TLG 2112 016 :: AMPHILOCHIUS :: Fragmenta AMPHILOCHIUS Scr. Eccl. Fragmenta Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 227–239. frr. 1–15 Citation: Fragment — (line) | ||
1(1t) | Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. | |
2 | Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, ἐπήγαγε· τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν. Ἐνεκρώθη δὲ οὐχ ἡ θεότης, ἀλλ’ ὁ | |
---|---|---|
5 | ἄνθρωπος. Καὶ ὁ ἐγείρας αὐτόν ἐστιν ὁ λόγος, ἡ δύναμις τοῦ θεοῦ, ὁ εἰπὼν ἐν τῷ εὐαγγελίῳ· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥστε ἐὰν λέγηται· Καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τὸν νεκρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάν‐ τα, τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ. | |
2(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ λόγου τοῦ εἰς τὸ Ὁ | |
2t | πατήρ μου μείζων μού ἐστιν. | |
3 | Εἰπέ, κατὰ ποῖον λόγον λέγεις τὸν πατέρα μείζονα τοῦ υἱοῦ; Οὐκ ἐγώ, φησί, λέγω, ἀλλὰ τῷ λέγοντι πείθομαι· οὗτος γάρ ἐστιν | |
5 | ὁ εἰπών· Ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστιν. Εἰ τῷ λέγοντι πείθῃ, παῦσον καὶ σὺ τὴν μάχην, κἀγὼ συστελῶ τὴν γλῶσσαν· καὶ δῶμεν τῷ υἱῷ τὸν οἰκεῖον λόγον ἑρμηνεῦσαι. Εἰπὲ γοῦν, δέσποτα, διὰ τί ποτὲ μὲν λέγεις· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, ποτὲ δέ· Ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστιν; Εἰ μείζων, πῶς ἴσος; Εἰ | |
10 | ἴσος, πῶς μείζων; Τὰ δύο λέγω, ἐπειδὴ καὶ μείζων μού ἐστιν καὶ | |
ἴσος· κατὰ τὴν θεότητα ἴσος, κατὰ τὴν οἰκονομίαν μείζων. Ἴσος αὐτοῦ εἰμι, ἐπειδὴ ἐξ αὐτοῦ ἐγεννήθην· μείζων μού ἐστιν, ἐπειδὴ ἐκ τῆς παρθένου ἐγεννήθην. Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ | 227 | |
15 | ἀνθρώπου· οὔτε γὰρ κατ’ ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου θεός. Θεὸν γὰρ καὶ ἄνθρωπον λέγω· 〈δὸς τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ〉. Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας | |
20 | ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. Διὰ τοῦτο γὰρ πῇ μὲν ἀνηγμένους, πῇ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῇ μὲν ἑαυτὸν, ἴσον | |
25 | λέγω τοῦ πατρός, πῇ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. | |
30 | Μὴ ταρασσέσθω ὑμῶν, φησίν, ἡ καρδία μηδὲ δειλιάτω, ἐπεὶ μέλλω τοῖς Ἰουδαίοις παραδίδοσθαι· οὐ γὰρ ἀκούσιον τὸ πρᾶγ‐ μα, ἀλλ’ αὐτοπροαίρετον τὸ πάθος. Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· ὑπάγω καὶ ἔρχομαι, τὰ δύο ὡς ἄνθρωπος· ὡς δὲ θεὸς ἀχώριστος μεθ’ ὑμῶν εἰμι. Ὑπάγω διὰ τοῦ θανάτου ὡς ἄνθρωπος, ἔρχομαι | 228 |
35 | πάλιν διὰ τῆς ἀναστάσεως ὡς ἄνθρωπος. Εἰ ἀγαπᾶτέ με, ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου καὶ ὁ πατήρ μου μείζων μού ἐστιν. Ἀλλὰ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία ὅτι εἶπον· Ὁ πατήρ μου μείζων μού ἐστιν. Μείζων γάρ ἐστι τοῦ πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ὄντος ἐν αὐτῷ· ὡς γὰρ θεὸς ἐν τῷ πατρί εἰμι, ὡς δὲ | |
40 | ἄνθρωπος πορεύομαι πρὸς τὸν πατέρα. Ἐκείνου οὖν μείζων ἐστὶν ὁ πατήρ, τοῦ νῦν πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ἀεὶ ὄντος ἐν αὐτῷ. Καὶ ἵνα συντόμως εἴπω, μείζων ἐστὶ καὶ ἴσος· 〈μείζων τοῦ ἐρωτῶντος Πόσους ἄρτους ἔχετε〉, ἴσος τοῦ ἐκ πέντε ἄρτων δῆμον ὁλόκληρον κορεννύντος· μείζων τοῦ ἐρωτῶντος Ποῦ τὸν | |
45 | Λάζαρον τεθείκατε, ἴσος τοῦ τὸν Λάζαρον ἀνιστῶντος λόγῳ· μείζων τοῦ λέγοντος Τίς μου ἥψατο, ἴσος τοῦ τὰς ἀκενώτους πηγὰς τῆς αἱμορροούσης ξηράναντος· μείζων τοῦ καθεύδοντος ἐπὶ τῇ πρύμνῃ, ἴσος τοῦ ἐπιτιμῶντος τῇ θαλάσσῃ· μείζων τοῦ κρινομέ‐ νου ἐπὶ Πιλάτου, ἴσος τοῦ κρίσεως ἐλευθεροῦντος τὸν κόσμον· | |
2(50) | μείζων τοῦ ῥαπιζομένου, ἴσος τοῦ πληγῇ ἐλευθεροῦντος· μείζων | |
τοῦ συσταυρουμένου λῃσταῖς, ἴσος τοῦ τὸν λῃστὴν δικαιοῦντος δωρεάν· μείζων τοῦ γυμνουμένου τὴν ἐσθῆτα, ἴσος τοῦ στολίζον‐ | 229 | |
52A | τος τὴν ψυχήν· μείζων τοῦ ποτιζομένου ὄξος, ἴσος τοῦ τὸ οἰκεῖον | |
53 | οἰνοχοοῦντος αἷμα· μείζων τοῦ λυομένου ναοῦ, ἴσος τοῦ καὶ μετὰ τὴν λύσιν τὸν οἰκεῖον ἐγείραντος ναόν. Ἐκείνου μείζων, τούτου | |
55 | ἴσος. Καὶ πάλιν· Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν. Ὁρᾷς, αἱρετικέ, τίνος μείζων ἐστὶν ὁ πατήρ; Τοῦ λέγοντος Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, οὐ τοῦ λέγοντος Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, μεθ’ ὑμῶν γάρ εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας· ἔρχεται ὁ ἄρχων τοῦ | |
60 | κόσμου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ὁρᾷς τίνος ἐστὶ μείζων; Τοῦ κρινομένου ἐπ’ ὄψεσιν ἀρχόντων, οὐ τοῦ ποιήσαντος τὴν οἰκου‐ μένην. Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν. Ὁρᾷς τίνος ἐστὶ μείζων ὁ πατήρ; Τοῦ λέγοντος ἄγωμεν, οὐ τοῦ λέγοντος· Ἐνοικήσω ἐν ὑμῖν καὶ ἐμπεριπατήσω. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ὁρᾷς τίνος ἐστὶ | |
65 | μείζων ὁ πατήρ; Τοῦ λέγοντος· Ἐγώ εἰμι ἡ ἄμπελος, οὐ τοῦ λέγοντος· Ἐγὼ ἐφύτευσα ἄμπελον ἀληθινήν. Καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον, συντόμως ἐρωτῶ σε, αἱρετικέ. Ὁ ἐκ τοῦ θεοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς ἔπαθεν, ἢ ὁ ἐκ τοῦ Δαβὶδ ἐν ὑστέροις καιροῖς τεχθεὶς Ἰησοῦς; Εἰ μὲν οὖν ἡ θεότης ἔπαθεν, | |
70 | εἶπας τὸ βλάσφημον· εἰ δὲ ὁ ἄνθρωπος, ὡς ἔχει ἡ ἀλήθεια, τίνος | |
οὖν ἕνεκεν μὴ προσάπτεις τῷ ἀνθρώπῳ τὸ πάθος; | 230 | |
3(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ περὶ τῆς κατὰ | |
2t | σάρκα γεννήσεως. | |
3 | Ἡ ἀλήθεια ἐγνώσθη, ἡ χάρις ἦλθε καὶ ἡ ζωὴ ἐφάνη· ὁ τοῦ θεοῦ ὢν υἱός, ὁ ἐκ θεοῦ λόγος σὰρξ ἐγένετο δι’ ἡμᾶς, ἵνα θνητοὺς | |
5 | εἰς ζωὴν αἰώνιον ἀναστήσῃ καὶ ἐκ τῶν νεκρῶν ἀνεγείρῃ. Ὁ ποιητὴς τῶν ὅλων, ὁ πρὸ πάσης κτίσεως ὁρατῶν τε καὶ ἀοράτων μόνῳ πατρὶ καὶ πνεύματι συνυπάρχων ἀθάνατος, σήμερον ἰδοὺ ἡμῖν ἐκ παρθένου γεννώμενος, χωρὶς πάσης ἁμαρτίας, ἄνευ ἀνθρώπου ἤτοι ἀνδρός. | |
10 | Ἐπειδὴ γὰρ ὁ αὐτὸς βασιλεὺς καὶ θεὸς καὶ νεκρώσεως διὰ τὴν τοῦ πάθους οἰκονομίαν γευσάμενος, τὰ δῶρα τῶν μυστηρίων ἐστὶν αἰνίγματα. Προσφέρουσι χρυσόν, γνωρίζουσι γὰρ αὐτὸν βασιλέα· προσφέρουσι λίβανον, θεῷ γὰρ ἴσασι προσφέροντες· προστιθέασι καὶ σμύρναν διὰ τὴν ἐν τῷ μυστηρίῳ τοῦ πάθους | |
15 | νέκρωσιν. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγεννήθη σαρκικῶς, οὐκ ἂν σὺ ἀνε‐ γεννήθης πνευματικῶς. Εἰ μὴ ἐκεῖνος ἠνέσχετο τῆς τοῦ δούλου μορφῆς, οὐκ ἂν σὺ τὴν δόξαν τῆς υἱοθεσίας ἐκέρδανας. Διὰ τοῦτο γὰρ ἐπὶ γῆς ὁ ἐπουράνιος, ἵνα σὺ εἰς οὐρανοὺς ἀναχθῇς ὁ | |
20 | ἐπίγειος. Διὰ τοῦτο Χριστὸς ἑαυτὸν ἐκένωσεν, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ λάβωμεν. Ὁ ἐκείνου θάνατος σὴ γέγονεν ἀθανασία, τὸ τοῦ δεσπότου πάθος τοῦ δούλου γέγονεν | |
ὕψωμα· σὺ δὲ τὴν εὐεργεσίαν λαμβάνεις βλασφημίας ἐφόδιον. | 231 | |
4(1t) | Τοῦ μακαρίου Ἀμφιλοχίου ἐκ τοῦ εἰς τό· Κύριος ἔκτισέ με | |
2t | ἀρχὴν ὁδῶν αὐτοῦ. | |
3 | Τὸ ἄχρονον ἄκτιστον, τὸ δὲ ἄκτιστον ἄναρχον, τὸ δὲ ἄναρχον ἀΐδιον, ἀΐδιος μόνος ὁ θεός. | |
5(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ περὶ τῆς ἡμέρας | |
2t | καὶ τῆς ὥρας λόγου αʹ. Δύο γὰρ αὐτῷ περὶ τούτου πεποίην‐ | |
3t | ται συντάγματα. | |
4 | Ὅταν δὲ εἴπῃ· Οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ, οὐκ ἄγνοιαν τοῦ υἱοῦ | |
5 | καταψεύδεται, ἀλλὰ τὴν αἰτίαν τῆς γνώσεως ἑρμηνεύει. Ἐπειδὴ γὰρ πάντα ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ προδήλως εἰσίν, οὐδ’ ἂν ὁ υἱὸς εἶχε τὴν τούτων γνῶσιν, εἰ μὴ ὁ πατὴρ εἶχε τὴν γνῶσιν. Ἀλλὰ μὴν ὁ πατὴρ ἔχει καὶ ὁ υἱὸς τοίνυν ὁμολογουμένως ἔχει. Τὸ γὰρ εἰ μὴ ποτὲ μὲν ἐπὶ τοῦ στερητικοῦ τάττειν εἴωθεν ἡ γραφή, | |
10 | ὡς τὸ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἐκ θεοῦ. Ποτὲ δὲ τὸ εἰ μὴ τίθησι τῆς τῶν προσδοκηθέντων μέν, μηκέτι δὲ γενομένων αἰτίας τὴν ἀπόδοσιν παριστῶσα, οἷον ὅταν λέγῃ· Εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθη‐ | |
15 | μεν καὶ ὡς Γόμορρα ὡμοιώθημεν. Οὐκοῦν ἐπειδήπερ ἐγκατέλιπεν ἡμῖν σπέρμα, οὐκέτι γεγόναμεν ὡς Σόδομα οὔτε μὴν ὡς Γόμορρα ὡμοιώθημεν. Καὶ πάλιν· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Οὐκοῦν ἐπειδήπερ ἐβοήθησέ μοι κύριος, οὐκέτι παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Παραπλήσιον δὲ | |
20 | κἀκεῖνο· Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὐκοῦν ἐπειδὴ κύριός ἐστιν ἐν ἡμῖν, εὔδηλον ὡς οὐχ ὡς ζῶντας κατέπιον ἡμᾶς. | |
Κἀνταῦθα τοίνυν οὕτως· Οὐδὲ ὁ υἱὸς οἶδεν, εἰ μὴ ὁ πατήρ. Οὐκοῦν ἐπειδὴ οἶδεν ὁ πατήρ, οἶδεν ὁμολογουμένως καὶ ὁ υἱός. | 232 | |
25 | Τὴν οὖν αἰτίαν εἶπε τῆς γνώσεως, οὐχὶ τὴν ἄγνοιαν κατεψεύσατο. | |
6(1t) | Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν | |
2t | ἀφ’ ἑαυτοῦ οὐδέν. | |
3 | Ποῖος δὲ παρήκουσεν ἐν οὐρανοῖς Ἀδάμ; Ποῖος δὲ ἐξ οὐρανίου σώματος ἐπλάσθη παρὰ τὴν πρώτην πρωτόπλαστος; | |
5 | Ἀλλ’ ἐπλάσθη ἐξ ἀρχῆς ὁ ἐκ τῆς γῆς, παρήκουσεν ὁ ἐκ τῆς γῆς, ἀνελήφθη ὁ ἐκ τῆς γῆς. Διὸ καὶ ἐσώθη ὁ ἐκ τῆς γῆς, ἵν’ οὕτως ἀληθὴς ἅμα καὶ ἀναγκαῖος φανῇ τῆς οἰκονομίας ὁ λόγος. Μετὰ γὰρ τὴν ἀνάστασιν ὁ κύριος τὰ συναμφότερα δείκνυσι, καὶ ὅτι οὐ τοιοῦτον τὸ σῶμα, καὶ ὅτι τοῦτο τὸ ἀνιστάμενον. | |
10 | Ἀναμνήσθητι τῆς ἱστορίας. Ἦσαν οἱ μαθηταὶ συνειλεγμένοι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη μέσος αὐτῶν ὁ κύριος. Οὐδέποτε τοῦτο πρὸ τοῦ πάθους ἐποίησε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Χριστὸς καὶ πάλαι τοῦτο ποιῆσαι; Πάντα γὰρ τῷ θεῷ δυνατά. Ἀλλ’ οὐκ ἐποίησε πρὸ τοῦ πάθους, ἵνα μὴ | |
15 | νομίσῃς φαντασίαν τὴν οἰκονομίαν, ἢ δόκησιν, μηδὲ πνευματικὴν οἰηθῇς τοῦ Χριστοῦ τὴν σάρκα, μηδὲ ἐξ οὐρανῶν κατελθοῦσαν, μηδὲ ἑτεροούσιον τῇ ἡμετέρᾳ σαρκί. Ταῦτα γὰρ πάντα τινὲς φαντασθέντες, καὶ σεμνύνειν νομίζοντες διὰ τούτων τὸν κύριον, λελήθασι σφᾶς αὐτοὺς διὰ τῆς εὐχαριστίας βλασφημοῦντες, καὶ | |
20 | ψεῦδος κατηγοροῦντες τῆς ἀληθείας, πρὸς τὸ καὶ παντάπασιν ἄλογον τὸ ψεῦδος τυγχάνειν. Εἰ γὰρ ἕτερον ἀνέλαβε σῶμα, τί πρὸς τὸ ἐμὸν τὸ τῆς σωτηρίας δεόμενον; Εἰ ἐξ οὐρανῶν κατήγαγε σάρκα, τί πρὸς τὴν ἐμὴν σάρκα τὴν ἐκ τῆς γῆς εἰλημμένην; Διὰ ταῦτα μὲν οὖν, οὐ πρὸ τοῦ πάθους, ἀλλὰ μετὰ τὸ πάθος, | |
25 | τῶν θυρῶν κεκλεισμένων ἔστη τῶν μαθητῶν μέσος ὁ κύριος, ἵνα γνῷς ὅτι καὶ σοῦ τὸ ψυχικὸν σῶμα σπαρὲν ἐγείρεται σῶμα πνευματικόν. Ἵνα δὲ μὴ πάλιν ἄλλο νομίσῃς εἶναι τὸ ἀνιστάμενον, τοῦ Θωμᾶ πρὸς τὴν ἀνάστασιν ἀπιστήσαντος, δείκνυσιν αὐτῷ | |
τοὺς τύπους τῶν ἥλων, δείκνυσιν αὐτῷ τῶν τραυμάτων τὰ ἴχνη. | 233 | |
30 | Ἆρ’ οὐκ ἴσχυεν ἑαυτὸν ἰάσασθαι καὶ ταῦτα μετὰ τὴν ἀνάστασιν, ὁ πάντας καὶ πρὸ τῆς ἀναστάσεως ἰασάμενος; Ἀλλὰ δι’ ὧν μὲν τοὺς τύπους τῶν ἥλων δείκνυσι, παραδίδωσιν ὅτι τοῦτο· δι’ ὧν δὲ κεκλεισμένων τῶν θυρῶν εἴσεισι, δείκνυσιν ὅτι οὐ τοιοῦτο. Τοῦτο μέν, ἵνα πληρώσῃ τὸν τρόπον τῆς οἰκονομίας ἐγείρας τὸ | |
35 | νενεκρωμένον, οὐ τοιοῦτον δέ, ἵνα μὴ πάλιν ὑποπέσῃ φθορᾷ, μηδὲ πάλιν ὑποστῇ θάνατον. Οὐδὲ γὰρ εἶχε φύσιν ὑπὸ φθορᾶς κατέχεσθαι τὴν ζωήν, διόπερ οὐχ ἡ θεότης εἰς πάθος κατεσπάσθη. Πῶς γάρ; Ἀλλ’ ἡ ἀνθρωπότης εἰς ἀφθαρσίαν ἀνεκαινίσθη. Δεῖ γάρ, φησί, τὸ θνητὸν | |
40 | τοῦτο ἐνδύσασθαι ἀθανασίαν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρ‐ σίαν. Ὁρᾷς τὴν ἀκρίβειαν; Τὸ θνητὸν τοῦτο ἔδειξε δεικτικῶς, ἵνα μὴ ἄλλης νομίσῃς σαρκὸς ἀνάστασιν. | |
7(1t) | Ἀμφιλοχίου Ἰκονίου ἐκ τοῦ εἰς τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν | |
2t | ἀφ’ ἑαυτοῦ οὐδέν. | |
3 | Εἰ γὰρ ἐν τῷ αἰῶνι τούτῳ ἁμαρτήσας ἅπαξ ἢ δεύτερον ἐπὶ ὀκτὼ καὶ τριάκοντα ἔτη παραδέδοτο τῇ νόσῳ, τίς ἀμφιβάλλει ὅτι | |
5 | ἀθάνατα κολάζονται οἱ ὁλόκληρον αὐτῶν τὸν βίον ἐν ταῖς ἡδοναῖς ἀναλώσαντες; | |
8(1t) | Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ λόγου | |
2t | τοῦ εἰς τὸ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ | |
3t | πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον. | 234 |
4 | Τίνος οὖν τὰ πάθη; Τῆς σαρκός. Οὐκοῦν εἰ δίδως σαρκὶ τὰ | |
5 | πάθη, δὸς αὐτῇ καὶ τοὺς ταπεινοὺς λόγους· καὶ ᾧ τὰ θαύματα ἐπιγράφεις, τοὺς ἀνηγμένους ἀνάθες λόγους. Ὁ γὰρ θαυμα‐ τουργῶν θεὸς εἰκότως ὑψηλὰ λαλεῖ καὶ τῶν ἔργων ἐπάξια, ὁ δὲ πάσχων ἄνθρωπος καλῶς τὰ ταπεινὰ φθέγγεται καὶ τῶν παθῶν κατάλληλα. | |
9(1t) | Ἀμφιλοχίου Ἰκονίου ἐκ τῆς πρὸς Παγχάριον διάκονον | |
2t | Σίδης δογματικῆς ἐπιστολῆς, ἧς ἡ ἀρχή· Ἥσθην ἐπί σοι, | |
3t | δοκιμώτατε. | |
4 | Ἀσεβὴς ὄντως ἐστὶ καὶ τῆς ἀληθείας ἀλλότριος ὁ μὴ λέγων τὸν | |
5 | Χριστὸν τὸν σωτῆρα τῶν ὅλων καὶ ποιητὴν κατ’ ἄμφω τὰ ἐξ ὧν ἐστι φύσει αὐτεξούσιον καὶ ἐνεργῆ καὶ πάσης ἀνάγκης ἐλεύθε‐ ρον. | |
10(1t) | Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶν ψευδε‐ | |
2t | πιγράφων τῶν παρὰ αἱρετικοῖς. | |
3 | Οὗ ἡ ἀρχή, Δίκαιον δὲ ἡγησάμεθα πᾶσαν αὐτῶν γυμνῶσαι τὴν ἀσέβειαν καὶ δημοσιεῦσαι αὐτῶν τὴν πλάνην, ἐπειδὴ καὶ | |
5 | βιβλία τινὰ προβάλλονται ἐπιγραφὰς ἔχοντα τῶν ἀποστόλων, δι’ ὧν ἁπλουστέρους ἐξαπατῶσι. Καὶ μετ’ ὀλίγα, Δείξομεν γὰρ τὰ βιβλία ταῦτα ἃ προφέρουσιν ἡμῖν οἱ ἀποστάται τῆς ἐκκλησίας, οὐχὶ τῶν ἀποστόλων Πράξεις, | |
ἀλλὰ δαιμόνων συγγράμματα. | 235 | |
10 | Καὶ μεθ’ ἕτερα. Ταῦτα μὲν ὁ ἀπόστολος Ἰωάννης οὐκ ἂν εἶπεν, ὁ γράψας ἐν τῷ εὐαγγελίῳ ὅτι ὁ κύριος ἀπὸ τοῦ σταυροῦ λέγει· Ἰδοὺ ὁ υἱός σου, ὡς καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης λαβεῖν τὸν ἅγιον Ἰωάννην τὴν Μαρίαν εἰς τὰ ἴδια. Πῶς ἐνταῦθα λέγει μὴ παρεῖναι; Ἀλλ’ οὐδὲν ξένον· ὥσπερ γὰρ ὁ κύριος ἀλήθειά ἐστιν, οὕτως ὁ | |
15 | διάβολος ψεύστης τυγχάνει. Ἐκεῖνος γὰρ ψεύστης ἐστὶ καὶ πατὴρ αὐτοῦ, καὶ ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Καὶ ταῦτα μὲν περὶ τοῦ ψεύδους. | |
11(1t) | Ὁμοίως καὶ Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου οὕτω φησίν· | |
2 | Οὐ γὰρ τοῖς πίναξι τὰ σαρκικὰ πρόσωπα τῶν ἁγίων διὰ χρωμάτων ἐπιμελὲς ἡμῖν ἐντυποῦν, ὅτι οὐ χρῄζομεν τούτων, ἀλλὰ τὴν πολιτείαν αὐτῶν δι’ ἀρετῆς ἐκμιμεῖσθαι. | |
12(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. | |
2 | Οὐκ ἐπειδὴ ὁ υἱὸς τοῦ ἀνθρώπου κατῆλθεν ἐκ τῶν οὐρανῶν, ἀλλ’ ἐπειδὴ ὁ κατελθὼν υἱὸς θεοῦ αὐτὸς ἀνῆλθεν υἱὸς ἀνθρώπου γενόμενος. Ὅθεν ἀσφαλιζόμενος ἔλεγεν· Οὐδεὶς ἀνέβη εἰς τὸν | |
5 | οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Ἀπαθὴς γὰρ καὶ ἀθάνατος μετὰ τὴν ἀνάστασιν γενομένη ἡ σὰρξ διὰ τὴν πρὸς ἐμὲ κοινωνίαν ἀδιαιρέτως ἐστὶν ἐν ἐμοὶ ἠξιωμένη καθέδρας· διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ καταβὰς αὐτός | |
ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. | 236 | |
13(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. | |
2 | Διὰ τὴν ἀτέλειαν τῶν μαθητῶν καὶ διὰ τὴν ἀπιστίαν τῶν Ἰουδαίων ψιλοῖς καὶ ταπεινοῖς κέχρηται ῥήμασι καὶ πῇ μὲν ἀγνοοῦντος ὑπεισέρχεται σχῆμα, πῇ δὲ ἠρώτα ὡς μαθεῖν θέλων, | |
5 | ἵνα τῇ πεύσει καὶ τῇ ἀποκρίσει γυμναζόμενος ὁ λόγος καὶ τῶν ὁρώντων τὴν πίστιν καὶ τῶν ἀκουόντων βεβαιώσῃ τὴν γνώμην. Αὐτίκα γὰρ ὡς εἶδε ποτὲ ψυχορραγοῦντα τὸν ἑπόμενον αὐτῷ λαὸν διὰ τὴν ἀναγκαίων ἔνδειαν, στραφεὶς ἐρωτᾷ τοὺς ἀποστόλους· Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσι; Τοῦτο δὲ πρόχειρον τῆς | |
10 | πεύσεως τὴν ἄγνοιαν ὑποφαίνει, ἐὰν μὴ γνῶμεν καθ’ ὃν εἴρηται τρόπον· ἔμελλεν ἐκ πέντε ἄρτων δῆμον ὁλόκληρον τρέφειν. Ἐγίνετο δὲ τὸ θαῦμα οὐχ ἵνα τῶν ἐσθιόντων τὰς γαστέρας ἐμπλήσῃ, ἀλλ’ ἵνα πρὸς τοῖς σώμασι καὶ τὰς ψυχὰς τῶν ἑπομένων στηρίξῃ. Ὅθεν ἐπ’ ὄψεσι τοῦ λαοῦ κελεύει τοῖς ἀποστόλοις | |
15 | ἐνεγκεῖν τοὺς πέντε ἄρτους, ἵνα τὸν ἀριθμὸν ἀκούσαντες, τότε πλῆθος τῶν ἐσθιομένων θεασάμενοι, ὑποκύψωσιν αὐτῷ ἀνάγκῃ ὑπὸ τοῦ θαύματος εἰς τὸ πιστεῦσαι συνωθούμενοι. Θαῦμα γὰρ ἦν μέγιστον τὸ πηγὰς ἄρτων τοὺς πέντε ἄρτους γενέσθαι. | |
14(1t) | Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. | |
2 | Διὰ τὴν ἀτέλειαν τῶν μαθητῶν καὶ διὰ τὴν ἀπιστίαν τῶν Ἰουδαίων πολλάκις ψιλοῖς καὶ ταπεινοῖς κέχρηται ῥήμασι καὶ πῇ μὲν ἀγνοοῦν‐ τος ὑπεισέρχεται σχῆμα, πῇ δὲ ἠρώτα ὡς μαθεῖν θέλων, ἵνα τῇ | |
5 | πεύσει καὶ τῇ ἀποκρίσει γυμναζόμενος ὁ λόγος καὶ τῶν ὁρώντων τὴν πίστιν καὶ τῶν ἀκουόντων βεβαιώσῃ τὴν γνώμην. Ἠρώτα γάρ ποτε περὶ τοῦ Λαζάρου· Ποῦ τεθείκατε αὐτόν; Τί οὖν; Ὁ ἐκ τοῦ τά‐ φου τὸν νεκρὸν σκυλεύσας τὴν θήκην ἠγνόει; Διὰ τί οὖν ἐρωτᾷ; Οἰκονομίαν πληρῶν. Ποίαν; Τυφλὸς ἐκ γεννητῆς ἐθεραπεύθη, | 237 |
10 | χωλός, καὶ δόγματα ἐξεφέρετο ἵνα ὁ κοινὸς τοῦ γένους ἰατρὸς ἐπ’ ὀλέθρῳ τῶν σῳζομένων ὑπερόριος πεμφθῇ. Ἐπεὶ οὖν λεπροῦ θεραπευθέντος ἐσυκοφάντουν οἱ πάντα λεπροὶ τὴν ψυχὴν καὶ τὴν ξηρὰν ἔχοντος χεῖρα θεραπευθέντος ὡς ἔκδικοι τοῦ νόμου κατηγορίας ἔπλεκον, τί ποιεῖ; Τελευτᾷ ὁ Λάζαρος· δῆλος δὲ ἦν ὡς | |
15 | φίλος ἦν τοῦ Χριστοῦ. Ἵνα οὖν μὴ καὶ τοῦτο ὑπολάβωσιν οἷς ἀκίνδυ‐ νον τὸ πάντη ἀπιστεῖν ὅτι Λάζαρος τέχνῃ τὸν θάνατον ὑπεκρίνατο, ἵνα ἐκ τῶν τάφων ὑπακούσας καλοῦντι αὐτῷ καταδουλώσῃ τὸν λαὸν διὰ τοῦ θαύματος, τί ποιεῖ; Ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν, ἵνα οἱ κατήγοροι νομίσαντες αὐτὸν ἀγνοεῖν ἑτοίμως ἐπὶ τὸν τόπον | |
20 | χειραγωγήσωσιν οἰόμενοι διελέγχειν αὐτοῦ τὴν ἀσθένειαν. Εἶτα ὡς ἔδειξαν αὐτῷ τὸν τάφον, ἐπιτρέπει πάλιν αὐτοῖς κυλίσαι τὸν λίθον. Ἐκεῖ ἄγνοιαν, ὧδε ἀσθένειαν ἔδειξε· ἄγνοιαν δι’ ὧν ἐρωτᾷ Ποῦ τεθείκατε αὐτόν, ἀσθένειαν δι’ ὧν ἔλεγε Κυλίσατε τὸν λίθον. Ὁ τὸν νεκρὸν οὖν ἐγείρων τὸν λίθον κυλίσαι οὐκ ἠδύνατο; Ὁ γνοὺς | |
25 | ὅτι Λάζαρος κεκοίμηται, ἠγνόει ὅτι ταφῇ παραδέδοται; Ἀλλὰ τί ποιεῖ; Λέγει αὐτοῖς κυλίσαι τὸν λίθον ἵνα ἐν τῷ κυλίειν ἡ ὀσμὴ τοῦ ὀδωδότος νεκροῦ πλήξασα αὐτῶν τὴν αἴσθησιν καὶ ἄκοντας αὐτοὺς καταναγκάσῃ μαρτυρῆσαι τῷ θαύματι. Κελεύει δὲ αὐτὸν πάλιν μετὰ τῶν κειριῶν ἐξελθεῖν, ἵνα γνῶσι τῇ πείρᾳ ὡς οὐ φύσει | |
30 | κινούμενος τρέχει, ἀλλὰ τῇ δυνάμει τοῦ λόγου νευρούμενος ὑπακούει. Εἶτα πάλιν μετὰ τὸ ἐξελθεῖν κελεύει λῦσαι αὐτόν. Τί οὖν; Ὁ ἐκ τῶν δεσμῶν αὐτὸν τοῦ θανάτου ἐλευθερώσας τὰς κειρίας οὐκ ἠδύνατο λῦσαι; Ἀλλ’ αὐτοῖς κελεύει Λύσατε αὐτὸν καὶ | |
ἄφετε ὑπάγειν, ἵνα τὰ ἱμάτια τὰ τῷ ἰχῶρι πεφυρμένα ἐν ταῖς χερσὶ | 238 | |
35 | τοῦ λαοῦ διασπαρέντα ὑπόμνημα γένηται τῆς τοῦ Λαζάρου ἀναστάσεως. Καὶ ὅτι διὰ τοῦτο τῆς ἀγνοίας ὑπεισῆλθε σχῆμα, ἵνα τὴν ἄπιστον τῶν Ἰουδαίων στηρίξῃ γνώμην, αὐτὸς ὁ εὐαγγε‐ λιστὴς μαρτυρεῖ· Καὶ πολλοὶ γάρ, φησί, τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. | |
40 | Εἶδες πῶς κατὰ τίνα λόγον ἀγνοίας ἐπεισέρχεται σχῆμα; Πῶς ἀγνοεῖν δοκεῖ, ἵνα ἀγνοοῦντας πείσῃ; Πῶς ἐρωτᾷ μαθεῖν, ἵνα τῇ πεύσει καὶ τῇ ἀποκρίσει γυμναζόμενος ὁ λόγος εἰς φῶς τὴν ἀλήθειαν παραστήσῃ; | |
15(1t) | Ἀμφιλοχίου. | |
2 | Τὸ βάπτισμα διπλοῦν ἐστι· τὸ μὲν δι’ αἵματος, τὸ δὲ δι’ ὕδατος. Ὅθεν ὁ κύριος πλαγεὶς τὴν πλευρὰν αἷμα καὶ ὕδωρ ἔβλυσεν· ὕδωρ μὲν ἵνα τοὺς ἁμαρτωλοὺς βαπτίσας ἐλευθερώσῃ, αἷμα δὲ ἵνα τοὺς | |
5 | μάρτυρας δικαιώσας στεφανώσῃ. Ἤδη γάρ τινες ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἀληθείᾳ καὶ οὐ μιμήσει τὸν ὑπὲρ Χριστοῦ θάνατον ὑποστάντες οὐδὲν τῶν ἐκ τοῦ ὕδατος συμβολαίων ἐπεδεήθησαν, ἐν τῷ ἰδίῳ αἵματι βαπτισθέντες, καὶ γέγονεν αὐτοῖς ἡ ἔνστασις τῆς ὁμολογίας ἐπίκλησις τῆς τριάδος, τὰ πάθη | |
10 | κολυμβήθρα, τὸ αἷμα ὡς ὕδωρ. | 239 |