TLG 2112 012 :: AMPHILOCHIUS :: Oratio in resurrectionem domini [Sp.] (e cod. Vat. gr. 1936) AMPHILOCHIUS Scr. Eccl. Oratio in resurrectionem domini [Sp.] (e cod. Vat. gr. 1936) Citation: Page — (line) | ||
68 | χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας, ἡμέρα φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα εἰρήνης | |
5 | καὶ καταλλαγῆς· ἡμέρα ἀνα‐ πλάσεως καὶ ἀνακαινισμοῦ τῶν ἡμετέρων ψυχῶν, ἡμέρα ὄντως μεγάλη καὶ θαυμαστὴ καὶ ἐπι‐ φανής· ἐν ταύτῃ συνήγειρεν | |
---|---|---|
10 | ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωο‐ ποίησεν ἡμᾶς ὁ Χριστὸς νενε‐ κρωμένους τοῖς παραπτώμασιν· ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳ‐ | |
15 | ξεν, ἀπολαύειν ἡμᾶς τοῦ ξύλου τῆς ζωῆς· ὅπερ ἐστὶν τὸ τίμιον | |
καὶ ζωοποιὸν αὐτοῦ σῶμα καὶ | 68 | |
69 | αἷμα δι’ οὗ καθαιρόμεθα καὶ ἁγιαζόμεθα καὶ φωτιζόμεθα καὶ ἐγκαινιζόμεθα. λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ | |
5 | Χριστὸς ὑπὲρ ἡμῶν πάντων, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ τοῦ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπό τε | |
10 | ἔχθρας εἰς γνησιεύουσαν φι‐ λίαν· ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας γε‐ νόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, | |
15 | ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ’ ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ’ ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ | |
20 | πνεῦμα. ... ἡγίασεν, ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ, ἵνα ἐν καινό‐ τητι ζωῆς περιπατήσωμεν· ἡμεῖς δὲ τί ἀνταποδώσομεν τῷ | |
25 | κυρίῳ περὶ πάντων τούτων ὧν ἡμῖν ἀνταπέδωκεν ... τί ἀντα‐ ποδώσομεν ἴσον τῇ ὑπερβαλ‐ λούσῃ αὐτοῦ δωρεᾷ τε καὶ χάριτι; ... εὐχαριστήσωμεν καὶ | |
30 | προσπέσωμεν τῷ κυρίῳ καὶ προσκυνήσωμεν αὐτῷ, καὶ προσ‐ φέρωμεν τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας· φιλάνθρωπος | |
35 | γάρ ἐστι καὶ φιλάγαθος ὁ δεσ‐ | 69 |
70 | πότης, καὶ πάντα προσδέχεται, εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ’ ἡμῶν αὐτῷ προσαγό‐ μενα. ἀγαπήσωμεν καὶ ἡμεῖς, | |
5 | ἀδελφοί μου, τὸν ἀγαπήσαντα κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπί‐ σω τῶν ἁγίων αὐτοῦ ἐντολῶν· | |
10 | καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παν‐ τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύ‐ ματος, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα καὶ ὑπομονήν, | |
15 | συντριμμὸν καρδίας, κατανύ‐ ξεως δωρεά, συνειδήσεως κά‐ θαρσιν, νέκρωσιν τῶν ἐπὶ γῆς μελειῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς καὶ | |
20 | τῆς πλεονεξίας· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ εὐσταθείας καὶ καρτερίας καὶ ὑπομονῆς· ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ | |
25 | σωτῆρος ἡμῶν· ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψι‐ | |
30 | στος φοβερὸς βασιλεὺς ἐπὶ πᾶ‐ σαν τὴν γῆν ... μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· | |
35 | κατήργησεν καὶ ἐπάταξε τὸν ἀλαζόνα καὶ ὑπερήφανον ἐχθρὸν ἡμῶν καὶ διάβολον καὶ τὸν θάνατον κατεπάτησε καὶ πάν‐ τας ἀνέστησε ζωὴν ἡμῖν αἰώ‐ | |
40 | νιον δωρησάμενος. | 70 |
71 | ... ἀπολαύσωμεν πάντες, ἀγα‐ πητοί, τῶν ἀγαθῶν χαρισμά‐ των ταύτης τῆς καλῆς πανη‐ γύρεως· εἰσέλθωμεν χαίροντες | |
5 | εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν ... ἄρχοντες καὶ ἀρχόμενοι ... πρεσβύτεροι μετὰ νεωτέρων, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύ‐ | |
10 | θεροι, δοξάσατε καὶ μεγαλύνατε κύριον τὸν θεὸν ἡμῶν καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν καὶ φαιδρὰν ἐορτὴν ὑμνήσατε καὶ θαυμάσατε καὶ τιμήσατε, νη‐ | |
15 | στεύοντες καὶ κοπιάσαντες ... ἐορτάσατε σήμερον. πλούσιοι καὶ πένητες μετὰ ἀλ‐ λήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, | |
20 | νηστεύσαντες καὶ μὴ νηστεύ‐ σαντες εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει· μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάν‐ τες ἀπολαύσατε τοῦ πλούτου | |
25 | τῆς χρηστότητος, ὅτι τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χρι‐ στός· πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ εὐφράνθητε· γεύσασθε | |
30 | καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώ‐ | |
35 | μη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· | |
μηδεὶς φοβείσθω τὸν θάνατον· | 71 | |
72 | ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος. ἔσωσε γὰρ ἡμᾶς Χριστὸς ὁ θεὸς καὶ τοῦ ᾅδου ἐρρύσατο· | |
5 | ἐξήρπασεν ἡμᾶς ἐκ τῆς κατα‐ δυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρω‐ σεν· ἐπικράνθη ὁ ᾅδης γευσά‐ μενος τῆς τιμίας καὶ ἁγίας | |
10 | σαρκὸς τοῦ δεσπότου καθὼς Ἡσαΐας προεῖπεν· ἐπικράνθη ὁ Ἅιδης συναντήσας σοι κά‐ τω· ἐπικράνθη· καὶ γὰρ κατηρ‐ γήθη· ἐπικράνθη· καὶ γὰρ | |
15 | ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν· ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε· κατέπιεν ὁ θάνατος ἀγ‐ | |
20 | νοῶν, καὶ καταπιὼν ἔγνω ὃν κατέπιεν· κατέπιεν ζωήν, κατε‐ πόθη ὑπὸ τῆς ζωῆς· κατέπιεν τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε τὸν ἕνα διὰ τοὺς πάντας. ἥρπα‐ | |
25 | σεν ὡς λέων, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν· ἐν Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέρ‐ γητος ἔμεινεν. | |
30 | εὔκαιρον οὖν εἰπεῖν· ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; ἀνέστη Χρι‐ στὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν | |
35 | ἄγγελοι· ἀνέστη Χριστὸς καὶ | |
πεπτώκασι δαίμονες. | 72 | |
73 | ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν· ἀνέστη Χριστὸς καὶ κατάρας ἐρρύσθημεν· ἀνέ‐ στη Χριστὸς καὶ ἡμεῖς συνανέ‐ | |
5 | στημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς ἐζωώθημεν· Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ | |
10 | προσκύνησις καὶ ἡ μεγαλοσύνη νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. ἀμήν. | 73 |