TLG 2112 023 :: AMPHILOCHIUS :: Fragmentum xvii [Sp.] AMPHILOCHIUS Scr. Eccl. Fragmentum xvii [Sp.] Citation: Volume — page — (line) | ||
39.116(8t) | Τοῦ αὐτοῦ, ἐκ τῆς γραφείσης ὑπ’ αὐτοῦ ἐπιστο‐ | |
9t | λῆς πρὸς τοὺς ἐν Συέδραν περὶ τῆς ἁγίας | |
---|---|---|
10t | Τριάδος. | |
11 | Θεότης μία ἐν Μωϋσεῖ μάλιστα καταγγέλλεται· δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται· Τριὰς δὲ ἐν Εὐαγγελίοις φανεροῦται· πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν· | |
15 | γνῶσις δὲ αὐτῆς ἀθανασία. Ἐκ πίστεως δὲ αὐτῆς υἱοθεσία γίνεται. Ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περιβόλαιον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωϋσεῖ· δεύτερα δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖ‐ ται, ὡς τὰ Ἅγια κοσμοῦσα, ἐν λοιπαῖς προφητείαις· | |
20 | τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον, καὶ τὰ Ἅγια τῶν ἁγίων ῥυθμίζουσα, ἐν Εὐαγγελίοις κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ ἁγίαν, ναὸν ἅγιον, τὸν δίκαιον ἔχει νόμον, τὸν συνόντα τούτοις· κατοικεῖ ἔτι δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος· μία θεότης ἄφρα‐ | |
25 | στος· ἀπερινόητος· ἀκατάληπτος· ἀνεκδιήγητος· ἀόρατος· ἑαυτὴν γινώσκουσα μόνη· καὶ ἑαυτὴν ἐμ‐ φανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, προορίζουσα· ἑνωποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν. Τὰ τρία ταῦτα· ἐπουράνια, ἐπί‐ | |
30 | γεια, καὶ καταχθόνια. | 116 |