TLG 2112 013 :: AMPHILOCHIUS :: Oratio in resurrectionem domini [Sp.] (e cod. Vat. gr. 2194) AMPHILOCHIUS Scr. Eccl. Oratio in resurrectionem domini [Sp.] (e cod. Vat. gr. 2194) Source: Lilla, S. (ed.), “Un omelia greca sulla Pasqua” [Byzantion 38] 1968: 282–284. Citation: (Line) | ||
1 | Λαμπρὰ καὶ μεγάλη καὶ θαυμαστὴ ἡ παροῦσα ἡμέρα, καὶ χα‐ ρᾶς ὄντως καὶ εὐφροσύνης ἡμέρα καὶ ἀνέσεως καὶ θυμηδίας πνευ‐ ματικῆς καὶ ἀγαλλιάσεως, ἡμέρα ἐλευθερίας καὶ φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα καταλλαγῆς καὶ εἰρήνης καὶ σωτηρίας καὶ | |
---|---|---|
5 | βοηθείας τῶν ἡμετέρων ψυχῶν. ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησε νενε‐ κρωμένους τοῖς παραπτώμασιν, ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν ἡμῖν ὃν ἔκλεισεν ἡ τῶν προπατόρων ἡμῶν παρακοὴ καὶ παρά‐ βασις, ἐν ταύτῃ τοῦ τιμίου καὶ ζωοποιοῦ αὐτοῦ σώματός τε καὶ | |
10 | αἵματος ἀπολαύειν 〈ἡμᾶσ〉 ἠξίωσε, δι’ ὧν καθαιρόμεθα καὶ φωτιζόμεθα καὶ ἁγιαζόμεθα· λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χρισ‐ τὸς ὑπὲρ ἡμῶν, καὶ προήγαγεν 〈ἡμᾶσ〉 ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπὸ τῆς ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· «ἐξηγόρασεν ἡμᾶς | 282 |
15 | ἐκ τῆς κατάρας» καὶ τῆς ἁμαρτίας «γενόμενος ὑπὲρ ἡμῶν κατά‐ ρα» ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ’ ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ’ ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι «κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα»· ἡγίασεν 〈καὶ〉 ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ «ἵνα | |
20 | ἐν καινότητι ζωῆς περιπατήσωμεν». «τί ἀνταποδώσομεν τῷ κυ‐ ρίῳ περὶ πάντων ὧν ἡμῖν ἀνταπέδωκε», τί ἀνταποδώσομεν τῇ ὑπερβαλλούσῃ τοῦ θεοῦ δωρεᾷ τε καὶ χάριτι; εὐχαριστήσωμεν καὶ προσκυνήσωμεν καὶ προσενέγκωμεν αὐτῷ τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας καὶ ταπεινώσεως· | |
25 | φιλάνθρωπος γάρ ἐστι καὶ συμπαθὴς ὁ δεσπότης, καὶ πάντα προσ‐ δέχεται εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ’ ἡμῶν αὐτῷ προσα‐ γόμενα. ἀγαπήσωμεν, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κύριον κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δω‐ ρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν, «καθαρίσω‐ | |
30 | μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος», προ‐ σάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα, ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δάκρυα, συνειδή‐ σεως κάθαρσιν, νέκρωσιν πάσης ἁμαρτίας καὶ ἐπιθυμίας κακῆς· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ καρτερίας καὶ ἐπι‐ | |
35 | μονῆς, ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σω‐ τῆρος ἡμῶν, ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτή‐ σωμεν ψαλμικῶς τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι «κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν». «μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι | |
40 | πέρας», μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησε γὰρ καὶ ἐπάταξε τὸν ἐχθρὸν καὶ διάβολον, καὶ τὸν θάνατον κατεπάτησε, καὶ πάντας ἀνέστησε ζωὴν αἰώνιον δωρησάμενος. εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν, ὡς δοῦλοι εὐγνώ‐ μονες ἀπολαύσωμεν πάντες τῶν ἀγαθῶν χαρισμάτων ταύτης | |
45 | τῆς καλῆς πανηγύρεως, ἄρχοντες καὶ ἀρχόμενοι, δοῦλοι καὶ ἐλεύ‐ | |
θεροι, ἄνδρες καὶ γυναῖκες, πρεσβύτεροι καὶ νεώτεροι. δοξάσατε κύριον τὸν θεὸν ἡμῶν, καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν ὑμνήσατε καὶ μεγαλύνατε καὶ θαυμάσατε, νηστεύοντες καὶ μὴ νηστεύοντες εὐφράνθητε σήμερον, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμή‐ | 283 | |
(50) | σατε, πλούσιοι καὶ πένητες μετ’ ἀλλήλων χορεύσατε. ἡ τρά‐ πεζα γέμει, τρυφήσατε πάντες· ἡ τράπεζα γέμει, μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι «τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός», πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ | |
55 | καὶ εὐφράνθητε· «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος» θεὸς 〈Ἰησοῦσ〉 Χριστὸς 〈ὃσ〉 καὶ ἐπέφανεν ἡμῖν. Μηδεὶς θρηνείτω τὰ πταίσματα, συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος· ἔσωσεν ἡμᾶς καὶ ἐκ τοῦ Ἅιδου ἐρρύ‐ | |
60 | σατο· ἐξήρπασεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν. ἐπικράνθη ὁ Ἅιδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου, καθὼς Ἡσαΐας προ‐ ανεφώνησεν «ὁ Ἅιδης» λέγων «ἐπικράνθη συναντήσας σοι κάτω». ἐπικράνθη ἐπειδὴ κατηργήθη· ἐπικράνθη ἐπειδὴ ἐνε‐ | |
65 | παίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν, ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. κατέπιεν ὁ θάνατος ἀγνοῶν, καταπιὼν δὲ ἔγνω ὃν κατέπιε· κατέπιε ζωήν, κατεπόθη δὲ ὑπὸ τῆς ζωῆς· κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε δὲ διὰ τὸν ἕνα τοὺς πάντας· «ἥρπασεν ὡς λέων», | |
70 | συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν, ἐν τῷ Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινε. «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, Ἅιδη, τὸ νῖκος;» ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς καὶ φθορᾶς | |
75 | ἐλυτρώθημεν καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν καὶ ζωῆς ἠξιώθημεν. «Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο»· αὐτῷ ἡ δόξα | |
εἰς τοὺς αἰῶνας 〈τῶν αἰώνων〉. ἀμήν. | 284 |