TLG 2112 003 :: AMPHILOCHIUS :: In occursum domini (orat. 2)

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

In occursum domini (orat. 2)

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 37–73.

Citation: (Line)

1tἈμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὴν θεοτόκον καὶ εἰς
2tτὸν Συμεῶνα καὶ Ἄνναν.
3 Πολλοὶ τῶν μεγάλων ἀνθρώπων τὴν παρθενίαν θαυμάζου‐ σιν· καὶ γάρ ἐστι θαυμαστὴ ὡς τῶν ἀγγέλων σύμφυτος, ὡς τῶν
5ἄνω δυνάμεων συνόμιλος, ὡς τῶν ἀσωμάτων φύσεων σύνδρο‐ μος, ὡς τῆς ἁγίας ἐκκλησίας λαμπαδοῦχος, ὡς τὸν κόσμον νικῶσα, ὡς τὰ πάθη πατοῦσα, ὡς τὰς ὀρέξεις χαλινοῦσα, ὡς τῇ Εὔᾳ μὴ κοινωνοῦσα, ὡς λύπης ἀπηλλαγμένη, ὡς ἁγνείας ἐπειλημμένη, ὡς στεναγμῶν λελυτρωμένη, ὡς τὴν καταδεδικασ‐
10μένην ἀπόφασιν μὴ προσδεχομένη τὴν φάσκουσαν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία ὡς ἀδούλωτον κτῆμα, ὡς ἐλεύθερον ἐνδιαίτημα, ὡς ἀσκητικὸν ἐγκαλλώπισμα, ὡς τῆς
15ἀνθρωπίνης ἕξεως ἀνωτέρα, ὡς τῶν ἐπ’ ἀνάγκαις παθῶν ἀπολυθεῖσα, ὡς συνεισελθοῦσα τῷ νυμφίῳ Χριστῷ εἰς τὸν θάλαμον τῆς τῶν οὐρανῶν βασιλείας. Καὶ τὰ μὲν τῆς παρθενίας κλέη ταῦτα καὶ τὰ παραπλήσια τούτων. Ὁ δὲ τίμιος γάμος ὑπέρκειται παντὸς δώρου γηΐνου, ὡς ἔγκαρπον δένδρον, ὡς37
20ἀστειότατον φυτόν, ὡς ῥίζα τῆς παρθενίας, ὡς γεωργὸς τῶν λογικῶν καὶ ἐμψύχων κλάδων, ὡς εὐλογία τῆς τοῦ κόσμου αὐξήσεως, ὡς παρήγορος τοῦ γένους, ὡς δημιουργὸς τῆς ἀνθρωπότητος, ὡς τῆς θεϊκῆς εἰκόνος ζωγράφος, ὡς τὸν δεσπότην εὐλογοῦντα κεκτημένος, ὡς πάντα τὸν κόσμον φέρειν
25δεχόμενος, ὡς ἐκείνῳ πολιτευόμενος ὃν καὶ ἐνανθρωπῆσαι ἐδυσώπησεν, ὡς δυνάμενος λέγειν μετὰ παρρησίας· Ἰδού, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Περίελε τὸν τίμιον γάμον καὶ οὐχ εὑρήσεις τὸ τῆς παρθενίας ἄνθος· ἔνθεν γὰρ καὶ οὐκ ἄλλοθεν τὸ τῆς παρθενίας ἄνθος ἀναλέγεται. Ταῦτα δὲ λέγοντες οὐ μάχην
30παρεισβάλλομεν μεταξὺ παρθενίας καὶ γάμου· ἑκάτερα δὲ ὡς ἀλληλόχρεα θαυμάζομεν. Ἐπειδὴ τῶν ἑκατέρων ὁ δεσπότης
προνοητής, οὐκ ἀντιταλαντεύει ἕτερον τῷ ἑτέρῳ· πρὸς πάντα γὰρ τὰ ἑκάτερα μέρη τῆς θεοφοβίας ἔχεται. Δίχα γὰρ τῆς εὐσεβοῦς θεοφοβίας οὔτε παρθενία σεμνὴ οὔτε γάμος τίμιος.39
35 Ταῦτα δέ μοι τῷ λόγῳ προήχθη διὰ τὸ ἐν τῷ νόμῳ γραφὲν καὶ ἐν τῇ χάριτι βεβαιωθὲν καὶ καθόλου λεχθὲν καὶ καθόλου μὴ εὑρεθὲν καὶ ἐν τῷ κυρίῳ μόνῳ πληρωθέν· περὶ τοῦ γαμικοῦ φημι πρωτοβόλου καρποῦ. Ποίου τούτου; Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ
40τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς τὸ ἱερὸν καὶ παρέστησαν αὐτὸν τῷ κυρίῳ, καθώς ἐστι γεγραμμένον ἐν νόμῳ κυρίου· πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται.
45Εἶδες τοῦ γάμου τὴν εὐλογίαν καὶ τὸ κατὰ κοινοῦ λεχθὲν ἐπὶ τοῦ κυρίου μόνου εὑρεθέν; Ὅπερ, πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνον τὴν ἀναφορὰν κέκτηται,
οὐχὶ δὲ καὶ εἰς ἄλλον τινά, εἰ καὶ ὅτι καθολικῶς εἴρηται. Καὶ γὰρ πᾶσα φύσις παρθένου πρῶτον ἐκ συνουσίας ἀνδρὸς διανοίγεται·41

(50)

ἡ μήτρα καὶ εἶθ’ οὕτως τίκτει. Ἐπὶ δὲ τοῦ σωτῆρος ἡμῶν οὐχ οὕτως, ἀλλὰ χωρὶς συνουσίας αὐτὸς διανοίξας τὴν μήτραν τῆς παρθένου ἀφράστως προῆλθεν, ὥστε τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν
55ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχος γέγονεν; Μὴ ἆρα ὁ Ἡσαῦ ἅγιος, ὁ πολέμιος καὶ μαχαίρας κληρονόμος, ἐπειδὴ καὶ οὗτος τῆς μητρικῆς νηδύος πρῶτος ἐξέπεσεν; Μὴ ἆρα ὁ Ῥουβὴμ ἅγιος, ὁ τὴν πατρικὴν κοίτην ὑβρίσας καὶ κατάρας ἀπόφασιν ἀναζέσας, ἐπειδὴ καὶ οὗτος τῆς
60πολυγόνου κοιλίας τῆς Λίας πρῶτος ἐξῆλθεν; Οὐδεὶς τούτων
ἅγιος, πάντες οὗτοι ἐν ἐπιτιμίοις. Ἐξ ὧν δείκνυται ὅτι εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, κατὰ τὸν Γαβριὴλ τὸν εἰρηκότα πρὸς τὴν παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου43
65ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. Ἔστι δὲ πάντως εἰπεῖν τινα τῶν ἀντιλεγόντων, ὅτι εἰ τοίνυν εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, οὐκ ἔμεινεν ἡ παρθένος παρθένος. Ἐφώνησε γὰρ ἡ γραφὴ ὅτι Πᾶν ἄρρεν διανοῖγον μήτραν· ἀνέῳκτο
70πάντως ἡ παρθενικὴ μήτρα, εἰ εἰς τὸν κύριον τὴν ἀναφορὰν κέκτηται. Ἄκουε συνετῶς· πρὸς μὲν τὴν παρθενικὴν φύσιν οὐδ’ ὅλως αἱ παρθενικαὶ πύλαι ἠνεῴχθησαν βουλήσει τοῦ ἀρτίως κυοφορηθέντος κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ κυρίου, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη.
75Ὡς πρὸς τὴν παρθενικὴν τοίνυν φύσιν οὐδ’ ὅλως ἠνεῴχθησαν αἱ παρθενικαὶ πύλαι· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος
δεσπότου οὐδὲν κέκλεισται τῷ κυρίῳ, ἀλλὰ πάντα ἠνέῳκται. Οὐδὲν τὸ παρεμποδίζον, οὐδὲν τὸ παρενοχλοῦν· πάντα τῷ κυρίῳ ἠνέῳκται. Ὅθεν καὶ αἱ ἄνω ὑπέρταται δυνάμεις ταῖς κάτω45
80παρεγγυῶσαι κεκράγασι λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία, ἡ ἀληθὴς παρθενία, ἐπειδή ἐστι καὶ ἐν παρθενίᾳ διαφορά· αἱ μὲν νυστάξασαι, αἱ δὲ γρηγορήσασαι. Θαυμαστὸς καὶ ὁ γάμος, ὁ ἀληθὴς γάμος καὶ τίμιος· πολλοὶ γὰρ ἐφύλαξαν καὶ
85πολλοὶ παρεσάλευσαν. Θαυμαστὴ δὲ καὶ ἡ χηροσύνη· καλὸν γὰρ τῶν τριῶν ταγμάτων ἀπομνημονεῦσαι. Καί, ὡς προεῖπον, θαυμαστὴ καὶ ἡ χηροσύνη, ἡ ὄντως
χηροσύνη, ἡ τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα· οἵα γέγονεν ἡ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα Ἄννα ἡ προφῆτις, ἡ καλῶς47
90γηράσασα καὶ ὡς ἀετὸς ἀνακαινισθεῖσα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἥτις ἐν νηστείαις καὶ δεήσεσιν
95ἐλάτρευεν ἐν τῷ ἱερῷ νύκτα καὶ ἡμέραν. Εἶδες ἐν τίσιν καὶ οἵα ἡ χήρα Ἄννα ἐν τοῖς θείοις εὐαγγελίοις ἐγκεκαλλώπισται; Ὄντως ἄννα ἡ Ἄννα· συνέδραμεν τῇ τῶν τρόπων εὐδοξίᾳ ἡ τοῦ ὀνόματος προσηγορία. Ἀκουέτωσαν αἱ γυναῖκες καὶ ζηλούτωσαν τὴν ἔνδοξον Ἄνναν· τὸν ὅμοιον δρόμον τρεχέτωσαν, ἵνα τῶν ἴσων

(100)

στεφάνων ἀπολαύσωσιν. Μηδεὶς ἀπροστασίαν προφασίσηται, ἵνα μὴ τὴν ἁγνείαν τῆς μονογαμίας ἀποσείσηται. Στέφανος τῶν χηρῶν ἡ Ἄννα· γυνὴ τὸ σχῆμα, προφῆτις τὸ
τάγμα· ἐν χηροσύνῃ διάγουσα, ἐν βασιλείᾳ διατρεφομένη· κεχαλασμένη τὸ σῶμα, νενευρωμένη τὴν ψυχήν· ἐρρυσιδωμένη49
105τὴν ὄψιν, διατεταμένη τὴν φρόνησιν· τῷ γήρᾳ συγκύπτουσα, ὀρθοβατοῦσα τῇ γνώσει· τῇ πολυετίᾳ πεπαλαιωμένη, σφριγῶσα τῇ θεογνωσίᾳ· νηστεύουσα καὶ μὴ ἀδηφαγοῦσα· δεομένη καὶ μὴ ῥεμβομένη· τῷ ἱερῷ σχολάζουσα, ἀλλοτρίους οἴκους μὴ περι‐ τρέχουσα· ψάλλουσα, μὴ φλυαροῦσα· προφητεύουσα, μὴ μυθολο‐
110γοῦσα· τὰ θεῖα μελετῶσα, τὰ ἄσεμνα μὴ προξενοῦσα. Ὑπερέβαλεν ἡ Ἄννα τὴν παρὰ τοῦ ἀποστόλου μακαριζομένην χήραν. Ποίαν ταύτην; Ἄκουε Παύλου λέγοντος· Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ δεομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ‐
115βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητείας ἀξιωθεῖσα καὶ πνεύματος ἁγίου δοχεῖον ὑπάρξασα καὶ πᾶσι τοῖς προσδεχομέ‐ νοις τὴν τοῦ κυρίου ἔνσαρκον παρουσίαν τὰ σύμβολα τῆς
παρουσίας μηνύσασα, πῶς οὐχ ὑπερηκόντισε πάσας τοῦ51
120εὐαγγελιστοῦ περὶ αὐτῆς εἰρηκότος, καθὼς ἀρτίως ἤκουες· Καὶ αὕτη, φησίν, ἡ Ἄννα αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ καὶ ἐλάλει πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Εἶδες τῆς Ἄννης τὴν μεγαλειότητα; Ὑπὲρ τοῦ κυρίου συνηγόρει ἐπὶ αὐτοῦ τὰ αὐτοῦ κατενώπιον αὐτοῦ λαλοῦσα. Ὢ τῶν παραδόξων
125πραγμάτων! Χήρα, ἀλλὰ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἐδρίμυττε καὶ δριμύττουσα πάντα τὸν λαὸν ἐψυχαγώγει μηνύουσα τὴν μέλλουσαν ἔσεσθαι λύτρωσιν ἐν Ἱερουσαλὴμ τῇ τοῦ κυρίου ἐπιστασίᾳ, λέγουσα πρὸς τοὺς παρόντας καὶ τὰ σύμβολα τοῦ κυρίου μηνύουσα. Βρέφος ἑώρα ἡ Ἄννα τὸν κύριον, δῶρα καὶ
130καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ’ αὐτοῦ προσφερόμενα, καὶ οὐ προσέκοψε τῇ ἐλαχιστότητι τῆς ἡλικίας· θεὸν ὡμολόγησεν τὸ βρέφος ἡ Ἄννα, ἰατρόν, λυτρωτὴν ἰσχυρόν, ἁμαρτιῶν ἀναιρέτην. Μὴ ἁπλῶς παραδράμῃς τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς παροῦσι μηνύουσα τὴν τοῦ κυρίου ἐνέργειαν ἔλεγεν πρὸς τοὺς
135συνηθροισμένους· Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο τὸ μαζὸν ἕλκον,
τὸ θηλὴν δανειζόμενον, τὸ μητρῴοις κόλποις προσαναπαυόμε‐ νον, τὸ ποσὶ τὴν γῆν βηματίσαι τέως μὴ καταδεχόμενον, τὸ ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο; Τοῦτο τοὺς αἰῶνας ἐθεμελίωσεν, τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε,53
140τοῦτο τὴν γῆν ἐπλάτυνε, τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ. Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, τοῦτο τὸ παιδίον ἐπὶ Νῶε τοὺς καταράκτας ἀνέῳξεν τοῦ κατακλυσμοῦ, τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται, τοῦτο τὸ παιδίον ὡσεὶ ἔριον χιόνα τινάσσει, τοῦτο τὸ παιδίον τοὺς
145προπάτορας ἡμῶν ἐκ γῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας ἠλευθέρωσεν, τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἀνέτεμε καὶ ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν καὶ ἐν τῇ ἐρήμῳ ἐπομβρίσαν τὸ μάννα γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησεν·
τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον διὰ τῶν πατέρων εἰς ὕψος55

(150)

ἐπαρθῆναι παρεσκεύασεν, τοῦτο τὸ παιδίον ὅρκους πρὸς Ἀβραὰμ τιθέμενον ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς παράκλησιν προσφέρων ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ
155ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε. Τὸ αὐτὸ καὶ παιδίον καὶ τῷ πατρὶ συνάναρχον, τὸ αὐτὸ καὶ χρόνοις συναριθμούμενον, τὸ αὐτὸ καὶ ἀγενεαλόγητον, τὸ αὐτὸ καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ στόμα καὶ σοφίαν χαριζόμενον· τὸ μὲν γὰρ διὰ τὴν ἐκ παρθένου γέννησιν, τὸ δὲ διὰ τὸ
160ἀκατάληπτον τῆς ὑπάρξεως. Ἐπειδὴ καὶ τοῦτο Ἠσαΐας παρέστη‐ σεν φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μὲν ἐγεννήθη, τὸ δὲ ἐδόθη· τὸ μὲν διὰ τὸ ὁρώμενον, τὸ δὲ διὰ τὸ νοούμενον. Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα, ταῦτα τῆς γυναικὸς τὰ57
165ἀριστολογήματα, ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης, τῆς τὸν ἄνδρα προπεμψάσης καὶ τὸν κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ συνέζησε ἀπὸ τῆς παρθενίας ἐτῶν ἑβδομάδα πληρώσασα καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐσαββά‐
170τισε, καλῶς τὴν κυριακὴν τῆς χάριτος κατέλαβε. Τρυγόνος τάξιν ἡ Ἄννα μετῆλθεν· οὐκ ἐποιήσατο λήθην τοῦ συζύγου, οὐκ ἠθέτησε τὴν πρώτην πίστιν, οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ, οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ τὴν μνήμην, ὡς ζῶντα τὸν τεθνεῶτα· οὐκ ἐρύπωσε τὴν νυμφικὴν
175σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ
καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία ἡ τὴν μνήμην συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου ἢ τέκνων παρόντων διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ δὲ μὴ59
180πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον ὁρμᾶν τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὴ καὶ τοῦτο παραινῶν ὁ μακάριος Παῦλος κέκραγεν· Βούλομαι νεωτέρας χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ σύμβολον τῆς προκοπῆς τοῦ δευτέρου γάμου προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας
185γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς παιδοποιΐας ἡ προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ νέᾳ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος τῶν λογικῶν σταχύων ἀντεριζόντων.
Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν· τί οὖν ὁ εὐαγγελιστής;61
190Καλὸν γὰρ τῆς πάσης πραγματείας ἐπιλαβέσθαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος πῶς ὁ Συμεὼν πρὸς τὴν παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Τί ἐστι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται
195ῥομφαία; Ἄκουε συνετῶς. Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ κυρίου κατὰ τοῦ Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις,

(200)

ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς φάσκων· Ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ’ εἰς ἀνάστασιν
205πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν παρθένον· Ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ63
210αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλογίας τὸν σταυρὸν προσαγο‐
215ρεύσας. Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας ῥήματα προσήνεγκαν τῷ κυρίῳ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, καλάμῳ τύπτοντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιτιθέντες, λόγχῃ τὴν
πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς λόγοις65
220βοῶντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ ἀντεῖπον ὅτε Πέτρος ἠρνεῖτο καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο. Ἐν τῷ οὖν σταυρικῷ σημείῳ καὶ αὐτῆς τῆς παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ
225ἔλεγε· Διὰ τί μὴ προετελεύτησα; Διὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα καὶ μείζονα μητέρων τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους διαλογισμοὺς τῆς παρθένου ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς ὁ κύριος προεῖπε·
230Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. Ὅθεν καὶ
ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὁρᾷς πῶς τοὺς ἀπείρους διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους67
235νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν οὐκέτι ῥομφαία δίστομος, ἀλλ’ εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευ‐
240σεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν ψυχὴν τῆς παρθένου διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν
245Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγο‐ ρεύθη, οὐ μόνον ἐν τῇ καινῇ διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ νέᾳ. Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς69

(250)

θεὸς ὁ κἀκεῖ νομοθετήσας καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέ‐ λειαν μηνύοντος· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε πρεσβύτην μηδὲ νεανίσκον καὶ παρθένον καὶ παιδίον καὶ γυναῖκας
255θανατώσατε εἰς ἐξάλειψιν, τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων τὸ σημεῖον μὴ ἅψησθε. Ἴδετε τὸ σημεῖον τῆς παλαιᾶς καὶ τῆς νέας.
Αὐτὸ γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σῴζων, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς71
αἰῶνας τῶν αἰώνων. Ἀμήν.73