TLG 2112 018 :: AMPHILOCHIUS :: Fragmenta spuria

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

Fragmenta spuria

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 263–266.

frr. 1–5

Citation: Fragment — (line)

1

(1t)

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον
2tἐπιστολῆς.
3 Πιστεύω εἰς ἕνα θεὸν ἐν τρισὶ γνωριζόμενον προσώποις· αἴτιον καὶ δημιουργὸν τῶν ἁπάντων, ἀγένητον, ἀκατάληπτον,
5ἀόρατον, ἀνεπινόητον, ἀπερίγραφον, ἄτρεπτον, ἀναλλοίωτον, ἀθάνατον, ἀπαθῆ· μίαν ἀρχὴν ἄναρχον οὔτε ἐν ἑτέρῳ τινὶ πάθους εἶναι δεκτικὴν φημί, πάντη γὰρ ἀπαθὴς τυγχάνει ἡ θεία φύσις. Ἕνα γὰρ θεὸν λέγω τὸν ὄντως ὄντα θεόν, πολυθείαν Ἑλληνισμοῦ φεύγων. Ἐν τρισὶ δὲ προσώποις γνωρίζεσθαι τὸν ἕνα Ἰουδαϊσ‐
10μοῦ ἐστιν ἀνατροπή. Πατὴρ γὰρ ἐν υἱῷ, καὶ υἱὸς ἐν πατρί, καὶ πνεῦμα ἐν υἱῷ καὶ πατρὶ ὁμολογῶ. Προσκυνῶ δὲ Ἰησοῦν Χρισ‐ τὸν συναΐδιον τῷ πατρὶ κατὰ τὴν θεότητα· οὐκ οὐσίας, οὐχ ὑπάρξεως τρόπον νεότερον τοῦ πατρὸς κατὰ τὴν θεότητα. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον. Τὸν μὲν γὰρ υἱὸν φημὶ
15γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, συνυπάρχοντα ἀεὶ τῷ πατρὶ κατὰ τὴν θεότητα· τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἀϊδίως πιστεύω. Καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος οὐ φημὶ γέννησιν, καὶ τὴν γέννησιν τοῦ υἱοῦ οὐ λέγω ἐκπόρευσιν. Ὅταν δὲ τῶν λεγομένων ἡ ἀκολουθία ἀπαιτήσῃ, ἕνα
20θεὸν λέγω οὐ τὰς ὑποστάσεις ἀρνούμενος, ἀλλὰ τῷ τοῦ θεοῦ ὀνόματι τὸ κοινὸν τῆς οὐσίας σημαίνων. Ὅταν δὲ τὸ ὁμοούσιον λέγω, οὐχ ἑνὸς προσώπου ὁμοουσιότητα, ἀλλὰ τριῶν φημί· πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος· ἓν γὰρ πρόσωπον ὁμοούσιον ἑαυτῷ οὐ λέγεται, ἀλλὰ πατήρ, υἱὸς καὶ πνεῦμα. Ἡ δὲ διαφορὰ ἐν
25προσώποις, οὐκ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ πατήρ, υἱὸς καὶ πνεῦμα τὸ ἅγιον, τρόπου ὑπάρξεως ἤτουν σχέσεως ὀνόματα, ἀλλ’ οὐκ οὐσίας ἁπλῶς. Δηλώσει ὃ τὸ οὖν εἶναι τοῦ πατρός, τὸ θεός· τὸ δὲ τινὸς εἶναι, τὸ ὁ πατήρ· καὶ τὸ δὲ τινὸς εἶναι τοῦ θεοῦ, τὸ θεός. Τοῦ δὲ τινὸς εἶναι τοῦ υἱός. Ὡσαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὧν
30δὲ τὸ εἶναι ταυτόν, τούτων ἡ οὐσία μία. Ταῦτα μὲν περὶ τῆς ὁμοουσίου τριάδος κατὰ τὴν ἐμὴν δύναμιν εἰρείσθω. Ἐὰν εἴπωσιν ὡς μιᾶς οὐσίας ἐστί, ἐρωτήσατε αὐτούς· Πῶς
οὖν κατὰ μὲν θεότητα ἀπαθῆ λέγετε Χριστόν, κατὰ δὲ τὴν σάρκα παθητόν; Τὸ γὰρ μιᾶς ὑπάρχον οὐσίας ὅλον ὅμοιον· ἢ γὰρ ἀπαθὲς263
35ὅλον ἢ παθητόν. Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὕτως θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου,
40ψηλαφητῆς τε καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρξαμένης, ἀπερι‐ γράπτου καὶ περιγραφομένης, (ἔφην γὰρ ἐν τοῖς ἀνωτέρω τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀπερίγραφον εἶναι καὶ περιγεγραμμένον·) κατὰ μὲν τὴν θείαν φύσιν ἀπερίγραφον, κατὰ δὲ τὴν ἀνθρωπίνην περιγεγραμμένον·
45καθ’ ἣν καὶ ἐν φάτνῃ, καὶ ἐν σπαργάνοις, καὶ ἐν σταυρῷ, καὶ ἐν τάφῳ, περιεγέγραπτο (ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, κατὰ τὴν θεότητα δὲ ἀπεράντως καὶ ἀπεριγράφως τὰ πάντα περιεῖχέ τε καὶ περιέχει). Ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ὁ δύο τελείων φύσεων εἷς υἱός,

1

(50)

ὁ κατὰ τὴν θεότητα ἀπεράντως τε καὶ ἀπεριγράφως τὰ πάντα περιέχων καὶ διοικῶν. Ἕνα μὲν τὸν υἱὸν τοῦ θεοῦ, δύο δὲ φύσεών φημι, οὐκ ἀρνούμενος τὴν θείαν οὐδὲ τὴν ἀνθρωπείαν. Πάσχει τοίνυν οὐ θεότητι ἀλλ’ ἀνθρωπότητι· τουτέστι Χριστὸς ἔπαθε σαρκί, ἀλλ’
55οὐχ ἡ θεότης ἔπαθεν· ἄπαγε τὸ δυσμενὲς τοῦτο καὶ βλάσφημον, ὦ δείλαιε. Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται οὖν αὐτὸς ὁ θεὸς λόγος πάσχων οὐδὲν τὰ τοῦ ναοῦ· ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ δύο φύσεις. Τίκτεται τοίνυν ἐκ τῆς ἁγίας παρθένου Μαρίας ὁ δεσπότης
60Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὐ τῇ ἀπεριγράφῳ, ἀλλὰ τῇ περιγε‐ γραμμένῃ φύσει. Εἷ〈σ〉 τοίνυν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, παθητὸς σαρκί, ἀόρατος θεότητι, περιγραπτὸς σαρκί, ἀπερίγραπτος θεότητι, ἀρχὴν χρονικὴν ἔχων κατὰ τὴν σάρκα, ἄναρχος κατὰ τὴν θεότη‐
65τα.264

2

(1t)

Καὶ ὁ ἐν ἁγίοις δὲ τοῦ Ἰκονίου πρόεδρος Ἀμφιλόχιος οὕτω
2tφησίν·
3 Ὁρᾶτε τοιγαροῦν ὅπως καὶ οἱ θεσπέσιοι πατέρες ὁμοούσιον εἰρήκασι τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον τῇ
5μητρὶ κατὰ τὴν ἀνθρωπότητα· διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν, οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν.

3

(1t)

Ἐκ τοῦ· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι
2tπαρὰ θεῷ καὶ ἀνθρώποις.
3 Προέκοπτε κατὰ τὴν ἡλικίαν ἀνδρουμένου κατὰ φύσιν τοῦ σώματος, σοφίᾳ διὰ τοὺς παρ’ αὐτοῦ τὰ θεῖα σοφιζομένους,
5χάριτι, ἐφ’ ᾗ εὐφραινόμενοι προκόπτομεν πιστεύοντες, ὅτι ἔσται τελείωσις τοῖς ὑπ’ αὐτοῦ λελαλημένοις περὶ τῆς ἐν ἡμῖν ἐλπίδος παρὰ θεῷ, ὅτι τὸ ἔργον τοῦ πατρὸς τετελείωκε σαρκωθεὶς καὶ ἡμᾶς λυτρωσάμενος, καὶ παρὰ ἀνθρώποις, διὰ τὴν αὐτῶν ἐξ εἰδωλολατρείας ἐπὶ τριαδικὴν θεογνωσίαν μετάστασιν. Κατὰ
10τούτους οὖν τοὺς τρόπους προέκοπτε καὶ ἀληθεύει, οὐ γὰρ κατὰ τοὺς ἄφρονας ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον.

4

(1t)

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῆς ἑνώσεως τῶν
2tδύο φύσεων.
3 Λόγος ἦν ὅτι ἀναθεματισθῆναι χρὴ τοὺς τὴν ἐκ μήτρας ἕνωσιν τῶν φύσεων λύοντας, ἔτι μὴν καὶ τοὺς κατὰ σύγχυσιν καὶ τρόπην
5νοοῦντας τὴν ἄρρητον ἕνωσιν· ὥσπερ γὰρ τὸ τὴν ἕνωσιν μερίζειν τῆς ὀρθοδοξίας ἀλλότριον καὶ ξένον τῆς ἀληθείας καὶ τῆς ζωῆς, οὕτως καὶ τὸ συγχέειν τὰς φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρω‐
πότητος ἀλλότριον χριστιανισμοῦ.265

5

(1t)

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ εἰς τὰ γενέθλια
2tλόγου.
3 Πάντων μὲν γὰρ τῶν ἐκ παρακοῆς ἡμῖν προσγινομένων ἀπήλλαξε καὶ ἀνεκάθηρε τὴν ἡμετέραν φύσιν ὁ Λόγος· ἅπερ δὲ
5αὐτὸς κατ’ εἰκόνα τὴν οἰκείαν ἐποίησε, ταῦτα παραλλαγῆς οὐκ ἔχρῃζεν, οἵαν τὸ φθαρὲν σῶμα διὰ τὸ μὴ συμφθαρῆναι, ἀλλ’
ἄφθαρτον διαμεῖναι ὡς εἰκόνα θεοῦ τὴν ψυχήν.266