TLG 2112 001 :: AMPHILOCHIUS :: In natalitia domini (orat. 1)

AMPHILOCHIUS Scr. Eccl.
(Iconiensis: A.D. 4)

In natalitia domini (orat. 1)

Source: Datema, C. (ed.), Amphilochii Iconiensis opera. Turnhout: Brepols, 1978: 5–9.

Citation: (Line)

1tἈμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὰ γενέθλια τοῦ
2tμεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
3 Ὁ μὲν πνευματικὸς οὗτος καὶ λαμπρὸς λειμών, ὁ τῷ τῶν οὐρανίων ἀνθῶν κάλλει πεποικιλμένος καὶ ταῖς ἀποστολικαῖς καὶ
5ἀχράντοις εὐωδιάζων ἀποφοραῖς, τύπον ἔχειν τοῦ θείου παρα‐ δείσου μοι φαίνεται. Ὃν γὰρ τρόπον ὁ αἰσθητὸς ἐκεῖνος καὶ ἀκήρατος χῶρος δένδρεσιν ἀφθάρτοις καὶ καρποῖς ἀθανάτοις καὶ μυρίοις ἄλλοις ὑπερλάμπροις φαιδρύνεται κάλλεσιν, οὕτω δὴ καὶ οὗτος ὁ θεοειδέστατος τῆς ἱεροπρεπεστάτης ἐκκλησίας
10θίασος νοητοῖς καὶ ἀρρήτοις καταλαμπρύνεται μυστηρίοις, ὧν κρηπὶς ἡμῖν ἀρραγὴς καὶ θεμέλιος ἀστεμφὴς καὶ ἀρχὴ σωτήριος καὶ κορυφὴ πανσεβάσμιος ἡ σήμερον τῶν ἁγίων Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν γενεθλίων ἐστὶν ἑορτή· δι’ ἣν καὶ τὰ παλαιὰ πεπροφήτευται τυπικῶς καὶ τὰ νέα διαρρήδην εἰς πᾶσαν τὴν
15οἰκουμένην κεκήρυκται, δι’ ἣν οὐρανὸς ἠνέῳκται καὶ γῆ εἰς θεῖον ὕψος 〈με〉μετεώρισται, δι’ ἣν παράδεισος ἀνθρώποις ἀποδέδοται καὶ θανάτου κράτος κατήργηται, δι’ ἣν φθορᾶς δύναμις πεπάτηται καὶ διαβόλου σέβας ὀλέθριον πέπαυται, δι’ ἣν ἀνθρώπινα πάθη τεθανάτωται, ἀγγελικῆς δεσποτείας βίος ἀνακεκαίνισται, δι’ ἣν
20πλάνη δαιμόνων δεδίωκται, θεοῦ σοφία καὶ πάναγνος παρουσία μεμήνυται. Οὐκ ἄγγελος γάρ, φησίν, οὐδὲ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει αὐτούς. Ὦ θείων εὐαγγελίων πλοῦτος ἀμύθητος! Ὦ πανσόφων μυστηρίων γνῶσις ἀνεκδιήγητος! Ὦ θείων καὶ ἀφράστων δωρεῶν θησαυρὸς ἀνεξάλειπτος! Ὦ
25προνοητικῆς φιλανθρωπίας χάρις ἀναρίθμητος! Αὐτὸς γάρ, φησίν, ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ἥξειν πρὸς ἡμᾶς τίνα τρόπον, ὦ θεῖε προφῆτα, κηρύττεις τὸν κύριον; Παρρησιάσομαι γὰρ ἐν τούτῳ τῷ μέρει πρός σε τὸ τῶν παλαιῶν ἀνδρῶν πρόσωπον ἀνα‐ δεδεγμένος, τῶν ταῦτα [εἰς] τὴν πανύμνητον μὴ ἑορτασάντων
30πανήγυριν, μήτε δὲ τοῦ καινοῦ καὶ πανάγνου τοκετοῦ τῆς ἀχράν‐ του παρθένου πεπειραμένων, μήτε μὴν τὸν οὐράνιον θεασαμένων κήρυκα, φημὶ δὴ τὸν θεοειδέστατον ἀστέρα, μήτε τὰ τῶν ἁγίων
ἀγγέλων ἑωρακότων σκιρτήματα, μήτε τὰς θείας ἀκηκοότων φωνὰς ἃς πρὸς τοὺς ἱερεῖς ποιμένας ἀνευφημοῦντες τὸν γεγεν‐5
35νημένον σωτῆρα γεγηθότες ἀπήγγελλον, μήτε μὴν τῶν μάγων τὰ δῶρα συνιέντων καὶ τὴν προσκύνησιν τὴν θεϊκήν· ἐκείνων ἀναδε‐ ξάμενος τὸ πρόσωπον ἐρωτήσαιμί σε τὸν τρόπον τῆς παρουσίας. Κατέπληττεν γὰρ αὐτοὺς εἰκότως λίαν τὸ λόγιον καὶ μικροῦ δεῖν τῷ πλήθει τοῦ δέους ἐξίστασθαι παρεσκεύαζεν τῶν φρενῶν. Οὐ
40γὰρ εἶχον νοεῖν ὅτι ὁ ἀθάνατος θεὸς πρὸς ἀνθρώπους γεωδεστά‐ τους ἥξει καὶ ὁ ἀψηλάφητος πρὸς τοὺς αἰσθήτους, ὁ ἀθεώρητος πρὸς τοὺς ὁρατούς. Πῶς γὰρ ἂν καὶ ἥξειν τὸν θεὸν ᾠήθησαν, καὶ πῶς ὁραθήσεται; Ἐνίοις μὲν ἐδόκει πρότερον ὡς ὤφθη τῷ Ἀβραὰμ δι’ ἀγγέλων, ἢ δ’ αὖ πάλιν ὡς ὤφθη τῷ Μωϋσῇ διὰ
45πυρὸς ἐν τῇ βάτῳ, ἢ καθ’ ὃν τρόπον ὤφθη τῷ Ἠσαΐᾳ διὰ τῶν σεραφίμ, ἢ τῷ Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ. Οὕτω γὰρ πάντες θεὸν ἑωρακέναι διαμφοτέροις τρόποις μεμαρτυρήκασιν. Ποῖος τοίνυν τούτων τῶν τρόπων εἰς θεωρίαν θεοῦ ἐστιν ἄξιος; Δῆλον ὅτι οὐδὲ εἷς.

(50)

Πόθεν δὲ μάλιστα τοῦτο πιστούμεθα; Ἐκ τῆς ἑτέρας τοῦ προφήτου φωνῆς λεγούσης· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὀπτασίας μὲν γὰρ ἐκεῖνα καὶ οὐ συναναστροφῆς ὑπῆρχε τεκμήρια, ταῦτα συναναστροφῆς καὶ οὐκ ὀπτασίας τυγχάνει κηρύγματα. Πῶς οὖν φησιν· Αὐτὸς ὁ κύριος
55ἥξει καὶ σώσει ἡμᾶς; Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ’ ἂν πρὸς αὐτοὺς ἀπαντῶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι δι’ ἑτέρων λογίων τὸν τρόπον ἠκούσατε τῆς παρουσίας, τί περισσῶς πολυπραγμονεῖτε ἐνταῦθα
60τὸ λόγιον. Ἢ λέληθεν ὑμᾶς τὸ εἰρημένον ὅτι Ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ θεός; Ἢ οὐκ ἀκηκόατε τὸ γεγραμμένον ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς
65ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ἐκ τούτων τῶν λόγων τὸν
τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον, μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ6
70λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ’ αὐτοῦ δεδημιουργημέ‐ νους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν. Ταῦτα τοῦ προφήτου πρὸς αὐτοὺς εἰρηκότος ἐροῦμεν καὶ
75ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱός, ὅστις ἐπ’ ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν καὶ οὐ παρ’ ἑτέ‐ ρου ζητῶν αὐτὴν κομίσασθαι! Ἔμφυτον γὰρ τῷ λόγῳ τῶν πάντων ἄρχειν ὡς υἱῷ καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι· Ἡ ἀρχὴ γάρ, φησίν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης
80γὰρ βουλῆς, φησίν, ἄγγελος καὶ θεὸς ἰσχυρὸς ὀνομάζεται. Ὦ παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος καὶ ἄρχων εἰρήνης ἐστίν. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν; Πῶς μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν; Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον;
85Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξωμεν τὸ πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον; Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον τὸ ἐξ Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραήλ, καὶ ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς θεὸς καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν
90ἥλιος καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς καὶ τὸ τῆς αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησεν καὶ ἡ ἀνατολὴ ἐκ τοῦ ὕψους ἐπέλαμψεν καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δεσπότης ἐκ παρθενικῶν λαγόνων ὑπὲρ κόσμου λυτρώσεως εἰς κόσμον φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν
95Χριστὸς κύριος, ὅστις φῶς ὑπάρχει ἐθνῶν καὶ σωτηρία οἴκου Ἰσραήλ. Ὢ τοῦ θαύματος! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο ὁ ὑπὸ τῶν οὐρανῶν μὴ περιγραφόμενος, καὶ γυναικείαις ἀγκάλαις ἐθάλπετο ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος, καὶ ἐγαλουχεῖ‐ το ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας παρθένου μασθῶν ὁ πάσαις ταῖς

(100)

ὑπερκοσμίαις δυνάμεσιν τὸ εἶναι κεχαρισμένος. Ἐγένετο γάρ, φησίν, καθὼς μαρτυρεῖ τὸ εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ
ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.7
105 Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία; Τίς ἡ παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας προνοίας εὐμένεια; Τί τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα; Ἠλευθέρωται κόσμος διὰ παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν ἁμαρτίαν πεσών. Διὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαι‐
110μόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορ‐ φος τοῖς δούλοις ὁ δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται σύμμορφοι πάλιν θεοῦ. Ὦ Βεθλεέμ, πόλις ἡγιασμένη καὶ τοῖς ἀνθρώποις συγκεκληρωμένη! Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν χερουβὶμ καὶ ὁμότιμε τῶν σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ’ ἐκείνων
115τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία, ἡ τὸν τῶν ἁπάντων δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρει προτετιμημένη! Οὐ γὰρ ἠξίωσεν
120Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφάς, οὔτε μὴν πρὸς τὰς τῶν ἀρχῶν καὶ δυνάμεων καὶ ἐξουσιῶν ἀτρέπτους εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν εἰς τροπὴν καὶ τοῖς ἀλόγοις ζῴοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ χρείαν ἔχουσιν ἰατροῦ, ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα τηλικού‐
125του καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας εὐτυχής ἐστιν σωτηρίας τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος, ὁ ἀλάστωρ καὶ παμμίαρος δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμε‐ νος;
130 Διό, ἀδελφοὶ μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλο‐ μεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν.
135Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν, ἁγνείᾳ κοσμούμενοι,
ἀκτημοσύνην διώκοντες, λόγοις θεοῦ προσκαρτεροῦντες, εὐχαῖς ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι, μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων8
140καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες τῷ ἀγαθῷ τὸ κακόν, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ, ἀλλ’ ἐν οὐρανῷ πολιτεύεσθαι, μετ’ ἀγγέλων ἀναστρέφεσθαι, τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα, ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν
145καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ὑμῶν ὁ κόσμος, αἰσχυνθήτωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμ‐ πρότητι καταυγάζει τὸν κόσμον. Διὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα

(150)

σπέρμα σωτηρίας ὦμεν εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσιν τοῖς συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι’ ὑμᾶς τῶν ἐθνικῶν βλασφημήσει θεόν· εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας καὶ ἁγιάσας καὶ σώσας. Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν καὶ μετριότητα· ὁ λοιδορῶν ἀντευφημούμενος ἐντρεπέσθω· ὁ
155περὶ χρημάτων φιλονεικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους ἡμᾶς εὑρισκέτω περὶ χρήματα μὴ νομίζοντας ἑαυτοὺς ἔχειν κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντας τὴν ἐπουράνιον· ὁ διὰ παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας,
160οὐχ ἡδονῇ δελεαζομένους, ἵνα εἴδωσιν πόσον ἰσχύει πνεύματος ἁγίου συνοίκησις φύσιν σαρκὸς ἐκνεκρώσαντος. Ὁ πρόχειρος εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ δεδοικότας τὸ τοῦ θεοῦ προσφέρειν ὄνομα περὶ ταπεινῶν καὶ γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν
165ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευό‐ μενοι ἀληθῶς γενησόμεθα ζύμη ἁγία καὶ δι’ ἡμῶν ζυμωθήσεται ὁ κόσμος εἰς σωτηρίαν καὶ πόλυς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ κυρίῳ πεφυλαγμένος καὶ δοξασθήσεται ὁ θεὸς ἐν ἡμῖν κατὰ τὸν λέγοντα κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν
170φέρητε καὶ γένησθέ μοι μαθηταί. Δοξασθεὶς δὲ ὑφ’ ἡμῶν ὁ κύριος δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.9