TLG 2112 017 :: AMPHILOCHIUS :: Oratio in mesopentecosten [Sp.] AMPHILOCHIUS Scr. Eccl. Oratio in mesopentecosten [Sp.] Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 251–262. Citation: (Line) | ||
1t | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κων‐ | |
---|---|---|
2t | σταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸν παράλυτον τῇ | |
3t | ἡμέρᾳ τῆς μεσοπεντηκοστῆς καὶ εἰς τὸ Μὴ κρίνετε κατ’ | |
4t | ὄψιν. | |
5 | Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς λευκαίνουσα τά τε κατὰ γῆν καὶ κατὰ θάλασσαν πλωτῆρσι καὶ ὁδοιπόροις τὸ φάος δᾳδουχοῦσα ἀνεμπόδιστον τὴν πορείαν ἑκάστῳ κατεργά‐ ζεται, ὡσαύτως ἐν σαββάτῳ πρὸς τὸν παράλυτον ὁ κύριος ἔλεγεν· Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν | |
10 | σου. Καὶ τούτου χάριν πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με πατρός. Καὶ ὅτι διὰ τὴν πρὸς τὸν παράλυτον αὐτεξούσιον θεραπείαν ὁ κύριος πρὸς τοὺς Ἰουδαίους τούτους εἶπε τοὺς λόγους, ἐκ τῶν ἀρτίως ἀναγνωσ‐ θέντων λάμβανε τὴν ἀπόδειξιν. Καὶ ἔνθεν γὰρ φανερώτερον ὁ | |
15 | κύριος ἐμήνυσεν τὸ ἀπαράλλακτον ἑαυτοῦ καὶ τοῦ πατρός· εἰ ἦν | |
γὰρ ὁ κύριος εἰρηκώς· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστι τοῦ πατρός, ἀλλ’ ἐμή ἐστιν, ἐχώριζεν ἑαυτὸν τοῦ πατρός, ξένον ἐποίει τῆς οὐσίας, ἠλλοτρίου τῆς οἰκονομίας. Εἰρηκὼς δὲ Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με πατρός, ἔδειξε τὸ ἀπαράλλακτον τῆς οὐσίας | 251 | |
20 | καὶ ὅτι μία διδαχὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Εἷς γὰρ ὁ λόγος, ὁ υἱὸς τοῦ πατρός, καὶ πνεῦμα τοῦ πατρός, τὸ ἅγιον πνεῦμα. Πῶς ἕτερα διδάξει ὁ λόγος καὶ πῶς ἕτερα κατηχήσει τὸ ἅγιον πνεῦμα; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα | |
25 | τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ. Καὶ ὅτι διὰ τὴν πρὸς τὸν παράλυτον αὐτεξούσιον θεραπείαν, καθὼς προεῖπον, ὁ κύριος προσήκατο τούτους τοὺς λόγους, ἤκουες ἀρτίως τοῦ κυρίου λέγοντος· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε· διὰ τοῦτο | |
30 | Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, —οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων—, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. | |
35 | Ὅτι δὲ διὰ τὴν τοῦ παραλύτου θεραπείαν ὁ κύριος τοὺς λόγους τούτους προσήκατο, ἐκ τοῦ νόμου δεικνὺς αὐτοὺς παρα‐ | |
νόμους, λέγει πρὸς αὐτούς, καθὼς ἤκουες· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ καὶ ἐν σαββάτῳ περιτέμνετε βρέφος, ἵνα μὴ ἀκυρωθῇ ὁ ὀκταήμερος νόμος, νόμῳ νόμον ἀνατρέποντες ὑμεῖς | 252 | |
40 | ἀνατρέπετε τὸν νόμον καὶ ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ, οὐχ ἱδρώσας ἀλλὰ θαυματουργήσας. Ἐν σαββάτῳ οὐ δεῖ ἐργάζεσθαι, ἀλλὰ διὰ πάντων ἀεργοὺς εἶναι. Τίνος ἕνεκεν παρ’ ὑμῖν, Ἰουδαῖοι, ἐν σαββάτῳ γυνὴ τίκτει καὶ μαῖα θορυβεῖται καὶ σπάργανα τινάσσεται καὶ φύσις καθαίρεται καὶ | |
45 | θήλη πρὸς γαλακτοτροφίαν εὐτρεπίζεται; Γυνὴ τίκτει καὶ φύσις νόμου περιγίνεται καὶ θεὸς οὐ θαυματουργεῖ; Εἰπέ μοι· εἰ ἐν σαββάτῳ περιτέμνεται ἄνθρωπος, ἵνα μὴ λυθῇ ὁ νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Καταδέχομαι ὑφ’ ὑμῶν τῶν ἐχθρῶν | |
(50) | δικάσασθαι, ὅπως ἐν ᾧ κρίματι κρίνετε κριθήσεσθε. Τίς λύει τὸ σάββατον; Ὑμεῖς οἱ ἐν τῷ σαββάτῳ περιτέμνοντες καὶ ξίφος ὀξύνοντες καὶ τομὴν ἐπάγοντες καὶ μέλος χωρίζοντες καὶ τὸν τόπον αἱμάττειν παρασκευάζοντες, ἢ ἐγὼ ὁ εἰρηκὼς λόγῳ· Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Εἰ μὴ | |
55 | ἐνήργησεν ὁ λόγος, ἔλυσα ἂν τὸ σάββατον ματαιολογήσας· εἰ δὲ προέδραμε τοῦ λόγου τὸ ἔργον, τί τὸ σάββατον ἐκδικεῖτε καὶ τὸν δημιουργὸν ἀθετεῖτε; Οὐκ ἐκορέσθητε, ὦ Ἰουδαίων παῖδες, ἐπὶ τριακονταοκτὼ ἔτη ὁρῶντες τὸν παράλυτον τῇ κλίνῃ προσηλωμένον καὶ τὴν κλίνην | |
60 | κάμνουσαν καὶ τὸν παράλυτον νυχθήμερον φορτίον βαστάζου‐ σαν; Οὐκ ἠγανακτήσατε; οὐ συνεπαθήσατε; Καὶ ἵνα μίαν ὥραν ὁ παράλυτος κλίνην βαστάσῃ καὶ τὴν ἀντιμισθίαν παράσχῃ, ἀγα‐ νακτεῖτε; Οὐκ ἔδει καὶ τοῦτο βοῆσαι· Ἔστρεψας τὴν κλίνην μου ἐν τῇ ἀρρωστίᾳ μου, Οἶδα, ὦ φαρισαῖοι, τίνος χάριν ἀγανακτεῖτε· | 253 |
65 | οὐχ ὅτι ἐθεραπεύθη ὁ παράλυτος διαπρίεσθε, ἀλλ’ ὅτι οὐχ ἰσχύσατε τὴν κλίνην κρύψαι καὶ τὸ θαῦμα κλέψαι. Διὰ τοῦτο τὴν γνώμην ὑμῶν ἐπιστάμενος ἐκέλευσα βαστάζειν αὐτὸν τὴν κλίνην, ἵνα κἂν ὑμεῖς σιωπήσητε ἡ κλίνη τὸ θαῦμα βοήσῃ. Τί διστάζετε, ὦ φαρισαῖοι; Οὐκ ἔστιν ὁ παράλυτος παρείσακτος, | |
70 | οὐκ ἔστιν ὑποβολιμαῖος, οὐκ ἔστιν ὀλιγοχρόνιος, γνωρίζετε αὐτὸν πάντες· τριάκοντα καὶ ὀκτὼ ἔτη τῇ κολυμβήθρᾳ τῇ παρ’ ὑμῖν παρεσίτευσεν. Οὐκ ἔχετε λέγειν ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ· Οὗτός ἐστιν, ὅμοιος αὐτῷ ἐστιν, οὐκ ἔστιν οὗτος. Εἰ μὴ ἥττησε ὑμᾶς ὁ τυφλός, καὶ τοῦτον κρατήσατε καὶ εἰς δικαστήριον | |
75 | ἑλκύσατε, ὅπως διὰ πάντων αἰσχύνης πληρωθήσεσθε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Καί, εἰ δοκεῖ, διὰ βραχέων ἐπ’ αὐτὴν τὴν περιοχὴν τοῦ παραλύτου καταδράμωμεν διὰ τὸ καὶ τὸν κύριον ἀπομνημονεῦ‐ σαι τοῦ παραλύτου· εἰ γὰρ ὁ κύριος αὐτοῦ ἐμνημόνευσε, πῶς | |
80 | ἡμεῖς λήθην ποιησώμεθα; Τότε τις θαυμάζει, ὅτε τὰ τοῦ κυρίου θαύματα διηγεῖται. Τοῦ γὰρ κυρίου καὶ ἡ παροῦσα μέση ἑορτή· | |
μεσίτης ὁ κύριος, μέση καὶ ἡ ἑορτή· ἀεὶ δὲ τὸ μέσον τοῖς ἄκροις ἠσφάλισται· διὰ τοῦτο καὶ ἡ παροῦσα μέση ἑορτὴ διπλῆν τῆς ἀναστάσεως τὴν χάριν κέκτηται. Ὑπὸ γὰρ τῆς ἀναστάσεως καὶ | 254 | |
85 | τῆς πεντηκοστῆς μεσολαβουμένη τὴν ἀνάστασιν ὑπέδειξεν, τὴν πεντηκοστὴν δακτυλοδεικτεῖ, τὴν ἀνάληψιν σαλπίζει. Τίς οὖν ἡ πᾶσα τοῦ παραλύτου πραγματεία, γνωρίσατε, οἱ τοῦ λόγου φιλέμποροι, ὅπως διὰ πάντων τῆς πνευματικῆς ὠφελείας τὴν ἐνθήκην καρπώσησθε. Φέρεις μνήμην πάντως τοῦ εὐαγγελιστοῦ | |
90 | Ἰωάννου βοῶντος· Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύμοις κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ | |
95 | αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ὢ τῆς τοῦ κυρίου ἀκενοδόξου θεραπείας! Οὐκ ἐκδέχεται παρακληθῆναι ὑπὸ τῶν ἀρρώστων, αὐτὸς ἐπείγει ἑαυτὸν πρὸς τοὺς πάσχοντας· ἥλιος γὰρ ὢν τῆς δικαιοσύνης ἐπὶ | |
(100) | πάντας ἁπλοῖ τὰς ἀκτῖνας τῆς εὐεργεσίας. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύ‐ μοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθε‐ | |
νούντων, τυφλῶν, χωλῶν, ξηρῶν. Σύμβολον τοῦτο τῆς Ἰουδαϊκῆς ἀρρωστίας, αἱ πέντε στοαὶ αἵτινες ἐπεπλήρωντο τῶν ἀρρώστων. | 255 | |
105 | Καὶ γὰρ ἀρρωστεῖ ὁ Ἰουδαϊκὸς λαὸς διὰ τῶν πέντε αἰσθήσεων, ὁράσεως, ὀσφρήσεως, γεύσεως, ἀκοῆς, ἁφῆς· διὰ πάντων ἠρρώστουν οἱ Ἰουδαίων παῖδες. Οὐκ εἶχον καθαρὸν ὀφθαλμὸν ὁρῶντες τὰ θαύματα καὶ παρορῶντες· οὐκ εἶχον γεῦσιν εὐχάρισ‐ τον μάννα τρώγοντες καὶ συκέας ἐπιζητοῦντες· οὐκ εἶχον | |
110 | ὄσφρησιν εἰλικρινῆ τοῦ δεσποτικοῦ μύρου τὴν διαβολικὴν δυσω‐ δίαν προκρίναντες· οὐκ εἶχον ἀκοὴν καθαρὰν τῶν δρακοντιαίων συρισμάτων καὶ οὐ προφητικῶν κατηχημάτων πειθόμενοι· οὐκ εἶχον τὴν ἁφὴν συνεργετικὴν εἴδωλα θεολογοῦντες καὶ τοῦ ζῶντος θεοῦ καταφρονοῦντες. | |
115 | Ἀλλ’ ὅμως ἐπιδημήσας τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ὁ δεσπότης Χριστός, ὁ καὶ τῶν αἰσθήσεων ποιητὴς καὶ τῶν κτισμάτων δημιουργός, ἐν ταὐτῷ καὶ τῶν σωματικῶν παθῶν καὶ τῶν προαιρετικῶν πταισμάτων τὴν διόρθωσιν ἐποιήσατο. Οὗτος γὰρ ὁ προκείμενος παράλυτος διπλῆν ἐπεφέρετο τὴν μάστιγα, τὸ | |
120 | μὲν σῶμα τῇ νόσῳ διελύετο, τὴν δὲ ψυχὴν ταῖς ἁμαρτίαις ἐξήρθρωτο. Διὸ καὶ ὁ κύριος ὡς τῶν ἑκατέρων ἰατρὸς καὶ τὸ σῶμα συσφίγγει καὶ τὸ πνεῦμα φωτίζει, καὶ τῷ σώματι τὴν κλίνην | |
φέρειν ἐκέλευσε, τῇ δὲ ψυχῇ τὴν ἀρετὴν βαστάζειν ἐπέτρεπε. Τί γάρ; Ἰδὼν ὁ κύριος τοῦτον τὸν παράλυτον ἔφη πρὸς αὐτόν, | 256 | |
125 | καθὼς οἴδατε πάντες σαφῶς· Θέλεις ὑγιὴς γενέσθαι; Ἀλλ’ ἐνταῦ‐ θα ἐπιλαμβάνονται οἱ Ἰουδαίων παῖδες τῷ κυρίῳ λέγοντες· Εἰ θεὸς ἦν ὁ Χριστός, πῶς ἐπερωτᾷ τὸν παράλυτον Θέλεις ὑγιὴς γενέσθαι; Τῇ νόσῳ συνείχετο, τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀρρωστίᾳ, τῇ κολυμβήθρᾳ παρέμενεν, ἵνα τὸ πάθος ἀπορρίψηται, | |
130 | καὶ ἐπερωτᾷ τοῦτον Θέλεις ὑγιὴς γενέσθαι. Ποῖος θεὸς ὁ ἐρωτῶν; Ἄκουε ὁ ἀντιλέγων· ἐνταῦθα ὁ κύριος οὐχ ὡς ἀγνοῶν ἐπερωτᾷ, ἀλλ’ ὡς διὰ πάντων τὴν διόρθωσιν χαρίσασθαι βουλόμενος. Εἰ τοῦ σώματος μόνου ἡ ἀσθένεια ἦν, οὐκ ἂν ἔλεγεν ὁ κύριος πρὸς τὸν παράλυτον Θέλεις ὑγιὴς γενέσθαι, εἰδὼς ὅτι θέλει ὃ θέλει· ἀλλ’ | |
135 | ἐπειδὴ ψυχικῶν πταισμάτων ἦν ὀλίσθημα, τούτου ἕνεκεν ἐπερωτᾷ τὸν παράλυτον λέγων Θέλεις ὑγιὴς γενέσθαι, τουτέστι, φυλάττῃ ἀπὸ τοῦ λοιποῦ μὴ ἁμαρτάνειν. Θέλεις ὑγιὴς γενέσθαι; Δὸς τὴν συγκατάθεσιν καὶ λάβε τὴν ἴασιν, ἐπειδὴ οὐδὲν ἀνάγκῃ μετέρχομαι· ἐγὼ γάρ εἰμι ὁ διὰ τοῦ προφήτου βοήσας ἐκ πολλῶν | |
140 | τῶν χρόνων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ἐπεὶ οὖν αὐτεξούσιον ζῷον ὁ ἄνθρωπος καὶ ψυχικῶς ὁ παράλυτος ἦν διαλελυμένος, τούτου ἕνεκεν ὁ κύριος, ἵνα μὴ | |
ἄμισθον αὐτῷ τὴν θεραπείαν παράσχῃ, ἐπερωτᾷ τοῦτον λέγων· | 257 | |
145 | Αἰτῶ τὴν συγκατάθεσιν· θέλεις ὑγιὴς γενέσθαι; Ἐπὶ τῶν σωμα‐ τικῶν παθῶν οὐδ’ ὅλως ἐπερωτᾷ ὁ κύριος Θέλεις ὑγιὴς γενέσθαι, ὡς οὔτε τὴν αἱμορροοῦσαν οὔτε τὸν λεπρὸν οὔτε τοὺς δύο τυφλοὺς ἐπηρώτησεν. Ὅπου γὰρ ψυχικὸν ᾔδει πάθος, ἐπερωτᾷ συγκατάθεσιν δέξασθαι βουλόμενος· εἰ μὴ δέξηται συγκατάθε‐ | |
(150) | σιν, ἴασιν οὐ παρέχει. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί οὖν; Καὶ οἱ δύο τυφλοὶ ἁμαρτιῶν ἔφερον γνώρισμα, ὅτι κἀκείνους ἐπηρώτησεν ὁ κύριος λέγων· Τί θέλετε ἵνα ποιήσω ὑμῖν; Μὴ κἀκεῖνοι ἁμαρτίας ἐπεφέ‐ ροντο; Ἄκουε ὁ ἀντιλέγων· κἀκεῖνοι οἱ ἀναγεγραμμένοι ἐν τοῖς | |
155 | θείοις εὐαγγελίοις δύο τυφλοὶ συνετυφλοῦντο τοῖς σωματικοῖς ὀφθαλμοῖς καὶ τὸ ψυχικὸν βλέμμα οὐκ ὠξυδόρκουν περὶ τὸν κύριον. Οὐκ εἶχον τελείαν τὴν γνῶσιν, ἀμφέβαλλον περὶ τὴν ὁμολογίαν· διὸ καὶ ὁ κύριος ὑπερτίθεται τὴν ἴασιν, ἵνα κρατύνῃ τὴν πίστιν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καταψηφίζει τῶν τυφλῶν, | |
160 | πιστοὶ ἦσαν οἱ ἄνδρες. Οὐχί, ἀλλὰ μόνον ἤκουσαν, Ὁ κύριος παροδεύει, ἐβόησαν λέγοντες· Ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαβίδ. Πῶς τοίνυν ἁμαρτωλοὶ οἱ ταύτην τὴν φωνὴν βοήσαντες; Ἄκουε | |
ὁ ἀντιλέγων· διὰ ταύτην τὴν φωνὴν ἣν πρώτην ἔρρηξαν, καὶ τὴν ὑπέρθεσιν ὁ κύριος τῆς ἰάσεως ἐποιήσατο, ἐπειδὴ παρακαλοῦν‐ | 258 | |
165 | τες ἔλεγον· Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ. Ποῖος υἱὸς Δαβὶδ τοσαύτην δύναμιν παρέχει ἢ τοσαύτας θαυματουργίας; Ὡραῖος ὁ Ἀβεσ‐ σαλώμ, ἀλλὰ πατροκτόνος ἐφάνη· ποθητὸς ὁ Ἀμνών, ἀλλὰ τὴν ἰδίαν ἀδελφὴν διέφθειρεν· σοφὸς ὁ Σολομών, ἀλλ’ εἰς τὸ τέλος ὠλίσθησεν. Ἐπεὶ οὖν ὡς υἱῷ Δαβὶδ προσῆλθον καὶ οὐχὶ θεὸν | |
170 | κραταῖον δοκοῦντες αὐτὸν καὶ ἐπιστήμονα ἰατρόν, οὐχὶ δὲ ἔνδο‐ ξον θεόν, βοώντων τῶν τυφλῶν Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ, οὐκ ἔδωκεν αὐτοῖς ἀπόκρισιν, ἵνα τὴν πίστιν αὐτῶν προκόψαι πα‐ ρασκευάσῃ. Διὸ τὴν ὑπέρθεσιν οἱ τυφλοὶ δεξάμενοι κατὰ ψυχὴν ἐφωτίσθησαν, καὶ μετ’ ὀλίγον ὡς εἶδεν ὁ κύριος ὅτι κατὰ ψυχὴν | |
175 | ἐφωτίσθησαν καὶ ἐδέξαντο τὸν φωστῆρα τῆς πίστεως, ἐπερωτᾷ ὁ κύριος λέγων αὐτοῖς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Τί οὖν οἱ τυφλοὶ προκόψαντές φασιν; Ναί, κύριε. Οὐκέτι εἶπον Ναί, υἱὲ Δαβίδ, ἀλλὰ Ναί, κύριε. Ὑπεμνήσθησαν τῆς ἀναβολῆς, διοπαραυ‐ τὰ τὴν ὁμολογίαν ποιοῦνται λέγοντες· Ναί, κύριε, πιστεύομεν ὅτι | |
180 | δύνασαι τοῦτο ποιῆσαι. Εἶτα δεικνὺς ὁ κύριος ὅτι τῇ πίστει προέ‐ κοψαν, ἀπεκρίνατο λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν· ὡς εἰ μὴ προέκοψαν τῇ πίστει, τὸ βλέπειν οὐκ ἐδέχοντο. | |
Διὰ τοῦτο καὶ ἐνταῦθα ὁ κύριος, ἐπειδὴ ὁ παράλυτος μᾶλλον ἦν ψυχικῶς ἐξηρθρωμένος τῇ τῶν ἁμαρτημάτων καταφθορᾷ, | 259 | |
185 | ἐπερωτᾷ τοῦτον ὁ κύριος λέγων· Θέλεις ὑγιὴς γενέσθαι, τουτέστι, ἐὰν δέξῃ τὴν ἴασιν μὴ μέλλῃς πάλιν τὰ αὐτὰ μετέρχεσθαι; Θέλεις ὑγιὴς γενέσθαι; Ὁ δὲ παράλυτος μὴ εἰδὼς ἔτι τίς ἐστιν ὁ λαλῶν, ἀπεκρίνατο πρὸς τὸν κύριον λέγων· Θέλω ὑγιὴς γενέσθαι; Καλῶς ἐπηρώτησας θέλω· οὐκέτι θέλω, πολλοστὸν γὰρ θελήσας | |
190 | οὐδὲν ἤνυσα. Τί λοιπὸν θέλω ὃ οὐ λαμβάνω; Θέλω ὑγιὴς γενέσθαι; Κατεγήρασα τῇ κλίνῃ, τάφος εἰμὶ πολύλαλος, τέθνηκα ζῶν, οὐδὲν καινότερον μετὰ θάνατον ὑπομένειν μέλλω, ὅρκον με πάντες λαμβάνουσι, τριάκοντα καὶ ὀκτὼ ἔτη παρασιτεύω τῇ κολυμβήθρᾳ καὶ οὐδεὶς συμπαθεῖ. Πιπράσκεται τὸ δῶρον, καπη‐ | |
195 | λεύουσιν αὐτὸ φαρισαίων παῖδες· εἷς τῷ ἐνιαυτῷ καθαίρεται καὶ δέον τὸν πρῶτον προτιμᾶσθαι, ὁ εὐπορώτερος τοίνυν προκρίνε‐ ται· ἄκριτος ἡ κολυμβήθρα, ἄδικα τὰ παρόντα. Ἆρα ἔσται ποτὲ ἐπισκοπή τις δικαία, ἵνα μὴ τὸ δῶρον καπηλεύηται, ἀλλὰ πᾶσιν ἀφθόνως δίδωται; Ὁ δὲ κύριος πρὸς τὸν παράλυτον· Τί ἐν ἑνὶ | |
(200) | τόπῳ κατακείμενος πελάζει τῷ λογισμῷ; Ὡς ἀγνοοῦντί μοι διαλέγῃ. Τῆς κολυμβήθρας δεσπόζω καὶ οὐκ οἶδα τὰ γινόμενα; Ἔγνων τὴν τῶν Ἰουδαίων πραγματείαν· διὰ τοῦτο παρεγενόμην ἀνταλλάξαι τὴν κολυμβήθραν καὶ νῦν ταύτην παύω καὶ τὴν τοῦ βαπτίσματος ἀνοίγω. Ἐν ταύτῃ εἷς κατ’ ἔτος καθαίρεται, ἐκεῖ | |
205 | ἀναρίθμητοι καθ’ ἑκάστην ἀναγεννηθήσονται· ἐν ταύτῃ ἄγγελον ἀπέστειλα, ἐν ἐκείνῃ ἐγὼ ὁ τῶν ἀγγέλων ποιητὴς κατῆλθον. Διὸ | |
πρὸς τὴν ἐρώτησιν ἀποκρίθητι· Θέλεις ὑγιὴς γενέσθαι; τουτέστι, πιστεύεις ὅτι ἐν τούτοις δυνατός εἰμι ὁ λαλῶν σοι; Ὁ δὲ παράλυτος μικρὸν ἀνανεύσας καὶ τὴν δεσποτείαν τοῦ κυρίου | 260 | |
210 | γνωρίσας, τῇ συνηθείᾳ ἔτι συνεχόμενος, ἀπεκρίνατο λέγων ἅπερ ἴστε σαφῶς πάντες γινώσκοντες· Ναί, κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ὁ δὲ κύριος πρὸς τὸν παράλυτον· Τί βαμβαίνεις, παράλυτε; Ἀρκεῖ σοι τὸ γνωρίσαι με | |
215 | κύριον· μὴ φαντάζου περὶ πολλά, μὴ εἰς τὴν ταραχὴν τῆς κο‐ λυμβήθρας ἀφόρα· τετάρακται τὰ Ἰουδαϊκά, τῆς ἐμῆς πηγῆς τὴν ὀγδοάδα ἔχε. Ἃ ἐπιζητεῖς οἶδα· εἰ γὰρ καὶ ἄνθρωπον οὐκ ἔχεις, ἀλλὰ παρέστηκά σοι ὁ ἐνανθρωπήσας θεός. Διὸ ἄκουσόν μου καὶ ἐγερθεὶς ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. | |
220 | Δρίμυξον Ἰουδαίους, θάμβησον δαίμονας, κάπνισον τοὺς ἀντιλέ‐ γοντας, πληροφόρησον τοὺς κακόφρονας, λῦσον τὴν τοῦ σαββά‐ του ἀργίαν, ἀντὶ δικολόγου τὴν κλίνην φέρε. Ταῦτα ἀκούσας ὁ παράλυτος καὶ τὸ πάθος παραχρῆμα ἀποθέμενος τῷ τοῦ κυρίου λόγῳ τὸ πρόσταγμα ἐπλήρου καὶ τὴν | |
225 | κλίνην ἐβάσταζεν καὶ τοὺς Ἰουδαίους κωλῦσαι θέλοντας διὰ τὸ σάββατον καὶ λέγοντας· Οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον, ὅτι σάββατόν ἐστιν, ἀπεσόβει ὡς πρόσταγμα πληρῶν τοῦ κελεύσαν‐ | |
τος λέγων πρὸς αὐτούς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Τῶν δὲ ἀνόμων Ἰουδαίων | 261 | |
230 | αἰτιωμένων τὸν κύριον καὶ ἐρωτώντων τίς ἐστιν ὁ ἰασάμενος καὶ προστάξας αὐτῷ ἆραι τὸν κράββατον καὶ δίκην κυνῶν ὑλακ‐ τούντων κατὰ τοῦ τεθεραπευκότος, ἐνέμεινεν ὁ ἰαθεὶς μαρτυ‐ ρικῶς ἀγωνισάμενος κατὰ τῶν μιαιφόνων. Εὑρίσκει αὐτὸν μετὰ ταῦτα πάλιν ὁ κύριος καὶ λέγει αὐτῷ. Ἴδε ὑγιὴς γέγονας· μηκέτι | |
235 | ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοι γένηται. Ὁρᾷς, ἀγαπητέ, ὅτι διὰ τὰς ἁμαρτίας τοσοῦτον χρόνον τῇ ἀσθενείᾳ κατείχετο. Ἐπιστρέψω‐ μεν τοίνυν καὶ ἡμεῖς, ὅπως καὶ τῆς προσκαίρου ταύτης κολά‐ σεως ῥυσθῶμεν καὶ τῆς αἰωνίου γεέννης ἐκφύγωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας | |
240 | τῶν αἰώνων. Ἀμήν. | 262 |