TLG 2112 020 :: AMPHILOCHIUS :: Fragmenta ex tractatu in illud: Dominus creavit me (fr. 4) AMPHILOCHIUS Scr. Eccl. Fragmenta ex tractatu in illud: Dominus creavit me (fr. 4) Citation: Volume — page — (line) | ||
6t | Τοῦ μακαρίου Ἀμφιλοχίου ἐκ τοῦ, εἰς τὸ, Κύριος | |
---|---|---|
7t | ἔκτισέ με· ἀρχὴ, Ὁ δʹ λόγος. | |
8 | Τὸ ἄχρονον ἄκτιστον· τὸ δὲ ἄκτιστον ἄναρχον· τὸ δὲ ἄναρχον ἀΐδιον· ἀΐδιος δὲ μόνος ὁ Θεός. Καὶ μεθ’ | |
10 | ἕτερα· Ὦ Τριὰς ἁγία ἐν ἑνὶ ὀνόματι ἀριθμου‐ μένη· οὐ γὰρ λέγεται μονὰς καὶ δυὰς, οὐδὲ μονὰς καὶ μονάς· ἀλλὰ Τριὰς ἐν Μονάδι, καὶ Μονὰς ἐν Τριάδι· μονοειδῶς μονωνύμως. Εἷς Θεὸς, Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Ἡμεῖς | |
15 | οἴδαμεν Πατέρα, Πατέρα· Υἱὸν, Υἱόν· ἅγιον Πνεῦμα, ἅγιον Πνεῦμα· Τριάδα ἑνότητι· μία γάρ ἐστιν ἑνό‐ της Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· μία οὐσία, μία κυριότης, ἓν θέλημα· μία Ἐκκλησία, ἓν βάπτισμα, μία πίστις. | |
20t | Τοῦ αὐτοῦ. | |
22 | Μία δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τὴν δόξαν γάρ μου, φησὶν, ἑτέρῳ οὐ δώσω. Οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς | |
25 | καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ Πατὴρ ἐν Υἱῷ θεολογεῖται. Καθὼς καὶ Ἡσαΐας λέγει, θεολογῶν Υἱὸν σὺν Πατρί· Προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπή‐ | |
30 | σονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἱ μὴ ὁμολο‐ γοῦντες αὐτῷ, καὶ τὸ Πνεῦμα αὐτοῦ, τῆς αὐτῆς τῷ Υἱῷ οὐσίας, καὶ πλὴν αὐτοῦ [μὴ] εἶναι Θεόν. Οὐκ ἔστιν οὕτω· μὴ γένοιτο! Οὐκ ἔστι γεννητὴ ἡ Τριὰς, ἀλλ’ ἀΐδιος· καὶ μία θεότης ἐν Τριάδι, καὶ | |
35 | μία δόξα τῆς ἁγίας Τριάδος. Καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε; Μόνῳ Θεῷ ἁρμόττει λέ‐ γειν τὸ ἐμόν. Αὐτοῦ γὰρ μόνου ὄντως κτῆμα τὰ | |
πάντα. | 101 |