TLG 2112 002 :: AMPHILOCHIUS :: Iambi ad Seleucum

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

Iambi ad Seleucum

Source: Oberg, E. (ed.), Amphilochii Iconiensis iambi ad Seleucum [Patristische Texte und Studien 9] Berlin: De Gruyter, 1969: 29–40.

Citation: (Line)

1Χαίρειν κελεύω τὸν καλόν τε κἀγαθὸν υἱὸν Σέλευκον, εὐγενοῦς ῥίζης κλάδον. χαίρειν δὲ καὐτὸς εὔχομαι τῷ σῷ βίῳ μαθήμασίν τε καὶ τρόποις φρονῶν μέγα.
5Πρῶτον μὲν οὖν φόβον τε καὶ πόθον ἔχε θεοῦ· θεὸς γὰρ πᾶσιν ἀρχὴ καὶ τέλος τοῖς εὖ φρονοῦσι γίγνεται παντὸς βίου. Τὸ δεύτερον δὲ τὸν τρόπον ἄσκει, τέκνον, πρᾶον, ταπεινόν, ἐγκρατῆ, στερρόν, γλυκύν,
10ἀβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφόν, σεμνόν, φίλεργον, εὐσταθῆ καὶ σώφρονα. κόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταις μὴ χρήμασιν τοσοῦτον, ἀλλὰ τῷ τρόπῳ πλουτεῖν· τὸ σὸν γὰρ τοῦτο· τὰ δὲ χρήματα
15παίζει πλανῶντα τὴν φιλόπλουτον νόσον, ἄλλοις ἀπ’ ἄλλων προσγελᾶν πεφυκότα, πόρνης ἀπίστου τὸν τρόπον μιμούμενα πολλοὺς ἐραστὰς ποικίλως μωκωμένης, συνόντα καὶ φεύγοντα καὶ κολλώμενα
20τούτοις ἐκείνοις, οὐδενὶ δὲ γνησίως. τὸ γὰρ βέβαιον οὐκ ἔχει πλούτου φύσις λάβροις θαλάσσης κύμασιν εἰκασμένη κυρτουμένοις, πίπτουσιν ἀστάτῳ φορᾷ. σὺ τοίνυν, ὦ παῖ, τοῖς τρόποις πλουτῶν ἀεὶ
25θησαυρὸν ἕξεις οὐ κλοπαῖς συλώμενον, οὐ συκοφάνταις ἐν μέσῳ προκείμενον, οὐδ’ αὖ τυράννων χερσὶν ἐξαντλούμενον ἢ βαρβάρων ὅπλοισιν ἐκπορθούμενον, μένοντα δ’ ἔνδον τῶν ἀσωμάτων δόμων
30ψυχῆς ταμείοις ἀσφαλῶς τηρούμενον, ὃν οὔτε λάβρον ἐσθίει πυρὸς μένος,
οὐδ’ αὖ καλύψει κῦμα ποντίου σάλου. Τοῦτον τὸν ὄντως ὄντα σὸν καὶ γνήσιον πλοῦτον φυλάττων σμῆχε τοῖς μαθήμασιν,29
35βίβλοις ποιητῶν, ἱστορικῶν συγγράμμασιν, καὶ ταῖς τρεχούσαις ῥητόρων εὐγλωττίαις λεπταῖς τε μερίμναις φιλοσόφων ἀσκούμενος. τούτοις δ’ ἅπασιν ἐμφρόνως ἐντύγχανε σοφῶς ἀπ’ αὐτῶν συλλέγων τὸ χρήσιμον,
40φεύγων δ’ ἑκάστου τὴν βλάβην κεκριμένως, σοφῆς μελίττης ἔργον ἐκμιμούμενος, ἥτις ἐφ’ ἅπασιν ἄνθεσιν καθιζάνει, τρυγᾷ δ’ ἑκάστου πανσόφως τὸ χρήσιμον αὐτὴν ἔχουσα τὴν φύσιν διδάσκαλον.
45σὺ δ’ ἐκ λογισμοῦ τῶν μὲν ἀφθόνως δρέπου τῶν ὠφελούντων. εἰ δέ τι βλάβην φέρει, συνεὶς τὸ φαῦλον ὀξέως ἀφίπτασο. ὠκύπτερος γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. ὥσθ’ ὅσα μὲν αὐτοῖς εἰς ἀρετὴν ἐγκώμια

(50)

ὑμνοῦσιν αὐτὴν ἐγράφη καὶ τοὔμπαλιν κακίαν ψέγουσιν, ταῦτα σὺ σπουδῇ μαθὼν καὶ νοῦν φύλασσε καὶ χάριν τῆς λέξεως. ἃ δ’ εἰς θεοὺς ἔγραψαν ἐν λήρῳ πλατεῖ μύθους ἀσέμνους, δαιμόνων διδάγματα,
55μύθους γέλωτος ἀξίους καὶ δακρύων, ταῦθ’ ὡς βρόχους τε καὶ πάγας ἀποστρέφου. ἄμφω δ’ ἀναγνούς, τοὺς θεοὺς καὶ τοὺς λόγους, θεοὺς γελοίους καὶ λόγους ἐρασμίους, καταφρόνει μὲν τῶν φιληδόνων θεῶν,
60λόγους δὲ τιμῶν, ὥσπερ ἐξ ἑνὸς φυτοῦ, καὶ τὰς ἀκάνθας φεῦγε καὶ ῥόδον δρέπου.
καὶ τῶν μὲν ἔξω σοι λόγων οὗτος νόμος ἄριστος. οἷς δὲ πᾶσαν ἁρμόττει νέμειν σπουδήν, ἐροῦμεν, ἀλλὰ μικρὸν ὕστερον.30
65Ἐκεῖνο γάρ σοι πρῶτον εἰπεῖν βούλομαι. φεύγειν κατάκρον τῶν κακῶν ὁμιλίας καὶ τὰς σὺν αὐτοῖς ἡδονὰς χρὴ τὸν νέον. πολλοὶ γάρ εἰσιν, ὡσπερεὶ βοσκήματα ψώρας γέμοντα καὶ νοσήματός τινος,
70οἳ τοὺς νέους πειρῶσι τοὺς ἁπλουστέρους παρατριβόμενοί τ’ ἐν δόλῳ πανουργίας ὥσπερ νόσου θέλουσι τῆς πονηρίας αὐτοὺς ἀναπιμπλᾶν, ὥστε τῇ τῶν πλειόνων κοινωνίᾳ σφῶν τοῖς κακοῖς ἐπισκοτεῖν.
75τούτους φυλάττου. καὶ γάρ, ὡς Παύλῳ δοκεῖ, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ναὶ μὴν ἐκεῖνο σφόδρα σοι τηρητέον· μίσει θεάτρων, θηρίων, ἱπποδρόμων ἄσεμνον ᾠδήν, δύσεριν κακῶν θέαν,
80βίου ματαιότητας, ὕδραν ἡδονῶν, ἀνδρῶν ἀσελγῶν ἀπρεπῆ μαθήματα οἷς οὐδέν ἐστιν αἰσχρὸν ἢ τὸ σωφρονεῖν. οἱ μὲν γὰρ αὐτῶν, αἰσχύνης ὑπηρέται, τέχνην ἔχουσι τὸ φρονεῖν ταῖς ὕβρεσιν,
85μῖμοι γελοίων κονδύλοις εἰθισμένοι, αἰδῶ τεμόντες τοῖς ξυροῖς πρὸ τῶν τριχῶν, ἀσελγὲς αἰσχρότητος ἐργαστήριον, οἷς πάντα πάσχειν καὶ ποιεῖν, ἃ μὴ θέμις, ἐν ταῖς ἁπάντων ὄψεσιν τέχνης μέρος.
90ἄλλοι δ’, ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρενες θηλυδρίαι.
οὐκ ἄνδρες, οὐ γυναῖκες ἀψευδεῖ λόγῳ.31
95τὸ μὲν γὰρ οὐ μένουσι, τὸ δ’ οὐκ ἔφθασαν. ὃ μὲν γάρ εἰσιν, οὐ μένουσι τῷ τρόπῳ, ὃ δ’ αὖ κακῶς θέλουσιν, οὔκ εἰσιν φύσει, ἀσωτίας αἴνιγμα καὶ γρῖφος παθῶν, ἄνδρες γυναιξὶ καὶ γυναῖκες ἀνδράσιν.

(100)

τί δ’ ἂν λέγοι τις ᾀσμάτων αἰσχρῶν νόσους μέλη τε θηλύνοντα καρδίας τόνον, αὐλούς, χορείας πορνικῶν βακχευμάτων, οἷς καὶ γέρας νέμουσιν οἱ τρισάθλιοι; ταῦτ’ οὖν ἐπαίνων καὶ θέας καὶ τέρψεως
105ἢ δακρύων τε καὶ στεναγμῶν ἄξια; γέλως τυραννεῖ καὶ φύσις μοιχεύεται καὶ ποικίλη φλὸξ ἡδονῶν ἐξάπτεται. καὶ κτίζεται θέατρα τῆς ἀτιμίας, ὡς μηδὲ λάθρα τὰς νόσους ἀσχημονεῖν,
110ἀλλ’ ἆθλα κεῖσθαι τῶν κακῶν μαθημάτων. σὺ δὲ βδελύττου ταῦτα, μὴ χράνῃς κόρας, φεύγων ἁπάσας ὀμμάτων διαφθοράς, ὡς ἂν φυλάττοις τὰς κόρας μοι παρθένους. Πλέον δὲ φεῦγε τὰς μιαιφόνους θέας
115τῶν γαστριμάργων, ὧν θεὸς ἡ κοιλία. δοῦλοι γὰρ ὄντες γαστρὸς αἰσχίστης νόσου ὑπηρετοῦσι τοῖς κακοῖς προστάγμασιν. ἡ δ’ ὡς πικρὰ δέσποινα τῶν λοιπῶν μελῶν ἔνδον κάθηται θηρσὶ πωλοῦσα μέλη,
120λάβρως κατεσθίουσα τὰ τιμήματα, γαστὴρ ἄσωτος θηρίων εἰς γαστέρας τυραννικῶς ὠθοῦσα συγγενῆ μέλη. τούτων κάθηνται τῶν παθῶν ἀγνώμονες ἄνδρες θεαταί. κἂν μὲν ἄνθρωπος φύγῃ
125θῆρας, στένουσιν ὡς πλέον τῶν θηρίων παιχθέντες αὐτοὶ καὶ μάτην καθήμενοι.
ἀνδρὸς δ’ ἁλόντος καὶ στενὸν μυκωμένου πικρὸν βοῶντος καὶ κόνιν ἀμωμένου πάσης θεατῶν ὄψεως οἶκτος ἅπας32
130ἐδραπέτευσε καὶ σὺν ἡδονῇ κρότος μέγιστος, ἢν ἴδωσιν αἱμάτων ῥοάς. χαίρουσι γὰρ βλέποντες, ἃ θρηνεῖν ἔδει, καὶ θηρίοις νέμουσιν εὐνοίας ῥοπὴν καὶ τοῖς ἑλοῦσιν ἐγκελεύονται πλέον
135θήγοντες ὀργὰς ὥσπερ ἐμφορούμενοι καὶ σάρκας ἀνδρῶν θηρσὶ συμμασσώμενοι. χ’ οἱ μὲν κακοὶ πρατῆρες οἰκείων μελῶν τροφῆς τε δοῦλοι καὶ πάλιν θηρῶν τροφή, ζῶντες στυγητοὶ καὶ θανόντες ἄθλιοι
140τοιοῦτον ἔσχον τοῦ βίου πικρὸν τέλος. μελῶν δὲ τὰ μὲν ἐντέθαπται θηρίοις, τὰ δ’ ὑπ’ ὀδοῦσι νηλεῶς δαρδάπτεται, ἡμισπάρακτα δ’ ἄλλα ποικίλαις στροφαῖς ᾄττει περισπαίροντα καὶ φυγῆς ἔτι
145καιρὸν νομίζει καὶ δρόμον φαντάζεται. μὴ δὴ μιάνῃς ὄμμα σὸν θεαμάτων ὠμῶν μολυσμοῖς μηδὲ γυμνάσῃς ὁρᾶν ἄνδρας θανόντας, θηρία πεπλησμένα, τάφους τρέχοντας, συγγενεῖς δὲ κειμένους.

(150)

Καὶ μὴν τὸ πολλοῖς μᾶλλον ἡμερώτερον δοκοῦν θέαμα πωλικῶν ἱπποδρόμων, καὶ τοῦτο λοιμός ἐστι καὶ ψυχῶν νόσος. πόλεις διασπᾷ, δῆμον εἰς στάσεις φέρει, μάχας διδάσκει, λοίδορον θήγει στόμα,
155τέμνει πολιτῶν φίλτρα, συγκρούει γένη, καταισχύνει γέροντας, ἐκμαίνει νέους, ἔχθρας ἀνάπτει φιλτάτων, πατεῖ νόμους. κακῶν δὲ τούτων ἄλγιον τολμᾷ κακόν.
κινεῖ γόητας τοῖς μανεῖσι συμμάχους33
160νίκης βοηθούς, καὶ τρέφει νόσῳ νόσον. ἐπὰν γὰρ ἐκκαυθῶσιν εἰς θερμὴν ἔριν, πρὸς τοὺς γόητας εὐθὺς αὐτοῖς ὁ δρόμος. οἱ δ’ αὖ καλοῦσι δαιμόνων πονηρίαν συνεργὸν αὐτοῖς πτωμάτων, συντριμμάτων,
165φόνων. κακοῖς γὰρ δαιμόνων χαίρει στρατός. οὐκοῦν ἐναργῶς καὶ τὸ δόξαν ἥμερον ἐριστικὸν θέαμα τῶν ἱπποδρόμων ψυχῶν ὄλεθρός ἐστι, σωμάτων μάχη, καὶ πρός γε τούτοις χρημάτων σαφὴς βλάβη.
170πόσους μὲν οἴκους ἀθρόως κατέσπασεν; πόσους προσαιτεῖν πλουσίους ἠνάγκασεν; πόσας δὲ τὸ πρὶν εὐνομουμένας πόλεις ἄρδην καθεῖλεν; ὡς γὰρ ἡβῶσα στάσις φόνοις δυναστῶν ἔχρανε δήμου χέρας,
175χήρωσεν ἀνδρῶν τὰς πόλεις νόμῳ ξίφους, πῦρ καὶ σίδηρος τὰς πόλεις ἐνείματο σφαγαῖς κολάζων τὰς σφαγάς, φόνοις φόνους. τίς οὖν θεᾶσθαι σωφρόνων ἀνέξεται γοητείας ἅμιλλαν, οὐχ ἵππων τάχος,
180στάσιν φόνον τίκτουσαν, ἄστεων νόσον; Σὺ δ’ ἀντὶ τούτων χαῖρε τοῖς μαθήμασιν, ἐξ ὧν ὅτι κράτιστον ἀσκήσεις τρόπον. ἐπὰν δὲ τὸν νοῦν μετρίως προγυμνάσῃς ὡς ἐν παλαίστρᾳ ποικίλοις συγγράμμασιν,
185αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀεί. καινὴ γάρ ἐστι δευτέρα γεγραμμένη καὶ μεθ’ ἑαυτὴν μηκέθ’ ἕξουσα τρίτην.
190ταύταις ἅπασαν ἀσμένως σπουδὴν νέμε,
παρ’ ὧν μαθήσῃ χρηστὸν ἐξασκεῖν τρόπον καὶ τὸν ἀληθῆ καὶ μόνον θεὸν σέβειν. Μονὰς γάρ ἐστι καὶ τριὰς ἀίδιος, πατὴρ σὺν υἱῷ καὶ παναγίῳ πνεύματι,34
195τριὰς προσώποις εὐκρινής, μονὰς φύσει. μήτ’ οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις, μήτ’ αὖ θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν.
197aφύσει γὰρ ὄντως ἡ τριὰς οὐ τέμνεται.
198μία τριὰς γάρ, εἷς θεὸς παντοκράτωρ. τοῦτ’ ἐστι λεπτὸν εὐσεβὲς μυστήριον.

(200)

στενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδός, ἀτραπὸς ἀμφίκρημνος, ἐκτεθλιμμένη, ἧς ἐξολισθήσαντες ἐξ ἐναντίων κατερράγησαν εἰς βαθύκρημνον πλάνην, Σαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων,
205εἰδωλολάτρας δ’ Ἄρειος μιμούμενος, ὁ μὲν προσώπων συγχέων ὑπόστασιν, ὁ δ’ αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν. σὺ δ’ ἀκλινῶς φύλαττε τὴν μέσην ὁδόν, ὡς χρὴ διαιρῶν, καὶ συνάπτων ὡς θέμις.
210συνάπτεται γὰρ ἡ τριὰς ἀσυγχύτως, ὥσπερ ἀτμήτως ἡ μονὰς χωρίζεται. ἡ γὰρ φύσις ἄτμητος, αἱ δ’ ὑποστάσεις ἀεὶ μένουσι παντελῶς ἀσύγχυτοι. Τούτων φύλαξ μοι διαμένοις τῶν δογμάτων
215καὶ γνήσιος μὲν ἐργάτης τῶν ἐντολῶν, σοφὸς δ’ ἁπάσαις μυστικαῖς θεωρίαις, ἀεὶ προκόπτων, μήποτ’ ἐκφυσώμενος. μείζων ἐπανθήσει γὰρ οὕτως ἡ χάρις. ὁρᾷς ὁ πιστὸς Μωϋσῆς, ὁ τοῦ θεοῦ
220ἄνθρωπος, εἰκὼν τοῦ κατ’ ἀρετὴν βίου, ὅπως ἅπασαν ἐκμαθὼν Αἰγυπτίων σοφίαν τὰ πρῶτα κἀν βαθεῖ πλούτῳ τραφεὶς ἑκὼν φυγάς τε καὶ πένης ἐγίγνετο,
κἀν ταῖς ἐρήμοις τῆς ἐν Αἰγύπτῳ τρυφῆς35
225θῆσσαν τράπεζαν ποιμένων ἠλλάξατο δόξης τυράννων προκρίνας σκληρὸν βίον, ἕως τελείων ἄξιος θεαμάτων κριθεὶς μέγιστον ἀγγέλου μυστήριον εἶδε φανέντος ἐκ φλογὸς πυρὸς βάτου.
230εἶτ’ ἀξιωθεὶς καὶ θεοῦ πρῶτον τότε φωνῆς ἀκοῦσαι καὶ λαβὼν ἐξουσίαν λαῷ στένοντι δούλειον λύει ζυγὸν ἄρχει τε παντὸς τοῦ γένους ψήφῳ θεοῦ. λαβὼν τοσοῦτον ὕψος οὐκ ἐπαίρεται,
235ἀλλ’ ἰσχνόφωνον καὶ βραδύγλωσσόν τινα φησὶν ἑαυτὸν ἀσθενὴς εἶναι λέγων, ὡς ἂν φρονῶν ταπεινὸν ἰσχυρὸς μένῃ. τούτου φύλαττε τοῦ βίου τὴν εἰκόνα μορφῶν σεαυτὸν τῷ τρόπῳ τῷ Μωσέως.
240Καὶ τὴν μάθησιν τῶν παρ’ Ἕλλησιν λόγων ὥσπερ δικαστὴς ἔννομον ψῆφον φέρων ὑπηρετεῖσθαι τάξον, ὥς ἐστι πρέπον, τῇ τῶν ἀληθῶν δογμάτων παρρησία τῇ πανσόφῳ τε τῶν γραφῶν θεωρία.
245καὶ γὰρ δίκαιον τὴν σοφίαν τοῦ πνεύματος ἄνωθεν οὖσαν ἐκ θεοῦ τ’ ἀφιγμένην δέσποιναν εἶναι τῆς κάτω παιδεύσεως ὥσπερ θεραπαίνης μὴ μάτην φυσωμένης, ὑπηρετεῖν δὲ κοσμίως εἰθισμένης.

(250)

τῇ τοῦ θεοῦ γὰρ ἡ κάτω δουλευέτω. Πλὴν ἀλλ’ ἐκεῖνο προμαθεῖν μάλιστά σοι προσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλὴς ἡ σεμνὸν ὄνομα τῆς γραφῆς κεκτημένη. εἰσὶν γάρ, εἰσὶν ἔσθ’ ὅτε ψευδώνυμοι
255βίβλοι· τινὲς μὲν ἔμμεσοι καὶ γείτονες, ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων.
αἱ δ’ αὖ νόθοι τε καὶ λίαν ἐπισφαλεῖς ὥσπερ παράσημα καὶ νόθα νομίσματα, ἃ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει,36
260κίβδηλα δ’ ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτων χάριν σοι τῶν θεοπνεύστων ἐρῶ βίβλων ἑκάστην· ὡς δ’ ἂν εὐκρινῶς μάθῃς, τὰς τῆς παλαιᾶς πρῶτα διαθήκης ἐρῶ. ἡ πεντάτευχος τὴν κτίσιν, εἶτ’ ἔξοδον,
265λευιτικὸν δὲ τὴν μέσην βίβλον ἔχει, μεθ’ ἣν ἀριθμούς, εἶτα δευτερονόμιον. τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς κριτάς, ἔπειτα τὴν Ῥοὺθ βασιλειῶν τε τέσσαρας βίβλους, παραλειπομένων δέ γε ξυνωρίδα.
270Ἔσδρας ἐπ’ αὐταῖς πρῶτος, εἶθ’ ὁ δεύτερος. ἑξῆς στιχηρὰς πέντε σοι βίβλους ἐρῶ· στεφθέντος ἄθλοις ποικίλων παθῶν Ἰὼβ ψαλμῶν τε βίβλον, ἐμμελὲς ψυχῶν ἄκος, τρεῖς δ’ αὖ Σολομῶντος τοῦ σοφοῦ, παροιμίας,
275ἐκκλησιαστὴν ᾆσμά τε τῶν ᾀσμάτων. ταύταις προφήτας προστίθει τοὺς δώδεκα, Ὠσηὲ πρῶτον, εἶτ’ Ἀμὼς τὸν δεύτερον,
Μιχαίαν, Ἰωήλ, Ἀβδίαν καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους,37
280Ναοὺμ μετ’ αὐτούς, Ἀββακούμ, εἶτ’ εἴνατον Σοφονίαν, Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ’ οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν
285Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον. τούτοις προσεγκρίνουσι τὴν Ἐσθήρ τινες. Καινῆς διαθήκης ὥρα μοι βίβλους λέγειν.
290εὐαγγελιστὰς τέσσαρας δέχου μόνους· Ματθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον προσθεὶς ἀρίθμει τὸν Ἰωάννην χρόνῳ τέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων. βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ
295μέγιστον ἠχήσαντα τῷ θεοῦ λόγῳ. δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν τὴν τῶν καθολικῶν πράξεων ἀποστόλων. τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, τὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον

(300)

Παῦλον σοφῶς γράψαντα ταῖς ἐκκλησίαις ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν, ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, τὴν πρὸς Γαλάτας τε καὶ πρὸς Ἐφεσίους, μεθ’ ἣν
τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην38
305Κολασσαεῦσι, Θεσσαλονικεῦσιν δύο, δύο Τιμοθέῳ, Τίτῳ καὶ Φιλήμονι μίαν ἑκατέρῳ καὶ πρὸς Ἑβραίους μίαν. τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις.
310εἶεν, τί λοιπόν; καθολικῶν ἐπιστολῶν τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας χρῆναι δέχεσθαι· τὴν Ἰακώβου μίαν, μίαν δὲ Πέτρου τῶν τ’ Ἰωάννου μίαν. τινὲς δὲ τὰς τρεῖς καὶ πρὸς αὐταῖς τὰς δύο
315Πέτρου δέχονται, τὴν Ἰούδα δ’ ἑβδόμην. τὴν δ’ ἀποκάλυψιν τὴν Ἰωάννου πάλιν τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε νόθον λέγουσιν. οὗτος ἀψευδέστατος κανὼν ἂν εἴη τῶν θεοπνεύστων γραφῶν.
320Αἷς εἰ σὺ πεισθῇς, ἐκφύγοις κόσμου πάγας, ματαιότητα δ’ ἐλπίδων ῥίψαις κάτω, πλοῦτον δὲ τὸν φεύγοντα δαψιλεῖ χερὶ σπείραις πένησιν ἀσφαλὲς μένων θέρος. ἐν οὐρανοῖς γὰρ τὸ σπαρὲν θησαυριεῖς.
325Χριστῷ δ’ ἕποιο τῷ σοφῷ θεοῦ λόγῳ. ἆ τρίσμακάρ τις, ἆ τρισόλβιος σύ γε πολλοῖς γέρουσι καὶ νέοις φωστὴρ φανείς. λάμπει γὰρ ἄστρων μᾶλλον εὐσεβὴς βίος.
καί σε προφητῶν, μαρτύρων, ἀποστόλων39
330χορὸς περιστὰς ὥσπερ οἰκεῖον μέλος στέψει προπέμπων ἐπινίκιον κρότον. τρυγῶν δ’ ἄπαυστον δόξαν ἡσθήσῃ τότε, μέσος χορεύων ἀγγέλων στεφηφόρος. Ἔρρωσο καὶ μέμνησο τῶν γεγραμμένων.
335Τὴν σεμνότητος, ἁγνείας, ἀσκήσεως ἔμψυχον εἰκὼ πίστεώς τε σφραγῖδα Ὀλυμπιάδα πρόσειπε τὴν σὴν τιτθίδα. Ἢν ἐθέλῃσθα, Σέλευκε, μαθεῖν τὸν ἀριθμὸν ἰάμβων, τρεῖς ἑκατοντάδας ἴσθι, τόσας δεκάδας, μονάδας τρεῖς.
340αἰεὶ γάρ σε, τέκος, τριάδος φίλον εὔχομαι εἶναι.40