TLG 2112 015 :: AMPHILOCHIUS :: Epistula synodalis

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

Epistula synodalis

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 219–221.

Citation: (Line)

1tἈμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική.
2 Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα
5τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀπο‐ στολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτε τῆς ὁδοῦ
10μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσα‐ γαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτη‐ σιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν ὅτι συμφώνως ἐπιστείλαντες συμφώνως καὶ τὰς ἀποκρίσεις παρ’ ἡμῶν δέξασθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν
15ὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι’ εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώ‐ τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασί‐ λειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δὲ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. Ἐπεὶ δὲ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυ‐
20σεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα. Οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν· ἀλλ’ ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν
25ἡμῖν συμφθεγγόμενον. Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον ὄντως καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων τηνικαῦτα φυλάττομεν ἀκίνητον καὶ πρὸς τὸ διηνεκὲς
30ἀσπάρακτον μένειν εὔχομαι. Γέγονε δὲ τότε τοῖς πατράσιν ἀναγ‐ καιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογε‐ νοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείου διὰ σπουδῆς ἔσχον ἐκκόψαι τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρ‐ ματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγημένου δὲ
35τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν
αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκα‐ λία. Ὥσπερ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πιστεύειν ἐδογμάτισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ219
40θείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος ἀποτέμνοντες εἰς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς διασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦ πνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες ἀναρυσάμενοι τὴν
45ἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; Ἡ τοῦ κυρίου παράδοσις ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ

(50)

τοῦ ἁγίου πνεύματος. Δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν, καὶ τῶν Ἀνο‐ μοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἐμφραγῆναι τὰ
55στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλου‐ μένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης. Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν ὡς ἐδιδάχθημεν, καὶ οὕτω πιστεύειν ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν ὡς ἐπιστεύσαμεν. Πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες
60τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτιστοῦ καὶ τῆς κτίσεως, ὥστε εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν. Εἰ δὲ κτίσμα τολμήσοιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; Τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς οὔτε
65τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ’ ἕκαστον μαρτυρίας προσάγοντες. Ἀλλ’ ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων
70λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθή‐ σεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν—Δίδου γάρ, φησί, σοφῷ ἀφορμὴν καὶ σοφώτε‐ ρος ἔσται—, καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν. Οἷς
ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν. Παρακαλοῦμεν γὰρ220
75μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολήν, σύμψυχοι τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες. Μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. Ἐμάθο‐
80μεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε. Τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν, μήποτε κατὰ βραχὺ παρεισρυό‐ μενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσῃ. Ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ
85συνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες εἰκῆ παραι‐ τοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν. Μετὰ γὰρ ἐκείνων κατακριθήσονται. Εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλη‐ σίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν
90λειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως
παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.221