TLG 2112 010 :: AMPHILOCHIUS :: In illud: Non potest filius a se facere (orat. 9)

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

In illud: Non potest filius a se facere (orat. 9)

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 175–179.

Citation: (Line)

1tἈμφιλοχίου ἐπισκόπου Ἰκονίου 〈ἐκ τοῦ εἰς τὸ Οὐ δύναται
2tὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν
3 ... Τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, πῶς νοεῖτε; Τὸ γὰρ οὐ δύναται κατὰ δύο τρόπους ἐκλαμβάνετε· καὶ κατὰ τὴν
5κοινὴν χρῆσιν καὶ κατὰ τὴν θείαν γραφήν. Λέγεται γὰρ τὸ οὐ δύναται καὶ ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπὶ τῶν μὴ ἐγχωρούντων· ἄλλο δὲ τὸ μὴ δύνασθαι καὶ ἄλλο τὸ μὴ ἐγχωρεῖν. Περὶ μὲν τῶν ἀδυνάτων ὁ Παῦλος οὕτω λέγει· Ἀδύνατον αἷμα ταύρων καὶ τράγων περιελεῖν ἁμαρτίας· αἷμα γὰρ ἀλόγου λογικῆς ψυχῆς οὐ
10καθαίρει πάθη. Περὶ δὲ τῶν μὴ ἐγχωρούντων ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι· Οὐ δυνάμεθα, φησίν, ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν· καὶ μὴν ἠδύναντο μὴ λαλεῖν ἀλλ’ οὐκ ἠνείχοντο σιωπᾶν, ἵνα μὴ δόξωσιν ἀρνεῖσθαι τοῦ θαυματουργοῦντος τὴν χάριν. Εἴπατε οὖν ἐνταῦθα, τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, κατὰ
15ποῖον ἐκλαμβάνετε τρόπον· ἀδυναμίαν αὐτοῦ καταψηφιζόμενοι ἢ τῆς αὐτεξουσίου γνώμης ἀναιροῦντες τὰ κινήματα, ὅτι ὅσα θέλει δύναται. Ἀλλὰ τί λέγεις· ἀφ’ ἑαυτοῦ οὐ ποιεῖ, ἀλλὰ πρόσταγμα θεοῦ πληρῶν ἐκεῖνα ἐργάζεται εἰς ὅπερ ἂν τὸ τοῦ προστάξαντος νεῦμα βλέπῃ; Καὶ πῶς οὐκ ἔστιν ἐσχάτης ἀνοίας τοῦτο λέγειν· εἰ
20γὰρ ὁλῶς οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ, οὔτε γνώμῃ τὴν οἰκονομίαν ὅλην ἐπλήρωσεν οὔτε συμπαθείᾳ τῇ πρὸς ἡμᾶς τὴν ἡμῶν ἀνέλαβε σάρκα οὔτε φιλίᾳ αὐθαίρετον τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνα‐ τον, ἀλλὰ πάντα βίᾳ ὑπέμεινεν ὑπὸ τῆς ἀνάγκης συνωθούμενος. Εἰ δὲ τολμηρὸν καὶ βλάσφημον καὶ πάσης ἀσεβείας ἐπέκεινα τὸ
25τοῦτο εἰπεῖν, εἴπατε ἡμῖν κατὰ ποῖον λόγον τὸ Οὐ δύναται ὁ υἱὸς ἀφ’ ἑαυτοῦ τι ποιεῖν ἐκλαμβάνετε. Ὅτι γάρ, κἂν μὴ θέλητε, λέγετε δύνασθαι αὐτὸν ποιεῖν ἅπερ βούλεται, ὑπὸ τῆς ἀληθείας ἐλαυνό‐ μενοι δῆλον. Ἀλλὰ τί περίττους ὑφαίνω λόγους; Λύει γὰρ τὸ ζήτημα ἡ ἐπαγωγὴ τοῦ ῥητοῦ· οὐ γὰρ εἶπεν ὅτι Οὐ δύναται ποιεῖν
30ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι προστάξῃ ὁ πατήρ, ἀλλ’ ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· ἐὰν δὲ ἴδῃ αὐτὸν ποιοῦντά τι, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκοῦν οὐ λειτουργίαν πληρῶν ποιεῖ ἅπερ προσ‐ τάττει ὁ πατήρ, ἀλλ’ ὡς ὅμοιος, ὡς ἰσοδύναμος, ὡς τῆς αὐτῆς θείας φύσεως ὤν· ἅπερ ἂν ἴδῃ τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ
35υἱὸς ὁμοίως ποιεῖ. Μετὰ ταῦτα, φησίν, ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα. Ἵνα δὲ μὴ τοῖς ὕδασι ἐπιγράψωσι τὸ πᾶν, οὐ πρότερον ἰᾶτο τὰ ὕδατα πρὶν ἄγγελος αὐτὰ ἐπιστὰς ἐσάλευσεν, ἵνα μάθωσιν ὡς οὔτε τὰ ὕδατα τοῦ βαπτίσματος καθ’ ἑαυτὰ175
40ὀνίνησι τὴν ψυχὴν πρὶν ἂν ὁ μεγάλης βουλῆς ἄγγελος ἀνθρώπινον ὑποδὺς σῶμα ἐπὶ τὸ βάπτισμα ἔλθῃ. Πολλῶν οὖν ἀσθενῶν ὄντων ἔκειτο καὶ παραλυτικὸς ἀνὴρ ὀκτὼ καὶ τριάκοντα ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, ὃν ἰδὼν ὁ Ἰησοῦς ἐρωτᾷ· Θέλεις ὑγιὴς γενέσθαι; Βλέπε αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν θέλεις σε θεραπεύσω, οὐ γὰρ ἤθελε
45μεγαλορρημονεῖν οὐδὲ ἑαυτὸν πρὸ τῶν θαυμάτων ἀνακηρύττειν. Ὁ δέ φησι· θέλω μέν, ἀλλ’ ἄνθρωπον οὐκ ἔχω· ὅπου γὰρ οὐδεὶς φίλος, οὐδαμοῦ ἄνθρωπος. Διὰ τοῦτο καὶ ἐρωτῶ, οὐχ ἵνα μάθω— τίς γὰρ ἀσθενῶν ὑγιᾶναι οὐ βούλεται; —, ἀλλ’ ἵνα τῶν χρηστῶν σου πολιτῶν τὴν ὠμότητα δείξῃς, ὅτι οὔτε χεῖρα σοι ἔδωκαν

(50)

προσρῖψαι σε τῇ πηγῇ, ὃ καὶ πολέμιος αἰτηθεὶς ἂν παρέσχεν. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἄνθρωπον οὐκ ἔσχες ἵνα βάλῃ σε εἰς τὴν κολυμβήθραν, ἰδοὺ ὁ διὰ σὲ ἄνθρωπος γενόμενος καὶ ἄνευ ὑδάτων ἰῶμαι σου τὸ πάθος· Ἀναστὰς ἆρον τὴν κλίνην σου καὶ ὕπαγε. Οὐχ ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ
55γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει, οὕτως καὶ ὧδε πρὸς τὸ τρανῶσαι τὸ θαῦμα καὶ Ἰουδαϊκῆς ὑπονοίας τὴν θεραπείαν ἐλευθερῶσαι καὶ δεῖξαι ὅτι οὐκ ἀπατεών τις ἐστίν, ἀλλὰ σωτὴρ καὶ κοινὸς τῆς φύσεως ἰατρός, κελεύει αὐτῷ βαστάξαι τὴν
60κλίνην.
Εἶπον οὖν οἱ Ἰουδαῖοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Ὁ δὲ ἀποκρίνεται· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Εἶπον οὖν αὐτῷ· Καὶ τίς ἐστιν; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει. Ὡς οὖν ἔμαθον ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας176
65αὐτὸν ὑγιῆ, ἐδίωκον ἵνα ἀποκτείνωσιν αὐτόν. Τί οὖν ὁ Χριστός; Τὸν πατέρα φέρει λέγων ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ὁ ἐμὸς οὐχ ὅροις ὑπόκει‐ ται, οὐ νομοθεσίαις δουλεύει οὔτε προστάγματα ἀναμένει, οἰκείᾳ δὲ γνώμῃ ποιεῖ ἅπερ βούλεται, οὕτως κἀγὼ αὐθεντικῇ ἐξουσίᾳ
70πάντα ἐργάζομαι ἐπίσης τῷ πατρί. Οἱ δὲ διὰ τοῦτο αὐτὸν ἐζήτουν μᾶλλον ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυσε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. Ἀλλ’ ἐκείνων λυττώντων καὶ μαινομένων τί ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα
75ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκ ἐπειδὴ αὐτὸς μὲν ἄλλα κτίζει, ἐγὼ δὲ κατὰ μίμησιν ἕτερα ἐργάζο‐ μαι· εἰ γὰρ τοῦτο ἦν, δύο οὐρανοὺς εἶναι ἐχρῆν, δύο ἡλίους, δύο θαλάσσας, δύο ἀνθρώπων γένη καὶ διπλοῦν κόσμον, τὸν μὲν τοῦ πατρός, τὸν δὲ ἐμόν. Ἀνάγκη γὰρ ὡς ἐπὶ τῶν ζωγράφων αἱ
80γραμμαὶ καὶ ἐπὶ τῶν διδασκάλων τὰ στοιχεῖα προστάσσονται, οὕτως τὴν τοῦ πατρὸς προστετάχθαι κτίσιν ἧς κατὰ μίμησιν εἰργασάμην ἐγώ. Εἰ οὖν οὐκ ἔχει οὕτως, δέσποτα, διὰ τί λέγεις Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα; Ἵνα
85τὴν Ἰουδαίων ὑπεκλύσω μανίαν τῶν νομιζόντων με ἀντινομοθε‐ τεῖν τῷ πατρί· ἐπειδὴ γὰρ ἐγκαλοῦσί μοι περὶ τῆς λύσεως τοῦ σαββάτου, εἶπον ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἑκατέρωθεν τὸ ὁμότιμον δεῖξαι θέλων. Ἀλλ’ οἱ πάντα ἄφρονες νομίσαντές με ἔργα ἔργοις ἐπιτειχίζειν καὶ γνώμῃ
90γνώμην ἀντεισάγειν ἐκινοῦντο πρὸς φθόνον· ὅθεν διορθούμενος αὐτῶν τὴν γνώμην ἔλεγον Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ πρὸς τὸν πατέρα ποιοῦντα ἀντὶ τοῦ Τί μοι οἱ ἄκαιροι τοῦ σαββάτου χολᾶτε ἐξετασταί, ὅτι λύω τὸ σάββατον; Ἀλλ’ οὐκ ἀντιπολιτεύομαι τῷ πατρί, οὐ γὰρ αὐτὸς στῆσαι τὸ σάββατον
95θέλει κἀγὼ λῦσαι· οὐκ ἀπομάχομαι πρὸς αὐτόν, οὐ στασιάζω
πρὸς τὴν γνώμην, οὐκ αὐτὸς θέλει, ἐγὼ δὲ ἕτερα βούλομαι· ἃ θέλει θέλω, ἃ βούλεται βούλομαι, ἃ ποιεῖ ποιῶ. Οὕτως γὰρ οὐδὲν ἐκτὸς αὐτοῦ οὐ ποιῶ, οὐ θέλω, ὅτι εἰς ἀδύνατον καθιστῶν τὸν λόγον λέγω· Ἀμὴν λέγω οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν· οὐ177

(100)

γὰρ ἔχω κεχωρισμένην καὶ ἀποτετμημένην τοῦ πατρὸς γνώμην. Μιᾶς γὰρ οὔσης τῆς φύσεως, ἑνὸς ὄντος τοῦ θελήματος, ἀνάγκη τὸ ἀποτέλεσμα ἓν ὑπάρχειν. Οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, οὐ γὰρ δύναται ἄνευ τοῦ πατρὸς ποιῆσαί τι ὅλον αὐτὸν ἐν ἑαυτῷ ἔχων· ἐγὼ
105γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ γὰρ ψυχῆς καὶ σώματος ἀδιάκριτα ἔργα διὰ τὴν ἕνωσιν, καίτοι διῃρημένης τῆς φύσεως, ἄλλο μὲν σῶμα θνητόν, ἄλλο δὲ ἀθάνατος ψυχή, πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα; Ὅπου βουλὴ καὶ λόγος καὶ γνῶσις καὶ σοφία καὶ φύσις καὶ θεότης μία, οὐ δύναται
110οὖν ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν διὰ τὸ μὴ κεχωρίσθαι τοῦ πατρός, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, τουτέστιν ἐὰν μὴ τὸν πατέρα θέλοντα ἴδῃ. Ὡς μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως σύνδρομον ἔχων τὸ θέλημα ἀποτελῶ τὰ γινόμενα· εἰ μὲν γὰρ σωματικὴν ἐξεπλή‐ ρουν τὴν ἐργασίαν, ἀνάγκη διανέμεσθαι τοῦ γινομένου τὴν
115κατασκευήν· ἐπειδὴ δὲ θέλησις ἐστὶν ἀρκοῦσα πρὸς τὴν τῶν μὴ ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα, οὐ γὰρ κατὰ μίμησιν ἕτερα ποιῶ,
120ἀλλὰ τὰ αὐτὰ ἐργάζομαι ἃ καὶ ὁ πατὴρ ἐργάζεται. Ὅθεν καὶ τὰ ῥήματά μου ἀνατιθεὶς αὐτῷ ἔλεγον· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα. Αὐτῷ δὲ τὰ ἔργα καὶ τὰ ῥήματα ἀνεθέμην, οὐχ ἵνα δείξω ὅτι διακονίαν πληρῶ, ἀλλ’ ἵνα δείξω ὅτι οὕτως συνήνωμαι τῷ πατρὶ φύσει, ὡς
125μήτε λόγον μήτε ἔργον ἄνευ αὐτοῦ ἔχειν. Ὅθεν ἐπήγαγεν λέγων· Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, κἂν διὰ τὰ ἔργα πιστεύετε. Ὥσπερ οὖν ἐκεῖ ἐργαζόμενος ἔλεγον ὅτι Ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, οὕτως καὶ ὧδε λέγω ὅτι Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ
130τοιαῦτα.
Τὸ οὖν Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν 〈οὐδὲν〉 μὴ ἐπαναιρέσει μου τῆς ἐλευθερίας; Νόει· ὅσα γὰρ θέλω ποιεῖν καὶ ἀπ’ ἐμαυτοῦ δύναμαι, ἀλλ’ οὐ θέλω· εἰ γὰρ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, πῶς ἐγὼ λάθω τὸν πάντα178
135δι’ ἐμοῦ ποιοῦντα; Ποιεῖ δὲ δι’ ἐμοῦ οὐχ ὡς δι’ ὑπουργοῦ· οὐ γὰρ ὑπουργῶ ἀλλὰ συνεργῶ, οὐ διακονίαν πληρῶν ἀλλὰ αὐθεντίαν ἔχων ἐργάζομαι. Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν, οὕτως οὐ διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰ δυνάμει, αὐθεντίᾳ,
140ἐξουσίᾳ, θελήσει, ὅτι οὓς ἐγείρω καὶ κρίνω. Ὁ πατὴρ γὰρ οὐ κρίνει οὐδένα· ἀλλ’ οὐ διὰ ἀδυναμίαν οὐ κρίνει, ἀλλ’ ὅτι τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ· δι’ οὗ γὰρ εἰργάσατο, δι’ αὐτοῦ καὶ κρίνει. Διὰ τοῦτο δὲ πάντα ποιεῖ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. Τότε γὰρ μάλιστα αἰσθάνεται τίμης, ὅταν ἴδῃ τὸν ἐξ αὐτοῦ
145θεοπρεπῶς τιμώμενον υἱόν· ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν, οὐ γὰρ δέχεται τιμὴν ἐπ’ ἀτιμίᾳ υἱοῦ. Ἔπεμψέ με γὰρ διὰ τὴν σάρκα, οὐχ ἵνα ὑβρισθῶ, ἀλλ’ ἵνα δοξασθῶ. Ὅθεν ἐπειδὴ ἀγνωμόνως διετέθητε εἰς ἐμέ, διὰ τοῦτο καὶ δι’ αὐτῆς τῆς ἀποσταλείσης σαρκὸς πρὸς αὐτὸν ἔλεγον· Πάτερ, δόξασόν σου τὸν

(150)

υἱόν. Σὺ δόξασον ὃν οὗτοι ὑβρίζουσι, σὺ καὶ τὴν ὑπ’ αὐτῶν ἀθετουμένην δόξασον σάρκα, ἵνα μάθωσιν ὅτι καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον διὰ τὴν πρὸς τὸν μονογενῆ σου υἱὸν κοινωνίαν ἀδιακρίτως ὡς πατὴρ δοξάσεις ἐκείνην διδοὺς τῷ ἀναληφθέντι παρ’ ἐμοῦ ναῷ νῦν δόξαν, ἣν ἐγὼ αὐτὸς πρὸ αἰώνων παρά
155σοι ἐκ φύσεως εἶχον ...179