TLG 2111 005 :: PALLADIUS :: De gentibus Indiae et Bragmanibus [Sp.] PALLADIUS Scr. Eccl., Monachus De gentibus Indiae et Bragmanibus [Sp.] Citation: Chapter — section — (line) | ||
t1 | Παλλαδίου περὶ τῶν τῆς Ἰνδίας ἐθνῶν καὶ τῶν Βραγμάνων | |
1.1 | Ἡ πολλὴ φιλοπονία σου καὶ φιλομαθία καὶ φιληκοΐα καὶ φιλοθεΐα, ἀνδρῶν ἀρίστων ἐγκαλλώπισμα, καὶ ἕτερον ἡμᾶς προε‐ τρένατο προσδιηγήσασθαι πρᾶγμα ὑπερβολῇ φιλοσοφίας γέμον. κινούμενοι τοίνυν ἡμεῖς τῇ σῇ φιληκοΐᾳ πρὸς τοῖς εἰρημένοις | |
5 | προσεξηγησόμεθά σοι καὶ τὸν τῶν Βραγμάνων βίον, ὧν μὲν ἐγὼ οὔτε τὴν πατρίδα ἱστόρησα οὔτε τοῖς ἀνδράσι συντετύχηκα. πόρ‐ ρω γάρ εἰσιν ἀπῳκισμένοι καὶ τῆς Ἰνδικῆς καὶ τῆς Σηρικῆς τῷ Γάγγῃ παροικοῦντες ποταμῷ, ἐγὼ δὲ εἰς τὰ ἀκρωτήρια μόνον ἔφ‐ θασα τῆς Ἰνδικῆς πρὸ ἐτῶν ὀλίγων μετὰ τοῦ μακαρίου Μωϋσέως | |
---|---|---|
10 | τοῦ ἐπισκόπου τῶν Ἀδουληνῶν· καὶ ἀγρίῳ καύματι ληφθείς—τοι‐ ούτου ὄντος ὡς τοῦ ὕδατος ἐκ τῆς πηγῆς ἀναβλύζοντος ψυχροτάτου εἰς ὑπερβολὴν καὶ ληφθέντος ἐν ἀγγείοις παραχρῆμα βράσσειν— τοῦτο τοίνυν θεασάμενος αὖθις ὑπέστρενα μὴ στέξας τὸν καύσωνα. ὁ δὲ Γάγγης οὗτος ποταμὸς καθ’ ἡμᾶς ἐστιν ὁ καλούμενος Φεισών, | |
15 | ὁ ἐν ταῖς γραφαῖς κείμενος, εἷς ὢν τῶν τεσσάρων ποταμῶν τῶν λεγομένων ἐξιέναι ἐκ τοῦ παραδείσου. | |
1.2 | Διήγημα δὲ φέρεται Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασι‐ λέως ἐξηγησαμένου ποσῶς τὸν βίον αὐτῶν· κἀκείνῳ δὲ τάχα ὑπῆρ‐ χεν ὡς ἐκ παρακούσματος· οὔτε γὰρ αὐτός, ὡς οἶμαι, τὸν Γάγγην ἐπεραιώθη, ἀλλ’ ἄχρι τῆς Σηρικῆς φθάσας, ἔνθα τὸν μέταξον οἱ | |
5 | σῆρες τίκτουσιν, κἀκεῖ λιθίνην στήλην στήσας ἐπέγρανεν· Ἀλέξανδρος ὁ Μακεδὼν ἔφθασε μέχρι τοῦ τόπου τούτου. | |
1.3 | ἐγὼ δὲ ποσῶς τὰ περὶ τῶν Βραγμάνων δεδύνημαι μαθεῖν παρά τινος Θηβαίου σχολαστικοῦ, ἑκουσίως μὲν τὴν ἀποδημίαν | |
ποιησαμένου, ἀκουσίως δὲ τῇ αἰχμαλωσίᾳ περιπεσόντος. οὗτος, ὡς ἔλεγεν, ἀφυὴς ἐγεγόνει ἐν τῇ δικανικῇ καὶ ἀκηδίᾳ ληφ‐ | 2 | |
5 | θεὶς ἐκίσσησεν οὕτως τὴν τῶν Ἰνδῶν ἱστορῆσαι χώραν. | |
1.4 | καὶ διαπλεύσας μετὰ πρεσβυτέρου ταύτην κατέλαβε πρῶ‐ τον τὴν Ἀδούλην, εἶτα μετ’ ἐκείνην τὴν Αὐξούμην, ἐν ᾗ ἦν καὶ βασιλίσκος μικρὸς τῶν Ἰνδῶν ἐκεῖ καθεζόμενος. ἐκεῖ δὲ χρονί‐ σας καὶ πολλὴν συνήθειαν κτησάμενος ἠθέλησε καὶ ἐπὶ τὴν Τα‐ | |
5 | προβάνην εἰσελθεῖν νῆσον, ἔνθα εἰσὶν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ εἰς τὴν νῆσον ἐκείνην ἕως ἑκατὸν πεντήκοντα ἐτῶν οἱ γέροντες δι’ ὑπερβολὴν τῆς τῶν ἀέρων εὐκρασίας καὶ ἀνεξερευ‐ νήτου κρίματος θεοῦ. ἐν ταύτῃ δὲ τῇ νήσῳ καὶ ὁ μέγας βασιλεὺς κατοικεῖ τῶν Ἰνδῶν, ᾧ πάντες οἱ βασιλίσκοι τῆς χώρας ὑπόκειν‐ | |
10 | ται ὡς σατράπαι, καθὼς αὐτὸς ὁ σχολαστικὸς ἡμῖν διηγήσατο μα‐ θὼν καὶ αὐτὸς παρ’ ἑτέρων· οὐ γὰρ δεδύνηται οὐδ’ αὐτὸς εἰς τὴν νῆσον εἰσελθεῖν. | |
1.5 | παράκεινται γὰρ ταύτῃ τῇ νήσῳ (εἰ μὴ ψευδές ἐστι τὸ λεχθέν) ὡς χίλιαι ἄλλαι νῆσοι τῆς ἐρυθρᾶς θαλάσσης ἐμβαλλού‐ σης εἰς αὐτάς. ἐπεὶ τοίνυν ὁ μαγνῆτις λίθος ὁ τὸν σίδηρον ἐπι‐ σπώμενος ἐν ἐκείναις γίνεται ταῖς νήσοις ταῖς λεγομέναις Μα‐ | |
5 | νιόλοις, ὃ ἂν ἀπέλθῃ πλοῖον σιδηροῦς ἔχον ἥλους κατέχεται ὑπὸ τῆς τοῦ λίθου φύσεως μὴ δυνάμενον παρελθεῖν· ἔστι δὲ ἰδικῶς τὰ διαπερῶντα πλοῖα εἰς ἐκείνην τὴν μεγάλην νῆσον ἄνευ σιδή‐ ρου ἐπιούροις ξυλίνοις κατεσκευασμένα. | |
1.6 | ἔχει δέ, φησι, καὶ πέντε ποταμοὺς μεγίστους ἡ νῆσος αὕτη, ἐν οἷς νῆες διαπορεύονται. ὡς δὲ διηγοῦντο αὐτῷ οἱ ἐκεῖ‐ θεν, οὐδέποτε ὀπώρα λείπει ἐν τῷ τόπῳ ἐκείνῳ τῆς νήσου· ἐν τῷ αὐτῷ γάρ, φησι, ὃς μὲν ἀνθεῖ κλάδων, ὃς δὲ ὀμφακίζει, ὃς δὲ | |
5 | καὶ τρυγᾶται {οὔτε ἄμπελος ὀμφακίζει οὔτε τρυγᾶται}. ἔχει δὲ καὶ φοίνικας καὶ τὸ κάρυον τὸ μέγιστον τὸ Ἰνδικὸν καὶ τὸ λε‐ πτὸν τὸ ἀρωματίζον. ζῶσι δὲ οἱ οἰκήτορες τοῦ τόπου ἐκείνου | |
γάλακτι καὶ ὀρύζῃ καὶ ὀπώρᾳ, ἐρίου οὐ τικτομένου παρ’ αὐτοῖς, ἀλλ’ οὐδὲ λίνου, προβάτων δὲ δέρματα καλῶς εἰργασμένα πε‐ | 4 | |
10 | ρὶ τὴν ὀσφὺν περιτίθενται μόνον. ἔστι δὲ καὶ πρόβατα τετριχω‐ μένα ἄνευ ἐρίου γαλακτιφόρα λίαν πλατείας ἔχοντα οὐράς. κέ‐ χρηνται δὲ καὶ κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιο‐ πίας δι’ ὑπερβολὴν καυμάτων. | |
1.7 | διηγεῖτο οὖν οὗτος ὁ σχολαστικός, ὅτι ἀπὸ τῆς Αὐξούμης εὑρών τινας πλοιαρίοις διαβαίνοντας Ἰνδοὺς ἐμπορίας χάριν ἐπειράθη ἐνδότερον ἀπελθεῖν· καὶ φθάσας ἐγγὺς τῶν καλουμένων Βισάδων τῶν τὸ πίπερ συναγόντων· ἔθνος δέ ἐστιν ἐκεῖνο πάνυ | |
5 | σμικρότατον καὶ ἀδρανέστατον, λιθίνοις σπηλαίοις ἐνοικοῦντες, οἵτινες καὶ κρημνοβατεῖν ἐπίστανται διὰ τὴν τοῦ τόπου συστρο‐ φὴν καὶ τὸ πίπερ οὕτως ἀπὸ τῶν θάμνων συνάγουσι· δενδρύφια γάρ εἰσι κολοβά, ὡς ἔλεγεν ἐκεῖνος ὁ σχολαστικός. εἰσὶ δὲ καὶ οἱ Βισάδες ἀνθρωπάρια κολοβὰ μεγαλοκέφαλα, ἄκαρτα καὶ ἁπλό‐ | |
10 | τριχα· οἱ δὲ λοιποὶ Αἰθίορες καὶ Ἰνδοὶ μέλανές εἰσιν καὶ νεανικοὶ καὶ φριξότριχες. | |
1.8 | “ἐκεῖθεν δέ”, φησι, “κατασχεθεὶς ὑπὸ τοῦ δυναστεύοντος πραγμάτων ἐπειρώμην ὡς τολμήσας εἰσελθεῖν εἰς τὴν χώραν αὐτῶν· καὶ οὔτε ἐκεῖνοι τὴν ἀπολογίαν ἐδέχοντο τὴν ἐμὴν μὴ ἐπιστάμε‐ νοι τὴν διάλεκτον τῆς ἡμετέρας χώρας, οὔτε δὲ ἐγὼ τὰς παρ’ ἐκεί‐ | |
5 | νων εὐθύνας εἰς ἐμὲ γινομένας ἐγνώριζον. οὐδὲ γὰρ ἐγὼ τὴν ἐκείνων ἠπιστάμην γλῶσσαν, μόναις δὲ ταῖς διαστροφαῖς τῶν ὄνεων ἀλλήλοις ἐστοιχοῦμεν γνώριμα σημεῖα. ἐγὼ μὲν τὰς ἐκεί‐ νων ἐγκληματώδεις φωνὰς ἐκ τοῦ ὑφαίμου τῆς χρόας τῶν ὀφθαλμῶν καὶ τοῦ ἀγρίου τρισμοῦ τῶν ὀδόντων καὶ τῶν κινήσεων τὴν τῶν | |
10 | λεγομένων παρ’ αὐτῶν ἐστοχαζόμην δύναμιν, ἐκεῖνοι δὲ αὖ πάλιν ἐκ τοῦ τρόμου τοῦ ἐμοῦ καὶ τῆς ἀγωνίας καὶ τῆς ὠχρότητος τοῦ προσώπου τό τε τῆς ψυχῆς ἐλεεινὸν διὰ τῆς τοῦ σώματος δειλίας | |
ἐναργῶς κατεμάνθανον. | 6 | |
1.9 | κατασχεθεὶς οὖν παρ’ αὐτοῖς ἑξαετίαν ὑπηρέτησα, τῷ ἀρτοκοπείῳ παραδοθεὶς εἰς ἐργασίαν. ἦν δὲ τὸ ἀνάλωμα τοῦ βασιλέως αὐτῶν, φησι, μόδιος εἷς σίτου εἰς ὅλον αὐτοῦ πα‐ λάτιον, κἀκεῖνος οὐκ οἶδα πόθεν φερόμενος. οὕτως δέ, φησιν, | |
5 | ἐν τῇ ἑξαετίᾳ ἠδυνήθην πλεῖστα ἐκ τῆς γλώσσης αὐτῶν σημει‐ ώσασθαι, δι’ ὧν καὶ τὰ παρακείμενα λοιπὸν ἔθνη μεμάθηκα. | |
1.10 | ἀπελύθην δέ, φησιν, ἐκεῖθεν τῷ τρόπῳ τούτῳ· ἕτερος βασιλεὺς ποιήσας μάχην μετὰ τοῦ κατέχοντός με διέβαλεν αὐ‐ τὸν πρὸς τὸν μέγαν βασιλέα τὸν ἐν Ταπροβάνῃ νήσῳ καθεζόμε‐ νον ὡς ἄνδρα ἀξιόλογον Ῥωμαῖον αἰχμάλωτον λαβὼν τοῦτον | |
5 | ἔχει εἰς ὑπηρεσίαν ἀγενεστάτην. ὁ δὲ πέμψας κριτὴν ἕνα καὶ μαθὼν τὸ ἀκριβὲς ἐκέλευσεν αὐτὸν ἀσκοδαρῆναι ὡς ὑβρίσαντα Ῥωμαῖον· πάνυ γὰρ τιμῶσι τε καὶ φοβοῦνται τὴν Ῥωμαίων ἀρ‐ χὴν ὡς δυναμένην καὶ τῇ χώρᾳ αὐτῶν ἐπιβῆναι δι’ ὑπερβολὴν ἀνδρείας καὶ εὐμηχανίας. | |
1.11 | ἔλεγεν οὖν οὗτος ὅτι οἱ Βραγμᾶνες ἔθνος ἐστὶν οὐ προ‐ αιρέσει ἀποτασσόμενον ὡς οἱ μοναχοί, ἀλλ’ ἔλαχον τὸν κλῆρον τοῦτον ἄνωθεν καὶ ἐκ θεοῦ κριμάτων, τὴν τοῦ ποταμοῦ παροι‐ κίαν, φυσικῶς ἐν γυμνότητι διαζῶντες. παρ’ οἷς οὐδὲν τετρά‐ | |
5 | ποδον ὑπάρχει, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ ἀπόλαυσιν συντεινόντων. ἔχουσι δὲ ἀέρα λιγυρόν τε καὶ εὔκρατον καὶ πάνυ κάλλιστον. σεβόμενοι τὸν θεὸν καὶ γνῶσιν ἔχοντες οὐχ οὕτως δὲ λεπτὴν οὔτε δὲ δι‐ | |
10 | ευκρινεῖν οὕτως τοὺς τῆς προνοίας λόγους δυνάμενοι ὅμως εὔ‐ χονται ἀδιαλείπτως. εὐχόμενοι δὲ ἀντὶ τῆς ἀνατολῆς τῷ οὐρα‐ νῷ ἀτενίζουσι, τῇ τροπῇ τῆς ἀνατολῆς οὐ προσέχοντες. | |
1.12 | ἐσθίουσι δὲ τὰ παρατυγχάνοντα ἀκρόδρυα καὶ λαχάνων τὰ ἄγρια, ὅσα ἡ γῆ ἐκφύει αὐτομάτως, καὶ ὕδωρ πίνουσι νομάδες | |
ὄντες ἐν ὕλαις ἐπὶ φύλλοις ἀναπαυόμενοι. παρ’ αὐτοῖς δὲ πολὺ τὸ περσεϊνὸν ξύλον καὶ τὸ λεγόμενον ἀκάνθινον καί τινα ἕτε‐ | 8 | |
5 | ρα ἐπιχώρια καρποφόρα ἀφ’ ὧν ἀποζῶσιν. | |
1.13 | καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ Ὠκεανοῦ ἐκεῖθεν τοῦ ποταμοῦ τοῦ Γάγγου παροικοῦσιν· οὗτος γὰρ ὁ ποταμὸς εἰς τὸν Ὠκεανὸν εἰσβάλλει· αἱ δὲ γυναῖκες αὐτῶν εἰσιν ἐντεῦθεν τοῦ Γάγγου ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. περαιοῦνται δὲ οἱ ἄν‐ | |
5 | δρες πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί· οὗτοι γάρ εἰσι παρ’ αὐτοῖς οἱ μῆνες ψυχρότατοι τοῦ ἡλίου πρὸς ἡμᾶς ὑπὲρ βοῤῥᾶν ὑψωθέντος· οἳ καὶ εὐκρατότεροι λέγονται εἶναι οἱ μῆνες ἐκεῖνοι καὶ οἶστρον κινεῖν. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης | |
10 | μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν. ἀντιστήσαντες οὖν ὑπὲρ αὐτῶν τὸ ἀντίσωμα τὸν ἐπίλοιπον ἐγκρατεύονται χρόνον. ἐὰν δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι γυναῖκα, μέχρι πενταετίας περᾷ πρὸς αὐτὴν ὁ ἀνὴρ συγγινόμενος αὐτῇ· καὶ ἐὰν μὴ γεννήσῃ, οὐ‐ | |
15 | κέτι αὐτῇ προσεγγίζει. διὸ οὐδὲ εἰς πλῆθος πολυάνθρωπον ἐκ‐ τέταται αὐτῶν τὸ ἔθνος διά τε τὴν δυσζωΐαν τοῦ τόπου καὶ διὰ τὴν φυσικὴν ἐγκράτειαν τῆς γεννήσεως. | |
1.14 | αὕτη τῶν Βραγμάνων ἐστὶν ἡ πολιτεία. τὸν δὲ ποταμὸν λέ‐ γουσι δυσπεραίωτον εἶναι διὰ τὸν λεγόμενον ὀδοντοτύραννον· ζῷ‐ ον γάρ ἐστι μέγιστον εἰς ὑπερβολήν, ἐνυπάρχον τῷ ποταμῷ ἀμφί‐ βιον, ἐλέφαντα ὁλόκληρον καὶ ἀκέραιον καταπιεῖν δυνάμενον· ἐν | |
5 | δὲ τῷ καιρῷ τοῦ περάματος τῶν Βραγμάνων πρὸς τὰς ἑαυτῶν γυ‐ ναῖκας οὐκ ὀπτάνεται ἐν τοῖς τόποις ἐκείνοις. εἰσὶ δὲ καὶ δρά‐ κοντες μέγιστοι ἐν τοῖς ποταμοῖς ἐκείνοις ἕως πηχῶν ἑβδομή‐ κοντα, ὡς καὶ δορὰν μίαν ἐθεασάμην ἐγὼ δύο ποδῶν πλάτος ἔχου‐ σαν. οἱ δὲ μύρμηκές εἰσι τῶν ἐκεῖ παλαιστιαῖοι, οἱ δὲ σκορπί‐ | |
10 | οι πηχυαῖοι· διὸ καὶ δυσδιόδευτοί εἰσιν ἐκεῖνοι οἱ τόποι. οὐ | |
πᾶς δὲ τόπος τῶν ἐκεῖ ἔχει τοιαῦτα ζῷα ἢ ἰοβόλα θηρία, ἀλλ’ ἡ ἀοίκητος μόνη. ἀγέλη ἐλεφάντων πολλή. | 10 | |
1.15 | Ἀῤῥιανοῦ μέντοι τοῦ μαθητοῦ τοῦ Ἐπικτήτου τοῦ φιλο‐ σόφου τοῦ καὶ δούλου γεγενημένου, δι’ εὐφυΐαν δὲ φύσεως εἰς φιλοσοφίαν ἐλάσαντος ἐν τοῖς καιροῖς Νέρωνος τοῦ βασιλέως τοῦ κολάσαντος τοὺς ἀοιδίμους ἀποστόλους Πέτρον καὶ Παῦλον, | |
5 | τούτου τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα ἱστορήσαντος {φησὶ γὰρ} ὃ ἐκεκτήμην πονημάτιον ἀπέστειλα τῇ ἀνδρείᾳ τῆς σῆς καλοκἀγαθίας, ὑποτάξας μου τῷ ὑπομνηματικῷ· ὅπερ ἀναγινώσ‐ | |
κων νουνεχῶς καὶ φροντίσας ἐμμελῶς βιώσεις ἀσφαλῶς. | 12 | |
2.1 | Δάνδαμις, ὁ τῶν Βραγμάνων διδάσκαλος, διηγούμενος τὰ κατὰ τὸν Μακεδόνα ἔφη· “βασιλεὺς Ἀλέξανδρος, οὐκ ἀνεχόμενος μόνης εἶναι βασιλεὺς τῆς Μακεδονίας οὐδ’ ἀρκούμενος πατρὶ Φιλίππῳ, ἀλλὰ καὶ Ἄμμωνος υἱὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ τῆς | |
5 | γενέσεως ἐλεγχούσης ψευδεῖς ἔφερε τῆς φύσεως ἀποδείξεις, ἀνικήτους δὲ ἀγῶνας προέφερεν· ἀνέτειλε γὰρ ὡς ὁ ἥλιος ἀπὸ Μακεδονίας καθιππεύσας πολὺν κόσμον πρὶν ἔδυνε κατὰ Βαβυλῶ‐ να, τήν τε Εὐρώπην καὶ τὴν Ἀσίαν ὡς μικρὰ χρησάμενος χωρία ἦλθε καὶ τὸν ἡμέτερον κόσμον κατοπτεύων καὶ ἐρευνῶν.” | |
2.2 | ἔλεγε δὲ ταῦτα ἐν ἑαυτῷ Ἀλέξανδρος· “Σοφία, μῆτερ Προνοίας, κοινωνὲ δὲ τῆς πασῶν δυνάμεως, ἀνωτέρω ἐν ἀληθείᾳ μόνῃ κειμένη, τροφὲ καὶ δημιουργὲ φύσεως, λόγων δωτήρ, γνώ‐ σεως κοινῆς κατάσκοπε, ἀδίκων μὲν κεχωρισμένη, δικαίων δὲ | |
5 | φειδομένη, δὸς εὐμενῶς ἤδη μοι τῶν αἰτημάτων τυχεῖν. Βραγ‐ μᾶνας δὲ παρόντας ἐνθάδε σοφούς τε καὶ ἀγαθοὺς ἰδεῖν ἥκω, μαθὼν παρὰ Καλάνου τινὸς τῶν ἐνθάδε σπεύσαντος πρός με· πεισθεὶς δὲ ἦλθον, ποθῶ δέ, ὅπως ἴδω καὶ μάθω σαφῶς.” | |
2.3 | Βραγμᾶνες καὶ αὐτοὶ Ἰνδοὶ Ἀλεξάνδρῳ ταῦτα λέγουσι· “ὀρεγόμενος σοφίας ⸤ἦλθες πρὸς ἡμᾶς, ὅπερ⸥ πρῶτον ἀποδεχό‐ μεθα Βραγμᾶνες, ὅτι 〈τί〉 ἐστι βασιλικώτερον ἐν τῷ βίῳ ἡμῶν; τοῦτο γὰρ ἠθέλησας μαθεῖν, βασιλεῦ Ἀλέξανδρε· ὁ φιλόσοφος | |
5 | γὰρ οὐ δεσπόζεται, ἀλλὰ δεσπόζει, ἄνθρωπος γὰρ αὐτοῦ οὐ κρα‐ τεῖ. ἀλλ’ ἐπειδὴ μέχρι νῦν διαβεβλημένοι ἠπιστούμεθα ὑπὸ σοῦ, γευσάμενος νῦν ἀληθινῶν λόγων ἦλθες. | |
2.4 | Κάλανος γὰρ κακὸς ἀνὴρ ἡμῖν γεγένηται, καὶ διὰ Καλάνου ἄνδρες Ἕλληνες Βραγμᾶνας ἔγνωτε {ἀλλ’ οὐκ ἐπέγνωτε}· ἐκεῖνος γὰρ οὐκ ἦν ἡμέτερος ἀπ’ ἀρετῆς δραπετεύσας εἰς πλοῦ‐ τον· οὐκ ἤρκεσεν αὐτῷ Τιβεροβοὰμ ποταμοῦ πίνειν ὕδωρ σωφρο‐ | 14 |
5 | σύνης καὶ ἀμόλγας ἐσθίειν, ἐν οἷς αὐξάνεται νοῦς θεοπρεπής· πλοῦτον ἔσχεν, ἐχθρὸν ψυχῆς, καὶ οὕτως ἐν αὐτῷ δεινὸν ἀνέ‐ φλεξε πῦρ καὶ εἰς ἡδονὴν αὐτὸν ἀπέστρεψεν ἀπὸ σοφίας. ἡμῶν δὲ οὐδεὶς ἐπ’ ἀνθράκων κυλίεται οὐδὲ ἀλγηδὼν ἡμῶν δαπανᾷ τὸ σῶμα, ἀλλ’ ἔστιν ἡμῶν ἡ τροφὴ ζωὴ ὑγείας φάρμακον. | |
2.5 | ἄπλουτοι δ’ ἐσμὲν κατὰ τὴν φύσιν καὶ ὁμοίως πᾶσι τῷ βίῳ ἡμῶν ἀκολουθεῖ θάνατος. εἰ δὲ τῶν θνητῶν τινες ἀνδρῶν ψευδεῖς μαθόντες λόγους κενοῖς ἡμᾶς ὑποτοξεύουσι βέλεσι, ἀλ‐ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ‐ | |
5 | θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί‐ θει, ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος ψευδομένῳ προσέχων πρὶν ἢ τὸ ἀληθὲς μάθῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶν πολέμου καὶ τίκτει ὀρ‐ γήν, ἀφ’ ἧς μάχονται καὶ πολεμοῦσι. | |
2.6 | πλὴν οὐκ ἔστιν ἀνδρεία τὸ φονεύειν ἄνδρας, λῃστοῦ γὰρ ἔργον ἐστίν. ἀνδρεία δέ ἐστι πρὸς τροπὰς ἀέρων μάχεσθαι γυμνῷ τῷ σώματι καὶ γαστρὸς ἐπιθυμίαν ἀναιρεῖν καὶ τοὺς ἔνδον πολέ‐ μους μᾶλλον νικῆσαι καὶ ὑπὸ τῆς ἐπιθυμίας μὴ καταγωνίζεσθαι | |
5 | πρὸς τὸ ὀρέγεσθαι δόξης καὶ πλούτου καὶ ἡδονῆς. τούτους νί‐ κησον πρῶτον, Ἀλέξανδρε, τούτους ἀπόκτεινον· τούτους γὰρ ἐὰν νικήσῃς, οὐκ ἔστι σοι χρεία πρὸς τοὺς ἔξω μάχεσθαι· τοῖς γὰρ ἔξω μάχη, ἵνα τούτοις ἐνέγκῃς φόρους. οὐ βλέπεις ὅτι τοὺς ἔξω νικᾷς καὶ ὑπὸ τῶν ἔσω νενίκησαι; πόσοι σοι δοκοῦσι βασιλεῖς | |
10 | ἀνοίας ἐν τοῖς ἄφροσι τυραννεῖν; γλῶσσα, ἀκοή, ὄσφρησις, ὅρα‐ σις, ἁφή, γαστήρ, αἰδοῖα, ὅλος ὁ χρῶς. πολλαὶ δὲ καὶ ἔσωθεν ὥσπερ ἀμείλικτοι δέσποιναι καὶ τυραννίδες ἀκόρεστοι ἀπέραντα ἐπιτάττουσιν· ἐπιθυμίαι, φιλοχρηματίαι, φιληδονίαι, δολοφο‐ | |
νίαι, {σωματομιξίαι} φονοκτονίαι, φειδωλίαι, διχοστασίαι, αἷς | 16 | |
15 | πάσαις ταύταις καὶ ἄλλαις πλείοσι βροτοὶ δουλεύουσι, δι’ ἅσπερ φονεύουσι καὶ φονεύονται. | |
2.7 | Βραγμᾶνες δὲ νικήσαντες τοὺς ἔνδον πολέμους λοιπὸν ἀν‐ ερρώσθησαν καὶ ἀναπαύονται βλέποντες ὕλας καὶ οὐρανόν. καὶ ἀκούομεν ὄρνεων ἦχον εὐμελῆ καὶ ἀετῶν κλαγγήν, φύλλα τε περι‐ βεβλήμεθα καὶ ἀέρι ἐνδιαιτώμεθα. καρποὺς ἐσθίομεν καὶ ὕδωρ | |
5 | πίνομεν, θεῷ ὕμνους ἄδομεν καὶ τὰ μέλλοντα ἐπιθυμοῦμεν, οὐδε‐ νὸς μὴ ὠφελοῦντος ἀκούομεν. σιωπῶντες τοὺς πολλοὺς λόγους τοιαῦτα Βραγμᾶνες ζῶμεν. | |
2.8 | ὑμεῖς δὲ λέγετε ἃ δεῖ ποιεῖν, καὶ ποιεῖτε ἃ μὴ δεῖ λέ‐ γειν· παρ’ ὑμῖν δὲ οὐδεὶς φιλοσόφων οὐδὲν οἶδεν, ἐὰν μὴ λαλή‐ σωσιν· ὑμῶν γὰρ ὁ νοῦς ἐστιν ἡ γλῶσσα καὶ ἐπὶ τοῖς χείλεσι αἱ φρένες. χρυσὸν καὶ ἄργυρον συνάγετε, δούλων χρείαν ἔχετε | |
5 | καὶ μεγάλων οἴκων, ἀρχὰς διώκετε, ἐσθίετε καὶ πίνετε ὅσα καὶ τὰ κτήνη, οὐκ αἰσθάνεσθε δὲ οὐδὲ ὡς ἰδιῶται, περιβάλλεσθε μα‐ λακὰ ἐξομοιούμενοι τοῖς σκώληξι τοῖς σηρικοδιασταῖς. ἀδεῶς πάντα πράττετε καὶ ἐφ’ οἷς πράττετε μετανοεῖτε, καθ’ ἑαυτῶν λαλεῖτε ὡς καθ’ ἐχθρῶν, τῆς γλώττης ἐξουσίαν ἔχοντες ὑπὸ ταύ‐ | |
10 | της πολεμεῖσθε· κρείττονες ὑμῶν οἱ σιγῶντες· ἑαυτοὺς γὰρ οὐκ ἐλέγχουσι. | |
2.9 | παρὰ προβάτων ὡς αἰχμάλωτοι ἔρια δανείζεσθε· δόξαν τοῖς δακτύλοις ὑμῶν ὡς ξόανα περιτίθεσθε. χρυσόν, ὡς αἱ θήλειαι, φορεῖτε καὶ ἐπὶ τούτοις μεγαλύνεσθε, καθ’ ὁμοίωσιν τοῦ κτί‐ σαντος δημιουργηθέντες ἀνημέρων θηρίων θυμὸν τίκτετε. ὅταν | |
5 | πολλὰς κτήσεις περιβάλλησθε, ἐπὶ τούτοις μεγαλύνεσθε μὴ βλέ‐ ποντες, ὅτι πρὸς ἀλήθειαν οὐδὲν ὑμᾶς δύναται ὠφελεῖν· χρυσὸς γὰρ ψυχὴν οὐκ ἀνίστησιν οὐδὲ σῶμα πιαίνει, ἀλλὰ τοὐναντίον μᾶλλον καὶ ψυχὴν σκοτοῖ καὶ σῶμα ἐκτήκει. | |
2.10 | ἡμεῖς δὲ πρὸς ἀλήθειαν τὴν φύσιν ἐπιγνόντες τὰ ταύτῃ | |
ἀποκληρωθέντα ἐκείνων καὶ προνοοῦμεν· πείνης παραγενομένης ἀκροδρύοις καὶ λαχάνοις τοῖς ἐκ τῆς προνοίας ἡμῖν χορη‐ γουμένοις ἰώμεθα ταύτην, καὶ δίψης παραγενομένης ἐπὶ τὸν πο‐ | 18 | |
5 | ταμὸν ἐρχόμενοι χρυσὸν πατοῦντες ὕδωρ πίνομεν καὶ ταύτην θε‐ ραπεύομεν. χρυσὸς δὲ οὐ παύει δίψαν οὐδὲ λιμὸν παραμυθεῖται οὐδὲ τραῦμα θεραπεύει, οὐ νόσον ἰᾶται, οὐκ ἀπληστίαν ἐμπίπλη‐ σιν, ἀλλὰ μᾶλλον καὶ προσεξεγείρει ταύτην τὴν ξενὴν τῆς φύσεως ἐπιθυμίαν. καὶ διψῶν μὲν ἄνθρωπος δῆλον ὅτι ἐπιθυμεῖ πιεῖν καὶ | |
10 | λαβὼν ὕδωρ πέπαυται τῆς δίψης, καὶ ὁ πεινῶν φυσικῶς ἐπιζητεῖ τροφὴν καὶ φαγὼν κορέννυται καὶ τῆς ἐπιθυμίας πέπαυται. παν‐ τάπασιν οὖν δῆλον ὅτι ξένον τῆς φύσεώς ἐστι τὸ χρυσοῦ ἐπιθυ‐ μεῖν· πᾶσα γὰρ ἐπιθυμία πέπαυται βροτῶν, ὅταν λάβῃ κόρον, ἐπει‐ δὴ τῇ φύσει τοῦτο συνέσπαρται. ὁ δὲ τῶν χρημάτων ἔρως ἀκόρεστός | |
15 | ἐστι διὰ τὸ εἶναι τοῦτον παρὰ φύσιν. ἔπειτα καὶ ἐν αὐτῷ κοσμεῖσ‐ θε καὶ ἐπὶ τούτῳ ἐνδοξάζεσθε {καὶ τοῖς ἐνδύμασι κομπάζετε} τῶν ἄλλων ἀνθρώπων ὑπερμεγαλούμενοι. καὶ διὰ τοῦτο τὰ κοινὰ τῶν πάντων ἴδια ποιεῖτε, τὴν ὁμοίαν πᾶσι μίαν φύσιν τῆς φιλαργυρί‐ ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. | |
2.11 | Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ’ ὑφ’ ἡμῶν καταπατεῖται· καὶ ὁ παραίτιος πολλῶν κακῶν πᾶσι παρ’ ὑμῖν ἐστιν ἔντιμος καὶ τιμᾶται ὑφ’ ὑμῶν· ἀνωφελὴς δὲ ὢν ἡμῖν παρ’ ἡμῶν παραπέμπεται ἐξουδενωθείς, καὶ πάντα ὅσα ἡμεῖς | |
5 | καταπατοῦμεν, ταῦτα ἐθαύμασεν ὁ φιλαργυρήσας Κάλανος, ὁ μάται‐ ος ὑμέτερος φίλος, ἀλλ’ οὐχ ἡμέτερος. μέλεος δὲ καὶ τῶν ἀθλί‐ ων ἐλεεινότερος τὴν ψυχὴν ἑαυτοῦ ἀπώλεσε φιλαργυρήσας. καὶ διὰ τοῦτο ἄξιος ἡμῶν οὐκ ἐφάνη οὐδὲ ἄξιος τῆς πρὸς τὸν θεὸν φιλίας οὐδὲ {τῆς παρ’ ἡμῖν ἐλευθερίας οὐδὲ τῆς ἐν ἡμῖν ἀμεριμνίας οὐ‐ | |
10 | δὲ} ἀνεπαύσατο ταῖς ἐν ταῖς ὕλαις ἀμεριμνίαις ἐν ταύταις ἐν‐ τρυφήσας οὐδὲ ἐλπίδα ἔσχε τῆς μετὰ ταῦτα προσδοκίας τὴν ἀθλί‐ αν αὐτοῦ ψυχὴν φιλαργυρίᾳ κατακτείνας. | |
2.12 | ἔστι δέ τις παρ’ ἡμῖν Δάνδαμις, ὃς ἐν ὕλῃ ἀνάκειται ἐπὶ φύλλοις ἐαρινοῖς ἐγγὺς ἔχων πηγὴν ὡς μαζὸν ἀκέραιον ἀμέλγων μητρός”. | 20 |
2.13 | τότε Ἀλέξανδρος ὁ βασιλεὺς ἀκούσας ταῦτα πάντα παρεκά‐ λεσε τὸν διδάσκαλον αὐτῶν καὶ πρύτανιν τῶν λόγων τούτων συν‐ τυχεῖν. οἱ δὲ ὑποδεικνύουσι αὐτῷ μακρόθεν τὸν τόπον τοῦ Δαν‐ δάμεως. ἐλθὼν δὲ ἐκεῖ ὁ Ἀλέξανδρος οὐκ εἶδεν αὐτὸν παριών· | |
5 | ἐν ὕλαις γὰρ κατέκειτο {συχναῖς} ἐπὶ φύλλοις ἀναπαυόμενος ἐν εἰρήνῃ ἔχων πηγὴν ἐγγὺς ὡς μαζὸν ἀκέραιον ἀμέλγων μητρὸς γῆς. ὡς οὖν οὐκ εἶδεν ὁ Ἀλέξανδρος Δάνδαμιν, τὸν τῶν Βραγμάνων ἐπιστάτην καὶ διδάσκαλον, πέμπει πρὸς αὐτὸν φίλον ἑαυτοῦ τινα Ὀνησίκρατον ὀνόματι λέγων τούτῳ· | |
2.14 | “σπεῦσον πρὸς τὸν διδάσκαλον Βραγμάνων, τὸν μέγαν Δάν‐ δαμιν, ὦ Ὀνησίκρατε, καὶ ἢ αὐτὸν ἡμῖν ἄγαγε ἢ μαθὼν τὰ περὶ αὐτοῦ, ποῦ διάγει, ἀνάγγειλόν μοι τάχος, ὅπως ἐγὼ αὐτὸς παρα‐ γένωμαι πρὸς αὐτόν”. ὁ δὲ Ὀνησίκρατος ἔφη αὐτῷ· “τὸ κελευσθὲν | |
5 | ποιήσω διὰ τάχους· σὸν γὰρ τὸ προστάττειν, τὸ δὲ δρᾶν ἐμόν”. πορευθεὶς δὲ οὗτος καὶ τὸν μέγαν Δάνδαμιν εὑρὼν εἶπε· “χαί‐ ροις, διδάσκαλε Βραγμάνων, υἱὸς θεοῦ Διὸς τοῦ μεγάλου, βασι‐ λεὺς Ἀλέξανδρος, ὅς ἐστι παντὸς ἀνθρώπου δεσπότης, καλεῖ σε, ὃς ἐλθόντι σοι πρὸς αὐτὸν πολλὰ καὶ καλὰ παρέξει δῶρα, μὴ ἐλ‐ | |
10 | θόντος δέ σου τὴν κεφαλὴν ἀποτεμεῖ”. ὁ δὲ Δάνδαμις ἀκούσας καὶ μειδιάσας χαριέντως οὐδ’ ἐπῆρεν ἑαυτοῦ τὴν κεφαλὴν ἀπὸ τῶν φύλλων, ἀλλὰ καταγελάσας τούτου κατακείμενος ἀπεκρίνατο οὕτως· | |
2.15 | “ὁ θεός, ὁ μέγας βασιλεύς, ὕβριν οὐδέποτε γεννᾷ, ἀλλὰ φῶς, εἰρήνην, ζωὴν καὶ ὕδωρ, σῶμα ἀνθρώπου καὶ ψυχάς· καὶ ταύ‐ τας δέχεται, ὅταν μοῖρα λύσῃ τὰς μὴ δαμασθείσας ἐπιθυμίᾳ. ἐμὸς οὗτος δεσπότης καὶ θεὸς μόνος, ὃς φόνον ἀποστρέφεται, πολέμους | |
5 | οὐ κατεργάζεται. Ἀλέξανδρος δὲ θεὸς οὔκ ἐστιν εἰδὼς ἀποθνῄσ‐ | |
κειν. πῶς πάντων ἐστὶ δεσπότης, ὃς οὔπω παρῆλθε ποταμὸν Τιβε‐ ροβοὰμ οὐδὲ Κοσσόαλον οὐδὲ θρόνον ἑαυτοῦ τέθεικεν ἐν Παλιμβόθροις οὐδὲ Ζωνενάδη οὔπω παρῆλθε οὐδὲ τῆς Μεσοποταμίας {ἡλίου} ἴδεν τὸν δρόμον, οὔτε ἴδεν τὸν ἐν Μεθορίοις καὶ Καρι‐ | 22 | |
10 | σοβορίοις. καὶ Σκυθία οὔπω γινώσκει αὐτοῦ τὸ ὄνομα. εἰ δὲ αὐ‐ τὸν χωρεῖ ἡ ἐκεῖ γῆ, διαβαινέτω Γάγγην καὶ εὑρήσει γῆν δυνα‐ μένην ἀνθρώπους φέρειν, εἴπερ ἡ παρ’ αὐτοῖς οὐκέτι ὑπομένει βαστάζειν τοῦτον. | |
2.16 | ὅσα δέ μοι ὁμολογεῖ Ἀλέξανδρος καὶ ὅσα ἐπαγγέλλεται παρέξειν μοι δῶρα, ἐμοὶ ἄχρηστα τυγχάνει. ταῦτα δέ μοι φίλα καὶ χρηστὰ καὶ χρήσιμα τυγχάνει· οἶκος, τὰ φύλλα ταῦτα καὶ τροφὴ πίων, αἱ παραθίνιαι βοτάναι καὶ ὕδωρ εἰς ποτόν. τὰ δὲ | |
5 | λοιπὰ χρήματά τε καὶ πράγματα μετὰ μερίμνης συναγόμενα (καὶ οἱ συνάγοντες ἅμ’ ἐκείνοις ἀπολλύμενοι) οὐδὲν ἕτερον ἢ λύπην παρέχει ᾗ ἐστιν ἐμπεπλησμένος πᾶς βροτός. νῦν δὲ ἐγὼ καθεύδω ἐπὶ στρώμνης φύλλων κεκλεισμένοις ὄμμασιν οὐδὲν τηρῶν· χρυσὸν γὰρ ἐὰν θελήσω τηρεῖν, διαφθείρω μου καὶ τὸν ὕπνον. γῆ μοι | |
10 | πάντα φέρει ὡς μήτηρ γάλα {δέ ἐστι} τῷ τεχθέντι. ἐφ’ ἃ θέλω ἔρχομαι, ὃ μὴ θέλω μεριμνᾶν οὐκ ἀναγκάζομαι. | |
2.17 | ἐὰν δέ μου τὴν κεφαλὴν ἀφέλῃ ὁ Ἀλέξανδρος, τὴν ψυχὴν οὐκ ἀπολέσει, ἀλλὰ κεφαλὴν μόνην σιωπῶσαν· ψυχὴ δέ μου πρὸς τὸν δεσπότην ἀπελεύσεται τὸ σῶμα ὡς ῥάκος ἐπὶ τῆς γῆς καταλι‐ ποῦσα, ὅθεν καὶ ἐλήφθη. πνεῦμα δὲ γενόμενος ἐγὼ ἀναβήσομαι | |
5 | πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ‐ τῷ, ὃς ἀπελθόντας πρὸς αὐτὸν ἀπαιτήσει λόγον δικαστὴς ὢν πάντων ὑβρισμάτων· οἱ γὰρ τῶν ἀδικουμένων στεναγμοὶ τῶν ἀδι‐ κούντων κόλασις γίνονται. | |
2.18 | ταῦτα δὲ ἀπειλείτω Ἀλέξανδρος τοῖς θέλουσι χρυσὸν καὶ θάνατον φοβουμένοις· πρὸς ἡμᾶς τὰ δύο αὐτοῦ ὅπλα πέπτωκεν· | |
οἱ γὰρ Βραγμᾶνες οὔτε χρυσὸν φιλοῦσιν οὔτε θάνατον φοβοῦνται. ἄπελθε οὖν καὶ Ἀλεξάνδρῳ λέγε, ὅτι Δάνδαμις τῶν σῶν | 24 | |
5 | χρείαν οὐκ ἔχει· διὰ τοῦτο πρός σε οὐκ ἐλεύσεται. εἰ δὲ σὺ Δανδάμεως χρείαν ἔχεις, ἐλθὲ πρὸς αὐτόν”. | |
2.19 | ὁ δὲ Ἀλέξανδρος ταῦτα ἀκούσας παρὰ τοῦ Ὀνησικράτους μᾶλλον αὐτὸν ἰδεῖν ἐπεθύμησεν, ὅτι αὐτὸν πολλὰ ἔθνη καθελόν‐ τα εἷς ἐνίκησε γυμνὸς γέρων. πορεύεται οὖν σὺν πεντεκαίδεκα φίλοις εἰς τὴν ὕλην τοῦ Δανδάμεως καὶ ἐγγὺς γενόμενος αὐτοῦ | |
5 | κατέβη ἐκ τοῦ ἵππου καὶ ἀπέθετο τὸ διάδημα καὶ πᾶσαν τὴν πε‐ ρὶ αὐτὸν ἀλαζονείαν. καὶ εἰσελθὼν μόνος εἰς τὴν ὕλην, ἔνθα ὁ Δάνδαμις, ἠσπάσατο αὐτὸν καὶ εἶπε· “χαίροις, Δάνδαμις, διδά‐ σκαλε Βραγμάνων καὶ πρύτανι σοφίας· πάρειμι πρός σε ἀκούσας σου τὸ ὄνομα, ἐπεὶ μὴ σὺ παρεγένου πρὸς ἡμᾶς”. ὁ δὲ Δάνδαμις | |
10 | εἶπεν· “χαίροις καὶ αὐτός, δι’ ὃν πολλαὶ πόλεις ταράσσονται καὶ ἔθνη ἀκαταστατεῖ”. | |
2.20 | ὁ δὲ Ἀλέξανδρος καθεσθεὶς παρὰ τοῖς ποσὶν αὐτοῦ ἐκεί‐ νην τὴν ὥραν εἶδεν καθαρὰν τὴν γῆν ἀπὸ αἱμάτων· καὶ ὁ Δάνδα‐ μις· “τί πρὸς ἡμᾶς, Ἀλέξανδρε, πάρει; τί θέλεις βαστάσαι ἐκ τῆς ἡμετέρας ἐρημίας; ὃ ζητεῖς ἡμεῖς οὐκ ἔχομεν, ὧν ἡμεῖς | |
5 | κεκτήμεθα αὐτὸς οὐ χρῄζεις. ἡμεῖς θεὸν τιμῶμεν, ἀνθρώπους φιλοῦμεν, χρυσοῦ ἀμελοῦμεν καὶ θανάτου καταφρονοῦμεν, ἡδο‐ νῶν οὐ φροντίζομεν. ὑμεῖς δὲ θάνατον φοβεῖσθε, χρυσὸν φιλεῖ‐ τε, ἡδονῶν ὀρέγεσθε, ἀνθρώπους μισεῖτε, θεοῦ καταφρονεῖτε”. ὁ δὲ Ἀλέξανδρος πρὸς αὐτόν· “ἐγὼ σοφόν τι ἥκω μαθεῖν παρὰ | |
10 | σοῦ· φασὶ γάρ σε θεῷ προσομιλεῖν· θέλω γὰρ εἰδέναι, τί τῶν Ἑλλήνων διαφέρεις ἢ τί περισσότερον τῶν λοιπῶν βλέπεις ἢ φρονεῖς”. | |
2.21 | ὁ δὲ Δάνδαμις πρὸς αὐτὸν ἀπεκρίνατο· “θέλω κἀγὼ δια‐ κονῆσαί σοι λόγους σοφίας θεοῦ καὶ ἐνθεῖναί σοι νοῦν θεο‐ πρεπῆ, ἀλλὰ σὺ τόπον οὐκ ἔχεις ἐν τῇ ψυχῇ σου ὥστε χωρῆσαι | |
τὴν παρ’ ἐμοῦ σοι διακονουμένην δωρεὰν τοῦ θεοῦ· πεπληρώ‐ | 26 | |
5 | κασι γάρ σου τὴν ψυχὴν ἄπληστοι ἐπιθυμίαι καὶ ἀκόρεσ‐ τος φιλαργυρία καὶ δαιμονιώδης φιλαρχία, αἵτινες μάχονταί μοι νῦν, ὅτι σε ἐνθάδε περισπῶ καὶ οὐ φονεύεις ἔθνη λαῶν πολλῶν ἐκχέων αἷμα. καὶ λυποῦνται κατ’ ἐμοῦ οἱ μετὰ σοῦ, ὅτι πόλιν βλέπουσι μένουσαν καὶ σῳζομένους ἀνθρώπους. σὺ δὲ εἶ‐ | |
10 | πας καὶ ἐπὶ τὸν Ὠκεανὸν ἐλθεῖν καὶ μετ’ αὐτὸν ἐπ’ ἄλλην οἰ‐ κουμένην καὶ μετ’ ἐκείνην πάλιν ἐφ’ ἑτέραν καὶ σφόδρα λυπηθή‐ σῃ, ὅταν μὴ ἔχῃς οὓς νικήσεις. πῶς οὖν ἐγὼ δύναμαι θεοῦ σοφί‐ ας σοι λόγους λαλῆσαι τοσαύτῃ ἀλαζονείᾳ καὶ ἐπιθυμίαις ἀμετρή‐ τοις πεπληρωμένης σου τῆς διανοίας, ἣν οὐδ’ ὅλος ὁ κόσμος ὑπ‐ | |
15 | ηρετῶν ἐδυνήθη πληροφορῆσαι; | |
2.22 | βραχὺς ἐκτίσθης καὶ γυμνὸς καὶ εἷς ἄνθρωπος παρῆλθες ἐν τῷ κόσμῳ καὶ αὐξηθεὶς διὰ τί τοὺς πάντας κατασφάττεις; ἵνα τὰ πάντων λάβῃς; καὶ ὅταν νικήσῃς τοὺς πάντας καὶ πᾶσαν κτήσῃ οἰκουμένην, τοσαύτην γῆν καθέξεις μόνην, ὅσην ἐγὼ ἀνακείμενος | |
5 | ἢ σὺ καθήμενος· τοσαύτης γῆς κυριεύων ἔνθεν μεταβήσῃ, ὥστε οἱ εὐκαταφρόνητοι ἡμεῖς ἄνευ μάχης καὶ πολέμου ἶσά σοι ἔχομεν τὰ πάντα· γῆν, ὕδωρ, ἀέρα· καὶ πάντα, ὅσα ἔχω, δικαίως ἔχω καὶ οὐδενὸς ἐπιθυμῶ. σὺ δὲ πολεμῶν καὶ ἐκχέων αἵματα καὶ ἀνθρώπους κατασφάττων, ἐὰν πάντας κτήσῃ ποταμούς, ἶσον ἐμοὶ πίνεις ὕδωρ. | |
10 | καὶ οὐκ ἀγωνιῶ οὐδὲ τραύματα φέρω οὐδὲ πόλεις κατασκάπτω καὶ ἴσην ἔχω σοι γῆν καὶ ὕδωρ {καὶ οὐδενὸς ἐπιδέομαι}. | |
2.23 | τοῦτο οὖν, Ἀλέξανδρε, σοφὸν μάθε παρ’ ἐμοῦ· μηδὲν ὡς πένης θέλε ἔχειν καὶ πάντα ἐστὶ σὰ καὶ οὐδενὸς δεήσῃ· ἐπιθυ‐ μία γὰρ μήτηρ ἐστὶ πενίας, πενία δὲ ἔργον ἀταξίας κακῷ φαρμά‐ κῳ θεραπευομένη λύπῃ καὶ μηδέποτε εὑρίσκουσα ὃ ζητεῖ μηδ’ ἀνα‐ | |
5 | παυομένη ἐφ’ οἷς ἔχει, ἀλλ’ ἀεὶ βασανιζομένη ἐφ’ οἷς οὐ κέκτη‐ ται. | |
2.24 | πλουτήσεις δὲ {ἡδέως} ὡς ἐγώ, ἐάν μοι συζῆν θελήσῃς καὶ | |
ἐάν μοι προσέχῃς καὶ ἀκούῃς μου τῶν λόγων, καὶ κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ‐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν | 28 | |
5 | ἀνθρώπων οὐκ ἀκούω. οὐρανός μοι στέγῃ, γῆ μοι πᾶσα στρωμνή, ὗλαι τράπεζα, καρποὶ τροφῆς ἀπόλαυσις, ποταμοὶ διάκονοι {δί‐ ψης}. οὐκ ἐσθίω σάρκας ὡς λέων, οὐδὲ σήπεται ἐν ἐμοὶ ἑτέρων ζῴων κρέα, οὐδὲ γίνομαι τάφος νεκρῶν ἀλόγων· πρόνοια γάρ μοι τροφὴν φέρει καρποὺς ὡς φίλη μήτηρ τῷ τεχθέντι γάλα. | |
2.25 | ἀλλὰ σὺ ζητεῖς, Ἀλέξανδρε, τοῦ μαθεῖν παρ’ ἐμοῦ, τί περισσὸν τῶν ἄλλων ἀνθρώπων κέκτημαι ἢ τί οἶδα σοφὸν παρὰ πολ‐ λούς. ἐμὲ βλέπεις, βιῶ ὡς ἐξ ἀρχῆς ἐκτίσθην. ζῶ ὡς παρὰ τῆς μητρὸς ἐτέχθην, γυμνὸς ἄνευ πλούτου καὶ φροντίδων· διὰ τοῦτο, | |
5 | ὅσα ὁ θεὸς ποιεῖ, οἶδα καὶ τί δεῖ γενέσθαι, ἐπίσταμαι. ὑμεῖς δὲ θαμβεῖσθε μαντευόμενοι {καὶ οὐκ αἰσχύνεσθε} περὶ τῶν καθ’ ἡμέραν ἐφ’ ὑμᾶς παρερχομένων μὴ συνιέντες τὰ καθ’ ὥραν δεικνύμενα ὑμῖν ἔργα θεοῦ· λιμούς, πολέμους, κεραυνούς, αὐχμούς, ὄμβρους καὶ καρπῶν φθορὰς προγινώσκω ἐγώ· καὶ πῶς καὶ πόθεν ταῦτα γί‐ | |
10 | νεται καὶ διὰ τί, ἐμοὶ παρέχει γνῶσιν ἡ πρόνοια. καὶ τοῦτο δὲ λίαν εὐφραίνει με, ‖ὅτι τῶν ἰδίων ἔργων ὁ θεὸς ἐμὲ σύμβουλον πεποίηκεν ὡς υἱὸν ἀγαπητόν‖, ὅτι ὁ θεὸς μετὰ τῶν ἰδίων ἔργων {σύμβουλον} πεποίηκε τὴν δικαιοσύνην πρός με‖. πολεμίων φόβος ἐὰν ἐπέλθῃ βασιλεῖ ἢ ἑτέρα πτόησις, πρός με ἔρχεται ὡς πρὸς | |
15 | ἄγγελον θεοῦ {ζητῶν φρόνησιν}, καὶ ἐγὼ ἐντυχὼν τῇ προνοίᾳ τοῦ θεοῦ πείθω αὐτὴν ἀγαθόν τι δοῦναι τῷ παρόντι πρός με· καὶ φό‐ βον τοῦτον καταλύσας μετὰ θάρσους αὐτὸν ἀποπέμπω. | |
2.26 | τί βέλτιον, εἰπέ μοι, καταβλάπτειν ἀνθρώπους καὶ κακῆς δόξης ὄνομα ἔχειν ἢ μᾶλλον τούτους φυλάττειν {καὶ εὐεργετεῖν} καὶ εὐεργέτην γνωρίζεσθαι; καὶ τί πρέπει τοῖς υἱοῖς τοῦ θεοῦ, πολεμεῖν καὶ κατασκάπτειν τὰ ὑπὸ τῆς προνοίας δημιουργηθέντα | |
5 | ἢ εἰρηνεύειν καὶ προσανοικοδομεῖν τὰ πεπονημένα καὶ κατερηριμ‐ | |
μένα ὡς δημιουργοῦ λάτριν; οὐκ ὠφελήσει σε, βασιλεῦ Ἀλέξανδρε, ἡ ἐξουσία αὕτη οὐδὲ τὸ πλῆθος τοῦ χρυσοῦ ἢ οἱ πολλοὶ ἐλέφαντες οὐδὲ ἐσθὴς ἡ ποικίλη καὶ διάφορος ἡ περί σε οὐδ’ ὁ στρατὸς ὁ νῦν σοι περιστοιχιζόμενος οὐδ’ ἵπποι καὶ οἱ δο‐ | 30 | |
10 | ρυφόροι καὶ πάντα ὅσα σὺ τῶν ἄλλων μετὰ πολέμων καὶ μάχης ἀφείλω· ἀλλ’ ὀνήσῃ τὰ μέγιστα, ἐὰν πεισθῇς τοῖς ἐμοῖς λόγοις καὶ ὑπακούσῃς τῆς ἐμῆς φωνῆς. | |
2.27 | σὺ δέ, Ἀλέξανδρε, ἐάν με φονεύσῃς, οὐ φοβοῦμαι, λέγοντά {με} τά σοι συμφέροντα· ἀπελεύσομαι γὰρ πρὸς τὸν θεόν μου, ὃς κατεσκεύασε τὰ πάντα· αὐτὸς γὰρ οἶδέ μου τὴν δίκην καὶ τούτῳ λέληθεν οὐδέν, οὗ ὄμματα πάντες οἱ ἀστέρες, ἥλιος καὶ σελήνη, | |
5 | καὶ αὐτὸς κρινεῖ καὶ τοὺς ἄλλους ἀδικοῦντας, ὃν οὐ λήσεις οὐ‐ δὲ τόπον ἕξεις ποῦ φεύξῃ τοῦτον {ἀναστὰς οὐδὲ τούτου τὴν δίκην παρελεύσῃ}· ὥστε {βασιλεῦ Ἀλέξανδρε} μὴ κατάβαλλε, ἃ ὁ θεὸς θέλει κτίζεσθαι μηδ’ ἀφανίζειν βιάζου, ἃ ἐκεῖνος κοσμεῖν βού‐ λεται, μηδὲ σπένδε αἷμα πόλεων μηδὲ νεκρὰ ἔθνη διάβαινε {ἐπ’ | |
10 | αὐτά}· σεαυτῷ γὰρ μᾶλλον ζῆσαι κρεῖττον ἤπερ ἄλλους κατακτεί‐ νειν καὶ μὴ θανόντα ἄλλους μακαρίζειν καὶ ζημίαν εἰδέναι μᾶλ‐ λον τὰ τῶν ἄλλων ἁρπάζειν ἤπερ κέρδος ἡγεῖσθαι τοῦτο. | |
2.28 | τί μία ψυχὴ γενόμενος τοσαῦτα ἔθνη καταλῦσαι θέλεις; τί σὺ ἀφρόνως εὐφραινόμενος πολλῶν κακῶν τὴν οἰκουμένην ἐμπιπλᾷς; τί τὰς ἀλλοτρίας συμφορὰς ὡς ἑαυτοῦ κέρδη ὁρᾷς; τί κατὰ δακρυ‐ όντων σὺ γελᾷς; μνήσθητι τοῦ ἐπ’ ἐρημίαις ἐμοῦ τοῦ γυμνοῦ καὶ | |
5 | πενιχροῦ, καὶ σεαυτὸν κέρδησον καὶ τοὺς πολέμους καταλύσας τὴν τῆς προνοίας φίλην ἄσπασαι εἰρήνην καὶ μὴ ζήτει ἐν κακοῖς ἀν‐ δρείαν ἔχειν, ἀλλὰ μεθ’ ἡμῶν ἀμέριμνον βίον διάγειν· ἀπόρριψον ἀπὸ σοῦ τοὺς τῶν προβάτων μαλλοὺς καὶ μὴ κατάφευγε ἐπὶ σκέπην νεκράν. τότε τιμήσεις σεαυτὸν μιμησάμενος ἡμᾶς γεγονὼς οἷος | |
10 | καὶ ἐκτίσθης. πειράζεται γὰρ εἰς ἀρετὴν ἐν ἐρημίᾳ ψυχή. | |
2.29 | ἑλοῦ τοιγαροῦν, ὦ βασιλεῦ Ἀλέξανδρε, βίον διάγειν ἄϋλον | |
ἡμέτερον· οὐκ οἶδα εἰ οὕτως εἶ μακάριος ὡς δυνηθῆναί σε πεισ‐ θέντα τοῖς ἡμετέροις λόγοις σεαυτὸν εὑρεῖν. νῦν ἀναμέ‐ νουσί σε Μακεδόνες, ἵνα πόλεις καταβάλλωσι καὶ ἀνθρώπους κα‐ | 32 | |
5 | τασφάξωσι καὶ τὰ ἐκείνων διαρπάσωσι, καὶ λυποῦνται σήμερον οἱ φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί‐ ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. | |
2.30 | πότε βίον ἀμέριμνον κτήσῃ τὸν παρὰ θεοῦ σοι ἀπονεμηθέν‐ τα, ἵνα καὶ σεαυτῷ ζήσῃς καὶ ἄλλους μὴ κατακτείνῃς; νῦν δ’ ἄρα τούτων ἀκούων τῶν λόγων τί μέλλεις λοιπὸν σεαυτῷ προσανέχειν; ἢ ζητεῖς ἁρπάζειν ἀκμὴν καὶ ταράσσειν ἔθνη καὶ φονεύειν ἀνθρώ‐ | |
5 | πους; καὶ ἃ μὲν εἰργάσω, ἃ δὲ μέλλεις ποιεῖν. ἀλλ’ ἐὰν τῶν ἐμῶν μὴ ἀνάσχῃ λόγων ἐνθένδε ἀπαλλαγῇς, καὶ ὢν ἐν αἰθέρι ὄψομαί σε τούτων τὰς δίκας τιννῦντα καὶ στεναγμοῖς πικροῖς ὀδυρόμενόν σε τῶν ὑπὸ σοῦ πεπραγμένων τὰς εὐθύνας διδόντα. καὶ τότε τῶν ὑπ’ ἐμοῦ διακονουμένων θείων λόγων μνησθήσῃ, ὅταν μηκέτι ἀκολου‐ | |
10 | θῶσιν ἵπποι δεδιδαγμένοι πολέμους καὶ πλήθη τῶν δορυφόρων. τό‐ τε θρηνήσεις οἰμώζων ζητῶν ὃν εἰς μάτην ἀπώλεσας βίον εἰς τα‐ ραχὰς ἀτάκτους καὶ πολέμους αἱμάτων ἀθῴων, ὅταν μηδὲν ἄλλο ἔχῃς ἰδεῖν σου κυκλόθεν εἰ μὴ μνήμην ὧν ἐσώρευσας σεαυτῷ· οἶδα γὰρ ἐγὼ τὰς ἐκ θεοῦ ἐπαγομένας τιμωρίας δικαίως ἀνθρώποις ἀδίκοις· | |
15 | τότε μοι ἐρεῖς ἐκεῖ· “ἀγαθός μοι τὸ πρὶν ἦσθα σύμβουλος, ὦ Δάνδαμι”· ἐκεῖ γὰρ παραστήσονταί σοι ψυχαὶ αἱ μάτην πεπολεμη‐ μέναι ἀδίκως ὑπὸ σοῦ. πόσοις ἀρκέσεις ἀπολογούμενος τότε; οὐ‐ δὲν δὲ ὠφεληθήσῃ μέγας κληθεὶς καὶ φανείς. ὁ νῦν τὸν κόσμον νικῆσαι θέλων νενικημένος τότε”. | |
2.31 | ὁ δὲ Ἀλέξανδρος πάνυ ἡδέως αὐτοῦ ἤκουε καὶ οὐκ ἐθυμώθη. ἦν γὰρ καὶ ἐν αὐτῷ πνεῦμα θεῖον, ἀλλ’ ὑπό τινος δαίμονος κακοῦ εἰς φόνους καὶ ταραχὰς ἐτράπη. καὶ σφόδρα καταπλαγεὶς ἐπὶ τοῖς παραδόξοις λόγοις τοῦ Δανδάμεως ἀπεκρίνατο λέγων Ἀλέξανδρος· | |
2.32 | “Ἀληθινὲ διδάσκαλε Βραγμάνων, Δάνδαμι, καὶ ἀναπλάττων | |
ἀνθρώπους τῇ σοφίᾳ τῆς προνοίας τούς σοι παρατυγχάνοντας, ὃν ἐγὼ μαθὼν παρὰ Καλάνου καὶ ποθήσας συντυχεῖν εὗρον πάν‐ των ἀνθρώπων ὑψηλότερον διὰ τὸ ἐν σοὶ πνεῦμα. οἶδα, ὅτι ἀλη‐ | 34 | |
5 | θῶς λέγεις τὰ πάντα· ἐγέννησε γάρ σε ὁ θεὸς καὶ αὐτὸς κατέ‐ πεμψέ σε ἐν τόποις τούτοις, ἐν οἷς ἔξεστί σοι εὐδαιμονεῖν ἀτά‐ ραχον ὄντα ὅλῃ τῇ φύσει, πλούσιον, ἀνελλιπῇ, πολλῆς ἡσυχίας ἀπολαύοντα. | |
2.33 | ἐγὼ δὲ τί ποιήσω ὁ ἀδιαλείπτοις φόβοις συνοικῶν καὶ συν‐ εχέσι καταντλούμενος ταραχαῖς; πολλοὺς ἔχων τοὺς τηροῦντάς με φοβοῦμαι τούτους τῶν πολεμίων μᾶλλον· χείρονες οἱ φίλοι τῶν ὑπεναντίων, οἳ καθ’ ἡμέραν ἐπιβουλεύουσί μοι πλέον τῶν ἐχθρῶν | |
5 | μου, καὶ οὐδὲ χωρὶς αὐτῶν ζῆσαι δύναμαι οὔτε θαρσῶ πάλιν τού‐ τοις σὺν αὐτοῖς ὤν· οὓς γὰρ φοβοῦμαι, ὑπ’ αὐτῶν τηροῦμαι· ἡμέ‐ ρας μὲν ταράσσων ἔθνη, ἐπιστάσης δὲ νυκτὸς ἐκταρασσόμενος ὑπὸ τῶν λογισμῶν μου, μή τίς μοι ἐπιστὰς ξίφει με χειρώσηται. οἴ‐ μοι. καὶ κολάσας τοὺς ἀπειθοῦντάς μοι λυποῦμαι, καὶ μὴ κολάσας | |
10 | καταφρονοῦμαι πάλιν. | |
2.34 | καὶ πῶς οἷόντε μέ ἐστι ταῦτα τὰ ἔργα ἀρνήσασθαι; καὶ γὰρ εἰ θέλοιμι ἐπ’ ἐρημίας ζῆσαι, ὑπὸ τῶν ὑπασπιστῶν οὐ συγχωροῦ‐ μαι. οὐκ ἔξεστι δέ μοι μᾶλλον, εἰ καὶ ἠδυνάμην, ἀπὸ τούτων δραπετεῦσαι ταῦτα λαχόντι τῇ ψήφῳ. τί οὖν ἀπολογήσομαι τῷ θεῷ, | |
5 | ὃς γενομένῳ τοῦτον ἐπένευσε τὸν κλῆρον; | |
2.35 | σὺ δέ, ὦ πρέσβυτα, κτῆμα τίμιον θεοῦ, ἀνθ’ ὧν ὠφέλησάς με καὶ ηὔφρανάς με τοῖς λόγοις τῆς σοφίας σου καὶ ἀπὸ πολέμων ἡμέρωσάς με, δέξαι μου τὰ δῶρα, ἃ ἐνήνοχά σοι, καὶ μή με ἀτι‐ μάσῃς· ἐγὼ γὰρ εὐεργετοῦμαι σοφίαν τιμῶν”. | |
2.36 | καὶ ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος πρὸς τὸν Δάνδαμιν κατέ‐ νευσε τοῖς οἰκέταις αὐτοῦ. οἱ δὲ προσέφερον αὐτῷ χρυσὸν καὶ ἄργυρον ἐπίσημον καὶ ἐσθῆτα παντοίαν {πολυτελῆ καὶ πρόβατα} καὶ ἄρτους καὶ ἔλαιον. ὁ δὲ Δάνδαμις ἰδὼν ἐγέλασε καὶ εἶπε τῷ | |
5 | Ἀλεξάνδρῳ· | 36 |
2.37 | “πεῖσον δὴ τὰ ὄρνεα τὰ περὶ τὴν ὕλην κελαδοῦντα λαβεῖν χρυσὸν καὶ ἄργυρον καὶ ἄμεινον ἠχῆσαι· εἰ οὖν ταῦτα οὐ δύνῃ πεῖσαι, οὐδὲ ἐμὲ πείσειας χείρω αὐτῶν γενέσθαι· ὃ γὰρ μήτε ἐσθίων μήτε πίνων οὐ λαμβάνω {οὐδὲ τηρῶ} ἀνωφελές τι κτῆμα, οὐ‐ | |
5 | δὲ τηρῶ ἐπιβλαβὲς ψυχῆς χρῆμα οὐδὲ ἐλεύθερον ἐμὸν βίον ἀπὸ πάσης μερίμνης νῦν δεσμεύσω οὐδὲ μάτην ἐμὴν καθαρὰν διάνοιαν θολώσω· μὴ γένοιτο· ἀλλ’ οὔτε ἀγοράσαι τι χρῄζω ἐπ’ ἐρημίαις οἰκῶν· τὰ γὰρ πάντα δωρεὰν ὁ θεὸς δίδωσί μοι, καρποὺς εἰς τροφὴν καὶ ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς | |
10 | αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί‐ ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς θέλουσι λαμβάνειν {ταῦτα οὖν ἐμοὶ οὐδέν ἐστιν}. | |
2.38 | ἱμάτιον περιβέβλημαι ὃ ἐξ ὠδίνων ἔχοντά με ἡ μήτηρ ἔτε‐ κεν. ἀέρι τρέφομαι καὶ ἡδέως ἐμαυτὸν {τοιοῦτον} βλέπω. τί ἀναγκάζεις με περιθέσθαι ὅλου τοῦ σώματος δεσμόν; ἐμοὶ ἡδύ‐ τερον ἡ ἀμεριμνία πάσης κτίσεως καὶ μέλιτος γλυκύτερον τὸ ἀπὸ | |
5 | τοῦ ποταμοῦ ποτὸν ἰώμενον τὴν κατὰ φύσιν δίψαν. εἰ δὲ καὶ οἱ ἄρτοι οὗτοι εἰς τροφήν εἰσιν, τί αὐτοὺς περιέκαυσας πυρί; οὐκ ἐσθίω ἐγὼ ἀπόβρωμα πυρὸς οὐδ’ ἀφαιροῦμαι ἀλλότριον τρο‐ φήν· τὸ γευσάμενον αὐτὰ πῦρ καταδαπανάτω. ἵνα δέ σε μὴ ἀτι‐ μάσω τιμῶντα σοφίαν, δέχομαι τὸ ἔλαιον. | |
2.39 | καὶ ταῦτα εἰπὼν ὁ Δάνδαμις {ἔλαβε τὸ ἔλαιον} καὶ ἀναστὰς τὴν ὕλην περιῆλθεν καὶ συναγαγὼν ξύλα ἐποίησε σωρὸν καὶ ἀνά‐ ψας πυρὰν εἶπε· “Βραχμὰν πάντα ἔχει καὶ τρέφεται προνοίᾳ”. καὶ ἱκανῶς ἀνάψας τὸ πῦρ ἐπέχεεν, ἕως πᾶν ἐδαπάνησε τὸ ἔλαι‐ | |
5 | ον, καὶ ἦρεν ὕμνον τῷ θεῷ λέγων· “ἀθάνατε θεέ, εὐχαριστῶ σοι ἐν παντί· βασιλεύεις γὰρ τῶν ὅλων σὺ μόνος ἀληθῶς παρέχων σου τῷ πλάσματι πάντα πλουσίως εἰς τροφήν· δημιουργήσας δὲ τὸν κόσμον τοῦτον σὺ διατηρεῖς ἀναμένων τὰς ψυχάς, ἃς ἐξαπέστει‐ | |
λας ἐκεῖ, ἵνα πολιτευσαμένας ἀσφαλῶς τιμήσῃς ὡς θεός, τὰς δὲ | 38 | |
10 | ἀπειθησάσας τοῖς θεσμοῖς κατακρίσει παραδῷς· πᾶσα γὰρ δικαία κρίσις παρά σοι καὶ ἀπέραντος ζωὴ ἑτοίμη παρά σοι· χρηστότητι γὰρ ἀϊδίῳ τοὺς πάντας ἐλεεῖς”. | |
2.40 | ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα πάντα καὶ ἰδὼν θαυμάσας σφόδρα καὶ κατανυγεὶς ἐπὶ τοῖς σοφοῖς καὶ ἀληθινοῖς λόγοις τοῦ Δανδάμεως ἀπῆλθεν ἀποφέρων πάντα, ὅσα ἐνηνόχει δῶρα πλὴν τοῦ ἐλαίου, οὗ ἀνήλωσε τὸ πῦρ. ὁ δὲ Δάνδαμις εἶπεν· | |
2.41 | “τοιοῦτοί ἐσμεν πάντες {ἡμεῖς}, Ἀλέξανδρε· ὁ δὲ σὸς φί‐ λος Κάλανος ἡμῖν κακὸς ἀνὴρ ἐγένετο πρὸς βραχὺν χρόνον μιμη‐ σάμενος ἡμῶν τὸν βίον καὶ ἐπεὶ μὴ ἐτύγχανε θεοφιλής, καταλι‐ πὼν ἡμᾶς ἐδραπέτευσε πρὸς τοὺς Ἕλληνας καὶ παρὰ συνήθειαν | |
5 | ἰδὼν ἡμέτερα μυστήρια καὶ ταῦτα βεβήλοις ἐκπομπεύσας ἔθνεσιν ἐντεῦθεν εἰς πῦρ ἀθάνατον μετέστησεν ἑαυτόν. σὺ δὲ εἶ κακοῦ ἔθνους δεσπότης Μακεδόνων, τὸ πρὶν ἐλοιδόρεις Βραγμᾶνας καὶ ἐκέλευες τούτους ἀπόλλυσθαι πεισθεὶς ψευδέσι λόγοις· ὅπερ οὐ πρέπει βασιλεῖ καὶ κηδομένῳ ἐθνῶν ἄρχειν τὸ τοῖς διαβάλλουσι | |
10 | πείθεσθαι. | |
2.42 | ἡμεῖς γὰρ τοῦ ἰδίου βίου θεῷ λόγον δώσομεν, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν· αὐτοῦ γάρ ἐσμεν ἔργα πάντες οἱ ἀντιποιούμε‐ νοι τῆς αὐτοῦ δικαιοσύνης· καταφρονοῦμεν κενῆς δόξης τῆς παρὰ τοῖς ἄφροσι οὔσης. πῶς οὖν δύνασθε ὑμεῖς τὰ ἡμέτερα φρονεῖν | |
5 | κακῶς ζῶντες καὶ τοῦ ὄντως καλοῦ ἀμελοῦντες; ἡμεῖς δὲ οἱ Βραγ‐ μᾶνες μνημονεύοντες πῶς ἐγεννήθημεν, τῇ φύσει ἐκείνῃ συζῶμεν καὶ βλέπομεν, πῶς ἀμέμπτως ζῆν δυνάμεθα· ἐν ἀμεριμνίᾳ διάγο‐ μεν περὶ μηδενὸς φροντίζοντες· φροντὶς γὰρ ὕλης βίου βροτῶν χωρίζει νοῦν ἀπὸ θεοῦ· ἕκαστον γὰρ ἡμῶν ἡ πρόνοια ἐδίας γνώμης | |
10 | ἀπαιτήσει λόγον καὶ τῶν αὐτῆς πράξεων δίκας δώσομεν. διὰ τοῦ‐ το χαίρομεν ἡμεῖς ἐν ἐρημίαις καὶ μέσαις ὕλαις καθεζόμενοι, ἵνα εἰς πᾶν ἀρέσκον τῷ θεῷ ἐφιστάνωμεν τὸν νοῦν, ἵνα μὴ αἱ | |
ἀδολεσχίαι τῶν λοιπῶν ἀνθρώπων τὰς ψυχὰς ἡμῶν περισπάσωσιν ἀπὸ τῆς τοῦ θεοῦ δοξολογίας. | 40 | |
2.43 | μακάριος γάρ ἐστιν ὃς οὐδενὸς {τῶν περισσῶν} δεῖται, δόξης δὲ κηδόμενος τοῦ δεσπότου τῶν ἁπάντων. δόξα δὲ κενὴ πάντων δεῖται· τὸν γὰρ βουλόμενον ἀρέσκειν πᾶσι δοῦλον εἶναι δεῖ πάντων. ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν πόλεις ἐπιζητεῖν· σύνο‐ | |
5 | δος γὰρ ἐπιβουλῆς ἐστι καὶ πολλῆς κακίας γεώργιον. μεγάλους δὲ ἡμῖν ὁ θεὸς οἴκους ἔκτισεν, ὄρη ὑψηλὰ καὶ ὕλας κατασκί‐ ους, ἔνθεν καθαρᾶς φύσεως {τῆς δεδομένης ἐκ θεοῦ μνήμης σῴζε‐ ται} καρποὺς ἐσθίοντες ἐν τούτοις ἐντρυφῶμεν καὶ ὕδωρ πίνον‐ τες ἀπὸ τούτου εὐφραινόμεθα καὶ ἡδίστην ἀνάπαυσιν ἐπὶ φύλ‐ | |
10 | λοις ἔχομεν καὶ ἐπὶ τούτοις ἀναπαυόμενοι τὸν κόπον ἀποτιθέ‐ μεθα. | |
2.44 | πῶς οὖν ὑμεῖς πολλῶν δοῦλοι ὄντες τοῖς ἐν πᾶσιν ἐλευ‐ θέροις ἐπιτάσσειν δύνασθε; ὑμεῖς γὰρ ψυχῆς ἰδίας πολλὰ καὶ ποικίλα ἐπιθυμούσης δοῦλοι ἄτακτοί ἐστε· εἰ γὰρ πολλὰ ἱμά‐ τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα‐ | |
5 | φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· “οὐ φορῶ μαλακὰ ἱμά‐ τια”· ἴση γάρ ἐστι δουλεία τὸ ἐπὶ μικρῷ καὶ μεγάλῳ φροντίζειν· ὁ μικροῦ ὀρεγόμενος χρυσίου καὶ τοῦ πλείονος ἐπιθυμήσει, ὁ μικρᾶς πόλεως βασιλεῦσαι θέλων δηλονότι καὶ τῆς μείζονος ἄρξαι ἁρπάσει. ἀλλὰ καὶ ἐν ὀλίγῃ πορφύρᾳ στιλβούσῃ ἐν ἱμα‐ | |
10 | τίῳ ἐναβρύνεσθε τῶν Ἰνδῶν ὁλοπορφύρων ὄντων δούλων ἡμῶν ὁλοπόρφυρα φορούντων· καὶ ὑμεῖς ἐρικυδῆ ἡγεῖσθε τὴν πόρφυ‐ ραν κἂν ὀλίγῃ χρῆσθε· εἰ δὲ τὸ καλὸν παρ’ ὑμῖν ὀλίγη ἐστίν, τῷ ὄντι πτωχοί ἐστε καὶ τὰ μικρὰ θαυμάζοντες. | |
2.45 | διὰ τί δὲ ζῷα φονεύετε γῆς τέκνα ὄντα καὶ αὐτὰ χρησι‐ μώτατα ὑμῖν ὑπάρχοντα; ἃ μὲν γὰρ κείρετε καὶ τούτων τὰ ἔρια περιβάλλεσθε, ἃ δὲ ἀμέλγετε καὶ τὸ γάλα ἐσθίετε, ἐν οἷς δὲ καὶ γεωργεῖτε τοὺς καρποὺς πιπράσκοντες, ἐφ’ οἷς δὲ καὶ ἐπι‐ | |
5 | βεβηκότες πολεμεῖτε ἀλλότρια ἁρπάζοντες· καὶ ταῦτα φονεύετε ἀδίκως καὶ τοῖς μὲν ζῴοις μισθὸς ὁ τοιοῦτος παρ’ ὑμῖν. τοὺς μαλλοὺς τούτων ἔξωθεν περιβάλλεσθε, τὰς δὲ σάρκας τού‐ των ἔνδοθεν βαστάζετε καὶ γίνεσθε νεκρῶν ζῴων περιπατοῦντες τάφοι. τοσαύτῃ οὖν ἀτιμίᾳ ἔργων ἀτόπων βαρυνομένη ψυχὴ πῶς | 42 |
10 | δύναται νοῦν θεοῦ δέξασθαι; ἔασον ἔξωθεν τὰ κρέα δύο ἡμέρας καὶ ὄψει τί γενήσεται· οὐ δυνήσῃ στέξαι τούτων τὴν ὀσμήν, ἀλ‐ λὰ καὶ ἔξω φεύξῃ. πόσαι εἰσδύνουσι διὰ τούτων εἰς ψυχὴν ἀκα‐ θαρσίαι καὶ χωροῦσιν εἰς νεφροὺς τῶν ἐπιθυμούντων ταῦτα; πῶς οὖν τοῦ τοιούτου πνεῦμα θεῖον δύναται ἐμφοιτῆσαι τῇ αἰσθήσει; | |
15 | κρέα ἐθίετε, ἃ σῶμα μὲν πιαίνει, ψυχὴν δὲ κατατήκει, θυμὸν τίκτει, εἰρήνην δὲ διώκει, σωφροσύνην μὲν δαμάζει, ἀκολασίαν δὲ ἐξεγείρει, ἐμετοὺς ἐκβλύζει καὶ νόσους ἐνοικίζει· τοῦ σαρκοβόρου τῶν βροτῶν πνεῦμα ἐπαναχωρεῖ καὶ παλαμναῖος δαί‐ μων ἐμφιλοχωρεῖ. καρποὶ δὲ ἀκροδρύων καὶ θινῶν βοτάναι ἔξω | |
20 | ἀφεθέντα κάλλιστον ἀτμὸν ἀπόζει καὶ παρὰ σοφῶν ἑστιαθέντα θεοπρεπῆ νοῦν κύει καὶ τὸ σῶμα ἐπιπρέπει. ταῦτα ὁ θεὸς ἐφύ‐ τευσεν τροφὴν βροτῶν φρονήσει· ὑμῶν δ’ ἀπόλωλεν ὁ νοῦς τῇ ἀδηφαγίᾳ, ἀναπνέετε θυμὸν θηρίων σαρκῶν ζῴων ἐμφορούμενοι, ἀγγεῖα διεφθαρμένα ἐστὲ μελῶν σεσηπότων. λύκων καὶ λεόντων | |
25 | καὶ πάντων θηρίων ἀνημέρων χείρονές ἐστε ὑμεῖς· λύκοι γὰρ εἰ ἐδύναντο καρποὺς ἐσθίειν οὐκ ἂν ἐζήτουν κρέα. ταῦροι ἵπποι ἔλαφοι καὶ ἑτέρα φύσις ζῴων παμπόλλη δικαιοτέραν ὑμῶν ἔχου‐ σι τὴν τροφὴν θινῶν βοτάναις τρεφόμενα καὶ ὕδωρ πίνοντα καὶ τοῖς ὄρεσιν ἐνδιαιτώμενα. διὰ τοῦτο τούτοις φίλη ἡ ἰσχὺς | |
30 | καὶ τὰ νεῦρα καρτερὰ πεπήγασι. τί οὖν οὐ μιμεῖσθε ταῦτα τρε‐ φόμενα θεοῦ προνοίᾳ; | |
2.46 | ἀλλὰ προφάσει προσφορᾶς θυσιῶν καὶ πυρὸς δαπάνης ἑαυ‐ τοῖς αὐτὰ ἑτοιμάζετε τροφήν· ὅσα δέ ἐστιν εὔτονα καὶ διαρκῆ, ταῦτα παρ’ ὑμῶν οὐκ ἐπιβουλεύονται· ὑμεῖς γὰρ ζητεῖτε δια‐ | |
τροφὴν πλείστην καὶ πολλὰ δαπανᾶτε διὰ τὴν ἀπληστίαν ὑμῶν | 44 | |
5 | καὶ εἰς μικρὰ ζῷα πλεῖστα κοπιᾶτε δι’ ὀλίγην ἡδονὴν καὶ ματαίαν. ἀνόητος ὁ κόπος ὑμῶν καὶ ἐν ἀπωλείᾳ. διὰ ταῦτα πάν‐ τα ταλαίπωρος καὶ ἀτυχὴς ὁ βίος ὑμῶν. | |
2.47 | ἡμεῖς δὲ οὖν οὐδὲ ὕδωρ πίνομεν ἑκόντες δίψης μὴ παρού‐ σης. ἐξ ἀνάγκης δὲ παρούσης δίψης ταύτην ἀμυνόμεθα τὴν ἐκ φύ‐ σεως παραγενομένην πηγαῖς ὑδάτων, αἳ καὶ μὴ πινόντων ἡμῶν χέ‐ ουσι τὰ ῥεῖθρα. ὑμεῖς δὲ δι’ ἡδονὴν γαστρὸς τέχνας ἐπινοεῖτε, | |
5 | ἵνα καὶ μὴ πεινῶντες διὰ τῆς ποικίλης τῶν μαγείρων τέχνης διαῤῥηγνύητε τὴν ἀθλίαν γαστέρα τὰ πρὸς γαστριμαργίαν ταύτῃ χορηγοῦντες. ἀέρα θηρεύετε διὰ φιληδονίαν, θάλασσαν δικτύοις σήθετε διὰ τὰς πολλὰς ὑμῶν ἐπιθυμίας. ἐπὶ τὰ ὄρη στρατεύεσθε διὰ τὴν ἀπληστίαν ὑμῶν τὴν ἐπὶ κυνῶν ἀλκὴν ἀλαζονευόμενοι, καὶ | |
10 | κακολογεῖτε θηρία τὰ παρὰ τῆς προνοίας δημιουργηθέντα καὶ αὐ‐ τὰ κακῆς ἐρημίας ἔνοικα λέγετε δυσαρεστούμενοι κατὰ τῆς προ‐ νοίας. καὶ τὰ μὲν διώκετε, τὰ δὲ ἀγρεύειν βούλεσθε, τὰ δὲ πλεῖστα φονεύετε, τὰ δὲ τούτων ἀνημερώτερα συλλαβόντες καὶ γαλεάγραις συγκλείσαντες φέρετε εἰς τὰς πόλεις, οὐχ ἵνα σπεί‐ | |
15 | ρητε δι’ αὐτῶν ἢ ἑτέραν τινὰ ἐν τούτοις χρήσιμον ἐκτελέσητε ὑπηρεσίαν, ἀλλ’ ἵνα τὸ συγγενὲς ὑμῶν καὶ θεοῦ ἔργον ἄνθρωπον καθυβρίσαντες ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί‐ οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε‐ τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θηρίοις καταπαλαι‐ | |
20 | όμενον καὶ γελῶντες· σπουδάζετε καταλῦσαι κακίστῳ μόρῳ τὴν κοινὴν τῆς φύσεως ἡμῶν εἰκόνα τὴν χειρὶ θεοῦ πλασθεῖσαν· καὶ μετὰ τὸ τοῦτον ὑπ’ αὐτοῦ διαφθαρῆναι αὐτὸν πάλιν τὸν θῆρα σφαγιάσαντες ὑμεῖς πῶς ἀποτρέπεσθε, καὶ κακολογοῦντες λέγετε· “ὦ κακὸν θηρίον καὶ φονεῦ ἀνθρώπων”. καὶ τὸ πάντων δὲ δεινό‐ | |
25 | τερον, αἱμάτων καὶ σαρκῶν ἀνθρώπων τοῦ θηρὸς ἐμφορηθέντος, τοῦτον κατασφάξαντες πάλιν ὑμεῖς ἐσθίετε καὶ εὑρίσκεσθε τῶν | |
πονηρῶν θηρίων ἀνημερώτεροι αὐτοὺς τούτους ἐσθίοντες καὶ ἀκα‐ ταλάκτους συμφορὰς ἑαυτοῖς ἐν τῇ γαστρὶ σωρεύοντες. | 46 | |
2.48 | χώρας πάλιν τοὺς πενεστέρους ἀποστερήσαντες ὑμεῖς οἰ‐ κοδομεῖτε οἰκίας, ἵνα θερμαινόμενοι ἡσυχαίως εὐπεπτῆτε. καὶ ἀναγκάζετε ὑμῶν τὰ ἔντερα πλατεῖς εἶναι τεχνῶν σύνθετα ἐξ ἀμέτρου ἀκρασίας, ζωοφαγίας καὶ οἰνοφλυγίας. ἡμεῖς δὲ εὐχό‐ | |
5 | μεθα μηδὲ ὕδατος διψῆσαι· περισπώμεθα γὰρ ἀληθείας, ὅταν σῶ‐ μα περισσῶς ποτίσωμεν ὕδατι. ὑμεῖς δὲ χαίροντες ἐπὶ τὰς οἰ‐ νοποσίας συνέρχεσθε, καὶ ἐὰν μὴ ἐκμανῆτε πίνοντες οὐ παύεσθε. καὶ μετὰ ταῦτα χεῖρας ἐπὶ σπονδὰς ἐκτείνετε καὶ τοὺς ὀφθαλ‐ μοὺς ὑμῶν εἰς τὸν ἥλιον ἐπαίρετε παντελῶς ἐκδιώξαντες ὑμῶν | |
10 | τὴν φρόνησιν βαρυνόμενοι τὸν νοῦν ἀπὸ τοῦ οἴνου. εὐτυχέστεροι παρ’ ὑμῖν εἰσι μᾶλλον οἱ μαινόμενοι· ἐκεῖνοι γὰρ μεθύουσιν οἶνον μὴ ἀγοράσαντες. ὑμεῖς δὲ μεριμνᾶτε τὴν τιμὴν τοῦ οἴνου, ἵνα τοῦτον ἀγοράσαντες τῇ μέθῃ τὴν φρόνησιν ἐκδιώξητε ἑαυτοῖς ἐπεισάγοντες ἔκφρονα μανίαν, κατ’ ἀλλήλων χεῖρας κατακλῶντες | |
15 | καὶ τραύματα ἕκαστος τῷ πλησίον ἐμφοροῦντες. καὶ ταῦτα ποιεῖ‐ τε ἀναισθήτως. εἶθ’ οὕτως τοῦ οἴνου διαπνευσθέντος μανθάνετε τὰ παρ’ αὐτῶν δρασθέντα ἐκ τῶν ἀλγηδόνων. καὶ οὐδ’ οὕτως ἰσ‐ χύετε παραφυλάξαι τὴν μέθην. | |
2.49 | πάλιν πολλὰ φαγόντες οὐκ ἰσχύετε αὐτὰ πέψαι, ἀλλ’ ὀψὲ ἀναχωρήσαντες τὴν ἀκρασίαν ὑμῶν διὰ στόματος ἐμεῖτε κάτωθεν ἄνω στρέφοντες τὴν φύσιν· πίνοντες ἀμετρήτως πληροῦσθε ὡς ἀγγεῖα καὶ ὀζέσαντος τοῦ οἴνου τελευταῖον τοῦτον ἀναβλύζετε | |
5 | ἄφρονες ἀναστρέψαντες τὸ σῶμα ἀντὶ τῶν ποδῶν ἐπὶ κεφαλὴν περι‐ πατοῦντες ὡς τὰ ζῷα· βιάζεσθε πληροῦσθαι καὶ μετὰ ὕβρεως κε‐ νοῦσθε. νόσον προσλαμβάνοντες συντρίβετε τὸ σῶμα καὶ ἐν οἷς δοκεῖτε τὴν γαστέρα θεραπεύειν, ἐκεῖθεν ἀνιᾶσθε καὶ ἀεὶ κεκο‐ ρεσμένοι πάσης ἡδονῆς ἐστερημένοι· τέλος γὰρ ἀμέτρου κόρου | |
10 | βάσανος σώματος καὶ οὐχ ὑγεία. κολάζεσθε γὰρ νόσοις διὰ τὴν | |
ἀμετρίαν. τί δέ ἐστιν ἡ τοῦ σώματος τρυφὴ πρὸς ψυχῆς εὐδαιμο‐ νίαν; εἰ δὲ ἐπιδείκνυσθαι βούλεσθε, ὅτι ἔχετε πολλά, τοῖς παρ’ ὑμῖν ἐνδεομένοις χαρίζεσθε τὰ περισσά. ὡς δὲ ἀκούομεν, πτωχοί ἐστε τῷ ὄντι, ὥστε μήτε ἄρτον τοῖς αἰτοῦσιν ὑμᾶς δίδο‐ | 48 | |
15 | τε, ἀναριθμήτους δὲ οὐσίας ἑαυτοῖς σπουδάζετε σωρεύειν· δοῦ‐ λοι γάρ ἐστε σωμάτων καὶ ἐντέρων ἀκορέστων. | |
2.50 | διὰ ταῦτα γὰρ τὰ πάθη πολλοὶ ἰατροὶ ἐν ὑμῖν οἱ κενοῦντες ὑμῶν τὴν ἀπληστίαν ἢ λιμῷ κατάγχοντες τὴν πολυφαγίαν ἢ ἄλλαις τισὶ τέχναις τὴν νόσον χαλινοῦντες καὶ τοὺς τὸ πρὶν πολὺν ἐκ‐ χεομένους οἶνον ὡς εἰς ἀγγεῖον τετρημένον δαμάζοντες τῇ δίψῃ, | |
5 | μηδὲ ῥάνιδος ὕδατος τούτους καταξιοῦντες. καὶ οἱ ποτὲ καρη‐ βαροῦντες νῦν βασανιζόμενοι ξηροὶ διατελοῦσιν. καὶ τότε μὲν παρὰ φύσιν ἔπινον τὸν οἶνον, νῦν δὲ κατὰ φύσιν ὕδωρ ἐπιθυ‐ μοῦσιν. καὶ τότε μὲν πεπεδημένοι ἐπιθυμίᾳ ἀκορέστῳ, νῦν δὲ στρεβλούμενοι τῇ ἐγκρατείᾳ τῆς ἀνάγκης. | |
2.51 | Βραγμᾶνες δὲ οἶνον οὐκ ἐπιζητοῦμεν, οὐκ αὐθαίρετον κτώ‐ μεθα μανίαν· ὕδωρ δέ, ὅσον θέλομεν, ἔχομεν ἐκ θείας προνοίας, ᾧ καὶ ἡδόμεθα. καὶ {δι’ αὐτοῦ} φρονοῦντες τὴν κατὰ φύσιν θε‐ ραπεύομεν δίψαν οὐ κτώμενοι μανίαν· μᾶλλον γὰρ ἑλώμεθα θάνα‐ | |
5 | τον ἢ κατακυριευθῆναι μέθῃ. θηρὶ παραδοθῆναι πολλῷ μᾶλλόν ἐστι βέλτιον ἢ δόξης θεοῦ ἀπορριφῆναι διὰ πολυποσίαν. ὁ γὰρ μεθύων ζῴων ἀλόγων ἐστὶ χείρων τεθνηκὼς φρονήσει· τὸν νοῦν γὰρ ἀπολέσας τοῦ θεοῦ ἠλλοτριώθη. | |
2.52 | τί δὲ οἱ ἐν ὑμῖν ἔνδοξοι; τῷ πλούτῳ ἀπατῶνται ψευδῆ ἐνορῶντες καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀναμένει θάνατος. | |
2.53 | τί δὲ εἴπωμεν περὶ Ἐπικουρίων, ἀνδρῶν μυροβρόχων καὶ μαλακῇ ἐσθῆτι γυναικῶν ἁβρῶς περιπατούντων καὶ βεβιασμένων ἀρωμάτων χυμοῖς τὸν ἀέρα μιαινόντων; τί δὲ δεῖ καὶ λέγειν | |
περὶ Στοϊκῶν λογίων φιλοσόφων τῶν φιλαργυρησάντων; τί δὲ | 50 | |
5 | πάλιν ἐροῦμεν περὶ τῶν Περιπατητικῶν φιλοσόφων; πάντες οὗτοι θαυμάσιοι καὶ μεγάλοι παρ’ ὑμῖν, ἀλλ’ οὐ παρὰ Βραγμᾶσιν. | |
2.54 | ἀκούομεν δὲ καινὴν ἀνθρώπων φύσιν ἐξηυρῆσθαι παρ’ ὑμῖν, ὅτι ἐκτέμνετε τοὺς ἀρρένας θήλεια αὐτοὺς βιαζόμενοι ποιῆσαι. καὶ γίνεται ὁ παρ’ ὑμῖν ἄνθρωπος γεννηθεὶς οὔτε σπείρων ὡς ἀνὴρ οὔτε τίκτων ὡς γυνή, ζῇ δὲ μόνον εἰς ἰδίαν ὕβριν. τίς | |
5 | οὐκ ἂν ὑμᾶς ἐλεήσει βλέπων ἐν ὑμῖν τοῦτον τὸν ἀφανισμόν; | |
2.55 | οἰκτείροντες δὲ ὑμᾶς ἡμεῖς ὠφελοῦμεν οὐδὲν τῷ μὴ συν‐ τρέχειν τὴν γνώμην ὑμῶν προθέσει τῶν Βραγμάνων. ἡμεῖς τοίνυν μισοῦμεν ὑπερηφανίαν καὶ φιλοῦμεν πᾶσαν ἀνθρωπίνην φύσιν, προκαθήμενοι τῆς ἀληθείας διδάσκαλοι καὶ ἐνδεῖκται ὁδοῦ τῆς | |
5 | δικαιοσύνης τοῖς εὐεργετεῖσθαι βουλομένοις, ἐν τῷ βίῳ τούτῳ ὡς ἐν μεγίστῳ οἴκῳ γυμνῇ τῇ ψυχῇ πρὸς πάντας διαζῶντες ὥσπερ καὶ τῷ σώματι, τουτέστιν ὁλοκλήρῳ τῇ ψυχῇ πρὸς πάντα ἄνθρωπον πλουτοῦμεν. | |
2.56 | ἀκούομεν δέ, ὅτι Μακεδονία βιάζεται πάντα πρότερον αὐτὴ βιασθεῖσα· τῆς γὰρ προτρεπομένης ψυχῆς εἰσι πάντες δοῦλοι. ἀλ‐ λὰ τούτων πάντων ἄπειροί εἰσι Βραγμᾶνες ὑπ’ οὐδενὸς πολεμού‐ μενοι· οὐδενὸς γὰρ τῶν ἐν ὑμῖν ἡμεῖς ἐπιθυμοῦμεν. | |
2.57 | σὺ δέ, εἰ βούλει, βασιλεῦ Ἀλέξανδρε, τὰ ἡμέτερα φρονεῖν, παραγενόμενος εἰς Ἰνδοὺς καὶ Βραγμᾶνας ἰδὼν ἐπ’ ἐρημίας οἴκη‐ σον γυμνός· ἄλλως γάρ σε οὐ δεχόμεθα ἡμεῖς, ἐὰν μὴ πρῶτον πά‐ σας τὰς ἀρχὰς ἀπορρίψῃς ἀπὸ σεαυτοῦ, ἐφ’ αἷς γέγηθας καὶ μέ‐ | |
5 | γα φρονεῖς. ἅψονται δέ σου προνοίας λόγοι, ὅπερ πρότερον εἰ‐ ρήκειν σοι, καὶ ἀγαπήσεις ἐκ καρδίας σου πάντα, ὅσα τότε ἐπῄ‐ νεσας θαυμάσας· καὶ ἐάν μοι πεισθῇς καὶ ποιήσῃς ταῦτα, οὐδεὶς ὅλως οὐκέτι πολεμήσει σε οὐδ’ ἀφελέσθαι σού τίς τι δυνήσεται λοιπὸν ὧν οὐ κέκτησαι· ἐὰν γὰρ ἐμοὶ πεισθῇς κατὰ κράτος καὶ | |
10 | ἀσφαλῶς, οὐδεὶς οὐδὲν τοῦ ὑμετέρου βίου εὑρήσει παρά σοι· | |
ὗλαι γάρ σε θρέψουσι λοιπὸν τῆς προνοίας σοι πάντα χορηγούσης ὥσπερ καὶ ἡμῖν, καὶ ἐν πᾶσι πλουτήσεις μιμησάμενος Βραγμᾶνας ἀκριβῶς. καὶ ἐμοὶ τοῦτο καταγραφήσεται εἰς αἰώνιον χαρὰν ἡ σὴ ὠφέλεια· τοῦτο γὰρ καὶ παρ’ ἐμοῦ ᾔτησας ἐξ ἀρχῆς. | 52 | |
15 | οὐ φθονοῦμεν οὖν ἡμεῖς οὐδένα τῶν βουλομένων ἀληθῶς εὐσεβεῖν εἰς τὸν θεὸν καὶ βίον ἡμέτερον ἐθέλοντας ζηλοῦν οἰκτείροντες | |
πᾶσαν ἀνθρώπου φύσιν”. | 54 |