ τῆς οἰκονομίας;

4

.

6

περὶ οὗ πάλιν δεικνύων τὸ κατὰ σάρκα αὐτοῦ σημαίνει, Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. τί οὖν; περὶ τίνος μαρτυρεῖ Πατήρ; περὶ τοῦ Υἱοῦ αὐτοῦ
5Πατὴρ λέγει, Ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης. ὅτι δὲ Πατὴρ ἤγειρεν αὐτοῦ τὸν Υἱὸν ἐν δικαιοσύνῃ μαρτυρεῖ ὁ ἀπόστολος Παῦλος λέγων, Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν
10διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἰδοὺ συνέστηκεν τὸ διὰ τοῦ προφήτου εἰρημένον, Ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης.

4

.

7

τὸ δὲ εἰπεῖν, Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, ἐδείκνυεν μυστήριον οἰκονομίας· ὅτι σεσαρκωμένου τοῦ Λόγου καὶ ἐνανθρωπήσαντος ὁ Πατὴρ ἦν ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί, ἐνπολιτευομένου τοῦ
5Υἱοῦ ἐν ἀνθρώποις.

4

.

8

τοῦτο οὖν ἐσημαίνετο, ἀδελφοί, ὅτι ὄντως μυστήριον οἰκονομίας ἐκ πνεύματος ἁγίου ἦν οὗτος ὁ Λόγος καὶ παρθένου ἕνα Υἱὸν Θεῷ ἀπεργασάμενος.

4

.

9

τοῦτο δὲ οὐκ ἐγὼ λέγω, ἀλλ’ αὐτὸς μαρτυρεῖ ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. οὕτως γὰρ λέγει, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.

4

.

10

τί οὖν ζητεῖ παρὰ τὸ
εἰρημένον; μήτι ἐρεῖ ὅτι ἐν οὐρανῷ σὰρξ ἦν; ἔστιν μὲν οὖν σὰρξ ἡ ὑπὸ τοῦ Λόγου τοῦ πατρῴου προσενεχθεῖσα δῶρον, ἡ ἐκ πνεύματος καὶ παρθένου τέλειος Υἱὸς Θεοῦ53
5ἀποδεδειγμένος. πρόδηλον οὖν ὅτι αὐτὸς ἑαυτὸν προσ‐ έφερεν τῷ Πατρί.

4

.

11

πρὸ δὲ τούτου ἐν οὐρανῷ σὰρξ οὐκ ἦν. τίς οὖν ἦν ἐν οὐρανῷ ἀλλ’ ἢ Λόγος ἄσαρκος, ὁ ἀποσταλεὶς ἵνα δείξῃ αὐτὸν ἐπὶ γῆς ὄντα εἶναι καὶ ἐν οὐρανῷ; Λόγος γὰρ ἦν, πνεῦμα ἦν, δύναμις ἦν.

4

.

12

ὃς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, τοῦτο καλούμενος ἀπ’ ἀρχῆς, υἱὸς ἀνθρώπου, διὰ τὸ μέλλον, καίτοι μήπω ὢν ἄνθρωπος.

4

.

13

καθὼς ὁ Δανιὴλ μαρτυρεῖ λέγων, Εἶδον καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενον ὡς υἱὸν ἀνθρώπου. δικαίως οὖν ἐν τῷ οὐρανῷ ὄντα ἔλεγεν τὸν τῷ ὀνόματι τούτῳ ἀπ’ ἀρχῆς ὄντα καλεῖσθαι ἀπ’ ἀρχῆς, Λόγον Θεοῦ.

5

.

1

ἀλλὰ τί μοι, φησίν, λέγει ἐν ἑτέρῳ, Οὗτος ὁ Θεός· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν; καλῶς εἶπεν. πρὸς γὰρ τὸν Πατέρα τίς λογισθήσεται; ὃ δὲ λέγει, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται
5ἕτερος πρὸς αὐτόν· ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ, καλῶς λέγει.

5

.

2

τίς γάρ
ἐστιν Ἰακὼβ ὁ παῖς αὐτοῦ, Ἰσραὴλ ὁ ἠγαπημένος ὑπ’ αὐτοῦ, ἀλλ’ ἢ οὗτος περὶ οὗ βοᾷ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ηὐδόκησα· τούτου55
5ἀκούετε;

5

.

3

πᾶσαν οὖν τὴν ἐπιστήμην παρὰ τοῦ Πατρὸς λαβὼν ὁ τέλειος Ἰσραήλ, ὁ ἀληθινὸς Ἰακώβ, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

5

.

4

Ἰσραὴλ δὲ τίς ἐστιν ἀλλ’ ἢ ἄνθρωπος ὁρῶν τὸν Θεόν; ὁρῶν δὲ τὸν Θεὸν οὐδεὶς εἰ μὴ μόνος ὁ παῖς καὶ τέλειος ἄνθρωπος καὶ μόνος διηγησάμενος τὴν βουλὴν τοῦ Πατρός.

5

.

5

λέγει γὰρ καὶ Ἰωάννης, Θεὸν οὐδεὶς ἑώρακεν πώ‐ ποτε· μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς αὐτὸς διηγήσατο. καὶ πάλιν, Ὁ ἐκ τοῦ οὐρανοῦ κατα‐ βὰς ὃ ἤκουσεν καὶ ἑώρακεν μαρτυρεῖ. οὗτος οὖν ἐστιν
5ᾧ πᾶσαν ἐπιστήμην Πατὴρ ἔδωκεν· ὃς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

6

.

1

ὃ δὲ λέγει ὁ ἀπόστολος, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, καλῶς διηγεῖται καὶ λαμπρὸν τὸ τῆς ἀληθείας μυστήριον. οὗτος ὢν ἐπὶ πάντων, Θεός
5ἐστιν. λέγει γὰρ οὕτω μετὰ παρρησίας, Πάντα μοι παραδέδοται ὑπὸ τοῦ Πατρός. ὁ ὢν ἐπὶ πάντων Θεὸς
εὐλογητὸς γεγέννηται, καὶ ἄνθρωπος γενόμενος Θεός ἐστιν εἰς τοὺς αἰῶνας.57

6

.

2

οὕτως γὰρ καὶ Ἰωάννης εἶπεν, Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Θεὸς ὁ παντ‐ οκράτωρ. καλῶς εἶπεν παντοκράτορα Χριστόν. τοῦτο γὰρ εἶπεν ὅπερ καὶ αὐτῷ μαρτυρήσει ὁ Χριστός. μαρτ‐
5υρῶν γὰρ Χριστὸς ἔφη, Πάντα μοι παραδέδοται παρὰ τοῦ Πατρός. καὶ πάντων κρατεῖ· παντοκράτωρ παρὰ Πατρὸς κατεστάθη Χριστός.

6

.

3

ἤδη δὲ καὶ Παῦλος, δεικνὺς ὅτι πάντα αὐτῷ παραδέδοται, οὕτως ἔφη, Ἀπ‐ αρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν
5τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, πάντα ὑποτέτακται αὐτῷ, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξ‐
10αντος αὐτῷ τὰ πάντα. τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς πάντα ἐν πᾶσιν.

6

.

4

εἰ οὖν τὰ πάντα ὑποτέτακται αὐτῷ ἐκτὸς τοῦ ὑποτάξαντος, καὶ πάντων κρατεῖ· αὐτοῦ δὲ ὁ Πατήρ, ἵνα ἐν πᾶσιν εἷς Θεὸς φανῇ, ᾧ τὰ πάντα ὑπο‐ τάσσεται ἅμα Χριστῷ, ᾧ τὰ πάντα Πατὴρ ὑπέταξε παρὲξ
5ἑαυτοῦ.

6

.

5

τοῦτο γὰρ Χριστὸς ἔφη, ὡς ἐν τῷ εὐαγγελ‐
ίῳ καὶ Πατέρα ἴδιον καὶ Θεὸν ὡμολόγησεν. λέγει γὰρ οὕτως, Ὑπάγω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.59

6

.

6

εἰ οὖν Νοητὸς τολμᾷ λέγειν αὐτὸν εἶναι τὸν Πατέρα, καὶ πρὸς ποῖον Πατέρα ἐρεῖ πορεύεσθαι Χριστὸν κατὰ τὴν εὐαγγελικὴν φωνήν; εἰ δὲ ἀξιοῖ καταλείψαντος ἡμᾶς τὸ εὐαγγέλιον τῇ αὐτοῦ
5ἀφροσύνῃ πιστεύειν, μάτην κάμνει. Πειθαρχεῖν γὰρ δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.

7

.

1

ἐὰν δὲ λέγῃ, Αὐτὸς εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμέν, ἐπιστανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὅτι ἐγὼ καὶ ὁ Πατὴρ ἐν εἰμί, ἀλλ’ ἓν ἐσμέν. τὸ γὰρ ἐσμὲν οὐκ ἐφ’ ἑνὸς λέγεται, ἀλλ’
5ἐπὶ δύο· 〈δύο〉 πρόσωπα ἔδειξεν, δύναμιν δὲ μίαν.

7

.

2

αὐτὸς δὲ αὐτὸ ἀπέλυσεν εἰπὼν περὶ μαθητῶν πρὸς τὸν Πατέρα, Τὴν δόξαν ἢν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ
5ὁ κόσμος ὅτι σύ με ἀπέστειλας.

7

.

3

τί πρὸς ταῦτα ἔχουσιν λέγειν Νοητιανοί; μὴ πάντες ἓν σῶμά ἐστιν κατὰ τὴν οὐσίαν; ἢ τῇ δυνάμει καὶ τῇ διαθέσει τῆς ὁμοφρονίας ἓν γινόμεθα. τὸν αὐτὸν δὴ τρόπον ὁ παῖς
5ὁ πεμφθεὶς καὶ ὑπ’ αὐτῶν μὴ γινωσκόμενος ὄντων ἐν κόσμῳ ὡμολόγησεν εἶναι ἐν τῷ Πατρὶ δυνάμει, διαθέσει.
εἷς γὰρ νοῦς Πατρὸς ὁ παῖς· οἱ δὲ νοῦν Πατρὸς ἔχοντες οὕτω πιστεύομεν. οἱ δὲ τὸν νοῦν μὴ ἔχοντες τὸν Υἱὸν ἤρνηνται.61

7

.

4

εἰ δὲ καὶ Φίλιππον ἐπερωτᾶν περὶ Πατρὸς βούλοιντο λέγειν— Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν· πρὸς ὃν ἀπεκρίθη ὁ Κύριος λέγων, Τοσοῦτον χρόνον μεθ’ ὑμῶν
5εἰμι, Φίλιππε, καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; —καὶ θέλουσιν λέγειν διὰ τούτου κρατύνεσθαι τὸ δόγμα αὐτῶν, ὁμολογοῦντος αὐτοῦ ἑαυτὸν Πατέρα, γνώτωσαν ὅτι μέγιστον ἑαυτοῖς
10ἐναντίωμα ἐπιφέρουσιν, ὑπ’ αὐτοῦ τοῦ ῥητοῦ ἐλεγχόμενοι.

7

.

5

τοῦ γὰρ Χριστοῦ ἑαυτὸν ἐν πᾶσιν Υἱὸν εἰπόντος καὶ δείξαντος οὐκ ἐπέγνωσαν· οὐδὲ καταλάβεσθαι ἢ ἀτεν‐ ίσαι τὴν δύναμιν ἐδυνήθησαν. καὶ τοῦτο μὴ χωρήσας Φίλιππος καθ’ ὃ ἦν ἰδεῖν τὸν Πατέρα ἠξίου βλέπειν.
5πρὸς ὃν ὁ Κύριος ἔφη, Φίλιππε, τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα;

7

.

6

τοῦτ’ ἐστιν, εἰ ἐμὲ ἑώρακας, δι’ ἐμοῦ τὸν Πατέρα γνῶναι δύνῃ. διὰ γὰρ τῆς εἰκόνος ὁμοίας τυγχανούσης
εὔγνωστος ὁ Πατὴρ γίνεται. εἰ δὲ τὴν εἰκόνα, ἥτις ἐστὶν ὁ Υἱός, οὐκ ἔγνως, πῶς ἰδεῖν θέλεις τὸν Πατέρα;63

7

.

7

ὅτι ταῦθ’ οὕτως ἔχει, τὰ ἐπικείμενα τῷ κεφαλαίῳ καὶ ὑποκείμενα ἀπολύει, τὸν προκείμενον Υἱὸν ἀπεσταλ‐ μένον παρὰ Πατρὸς καὶ πρὸς Πατέρα πορευόμενο〈ν〉 σημαίν‐ οντα.

8

.

1

πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δὲ πάντα ἐστὶ μαρτυροῦντα τῇ ἀληθείᾳ. ἀνάγκην οὖν ἔχει καὶ μὴ θέλ‐ ων ὁμολογεῖν Πατέρα Θεὸν παντοκράτορα καὶ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ Θεὸν ἄνθρωπον γενόμενον· ᾧ πάντα
5Πατὴρ ὑπέταξε παρεκτὸς ἑαυτοῦ καὶ πνεύματος ἁγίου· καὶ ταῦτ’ εἶναι ὄντως τρία.

8

.

2

εἰ δὲ βούλεται μαθεῖν πῶς εἷς Θεὸς ἀποδείκνυται, γιγνωσκέτω ὅτι μία δύναμις τούτου· καὶ ὅσον μὲν κατὰ τὴν δύναμιν εἷς ἐστιν Θεός, ὅσον δὲ κατὰ τὴν οἰκονομίαν τριχὴς ἡ ἐπίδειξις, ὡς
5ὕστερον ἀποδειχθήσεται ἀποδιδόντων ἡμῶν περὶ ἀληθ‐ είας λόγον.

8

.

3

ταῦτα μὲν οὖν, ἀδελφοί, δείκνυται ἡμῖν συμφώνως εἰρημένα· εἷς γὰρ Θεός ἐστιν, ᾧ δεῖ πιστεύειν, ἀλλ’ ἀγένητος ἀπαθὴς ἀθάνατος, πάντα ποιῶν ὡς θέλει, καθὼς θέλει, ὅτε Θέλει. τί οὖν πρὸς ταῦτα
5τολμήσει Νοητὸς μὴ νοῶν τὴν ἀλήθειαν;65

8

.

4

ἐπειδὴ οὖν ἤδη καὶ ὁ Νοητὸς ἀνατέτραπται, ἔλθωμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν, ἵνα συστήσ‐ ωμεν τὴν ἀλήθειαν καθ’ ἧς πᾶσαι τοσαῦται αἱρέσεις γεγέν‐ ηνται μηδὲν δυνάμεναι εἰπεῖν.

9

.

1

εἷς Θεός, ὃν οὐκ ἄλλοθεν ἐπιγινώσκομεν, ἀδελφοί, ἢ τῶν ἁγίων γραφῶν. ὃν γὰρ τρόπον ἐάν τις βουληθῇ τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἀσκεῖν, οὐκ ἄλλως δυνήσεται τούτου τυχεῖν, ἐὰν
5μὴ δόγμασιν φιλοσόφων ἐντύχῃ, τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι θεοσέβειαν ἀσκεῖν βουλόμεθα, οὐκ ἄλλοθεν ἀσκήσ‐ ομεν ἢ ἐκ τῶν λογίων τοῦ Θεοῦ.

9

.

2

ὅσα τοίνυν κηρύσσουσιν αἱ θεῖαι γραφαὶ ἴδωμεν, καὶ ὅσα διδάσκουσιν ἐπιγνῶμεν. καὶ ὡς θέλει Πατὴρ πιστεύεσθαι πιστεύσωμεν, καὶ ὡς θέλει Υἱὸν δοξάζεσθαι δοξάσωμεν, καὶ ὡς θέλει
5πνεῦμα ἅγιον δωρεῖσθαι λάβωμεν.

9

.

3

μὴ κατ’ ἰδίαν προαίρεσιν μηδὲ κατ’ ἴδιον νοῦν μηδὲ βιαζόμενοι τὰ ὑπὸ τοῦ Θεοῦ δεδομένα, ἀλλ’ ἢ ὃν τρόπο〈ν〉 αὐτὸς ἐβουλ‐
ήθη διὰ τῶν ἁγίων γραφῶν δεῖξαι, οὕτως ἴδωμεν.67

10

.

1

Θεὸς μόνος ὑπάρχων καὶ μηδὲν ἔχων ἑαυτῷ σύν‐ χρονον, ἐβουλήθη κόσμον κτίσαι. ὃν κόσμον ἐννοηθεὶς θελήσας τε καὶ φθεγξάμενος ἐποίησεν· ᾧ παραυτίκα πάρεστι τὸ γινόμενον ὡς ἠθέλησεν, ὃ ἐτέλεσεν καθὼς
5ἠθέλησεν. αὔταρκες οὖν ἡμῖν ἐστιν μόνον εἰδέναι ὅτι σύνχρονον Θεοῦ οὐδὲν πλὴν αὐτὸς ἦν.

10

.

2

αὐτὸς δὲ μόνος ὢν πολὺς ἦν. οὔτε γὰρ ἄλογος οὔτε ἄσοφος οὔτε ἀδύνατος οὔτε ἀβούλευτος ἦν. πάντα δὲ ἦν ἐν αὐτῷ, αὐτὸς δὲ ἦν τὸ πᾶν.

10

.

3

ὅτε ἠθέλησεν, καθὼς ἠθέλησεν, ἔδειξεν τὸν Λόγον αὐτοῦ καιροῖς ὡρισμένοις παρ’ αὐτῷ· δι’ οὗ τὰ πάντα ἐποίησεν. ὅτε μὲν θέλει, ποιεῖ· ὅτε δὲ ἐνθυμεῖται, τελεῖ· ὅτε δὲ φθέγγεται,
5δεικνύει· ὅτε πλάσσει, σοφίζεται. πάντα γὰρ τὰ γενόμενα διὰ Λόγου καὶ σοφίας τεχνάζεται, Λόγῳ μὲν κτίζων, σοφίᾳ δὲ κοσμῶν. ἐποίησεν οὖν ὡς ἠθέλησεν· Θεὸς γὰρ ἦν.

10

.

4

τῶν δὲ γινομένων ἀρχηγὸν καὶ σύμ‐ βουλον καὶ ἐργάτην ἐγέννα Λόγον. ὃν Λόγον ἔχων ἐν ἑαυτῷ ἀόρατόν τε ὄντα τῷ κτιζομένῳ κόσμῳ ὁρατὸν ποιεῖ. προτέραν φωνὴν φθεγγόμενος καὶ φῶς ἐκ φωτὸς γεννῶν,
5προῆκεν τῇ κτίσει κύριον τὸν ἴδιον νοῦν αὐτῷ μόνῳ πρότερον ὁρατὸν ὑπάρχοντα· τῷ δὲ γινομένῳ κόσμῳ ἀόρατον ὄντα ὁρατὸν ποιεῖ, ὅπως διὰ τοῦ φανῆναι ἰδὼν ὁ κόσμος σωθῆναι δυνηθῇ.

11

.

1

καὶ οὕτως αὐτῷ
παρίστατο ἕτερος. ἕτερον δὲ λέγων οὐ δύο θεοὺς λέγω, ἀλλ’ ὡς φῶς ἐκ φωτὸς ἢ ὡς ὕδωρ ἐκ πηγῆς ἢ ὡς ἀκτῖνα ἀπὸ ἡλίου. δύναμις γὰρ μία ἡ ἐκ τοῦ παντός· τὸ δὲ69
5πᾶν Πατήρ, ἐξ οὗ δύναμις Λόγος.

11

.

2

οὗτος δὲ νοῦς, ὃς προβὰς ἐν κόσμῳ ἐδείκνυτο παῖς Θεοῦ. πάντα τοίνυν δι’ αὐτοῦ· αὐτὸς δὲ μόνος ἐκ Πατρός.

11

.

3

τίς τοίνυν ἀποφαίνεται πληθὺν θεῶν παραβαλλομένην κατὰ καιρούς; καὶ γὰρ πάντες ἀπεκλείσθησαν εἰς τοῦτο ἄκοντες εἰπεῖν ὅτι τὸ πᾶν εἰς ἕνα ἀνατρέχει. εἰ οὖν τὰ πάντα εἰς
5ἕνα ἀνατρέχει—καὶ κατὰ Οὐαλεντῖνον καὶ κατὰ Μαρκίωνα Κήρινθόν τε καὶ πᾶσαν τὴν ἐκείνων φλυαρίαν—καὶ ἄκοντες εἰς τοῦτο περιέπεσαν ἵνα τὸν ἕνα ὁμολογήσωσιν αἴτιον τῶν πάντων, ἄρα συντρέχουσιν καὶ αὐτοὶ μὴ θέλοντες τῇ ἀληθείᾳ ἕνα Θεὸν λέγειν ποιήσαντα ὡς
10ἠθέλησεν.

11

.

4

οὗτος δὲ ἔδωκεν νόμον καὶ προφήτας· καὶ δοὺς διὰ πνεύματος ἁγίου ἠνάγκασεν τούτους φθέγξ‐ ασθαι, ὅπως τῆς πατρῴας δυνάμεως ἀπόπνοιαν λαβόντες τὴν βουλὴν καὶ τὸ θέλημα τοῦ Πατρὸς καταγγείλωσιν.

12

.

1

ἐν τούτοις τοίνυν πολιτευόμενος ὁ Λόγος ἐφθέγγετο περὶ ἑαυτοῦ. ἤδη γὰρ αὐτὸς ἑαυτοῦ κῆρυξ ἐγίνετο δεικνύων μέλλοντα Λόγον φαίνεσθαι ἐν ἀνθρώποις. δι’ ἣν αἰτίαν οὕτως ἐβόα, Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ
5μὴ ζητοῦσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.

12

.

2

τίς δέ ἐστιν ὁ ἐμφανὴς γενόμενος ἀλλ’ ἢ ὁ Λόγος τοῦ Πατρός, ὃν ἀποστέλλων Πατὴρ ἐδείκνυεν ἀνθρώποις τὴν παρ’ ἑαυτοῦ
ἐξουσίαν; οὕτως οὖν ἐμφανὴς ἐγένετο ὁ Λόγος καθὼς71
5λέγει.

12

.

3

ἀνακεφαλαιοῦται γὰρ ὁ μακάριος Ἰωάννης τὰ διὰ τῶν προφητῶν εἰρημένα δεικνὺς τοῦτον εἶναι τὸν Λόγον δι’ οὗ τὰ πάντα ἐγένετο. φησὶν γὰρ οὕτως, Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ
5Θεὸς ἦν ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὑποβὰς δὲ ἔφη, Ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

12

.

4

εἰ οὖν ἔφη, Ὁ κόσμος δι’ αὐτοῦ γεγέν‐ ηται, καθὼς λέγει ὁ προφήτης, Τῷ Λόγῳ Κυρίου οἱ οὐρ‐ ανοὶ ἐστερεώθησαν, ἄρα οὗτός ἐστιν ὁ Λόγος ὁ καὶ ἐμφανὴς δεικνύμενος.

12

.

5

οὐκοῦν ἔνσαρκον Λόγον θεωροῦμεν; Πατέρα δι’ αὐτοῦ νοοῦμεν, Υἱῷ δὲ πιστεύομεν, πνεύματι ἁγίῳ προσκυνοῦμεν.

13

.

1

ἴδωμεν οὖν τὰ γεγραμμένα. ὅτι μὲν ἐμφανὴς ὁ Λόγος ἐσόμενος ἐκηρύσσετο, καὶ Ἱερεμίας λέγει, Τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν Λόγον αὐτοῦ;

13

.

2

Λόγος δὲ Θεοῦ μόνος ὁρατός, ἀνθρώπου δὲ ἀκουστός. ὅπου ὁρᾶν τὸν Λόγον λέγει, ἀνάγκην ἔχω πιστεύειν τὸν ὁρατὸν τοῦτον ἀπεσταλμένον. ὁ δὲ ἀπεσταλμένος οὐκ ἄλλος ἦν ἀλλ’
5ἢ ὁ Λόγος.

13

.

3

ὅτι δὲ ἀπεστάλθη, μαρτυρεῖ Πέτρος
πρὸς τὸν ἑκατόνταρχον Κορνήλιον λέγων, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Λόγον αὐτοῦ τοῖς υἱοῖς Ἰσραὴλ διὰ κηρύγ‐ ματος Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν ὁ Θεὸς ὁ πάντων73
5Κύριος.

13

.

4

εἰ δὲ οὖν Λόγος ἀποστέλλεται διὰ Ἰησοῦ Χριστοῦ, τὸ θέλημα τοῦ Πατρός ἐστιν Ἰησοῦς Χριστός.

14

.

1

ταῦτα μὲν οὖν, ἀδελφοί, σημαίνουσιν ἡμῖν αἱ γραφαί. ταύτην τὴν οἰκονομίαν παραδίδωσιν ἡμῖν καὶ ὁ μακάριος Ἰωάννης ἐν εὐαγγελίῳ μαρτυρῶν, καὶ τοῦτον τὸν Λόγον Θεὸν ὁμολογεῖ οὕτως λέγων, Ἐν ἀρχῇ
5ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.

14

.

2

εἰ δὲ οὖν ὁ Λόγος πρὸς τὸν Θεὸν Θεὸς ὤν, τί οὖν, φήσειεν ἄν τις, δύο λέγειν θεούς; δύο μὲν οὐκ ἐρῶ θεούς, ἀλλ’ ἢ ἕνα· πρόσωπα δὲ δύο, οἰκονομίαν τε τρίτην τὴν χάριν τοῦ ἁγίου πνεύματος.

14

.

3

Πατὴρ μὲν γὰρ εἷς, πρόσωπα δὲ δύο, ὅτι καὶ ὁ Υἱός· τὸ δὲ τρίτον καὶ ἅγιον πνεῦμα.

14

.

4

Πατὴρ ἐντέλλεται, Λόγος ἀποτελεῖ, Υἱὸς δὲ δείκνυται δι’ οὗ Πατὴρ πιστεύεται. οἰκονομίᾳ συμφωνίας συνάγεται εἰς ἕνα Θεόν.

14

.

5

εἷς γάρ ἐστιν ὁ Θεός. ὁ γὰρ κελεύων Πατήρ, ὁ δὲ ὑπακούων Υἱός, τὸ δὲ συνετίζον ἅγιον πνεῦμα. ὁ ὢν Πατὴρ ἐπὶ πάντων, ὁ δὲ Υἱὸς διὰ πάντων, τὸ δὲ ἅγιον πνεῦμα ἐν πᾶσιν.

14

.

6

ἄλλως τε
ἕνα Θεὸν νοῆσαι οὐ δυνάμεθα, ἐὰν μὴ ὄντως Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ πνεύματι πιστεύσωμεν. Ἰουδαῖοι μὲν γὰρ ἐδόξασαν Πατέρα, ἀλλ’ οὐκ ηὐχαρίστησαν· Υἱὸν75
5γὰρ οὐκ ἐπέγνωσαν. μαθηταὶ ἐπέγνωσαν Υἱόν, ἀλλ’ οὐκ ἐν πνεύματι ἁγίῳ· διὸ καὶ ἠρνήσαντο.

14

.

7

γινώσκων τοίνυν ὁ πατρῷος Λόγος τὴν οἰκονομίαν καὶ τὸ θέλημα τοῦ Πατρὸς ὅτι οὐκ ἄλλως βούλεται δοξάζεσθαι ὁ Πατὴρ ἢ οὕτως, ἀναστὰς παρέδωκεν τοῖς μαθηταῖς λέγων,
5Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύων ὅτι πᾶς ὃς ἂν ἕν τι τούτων ἐλλίπῃ, τελείως Θεὸν οὐκ ἐδόξασεν.

14

.

8

διὰ γὰρ τῆς τριάδος ταύτης Πατὴρ δοξάζεται. Πατὴρ γὰρ ἠθέλησεν, Υἱὸς ἐποίησεν, πνεῦμα ἐφανέρωσεν. πᾶσαι τοίνυν αἱ γραφαὶ περὶ τούτου κηρύσσουσιν.

15

.

1

ἀλλ’ ἐρεῖ μοί τις, Ξένον μοι φέρεις Λόγον λέγων Υἱόν. Ἰωάννης μὲν γὰρ λέγει Λόγον, ἀλλ’ ἄλλως ἀλληγορεῖ.

15

.

2

οὐκ ἄλλως ἀλληγορεῖ. οὕτως γὰρ δεικνύων τὸν Λόγον τοῦ Θεοῦ τοῦτον ὄντα ἀπ’ ἀρχῆς καὶ νῦν ἀπεσταλμένον, ὑποβὰς ἐν τῇ Ἀποκαλύψει ἔφη, Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος
5λευκὸς καὶ ὁ καθήμενος ἐπ’ αὐτοῦ πιστὸς καὶ ἀληθινὸς
καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δ’ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, διαδήματα πολλὰ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι,77
10καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ.

15

.

3

ὁρᾶτε, οὖν, ἀδελφοί, πῶς ἐν συμβόλῳ τὸ ἱμάτιον τὸ ῥεραντ‐ ισμένον αἵματι τὴν σάρκα διηγήσατο, δι’ ἧς καὶ ὑπὸ πάθος ἦλθεν ὁ ἀπαθὴς τοῦ Θεοῦ Λόγος, καθὼς μαρτυροῦσί
5μοι οἱ προφῆται.

15

.

4

λέγει γὰρ οὕτως ὁ μακάριος Μιχαίας, Οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου· ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῖς ἐστιν· οὐχ οἱ λόγοι αὐτοῦ καλοὶ μετ’ αὐτῶν καὶ ὀρθοὶ πορεύονται, καὶ αὐτοὶ
5ἀνέστησαν εἰς ἔχθραν, κατὰ πρόσωπον τῆς εἰρήνης αὐτοῦ τὴν δόξαν ἐξέδειραν αὐτοῦ. τοῦτ’ ἐστὶν τὸ σαρκὶ παθεῖν αὐτόν.

15

.

5

ὡσαύτως καὶ ὁ μακάριος Παῦλος λέγει, Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα
5τοῦ νόμου φανερωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περι‐ πατοῦσι, ἀλλὰ κατὰ πνεῦμα.

15

.

6

ποῖον οὖν Υἱὸν ἑαυτοῦ ὁ Θεὸς διὰ τῆς σαρκὸς κατέπεμψεν ἀλλ’ ἢ τὸν Λόγον, ὃν Υἱὸν προσηγόρευε διὰ τὸ μέλλειν αὐτὸν γενέσθαι;
καὶ τὸ κοινὸν ὄνομα τῆς εἰς ἀνθρώπους φιλοστοργίας79
5ἀναλαμβάνει Υἱὸς καλούμενος.

15

.

7

οὔτε γὰρ ἄσαρκος καὶ καθ’ ἑαυτὸν ὁ Λόγος τέλειος ἦν Υἱός, καίτοι τέλειος, Λόγος ὤν, μονογενής· οὔθ’ ἡ σὰρξ καθ’ ἑαυτὴν δίχα τοῦ Λόγου ὑποστῆναι ἠδύνατο διὰ τὸ ἐν
5Λόγῳ τὴν σύστασιν ἔχειν. οὕτως οὖν εἷς Υἱὸς τέλειος Θεοῦ ἐφανερώθη.

16

.

1

καὶ ταύτας μὲν περὶ σαρκώσεως τοῦ Λόγου μαρτυρίας 〈.......〉· ἔστιν δὲ καὶ ἕτερα πλεῖστα. ἴδωμεν δὲ καὶ τὸ προκείμενον, ὅτι ὄντως, ἀδελφοί, ἡ δύναμις ἡ πατρῴα, ὅ ἐστιν Λόγος,
5ἀπ’ οὐρανοῦ κατῆλθεν καὶ οὐκ αὐτὸς ὁ Πατήρ.

16

.

2

λέγει γὰρ οὕτως, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. τί δέ ἐστιν τὸ Ἐξῆλθον ἐκ τοῦ Πατρός, ἀλλ’ ἢ Λόγος; τί δὲ τὸ ἐξ αὐτοῦ γεννηθὲν ἀλλ’ ἢ πνεῦμα, τοῦτ’ ἐστὶν
5ὁ Λόγος;

16

.

3

ἀλλ’ ἐρεῖς μοι, Πῶς γεγέννηται; τὴν μὲν κατὰ σὲ διήγησιν, ὡς γεγέννησαι, οὐ δύνῃ ἐξειπεῖν, καίτοι ἑκάστης ἡμέρας ὁρῶν τὴν κατὰ ἄνθρωπον αἰτίαν, καὶ τὴν περὶ τοῦτον οἰκονομίαν ἀκριβῶς ἐξ‐
5ειπεῖν οὐ δύνασαι.

16

.

4

οὐ γὰρ πάρεστίν σοι γιγνώσκειν
τὴν τοῦ δημιουργήσαντος ἔμπειρον καὶ ἀνεκδιήγητον τέχνην, ἀλλ’ ἢ μόνον ὁρῶντα νοεῖν καὶ πιστεύειν ὅτι ἔργον Θεοῦ ἄνθρωπος· περὶ δὲ Λόγου γένεσιν ζητεῖς,81
5ὅνπερ βουληθεὶς ὁ Θεὸς Πατὴρ ἐγέννησεν ὡς ἠθέλησεν.

16

.

5

οὐ γὰρ αὔταρκές σοί ἐστιν μαθεῖν ὅτι κόσμον ὁ Θεὸς ἐποίησεν; ἀλλὰ καὶ πόθεν ἐποίησεν τολμᾷς ἐπι‐ ζητεῖν;

16

.

6

ἢ οὐκ αὔταρκές σοί ἐστιν μαθεῖν ὅτι Υἱὸς Θεοῦ σοι ἐφανερώθη εἰς σωτηρίαν, ἐὰν πιστεύσῃς; ἀλλὰ καὶ πῶς ἐγεννήθη κατὰ πνεῦμα πολυπραγμονεῖς; καὶ τὴν μὲν κατὰ σάρκα γέννησιν αὐτοῦ οὐ πλείονες
5ἐπιστεύθησαν διηγήσασθαι πλὴν δύο, καὶ σὺ τολμᾷς ἐπιζητεῖν τὴν κατὰ πνεῦμα διήγησιν, ἣν παρ’ ἑαυτῷ φυλάττει Πατὴρ ἀποκαλύπτειν μέλλων τότε τοῖσ ἁγίοις καὶ ἀξίοις ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.

16

.

7

αὔταρκές σοι ἤτω τὸ εἰρημένον ὑπὸ τοῦ Χριστοῦ ὅτι τὸ γεγενν‐ ημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. καθὼς διὰ τοῦ προφήτου τὴν τοῦ Λόγου γέννησιν σημαίνων ὅτι γεγένν‐
5ηται, τὸ δὲ πῶς φυλάσσει καιρῷ ὡρισμένῳ παρ’ αὐτῷ μέλλων ἀποκαλύπτειν· λέγει δὲ οὕτως, Ἐκ γαστρὸς
πρὸ ἑωσφόρου ἐξεγέννησά σε.83

17

.

1

αὐτάρκεις αὗται αἱ μαρτυρίαι πιστοῖς ἀλήθειαν ἀσκοῦσιν· οἱ δὲ ἄπιστοι οὐδενὶ πιστεύουσιν. καὶ γὰρ τὸ πνεῦμα πανάγιον ἐκ προσώπου τῶν ἀποστόλων διεμαρτ‐ ύρατο λέγον, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; ὥστε
5μὴ γενώμεθα ἄπιστοι, μήποτε ἐφ’ ἡμῖν τελεσθῇ τὸ εἰρη‐ μένον.

17

.

2

πιστεύσωμεν οὖν, μακάριοι ἀδελφοί, κατὰ τὴν παράδοσιν τῶν ἀποστόλων ὅτι Θεὸς Λόγος ἀπ’ οὐρανῶν κατῆλθεν εἰς τὴν ἁγίαν παρθένον Μαρίαν, ἵνα σαρκωθεὶς ἐξ αὐτῆς, λαβὼν δὲ καὶ ψυχὴν τὴν ἀνθρωπείαν, λογικὴν
5δὲ λέγω, γεγονὼς πάντα ὅσα ἐστὶν ἄνθρωπος ἐκτὸς ἁμαρτίας, σώσῃ τὸν πεπτωκότα Ἀδὰμ καὶ ἀφθαρσίαν ἀνθρώποις παράσχῃ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.

17

.

3

ἐν πᾶσιν οὖν ἀποδέδεικται ἡμῖν τῆς ἀληθείας λόγος, ὅτι εἷς ἐστιν ὁ Πατήρ, οὗ πάρεστι Λόγος, δι’ οὗ τὰ πάντα ἐποίησεν· ὃν ὑστέροις καιροῖς, καθὼς εἴπαμεν ἀνωτέρω, ἀπέστειλεν ὁ Πατὴρ πρὸς σωτηρίαν
5ἀνθρώπων.

17

.

4

οὗτος διὰ νόμου καὶ προφητῶν ἐκηρύχθη παρεσόμενος εἰς τὸν κόσμον. καθ’ ὃν οὖν τρόπο〈ν〉 ἐκηρύχθη κατὰ τοῦτον καὶ παρών, ἐφανέρωσεν ἑαυτὸν ἐκ παρθένου καὶ ἁγίου πνεύματος, καινὸς ἄνθρωπος
85
5γενόμενος· τὸ μὲν οὐράνιον ἔχων τὸ πατρῷον ὡς Λόγος, τὸ δὲ ἐπίγειον ὡς ἐκ παλαιοῦ Ἀδὰμ διὰ παρθένου σαρκούμενος.

17

.

5

οὗτος προελθὼν εἰς κόσμον Θεὸς ἐνσώματος ἐφανερώθη, ἄνθρωπος τέλειος προελθών· οὐ γὰρ κατὰ φαντασίαν ἢ τροπήν, ἀλλὰ ἀληθῶς γενόμενος ἄνθρωπος.

18

.

1

οὕτως οὖν καὶ τὰ ἀνθρώπινα ἑαυτοῦ οὐκ ἀπαναίνεται ἐνδεικνύμενος Θεὸς ὤν, ὅτε πεινᾷ καὶ κοπιᾷ καὶ κάμνων διψᾷ καὶ δειλιῶν φεύγει καὶ προσευχόμενος λυπεῖται καὶ ἐπὶ προσκεφάλαιον
5καθεύδει, ὁ ἄυπνον ἔχων τὴν φύσιν ὡς Θεός.

18

.

2

καὶ ποτηρίου πάθος παραιτεῖται, ὁ διὰ τοῦτο παραγεγονὼς ἐν κόσμῳ, καὶ ἀγωνιῶν ἱδροῖ καὶ ὑπὸ ἀγγέλου ἐνδυναμ‐ οῦται, ὁ ἐνδυναμῶν τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ
5θανάτου καταφρονεῖν ἔργῳ διδάξας.

18

.

3

καὶ ὑπὸ Ἰούδα παραδίδοται, ὁ γινώσκων τὸν Ἰούδαν τίς ἐστιν, καὶ ἀτιμάζεται ὑπὸ Καιάφα, ὁ πρώην ὑπ’ αὐτοῦ ἱερατ‐ ευόμενος ὡς Θεός, καὶ ὑπὸ Ἡρώδου ἐξουθενεῖται, ὁ
5μέλλων κρῖναι πᾶσαν τὴν γῆν, καὶ μαστίζεται ὑπὸ
Πιλάτου, ὁ τὰς ἀσθενείας ἡμῶν ἀναδεξάμενος, καὶ ὑπὸ στρατιωτῶν παίζεται, ᾧ παραστήκουσιν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, ὁ πήξας ὡς καμάραν τὸν87
10οὐρανόν.

18

.

4

καὶ πρὸς Πατέρα βοῶν παρατίθεται τὸ πνεῦμα, ὁ ἀχώριστος τοῦ Πατρός, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, ὁ εἴπας, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ὅτι δὲ
5οὐκ ἐκυριεύετο ὑπὸ τοῦ θανάτου ὡς ζωή, εἶπεν, Ἐγὼ ἀπ’ ἐμαυτοῦ τίθημι αὐτήν. καὶ πλευρὰν λόγχῃ νύσσεται, ὁ τὴν ζωὴν πᾶσιν χαριζόμενος.

18

.

5

καὶ σινδόνι ἑλ‐ ισσόμενος ἐν μνημείῳ τίθεται, ὁ τοὺς νεκροὺς ἐγείρ‐ ων, καὶ τριήμερος ὑπὸ Πατρὸς ἀνίσταται, αὐτὸς ὢν ἡ ἀνάστασις καὶ ἡ ζωή. ταῦτα γὰρ πάντα ἡμῖν κατ‐
5ώρθωσεν ὁ δι’ ἡμᾶς γεγονὼς καθ’ ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἀνεδέξατο καὶ τὰς νόσους ἐβάστασεν καὶ περὶ ἡμῶν ὠδυνᾶτο, καθὼς εἶπεν Ἡσαίας ὁ προ‐ φήτης.

18

.

6

ὁ ὑπὸ ἀγγέλων ὑμνούμενος καὶ ὑπὸ ποι‐ μένων θεωρούμενος καὶ ὑπὸ Συμεῶνος προσδοκώμενος καὶ ὑπὸ Ἄννας μαρτυρούμενος, οὗτος ἦν· ὁ ζητούμενος ὑπὸ μάγων καὶ σημαινόμενος ὑπὸ ἀστέρος, ὁ καὶ ἐν
5οἴκῳ Πατρὸς πολιτευόμενος καὶ ὑπὸ Ἰωάννου δακτυλο‐
δεικτούμενος, ὁ ὑπὸ Πατρὸς ἄνωθεν μαρτυρούμενος, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.89

18

.

7

οὗτος στεφανοῦται κατὰ διαβόλου, οὗτός ἐστιν Ἰησ‐ οῦς ὁ Ναζωραῖος, ὁ ἐν Κανὰ ἐν γάμοις κληθεὶς καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλῶν, καὶ θαλάσσῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμῶν, καὶ ἐπὶ θαλάσσης περιπατῶν ὡς
5ἐπὶ ξηρᾶς γῆς, καὶ τυφλὸν ἐκ γενετῆς ὁρᾶν ποιῶν, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστῶν, καὶ ποικίλας δυνάμεις ἀποτελῶν, καὶ ἁμαρτίας ἀφίων, καὶ ἐξουσίαν διδῶν μαθηταῖς, καὶ αἷμα καὶ ὕδωρ ἐξ ἁγίας πλευρᾶς ῥεύσας λόγχῃ νυγείς.

18

.

8

τούτου χάριν ἥλιος σκοτ‐ ίζεται, ἡμέρα οὐ φωτίζεται, ῥήγνυνται πέτραι, σχίζ‐ εται καταπέτασμα, τὰ θεμέλια τῆς γῆς σείεται, ἀνοίγονται τάφοι καὶ ἐγείρονται νεκροὶ καὶ ἄρχοντες
5καταισχύνονται. τὸν γὰρ κοσμήτορα τοῦ παντὸς ἐπὶ σταυροῦ βλέποντες καμμύσαντα τὸν ὀφθαλμὸν καὶ παρα‐ δώσαντα τὸ πνεῦμα ἰδοῦσα ἡ κτίσις ἐταράσσετο, καὶ τὴν αὐτοῦ ὑπερβάλλουσαν δόξαν χωρῆσαι μὴ δυναμένη ἐσκοτίζετο.

18

.

9

οὗτος ἐμφυσῶν δίδωσι πνεῦμα μαθ‐ ηταῖς καὶ θυρῶν κεκλεισμένων εἰσέρχεται, καὶ βλεπ‐ όντων μαθητῶν ὑπὸ νεφέλης ἀναλαμβάνεται εἰς οὐρανούς,
καὶ ἐκ δεξιῶν Πατρὸς καθέζεται καὶ ζώντων καὶ νεκρῶν91
5παραγίνεται κριτής.

18

.

10

οὗτος ὁ Θεὸς ὁ ἄνθρωπος δι’ ἡμᾶς γεγονώς, ᾧ πάντα ὑπέταξεν Πατήρ.
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα Πατρὶ καὶ
ἁγίῳ πνεύματι ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ
5νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.93