TLG 2112 026 :: AMPHILOCHIUS :: Fragmenta AMPHILOCHIUS Scr. Eccl. Fragmenta Source: Ficker, G. (ed.), Amphilochiana. Leipzig: Barth, 1906: 4–5, 10–15. frr. 1–3, 5–6 Citation: Fragment — (line) | ||
1(1t) | Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου τοῦ Ἰκονίου εἰς | |
2t | τό· οὐ δύναται ὁ υἱὸς ἀφ’ ἑαυτοῦ ποιεῖν οὐδέν. | |
---|---|---|
3t | (Joh. 5, 19.) | |
4 | Πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι | |
5 | τὰ ἔργα, ὅπου θέλησις, καὶ λόγος, καὶ γνῶσις, | |
καὶ σοφία, καὶ φύσις, καὶ θεότης μία; | 4 | |
2(1t) | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. | |
2 | Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ (Joh. 5, 21), σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν, οὕτως οὐ διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰ | |
5 | δυνάμει τῇ αὐτῇ, αὐθεντίᾳ, ἐξουσίᾳ, θελήσει. | |
3(1t) | Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τό· | |
2t | ὁ πατήρ μου μείζων μου ἐστίν. (Joh. 14, 28.) | |
3 | Οὐ γὰρ ἀκούσιον τὸ πρᾶγμα, ἀλλ’ αὐτοπρο ... ... ὡς δὲ θεὸς ἀχωρίστως μεθ’ ὑμῶν. εἰ | |
5 | μὲν ὑπάγω διὰ τοῦ θανάτου ὡς ἄνθρωπος, ἔρχο‐ | |
μαι δὲ πάλιν διὰ τῆς ἀναστάσεως ὡς ἄνθρωπος. | 5 | |
5(1t) | Τοῦ ἁγίου Ἀμφιλοχίου ἐκ τοῦ κατὰ Ἀρειανῶν | |
2t | λόγου. | 10 |
3 | Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους· ἵνα διὰ μὲν τῶν ὑψηλῶν, τοῦ ἐνοικοῦν‐ | |
5 | τος λόγου ἀποδείξω τὴν εὐγένειαν· διὰ δὲ τῶν ταπει‐ νῶν, τῆς ἐνοικουμένης σαρκὸς γνωρίσω τὰ ἀσθενῆ. Καὶ πάλιν· Πῆ μὲν ἐμαυτὸν ἶσον λέγω τῷ πατρί· πῆ δέ, μείζονα τὸν πατέρα· οὐ μαχόμενος | |
ἐμαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· | 11 | |
10 | θεὸς μέν, ἐκ τῶν ὑψηλῶν· ἄνθρωπος δέ, ἐκ τῶν τα‐ | |
πεινῶν. ἀλλὰ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία (Joh. 14, 1. 27), ὅτι εἶπον ὑμῖν, ὁ πατήρ μου μείζων μου ἐστί. (Joh. 14, 28). μείζων γάρ ἐστι τοῦ πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ὄντος ἐν αὐτῷ· ὡς γὰρ θεός εἰμι ἐν τῷ | 12 | |
15 | πατρί· ὥστε ὡς ἄνθρωπος πορεύομαι πρὸς τὸν πατέρα· ἐκείνου οὖν μείζων ὁ πατήρ, τοῦ πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ἀεὶ ὄντος ἐν αὐτῷ· καὶ ἵνα συντόμως εἴπω, μείζων ἐστὶ καὶ ἶσος· ἶσος τοῦ ἐκ πέντε ἄρτων δῆμον ὁλόκληρον κορεννύντος· μείζων τοῦ ἐρωτῶντος, | |
20 | ποῦ τὸν Λάζαρον τεθείκατε· ἶσος τοῦ τὸν Λάζαρον ἀνιστῶντος λόγῳ· μείζων τοῦ λέγοντος, τίς μου ἥψατο· ἶσος τοῦ τὰς ἀκενώτους πηγὰς τῆς αἱμοῤ‐ ῥοούσης ξηράναντος· μείζων τοῦ καθεύδοντος ἐπὶ τῇ πρύμνῃ· ἶσος τοῦ ἐπιτιμῶντος τῇ θαλάσσῃ· μείζων τοῦ | |
25 | κρινομένου ἐπὶ Πιλάτου· ἶσος τοῦ κρίσεως ἐλευθεροῦντος τὸν κόσμον· μείζων τοῦ ῥαπιζομένου, μείζων τοῦ συσταυρουμένου λῃσταῖς· ἶσος τοῦ τὸν λῃστὴν δικαιοῦν‐ τος δωρεάν· μείζων τοῦ γυμνουμένου τὴν ἐσθῆτα· ἶσος τοῦ στολίζοντος τὴν ψυχήν· μείζων τοῦ ποτιζομένου | |
30 | ὄξος· ἶσος τοῦ τὸ οἰκεῖον οἰνοχοοῦντος αἷμα· μείζων τοῦ λυομένου ναοῦ· ἶσος τοῦ καὶ μετὰ τὴν λύσιν τὸν οἰκεῖον ἐγείραντος ναόν· ἐκείνου μείζων, τούτου ἶσος. Καὶ πάλιν· Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν (Joh. 14, 20)· ὁρᾷς, αἱρετικέ, τίνος μείζων ἐστὶν ὁ πατήρ, | |
35 | τοῦ λέγοντος οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν· οὐ τοῦ λέγοντος οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς (Joh. 14,18)· μεθ’ ὑμῶν γάρ εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας (Matth. 28,20)· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν (Joh. 14, 30)· ὁρᾷς, τίνος ἐστὶ μείζων, | 13 |
40 | τοῦ κρινομένου ἐπ’ ὄψεσιν ἀρχόντων, οὐ τοῦ ποιήσαντος τὴν οἰκουμένην· ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν (Joh. 14, 31)· ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἄγωμεν· οὐ τοῦ λέγοντος ἐνοικήσω ἐν ὑμῖν καὶ ἐμπεριπατήσω (2. Cor. 6, 16)· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή (Joh. 15, 1)· | |
45 | ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἐγώ εἰμι ἡ ἄμπελος· οὐ τοῦ λέγοντος, ἐγὼ ἐφύτευσα ἄμπελον ἀληθινήν. (vgl. Matth. 21, 33.) | |
6(1t) | Ἐκ τῆς ὁμιλίας τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισ‐ | |
2t | κόπου Ἰκονίου εἰς τό· ὁ ἀποστείλας με πατὴρ μείζων | |
3t | μου ἐστίν (Joh. 14, 28). | |
4 | Εἰπέ, κατὰ ποῖον λόγον λέγεις τὸν πατέρα μείζονα | |
5 | τοῦ υἱοῦ· οὐκ ἐγώ φησι λέγω, ἀλλὰ τῷ λέγοντι πείθο‐ μαι· οὗτος γάρ ἐστιν ὁ εἰπών· ὁ ἀποστείλας με πατήρ, μείζων μου ἐστίν· εἰ τῷ λέγοντι πείθῃ, παῦσον καὶ σὺ τὴν μάχην, κᾀγὼ συστελῶ τὴν γλῶσσαν· καὶ δῶμεν τῷ υἱῷ τὸν οἰκεῖον λόγον ἑρμηνεῦσαι· εἰπὲ γοῦν δέσποτα· | 14 |
10 | διὰ τί ποτὲ μὲν λέγεις· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν (Joh. 10, 30)· ποτὲ δέ· ὁ ἀποστείλας με πατὴρ μείζων μου ἐστίν; εἰ μείζων, πῶς ἶσος; εἰ ἶσος, πῶς μείζων; τὰ δύο λέγω· ἐπειδὴ καὶ μείζων μου ἐστὶ καὶ ἶσος· κατὰ τὴν θεότητα, ἶσος· κατὰ τὴν οἰκονομίαν, μείζων· | |
15 | ἶσος αὐτοῦ εἰμι, ἐπειδὴ ἐξ αὐτοῦ ἐγεννήθην· μείζων | |
μου ἐστίν, ἐπειδὴ ἐκ τῆς παρθένου ἐγεννήθην. | 15 |