TLG 2112 009 :: AMPHILOCHIUS :: In Zacchaeum (orat. 8)

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

In Zacchaeum (orat. 8)

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 165–171.

Citation: (Line)

1tἈμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν Ζακχαῖον.
2 Οὐδὲν οὕτως τὴν ψυχὴν πρὸς εὐφροσύνην διανίστησιν ὡς φόβος θεοῦ καὶ κακῶν ἀποχὴ καὶ μετανοίας δρόμος καὶ ἐξομο‐ λογήσεως τρόπος. Ὅθεν καὶ σήμερον Δαβὶδ τοὺς τῆς ἀφέσεως
5τῶν ἁμαρτιῶν τυχόντας ἐμακάριζεν ἅμα 〈μ〉ὲν τὴν φιλανθρωπίαν 〈τοῦ〉 Χριστοῦ παριστῶν, ἅμα δὲ 〈καὶ〉 τοὺς ἁμαρτωλοὺς 〈προ〉σδραμεῖν τῇ μετα〈νοίᾳ π〉αρασκευάζων 〈... μα〉κάριοι, φησίν, 〈ὧν ἀφέθησα〉ν αἱ ἀνομίαι 〈καὶ ὧν ἐπεκ〉αλύφθησαν 〈αἱ ἁμαρτίαι ...〉 τις οὖν 〈10〉 η πόρνος 〈10〉 τελώνης 〈εἰς τὰς ἀκ〉ενώτους τῆς 〈σωτη〉‐
10ρίας τοῦ Χριστοῦ τρεχέτω〈πη〉γάς. Οὐκ ἔστιν ἄνευ 〈α〉ὐτῆς οὐ κα‐ κῶν λύσιν λαβεῖν οὐ τοῦ μακαρι〈σμ〉οῦ τυχεῖν, κἂν προφήτας κἂν ἀποστόλους κἂν εὐαγγελιστὰς εἴπῃς. Πάντες γὰρ ἐκ τῆς αὐτῆς ἤντλησαν πηγῆς. Ἐν προφήταις μὲν αὐτὸς ὁ Δαβὶδ μετὰ μοιχείαν ἔτι καὶ νῦν προφήτης ὢν διὰ τὴν τοῦ συγχωρήσαντος χάριν. Ἐν
15ἀποστόλοις δὲ Πέτρος καὶ Παῦλος, ὁ μὲν γὰρ μετὰ τὴν ἄρνησιν τὰς κλεῖς τῆς βασιλείας ἔχει, ὁ δὲ μετὰ τὴν δίωξιν τῶν ἐθνῶν κατέστη ἀπόστολος τὸν Ἰουδαϊκὸν ζῆλον εἰς εὐαγγελικὸν μετα‐ θεὶς τρόπον. Ἐν γὰρ τοῖς εὐαγγελίοις οὐ 〈Ματθαῖον〉 μόνον σῳζόμενον ἐκ τελωνῶν οἶδα, ἀλλὰ καὶ ἑτέρους σὺν αὐτῷ δύο· ὧν
20εἷς μὲν προσευχόμενος ἐκ τοῦ τὸ στῆθος τύπτειν, τὸν θησαυρὸν τῶν κακῶν, ἐκ τοῦ μὴ τολμᾶν ἐπᾶραι τὰς χεῖρας εἰς τὰ ἅγια, ἐκ τοῦ κάτω νεύειν οὐ μόνον ἐδικαιώθη, ἀλλὰ καὶ κατὰ φαρισαῖον ἐστεφανώθη· Ζακχαῖος δὲ ἀνελθὼν ἐπὶ τὸ δένδρον ἐν ᾧ πολλά‐ κις ἑστὼς κατεσκόπει μὴ πού τις τῶν ἐμπόρων λαθὼν παρέλθῃ
25ὅπως μὴ ἀζήμιος μείνῃ, ἐτήρει μὴ λάθῃ αὐτὸν παραδραμὼν ὁ οὐρανοῦ καὶ γῆς ἔμπορος, ὁ τὸν ἄσυλον τῆς βασιλείας ἐπιφερό‐ μενος θησαυρόν. Ἵνα δὲ μὴ ὅλως ὁμοῦ τῶν τελωνῶν συγχέωμεν τὰς ἱστορίας, εἰ δοκεῖ, σήμερον τὸν Ζακχαῖον μόνον λαβόντες εἰς ὑπόθεσιν
30πραγματείας τὸν λόγον εὐρύνωμεν. Ἐξελθών, φησίν, ὁ Ἰησοῦς διήρχετο τὴν Ἰεριχὼ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ οὗτος ἦν ἀρχιτελώνης. Οὐχ ἁπλῶς δὲ τῆς Ἰεριχὼ μέμνηται ὁ
εὐαγγελιστής, ἀλλ’ ἐπειδὴ τελώνην οἴκοι φιλοφρονησάμενον θεὸν 〈λέγει〉. Ἄπιστον δὲ ἦν τὸ πρᾶγμα. Προτίθησιν αὐτοῦ τὴν πατρί‐165
35δα, ἵνα τῆς πόρνης ὑπομνησθέντες Ῥαὰ〈β〉 μὴ ξενισθῶμεν πρὸς τὴ〈ν〉 ξένην Ζακχαίου παλινοδίαν. Διὰ τοῦτο οὖν ἐμνήσθη τῆς Ἰεριχώ, ἵνα ἐν νῷ λαβόντες Ῥαὰβ τὴν πόρνην συγκρίνωμεν ἀμφοτέρων τῆς σωτηρίας τὸν τρόπον. Ὥσπερ γὰρ Ῥαὰβ ἡ πόρνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ὡς κατάσκοπον δεξαμένη ἔκρυψεν, οὕτω
40καὶ Ζακχαῖος ὁ τελώνης τὸν ἀληθινὸν Ἰησοῦν τὸν κατασκο‐ πεύοντα ἡμῶν τὴν διάνοιαν οἴκοι δεξάμενος ἔθρεψεν. Ἐκείνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ἐδέξατο τὸν εἰς τὴν γῆν τῆς ἐ〈παγ〉γελίας τὸν λαὸν εἰ〈σα〉γαγόντα· οὗτος 〈τὸν ἀλη〉θινὸν Ἰησοῦν δέχε〈ται τὸν εἰσ〉 τὴν βασ〈ιλείαν τῶν οὐ〉ρανῶ〈ν〉 〈12〉 κατ 〈10〉. 〈Ἐκεί〉νη
45〈Ἰησοῦν ἐδέξατο τὸν〉 φ
45lacuna septem linearum 〈οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν〉 τῶν Ἰουδαίων ἐδαφίσαντα ναόν· Οὐ μὴ γάρ, φησί, μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ Ἰορδάνου τὸν λαὸν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσαγαγόντα· οὗτος τὸν

(50)

ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ βαπτίσματος εἰσαγαγόντα τοὺς πιστοὺς ὅπου ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐκείνη Ἰησοῦν 〈ἐ〉δέξατο τὸν τὸν βότρυν 〈ἐπ〉ὶ ξύλου ἐκ τῆς γῆς 〈ἐξαγ〉αγόντα· οὗτος 〈τὸν ἀληθ〉ινὸν Ἰησοῦν ὑπε〈δέξατο τὸν〉 τὸν λῃστὴν 〈εἰς τὸν
55παράδ〉εισον εἰσα〈γαγόντα〉 〈5〉 ου διὰ 〈15〉 ς 〈16〉 λω 〈16〉 οι
55lacuna quinque linearum 〈Ἡ πηγὴ τῆς Ἰεριχὼ ἦν πρό〉τερον ἀγονίας μήτηρ, ἀκαρπίας τροφός, ἀτελὲς τὸ ὕδωρ ἔχουσα. Τὸ μὲν γὰρ ῥεῖθρον ἀχανὲς εἶχεν, οἷον ἔλαιον ἀψοφητὶ ῥέουσα, ἡ δὲ τῶν ὑδάτων θέα διψῶν‐ τας τοὺς θεωμένους ἀπέλυεν· οὐ γὰρ ἀκίνδυνος ἦν τοῖς δεομέ‐
60νοις ἡ πόσις· ὀλέθριον γὰρ εἶχε τὸ νᾶμα. Τὸ μὲν γὰρ κάλλος τῆς πηγῆς πρὸς δρόμον ἐκίνει τοὺς παριόντας, ὁ δὲ φόβος τῆς βλάβης τὴν προθυμίαν ἀνέκοπτεν. Ὅθεν ἐπειδὴ μάτην τὸ ὕδωρ κατὰ τὴν πηγὴν ἔρρει, πολλάκις οἱ πρόσοικοι παρεστῶτες ἔστε‐ νον οὐχ ὑπὸ τῆς ἀνυδρίας ἀλλ’ ὑπὸ τῆς θέας τῶν ἀνωφελῶν
65ὑδάτων εἰς δίψαν παρελκόμενοι. Οὐκ εἶχον θεραπεῦσαι τῆς δίψης τὸ πάθος ὡ〈σ〉 σχετλιάζοντας αὐτοὺς πρὸς αὐτὴν λέγειν· «Τί μάτην ῥεῖς, ὦ πηγή; Βελτίων ἦσθα μὴ φαινομένη, ἀλλ’ ἐν ὄρεσι καὶ
ψάμμοις καὶ ἐν ἐρημίαις ῥέουσα ἔνθα μὴ πολλοὺς μάρτυρας τοῦ κακοῦ εἶχες». Διὰ τί δὲ ἄποτον ἦν τὸ ὕδωρ; Ἐπειδὴ ἐνέκρου τῶν166
70πινόντων τὰ σώματα· ἄν τε γὰρ ἀνὴρ ἐξ αὐτοῦ ἔπιεν, οὐκ ἐγίνετο πατὴρ οὔτε γυνὴ ἐγίνετο μήτηρ τὴν τῶν μητέρων ἀπολέσασα χάριν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γῆ δεξαμένη τὸ ῥεῖθρον ἠρνεῖτο τὴν συνήθη τῶν σταχύων φορὰν καὶ φοινίκων εὔσκιοι χάριτες τὴν τῶν φύλλων ἀπεδύοντο τὴν στολὴν καὶ συλλήβδην
75εἰπεῖν ἔρημα πάντα ἐγίνετο ὡς ἀδίκως περιπεσόντα τῷ νάματι. Τοιαύτη ἡ πηγὴ τὸ παλαιὸν τὴν Ἰεριχὼ περιήρχετο, ἕως ἐλθὼν Ἐλισσαῖος ὁ προφήτης καὶ λαβὼν ἅλας καὶ ἐπιβαλὼν τῇ πηγῇ ἐζώωσε τὰ νάματα. Τάδε γάρ, φησί, λέγει κύριος· ἴαμαι τὰ ὕδατα ταῦτα. Τάδε λέγει ὁ ἀεὶ λέγων καὶ τὸν λόγον εἰς ἔργον ἄγων·
80Μηκέτι ἐξ ὑμῶν ἄγονος ἔστω καὶ στεῖρα. Εἶπεν καὶ τὸ ὕδωρ μετεβλήθη καὶ γαστέρες ὤδινον καὶ ἡ γῆ στάχυας ἐξεδίδου καὶ οἱ βότρυες ἀνέθαλλον καὶ ἡ ἐλαία τὴν οἰκείαν ἐπεδείκνυε χάριν. Καὶ οἱ πρόσοικοι τῇ συνήθει διηλλάσσοντο πηγῇ, πάλαι μὲν πολε‐ μοῦντες καὶ πολεμούμενοι, ὕστερον δὲ ποθοῦντες καὶ γειτνιά‐
85ζοντες. Τί δὲ βούλεται τὸ αἴνιγμα τῆς πηγῆς ἀναγκαῖον εἰπεῖν; Ἡ πηγὴ αὕτη ἡ ἀφθόνως ῥέουσα, ἄχρηστον δὲ καὶ ἄγονον προχέου‐ σα ῥεῖθρον τὸ παλαιὸν τὸ〈ν〉 τῆς ἐκκλησίας ἀπ〈ο〉σῴζει λόγον. Π〈ρὸ γὰρ〉 τοῦ Χριστοῦ οὕτως 〈ἦν ἀσε〉 βὴς ὅτι κἀ〈νὴρ πιὼν ἐκ〉 τῆς
90τοῦ νάμ〈ατος πηγῆσ〉 αὐτὸ τὸ εἶναι ἄνθρωπος 〈ἀπό〉λωλεν καὶ τῇ συμ〈πλο〉κῇ τῶν εἰδώλων τ〈ῆσ〉 λογικῆς ψυχῆς τὴν 〈φύσιν〉 ἀρνούμενος καὶ γυνὴ μήτηρ ἀρετῶν οὐκ ἐγίνετο οὐδὲ ἔτικτεν σωφροσύνης βλαστήματα ἢ τὸ λευκὸν τῆς εὐσεβείας ἔβλυζε γάλα. Ἀλλ’ οὕτως αὐτῆς διακειμένης ἐλθὼν ὁ κύριος τοὺς ἀποστόλους
95ὡς ἅλας ἐμβαλὼν ἤρτυσεν αὐτὴν καὶ πότιμον ἐποίησεν. Καὶ ὅτι ἅλας ἦσαν οἱ ἀπόστολοι, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς αὐτούς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ὅτι δὲ ἡ στεῖρα καὶ ἄγονος πολύγονος γέγονεν τῶν ἀποστολικῶν μεταλαβοῦσα ἁλῶν, ὁ προφήτης λέγει· Εὐφράνθητι, φησίν, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ

(100)

βό〈ησ〉ον, ἡ οὐκ ὠδίνουσα, 〈ὅτι〉 πολλὰ τὰ τέκνα 〈τῆς ἐρή〉μου μᾶλλον ἢ 〈τῆς ἐχούσ〉ης τὸν ἄνδρα. 〈Πρὸσ〉 οὖν τὴν Ἰεριχὼ 〈ἦλθ〉εν ὁ Ἰησοῦς, ἡ πηγὴ πα〈ρὰ〉 τοὺς τῆς πηγῆς 〈πολυ〉τρόφους, ἡ πολυ〈δύν〉αμος χάρις πρὸς τὴν
πολύδενδρον καὶ πολύρυτον πόλιν. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμε‐167
105νος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης. Διπλοῦν τὸ κακόν, ὅτι καὶ ἄδικον μετῄει τέχνην καὶ τῶν κακῶς αὐτὴν μετιόντων ἦρχεν· οὐ μόνον ἁμαρτάνων ἀλλὰ καὶ τὰ ἑτέρων ὑποδεχόμενος κακά. Ξένην γὰρ ἀνέτεμνεν ἀδικίας ὁδὸν τὰς λεωφόρους τοῖς ὁδοιποροῦσιν ἐπιτειχίζων· οὔτε γὰρ τοὺς λῃστὰς μιμούμενος ἐλόχα τοὺς
110παριόντας οὔτε ζήλῳ φιλοξενίας τοὺς ὁδοιπόρους ἀνέμενεν, ἀλλ’ ὡς νόμον τὸ ἀδικεῖν ἔχων τοὺς ἀλλοτρίους ἐτελώνει πόνους τὴν ἀνελεῆ τῶν κηφήνων ἀδηφαγίαν μιμούμενος. Ὥσπερ γὰρ οἱ κηφῆνες τῶν μελισσῶν τρυγῶσι τὸν κάματον μὴ συνεφαπτόμενοι τῶν πόνων, οὕτω καὶ οἱ τελῶναι τῶν ξένων τῶν ὁδοιπόρων τοὺς
115πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρα‐ καθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ‐ μασιν ἐπολέμει, μακρὸν καὶ δυσήνιον τὸ πέλαγος ἔτεμνεν, Ζακ‐ χαῖος δὲ ἀφῃρεῖτο τῷ τέλει τὸ κέρδος. Ποιμὴν ἀν αὐχμῷ καὶ καύσωνι, ὄμβρῳ καὶ χιόνι καὶ πάχνῃ συζῶν, καλύβην
120ἔχων τὰς ἐξοχὰς τῶν πετρῶν, τροφὴν τυρὸν καὶ γάλα, ἱμάτιον ἀνέργαστον τῶν προβάτων τὴν δοράν, ἀλλ’ οὗτος ὁ ἄγροικος, ὁ πένης, ὁ ὄρεσιν προσομιλῶν Ζακχαίῳ περιέπιπτεν δεκατευόμε‐ νος τὰ θρέμματα, ἐννόμως λῃστευόμενος, ἄνευ ξίφους ἀναιρού‐ μενος. Σιδήρῳ γὰρ ὁ πληγεὶς καὶ ῥεῖον τὸ τραῦμα λαβὼν οἴχεται
125ἀναισθησίᾳ φυγὼν τοῦ πάθους τὴν χαλεπότητα, ὁ δὲ ἀκουσίῳ πενίᾳ τετοξευμένος θάνατον ἔχει τὸν πόνον καὶ τέθνηκεν· οὐχ ἅπαξ δαπανούμενος, θνῄσκει δὲ ἀεὶ κατὰ μικρόν. Καὶ ἵνα συν‐ τόμως εἴπω, ὥσπερ στρατιώταις τὰ δυσάλωτα φρούρια καὶ τοῖς κυβερνήταις αἱ ὕφαλοι πέτραι καὶ τοῖς πολεμοῦσιν οἱ ὕποπτοι
130λόχοι, οὕτως ἐμπόροις καὶ ὁδοιπόροις, βουκόλοις καὶ ποιμέσιν Ζακχαῖος φευκτὸς ἦν. Ἀλλ’ οὗτος οὕτω περὶ τὴν ἄλογον τῶν χρημάτων συλλογὴν μεμηνὼς ζητῶν τὸν Ἰησοῦν ἰδεῖν οὐκ ἠδύνατο· κατεῖχεν γὰρ αὐτὸν καὶ ἡλικίας σμικρότης καὶ ἀδικίας βαρύτης. Ὅθεν νῦν
135ἰώμενος τῆς ἡλικίας τὴν εὐτέλειαν τῇ τῆς συνέσεως ἐπινοίᾳ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν καὶ κρύπτεται ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων οἰόμενος ὁρᾶν καὶ μὴ ὁρᾶσθαι, νομίζων λανθάνειν τὸν πάντα εἰδότα· ὃ δὴ καὶ ἡ αἱμορροοῦσα ὑπέστη οἰομένη κλέπτειν τὸν Ἰησοῦν τὸν ἡδέως τὰ τοιαῦτα
140κλεπτόμενον. Ἀλλ’ ἐκείνη κἂν ἐγγὺς γενομένη τοῦ κρασπέδου ἐφήψατο, οὗτος δὲ πόρρωθεν ὢν πίστει τοῦ Χριστοῦ ἐπελάβετο.
Ὅθεν ἄνεισιν ἐπὶ τὸ ξύλον τὰ τοῦ Ἀδὰμ θεραπεύων κακά· ὁ μὲν γὰρ ὑπὸ τοῦ ξύλου πλανᾶται τὸν θεὸν φεύγων, ὁ δὲ ἀπὸ ξύλου σῴζεται τὸν θεὸν ἰδεῖν ἐπιθυμῶν. Ἀκούων γὰρ ὡς πολλὰ καὶ168
145παράδοξα ἐργάζεται θαύματα, ὡς πρὸς τοῖς σώμασιν καὶ τὰς ψυχὰς ἰατρεύει, τῶν μὲν ψυχῶν τὰς ἁμαρτίας ἀφαιρούμενος, τοῖς δὲ σώμασιν ἀπάθειαν χαριζόμενος, ἐπεθύμησεν ἰδεῖν τὸν πάντα πᾶσι συγχωροῦντα λογισάμενος παρ’ ἑαυτῷ· «Τίς ποτε ἆρά ἐστιν οὗτος ὁ Ἰησοῦς ὁ λεπροὺς καθαίρων, ὁ τυφλοὺς ἰώμενος, ὁ τὰ

(150)

ἁμαρτήματα τοῖς αἰτοῦσι συγχωρῶν; Ποταπὸς τὸ εἶδος, ὁποῖος τὴν μορφήν; Ἆρα πάντα οἶδεν; ἆρα καὶ τῶν ἀπόντων τὰς γνώμας δοκιμάζει; ἢ τῶν συνόντων μόνον τοὺς λογισμοὺς ἐξετάζει; ἆρα ὡς θεὸς τῆς ἑκάστου καρδίας ἀνιχνεύει τὰ νοήμα‐ τα; Πόθεν οὖν ταῦτα γνῶ; τίνα τούτων διδάσκαλον λάβω; τίνα;
155Τὴν πεῖραν, τὴν πάντων διδάσκαλον. Ἀνελθὼν ἐπὶ τὸ δένδρον κρύπτομαι ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων. Λανθάνω καὶ μανθάνω εἰ δύναμαι σωθῆναι. Ἐὰν γνῷ μου τῆς ψυχῆς τὸ κίνημα, οἶδα ὅτι ἐξαλείφει μου τὸ τῆς ψυχῆς ἁμάρτημα· ἓν τοῦτο οὖν γνώσομαι ὅτι οἶδεν τῶν λογισμῶν τὰ κρυπτά. Ἐὰν ὑπὸ τοῦ πλήθους συνεχόμε‐
160νος ἴδῃ με τὸν λανθάνοντα καὶ μὴ μόνον ἴδῃ ἀλλὰ καὶ τῆς ψυχῆς μου ἐκκαλύψῃ τὸν ἔρωτα, αἱροῦμαι πάντα ῥῖψαι καὶ ἕνα εὑρεῖν. Μιμήσασθαι Ματθαῖον θέλω· καὶ γὰρ ἐκεῖνος τελώνης ἦν ὡς καὶ ἐγώ, ἀλλὰ Ματθαῖος μὲν οὐκ αὐθαιρέτως προσέδραμεν, ἀλλὰ κληθεὶς ὑπήκουσεν. Τάχα δὲ αὐτὸν καὶ ὁρῶν καὶ ἕνα τῶν ὁδοι‐
165πόρων νομίζων τὰς χεῖρας ἐκοίλανεν καὶ βαθὺν ἐφήπλωσε κόλπον τῇ συνηθείᾳ πρὸς τὴν λῆψιν ὀχηματιζόμενος καὶ τελωνῆ‐ σαι τὸν Χριστὸν θέλων ἀντετελωνήθη παρ’ αὐτοῦ οὐδὲ κατὰ σχῆμα, ἀλλ’ ὅλον ἑαυτὸν ἐπιδούς. Ἅμα γὰρ ἤκουσεν· Δεῦρο ὀπίσω μου, ὑπερέβη τὴν κλῆσιν τῇ προθυμίᾳ ὀξυτέρῳ τάχει παρατρέχων
170τῷ ἐφελκομένῳ. Εἰ τελώνας οὖν καλεῖ καὶ οὐ καλεῖ μόνον ἀλλὰ καὶ δικαιοῖ, οὐ βλάπτει με τῶν προλαβόντων κακῶν ὁ ἑσμός· εἰ γὰρ ὁ Ἐλισσαῖος ἅλας ἐπιβαλὼν τῇ θρεψαμένῃ πηγῇ τὸ ἄγονον αὐτῆς γόνιμον εἰργ〈άσα〉το, πάντως καὶ αὐ〈τὸσ〉 τῇ χάριτι ὡς ἅλατ〈ι ἀρ〉τύσας μου τὴν ψυχὴ〈ν〉 καρπογονίαν ἀρετ〈ῆσ〉 διεγείρει».
175 Ταῦτα 〈δὲ〉 ἐνθυμουμένου αὐτο〈ῦ〉 ἦλθεν ἐπὶ τὸν τόπ〈ον〉 ὁ Ἰη‐ σοῦς· ἀναβλέψας λ〈έγει〉 αὐτῷ· Ζακχαῖε, σπ〈εύ〉σας κατάβηθι. Ἀνέ〈βησ〉 εἰς τὸ δένδρον ὡς τελ〈ώ〉νης, κατάβηθι ἐκ το〈ῦ〉 δένδρου ὡς φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀνα〈βῇσ〉 διὰ τοῦ σταυροῦ πρὸς ο〈ὐ〉ρανόν. Ἀνῆλθες ἐπὶ 〈δέν〉δρον ἀνθρώπους
180κ〈ρυ〉πτόμενος, ἀνέρχῃ 〈διὰ〉 τοῦ σταυροῦ ἀγγέλοι〈ς
χα〉ριζόμενος. Σπεύ〈σασ〉 οὖν κατάβηθι· 〈σήμερον〉 γὰρ ἐν τῷ οἴ〈κῳ σου δεῖ〉 με μεῖναι. 〈Ὢ χάριτοσ〉 ἀφράστου! 〈Ὢ φιλανθρω〉πίας ἀρ〈ρήτου!〉 〈5〉 κάθαρτ 〈10〉 νου ὁ οἶκ 〈10〉 μεν ἡ τῶ 〈10〉 λυμβῆ〈11〉 ει. Ὅπου γὰρ ξενίζεται 〈ὁ Ἰησοῦσ〉, πάντα πρὸς169
185ἄμεινον 〈μετα〉βάλλεται τρόπον. 〈Ζακ〉χαῖε, φησίν, σπεύ〈σασ〉 κα‐ τάβηθι· σήμε〈ρον〉 γὰρ ἐν τῷ οἴκῳ σου δεῖ 〈με〉 μεῖναι. Τί εἴπω; Ἡ οἰ〈κί〉α τοῦ τελώνου πα〈ρά〉δεισος γέγονε. Ὃ γὰρ 〈ἐπὶ〉 τοῦ λῃστοῦ, τοῦτο 〈κα〉ὶ ἐπὶ τοῦ Ζακχαίου 〈β〉λέπω· εἶπεν τῷ λῃστῇ· 〈Σ〉ήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν 〈τ〉ῷ παραδείσῳ καὶ λα〈β〉ὼν αὐτὸν ἐκ
190τοῦ ξύλου 〈εἰ〉ς τὸν παράδεισον εἰσή〈γ〉αγεν· εἶπεν Ζακχαίῳ· 〈Σ〉ήμερον ἐν τῷ οἴκῳ σου 〈δ〉εῖ με μεῖναι καὶ λαβὼν 〈αὐτ〉ὸν εἰσῆλθεν πρὸ πα〈ρα〉δείσου παράδεισον 〈αὐτο〉ῦ τὸν οἶκον ἐργασά〈μενοσ〉. Ὁ δὲ σπεύσας κα〈τέβη καὶ〉 προέδραμεν 〈8〉 ωξεν ἀπην 〈9〉 ω ἐκάλεσεν 〈7 υἱὸ〉ς Ἀβραάμ 〈10〉.
195 Ἀλλ’ οἱ λαμ 〈10〉 οι οἱ ἐπὶ 〈10〉 πούμε 〈10〉 γογγύζειν ἐν ἑαυτοῖς λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Ὦ καταφρονήσεως ἐργάται καὶ γεωργοὶ τῆς ῥᾳθυμίας! Ὑμεῖς τί ἐστε, δίκαιοι ἢ ἁμαρτωλοί; Οὐ πάντων ἀνθρώπων ἐστὲ μοχθηρό‐ τεροι; Πῶς οὖν παρ’ ὑμῖν ἐσκήνωσεν Ἰησοῦς· πῶς παρ’ ὑμῖν

(200)

ἐτέχθη, ἐτράφη, ἠνδρειώθη, ἔπιεν, ἔφαγεν; Τί τὰ οἰκεῖα οὖν παρ‐ ορῶντες τραύματα τὰ τοῦ πλησίον ἀνιχνεύετε πταίσματα; Ἄλλως δέ, διὰ τί ποτὲ μὲν ἁμαρτωλόν, ποτὲ δὲ δίκαιον τὸν Χριστὸν λέγετε; Ὅτε γὰρ τὸν ἐκ γεννητῆς ἐθεράπευσεν τυφλόν, ἁμαρτωλὸν αὐτὸν εἴπατε λέγοντες· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς γὰρ
205οἴδαμεν ὅτι ἁμαρτωλός ἐστιν, ὅτι λύει τὸ σάββατον. Νῦν ὅτε τὴν τοῦ τελώνου ὑπῆλθεν στέγην ὡς δίκαιον καὶ ἀναξίως ἁμαρτω‐ λοῖς συνεσθίοντα διασύρετε ἁπλῶς. Ηὐλήσαμεν καὶ οὐκ ὠρχή‐ σασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε. Ἄν τε γὰρ θεραπεύσῃ τυφλόν, ἁμαρτωλὸν αὐτὸν λέγετε· ἄν τε ἁμαρτωλοῖς συμφάγῃ,
210διασύρετε ὡς ἀναξίως τοῖς ἁμαρτωλοῖς συνεσθίοντα. Τί οὖν; Μὴ θεραπεύσῃ ἐν σαββάτῳ τυφλόν, ἵνα μὴ ἁμαρτωλὸς νομισθῇ; μὴ φά〈γῃ〉 μετὰ τελωνῶν, ἵν〈α δί〉καιος ὑποπτ〈ευθῇ; Τί〉 δὲ αἰτιᾶσθε αὐτ〈όν, ὅτι〉 παρὰ ἀνδρὶ ἁμα〈ρτω〉λῷ εἰσῆλθεν καταλῦ‐ σαι; Καὶ ποῦ ἐχρῆν 〈τεθῆ〉ναι τὸ φῶς ἢ ἐν τ〈ῇ σκο〉τίᾳ; Τὸ γὰρ φῶς
215ἐ〈ν τῇ〉 σκοτίᾳ φα〈ίνει〉 καὶ ἡ σκοτία αὐτὸ 〈οὐ κατ〉έλαβεν. Ποῦ τὸν ἰα〈τρὸν〉 ἐλθεῖν ἔδει; Οὐ προστρεχέτω κάμνοντας; Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Ποῦ τὸν ἀμνὸν τοῦ θεοῦ ἐχρῆν φανῆναι; Οὐ πρὸ〈ς τοὺς τελώ〉νας καὶ 〈ἁμαρτω‐ λούσ〉, ἵνα τὸ φορ〈τίον αὐτῶν〉 ἀναλαβὼν 〈8〉 καταστήσει 〈7〉170
220τίας; Μάτην 〈6〉 λοιδορεῖτε· π〈επλή〉ρωται γὰρ ἐφ’ ὑ〈μῖν τὸ〉 εἰρημένον ὅτι 〈Πόρναι〉 καὶ τελ〈ῶναι προάγουσιν〉 ὑμᾶς εἰς τὴν 〈βασιλείαν〉 τῶν οὐρανῶν 〈8〉 φαρισαῖοι οἱ 〈8〉
222lacuna sex linearum 〈Σταθεὶς δὲ Ζακχαῖος εἶπεν π〉ρὸς 〈τὸν κύριον· ἰδο〉ὺ τὰ 〈ἡμίση τῶν ὑπαρχόντων μου δίδωμ〉ι τοῖς πτωχο〈ῖς καὶ εἴ τ〉ινός τι
225ἐσυκοφ〈άντησ〉α, ἀποδίδωμ〈ι τετρ〉απλοῦν. Οὐκέτι γὰρ πένητας ἀδικεῖν ἀνέχομαί σε τῶν πενήτων 〈σ〉κεπαστὴν οἴκοι δεξάμ〈ε〉νος. Οὐκέτι ἐπτόημαι περὶ τὴν τῶν 〈χρημάτων συ〉λλογήν, 〈9〉ν πλοῦτον 〈8〉ν. Οὐκέτι πε 〈7〉 πύλαις ἐπι 〈3〉 ων ὁδοιπόρων 〈4〉ν ἐν ἀνθρώπου μορφῇ 〈4〉ρονησάμενος 〈4〉ν τῶν
230προλαβόν 〈5〉ν ἀμνηστείαν οὐ 〈12〉 ον ὡς 〈7〉 τὸν ἴδιον 〈2〉ετον 〈8〉 διερράγη 〈8〉 γραφατῶν
231lacuna sex linearum τη 〈15〉
232lacuna unius lineae θέλω 〈12〉 πλούσιο〈ς ὢν πτωχ〉εύσας δ〈ι〉έμε〈νε. Αἱ ἀλώ〉πεκες φωλ〈εοὺς ἔ〉χουσι καὶ τὰ πετειν〈ὰ〉 τοῦ οὐρανοῦ κατασκηνώσεις, σὺ
235δὲ οὐκ ἔχεις ὅπο〈υ〉 τὴν κεφαλὴν κλίν〈ῃσ〉. Οἰχέσθωσαν αὐλαὶ καὶ προαύλια, οἰκοδομῶν μεγαλουργίαι, λαμπροὶ καὶ περιφανεῖς οἶκοι. Ἀντὶ πάντων γὰρ τούτων ἀκένωτόν σου τῆς πενίας πλοῦτον ζητῶ. Ἀλλ’ ἐπειδὴ ἐπὶ πλεῖον οὐ δύναμαι τῆς ψυχῆς Ζακχαίου
240διηγήσασθαι τὸν πλοῦτον, τῷ ἐν ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον 〈γὰρ〉 τὸν φιλόξενον τοῦ 〈φιλο〉ξένου διηγήσασθαι 〈τὰς ἀρε〉τὰς πρὸς αἴ〈νεσι〉ν μὲν αὐτοῦ, στη〈ριγμὸ〉ν δὲ ὑμῶν, στέφα〈νον δ〉ὲ τῆς ἐκκλησίας, 〈τιμὴ〉ν δὲ τοῦ Χριστοῦ, ᾧ ἡ 〈δόξα〉 καὶ τὸ κράτος εἰς 〈τοὺσ〉 αἰῶνας τῶν
245αἰ〈ών〉ων. Ἀμήν.171