TLG 2111 004 :: PALLADIUS :: Dialogus de vita Joannis Chrysostomi PALLADIUS Scr. Eccl., Monachus Dialogus de vita Joannis Chrysostomi Citation: Page — (line) | ||
3(1t) | ΔΙΑΛΟΓΟΣ ΙΣΤΟΡΙΚΟΣ | |
2t | ΠΑΛΛΑΔΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΕΛΕΝΟΥΠΟΛΕΩΣ, | |
---|---|---|
3t | ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ΘΕΟΔΩΡΟΝ, | |
4t | ΔΙΑΚΟΝΟΝ ΡΩΜΗΣ, | |
5t | ΠΕΡΙ ΒΙΟΥ ΚΑΙ ΠΟΛΙΤΕΙΑΣ | |
6t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ, | |
7t | ΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, | |
8t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. | |
9n | 〈ΚΕΦΑΛΑΙΟΝ Αʹ〉 | |
10 | Ο ΕΠΙΣΚΟΠΟΣ. Τῶν τοῦ Θεοῦ δωρημάτων τὰ μέν ἐστιν, ὡς ἔοικε, κοινὰ καὶ ἀμέριστα, κράτιστε ἀδελφὲ Θεόδωρε, τὰ δὲ κοινὰ καὶ μεριστά. τρίτα τούτων ἐστίν, ἃ οὔτε κοινὰ οὔτε μεριστὰ ἢ ἀμέριστα, ἀλλ’ ἴδια κατ’ ἐξαίρετον δεδομένα οἷς δίδοται. Ο ΔΙΑΚΟΝΟΣ. Δεῦρο δὴ φράσον ἡμῖν ἑκάστου γένους τὴν | |
15 | τάξιν· ἀπιθάνως γὰρ προοιμιάσω. Ο ΕΠΙΣΚ. Τὰ τῇ φύσει καλά, ὧν ἄνευ τὸ ζῆν μιαρόν, κοινὰ καὶ ἀμέριστα. Ο ΔΙΑΚ. Οἷον τί, πάτερ; Ο ΕΠΙΣΚ. Πρῶτον, ὁ τῶν ὅλων Θεός, ἅμα τῷ μονογενεῖ αὐτοῦ | |
20 | Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, κοινός ἐστι καὶ ἀμέριστος· ἔξεστι γὰρ τῷ βουλομένῳ παντὶ ὅλον αὐτὸν λαβεῖν τῇ θεωρίᾳ, πραγ‐ μάτων μὴ πειρώμενον. ἔπειτα μετὰ τὸν Θεὸν αἱ θεῖαι Γραφαὶ καὶ αἱ ὑπερκόσμιαι δυνάμεις. πρὸς ταύταις οὐρανός, ἥλιος, σελήνη, καὶ σύμπας ὁ τῶν ἄστρων χορός, καὶ αὐτὸς ὁ ἀήρ, κοινὰ καὶ | |
25 | ἀμέριστα, ὅλα ὅλων. μέχρι τούτων ἡμῖν ἱστάσθω τῶν ἀμερίστων τὸ γένος. ἦν δέ ποτε καὶ ἡ γῆ κοινὴ καὶ ἀμέριστος ἅμα τοῖς τῶν ὑδάτων ῥείθροις· ἐξ οὗ δὲ ὁ τῆς πλεονεξίας οἶστρος ἐνεπετάσθη ταῖς τῶν φιληδόνων ψυχαῖς, κατέστη τὰ βαρύτερα στοιχεῖα γῆς τε καὶ ὕδατος μεριστά. | |
30 | Ο ΔΙΑΚ. Σαφέστατα ἔχει τὰ εἰρημένα· προσαναπλήρωσον δὲ τὸν λόγον τοῦ δευτέρου γένους τῶν μεριστῶν. Ο ΕΠΙΣΚ. Ἐπάναγκές ἐστι μὴ ἀτελὲς καταλεῖψαι τὸ τῆς ὑπο‐ | |
θέσεως ὕφος. χρυσὸς τοίνυν καὶ ἄργυρος καὶ πᾶσα ἡ μεταλλικὴ | 3 | |
4 | φύσις, πρός τε δρυοτομικὴ ὕλη καὶ ὅσα τῶν μέσων, συλλήβδην εἰπεῖν, κοινὰ μέν ἐστιν, ἀλλ’ ὅμως μεριστά· οὐ γὰρ παντὶ τῷ θέλοντι ὅλα δι’ ὅλου ἐπ’ ἐξουσίας ὑπάρχει. Ο ΔΙΑΚ. Εὔδηλος καὶ οὗτος ὁ λόγος. ἀμφιβάλλω δὲ μήποτε | |
5 | ἀτονήσῃς περὶ τὰς ἀποδείξεις τοῦ τρίτου γένους τῶν ἐξαιρέτων, ὑποσχόμενος ὅτι ἔστι τινὰ ἃ μήτε κοινά ἐστι μήτε μεριστά, ἀλλ’ ἴδια κατ’ ἐξαίρετον τῶν ἀξίων τῆς δωρεᾶς. ἐπιθεὶς οὖν τὴν κορω‐ νίδα τῷ λόγῳ, ἀφήγησαι ἡμῖν πόθεν παραγέγονας καὶ περὶ ὧν ποθοῦμεν μαθεῖν τἀληθῆ. | |
10 | Ο ΕΠΙΣΚ. Εἰ μὲν ἐπ’ ἐμοὶ κεῖται καὶ τούτων ἔχω τὴν γνῶσιν περὶ ὧν ποθεῖτε μαθεῖν, οὐκ ἀποκνήσω ἢ ἀποκρύψω· τὸ μέντοι χρέος τοῦ λόγου, ὡς ὑπολαμβάνω, κατὰ δύναμιν προσαποδώσω. παρθενίας γοῦν καὶ τῆς λοιπῆς ἀγαμίας μερισμὸν οὐχ εὑρήσεις· οὐ γάρ εἰσι τοῦ γένους τῶν κοινῶν ἢ τῶν μεριστῶν· ἐπειδὴ οὐ | |
15 | πᾶς ὁ ποθῶν τὸ πρᾶγμα καὶ παρθενεύει, ἀλλ’ ὁ δυνάμενος· τῶν γὰρ γεγαμηκότων πολλοὶ γλίχονται μέν, οὐ φθάνουσι δὲ διὰ τὸ προειλῆφθαι ἐν συζυγίαις. ὥσπερ καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι καλεῖ μὲν ὁ κήρυξ τὸν βουλόμενον, στεφανοῖ δὲ τὸν νικήσαντα· τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῆς ἁγνείας, καθὼς τὸ Εὐαγγέλιον λέγει, | |
20 | τοῦ γὰρ Πέτρου ἀνθυπενεγκόντος τῷ Σωτῆρι· “Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι”· πρὸς οἷς ἔφησεν ὁ Σωτήρ· “Ἀλλ’ οὐ πάντων ἐστὶ χωρῆσαι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται.” ὁρᾷς, ὅτι οὐ πᾶσιν, “ἀλλ’ οἷς δέδοται”; | |
25 | Ο ΔΙΑΚ. Ὤμην σε δυσπορίστως ἔχειν περὶ τὴν τῶν ἐξαιρέτων ἀπόδειξιν, ἀλλ’, ὡς ἔοικεν, καὶ γραφικῶς καὶ ἰσχυρῶς ἡμᾶς ἔπεισας. Ο ΕΠΙΣΚ. Εἰ ταῦτα σαφῆ σοι καθέστηκεν, καὶ λοιπαῖς μαρ‐ τυρίαις λιπανῶ τὸν λόγον, ἵν’ οἱ φαῦλοι τὴν γνώμην, πεισθέντες | |
30 | ἐκ τούτων, παύσωνται τοῦ ἁρπάζειν ἃ λαβεῖν οὐ δεδύνηνται. εὕρομεν γὰρ καὶ τὴν ἱερωσύνην παρὰ ταῖς θείαις Γραφαῖς οὔτε κοινὴν οὖσαν οὔτε μεριστήν, ἀλλ’ ἐξαίρετον τῶν ἀξίων, καθὼς νουθετῶν Ἑβραίους λέγει ὁ μεγαλόφρων Παῦλος· “Οὐ γὰρ ἑαυτῷ | |
τις λαμβάνει τὴν τιμήν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. οὕτως | 4 | |
5 | καὶ Ἀαρών,” φησιν, “οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα.” ἑξακοσίων γὰρ οὐσῶν χιλιάδων ἀνδρῶν καὶ πολλῶν ἐν αὐτοῖς ζῆλον ἐχόντων, εἷς ἀνηγορεύθη ὁ Ἀαρών, οὗ τὸ παράδοξον τῆς ῥάβδου, βλαστησάσης κάρυα, ἐδυσώπησε τοὺς πολλοὺς θεόληπ‐ | |
5 | τον εἶναι τὸν ἱερέα. τινὲς δὲ τῶν καλῶν ἀνεπιστήμονες, πάθει τρωθέντες κενῆς εὐδοξίας, τῶν κοινῶν ἢ τῶν μεριστῶν ὑποτοπή‐ σαντες εἶναι ταύτην, αὐτοχειροτόνητοι ἐπισκιρτῶσι τῷ πράγματι, ἄξιον τὸ τέλος τῆς μανίας εὑρόμενοι, αὐτὴν τὴν γῆν τῆς συναγωγῆς τῆς προπετείας τῆς ἑαυτῶν καταστήσαντες μάρτυρα. Δαθὰν γὰρ | |
10 | καὶ Ἀβειρών, πορνικῷ ὀφθαλμῷ τοῦ ἀξιώματος ἐρασθέντες, ὑποβρύχιοι σὺν τοῖς πειθομένοις ἀπώλοντο, αὐτοσχέδιον τάφον τὴν ἑαυτῶν ἐκκλησίαν εὑρόμενοι. μετὰ τούτους Ὀζά, οὐ μεμνη‐ μένος τῶν προλαβόντων, ὑπὸ τοῦ πάθους συρόμενος, ἤρα τοῦ πράγματος· καὶ δὴ τῆς κιβωτοῦ μιᾷ τῶν ἡμερῶν ἐφ’ ἁμάξης ἐν | |
15 | ὁδῷ ἀγομένης, ἔτυχεν τὸν ἕλκοντα μόσχον ὑποτινάξαντα διασεῖ‐ σαι τὴν κιβωτόν. παρακολουθῶν οὖν Ὀζὰ ἐπελάβετο τῇ χειρί, οὐ συγχωρήσας ἀνατραπῆναι τὸ σκεῦος. ὡς δὲ εἶδεν ὁ Θεός, καὶ οὐκ ἤρεσεν αὐτόν, ὅτι ἐκ τούτου γίνεται συνήθεια τοῖς προπετέ‐ σιν, εἴργει, τὸν Ὀζὰ πατάξας ἕως θανάτου, παιδεύων τοὺς μετὰ | |
20 | ταῦτα παύσασθαι τῆς τοιαύτης μανίας. ὀψὲ δέ ποτε μετὰ μακροὺς τοὺς χρόνους, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, Σίμων ὁ μάγος ὁ ἀπὸ Γίτθων τῆς κώμης, σοφιστὴς τῶν ἐναντίων τῆς ἀληθείας δογμάτων, πανοῦργος ὑπάρχων ἐν πονηρίαις, σοφίζεται τὸ πάθος, φοβούμενος δῆθεν τῶν παλαιῶν τὴν ἐπιτιμίαν, ἵνα μὴ τὰ ὅμοια | |
25 | σπείρας, θερίσῃ τὰ ἴσα. προσέρχεται τοίνυν κολακείᾳ τοῖς ἀπο‐ στόλοις, τῷ κωδίῳ τὸν λύκον ἐγκρύψας, μετὰ χρημάτων χρυσίου, ὡς οὐ δοκῶν ἁρπάζειν ἃ κακῶς ἀγοράζειν ἐσπούδαζεν, ἐκεῖνα λέγων ἃ πρέπει ἐκεῖνον καὶ ὅσοι τοῦτον μιμοῦνται. “Λάβετέ,” φησι, “τὰ χρήματα ταῦτα καὶ δότε μοι τὴν ἐξουσίαν τῆς ὑμετέρας | |
30 | ἀξίας, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον.” ἦν δὲ βεβαπτισμένος εἰς τὸ ὄνομα Ἰησοῦ. ᾧ προσαποκρίνεται ὁ χορὸς τῶν ἀποστόλων· “Ἄπαγε, ἄνθρωπε· χάρις Θεοῦ πιπρά‐ σκεσθαι οὐκ ἀνέχεται.” ὡς δ’ ἐπέμενε κρούων τὴν θύραν τοῖς | |
λόγοις, ἔφησαν ἐκ δευτέρου· “Τί ἀγοράζεις ὃ δωρεὰν εὑρίσκεις, | 5 | |
6 | βιώσας ἀξίως;” ὡς δὲ ἐνενόει τοῦ βίου τοὺς πόνους καὶ τὸν ὄκνον τῆς ἑαυτοῦ διανοίας καὶ τὸ τοῦ πράγματος ἄδηλον, πάλιν ἐγύμνου τὸ χρύσιον τοῦ βαλαντίου, δελεάζειν οἰόμενος ἐν ἀπάτῃ τοὺς μαθητὰς τοῦ Σωτῆρος. ἀγανακτήσας πρὸς τούτοις “ὁ δρασσόμενος | |
5 | τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,” ἐφθέγξατο διὰ τοῦ Πέτρου λέγων· “Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι”· ᾧ περιέ‐ θηκεν τῆς μετανοίας τὸ φάρμακον, ἀλείφων αὐτὸν ἐν μακροθυμίᾳ, “Μετανόησον,” λέγων, “εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς | |
10 | καρδίας σου. εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα”· οὐ γὰρ βούλεται τῶν πλημμελούντων τὴν ἀπώλειαν φιλόψυχος ὤν. ἀποδεδειγμένων οὖν κατὰ δύναμιν τῶν προειρη‐ μένων, Θεόδωρε μεγαλώνυμε, καὶ μυστηρίων τῆς ἀληθείας διάκονε, πύθου παρ’ ἡμῶν περὶ ὧν προείλου μαθεῖν. | |
15 | Ο ΔΙΑΚ. Πόθεν σε νῦν παραγενόμενον ἔχομεν τέως; Ο ΕΠΙΣΚ. Ἀπὸ τῆς ἀνατολῆς δηλονότι· ἐν πρώτοις γὰρ νῦν τὴν Ῥώμην τεθέαμαι. Ο ΔΙΑΚ. Τί σε μάλιστα ἤγαγεν; Ο ΕΠΙΣΚ. Ὁ τῆς ὑμετέρας εἰρήνης πόθος. | |
20 | Ο ΔΙΑΚ. Ἄλλη γάρ τίς ἐστι παρὰ τὴν ὑμετέραν; Ο ΕΠΙΣΚ. Οὐκ ἔστι μὲν ἄλλη, ἀλλὰ καὶ πάνυ γε μία, ἣν ἐκ τῶν οὐρανῶν δέδωκεν ὁ Σωτὴρ εἰρηκὼς τοῖς ἀποστόλοις· “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.” ὑπὲρ δὲ βεβαίας χάριτος ἐδευτέρωσεν· “Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν,” —τὸ μὲν οὖν, “δίδωμι,” τάξας | |
25 | ἐφ’ ἑαυτοῦ, τὸ δέ, “ἀφίημι,” ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου, ἵν’ ἐν Πνεύματι διὰ Χριστοῦ τὴν τοῦ Πατρὸς ἀποκαλύψωσι γνῶσιν τοῖς ἔθνεσιν. ἀλλ’ ὥσπερ ἐπὶ τῶν παραλυθέντων μελῶν αἱ τῆς ψυχῆς ἐνέργειαι ἐπὶ τὰ ὑγιεινότερα τῶν μελῶν ἀνακάμπτουσι μέρη, τοῦτο δὴ πέπονθε καὶ ἡ ἀθλία ἑῴα. παραλυθέντων γὰρ | |
30 | αὐτῆς τῶν μελῶν καὶ τὰς οἰκείας ἐνεργείας ἀποτελεῖν μὴ δυνα‐ μένων διὰ τὴν τῆς ὁμονοίας φυγήν, οἱ πλεῖστοι τῶν εὐζώνων καὶ γλιχομένων αὐτῆς φυγάδες τῆς χώρας κατέστημεν, ἀκινδύνως καὶ ἀπραγμόνως οἰκεῖν τὴν θρεψαμένην οὐ δυνάμενοι διὰ τὴν σχέσιν τῆς ἀληθείας, εἴ πως ὑμᾶς εὑρόντες, τὰς ὀλίγας ταύτας | |
35 | ἡμέρας τὰς λειπομένας τῷ βίῳ κατὰ τὸ Εὐαγγέλιον ζήσωμεν. | 6 |
7 | Ο ΔΙΑΚ. Ὡς ἔοικε, θαυμάσιε πάτερ, ὑπὸ τῆς προνοίας ἡμῖν ἀπεστάλης· συνᾴδουσαν γὰρ εὑρίσκω ταῖς ἡμετέραις ἀνίαις τὴν σὴν ἀλγηδόνα. οἶμαι γάρ σε τῆς συνόδου εἶναι Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. | |
5 | Ο ΕΠΙΣΚ. Οὕτως ἔχει ὡς εἴρηκας. Ο ΔΙΑΚ. Παρακέκλησο τοίνυν, ἐπὶ Θεοῦ μάρτυρος, μετὰ πάσης ἀληθείας ἡμῖν διηγήσασθαι περὶ ὧν κατὰ μέρος μαθεῖν ἐπειγό‐ μεθα· ὡς εἰδὼς τοῦτο, ὅτι εἴ τι παρὰ τὴν ἀλήθειαν ἡμῖν ἀπαγ‐ γείλῃς, ἕξεις μὲν τὸν Θεὸν δικαστὴν καὶ κριτήν, ἐλεγχθήσῃ δὲ καὶ | |
10 | παρ’ ἡμῶν ἑτέρως μαθόντων. οὐ γὰρ εἷς ἢ δύο ἢ τρεῖς ἢ δέκα ἢ οἱ τυχόντες ἡμῖν ἀφηγήσαντο περὶ τῶν ἐν Κωνσταντινουπόλει συμβάντων, ἀλλὰ καὶ πλείους, καὶ τούτων οἱ μὲν ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ τοῦ τάγματος τῶν μοναχῶν. καὶ εἰ βούλει συντόμως μαθεῖν τὰ τῆς ἐκκλησίας Ῥωμαίων, παρέχω σοι τὴν | |
15 | γνῶσιν. πρῶτος πάντων παραγέγονε πρὸς ἡμᾶς ἀναγνώστης Ἀλεξανδρεὺς μετὰ γραμμάτων Θεοφίλου τοῦ πάπα, ἐν οἷς προσ‐ ανέφερεν καθῃρηκέναι τὸν Ἰωάννην. οἷς γράμμασιν ἐντυχὼν ὁ μακάριος πάπας Ἰννοκέντιος μικρὸν ἀνετράπη, προπετείας καὶ τύφου καταγνοὺς Θεοφίλου, ὅτι καὶ μόνος γεγράφηκε καὶ σαφῆ | |
20 | τὴν γνῶσιν οὐκ ἔπεμψεν, ἢ δι’ ὃ καθεῖλεν ἢ μετὰ τίνων καθεῖλεν. ἐπὶ τούτοις διαπορῶν ἔμενεν, ἀντιγράφειν οὐ θέλων διὰ τὸ κοῦφον τοῦ πράγματος. ἐν οἷς Εὐσέβιός τις διάκονος τῆς Κωνσταντινου‐ πολιτῶν ἐκκλησίας, ἐκκλησιαστικῶν ἕνεκεν διατρίβων ἐν τῇ Ῥώμῃ, προσελθὼν τῷ πάπᾳ Ἰννοκεντίῳ, ἐντευκτικοὺς λιβέλλους | |
25 | ἐπέδωκεν, ὁρκίζων αὐτὸν μικρὸν ἀναμεῖναι χρόνον, ὀψόμενον τῆς συσκευῆς τὴν ἀποκάλυψιν. ἐν οἷς ἐπέστησαν μετὰ τρεῖς ἡμέρας ἐπίσκοποι τέσσαρες τοῦ μέρους Ἰωάννου, ἄνδρες εὐλαβεῖς, Παν‐ σόφιος Πισιδίας, Πάππος Συρίας, Δημήτριος Γαλατίας δευτέρας, Εὐγένιος Φρυγίας, ἀναδόντες ἐπιστολάς, μίαν πρὸς ταῖς δυσί, τὴν | |
30 | μὲν Ἰωάννου τοῦ ἐπισκόπου, τὴν δὲ τεσσαράκοντα ἐπισκόπων | 7 |
8 | ἑτέρων κοινωνικῶν Ἰωάννου, τὴν δὲ λοιπὴν τοῦ κλήρου Ἰωάννου, συμφώνους τὰς τρεῖς ἀπαιδεύτων θόρυβον σημαινούσας. εἶχεν δὲ τὸ ὕφος τῆς ἐπιστολῆς τοῦ ἐπισκόπου Ἰωάννου· | |
4n | 〈ΚΕΦΑΛΑΙΟΝ Βʹ〉 | |
4 | “Τῷ δεσπότῃ μου αἰδεσίμῳ καὶ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰννο‐ | |
5 | κεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν. “Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας, ἀλλὰ καὶ πρὸς | |
10 | αὐτὰς τὰς τῆς γῆς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γεγενημένα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. ἀλλ’ ἐπειδὴ οὐ θρηνεῖν δεῖ ταῦτα μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν ὅπως ἂν ὁ χαλεπώτατος οὗτος σταίη χειμὼν τῆς ἐκκλησίας, ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους | |
15 | καὶ εὐλαβεστάτους ἐπισκόπους Δημήτριον, Πανσόφιον, Πάππον, Εὐγένιον πεῖσαι, τὰς ἑαυτῶν ἐκκλησίας ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀνα‐ διδάξαντας ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν. | |
20 | οἷς καὶ τοὺς τιμιωτάτους 〈καὶ〉 ἀγαπητοὺς διακόνους Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν. καὶ οὗτοι δέ, ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξουσιν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. ὁ γὰρ τῆς ἐκκλησίας τῆς Ἀλεξανδρείας τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ’ αὐ‐ | |
25 | τοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ’ ἑαυτοῦ πλῆθος | |
Αἰγυπτίων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων | 8 | |
9 | δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφικνεῖται. εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβάς, οὐκ εἰς ἐκκλησίαν ἦλθεν κατὰ τὸν ἄνωθεν κρατήσαντα θεσμόν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγων μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοι‐ | |
5 | νωνίας· ἀλλ’ ἀποβὰς τοῦ πλοίου καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο. καὶ πολλὰ παρακαλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ παραγε‐ νομένους παρ’ ἡμῖν καταχθῆναι (καὶ γὰρ πάντα ηὐτρέπιστο καὶ καταγώγια καὶ ὅσα εἰκὸς ἦν), οὔτε ἐκεῖνοι οὔτε αὐτὸς ἠν‐ | |
10 | έσχετο. ταῦτα ὁρῶντες ἡμεῖς ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ’ ὅμως τὰ παρ’ ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι ἡμῖν καὶ εἰπεῖν τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισεν πόλεμον καὶ | |
15 | τηλικαύτην ἐσκανδάλισεν πόλιν. ὡς δὲ οὐδὲ οὕτως ἐβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς ἐκέλευσεν πέραν, ἔνθα διέτριβεν, 〈ἀπιέναι καὶ〉 τῆς κατ’ αὐτὸν ἀκούειν ὑποθέσεως· καὶ γὰρ ἔφοδον καὶ σφαγὰς καὶ ἕτερα ἐνεκάλουν μυρία. ἀλλ’ ἡμεῖς καὶ | |
20 | τοὺς νόμους τῶν πατέρων καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες, ‘μὴ δεῖν ὑπερορίας ἕλκεσθαι τὰς δίκας, ἀλλ’ ἐν ταῖς ἰδίαις ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνά‐ ζεσθαι,‘ οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃ‐ τησάμεθα τῆς σφοδρότητος. ὁ δέ, ὥσπερ τοῖς προτέροις ἐπαγω‐ | |
25 | νιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν ἐξ αὐθεντείας πολλῆς, ὥσπερ χηρευσάσης ἤδη τῆς ἐκκλησίας καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι’ ἐκείνου τὸν κλῆρον πάντα πρὸς ἑαυτὸν μετ‐ έστησεν. καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγίνοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, παρασκευαζομένων λιβέλλους διδόναι | |
30 | καθ’ ἡμῶν, πρὸς κατηγορίαν ἀλειφομένων. καὶ ταῦτα ποιήσας | 9 |
10 | ἔπεμπεν καὶ ἐκάλει εἰς δικαστήριον ἡμᾶς, οὐδέπω τὰς καθ’ ἑαυτὸν ἀποδυσάμενος αἰτίας· ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας νόμους ἦν. ἀλλ’ ἡμεῖς συνειδότες, ὅτι οὐ πρὸς δικαστὴν ἀφικνούμεθα (ἦ γὰρ μυριάκις ἂν παρεγενόμεθα), ἀλλὰ | |
5 | πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τὰ ἔμπροσθεν καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος Δημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀπ‐ πιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι καὶ | |
10 | λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ’ ἐχθρὸν καὶ πολέμιον φανερόν. ὁ γὰρ λιβέλλους μηδέπω δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν ἐκκλησίας καὶ κοι‐ νωνίας καὶ εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστάς, ἐκκλησίας ἐρημῶν, πῶς ἂν εἴη δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ | |
15 | θρόνον ἀναβῆναι οὐδαμόθεν αὐτῷ προσήκοντα; οὔτε γὰρ ἀκό‐ λουθον ἦν τὸν ἐξ Αἰγύπτου εἰς Θρᾴκην δικάζειν, καὶ τὸν ὑπεύ‐ θυνον ὄντα αἰτιῶν καὶ ἐχθρὸν καὶ πολέμιον. ἀλλ’ ὅμως οὐδὲν τούτων αἰδεσθείς, ἀλλ’ ὅπερ ἐβουλεύετο, πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων ὅτι ἕτοιμοί 〈ἐσμεν〉, καὶ ἑκατὸν καὶ χιλίων | |
20 | ἐπισκόπων παρόντων, ἀποδύσασθαι τὰ ἐγκλήματα καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτούς, ὥσπερ οὖν καί ἐσμεν, οὐκ ἠνέσχετο. ἀλλ’ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ ἀκρόασιν οὐ φευγόντων, ἀλλ’ ἀπέχθειαν φανεράν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ’ ἐμοῦ δεδεμένους | |
25 | ἔλυσεν, καὶ αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσα‐ μένων λιβέλλους ἐλάμβανεν, καὶ ὑπομνήματα ἔπραττεν, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνα καὶ ἀκολουθίαν ἦν. καὶ (τί γὰρ | |
δεῖ τὰ πολλὰ λέγειν;) οὐκ ἀπέστη πάντα ποιῶν καὶ πραγμα‐ | 10 | |
11 | τευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντείας ἁπάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλεν. καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἡμῖν συσσυρομένου, ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν | |
5 | συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἀπέπλεον, ἐπεὶ σύνοδον πρὸς δικαίαν κρίσιν ἐκάλουν. τίς ἂν ταῦτα ἀδακρυτί, κἂν λιθίνην ἔχῃ τὴν καρδίαν, ἀκούσῃ; ἀλλ’ ἐπειδή, καθάπερ ἔφθην εἰπών, οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν, τὴν ὑμετέραν ἀγάπην παρακαλῶ διαναστῆναι καὶ | |
10 | συναλγῆσαι καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταυτὶ τὰ κακά. οὐδὲν γὰρ ἐνταῦθα τῆς παρανομίας αὐτῶν κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαπεδύετο. ἐπειδὴ γὰρ ὁ εὐσεβέ‐ στατος βασιλεὺς ἐπιπηδήσαντας τῇ ἐκκλησίᾳ ἀναισχύντως καὶ ἀδίκως ἐξέβαλεν, καὶ πολλοὶ τῶν ἐπισκόπων ἰδόντες αὐτῶν τὴν | |
15 | παρανομίαν εἰς τὰ ἑαυτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυρὰν πάντα ἐπινεμομένην φεύγοντες· ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἀνεκαλούμεθα καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων δὲ ἡμᾶς τριάκοντα εἰσαγαγόντων, καὶ τοῦ θεοσεβεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, | |
20 | ἐκεῖνος 〈δὲ〉 ἐδραπέτευσεν εὐθέως, τίνος ἕνεκεν καὶ διὰ τί μὴ γινώσκοντες. εἰσελθόντες οὖν παρεκαλοῦμεν τὸν θεοσεβέστατον βασιλέα σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. συνειδὼς τοίνυν ἅπερ ἔδρασε, καὶ τὸν ἔλεγχον δεδοικώς, τῶν γραμμάτων τῶν βασιλικῶν πανταχοῦ διαπεμφθέντων καὶ παν‐ | |
25 | ταχόθεν πάντας συναγαγόντων, λάθρᾳ μέσον νυκτῶν εἰς ἀκάτιον | |
ἑαυτὸν ἐμβαλών, οὕτως ἀπέδρα μεθ’ ἑαυτοῦ πάντας ἐπαγόμενος. | 11 | |
12 | ἀλλ’ ἡμεῖς οὐδὲ οὕτως ἀπέστημεν, διὰ τὸ τῷ συνειδότι τῷ ἡμετέρῳ θαῤῥεῖν, τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσε‐ βέστατον βασιλέα. ὃς καὶ πρέποντα ποιῶν αὐτοῦ τῇ εὐσεβείᾳ, ἔπεμψε πάλιν πρὸς αὐτὸν ἐν τάχει ἐξ Αἰγύπτου ἀνιέναι καὶ | |
5 | τοὺς μετ’ αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν αὐτοῦ. ὁ δὲ οὐδὲ βασιλικῶν ἠνέσχετο γραμμάτων, ἀλλ’ ἔμενεν οἴκοι προβαλλόμενος στάσιν τοῦ δήμου καὶ σπουδὴν | |
10 | ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καί τοι γε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις. ἀλλ’ οὐ ταῦτα περιεργαζόμεθα νῦν· ἀλλ’ ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτ’ εἰρήκαμεν. πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ’ ἐπε‐ | |
15 | κείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι καὶ κρίσιν καὶ ἀκρόα‐ σιν· ἕτοιμοι γὰρ ἦμεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους τε τὰ ἔσχατα παρανομήσαντας. ἦσαν δὲ καί τινες Σύροι τῶν τότε μετ’ αὐτοῦ παρόντων ἐνταῦθα ἀπολειφθέντες οἳ κοινῇ μετ’ αὐτοῦ τὸ πᾶν ἐδραματούργησαν. καὶ πρὸς τούτοις ἕτοιμοι ἦμεν | |
20 | δικάζεσθαι, καὶ πλειστάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες ἢ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγόρων, ἢ φύσεις ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐ‐ δενὸς τούτων ἐτύχομεν, ἀλλὰ πάλιν ἐξώσθημεν τῆς ἐκκλησίας. πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα | |
25 | τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; ἡμῶν γὰρ αὐτὰ ταῦτα, ἅπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ | |
σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς | 12 | |
13 | ἐκκλησίαις ἐπεισῆλθον, τόν τε κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον καὶ ὅπλοις τὸ βῆμα περιεστοιχίζετο. καὶ γυναῖκες τῶν εὐκτηρίων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ’ αὐτὸν τὸν καιρόν, γυμναὶ ἐφυγαδεύοντο ὑπὸ τοῦ φόβου τῆς | |
5 | χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν εὐσχημοσύνην γυναιξὶ συγχωρούμεναι περιθέσθαι. πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπλη‐ ροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν τοιούτων τραυμάτων ἐφοινίσσετο νάματα. καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν· ἀλλ’ ἔνθα τὰ | |
10 | ἅγια ἀπέκειντο, ἐλθόντες οἱ στρατιῶται (ὧν ἔνιοι, καθὼς ἔγνω‐ μεν, καὶ ἀμύητοι ἦσαν) πάντα ἐθεώρουν τὰ ἔνδον· καὶ τὸ ἁγιώ‐ τατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων ἱμάτια ἐξεχεῖτο. καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβα‐ ρικῇ πάντα ἐτολμᾶτο. καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, | |
15 | καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως ἔφευγεν· καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ αἱ ἐκκλησίαι τῶν λαῶν ἐγίνοντο, καὶ πλείους ἢ τεσσα‐ ράκοντα ἐπίσκοποι, οἱ κοινωνοῦντες ἡμῖν, μετὰ τοῦ λαοῦ εἰκῆ καὶ μάτην ἐλαυνόμενοι. καὶ ὀλολυγαὶ πανταχοῦ καὶ οἰμωγαὶ καὶ κωκυτοὶ καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς | |
20 | καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ τὸ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν· οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· καὶ ὡς τῆς | |
25 | πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβῳ καὶ ταραχαῖς καὶ ὀλολυγαῖς πάντα ἦν. καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαμβανούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ | |
τῶν διακόνων προηγουμένους ἔχοντες. ἡμέρας δὲ γενομένης, | 13 | |
14 | πᾶσα ἡ πόλις ἔξω τειχέων μετῳκίζετο, ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα, τὴν ἑορτὴν ἐπιτελοῦντες. ἔξ‐ εστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὅπερ γὰρ ἔφθην εἰπών, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ τὰ καθ’ | |
5 | ἕκαστον γενόμενα. καὶ τὸ δὴ χαλεπόν, ὅτι τοσαῦτα καὶ τηλι‐ καῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ’ οὐδὲ ἐλπίδα λύσεως, ἀλλ’ ἐπιτείνεται καθ’ ἑκάστην ἡμέραν τὸ δεινόν, καὶ γέλως γεγόναμεν πολλοῖς· μᾶλλον δὲ γελᾷ μὲν οὐδείς, κἂν μυριάκις παρανομήσῃ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν | |
10 | κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. τίς ἂν εἴποι τὰς τῶν λοιπῶν ἐκκλησιῶν ταραχάς; οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ χαλεπόν, ἀλλὰ μέχρι τῆς ἑῴας ἔφθασεν. καὶ καθάπερ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος τὰ λοιπὰ διαφθεί‐ ρεται μέλη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τινος τῆς μεγάλης | |
15 | ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη. καὶ κληρικοὶ πανταχοῦ ἐπανέστησαν ἐπι‐ σκόποις, καὶ λαοί, οἱ μὲν διετμήθησαν, οἱ δὲ μέλλουσι· καὶ πανταχοῦ κακῶν ὠδῖνες καὶ τῆς οἰκουμένης πάσης ἀνατροπή. μαθόντες τοίνυν ἅπαντα, κύριοι τιμιώτατοι καὶ εὐλαβέστατοι, | |
20 | τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς ἐκκλησίαις ἀνα‐ στεῖλαι [παρακαλοῦμεν]. εἰ γὰρ τοῦτο κρατήσειεν τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς ἀλλοτρίας ἀπιέναι ἐπαρχίας ἐκ τοσούτων διαστημάτων καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοιεν, κατ’ | |
25 | ἐξουσίαν ἰδίαν πράττοντες ἅπερ ἂν ἐθέλοιεν, ἴστε, ὅτι πάντα οἰχήσεται καὶ πόλεμος ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας τε βαλλόντων καὶ βαλλομένων. | |
ἵν’ οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ’ ἡλίῳ πᾶσαν, | 14 | |
15 | ἐπιστεῖλαι παρακαλῶ τὰ μὲν οὕτως γεγενημένα παρανόμως ἀπόντων ἡμῶν καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτουμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχύν (ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει), τοὺς δὲ τοιαῦτα παρανομήσαντας τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι | |
5 | τοῦ ἐκκλησιαστικοῦ νόμου· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐληλεγμένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν πραγμάτων ἀπολαύειν τῶν ὑμετέρων συνήθως, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὥσπερ καὶ ἔμπροσθεν. εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες τὰ ἐγκλήματα γυμνάζειν, ἐφ’ οἷς | |
10 | ἡμᾶς ἀδίκως ἐξέβαλον, τῶν ὑπομνημάτων ἡμῖν δοθέντων, τῶν λιβέλλων τῶν κατηγόρων φανέντων, δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασώμεθα καὶ ἀπολογησώμεθα καὶ δείξωμεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καί ἐσμεν. τὰ γὰρ νῦν γεγενημένα παρ’ αὐτῶν ἐκτός εἰσι πάσης ἀκολουθίας | |
15 | καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. 〈καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ;〉 οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικα‐ στηρίοις τοιαῦτα ἐτολμήθη ποτέ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ. οὐδὲ Σκύθαι καὶ Σαρμάται οὐκ ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, καὶ παραιτου‐ | |
20 | μένου οὐ κρίσιν, ἀλλ’ ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν λέγοντος εἶναι, ἑτοίμου ὄντος τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἀθῷον ἐν ἅπασιν ὄντα. ταῦτ’ οὖν ἅπαντα λογισάμενοι καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων | |
25 | σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ’ ἑαυτῶν εἰσενεγκεῖν | |
σπουδὴν παρακέκλησθε. οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσησθε, | 15 | |
16 | ἀλλὰ καὶ τῷ κοινῷ τῶν ἐκκλησιῶν, καὶ τὸν παρὰ Θεοῦ λήψησθε μισθόν, τοῦ διὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος διηνεκῶς. ἐγράφη δὲ αὕτη καὶ πρὸς Βενέριον, ἐπίσκοπον Μεδιο‐ λάνου, καὶ Χρωμάτιον, ἐπίσκοπον Ἀκυληΐας. | |
5 | “Ἔῤῥωσο ἐν Κυρίῳ.” | |
6n | 〈ΚΕΦΑΛΑΙΟΝ Γʹ〉 | |
6 | Πρὸς τούτοις ἀνταπέστειλεν ὁ μακάριος Ἰννοκέντιος ὁ πάπας ἀμφοτέροις τοῖς μέρεσι τὰ ἴσα τῆς κοινωνίας, ἀθετήσας τὴν δόξασαν γεγενῆσθαι κρίσιν παρὰ Θεοφίλου, εἰπὼν δεῖν ἑτέραν ἀνεπίληπτον συγκροτηθῆναι σύνοδον δυτικῶν τε καὶ ἀνατολικῶν, | |
10 | ὑποχωρούντων τοῦ συνεδρίου φίλων πρῶτον, ἔπειτα καὶ ἐχθρῶν, οὐδὲ γὰρ παρ’ ὁποτέρων, ὡς ἐπὶ τὸ πλεῖστον, ὀρθὸν αὐτῶν ἐστι τὸ κριτήριον. μετ’ ὀλίγας πάλιν ἡμέρας ἐπέστη τις πρεσβύτερος Θεοφίλου Πέτρος, ἅμα Μαρτυρίῳ διακόνῳ τῆς Κωνσταντινου‐ πολιτῶν, ἐπιδόντες ἐπιστολὰς τοῦ αὐτοῦ καί τινα ὑπομνημάτια | |
15 | δῆθεν, ἐν οἷς ἐδόκει κατακεκρίσθαι ὁ Ἰωάννης παρὰ τριάκοντα ἓξ ἐπισκόπων, ὧν οἱ μὲν εἴκοσι ἐννέα ἦσαν Αἰγύπτιοι, ἑπτὰ δὲ τῶν ἄλλων κλιμάτων. οἷς ὑπομνήμασιν ἐντυχὼν ὁ πάπας Ἰννοκέντιος, καὶ εὑρὼν μήτε τὰς αἰτίας οὔσας βαρείας, μήτε τὸν Ἰωάννην παρόντα καὶ κατὰ πρόσωπον ἐλεγχθέντα, ἔμενεν κατα‐ | |
20 | συρίζων τῆς Θεοφίλου μανίας, ὅτι κατὰ ἀπόντος τοιαύτην ἀπό‐ τομον ἐξέβρασε ψῆφον. ἀπολύσας οὖν αὐτοὺς μετὰ ἐλεγκτικῶν γραμμάτων, ηὔχετο τὸν Θεὸν ἱκετεύων μετὰ νηστείας, καὶ τῆς | |
ἐκκλησίας παραλυθῆναι μὲν τὴν διχοστασίαν, συναρμοσθῆναι | 16 | |
17 | δὲ τὴν φιλαδελφίαν. ἦν δὲ τῆς ἐπιστολῆς ἡ δύναμις αὕτη· “Ἀδελφὲ Θεόφιλε, ἡμεῖς καί σε ἴσμεν κοινωνικὸν καὶ τὸν ἀδελφὸν Ἰωάννην, ὡς καὶ ἐν τοῖς πρώτοις γράμμασι φανερὰν ἡμῶν τὴν γνώμην ἐποιήσαμεν. καὶ νῦν δὲ οὐκ ἐκστάντες τῆς αὐτῆς προαι‐ | |
5 | ρέσεως, πάλιν σοι τὰ αὐτὰ γράφομεν καὶ ὁσάκις ἂν ἀποστείλῃς· ὅτι, ἐὰν μὴ δέουσα κρίσις παρακολουθήσῃ ἐπὶ τοῖς παιγνιωδῶς γεγενημένοις, ἀμήχανόν ἐστιν ἀλόγως ἡμᾶς ἀποστῆναι τῆς Ἰωάννου κοινωνίας. ὡς γοῦν, εἰ θαῤῥεῖς σὺ τῷ κριτηρίῳ, ἀπάν‐ τησον τῇ κατὰ Χριστὸν γινομένῃ συνόδῳ, κἀκεῖ τὰς αἰτίας | |
10 | γυμνάσας ὑπὸ μάρτυσι τοῖς Νικαίας κανόσιν (ἄλλον γὰρ κανόνα ἡ Ῥωμαίων οὐ παραδέχεται ἐκκλησία), ἀναντίῤῥητον τὴν ἀσφάλειαν σχήσῃ.” μικροῦ δὲ παριππάσαντος χρόνου, ἐπέστη πρεσβύτερος Κωνσταντινουπόλεως Θεότεκνος ὀνόματι, ἐπιδοὺς ἐπιστολὰς τῆς συνόδου τῆς Ἰωάννου εἴκοσι πέντε ἐπισκόπων | |
15 | μικρῷ πρός· ἐν οἷς ἀνεδίδαξαν καὶ στρατιωτικῇ βοηθείᾳ ἐκβε‐ βλῆσθαι τὸν Ἰωάννην τῆς πόλεως, καὶ εἰς ἐξορίαν ἐν Κουκουσῷ πεπέμφθαι, καὶ τὴν ἐκκλησίαν ἐμπεπρῆσθαι, ᾧ καὶ αὐτῷ δοὺς κοινωνικὰ γράμματα πρός τε τὸν ἐπίσκοπον Ἰωάννην καὶ πρὸς τοὺς αὐτῷ κοινωνοῦντας, παρεκάλει μετὰ δακρύων μακροθυμεῖν, | |
20 | βοηθεῖν οὐ δυνάμενος διὰ τὸ ἀντιπράττειν τινὰς τοὺς τὸ κακὸν | |
δυναμένους. μετὰ μικρὸν ὕστερον ἐπέστη ἀνθρωπίσκος, δυσειδὴς | 17 | |
18 | ἰδεῖν, δυσμενὴς νοηθῆναι Πάτερνος τοὔνομα, λέγων ἑαυτὸν πρεσ‐ βύτερον τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας· ὃς καὶ αὐτὸς ὅλος δι’ ὅλου σεσοβημένος, ἐκ τοῦ εἴδους τὴν ἔχθραν ἐπιδεικνύων, πολλὰς καταχέων λοιδορίας κατὰ τοῦ ἐπισκόπου Ἰωάννου, | |
5 | ἐπιδέδωκεν γράμματα ἐπισκόπων ὀλίγων, Ἀκακίου, Παύλου, Ἀντιόχου, Κυρίνου, Σευηριανοῦ, καὶ ἑτέρων τινῶν, ἐν οἷς συκο‐ φαντοῦσι τὸν Ἰωάννην ὡς καύσαντα τὴν ἐκκλησίαν. οὕτως ψευδὴς ἡμῖν ἐφάνη ὁ λόγος, ὡς μηδὲ διὰ τοῦτο δοῦναι ἀπολογίαν τὸν Ἰωάννην ἐν ἐπισήμῳ συνόδῳ· οὗ καταπτύσας ὁ πάπας Ἰννο‐ | |
10 | κέντιος, οὐδὲ ἀντιγράφων ἠξίωσεν. Ο ΕΠΙΣΚ. Καταξίωσον οὖν ὑποσχεῖν μοι τὴν ἀκοήν, ἵνα σοι καθ’ ἕκαστον ἀφηγήσωμαι· πάνυ γάρ, ὡς λέγει ὁ Ἐλιοῦς τῷ Ἰώβ, “Συνέχει με τὸ πνεῦμα τῆς γαστρός,” —“γαστέρα” τὴν διάνοιαν αἰνιττόμενος πεπληρωμένην λόγων. | |
15 | Ο ΔΙΑΚ. Ἀναγκαῖόν ἐστιν ἐκπληρῶσαί με, ἀγαθώτατε πάτερ, τὴν ἀκρίβειαν τῶν καθ’ ἡμᾶς φθασάντων, ἵν’ οὕτως ἄρξωμαι τῆς πρὸς σὲ ἐρωτήσεως. πάλιν τοίνυν μεθ’ ἡμέρας τινὰς ἐπέστη ὁ Συννάδων ἐπίσκοπος Κυριακός, γράμματα μὲν οὐκ ἔχων, ἱκανὸς δὲ πρὸς διήγησιν ἐναρμόνιον· ὃς ἔλεγεν πεφευγέναι διὰ τὴν τοῦ | |
20 | βασιλικοῦ διατάγματος ἀπειλὴν περιέχουσαν, ὅτι “Εἴ τις οὐ κοινωνεῖ Θεοφίλῳ καὶ Ἀρσακίῳ καὶ Πορφυρίῳ, ὁ τοιοῦτος τῆς μὲν ἐπισκοπῆς εἰργέσθω· προσαπολλύτω δέ, εἴ τινα δοκεῖ ἔχειν οὐσίαν χρημάτων ἢ κτημάτων.” μετὰ τὸν Κυριακὸν παρεγένετο Εὐλύσιος, ὁ Ἀπαμείας ἐπίσκοπος τῆς Βιθυνίας, ἐπιδοὺς γράμματα πεντε‐ | |
25 | καίδεκα ἐπισκόπων τῆς συνόδου Ἰωάννου καὶ τοῦ καλογήρου Ἀνυσίου, τοῦ Θεσσαλονίκης ἐπισκόπου· ἐν οἷς οἱ μὲν τὴν προ‐ | |
γενομένην καὶ γινομένην ἀναδιδάσκουσι λαφυραγωγίαν πάσης | 18 | |
19 | τῆς Κωνσταντινουπόλεως· ὁ δέ, ὡς ἐμμένει τῇ κρίσει τῇ τῶν Ῥωμαίων. ὁ δὲ καὶ αὐτὸς Εὐλύσιος διηγήσατο συνῳδὰ τῷ Κυριακῷ. παραδραμόντος δὲ μηνὸς ἡμερῶν ἐπέστη Παλλάδιος, ὁ ἐπίσκοπος Ἑλενουπόλεως, δίχα γραμμάτων, ὃς ἔλεγεν καὶ | |
5 | αὐτὸς πεφευγέναι τὴν τῶν ἀρχόντων μανίαν· ἐγκεντρότερον δὲ ἡμῖν ἀφηγήσατο, ἐπιδείξας ἀντίγραφον διατάγματος περιέχοντος, ὡς “Τὸν κρύπτοντα ἐπίσκοπον ἢ κληρικόν, ἢ ὅλως δεχόμενον ἐν οἰκίᾳ κοινωνικὸν Ἰωάννου, τὸν οἶκον δημεύεσθαι.” μετὰ τὸν Παλλάδιον Γερμανὸς πρεσβύτερος ἅμα Κασσιανῷ διακόνῳ τῶν | |
10 | Ἰωάννου, ἄνδρες εὐλαβεῖς, ἐπιδόντες γράμματα παντὸς τοῦ κλήρου Ἰωάννου 〈ἐπέστησαν〉· ὅπου γράφουσι βίαν καὶ τυραννίδα ὑπομεμενηκέναι αὐτῶν τὴν ἐκκλησίαν, τοῦ ἐπισκόπου αὐτῶν στρατιωτικῇ βοηθείᾳ ἐκβληθέντος, καὶ εἰς ἐξορίαν πεμφθέντος κατὰ συσκευὴν Ἀκακίου Βεροίας, καὶ Θεοφίλου Ἀλεξανδρείας, | |
15 | καὶ Ἀντιόχου Πτολεμαΐδος, καὶ Σευηριανοῦ Γαβάλων· ἐν οἷς καὶ βρέβιον ἐπέδειξαν οἱ προειρημένοι, ὅπου τὰ κειμήλια παρα‐ διδόασιν ὑπὸ μάρτυσι τοῖς δικασταῖς, Στουδίου ἐπάρχου πόλεως, καὶ Εὐτυχιανοῦ τῶν πραιτωρίων, καὶ Ἰωάννου κόμητος θησαυρῶν, καὶ Εὐσταθίου κυαίστορος καὶ ταβουλαρίου, ἔν τε χρυσῷ καὶ | |
20 | ἀργύρῳ καὶ ἀμφίοις, ἀποτριψάμενοι τοῦ ἐπισκόπου Ἰωάννου | 19 |
20 | τὴν συκοφαντίαν. μετὰ τούτους ἦλθε Δημήτριος ἐκ δευτέρου, ὁ ἐπίσκοπος Πισινούντων, περιδραμὼν τὴν ἀνατολήν, καὶ κηρύξας τὴν Ῥωμαίων κοινωνίαν τὴν πρὸς τὸν ἐπίσκοπον Ἰωάννην μετὰ γραμμάτων τοῦ πάπα Ἰννοκεντίου, ἐνεγκὼν καὶ γράμματα τῶν | |
5 | ἀπὸ Καρίας ἐπισκόπων, ὅπου ἀσπάζονται τὴν Ἰωάννου κοινω‐ νίαν, καὶ τῶν ἀπὸ Ἀντιοχείας πρεσβυτέρων, ὅπου ἐπισπῶνται τὴν τῶν Ῥωμαίων εὐταξίαν καὶ ἀποδύρονται τὴν Πορφυρίου χειροτονίαν ἀθέσμως καὶ ἀνοσίως γεγενημένην. μεθ’ οὓς πάντας ἐλήλυθεν ὁ πρεσβύτερος Δομετιανός, οἰκονόμος τῆς Κωνσταν‐ | |
10 | τινουπολιτῶν ἐκκλησίας, καὶ Οὐαλλαγᾶς τις, πρεσβύτερος Νισίβιος, διηγούμενος τῶν μοναστηρίων τῶν ἐν Μεσοποταμίᾳ τὸν ὀδυρμόν, ἐπιδόντες καὶ ὑπομνήματα Ὀπτάτου τινὸς ἐπάρ‐ χου, ὅπου κόσμιαι γυναῖκες ἐκ γένους ὑπάτων ἄγονται δημοσίᾳ ὄψει πρὸς αὐτόν, διάκονοι τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας, | |
15 | ἀναγκαζόμεναι ἢ κοινωνῆσαι Ἀρσακίῳ ἢ δοῦναι πρὸς διακοσίας λίτρας χρυσίου ταῖς ταμειακαῖς ψήφοις. περὶ δὲ ἀσκητῶν καὶ παρθένων τί δεῖ καὶ λέγειν; οἵτινες ἐπεδείκνυντο ξεσμὸν πλευρῶν ἐπὶ ξύλου καὶ αἰκισμὸν νώτων· ὡς μηκέτι καρτερήσαντα τὸν πάπαν Ἰννοκέντιον ἀποστεῖλαι πρὸς τὸν εὐσεβῆ βασιλέα | |
20 | Ὁνώριον, ὑποτάξαντα κατὰ μέρος τῶν γραμμάτων τὴν δύναμιν. | 20 |
21 | ἐν οἷς κινηθεῖσα αὐτοῦ ἡ εὐσέβεια προστάσσει σύνοδον συγ‐ κροτηθῆναι τῶν δυτικῶν, καὶ κοινῇ μίαν ἐξενεγκόντας ψῆφον ἀνενεγκεῖν ἐπὶ τὴν αὐτοῦ εὐσέβειαν. οἵτινες ἐπίσκοποι τῆς Ἰταλίας συναχθέντες παρακαλοῦσι τὸν βασιλέα γράψαι τῷ | |
5 | ἑαυτοῦ ἀδελφῷ καὶ συμβασιλεῖ Ἀρκαδίῳ, προστάξαι ἐν Θεσσα‐ λονίκῃ γενέσθαι σύνοδον, ὥστε δυνηθῆναι εὐκόλως ἀμφότερα συνδραμεῖν τὰ μέρη ἀνατολῆς τε καὶ δύσεως πρὸς τὸ τελείαν γενομένην σύνοδον, οὐκ ἐν ποσότητι ἀριθμοῦ, ἀλλ’ ἐν ποιότητι γνώμης, ἀναμφίλεκτον ἐξενεγκεῖν ψῆφον. ἐξ ὧν πυρωθεῖσα αὐτοῦ | |
10 | ἡ εὐσέβεια τῷ μὲν ἐπισκόπῳ Ῥώμης ἐπιστέλλει πέμψαι ἐπι‐ σκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο τῆς Ῥώμης, διάκονον δὲ ἕνα, ὥστε διακομίσαι αὐτοῦ τὴν πρὸς τὸν ἀδελφὸν ἐπιστολήν, ἥτις ἐπιστολὴ περιεῖχεν τὴν δύναμιν ταύτην· “Τρίτον γράφω πρὸς τὴν σὴν ἡμερότητα, ἀξιῶν ἵνα διορθώσεως τύχῃ τὰ κατὰ τὴν | |
15 | συσκευὴν τοῦ ἐπισκόπου Ἰωάννου τῆς Κωνσταντινουπολιτῶν· καί, ὡς ἔοικεν, οὐκ ἤνυσται. ὅθεν πάλιν ἐπέστειλα διὰ τῶν ἐπι‐ σκόπων καὶ πρεσβυτέρων, πάνυ φροντίζων τῆς ἐκκλησιαστικῆς εἰρήνης, δι’ ἧς καὶ ἡ ἡμῶν εἰρηνεύεται βασιλεία, ἵνα καταξιώσῃς προστάξαι ἐν Θεσσαλονίκῃ συνελθεῖν τοὺς τῆς ἑῴας ἐπισκόπους. | |
20 | καὶ γὰρ οἱ τῆς ἡμετέρας ἑσπερίας ἐπίσκοποι, ἐκλεξάμενοι ἄνδρας ἀκλινεῖς πρὸς κακίαν καὶ ψεῦδος, ἀπεστάλκασιν ἐπισκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο, διάκονον δὲ ἕνα τῆς μεγίστης ἐκκλησίας Ῥωμαίων. ὧν φροντίσαι παντοίαις τιμαῖς καταξίωσον, ἵν’, ἢ μὲν πεισθέντες ὅτιπερ δικαίως ἐκβέβληται ὁ ἐπίσκοπος | |
25 | Ἰωάννης, διδάξωσί με ἀποστῆναι τῆς αὐτοῦ κοινωνίας· ἢ ἐλέγ‐ ξαντες ἐθελοκακοῦντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους, ἀπο‐ | |
στρέψωσί σε τῆς αὐτῶν κοινωνίας. τίνα γάρ ἐστιν ἃ φρονοῦσιν | 21 | |
22 | περὶ τοῦ ἐπισκόπου Ἰωάννου οἱ δυτικοί, ἐκ πασῶν τῶν ἐπιστολῶν τῶν πρός με γραφεισῶν ὑπέταξα δύο, ἰσοδυναμούσας ταῖς πάσαις, τὴν ἐπιστολὴν τοῦ Ῥώμης καὶ τοῦ Ἀκυληΐας. τοῦτο δὲ παρακαλῶ τὴν σὴν ἡμερότητα πρὸ πάντων, καὶ ἄκοντα τὸν Ἀλεξανδρείας | |
5 | Θεόφιλον παραστῆναι δικαίωσον, δι’ ὃν μάλιστα λέγεται ἅπαντα τὰ κακὰ γεγενῆσθαι· ἵνα εἰς μηδὲν ἡ τῶν παραγενομένων ἐπι‐ σκόπων ἐμποδισθεῖσα σύνοδος τὴν πρέπουσαν τοῖς καιροῖς ἡμῶν εἰρήνην βραβεύσῃ.” | |
9n | 〈ΚΕΦΑΛΑΙΟΝ Δʹ〉 | |
9 | Λαβόντες τοιγαροῦν οἱ περὶ τὸν ἅγιον ἐπίσκοπον Αἰμίλιον | |
10 | Βενεβεντοῦ καὶ Κυθήγιον καὶ Γαυδέντιον σὺν Οὐαλεντινιανῷ καὶ Βονιφατίῳ τοῖς πρεσβυτέροις τὰ γράμματα τοῦ τε βασιλέως Ὁνωρίου τοῦ τε Ἰννοκεντίου καὶ τῶν Ἰταλῶν ἐπισκόπων, Χρω‐ ματίου Ἀκυληΐας καὶ Βενερίου Μεδιολάνων καὶ τῶν λοιπῶν, καὶ ὑπομνηστικὸν τῆς συνόδου πάσης δύσεως, δημοσίοις συνθή‐ | |
15 | μασιν ἀπεστάλησαν εἰς τὴν Κωνσταντινούπολιν σὺν τοῖς περὶ Κυριακὸν καὶ Δημήτριον καὶ Παλλάδιον καὶ Εὐλύσιον τοὺς ἐπισκόπους. εἶχεν δὲ τὸ ὑπομνηστικόν, μὴ δεῖν εἰσελθεῖν Ἰωάννην εἰς κρίσιν, ἐὰν μὴ πρότερον ἀποκατασταθῇ αὐτῷ ἥ τε ἐκκλησία καὶ ἡ κοινωνία, ἵν’ εἰς μηδὲν ἔχων ὑπερτίθεσθαι, αὐθαίρετος | |
20 | εἰσέλθῃ εἰς τὸ συνέδριον. ἀπελθόντες οὖν εἰς τὴν Κωνσταντινού‐ πολιν, ὑπέστρεψαν μετὰ τέσσαρας μῆνας, διηγούμενοι Βαβυλώνια πράγματα· ὅτι “Κατεσχέθημεν παραπλέοντες τὴν Ἑλλάδα Ἀθήναζε ὑπὸ χιλιάρχου τινὸς δυστήνου, ὃς ἐξαυτῆς συνέζευξεν ἡμῖν ἑκατοντάρχην ἕνα, μὴ συγχωρήσας ἡμῖν παραβαλεῖν τῇ | |
25 | Θεσσαλονίκῃ·” ἐκεῖ γὰρ αὐτῶν ἦν ὁ σκοπὸς πρῶτον ἀποδοῦναι τὰ γράμματα Ἀνυσίῳ τῷ ἐπισκόπῳ. “Ἐμβαλὼν οὖν ἡμᾶς,” | |
φησιν, “εἰς δύο πλοῖα ἐξέπεμψεν. ἐπιγενομένου δὲ βιαίου νότου, | 22 | |
23 | ἄσιτοι διὰ τριῶν 〈ἡμερῶν〉 διαπλεύσαντες τὸ κατὰ τὸν Αἰγαίωνα πέλαγος καὶ τὰ στενά, δωδεκάτην ὥραν τῇ τρίτῃ ὡρμήσαμεν πρὸ τῆς πόλεως πλησίον τῶν Βίκτορος προαστείων. ἐν ᾧ κατασχε‐ θέντες τόπῳ ὑπὸ τῶν τοὺς λιμένας πραττόντων, ἀπήλθομεν εἰς | |
5 | τὰ ὀπίσω (τίνος δὲ κελεύσαντος οὐκ ἔγνωμεν), καὶ συγκλεισθέντες εἰς φρούριον τῆς Θρᾴκης παραθαλάσσιον, Ἀθύραν καλούμενον, ἐκεῖθέν τε στρεβλωθέντες, οἱ μὲν Ῥωμαῖοι ἐν οἰκίσκῳ ἑνί, καὶ ἐν διαφόροις οἱ περὶ Κυριακόν, ὡς μηδὲ παῖδα ἔχειν εἰς ὑπηρεσίαν. καὶ ἀπαιτούμενοι τὰ γράμματα, οὐ δεδώκαμεν, εἰπόντες ὅτι ‘Πῶς | |
10 | οἷόν τέ ἐστι πρεσβευτὰς ἡμᾶς ὄντας μὴ αὐτῷ τῷ βασιλεῖ ἐπι‐ δοῦναι τὰ τοῦ βασιλέως γράμματα καὶ τῶν ἐπισκόπων;‘ ὡς οὖν ἐμένομεν μὴ διδόντες, πρώτου ἐλθόντος Πατρικίου νοταρίου πρὸς ἡμᾶς, ἔπειτά τινων ἑτέρων, τελευταῖον ἦλθέ τις ἀφηγούμενος ἑνὸς ἀριθμοῦ, Οὐαλεριανὸς ὀνόματι, Καππαδόκης, καὶ κλάσας τὸν | |
15 | ἀντίχειρα τοῦ ἐπισκόπου Μαριανοῦ, ἀφεῖλεν ἐσφραγισμένην τὴν ἐπιστολὴν τοῦ βασιλέως σὺν ταῖς λοιπαῖς ἐπιστολαῖς. ἐπιγενο‐ μένης οὖν δευτέρας ἡμέρας, ἀπέστειλαν πρὸς ἡμᾶς, εἴτε οἱ τῆς τοῦ βασιλέως αὐλῆς, εἴτε οἱ περὶ Ἀττικόν, ἀγνοοῦμεν (αὐτὸς γὰρ ἐλέγετο ἐπιπεπηδηκέναι τῷ θρόνῳ τῆς ἐκκλησίας), ἐπιδιδόντες | |
20 | ἡμῖν νομίσματα τρισχίλια, ἀξιοῦντες πεισθέντας ἡμᾶς κοινωνῆσαι τῷ Ἀττικῷ, παρασιωπήσαντας τὴν Ἰωάννου δίκην. οἷς μὴ πεισ‐ | |
θέντες, ἐμένομεν προσευχόμενοι, πρὸς τὸ μηδὲν εἰρηνικὸν ἀνύειν, | 23 | |
24 | κἂν ἀκινδύνως καταλαβεῖν ἡμῶν τὰς ἐκκλησίας, τὴν τοσαύτην ὁρῶντες ἀνημερότητα.” τοῦτο καὶ τοῦ Σωτῆρος Θεοῦ διαφόροις ἀποκαλύψεσιν αὐτοὺς φωτίσαντος, ὡς καὶ τῷ διακόνῳ τοῦ ἁγίου Αἰμιλίου Παύλῳ, ἀνδρὶ πραϋτάτῳ καὶ σώφρονι, ὀφθῆναι ἐν τῷ | |
5 | πλοίῳ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον λέγοντα αὐτῷ· “Βλέπετε πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, εἰδότες ὅτι αἱ ἡμέραι πονηραί εἰσιν,” —αἰνιττομένου τοῦ ὀνείρου τὴν πολύτροπον αὐτῶν ἀπάτην, τήν τε διὰ δώρων καὶ κολακείας ἐπὶ παραχαράξει τῆς ἀληθείας. “Ἐπιστὰς οὖν ὁ αὐτός,” φησιν, | |
10 | “Οὐαλεριανὸς ὁ χιλίαρχος ἐνέβαλεν ἡμᾶς εἰς σαθρότατον πλοῖον, ὡς ἐθρυλεῖτο, δοὺς τὴν τιμὴν τῷ ναυκλήρῳ ἐπισκόπων τῆς ἀπωλ‐ είας τῶν ἐμπλεόντων, ἅμα εἴκοσι στρατιώταις ἐκ τάξεων διαφόρων, παραχρῆμα ἐξέωσεν τῶν Ἀθύρων. διαπλεύσαντες οὖν ἱκανοὺς στα‐ δίους καὶ μέλλοντες ἀπόλλυσθαι, προσωρμήσαμεν τῇ Λαμψάκῳ· | |
15 | κἀκεῖθεν ἀμείψαντες τὴν ὁλκάδα κατήχθημεν τῇ εἰκοστῇ ἐν Ὑδροῦντι τῆς Καλαβρίας.” οὐκέτι δὲ ἡμῖν εὗρον εἰπεῖν ἐν τίσιν ὁ μακάριος ἐπίσκοπος Ἰωάννης ἢ ποῦ νῦν οἱ ἐπίσκοποι οἱ περὶ Δημήτριον καὶ Κυριακὸν καὶ Εὐλύσιον καὶ Παλλάδιον σὺν τοῖς ἡμετέροις ἐπισκόποις τὴν πρεσβείαν στειλάμενοι. | |
20 | Ο ΕΠΙΣΚ. Δεῦρο δὴ λοιπόν, ἱερώτατε, ὑπόσχου μοι τὸν νοῦν, προσέχων σαφῶς τοῖς λεγομένοις· καὶ καθεξῆς σοι γνωρίσω πάσης τραγῳδίας τοὺς ἐν μέσῳ σατυρικοὺς θορύβους, πόθεν τε τῆς μέθης ἤρξαντο, καὶ μέχρι τίνος ἔδοξαν παύεσθαι, οὐδέπω δὲ πέπαυνται. ἡ μὲν ἁπάντων τῶν κακῶν, ὡς ἂν εἴποι τις, πηγὴ ἢ | |
25 | ἀρχή ἐστιν ὁ μισόκαλος δαίμων, ἀεὶ ἀντιπράττων ὡς λύκος ταῖς τοῦ Χριστοῦ λογικαῖς ἀγέλαις, λυμαινόμενος μὲν ἀφειδῶς τοὺς ἐμπείρους τῶν ἀγελαιοκόμων πάθεσι πολυτρόποις, καθάπερ ὁ βασιλεὺς τῶν Αἰγυπτίων τοὺς ἄῤῥενας τῶν Ἰουδαίων, λιπαίνων | |
δὲ ταῖς ἀπάταις τῶν ἐπὶ γῆς ἡδονῶν τοὺς φένακας τῶν ψευδοποι‐ | 24 | |
25 | μένων. οἱ δὲ μετὰ ταῦτα τῆς πονηρᾶς πηγῆς ὀχετοί, ὡς ἅπας ὁ περίγειος ἐπίσταται χῶρός, εἰσιν Ἀκάκιος καὶ Ἀντίοχος καὶ Θεόφιλος καὶ Σευηριανός, οἱ λεγόμενοι μὲν ὃ μή εἰσιν, ὄντες δὲ ὃ λέγεσθαι οὐκ ἀνέχονται· τοῦ δὲ τάγματος τῶν κληρικῶν πρεσ‐ | |
5 | βύτεροι δύο, διάκονοι δὲ πέντε, οἱ μὲν ἐξ ἀκαθάρτου, οἱ δὲ ἐκ κακωτικοῦ ἀριθμοῦ συναγόμενοι, —οὐκ οἶδα δὲ εἰ ἀκίνδυνον τοὺς τοιούτους λέγειν πρεσβυτέρους ἢ διακόνους· τῆς δὲ τοῦ βασιλέως αὐλῆς δύο ἢ τρεῖς μόνοι, οἳ καὶ ἐνεύρωσαν τοὺς περὶ Θεόφιλον, στρατιωτικῇ βοηθείᾳ συνεπαγωνιζόμενοι· γυναικῶν δὲ πρὸς ταῖς | |
10 | φημιζομέναις τρεῖς, χῆραι μέν, ἀνδρόπλουτοι δέ, ἐπ’ ὀλέθρῳ τῆς ἑαυτῶν σωτηρίας τὰ ἐξ ἁρπαγῆς χρήματα κεκτημέναι, ταραξάν‐ δριαι καὶ ἀνασείστριαι, Μάρσα Προμότου γυνή, καὶ Καστρικία ἡ Σατορνίνου, καὶ Εὐγραφία, ἀμφιμανής τις, —τὰ δὲ λοιπὰ αἰδοῦ‐ μαι καὶ λέγειν. αὗται καὶ οὗτοι νωθροκάρδιοι ὄντες ἐν τῇ πίστει, | |
15 | καθάπερ φάλαγξ οἰνομανής, εἰς μίαν συναχθέντες μισοδιδασκα‐ λίας γνώμην, χείμαῤῥον ἀπωλείας κατὰ τῆς ἐκκλησιαστικῆς εἰρήνης εἰργάσαντο. Ο ΔΙΑΚ. Τοιγαροῦν προθυμήθητι, πάτερ, ἐπὶ μαρτυροῦντος τοῦ Θεοῦ εἰπεῖν ἡμῖν, πόθεν τε τούτων τὸ πρὸς αὐτὸν μῖσος καὶ | |
20 | τίς ἡ φιλονεικία τοῦ ἐπισκόπου Ἰωάννου λυπῆσαι τοσαύτας ἀξίας· ὁμοῦ δὲ γνώρισον ἡμῖν πόθεν τε ἤρξατο τοῦ βίου, καὶ πῶς ἤχθη ἐπὶ τὴν Κωνσταντινουπόλεως ἐπισκοπήν, καὶ πόσον ἐκρά‐ τησεν χρόνον, καὶ ὁποῖον τὸ τούτου ἦθος, καὶ τίς ἡ τοῦ βίου κατάλυσις, εἴ γε κεκοίμηται, ὡς ἀκούομεν. εἰ καὶ τὰ μάλιστα διὰ | |
25 | πάντων τρέχει θαυμασία καὶ ἐνάρετος μνήμη τοῦ ἀνδρός, ἀλλ’ ὅμως σύνηθές μοι τὸ μὴ προχείρως πιστεύειν ταῖς φήμαις, πρὶν ἂν παρὰ τῶν ὀρθῶς ψέγειν καὶ ἐπαινεῖν εἰδότων μάθω βεβαίως. Ο ΕΠΙΣΚ. Ἐπαινῶ μέν σου τὴν ἀκρίβειαν, οὐκ ἀποδέχομαι δὲ τὴν διάκρισιν, φιλαληθέστατε ἄνερ καὶ Θεοῦ ἄνθρωπε Θεόδωρε· | |
30 | ἔδει γάρ σε ἐξ αὐτῆς τῆς πολιᾶς ἡμῶν (ἵνα περιαυτολογήσω) καὶ | 25 |
26 | ἐκ τοῦ ἀξιώματος ἀρκεσθῆναι πρὸς ἀληθείας ἀπόδειξιν· ἐπειδὴ δὲ τοῦτο μὲν οὐ πεποίηκας, δὶς δέ με κατακρίνεις, κἂν μετὰ ταῦτα ἀπροφάσιστόν μοι τὴν ἀκοὴν παρεγγύησαι, ἵνα μὴ εἰς ἀνόητον οἱ τῶν λόγων γένωνται δίαυλοι. ἐπίσταμαι γὰρ τὰ γεγραμμένα παρὰ | |
5 | τῷ θείῳ νόμῳ, τό, “Ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος,” καὶ παρὰ τῷ ἀποστόλῳ Ἰωάννῃ, “Ὁ λαλῶν τὸ ψεῦδος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,” καὶ πάλιν παρὰ τῷ Δαυείδ, “Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.” ἀδικεῖ γὰρ ἀληθῶς ὁ ψευδόμενος ὃν πείθει· ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος τὸν ψευδόμενον, ῥᾳδίως πισ‐ | |
10 | τεύων. ἐπίσης οὖν ἐξαμαρτανόντων ἑκατέρων, μηδ’ ὁπότερος ἡμῶν ἀδικήσοι τὸν πέλας. ἀρετὴ γὰρ αὑτή, τοῦ μὲν λέγοντος, λέγειν τἀληθῆ· τοῦ δὲ ἀκούοντος, δοκιμάζειν τὰ ἄδικα· “Γίνεσθε,” γάρ φησιν ἡ Γραφή, “δόκιμοι τραπεζῖται,” τὸ κίβδηλον ἀπὸ τοῦ δοκίμου ῥίπτοντες· οὐχ ἵνα κομπήσαντες τὸν ἦχον δεξώμεθα, | |
15 | ἀλλ’ ἵνα σταθμίσαντες τῷ θείῳ φόβῳ μετὰ ὀρθοῦ συνειδότος τὰ λαλούμενα πάντα, ἢ τὰ γραφόμενα, τῇ τῶν πραγμάτων μαρτυρίᾳ δεξώμεθα. ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος· διὸ καὶ ὁ καλλι‐ τέχνης Θεὸς τὴν μὲν ὑπὸ δύο χειλέων τηρεῖσθαι πεποίηκεν, ἐνδο‐ τέρω τὸ τῶν ὀδόντων ἔρυμα πήξας, ἵν’ ἀσφαλὲς τὸ φρούριον | |
20 | ὑπάρχον σωφρονίζῃ ταύτης τὴν εὐκολίαν (κατὰ τὸ γεγραμμένον, “Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου”), τῶν δὲ τὴν ὀπὴν ἑλικοειδῶς ἐξετόρνευσεν—διὰ τοῦ σχήματος αἰνιττό‐ μενος μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἵνα ἐν πλείονι χρόνῳ | |
25 | ἑλιττόμενος, τὴν ὕλην τοῦ ψεύδους μετὰ τῶν τῆς κακίας σκυβάλων προσκαταλείψῃ ταῖς ὄχθαις λεπτῶς διωθούμενος. οὐ μόνον δὲ τούτων ἐφρόντισε τῶν ὀργάνων, ὡς μόνων πταιόντων· ἤδη δὲ καὶ ταῖς κόραις, καθάπερ θυρίσι, καταπετάσματα τέθεικεν, ἵνα μὴ τὸν τῆς ἀκολασίας εἰσδέχωνται θάνατον, ὃν ὁ προφήτης μαρτύ‐ | |
30 | ρεται λέγων· “Θάνατος ἀνέβη διὰ τῶν θυρίδων.” Ο ΔΙΑΚ. Εἰ μὲν ἐν τοῖς τυχοῦσιν ἦν ἡ ἐξέτασις, ἱερώτατε | |
πάτερ, ἤρκει σου ἡ τοῦ εἴδους κατάστασις πιστῶσαι τοὺς λόγους· | 26 | |
27 | ἐπειδὴ δὲ οὐ μικρὰν φέρει νῦν μὲν κατάγνωσιν, μετέπειτα δὲ κατάκρισιν, συναχθέντων ἀρχόντων τε καὶ λαῶν παρὰ τῷ βήματι τῷ φοβερῷ, ἀληθείας οὔσης τῆς ζητουμένης, δός μοι συγγνώμην, ἄριστε, μὴ τὰς τῶν τριχῶν προβαλλόμενος πολιὰς μάρτυρας. | |
5 | γεγηράκασι γὰρ καὶ φαῦλοι, οὐκ ἀρετῇ τὴν ψυχὴν πολιώσαντες, ἀλλὰ τὰ σώματα χρόνου μήκει ῥυτιδώσαντες· οἷοι ἦσαν οἱ κατὰ Βαβυλῶνα ψευδοπρεσβύτεροι, καὶ ὁ ἐν τῷ Ἰερεμίᾳ Ἐφράϊμ, περὶ οὗ μεμφόμενος ὁ λόγος βοᾷ· “Ἐφράϊμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· πολιαὶ αὐτῷ ἐξήνθησαν, αὐτὸς δὲ οὐκ ἔγνω.” | |
10 | δισσεύων δὲ λέγει πληκτικώτερον· “Ἐγένετο Ἐφράϊμ ἐγκρυφίας οὐ μεταστρεφόμενος, καὶ ἀλλότριοι ἔφαγον τὴν ἰσχὺν αὐτοῦ.” κἀκεῖνο δὲ προσθήσω, εἰ καὶ μηκυνῶ τὸν λόγον· τίς πολιώτερος ἢ τίς ἐπιεικέστερος τὸ φαίνεσθαι Ἀκακίου τοῦ Βεροίας, ὃν νῦν διαμέμφεσθε ὡς ταραξάρχην καὶ ἡγεμόνα τῆς τῶν νεωτεροποιῶν | |
15 | πλημμελείας; οὗ καὶ αὐτοὶ οἱ μυκτῆρες τὰς λευκὰς ἐπεσύροντο τρίχας, ἡνίκα ἐπέστη τῇ Ῥώμῃ κομίσας τῆς χειροτονίας τὸ ψή‐ φισμα τοῦ ἐπισκόπου Ἰωάννου. Ο ΕΠΙΣΚ. Νῦν ἔγνων σαφῶς, ὅτι δόκιμος εἶ τραπεζίτης, μὴ πειθόμενος τῇ δερματίνῃ σκηνῇ, ἀλλὰ τὴν τοῦ ἐνοικοῦντος ἐπιζη‐ | |
20 | τῶν ἐπιστήμην. καὶ γὰρ καὶ οἱ Αἰγυπτίων ναοὶ μέγιστοι ὄντες, καὶ κάλλει λίθων κομπάζοντες, πιθήκους ἔχουσιν ἔνδον καὶ ἴβιες καὶ κύνας ἀντὶ θεῶν· ὁ δ’ ἡμέτερος Κύριος καὶ Θεός, χρηματίζων τῷ Σαμουὴλ περὶ καταστάσεως ἡγεμόνος τοῦ Ἰσραήλ, παρεγγυᾷ μὴ βλέπειν εἰς ἕξιν καὶ πλάσιν πηλίνου σώματος, λέγων· “Οὐχ | |
25 | ὡς ἄνθρωπος βλέψει ὁ Θεός· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν.” διὸ οἱ “μιμηταὶ τοῦ Θεοῦ” ἐπὶ παντὸς πράγ‐ ματος τὸ βαθύτερον ἐρευνῶσιν. ὅθεν προθύμως ἐμαυτὸν ἐπιδίδωμι, ἐξαγιάσας σου τὸν ζυγὸν μηδαμῶς ἑτεροκλινοῦντα. οἱ δὲ Βαβυ‐ λώνιοι, γέροντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας | |
30 | κομιδῇ νήπιοι, εἰ ἐπίστευον τῇ τῶν νεκρῶν ἀναστάσει, πρότερον μέν, ἐῤῥωμένην ἔχοντες τὴν σοφίαν, οὐκ ἂν ἤρων Σωσάννης γυναικὸς ἀλλοτρίας· ἔπειτα δ’, εἴπερ εἶχον τὸν τοῦ Θεοῦ φόβον, οὐκ ἂν συνέπλεξαν τῇ ἀκολασίᾳ τὴν συκοφαντίαν. τοῦ δὲ ἀτίμου | |
ἐν γήρᾳ ἀπόδειξις τῆς νεωτερικῆς ὥρας ἡ καπηλεία. | 27 | |
28(1n) | 〈ΚΕΦΑΛΑΙΟΝ Εʹ〉 | |
1 | Ἰωάννης οὗτος τὸ μὲν γένος ἦν Ἀντιοχεύς (κεκοίμηται δέ), υἱὸς γεγονὼς τῶν διαπρεψάντων εὐγενῶς παρὰ τῇ τάξει τοῦ στρατηλάτου τῆς Συρίας, τεχθεὶς πρὸς ἀδελφῇ τῷ πατρί. δεξιωτέρας δὲ ὑπάρχων γνώμης ἐξησκήθη τοῖς λόγοις πρὸς | |
5 | διακονίαν τῶν θείων λογίων. ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασεν τοὺς σοφιστὰς τῶν λεξυ‐ δρίων· ἀνδρυνθεὶς δὲ τὴν φρένα, ἤρα τῶν ἱερῶν μαθημάτων. ἦρχεν δὲ τὸ κατ’ ἐκεῖνο καιροῦ τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ὁ μακάριος Μελέτιος ὁ ὁμολογητής, τὸ γένος Ἀρμένιος· ὃς | |
10 | προσσχὼν εὐφυῆ τὸν νεανίσκον ἐπέτρεπεν αὐτῷ συνεχῶς πλη‐ σιάζειν, ἐρασθεὶς τοῦ κάλλους τῆς τούτου καρδίας, προφητικῷ ὄμματι προορῶν τοῦ νεανίσκου τὴν ἔκβασιν. ὡς δὲ παρήδρευσε, μυσταγωγηθεὶς τὴν τοῦ “λουτροῦ παλιγγενεσίαν,” ἀμφὶ τὰ τρία ἔτη, προάγεται ἀναγνώστης. νυττόμενος δὲ ὑπὸ τοῦ συνειδότος | |
15 | μὴ ἀρκεῖσθαι τοῖς ἐν τῇ πόλει πόνοις, σφριγώσης τῆς νεότητος, εἰ καὶ σῶον ἦν τὸ φρονοῦν, καταλαμβάνει τὰ πλησίον ὄρη· καὶ περιτυχὼν γέροντι Σύρῳ, ἐγκράτειαν τημελοῦντι, ἀπομιμεῖται τὴν σκληραγωγίαν, χρονίσας παρ’ αὐτῷ δὶς δύο ἔτη, ἀπομαχό‐ μενος ταῖς τῆς ἡδυπαθείας σπιλάσιν. ὡς δὲ ῥᾷον περιεγένετο | |
20 | τούτων, οὐ πόνῳ τοσοῦτον, ὅσον λόγῳ, ἀναχωρεῖ ἐν σπηλαίῳ μόνος, γλιχόμενος ἀδηλίας· κἀκεῖ διατρίψας τρὶς ὀκτὼ μῆνας, ἄϋπνος διετέλει τὸ πλεῖστον, ἐκμανθάνων τὰς τοῦ Χριστοῦ | |
διαθήκας πρὸς ἐξοστρακισμὸν τῆς ἀγνοίας. μὴ ἀναπεσὼν δὲ τὸν | 28 | |
29 | τῆς διετίας χρόνον, μὴ νύκτωρ, μὴ μεθ’ ἡμέραν, νεκροῦται τὰ ὑπὸ γαστέρα, πληγεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμ‐ βάνει τὸν ἐκκλησιαστικὸν λιμένα. καὶ τοῦτο τῆς τοῦ Σωτῆρος | |
5 | προνοίας, πρὸς τὸ χρήσιμον τῆς ἐκκλησίας διὰ τῆς ἀσθενείας τῶν τῆς ἀσκήσεως πόνων αὐτὸν ἀπελασάσης, ἵν’ ἐμποδισθεὶς τῇ ἀδυναμίᾳ ἀπόσχηται τῶν σπηλαίων. ἐντεῦθεν χειροτονεῖται διάκονος διὰ τοῦ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ δύο πρὸς τοῖς τρισὶν ἔτεσιν. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς | |
10 | διαλαμπούσης, καὶ τῶν λαῶν ἐκ τῆς τοῦ βίου ἅλμης γλυκαι‐ νομένων αὐτοῦ τῇ συντυχίᾳ, πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου. καὶ διαπρέψας τρὶς τέσσαρα ἔτη ἐν τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ, ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τοῦ βίου τῇ ἀκριβείᾳ, τοὺς μὲν ἁλίζων τῇ σωφροσύνῃ, τοὺς δὲ | |
15 | φωτίζων τῇ διδασκαλίᾳ, τοὺς δὲ ποτίζων τοῖς τοῦ πνεύματος νάμασιν. τούτων δὲ οὕτως οὐριοδρομούντων τῇ τοῦ Χριστοῦ κυβερνήσει, κοιμᾶται ὁ μακάριος Νεκτάριος ὁ ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας. ἐντεῦθεν συντρέχουσί τινες τῶν μὴ ζητουμένων, μαστεύοντες τὴν προεδρίαν, ἄνδρες τινὲς | |
20 | οὐκ ἄνδρες, πρεσβύτεροι μὲν τὴν ἀξίαν, ἀνάξιοι δὲ τῆς ἱερω‐ σύνης, οἱ μὲν πραιτωριοκτυποῦντες, οἱ δὲ καὶ δωροδοκοῦντες, ἄλλοι δὲ καὶ τοὺς δήμους γονυπετοῦντες. ἐπὶ τούτοις κλονεῖται ὁ λαὸς τῶν ὀρθοδόξων, διασκύλλων τὸν βασιλέα, ἐπιζητῶν τὸν ἐπιστήμονα τῆς ἱερωσύνης. ἐκράτει δὲ τῶν πραγμάτων Εὐτρό‐ | |
25 | πιος ὁ σπάδων, ἀφηγητὴς τῶν βασιλικῶν κοιτώνων. βουλόμενος οὖν αὐτὸν παραθέσθαι τῇ πόλει (εἶχεν γὰρ πεῖραν τῆς ἀρετῆς | |
Ἰωάννου, βασιλικῆς αἰτίας αὐτὸν εἰς ἀνατολὴν τὴν ἐνδοτέραν | 29 | |
30 | ἀγαγούσης), οὗτος παρασκευάζει τὸν βασιλέα γράμματα χαρά‐ ξαι πρὸς τὸν κόμητα Ἀντιοχείας, ἀψοφητὶ ἐξαποστεῖλαι τὸν Ἰωάννην, μὴ ταράξαντα τὴν Ἀντιοχέων. ὃς ἐξαυτῆς δεξάμενος τὸ γράμμα παρακαλεῖ αὐτὸν ἔξω τῆς πόλεως γενέσθαι μέχρι | |
5 | τῶν μαρτυρίων πλησίον τῆς πύλης καλουμένης Ῥωμανησίας, καὶ ἐπιβιβάσας αὐτὸν δημοσίῳ ῥηδίῳ παραδίδωσι τῷ ἀποστα‐ λέντι εὐνούχῳ σὺν τῷ στρατιώτῃ τοῦ μαγίστρου. οὕτως ἀχθεὶς χειροτονεῖται ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας. ἀπ’ ἀρχῆς οὖν ὁ Θεόφιλος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, προσ‐ | |
10 | σχὼν αὐτοῦ τῇ καταστάσει, τῷ ἀνεπιλήπτῳ τῆς παῤῥησίας, ἠντισκότει πρὸς τὴν χειροτονίαν. ἔστι γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως (ἀφανὲς γάρ) ἀνθρώπου βούλημα καὶ γνώμην συνιδεῖν. Ο ΔΙΑΚ. Ἐπίσχες, πάτερ, μικρὸν ἀνθυπενέγκω. | |
15 | Ο ΕΠΙΣΚ. Τί τοῦτο μάλιστα; Ο ΔΙΑΚ. Καὶ εἰ τοιοῦτος ὑπάρχει ὁ Θεόφιλος, ὡς πρὸς τὸ βλέπειν δι’ ὀξύτητα, πῶς ἠγνόησεν ὅτι τὴν οἰκουμένην ταράξει ἐξεώσας αὐτόν; Ο ΕΠΙΣΚ. Τοῦτο οὐ θαυμαστόν, ὦ βέλτιστε· καὶ γὰρ οἱ | |
20 | δαίμονες, γνωρίσαντες τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἠγνόησαν ὅτι ἑνὶ φυσήματι τῶν αὐτῷ πεπιστευκότων δεθήσονται. Ο ΔΙΑΚ. Ποῦ δὲ ἐγνώρισαν τὴν τοῦ Σωτῆρος παρουσίαν; Ο ΕΠΙΣΚ. Ἡνίκα ἐβόων· “Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;” ὁρᾷς ὅτι προῄ‐ | |
25 | δεισαν, οὐ μόνον ὅτι ἅγιός ἐστιν, ἀλλ’ ὅτι καὶ κριτής; τί δὲ λέγω | |
περὶ τῶν δαιμόνων; αἱ κακοδαίμονες τῶν ἑταιρίδων ἐκ τῆς τῶν | 30 | |
31 | ὀφθαλμῶν καταστάσεως γνωρίζουσι τοὺς σώφρονας ἄνδρας καὶ ἀποστρέφονται, ὥσπερ ὁ νοσῶν ὀφθαλμὸς τὴν τοῦ ἡλίου αἴγλην, καὶ ὁ γὺψ τὸ μύρον. πόθεν δὲ τό, “βδέλυγμα ἁμαρτωλοῖς θεο‐ σέβεια,” εἰ μὴ ταύτην ἐγνώριζον; οὕτω καὶ ὁ Θεόφιλος, ἐξ ὧν | |
5 | τοῦ ἰδίου ὀφθαλμοῦ τὸ κατάλληλον ἢ τὸ καταθύμιον ἐν τῇ τοῦ Ἰωάννου ὄψει οὐχ εὗρεν, στοχαστικῶς τὸ ἐναντίον ὑπετόπασεν, οὐ καταληπτικῶς. Ο ΔΙΑΚ. Θαυμασίως εἴρηκας, πάτερ. πρὸς τί δὲ ἀντέπιπτεν τῇ χειροτονίᾳ; | |
10 | Ο ΕΠΙΣΚ. Ἔθος αὐτῷ τοιοῦτον ἦν, μὴ χειροτονεῖν τοὺς χρηστοὺς καὶ ἐχέφρονας, εἰ μή τι ἂν ἀστοχήσοι, βουλόμενος ἁπάντων κρατεῖν ὡς ἀνοήτων· ἄμεινον ἡγούμενος ἀνοήτων κρα‐ τεῖν ἢ φρονίμων ἀκούειν. πλὴν ὅμως νικᾶται ὑπὸ τῆς σωτηρίου προνοίας καὶ ἑκὼν καὶ ἄκων. οὕτως χειροτονηθεὶς ὁ Ἰωάννης | |
15 | ἄρχεται τῆς τῶν πραγμάτων ἐπιμελείας, ἀπὸ τῆς λογικῆς ἀρξά‐ μενος σύριγγος τῆς τῶν προβάτων δοκιμασίας. ὀλιγάκις δὲ καταχρώμενος καὶ τῇ ἐλεγκτικῇ βακτηρίᾳ, κατατείνει λόγον κατὰ τῆς ἐπιπλάστου ἀδελφοζωΐας, τὸ δ’ ἀληθές, κατὰ τῆς ἀσχήμου κακοζωΐας περὶ τῶν καλουμένων συνεισάκτων, ἀπο‐ | |
20 | δεικνὺς ἐν αἱρέσει κακῶν ἀμείνους εἶναι τοὺς πορνοτρόφους· ἐκεῖνοι μὲν γὰρ πόῤῥω τοῦ ἰατρείου οἰκοῦντες, καθ’ ἑαυτοὺς ἔχουσι τοῖς βουλομένοις τὴν νόσον· οὗτοι δὲ ἔνδον τοῦ ἐργα‐ στηρίου οἰκοῦντες τῆς σωτηρίας, καὶ τοὺς ὑγιαίνοντας ἐκκα‐ λοῦνται εἰς νόσον. ἐντεῦθεν θλίβεται τὸ ἀφιλόθεον μέρος τοῦ | |
25 | κλήρου πυρέττον τὸ πάθος. μετ’ ἐκεῖνον τὸν λόγον ἄρχεται κατὰ τῆς ἀδικίας, καταστρέφων τὴν μητρόπολιν τῶν κακῶν τὴν πλεονεξίαν εἰς οἰκοδομὴν τῆς δικαιοσύνης. τοῦτο γὰρ ἴδιον τῶν σοφῶν ἀρχιτεκτόνων, πρότερον καταστρέψαι τὴν οἰκοδο‐ μὴν τοῦ ψεύδους, εἶθ’ ὕστερον θεῖναι τὸν θεμέλιον τῆς ἀληθείας, | |
30 | ὡς λέγεται παρὰ τῷ προφήτῃ· “Καθέστακά σε ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ καταφυτεύειν, καὶ κατασκάπτειν καὶ | |
ἀνοικοδομεῖν” —τὸ μὲν ὡς γεωργῷ, τὸ δὲ ὡς οἰκοδόμῳ. ἐκ τούτου | 31 | |
32 | ταράσσεται πάλιν τὸ μέρος τῶν βαλαντιοσκόπων· μετὰ τοῦτο ἐπιμελεῖται αὐτῶν τῆς διαίτης, παρακαλῶν ἀρκεῖσθαι τοῖς ἰδίοις ὀψωνίοις καὶ μὴ διώκειν τὰς κνίσας τὰς τῶν πλουσίων, ἵνα μὴ καπνὸν ἔχοντες τὸν δᾳδοῦχον, τῇ φλογὶ τῆς ἀκολασίας | |
5 | παραδοθῶσι, κολάκων καὶ παρασίτων μεταδιώξαντες βίον. ἐντεῦθεν ἀνορύττονται οἱ πλείους τῶν γαστριμάργων, συγκλω‐ θόμενοι τοῖς σοφισταῖς τῆς κακηγορίας. μετὰ τοῦτο διερευνᾷ τὰ βρέβια τοῦ οἰκονομείου καὶ εὑρίσκει ἀνάλωμα οὐκ ὠφελοῦν τὴν ἐκκλησίαν· προστάσσει τούτων ἀργεῖν τὴν ἐπικουρίαν. ἔρχεται | |
10 | εἰς τὸ μέρος τοῦ ἀναλώματος τοῦ ἐπισκοπείου καὶ εὑρίσκει δαψίλειαν οὐ τὴν τυχοῦσαν καὶ κελεύει μετενεχθῆναι τὴν πολυτέλειαν τούτων εἰς τὸ νοσοκομεῖον. περιττευούσης δὲ τῆς χρείας, κτίζει πλείονα νοσοκομεῖα, προσκαταστήσας δύο τῶν εὐλαβῶν πρεσβυτέρων, ἔτι μὴν καὶ ἰατροὺς καὶ μαγείρους καὶ | |
15 | χρηστοὺς τῶν ἀγάμων ἐργάτας τούτοις εἰς ὑπηρεσίαν· ὥστε τοὺς ἐπιχωριάζοντας ξένους καὶ ὑπὸ νόσου ληφθέντας [μάλιστα δὲ τὴν ἱερὰν καλουμένην] τυγχάνειν ἐπιμελείας, καὶ δι’ αὐτὸ τὸ καλὸν καὶ διὰ τὴν τοῦ Σωτῆρος δόξαν. μετὰ τοῦτο προσκαλεῖται τὸ τῶν χηρῶν τάγμα, ἐμπερινοστῶν ἐν αὐταῖς τὰς οὐκ ὀρθῶς | |
20 | ἀναστρεφομένας, καὶ εὑρὼν φιλοσάρκους τινὰς παρῄνει ἢ νη‐ στείαν ἀναλαβεῖν ἀπεχομένας βαλανείων καὶ περιέργων ἱμα‐ τίων, ἢ θᾶττον χωρεῖν ἐπὶ δεύτερον γάμον, ἵνα μὴ ὑβρίζηται ὁ νόμος ὁ τοῦ Κυρίου. μετὰ τοῦτο παρεκάλει τοὺς δήμους προσκαρτερεῖν ταῖς νυκτεριναῖς λιτανείαις, τὰς δὲ τούτων γυναῖ‐ | |
25 | κας οἴκοι μένειν ἐν ἡμέρᾳ προσευχομένας παρακαλῶν, διὰ τὸ μὴ | |
σχολάζειν ἐν ἡμέρᾳ τοὺς ἄνδρας. ταῦτα δὲ πάντα ἐλύπει τοὺς | 32 | |
33 | ἀμελεστέρους τοῦ κλήρου παννύχιον καθεύδειν συνειθισμένους. μετὰ τοῦτο ἥπτετο τοῦ ἐλεγκτικοῦ ξίφους κατὰ τῶν πλουσίων, τέμνων τὰ τῆς ψυχῆς ἀποστήματα, ἀτυφίαν αὐτοὺς ἐκδιδάσκων, μετριοφρονοῦντας πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ἀποστολικῷ | |
5 | πειθόμενος λόγῳ, τῷ πρὸς Τιμόθεον φερομένῳ· “Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι.” τούτων οὖν οὕτως ἐχόντων, καὶ τῆς ἐκκλησίας ὁσημέραι ἐπὶ τὸ κρεῖττον ἀνθούσης, πάσης τῆς πόλεως εἰς εὐσέβειαν μεταχρωσθείσης, σωφροσύνῃ καὶ ψαλμῳ‐ | |
10 | δίᾳ τῶν ψυχῶν γεγανωμένων, οὐκ ἤνεγκεν ὁ μισόκαλος δαίμων τὸν δρασμὸν τῶν ὑπ’ αὐτοῦ κρατουμένων, οὓς ἀπέστησεν ὁ λόγος τοῦ Κυρίου διὰ τῆς Ἰωάννου διδασκαλίας· ὡς τοὺς ἱππομανεῖς καὶ θεατροσκόπους, καταλιμπάνοντας τὰς αὐλὰς τοῦ διαβόλου, δρομαίως χωρεῖν ἐπὶ τὴν μάνδραν τοῦ Σωτῆρος ἔρωτι τῆς σύριγ‐ | |
15 | γος τοῦ φιλοπροβάτου ποιμένος. | |
16n | 〈ΚΕΦΑΛΑΙΟΝ Ϝʹ〉 | |
16 | Ἐκ τούτου προκαταλαμβάνει φθόνος τὰς διανοίας τῶν μισ‐ θωτῶν ποιμένων ἐλεγχομένων ἐκ τοῦ παραλλήλου. μὴ δυνη‐ θέντες δὲ αὐτοῦ περιγενέσθαι διὰ τὸ μὴ ἐπικαλέσασθαι τὸν καταλυτὴν τοῦ φθόνου Σωτῆρα, πλέκουσι διαβολὰς κατὰ τοῦ | |
20 | Ἰωάννου, μεταποιήσαντες αὐτοῦ τινας ὁμιλίας εἰς ὕθλους κατὰ τῆς βασιλίσσης καὶ ἑτέρων τῶν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. συνέβη δὲ κατ’ ἐκεῖνο καιροῦ ἐπιστάντα Ἀκάκιον, τὸν ἐπί‐ | |
σκοπον Βεροίας, ἀστοχῆσαι, ὡς ἔλεγεν, καταγωγίου καλοῦ· | 33 | |
34 | καὶ λυπηθεὶς ἐπὶ τούτῳ, ὀργῇ ὑπετυφοῦτο ὡς καταφρονηθεὶς ὑπὸ τοῦ Ἰωάννου. ἀκατασχέτοις δὲ λογισμοῖς ἡττηθεὶς ἐκφέρει λόγον ἄλογον, “ἐκ τοῦ περισσεύματος τῆς καρδίας,” ἄξιον τῆς αὐτοῦ διανοίας, ἐπί τινων κληρικῶν Ἰωάννου εἰπών· “Ἐγὼ | |
5 | αὐτῷ ἀρτύω χύτραν.” ἐξαυτῆς οὖν συγκλωσθεὶς Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἰσαακίῳ Συρίσκῳ, περιτρίμματι, ἀφηγητῇ ψευδο‐ μοναζόντων, ἐν κακολογίαις κατατριβέντι πάντοτε κατὰ ἐπι‐ σκόπων, σκέπτονται θωρακίζεσθαι δῆθεν μὲν κατὰ Ἰωάννου, τὸ δ’ ἀληθὲς κατὰ τῆς δόξης τοῦ Σωτῆρος. ἀποστείλαντες | |
10 | δὲ πρῶτον εἰς τὴν Ἀντιοχέων ζητοῦσι νεότητος αὐτοῦ πλημμε‐ λείας. ὡς δὲ “ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις,” καὶ οὐχ εὗρον οὐδέν, ἀποστέλλουσιν εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὴν εὐχέρειαν Θεοφίλου, καλουμένου Ἀμφαλλάξ, τὰ τοιαῦτα σοφῶς ἀρχιτεκτονοῦντος· ὅς, ἐξαυτῆς ἀναπτύξας αὐτοῦ τὰ τῆς διανοίας | |
15 | βιβλία μετὰ πολλῆς τῆς λῃστρικῆς ἡσυχίας, ἠρεύνα ζητῶν τρόπον προφάσεως κἂν τῆς τυχούσης. Ο ΔΙΑΚ. Ἐπίσχες, ὦ πάτερ, τῶν λόγων τὴν ῥύμην, πρὶν ἐπιλήσομαι, ἵνα σοι εἴπω τὴν ἀπὸ Ἀλεξανδρείας διαβᾶσαν πρὸς ἡμᾶς καὶ θρυληθεῖσαν αἰτίαν. φασὶ γὰρ ὅτι καθαιρεθέντας | |
20 | κληρικοὺς ὑπὸ Θεοφίλου ἐδέξατο Ἰωάννης εἰς κοινωνίαν, λυπήσας τὸν Θεόφιλον, ὅπερ οὐκ ἔδει· ὡς ἐκ τούτου διενεχθέντα αὐτὸν χωρῆσαι κατὰ τοῦ Ἰωάννου. Ο ΕΠΙΣΚ. Δῶμεν ἀληθῆ εἶναι τὸν εἰρημένον θρῦλον· καὶ ἐπισκόπου ἐστί, κακὸν ἰᾶσθαι κακῷ; καὶ ποῦ τὸ εὐαγγελικὸν | |
25 | ἐκεῖνο τὸ λέγον· “Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν”; ποῦ δὲ τὸ ἀποστολικόν· “Νίκα τὸ κακὸν ἐν τῷ ἀγαθῷ”; ποῦ δὲ τὸ προφητικόν· “Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά”; εἶτα οὐκ ἦν φιλονεικότερον εἰπεῖν ἐγκαλοῦντα ἐπὶ εὐλαβῶν ἐπισκόπων· “Ἀδελφὲ Ἰωάννη, παρῆλθέν σε πεποιη‐ | |
30 | κότα τὸ ἢ τό”; καὶ τὸν Ἰωάννην ἀπολογησάμενον, ἠγνοηκέναι | |
τὸ πρᾶγμα; | 34 | |
35 | Ο ΔΙΑΚ. Ἀληθὲς εἴρηκας, εἴ γέ τις ἦν ἐν αὐτῷ καλοθέλεια, καὶ μὴ κατεσχηματίζετο τὴν τῶν κληρικῶν αἰτίαν, τὴν οἰκείαν ὀργὴν ἐκπληρῶν. Ο ΕΠΙΣΚ. Νὴ τὸν φόβον τοίνυν τὸν τοῦ Θεοῦ, ὃς δεσπόζει | |
5 | τῶν ἀπείρων φόβων, οὐκ ἐρῶ σοι ἄλλως, ἀλλ’ ὡς ἔχει φύσεως τὸ πρᾶγμα περὶ τούτων ὧν εἴρηκας κληρικῶν. Ἰσίδωρός τις, πρεσβύτερος ἔτι τῆς τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου χειροτονίας, ὀγδοηκοστὸν ἔτος ἄγων τὴν ἡλικίαν (ὃν ἴσασι Ῥωμαίων οἱ πλεῖστοι ἐκκλησιαστικῶν ἕνεκεν εἰσβαλόντα εἰς | |
10 | αὐτήν, ξενοδόχον Ἀλεξανδρείας ὄντα· οἶσθα δὲ καὶ αὐτὸς τὸν ἄνδρα, ἡνίκα σὺν Ἀκακίῳ ἐλθὼν τὴν Φλαβιανοῦ πρὸς Θεόφιλον κοινωνίαν ἐκόμισεν, εἴκοσι ἔτεσιν ἀπεσχοινισμένην Εὐαγρίου ἕνεκεν τοῦ μακαρίου, τοῦ πολλοὺς ἀγῶνας ἀγωνισαμένου ἐν ἐκκλησιαστικοῖς πόνοις)· τούτῳ τοίνυν τῷ Ἰσιδώρῳ γυνή τις | |
15 | χήρα τῶν μεγιστάνων δίδωσι χιλίους χρυσίνους, ὁρκώσασα αὐτὸν κατὰ τῆς τοῦ Σωτῆρος τραπέζης συναγοράσαντα ἄμφια ἐνδῦσαι τὰς πτωχοτέρας τῶν Ἀλεξανδρέων, μὴ μεταδόντα γνώσεως τῷ Θεοφίλῳ, ἵνα μὴ λαβὼν αὐτὰ τοῖς λίθοις προσανα‐ λώσῃ (λιθομανία γάρ τις αὐτὸν Φαραώνιος ἔχει εἰς οἰκοδομή‐ | |
20 | ματα, ὧν οὐδαμῶς χρῄζει ἡ ἐκκλησία—καὶ τὰ μὲν τοιαῦτα ἐν δευτέρῳ κείσθω· τὸ δὲ κατεπεῖγον περὶ τοῦ Ἰσιδώρου ἄκουσον). λαβὼν τοιγαροῦν ὁ Ἰσίδωρος τὰ νομίσματα ἀναλίσκει ταῖς πενομέναις καὶ ταῖς χήραις. ἔγνω ποθὲν ὁ Θεόφιλος (οὐδὲν γὰρ αὐτῷ ἐλάνθανε τῶν πανταχοῦ πραττομένων ἢ λαλουμένων, | |
25 | ἔχοντι ἐργοσκόπους καὶ λογοσκόπους—ἵνα μὴ ἄλλως εἴπω), | |
καὶ προσκαλεῖται τὸν Ἰσίδωρον, μετριοπαθῶς πυνθανόμενος, | 35 | |
36 | εἰ ταῦθ’ οὕτως ἔχει. οὐκ ἀρνησάμενος ὡμολόγησε τὴν τοῦ πράγματος διακονίαν. ὁ δὲ ἀκούσας τὴν σκηνὴν ἐναλλάσσει, καὶ ὁ πρὸ ῥοπῆς ἐπιεικὴς καὶ χρηστοφανὴς ἐν τῇ ἐρωτήσει, μετὰ τὴν ῥοπὴν οἴδησεν ὅλος, τὰς μορφὰς ἐναλλάττων, τῆς | |
5 | ἀποκρίσεως εἰσελθούσης τοῦ Ἰσιδώρου. καὶ μικρὸν ἐφησυ‐ χάσας χρόνον, καθάπερ λαθροδάκτης κύων, μετὰ δύο μῆνας προφέρει χαρτίον, συγκροτήσας τὸ ἱερατεῖον, παρόντος τοῦ Ἰσιδώρου λέγων, ὅτι “Τοῦτο ἐδεξάμην πρὸ δέκα ὀκτὼ ἐτῶν, Ἰσίδωρε, κατὰ σοῦ· καὶ ἐπειδὴ περιάσχολος ἐγενόμην, λήθῃ | |
10 | παρέδωκα τὸ πρᾶγμα. νῦν δὲ ἑτέρους ἐπιζητῶν χάρτας, εὕρηκα τοῦτο τὸ περὶ σοῦ χαρτίον. ἀπολόγησαι πρὸς αὐτό.” περιεῖχεν δὲ ὁ χάρτης ἔγκλημα τὸ Σοδόμων. πρὸς ταῦτα ὁ Ἰσίδωρος ἀπολογούμενος λέγει τῷ Θεοφίλῳ· “Συγχωρήσωμεν ἀληθὲς εἶναι, ὅτι καὶ ἐδέξω τὸν χάρτην, καὶ παρέπεσεν, οὐκ ἦν ὁ δοὺς | |
15 | τὸν λίβελλον, ἵνα ἐκ δευτέρου τοῦτον ἀπαιτηθῇ;” πρὸς ταῦτα ὁ Θεόφιλος· “Ἀλλ’ οὐ παρῆν ὁ παῖς, πλεύστης ὑπάρχων.” καὶ ὁ Ἰσίδωρος· “Οὐ παρῆν πάραυτα, ὡς λέγεις, πάπα; μετὰ τὸν πλοῦν οὐ παρῆν; τῷ δευτέρῳ ἔτει οὐ παρῆν, οὐδὲ τῷ τρίτῳ; καὶ νῦν εἰ πάρεστι, κέλευσον στῆναι τὸν ἄνθρωπον.” | |
20 | πρὸς ταῦτα ὁ Θεόφιλος, ὑπ’ αὐτῆς τῆς ἀληθείας μέλλων εὐ‐ καταφρόνητος γίνεσθαι, ἀναβάλλεται εἰς ἡμέραν ἑτέραν. καὶ λιπαρήσας τινὰ νεανίσκον ὑποσχέσεσι πολλαῖς, ἤλειψεν εἰς κατηγορίαν κατὰ τοῦ Ἰσιδώρου, δοὺς αὐτῷ, ὥς φασι, πεντε‐ καίδεκα χρυσίνους· ὃς ἐξαυτῆς ἀνατίθεται τῇ μητρί. ἡ δὲ τοῦτο | |
25 | μὲν οὐ κατεδέξατο ὑπὸ τοῦ ἀκλινοῦς ὀφθαλμοῦ, τοῦτο δὲ ὑπὸ τοῦ δέους τῶν νόμων ἀνατραπεῖσα, ἐνθυμουμένη μήποτε ὁ Ἰσί‐ δωρος συκοφαντηθεὶς ἐκκαλέσηται ἐπὶ τὸν ἄρχοντα τῶν δήμων, ἐλθοῦσα ὁμολογεῖ τὴν δραματουργίαν τῷ Ἰσιδώρῳ, δείξασα | |
αὐτῷ τοὺς χρυσίνους, οὓς ἔλεγεν παρὰ τῆς ἀδελφῆς Θεοφίλου | 36 | |
37 | εἰληφέναι, “μισθὸν κατὰ τοῦ ἀθῴου.” καὶ αὑτὴ μὲν διὰ πολλά, ἐξαιρέτως δὲ διὰ τοῦτο τὴν ἀξίαν τίσασα ποινὴν τελευτᾷ, τοὺς μαστοὺς χειρουργουμένη. πρὸς ταῦτα ὁ Ἰσίδωρος ἔμενεν οἴκοι τὸν Θεὸν ἱκετεύων. ὁ δὲ νεανίσκος, τὸ μὲν τοὺς νόμους φοβού‐ | |
5 | μενος, τὸ δὲ τὸν Θεόφιλον δεινότερον ἐννοῶν τῇ ἀστοχίᾳ, ἐπὶ τὸ λυσιτελὲς καταφεύγει τεῖχος, τὴν ἐκκλησίαν, προσφυγὼν τῷ θυσιαστηρίῳ. οὕτως ὁ Θεόφιλος κωφῇ τῇ δίκῃ ἀποκηρύττει τὸν Ἰσίδωρον τῆς ἐκκλησίας ἀνήκεστα ἐπιφημίσας, σχηματι‐ σάμενος σεμνοπρέπειαν τῇ ἀδικίᾳ. πρὸς τούτοις δείσας ὁ | |
10 | Ἰσίδωρος μήποτε χαλεπωτέρῳ τῷ θυμῷ πιεσθεὶς ὁ Θεόφιλος σκέψηται κατ’ αὐτοῦ ἐνέδραν τῆς σωτηρίας (φθάνει γάρ, ὥς φασι, καὶ μέχρι τούτων), δρομαῖος χωρεῖ ἐπὶ τὸ ὄρος τὸ τῆς Νιτρίας πρὸς τὸ τάγμα τῶν μοναχῶν, ἔνθα τὰς τῆς νεότητος ἠσκήκει διατριβάς· καὶ καθίσας ἐν τῷ κελλίῳ αὐτοῦ προσηύ‐ | |
15 | χετο τῷ μακροθύμῳ Θεῷ ἐντυγχάνων. ἐπὶ τούτοις τὸ ἀπρεπὲς καὶ ἄδηλον συνειδὼς ἑαυτῷ τῆς νίκης ὁ Θεόφιλος πέμπει γράμ‐ ματα πρὸς τοὺς σύνεγγυς ἐπισκόπους, καὶ κελεύει τινὰς τῶν πρώτων ῥιφῆναι τοῦ ὄρους καὶ τῆς ἐνδοτέρας ἐρήμου, τοὺς ἐπὶ κεφαλῆς μοναχούς, οὐκ ἐπαγαγὼν τὴν αἰτίαν. οἵτινες μοναχοὶ | |
20 | σὺν τοῖς πρεσβυτέροις κατελθόντες εἰς τὴν Ἀλεξάνδρειαν παρε‐ κάλουν τὸν Θεόφιλον εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν κατεδικάσθησαν ῥιφῆναι. ὁ δὲ ὑφαίμοις ὀφθαλμοῖς δρακοντῶδες ἐνατενίσας ταυρηδὸν ὑπεβλέπετο, ποτὲ μὲν πελιδνός, ποτὲ δὲ ὠχρός, ποτὲ δὲ καὶ σαρκάζων, ὑπ’ ἀκράτου ὀργῆς φερόμενος· ἐνειλεῖ τῷ | |
25 | Ἀμμωνίῳ, ἀνδρὶ ἡλικιώτῃ, τὸ ὠμοφόριον ἐν τῷ τραχήλῳ οἰ‐ κείαις χερσί, καὶ πληγὰς ταῖς σιαγόσιν αὐτοῦ ἐμφορήσας, | |
συνεσπασμένοις δακτύλοις αἱμάξας αὐτοῦ τὰς ῥῖνας, ἐπιψοφῶν | 37 | |
38 | τῇ φωνῇ· “Αἱρετικέ, ἀναθεμάτισον Ὠριγένην”· μηδενὸς προ‐ κειμένου πλὴν τῆς ἀξιώσεως ἕνεκεν Ἰσιδώρου. τοιοῦτον γὰρ οἱ θυμοί, καθάπερ οἱ κύνες, τυφλὰ τίκτουσι καὶ τὰ πράγματα καὶ τὰ ῥήματα. οὕτως οὖν αἱματόφυρτοι καὶ ἀναπόκριτοι ὑπο‐ | |
5 | στρέψαντες εἰς τὰς μονὰς αὐτῶν, εἴχοντο τῆς προκειμένης ἀσκήσεως, τῇ μαθήσει τὴν φύσιν ὀξύναντες, δι’ ὧν ἡ σωτηρία προσγίνεται, ἔλαττον φροντίσαντες τῆς τούτου μανίας, τῷ μηδὲν ἑαυτοὺς συνειδέναι κακόν. | |
9n | 〈ΚΕΦΑΛΑΙΟΝ Ζʹ〉 | |
9 | Πρὸς τούτοις οὐκ ἠρεμήσας ὁ Θεόφιλος ἀποστέλλει πρὸς | |
10 | τοὺς ἐκ γειτόνων ἐπισκόπους, καὶ συγκροτεῖ κατὰ τῶν μοναχῶν συνέδριον· οὔτε δὲ καλέσας αὐτοὺς εἰς ἀπολογίαν, οὔτε μετα‐ δοὺς λόγου, ἀποκηρύττει τρεῖς ἄνδρας τοὺς ἐπ’ ἐξοχῆς (φοβηθεὶς ἀθρόως κατὰ τοῦ πλήθους ἐξενεγκεῖν τὴν τιμωρίαν), σχηματι‐ σάμενος δογμάτων παραφθοράν. καὶ οὓς πολλάκις ὑπὲρ ἐπι‐ | |
15 | σκόπων ἐτίμησεν ὡς διδασκάλους διὰ τὸν βίον, διὰ τὸν λόγον, διὰ τὸν χρόνον, τούτους οὐκ ᾐδέσθη γόητας ὀνομάζων διὰ τὴν πρὸς Ἰσίδωρον σχέσιν. καὶ μετὰ τὸ ἀποκηρῦξαι, ἐξ αὐτοῦ τοῦ ὄρους ἀλείφει ἀνθρωπάρια πέντε, ἃ μηδέποτε ἐν συλλόγῳ τῶν τῆς ἐρήμου γερόντων ἔστησαν—ὀκνῶ λέγειν ἀνάξια καὶ | |
20 | θυρωρίου· καὶ τὸν μὲν χειροτονεῖ ἐπίσκοπον, ἐγκατατάξας κωμυδρίῳ, πόλιν οὐκ ἔχων (ἀδεῶς γὰρ καὶ τὰς καινοτομίας εἰργάζετο, ἄλλον ἑαυτὸν Μωϋσέα ὀνομάζων), τὸν δὲ πρεσβύ‐ τερον, τοὺς δὲ τρεῖς διακόνους, οὐκ ὄντας τῶν Αἰγυπτίων, ἀλλὰ διαφόρων τόπων (ὁ μὲν γὰρ ἦν Λίβυς, ὁ δὲ Ἀλεξανδρεύς, ὁ δὲ | |
25 | Φαρανίτης, ὁ δὲ Παραλεώτης). διὸ καὶ ὑπήκουσαν αὐτοῦ τῇ ματαιοπονίᾳ, τὸ ἀνέλπιστον ἔχοντες τῶν τῆς πατρίδος ἐνεχύρων. | |
καὶ παρασκευάζει αὐτοὺς δοῦναι λιβέλλους κατὰ τῶν τριῶν | 38 | |
39 | ἐκείνων, αὐτὸς ὑφάνας τοὺς λόγους τῆς συκοφαντίας, τούτων μόνον συνεισενεγκάντων τὸ ὑπογράψαι. μετὰ τοῦτο λαβὼν τοὺς λιβέλλους παρ’ αὐτῶν ἐπὶ τῆς ἐκκλησίας, εἰσέρχεται πρὸς τὸν αὐγουστάλιον καὶ ἀποτίθεται κατ’ αὐτῶν ἐντυχίαν ἐκ | |
5 | προσώπου οἰκείου ὁ ἀρχιερεὺς τῆς Αἰγυπτιακῆς διοικήσεως, συμ‐ πλέξας καὶ τοὺς τῆς συκοφαντίας λιβέλλους, καὶ ἀξιοῖ στρα‐ τιωτικῇ βοηθείᾳ ῥιφῆναι τοὺς ἄνδρας ἀπὸ πάσης Αἰγύπτου. λαβὼν δὲ σχήματι τὸν στρατιώτην, ἅμα τῷ προστάγματι, συναθροίζει πλῆθος πλημμελῶν εὐκόλως περὶ τὰς ἀξίας, καὶ | |
10 | ἐπισκιρτᾷ τοῖς μοναστηρίοις ἀθρόᾳ νυκτί, οἰνοφλυγήσας τοὺς παῖδας τοὺς σὺν αὐτῷ. καὶ πρῶτον μὲν τὸν τούτων ἀδελφὸν Διόσκορον, ἅγιον ἐπίσκοπον ὄντα τοῦ ὄρους, κελεύει τοῦ θρόνου ῥιφῆναι, συρέντα δι’ οἰκετῶν Αἰθιόπων—καὶ αὐτῶν τάχα ἀκμὴν ἀφωτίστων, λαβὼν αὐτοῦ τὴν παροικίαν, ἣν ἀπὸ τῆς παρουσίας | |
15 | Χριστοῦ εἶχεν ἡ τοῦ Διοσκόρου πόλις. μετὰ τοῦτο λαφυρα‐ γωγεῖ τὸ ὄρος, μισθὸν τοῖς νεωτέροις τὰ μικρὰ πράγματα τῶν μοναχῶν διδούς. σκυλεύσας δὲ τὰς κέλλας ἐπιζητεῖ τοὺς τρεῖς ἐκείνους, οὓς κεχαλάκεισαν ἐν φρέατι, ψίαθον ἐπιθέντες τῷ στομίῳ· μὴ εὑρὼν δὲ αὐτοὺς ἐμπίπρησιν αὐτῶν φρυγάνοις τὰς | |
20 | κέλλας, συγκαύσας τὰς βίβλους πάσας ἐνδιαθέτους καὶ σπου‐ δαίας, καὶ παιδίον ἕν, ὡς ἔφασαν οἱ ἑωρακότες, καὶ τὰ σύμβολα τῶν μυστηρίων. οὕτως οὖν λωφήσας τῆς ἀλόγου ὀργῆς κατα‐ λαμβάνει πάλιν τὴν Ἀλεξάνδρειαν, δοὺς χώραν φυγῆς τοῖς ἁγίοις ἐκείνοις· οἵτινες ἐξαυτῆς λαβόντες αὐτῶν τὰς μηλωτὰς | |
25 | ἐξέρχονται εἰς τὴν Παλαιστίνην, Αἰλίαν καταλαβόντες· οἷς συνεξῆλθον σὺν πρεσβυτέροις καὶ διακόνοις τοῦ ὄρους τρια‐ κόσιοι τῶν μοναχῶν σπουδαίων, οἱ δ’ ἕτεροι διαφόροις διεσπά‐ ρησαν τόποις. τούτων μὴ φέρων τὴν ἰδιοπραγίαν “ὁ σκολιὸς” | |
τὸν δρόμον “ὄφις” ἀνασείει πάλιν κατ’ αὐτῶν τὸν Θεόφιλον· | 39 | |
40 | ὃς ἀναβρασθεὶς ὑπὸ τῆς ὀργῆς χαράσσει γράμματα πρὸς τοὺς τῆς Παλαιστίνης ἐπισκόπους, λέγων· “Οὐκ ἔδει μὲν ὑμᾶς παρὰ γνώμην μου ἐν ταῖς πόλεσιν ὑποδέξασθαι τούτους· ἐπειδὴ δὲ ἠγνοήσατε, συγγνώμην ὑμῖν νέμω. τοῦ λοιποῦ τοίνυν φροντί‐ | |
5 | σατε, μήτε εἰς ἐκκλησιαστικόν, μήτε εἰς ἰδιωτικὸν τούτους ὑπο‐ δέξασθαι τόπον.” οὐ μόνον λέγων, ἀλλὰ καὶ φανταζόμενος εἶναι θεός, τῇ ὑπερβολῇ τῆς οἰήσεως. οἱ δὲ ὑπὸ τῆς πολλῆς ἀνάγκης φερόμενοι διὰ τὸ τόπους ἐκ τόπων ἀμείβειν, κατα‐ λαμβάνουσι τὸ στρατόπεδον, ἔνθα ἐνεθρόνιστο ὁ ἐπίσκοπος | |
10 | Ἰωάννης ὑπὸ τῆς θείας χειρὸς εἰς ἐπιμέλειαν τῶν δυναστευόν‐ των· καὶ προσπεσόντες αὐτοῦ τοῖς γόνασιν, ἐδέοντο βοηθῆσαι ψυχαῖς συκοφαντουμέναις καὶ λεηλατουμέναις ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν εἰθισμένων. ἔστη ὁ Ἰωάννης καὶ εἶδεν πεντήκοντα λογάδων ἀνδρῶν πολιὰν πόνοις ἱεροῖς βαφεῖσαν | |
15 | 〈στολὴν〉 ἠμφιεσμένην, καὶ δριμυχθεὶς φιλαδελφίας πάθει, κατὰ τὸν Ἰωσήφ, δάκρυσι συνεσχέθη, πυνθανόμενος παρ’ αὐτῶν, ποῖος “ὗς ἐκ δρυμοῦ ἢ μονιὸς ἄγριος τῇ” πολυκάρπῳ “ταύτῃ ἀμπέλῳ” ἐβάσκηνεν. οἱ δέ φασιν· “Καθίσας, πάτερ, μότωσον ἡμᾶς οὐχ ὡς ἔτυχεν τρωθέντας τῇ Θεοφίλου τοῦ πάπα μανίᾳ, | |
20 | εἰ ἄρα δυνηθείης συνουλῶσαι ἡμῶν τὰ τῶν τραυμάτων οἰδή‐ ματα· ἐὰν γὰρ καὶ αὐτὸς ἡμᾶς παραλογίσῃ, ἢ αἰδεσθεὶς ἢ φοβηθεὶς τὸν Θεόφιλον κατὰ τοὺς λοιποὺς ἐπισκόπους, οὐδὲν λοιπὸν παρ’ ἡμῶν ὑστερεῖται ἢ τῷ βασιλεῖ προσελθόντας ἀνα‐ διδάξαι τὰς αὐτοῦ κακοπραγίας ἐπὶ ὕβρει τῆς ἐκκλησίας. εἰ | |
25 | τοίνυν φροντίζεις τῆς ἐκκλησιαστικῆς ὑπολήψεως, ἐπινεύσας πεῖσον αὐτὸν συγχωρῆσαι ἡμῖν τὴν οἴκησιν τὴν ἐν Αἰγύπτῳ, | |
μηδὲν ἐπταικόσι μήτε εἰς τὸν νόμον τοῦ Σωτῆρος, μήτε εἰς | 40 | |
41 | αὐτὸν ἐκεῖνον.” ἐπὶ τούτοις νομίσας ὁ Ἰωάννης εὐχερῶς μετα‐ βάλλειν τὴν Θεοφίλου πρὸς αὐτοὺς μνησικακίαν, ἡδέως ἥρπασεν τὸ πρᾶγμα· παρακαλέσας δὲ τοὺς ἄνδρας φιλοθέῳ σιγῇ πρὸς πάντας ἡσυχάσαι τὴν αἰτίαν τῆς παρουσίας, “μέχρις οὗ ἀπο‐ | |
5 | στείλω πρὸς τὸν ἀδελφὸν Θεόφιλον.” καὶ δοὺς αὐτοῖς ἐν τῇ Ἀναστασίᾳ καλουμένῃ ἐκκλησίᾳ μονὰς πρὸς τὴν ἀνάπαυσιν, αὐτὸς μὲν οὐκ ἐπεκούρει τὰ πρὸς τὴν χρείαν· γυναῖκες δὲ φιλόθεοι ἐπήρκουν αὐτοῖς τὴν δίαιταν, καὶ αὐτῶν συνεισφε‐ ρόντων ἐκ μέρους τῇ τῶν χειρῶν ἐργασίᾳ. συνέβη οὖν κατ’ | |
10 | ἐκεῖνο καιροῦ κληρικοὺς εἶναι τοῦ Θεοφίλου ἐν τῇ Κωνσταντι‐ νουπόλει, προαγοράζοντας τῶν χειροτονουμένων ἀρχόντων τὰς προαγωγὰς ἐν τῇ Αἰγυπτιακῇ διοικήσει, τὰς εἰς αὐτὸν εὐνοίας περιποιουμένους ἐπ’ ὀλέθρῳ τῶν αὐτὸν λυπούντων. προσκαλε‐ σάμενος οὖν αὐτοὺς ὁ Ἰωάννης ἐπυνθάνετο, εἰ ἐπίστανται τοὺς | |
15 | παρόντας ἀσκητάς. οἱ δὲ φιλαλήθως ἐμαρτύρησαν τοῖς ἀνδράσι, λέγοντες τῷ Ἰωάννῃ, ὅτι “Καὶ ἴσμεν αὐτούς, καὶ μεγάλην ὑπέ‐ στησαν βίαν. καὶ εἰ βούλει, δέσποτα, τῆς μὲν πνευματικῆς κοινωνίας αὐτοῖς μὴ μεταδῷς, ἵνα μὴ λυπήσῃς τὸν πάπαν, φιλοφρόνησαι δὲ ἐν τοῖς ἄλλοις—πρέπει γάρ σοι, ὡς ἐπισκόπῳ.” | |
20 | οὕτως ὁ Ἰωάννης οὐκ ἐδέξατο μὲν αὐτοὺς εἰς κοινωνίαν, γράφει δὲ λιπαρῶν τῷ Θεοφίλῳ· “Ταύτην μοι παράσχου τὴν χάριν ὡς τέκνῳ σῷ καὶ ἀδελφῷ, ἐναγκαλισάμενος τοὺς ἄνδρας.” πρὸς τούτοις ὁ Θεόφιλος τὴν μὲν χάριν οὐ παρέσχεν τῷ Ἰωάννῃ, ἀποστέλλει δέ τινας περισεσυρμένους εἰς λογικὰς ἁμίλλας | |
25 | (περὶ ὧν προείπομεν ἀνωτέρω) καὶ παρασκευάζει δεήσεις αὐτοὺς | |
ἐπιδοῦναι, ἃς συνήθως αὐτὸς ὑπηγόρευσεν, περιεχούσας μὲν | 41 | |
42 | ψεῦδος ὡμολογημένον, ἠμφιεσμένον δὲ τὴν πολυσχιδῆ συκο‐ φαντίαν τὴν ἐν τοῖς ἀοράτοις, μηδὲν ἔχων αὐτῶν διαβάλλειν τὸν βίον· καὶ παρασκευάζει αὐτοὺς ἐν τῷ παλατίῳ ὡς γόητας δακτυλοδεικτεῖσθαι. ὡς δὲ εἶδον οἱ ἀσκηταί, ὅτι οὐ μόνον αὐτὸν | |
5 | οὐ διορθοῦνται, ἀλλὰ καὶ εἰς ὀργὴν πλείονα κινοῦσιν, ἀξιώτας αὐτῷ προσάγοντες πολλούς, μετὰ τοῦ ἀναθεματίζειν πᾶσαν ψευδοδοξίαν, ἐπιδιδόασι λιβέλλους ἐντευκτικοὺς τῷ Ἰωάννῃ, ἀναδιδάξαντες τὰ τῆς τυραννίδος εἴδη, μετὰ καὶ κεφαλαίων τινῶν—ἃ αἰσχύνομαι ἐπὶ τῶν νηπιωτέρων τέως λέγειν, ἵνα μὴ | |
10 | καὶ τῆς πίστεως αὐτοὺς ἀπελάσω, ἴσως καὶ παρὰ τοῖς τελειο‐ τέροις οὐ πιστευόμενος. πάλιν καὶ δι’ ἑαυτοῦ καὶ δι’ ἑτέρων ἐπισκόπων ὁ Ἰωάννης παρακαλεῖ αὐτοὺς παύσασθαι τῆς κατ’ αὐτοῦ κατηγορίας διὰ τὴν ἐκ τῆς δίκης κακοπάθειαν, γράψας τῷ Θεοφίλῳ, ὅτι “Εἰς τοσοῦτον ἠλάθησαν λύπης οἱ ἄνδρες, | |
15 | ὡς καὶ ἐγγράφως σου κατηγορεῖν· λοιπὸν τὸ δοκοῦν σοι ἀντί‐ γραψον· οὐ γὰρ ἀνέχονταί μου ἀποστῆναι τοῦ στρατοπέδου.” ἐπὶ τούτοις διαπυρωθεὶς ὅλος ὁ Θεόφιλος εἵργει καὶ τὸν ἀδελφὸν τῶν μοναχῶν τῆς ἑαυτοῦ ἐκκλησίας, Διόσκορον τὸν ἐπίσκοπον, γεγηρακότα ἐν τῇ ἐκκλησίᾳ· τῷ δ’ ἐπισκόπῳ Ἰωάννῃ γράφει· | |
20 | “Οἶμαι μέν σε μὴ ἀγνοεῖν τὸ διάταγμα τῶν κανόνων τῶν ἐν Νικαίᾳ, ὅπου θεσπίζουσιν ‘ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν δίκην‘· εἰ δὲ ἀγνοεῖς, μαθὼν ἀπόσχου τῶν κατ’ ἐμοῦ λιβέλλων. εἰ γὰρ καὶ δέοι με κριθῆναι, παρὰ τῶν Αἰγυπτίων, καὶ οὐ παρὰ σοῦ ἀφεστῶτος ἑβδομήκοντα πέντε ἡμερῶν ὁδόν.” | |
25n | 〈ΚΕΦΑΛΑΙΟΝ Ηʹ〉 | |
25 | Λαβὼν τὴν ἐπιστολὴν ὁ Ἰωάννης καὶ ἀναγνούς, ταύτην μὲν | |
ἔσχεν παρ’ ἑαυτῷ, τοῖς δὲ ἀσκηταῖς ἀμφοτέρων τῶν μερῶν | 42 | |
43 | διελέχθη τὰ πρὸς εἰρήνην. ἀκούσαντα δὲ ἀμφότερα τὰ μέρη ἐτραχύνθη, τὸ μὲν ὡς τετυραννημένον, τὸ δὲ ὡς οὐκ ἔχον ἄνευ Θεοφίλου τὴν τῆς εἰρήνης ἐξουσίαν, διὰ τὸ καὶ κατὰ κέλευσιν αὐτοῦ ἐπιδεδωκέναι τὰς τῆς συκοφαντίας δεήσεις. οὕτως ὁ | |
5 | Ἰωάννης δοὺς αὐτοῖς ἀπόκρισιν ἀπέλυσεν τῆς ἑαυτοῦ διανοίας. πρὸς τούτοις ἀναχωρήσαντες οἱ μοναχοὶ τοῦ μέρους τοῦ ἠδικη‐ μένου, συντάσσουσι πολυστίχους δεήσεις, ἐγγράψαντες κατὰ μὲν τῶν μοναχῶν ὡς συκοφαντῶν, κατὰ δὲ Θεοφίλου τὰ Θεο‐ φίλου—ἵνα μὴ ἄλλως εἴπω τοσαῦτα ὅσα ἕκαστος οἶδεν. καὶ | |
10 | ἐντευξάμενοι τοῖς αὐγούστοις προσέρχονται ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου Ἰωάννου τῇ βασιλίσσῃ δεηθέντες, τῶν μὲν ἀντιδίκων μοναχῶν τὴν δέησιν παρὰ τοῖς ἐπάρχοις γυμνασθῆναι, τὸν δὲ Θεόφιλον παραστάντα καὶ ἄκοντα ἐπὶ Ἰωάννου κριθῆναι. ἐπράχθη ἡ δέησις ἔχουσα τὴν ἀπόφασιν τήνδε· “Ὥστε τὸν | |
15 | μὲν Θεόφιλον, παραστάντα διὰ τοῦ μαγίστρου καὶ ἕκοντα καὶ ἄκοντα, δοῦναι δίκην ἐπὶ Ἰωάννου· τοὺς δὲ Θεοφίλου μοναχοὺς ἢ συστῆναι ἑαυτοῖς ἐπὶ τοῖς ἐγκλήμασιν, οἷς κατηγόρησαν τῶν ἁγίων γερόντων, ἢ τὰ τῶν συκοφαντῶν ὑφίστασθαι.” οὕτως οὖν εἰς μὲν τὴν Ἀλεξάνδρειαν ἀπεστάλη Ἐλάφιος, ὁ νῦν ἀπὸ | |
20 | πριγκίπων, διαγαγεῖν τὸν Θεόφιλον, τὴν δὲ λοιπὴν ἀπόφασιν οἱ ἔπαρχοι ἐξεβίβασαν. γυμναζομένης δὲ τῆς δίκης καὶ εἰς ἄπορον καταληγούσης, οἱ μὲν νόμοι ἐπέκειντο ἀποστίλβοντες τὸ ξίφος, οἱ δὲ ἄθλιοι ἐκεῖνοι φοβηθέντες τὴν ἔκβασιν ὑπερτί‐ θενται εἰς Θεόφιλον, ὡς αὐτοῦ αὐτοὺς ὑποβαλόντος καὶ τὰς | |
25 | δεήσεις ὑπαγορεύσαντος. οὕτως ἡ τάξις βάλλει αὐτοὺς εἰς δεσμωτήριον μέχρι τῆς Θεοφίλου παρουσίας, μὴ ἀνασχομένη ἐπὶ τοιαύτῃ ὑποθέσει δέξασθαι ἐγγύας. καὶ τούτων οἱ μὲν τελευτῶσιν ἐν τῇ εἱρκτῇ χρονοτριβήσαντες διὰ τὴν Θεοφίλου | |
βραδυτῆτα, οἱ δὲ μετὰ τὴν Θεοφίλου παρουσίαν χρήμασι τὸ | 43 | |
44 | πρᾶγμα ἐξευμαρίσαντος, ἐν τελευταίᾳ ἐξετάσει τὴν Προκο‐ νησσὸν οἰκεῖν παρὰ τῶν νόμων κατεκρίθησαν ὡς συκοφάνται. οὕτως ὁ Θεόφιλος παραστάς, καθάπερ κάνθαρος πεφορτωμένος τῆς κόπρου τῶν ἐξ Αἰγύπτου καλλίστων καὶ αὐτῆς 〈τῆσ〉 | |
5 | Ἰνδίας, ὑπὲρ δυσώδους φθόνου εὐωδίαν ἐκχέων, εἰσῄει εἰς τὴν Κωνσταντινούπολιν ἕκτην ὥραν, τῇ πέμπτῃ τοῦ σαββάτου, ὑπὸ τοῦ ναυτικοῦ κατακροτούμενος στίφους. τὴν ἄτιμον ἀπο‐ φερόμενος δόξαν, περὶ ἧς προεῖπεν ὁ ἀπόστολος· “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν,” ἐπενεγκών, “οἱ τὰ ἐπίγεια φρονοῦντες.” | |
10 | καὶ ξενίζεται ἐν σκηνώμασιν οὐ δικαίων, φυγὼν τὴν ἐκκλησίαν, ἐπιλαθόμενος τὸ Δαυειδικὸν ἐκεῖνο, “Ἐξελεξάμην παραῤῥιπτ‐ εῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώ‐ μασιν ἁμαρτωλῶν”· εἱργόμενος τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου συνειδότος. διατρίψας δὲ τρεῖς ἑβδομάδας ἡμερῶν, οὔτε τῷ | |
15 | ἐπισκόπῳ Ἰωάννῃ συνέτυχεν κατὰ τὸ ἔθος τῶν ἐπισκόπων, οὔτε ἐπλησίασεν ὅλως τῇ ἐκκλησίᾳ, ἀλλ’ ἔμενεν ἀγωνιζόμενος νύκτωρ τε καὶ μεθ’ ἡμέραν τὸ νέον ἔχθος τῷ παλαιῷ ἐπι‐ συνάψας, ὅπως τὸν ἐπίσκοπον Ἰωάννην ἐξώσῃ, οὐ μόνον τῆς ἐκκλησίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῆν· τοῦτο μὲν ἀφειδίᾳ χρυσίου | |
20 | τοὺς δεισιδαίμονας τῶν κρατούντων ὠνούμενος κατὰ τῆς ἀλη‐ θείας, τοῦτο δὲ πολυτελεῖ τραπέζῃ τοὺς γαστριμάργους δουλού‐ μενος, τοῦτο δὲ καὶ κολακείᾳ καὶ ὑποσχέσει τῆς μείζονος ἀξίας τοὺς συμφένακας τῶν κληρικῶν ἐπαγόμενος. συνδήσας πάντας τούτους ἄνευ σχοινίου ταῖς ἡδοναῖς, καθάπερ λαοπλάνος τις δαί‐ | |
25 | μων, τὸ κριτικὸν τῶν ψυχῶν καταγοητεύσας, ἐζήτει πρόσωπον δαιμονιῶδες εἰς τὴν τοῦ δράματος ὑπηρεσίαν, ὃ δὴ καὶ ἐπέτυχεν. | |
δύο γὰρ διακόνων ἐκβληθέντων τῆς ἐκκλησίας ὑπὸ τοῦ ἐπι‐ | 44 | |
45 | σκόπου Ἰωάννου ἐπὶ πλημμελήμασι παρανόμοις, ἀπεχρήσατο τῇ κουφότητι καὶ πείθει αὐτοὺς ἐπιδοῦναι λιβέλλους κατὰ τοῦ Ἰωάννου, ὑποσχόμενος αὐτοῖς ἀποκαταστῆσαι εἰς τὸν τῆς λει‐ τουργίας τόπον (ἦν δὲ αὐτῶν τὰ πταίσματα, τοῦ μὲν φόνος, | |
5 | τοῦ δὲ μοιχεία), ὃ δὴ καὶ πεποίηκεν. μετὰ γὰρ τὴν ἐξορίαν Ἰωάννου ἀποκατέστησεν αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν, δηλαδὴ τοὺς λιβέλλους ἐπιδόντας, οὓς ὑπηγόρευσεν αὐτὸς ἐκεῖνος, ἔχον‐ τας μὲν ἀληθὲς οὐδέν, πλὴν τούτου, ὅτι παρῄνει πᾶσι μετὰ τὴν κοινωνίαν ἀπογεύεσθαι ὕδατος ἢ παστίλλου, ἵνα μὴ ἀκουσίως | |
10 | τῷ σιέλῳ ἢ τῷ φλέγματι συνεκπτύσωσί τι τοῦ συμβόλου· αὐτὸς πρῶτος ποιῶν τὸ πρᾶγμα, εὐλάβειαν ἐκδιδάσκων τοὺς βουλομένους. μετὰ δὲ τὸ δέξασθαι τοὺς λιβέλλους συστρέ‐ φεται παρὰ τῇ Εὐγραφίᾳ, ἅμα Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἀκακίῳ καὶ λοιποῖς ἔχουσι μνησικακίαν κατὰ τοῦ Ἰωάννου | |
15 | ἐπὶ ταῖς παραινέσεσι ταῖς κοσμίαις. εἰώθει γὰρ ὁ μακάριος, κατὰ τὸν Παῦλον, “δημοσίᾳ τε καὶ κατ’ οἴκους” σεμνοπρέπειαν ἐκδιδάσκειν, μάλιστα συνεχῶς ταῖς τοιαύταις ἐπισκήπτων, ὅτι “Γραΐδες οὖσαι διὰ τὸν χρόνον, τί ἀνηβᾶν παραβιάζεσθε τὸ σῶμα, βοστρύχους ἐπὶ μετώπου φέρουσαι καθάπερ ἑταιρίδες, | |
20 | ὑβρίζουσαι καὶ τὰς λοιπὰς ἐλευθέρας, ἐπὶ ἀπάτῃ τῶν συντυγχα‐ νόντων, καὶ τοῦτο χῆραι;” συναχθέντες δὲ ἐζήτουν τρόπον πῶς ἄρξονται τῆς δίκης. εἷς δέ τις τῶν παρόντων ὑπέθετο, δόντας δεήσεις τῷ βασιλεῖ, καὶ ἄκοντα αὐτὸν ἑλκύσαι εἰς τὸ συνέδριον. τοῦτο οὖν γίνεται, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, | |
25 | χρυσίου τὰ πάντα αὐτοῖς ἐξομαλίζοντος. ἦμεν δὲ ἡμεῖς τεσ‐ σαράκοντα ἐπίσκοποι καθεζόμενοι σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐν τῷ τρικλίνῳ τοῦ ἐπισκοπείου, ἐξιστάμενοι πῶς ὁ ἀγώγιμος καὶ μόνος κελευσθεὶς παραστῆναι εἰς τὸ στρατόπεδον ἐπ’ ἐγκλή‐ | |
μασιν ἀνοσίοις, μετὰ τοσούτων παρεγένετο ἐπισκόπων· πῶς τε | 45 | |
46 | ἀθρόον μετεκέρασεν τὰς τῶν κρατούντων γνώμας, ἐπὶ τὸ χεῖρον διαστρέψας τοὺς πλείονας τοῦ κλήρου. διαπορούντων δὲ ἡμῶν ἐμπνευσθεὶς ὁ Ἰωάννης τῷ πνεύματι λέγει τοῖς πᾶσιν· “Εὔ‐ ξασθε, ἀδελφοί, καί, εἰ φιλεῖτε τὸν Χριστόν, ἐμοῦ ἕνεκεν μή τις | |
5 | ἀπολείπῃ τὴν ἑαυτοῦ ἐκκλησίαν. ‘Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν,‘ κατὰ τὸν εἰπόντα, καὶ πολλὰς θλίψεις ὑποστάς, ἀπολείψω τὸ ζῆν, ὡς ὁρῶ. οἶδα γὰρ τὴν σκευωρίαν τοῦ Σατανᾶ, ὅτι οὐκ ἔτι φέρει μου τὴν ἐπάχθειαν τῶν λόγων τῶν κατ’ αὐτοῦ γινομένων. καὶ οὕτως | |
10 | ἐλεηθῆτε· ἐν ταῖς προσευχαῖς ὑμῶν μνημονεύετέ μου.” συσχε‐ θέντες δὲ ἀφάτῳ ἀθυμίᾳ, οἱ μὲν ἐδακρύομεν, ἕτεροι δὲ ἐξήρχοντο τοῦ συνεδρίου, τοὺς ὀφθαλμοὺς καὶ τὴν ἱερὰν κεφαλὴν σὺν τῷ εὐστόχῳ καὶ μακαρίῳ στόματι ἠσπάζοντο δεδακρυμένοι καὶ κεκομμένῳ τῷ πνεύματι. παρακαλέσας δὲ ἐπανελθεῖν εἰς τὸ | |
15 | συνέδριον ὧδε κἀκεῖσε περιπετομένους, καθάπερ μελίσσας περι‐ βομβούσας κυψέλῃ, λέγει· “Καθίσατε, ἀδελφοί, καὶ μὴ κλαίετε, ἐπὶ πλέον με θρύπτοντες. ‘ἐμοὶ γὰρ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος.‘ ἐθρυλεῖτο γὰρ καρατομεῖσθαι διὰ τὴν ὑπερ‐ βολὴν τῆς παῤῥησίας. καὶ εἰ μνημονεύετε, ἀναπτύξατε ὑμῶν | |
20 | τὰς μνήμας, ὅτι πάντοτε ἔλεγον ὑμῖν· ‘Ὁδός ἐστιν ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται· καὶ πανήγυρις τὰ παρόντα· ἠγοράσαμεν, ἐπωλήσαμεν, καταλύομεν.‘ μὴ ἀμείνους ἐσμὲν τῶν πατριαρχῶν, τῶν προφητῶν, τῶν ἀπο‐ στόλων, ἵνα ἀθάνατον ἡμῖν παραμείνῃ τοῦτο τὸ ζῆν;” ἐπολο‐ | |
25 | λύξας δέ τις τῶν παρόντων εἶπεν· “Ἀλλὰ θρηνοῦμεν τὴν ἡμῶν ὀρφανίαν, τὴν τῆς ἐκκλησίας χηρείαν, τὴν τῶν θεσμῶν σύγ‐ χυσιν, τὴν φιλαρχίαν τῶν μὴ φοβουμένων τὸν Κύριον καὶ ταῖς | |
προστασίαις ἐπιπηδώντων, τῶν πτωχῶν τὸ ἀπροστάτευτον, τῆς | 46 | |
47 | διδασκαλίας τὴν ἐρημίαν.” ἐπικρούσας δὲ τῷ λιχανῷ δακτύλῳ τὸν ταρσὸν τῆς ἀριστερᾶς χειρός (εἰώθει γὰρ ὁ φιλόχριστος ἐν ταῖς κατὰ νοῦν φροντίσιν αὐτὸ ποιεῖν), τῷ ὁμιλοῦντι αὐτῷ εἶπεν· “Ἀρκεῖ, ἀδελφέ· μὴ πολλὰ λέγε· ἀλλ’ ὃ εἶπον, τὰς | |
5 | ἐκκλησίας ὑμῶν μὴ ἀφῆτε. οὔτε γὰρ ἀπ’ ἐμοῦ ἤρξατο τὸ διδασ‐ κάλιον, οὔτε εἰς ἐμὲ ἐτελεύτησεν. μὴ οὐκ ἀπέθανεν Μωϋσῆς· οὐχ εὕρηται Ἰησοῦς; οὐκ ἐτελεύτησε Σαμουήλ· οὐ κέχρισται ὁ Δαυείδ; ἀπέλιπε τὸν βίον Ἰερεμίας· οὐκ ἦν ὁ Βαρούχ; ἀνελήφθη Ἠλίας· οὐ προεφήτευσεν Ἐλισσαῖος; ἐκαρατομήθη | |
10 | Παῦλος· οὐ κατέλιπεν Τιμόθεον, Τίτον, Ἀπολλὼ καὶ ἄλλους μυρίους;” μετὰ τούτους τοὺς λόγους λέγει Εὐλύσιος ὁ Ἀπα‐ μείας τῆς Βιθυνίας· “Ἐπάναγκες ἡμᾶς ἐστι κατέχοντας τὰς ἐκκλησίας ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπογράψαι.” ἔφη ὁ ἅγιος Ἰωάννης· “Κοινωνήσατε μέν, ἵνα μὴ σχίσητε τὴν | |
15 | ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως ἐννοήσας.” τούτων οὕτως ἐχόντων ἐδηλώθησαν οἱ ἀποσταλέντες ὑπὸ Θεοφίλου. κελεύει αὐτοὺς εἰσελθεῖν· εἰσελ‐ θόντας ἤρετο, ποίου εἶεν βαθμοῦ. λέγουσιν· “Ἐπίσκοποι.” παρακαλεῖ καθίσαντας εἰπεῖν ἐφ’ ᾧ πάρεισιν. οἱ δὲ λέγουσι· | |
20 | “Παραναγνωστικὸν ἔχομεν μόνον· ποιήσατε οὖν αὐτὸ ἀνα‐ γνωσθῆναι.” κελεύει ὁ Ἰωάννης ἀναγνωσθῆναι. προστάσσουσι τῷ παιδαρίῳ τοῦ Θεοφίλου ἀναγνῶναι τὴν ὑπηγορίαν, καὶ ἀνέγνω. ἦν δὲ τὸ ὕφος τοῦτο· “Ἡ σύνοδος ἡ ἁγία ἡ ἐπὶ Δρῦν συναχθεῖσα” (τόπος δέ ἐστιν οὕτω καλούμενος πέραν θαλάσσης, | |
25 | Ῥουφίνου προάστειον, ἐν ᾧ ἦσαν συνηθροισμένοι) “Ἰωάννῃ” (παραλείψαντες ὃ ἦν, ‘τῷ ἐπισκόπῳ‘· φιλεῖ γάρ πως ἡ ἐσκο‐ τισμένη ψυχὴ οὐκ ἀκολούθως βλέπειν, ἀλλὰ φαντάζεσθαι ἃ τὸ | |
πάθος ὑπαγορεύει)· “λιβέλλους ἐδεξάμεθα κατὰ σοῦ περι‐ | 47 | |
48 | έχοντας μυρία κακά. ἀπάντησον τοίνυν, ἐπαγόμενος Σαραπίωνα καὶ Τίγριον τοὺς πρεσβυτέρους· ἔστι γὰρ αὐτῶν χρεία.” ἦσαν δὲ οἱ ἐλθόντες πρὸς αὐτὸν Διόσκορος καὶ Παῦλος ἐν Λιβύῃ ὑπόγυον καταστάντες νέοι. μετὰ τὸ ἀναγνωσθῆναι τὴν δέλτον | |
5 | ἀντιλέγουσιν οἱ σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐπίσκοποι, δηλώ‐ σαντες τῷ Θεοφίλῳ διὰ τριῶν ἐπισκόπων καὶ πρεσβυτέρων δύο, Λουπικίνου καὶ Δημητρίου καὶ Εὐλυσίου, καὶ πρεσβυτέρων Γερμανοῦ καὶ Σευήρου, τῶν πάντων ἁγίων ἀνδρῶν καὶ ἀξιο‐ λόγων· “Μὴ κατάλυε τὰ πράγματα τῆς ἐκκλησίας καὶ μὴ | |
10 | σχίζε τὴν ἐκκλησίαν, δι’ ἣν ὁ Θεὸς εἰς σάρκα κατῆλθεν. εἰ δὲ ἀτακτῶν καταλύεις τοὺς ἐν Νικαίᾳ κανόνας τῶν τιηʹ ἐπισκόπων καὶ ‘ὑπερόριον δικάζεις δίκην,‘ σὺ πέρασον πρὸς ἡμᾶς εἰς τὴν εὐνομουμένην πόλιν, μὴ προκαλούμενος τὸν Ἅβελ κατὰ τὸν Κάϊν εἰς τὸ πεδίον, ἵνα σου ἡμεῖς πρῶτοι ἀκούσωμεν. ἔχομεν | |
15 | γὰρ κατὰ σοῦ ἑβδομήκοντα κεφαλαίων λιβέλλους, προδήλους ἀθεμιτουργίας ἔχοντας. καὶ πλείους ἐσμὲν τῆς συνόδου, Θεοῦ χάριτι συναχθέντες οὐκ ἐπὶ καταλύσει τῆς ἐκκλησίας, ἀλλ’ ἐν εἰρήνῃ. σὺ μὲν γὰρ εἶ τριακοστὸς ἕκτος ἐξ ἐπαρχίας μιᾶς· ἡμεῖς δέ ἐσμεν τεσσαράκοντα ἐκ διαφόρων ἐπαρχιῶν, ἐν οἷς | |
20 | ἐσμεν καὶ ἑπτὰ μητροπολῖται· καὶ ἀκόλουθόν ἐστι τὸν ἐλάσ‐ σονα παρὰ τῶν πλειόνων καὶ διαφερόντων κατὰ τοὺς κανόνας κριθῆναι. ἔχομεν γάρ σου καὶ τὴν ἐπιστολήν, δι’ ἧς παρεγγυᾷς | |
τῷ συλλειτουργῷ ἡμῶν Ἰωάννῃ ‘τὸ μὴ δεῖν ὑπερορίας εἰσδέ‐ | 48 | |
49 | χεσθαι δίκας.‘ ὅθεν πειθόμενος τοῖς ἐκκλησιαστικοῖς νόμοις, παρακάλει σου τοὺς κατηγόρους, ἢ παύεσθαι τῆς κατὰ σοῦ κατηγορίας, ἢ τῆς πρὸς αὐτὸν προσόδου.” πρὸς ταῦτα κινηθεὶς ὁ Ἰωάννης τοῖς μὲν ἐπισκόποις αὐτοῦ ἔλεγεν· “Ὑμεῖς ὃ δοκεῖ | |
5 | ὑμῖν δηλώσατε, ἐμὲ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ δηλωθέντα μοι ἀντισημᾶναι.” τοῖς δὲ περὶ Θεόφιλον ἀνταπέστειλεν ταῦτα· “Ἐγώ, εἰ μὲν ἔχει τις κατ’ ἐμοῦ λέγειν, μέχρι τῆς δεῦρο οὐδε‐ πώποτε ἔγνων· εἰ δέ τις κατεῖπέν μου, καὶ βούλεσθέ με παρα‐ γενέσθαι, τοὺς προδήλους μου ἐχθρούς, οἵτινες ἐκ τῆς ἀμελείας | |
10 | αὐτῶν ἐκακώθησαν πρὸς ἐμέ, βάλλετε ἔξω τούτους τοῦ ὑμετέρου συλλόγου· καὶ οὔτε τόπου ἀμφισβητῶ ὅπου με δέοι κριθῆναι, εἰ καὶ τὰ μάλιστα ἔδει ἐν τῇ πόλει. εἰσὶ δὲ οὓς παραιτοῦμαι, Θεόφιλος, ὃν ἐλέγχω εἰρηκότα καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Λυκίᾳ, ὅτι ‘Ἀπέρχομαι εἰς τὸ κομιτᾶτον Ἰωάννην καθελεῖν.‘ ἔστι δὲ | |
15 | ἀληθές, ἐξ ὧν παραγενόμενος οὔτε συνέτυχέν μοι οὔτε ἐκοι‐ νώνησέν μοι. ὃς οὖν πρὸ τῆς ἀκροάσεως τὰ ἐχθρῶν ἐπετέλεσεν, τί ἂν ποιήσῃ μετὰ τὴν δίκην; ὁμοίως δὲ καὶ Ἀκάκιον διελέγχω ἐφ’ ᾧ εἶπεν· ‘Ἐγὼ αὐτῷ ἀρτύω χύτραν.‘ περὶ δὲ Σευηριανοῦ καὶ Ἀντιόχου, οὓς τάχιον μετελεύσεται ἡ θεία δίκη, τί δεῖ καὶ | |
20 | λέγειν, ὧν τὰς νεωτεροποιΐας καὶ τὰ κοσμικὰ ᾄδουσι θέατρα; οὐκοῦν παρακέκλησθε, εἰ κατὰ ἀλήθειαν βούλεσθέ με ἐλθεῖν, τούτους τοὺς τέσσαρας· εἰ μὲν ὡς δικαστάς, ἐκβάλλετε τούτους τοῦ συνεδρίου· εἰ δὲ ὡς κατηγόρους, στήσατε εἰς τὴν κρίσιν, ἵνα γνῶ ὅπως κονίζωμαι, πότερον ὡς πρὸς ἀντιδίκους ἢ ὡς | |
25 | δικαστάς· καὶ πάντως ἐλεύσομαι οὐ μόνον πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλὰ καὶ πρὸς πᾶσαν τῆς οἰκουμένης σύνοδον. ὥστε οὖν γνῶτε, ἐὰν μυριάκις ἀποστείλητε πρός με, οὐδὲν πλέον | |
ἀκούσεσθε παρ’ ἐμοῦ.” τούτων ἐξελθόντων, νοτάριος παρὰ | 49 | |
50 | πόδας γράμμα ἔχων βασιλικόν, ἐν ᾧ προεδεήθησαν ἄκοντα αὐτὸν ἀπαντῆσαι εἰς τὴν δίκην, κατήπειγεν αὐτὸν εἰς τὴν κρίσιν. μετὰ τὴν ἀπόκρισιν τὴν πρὸς τὸν νοτάριον ἐμηνύθησαν δύο πρεσβύτεροι τοῦ Ἰωάννου, Εὐγένιός τις, ὃς μισθὸν τῆς κατὰ | |
5 | τοῦ ἐπισκόπου Ἰωάννου συσκευῆς τὴν προεδρίαν ἔλαβεν Ἡρα‐ κλείας, καὶ ὁ ἡσυχαστὴς Ἰσαάκιος—ἵνα μὴ ἄλλως εἴπω— λέγοντες· “Ἐδήλωσέν σοι ἡ σύνοδος· ‘Πέρασον πρὸς ἡμᾶς, ἀπολογησόμενος τὰ ἐγκλήματα.‘” πρὸς ταῦτα ὁ Ἰωάννης ἀντε‐ δήλωσεν δι’ ἐπισκόπων ἑτέρων· “Ποίᾳ ἀκολουθίᾳ δικάζετε, οἱ | |
10 | μήτε τοὺς ἐχθρούς μου ἐξώσαντες, καὶ διὰ τῶν ἐμῶν κληρικῶν με μεταστελλόμενοι;” οἱ δὲ λαβόντες τοὺς ἐπισκόπους, τὸν μὲν ἔδειραν, τὸν δὲ περιέσχισαν, τῷ δὲ σίδηρα τῷ τραχήλῳ περιέθηκαν, ἃ ἦσαν εὐτρεπίσαντες τῷ ἁγίῳ, ἵν’ οὕτως βληθεὶς εἰς πλοῖον, εἰς ἄδηλον ἀποσταλῇ τόπον· τοῦ δαίμονος καθάπερ | |
15 | λέοντας ἀγριώσαντος αὐτούς. καὶ ὁ μὲν ὅσιος, εἰδὼς τὴν ἀναιδῆ αὐτῶν γνώμην, ἑαυτὸν ἐπέσχεν. οἱ δὲ γεννάδες, πράξαντες ὑπομνημάτια ἀράχνης ἀσθενέστερα πρὸς ἀφοσίωσιν, ἀποφαί‐ νονται κατὰ τοῦ μακαρίου, οὗ οὔτε τὸ πρόσωπον εἶδον, οὔτε φωνῆς αὐτοῦ ἤκουσαν, ἐν ἡμέρᾳ μιᾷ τὴν ἐν πολλῷ χρόνῳ ὑφαι‐ | |
20 | νομένην κακίαν συμπεραιώσαντες (ἀνεπίσχετον γὰρ τὸ δαιμο‐ νιῶδες ὅρμημα, οὐκ ἀναμένον σκέψιν). καὶ πέμψαντες τῷ βασιλεῖ ἀναφορὰν προέταξαν· “Ἐπειδὴ κατηγορηθεὶς Ἰωάννης ἐπὶ κακοῖς τισι καὶ συνειδὼς ἑαυτῷ, οὐκ ἠθέλησεν ἀπαντῆσαι, τόνδε τοιοῦτον καθαιροῦσιν οἱ νόμοι· ὃ δὴ καὶ ὑπέστη. περι‐ | |
25 | έχουσι δὲ οἱ λίβελλοι καὶ καθοσιώσεως ἔγκλημα. κελεύσει οὖν | |
ἡ ὑμῶν εὐσέβεια καὶ ἄκοντα αὐτὸν ἐξωσθῆναι καὶ δίκας δοῦναι | 50 | |
51 | ἐπὶ τῇ καθοσιώσει, ἐπειδὴ ἡμῖν οὐκ ἔξεστι ταῦτα ζητεῖν.” ὦ τρισάθλιοι, ἃ φρονεῖτε καὶ ποιεῖτε; αἰσχύνεσθε ταῦτα ποιεῖν, οὐ Θεόν, ἀλλὰ ἀνθρώπους αἰδούμενοι ἢ φοβούμενοι. ἦν δὲ ἡ καθοσίωσις ἡ εἰς τὴν βασίλισσαν λοιδορία, ὡς ἐκεῖνοι ἀνή‐ | |
5 | νεγκαν, ὅτι εἶπεν αὐτὴν Ἰεζάβελ. καὶ οἱ μὲν θαυμάσιοι, τὸν διὰ ξίφους θάνατον αὐτοῦ ποθήσαντες ἰδεῖν, οὕτως ἀνήνεγκαν· ὁ δὲ Θεὸς καὶ τούτων ἐφανέρωσεν τὴν ἐνδομυχοῦσαν κακίαν, καὶ τῶν ἀρχόντων ἐμαλάκυνε τὴν καρδίαν, καθάπερ ἐπὶ τοῦ Δανιὴλ συνέβη ἐν Βαβυλῶνι. ἐκεῖ γὰρ οἱ μὲν λέοντες ἡμερώθησαν, | |
10 | φεισάμενοι τοῦ Δανιήλ, οἱ δὲ ἄνθρωποι ἠγριώθησαν, ἀφειδή‐ σαντες τοῦ προφήτου· καὶ ἐδυσώπησεν ὁ Θεὸς τοὺς παρὰ φύσιν ἀγριωθέντας, τῶν παρὰ φύσιν ἡμερωθέντων. | |
13n | 〈ΚΕΦΑΛΑΙΟΝ Θʹ〉 | |
13 | Οὕτως ἐξεώσθη ὁ Ἰωάννης τῆς ἐκκλησίας, κόμητος ἀποστα‐ λέντος σὺν στρατιωτικῇ βοηθείᾳ, καθάπερ ἐπὶ βαρβαρικῆς | |
15 | παρατάξεως. ἐκβληθεὶς δὲ φθάνει εἰς τὰ κατὰ Πραίνετον τῆς Βιθυνίας ἀγρίδια. μέσης δὲ διαγενομένης ἡμέρας μιᾶς, συνέβη θραῦσίν τινα γενέσθαι ἐν τῷ κοιτῶνι. φοβηθέντες ἐκ τούτου, δι’ οἰκείου νοταρίου ἀνακαλοῦνται τὸν Ἰωάννην μετὰ ἡμέρας ὀλίγας, ἀποδόντες τῷ οἰκείῳ θρόνῳ. οὕτως ὁ Θεόφιλος σὺν | |
20 | τοῖς Αἰγυπτίοις φυγῇ τὴν σωτηρίαν πορίζεται (ἐζήτει γὰρ ἡ πόλις αὐτὸν θαλασσῶσαι). μετὰ δύο μῆνας πάλιν ὑπαναπνεύ‐ σαντες τῆς πληγῆς, φρυάττονται ἐκ δευτέρου κατὰ τοῦ Ἰωάννου· καὶ εὐπρόσωπον ἀρχὴν οὐχ εὑρίσκοντες, πέμπουσι πρὸς τὸν σοφιστὴν τῶν τοιούτων εἰς Ἀλεξάνδρειαν δηλώσαντες· “Ἢ | |
25 | πάλιν ἀπάντησον στρατηγήσων κατὰ τοῦ Ἰωάννου, ἤ, εἰ τοῦτο | 51 |
52 | δέδοικας διὰ τοὺς λαούς, τρόπον ἡμῖν ὑπόθου τινά, δι’ οὗ τὴν ἀρχὴν ποιήσωμεν.” πρὸς τούτοις ὁ Θεόφιλος αὐτὸς μὲν οὐκ ἀπήντησεν, εἰδὼς ὅπως διέφυγεν, ἀπέστειλεν δὲ τρεῖς ἐλεεινοὺς ἐπισκόπους, Παῦλον καὶ Ποιμένα καὶ ἕτερον νεοχειροτόνητον, | |
5 | συναποστείλας αὐτοῖς καὶ κανόνας τινάς, οὓς πεποιήκεισαν οἱ Ἀρειανοὶ κατὰ τοῦ μακαρίου Ἀθανασίου, ἵνα αὐτοῖς τοῖς κανόσι χρησάμενοι δίκας πλέξωσι τῷ Ἰωάννῃ, ὡς μετὰ καθαί‐ ρεσιν ἑαυτῷ ἐπεισελθόντι (ὁρμητικὸς γάρ ἐστιν ἐκ φύσεως, καὶ προπετὴς καὶ θρασὺς καὶ διαφερόντως φιλόνεικος—οὐδὲν γάρ | |
10 | ἐστι τοῦ φανέντος αὐτῷ ὑπὸ τῆς ὄψεως, 〈πρὸσ〉 ὃ οὐχὶ θᾶττον τοῦ δέοντος ἀκατασχέτως ὁρμᾷ, ἐπ’ αὐτῷ μήτε κρίσιν μήτε σκέψιν ἀναμένων. ἀλογίστῳ δὲ φορᾷ χρώμενος ἀτάκτως βαδίζει ἐπὶ τὴν τούτου συγκατάθεσιν, καὶ τῇ ψηφισθείσῃ ἀποφάσει βεβαίως ἐπερειδόμενος εὐτόνως ἀντιφιλονεικεῖ παντὶ τῷ βουλο‐ | |
15 | μένῳ ἀνταποφήνασθαι· σπουδάζων ἀεὶ τὴν ἑαυτοῦ κρίσιν τε καὶ ψῆφον νικῶσάν τε καὶ κρατοῦσαν ἀποφαίνειν)· ὃ δὴ καὶ ποιοῦσιν ἐπιστάμενοι αὐτοῦ τὸ ἦθος. μετακαλεσάμενοι γὰρ τῆς Συρίας καὶ Καππαδοκίας καὶ τῆς Ποντικῆς διοικήσεως καὶ Φρυγίας ὅλους μητροπολίτας καὶ ἐπισκόπους, συναθροίζουσιν | |
20 | εἰς τὴν Κωνσταντινούπολιν. οἱ δὲ παραγενόμενοι κατὰ τὴν τῶν κανόνων ἀκολουθίαν ἐκοινώνησαν τῷ Ἰωάννῃ, ἵνα μὴ τὰ αὐτὰ τοῖς πρώτοις ἐργάσωνται. γνόντες δὲ οἱ κρατοῦντες ἠγανά‐ κτησαν ἐπὶ τῇ κοινωνίᾳ αὐτῶν. καὶ Θεόδωρος μὲν ὁ Τυάνων ἐπίσκοπος, ἀνὴρ εὐσχήμων, συνεὶς τὴν σκευωρίαν ἐξ ὧν ἦλθεν | |
25 | εἰς τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἐξακολουθήσῃ τῇ προπετείᾳ Θεοφίλου, ἀσυντάκτως καταλιπὼν τοὺς πάντας, κατέλαβεν ἑαυτοῦ τὴν ἐκκλησίαν, μακρὰν χαίρειν εἰπὼν τῷ κομιτάτῳ, ἀσφαλισάμενος ἑαυτοῦ τὴν ἐπαρχίαν τῷ τείχει τῆς εὐσεβείας, μέχρι τέλους ἐμμείνας τῇ τῶν πιστῶν Ῥωμαίων κοινωνίᾳ, οἷς μαρτυρεῖ ὁ | |
30 | Παῦλος λέγων· “Ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλ‐ | |
λεται.” Φαρέτριος δέ, ὁ Καισαρείας τῆς πρὸς τῷ Ἀργαίῳ, | 52 | |
53 | ὑπερβολῇ δειλιάσας, καθάπερ οἱ κομιδῇ παῖδες τὰ μορμολυκεῖα, μηδ’ ἐξελθὼν ἑαυτοῦ τὴν πόλιν, συντίθεται τοῖς ἐναντίοις διὰ γραμμάτων, καίπερ μηδὲ κληθεὶς εἰς τὸ μέσον, ἀπειροκάλως ἔχων περὶ τὴν προεδρίαν ἀνοίᾳ τῶν κρειττόνων. Λεόντιος δέ, | |
5 | ὁ Ἀγκύρας τῆς Γαλατίας, συγκλωσθεὶς Ἀμμωνίῳ τῷ Λαοδι‐ κείας τῆς κεκαυμένης, κεκαυμένην ἐποίησαν τὴν ἐκκλησίαν. οὐ μόνον ἡττηθέντες ταῖς τῶν κρατούντων ἀπειλαῖς, ἀλλὰ τοὐν‐ αντίον ἐλπίδι δώρων βασιλικῶν ἀπατηθέντες ἐν τῇ δευτέρᾳ συνόδῳ, εἰσφέρουσι γνώμην μοχθηρὰν τοῖς περὶ Ἀκάκιον καὶ | |
10 | Ἀντίοχον, κρατῆσαι τὴν Θεοφίλου ἄκριτον κρίσιν, καὶ μηδ’ ὅλως δοῦναι τόπον ἀπολογίας τῷ Ἰωάννῃ, δικαιολογίᾳ τῇ τῶν κανόνων τῶν ὑπὸ Θεοφίλου ἀποσταλέντων, οὓς ἐθέσπισαν οἱ τεσσαράκοντα τῶν Ἀρείου κοινωνικῶν γράψαντες· “Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, ἀδίκως ἢ δικαίως καθαιρεθείς, ἑαυτῷ | |
15 | ἐπεισέλθοι δίχα συνόδου εἰς τὴν ἐκκλησίαν, τὸν τοιοῦτον μηκέτι ἔχειν χώραν ἀπολογίας ἀλλὰ τέλεον ἐξωθεῖσθαι” —καὶ οὗτος μὲν ὁ κανών, ὡς παράνομος ὑπὸ παρανόμων τεθείς, ἐξωστρα‐ κίσθη ἐν Σαρδικῇ ὑπὸ Ῥωμαίων καὶ Ἰταλῶν καὶ Ἰλλυριῶν καὶ Μακεδόνων καὶ Ἑλλαδικῶν (ὡς μᾶλλον αὐτὸς οἶσθα, μεγα‐ | |
20 | λώνυμε Θεόδωρε), ὁπηνίκα Λιβέριος ἢ Ἰούλιος ἐπὶ Κώνσταντος βασιλέως ἐδέξατο τὸν Ἀθανάσιον εἰς κοινωνίαν καὶ Μάρκελλον τὸν Γαλάτην, δι’ οὓς καὶ ὁ κανὼν ἐκεῖνος ἐτέθη. ἡ μέντοι δυὰς τῶν θαυμασίων τῶν περὶ Ἀμμώνιον καὶ Λεόντιον, συμπλα‐ κέντες Ἀκακίῳ καὶ Ἀντιόχῳ καὶ Κυρίνῳ τῷ Χαλκηδόνος καὶ | |
25 | Σευηριανῷ, εἰσῆλθον πρὸς τὸν βασιλέα ἀναδιδάξαντες εἰσκλη‐ θῆναι τοῦ μέρους τοῦ Ἰωάννου δέκα ἐπισκόπους (ἦσαν δὲ πλείους τῶν τεσσαράκοντα) ἐπὶ συστάσει τῶν κανόνων, τῶν μὲν διϊσχυριζομένων ὀρθοδόξων αὐτοὺς εἶναι, τῶν δὲ ἀπο‐ δεικνυόντων αὐτοὺς Ἀρειανῶν ὑπάρχειν. εἰσελθόντες δὲ οἱ | |
30 | περὶ τὸν γέροντα ψυχῇ τε καὶ πολιᾷ Ἐλπίδιον, τὸν Λαοδικείας | 53 |
54 | τῆς Συρίας, καὶ Τραγκύλλιον, ἔπειθον τὸν βασιλέα μὴ δεῖν ἀλόγως ἐκβάλλεσθαι τὸν Ἰωάννην· “Οὔτε γὰρ τὸ πρότερον καθῄρηται, ἀλλ’ ἐξεώσθη ὑπὸ τοῦ κόμητος· οὔτε μὴν ἑαυτῷ ἐπεισῆλθεν, ἀλλὰ προστάγματι τῆς σῆς εὐσεβείας, νοταρίου | |
5 | ἀποσταλέντος· καὶ νῦν δὲ οὓς προφέρουσι κανόνας, αἱρετικῶν αὐτοὺς δείκνυμεν ὄντας.” ὡς δ’ ἐπέμειναν ἄτακτα ζυγομα‐ χοῦντες οἱ κατὰ Ἰωάννου, οἱ μὲν γεγωνοτέρᾳ φωνῇ, οἱ δὲ σεσοβημένοι στέρνων κινήσει ἀνασειόμενοι ἰταμῶς ἐπὶ τοῦ βασιλέως· πράως ὁ ἐνθεσμότατος Ἐλπίδιος, μικρᾶς παραγενο‐ | |
10 | μένης γαλήνης, ἔφησεν τῷ βασιλεῖ· “Βασιλεῦ, μὴ σκύλλωμεν ἐπὶ πολὺ τὴν σὴν ἡμερότητα, ἀλλὰ τοῦτο γενέσθω· ὑπογραψά‐ τωσαν οἱ περὶ τὸν ἀδελφὸν Ἀκάκιον καὶ Ἀντίοχον οὓς προ‐ βάλλονται ὡς ὀρθοδόξων κανόνας, ὅτι ‘Τῆς πίστεώς ἐσμεν τῶν ἐκθεμένων αὐτούς,‘ καὶ λέλυται ἡμῖν ἡ ἀμφιβολία.” προσσχὼν | |
15 | ὁ βασιλεὺς τῷ ἁπλῷ τοῦ προβλήματος, ὑπομειδιάσας εἶπεν τῷ Ἀντιόχῳ· “Οὐδὲν τούτου λυσιτελέστερον” —ἦν δ’ ἐπὶ πάντων τῶν γεγενημένων ἀναίτιος ὁ βασιλεύς, ἄλλων μεταποιούντων τὰ καλῶς τετυπωμένα. ἰλιγγιάσαντες οὖν καὶ εἰς ἀλλήλους ἑλιττόμενοι οἱ περὶ Σευηριανόν, καθάπερ ἄτακτον ὕδωρ, ἐπί τε | |
20 | τῷ φρονίμως ῥηθέντι καὶ ἐπὶ τῇ τοῦ βασιλέως κρίσει, κατε‐ σχέθησαν ἀφασίᾳ, ἐπὶ τὸ πελιδνότερον μεταβαλόντες αὐτῶν τὴν μορφήν· ὅμως ὑπὸ τῆς ἀνάγκης τοῦ τόπου σφιγγόμενοι, ὑπισχνοῦνται καὶ ἄκοντες ὑπογράψαι. οὕτως ἐξελθόντες, τὴν μὲν ὑπόσχεσιν οὐ πληροῦσιν ὡς ἀβούλητον οὖσαν, δεδοικότες | |
25 | τὴν ἧτταν, ἐμηχανῶντο δὲ ποίῳ τρόπῳ ἐξωσθῇ ὁ Ἰωάννης. τούτων οὕτως ἄλλων τε ἄλλως διαπραττομένων, παρίππασαν μῆνες ἐννέα ἢ δέκα, τοῦ ἐπισκόπου Ἰωάννου συναγομένου σὺν τοῖς τεσσαράκοντα ἐπισκόποις καὶ δύο, τῶν δὲ λαῶν ἀπολαυόν‐ των μετὰ πολλῆς τῆς εὐθυμίας τῆς αὐτοῦ διδασκαλίας (φιλεῖ | |
30 | γάρ πως ὁ ἀκενόδοξος νοῦς ἐν ταῖς περιστάσεσι χαριέστερον | 54 |
55 | καὶ δυνατώτερον ἀποῤῥέειν λόγον). ἐν τούτοις ἐπήνθησεν ἡ Δεσποτικὴ νηστεία, καθάπερ ἔαρ, δι’ ἐνιαυτοῦ παραγενομένη. εἰσελθόντες δὲ πάλιν κατ’ ἰδίαν οἱ περὶ Ἀντίοχον ἀνεδίδαξαν τὸν βασιλέα ὡς ἡττηθέντα τὸν Ἰωάννην, ἵνα προστάξῃ αὐτὸν | |
5 | ἐξωσθῆναι τοῦ Πάσχα ἐπικειμένου· ὁ δὲ βασιλεὺς ἐξ ἀνάγκης ὀχλούμενος ὑπ’ αὐτῶν, ὡς ἐπισκόποις ἐπίστευσεν (ὁ γὰρ ἀληθῶς πρεσβύτερος ἢ ἐπίσκοπος ψεῦδος οὐκ οἶδεν—τὰ γὰρ ὀνόματα ταῦτα τῆς ἄνω λήξεως ὑπάρχει, ἐπεὶ οὐδὲν πρεσβύτερον Θεοῦ, οὐδὲ ἐπισκοπώτερον· Θεὸς γὰρ ὁ ἐπισκοπῶν ἢ θεώμενός ἐστι | |
10 | τὰ πάντα. ὁ τοίνυν ἐπίσκοπος ἢ πρεσβύτερος, ὡς κοινωνὸς τῶν ὀνομάτων, οὕτως καὶ τῶν πραγμάτων ὀφείλει εἶναι), καὶ δηλοῖ τῷ Ἰωάννῃ· “Ἔξελθε ἐκ τῆς ἐκκλησίας.” ὁ δὲ ἀντιδηλοῖ· “Ἐγὼ παρὰ τοῦ Σωτῆρος Θεοῦ ὑποδέδεγμαι τὴν ἐκκλησίαν ταύτην εἰς ἐπιμέλειαν τῆς τοῦ λαοῦ σωτηρίας, καὶ οὐ δύναμαι | |
15 | αὐτὴν καταλεῖψαι· εἰ δὲ τοῦτο βούλει (ἡ γὰρ πόλις σοι δια‐ φέρει), βίᾳ με ἔξωσον, ἵνα ἔχω ἀπολογίαν τῆς λειποταξίας τὴν σὴν αὐθεντείαν.” οὕτως μετὰ αἰδοῦς τινος ἀποστείλαντες ἐκ τοῦ παλατίου, ἐξέωσαν αὐτόν, κελεύσαντες τέως διάγειν ἐν τῷ ἐπισκοπείῳ, τὸ ἐνδεχόμενον τῆς τοῦ Θεοῦ ὀργῆς προσδοκῶντες, | |
20 | ἵνα, ἐὰν μὲν συμβῇ τι περὶ αὐτοὺς λυπηρόν, θᾶττον αὐτὸν εἰσ‐ αγαγόντες εἰς τὴν ἐκκλησίαν, ἐξιλεώσωνται τὸ θεῖον· εἰ δὲ μή, ἵνα πάλιν ἐπιθῶνται ὡς Φαραὼ τῷ Μωϋσεῖ. ἐν τούτοις ἐπέστη ἡ τοῦ μεγάλου σαββάτου ἡμέρα, ἐν ᾗ ὁ Σωτὴρ σταυρωθεὶς ἐσκύλευσεν τὸν ᾍδην. καὶ πάλιν αὐτῷ δηλοῦσιν· “Ἔξελθε | |
25 | τῆς ἐκκλησίας.” ἀντιδηλοῖ τὰ εἰκότα. εὐλαβούμενος τοιγαροῦν | 55 |
56 | ὁ βασιλεὺς τὸ εὐκαθοσίωτον τῆς ἡμέρας καὶ τὸν τῆς πόλεως κλόνον μεταστέλλεται τοὺς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, φήσας αὐτοῖς· “Τί δέοι γενέσθαι; βλέπετε μήποτε οὐκ ὀρθῶς βου‐ λεύεσθε.” τότε οἱ γεννάδες καὶ περισσόψυχοι εἶπον τῷ βασιλεῖ· | |
5 | “Βασιλεῦ, ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις.” τελευταῖον βοήθημα, οἱ τῷ Ἰωάννῃ συνόντες ἐπίσκοποι, ἰσά‐ ριθμοι τῆς ἁγίας νηστείας, προσῆλθον τῷ βασιλεῖ καὶ τῇ βασιλίσσῃ ἐν τοῖς μαρτυρίοις μετὰ δακρύων, παρακαλοῦντες φειδοῦς τυχεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, μάλιστα διὰ τὸ | |
10 | Πάσχα καὶ τοὺς μέλλοντας ἀναγεννᾶσθαι ἤδη μυσταγωγη‐ θέντας, ἀπολαβοῦσαν τὸν ἱερέα. οὐκ ἠκούσθησαν ἐπὶ τούτῳ· ὡς τὸν ἅγιον Παῦλον τὸν ἀπὸ Κρατείας εἰπεῖν ἀδείλῳ τῇ παῤῥησίᾳ· “Εὐδοξία, φοβήθητι τὸν Θεόν, ἐλεήσασά σου τὰ τέκνα· μὴ ὕβριζε τὴν ἑορτὴν τοῦ Χριστοῦ τῇ τῶν ‘αἱμάτων | |
15 | ἐκχύσει.‘” ὑποστρέψαντες δὲ οἱ τεσσαράκοντα ἐπίσκοποι ἠγρύπνησαν ἐν τοῖς καταγωγίοις αὐτῶν, οἱ μὲν μετὰ δακρύων, οἱ δὲ μετὰ λύπης, ἕτεροι δὲ ἀμάχῳ τῇ διανοίᾳ κατεσχέθησαν κάρῳ, ὡς ἕκαστον ἐκυβέρνα τὸ πάθος. οἱ μέντοι πρεσβύτεροι Ἰωάννου, οἱ τὸν θεῖον ἔχοντες φόβον, ἐν τῷ δημοσίῳ λουτρῷ | |
20 | τῷ ἐπικαλουμένῳ Κωνσταντιαναῖς τοὺς λαοὺς συναγαγόντες, εἴχοντο τῆς ἀγρυπνίας, οἱ μὲν τὰ θεῖα λόγια ἀναγινώσκοντες, οἱ δὲ βαπτίζοντες τοὺς κατηχηθέντας, ὡς εἰκὸς διὰ τὸ Πάσχα. ταῦτα αὐτὰ προσαναφέρουσιν οἱ γνωμοφθόροι καὶ φρεναπάται, οἱ περὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Ἀκάκιον, τοῖς ἑαυτῶν | |
25 | προστάταις, ἀξιοῦντες ἐμποδισθῆναι τοὺς λαοὺς ἀπὸ τῆς ἐκεῖ συνάξεως. ἀντεῖπεν ὁ τότε μάγιστρος, φήσας· “Νύξ ἐστι καὶ ὄχλοι πολλοί· μή τι ἀτόπημα γένηται.” ἀνθυποφέρουσιν οἱ | |
περὶ Ἀκάκιον· “Οὐδεὶς ἔμεινεν ἐν ταῖς ἐκκλησίαις. καὶ δεδοί‐ | 56 | |
57 | καμεν μήποτε εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ ἐκκλησίᾳ καὶ μὴ εὑρὼν μηδένα, αἴσθηται τῆς τοῦ λαοῦ εὐνοίας τῆς πρὸς Ἰωάννην καὶ καταγνῷ ἡμῶν ὡς βασκάνων, ἐπειδὴ μάλιστα εἴπομεν αὐτῷ, ὅτι οὐδείς ἐστιν ὅλως ὁ ἡδέως αὐτῷ προσέχων, ὡς ἀνθρώπῳ | |
5 | ἀσπόνδῳ.” οὕτως ὁ μάγιστρος διαμαρτυράμενος αὐτοῖς ἐπὶ τοῖς ἀποβησομένοις, δίδωσι Λούκιόν τινα, ὡς ἔλεγον, Ἕλληνα, ἀφη‐ γούμενον τοῦ ἀριθμοῦ τῶν ὁπλοφόρων, ἐντειλάμενος ἐπιεικῶς ἀπελθόντα καλέσαι τὸν λαὸν ἐν τῇ ἐκκλησίᾳ. ἀπελθὼν δέ, καὶ μὴ ἀκουσθείς, ὑποστρέφει πρὸς τοὺς περὶ Ἀκάκιον, διηγησά‐ | |
10 | μενος τὸν τόνον καὶ τὴν πυκνότητα τοῦ λαοῦ. μετὰ τοῦτο λιπαρῶς αὐτὸν παρακαλοῦσι χρυσέοις ῥήμασι δυσωποῦντες καὶ ὑποσχέσει μείζονος προκοπῆς, ἵνα ἐμποδίσῃ τῇ δόξῃ τῇ τοῦ Κυρίου, ἐντειλάμενοι αὐτῷ, ἢ λόγῳ πείσαντα ἀγαγεῖν ἐπὶ τὴν ἐκκλησίαν, ἢ ὀργῇ ταράξαντα παῦσαι τὴν ἑορτὴν τοῦ συναγα‐ | |
15 | γεῖν. ὃς ἐξαυτῆς συμπαραλαβὼν κληρικοὺς τοῦ μέρους Ἀκακίου ἐξ‐ ῆλθεν δευτέρᾳ φυλακῇ τῆς νυκτὸς ἐφ’ ᾧ ἀπεστάλη (παρατείνουσι γὰρ τὸν λαὸν ἐν τοῖς μέρεσιν ἡμῶν ἕως ἀλέκτορος πρώτου), ἔχων Θρᾷκας ξιφήρεις, νεοστρατεύτους (κατὰ τὸν Ἠσαύ) τετρα‐ κοσίους, ἀναιδεῖς περισσῶς, ἐπεπήδησεν αἰφνίδιον κατὰ τὴν | |
20 | νύκτα σὺν τοῖς ὑποδεικνύουσι κληρικοῖς καὶ τοῖς στρατιώταις ἰταμῶς, ὡς ἅτε λύκος, σιδήρῳ στίλβοντι διασχίσας τοὺς ὄχλους. χωρήσας δ’ ἔνδον τῶν μακαρίων ὑδάτων ἐπὶ κωλύσει τῶν μυου‐ μένων τὴν ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τῷ μὲν διακόνῳ θρασέως ἐντιναχθείς, τὰ σύμβολα ἐκχέει· τοὺς δὲ πρεσβυτέρους, ἤδη | |
25 | που καὶ ἡλικιώτας, ῥοπάλοις κατὰ κρανίου παίσας, αἵματι κιρνᾷ τὴν κολυμβήθραν. τότε ἦν ἰδεῖν τὴν ἀγγελικὴν ἐκείνην νύκτα, ἐν ᾗ καὶ δαίμονες πίπτουσιν ἐπτηχότες, εἰς λαβύρινθον μετα‐ βληθεῖσαν. γυμναὶ γὰρ γυναῖκες σὺν τοῖς ἀνδράσι δρασμῷ ἐχρῶντο, φόβῳ τοῦ σφαγῆναι ἢ ἀσχημονῆσαι, τὸν ἄσχημον | |
30 | ἀσπαζόμεναι δρόμον· ἕτερος τὴν χεῖρα πληγείς, ὀδυρόμενος | 57 |
58 | ἀπῄει· ἄλλος παρθένον ἔσυρεν περισχίσας· πάντες δὲ λαφυρα‐ γωγήσαντες τὰ κειμήλια ἐσφετερίζοντο. οὕτως οἱ μὲν συλλη‐ φθέντες τῶν πρεσβυτέρων καὶ διακόνων εἰς τὴν εἱρκτὴν ἐνε‐ βάλλοντο· οἱ δὲ ἀξιωματικοὶ τοῦ λαοῦ τῆς μεγαλοπόλεως | |
5 | ἐξεβάλλοντο. διατάγματα δὲ ἀλλεπάλληλα κατὰ τόπον προε‐ τίθεντο διαφόρους ἀπειλὰς περιέχοντα ἐπὶ ἀρνήσει τῆς κοινωνίας Ἰωάννου. πλὴν ὅμως καὶ ταῦτ’ ἐγίνετο, καὶ πλείονα ἔξωθεν οἱ λεγόμενοι ἐπίσκοποι προσεφιλοτιμοῦντο· καὶ ἡ σύναξις τῶν φιλοδιδασκάλων, μᾶλλον δὲ φιλοθέων, οὐ κατηργεῖτο, ἀλλὰ | |
10 | κατὰ τὸ εἰρημένον ἐν τῇ Ἐξόδῳ, “Ὅσον ἀπέκτεννον αὐτούς, τοσούτῳ πλείους ἐγίνοντο.” τῇ ἐπαύριον γοῦν ἐξελθὼν ὁ βασι‐ λεὺς τοῦ γυμνασθῆναι ἐν τῷ παρακειμένῳ πεδίῳ εἶδεν τὴν ἄσπορον γῆν τὴν περὶ τὸ Πέμπτον λευχειμονοῦσαν, καὶ ἐκ‐ πλαγεὶς ἐπὶ τῇ θέᾳ τοῦ ἄνθους τῶν νεοφωτίστων (ἦσαν γὰρ | |
15 | ἀμφὶ τοὺς τρισχιλίους), ἤρετο παρὰ τῶν δορυφόρων· “Τίς ἡ λογὰς τῶν ἐκεῖ συνηθροισμένων;” διαψευσάμενοι λέγουσι· “Τῶν ἑτεροδόξων,” ἵνα παραγάγωσι τὸν θυμὸν τοῦ βασιλέως. γνόντες δ’ ἐξαυτῆς οἱ τοῦ πράγματος μεσῖται καὶ προστάται τοῦ φθόνου πέμπουσιν εἰς τοὐπίσω τοὺς ἀφειδεστέρους τῶν | |
20 | ἑπομένων ἐπὶ σκορπισμῷ μὲν τῶν ἀκροατῶν, συλλήψει δὲ τῶν διδασκάλων. οἱ δ’ ἐλθόντες κατέχουσι πάλιν ὀλίγους μὲν τῶν κληρικῶν, πλείους δὲ τῶν λαϊκῶν. Καὶ ὁ Θεόδωρος ἔφη· Ο ΔΙΑΚ. Ὦ μακαριώτατε πάτερ, καὶ τοσούτων ὄντων | |
25 | αὐτῶν, ὡς τρισχιλίους μόνον εἶναι τοὺς νεοφωτίστους, πῶς αὐτῶν οἱ βραχεῖς ἐκυρίευσαν στρατιῶται τὸν σύλλογον δια‐ | |
λύσαντες; | 58 | |
59 | Ο ΕΠΙΣΚ. Τοῦτο οὐκ ὀλιγότητος δεῖγμα, οὐδὲ τεκμήριον ἀζηλίας, ἀλλὰ πλεονέκτημα εὐλαβείας καὶ διδασκάλων ἐπι‐ μελείας ἀπόδειξις, ἀδιαλείπτως τὸ ἄμαχον τῆς γνώμης ἐπανορ‐ θούντων. | |
5 | Ὁ Θεόδωρος εἶπεν· Ο ΔΙΑΚ. Ἄριστα ἔφης· οὔτε γὰρ ἔπρεπεν τοὺς φρόνησιν ἐκμανθάνοντας καὶ ἐπιείκειαν παρὰ τοῦ ἱεροῦ Ἰωάννου ἀφρόνως καὶ τεταραγμένως αὐτοῦ ἀντιποιεῖσθαι. | |
9n | 〈ΚΕΦΑΛΑΙΟΝ Ιʹ〉 | |
9 | Ο ΕΠΙΣΚ. Ἡσθεὶς οὖν ἐπὶ τούτῳ, παρακαλῶ, μὴ ἀνάκοπτε | |
10 | τοὺς λόγους τοὺς ὑπὸ κακῶν πραγμάτων τεχθέντας (ἔοικε γὰρ τίκτειν ὡς ἐπὶ τὸ πλεῖστον τοὺς λόγους τὰ πράγματα). σὺν τοῖς κατασχεθεῖσιν οὖν κληρικοῖς τε καὶ λαϊκοῖς συνελήφθησαν καὶ γυναῖκες ἀνδρῶν ἐπισήμων. ἔστι δὲ ὧν καὶ τὰ μαφόρια ἥρπασαν, ἑτέρων δὲ τὰ ἐνώτια σὺν τῷ λοβῷ τοῦ ὠτὸς συν‐ | |
15 | απέσπασαν· ὡς ἰδοῦσάν τινος Ἐλευθέρου γυναῖκα εὐδαιμονε‐ στάτην σφόδρα, καταλείψασαν τὸ ἑαυτῆς μαφόριον, μεταμφια‐ σαμένην τὸ σχῆμα τὸ τῶν δουλίδων, δρομαίαν εἰσβαλεῖν εἰς τὴν πόλιν ἐπὶ σωτηρίᾳ τῆς σωφροσύνης (ἦν γάρ, ὡς εἰκός, εὐανθῆ μορφὴν καὶ εὐφυῆ πλάσιν ἠμφιεσμένη). τούτῳ οὖν τῷ | |
20 | τρόπῳ πληρωθεῖσαι αἱ φυλακαὶ τῶν διαφόρων ἀρχόντων μετε‐ ποιοῦντο εἰς ἐκκλησίας· καὶ ὕμνοι μὲν καὶ ἀναφοραὶ μυστηρίων ἐν ταῖς φυλακαῖς ἐπετελοῦντο, μάστιγες δὲ καὶ στρεβλώσεις καὶ ὅρκοι φρικτοὶ ἐν ταῖς ἐκκλησίαις ἡμιλλῶντο ἐπὶ ἀναθεμα‐ τισμῷ Ἰωάννου τοῦ μέχρι θανάτου ἐχθρεύσαντος τῇ κακίᾳ τοῦ | |
25 | διαβόλου. τῆς Πεντηκοστῆς δὲ συμπληρωθείσης, μετὰ πέντε | 59 |
60 | ἡμέρας εἰσελθόντες οἱ περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον καὶ Κυρῖνον πρὸς τὸν βασιλέα λέγουσιν αὐτῷ· “Βασιλεῦ, σὺ ἡμῖν παρὰ Θεοῦ οὐκ ἐξουσιαζόμενος, ἀλλ’ ἐξου‐ σιάζων τῶν πάντων, ἔξεστί σοι ὃ θέλεις ποιῆσαι. μὴ γίνου | |
5 | πρεσβυτέρων πραότερος καὶ ἐπισκόπων ὁσιώτερος· εἴπομέν σοι ἐπὶ πάντων· ‘Ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαί‐ ρεσις.‘ μὴ τοίνυν φείσῃ ἑνὸς ἀνθρώπου, ἀφειδήσας πάντων ἡμῶν·” Ἰουδαϊκοῖς ῥήμασι, τάχα δὲ καὶ πράγμασι, παραπεί‐ σαντες τὸν βασιλέα. οὕτως ἀποστείλας ὁ βασιλεὺς Πατρίκιον | |
10 | τὸν νοτάριον δηλοῖ τῷ Ἰωάννῃ τάδε· “Οἱ περὶ Ἀκάκιον καὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Κυρῖνον τὸ κατὰ σὲ κρῖμα ἐπὶ τὴν ἑαυτῶν ἔθηκαν κεφαλήν. τὸ κατὰ σαὐτὸν οὖν ἀναθεὶς τῷ Θεῷ, ἔξελθε τῆς ἐκκλησίας.” οὕτως κατελθὼν ὁ ἐπίσκοπος Ἰωάννης, μετὰ τὴν τρανὴν φάσιν καὶ ἀνεπισκίαστον, τοῦ ἐπι‐ | |
15 | σκοπείου σὺν τοῖς ἐπισκόποις, λέγει πᾶσι· “Δεῦτε, προσευξά‐ μενοι συνταξώμεθα τῷ ἀγγέλῳ τῆς ἐκκλησίας”· γεγηθὼς μὲν ἐπὶ τῷ πράγματι, λυπούμενος δὲ ἐπὶ τῇ τοῦ λαοῦ κακουχίᾳ. ἐξαυτῆς δέ τις σημαίνει τῶν φιλοθέων δυναστῶν τῷ Ἰωάννῃ· “Ἐπειδὴ Λούκιος, ἰταμὸς ἀνὴρ καὶ ἀναιδὴς προσώπῳ, ἕτοιμός | |
20 | ἐστιν ἐν τῷ δημοσίῳ λουτρῷ σὺν τοῖς ὑπ’ αὐτὸν στρατιώταις, ὅπως, εἰ ἀντείποις ἢ ἀναβάλλῃ, καὶ ἄκοντά σε σῦραι καὶ ἐξῶσαι· περικλονοῦνται δὲ οἱ δῆμοι τῆς πόλεως· σπούδασον ἐξελθεῖν λεληθότως, ἵνα μή σου ἀντιποιούμενος ὁ λαὸς πόλεμον συνάψῃ μετὰ τῶν στρατιωτῶν.” τότε ὁ Ἰωάννης καταφιλήσας τινὰς | |
25 | τῶν ἐπισκόπων μετὰ δακρύων (τοὺς γὰρ λοιποὺς οὐδὲ κατα‐ φιλεῖν συνεχώρει τὸ πάθος) συνετάξατο, εἰπὼν τοῖς λοιποῖς | |
ἔνδον ἐν τῷ ἱερατείῳ· “Μείνατε τέως ὧδε, ἵνα ἀπελθὼν μικρὸν | 60 | |
61 | ἀνεθῶ.” εἰσελθὼν δὲ ἐν τῷ βαπτιστηρίῳ καλεῖ τὴν Ὀλυμπιάδα, ἀναπάλλακτον οὖσαν τῆς ἐκκλησίας, σὺν Πενταδίᾳ καὶ Πρόκλῃ, ταῖς διακόνοις, καὶ Σιλβίνῃ, τῇ τοῦ μακαρίου Νεβριδίου γυναικί, εὐσχήμως κοσμούσῃ τὴν ἑαυτῆς χηρείαν, καὶ λέγει αὐταῖς· | |
5 | “Δεῦτε ὧδε, θυγατέρες, ἀκούσατέ μου. ‘τὰ κατ’ ἐμὲ τέλος ἔχει,‘ ὡς ὁρῶ. ‘τὸν δρόμον μου τετέλεκα,‘ καὶ ἴσως ‘οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου.‘ τοῦτο δέ ἐστιν ὃ παρακαλῶ· μή τις ὑμῶν ἀνακοπῇ τῆς συνήθους εὐνοίας τῆς περὶ τὴν ἐκκλησίαν. καὶ ὃς ἂν ἄκων ἀχθῇ ἐπὶ τὴν χειροτονίαν, μὴ ἀμβιτεύσας τὸ πρᾶγμα, | |
10 | κατὰ συναίνεσιν τῶν πάντων, κλίνατε τὴν κεφαλὴν ὑμῶν ὡς Ἰωάννῃ (οὐ δύναται γὰρ ἡ ἐκκλησία ἄνευ ἐπισκόπου εἶναι). καὶ οὕτως ἐλεηθῆτε. μέμνησθέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν.” συγχυθεῖσαι δὲ δάκρυσιν ἐκυλινδοῦντο περὶ τοὺς πόδας αὐτοῦ. τότε νεύσας τινὶ τῶν σεμνῶν πρεσβυτέρων λέγει· “Λάβε ταύτας | |
15 | ἐντεῦθεν, ἵνα μὴ τοὺς ὄχλους ταράξωσιν.” οὕτως οὖν μικρὸν ἐμποδισθεῖσαι ἔδοξαν αὐτῷ συγχωρεῖν. καὶ οὕτως ἐξῆλθεν ἐπὶ τὸ μέρος τὸ ἀνατολικόν (οὐδὲν γὰρ παρ’ αὐτῷ δυτικόν), τῷ δὲ δυτικῷ μέρει, ἔνθα ὁ τῆς ἐκκλησίας πυλών, τὸ ὀνοζύγιον, ἐν ᾧ εἰώθει καθέζεσθαι, πρὸ τῆς πύλης κελεύσας στῆναι εἰς περι‐ | |
20 | σπασμὸν τῶν λαῶν ἐκεῖθεν αὐτὸν προσδοκώντων, συνεξελθόντος αὐτῷ καὶ τοῦ ἀγγέλου, μὴ φέροντος τὴν ἐρημίαν τῆς ἐκκλησίας, ἣν ἀρχαὶ πονηραὶ καὶ ἐξουσίαι εἰργάσαντο, καθάπερ θεατρο‐ νόμιον ἀποδείξασαι. “ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς ἦν, συριττόντων τῶν ἀσεβῶν, καταμωκωμένων, ἄμετρα διασυρόν‐ | |
25 | των Ἰουδαίων τε καὶ Ἑλλήνων· ὡς δ’ ἐν εἱρκτῇ πληγαὶ καὶ | 61 |
62 | κατὰ σπλάγχνων φερόμεναι βάσανοι ὑπὸ τῶν στρατιωτῶν· κατατάσεις δὲ τῆς ὅλης δυνάμεως τῆς ψυχῆς διά τε τὴν τοῦ διδασκάλου ἀφαίρεσιν καὶ διὰ τὴν εἰς τὸ θεῖον βλασφημίαν”· ἔνθα γὰρ “ἁμαρτημάτων ἄφεσις,” ἐκεῖ “αἱμάτων ἔκχυσις” | |
5 | ἐγίνετο. μετὰ δὲ τὸν ἄφατον καὶ δυσερμήνευτον ἐκεῖνον σκότον, φλὸξ ἀπὸ μέσου τοῦ θρόνου, ἐν ᾧ εἰώθει ὁ Ἰωάννης καθέζεσθαι, καθάπερ ἐν μέσῳ σώματι κειμένη καρδία τοῖς λοιποῖς ἐξη‐ γεῖσθαι μέλεσι τὰ τοῦ Κυρίου λόγια, φανεῖσα ἐπεζήτει τὸν ὑπο‐ φήτην τοῦ λόγου· ὃν οὐχ εὑροῦσα κατεβόσκετο τὴν σκευωρίαν. | |
10 | δενδρωθεῖσα δὲ εἰς ὕφος εἷρψεν διὰ τῶν ἁλύσεων ἐπὶ τὴν στέ‐ γην· ἔχεως δὲ δίκην τὴν γαστέρα φαγοῦσα, ἐπὶ νῶτον ἐφέρετο τῶν δωμάτων τῆς ἐκκλησίας, “μισθὸν τῆς ἀδικίας” ὥσπερ τὴν ἐπὶ ταύτῃ ὡρισμένην δίκην ἀποδιδόντος Θεοῦ εἰς σωφρονισμὸν καὶ νουθεσίαν τῶν οὐκ εἰδότων γε νουθετεῖσθαι 〈ἢ〉 διὰ τῆς | |
15 | ὄψεως τῶν τοιούτων θεηλάτων κακῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ μνημεῖον ὑπολείψας τῆς ἀγρίας συνόδου. καὶ οὐ θαυμαστὸν περὶ τῆς ἐκκλησίας, ὅπου γε καὶ τὴν καλουμένην παρὰ τοῖς ἔξω σύγκλητον, ἀπὸ πολλῶν βημάτων κειμένην ἀντικρὺ τῆς ἐκκλησίας ἐκ μεσημβρίας, φρονίμως τὸ πῦρ, καθάπερ γέφυραν | |
20 | τὸν ἀγοραῖον δῆμον τὸν διὰ μέσου διαπερᾶσαν, ἐλυμήνατο, οὐ πρότερον τὸ μέρος τὸ πλησιάζον τῇ ἐκκλησίᾳ, ἵνα μὴ τὸ πάθος τῇ ἐγγύτητι ἐπιγράψωμεν, ἀλλὰ τὸ μέρος τὸ ἐπὶ τὴν αὐλὴν τῶν βασιλέων, ἵνα τὸ θαῦμα τοῦ πράγματος θεήλατον παρα‐ στήσῃ τὸ σόφισμα (ἦν γὰρ ἰδεῖν μεταξὺ δύο ὀρέων πυρίνων | |
25 | τοὺς δήμους ἀβλαβῶς ἐπὶ τὰς οἰκείας χρείας διαπερῶντας). | |
οὕτω δὲ περιπετόμενον τὸ πῦρ καὶ κυμαῖνον, καθάπερ θάλασσα | 62 | |
63 | βιαίῳ νότῳ ῥιπιζομένη, ὥσπερ ὑπὸ συνθήματι βαδίζον, ἀφειδῶς ἁπτόμενον τῶν κύκλῳ δωμάτων, μόνου ἐφρόντιζε τοῦ οἰκίσκου, ἐν ᾧ τῶν ἱερῶν σκευῶν ἀπέκειτο τὸ πλῆθος, οὐ τὸν χρυσὸν αἰδούμενον ἢ τὴν λοιπὴν τοῦ ἀργύρου ὕλην, ἀλλ’ ἵνα μὴ τοῖς | |
5 | συκοφάνταις χώραν τοῦ ψεύδους παράσχῃ κατὰ τοῦ δικαίου, ὡς αὐτοῦ σφετερισαμένου τι τῶν καλλίστων. οὕτω δὲ διακινοῦν τὸ πῦρ ἀνεχαίτιζεν εἰς τοὐπίσω, τὸν φθόνον ἐξιχνιάζον τῶν ταῦτα πραξάντων, εἰς ἔλεγχον τῆς Θεοφίλου μανίας, ὅπου κατασκευάζει διὰ τὰ κειμήλια αὐτὸν ἐκβεβληκέναι. καὶ ἀπο‐ | |
10 | βολὴ μὲν ψυχῆς ἐν τοσούτοις ὄχλοις ὑπὸ πυρὸς οὐδεμία γεγέ‐ νηται, οὐ λογικοῦ, οὐκ ἀλόγου· ὁ δὲ ῥύπος τῶν ἐναγῶς ἐκεῖσε ἀναστρεφομένων τῇ τοῦ πυρὸς ἀπεπλύνετο δυνάμει, ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης ἐν τρισὶν ὥραις ἡμεριναῖς πολυχρονίου ἔργου ἀφανισθέντος. | |
15n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ〉 | |
15 | Ο ΔΙΑΚ. Εἶτα, πάτερ, τούτων οὕτως ἀνυομένων, ποῦ διέ‐ τριβεν ὁ μακάριος Ἰωάννης ἢ οἱ λοιποὶ τῶν ἐπισκόπων; Ο ΕΠΙΣΚ. Οἱ μὲν λοιποὶ τῶν ἐπισκόπων, οἱ μὲν συνε‐ κλείοντο, οἱ δὲ καὶ ἐσύροντο, ἄλλοι δὲ καὶ ἐκρύβησαν· Ἰωάννης δὲ σὺν Κυριακῷ καὶ Εὐλυσίῳ παρὰ στρατιωτῶν τοῦ ἐπάρχου | |
20 | δέσμιοι εἰς Βιθυνίαν κατείχοντο κόλασιν ἀπειλούμενοι ἐπὶ τῇ ἐμπρήσει τῆς ἐκκλησίας. ὕστερον δὲ ὁ μὲν Κυριακὸς καὶ Εὐλύσιος δέσμιοι ἀχθέντες ἅμα λοιποῖς κληρικοῖς, ἀθῷοι ἀπο‐ φανθέντες ἀπελύθησαν· ὁ δὲ ἅγιος Ἰωάννης πρὸς ταῖς λοιπαῖς παῤῥησίαις καὶ ταύτην τελευτείαν αὐτοῖς ἀπέστειλεν, εἰπών· | |
25 | “Εἰ καὶ ἐν τοῖς ἄλλοις οὐ δεδώκατέ μοι χώραν ἀπολογίας, κἂν γοῦν εἰς τὰ κατὰ τὴν ἐκκλησίαν ἀκουσθῶ, εἴ γε αἴτιος, ὥς φατε, γέγονα τῆς καύσεως.” οὕτως μηδ’ ἐν τούτῳ ἀκουσθεὶς πέμπεται διὰ στρατιωτῶν εἰς ἐρημοτάτην πολίχνην τῆς Ἀρμενίας, νύκτωρ | |
καὶ μεθ’ ἡμέραν πολιορκουμένην ὑπὸ τῶν Ἰσαύρων, ἐπὶ τὸ | 63 | |
64 | σφαγῆναι· Κουκουσὸς δέ ἐστιν αὕτη. Ἀρσάκιος δὲ ὁ ἀδελφὸς τοῦ μακαρίου Νεκταρίου ἀντεισήγετο τῷ τόπῳ τοῦ Ἰωάννου, ἀνδρὸς ἱεροφάντου, ἄνθρωπος ἰχθύος ἀφωνότερος καὶ βατράχου ἀπραγότερος (ἔστι γὰρ ὅτε καὶ πρᾶξις λαλεῖ, μάλιστα ὅταν δι’ | |
5 | αὐτὸ γένηται τὸ καλόν). διακρατήσας δὲ τὸ ζῆν ἑαυτοῦ δέκα τέσσαρας μῆνας ἀποθνήσκει, εἰς τὰ Εὐαγγέλια παρορκήσας· ὅπου ὤμοσε τῷ ἀδελφῷ Νεκταρίῳ μηδέποτε καταδέξασθαι ἐπισκοπῆς χειροτονίαν, ἡνίκα ὠνείδισεν αὐτῷ μὴ βουληθέντι γενέσθαι ἐν Ταρσῷ, ὡς τὸν αὐτοῦ καιροσκοποῦντι θάνατον. | |
10 | γεγένηται δ’ αὐτῷ τῆς ἐπιορκίας αἰτία τὸ μὲν πρὶν ἡ κενοδοξία, δι’ ἣν ἐμνηστεύετο—ὡς ἂν εἴποι τις—τὴν γυναῖκα, μετέπειτα δὲ ἡ αἰσχύνη· προφητικῶς τῶν ἐλέγχων αὐτῷ παρὰ τοῦ ἀδελφοῦ ἐπαχθέντων. τούτῳ τῷ Ἀρσακίῳ Ἀττικὸς ἀντεισάγεται ἐκ τῶν πρεσβυτέρων, πάσης μηχανῆς τεχνίτης κατὰ τοῦ Ἰωάννου. | |
15 | ὃς θεασάμενος μηδένα τῶν ἀνατολικῶν αὐτῷ ἐπισκόπων κοινω‐ νοῦντα, μήτε μὴν τοῦ τῆς πόλεως λαοῦ, διὰ τὰ οὕτως ἀνόμως παρακολουθήσαντα καὶ ἀθέσμως, παρασκευάζει, ἄπειρος ὢν τῶν θείων Γραφῶν, ταῖς ἀντιγραφαῖς καταναγκάζεσθαι τοὺς μὴ κοινωνοῦντας. εἶχεν δὲ ἡ μὲν κατὰ τῶν ἐπισκόπων ἀντιγραφὴ | |
20 | τὴν ἀπειλὴν ταύτην· “Εἴ τις οὐ κοινωνεῖ τῶν ἐπισκόπων Θεο‐ | |
φίλῳ καὶ Πορφυρίῳ καὶ Ἀττικῷ, τῆς μὲν ἐκκλησίας ἐκβαλέσθω, | 64 | |
65 | τῆς δὲ ἰδίας τῶν πραγμάτων οὐσίας ῥιπτέσθω.” ἐντεῦθεν οἱ μὲν καταβαρυνόμενοι τῷ τῶν πραγμάτων φορτίῳ καὶ ἄκοντες κοινωνοῦσιν, οἱ δὲ πενέστεροι καὶ εἰς πίστιν ὑγιῆ ἀσθενέστεροι ὑποσχέσεσι δώρων τινῶν συνεσύροντο εἰς κοινωνίαν, οἱ δὲ γένους | |
5 | καὶ πραγμάτων καὶ πατρίδος καὶ δόξης φθαρτῆς καὶ θλίψεως σωματικῆς ὑπεριδόντες φυγῇ τὴν τῆς ψυχῆς εὐγένειαν διεφύ‐ λαττον, τὸ εὐαγγελικὸν διὰ μνήμης ἔχοντες λόγιον, “Ἐὰν διώ‐ κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην,” καὶ τὸ τῆς παροιμίας ἑαυτοῖς ἐπιλέγοντες, “Οὐκ ὠφελήσουσιν ὑπάρ‐ | |
10 | χοντα ἐν ἡμέρᾳ θυμοῦ.” ἔφθανον δὲ οἱ μὲν ἐν τῇ Ῥώμῃ, οἱ δὲ ἐν τοῖς ὄρεσιν, ἕτεροι δὲ ἐν τοῖς τῶν ἀσκητῶν φροντιστηρίοις διεσώζοντο ἐκ τῆς Ἰουδαϊκῆς πονηρίας. ἡ δὲ κατὰ τῶν λαϊκῶν ἀντιγραφὴ περιεῖχεν· “Τοὺς μὲν ἐν ἀξιώμασιν ἐκπίπτειν τῆς κατὰ τὰς ἀρχὰς ἀξίας, τοὺς δὲ στρατιώτας τὰς ζώνας ἀπόλλειν, | |
15 | τοὺς δὲ λοιποὺς δήμους καὶ χειροτέχνας, χρυσίῳ πολυολκεῖ προστιμηθέντας, ὑποβάλλεσθαι ἐξορίᾳ.” πλὴν ὅμως καὶ ταῦτα ἐπράττετο, καὶ αἱ προσευχαὶ τῶν σπουδαίων ἐν τῷ ὑπαίθρῳ ἐπετελοῦντο μετὰ πολλῆς τῆς κακοπαθείας, φιλίᾳ τῇ πρὸς τὸν Σωτῆρα τὸν εἰρηκότα· “Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια,” καὶ | |
20 | πάλιν, “Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.” καὶ ὁ μὲν μακάριος Ἰωάννης οἰκήσας τὴν Κουκουσὸν ἔτος ἕν, πλείστους διαθρέψας πένητας τῆς Ἀρμενίας οὐ τοσοῦτον σίτῳ, ὅσον λόγῳ (ἔφθασε γὰρ κατ’ ἐκεῖνο καιροῦ μέγας λιμὸς τὴν χώραν ἐκείνην). βασκή‐ ναντες δὲ αὐτῷ καὶ ἐπὶ τούτῳ οἱ ἀδελφοκτόνοι μεταφέρουσιν | |
25 | εἰς Ἀραβισσόν, διαφόροις ὑποβάλλοντες κακουχίαις, ἵνα τὸ ζῆν ἀπολίπῃ. κἀκεῖ πάλιν οὐ μικρῶς διαλάμψας ταῖς ἀρεταῖς | |
(“οὐ δύναται γὰρ πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη,” οὐδὲ | 65 | |
66 | λύχνος φαιδρῶς καιόμενος ξυλίνῳ σκεπασθῆναι μοδίῳ), ἐξή‐ γειρεν γὰρ καθάπερ ἐξ ὕπνου τῆς ἀγνοίας πρὸς τὴν τοῦ λόγου ἀκτῖνα ἐκ πάσης περιχώρου τοὺς ἄγαν κεκαρωμένους τῇ ἀπιστίᾳ. σφοδρότερον δὲ τῇ φλογὶ τῆς βασκανίας κατακαιόμενοι οἱ περὶ | |
5 | Σευηριανὸν καὶ Πορφύριον καὶ ἕτεροί τινες τῆς Συρίας ἐπί‐ σκοποι παρασκευάζουσιν αὐτὸν κἀκεῖθεν μετενεχθῆναι· βαρὺς γὰρ αὐτοῖς ἦν οὐ μόνον ἐν ταῖς νομιζομέναις εὐημερίαις, ἀλλὰ πολλῷ πλέον ἐν ταῖς δυσημερίαις, ἀφυῶς διακειμένοις περὶ τὴν φύσιν τῶν πειρασμῶν, οὐ μεμνημένοις τοῦ πρὸς τὸν ἀπόστολον | |
10 | θείου χρησμοῦ ἐν ταῖς θλίψεσι γενομένου, τό· “Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.” θεασά‐ μενοι γὰρ μεταναστᾶσαν τὴν Ἀντιοχέων ἐπὶ τὴν Ἀρμενίων κἀκεῖθεν πάλιν ἐπὶ τὴν Ἀντιοχέων τὴν Ἰωάννου εὐχάριστον φιλοσοφίαν ᾀδομένην, ηὔχοντο καὶ τὸ ζῆν ἀποῤῥῆξαι, καθάπερ | |
15 | ὑπὸ μαστίγων τῶν διηγημάτων βασανιζόμενοι (τοιοῦτον γὰρ ὁ μισόκαλος φθόνος), ὡς τοὺς ὁρῶντας τῶν ἑπομένων αὐτοῖς κληρικῶν θαυμάζοντας λέγειν· “Ἴδετε νεκρὸν φοβερὸν τοὺς ζῶντας καὶ κρατοῦντας διαπτοοῦντα, καθάπερ τοὺς παῖδας τὰ μορμολυκεῖα; βαβαί! οἱ τὰς κοσμικὰς δυναστείας καὶ τὸν ἐκ‐ | |
20 | κλησιαστικὸν ἐνημμένοι πλοῦτον μετ’ ἐξουσίας, μετὰ καὶ τῆς τῶν πραγμάτων ἀρχῆς, τὸν ἱερέα, τὸν μόνον, τὸν ἄπολιν, τὸν ἀσθενῆ τῇ σαρκί, τὸν ἐξόριστον δεδιότες, ὠχριῶσι σφαδά‐ ζοντες.” μηκέτι οὖν καρτερήσαντες τῇ σκηνῇ κρύπτειν τὸν ὄφιν, ἀποστείλαντες εἰς τὸ στρατόπεδον ἐκπορίζουσι πάλιν | |
25 | ἀντιγραφὴν σφοδροτέραν μετὰ προστίμου· ἐντὸς στενῆς προ‐ θεσμίας μετενεχθῆναι αὐτὸν εἰς Πιτυοῦντα, τόπον πανέρημον τῶν Τζάνων, ἐπικείμενον τῇ ὄχθῃ τῆς Ποντικῆς θαλάσσης. οἱ δὲ διάγοντες αὐτὸν στρατιῶται τοῦ ἐπάρχου τῶν πραιτωρίων ἐπὶ τοσοῦτον κατήπειγον διὰ τῆς ὁδοῦ, λέγοντες τοιαύτας ἔχειν | |
30 | τὰς ἐντολάς, ὡς, εἰ ἀποθάνοι κατὰ τὴν ὁδόν, μειζόνων ἀξιωθή‐ | |
σονται τῶν βαθμῶν. καὶ ὁ μὲν εἷς ἐξ αὐτῶν, ἔλαττον φροντίσας | 66 | |
67 | τῆς παρούσης στρατείας, φιλανθρωπίαν τινὰ ποσῶς διακλέπτων ἐνεδείκνυτο· ὁ δ’ ἕτερος ἐπὶ τοσοῦτον ἦν ἀπηνὴς καὶ δύσκολος, ὡς τὰς εἰς αὐτὸν γινομένας κολακείας παρὰ τῶν προστυγχα‐ νόντων ἐπὶ φειδοῖ τοῦ ἁγίου ὕβρεις νομίζειν, τούτου μόνον | |
5 | φροντίζων τὸν Ἰωάννην δυσθανατῆσαι. ὑετοῦ μὲν γὰρ λάβρου ὄντος, ἀφροντίστως ἐξῄει, ὡς διὰ νώτου καὶ στέρνων φέρεσθαι τὰς τῶν ὑδάτων λιβάδας. σφοδρὸν δὲ πάλιν καῦμα ἡλίου ἀντὶ τρυφῆς ἡγεῖτο, εἰδὼς ἐν τούτῳ δυσφορεῖν τὸ Ἐλισσαϊκὸν κρανίον τοῦ μακαρίου. εἰς πόλιν δὲ ἢ κώμην, ἔνθα λουτροῦ | |
10 | παραμυθία ἦν, οὐδὲ στιγμὴν ὁ δύστηνος συνεχώρει ποιεῖν. καὶ ἐν τούτοις πᾶσιν ἐπὶ τρίμηνον τὴν ἀργαλεωτάτην ἐκείνην βαδίζων ὁδόν, ἔμενεν ὁ ἅγιος ὡς ἀστὴρ διαστίλβων, ἔχων τὸ σωμάτιον καθάπερ μῆλον ἐπ’ ἄκρων κλάδων ἡλιοφοινισσό‐ μενον. πλησιάσαντες δὲ τῇ Κομάνῃ, καθάπερ γέφυραν, αὐτὴν | |
15 | παρῆλθον, ἔξω τοῦ τείχους ἐν τῷ μαρτυρίῳ μείναντες ἀπὸ πέντε ἢ ἓξ σημείων. κατ’ αὐτὴν δὲ τὴν νύκτα παρέστη αὐτῷ ὁ τοῦ τόπου ἐκείνου μάρτυς, Βασιλίσκος ὄνομα αὐτῷ, ὃς μαρτυρεῖ, ἐπίσκοπος ὢν Κομανῶν, ἐν Νικομηδείᾳ ἐπὶ Μαξιμιανοῦ, ἅμα Λουκιανῷ τῷ ἐν Βιθυνίᾳ πρεσβυτέρῳ ὄντι Ἀντιοχείας, φήσας· | |
20 | “Θάρσει, ἀδελφὲ Ἰωάννη· αὔριον γὰρ ἅμα ἐσόμεθα.” φασὶ δέ, | |
προειρήκει καὶ τῷ παραμένοντι πρεσβυτέρῳ· “Ἑτοίμασον | 67 | |
68 | τόπον τῷ ἀδελφῷ Ἰωάννῃ· ἔρχεται γάρ.” ἔχων δὲ πιστῶς τὸν χρησμὸν ὁ Ἰωάννης ἐπὶ τὴν αὔριον παρεκάλει αὐτοὺς ἕως πέμπτης ὥρας ἐκεῖ παραμεῖναι. οἱ δὲ μὴ πεισθέντες ἐξήλαυνον· ἐλθόντες δὲ ὡς σταδίους τριάκοντα πάλιν ὑποστρέφουσιν εἰς | |
5 | τὸν τόπον τοῦ μαρτυρίου, ἀφ’ οὗ ἀπῆραν, ἔχοντος αὐτοῦ ὀξέως. οὕτως οὖν ἐλθὼν ἐπιζητεῖ τὰ ἄξια τοῦ βίου λαμπρὰ ἱμάτια, καὶ ἀποδυσάμενος τὰ πρότερα ἐνεδύσατο νήφων, ἀλλάξας ἕως ὑποδημάτων· τὰ λοιπὰ δὲ διένειμεν τοῖς παροῦσιν. καὶ κοινωνήσας τῶν Δεσποτικῶν συμβόλων ποιεῖ τὴν τελευταίαν | |
10 | ἐπὶ τῶν παρόντων προσευχήν, εἰπὼν τὸ ἐξ ἔθους ῥῆμα· “Δόξα τῷ Θεῷ πάντων ἕνεκεν,” ἐπισφραγισάμενός τε τὸ ὕστερον ἀμήν, “ἐξῆρεν τοὺς πόδας,” τοὺς ὡραίως δραμόντας ἐπὶ σωτηρίᾳ τῶν τὴν μετάνοιαν ἑλαμένων καὶ ἐλέγχῳ τῶν τὴν ἁμαρτίαν πλουσίως γεωργησάντων (εἰ δὲ οὐδὲν ὤνησαν οἱ ἔλεγχοι τοὺς φαύλους, | |
15 | τοῦτο οὐκ ἀτονία τοῦ παῤῥησιασαμένου, ἀλλ’ ἰταμότης τῶν μὴ ἀνασχομένων), “προστεθεὶς πρὸς τοὺς πατέρας αὐτοῦ,” τὴν κόνιν ἀπομαξάμενος, καὶ πρὸς Χριστὸν διαπεράσας, ὡς γέγραπται· “Ἥξεις δὲ εἰς τὸν τάφον σου ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος· παρανόμων δὲ ψυχαὶ ἄωροι ἀποθανοῦνται.” το‐ | |
20 | σοῦτος δὲ ἑσμὸς παρθένων καὶ ἀσκητῶν καὶ τῶν ἐπὶ σεμνότητι μαρτυρουμένων παρῆν ἀπό τε Συρίας καὶ Κιλικίας καὶ Πόντου | |
καὶ Ἀρμενίας, ὡς τοὺς πολλοὺς νομίσαι ἀπὸ συνθήματος αὐτοὺς | 68 | |
69 | παραγενέσθαι. ἐνταφιασθεὶς δὲ καὶ ἑορτασθείς, καθάπερ ἀθλη‐ τὴς νικηφόρος τὸ σωμάτιον, θάπτεται μετὰ τοῦ Βασιλίσκου ἐν τῷ αὐτῷ μαρτυρίῳ. | |
4n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ〉 | |
4 | Πρὸς τούτοις ὁ Θεόδωρος ἐπιθαυμάσας ἤρετο, λέγων τὸ γρα‐ | |
5 | φικόν· Ο ΔΙΑΚ. Ἐπειδὴ γέγραπται, “Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον,” ἀόκνως φράσον ἡμῖν τίς ἡ αἰτία τοῦ μόνον αὐτὸν ἐσθίειν, καὶ εἰ ἀληθῶς μόνος, ὡς λέγουσιν, ἤσθιεν. | |
10 | Ο ΕΠΙΣΚ. Ὡμολόγηται μέν, ὅτι μόνος ἤσθιεν· οὐκ ἐβου‐ λόμην δέ σε, Θεόδωρε ἐμμελέστατε, τὰ τῶν γαστριμάργων νηπίων διερωτᾶν. ἀνὴρ γὰρ ὑπάρχων, τὰς ἀνδρῶν ἀρετὰς ἐπι‐ ζητεῖν ὀφείλεις, πῶς εἶχεν περὶ ἀφοβίας, περὶ χρημάτων, περὶ σωφροσύνης, πραΰτητός τε καὶ δικαιοσύνης, ἐλεημοσύνης, φρο‐ | |
15 | νήσεώς τε καὶ ἀνδρείας καὶ λήθης ἢ μνήμης. “βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν οὔτε ἐὰν μὴ φάγωμεν,” ἀλλὰ γνῶσις μετὰ πράξεως ἐνεργουμένη. αὐτὸς δὲ ἤσθιεν μόνος, ὡς ἐκ μέρους γινώσκω, διὰ ταύτας τὰς αἰτίας· πρῶτον μέν, οἶνον οὐκ ἔπινεν διὰ τὴν τῆς κεφαλῆς θέρμην, εἰ μή που ἐν | |
20 | τοῖς καύμασι τὸ διὰ ῥόδων ἐχρῆτο· δεύτερον 〈δέ〉, ὅτι τάξιν ὁ στόμαχος αὐτοῦ οὐκ εἶχεν ἀπό τινος ἀσθενείας, ὡς πολλάκις τὰ εὐτρεπισθέντα ἀηδῆ φανῆναι καὶ ἐπιζητεῖν τὰ μὴ παρόντα. εἶτα ἦν ὅτε καὶ λήθην ἐλάμβανε τῶν βρωμάτων, παρατείνων ἕως ἑσπέρας, τοῦτο μὲν ταῖς ἐκκλησιαστικαῖς διασπώμενος | |
25 | φροντίσι, τοῦτο δὲ ταῖς πνευματικαῖς περισπώμενος θεωρίαις· ἠγωνίζετο γὰρ μηδὲν ἀπορεῖν τῶν θείων Γραφῶν, —φιλεῖ δέ πως τὰ τοιαῦτα ἢ τὴν ἀσιτίαν ἢ τὴν κουφοσιτίαν. ἔθος δὲ τοῖς δαιτυ‐ | |
μόσιν, ἐὰν μὴ αὐτοῖς τις συμβρώσῃ ἢ συμβροχθίσῃ ἢ συγκαχάσῃ | 69 | |
70 | γέλωτι ἀσήμῳ, ἐπ’ ἄκρων δακτύλων χλιαρὰν φέρων τὴν κύλικα, εἰς κακηγορίαν ἄγειν τὴν τῆς τραπέζης φιλοφροσύνην. τὸ δ’ ὅλον (ὡς οἶμαι) καὶ ἀληθέστερον· φειδωλὸς ἦν εἰσάγαν πρὸς τοὺς τῆς τρυφῆς, ἱεροσυλίαν νομίζων τὴν εἰς τοὺς τοιούτους | |
5 | δαπάνην· ὁμοῦ καὶ τῶν οἰκονόμων τὰς τῆς κλοπῆς ἀφορμὰς περικόπτων, ἵνα μὴ δεκαπλασιάσωσι τὰς τιμὰς τῶν ὀψωνίων ἐν τοῖς βρεβίοις, τὰς τῶν πενήτων σφετερισάμενοι χρείας. πρὸς τούτοις τὸ πλῆθος τῆς πόλεως ἐννοῶν ἐσκόπει, ὅτι ἢ πᾶν ἀξίωμα ὀφείλει ταύτης τῆς τιμῆς ἀξιῶσαι ὡς Χριστοῦ οἰκονόμος, ἢ | |
10 | μηδενὶ παρασχεῖν τὸ πρᾶγμα. ἀποβλέψας δὲ εἴς τε τοὺς τῆς τραπέζης θορύβους καὶ εἰς τὸ πλῆθος τῶν ἀναλωμάτων τῶν πτωχικῶν, ἐφρικίασεν πρὸς τὸ πρᾶγμα, μακρὰν χαίρειν εἰπὼν ταῖς τοιαύταις κακολογίαις, τὸ τῶν Πράξεων ἑαυτῷ κατεπᾴδων, “Ἄνδρες ἀδελφοί, οὐκ ἐξὸν ἡμῖν τραπέζαις διακονεῖν, ἀλλὰ | |
15 | καταστήσωμεν ἄνδρας εὐλαβεῖς ἐπὶ τῆς χρείας· ἡμεῖς δὲ σχολάσωμεν τῷ λόγῳ καὶ τῇ προσευχῇ.” ὥσπερ γὰρ ἀγωνιστὴς ἵππος σταδιοδρομεῖν οὐκέτι δυνάμενος μύλωνι ἐγκατατάσσεται, ἀτέλεστον κύκλον γυρεύων· οὕτως ἀποκνήσας διδάσκαλος πρὸς τοὺς τῆς ἀρετῆς λόγους, τὴν ἐκ τῆς τραπέζης προβάλλεται | |
20 | θήραν· καὶ εἴθε κἂν τοῖς πεινῶσι καὶ δεομένοις, ὅθεν ἔνεστι καὶ κερδᾶναι τὸν μακαρισμὸν τοῦ Δεσπότου, τό, “Ἐπείνων, καὶ ἐχορτάσατέ με”· ἀλλ’ ἢ μόνοις πλουσίοις τοῦ εὖ ἀκοῦσαι χάριν, ἢ δόξης μαραινομένης, ἢ τοῦ ὁμοίως ἀντικληθῆναι, ἢ εἰ τούτων οὐδέν, ἵνα μὴ κακὸς ἀκούσῃ, οὐ μεμνημένος τοῦ ταλανισμοῦ τοῦ | |
25 | Κυρίου λέγοντος· “Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμῖν εἴπωσιν πάντες οἱ ἄνθρωποι” —οὐκ εἶπεν, “οἱ πτωχοί,” ἀλλ’, “οἱ ἄνθρωποι”· — “κατὰ ταὐτὸν γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.” μὴ ζητῶμεν οὖν ὡς οἱ κενόδοξοι, ὦ Θεόδωρε, ψευδο‐ | |
προφήτου δόξαν. “ἦλθεν γὰρ Ἰωάννης, μήτε ἐσθίων μήτε | 70 | |
71 | πίνων, ἐν ὁδῷ δικαιοσύνης· καὶ λέγουσι, ‘Δαιμόνιον ἔχει.‘ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἐσθίων καὶ πίνων· καὶ λέγουσιν, ‘Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.‘” | |
5 | Ο ΔΙΑΚ. Οὐ πάντως, ὦ ἄριστε πάτερ, ψέξας ἢ καταδραμὼν τῆς τοιαύτης ἀσκήσεως, τὴν πεῦσιν προσήγαγον τῇ σῇ ἀκρι‐ βολογίᾳ· ᾔδειν γὰρ καὶ ἐξ αὐτῆς τῆς φήμης καὶ ἐκ τῶν εἰς ἡμᾶς φθασάντων αὐτοῦ συγγραμμάτων, ἢ ὁμιλιῶν ἢ ἐπιστολῶν, τὴν τοῦ ἀνδρὸς διάνοιαν· ἀλλ’ ἵνα τὸν σκοπὸν μαθὼν ζηλώσω | |
10 | τὸ πρᾶγμα. τίς γὰρ οὕτως εἰς ἅπαν ἠλίθιος, ἵνα ἀγνοήσῃ ὅτι μείζων ἡ ζημία τοῦ ἐκ τραπέζης κέρδους, εἰ μή που χρεία γένηται ἐν ἀνάγκῃ ξενίσαι ἁγίους; Ο ΕΠΙΣΚ. Ταῦτα εἶπον κἀγώ, φιλαληθέστατε Θεόδωρε, οὐκ ἐξευτελίζων τὴν πατρικὴν ἀρετήν, μάλιστα τῆς φιλοξενίας. | |
15 | μία γάρ ἐστι τῶν λοιπῶν ἀρετῶν τῶν εἰς εὐσέβειαν συντει‐ νουσῶν, δι’ ὧν καὶ οἱ κύριοι πατριάρχαι, ὁ μὲν τὸν Σωτῆρα Θεὸν τῇ τραπέζῃ ἐθήρευσεν, ὁ δὲ τοὺς ἀγγέλους ἐξένισεν, ὁ μὲν υἱὸν ἐν γήρει, ὁ δὲ σωτηρίαν τὴν ἐκ Σοδόμων μισθὸν σὺν ταῖς θυγατράσιν εὑράμενοι· περὶ ὧν καὶ ὁ ἀπόστολος λέγει, παρορ‐ | |
20 | μῶν ἡμᾶς εἰς τὸ μίμημα· “Τῆς φιλοξενίας,” λέγων, “μὴ ἐπι‐ λανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.” δεῖ δὲ τὸν ξενοδόχον τὸ μὲν φρόνιμον ἔχειν τοῦ ὄφεως, τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, πειθόμενον τοῖς δύο λογίοις, καὶ τῷ, “Παντὶ τῷ αἰτοῦντί σε δίδου,” καὶ τῷ, “Μὴ πάντα ἄνθρωπον | |
25 | εἰσάγαγε εἰς τὸν οἶκόν σου,” ἵνα μὴ λύκον ἀντὶ προβάτου δεξά‐ μενος, ἢ ἄρκον ἀντὶ βοός, τῇ ζημίᾳ τὸ κέρδος ἀπεμπολήσῃ. δοκιμάζειν δὲ πρῶτον τὸν τόπον ὀφείλει ἐν ᾧ τις ἐτάγη, εἰ ἔρημος ἢ πολύοχλος, εἶτα τὴν ἑαυτοῦ ἐπιτηδειότητα, εἰ οἷός τέ ἐστιν ἀλλόκοτα βαστάζειν ἤθη· τότε διακρίνειν τὸν εὖ ὀφεί‐ | |
30 | λοντα παθεῖν, εἰ πλούσιός ἐστιν ἢ πένης, ἢ ὑγιὴς ἢ ἄῤῥωστος, ἢ βρωμάτων ἐπιδέεται ἢ ἐνδυμάτων· ἐν τούτοις γὰρ ὁ πρακτικὸς ἔλεος διανύεται. ὁ γὰρ μακάριος Ἀβραὰμ οὐχ ὑπάτους, οὐδὲ | |
στρατηγούς, οὐδὲ τοὺς ἐπ’ ἐξοχῆς ἄνδρας τοῦ περιγείου κόσμου | 71 | |
72 | ἐξένισεν, παρ’ οἷς ἵπποι κημῷ ἢ χαλινῷ ἀποστίλβοντες ἢ σαρά‐ βαρα χαλκοτύμπανα πόῤῥωθεν τῆς ὑπερηφανίας τὸν κτύπον ἀπερευγόμενα· ἀλλ’ ἔρημον οἰκῶν τόπον τοὺς ἐκεῖ φθάνοντας ἐδεξιοῦτο. οἱ δὲ τὴν ἔρημον διαβαίνοντες, ἢ δι’ ἀρετὴν ἀπῄεσαν | |
5 | πρὸς τὸν πατριάρχην, ἢ διὰ πτωχείαν τὴν ἐπιτεταμένην 〈καὶ〉 πενίαν. [πενία γάρ ἐστι μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως· ὑπερβολῆς μὲν πλούτου, ἐλλείψεως δὲ πτωχείας.] ὁμοίως δὲ καὶ ὁ Λὼτ χείρονα τῆς ἐρήμου πόλιν οἰκῶν εἰκότως ἐδεξιοῦτο τοὺς ἐπιχωριάζοντας ξένους διὰ τὸν τρόπον τῶν κατοικούντων. | |
10 | εἰ δέ τις πόλιν οἰκῶν εὐνομωτάτην, οἵα ἡ Κωνσταντίνου, ἐν ᾗ πάντες εἰσὶ ξενοδόχοι, περισσῶς τάχα τις τῶν πρεσβυτέρων “τὴν τοῦ λόγου καταλείψας διακονίαν,” βρεβίοις σχολάζων ὀψωνίων, οὗτος λέληθεν ἑαυτὸν κάπηλον ἀντὶ διδασκάλου νομίζων, τῇ ὑδαρότητι τῶν λογισμῶν τὴν ἄκρατον ἐξαφανίζων | |
15 | γνῶσιν, τὸν προφητικὸν καρπούμενος ὄνειδον· “Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.” ὅσον γὰρ διαφέρει τοῖς ἀτο‐ νοῦσιν ὕδατος ὁ οἶνος, τοσοῦτον ὑπερβάλλει ξενοδοχίας διδασ‐ καλία. ἡ μὲν γὰρ ὠφελεῖ τοὺς κατ’ αὐτόν, ἡ δὲ καὶ τοὺς μετ’ αὐτόν· καὶ ἡ μὲν τοὺς παρόντας μόνον κερδαίνει, ἡ δὲ καὶ τοὺς | |
20 | ἀπόντας· τοὺς παρόντας μὲν τῆς γλώσσης, τοὺς ἀπόντας δὲ διὰ τῶν γραφομένων. οἷος ἦν ἐν σαρκὶ ὁ Σωτήρ, θρέψας μὲν τοῖς ἄρτοις πεντακισχιλίους, οὐκ ἐν πόλει, ἀλλ’ ἐν ἐρήμῳ, διδάξας δὲ καὶ τοὺς παρόντας διὰ τῆς γλώσσης, σώσας δὲ τὴν οἰκουμένην διὰ τῶν γεγραμμένων Εὐαγγελίων (τοιοῦτον γὰρ | |
25 | οἱ λόγοι μάλιστα τῶν πνευματοφόρων). καὶ μὴ θαυμάσῃς, Θεόδωρε, εἴ τις πεινῶντα βρωμάτων ἐμπλήσῃ, ἀλλ’ εἴ τίς τινος ἀγνοίας τὴν ψυχὴν ἀπαλλάξῃ. ὁ μὲν γὰρ τὴν γαστέρα χορτά‐ ζων ἢ δωρεᾷ ἢ ἀργυρίου, ἢ 〈δι’〉 ἄρτου ἢ διὰ λαχάνων, εὐ‐ κόλως εὑρίσκεται τὴν χρείαν παρέχων· ὁ δὲ τοῦ λόγου τροφεὺς | |
30 | σπανίως μὲν εὑρίσκεται, εὑρεθεὶς δέ, ἢ οὐ πιστεύεται ἢ μόλις πιστεύεται, τῶν πονηρῶν πνευμάτων ἀεὶ ἀντιπραττόντων τῇ τῶν ψυχῶν σωτηρίᾳ. τοῦτον τὸν τοῦ λόγου τῆς διδασκαλίας λιμὸν ἐν εἴδει τιμωρίας ἀπειλῶν ἐπάγειν ὁ Δεσπότης Θεὸς | |
ἔλεγεν τῷ προφήτῃ· “Ἐπάξω ἐπ’ αὐτοὺς λιμόν, οὐ λιμὸν | 72 | |
73 | ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.” καὶ περὶ μὲν τοῦ αἰσθητοῦ λιμοῦ, ἔστιν ἐγκαταλείψαντα τὴν ἐνδεομένην πόλιν ἢ χώραν ἐν ἄλλῃ σωθῆναι, ὥσπερ οἱ ἅγιοι πατριάρχαι ἀπὸ Παλαιστίνης εἰς Αἴγυπτον κατιόντες· περὶ δὲ | |
5 | τοῦ κατὰ νοῦν λιμοῦ, ὃς οὐκ ἄλλοθεν συμβαίνει ταῖς ἐκκλησίαις ἢ δι’ ἀπορίαν τῶν διδασκάλων, πάλιν ἔλεγεν ἕτερος προφήτης· “Περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὑρήσωσιν.” τί γὰρ ἀγαθὸν οὐ φύεται ἀπὸ διδασκαλίας; τί δὲ ἄκαιρον οὐκ ἐφευρίσκεται ἀπὸ | |
10 | ἀκαίρου τροφῆς ἢ συμποσίου; νόσοι, μάχαι, ὕβρεις αἱ ὑπὸ γαστέρα, καὶ τὰ τούτων ἑξῆς. πότε ἡ Εὕα ἐκβέβληται τοῦ παραδείσου; οὐχ ὅτε τοῦ ὄφεως ἤκουσεν φαγοῦσα τοῦ ξύλου, μὴ ἀρκεσθεῖσα τῇ τεταγμένῃ τροφῇ; πότε Κάϊν τὸ τῆς ἀδελφο‐ κτονίας εἰργάσατο μίασμα; οὐχ ὅτε τῶν ἀπαρχῶν ἀπεγεύσατο | |
15 | πρῶτος, τῇ ἑαυτοῦ λαιμαργίᾳ τὰ πρωτεῖα φυλάξας; πότε τὰ τέκνα τοῦ Ἰὼβ αὐτοσχέδιον τάφον τὴν τράπεζαν εὕραντο; οὐχ ὅτε ἤσθιον καὶ ἔπινον; πότε ὁ Ἠσαὺ εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφίῳ; πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων | |
20 | παρὰ τὸν νόμον ἔφαγεν; πότε δὲ ὁ λαὸς τοῦ Ἰσραὴλ τὸν Θεὸν παρώξυνεν; οὐχ ὅτε τῆς Αἰγυπτιακῆς ἐπεθύμει τραπέζης, κρέα καὶ λέβητας ἐπιζητῶν παρὰ τοῦ διδασκάλου; Ὁφνὶ καὶ Φινεές, οἱ υἱοὶ τοῦ Ἠλεί, διὰ τί ἐθανατώθησαν ἐν ὥρᾳ μιᾷ ἐν τῷ πολέμῳ; οὐχ ὅτι ἥρπαζον ταῖς κρεάγραις ἀπὸ τῶν λεβήτων | |
25 | τὰ κρέατα τὰ ὄντα τῆς θυσίας; Ἰακὼβ δὲ ὁ ψεκτός, διὰ τί “ἀπελάκτισεν”; οὐκ ἐπειδὴ “ἐνεπλήσθη καὶ ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἐπλατύνθη”; πότε δὲ Σοδομῖται παρὰ φύσιν ἐξῴστρησαν; οὐχ ὅτε συνεχέσι συμποσίοις τὴν γνώμην παρέ‐ φθειραν, ὑπὸ τοῦ Ἰεζεκιὴλ ἐφ’ ὕβρει μνημονευόμενοι λέγοντος· | |
30 | “Ἐν εὐθηνίᾳ οἴνου καὶ ἐν πλησμονῇ ἄρτου ἐσπατάλων αὐτοί” (τοῦτ’ ἔστιν ἡ πόλις) “καὶ αἱ θυγατέρες αὐτῆς” (τοῦτ’ ἔστιν αἱ κῶμαι, τὸν νόμον ἀεὶ τῆς πόλεως ἔχουσαι); ὁ τῆς σωφρο‐ | |
σύνης δὲ λογισμός, πότε παρείθη τοῦ παλαιοῦ λαοῦ; οὐχ ὅτε | 73 | |
74 | ὁμοίως κατεγήρασαν ἐπὶ στιβάδων, τοῦ προφήτου σχετλιά‐ ζοντος· “Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μόσχους ἐκ βουκολίων γαλαθηνούς, πίνοντες τὸν διϋλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς | |
5 | αὐτῶν, καὶ οὐδὲν ἔπασχον ἐπὶ τῇ συντριβῇ Ἰωσήφ”; τίσι τὸν ταλανισμὸν ὁ Ἠσαίας ἐπήγαγεν; οὐχὶ τοῖς ἐν συμποσίοις ὀρθρίζουσιν· οὑτωσὶ λέγων· “Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος συγκαύσει αὐτούς. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, | |
10 | τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν”; πότε οἱ ἱερεῖς τοῦ Βὴλ ὑπὸ τοῦ Δανιὴλ κατῃσχύνθησαν; οὐχ ὅτε ἡ σποδὸς αὐτοὺς ἤλεγξεν διὰ βρωμάτων ἢ πομάτων θηρεύσασα; καὶ τί δεῖ με λέγειν περὶ τῶν τὴν πλατεῖαν βαδίζειν ἑλαμένων καὶ τὴν στενὴν λοιδορούντων; ἀρκεῖ μοι ὁ σωτήριος λόγος πρὸς ἔλεγχον | |
15 | τῶν κνισοδιωκτῶν, ὅπου τὸν ἀνώνυμον πλούσιον, λαμπρῶς καθ’ ἡμέραν εὐφραινόμενον ἐν τῷ παρόντι βίῳ, δείκνυσι ψιχίων καὶ ῥανίδος τοῦ πένητος Λαζάρου ἐπιποθοῦντα καὶ ἀστοχοῦντα. ἴδωμεν δὲ καὶ τὸν χορὸν τῶν πάλαι ἁγίων καὶ μάθωμεν ὅλως ποίῳ χαρακτῆρι τῆς διδασκαλίας ἐχρήσαντο, τῷ διὰ βίου | |
20 | σεμνοῦ καὶ λόγου εὐθοῦς, ἢ τῷ διὰ συμποσίων καὶ εὐωχίας. πρῶτος ὁ Ἑνὼχ πίστει μετετέθη, ἢ συμποσίῳ; εἶτα ὁ Νῶε τὸ τῆς οἰκουμένης γένος πίστει διέσωσεν ἐν τῷ ξύλῳ, ὅτε ὁ περί‐ γειος ἐκαθαρίζετο κόσμος, ἀπὸ τῆς τῶν συμποσίων καὶ ἀκαθάρ‐ των ἔργων συνεχείας, ἢ νηστείᾳ καὶ προσευχαῖς; οὐχ ἵνα | |
25 | μικρὸν ἀπὸ τοῦ τοσούτου κλύδωνος πόματι ἀνεθῇ, ἀσχημοσύνην αὐτοῦ, καὶ οὐ κλέος, κηρύσσουσιν αἱ Γραφαί; ὁ μακάριος Ἀβραὰμ τῶν πέντε βασιλέων τῶν ἐν Σοδόμοις πίστει καὶ δικαιοσύνῃ περιεγένετο, ἢ βρώμασι καὶ πόμασι, τὸν Λὼτ ἀνα‐ καλεσάμενος; | |
30 | Καὶ ὁ Θεόδωρος εἶπεν· Ο ΔΙΑΚ. Εἰ τὸν Ἀβραὰμ ἄγεις εἰς μέσον, οὐκοῦν ἄκουσον | |
καὶ παρ’ ἐμοῦ· λέξει σοι γὰρ ὁ τυχών, ὅτι τοῦ μὲν πολέμου | 74 | |
75 | πίστει περιεγένετο, τὸν δὲ Θεὸν διὰ τραπέζης ἐθήρευσεν, ὡς προλαβὼν αὐτὸς ὑφηγήσω. Ο ΕΠΙΣΚ. Βαβαί! ἐπεὶ ὁ Ἀβραὰμ τραπέζῃ τὸν Θεὸν ἐθήρευσεν, οὐκοῦν πάντες καταλείψαντες τὴν πίστιν καὶ τὰς | |
5 | λοιπὰς ἀρετάς, τὰ συμπόσια φιλοκαλήσωμεν; οὐδὲν διαφέ‐ ροντες καπήλων ἢ πανδοχέων τῶν τὰς λεωφόρους δι’ αὐτὸ τοῦτο ἐπιτειχισάντων ἕνεκα κέρδους. καὶ αἱ παρθένοι τοίνυν, αἱ ἀγωνιζόμεναι ἅγιαι εἶναι σώματι καὶ πνεύματι εἰς δόξαν Θεοῦ, ἐπειδὴ Μαρία τὸν Χριστὸν ἐγέννησεν, καὶ αὗται γεννη‐ | |
10 | σάτωσαν· εἰ γὰρ οὕτως ποιήσουσιν, οὐδὲν τῶν ἑταιρίδων διαλλάσσουσιν. εἰ γὰρ οἱ διδάσκαλοι διὰ τὸν Ἀβραὰμ τὰ τῶν τραπεζῶν εὐτρεπίζουσιν, καὶ αἱ παρθένοι διὰ τὴν Μαρίαν γεννάτωσαν. ἄπαγε, τιμιώτατε, τὰ καλῶς κατὰ τὸν οἰκεῖον καιρὸν γεγενημένα ἢ γινόμενα μὴ ὑβρίζωμεν· ἑκάστου γὰρ | |
15 | τὸ συνειδός, ἐὰν βούληται, τὸ συμφέρον ὑπαγορεύει. εἶτα ὁ παλαιστὴς Ἰακὼβ ἀσκήσει τὰ τοῦ Λαβὰν ἀφείλατο, ἢ συμ‐ ποσιαρχίᾳ; —ὁ λέγων· “Ἐγενόμην τοῖς καύμασι συγκαιόμενος καὶ τῷ παγέτῳ τῆς νυκτός, καὶ ἀφίστατο ἀπ’ ἐμοῦ ὁ ὕπνος”· καὶ οὐδὲν πλέον αἰτῶν ἐν τῇ προσευχῇ ἢ ἄρτον καὶ ἱμάτιον, | |
20 | λέγων· “Ἐὰν δῷς μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι” —οὐκ εἶπεν, “τραπέζαις καταναλώσω.” ὁ τοῦ Θεοῦ ὑποφήτης καὶ πιστὸς θεράπων Μωϋσῆς ἐκεῖνος, ποίαν τράπεζαν εὐτρεπίσας ἐξεκλησίασεν λαὸν ἐν τῷ ὄρει; τίνας δὲ καὶ κρατῆρας πομάτων | |
25 | εἶχεν; ὁ πέτραν ῥάβδῳ ἀμέλξας διὰ τὴν τοῦ λαοῦ ἀπιστίαν, ὁ ἑξακοσίων χιλιάδων ἀφηγητής, πυξία νόμου ἐβάσταζεν εἰς διόρθωσιν τοῦ λαοῦ, ἢ φιάλας ἀεροφανεῖς ὑστέρας τε χοίρων καὶ ὄρνεις ἐκ Φάσιδος καὶ ἰχθὺν ἐκ πελάγους καὶ οἶνον διϋλισ‐ μένον ἐκ Τύρου καὶ ἄρτους πλυτοὺς προβαλλόμενος τοῖς παι‐ | |
30 | δευομένοις, ἢ λόγον; Ο ΔΙΑΚ. Ἀλλ’ ἀνθυποίσει σοί τις πρὸς ταῦτα, πάτερ· | |
“Κἀμοὶ δὸς μάννα κἀκεῖνο τὸ ὕδωρ, καὶ οὐδὲν ἐπιζητῶ πλέον.” | 75 | |
76 | Ο ΕΠΙΣΚ. Καὶ τίς οὕτως ἀργαλέος, ἵνα προκρίνῃ τῆς πνευματικῆς διδασκαλίας μάννα αἰσθητὸν καὶ ὕδωρ ῥευστόν; εἶτα Σαμουήλ, ὁ διδάσκαλος τοῦ λαοῦ, ἐπὶ εἴκοσι καὶ πέντε ἔτη ἐν Ἁρμαθάϊμ ἡσυχάσας, τίνα ποτὲ τραπέζῃ τῶν εἰδώλων | |
5 | ἀπέστησεν καὶ οὐ λόγῳ; πότε δὲ ὁ βασιλεύς, ὁμοῦ καὶ προ‐ φήτης καὶ ψαλμῳδός, τρυφῆς ἐστήσατο τράπεζαν; —ὁ λέγων, ὅτι “Σποδόν, ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθ‐ μοῦ ἐκρίνων.” ὁ τῆς οἰκουμενικῆς νηστείας δημιουργὸς τρία ἔτη καὶ μῆνας ἓξ ἀσιτίαν ἀκουσίως τοῖς γαστριμάργοις παρα‐ | |
10 | σκευάσας, ποίᾳ τραπέζῃ τῆς ἁμαρτίας ἀπήλλαξεν ὁ Θεσβείτης Ἠλίας; τίνας δὲ καὶ ὀψοποιοὺς εἶχεν; οὐχὶ διὰ κοράκων τὴν ἐπιούσιον ἐδέχετο μᾶζαν; ὁ σοφὸς Δανιὴλ καὶ τῶν μελλόντων αὐτόπτης, ποίᾳ τραπέζῃ τοὺς Ἀσσυρίους ἐπαίδευσεν; οὐχὶ νηστείᾳ καὶ προσευχῇ τὸν δράκοντα ὤλεσεν καὶ τὸν Βὴλ κατέ‐ | |
15 | στρεψεν καὶ τοὺς λέοντας ἐφίμωσεν καὶ τὸν βασιλέα ἔπεισεν τοὺς πατρῴους θεοὺς ἀπαρνήσασθαι ὁμολογίᾳ τοῦ ὄντως ὄντος Θεοῦ; τίσι τραπέζαις, ποίᾳ δὲ χρηστοφαγίᾳ ἐχρήσατο ὁ χορὸς τῶν λοιπῶν προφητῶν ἢ ἀποστόλων; οὐκ ἦσαν διδάσκαλοι; οὐ τὴν ὑπουράνιον ἐπιστεύθησαν; οὐ τούτων ἐσμὲν διάδοχοι; | |
20 | οὐ μιμητὰς ἡμᾶς τούτων εἶναι βούλεται ὁ λόγος, προσέχοντας τοῖς τρόποις, καθὼς ὁ Παῦλος διδάσκει λέγων· “Ὧν ἀναθεω‐ ροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν”; ποῖα μελίπηκτα εἶχεν ἐν τῇ ἐρήμῳ ὁ κήρυξ τῆς μετανοίας, ὁ βαπτιστὴς Ἰωάννης, ὁ τοῖς προσερχομένοις οὐ μόνον εὐτρε‐ | |
25 | πίσας ἄριστα, ἀλλὰ καὶ αὐτὴν τὴν συντυχίαν πικρὰν μετ’ ἐπιπλήξεως παρέχων; οὐ μόνον γὰρ δριμεῖ τῷ βλέμματι τὸ μεμολυσμένον συνειδὸς αὐτῶν σείων, ἀλλὰ καὶ αὐτῷ τῷ σχή‐ ματι, πολλῷ δὲ μᾶλλον καθάπερ ξίφει τῷ λόγῳ τὰ τῶν ψυχῶν ἀποστήματα τέμνων· ”‘Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν | |
30 | φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας,‘ καὶ μὴ μόνῳ τῷ βαπτίσματι ἐπερείδεσθε ἢ τῷ τέκνα εἶναι τοῦ Ἀβραάμ.” τί δαὶ ὁ διδάσκαλος τῶν ἐθνῶν, | |
ὁ τῆς περιτομῆς καταλυτής, ἵνα περιτομὴν πίστεως στήσῃ, “τὸ | 76 | |
77 | σκεῦος τῆς ἐκλογῆς,” Παῦλος; ὅλως εὑρίσκεται σχολὴν ἄγων τραπέζης, ὁ πάντων μᾶλλον χρεώστης τούτου, καὶ ὀφείλων ὡς ἔθνεσιν ἀπίστοις πρότερον τὴν διὰ τραπέζης ποιεῖσθαι σχέσιν; τί δαὶ καὶ γράφει τῷ Τιμοθέῳ ἐπισκόπῳ Ἐφέσου· “Πρόσεχε” | |
5 | τῇ τῆς τραπέζης φιλοτιμίᾳ ἢ “τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ” (ἐν οἷς μάλιστα ἄοκνος ἦν καὶ εὔτονος ὁ μακάριος Ἰωάννης); —“ἀκαίρως, εὐκαίρως ἐπίστηθι,” λέγων, “ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον” (μηδενὸς αὐτῷ ἐπισκήπτ‐ οντος, ὅτι δύο μὲν τὰ πικρὰ καὶ ἓν τὸ προσηνές, ἴσως κἀκεῖνο | |
10 | μετὰ φειδωλίας ἐπάγοντος· τὸ δέ, “ἔλεγξον, ἐπιτίμησον,” πικρῶν ὄντων σφοδρῶς, ἐν τῷ “παρακάλεσον,” καὶ οὐ “κολάκευσον”· ὅπερ ἐπιστημονικῶς γιγνόμενον, πικρότερόν ἐστι τοῖς φιλη‐ δόνοις καὶ ἀναπεπτωκόσι φορτικωτέρων εὑρισκομένων τῶν ἐλέγχων. ἐκεῖ μὲν γὰρ ἴσως ὑπό τινος θυμοῦ ἀντιβαίνουσα | |
15 | ἡ ψυχὴ ἀναισθήτως ἔχει πρὸς τὰ λεγόμενα τοῦ ἐλέγχου· ἐν‐ ταῦθα δὲ ἡσύχως καὶ κατὰ μικρὸν τοῖς ἐπιεικέσι μετὰ τῆς ἀληθείας λόγοις αἰσθητικῶς, ὡς ὑπὸ πυρὸς μαλακοῦ, καιομένη διαπρίεται). τί δὲ καὶ ὑπομιμνήσκει αὐτόν· τὰ συμπόσια καὶ τὰς εὐωχίας ἢ τὰ τῶν θλίψεων σεμνολογήματα; —λέγων· | |
20 | ”‘Σὺ γὰρ παρηκολούθηκάς μου τῇ ἀγωγῇ,‘ ὅπως διετέθην τῇ προθέσει τοῦ πάντα εἰς δόξαν Θεοῦ ποιεῖν 〈ἐν〉 τοῖς διωγμοῖς.” ἐπὶ τοῖς ἐλέγχοις τῆς πλάνης, μή που τραπέζης μνεία; Τίτῳ δὲ πάλιν τῷ ἐπισκόπῳ Κρήτης ἴδωμεν τί ἐπιστέλλει· περὶ βρωμάτων καὶ πομάτων ἢ περὶ ἐλέγχων καὶ διδασκαλίας; — | |
25 | λέγων· “Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπανορθώσῃς καὶ πείσῃς αὐτοὺς μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις,” ἐπιφέρων καὶ τῶν ἐλέγχων τὸν τρόπον· “Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.” εἰπάτωσαν ἡμῖν οἱ κοιλιολάτραι καὶ τραπε‐ | |
30 | ζογίγαντες καὶ γυναικοϊέρακες, οἱ τὴν Ἰωάννου ἄσκησιν μεμφό‐ μενοι, ἐμπερινοστήσαντες Παλαιὰν καὶ Καινὴν Διαθήκην, ποῦ εὗρον ἐν ἐπαίνῳ συμπόσιον, εἰ μή που πρὸς ἀλλοφύλους, καὶ τοῦτο διὰ τὴν τῆς εἰρήνης σπεῖσιν τῷ τῆς τραπέζης νόμῳ θηρίων τε καὶ βαρβάρων τιθασσευομένων; πότε δὲ τὰ συμπόσια | |
35 | ὑπόθεσις ἁμαρτίας οὐ γέγονεν; τί δὲ λέγω “ἁμαρτίας,” τάχα | 77 |
78 | δὲ καὶ “τῆς μείζονος εἰδωλολατρείας καὶ ἀδελφοκτονίας”; — καθὼς γέγραπται· “Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.” ἦν δὲ τὸ παίγνιον μέθης ἔκγονον. “Δεῦτε, ποιήσωμεν θεοὺς οἵτινες προπορεύσονται ἡμῶν.” οἱ γὰρ σεισμὸν | |
5 | ὑποστάντες δι’ οἴνου κινητοὺς θεοὺς ἐπεζήτουν, τὸν ἄσειστον καὶ πάντα πληροῦντα ἄνευ τοῦ βαδίζειν ἀφέντες. τί δαὶ λέγει ὁ προφήτης· “Χείλη ἱερέως μελετήσωσι συμπόσια, ὅτι δεῖπνα καὶ ἄριστα ἐκζητήσουσιν ἀπ’ αὐτοῦ”; ἢ “Ὅτι χείλη ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν, | |
10 | ὅτι ἄγγελος Κυρίου ἐστί,” —καὶ οὐ μάγειρος; καὶ ὁ ἐν Χαλαννῇ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρ‐ πώσατο; εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν, ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; | |
15 | ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς κατ’ αὐτοῦ ἐν συμποσίῳ τὸν φθόνον ἐτεκταίνοντο; τὴν τοῦ βαπτιστοῦ Ἰωάννου κεφαλὴν ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας ἢ ἐν συμποσίῳ ἀνομίας; ὁ μακάριος Παῦλος | |
20 | πίνων καὶ τρώγων παρέτεινεν ἕως μεσονυκτίου τὸν λόγον, ἢ ἀσιτῶν καὶ διδάσκων καὶ τοὺς τὸν Θεὸν ἀγνοοῦντας εἰς πίστιν ἄγων; αὐτὸς ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχι‐ σοφιστής, Ἰησοῦς ὁ Χριστός, ὁ τῆς ἀνθρωπίνης πλάνης διορ‐ θωτής, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ Πάσχα; — | |
25 | ὃ ἦν μυστηρίων ἐκπλήρωσις. τί δαὶ καὶ μεριμνῶσι τοῖς μαθη‐ ταῖς εὑρίσκεται λέγων, περὶ βρωμάτων ἢ περὶ ἀναγνωσμά‐ των; —“Ἐργάζεσθε,” λέγων, “μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν.” λεγέτω τοίνυν μετὰ τοῦ Κυρίου καὶ ὁ καλὸς Ἰωάννης· “Ἐμὸν συμπόσιόν ἐστιν ἡ τοῦ λόγου διδασ‐ | |
30 | καλία καὶ διανομή, εἰς ἣν καὶ ἐξελέχθην εἰς τὴν τοῦ λαοῦ σωτηρίαν.” “βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν, οὔτε ἐὰν μὴ φάγωμεν.” ἐθνικῶν γὰρ ἡ συνήθεια αὕτη, τὸ τραπέζαις ἀπατᾶν τοὺς ὑπ’ αὐτῶν δελεαζομένους, λόγῳ πείθειν μὴ δυναμένων τῶν λεγόντων· “Φάγωμεν καὶ πίωμεν, | |
35 | αὔριον γὰρ ἀποθνήσκομεν.” πρὸς οὓς ὁ ἀπόστολος πληκτι‐ | 78 |
79 | κώτερον τὴν διόρθωσιν ἐπάγει, λέγων· “Μὴ πλανᾶσθε· ‘Φθεί‐ ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί‘”· —“ὁμιλίας” λέγων “κακὰς” τὰς περὶ τὰ τοιαῦτα ἑλισσομένας λέξεις. | |
4n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ〉 | |
4 | Ο ΔΙΑΚ. Γνησίως μὲν καὶ πολυμαθῶς εἴρηκας τὰ εἰρημένα, | |
5 | καὶ οὕτως ἔχει. “οὐαὶ γὰρ τῷ λέγοντι τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ. οὐαὶ τῷ τιθέντι τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.” λέξει δέ τις, ὅτι “Οὔτε ἡμεῖς τοῦτο λέγομεν εἶναι αὐτὸν ἔκδοτον ταῖς τοιαύταις τραπέζαις. ἡ γὰρ ἄμετρος φιλο‐ τιμία φιληδονίας ὑπόθεσις, καὶ ἡ εἰς ἄγαν ἀπόκλεισις ὄκνου | |
10 | καὶ μικρολογίας ἀπόδειξις. ἐδύνατο γὰρ κἂν μόνους ἐπισκόπους καλεῖν, καὶ τούτων μάλιστα τοὺς εὐσεβεστέρους· ἢ εἰ μὴ τού‐ τους, κἂν τὸν ἴδιον κλῆρον, μιμούμενος τὸν Δεσπότην ἐσθίοντα μετὰ τῶν δώδεκα ἀποστόλων.” Ο ΕΠΙΣΚ. Συνεκτικώτατα ἀνθυπήνεγκας, φιλαληθέστατε | |
15 | τῶν ἀνδρῶν, εἴ γε ἠνείχοντο οἱ κληρικοὶ συναριστεῖν τῷ Ἰωάννῃ, παρ’ ὥραν ἢ παρ’ ἡμέραν ἐσθίοντες· οἱ δὲ ὡς τάχιστα μετὰ πολλῆς τῆς παρασκευῆς πολυτέλειαν ἐπεζήτουν. ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων ἀκρασίᾳ προσαναλῶσαι. ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν | |
20 | τὸν παιδευτὴν τοὺς παιδευομένους, ἢ τοὺς ἀῤῥώστους τὸν ἰατρόν, ἢ τοὺς ἐπιβάτας τὸν κυβερνήτην, ἀεὶ τοῦ ἰατροῦ τοὺς νοσοῦντας ὑγιάζοντος, καὶ τοῦ διδάσκοντος τοὺς παιδευομένους ἐπανορ‐ θοῦντος, καὶ τοῦ κυβερνήτου τοῖς ἐμπλέουσι τὸ συμφέρον μνηστευομένου; καὶ ἰατρῷ μὲν καὶ κυβερνήτῃ πειθόμενοι οἱ | |
25 | ὑπ’ αὐτοὺς διὰ φιλοζωΐαν πᾶσαν ὀδύνην καὶ ἐπάχθειαν φέρουσι, παρ’ οἷς καὶ τὸ ἐπιτυχεῖν ἄδηλον· διδασκάλῳ δὲ τῶν κρειτ‐ τόνων, νόσους καὶ μαλακίας ἀπελαύνειν ἐμπεπιστευμένῳ καὶ τρικυμίας ἡδονῶν ὑπερβαίνειν ἐξησκημένῳ, ἀχαλινώτοις στό‐ μασιν ἐπανατείνονται ἀνίπτοις ποσὶ πάντα φύροντες. εἰ δὲ καὶ | |
30 | ἐδεδώκει ἑαυτὸν ἔκδοτον ταῖς τραπέζαις, πόσοις ἐξήρκει ἀξιώ‐ μασι τὴν τηλικαύτην πόλιν οἰκῶν, ἑκάστου ἢ δι’ εὐλογίαν, ἢ διὰ | |
πενίαν, ἢ διὰ γαστριμαργίαν τὸ φαγεῖν ἐπιζητοῦντος; ποῦ δὲ | 79 | |
80 | καὶ σχολὴν ἦγεν ἡ τοῦ Θεοῦ θεωρία, ἡ τοῦ λαοῦ θεραπεία, ἡ τῶν Γραφῶν ἱστορία, ἡ τῶν χηρῶν κηδεμονία, ἡ τῶν παρθένων παραμυθία, ἡ τῶν ἀῤῥωστούντων νοσοκομία, ἡ τῶν καταπονου‐ μένων ἐπικουρία, ἡ τῶν πλανωμένων ἐπιστροφή, ἡ τῶν συν‐ | |
5 | τετριμμένων φροντίς, ἡ τῶν ἐν φυλακαῖς ἐπίσκεψις; πῶς δὲ ἔφυγεν τὸν ὀνειδιστικὸν ταλανισμὸν τοῦ Θεοῦ, ὃν ὀνειδίζει ἐν τῷ Ἰεζεκιήλ; —“Ὦ οἱ ποιμένες οἱ ποιμαίνοντες ἑαυτούς, καὶ οὐ τὰ πρόβατα νέμοντες· τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐπεσκέψασθε, τὸ συν‐ | |
10 | τετριμμένον οὐ κατεδήσατε, τὰ λιπαρὰ σφάζοντες ἐσθίετε.” — περὶ ὧν γράφει ὁ Παῦλος· “Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς κατα‐ δουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει.” —“καὶ τὰ μὲν ἔρια περιεβάλλεσθε, τὰ δὲ πρόβατα οὐ ποιμαίνετε.” καὶ ἐν τῷ Ἰερεμίᾳ περὶ ἀργοτρόφων ποιμένων λέγει· “Ποιμένες πολλοὶ | |
15 | διέφθειραν τὸν ἀμπελῶνά μου.” Λέγει ὁ διάκονος· Ο ΔΙΑΚ. Ἐδύνατο καὶ τούτους διὰ χρόνου θεραπεύειν καὶ τῶν ἐκκλησιαστικῶν φροντίζειν, ἵνα μὴ δόξῃ κακῶς ἀκούειν, ἐν τοῖς ἄλλοις ὢν μέγας. | |
20 | Ο ΕΠΙΣΚ. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ἵνα μὴ κακῶς ἀκούῃ, ἵνα πλουσίως παρέχῃ τὸν λόγον, τὴν σπουδήν, τὸν ζῆλον, τὴν ἄλλην ἱερατικὴν εὔνοιαν. ἢ οὐκ οἶδας, ὦ τιμιώτατε Θεόδωρε, ὅτι καὶ ἀλόγου κακηγορίας μακαρισμὸς ὥρισται ὑπὸ τοῦ Κυρίου σὺν τοῖς ἄλλοις μακαρισμοῖς εἰπόντος· “Μακάριοί | |
25 | ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν. οὐαὶ δὲ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν”; πῶς δὲ καὶ στόμα ἐξησκημένον ἐν θείοις λογίοις καὶ οὖς χρησμῶν ἐπακούειν θείων ἠνείχετο πολυλογίας τραπέζης, | |
30 | τοῦ Δεσπότου λέγοντος· “Οὐδεὶς δύναται δυσὶ κυρίοις δου‐ | |
λεύειν”· ἔπειτα, “οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ”; | 80 | |
81 | ζητήσωμεν ἄρα τίς ὁ μαμωνᾶς, μή ποτε εὑρεθῶμεν οὐχὶ τοῖς δύο κυρίοις δουλεύοντες, ἀλλ’ ἢ μόνῳ τῷ μαμωνᾷ. “μαμωνᾶν” γὰρ νῦν οὐ “τὸν διάβολον” λέγει, ἀλλὰ τὴν ματαιοπονίαν τοῦ κόσμου τούτου, οὗ τοὺς ἑαυτοῦ μαθητὰς ὁ λόγος ἀπέστησεν. | |
5 | Ο ΔΙΑΚ. Ἐπανάζευξον, ὦ ἱερώτατε πάτερ, ἐπὶ τὰ λοιπὰ τῶν πραγμάτων, ἱκανῶς ἀποδεδειγμένου τοῦ περὶ τραπέζης λόγου. κἀμοὶ δὲ μὴ χαλεπήνῃς ἐπὶ τοῖς ἀνθυπενεχθεῖσι· πλέον γάρ τι βουλόμενος μαθεῖν, ἐπεξεργαστικώτερον ἠρόμην τὴν σὴν πολυμάθειαν. | |
10 | Ο ΕΠΙΣΚ. Τοῦτό σοι παρ’ ἐμοῦ σαφέστερον εἰρήσθω, Θεό‐ δωρε φιλομαθέστατε (εἷς γὰρ γέγονα τῶν σπουδασάντων ὄχλοις διὰ τραπέζης ἀρέσαι), ὅτι ἐπίσκοπος, μάλιστα πόλεως μεγάλης, “καταλείψας τὴν τοῦ λόγου διακονίαν,” νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐν ταῖς χερσὶν 〈οὐκ〉 ἔχων τὰ τοῦ νόμου πυξία, καὶ | |
15 | τὴν τῶν πτωχῶν ἐπιμέλειαν οὐ δι’ ἑαυτοῦ, ἀλλὰ δι’ ἑτέρων ποιεῖται, μακρὰν ἔσται τῶν εἰρηκότων· “Ἰδού, ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἡμῖν ἔσται;” συναριθμούμενος τοῖς φήσασι· “Κύριε, οὐχὶ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ ἐποιή‐ σαμεν;” ἀκουσόμενος μετ’ αὐτῶν· “Ὑπάγετε ἀπ’ ἐμοῦ, οἱ | |
20 | κατηραμένοι· οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.” οὐ γὰρ ἐπιγινώσκει ὁ λόγος ἀλόγους ἐργάτας· “καθαρὸς γὰρ αὐτοῦ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά.” πολλοὶ γὰρ τῶν λεγομένων ἐπισκόπων τὸ εὔλογον αὐτῶν μῖσος, ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους καὶ τὴν τῶν νοητῶν ἀζηλίαν, περικόψαι βουλόμενοι, | |
25 | πάθει πάθος ἀντικαταλλάττουσι πλεονεξίαν κενοδοξίᾳ· τῇ μὲν χειρὶ ἀφειδῶς ἀδικοῦντες εἰς κέρδος αἰσχρόν, τῇ δ’ ἑτέρᾳ τὰς τραπέζας ἐπιτεχνώμενοι καὶ στήλας ὑψηλῶν οἰκοδομημάτων ἐγείραντες, ἵνα ἐκ τούτων δόξαντες χρηστοὶ καὶ φιλόπονοι φαίνεσθαι, τιμὴν ἀντὶ ἀτιμίας καρπώσωνται, οὐ μνημονεύοντες | |
30 | τοῦ ἐκκλησιαστοῦ τοῦ καὶ κτίσαντος καὶ μισήσαντος, καὶ τὰ τοιαῦτα σαφῶς ἀπαγορεύσαντος ἐν τῷ γράψαι· “Ἐποίησά μοι οἴκους καὶ παραδείσους,” καὶ τὰ ἑξῆς, “καὶ ἰδού, τὰ πάντα ματαιότης· καὶ ἐμίσησα σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον.” οὐκ εἶπεν, “ὑπὲρ τὸν ἥλιον,” ἵνα μὴ τοὺς νοη‐ | |
35 | τοὺς καθυβρίσῃ πόνους. ταῦτα δὲ λέγω, οὐ συμπεριλαμβάνων | 81 |
82 | τοὺς εὐλόγως καὶ δι’ ἀνάγκην κτίζοντας ἢ διορθουμένους τὰ τῆς ἐκκλησίας, ἀλλὰ διὰ τοὺς τὰ τῶν πτωχῶν εἰς κρεμαστοὺς περι‐ βόλους καὶ ἀερίων ὑδάτων δεξαμενὰς ἐν τριωρόφοις καὶ ἀπρεπῆ ἀνδρογύνων λουτρὰ ἐν ἀποκρύφοις καταναλίσκοντας εἰς συλλο‐ | |
5 | γὴν ἢ πλείονος ἀργυρίου ἢ τοὔμπαλιν παρὰ τῶν ἀθυρμάτων ἀγαπηθῆναι, ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀντιπλη‐ ρούντων, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἐμοὶ δὲ μὴ γένοιτο, Θεόδωρε μεγαλώνυμε, φαύλοις ἀρέσαι ποτέ· οὐ γὰρ ἄλλοθεν αὐτοῖς ἀρέσω, ἢ ἐκ τῶν Χριστῷ μὴ | |
10 | ἀρεσκόντων. Ὁ διάκονος ἐπὶ τούτοις θαυμάσας ἤρετο λέγων· Ο ΔΙΑΚ. Τούτων οὕτως φυσικῶς εἰρημένων καὶ μὴ ἐχόντων ἀντίῤῥησιν, εἴ τίς σοι γνῶσις περὶ τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ τοῦ ἁγίου Ἰωάννου, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τετυπωμένων, | |
15 | μετάδος. Ο ΕΠΙΣΚ. Καὶ πάνυ γε. Ο ΔΙΑΚ. Αὐτὸς παρὼν ἔγνως, ἢ παρ’ ἑτέρου μαθών; Ο ΕΠΙΣΚ. Ἀλλ’ οὔτε εἰς τὸ τυχὸν μέρος ἤμην ἀπολειφθεὶς τῆς δίκης. | |
20 | Ο ΔΙΑΚ. Τίνα οὖν ἐστι τὰ παρακολουθήσαντα, καὶ ποῖον εἴληφε τέλος, καὶ πόθεν τὴν ἀρχὴν ἐσχηκότα, λεπτομερῶς μοι παράστησον· ἐπειδὴ μάλιστα ὁ Θεόφιλος ἐν οἰκείῳ συγγράμ‐ ματι τὴν ἰδίαν προπέτειαν σεμνῦναι ἢ περιστεῖλαι σπουδάσας ἔφησεν τὸν μακάριον Ἰωάννην φιλαρχίας πάθει κινούμενον δέκα | |
25 | ἓξ ἐπισκόπους καθῃρηκέναι ἐν ἡμέρᾳ μιᾷ καὶ ἰδίους ἀντ’ αὐτῶν κεχειροτονηκέναι. Ο ΕΠΙΣΚ. Οὐδὲν ἀπεικὸς τῶν ἰδίων τρόπων πεποίηκεν ὁ θαυμάσιος, καὶ γράψας κατὰ Ἰωάννου καὶ ψευδῆ γράψας. ἐξ ὧν γὰρ νομίζει καλύπτειν τὴν ἰδίαν ἀσχημοσύνην, ἐκ τούτων | |
30 | αὐτὴν μᾶλλον παραδειγματίζει, καὶ ἄκων σεμνύνων τὸ ἀθῷον Ἰωάννου κατὰ τὸ Βαλαὰμ ἐκεῖνον. εἰ γὰρ ἦν αὐτὸν καθελών, οὐ χρεία συγγράμματος ἢ ἐξορίας, ἱκανῆς οὔσης τῆς καθαιρέσεως αἰσχῦναι τοὺς καθαιρουμένους· ἐπειδὴ δὲ ἀκαθαίρετος ἕστηκεν | |
ὁ ἐνάρετος, τῇ ἥττῃ τὴν νίκην κατέχων, μένει ὁ φθόνος τὴν | 82 | |
83 | ἧτταν τῆς ἀλόγου νίκης ἀποφερόμενος, πομφόλυγος δίκην ἀνα‐ φυσώμενος, καὶ εἰς ἑαυτὸν συντριβόμενος, γράφων καὶ κατα‐ γράφων, τὸ τοῦ προφήτου Ἠσαίου· “οὐαί” ὁ ἐπισπώμενος τὸ πάντα ψευδῆ καὶ ποιεῖν καὶ λέγειν καὶ γράφειν· “Οὐαί,” γάρ | |
5 | φησιν, “οἱ γράφοντες· πονηρίαν γὰρ γράφουσιν.” περὶ δὲ τῶν κατὰ Ἀσίαν καθαιρεθέντων οὐ δέκα ἕξ, ἀλλὰ ἓξ ἐπισκόπων, ὡς ἐπὶ τῆς θείας δίκης ἐρῶ, καὶ οὔτε τῆς ποσότητος τοῦ ἀριθμοῦ ὑφελῶ οὔτε τῇ ποιότητι τῶν πραγμάτων προσθήσω, ἀλλ’ ὡς ἔχει φύσεως, οὕτως σοι ἀπαγγείλω. ἐπὶ τῆς τρισκαιδεκάτης | |
10 | ἐπινεμήσεως ἐν τῇ Κωνσταντινουπόλει ἐλθόντες οἱ ἀπὸ τῆς Ἀσίας τινῶν ἕνεκα ἀναγκαίων διέτριβον σὺν ἡμῖν, παρόντων καὶ ἑτέρων ἐπισκόπων, τῶν τε ἀπὸ Σκυθίας, Θεοτίμου λέγω, καὶ ἀπὸ Θρᾴκης Ἄμμωνος τοῦ Αἰγυπτίου καὶ ἀπὸ Γαλατίας Ἀραβιανοῦ, πάντων μητροπολιτῶν γεγηρακότων, συντεινόντων | |
15 | εἰς εἴκοσι δύο ἐπισκόπους. πάντων δὲ συναγομένων καὶ κοινω‐ νούντων ἐπιτηρήσας Εὐσέβιός τις ἀπὸ τῶν Κελβιανῶν λεγο‐ μένων τόπων ἐπίσκοπος Οὐαλεντινουπόλεως, τὴν συνηγμένην σύνοδον ἐπιστὰς τῇ μιᾷ τοῦ σαββάτου, λιβέλλους ἐπέδωκεν τῇ συνόδῳ, δηλαδὴ ἀκολούθως προτάξας τὸ ὄνομα Ἰωάννου, | |
20 | κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων ἐπισκόπου, ἑπτὰ κεφάλαια ἐντάξας· ἓν μέν, ὅτι κειμήλια χωνεύσας ἀργύριον εἰς ὄνομα τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δέ, ὅτι μάρμαρα τῆς εἰσόδου τοῦ βαπτιστῆρος λαβὼν ἐν τῷ βαλανείῳ τῷ ἰδίῳ προσέθηκεν· ἔπειτα κίονας ἐκκλησιαστικοὺς ἀπὸ πλειόνων ἐτῶν κειμένους | |
25 | ἔνδον εἰς τὸν ἑαυτοῦ τρίκλινον ἔστησεν· τέταρτον, ὅτι ὁ παῖς αὐτοῦ φόνον πεποίηκεν, καὶ ἔχει αὐτὸν ἐν τῇ ὑπηρεσίᾳ ἀνέγ‐ | |
κλητον· πέμπτον, ὅτι χωρία ὑπὸ Βασιλίνης, τῆς μητρὸς Ἰου‐ | 83 | |
84 | λιανοῦ τοῦ βασιλέως, καταλειφθέντα τῇ ἐκκλησίᾳ, πωλήσας ἐσφετερίσατο· ἕκτον, ὅτι ἀποταξάμενος τῆς οἰκείας γαμετῆς πάλιν αὐτῇ συνῆλθεν καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς· ἕβδομον, ὅτι ὡς νόμον καὶ δόγμα ἔχει πωλεῖν τὰς τῶν ἐπισκόπων χειρο‐ | |
5 | τονίας κατὰ τὴν τῶν προσόδων ἀναλογίαν. “Καὶ πάρεισιν οἱ δόντες καὶ χειροτονηθέντες, καὶ ὁ λαβών· καὶ ἐπὶ τούτοις ἔχω τὰς ἀποδείξεις.” | |
8n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ〉 | |
8 | Ο ΔΙΑΚ. Παρακαλῶ, πάτερ, σύστειλον τὸ διήγημα τοῦτο· βλάπτονται γὰρ οἱ παρόντες, ἐπισκόπων ταῦτα διηγουμένων, | |
10 | μή τί γε καὶ πραττόντων. Ο ΕΠΙΣΚ. Οἴμοι τάλας ἐγὼ τηρηθεὶς ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἀργυρίῳ ἱερωσύνη πιπράσκεται, εἴ γε καὶ ἱερωσύνη. “γέγονα δὲ καὶ ἄφρων” διηγούμενος τῶν Ἰωάννην συκοφαν‐ τούντων εἰς ταῦτα ἡμᾶς περιστησάντων. πλὴν μακροθύμως | |
15 | ἀνάσχου μου, ἵνα καὶ ἐκ τούτων θαυμάσῃς τὴν Ἰωάννου ἐπιεί‐ κειαν, κοιμήσαντος τέως τὸν ζῆλον, εἰπόντος δὲ τῷ Εὐσεβίῳ· “Ἀδελφὲ Εὐσέβιε, ἐπειδὴ πολλάκις αἱ κατὰ λύπην κατηγορίαι οὐκ εὐχερεῖς ἔχουσι τὰς ἀποδείξεις, παρακέκλησο παύσασθαι τοῦ ἐγγράφως κατειπεῖν τοῦ ἀδελφοῦ Ἀντωνίνου, ἡμῶν τὰ | |
20 | αἴτια τῆς λύπης διορθουμένων.” πρὸς τούτοις διαθερμανθεὶς τραχέσιν ἐκέχρητο λόγοις, σφαδάζων ὅλος κατὰ τοῦ Ἀντωνίνου, ἐπιμένων τῇ κατηγορίᾳ. παρακαλεῖ ὁ Ἰωάννης Παῦλον τὸν Ἡρακλείας (ἐδόκει γὰρ σπουδάζειν τῷ Ἀντωνίνῳ), ἵν’ εἰς φιλίαν αὐτοὺς συνελάσῃ. καὶ ἀναστὰς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν σὺν | |
25 | τοῖς ἐπισκόποις (ἦν γὰρ καιρὸς τῆς ἱερατείας), δοὺς δὲ τῷ λαῷ τὴν συνήθη τῆς εἰρήνης προσηγορίαν, ἐκάθισεν σὺν τοῖς λοιποῖς | |
ἐπισκόποις. ἐπεισελθὼν δὲ λεληθότως ὁ κατήγορος Εὐσέβιος | 84 | |
85 | ἐπὶ παντὸς τοῦ λαοῦ καὶ τῶν ἐπισκόπων ἐπιδίδωσιν ἕτερον λίβελλον τὰ αὐτὰ περιέχοντα, ὁρκίζων τὸν Ἰωάννην ὅρκους φρικτούς, συμπλέξας αὐτοῖς καὶ “τὴν σωτηρίαν τῶν βασιλέων,” μετὰ πολλῆς ταραχῆς· ὡς νομίσαι τοὺς λαοὺς διαπτοηθέντας | |
5 | ἐπὶ τῷ ἰταμῷ, ὅτι θανάτου συγχώρησιν παρακαλεῖ αἰτῆσαι τὸν βασιλέα τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης θεασάμενος τὴν ἔνστασιν τοῦ ἀνδρός, τὸ ἀτάραχον μνώμενος τῷ λαῷ, ἐδέξατο τὸ βιβλίον καὶ μετὰ τὰ ἀναγνώσματα τῶν θείων λογίων παρα‐ καλέσας Πανσόφιον τὸν Πισιδίας προσαγαγεῖν τὰ δῶρα, αὐτὸς | |
10 | συνεξῆλθεν τοῖς λοιποῖς ἐπισκόποις· παρῃτεῖτο γὰρ ἐπιθόλως ἱερατεύειν, κατὰ τὸ Εὐαγγέλιον, τό, “Ὅταν προσφέρῃς τὸ δῶρόν σου,” καὶ τὰ ἑξῆς. καὶ διασκεψάμενος μετὰ τὴν λαοῦ ἀπόλυσιν, καθεσθεὶς ἐν τῷ φωτιστηρίῳ σὺν τοῖς λοιποῖς ἐπι‐ σκόποις, τὸν κατήγορον προσκαλεῖται, φήσας αὐτῷ ἐπὶ πάντων· | |
15 | “Καὶ πάλιν σοι τὰ αὐτὰ λέγω, ὅτι πολλοὶ ἀπὸ λύπης ἢ ὀργῆς πολλὰ καὶ λέγουσι καὶ γράφουσιν, ἀτονοῦντες περὶ τὰς ἀπο‐ δείξεις. εἰ τοίνυν σαφῶς ἐπίστασαι, περὶ ὧν βούλει κατηγορεῖν (οὔτε γὰρ δυνάμενον ἀπωθούμεθα οὔτε μὴ δυνάμενον ἕλκομεν), πρὶν ἀναγνωσθῆναι τὸν λίβελλον, ἔκλεξαι τὸ συμφέρον· μετὰ | |
20 | γὰρ τὸ ἀναγνωσθῆναι καὶ εἰς ἀκοὰς πάντων ἐλθεῖν, πραττο‐ μένων ὑπομνημάτων, οὐκέτι σοι ἔξεστιν, ἐπισκόπῳ ὄντι, ζητεῖν ἀβολιτίωνα.” ἐπὶ τούτοις πάλιν ἐνέμεινεν τῇ ἐνστάσει. πρὸς οἷς κελεύουσιν ἀναγνωσθῆναι τὸ βιβλίον· ἀνεγνώσθη τὰ προει‐ ρημένα κεφάλαια. λέγουσιν οἱ γέροντες τῶν ἐπισκόπων τῷ | |
25 | Ἰωάννῃ, ἀκούσαντες τὴν δύναμιν τοῦ βιβλίου· “Εἰ καὶ τὰ μάλιστα ἓν τοῦ ἑνὸς κεφαλαίου δυσσεβές ἐστι καὶ ἀπηγορευ‐ μένον πανταχόθεν τοῖς ἱεροῖς νόμοις, ἵνα δὲ μὴ δόξωμεν ἐν τοῖς ὑποβεβληκόσι τὴν ἅπασαν σχολὴν ποιεῖσθαι, ἀπὸ τοῦ φρικω‐ | |
δεστέρου ἡ ἐξέτασις γένηται. εἰ γὰρ ἐκεῖνο ἀληθὲς εὑρεθείη, | 85 | |
86 | οὐκ ἔστιν ἀντίῤῥησις περὶ τῶν λοιπῶν κεφαλαίων, τῆς ῥίζης ἐκείνου τοῦ κεφαλαίου πᾶν εἶδος κακίας καρποφορούσης, κατὰ τὸν εἰπόντα· ‘Ῥίζα πάντων κακῶν ἐστιν ἡ φιλαργυρία.‘ ὁ γὰρ ‘ἐπ’ ἀθῴοις δῶρα λαβὼν‘ καὶ τὴν τοῦ Ἁγίου Πνεύματος διανο‐ | |
5 | μὴν ἀργυρίῳ ἀπεμπολῆσαι νομίσας, πῶς φείσεται ἔτι κειμηλίων ἢ λίθων ἢ χωρίων τῆς ἐκκλησίας;” τότε ὁ Ἰωάννης ἄρχεται τῆς ἐξετάσεως, φήσας τῷ Ἀντωνίνῳ· “Τί λέγεις πρὸς ταῦτα, ἀδελφὲ Ἀντωνῖνε;” ἠρνήσατο ἐξ ἀνάγκης (πῶς γὰρ οἷόν τε ἐκ προοιμίων αὐτῶν τὴν ἰδίαν αἰσχύνην ὁμολογῆσαι). ἠρωτή‐ | |
10 | θησαν οἱ δεδωκότες, ἠρνήσαντο κἀκεῖνοι. ἐπὶ τούτοις ἐπιμελῶς τῆς ἐξετάσεως γιγνομένης μέχρις ὥρας ὀγδόης, ἐκ τεκμηρίων τινῶν ἐμορφοῦτο ἡ δίκη. καταλήγει τὰ τελευταῖα, ὡς εἰκός, εἰς μάρτυρας, ἐφ’ ὧν καὶ δεδώκασι καὶ εἴληφεν. οὐ παρῆσαν οἱ μάρτυρες· χρεία γίνεται τῆς τούτων παραστάσεως. ἀποβλέψας | |
15 | εἰς τὸ ἐργῶδες τῆς παραστάσεως ὁ Ἰωάννης προθυμεῖται ἐπὶ καθαρισμῷ τῆς ἐκκλησίας καὶ φειδοῖ τῶν μαρτύρων, δι’ ἑαυτοῦ παραγενόμενος εἰς τὴν Ἀσίαν, τὴν ἐξέτασιν συμπεραιῶσαι. θεασάμενος ὁ Ἀντωνῖνος τὸ ἄοκνον Ἰωάννου καὶ τὸ ἀδέκαστον, ὡς ἅτε συνειδὼς ἑαυτῷ, ὑπεισελθὼν εἰς ἕνα τῶν κρατούντων, | |
20 | οὗ καὶ τῶν γῃδίων ἐφρόντιζε τῶν ἐν τῇ Ἀσίᾳ, παρακαλεῖ αὐτὸν ποιῆσαι ἐπισχεθῆναι τὸν Ἰωάννην, ἵνα μὴ ἀπέλθῃ εἰς τὴν Ἀσίαν, ὑποσχόμενος τὴν τῶν μαρτύρων παράστασιν. ὃς ἐξαυ‐ τῆς παρασκευάζει δηλωθῆναι ἐκ τοῦ παλατίου τῷ ἐπισκόπῳ Ἰωάννῃ τάδε· “Ἄτοπόν ἐστι πρᾶγμα, ἐπίσκοπόν σε ὄντα καὶ | |
25 | τῶν ψυχῶν ἡμῶν προστάτην, ἐν τοσαύτῃ προσδοκίᾳ θορύβου | |
καταλείψαντα τὴν πόλιν, στείλασθαι τὴν ἀποδημίαν τὴν εἰς | 86 | |
87 | τὴν Ἀσίαν, εὐχερῶς τῶν μαρτύρων διαγομένων.” —ἦν δὲ ὁ Γαϊνᾶς, ὁ βάρβαρος, ὁ προσδοκώμενος θόρυβος. καὶ τί γάρ; ἵνα μὴ μακρηγορήσω, πείθεται ἀπομεῖναι, φροντίζων ὁμοῦ καὶ τῆς δίκης καὶ τῆς συντριβῆς τῶν μαρτύρων. ἑρμαῖον δὲ τῷ | |
5 | κατηγορηθέντι ὑπῆρχεν ἡ εἰς τοὺς μάρτυρας ἀναβολή, οὓς ἐδύνατο φυγαδεῦσαι ἢ ἀργυρίῳ ἢ δυναστείᾳ. ταῦτα προεορακὼς ὁ Ἰωάννης σκέπτεται μετὰ τῆς παρούσης συνόδου τινὰς τῶν παρόντων ἐπισκόπων ἀποσταλῆναι εἰς τὴν Ἀσίαν ἐπὶ ἐρω‐ τήσει τῶν μαρτύρων. ἐξαυτῆς οὖν ὡρίσθησαν τρεῖς ἐπίσκοποι | |
10 | κατελθεῖν, Συγκλήτιος μητροπολίτης Τραϊανουπόλεως 〈καὶ〉 Ἡσύχιος ὁ Παρίου καὶ Παλλάδιος ὁ Ἑλενουπόλεως, διαλαλη‐ σάσης τῆς συνόδου ἐν τοῖς ὑπομνήμασιν, ὡς τὸν ἐντὸς δύο μηνῶν μὴ ἀπαντήσαντα καὶ συστάντα τοῖς ἑαυτοῦ δικαίοις ἐν Ὑπαί‐ ποις τῇ Ἀσιανῶν πόλει (διὰ τὸ ἐκ γειτόνων εἶναι καὶ τοὺς | |
15 | ἐλεγχομένους καὶ τοὺς λοιποὺς τῶν ἐπισκόπων τοὺς ὀφείλοντας συνδικάσαι τοῖς περὶ Συγκλήτιον), τοῦτον ἀκοινώνητον γίνεσθαι. πρὸς τούτοις κατῆλθον οἱ τυπωθέντες Συγκλήτιος καὶ Παλλάδιος ἐν Σμύρνῃ· ὁ γὰρ Ἡσύχιος φίλος ὢν τοῦ Ἀντωνίνου προσε‐ ποιήσατο κεκακῶσθαι. ἐξαυτῆς δὲ γράψαντες ἐσήμαναν ἀμφο‐ | |
20 | τέροις τοῖς μέρεσιν τὴν ἑαυτῶν ἐνδημίαν, ἵνα συνδραμόντες εἰς τὴν ὡρισμένην πόλιν ἐκπληρώσωσι τὰς ὑποσχέσεις. οἱ δὲ πείσαντες ἀλλήλους, ὁ μὲν χρυσίῳ, ὁ δὲ ὅρκῳ, φίλοι γεγόνασι πρὸ τῆς τῶν δικαστῶν παρουσίας. συνδραμόντες δὲ σχήματι ἐν τῇ Ὑπαιπινῶν ἐνόμιζον τοὺς κριτὰς διαπαίζειν ἐπὶ ὑπερ‐ | |
25 | θέσει πάλιν τῶν μαρτύρων, ὡς ἐκδημούντων εἰς διαφόρους χρείας. πρὸς τούτοις ἐπερωτῶσιν οἱ δικασταὶ τὸν κατήγορον· “Ἐντὸς οὖν ποσῶν ἡμερῶν διάγεις αὐτούς; καὶ ἐκδεχόμεθα.” νομίσας αὐτοὺς δυσφοροῦντας πρὸς τὴν τῶν ἀέρων ἐπάχθειαν | |
ἀποχωρεῖν (ἦν γὰρ τὸ ἀκραιφνὲς τῆς θερινῆς ὥρας) ὑπέσχετο, | 87 | |
88 | ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐγγράφως ἢ ἄγειν τοὺς μάρτυρας ἢ ὑφίστασθαι τὰ τῶν κανόνων. ἀφεθεὶς οὖν εἰς ἐπιζήτησιν τῶν μαρτύρων, καταλιπὼν τὸ πρᾶγμα, καταλαμβάνει τὴν Κωνσταντινούπολιν, ἐκεῖσε διαλανθάνων. ἐξεδέξαντο οἱ κριταὶ | |
5 | τὰς τεσσαράκοντα ἡμέρας, ὡς εἰκός· καὶ ὡς οὐδαμοῦ ἐφάνη, ἐπι‐ στέλλουσι τοῖς πανταχοῦ τῆς Ἀσίας ἐπισκόποις, ποιήσαντες αὐτὸν ἀκοινώνητον, ἢ ὡς λιποτάκτην ἢ ὡς συκοφάντην. μετὰ δὲ τοῦτο προσεκαρτέρησαν ἄλλας τριάκοντα ἡμέρας καί, ὡς οὐδαμοῦ ἐφάνη, ἀναχωρήσαντες ἦλθον εἰς τὴν Κωνσταντινού‐ | |
10 | πολιν· κἀκεῖ περιτυχόντες αὐτῷ ἐνεκάλουν ἐπὶ τῷ τετολμημένῳ. ὁ δὲ πάλιν ἀῤῥωστίαν σώματος προφασισάμενος ὑπισχνεῖτο τοὺς μάρτυρας. τούτων οὕτω χρονοτριβούντων, ἀποθνήσκει ὁ Ἀντωνῖνος, μεθ’ οὗ εἶχεν ὁ Εὐσέβιος τὴν δίκην. αὖθις ψήφισμα ἔρχεται ἀπὸ Ἀσίας, τοῦτο μὲν τοῦ κλήρου τῆς ἐκκλησίας τῆς | |
15 | Ἐφεσίων, τοῦτο δὲ τῶν ἐπισκόπων, πρὸς τὸν Ἰωάννην, ἀξίωσιν μεθ’ ὅρκου φρικτοῦ περιέχον· “Ἐπειδὴ ἐν τοῖς ἔμπροσθε χρόνοις φύρδην οἵ τε θεσμοὶ καὶ ἡμεῖς ἐποιμάνθημεν, ἀξιοῦμέν σου τὴν τιμιότητα κατελθοῦσαν τύπον ἐπιθεῖναι θεόπεμπτον τῇ Ἐφεσίων ἐκκλησίᾳ ἐκ μακρῶν τῶν χρόνων καταπονηθείσῃ, | |
20 | τοῦτο μὲν ὑπὸ τῶν τὰ Ἀρείου φρονούντων, τοῦτο δὲ ὑπὸ τῶν τὰ ἡμέτερα μετὰ πλεονεξίας καὶ φιλαυτίας αὐχούντων· ἐπειδὴ μάλιστα πολλοὶ οἱ ἐφεδρεύοντες, ὡς λύκοι βαρεῖς, διὰ χρημά‐ των ἁρπάσαι τὸν θρόνον ἐπειγόμενοι.” ὁ δὲ Ἰωάννης ἐν τοσ‐ αύτῃ σώματος ἀνωμαλίᾳ καὶ χειμερίας τῆς ὥρας, οὐδὲν πρὸ | |
25 | ὀφθαλμῶν θέμενος λυπηρόν, ἐπὶ καταστάσει μάλιστα νενοση‐ κότων πραγμάτων ὅλης τῆς Ἀσιανῆς διοικήσεως δι’ ἀπειρίαν ἢ ἐρημίαν ποιμένων, τονωθεὶς τῇ προθυμίᾳ, ἐμβὰς εἰς πλοῖον, ἀπαίρει τῆς πόλεως. ἐπιγενομένου δὲ σφοδροῦ ἀνέμου βοῤῥέου, | |
φοβηθέντες οἱ ναυτικοί, ἵνα μὴ εἰς τὴν Προκονησσὸν ἐκριφῶσι, | 88 | |
89 | τὸ ἔπαρμα θέντες τῇ βαλλομένῃ, ὑποτρέχουσι τὸ ὄρος τοῦ Τρίτωνος· κἀκεῖσε ῥίψαντες τοὺς κατόχους, ἔμενον ἐκδεχόμενοι νότον, ἵνα παραβάλωσι τῇ Ἀπαμείᾳ. ἐπιμείναντες οὖν δύο ἡμέρας νήστεις ῥεμβόμενοι ἐν τῷ πλοίῳ, τῇ τρίτῃ ἐξῆλθον εἰς | |
5 | τὴν Ἀπάμειαν, ἐν ᾗ ἐξεδέχοντο Παῦλος καὶ Κυρῖνος καὶ Παλ‐ λάδιος οἱ ἐπίσκοποι (τούτους γὰρ ἔλαβε συνεκδήμους ὁ Ἰωάννης). διανύσαντες δὲ τῇ πεζικῇ πορείᾳ τὴν ὁδὸν εἰσβάλλουσιν εἰς τὴν Ἔφεσον· καὶ συναγαγόντες τοὺς τῆς Λυδίας ἐπισκόπους καὶ Ἀσίας καὶ Καρίας συντείνοντας εἰς ἑβδομήκοντα ἄνδρας, | |
10 | ποιοῦνται τὴν χειροτονίαν, τῶν πολλῶν ἐκ προθυμίας ἑκουσίου ἀπαντησάντων, μάλιστα Φρυγῶν, ἐπὶ ἀπολαύσει στόματος σοφίας, κατὰ τὸ εἰρημένον· “Σοφία ἐν ἐξόδοις ὑμνεῖται” (τοῦτ’ ἔστιν ἐν τοῖς λαλοῦσιν), “ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει” (τοῦτ’ ἔστι καρδίαις ταῖς διὰ πολυτρόπων θλίψεων πλατυν‐ | |
15 | θείσαις, κατὰ τό, “Ἐν θλίψει ἐπλάτυνάς με”). —στενοχωρεῖται γὰρ ἡ σοφία ἐν τοῖς τὰ ζιζάνια γεωργοῦσι καὶ τὸν λόγον συμπνίγουσιν. | |
18n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ〉 | |
18 | Τούτων οὖν οὕτως ἐχόντων, προσῆλθεν ὁ τῆς μακρηγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν | |
20 | ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. προσαντι‐ λέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. ἐπὶ τούτοις ἱκετεύει λέγων· “Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ δύο ἔτη ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγέ‐ νηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοσεβείας σήμερον | |
25 | πάραυτα δοῦναί με τοὺς μάρτυρας. εἰ γὰρ καὶ Ἀντωνῖνος | |
ἐτελεύτησεν ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ’ οὖν | 89 | |
90 | γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες.” ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα. ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρώην πραχθέντων ὑπομνημάτων. εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέν‐ | |
5 | των. ἐν μὲν τῇ ἀρχῇ ἠρνοῦντο· ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ καὶ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαῤῥη‐ κέναι, καὶ γυναικῶν τινων, καὶ τὰ εἴδη τῶν ἐνεχύρων λεγόντων, καὶ τοὺς τόπους καὶ τοὺς καιροὺς καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς διακειμένης αὐτῶν τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολο‐ | |
10 | γοῦσι δίχα πολλῆς ἀνάγκης, ὅτι “Δεδώκαμεν, ὡμολόγηται, καὶ γεγόναμεν, τοιαύτην νομίσαντες εἶναι ἀκολουθίαν, ἵνα δόξωμεν τοῦ βουλευτηρίου ἐλευθεροῦσθαι. καὶ νῦν δεόμεθα, εἰ μὲν ἔστιν ὅσιον, ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς ἐκκλησίας· ἐπεὶ κἂν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν· τῶν γὰρ γυναικῶν ἡμῶν | |
15 | τινες δεδώκαμεν σκεύη.” ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι “Τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς σὺν Θεῷ ἀπαλ‐ λάξω, ἀξιώσας τὸν βασιλέα· ὑμεῖς δὲ προστάξατε αὐτοὺς λαβεῖν ὃ δεδώκασιν παρὰ τῶν Ἀντωνίνου κληρονόμων.” προσέταξεν ἡ σύνοδος, τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων | |
20 | Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται Ἰουδαϊκὸν ἢ Αἰγύπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. φασὶ δὲ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ’ ἔτος ἀμείβειν, ἢ καὶ παρ’ ἔτος, τοὺς ἀρχισυναγώγους ἐπὶ | |
25 | συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως δὲ καὶ τὸν ζηλωτὴν τούτου τῶν Αἰγυπτίων πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· “Οἱ | |
ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς | 90 | |
91 | μετὰ ἀργυρίου ἐμαντεύοντο.” τούτων πάντων ἐστὶ καὶ ὑπομνή‐ ματα καὶ οἱ κρίναντες. καὶ οὐκ εἰς μίαν ἡμέραν γεγένηται, ὡς ἐψεύσατο ὁ Θεόφιλος, ἡ ἐξέτασις, ἀλλ’ ἐπὶ δύο ἔτη. καὶ ἔστερξαν οἱ καθαιρεθέντες, τῆς μελλούσης κρίσεως ἐλευθερωθέντες, ὡς | |
5 | τὸν ἕνα ἐξ αὐτῶν ἔκδικον δημοσίων γενέσθαι πραγμάτων· καὶ εἰς τοὺς τόπους αὐτῶν ἕτεροι ἀείπαιδες ἀντεισήχθησαν, βίῳ καὶ λόγῳ κεκοσμημένοι. καὶ οἱ γεννάδες καὶ φιλόνεικοι μετὰ τὴν Ἰωάννου ἐξορίαν λαβόντες ὃ ἔλαβον (οὐ γὰρ ἔχει ὄνομα ἡ κακία, ὥσπερ οὐδὲ οὐσίαν), τοὺς μὲν πρὸ τετραετίας ῥιφέντας | |
10 | πάλιν εἰσέφρησαν εἰς τὰς ἐκκλησίας, τοὺς δὲ ἐνθέσμως ἐνθρο‐ νισθέντας ἐξέωσαν ἐπὶ σκορπισμῷ τῶν τοῦ Χριστοῦ προβάτων. τὸ μέντοι γελοιωδέστατον πάντων, μᾶλλον δὲ θρήνου ἄξιον, ἐὰν ἀκούσῃς, Θεόδωρε φιλομαθέστατε, “Ἠχήσει μέν σου,” κατὰ τὸν προφήτην, “ἀμφότερα τὰ ὦτα,” ἀποκλαύσεις δέ, φιλόθεος | |
15 | ὤν, τοὺς μαινομένους τῶν ἐπισκόπων, ἐσκοτισμένῃ χειρὶ λυμαι‐ νομένους τὰς δωρεὰς τοῦ Χριστοῦ. ἃς γὰρ μετὰ νηστείας καὶ δεήσεως καὶ δοκιμασίας κλήρου καὶ φόβου οἱ περὶ Πέτρον καὶ Ἰωάννην ἐποίουν χειροτονίας, αὐτοὶ τὸ ἐναντίον μετὰ κραιπάλης καὶ μέθης καὶ δώρων οἰκτρῶν τὰ τῶν ἀνθρώπων ἐκτρώματα, ἃ | |
20 | μήτε χοίρων ἀλόγων ἢ κυνῶν ἄξια, κατὰ τὸν προφητεύσαντα περὶ αὐτῶν Ἰὼβ ἐκ προσώπου τοῦ Σωτῆρος· “Οὓς οὐχ ἡγη‐ σάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων, οἱ ὑπὸ φρύγανα διῃ‐ τῶντο.” οἱ τοίνυν μετὰ μιμάδων καὶ Ἰουδαίων, ὡς φίλοι τοῦ Σωτῆρος, παρὰ τῶν σοφῶν τὰ ἀπόῤῥητα τῆς ἱερωσύνης κατα‐ | |
25 | πιστεύονται· δι’ οὓς καὶ τοὺς εὐκτηρίους οἴκους φεύγουσιν οἱ λαοὶ τῶν ὀρθοδόξων. ἔφθασεν γὰρ πάντως τὸ καινὸν καὶ κουφω‐ δέστατον τοῦ τολμήματος καὶ μέχρις ὑμῶν τῆς κατὰ Ἔφεσον ἐκκλησίας· πῶς γὰρ οὔ; —παραθαλασσίας οὔσης καὶ ῥᾳδίως | |
διαπορθμευούσης τὰς φήμας. εἰς τὸν τόπον γάρ—μᾶλλον δὲ εἰς | 91 | |
92 | τὸν Ἰωάννου τοῦ τὸ Εὐαγγέλιον γράψαντος, τοῦ εἰς τὸ τῆς σοφίας στῆθος πιστῶς ἐπαναπεσόντος, περὶ οὗ γέγραπται· “Ὃν ἠγάπα ὁ Ἰησοῦς”· ὃν Τιμόθεος, ὁ Παύλου μαθητής, πρὸς ὃν αἱ δύο φέρονται τοῦ ἀποστόλου Ἐπιστολαί, διαδέχεται— | |
5 | “βδέλυγμα ἐρημώσεως” 〈ἀντεισάγεται〉. χειροτονήσαντες γὰρ τὸν Βίκτορος τοῦ τριβούνου εὐνοῦχον ἐνεθρόνισαν, καὶ τὸν ὑπὸ ἑβδομήκοντα ἐπισκόπων ἐνθρονισθέντα ἐν εἱρκτῇ δαπανῶντες μέχρι τῆς δεῦρο, ἄνδρα μονάσαντα ἐν τῇ ἐρήμῳ, ἀπὸ ἐγκυκλίων ἠγμένον μαθημάτων, καὶ τῶν θείων Γραφῶν ἐντὸς γενόμενον, | |
10 | καὶ διακονήσαντα ἔτη τρία. καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν· νυνὶ δέ, γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, φιλάργυρον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές· (καθὼς | |
15 | ἤκουσα πολλάκις) τὰ θεατρικὰ κοράσια ἐπ’ ὤμων βαστάσαντα ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον καὶ κρατῆρα ἐν τῇ χειρὶ ἐνημμένον οἰνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ Διονύσου. ταῦτα δὲ πάντα ἔπραξεν οὐ πρὸ τῆς εἰς Χριστὸν μυσταγωγίας, ἀλλὰ μετὰ τὸ φώτισμα· ὃς αἰνίσ‐ | |
20 | σεται διὰ τούτων μηδὲ τῇ ἀναστάσει πιστεύειν. τῆς γὰρ ἀναστάσεως τὸν θεμέλιον σαθρώσας, πῶς οὗτος ἐπὶ ταύτῃ πιστεύει; ὁ δὲ μὴ πιστεύων τῇ ἀναστάσει, πῶς κήρυξ γένηται τῆς ἀναστάσεως, κατὰ τὸν εἰπόντα· “Πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ πιστεύσωσιν;” οὗτος σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, | |
25 | μαίνεται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. ταῦτα δέ ἐστι τὰ κατὰ τὴν Ἀσίαν γεγενημένα, περὶ ὧν ἐπηρώτησας, διὰ τὸν | |
γράψαντα Θεόφιλον δέκα ἓξ ἐπισκόπους καθῃρηκέναι τὸν | 92 | |
93 | Ἰωάννην. ἔσο οὖν εἰδὼς ἐπὶ τῆς ἀληθείας, ὅτι ἕξ εἰσι. τούτων ἐστὶ καὶ τὰ ὑπομνήματα σωζόμενα παρ’ ἡμῖν μετὰ ὑπογραφῆς τῶν εἴκοσι δύο ἐπισκόπων τῶν τὴν ἀρχὴν ἀκουσάντων καὶ τῶν ἑβδομήκοντα τῶν καθελόντων καὶ τὴν δίκην περαιωσάντων. | |
5n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙϜʹ〉 | |
5 | Ο ΔΙΑΚ. Σύγγνωθί μοι, πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. οἱ μὲν γὰρ μαινόμενοι καὶ μέθυσοι καὶ οἱ παῖδες, οἱ μὲν μετὰ τὴν νῆψιν, οἱ δὲ μετὰ τὴν πέψιν, οἱ δ’ ἄλλοι μετὰ τὴν ἔννομον ἡλικίαν ἀρνοῦνται, ἐπαισχυνόμενοι τοῖς αἰσχρῶς ἢ ἀτάκτως γεγενημένοις ἢ λελεγμένοις· οὗτοι δὲ | |
10 | ἐν ἡλικίᾳ τελείᾳ καὶ δοκούσῃ νήψει δεδρακότες, οὐ μόνον οὐ μεταμελοῦνται ἐπὶ τοῖς πραχθεῖσιν, ἀλλ’ ἔτι εὔχονται ἀσά‐ λευτον καὶ βεβαίαν διαμεῖναι τὴν ἑαυτῶν κακοπραγίαν. οἱ γὰρ μὴ φρίξαντες Εὐαγγέλιον ἐπιθεῖναι ἐναγεῖ κεφαλῇ, εἰς ἣν γυναι‐ κῶν αἱ ἀνήμεροι ἐπωρχήσαντο, τίσιν ἄλλοις συναριθμήσονται, | |
15 | ἢ τοῖς τὸν ἀκάνθινον στέφανον τῷ Υἱῷ τοῦ Θεοῦ περιθεῖσιν; αὐτὸς δὲ εἰ οἶσθα τὸν τρόπον τῆς καταστάσεως Πορφυρίου τοῦ Ἀντιοχέων, ἢ τοὺς καταστήσαντας, ἢ τὸν πάλαι τοῦ ἀνθρώπου βίον, εἰ ἄσημος ἢ ἐπίσημος, τά τε δόγματα, εἰ ἀληθῆ ἢ ψευδῆ, ἀπάγγειλον ἡμῖν· ἐπειδὴ μάλιστα καὶ γεγράφηκεν τῇ ἐκκλησίᾳ | |
20 | Ῥωμαίων, καὶ ἀντιγράφων οὐκ ἠξιώθη. Ο ΕΠΙΣΚ. Ὁ αὐτὸς ἔσται μοι λόγος τῆς ἀληθείας, οὐ γὰρ ἐπιλήσομαι τῆς τοῦ Δεσπότου φωνῆς τῆς λεγούσης· “Περὶ παντὸς λόγου ἀργοῦ δώσουσι λόγον οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως.” ἐγὼ δὲ προσπλέξας τολμηρῶς εἴποιμι· “Καὶ περὶ | |
25 | πάσης ἀργῆς ἀκοῆς.” ὡς γοῦν καὶ σεαυτὸν ἀσφάλισαι, εἴ τι οὐ συνορᾷς με ἀληθεύειν, μὴ τῇ πολιᾷ μου ἡττώμενος, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει. τί γάρ μοι ἐκ τῶν σήμερον ἢ ἐκ τῶν χθὲς εἰρημένων ὄφελος ψευσαμένῳ, εἰς αἰῶνα ἐνώπιον τῆς ἀκριβοῦς δίκης καταισχυνομένῳ; πῶς δὲ ὑποίσω τὸν μυλικὸν | |
30 | λίθον τῆς καταλαλιᾶς ἐν τῷ τραχήλῳ τῆς διανοίας, εἰς τὸν | |
βυθὸν τῆς γεέννης κατασπώμενος, ἐπὶ τοῖς διὰ τῶν ψευσμάτων | 93 | |
94 | μου σκανδαλισθεῖσιν; Πορφύριος οὗτος ἐν μὲν τῇ ἐκκλησίᾳ ἐχρόνισεν καὶ διακονήσας καὶ ἱερατεύσας ἐν τῷ πρεσβυτερίῳ, τῶν μέντοι χρόνων ἀλλότριον τὸ ἦθος φέρων, εἰς οὐδὲν πνευμα‐ τικὸν ἐχρησίμευσέ ποτε τῇ ἐκκλησίᾳ· τοῖς δὲ περιχωρίοις τῶν | |
5 | εὐλαβῶν ἐπισκόπων ἀεὶ ἀντιπράττων, ὡς ἅτε μεγίστης ὢν πόλεως, καὶ ἔχων τοὺς ἄρχοντας ἐπ’ ἐξουσίας, τὸ πρᾶγμα ἐκαπήλευεν· ἐπιβουλεύων δὲ ταῖς σεμναῖς χειροτονίαις, ὑπεισ‐ ήρχετο τῇ τῶν τρόπων δεινότητι τοὺς κατὰ καιρὸν ἐπισκόπους (ὡς ἂν εἴποι τις) καὶ ἄκοντας κατασπῶν ἐπὶ τὰς ἀνεμοφθόρους | |
10 | ἄγων χειροτονίας. δεινὸν γὰρ ἡ κολακεία, κατὰ τὸν κωμικὸν Μένανδρον, μετὰ δυστροπίας συγκεκλωσμένη, καθὼς λέγει· “Χαλεπόν, Παμφίλη, ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχεσθαι. πλείονα οἶδεν, πλείονα κακουργεῖ, αἰσχύνεται οὐδένα, κολακεύει μᾶλλον”· κατὰ δὲ τὸν σοφὸν Σολομῶντα, “Λόγοι κερκώπων | |
15 | μαλακοί, αὐτοὶ δὲ τύπτουσιν εἰς ταμεῖα κοιλίας.” σωφροσύνης μὲν γὰρ τῆς κατὰ τὰς σαρκικὰς ἡδονὰς οὐ μόνον ξένος, ἀλλὰ καὶ ἐχθρός, καθάπερ γὺψ μύρου, καθέστηκεν, ὡς κρατεῖν αὐτοῦ φήμην καὶ τῆς κατὰ Σόδομα κακομανίας. νόμων γὰρ καὶ μέτρων καὶ τειχῶν κειμένων παρὰ τῆς φύσεως ἐπὶ ταῖς ἡδοναῖς, ὥς | |
20 | φασιν οἱ πολλοί, πατήσας μὲν τὸ τεῖχος, συντρίψας δὲ τὸ μέτρον, ἐνυβρίσας δὲ τὸν νόμον, ταύτην ἀπεκύησε τὴν ὑπό‐ ληψιν, τῶν γοήτων καὶ ἡνιόχων καὶ τῶν τὰ παλαιὰ δι’ ἀσχήμου κινήσεως μετ’ ἐκστροφῆς σκέλους δεικνυόντων προΐστασθαι καὶ συνεστιᾶσθαι. γόησι μὲν γὰρ συναγωνίζεσθαι καὶ φιλικῶς συμ‐ | |
25 | βαλεῖν οὐ διετράπη, ὡς καὶ ἐν ὑπομνήμασι διαφόρων ἀρχόντων ἐμφέρεσθαι ἐγκλήματα, οὐκ 〈ἀνεγνωκὼσ〉 τὸ γνωμικόν· “Ἃ μὴ δεῖ ποιεῖν, μηδ’ ὑπονοοῦ ποιεῖν.” [δι’ ὃν καὶ ὁ μεσίτης πληγαῖς ἀνῃρέθη, καὶ ὁ εὑρὼν ἐξωρίσθη, καὶ ὁ γόης ἐφυγαδεύθη.] φασὶ | |
δέ, πρὸς ταῖς προλαβούσαις κακοπραγίαις, μετὰ τὴν χειροτονίαν | 94 | |
95 | τὰ κειμήλια χωνεύσας τοῖς ἄρχουσι προσαναλίσκει, ἵνα δόξῃ κρατεῖν οὐ λόγῳ, ἀλλὰ τυραννίδι, τῶν ἀθλίως αὐτῷ παραπεσόν‐ των. τῇ γὰρ Ἰωάννου ἐξορίᾳ τῇ εἰς τὴν Ἀρμενίων συνήκμασεν ὁ θάνατος Φλαβιανοῦ τοῦ Ἀντιοχέων ἐπισκόπου. θεασάμενος | |
5 | ὁ Πορφύριος τήν τε ἀνδρωνῖτιν καὶ τὴν γυναικωνῖτιν πόθῳ ἐκκρεμαμένην τῷ τραχήλῳ Κωνσταντίου τοῦ πρεσβυτέρου, τοῦ ἐξ ἁπαλῶν ὀνύχων δουλεύσαντος τῇ ἐκκλησίᾳ ἀνδρός, ὡς λέγουσιν οἱ Κριταί, “ἀμφοτεροδεξίου” (καὶ ἡ νομιζομένη γὰρ αὐτοῦ ἀριστερὰ τῆς ἄλλων δεξιᾶς ἀμείνων ὑπῆρχεν)· ὃς τὰ | |
10 | μὲν πρῶτα ἐν ἐπιστολαῖς ὑπηρετήσας, ἄμεμπτος ἀπὸ κέρδους αἰσχροῦ καὶ δώρων εὑρέθη· μετέπειτα δὲ ἐπὶ τὸν ἀναγνώστην καὶ διάκονον φθάσας, ἀκόπως ἐκράτησεν τῆς ἐν ἀνθρώποις βασιλευούσης τῶν γυναικῶν ἡδονῆς, ὡς λέγει ὁ παροιμιαστής· “Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς.” τὸ μὲν γὰρ κρατεῖν ἔστιν | |
15 | ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τῷ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνον ἐστὶ τῶν φιλο‐ θέων, οὓς καὶ “ἐκλεκτοὺς” ὠνόμασεν ἡ Γραφή, τό, “Χεὶρ ἐκ‐ λεκτῶν κρατήσει εὐχερῶς,” εἰποῦσα. πραῢς μὲν γάρ ἐστιν, εἰ | |
20 | καί τις ἄλλος, ἀσκητής, διορατικός, ὀξὺς συνιδεῖν, βραδὺς εἰς κόλασιν, σύνους, τὸ σκεπτικὸν ἀεὶ αἰνιττόμενος, ἐλεήμων, ἀφιλ‐ άργυρος, δίκαιος εἰς τὰς κρίσεις, μακρόθυμος εἰς τὰς ὕβρεις, εὔτονος εἰς τὸ πεῖσαι, παρατείνας πολλάκις νήστης ἕως ἑσπέρας, ἵν’ ἐλευθερώσῃ καταπονουμένους, σεμνὸς ἰδεῖν, δριμὺς τὸ βλέμμα, | |
25 | ὀξὺς τὸ βάδισμα, ἄγαμος, ὡς εἰκός, ἄνθος μειδιῶν ἐπὶ προσώπου σώζων καὶ ἐν αὐταῖς ταῖς νόσοις. τοῦτον οὖν τὸν τοιοῦτον παρασκευάζει διὰ χρημάτων φυγαδευθῆναι τῷ τρόπῳ τούτῳ· ἀποστείλας εἰς τὸ στρατόπεδον πρὸς τοὺς κρατοῦντας τῶν ἐπι‐ | |
σκόπων ποιεῖ αὐτὸν ἀπὸ γράμματος βασιλικοῦ εἰς Ὄασιν | 95 | |
96 | ἐξορισθῆναι ὡς ἀναστάτην τῶν δήμων. ὃς ἐξαυτῆς γνοὺς διασώ‐ ζεται παρὰ τῶν φίλων ἐπὶ τὴν Κύπρον. αὐτὸς δὲ ὁ Πορφύριος τοὺς περὶ Κυριακὸν καὶ Διόφαντον τοὺς πρεσβυτέρους καὶ λοιποὺς κληρικοὺς ὑπὸ τὴν τάξιν ποιήσας, ἐπιτηρεῖ καιρόν, ἐν | |
5 | ᾧ πᾶσα ἡ πόλις μεθωρμίζετο ἐν τοῖς τῆς πόλεως προαστείοις, ἔχων παρ’ ἑαυτῷ τοὺς περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον κεκρυμμένους, μιᾶς τῶν παρὰ τοῖς ἔθνεσιν ἐπισήμων ἑορτῶν διὰ τετραετίας ἐπιτελουμένων τῶν Ἡρακλείων ἄθλων, Ὀλυμπίων καλουμένων, ἐν ᾗ—ὡς εἰπεῖν—καὶ γυναικῶν αἱ | |
10 | νομάδες σὺν τοῖς δήμοις ἐκριπίζονται ἐπὶ τὴν Δάφνην ἐπὶ θέᾳ τῶν ἀγωνιζομένων. ἐπεισπηδήσας τῇ ἐκκλησίᾳ μετὰ τῶν προει‐ ρημένων ἐπισκόπων καὶ κληρικῶν ὀλίγων χειροτονεῖται λάθρᾳ, θυρῶν κεκλεισμένων, μετὰ πολλῆς τῆς σπουδῆς, ὡς μηδὲ τὴν εὐχὴν αὐτοὺς φθάσαι ἐπιτελέσαι, φόβῳ τοῦ καταληφθῆναι | |
15 | (τοιοῦτον γὰρ ἡ μοιχεία, τὰ σπούρια καὶ γεννῶσα καὶ δρῶσα). οἱ δὲ περὶ Σευηριανὸν “λαβόντες τὸ ἱκανὸν” δι’ ὀρέων καὶ ἀνοδιῶν ἔφυγον, τὸν ἀνθρώπινον διαδράσαντες φόβον, τῷ δὲ θείῳ, ὃν ἠγνόησαν, περιπαρέντες. λυθέντος δὲ τοῦ δημοτικοῦ θεάτρου καὶ τῶν δήμων εἰσελθόντων εἰς τὴν πόλιν, ἠγγέλθη | |
20 | αὐτοῖς τὸ κατὰ τὸν Πορφύριον πάθος καὶ τὸ κατὰ Ἀκάκιον δρᾶμα. διακαρτερήσαντες οὖν τὴν ἑσπέραν ἐκείνην ἐπὶ τὴν αὔριον, ὡς ἐπὶ μοιχείᾳ πληγέντες, διαναστάντες συνέῤῥευσαν πάντες μετὰ πυρὸς καὶ φρυγάνων, συναφανίσαι τὸν Πορφύριον τοῖς δωματίοις βουληθέντες. ὁ δὲ Πορφύριος οὐκ ἀγνοῶν ὃ | |
25 | μεμίσηται μῖσος, καταλείψας τὸν Θεόν, καταφεύγει ἐπὶ τὸν | |
στρατοπεδάρχην καὶ πληρώσας αὐτοῦ τὰς χεῖρας ἀντιστρα‐ | 96 | |
97 | τεύει τοῖς ἀκροαταῖς τοῦ Σωτῆρος, ἀποστρέψας τῶν Ἰσαυρικῶν πολέμων. καὶ οἱ μὲν λῃστρικώτατοι Ἴσαυροι Ῥωσὸν καὶ Σελεύκειαν ἐπόρθουν, Πορφύριος δὲ καὶ Οὐαλεντῖνος ὁ κόμης μετὰ τῶν ὁπλιτῶν τὴν ἐκκλησίαν τῶν ὀρθοδόξων ἐλεηλάτουν, | |
5 | τὸ φρικωδέστατον τοῦ σταυροῦ σημεῖον, ὃ ἀντὶ διδασκάλου ἐπ’ ὤμων φέροντες ἐπὶ τῆς ἀσπόρου ἐλιτάνευον, τοῖς ἑαυτῶν ποσὶ συμπατήσαντες. διαγενομένων δὲ ἡμερῶν, ἀποστέλλει ἐν τῷ στρατοπέδῳ σπουδαίως καὶ παρασκευάζει πρὸς τοῖς τοιούτοις ἄρχουσιν ἴδιόν τινα ὠμογέροντα, δύστροπον, σκολιόν, χειροτο‐ | |
10 | νηθῆναι νυκτέπαρχον, ἵνα ἐπ’ ἀδείας ἔχων τοῦ συκοφαντεῖν τοὺς σπουδαίους χειρώσηται τὴν πόλιν, Νέρωνος τοῦ θεομάχου ἀπομιμούμενος τοὺς τρόπους. οὐ γὰρ πάρεστιν αὐτῷ τὸ λόγῳ πείθειν, ἀλλὰ ἀλογίᾳ καὶ δυσμενείᾳ θλίβειν, οὐκ ἔχοντι σκοπὸν ἀρέσαι Θεῷ, πλανωμένας προσάγοντι ψυχάς, ἀλλ’ ἐμπλῆσαι | |
15 | ὀφιώδη γαστέρα ἐπὶ τῷ στήθει βαδίζουσαν. εἰσὶν οὖν καὶ ἄκοντες οἱ λαοὶ τῷ μὲν δοκεῖν συναγόμενοι φόβῳ τῶν αἰκισμῶν ἐν τῇ ἐκκλησίᾳ, τῇ δὲ ἀληθείᾳ δυσφημοῦντες αὐτῶν τὴν ζώην, ἕξειν τὴν παρὰ τοῦ Θεοῦ ἀντίληψιν ἀναμένοντες. Πρὸς ταῦτα ὁ Θεόδωρος ἐκπληττόμενος ἔλεγε· | |
20 | Ο ΔΙΑΚ. Παρὰ φύσιν ὁρῶ τῶν λόγων τὰ πράγματα, πάτερ. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον οἱ κενόδοξοι, ἀνθρωπάρεσκοι ὄντες, καὶ κόλακες εὑρίσκονται καὶ τραπέζας πολυτελεῖς ἐπιτεχνῶνται, τοῦ ἀγαπηθῆναι χάριν καὶ καλοὶ ἀκοῦσαι, καὶ ἐμπτυσμάτων ἀνεχόμενοι πολλάκις. πῶς τοίνυν ὁ Πορφύριος, ἢ ἄλλος τις, | |
25 | τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας καὶ τὰς ἐξορίας ἐξήσκησαν, ἀπορῶ. Ο ΕΠΙΣΚ. Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, Θεόδωρε, ὅτι εἰς τοσοῦτον κακίας ἠλάκασι μέτρον, ὡς οὐ μόνον μὴ σπεύδειν ἀρέσκειν ἀνθρώποις, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν πραττομένων | |
30 | αἰσχύνης μηδ’ ὅλως φροντίζειν· κακία γὰρ κακίας ἐν κακίᾳ | 97 |
98 | προάγει. τότε γὰρ ἡ κακία προβάλλεται τὴν κενοδοξίαν, ὅτε ἐλπίζει κρατεῖν διὰ τῆς κολακείας τῶν ἀνοήτων· ὅταν δὲ ἀνώ‐ τεροι εὑρεθῶσιν καὶ κολακείας καὶ τραπέζης οἱ θηρευόμενοι, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας προφέρει, ἵν’ οὓς οὐκ ἐδελέασεν | |
5 | τραπέζῃ ἢ κολακείᾳ, καταπτήξῃ ἀπανθρωπίᾳ καὶ δέει, ὡς ἐπὶ τῶν μαρτύρων. ἐκεῖ γὰρ ἀμφότερα ἐτεκταίνετο, καὶ ἡ διὰ δώρων καὶ τιμῶν μηχανευομένη παγίς, τοὺς περὶ τὰ δοξάρια κεχηνότας θηρῶσα, καὶ ἡ διὰ κολάσεων ἀπειλή, τήγανα καὶ ἀρθρέμβολα καὶ θηρία καὶ ὅσα περὶ σφοδρὰν ὀδύνην ἐπιτήδεια εὐτρεπίζουσα, | |
10 | τοὺς ἀνδρείους καὶ φιλοθέους ἀναδεικνῦσα. ὁ μέντοι κλῆρος ὁ Ἀντιοχέων ὁ ἐπίσημος κεκρυμμένως συνάγει, μηδὲ πλησιάζων τοῖς τοίχοις τῆς ἐκκλησίας, καὶ πᾶσα ἡ ἐπίσημος γυναικωνῖτις, δι’ ἃς μάλιστα ἔκφρονες γεγόνασιν οἱ ἀργυρολόγοι τῶν ἡγου‐ μένων. περὶ δὲ τῶν Κωνσταντινουπόλεως τί δεῖ καὶ λέγειν, | |
15 | ὅσον πλῆθος ἀπέστη τῆς ἐκκλησίας, συνάγον ἐν τῷ ὑπαίθρῳ, ὡς προειρήκαμεν, ὡς μηδὲ τοὺς κρατοῦντας τῶν ἐκκλησιαστικῶν πραγμάτων ἔχειν τοσούτους ἀκροατὰς τῆς σιγῆς; —λόγος γὰρ οὐδαμοῦ παρ’ αὐτοῖς. Ο ΔΙΑΚ. Ἠλευθέρωσάς μου τὴν διάνοιαν, πάτερ, τῇ ἀμφι‐ | |
20 | βολίᾳ δεδουλωμένην, τοῖς ὀφθαλμοῖς μου παραστήσας τὰ πράγ‐ ματα. ἡ γὰρ συμφωνία τῶν λόγων καὶ ἡ ἄσκηπτος διήγησις ἐπληροφόρησέν με ἀληθῆ εἶναι τὰ γεγενημένα· ἀδύνατον γὰρ ψευδῆ λόγον ἑαυτῷ συμφωνῆσαι. ἀνεπαχθῶς τοίνυν διήγησαι ἡμῖν καὶ τὰ κατὰ τὴν Ὀλυμπιάδα, εἴ γέ τίς σοι γνῶσις. | |
25 | Ο ΕΠΙΣΚ. Ποίαν ταύτην; ἐπειδή εἰσι καὶ ἕτεραι. Ο ΔΙΑΚ. Τὴν διάκονον Κωνσταντινουπόλεως, νύμφην ποτὲ γενομένην Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων. Ο ΕΠΙΣΚ. Καὶ πάνυ γε οἶδα. Ο ΔΙΑΚ. Ποταπὴ γυνὴ τυγχάνει οὖσα; | |
30 | Ο ΕΠΙΣΚ. Μὴ λέγε “γυνή,” ἀλλ’ “οἷος ἄνθρωπος”· ἀνὴρ | |
γάρ ἐστι παρὰ τὸ τοῦ σώματος σχῆμα. | 98 | |
99 | Ο ΔΙΑΚ. Ἐν τίνι; Ο ΕΠΙΣΚ. Ἔν τε βίῳ καὶ πόνοις καὶ γνώσει καὶ τῇ τῶν περιστάσεων ὑπομονῇ. Ο ΔΙΑΚ. Πῶς οὖν ὁ Θεόφιλος αὐτὴν ἐλοιδόρησεν; | |
5 | Ο ΕΠΙΣΚ. Ποῖος οὗτος; Ο ΔΙΑΚ. Ὁ Ἀλεξανδρέων ἡγούμενος. Ο ΕΠΙΣΚ. Ἔοικάς μοι, Θεόδωρε, τοὺς τοσούτους διαύλους τῶν λόγων λήθῃ κεκαλυφέναι. Ο ΔΙΑΚ. Ἐν τίνι; | |
10 | Ο ΕΠΙΣΚ. Ὁ τῆς ἀληθείας μὴ φεισάμενος, ἀλλὰ ταύτην καταπατήσας, ὡς οἱ προάγοντες λόγοι παρέστησαν, καὶ ὁ τὴν ἐκκλησίαν τὴν ὑπ’ οὐρανόν, δι’ ἣν ὁ μονογενής, τὸ δὴ λεγόμενον, ἐσκύλη, ἵνα ταύτην ἑνώσῃ, μὴ τιμήσας, ἀλλ’ ἐνυβρίσας τῷ σχήματι, γυναικὸς ἔχει φείσασθαι χήρας, ἐν προσευχαῖς τὸ ζῆν | |
15 | ἀναλισκούσης; ἐμπερινόστησον καὶ ἴδε εἴ τινά ποτε τῶν κακῶν ἐλοιδόρησεν, μισευλαβὴς ὑπάρχων ἀεί. διὰ τί δὲ καὶ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ οὐ στοχάζῃ, πῶς εἰσιν ἐναντίαι ἀλλήλαις; Ἐπιφάνιον γὰρ τὸν μακάριον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, τριάκοντα ἓξ ἔτη ἄρξαντα τῆς ἐκκλησίας, δυσφη‐ | |
20 | μήσας, ὡς αἱρετικὸν ἢ σχισματάριν ἐπὶ Δαμάσου καὶ Σιρικίου τοῦ μακαρίου, ὕστερον ἐν τῇ πρὸς τὸν πάπαν Ἰννοκέντιον ἐπιστολῇ λοιδορῶν τὸν μακάριον Ἰωάννην, εὑρίσκεται ἁγιώ‐ τατον ὀνομάζων τὸν Ἐπιφάνιον. ποσάκις δὲ θέλεις καὶ τὰ γόνατα ταύτης ἐφίλησεν, ἐλπίδι τοῦ ἀργυρίου, ἣν νῦν λοιδορεῖ, | |
25 | ἐκείνης χαμαὶ πιπτούσης ἐπὶ τῷ πράγματι καὶ δάκρυα ῥαι‐ νούσης, ἐπισκόπου ταῦτα ποιοῦντος; πλὴν ἐν τίνι ἐλοιδόρησεν αὐτήν; Ο ΔΙΑΚ. Ὡς ὑποδεξαμένην τοὺς ὑπ’ αὐτοῦ ῥιφέντας μοναχούς. Ο ΕΠΙΣΚ. Καὶ ἔξεστιν ἐπισκόπῳ ἢ πρέπον ὅλως ῥίπτειν | |
30 | τὸν τυχόντα μαθητήν, μήτι γε καὶ μονάζοντα; | 99 |
100 | Ο ΔΙΑΚ. Ὡς ἐὰν παρώξυναν αὐτὸν ἢ κακῶς εἶπον. Ο ΕΠΙΣΚ. Καὶ τὴν ἰδίαν ὀργὴν ὤφειλεν ἐκπληρῶσαι, φρον‐ τίζων τῆς κατηγορίας; πῶς ἔτι οὗτος τὰς Χριστοῦ ὕβρεις ζητήσει, ὁ περὶ τὰς ἰδίας ἀσχολούμενος δόξας; διὰ τί δὲ ὅλως | |
5 | τὸν εἰπόντα διδάσκαλον οὐκ ἐμιμήσατο, “Λοιδορούμενοι εὐλο‐ γοῦμεν”; Ο ΔΙΑΚ. Τί οὖν, ὡς εἰ ἑτερόδοξοι ὑπῆρχον οἱ μονάζοντες; Ο ΕΠΙΣΚ. Καὶ πάντως ἔδει διορθώσασθαι καὶ πεῖσαι, μὴ γὰρ ῥῖψαι. | |
10 | Ο ΔΙΑΚ. Ὡς εἰ καὶ τοῦτο ἐποίησεν, αὐτοὶ δὲ οὐκ ἐπείσθησαν φιλόνεικοι ὄντες; Ο ΕΠΙΣΚ. Τὸ ἀποστολικὸν ἔδει ποιῆσαι· “Τὸν αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος”· μὴ γὰρ ῥῖψαι καὶ λεηλατῆσαι | |
15 | καὶ ἔξω τῆς θρεψαμένης ἀπελάσαι μετὰ τῆς τῶν ἀρχόντων ἀπειλῆς. Ο ΔΙΑΚ. Τελείου ἀνδρός μοι λέγεις μέτρα καὶ θεοφιλοῦς καὶ ἀνεξικάκου. Ο ΕΠΙΣΚ. Καὶ μὴν οὐκ ἔστι μέγα ἐγκώμιον τὸν ἥττονα | |
20 | βαστάσαι. πλὴν εἰ μὴ ἔστι τέλειος, ὅσον ἥκει, πῶς καὶ ἐπί‐ σκοπος ὁ τοιοῦτος; ἀτελὴς γὰρ ἀτελῶν οὐδέποτε προνοήσει. πῶς δὲ καὶ Θεόφιλος λέγεται, μὴ φιλῶν τὸν Θεόν, δι’ ὃν ὤφειλεν τὰς τῶν ἀνθρώπων ὕβρεις ῥᾳδίως φέρειν; εἰ δὲ Θεὸν οὐ φιλεῖ, δῆλον οὐδὲ ἑαυτόν· ὁ δὲ ἑαυτοῦ ἐχθρός, πῶς λοιπὸν ἄλλους | |
25 | φιλήσει; οὐκοῦν οὐδὲν ξένον, εἰ τούτου χάριν ἔψεξεν Ὀλυμ‐ πιάδα ὡς τοὺς μονάζοντας δεξαμένην. Ο ΔΙΑΚ. Ὡμολόγηται μέν, ὅτι Θεόφιλος ὀργίλον ἐποίησε πρᾶγμα, ῥίψας αὐτούς, εἴ τινες ἂν εἶεν, εἴτε ὀρθόδοξοι, εἴτε αἱρετικοί· ἡ μέντοι διάκονος οὐκ ὤφειλεν αὐτοὺς ὑποδέξασθαι. | |
30 | Ο ΕΠΙΣΚ. Τί σοι οὖν ἐφάνη; —καλῶς πεποιηκέναι ἢ κακῶς; Ο ΔΙΑΚ. Εἶπον ὅτι κακῶς. Ο ΕΠΙΣΚ. Καὶ 〈ἡ〉 εὐποιΐα κρίνεταί ποτε; Ο ΔΙΑΚ. Καὶ πάνυ γε, ὅταν ᾖ ἐπὶ κακῶν καὶ μὴ ὀφειλόντων | |
εὖ παθεῖν γινομένη. | 100 | |
101 | Ο ΕΠΙΣΚ. Τίνες τοίνυν ἦσαν οἱ πεντακισχίλιοι, οὓς ἔθρεψεν ὁ Σωτὴρ ἐκ πέντε ἄρτων κριθίνων, καλοὶ ἢ κακοί; Ο ΔΙΑΚ. Δηλονότι καλοί, ὡς παρὰ τοῦ Σωτῆρος τραφέντες. Ο ΕΠΙΣΚ. Διὰ τί οὖν κριθίνοις ἐτράφησαν, καλοὶ ὄντες; | |
5 | Ο ΔΙΑΚ. Διὰ σπάνην ἴσως πυρίνων καὶ λιμόν. Ο ΕΠΙΣΚ. Πῶς οὖν ὀνειδίζονται ἐπὶ ἀπιστίᾳ, ὡς καλοὶ ἢ ὡς κακοί; Ο ΔΙΑΚ. Εἰ ὀνειδίζονται, ὡς κακοὶ δηλονότι. Ο ΕΠΙΣΚ. Καὶ δύνανται οἱ αὐτοὶ καλοὶ εἶναι καὶ κακοί; | |
10 | Ο ΔΙΑΚ. Καὶ πάνυ γε. Ο ΕΠΙΣΚ. Πῶς; Ο ΔΙΑΚ. Ὡς μὲν πρὸς χείρονας καλοί, ὡς δὲ πρὸς κρείτ‐ τονας κακοί. Ο ΕΠΙΣΚ. Θαυμασίως εἴρηκας. τούτῳ τοίνυν τῷ τρόπῳ | |
15 | καὶ οἱ μονάζοντες καὶ καλοὶ ἦσαν καὶ κακοί. καὶ ἡ μὲν πιστο‐ τάτη ὡς καλοὺς αὐτοὺς ἐξένισεν· ὁ δὲ θαυμάσιος ὡς κακοὺς ἔῤῥιψεν, ὅπερ οὐκ ἔδει. Ο ΔΙΑΚ. Ἀλλ’ ἐρεῖ σοι, ὅτι “Ἐπὶ λύπῃ ἐμῇ ἐδέξω τοὺς ἐχθρούς μου.” | |
20 | Ο ΕΠΙΣΚ. Ὅλως μὲν οὖν ἥττημα αὐτῷ ἐστιν, ὅτι καὶ ἐχθροὺς ὀνομάζει, ὁ χρεώστης τῶν ὕβρεων ὡς Χριστοῦ μι‐ μητής. Ο ΔΙΑΚ. Ποῦ δαὶ ὀνειδίζονται οἱ πεντακισχίλιοι ὑπὸ τοῦ Σωτῆρος, ὡς εἴρηκας; οὐ γὰρ ἀναφέρονται. | |
25 | Ο ΕΠΙΣΚ. Ἡνίκα συναθροισθέντες ἐκ δευτέρου προσῆλθον τῷ Ἰησοῦ, ἀκούσαντες· “Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα καὶ τέρατα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.” Ὁ Θεόδωρος εἶπεν· Ο ΔΙΑΚ. Σαφέστατα ἔχει. | |
30 | Ο ΕΠΙΣΚ. Ὁ δὲ ψεκτός, κατὰ τοῦτο καὶ κακός. Ο ΔΙΑΚ. Μενοῦνγε. Ο ΕΠΙΣΚ. Κακοὺς οὖν ἔθρεψεν, ἢ καλοὺς ὁ Σωτήρ; Ο ΔΙΑΚ. Ὡμολόγηται ὅτι κακούς· “οὐ” γὰρ “χρείαν ἔχου‐ σιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.” | |
35 | Ο ΕΠΙΣΚ. Τί οὖν; κακὸν πεποίηκεν Ὀλυμπιάς, τὸν ἑαυτῆς | 101 |
102 | Κύριον μιμησαμένη, “τὸν βρέχοντα καὶ ἀνατέλλοντα τὸν ἑαυτοῦ ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους”; κἂν οἱ Φαρισαῖοι ὀνειδίζωσι τοὺς μαθητάς, λέγοντες· “Ὁ διδάσκαλος ὑμῶν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει.” | |
5 | Ο ΔΙΑΚ. Ὡς ἔοικε, παρὰ τὴν σύνεσιν τῶν πολλῶν κακολο‐ γεῖται μὲν τὰ σεμνά, φιλεῖται δὲ τὰ αἰσχρά. Ο ΕΠΙΣΚ. Πρὸς τί σοι οὗτος ὁ λόγος, φιλαληθέστατε Θεόδωρε; Ο ΔΙΑΚ. Ὅτι εἰ μὴ σὺ ἐγύμνωσάς μοι τὸν λόγον, συλλο‐ | |
10 | γιστικῶς σαφηνίσας, 〈εἰσ〉 τὴν ἀναίσθητον συναπηγόμην δόξαν, οὐ τῷ σκοπῷ τῆς ἐλευθερίας προσέχων, ἀλλὰ τοῖς Θεοφίλου θρύλοις. Ο ΕΠΙΣΚ. Οὐκοῦν τὸ ἐναντίον, ἐὰν ἀποδειχθῶσιν οἱ ἅγιοι ἐκεῖνοι ἄνδρες οὐ μόνον οὐ κακοί, ἀλλὰ καὶ πολλοὺς ἀπὸ κακίας | |
15 | πρὸς ἀρετὴν ἐπαναγαγόντες, δῆλος ἔσται ὁ τούτων διώκτης ἄξιος οὐ διωχθῆναι, ἀλλὰ ἐλεηθῆναι, ὡς τοὺς μὲν καλοὺς ἀεὶ λυμαινόμενος, τοὺς δὲ κακοὺς ἀποδεχόμενος. Ο ΔΙΑΚ. Οὕτως ἔχει, ὡς εἴρηκας. κἂν γὰρ μὴ ἀποδειχθῶσιν ἐκεῖνοι σοφοί τε καὶ ἅγιοι (ὥς φασιν οἱ πολλοί), ἐκτὸς μέμψεως | |
20 | ἔσται ἡ Ὀλυμπιὰς ἐκ τῶν προλαβόντων συλλογισμῶν, τὸ τοῦ Σωτῆρος μίμημα ἐπιδειξαμένη. Ο ΕΠΙΣΚ. Καὶ ποίαν μείζω ὁρᾷς μαρτυρίαν τῶν πράξεων, 〈τὴν〉 τοῦ Εὐαγγελίου ἢ τὴν Θεοφίλου; Ο ΔΙΑΚ. Ἄπαγε, παρακαλῶ· ὡμολόγηται γὰρ παρὰ πᾶσι | |
25 | κἀκείνους αὐτὸν ἀπό τινος ὀργῆς καὶ φιλαρχίας ἐῤῥῖφθαι, καὶ ταύτην ἀπὸ δεισιδαιμονίας καὶ ἔχθρας λελοιδορηκέναι, προ‐ φασισαμένου ἐκείνου τοὺς μονάζοντας. ἀστοχήσας γὰρ ἐπὶ ταῖς δουλοπρεπέσι κολακείαις τοῦ μηδὲν παρ’ αὐτῆς εἰληφέναι πλὴν βρωμάτων ἢ ξενίων, εἰς λοιδορίαν ἐτράπη· τοῦτο γὰρ | |
30 | αὐτοῦ τὸ ἔθος ἐπὶ πάντων. | 102 |
103(1n) | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ〉 | |
1 | Ο ΕΠΙΣΚ. Ἄκουε τοίνυν, διακόνων ἄριστε, ὁρῶ γάρ σε χρήσιμον τῷ κοινῷ· τὸ γὰρ σπουδαῖόν σου ἐν τῷ νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι. οἱ ἄνδρες οὗτοι ἐξ ἁπαλῶν ὀνύχων καὶ Χριστιανῶν γονέων Θεῷ ὑποταγέντες, οὐκ ἠνέσχοντο, οὐδὲ | |
5 | κομιδῇ νέοι, τῇ ματαιότητι δουλεῦσαι, οὐδὲ τοῖς ὄχλοις συν‐ αναστραφῆναι, ἀλλὰ καταλαβόντες τὴν ἐκ μεσημβρίας ἀοίκητον πόῤῥω που κειμένην τῆς οἰκουμένης, συνεστήσαντο καλύβας, ὅσον διαφυγεῖν τὴν ἐπάχθειαν τῆς ἡλιακῆς λαμπάδος καὶ τὴν δρόσον τὴν ἐκ τοῦ ἀέρος. ἐν αἷς διάγοντες, εὐχαῖς καὶ ἀνα‐ | |
10 | γνώσμασι τὸν ἑαυτῶν κατηνάλωσαν χρόνον, τοσοῦτον θλιβέντες τοὺς καρποὺς τῶν χειρῶν ἐν ἔργοις σωματικοῖς, ὅσον εἰς τροφὴν εὐτελῆ ἐπαρκέσαι, ἄμεινον ἡγησάμενοι συναγελάζεσθαι δορκάσι καὶ στρουθοῖς καὶ βουβάλοις ἢ συνευωχεῖσθαι τοῖς Θεὸν ἀγνο‐ οῦσιν ἀνθρώποις. τούτων ὁ μὲν γεραιότατος ἀμφὶ τὰ ἐνενήκοντα | |
15 | παριππάσας ἔτη, συνανεστράφη τῷ μακαρίῳ Ἀντωνίῳ, Ἱέραξ καλούμενος, τὸ κύριον ὄνομα εἰσέτι καὶ νῦν ἐνισχύων· ὁ δ’ ἕτερος, Ἀμμώνιος, σὺν δυσὶν ἀδελφοῖς ἀσκηταῖς καὶ ἑνὶ ἐπι‐ σκόπῳ, οἳ καὶ κλοιοφορήσαντες ἐπὶ Οὐάλεντος ἐξωρίσθησαν (ὡς πᾶσα ἐπιγινώσκει ἡ Ἀλεξάνδρεια), ἑξηκοντούτης· τοιοῦτοι | |
20 | ὄντες ἐν γνώσει, ὡς μηδὲν αὐτοὺς διαφεύγειν τῶν ἐν ταῖς Γραφαῖς τοῖς πολλοῖς ἀπορουμένων. ὧν οἱ μὲν δύο ἐκοιμήθησαν τελευ‐ τήσαντες ἐν Κωνσταντινουπόλει· Ἀμμώνιος μέν, ὡς οἱ περὶ Αὐρήλιον καὶ Σισίννιον διηγήσαντο, προφητεύσας περὶ τὴν ἔξοδον, ὡς μεγάλου διωγμοῦ ἐπιγενομένου καὶ σχίσματος ταῖς | |
25 | ἐκκλησίαις, αἴσχιστον τέλος ἀπενεγκεῖν τοὺς αἰτίους καὶ οὕτως | 103 |
104 | ἑνωθῆναι τὰς ἐκκλησίας· ὃ δὴ καὶ ἐκ μέρους γεγένηται καὶ γενήσεται (ἐντεῦθεν γάρ τινων τὰ σώματα, ἐπισκόπων τε καὶ λαϊκῶν, ἡ νόσος παραλαβοῦσα ποικίλοις πάθεσιν ἐμερίζετο, πυρετῷ μὲν μαλακῷ τὰ σπλάγχνα διακαίουσα, κνησμῷ δ’ ἀφο‐ | |
5 | ρήτῳ τὴν ἐπιφάνειαν ὅλην τοῖς ὄνυξιν ἐξορύττουσα, κόλου τε συνεχεῖς ἀλγηδόνες. τινὸς περί τε τοὺς πόδας ὑδρωπιῶντος οἰδήματα πελιδνά· ἑτέρου δὲ ῥεύματα περὶ τὰ τέσσαρα ἄρθρα θερμὸν ψυχρὸν τοὺς κακῶς ὑπογράψαντας δακτύλους ἔφρισσεν, τοῦ τε ἤτρου φλεγμονὴ καὶ διὰ μορίου τινὸς σηπεδὼν δυσωδίαν | |
10 | εἰς μακρὸν παρατείνουσα, σκώληκας γεννῶσα. ὀρθόπνοιά τε πρὸς τούτοις καὶ δύσπνοια καὶ πάντων τῶν μελῶν διατάσεις· φαντασίαι τε νυκτεριναὶ εἰς κύνας λυττῶντας καὶ ξιφήρεις βαρβάρους, ἀλλόγλωσσον καὶ κυματώδη φωνὴν ἐξηχοῦντας, μετεσχηματίζοντο, ἄϋπνον τὸν ὕπνον ἀποτελοῦσαι. ἕτερος δὲ | |
15 | ἐξ ἵππου πεσὼν καὶ καυληδὸν τὸ δεξιὸν κατεάξας σκέλος παραυ‐ τίκα τὸ ζῆν ἀπέῤῥηξεν· ἄλλος ἀποκλεισθεὶς τὴν φωνὴν ὀκτα‐ μηνιαίῳ χρόνῳ ἐπὶ κλίνης ἐταριχεύετο, μηδὲ τῷ ἰδίῳ στόματι τὰς χεῖρας προσάγειν δεδυνημένος. ἕτερος ζῶν τὰ σκέλη ἕως γονάτων κατ’ ὀλίγον ἐπρίζετο ἐπὶ τριετίαν, ἐρυσιπέλου δῆθεν | |
20 | τὰς ἀφορμὰς γεννῶντος· ἄλλος τὴν γλῶσσαν οἰδήσας—ὥς φασι—μετὰ λάβρου πυρετοῦ, ὡς διάφραγμα κεῖσθαι τῷ στόματι ἀντερείδων τοῖς ὀδοῦσι, μὴ χωρούσης τῆς γλώσσης ἐν τῷ ὡρισ‐ μένῳ παρὰ τῆς φύσεως τόπῳ, ἐν πυξίῳ γράψας ἐξομολόγησιν ἐποιεῖτο. καὶ ἦν ἰδεῖν θεήλατον ὀργὴν διαφόροις τιμωρίαις | |
25 | στρατηγοῦσαν. οἱ γὰρ τὸν τῶν ψυχῶν ἰατρὸν καὶ ἐπαοιδὸν | |
παροξύναντες καὶ μεταστήσαντες τοῦ τῆς σωτηρίας ἐργαστηρίου | 104 | |
105 | τὸν ὑποφήτην τούτου, τοῖς τῶν σωμάτων ἰατροῖς εἰς αἰκισμὸν παρεδίδοντο, ὀδύνην μὲν ἐπιχορηγούντων τοῖς νομιζομένοις φαρ‐ μάκοις, σωτηρίαν δ’ οὐκ ἐμποιούντων. τίς γὰρ ἰάσεται τὸν ὑπὸ Θεοῦ τιμωρούμενον; —ὡς ὁ προφήτης λέγει· “Μὴ ἰατροὶ ἀνα‐ | |
5 | στήσουσι καὶ ἐξομολογήσονταί σοι;” οὕτως ἀπώλλυντο πάντες οἱ ἀντιπράττοντες τῇ εἰρήνῃ τῆς ἐκκλησίας σου, Κύριε). λέγεται δὲ τὸ μνῆμα τοῦ μονάζοντος Ἀμμωνίου νόσους τὰς περὶ ῥῖγος ἐλαύνειν· τέθαπται δὲ ἐν τῷ μαρτυρίῳ τῶν Ἀποστόλων πέραν θαλάσσης. ὁ δὲ ἐπίσκοπος Διόσκορος—ὥς φασιν—εὐξάμενος | |
10 | πλεῖστα ἢ εἰρήνην ἰδεῖν τῶν ἐκκλησιῶν ἢ τέλος τὸ ἑαυτοῦ, κατηξιώθη τοῦ τέλους, ἐπειδὴ οὐκ ἦν ἄξιος ὁ κόσμος τῆς εἰρήνης, ταφεὶς ἐν τῷ πρὸ τῆς πύλης μαρτυρίῳ, ὡς τὰς πλείστας τῶν γυναικῶν καταλειψάσας τῆς μάρτυρος τοὺς ὅρκους, κατὰ τῶν εὐχῶν Διοσκόρου ὀμνύειν. περὶ δὲ τῶν λοιπῶν ἀσκητῶν πολύς | |
15 | μοι λόγος καταναλίσκεται εἰς τὸ διηγήσασθαι, ἴσως ἐπειγομένου σου, φερώνυμε ἄνθρωπε. Ο ΔΙΑΚ. Καὶ τίς οὕτω τρισάθλιος τοῖς τῆς ἀρετῆς διηγήμασι μὴ διδοὺς χώραν; λέγε τοίνυν, παρακαλῶ, καὶ οἱῳδήποτε λόγῳ εὐλόγῳ ἀπάγαγέ μου τὸν νοῦν τῶν βιωτικῶν νοημάτων. | |
20 | Ο ΕΠΙΣΚ. Ἔστι τοίνυν ἕτερος Ἱέραξ, Ἑλληνικῷ μὲν καλού‐ μενος ὀνόματι, πνευματικοῖς δὲ κεκοσμημένος τρόποις· ὃς τὰ μὲν πρῶτα ἔξω πάσης Αἰγύπτου καὶ Θηβαΐδος ἐν τῷ Πορφυρίτῃ ὄρει μόνος ἀναχωρήσας, ἄνευ πνοῆς ἀνθρωπίνης, τέσσαρα ἐκαρ‐ τέρησεν ἔτη, μόναις ταῖς ἀρεταῖς ἀρκούμενος εἰς παράκλησιν· | |
25 | ἔπειτα δὲ τῇ τῆς Νιτρίας ἐρήμῳ εἴκοσι πέντε ἔτη ἅμα τοῖς προειρημένοις πατράσιν. τούτῳ “δαίμονες” ἐπιστάντες (ὡς αὐτὸς ἡμῖν διηγήσατο), πολυχρόνιον ζωὴν ὑποβάλλοντες, ἀπὸ “τῆς προκειμένης ἐλπίδος” σαλεύειν ἐσπούδαζον, “μετασχημα‐ | |
τισθέντες εἰς ἀγγέλους φωτός”· “Πεντήκοντα ἔτη,” λέγοντες, | 105 | |
106 | “ἔχεις ζῆσαι. πῶς καρτερήσεις ἐν τῇ ἐρήμῳ;” ὁ δὲ τῇ συνέσει διὰ τῆς πίστεως ἀνθυποφέρει, φήσας· “Ἐλυπήσατέ με, ἐλάτ‐ τονα τῆς προθέσεως τὸν χρόνον εἰπόντες· διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἐποιησάμην ἐν τῇ ἐρήμῳ.” οἱ δὲ ἀκούσαντες ᾤχοντο | |
5 | ὀλολύζοντες. καὶ τοῦτον τὸν τοιοῦτον, ὃν οἱ δαίμονες οὐκ ἐσά‐ λευσαν, πολυμήκη χρόνον εἰς ἀκηδίαν σοφισάμενοι, ὁ πάπας Θεόφιλος διὰ προστάγματος αὐτὸν μετανέστησεν καὶ εἰς τοσ‐ αύτην περιέστησεν ἀνάγκην, ὡς καὶ στρατόπεδον καταλαβεῖν· ὃς νῦν μετὰ τὴν κοίμησιν Ἀμμωνίου τὴν πανέρημον πάλιν κατεί‐ | |
10 | ληφεν, τὴν τοῦ ἀρότρου παραβολὴν φοβηθείς. ἄλλος πάλιν πρεσβύτερος Ἰσαὰκ λεγόμενος, μαθητὴς Μακαρίου τοῦ μαθη‐ τοῦ Ἀντωνίου, φιλέρημος εἰσάγαν, πεντηκοστὸν ἔτος ἄγων κατὰ διάνοιαν σώζων τὴν πᾶσαν Γραφήν, κεράστας ὄφεις ἐν ταῖς χερσὶν ἀκινδύνως βαστάζων, παρθένος ἐκ μήτρας, ἑπταετὴς | |
15 | καταλαβὼν τὴν ἔρημον, μετὰ τεσσαράκοντα ἔτη σὺν τοῖς προει‐ ρημένοις παρὰ τοῦ πάπα Θεοφίλου ἐσινιάζετο. ἕτερος Ἰσαὰκ πρεσβύτερος καὶ αὐτὸς μαθητὴς καὶ διάδοχος Κρονίου τοῦ πρεσβυτέρου, μαθητοῦ καὶ αὐτοῦ Ἀντωνίου, γνωστικὸς καὶ αὐτὸς ἐν Γραφαῖς ὑπερβαλλόντως, φιλόξενος εἰ καί τις ἄλλος, | |
20 | ὡς δι’ ὑπερβολὴν φιλανθρωπίας ξενοδοχεῖον κατασκευάσαι ἐν τῇ πανερήμῳ εἰς ἀνάψυξιν καὶ τῶν ἀῤῥωστούντων μοναχῶν καὶ τῶν ἐπιχωριαζόντων ξένων θέας ἕνεκεν τῶν μακαρίων πατέρων—(φασὶ δέ) ὀργῆς ἀλλότριος, τριακοστὸν ἔτος ἄγων ἐν τῇ ἀναχωρήσει, σὺν τούτοις ἐκακουχεῖτο. τούτων ὁ μὲν πρό‐ | |
25 | τερος Ἰσαὰκ ἑκατὸν πεντήκοντα εἶχεν ὑφ’ ἑαυτὸν ἀσκητάς· οὗ καὶ μαθητὰς ἐπισκόπους κατέστησεν ὁ Θεόφιλος ἕως ἑπτὰ ἢ ὀκτώ, ἡνίκα Θεόφιλος ἦν· ὁ δ’ ἕτερος διακοσίους δέκα, οὗ καὶ αὐτοῦ πολλοὶ ἐν ἐπισκόποις μαθηταὶ κατηριθμήθησαν. οὗτοί | |
εἰσι, περὶ ὧν τρίτην ἡμέραν διηγησάμεθα, Ἰσιδώρου χάριν τοῦ | 106 | |
107 | πρεσβυτέρου τῆς ἐρήμου ἠλάσθαι παρὰ Θεοφίλου τοῦ πάπα. οὗτοί εἰσιν, οὓς παρεῖδον ἱερεῖς καὶ Λευῗται, καὶ εἰς αἰσχύνην ἀνδρῶν ἀνδρεία γυνὴ ὑπεδέξατο καὶ εἰς κρῖμα ἐπισκόπων διά‐ κονος θήλεια ἐξένισεν, ἧς ὁ ἔπαινος ἐν ταῖς ἐκκλησίαις ἐμπολι‐ | |
5 | τεύεται πολλῶν ἕνεκεν, τὸν Σαμαρείτην ἐκεῖνον, ὅστις ποτέ ἐστι, μιμησαμένη, ὃς τὸν ὑπὸ λῃστῶν συντριβέντα, ἡμιθανῆ, ἐν τῇ καταβάσει Ἰερειχὼ εὑρών, ἐπὶ τὸ ἴδιον ἐπεβίβασεν ὑποζύγιον μέχρι τοῦ πανδοχείου ἐνηνοχώς, καὶ τὸ τῆς φιλανθρωπίας ἔλαιον σὺν τῷ στύφοντι οἴνῳ κεράσας ἰάσατο τὰ οἰδήματα. | |
10 | καὶ ταῦτα μὲν εἰρήσθω. ὅσην δὲ περιουσίαν χρημάτων ἢ κτη‐ μάτων τοῖς δεομένοις διένειμεν, οὐκ ἐμὸν τὸ λέγειν, ἀλλὰ τῶν εὖ παθόντων (ὑπερόριος γὰρ ὤν, ἀβαρὴς ἐφυλάχθην). ἄκουσον δὲ τῆς μείζονος ἀρετῆς. ὀρφανὴ γὰρ ἀνδρὶ συναφθεῖσα οὐ συνε‐ χωρήθη παρὰ τοῦ προγνώστου Θεοῦ, τοῦ προορῶντος τὰς τῶν | |
15 | ἀνθρώπων ἐκβάσεις, οὐδὲ εἴκοσι μῆνας δουλεῦσαι τῇ τῆς σαρκὸς ἡδονῇ τῆς πάντων βασιλευούσης, τοῦ συναφθέντος αὐτῇ συν‐ τόμως τὸ τῆς φύσεως χρέος ἀπαιτηθέντος. λέγεται δὲ παρθένος ὑπάρχειν, ὡς ἡ φήμη διδάσκει. δυναμένη γὰρ τῷ ἀποστολικῷ | |
νόμῳ δουλεῦσαι τῷ, “Βούλομαι νεωτέρας χήρας γαμεῖν, οἰκο‐ | 107 | |
108 | δεσποτεῖν,” οὐκ ἠνέσχετο, καίπερ καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ μαθημάτων πολυτελῶν καὶ εὐφυΐᾳ φύσεως καὶ ἄνθους ὥρᾳ κεκοσμημένη, δορκάδος δίκην τοῦ δευτέρου γάμου τὴν παγίδα ἀνεκτῶς ὑπερπηδήσασα. “δικαίῳ” γὰρ “νόμος οὐ | |
5 | κεῖται, ἀλλ’ ἀνυποτάκτοις, βεβήλοις,” ἀκορέστοις περὶ φθοράν. ἔτυχεν δὲ κατά τινα φθόνον σατανικὸν δηλατορευθῆναι ταύτης τὴν ἄωρον χηρείαν εἰς τὰς ἀκοὰς Θεοδοσίου τοῦ βασιλέως, ὃς ἔσπευσεν αὐτὴν Ἐλπιδίῳ τινὶ συγγενεῖ ἑαυτοῦ Σπανῷ συνάψαι εἰς γάμον. καὶ πολλὰ λιπαρήσας τὴν ἄνθρωπον, ἀποτυχὼν | |
10 | ἐλυπήθη, δηλωσάσης αὐτῆς· “Εἰ ἐβούλετό με ὁ ἐμὸς βασιλεὺς ἄῤῥενι συζῆν, οὐκ ἄν μου τὸν πρῶτον ἀφείλετο· ἀλλ’ ἐπειδὴ ἀνεπιτήδειόν με τῷ πεφυρμένῳ βίῳ ἔγνω, μὴ δυναμένην ἀνδρὶ ἀρέσαι, κἀκεῖνον τοῦ δεσμοῦ ἠλευθέρωσεν κἀμὲ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς ἀνδρικῆς δουλείας ἀπήλλαξεν, τὸν χρηστὸν αὐτοῦ | |
15 | ζυγὸν τῆς ἐγκρατείας ἐπιθείς μου τῇ διανοίᾳ.” μετὰ τὴν ἀπό‐ κρισιν ταύτην προστάσσει τῷ ἐπάρχῳ τῆς πόλεως φρουρεῖσθαι ταύτης τὰ πράγματα, μέχρις οὗ πληρώσει τριάκοντα ἔτη τὴν τοῦ σώματος ἡλικίαν. ὃς ἐξαυτῆς λαβὼν τὴν τοῦ βασιλέως ἐπιτροπήν, εἰς τοσοῦτον αὐτὴν ἔθλιβεν, ὑποβαλλόμενος ὑπὸ | |
20 | τοῦ Ἐλπιδίου, ὡς μὴ ἔχειν ἐξουσίαν μηδὲ τοῖς ἐπισήμοις | 108 |
109 | συντυγχάνειν τῶν ἐπισκόπων μηδὲ ἐκκλησίᾳ παραβάλλειν, ἵνα στενωθεῖσα ὑπὸ τῆς ἀκηδίας καταπέσῃ εἰς τὴν αἵρεσιν τοῦ γάμου. ἡ δὲ πλέον ἡσθεῖσα καὶ τῷ Θεῷ εὐχαριστήσασα ἀντεδήλωσεν τῷ βασιλεῖ ταῦτα· “Πρέπουσαν βασιλεῖ καὶ | |
5 | ἁρμόττουσαν ἀρετὴν ἐπισκόπῳ εἰς ἐμὲ τὴν ταπεινὴν ἐπεδείξω, δέσποτα, κελεύσας παραφυλαχθῆναί μου τὸ βαρύτατον φορτίον, περὶ οὗ ἐφρόντιζον, ὅπως διοικηθῇ· μεῖζον δὲ ποιήσεις, προσ‐ τάξας αὐτὸ τοῖς πενομένοις καὶ ταῖς ἐκκλησίαις διασκορπισθῆναι. ἐγὼ γὰρ ἀπηυξάμην πάλαι τὴν ἐκ τῆς διανομῆς κενοδοξίαν, | |
10 | ὅπως μὴ ἀμελήσω τοῦ τῆς φύσεως πλούτου, ἑλιττομένη περὶ τὴν ὕλην.” οὕτως ἐπανελθὼν ἀπὸ τοῦ πρὸς Μάξιμον πολέμου προσέταξεν ἐξουσιάζειν αὐτὴν τῶν πραγμάτων, ἀκούσας τὸν τῆς ἀσκήσεως αὐτῆς τόνον. Ο ΔΙΑΚ. Δικαίως οὖν αὐτὴν ἐτίμα ὁ Ἰωάννης, ἀσκουμένην | |
15 | οὕτως. Ο ΕΠΙΣΚ. Ἀπέχεται μὲν γὰρ ἐμψύχων, ἀλουτεῖ δὲ τὸ πλεῖστον· ἂν δὲ χρεία γένηται δι’ ἀῤῥωστίαν (πάσχει γὰρ συν‐ εχῶς τὸν στόμαχον), 〈σὺν〉 τῷ χιτωνίσκῳ τοῖς ὕδασι κατα‐ βαίνει, αἰδουμένη καὶ ἑαυτήν, —ὥς φασιν. | |
20 | Ο ΔΙΑΚ. Λέγεται δὲ καὶ αὕτη πάνυ τεθεραπευκέναι τὸν | |
μακάριον Ἰωάννην. | 109 | |
110 | Ο ΕΠΙΣΚ. Καὶ τί ἄξιον τῆς αὐτοῦ ἀρετῆς εἰς αὐτὸν ἐπε‐ δείξατο; εἰ μὴ τὸ ἀπερίσπαστον τῆς καθημερινῆς μάζης παρα‐ σχομένη· ὅπερ ἐστὶν οὐ μικρὸν τοῖς τοῦ Χριστοῦ ἐργάταις νύκτωρ τε καὶ μεθ’ ἡμέραν τὰ τοῦ Χριστοῦ μεριμνῶσιν· ὡς | |
5 | λέγει Παῦλος ἀσπαζόμενος Περσίδα, τὸ αὐτὸ τῇ Ὀλυμπιάδι τάχα καμούσῃ· “Ἀσπάσασθε,” γράφων, “Περσίδα τὴν ἀγαπη‐ τήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ—οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, καὶ οὐ τὰ τοῦ Χριστοῦ.” οἶδα ταύτην τὸν μακάριον Νεκτάριον πλέον τεθεραπευκέναι, ὡς καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς | |
10 | αὐτῇ πείθεσθαι. Ἀμφιλόχιον δὲ καὶ Ὄπτιμον καὶ Γρηγόριον καὶ Πέτρον, τὸν ἀδελφὸν Βασιλείου, καὶ Ἐπιφάνιον τὸν Κύπρου, τοὺς ἁγίους, τί δεῖ καὶ λέγειν, οἷς καὶ κτήματα ἀγρῶν καὶ χρήματα ἐδωρήσατο; Ὀπτίμου δὲ τελευτῶντος ἐν Κωνσταντι‐ νουπόλει καὶ τοὺς ὀφθαλμοὺς ἰδίαις χερσὶν ἐκάμμυσεν. πρὸς | |
15 | τούτοις καὶ τοὺς ἐλεεινοὺς οὐ μετρίως ἀνέψυξεν ἐν πᾶσιν, Ἀντίοχον καὶ Ἀκάκιον καὶ Σευηριανόν, καὶ ἁπλῶς ἐκ μέρους πάντας τοὺς ἐπιδημοῦντας ἱερατικούς, ἀσκητῶν δὲ ἢ παρθένων | |
ἀναριθμήτους. Ἰωάννης μέντοι, ἐπειδὴ κρίνας ἦν—ὡς εἰπεῖν— | 110 | |
111 | τύπος ἀποσταλεὶς τοῖς μετέπειτα ἐπισκόποις τὸ ὅπως ὀφείλουσι ζῆν, κατὰ τὸν Παῦλον, “ἐν ἰδίῳ μισθώματι κηρῦξαι τὴν μετά‐ νοιαν,” μηδενὸς ἁπτόμενος τῶν τῆς ἐκκλησίας, τὰ τῆς ἡμέρας μόνης ἐλάμβανε βρώματα, δραπετεύων ἀεὶ τὴν τοιαύτην φρον‐ | |
5 | τίδα. λέγεται δὲ ὅτι καὶ αἰδουμένῳ ἐῴκει, τῆς αἰσθητῆς μεταλαμβάνων τροφῆς. ὥσπερ γὰρ ἐπὶ τῶν μήλων, ἐπὰν πεπανθῶσιν εἰς ἄκρον, οὐκ ἀνέχονται παραμένειν τῷ κλάδῳ, τὴν τοῦ δεσπότου χεῖρα ἐπιζητοῦντα· οὕτω καὶ ἐπὶ τῶν ἁγίων, ὅταν ὑπερφυῶς ἐρασθῶσι τοῦ κάλλους τῶν οὐρανίων πραγμά‐ | |
10 | των, πρὸ τῆς ὡρισμένης ἐξόδου ἐπείγονται τυχεῖν τῆς ἐπαγ‐ γελίας· καθάπερ καὶ ἐπὶ τῶν δεσποτικῶν παιδίων, ἐκεῖνα γὰρ πολλάκις τῇ προσδοκίᾳ τῇ τῶν μελιπήκτων ἀθίγουσι τῶν προ‐ κειμένων βρωμάτων ἐπὶ φυλακῇ τῆς ὀρέξεως, ἵν’ ἐμπλησθῶσι τῆς προσδοκωμένης γλυκύτητος. γνωρίσωσι δὲ τοὺς λόγους | |
15 | οἱ εἰς τὸ αὐτὸ ἴχνος τῆς πνευματικῆς πορείας ἐμβεβηκότες· “λόγον,” γάρ, “συνετὸν ἐὰν ἀκούσῃ σοφός, αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει.” | |
18n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ〉 | |
18 | Ο ΔΙΑΚ. Παρεκάλεσάς με, τίμιε πάτερ, πεπονημένως μοι περὶ πάντων διηγησάμενος τὰ αὐτὰ τῆς προλαβούσης φήμης, | |
20 | μετά τινος χάριτος ἀρτύσας τὰ εἰρημένα. τοῦτο δὲ λέγω, ὅτι οὐδὲν ἐβάρει τὴν ἐκκλησίαν ἡ τοῦ ἐπισκόπου τροφή, εἰ τῆς ἐκκλησίας μετελάμβανεν ὁ ἅγιος Ἰωάννης, κατὰ τὸν εἰπόντα· “Ἄξιος” γὰρ “ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ,” καὶ πάλιν, “Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; | |
25 | τίς δὲ φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμ‐ βάνει;” οὐ τῆς Γραφῆς ἐστι ταῦτα καὶ πολλὰ ἕτερα; Ο ΕΠΙΣΚ. Πρεπόντως μὲν καὶ συνετῶς εἴρηκας, ὦ Θεόδωρε· πρόσθες δὲ τοῖς εἰρημένοις λόγοις καὶ τὰ ἑπόμενα ῥήματα. ἐξουσίας γὰρ διδομένης παρὰ τοῦ ἱεροῦ νόμου “τοὺς τὰ ἱερὰ | |
30 | ἐργαζομένους ἐκ τοῦ ἱεροῦ ἐσθίειν,” ὁ πλεονέκτης τῶν ἀγαθῶν | |
Παῦλος τί ἐπιφέρει; —“Οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ” ἐπὶ τοῖς | 111 | |
112 | σωματικοῖς, “ἵνα συγκοινωνὸς γένωμαι τοῦ Εὐαγγελίου” ἐν τοῖς πνευματικοῖς, μὴ γενόμενος “πρόσκομμα τοῖς ἀσθενέσι,” κατὰ τὸν εἰπόντα, “Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν” ἐν ἀσθενείᾳ “κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς | |
5 | ὄντος οἰκοδομηθήσεται” εἰς τὸ τὰ ἀσθενῆ μιμεῖσθαι; εἰ μὲν γὰρ μέχρις ἡμῶν εἱστήκει τὰ πράγματα, οὐδενὸς μεθ’ ἡμᾶς διαδεξο‐ μένου τὴν τοῦ λαοῦ θεραπείαν, ἦν εἰπεῖν πλημμελοῦντα· “Βιώ‐ σωμεν ὡς βουλόμεθα, ἀπολαύσαντες τῶν βιωτικῶν πραγμάτων.” ἐπειδὴ δὲ οἱ μεθ’ ἡμᾶς ὡς διδασκάλοις ἡμῖν χρῶνται, τὸν ἡμέ‐ | |
10 | τερον προβαλλόμενοι νόμον καὶ ἔθος, ἀναγκαῖόν ἐστι “μὴ μόνον ἑαυτοῖς ζῶντας, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι,” καὶ [τὸ] τοῦ λαοῦ παραβιαζομένους τὴν ἀσθένειαν, ἐπὶ τὸ σωφρονέστερον καὶ ἀπεριττότερον μέρος ἄγειν τὴν τάξιν, ἑαυ‐ τοὺς νουθετοῦντας, κατὰ τὸν λέγοντα· “Τίς ἐστιν ἄνθρωπος | |
15 | ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετί‐ σατο.” τοῖς μὲν γὰρ προπετέσι καὶ ἐλεεινοῖς ἁμαρτάνουσιν ἀπερισκέπτως νομοθετεῖ ὁ Δεσπότης, ὡς ἅτε τὸ τῆς “δουλείας” ἀσπαζομένοις “πνεῦμα,” κατὰ τὸν ᾠδικὸν Δαυείδ· “Νομοθε‐ τήσει Κύριος ἁμαρτάνοντας ἐν ὁδῷ,” κολάσει δὲ παραβαίνοντας· | |
20 | ὁ δέ γε δίκαιος ὑπερβὰς τὰ μέτρα τοῦ τῆς δουλείας νόμου διὰ τὸ ἀγαπᾶν τὸν Δεσπότην, ἐπὶ τὸ τῆς υἱοθεσίας ἐπειγόμενος μέρος, ἑαυτοῦ νομοθέτης γίνεται. οἷος ἦν ὁ Ἰώβ, καὶ ποιῶν καὶ λέγων· “Διαθήκην ἐθέμην τοῖς ἀδελφοῖς μου, καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον.” τίς δ’ ἦν ἡ διαθήκη; —τὸ αὐτοὺς ἀτακτήσαντας | |
25 | εἰς τὴν σωφροσύνην ἐκκοπῆναι· ὁμοίως λέγων καὶ ὁ Δαυείδ· “Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιο‐ σύνης σου”· τὸ ἐπαμφοτερίζον καὶ ἐνδυάζον τῆς γνώμης ὅρκῳ πεδήσας. ὧν μιμητὴς πατέρων ὡς γνήσιος υἱός, καὶ οὐ νόθος ὑπάρχων ὁ Ἰωάννης, πλαδῶσαν τὴν τῶν ἀνθρώπων ἀγέλην | |
30 | ταῖς διαφόροις ἐπιθυμίαις ῥαΐσαι γλιχόμενος ἐπὶ τὸ στεγνότερον μέρος τοῦ βίου, ἑαυτοῦ δικαστὴς καὶ νομοθέτης ἐγίνετο, ἀμετα‐ | |
θέτῳ κρίσει πυκνούμενος, συμποσίων καὶ συλλόγων εὐτραπέλων | 112 | |
113 | καὶ γελωτοποιῶν καὶ ματαιολόγων ἀποσχονίσας ἀνθρώπων, θωρακίσας ἑαυτοῦ τὸν τῆς ψυχῆς ὀφθαλμὸν τῇ τοῦ πνεύματος πανοπλίᾳ, ἵνα μὴ διὰ συμποσίου ἢ ἀκαίρου λόγου παρείσδυσιν εὑροῦσα ἡ ἀφροσύνη ἐξαφανίσῃ τὴν σωφροσύνην, κατὰ τὸν | |
5 | εἰπόντα· “Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.” διὸ καὶ συνεσκευάσθη· βαρὺς γὰρ αὐτοῖς ἦν καὶ φαινόμενος, καθάπερ λύχνος λημιῶσιν ὄμμασιν. τοιοῦτός τις ἦν ὁ συμπαθὴς Ἰερε‐ μίας, ὁ δάκρυσιν ὀλοφυρόμενος τῶν ἀρχόντων καὶ τῶν ἱερέων τὴν ἀπιστίαν, ἐπιλέγων· “Τίς δώσει μου τῇ κεφαλῇ ὕδωρ καὶ | |
10 | ὀφθαλμοῖς μου πηγὰς δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου ἡμέρας καὶ νυκτός;” πάλιν, “Τίς δώσει μοι σταθμὸν ἔσχατον ἐν τῇ ἐρήμῳ, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν; διότι πάντες μοιχῶνται”· “σύνοδον ἀθετούντων” τὸν σύλλογον ὀνομάζων τῶν ψευδοπροφητῶν καὶ ἱερέων· ὡς | |
15 | καὶ ἀλλαχοῦ προσφωνεῖ τῷ Θεῷ, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος, ἀλλ’ ὡς ἡμῶν ὀφειλόντων μιμεῖσθαι· “Κύριε, εἰ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ’ εὐλαβούμην ἀπὸ προσώπου σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” συνῳδὰ δὲ τούτοις καὶ Δαυείδ· “Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιό‐ | |
20 | τητος,” λέγων, “καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω”· καὶ ἐπιφέρει σαφηνίζων· “ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου” —τὰς πρακτικὰς δυνάμεις—“καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε.” οἱ δὲ ἔλαττον φροντίσαντες τοῦ θυσιαστηρίου | |
25 | καὶ δόντες αὐτῷ νῶτα, οὐ προθέσει, ἀλλ’ ᾗ βιοῦσιν, οὐ μόνον ἀνίπτοις χερσὶ καὶ ᾑμαγμέναις, δωροδοκίᾳ, δωροληψίᾳ, καὶ ψευδογραφίᾳ, ἀλλὰ καὶ πεπηλωμένοις ποσὶ λὰξ πατοῦντες· περὶ ὧν αἰνιττόμενος ὁ προφήτης Ἰεζεκιήλ φησιν· “Εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ | |
30 | τοίχῳ. καὶ εἶπεν πρός με· ‘Διόρυξον, υἱὲ ἀνθρώπου.‘ καὶ διώ‐ ρυξα, καὶ εἶδον, καὶ ἰδοὺ θύρα μία. καὶ εἶπεν πρός με· ‘Εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας τὰς πονηράς, ἃς ποιοῦσιν ὧδε.‘ καὶ εἰσῆλθον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ εἴδωλα | |
μάταια βδελύγματα. καὶ εἶπέν μοι· ‘Ἑόρακας, υἱὲ ἀνθρώπου, | 113 | |
114 | ἃ ποιοῦσιν οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ἐν σκοτεινῷ ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;‘” —τὴν ἀκάθαρτον αὐτῶν διάνοιαν αἰνιττόμενος—“διότι εἶπον· ‘Οὐχ ὁρᾷ Κύριος ἡμᾶς, ἐγκαταλέ‐ λοιπε Κύριος τὴν γῆν.‘ καὶ εἶπεν πρός με· ‘Ἔτι ὄψει ἀνομίας | |
5 | μείζονας ἃς οὗτοι ποιοῦσι.‘ καὶ εἰσήγαγέ με εἰς ἕτερον τόπον, καὶ ἔδειξέ μοι· καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι κλαίουσαι τὸν Θαμμούζ·” καὶ πάλιν· “Εἰσήγαγέ με εἰς τὸν οἶκον Κυρίου τὸν ἐσώτερον· καὶ ἰδοὺ ἐκεῖ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι, καὶ τὰ πρόσωπα αὐτῶν διεστραμμένα, καὶ τὰ νῶτα αὐτῶν ἐπὶ | |
10 | τὸ θυσιαστήριον. καὶ εἶπεν πρός με· ‘Μὴ μικρὰ ταῦτα ἃ ὁ οἶκος Ἰσραὴλ ποιεῖ;‘” ἠναγκάσθημεν δὲ τῆς τοῦ προφήτου περικοπῆς μνημονεῦσαι διὰ τοὺς ἀφειδεστέρους “τῶν οἰομένων εἶναί τι, καὶ ἑαυτοὺς φρεναπατούντων,” καὶ τὴν ἐκκλησιαστικὴν εἰρήνην συγχεόντων, διὰ τὸ νῶτα δοῦναι τῇ τοῦ Κυρίου τραπέζῃ, | |
15 | “οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει”· “οἱ τὰ ἐπίγεια φρονοῦντες,” περὶ ὧν Ἰούδας ὁ ἀδελφὸς Ἰακώβου φησίν· “Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευω‐ χούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων φερόμεναι· καὶ κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα | |
20 | τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.” ᾗ μὲν γὰρ “νεφέλας ἀνύδρους” ἐκάλεσεν, τὴν πονηρὰν αὐτῶν ᾐνίξατο χάλαζαν, τὴν τῆς ἀμπέλου ἀντίδικον· ᾗ δὲ “πλανήτας ἀστέρας,” τὸ τῆς νηὸς ἐπίβουλον ὑπῃνίξατο· ἥτις ναῦς καὶ ἄμπελός ἐστιν ἡ ἐκκλησία. τίνα δέ ἐστιν, ἃ τοῖς | |
25 | τοιούτοις ἕψεται ἐξ ἀνάγκης; ἄκουσον πάλιν τοῦ αὐτοῦ διηγου‐ μένου προφήτου Ἰεζεκιήλ· “Καὶ ἔδειξέ μοι, καὶ ἰδοὺ ἄνδρες ἓξ ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἀνὴρ εἷς ἐν μέσῳ αὐτῶν, ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ | |
30 | τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσῆλθον καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ. καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη | |
ἀπὸ τῶν χερουβίμ, ἡ οὖσα ἐπ’ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. | 114 | |
115 | καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπεν Κύριος πρὸς αὐτόν· ‘Δίελθε μέσην τὴν πόλιν τὴν Ἰερουσαλήμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατω‐ | |
5 | δυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.‘ καὶ αὐτοῖς εἶπεν” —δηλαδὴ τοῖς ἓξ τοῖς ἔχουσι τοὺς πέλυκας—“ἀκούοντός μου· ‘Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ‘” —δηλαδὴ τοῦ τὰ σημεῖα τιθέντος ἐπὶ τῶν μετώπων— ”‘καὶ κόπτετε καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ | |
10 | ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.‘ καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἐν τῷ οἴκῳ Κυρίου.” εἰ δέ τις νομίζει περὶ τῶν κατὰ τὴν Ἰουδαίαν | |
15 | προφητεύεσθαι ταῦτα, οὗτος ἔοικε καὶ τὴν τοῦ Σωτῆρος ἐπι‐ δημίαν ἠγνοηκέναι· οὐ γὰρ πρὸ τῆς αἰχμαλωσίας ἱεράτευσεν ὁ Ἰεζεκιήλ. παῖς γὰρ ἔτι νεαρὸς συναιχμαλωτισθεὶς κατὰ οἰκονομίαν Θεοῦ τῇ φυλῇ τοῦ Λευΐ, τῷ τριακοστῷ ἔτει τῆς ὁράσεως καταξιοῦται τῶν μελλόντων, ἱερατεύων ἐν τῇ αἰχμα‐ | |
20 | λωσίᾳ, ὡς αὐτὸς ὑφηγεῖται· “Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνός· καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ”· καὶ πάλιν μετ’ ὀλίγα· “Ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζί, τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ Χοβάρ.” | |
25 | εἰ δὲ ἐντεῦθεν στενούμενός τις ἐρεῖ ἡμῖν· “Προηγησαμένου τοῦ Σωτῆρος, ὃς καὶ τὸ σημεῖον δέδωκεν ἐπὶ τῶν μετώπων τοῦ σταυροῦ, ἐπηκολουθηκέναι ἀπιστηθέντος τοῦ Σωτῆρος, τὴν βασιλείαν Ῥωμαίων ἐπὶ Οὐεσπασιανοῦ συγκόψαντος τῷ τεσ‐ σαρακοστῷ ἔτει τὴν τὰ παράνομα ἐργασαμένην συναγωγήν”· | |
30 | ἀποδεχόμεθα μὲν τὸν ταῦτα νοοῦντα, παρακαλοῦμεν δὲ αὐτόν, ὡς υἱὸν τῆς Καινῆς Διαθήκης, πείθεσθαι τῷ τῶν τοιούτων μύστῃ Παύλῳ τῷ λέγοντι περὶ πάντων τῶν τοιούτων βιβλίων, τό· “Ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.” | |
35 | ταῦτα δὲ λέγω, οὐχὶ δι’ εὐχῆς ἔχων σιδηρᾶν ῥομφαίαν ἐλθεῖν | 115 |
116 | ἐπὶ τοὺς ἐχθροὺς τοῦ Θεοῦ, —ἄπαγε. οὔτε γὰρ περὶ σιδηρᾶς ὁ προφήτης σημαίνει, ἀλλὰ περὶ ἑτέρας τινὸς κολαστικῆς δυνάμεως, περὶ ἧς ὁ αὐτὸς Ἰεζεκιὴλ λέγει· “Γῆ ἐφ’ ἣν ῥομφαίαν ἐπάγω ἐπ’ αὐτήν” (τὸ δέ, ‘ἐπάγω,‘ ἀντὶ τοῦ, ‘συγχωρήσω‘), | |
5 | “καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνδρα ἕνα, καὶ δῶσιν ἑαυτοῖς εἰς σκοπόν, καὶ ἴδῃ ὁ σκοπὸς τὴν ῥομφαίαν ἐρχομένην, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ, καὶ ἀκούσῃ ὁ ἀκούων καὶ μὴ φυλάξηται, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά, τὸ αἷμα αὐτοῦ ἐξ αὐτοῦ ἐκζητήσω, ὅτι οὐκ ἤκουσεν τῆς φωνῆς τῆς σάλ‐ | |
10 | πιγγος”· καὶ πάλιν· “Ἐὰν δὲ ὁ σκοπὸς ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ τῷ λαῷ μὴ σημάνῃ, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρὸς τοῦ σκοποῦ [τῆς σάλπιγγος] ἐκζητήσω, ὅτι ἰδὼν τὴν ῥομφαίαν οὐκ ἐσάλπισεν.” τοῦτον τὸν κίνδυνον | |
15 | οὐχ ὑπνῶν τὸν τῆς ἀπιστίας ὕπνον, οὐδὲ ὀκνῶν τὸν τῆς φιλη‐ δονίας ὄκνον ὁ μακάριος Ἰωάννης πρὸ ὀφθαλμῶν ἔχων, ὑψη‐ λότερον σάλπιγγος ἐβόα, οὐκ ἄδηλον φθόγγον σημαίνων, ἀλλ’ εὔδηλον γνῶσιν παρέχων τῆς διαβολικῆς ῥομφαίας, παρεκάλει φεύγειν τοὺς πάντας. καὶ ὅσοι μὲν τὸ συνειδὸς καθαρὸν καθάπερ | |
20 | σημεῖον ἐπὶ τοῦ τῆς ψυχῆς μετώπου ἔσχον, χάριτι Θεοῦ σὺν ὑμῖν τοῖς πιστοῖς Ῥωμαίοις διεσώθησαν· ὅσοι δ’ αὖ πάλιν μεμολυμμένον, τοὺς λαοὺς καὶ τοὺς ἱερεῖς εἰς τὴν κατ’ ἀλλήλων φιλονεικίαν ἐξέκαυσαν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ’ ἑαυτοὺς συσκιάσωσιν. | |
25 | Ο ΔΙΑΚ. Θαυμασίως μὲν εἴρηκας· ὡμολόγηται δὲ ὅτι ἀμή‐ χανόν ἐστι πρᾶγμα, ἄνθρωπον ἄμεμπτον ἐν τῷ περιγείῳ βίῳ τούτῳ εὑρεθῆναι τέλειον· τῆς Γραφῆς λεγούσης πολλαχῶς· “Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιά‐ σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;” πλὴν ὅμως οὐκ ἔγνω | |
30 | χρήσασθαι τῷ καιρῷ ὁ μακάριος Ἰωάννης· τοῖς γὰρ κεκρατη‐ μένοις οὐ δεῖ παρεγχειρεῖν. Ο ΕΠΙΣΚ. Ἔοικάς μοι, καλὲ Θεόδωρε, πανοῦργος ὑπάρχειν. συμπάθειαν γάρ, ὡς ἔπρεπέν σοι, ἀπ’ ἀρχῆς ἡμῖν προβαλλό‐ | |
μενος μετά τινος κατανύξεως, ἐκ τοῦ κατὰ μικρὸν εὑρίσκῃ | 116 | |
117 | φιλοσκώπτης ὑπάρχων. οὔτε γὰρ οἱ νομιζόμενοι ἐχθροὶ οὕτω δεινῶς τὰ κατ’ αὐτὸν διεμέμψαντο. Ο ΔΙΑΚ. Πρὸς τί ἠχθέσθης, φιλαλήθως ἀκούσας, πάτερ, ὅτι εἶπον “Οὐ προσέσχε τῷ καιρῷ ὁ μακάριος Ἰωάννης”; — | |
5 | τῆς Γραφῆς λεγούσης· “Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο”· καὶ πάλιν· “Τὸν καιρὸν ἐξαγοραζόμενοι,” μάλιστα ἐπὶ τῶν παραίνεσιν ἢ ὠφέλειαν μὴ δεχομένων. Ο ΕΠΙΣΚ. Μακάριοί ἐστε, οὕτω τὰς Γραφὰς ἑρμηνεύοντες. τὸ γάρ, “Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο,” παρὰ τῷ ἐκκλη‐ | |
10 | σιαστῇ, πρὸς τοὺς ἀναξίους καὶ ἀδυνάτους ἱερωσύνης εἴρηται, ἵνα μὴ ταύτην ἁρπάζωσι. “δυνάστας” γὰρ τοὺς κατ’ ἀρετὴν διδασκάλους λέγει· πρῶτον τοὺς ἀποστόλους, οἵτινες ἦσαν “δυνάσται,” τὸ τῆς “δυνάμεως” ἠμφιεσμένοι “πνεῦμα,” ἔπειτα τοὺς μιμητὰς τούτων. καὶ τό, “ἐξαγοράζειν δὲ τὸ καιρόν,” | |
15 | τοιοῦτόν ἐστιν, οὐχ ἵνα ὑποκριθῶμεν, κλέπταις συντρέχοντες, καὶ μετὰ μοιχῶν τὴν μερίδα τιθέντες, ἀλλ’ ἵνα κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας διὰ τῆς ἀρετῆς “ἀγοράσωμεν τὸν καιρόν,” μὴ πωλήσαντες αὐτὸν τῇ ἁμαρτίᾳ. ὁ δὲ κατὰ μικρὸν τούτῳ τῷ τρόπῳ “τὸν καιρὸν ἐξαγοράζων,” ὅλον ἑαυτοῦ τὸ ζῆν ἐξηγόρασεν, | |
20 | παραχωρήσας τὰ τοῦ βίου ἡδέα, ἵνα τὰ ὑπὲρ βίον εὑρήσῃ. ὥσπερ καὶ οἱ μάρτυρες πεποιήκασι, δόντες τὸ ζῆν τὸ αἱμάτινον, τὴν ἀφθαρσίαν ἐκληρονόμησαν, κυρίως αὐτοὶ “τὸν καιρὸν ἐξα‐ γοράσαντες.” εἰ δὲ μὴ οὕτως ταῦτα νοεῖται, ἔσονται καὶ οἱ περὶ Μωϋσέα καὶ Ἠλίαν καὶ Μιχαίαν καὶ Δανιὴλ καὶ Ἰωάννην | |
25 | τὸν βαπτιστὴν καὶ Ἠσαίαν καὶ Πέτρον καὶ Παῦλον—ἵνα μὴ πλείονας εἴπω—τὸν ἑαυτῶν καιρὸν ἀγνοήσαντες· ἐπειδὴ ὁ μὲν φυγῇ τὴν σωτηρίαν ἑαυτῷ πορίζεται, διὰ τὸν ἔλεγχον τὸν πρός τινα, ἐν ὄρεσιν ἐθνικοῦ πρόβατα νέμων· ὁ δὲ ὑπὸ κάρου τῇ λύπῃ πιεσθεὶς εἰς ὕπνον κατέπεσεν, οὔτε τοίχου ἢ πέτρας σκιὰν | |
30 | εὑρίσκων, ἀλλ’ ὑπὸ φυτὸν ἀρκεύθινον, ὃ καὶ αὐτὸ ἀμυδρῶς κατα‐ σκεπάζει· ὁ δὲ ἐπρίζετο· ὁ δὲ εἰς λάκκον λεόντων ἐχαλᾶτο ὑπὲρ εὐσεβείας· ὁ δὲ ἐν φυλακῇ (ἤγουν μυχῷ τινι) δέσμιος | |
ἐφυλάσσετο, “ἄρτον θλίψεως” καὶ ὕδωρ στενὸν καταδικασθεὶς | 117 | |
118 | λαμβάνειν, ἵν’ ἐπὶ μακρὸν κατατηκόμενος χρόνον, βίᾳ τὸ ζῆν ἀποῤῥήξῃ διὰ τὴν πρὸς βασιλέα τινὰ παῤῥησίαν. τί δέ μοι λέξεις περὶ τοῦ ἀζύγου “ἐν γεννητοῖς γυναικῶν” Ἰωάννου; ἆρα οὐκ ἔγνω τῷ καιρῷ χρήσασθαι, ἐπειδὴ διὰ τὸν ἀνεπισκίαστον | |
5 | ἔλεγχον τῆς Ἡρῴδου μοιχείας τὴν κεφαλὴν ἀπετμήθη, κηδό‐ μενος τοῦ Ἡρῴδου ὡς ἰατρὸς νοσοῦντος τὸ ἀνίατον πάθος ἢ καίων ἢ τέμνων; ᾧ λόγῳ καὶ Ἰωάννης ἐλεῶν ἢ φιλῶν, ἤλεγχε τοὺς νοσοῦντας. εἰ δὲ ὁ βαπτιστὴς τὸν καιρὸν οὐκ ἔγνω, πῶς τὸν τεχνίτην τῶν αἰώνων καὶ ποιητὴν ἐπέγνω, φήσας· “Ἴδε | |
10 | ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου”; πῶς δὲ οὐκ ἔγνω Παῦλος καὶ Πέτρος τὸν καιρόν, οἱ στῦλοι τῆς ἐκκλησίας, οἱ καὶ μετὰ θάνατον κλείοντες καὶ ἀνοίγοντες τοὺς τῆς μετανοίας καιροὺς τοῖς βουλομένοις καὶ κρούουσιν; —ἐπειδὴ μάλιστα ὁ μὲν ἐπὶ πόδας σταυροῦται, εἰς οὐρανὸν τὴν πορείαν | |
15 | σημαίνων, ὁ δὲ καρατομεῖται διὰ τὴν ἐν Χριστῷ παῤῥησίαν, ἵνα τῆς ὄντως κεφαλῆς μὴ ἐκπέσῃ. μὴ τοίνυν ἀποδέχου τοὺς μετ’ ἐπισκήψεως τὴν τῶν ἁγίων διαβάλλοντας παῤῥησίαν. ἐθνικῶν γὰρ καὶ οἰησισόφων ἡ συνήθεια αὕτη, φιλοζωούντων καὶ φιλοσκωπτούντων τὴν τῶν μαρτύρων ἀδειλίαν. οὔτε γὰρ | |
20 | μάχαιραν ἀμβλεῖαν οὔτε παῤῥησίαν ἄπρακτον εἶναι δεῖ. καὶ ὥσπερ τοῦ μύρου ἀχώριστος ἡ εὐωδία, οὕτω τῆς παῤῥησίας ἡ εὔνοια. καὶ εἰ μὲν ἰδιωτικῶς ἐπὶ οἰκετῶν ἢ φίλων ἢ ἰδίων οἱ ἔλεγχοι ἐγίνοντο, ἐφ’ ὧν καὶ τὸ ἐρυθριᾶσαι φορτικόν, ἔγκλητος ἴσως ὁ παῤῥησιαζόμενος, οὔτε καιρὸν οὔτε τόπον γνωρίσας· εἰ | |
25 | δὲ καθάπερ ἐν μακέλλῳ τῇ ἐκκλησίᾳ καὶ οἱ ἔπαινοι γίνονται τῶν κατορθούντων καὶ οἱ ψόγοι τῶν ἀμελούντων, τί τραχυνό‐ μεθα πρὸς τοὺς ἐλέγχους ἀνωνύμως καὶ ἐπωφελῶς ἡμῖν γινο‐ μένους; σιτεύοντες τὰς αἰτίας οὐ πειθόμενοι τῷ εἰρηκότι· “Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες.” εἰ δὲ | |
30 | μὴ τοῦτο ἔσται, ἔσονται πάλιν οἱ ἅγιοι σκανδαλίσαντες μέν τινας πόλεις ἢ χώρας ἐπὶ τοῖς ἐλέγχοις, ἐκτραχηλίσαντες δὲ τοῖς ἐπαίνοις ἄλλας. πρῶτος ὁ ἅγιος Ἰώβ, Φοινίκην τινὰ | |
διαβάλλων χώραν, ὡς ἐπισπωμένην τὸν αὐτῷ προσπολεμοῦντα | 118 | |
119 | Σατανᾶν, καθὼς λέγει· “Μεριτεύονται δὲ αὐτὸν γένη Φοινίκων;” ἔπειτα Μωϋσῆς καὶ οἱ προφῆται τὴν Αἴγυπτον διαβάλλοντες, καὶ “κάμινον σιδηρᾶν” προσαγορεύοντες καὶ “σκότος,” καὶ τὴν Παλαιστίνην ἐγκωμιάζοντες καὶ “γῆν ἐπαγγελίας” ἀποκα‐ | |
5 | λοῦντες, εὑρισκομένην τὴν μὲν Αἴγυπτον τῷ σπουδαίῳ “γῆν ἐπαγγελίας,” τῷ δὲ ῥᾳθύμῳ τὴν Παλαιστίνην οὐ μόνον “κάμινον σιδηρᾶν,” ἀλλὰ καὶ “σκότος ἐξώτερον” τῇ ἀπιστίᾳ· ὁπότε οὐ τὰ χωρία ψεκτὰ ἢ ἐπαινετά, ἀλλὰ τὰ ἐπιτηδεύματα. τί δέ μοι καὶ εἰς μῆκος ἐκτείνειν τὸν λόγον, καὶ μὴ ἀπὸ τῶν συντόμων | |
10 | ἄρχεσθαι; ἆρά γε ὁ Παῦλος “ψεύστας” Κρῆτας ἀποκαλῶν καὶ Γαλάτας “ἀνοήτους” καὶ Κορινθίους “πεφυσιωμένους” καὶ ἄλλους ἄλλα, τούτοις μόνοις συνέγνω τὰ πάθη, ὡς μόνοις τὸν ἔλεγχον ἐπαγαγών, ἢ καὶ τοῖς πᾶσιν; ἢ ἀνάπαλιν “πιστοὺς” Ῥωμαίους ἀποκαλῶν καὶ “μύστας” Ἐφεσίους, οἷς καὶ ὑψη‐ | |
15 | λότερον ἐπιστέλλει, καὶ “φιλαδέλφους” Θεσσαλονικεῖς, μόνοις περιέγραψεν τοὺς ἐπαίνους; οὐ πάντως· ἀλλ’ ὡς πνευματο‐ φόρος τέθεικεν καὶ τοὺς ψόγους καὶ τοὺς ἐπαίνους, ἵνα ὁ μὲν ἄξιος τῶν ἐπαίνων ἐπιγνούς, τονωθῇ τῇ προθυμίᾳ, ὁ δὲ ἕτερος ἐντυχών, ὀδυνήθῃ τῇ ὑπομνήσει, ἀποτριψάμενος τοῦ ψόγου τὸ | |
20 | αἴτιον. οὔτε οὖν μόνοι Γαλάται ἀνόητοι οὔτε Κρῆτες ψεῦσται οὔτε Κορίνθιοι ὑπερήφανοι· πανταχοῦ γὰρ τὰ πάντα ὑπάρχει, τοῦ μίαν εἶναι καὶ τὴν ἁμαρτάνουσαν καὶ τὴν κατορθοῦσαν φύσιν, καὶ ἐκεῖνο καὶ τοῦτο ἐν τῷ αὐτῷ γιγνομένην οἰκείᾳ προαιρέσει. τούτῳ τοίνυν τῷ τρόπῳ ἐν τῇ ἐκκλησίᾳ ἐπαῤῥησιά‐ | |
25 | ζετο ὁ Ἰωάννης· μᾶλλον δὲ ἐκρεοκόπει τὴν ἀρετὴν τοῖς πεινῶσιν, ἐξοστεΐζων τὴν ἁμαρτίαν τοῖς φανεροῖς ἐλέγχοις, πειθόμενος τῷ εἰρηκότι· “Τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.” εἰ δέ τινες ἐπὶ πλεῖστον ὑπερηφανίαν ἢ ἀφροσύνην νοσοῦντες βούλονται αὐτῶν καὶ τὰς ἡδονὰς ἐγκω‐ | |
30 | μιάζεσθαι, “ταύτην τὴν συνήθειαν οἱ τοῦ Θεοῦ δοῦλοι οὐκ ἔχουσιν.” οἱ γὰρ ἀγανακτοῦντες ἐπὶ τῷ ψόγῳ τῆς πλεονεξίας | |
καὶ τῆς πορνείας καὶ ἄλλης τινὸς μυσαρᾶς ἡδονῆς, οὐδὲν ἄλλο | 119 | |
120 | λέγουσι δυνάμει ἢ τὸ δεῖν ἀποδέχεσθαι ταῦτα δηλητήρια ὄντα. | |
3n | 〈ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ〉 | |
3 | Ο ΔΙΑΚ. Χάρις πλείστη, πάτερ, τῇ ἐνδημίᾳ τῆς σῆς φιλα‐ δελφίας· γεγένηται γὰρ ἡμῖν ὀνησιφόρος καὶ μνημόσυνον τῆς | |
5 | ζωῆς. Ἡσυχάσαντος δὲ μετὰ τοὺς πολλοὺς ἐπαίνους τοῦ Θεοδώρου, τῶν παρόντων τις ἔῤῥηξεν ῥῆμα, λέγων· Πῶς οὖν τοσούτοις προτερήμασι κεκοσμημένος, ὑπερήφανος ἦν; | |
10 | Ο ΕΠΙΣΚ. Αὐτὸς παρὼν ἔγνως αὐτὸν ὑπερήφανον, ἢ ἄλλος σοι ἀφηγήσατο; Ὁ δὲ ἀπεκρίθη· Οὐκ οἶδα τὸν ἄνδρα (φησίν), ἀλλ’ ἤκουσα παρά τινος βυρσο‐ δέψου διηγουμένου, ὅτι σπανίως ἦν αὐτῷ συναγελάσαι δίχα τῆς | |
15 | ἐκκλησίας, στενοχωρουμένῳ τὸ συνδιάγειν ἐπὶ πολὺ τοῖς βου‐ λομένοις. τοῦτο δὲ δεῖγμα ὑπεροψίας καὶ τύφου, τὸ φεύγειν τὰς τῶν βουλομένων συνουσίας. Ο ΕΠΙΣΚ. Καὶ τίνος ἦν ἄλλου ψέξαι τὴν Ἰωάννου φιλοσο‐ φίαν ἢ βυρσοδέψου, τοῦ καὶ τὴν δυσωδίαν τοῦ ἰδίου ἐργαστηρίου | |
20 | σύντροφον οὖσαν ἀποδεχομένου; εἰ δὲ δεῖγμα ὑπεροψίας τὸ φεύ‐ γειν τοὺς ὄχλους, ἔσται καὶ ὁ βαπτιστὴς Ἰωάννης ὑπερόπτης κατὰ τὸν λόγον τὸν σόν, ὑποχωρῶν εἰς τὰς ἐρήμους. ἔπειτα δὲ καὶ ὁ Σωτήρ· ἀναγέγραπται γάρ, ὅτι “Ἰδὼν τοὺς ὄχλους ὁ Ἰησοῦς ἀνέβη εἰς τὸ ὄρος· καθίσαντος δὲ αὐτοῦ προσῆλθον αὐτῷ | |
25 | οἱ μαθηταὶ αὐτοῦ,” καὶ οὐχ οἱ ὄχλοι· —καὶ πάλιν· “Ἰδὼν τοὺς ὄχλους ἀνεχώρησεν κατ’ ἰδίαν.” ὃν μιμούμενος κατὰ δύναμιν ὁ καλὸς Ἰωάννης, καὶ αὐτὸς ὑπεχώρει τοὺς ὄχλους, συνηδόμενος τοῖς κατὰ ἀλήθειαν μαθεῖν τι βουλομένοις. Ο ΔΙΑΚ. Καλῶς μὲν γὰρ ἀπὸ γραφικῶν παραδειγμάτων | |
30 | πείθεις· τί δὲ ἔχεις εἰπεῖν, ὅτι ὑβριστὴς ἦν, καὶ οὐ μόνον τοὺς πολλοὺς ὑπεχώρει, ἀλλὰ καὶ ἕνα καὶ δύο; Ο ΕΠΙΣΚ. Μάλιστα μὲν καὶ εἰ ἀνωφελὴς καὶ ἀγύρτης ὄχλος ἐστίν· οἷος ἦν ὁ εἰπὼν τῷ Ἰησοῦ· “Διδάσκαλε, ἀκολουθήσω | |
σοι, ὅπου ἐὰν ἀπέρχῃ.” οὐ φυγὼν τὸν ὄχλον ὁ Σωτὴρ εἶπεν τό, | 120 | |
121 | “Αἱ ἀλώπεκες,” καὶ τὰ ἑξῆς; οὐκ ἔχεις δέ με πεῖσαι, ὅτι ποτὲ Ἰωάννης ἀφ’ οὗ ἐβαπτίσθη, ἢ ὤμοσεν ἢ ὥρκισεν ἢ κατελάλησεν ἢ ἐψεύσατο ἢ κατηράσατο ἢ εὐτραπέλων ἠνέσχετο. Ο ΔΙΑΚ. Οὔτε γὰρ ἐγὼ λέγω τούτων τι, ἀλλ’ ὅτι ὕβριζεν. | |
5 | Ο ΕΠΙΣΚ. Ὦ βέλτιστε, καὶ ὁ τούτων μηδὲν ποιήσας, πῶς ὕβριζεν, ἀφειδῶν τῆς γλώσσης τῆς ἑαυτοῦ; ἐν μικρῷ γὰρ καὶ μεγάλῳ ὁ μολυσμὸς ἴσος ἐστιν. Ο ΔΙΑΚ. Τί οὖν ἐστιν, παρακαλῶ, ἃ λαλοῦσιν οἱ ἄνθρωποι· καὶ πότε παύσονται τοῦ λαλεῖν; | |
10 | Ο ΕΠΙΣΚ. Ἄκουσον τοίνυν περὶ πάντων, καὶ μηκέτι ἕπου ταῖς φλυαρίαις· οὐ γὰρ ἕξεις ἀπολογίαν οὐδέποτε. οἱ ἄνθρωποι ὀρθῶς μὴ βιοῦντες, ὀρθὰς οὐκ ἔχουσι τὰς ὑπολήψεις, ἀεὶ εἰκο‐ τολογοῦντες καὶ εἰς τοῦτο σχολάζοντες, μάλιστα νῦν οὐδενὸς τολμῶντος ἄλλο τι λέγειν. καὶ ἐπὶ τοῦ Σωτῆρος γὰρ Θεοῦ, καὶ | |
15 | ὑπὲρ ἄνθρωπον καὶ ὑπὲρ προφήτην αὐτοῦ καὶ βιοῦντος καὶ λαλοῦντος καὶ δρῶντος, ἀλλόκοτα ἐλάλουν, χοίρων δίκην ἢ μυιῶν τὰ περὶ αὐτοῦ συναθροίζοντες (τοῦτο γὰρ ἤθελον οἱ τότε καιροί). οἱ μὲν γὰρ ἔλεγον· “Πλανᾷ τὸν κόσμον”· οἱ δέ, “Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια”· ἕτεροι, “Ἰδού, | |
20 | ἄνθρωπος φάγος καὶ οἰνοπότης”· ἄλλοι, “Σαμαρείτης ἐστι, καὶ δαιμόνιον ἔχει.” καὶ τί με δεῖ λέγειν συναγαγόντα τοὺς ὕθλους; — ὡς καὶ αὐτὸν τὸν Σωτῆρα εἰδότα τοῦτο λέγειν τοῖς ἀποστόλοις· “Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;” ᾧ προσαποκρίνονται οἱ μαθηταὶ τὰς εὐφημοτέρας περὶ αὐτοῦ ὑπο‐ | |
25 | λήψεις διηγούμενοι· “Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἰερεμίαν, ἄλλοι δὲ Ἰωάννην τὸν βαπτιστὴν φήσαντες”· ἡσυχάσαντες τῶν ἐπὶ πλεῖστον φαύλων τοὺς λόγους. οἷς ἀντεπερωτᾷ διαχωρίζων αὐτοὺς “τῶν ἀνθρώπων” (οὐκέτι γὰρ ἦσαν τὴν γνώμην “ἄν‐ θρωποι,” ἀλλ’ υἱοὶ Θεοῦ, “ἔδωκεν” γὰρ ἡμῖν ὁ λόγος “ἐξουσίαν | |
30 | τέκνα Θεοῦ γενέσθαι”)· “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ἀπο‐ κρίνονται οὐ πάντες, ἀλλὰ μόνος ὁ Πέτρος, ἑρμηνεύων τὴν πάν‐ | |
των γνώμην· “Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.” ἧς | 121 | |
122 | ἀποκρίσεως ἀποδεχόμενος τὸ ὀρθὸν ὁ Σωτὴρ ἀπεφήνατο, εἰπών· “Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ” (τοῦτ’ ἔστι, τῇ ὁμολογίᾳ) “οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατ‐ ισχύσουσιν αὐτῆς.” τούτῳ τοίνυν τῷ χαρακτῆρι εὑρήσεις καὶ | |
5 | νῦν, οὐ μόνον ἐπὶ Ἰωάννου, ἀλλὰ καὶ ἐπὶ πάντων τοὺς ψόγους καὶ τοὺς ἐπαίνους. καὶ ὥσπερ κατ’ ἐκεῖνο καιροῦ κακῶς ἐλαλεῖτο τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, βοώντων Ἐφεσίων· “Οὗτοί εἰσιν οἱ ἀναστατώσαντες τὴν οἰκουμένην,” πέπαυται δὲ νῦν, δοξαζομένων αὐτῶν· οὕτως εὑρήσεις μετὰ τὴν γενεὰν ταύ‐ | |
10 | την ὡς μάρτυρα τιμώμενον τὸν Ἰωάννην, καταλυθέντων τῶν ἀντικειμένων ταῖς περὶ αὐτοῦ εὐφημίαις· καὶ ὅσοι μὲν χοιρώ‐ δεις ἢ κυνώδεις φήσουσι τό, “Πλανᾷ τὸν κόσμον,” καὶ τὰ ἑξῆς, ὅσοι δὲ μαθηταί, γνησίως καὶ ἐπιστημόνως αὐτὸν ἐκζητοῦντες, τό, “Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.” εἰ δὲ ἐπὶ | |
15 | τοῦ Σωτῆρος Χριστοῦ ἐν τοσαύταις μυριάσιν ἀνδρῶν δώδεκα εὕρηνται ἐν ἀρχῇ οἱ τὸν Ἰησοῦν ἐπιστημόνως γνωρίσαντες, τῶν πολλῶν εἰσέτι καὶ νῦν φλυαρούντων, τί ἀκριβολογούμεθα περὶ Ἰωάννου, ἀνθρώπου πρὸς τὸν σίελον τοῦ Χριστοῦ μὴ ὄντος; τί δὲ λέγω, πρὸς τὸν σίελον; —πρὸς τὸ κράσπεδον· “πάντα” γὰρ | |
20 | “τὰ ἔθνη,” κατὰ τὸν Ἠσαίαν, “ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται.” ὃν δὲ τρόπον εἶπας αὐτὸν ὑβρίζειν, τοιοῦτός ἐστιν. πρῶτον μὲν γὰρ ἀμήχανον ἦν πρᾶγμα πρὸς τὸν τυχόντα χαριεντίζεσθαι αὐτόν, μήτι γε δὴ καὶ ὑβρίσαι· εἰ δέ πού τινας τῶν γνησίων αὐτοῦ μαθητῶν ἢ κληρικῶν ἢ ἐπισκό‐ | |
25 | πων εἶδεν ἐπὶ ἀποχῇ τινος ἢ κατορθώματι σωματικῆς ἀρετῆς μεγαλοφρονοῦντας, τὸ ἐναντίον πρὸς αὐτοὺς ἐπισκώπτων ἀπε‐ κάλει, ὡς τὸν ὑδροπότην μέθυσον, καὶ τὸν ἀκτήμονα πλεονέκτην, καὶ τὸν ἐλεήμονα κλέπτην λέγων (εἶδος γὰρ χαρίεν καὶ τοῦτο διδασκαλίας πρὸς τοὺς γνησίους, διὰ τῶν μὴ προσόντων κυ‐ | |
30 | ροῦντος τὸ προσόν). τὸ δὲ ἀληθές, ἐτίμα σώφρονα νέον ὑπὲρ ἀκόλαστον γέροντα καὶ γέροντα φιλομαθῆ ὑπὲρ νεώτερον ἀμαθῆ καὶ ἀκτήμονα ἰδιώτην ὑπὲρ πεπαιδευμένον φιλάργυρον καὶ κοσμικὸν ἐνάρετον ὑπὲρ μοναχὸν ἄπραγον. ἃ ἴσως ὕβρεις λέ‐ γουσιν οἱ τὰς τιμὰς ἐπιζητοῦντες· καίπερ τῆς Γραφῆς καὶ τὰς | |
35 | ὕβρεις ποσῶς ἐχούσης, Ἰωάννου μὲν λέγοντος τοῖς προσελθοῦσι | 122 |
123 | μαθητευθῆναι· “Γεννήματα ἐχιδνῶν, τίς ὑμῖν ὑπέδειξεν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;” Παύλου δὲ πάλιν λέγοντος ἐν ταῖς Πράξεσι τῷ ἀρχιερεῖ· “Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκο‐ νιαμένε”· τοῦ δὲ Σωτῆρος πῆ μὲν τοῖς Ἰουδαίοις· “Γενεὰ πονηρὰ | |
5 | καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ”· πῆ δὲ πᾶσι τοῖς ἀποστόλοις· “Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ”· πῆ δὲ τὸν Πέτρον Σατανᾶν ὀνομάζων· “Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι σκάνδαλόν μου εἶ”· —οὐκ οὔσης οὐδεμιᾶς αἰτίας βαρείας, ἐφ’ ἧς γεγόνασιν αἱ ὕβρεις. ὡς γοῦν σιγῇ τὴν φιλομάθειαν ἀσπασώμεθα, οὐ δυνά‐ | |
10 | μενοι τοὺς πνευματικοὺς ἀνακρίνειν. οὔτε γὰρ μισοῦντες ὑβρί‐ ζουσιν οὔτε φυσιούμενοι φιλερημοῦσιν, πάντα ἐξ ἀγάπης τὰ χρήσιμα ἀσκοῦντες. τούτου τοίνυν ἕνεκα καὶ πάντες ὅσοι σπου‐ δαῖοι ἡμῖν ἀνεγράφησαν ἐν τοῖς ἱεροῖς λόγοις, ἐκκλίνοντες καὶ ἐκτρεπόμενοι τὸν τῶν ἀπαιδεύτων ὅμιλον εὕρηνται, τοῦ μὴ τῷ | |
15 | χρόνῳ διὰ τῆς συνηθείας ἢ μειῶσαί τι τῆς ἀρετῆς ἢ σπάσαι τῆς ἀπ’ αὐτῶν κακίας. Σάῤῥα πρώτη παρῄνει τῷ ἀνδρὶ αὐτῆς Ἀβραὰμ τὸν τῆς θεραπαινίδος παῖδα, ἔτι κομιδῇ νέον ὄντα, ἐξορίζειν τῆς κοινῆς ἑστίας· συμπαίζειν γὰρ τῷ υἱῷ αὐτῆς Ἰσαὰκ ἀπαξιοῖ, μή πως τῷ συνασμενισμῷ ὑποσυρῇ τοῖς αὐτοῦ ἐπιτηδεύμασί τε | |
20 | καὶ ἤθεσιν. καὶ Ἰακὼβ δὲ αὐτὸς φυγῇ τὴν σωτηρίαν πορίζεται, τὴν εἰς Μεσοποταμίαν στειλάμενος ἀποδημίαν. καὶ Λὼτ δὲ προτρέπεται ὑπὸ τῶν ἀγγέλων ἐξοικίζεσθαι τῶν δυσσεβῶν Σοδομιτῶν· ἀλλὰ καὶ Μωϋσῆς, ὡς προεῖπον, “μέγας γενόμενος καὶ ἀρνησάμενος λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,” τῆς ἀπὸ τοῦ | |
25 | τυράννου καὶ τῶν δορυφόρων αὐτοῦ προνοεῖται διαζεύξεως καὶ προτρέπεται τοὺς συμφρονοῦντας αὐτῷ συναπάραι καὶ τῆς ἐξόδου ἐπιμελεῖσθαι. καὶ οἱ προφῆται δὲ τὸν τῶν μοχθηρῶν ὄχλον περιϊστάμενοι ἐν ἐρημίαις τὰ πολλὰ ἐζητήθησαν, περὶ ὧν καὶ ὁ ἀπόστολός φησιν· “Ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις | |
30 | πλανώμενοι καὶ ταῖς ὀπαῖς τῆς γῆς,” διὰ τὴν τῶν ἀνόμων ἐπι‐ μιξίαν, καὶ ἄλλως ἐπιστάμενοι, ὅτι ἱκανὸν ἡ συνήθεια ἐξαπατῆ‐ σαι καὶ εἰς τὰ αὐτὰ καθέλκειν τοὺς συνημερεύοντας· οὐ μόνον, ἀλλ’ ὅτι καὶ καθ’ ἑαυτὴν ἡ ὁμιλία ἐπίψογός τε καὶ δηλητήριος, | |
πρὸς δὲ καὶ αἰσχρά. οὐ γὰρ φύσιν ἔχει τὸ μὴ ἡδόμενον ἐπί | 123 | |
124 | τινι ὑπομεῖναι, κἂν ἐπὶ βραχὺ τούτῳ συνδιατρίβειν· ἀεὶ γὰρ “τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον,” ὡς καὶ λέγεται· “Πᾶν ζῶον τὸ ὅμοιον ἀγαπᾷ”· τὸ δὲ ἀνόμοιον ἐχθρὸν καὶ ἀλλότριον. τίς γάρ ποτε πείσει τὴν σπερμολόγον περιστερὰν ἢ τρυγόνα ἰκτῖσιν ἢ κόραξι | |
5 | συννεμηθῆναι τοῖς κρεοφάγοις, ἢ τὸν ποηφάγον χῆνα καὶ γέρανον γυψὶν ὀστογλύφοις συναγελάσαι; —“τίς” γὰρ “κοινωνία φωτὶ πρὸς σκότος,” ἢ ἀρετῇ πρὸς κακίαν, κακοῖς δὲ πρὸς καλούς; Ο ΔΙΑΚ. Πῶς οὖν ὁ ἀπόστολος λέγει, ὅτι “Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους | |
10 | κερδήσω· τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα ἀσθενεῖς κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀνόμους κερδήσω”; Ο ΕΠΙΣΚ. Αὕτη ἡ μαρτυρία, ὦ βέλτιστε, οὐ συντελεῖ πρὸς τὰ λεγόμενα· οὐ γὰρ εἶπεν ὁ Παῦλος· “Ἐγενόμην τοῖς ἀμελέσιν ἀμελής, ἢ τοῖς φλυάροις φλύαρος, ἢ τοῖς φιλαργύροις φιλάρ‐ | |
15 | γυρος,” ἢ ἕτερόν τι τῶν τοιούτων, ἀλλ’ “Ἐγενόμην ὡς τὸ ἢ τό,” οὐχὶ “τό” (τὸ γὰρ “ὡς τὸ” οὐ ταὐτόν ἐστι τῷ “τό”). “τοιοῦτον” δέ ἐστι τὸ λεγόμενον ἢ γινόμενον παρὰ τοῦ ἀποστόλου· οὗ ἡ συγκατάβασις κἂν μὴ μέγα κέρδος ἐνεποίει, ἀλλ’ οὖν γε οὐ παρεῖχε βλάβην· “ἐγενόμην” γὰρ “Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα | |
20 | Ἰουδαίους κερδήσω.” καίπερ ἐξ Ἰουδαίων ἦν, ἐμπερίτομος ὤν· πῶς οὖν λέγει, “ὡς Ἰουδαῖος” καὶ οὐχὶ “Ἰουδαῖος”; συσσαββα‐ τίζων γὰρ καὶ συννηστεύων πολλάκις εὑρίσκετο, μὴ παραφθείρων τὰ δόγματα τοῦ Σωτῆρος, ἵνα τῇ συνηθείᾳ καὶ τῷ συμβαδισμῷ ἐφελκύσηται αὐτοὺς εἰς τελειοτέραν ἐπίγνωσιν· καθάπερ οἱ | |
25 | ἰατροὶ τοῖς νοσοῦσιν οὐκ ἀεὶ συνόντες, οὔτε τοῦ αὐτοῦ νοσή‐ ματος ἀπολαύοντες οὔτε ταῖς αὐταῖς ἐπιθυμίαις λυττῶντες. πρέπουσα γὰρ αὕτη διδασκάλῳ διαγωγὴ τὸ μὴ ἐγχρονίζειν τοῖς ὄχλοις, ἀλλ’ ἠρεμοῦντα καὶ ἐξερευνῶντα ζητεῖν τῶν πολυτρόπων ἠθῶν τὴν διάγνωσιν, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιστημόνων ἰατρῶν. | |
30 | ἐκεῖνοι γὰρ τὰ πολλὰ τοῖς βιβλίοις ἐνδιατρίβοντες καὶ τὰ αἴτια τῶν νοσημάτων προλέγουσι καὶ τὰς λύσεις παραδιδόασι, τοσ‐ οῦτον πλησιάζοντες τοῖς νοσοῦσιν, ὅσον τὸ πάθος εὑρεῖν καὶ τὸ φάρμακον παρασχεῖν, οὐ συμπαίζοντες οὐδὲ συναριστοῦντες αὐ‐ τοῖς. οὐ γὰρ τοῦτο ἰατρικῆς ἐστιν ἀρετῆς τὸ ἐπάγγελμα, τὸ | |
35 | συνεσθίειν ἢ τὸ συμπαίζειν, ἀλλὰ τὸ εἰς ὑγείαν τὸν κάμνοντα | |
ἐπανάγειν. παῦσαι τοίνυν, παρακαλῶ, καὶ περὶ τῶν αὐτῶν μὴ | 124 | |
125 | βασάνιζε, τῆς ἀρετῆς οὐδέποτε νικωμένης τοῖς τῶν ἀθυροστόμων ψόγοις· ἀλλὰ μᾶλλον δέξαι μου γνώμην καὶ τοῖς ὠσί σου θυρω‐ ρὸν προσκατάστησον, ἵνα μὴ ἅπαντα λόγον σημαίνωσιν καὶ ἔσω ταμείου εἰσδέχωνται τὸν νοῦν σου ταράσσοντα. ἐμοὶ δὲ | |
5 | συγχώρησον τὰ λείποντα προσαναπληρῶσαι τοῦ διηγήματος· ἐπείγομαι γὰρ τὴν ὁδόν μου. Καὶ ὁ Θεόδωρος εἶπεν· Ο ΔΙΑΚ. Ἐν τίσιν οἱ ἐπίσκοποι, οἱ μετὰ τῶν ἡμετέρων ἀπο‐ σταλέντες, Εὐλύσιος καὶ Παλλάδιος καὶ Κυριακὸς καὶ Δημήτριος; | |
10 | ἀμυδρῶς γὰρ ἠκούσαμεν ὅτι ἐξωρίσθησαν. Ο ΕΠΙΣΚ. Εἰ τὰ πρῶτά σοι παρ’ ἡμῶν σαφῆ κατεφάνη τὰ περὶ τοῦ μακαρίου Ἰωάννου, οὐδὲν ὑποτυποῦντα ψεῦδος, καὶ εἰ μέμνησαι τούτων, διηγήσομαι καὶ περὶ ὧν πυνθάνῃ. | |
14n | 〈ΚΕΦΑΛΑΙΟΝ Κʹ〉 | |
14 | Ο ΔΙΑΚ. Οὕτω πεπληροφορημένως ἔχω, ὡς αὐτὸς παρὼν ἐν | |
15 | τοῖς τόποις. ἱκανὸν ἔστω δέ σοι τεκμήριον τῆς ἐμῆς πεισμονῆς ἡ προσοχὴ τῶν λεχθέντων, ὧν ἔναυλον ἔχων τὴν μνήμην, ἴσως καὶ γραφῇ παραδώσω ἐν δέρματι ἀκμαίῳ, μέλανι ἐγχαράξας, εἰς μνήμην τῆς ἡμῶν γενεᾶς καὶ ὠφέλειαν τῶν ἐπισκοπῆς ὀρεγο‐ μένων, ἵνα γένωνται κατὰ τὸν ἅγιον Ἰωάννην, ἢ καθ’ ὑμᾶς τοὺς | |
20 | ὑπὲρ ἀληθείας τὴν ὁδὸν τῶν μαρτύρων ἐζηλωκότας, ἢ παύσωνται τοῦ βάρους ὑπὲρ τὴν αὐτῶν ἡλικίαν βαστάζειν, τὸν λαϊκὸν καὶ ἀκίνδυνον ἀσπαζόμενοι βίον. ἄμεινον γὰρ παρ’ ἐμπείροις κυβερ‐ νήταις τὸ ναῦλον δόντας, ἐπιβάτας γενομένους διασωθῆναι, ἢ κυ‐ βερνήτου τόπον ἀναλαβόντας, ὑποβρύχιον τὸ σκάφος τῷ φορτίῳ | |
25 | συναπολέσαι. ἀφηγησάμενος οὖν τὰ κατὰ τὸν μακάριον Ἰωάννην, πῶς τε ἐξήσκησεν καὶ ὅπως διέπρεψεν ἐν ταῖς ἐκκλησίαις, τῇ τε Ἀντιοχέων καὶ τῇ Κωνσταντινουπολιτῶν, καὶ ὅπως ἤχθη καὶ ὅπως συνεσκευάσθη καὶ πάντα τὰ διὰ μέσου πικρά, ἃ παρὰ τῶν πλημμελῶν φιλοπόνως γεγεώργηται, εἰπών τε τὰ κατὰ τὸν | |
30 | Πορφύριον καὶ τὸν Ἐφέσου εὐνοῦχον, ἀπάγγειλον ἡμῖν τὰ λεί‐ | |
ποντα. τίνες τε ἐν φυλακῇ ἐτελεύτησαν; τίνες τε ἐξωρίσθησαν | 125 | |
126 | τῶν Ἰωάννου κοινωνικῶν; δίκαιον γὰρ τῶν τοιούτων μνείας ἐπιτελεῖν εἰς προθυμίαν τῶν ζώντων. εἰ γὰρ ἐν τοῖς βιωτικοῖς τούτοις πράγμασι παῖδες οἱ ὑπὲρ τῶν δεσποτῶν συγκλειόμενοι ἢ τυπτόμενοι ἢ ξεόμενοι εὐνοίας καὶ ἐλευθερίας παρ’ αὐτῶν | |
5 | ἀπολαύουσι, πόσῳ πλέον οἱ διὰ Χριστὸν τιμωρούμενοι ἄξιοι καὶ τιμῆς ἐκκλησιαστικῆς καὶ εὐνοίας εἰσίν; περὶ ὧν καὶ ὁ ἀπό‐ στολος λέγει· “Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμέ‐ νοις συγκακουχούμενοι, ὡς καὶ αὐτοὶ ἐν σώματι ὄντες.” “τίμιος” γὰρ “ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.” | |
10 | Ο ΕΠΙΣΚ. Ἄριστα εἶπας· οὐκοῦν ἄκουσον. οἱ μὲν ἐπίσκοποι, ὡς μὲν ἐν ἀρχαῖς ἡ φήμη περιέδραμεν, εἰς θάλασσαν ἐποντώ‐ θησαν· ὡς δὲ ὁ ἀληθὴς περιέχει λόγος, εἰς ἐξορίαν ὑπερόριον ἀπεστάλησαν ἐν ταῖς βαρβαρικαῖς ζώναις, ὑπὸ δημίων εἰσέτι καὶ νῦν φρουρούμενοι. ἐλθὼν γάρ τις συνοδεύσας αὐτοῖς διάκονος | |
15 | ἀφηγήσατο, Κυριακὸν μὲν Ἐμέσης ἐνδότερον ὀγδοήκοντα σημείων εἰς Πάλμυραν, τὸ τῶν Περσῶν φρούριον, εἶναι· Εὐλύσιον δὲ Βόσ‐ τρας τῆς Ἀράβων ἐσώτερον ὁδὸν τριῶν ἡμερῶν ὁμοίως εἰς φρούριον Μισφᾶς καλούμενον, πλησίον τῶν Σαρακηνῶν· Παλλάδιον δὲ Βλεμμύων ἢ Αἰθιόπων ἐκ γειτόνων φρουρεῖσθαι 〈εἰσ〉 Συήνην | |
20 | καλούμενον τὸ χωρίον· Δημήτριον ἔσω εἰς Ὄασιν, τὴν γείτονα τῶν Μαζίκων (εἰσὶ γὰρ καὶ ἄλλαι Ὀάσεις)· Σαραπίωνα δέ, μετὰ μυρίας ἀναποδείκτους συκοφαντίας, ὠμότητι δικαστῶν καθυβρί‐ | |
σαντες αἰκισμοῖς τὸ σῶμα μέχρις ἐκκοπῆς τῶν ὀδόντων, ὡς λόγος, | 126 | |
127 | εἰς τὴν ἰδίαν πατρίδα περιώρισαν. Ἱλάριος, ἀνὴρ ἅγιος, γεγη‐ ρακώς, εἰς Πόντον τὴν ἐνδοτάτω ἐξαπεστάλη μετὰ πληγάς, οὐ δικαστοῦ, ἀλλὰ τοῦ κλήρου, ὃς ὀκτωκαιδέκατον ἔτος ἔχει, μὴ γευσάμενος ἄρτου, 〈ἀλλὰ〉 ψιλῶν λαχάνων ἢ κολλύβων μετα‐ | |
5 | λαμβάνων. Ἀντώνιος ἐν σπηλαίοις τῆς Παλαιστίνης ἑαυτὸν ἐξώ‐ ρισεν. Τιμόθεος ὁ Μαρωνείας καὶ Ἰωάννης ὁ τῆς Λυδίας λέγονται ἐν Μακεδονίᾳ. Ῥόδων ὁ τῆς Ἀσίας ἐπορεύθη ἐν Μυτιλήνῃ. Γρηγόριος ὁ τῆς Λυδίας λέγεται ἐν Φρυγίᾳ. Βρίσσων δὲ ὁ ἀδελ‐ φὸς Παλλαδίου, ἀποστὰς ἑκουσίως τῆς ἑαυτοῦ ἐκκλησίας, ἐν τῷ | |
10 | ἀγριδίῳ αὐτοῦ διάγει, ταῖς χερσὶν ἑαυτοῦ τὴν γῆν μεταλλεύων. Λαμπέτιος δέ—ὥς φασιν—ἐν χωρίῳ Λυδίας παρά τινος Ἐλευ‐ θέρου ἐπικουρούμενος, τοῖς ἀναγνώσμασι προσέχει. Εὐγένιός ἐστιν ἐν τῇ πατρίδι. Ἐλπίδιος, ὁ μέγας Λαοδικείας τῆς Συρίας, ἅμα Πάππῳ τρία πληροῦνται ἔτη, τὴν κλίμακα τῆς οἰκίας οὐ | |
15 | κατῆλθον προσευχαῖς σχολάζοντες. Ἡρακλείδης ὁ Ἐφέσιος ἐν τῇ εἱρκτῇ τῆς Νικομηδείας ἐγκέκλεισται, —τετραετής ἐστι χρόνος. οἱ δὲ λοιποὶ τῶν κοινωνικῶν ἐπισκόπων, οἱ μὲν ἀνέλπιστα ἐνθυ‐ μηθέντες ἐκοινώνησαν Ἀττικῷ, εἰς ἑτέρας μετατεθέντες ἐκκλησίας τῆς Θρᾴκης· οἱ δὲ ἄδηλοί εἰσιν· —Ἀνατόλιον δέ φασιν εἶναι ἐν | |
20 | Γαλλίαις. τῶν δὲ πρεσβυτέρων οἱ μὲν εἰς Ἀραβίαν καὶ Παλαι‐ | |
στίνην περιωρίσθησαν. Τίγριος δὲ εἰς τὴν μέσην τῶν Ποταμῶν | 127 | |
128 | περιωρίσθη. Φίλιππος ἐτελεύτησεν φυγὼν ἐν Πόντῳ. Θεόφιλος διάγει ἐν Παφλαγονίᾳ. Ἰωάννης ὁ τοῦ Αἰθρίου μοναστήριον συνε‐ κρότησεν ἐν Καισαρείᾳ. Στέφανον εἰς Ἀραβίαν ἐξορισθέντα τῶν δημίων ἀπέσπασαν οἱ Ἴσαυροι ἀπολύσαντες ἀνὰ τὸν Ταῦρον. | |
5 | Σαλλούστιόν φασιν ἐν τῇ Κρήτῃ. Φίλιππον τὸν ἀσκητὴν καὶ πρεσβύτερον τῶν σχολῶν ἤκουσα ἀῤῥωστοῦντα ἐν Καμπανίᾳ. Σωφρόνιος ὁ διάκονος ἐν φυλακῇ ἐστι τῆς Θηβαΐδος. Παῦλος ὁ διάκονος, ὁ βοηθὸς τοῦ οἰκονόμου, λέγεται ἐν Ἀφρικῇ. ἄλλος Παῦλος, ὁ τῆς Ἀναστασίας, ἐστὶν ἐν Ἱεροσολύμοις. Ἑλλάδιος | |
10 | ὁ πρεσβύτερος, ὁ τοῦ παλατίου, διάγει ἐν ἀγριδίῳ τῆς Βιθυνίας ἰδίῳ. πλείους δὲ κρύπτονται ἐν Κωνσταντινουπόλει, ἄλλοι δὲ ἀπῆλθον εἰς τὰς πατρίδας. Σιλβανὸς δὲ ὁ ἅγιος ἐπίσκοπος ἐν Τρῳάδι ἐστίν, ἁλιεύων καὶ ζῶν. Στέφανος ὁ ἀσκητής, ὁ τὰς Ῥωμαίων ἐπιστολὰς διακομίσας, ἐν Κωνσταντινουπόλει, | |
15 | τούτου αὐτοῦ ἕνεκεν τυπτηθείς, ἐπὶ μῆνας δέκα εἰς τὴν εἱρκτὴν ἐβλήθη. προταθείσης δ’ αὐτῷ κοινωνίας, ὡς οὐκ ἐπείσθη, ξεσθεὶς εἰσάγαν τάς τε πλευρὰς καὶ τὸ στῆθος (ὧν ἐγὼ αὐτόπτης ἐγενό‐ μην), τῇ τοῦ Χριστοῦ ἐπιμελείᾳ διασωθεὶς ἴσως εἰς δευτέρους ἀγῶνας, μετὰ δέκα μῆνας τῆς θεραπείας ἐξωρίσθη εἰς τὸ Πη‐ | |
20 | λούσιον. Προβιγκάλιός τις στρατιώτης τῶν περὶ τὸν βασιλέα | 128 |
129 | σχολῶν, διαβληθεὶς ὡς φιλητὴς Ἰωάννου, μετὰ πληγὰς πολυ‐ τρόπους καὶ ξεσμὸν ἀφειδῆ ἐξωρίσθη εἰς Πέτρας. οἰκέτης δὲ Ἐλπιδίου τοῦ πρεσβυτέρου μισθωθείς—ὥς φασι—πεντήκοντα νομισμάτων, ἵνα τὸν ἅγιον Ἰωάννην δολοφονήσῃ, φωραθεὶς ἐπὶ | |
5 | τούτῳ τρεῖς ἔχων ῥομφαίας, ἔπαισεν τοὺς κατέχοντας αὐτὸν κατὰ μέρος ἑπτά· ὧν οἱ μὲν τέσσαρες παραυτίκα ἐτάφησαν, οἱ δὲ τρεῖς ἐπὶ ἱκανὸν χρόνον ἐπιμεληθέντες ἐσώθησαν, τοῦ φονέως ἀπολυθέντος. Εὐτρόπιος ὁ μακάριος, ἄφθορος ἀπὸ γυναικῶν, ψάλτης, τυπτηθεὶς καὶ ξεσθεὶς εἰσάγαν τὰς πλευρὰς σὺν τῷ | |
10 | μετώπῳ, ὡς καὶ τὰς ὀφρῦς κατασπασθῆναι, λαμπάδων αὐτῷ τελευταῖον ταῖς πλευραῖς ἀμφοτέρωθεν γυμνοῖς ὀστέοις προσπι‐ ληθεισῶν, ἐλαίῳ κομουσῶν, προσεκπνέει τῷ ξύλῳ, ταφεὶς μεσονυ‐ κτίῳ παρὰ τῶν τοῦτο δρασάντων ἱερατικῶν, συνεπιμαρτυρήσαν‐ τος τοῦ Θεοῦ τῷ θανάτῳ ὀπτασίᾳ ψαλλόντων διὰ τὸ σύμμορφον | |
15 | τοῦ σωτηρίου πάθους. διηγήσατο δὲ ὁ ἀναλύσας διάκονος ἀπὸ τῶν ἐπισκόπων, ὅτι οἱ ἐπαρχικοὶ οἱ διάγοντες αὐτοὺς ἐπὶ τοσοῦ‐ τον ἔθλιψαν κατ’ ἐντολάς τινων, ὡς εὔχεσθαι αὐτοὺς θάνατον ἐπελθεῖν καὶ τὸ ζῆν παραιτεῖσθαι. τὰ μὲν γὰρ ἐν ἀργυρίοις ἀναλώματα, ἃ κατὰ τὴν ὁδὸν εἰλήφεισαν, ὑφ’ ἓν ἀποσπάσαντες, | |
20 | εἰς ἀλλήλους διεμερίσθησαν, ξηροῖς δὲ τοῖς ὀνοζυγίοις ἐπιῤῥί‐ πτοντες, τῶν δύο ἡμερῶν τὴν ὁδὸν μίαν ἐποίουν, βαθεῖαν ἑσπέραν εἰσάγοντες καὶ ὄρθρῳ σκοτεινῷ ἐξάγοντες, ὡς μηδὲ τὰς ἀθλίας | |
τροφὰς κατέχειν τὸν στόμαχον. ῥήμασί τε αἰσχροῖς καὶ ἀσέμνοις | 129 | |
130 | βάλλοντες οὐκ ἐφείδοντο. Παλλαδίου δὲ καὶ τὸν παῖδα ἀφεί‐ λαντο βιασάμενοι αὐτὸν καὶ γραμματεῖον ἐκθέσθαι. Δημήτριον δὲ εἰς τοσοῦτον ἔθλιψεν εἷς τῶν διαγόντων, ὡς καὶ ζιβύνῃ βαθεῖαν ἑσπέραν ἐπελθεῖν, ὃς παρὰ πόδας εἰς τὸ σῶμα ἐβασα‐ | |
5 | νίσθη, ἐπωδύνως τὸ ζῆν ἀποῤῥήξας, ὡς τοὺς ἐπιθειάζοντας γνωρίζειν τὴν τῶν ὕβρεων ποινήν· προειπόντος αὐτῷ καὶ Παλ‐ λαδίου (ὡς ὁ ἐλθὼν διηγήσατο συστρατιώτης), ὅτι “Ἄλλην ὁδὸν οὐχ ὁδεύσεις, οἰκτρῶς τελευτήσας.” ἐκκλησίᾳ μὲν γὰρ τὸ σύνο‐ λον πλησιάζειν οὐκ εἴων, καταλύοντες ἢ ἐν πανδοχείοις, ἔνθα | |
10 | ἑταιρίδων πλῆθος, ἢ ἐν ταῖς συναγωγαῖς Σαμαρειτῶν ἢ Ἰουδαίων, μάλιστα ἀπὸ Ταρσοῦ, καὶ ἐκεῖ ὡς στενοχωρουμένους αὐτούς, καὶ ἕτερόν τι ἐννοεῖν ὃ ἦν ἀπρονόητον· λέγει δὲ εἷς τῶν ἐπι‐ σκόπων· “Τί λυπούμεθα περὶ τῶν καταγωγίων; μὴ γὰρ ἐφ’ ἡμῖν ἐστι τὸ ποῦ μεῖναι, ἵνα οἰκείᾳ αἱρέσει ἀσχημονοῦντες δίκας | |
15 | ὀφλήσωμεν; ἢ οὐκ οἴδατε, ὅτι ταῦτα πάντα καὶ γεγένηται καὶ γενήσεται, τοῦ Θεοῦ διὰ πάντων δοξαζομένου; πόσαι τούτων τῶν ἑταιρίδων λήθην Θεοῦ λαβοῦσαι ἢ τὴν ἀρχὴν μηδὲ γνοῦσαι, ἡμᾶς οὕτω θεασάμεναι, εἰς φόβον Θεοῦ καὶ ἔννοιαν ἦλθον, ἴσως ἐπὶ τὸ κρεῖττον τραπεῖσαι ἢ κἂν ἐπὶ τὸ χεῖρον μὴ καταῤῥεύσασαι; | |
20 | οὐ μικρὸν δὲ ψυχῇ λογικῇ ὑπὸ πάθους κακουμένῃ καὶ μικρὸν ἀναπνεῦσαι, ὅπερ ἐστὶν ἔναυσμα σωφροσύνης· ὡς ταῦτα ὑπο‐ στάντα εἰπεῖν τὸν ἱεροφάντην Παῦλον· ‘Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, διὰ τὸ θέατρον | |
γεγενῆσθαι ἀγγέλοις τε καὶ ἀνθρώποις.‘” εἰς τοσοῦτον δὲ ὠμότητος | 130 | |
131 | οἱ κατὰ τόπον ἤκμασαν ἐπίσκοποι τῶν κοινωνικῶν Θεοφίλου κατὰ τὴν ἀνατολὴν πᾶσαν (ὡς ἔλεγεν ὁ ἐλθὼν ἀσκητής), ὥς τινας αὐτῶν οὐχὶ μόνον μὴ ἐνδείξασθαι τὴν ὀφειλομένην σωφροσύνην ἀλλὰ καὶ μετὰ δώρων πείθειν τοὺς ἐπαρχικοὺς τάχιον ἐξελαύ‐ | |
5 | νειν τῶν πόλεων. εἰσὶ δὲ οἱ μάλιστα τοῦτο πεποιηκότες, ὁ Ταρσοῦ καὶ ὁ Ἀντιοχείας καὶ Εὐλόγιος ὁ Καισαρείας τῆς Παλαιστίνης, ὅ τε Ἀγκύρας πρὸ πάντων καὶ Ἀμμώνιος ὁ τοῦ Πηλουσίου, τοῦτο μὲν δόμασι, τοῦτο δὲ ἀπειλαῖς πλέον κατ’ αὐτῶν τοὺς διάγοντας στρατιώτας ἐξαγριοῦντες, ἵνα μήτε τοὺς τῶν βουλο‐ | |
10 | μένων λαϊκῶν ἐπιδέχεσθαι αὐτοὺς συγχωρῶσιν· καθὼς ἐν ταῖς καθολικαῖς γράφει Γαΐῳ ὁ μακάριος Ἰωάννης κατά τινος ἐπι‐ σκόπου, ἀποδεχόμενος τοῦ Γαΐου τὸ ξενοδόχον, παρακαλῶν αὐτὸν μὴ μιμεῖσθαι τοὺς πονηροὺς τῶν ἐπισκόπων. ἔχει δέ πως ἡ λέξις· “Γαΐῳ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ἀγαπητέ, | |
15 | περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐο‐ δοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων τινῶν καὶ διηγουμένων μοι, ὅτι ἐν ἀληθείᾳ περιπατεῖς καὶ ἐφ’ οἷς ἀνέπαυ‐ σας τοὺς ἁγίους. μείζονα ταύτης χαρὰν οὐκ ἔχω.” ἐπιφέρει δὲ μετὰ τοῦτο· “Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐ‐ | |
20 | τῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς, λόγοις πονηροῖς φλυαρῶν· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελ‐ φούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκ‐ βάλλει.” εἶθ’ ὕστερον παραινεῖ λέγων· “Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν· ὁ γὰρ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ | |
25 | ἑόρακεν τὸν Θεόν.” ἐμνημονεύσαμεν δὲ τοῦ ῥητοῦ ὅλου τῆς παλαιᾶς | 131 |
132 | πονηρίας, ἵνα τῶν νῦν Διοτρεφῶν παραστήσωμεν τὴν γνώμην. ἐπῄνει δὲ καὶ ἐθαύμαζεν τῆς δευτέρας Καππαδοκίας τοὺς ἐπι‐ σκόπους, ὡς πολὺ συναλγήσαντας μετὰ δακρύων τοῖς ἐξορισθεῖσιν ἐπισκόποις, μάλιστα τὸν ἐπιεικέστατον Θεόδωρον τῶν Τυάνων | |
5 | καὶ Βοσπόριον Κολωνείας, τεσσαρακοστοόγδοον ἔτος ἔχοντα ἐν τῇ ἐπισκοπῇ, καὶ Σαραπίωνα τὸν Ὀστρακίνης, τεσσαρακοστο‐ πέμπτον ἔτος ἔχοντα ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. Ἐνεὸς δὲ γενόμενος ἐπὶ πολὺ ὁ Θεόδωρος εἶπεν· 〈Ο ΔΙΑΚ.〉 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα, πάτερ; μὴ ἄρα | |
10 | “ἐσχάτη ὥρα ἐστίν,” καὶ “ἡ ἀποστασία,” κατὰ τὸν Παῦλον, διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν “ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος”; τὸ γὰρ τοὺς κακοὺς εὐημερεῖν καὶ δια‐ πράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλί‐ βεσθαι καὶ λεηλατεῖσθαι, εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον. | |
15 | Ο ΕΠΙΣΚ. Μάλιστα μὲν οὖν, συνετώτατε, ἐγγύς ἐστιν τὸ τέλος, κατὰ τὸν εἰπόντα· “Παιδία, ἐσχάτη ὥρα ἐστίν,” καὶ κατὰ τό· “Ἐξῆλθεν δὲ ὁ οἰκοδεσπότης περὶ ὥραν ἑνδεκάτην μισθώ‐ σασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα”· ἡ δὲ ἐσχάτη τῶν δώδεκα ἔστιν ἡ τελευταία, —εἰ δὲ πρὸ τετρακοσίων ἐτῶν εἴρηται παρὰ | |
20 | τοῦ ἀποστόλου ἐσχάτη, πολλῷ μᾶλλον νῦν διὰ πάντα. ἔπειτα δὲ ἀπ’ ἀρχῆς ἐστι ταῦτα κατὰ συγχώρησιν τοῦ Κυρίου εἰς γυμνάσιον τῶν ἁγίων, ἐξαιτοῦντος αὐτοὺς τοῦ διαβόλου, καθὼς λέγει ὁ σωτήριος λόγος· “Σίμων, Σίμων, ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα | |
25 | μὴ ἐκλίπῃ ἡ πίστις σου.” καὶ οὐ πάντως περὶ μόνου Πέτρου δεδέηται Ἰησοῦς, ἀλλὰ περὶ πάντων τῶν τὴν Πέτρου πίστιν ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου ἢ τὸν περίγειον κύκλον ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι’ ὧν ὡς δι’ ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν ᾍδην, | |
30 | ὡς ἀπὸ τρυπημάτων διαχωριζόμενοι· τῶν μὲν διαῤῥεόντων ὡς | 132 |
133 | δι’ ὀπῆς τῆς γαστριμαργίας, “ὧν ὁ Θεὸς ἡ κοιλία”· τῶν δὲ διὰ φιληδονίας, περὶ ὧν ὁ προφήτης λέγει· “Πνεύματι πορνεία, ἐπλανήθησαν” (“οὔτε” γὰρ “πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι”)· τῶν δὲ διὰ φιλαργυρίας, | |
5 | ὅσοι τὴν τῆς εἰδωλολατρείας ὁμόζυγον ἐμνηστεύσαντο· τῶν δὲ δι’ ὀργῆς καὶ θυμοῦ, ὅσοι τὸ θηριῶδες σκότος ἠγάπησαν, περὶ ὧν Ἰωάννης φησίν· “Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν σκοτίᾳ ἐστὶν ἕως ἄρτι” (“Ὀργὴ” γάρ, φησιν ὁ παροιμιαστής, “ἀπόλλυσι καὶ φρονίμους”)· τῶν δὲ δι’ ἀκηδίας καὶ λήθης, μὴ προσκαρτερούντων | |
10 | τῇ ἀγρυπνίᾳ τῆς μνήμης καὶ δεομένων τό, “Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας” (οὓς ταλανίζων ὁ λόγος φησίν· “Οὐαὶ ὑμῖν τοῖς ἀπολελωκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέ‐ ψηται ὁ Κύριος;”)· ἄλλων δι’ εὐδοξίας ἀλόγου, περὶ ὧν ὁ ᾠδικὸς προανεφώνει· “Ὅτι διεσκόρπισεν ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων”· | |
15 | ἑτέρων δι’ ἀλαζονείας ἢ τύφου, ὅ ἐστιν ὑπεροψία, οὓς μέμφεται ὁ προφήτης ὡς λιποτάκτας· “Ὑπερήφανοι παρηνόμουν ἕως σφό‐ δρα· ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.” ἑκάστῃ δὲ τούτων τῶν κακιῶν παρέπονται πλείους· τῷ τύφῳ ὁ φθόνος, τῇ πλεονεξίᾳ τὸ μῖσος καὶ ἀνελευθερία καὶ ψεῦδος, τῷ θυμῷ ὀργὴ ἢ μῆνις, αἱ | |
20 | ὕβρεις, οἱ φόνοι, τῇ πορνείᾳ ἡ λήθη, ἡ ἀφοβία, ὁ ὄκνος, ἡ ἀζηλία, ἡ ἀνόνητος ἀγρυπνία, τῇ κενοδοξίᾳ αἱ πολυπραγμονίαι, δωρο‐ δοκίαι, φαντασίαι, ὑποκρίσεις, προσωποληψίαι, φενακισμοί, τῇ ὑπερηφανίᾳ αἱ ἀπόνοιαι, αἱ ἀσπλαγχνίαι, ἀνοσιουργίαι, ἐκστά‐ σεις φρενῶν, καὶ ἄλλῃ ἄλλαι (ἵνα μὴ πλείους εἴπω, φορτίζων | |
25 | τὸν λόγον, εὐαποδείκτου ὄντος τοῦ εἰρημένου). τούτων ἑκάστῃ τῶν κακιῶν ὁ Θεὸς ἀντίδικον ἔταξεν ἀρετήν· ὡς τῇ λαγνείᾳ τὴν σωφροσύνην, τῇ λαιμαργίᾳ τὴν ἐγκράτειαν, τῇ πλεονεξίᾳ τὴν δικαιοσύνην, τῇ ὀργῇ τὴν πραΰτητα, τῇ λύπῃ τὴν χαράν, τῇ λήθῃ τὴν μνήμην, τῇ ἀκηδίᾳ τὴν ὑπομονήν, τῇ ἀφροσύνῃ τὴν φρόνησιν, | |
30 | τῇ δειλίᾳ τὴν ἀνδρείαν, τῇ κενοδοξίᾳ τὴν ταπεινοφροσύνην, καὶ ἄλλῃ ἄλλην· πάσαις δὲ τὴν θείαν Γραφήν. μόνῳ δὲ τῷ τύφῳ οὐκ ἔδωκεν ἀρετὴν ἀντικειμένην διὰ τὴν ὑπερβάλλουσαν κακίαν, ἑαυτὸν αὐτῇ φυλάξας, καθὼς εἴρηκεν· “Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται.” ὡς ὁ αὐτὸς ἱκετεύει προφήτης, λέγων· “Ἔπαρον | |
35 | τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος”· καὶ | |
πάλιν, “Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.” καὶ ὥσπερ | 133 | |
134 | “ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεται” (ὡς ὁ Κύριος εἶπεν· “Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς”), οὕτως ἕκαστος τῶν ἀνθρώπων, εἴτε ὄντων ἁγίων εἴτε καὶ λεγομένων. οὕτω δὲ πάντοτέ εἰσιν αἱ τῶν κακῶν ἄσειστοι εὐημερίαι, τοῦ Θεοῦ ἐπ’ | |
5 | αὐτοῖς μακροθυμοῦντος. τοῦτο γὰρ αὐτῷ πρέπει, ὡς τοὺς ἁγίους αὐτὸ τοῦτο ἐκ προσώπου τῶν θλιβομένων προαναφωνεῖν, εἰς ἡμῶν τῶν νῦν πασχόντων παράκλησιν. πρῶτος ὁ τῆς ὑπομονῆς υἱὸς Ἰώβ, τί φησι μετὰ πολλά; —“Τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου” (τὸ ἄμεμπτον αἰνιττόμενος); ἢ διὰ τί οὐ θυμωθή‐ | |
10 | σομαι; εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε, χεῖρα θέντες ἐπὶ σιαγόνι. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρ‐ κας ὀδύναι. διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ Κυρίου | |
15 | οὐκ ἔστιν ἐπ’ αὐτούς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ ἀπὸ καύματος, ἐν γαστρὶ ἔχουσα οὐκ ἔσφαλεν. μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν· ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν, ἐν δὲ τῇ ἀνα‐ | |
20 | παύσει τοῦ ᾍδου ἐκοιμήθησαν. λέγει δὲ τῷ Κυρίῳ· ‘Ἀπόστα ἀπ’ ἐμοῦ, τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι.‘” τούτῳ συνῳδὰ ὁ ἀνεξίκακος, καὶ τῶν θείων ᾄστης κριμάτων, κατὰ τό, “Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε,” Δαυείδ φησιν· “Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν | |
25 | ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.” διὰ τί; “ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.” καὶ ἐν ἑτέρῳ πάλιν τὸν πλοῦτον αὐτῶν διαβάλλων, | |
λέγει· “Οἱ βόες αὐτῶν παχεῖς· τὰ πρόβατα αὐτῶν πολυτόκα, | 134 | |
135 | πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν· τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· αἱ θυγατέρες αὐτῶν κεκαλ‐ λωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ.” ἀλλὰ καὶ τὴν κακὴν αὐτῶν ὁμόνοιαν καὶ εἰρήνην θαυμάζων, ἐπιφέρει· “Οὐκ | |
5 | ἔστι κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, οὐδὲ κατάπτωμα φραγ‐ μοῦ ἐν τοῖς οἴκοις αὐτῶν.” εἶτα τὴν τῶν πολλῶν διαβάλλων διεφθαρμένην δόξαν, φησίν· “Ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν.” καὶ ἐπιφέρει· “Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ.” καὶ ἵνα μὴ μέχρι τούτου στήσας τὰς | |
10 | μαρτυρίας, ἐπικίνδυνον ἀποδείξω τῇ ἀτελείᾳ τὸν λόγον. ἄκουε πάλιν μετὰ στερνοκτυπίας τινὸς ἐπὶ τοῖς τοιούτοις τὸν Ἁμ‐ βακοὺμ ἀποδυσφοροῦντα καὶ λέγοντα· “Ἕως πότε, Κύριε, κεκράξομαι ἀδικούμενος, καὶ οὐ μὴ εἰσακούσῃς;” ἰδίας γὰρ ἀδικίας τὰς τοῦ πλησίον ὠνόμαζεν. καὶ φιλάδελφος ὢν ἐπιφέρει· | |
15 | “Βοήσομαι πρὸς σέ, καὶ οὐ μὴ σώσῃς; ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.” τῷ αὐτῷ πνεύματι ὁ συμ‐ | |
20 | παθέστατος τῶν ἁγίων Ἰερεμίας, ἐπαπορῶν ὑπὲρ ἄλλων, βοᾷ· “Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ, Κύριε. τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ‐ θησαν” (ἀντὶ τοῦ, “ἀκωλύτως διάγουσι”), “καὶ ἐποίησαν καρπόν” | |
25 | (οὐ πάντως πνεύματος)· “ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.” ἄντικρυς δὲ ἰσοδυναμοῦντα τούτοις ὁ | |
σοφὸς Σοφονίας ὁ προφήτης, ὡς κακηγόρους τοὺς ἀνθρώπους | 135 | |
136 | διαβάλλων, ὡς τὴν πρόνοιαν μεμφομένους καὶ τοὺς ἁγίους τα‐ λανίζοντας, ἐκ προσώπου Κυρίου φησίν· ‘“Ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν,‘ λέγει Κύριος, καὶ εἴπατε· ‘Ἐν τίνι κατελαλή‐ σαμεν κατὰ σοῦ;‘ εἴπατε, ‘Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί | |
5 | πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ, καὶ διότι ἐπορεύ‐ θημεν ἱκέται πρὸ προσώπου Κυρίου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποι‐ οῦντες ἀνομήματα, καὶ ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν.‘ ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν | |
10 | πλησίον αὐτοῦ.” οἷς τὰ αὐτὰ ἐπιφέρει ὁ κήρυξ τῆς εὐσεβείας, Παῦλος· “Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.” εἶτα τὴν εὐτέλειαν τῶν ἁγίων σημαίνει, λέγων· “Δοκῶ γάρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον | |
15 | ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν” (τὰς σωματικὰς καταλέγων ταλαιπωρίας)· “λοι‐ δορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι | |
20 | παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάν‐ των περίψημα ἕως ἄρτι”· τοῦ ἀγαθοῦ καὶ δικαίου Θεοῦ κατὰ τινὰς ἀποῤῥήτους λόγους, σταδίου δίκην, τὸν κόσμον ἐκτείνοντος καὶ αὐτεξουσίους ἡμᾶς ποιήσαντος, ἵνα οἰκείᾳ αἱρέσι τοῖς πράγ‐ μασιν ἐπιβάλλοντες δικαίας τὰς εὐθύνας παράσχωμεν, καθὼς | |
25 | ὁ νόμος λέγει· “Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι ὃ θέλεις.” διὰ τί δὲ τέθεικεν, οὐ τοῦ παρόντος καιροῦ τὸ λέγειν, πλὴν ὅτι τέθεικεν. οὐ γὰρ σοφὸν ἦν τὸ ἀτρέπτους ἡμᾶς γενέσθαι, ἄθλων οὐ προκειμένων, καὶ γνώμης [οὐ] κατορ‐ | |
θούσης, μόνῳ τῷ θείῳ καὶ ἀϊδίῳ προσαρμόζοντος τοῦ ἀτρέπτου. | 136 | |
137 | Ο ΔΙΑΚ. Εὖ γε καὶ φιλοσόφως ὑπήντησας, πάτερ, ὀμματώ‐ σας τὴν ψυχὴν τῶν παρόντων ἐν τούτοις ἀεὶ προσκοπτόντων διὰ Γραφῶν ἀπειρίαν· καὶ ὅτι γυμνάσιον ὑπέστη διὰ μακρῶν τῶν χρόνων ἡ ἐκκλησία, ἀναδείξασα τοὺς ἑαυτῆς στεφανίτας, ἄνδρας | |
5 | τε καὶ γυναῖκας, οὐ δωρεὰν ἐν τοῖς ὀπίσω χρόνοις Χριστοῦ σάρκας καταφαγόντας. λυπεῖ δὲ ἡμᾶς ἡ ὑμῶν ἀκαταστασία καὶ ἡ τῶν ἐκκλησιῶν κατάλυσις. Ο ΕΠΙΣΚ. Θαυμάζω σου, ἀνδρῶν τιμιώτατε Θεόδωρε, τοῦ τὸ πολλοστὸν τὴν ὠφέλειαν ὁμολογοῦντος καὶ αὖθις τὰ ἐναντία | |
10 | λαλοῦντος. μακαρίζων γὰρ ὡς στεφανίτας ταλανίζεις ὡς ἐκπε‐ σόντας, ἐπειδὴ τῶν ἐκκλησιαστικῶν ἐστερήμεθα τόπων. ὅμοιον δέ μοι πάσχεις τῶν τὰ Ὀλύμπια θεωρούντων ἀγροίκων· ἐκεῖνοι γὰρ κεχήνασι μὲν πρὸς τὰ βραβεῖα ἡδέως, δακρύουσι δὲ πρὸς τὰς πληγὰς τῶν ἀγωνιζομένων οἰκτρῶς. ἐμοὶ δὲ ἄμεινόν ἐστι | |
15 | φάραγγας καὶ νάπας καὶ πελάγη διώκειν μετὰ τῆς ἀληθείας, ἢ πολλὴν ἔχοντα δόξαν τῆς νῦν νομιζομένης εὐημερίας ὑποκεῖσθαι τῷ ψεύδει. ἀλήθειαν μὲν γὰρ ἔχων, ἕξω τὰ πάντα· αὐτῆς γὰρ δοῦλα τὰ πάντα· ψεῦδος δὲ κεκτημένος, οὐδ’ ἐμαυτόν, ἐκείνης 〈μὴ〉 ὑπάρχων. ἔχων δὲ τὴν ἀλήθειαν, οὐχ ἅπλως αὐτὴν | |
20 | βούλομαι ἔχειν, ὡς δέσποιναν ἢ δούλην ἢ γείτονα, ἀλλ’ ὡς ἀδελφήν· ἂν δὲ ᾖ δυνατόν, καὶ ὡς ὁμόζυγον, τῆς ἡδονῆς αὐτῆς ἀπολαύων καὶ μετὰ ταῦτα κληρονομῶν, ὡς ἰδίαν γυναῖκα. θυγάτηρ γάρ ἐστι τῆς ὄντως ἀληθείας, ἧς γαμβρὸς ὁ σπουδαῖος. ὁ γὰρ ταύτην ἔχων σφριγᾷ, ἀνηβᾷ, ἀγήρως ἐστὶ καὶ ἀμάραντος, θερμό‐ | |
25 | τερον πυρὸς ἔχων τὸν ζῆλον, ὀξύτερον ξίφους τὸν λόγον, κουφό‐ | |
τερον ἀετοῦ τὸν βίον, ἀόκνως τρέχει, καθάπερ πρὸς οἰκουρὸν | 137 | |
138 | μητέρα, 〈πρὸσ〉 τὴν τῶν Γραφῶν μελέτην· ἀνθεῖ διηνεκῶς τῇ ἀλυπίᾳ, οὐ κεκράτηται φόβῳ, γαυριᾷ τῇ ἀδειλίᾳ, κορυβαντιᾷ τῷ ἐνθουσιασμῷ, οὐ μισεῖ οὐδένα, οἰκτείρει τοὺς κακῶς τῷ βίῳ χρωμένους, μακαρίζει τοὺς ἰδιοπραγοῦντας μετὰ τῆς αὐταρκείας, | |
5 | λυπεῖται τὴν τοῦ Πνεύματος λύπην ἐπὶ τῇ τῶν ἱερατικῶν ἀμελείᾳ, περὶ ὧν εἶπεν 〈ὁ ἀπόστολοσ〉· “Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.” λυπεῖ δὲ τὸ Πνεῦμα ὁ διδοὺς αὐτῷ νῶτα τῇ ἀμελείᾳ. καὶ (τί γὰρ τὸ ὅλον;) τελευτᾷ μετὰ παῤῥησίας οὐδένα λυπήσας πλὴν τῶν δαιμόνων, | |
10 | καὶ ὅσοι γείτονες τούτων. χρόνος αὐτῷ περιττεύει· οὐκ ἐκαπή‐ λευσεν τὰς ἡμέρας ἐν κακουργίαις. ἐδιπλασίασεν τὸ δεδομένον χρῆμα καὶ τόκους ἀγαθῶν ἔργων προέπεμψεν, ἐν ὀλίγῳ καιρῷ πληρώσας πολυχρόνια χρέη. διαθήκην ὕλης οὐ γράφει, ζῶν καὶ φρονῶν αὐτὴν κατεπάλαισεν. θάνατος ἔκρουσεν τὴν τοῦ σαρκίου | |
15 | θύραν; πρὶν αὐτὸν ἰδεῖν ἔξωθεν ὄντα, βοᾷ, “Ἀπέλθωμεν ἐντεῦθεν,” ἐπιψάλλων· “Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.” καὶ εἰ μὴ διὰ τὸν πέμψαντα Δεσπότην, αὐτῷ ἂν περιέθηκε δίκας εἰσπράττων, ὅτι σχολαιότερον ἦλθεν. ἀσμενίζει δὲ τελευ‐ ταῖον ἀπαλλαγεὶς τοῦ πολυπαθοῦς σαρκίου, ὡς ξενιδίου | |
20 | σαθροῦ, ἀπειλοῦντος πτῶσιν· ὤρθωσεν τὸ οὖς πρὸς τὸν λέγοντα, | 138 |
139 | “Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ,” ἀκουσόμενος καὶ τὰ ἑξῆς. ἔστω δέ σοι τεκμήριον τῶν λεγομένων ἡ τῶν λόγων πυκνότης· “ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.” ὁ δὲ τῷ ψεύδει συζῶν, βίον ἔχει τεταραγμένον, ποτὲ μὲν χαίρων ἀμέτρως ἐπὶ | |
5 | αὐξήσει ἀργυρίου ἢ δοξαρίου μικροῦ, ἢ πορνιδίου φιλίᾳ, ἢ ἐχθρῶν αὐτοῦ δυσημερίᾳ· ποτὲ δὲ λυπεῖται ἕως θανάτου, τὰς μεταβολὰς ὀνειροπολῶν καὶ τὰς ἀδηλίας, νύκτας ἔχει ἀΰπνους ἢ κακοΰπνους, ὑπονοεῖ ἐπιβουλὰς καὶ τῶν γνησίων, οὐ θαῤῥῶν οὐδὲ ἑαυτῷ, ἀπιστῶν τοῖς πᾶσιν ὡς ψεύσταις. τοιοῦτος αὐτὸς ὑπάρχων, | |
10 | δειλός ἐστιν ὡς λαγωός, θρασὺς ὡς χοῖρος, ψεύστης ὡς χαμαιλέων, ἀπατεὼν ὡς πέρδιξ, ἀνελεήμων ὡς λύκος, ἀνήμερος ὡς μῦς· ἐχθρὸς ἑαυτοῦ, ἀδιαλείπτως βάσκανος, ἐξ ἀνάγκης ἑαυτὸν τιμωρούμενος οὐκ αἰσθάνεται· κατ’ ἄλλου γὰρ κακῶς λογιζόμενος, φθάνει πάσχων ὑφ’ ἑαυτοῦ κακῶς. θάνατος ἔνυξε; πάντα δίδωσιν, ἵνα | |
15 | μικρὸν παραμείνῃ, φιλοζωῶν· τὸν δεδομένον αὐτῷ χρόνον ἐκαπή‐ λευσεν εἰκῆ· τὸ δηνάριον πρὸς οἷς οὐκ ἐδίπλωσεν, οὐδὲ σῶον ἐφύλαξεν. τρέμει διηνεκῶς ὡς φύλλον, γηρᾶν οὐ βουλόμενος· ληροφρονῶν τὰ γερόντων ὑφίσταται, φοβεῖται τὸν θάνατον ὡς θεόν· Θεὸς παρ’ αὐτῷ ὁ φαινόμενος κόσμος. καὶ τί γάρ; ὠχριᾷ, | |
20 | φρικιᾷ, ἀγωνιᾷ· προλαμβάνων τὴν τοῦ Θεοῦ κρίσιν, ἑαυτὸν τιμωρεῖται, τοῦ συνειδότος ἀνηλεῶς βασανίζοντος καὶ καθ’ ἓν | |
τῶν πλημμελημάτων ὑπομιμνήσκοντος, δεινότερα πάσχων | 139 | |
140 | ἤπερ οἱ μαστιγούμενοι τὰ ἑαυτῶν σώματα ταῖς πληγαῖς. ὑποδύνει τὰς κατὰ καιρὸν δυναστείας δουλοπρεπῶς, κολακεύει τὸν κόσμον αἰσχρῶς, ἀντὶ ἑνὸς κυρίου μυρίους ἔχει δεσπότας, ἵνα μὴ τῇ ἀληθείᾳ δουλεύσῃ. ἐπίφοβος ἀσκεῖ εἶναι, φοβούμενος τοὺς πάντας. | |
5 | ταῦτα μέν σοι παρ’ ἡμῶν κατὰ δύναμιν εἰρήσθω. καὶ εἴ τις ἀληθέστερον καὶ γλαφυρώτερον λέγων τὴν οὐθένειαν ἡμῶν διορθώσηται, καὶ τοῦτον ἡδέως ἀποδεξώμεθα ὡς διορθωτὴν καὶ φιλάδελφον καὶ τῷ Σωτῆρι εὐχαριστήσωμεν διὰ πάντα. πλὴν καὶ αὐτὸς ἀντίδος μοι τοῦ σκοποῦ τὴν γνῶσιν τῆς δυτικῆς συνόδου | |
10 | καὶ ἐπισφράγισαί μου τοὺς λόγους, εἴ γέ σοι συνήρεσαν, ὡς ἐπωφελῶς εἰρημένοι. Μετὰ δὲ τὸ παύσασθαι τὸν διηγησάμενον εἶπεν ὁ Θεόδωρος ταῦτα· 〈Ο ΔΙΑΚ.〉 Σοὶ μὲν τῷ διηγησαμένῳ ταῦτα “δῴη Κύριος | |
15 | ἔλεος εὑρεῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” καὶ ὅτι τῶν τοιούτων ἀπέστης τῆς κοινωνίας καὶ ὅτι ἡμῖν σαφῶς διηγήσω· μνησθείη δὲ Κύριος πάσης θυσίας τῆς Ἰωάννου, ὅτι ἕως θανάτου οὐ προέδωκεν τὴν παῤῥησίαν. ὁ δὲ σκοπὸς τῆς ἐκκλησίας Ῥωμαίων οὕτως ἐστίν, ἕως τέλους μὴ κοινωνῆσαι τοῖς ἀνατολικοῖς ἐπισκόποις, μάλιστα | |
20 | Θεοφίλῳ, ἕως ἂν δῷ Κύριος χώραν οἰκουμενικῆς συνόδου, ἰατρευ‐ ούσης τὰ σεσηπότα μέλη τῶν ταῦτα ἐργασαμένων. εἰ γὰρ καὶ κεκοίμηται ὁ μακάριος Ἰωάννης, ἀλλ’ ἐγρήγορεν ἡ ἀλήθεια, δι’ ἣν ἡ ζήτησις ἔσται. τοῖς δὲ ταῦτα διαπραξαμένοις ἐν τῇ ἐκκλησίᾳ ἡδέως ἂν συνέτυχον κατὰ πρόσωπον, εἰπών· “Ποῦ ἡ ἱερωσύνη; | |
25 | ποῦ ἡ ὁσιότης; ποῦ τὸ ἥμερον καὶ κοινὸν τῆς φύσεως; ποῦ αἱ ἐντολαὶ τοῦ Σωτῆρος, τό, ‘Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, καὶ μνησθῇς ὅτι ἔχει τι κατὰ σοῦ ὁ ἀδελφός σου, ἄπελθε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ οὕτω πρόσφερε τὸ δῶρόν σου‘· | |
ποῦ τό, ‘Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον | 140 | |
141 | αὐτῷ καὶ τὴν ἄλλην‘; ποῦ ἡ τῶν Γραφῶν μελέτη, τό, ‘Ἰδοὺ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό‘; ποῦ τό, ‘Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν‘; διὰ τί δέ, ‘Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά,‘ ἀντιστρέ‐ | |
5 | ψαντες πεποιήκατε; ‘ἀδελφὸς ὑπὸ ἀδελφοῦ‘ συκοφαντούμενος ἢ λαφυραγωγούμενος, ‘ὡς πόλισ‘ οἰκτρὰ καὶ ἀτείχιστος. τί ποτε οὖν ὡς ἄμικτον τὸ χρῆμα διώκειν ἐπεχειρήσατε, τρὶς καὶ οὐχ ἅπαξ ἄθλιοι; τίνι δὲ λόγῳ, ὡς πρὸς ἐχθρόν, φονᾶν κατ’ αὐτοῦ οὐχ ὑπεστείλασθε; πῶς δὲ καὶ ἐπῆλθεν ὑμῖν οὕτως κατ’ ἀλλήλων | |
10 | ἐξαγριαίνεσθαι; πόθεν δὲ καὶ τὴν τηλικαύτην μεταβολὴν ἐνεδεί‐ ξασθε, ὡς ἀπὸ τοῦ τιθασσοῦ ἐπὶ τὸ ἀτίθασσον καὶ ἀνήμερον μεταβαλεῖν; θαυμάζω, καὶ τῆς διαστροφῆς θαυμάζων ἐκπέ‐ πληγμαι, ὁρῶν λίαν διακεκινημένον τὸ πᾶν ἐπὶ τοῦτο. ἵνα τί δὲ οὕτω πολλῷ τῷ θράσει ἐπαιρόμενοι ‘τὴν τιθηνοκόμον καὶ | |
15 | κουροτρόφον‘ τοῦ Θεοῦ ἐκκλησίαν, οἷα πολύγονον μήτραν ὑβρί‐ σατε διακείραντες; —ὡς ἐφ’ ὑμῖν πληροῦσθαι τὸ προφητικόν· ‘Ἀνθ’ ὧν ἐδίωξαν ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν, καὶ ἐλυμήναντο μήτραν ἐπὶ γῆς.‘ ᾗ μήτρᾳ συνὼν ὁ θεῖος καὶ σωτήριος λόγος ὑμᾶς τε κἀκεῖνον ἔσπειρέν τε καὶ ἐφύτευσεν ἐπὶ ἀμυθήτοις | |
20 | χρηστοῖς καὶ ὠφελίμοις πράγμασιν. ἀντὶ γὰρ τοῦ συναντι‐ λαμβάνεσθαι ὑμᾶς ἀλλήλους, εἰς ἃ καὶ προσῆκεν τί μαθόντες οὐδ’ ἡσυχάζειν καὶ καθ’ ἑαυτοὺς ἠρεμεῖν ἐκρίνατε κἂν τοῦ λοιποῦ; εἰς τὴν χρείαν οὖν τῆς συναντιλήψεως κτισθέντες, τί ἐῤῥᾳδιουργή‐ σατε τὴν χάριν, οὐ μόνον μὴ ἐπικουφίζοντες τοὺς πόνους, ἀλλὰ | |
25 | καὶ προσαπωθούμενοι καὶ τῆς οἰκείας συγγενείας ἀποσχίζοντες· | |
τοῦ προφήτου πρὸς ὑμᾶς βοῶντος· ‘Οὐχὶ Πατὴρ εἷς πάντων | 141 | |
142 | ἡμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς;‘ ἀλλ’ ἐρεῖτέ μοι· ‘Ἥμαρτεν εἰς τὸν νόμον.‘ ποῖον; ὃν ὑμεῖς κατεπατήσατε τῇ πονηρίᾳ διασκεδάσαντες; ποῦ οὖν ὁ τῆς φύσεως νόμος, τὸ μετὰ χρηστό‐ τητος διορθώσασθαι; τί δαὶ καὶ νόμῳ πολεμίων καταχρώμενοι, | |
5 | διώκετε ἐν οἷς βουλεύεσθε, καὶ πράσσετε ἐναντίοις οὖσιν καὶ ἔχθρας ἀξίοις; πόσῳ δὲ ἦν ἄμεινον συνοικοῦντας καὶ ἐν ταὐτῷ διαιτωμένους, τῶν κοινῶν καὶ ἀγαθῶν βουλευμάτων ἀλλήλοις μεταδιδόναι, εἰς χάριν καὶ ἀρέσκειαν τοῦ ὑμετέρου Πατρός; τέκνων γὰρ ἀρετὴ καὶ συμφωνία χαρίτων, καὶ σφόδρα εὐμενὴς | |
10 | τοῖς τοκεῦσι, μηδενὸς ἄλλου χρῄζουσιν ἀπὸ τῶν ἰδίων ἐγγόνων ἢ τούτου. εὖ ἴστε δὲ καὶ τοῦτο, ὅτι φιλίας καὶ εὐνοίας σύνδεσμος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ σπουδάζειν καὶ πάντα πράττειν ἀρεσκόντως τῷ Πατρὶ καὶ τῷ τῆς γενέσεως καὶ διατροφῆς καὶ διαμονῆς αἰτίῳ· οὗ ὑπερφρονήσαντες ὡς λήρου, πολέμους ἐν τῇ ἐκκλησίᾳ ἐξήψατε, | |
15 | κατὰ τὸν εἰπόντα προφήτην· ‘Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν,‘ ἀντὶ τοῦ παρορμᾶν καὶ προτρέπειν ἀλλήλους· ἔπειτα παρὰ νοῦν καὶ γνώμην τὴν τοῦ Πατρὸς πολέμους ἀσυμβάτους ἐργαζόμενοι ἐν ἀλλήλοις. προστίθημι δέ, ὅτι καὶ τὸν Θεὸν καὶ πάντας τοὺς προσχωροῦντας αὐτῷ, τοῦ μὲν υἱούς, ὑμῶν δὲ ἀδελφούς, σφόδρα | |
20 | ἐξίστησι καὶ κινεῖ, καὶ σιωπᾶν οὐκ ἐπιτρέπει (οὐδὲ γὰρ ὀλίγωρος οὐδὲ τῆς τῶν τέκνων ὠφελείας ἄφροντίς ἐστιν). ἀχθόμενος τοιγαροῦν ἐπί τε τῇ ὑμετέρᾳ φρενοβλαβείᾳ καὶ ἐπὶ τῇ τῶν ἀδικουμένων καταδυναστείᾳ, διὸ καὶ παρελθεῖν ὑμᾶς ἀτιμωρήτους οὐ κρίνει δίκαιον (καθὼς ἐνήρξατο)· οὔτε γὰρ αὐτῷ εὐπρεπὲς | |
25 | οὔτε ὑμῖν ἀσφαλές· τό τε πάθος ὑμῶν οὐ φορητόν, ἐπιμελείας τε οὐ τῆς τυχούσης, διά τε πληγῶν καὶ τῶν ἀπὸ παιδείας μωλώπων οὐκ ἀριθμητῶν χείρους ὑμᾶς ὁρᾷ. πολὺ γὰρ τὸ ἀναίσ‐ θητον καὶ ἀκαμπέστατον ὑμῖν ἐπιπολάζει, ἀδελφούς, γνησίους, | |
καὶ ὁμοδιαίτους, πρὸς δὲ καὶ ὁμοσπόνδους, ὁμοτραπέζους τε καὶ | 142 | |
143 | ὁμολέκτους, μιᾶς καὶ τῆς αὐτῆς συγγενείας τετυχηκότας, οὕτως εἰς μῖσος ἔχθιστον περιετρέψατε, ὡς καὶ τῶν ἰδίων ὅρων καὶ τῆς κοινῆς ἑστίας ἀποδιαπέμπεσθαι καὶ πόῤῥω ἀπελαύνειν, ἀπόλεις καὶ ἀοίκους, πρὸς δὲ καὶ φυγάδας, ὅσον ἐφ’ ὑμῖν ἧκον μέρος, | |
5 | κατασκευάσαντες καὶ ταῦτα οὐ πρὸς ποσόν τινα χρόνον τὴν φυγάδα ὁρίσαντες, ἀλλ’ ὅσον ἐδυνήθητε καὶ ἐπ’ ἄπειρον, διὰ τὸ ὠμόθυμον καὶ τὸ λίαν παρακεκινημένον ὑμῶν. ὃ ἐπ’ αὐτοῖς καὶ τῷ μακαρίῳ Ἰωάννῃ κέκτησθε, ἔγκοτον τὸ ἔχθος ἀναζωπυροῦντες καί, ὥσπερ ἠκονημένον ξίφος, μέχρι τῆς δεῦρο κατ’ αὐτοῦ χαλῶντες | |
10 | τὴν γλῶτταν, τὴν μῆνιν ἀσπάζεσθε ἀντὶ διδασκαλίας ἐπωφελοῦς, τὴν κατηγορίαν ἐπὶ τῆς ἐκκλησίας εἰς μολυσμὸν τῶν ἀκουόντων ἐκχέοντες—καὶ ταῦτα μὲν ἐκείνοις, οἷς ‘ὁ Κύριοσ‘ ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ‘ἀποδώσει κατὰ τὰ ἔργα·‘” σοὶ δὲ ποίων λόγων “ἀμάραντον στέφανον” πλέξας οἴσω, μακάριε Ἰωάννη, μετὰ | |
15 | ἔξοδον τοῦ σταδίου οὐ φοβούμενος τὸ ἐγκωμιάσαι (ἀπεδύσω γὰρ τὴν τρικυμίαν); —ἦ τῶν Μωσαϊκῶν ἐκείνων νόμων οὓς δέδωκεν εὐλογήσας τὸν πρακτικὸν Ἰωσὴφ καὶ τὸν θεωρητικὸν Λευῒ τὸν ἱερέα (ἐν σοὶ γὰρ ὁρῶ ἀμφοτέρους); —“Ἐπ’ εὐλογίας Κυρίου ἡ γῆ σου, καὶ ἀπὸ ὀρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀβύσσων πηγῶν | |
20 | κάτωθεν, καὶ καθ’ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς ἀενάων βουνῶν, ἔσονται ἐπὶ κορυφῆς Ἰωσήφ” (εἴ τις Ἰωσήφ), “καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν, δοξασθεὶς ἐν ἀδελφοῖς. πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ | |
25 | κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’ ἄκρου τῆς γῆς. καὶ τῷ Λευῒ εἶπεν” (καὶ εἴ τις αὐτὸν ἐμιμήσατο)· ”‘Δότε Λευῒ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν | |
ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος | 143 | |
144 | Ἀντιλογίας. ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί, “Οὐχ ἑόρακά σε,” καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. ἐδήλωσεν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσει θυμίαμα | |
5 | διὰ παντὸς ἐν ἑορτῇ σου ἐπὶ τῷ θυσιαστηρίῳ σου. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· πάταξον ὀφρὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.‘” ἐγὼ δὲ προσπλέξας εἴποιμι· “Οἱ φιλοῦντες αὐτόν, Ἰησοῦ Χριστέ, μὴ καταισχυνθήτωσαν· σὸν γὰρ | |
10 | τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.” Ο ΕΠΙΣΚ. Καὶ αὕτη τῆς σῆς συνέσεως ἡ ἄσκησις, θηρευτὰ νοημάτων Θεόδωρε, ἐκφέρειν “ἐκ τοῦ” τῆς διανοίας σου “θησαυ‐ ροῦ” (κατὰ τὸν εἰπόντα Σωτῆρα) “καινὰ καὶ παλαιά”· “παλαιὰ” μέν, τῆς ἀνθρωπίνης σοφίας παιδεύματα· “καινὰ” δέ, τὰ τοῦ | |
15 | Ἁγίου Πνεύματος λόγια. ἐξ ὧν θησαυρῶν ὁποτέρῳ μέρει τὸ πρόσφορον δέδωκας, τῆς μὲν σῆς φρονήσεως φράσας τοῖς πλημ‐ μελήσασιν ἃ ἥρμοζεν, τῆς δὲ Μωσαϊκῆς εὐλογίας πλέξας Ἰωάννῃ τὸν ὀφειλόμενον στέφανον. ὃς ἀπαθῶς ἱερατεύσας, ἀληθῶς οὐκ ἔγνω πατέρα ἢ μητέρα ἢ γένος αἱμάτινον δικαιοσύνης ὑπερβολῇ, | |
20 | ἀλλ’ ἢ τοὺς ἐραστὰς καὶ ἐργάτας τοῦ λόγου. οἱ δὲ καθ’ ἡμᾶς δοκοῦντες ἐπίσκοποι τὸ μὲν πήλινον γένος πορισμοῖς καὶ στρα‐ τείαις καὶ ἀξιώμασιν ἐγκαθώρμησαν, παραβάντες τὸν εἰπόντα νόμον· “Οὐ δώσουσιν οἱ ἱερεῖς τοὺς υἱοὺς αὐτῶν εἰς ἄρχοντας καὶ παρατρέχοντας τῷ βασιλεῖ”· τὰ δὲ τοῦ Πνεύματος συσκευαῖς | |
25 | καὶ δυσημερίαις καὶ φρουραῖς καὶ περιορισμοῖς ἐνδαπανῶντες, ἄκρατον πιόντες τὴν ἄγνοιαν, ἐκ τούτων νομίζοντες ἀτιμάζειν τοὺς φίλους τῆς ἀρετῆς, περὶ ὧν προεῖπεν ὁ Σωτήρ· “Ἐλεύσον‐ ται ἡμέραι, ἐν αἷς δόξουσιν οἱ ἀποκτέννοντες ὑμᾶς λατρείαν | |
προσφέρειν τῷ Θεῷ.” καὶ οὐ δήπου περὶ Ἑλλήνων εἶπεν, ἐπεὶ | 144 | |
145 | ἂν εἰρήκει, “τοῖς θεοῖς,” οἳ πλείονας παρὰ τὸν ἕνα σημαίνουσιν. ἐξ ὧν δὲ τὸν ἕνα καὶ μόνον ὠνόμασεν, ἐδήλωσεν τοὺς νῦν ἡμᾶς προσχήματι τῆς ἐκκλησίας λεηλατοῦντας. τὰς γὰρ ἰδίας κακο‐ τροπίας καὶ φθόνους ἐπικρυψάμενοι, ὑπὲρ ταύτης φροντίζειν | |
5 | κατασχηματίζονται λόγῳ, ἣν ἐλυμήναντο ἔργοις. ἀλλὰ κἂν οὕτω σοφίσωνται, ἡ ἔκβασις τῶν γεγενημένων αὐτοὺς διελέγξει ὑπουργήσαντας τῷ καυχησαμένῳ· “Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.” οὐκέτι γὰρ ἐφευρίσκων εἶδος αἱρέσεως καινοτέρας ὁ ἐφευρετὴς τῆς ἀνομίας καὶ γεωργὸς τῆς κακίστης | |
10 | ἐπιθυμίας ὄφις ἐξοίστρησεν τοὺς προεστῶτας τῆς ἐκκλησίας εἰς ἀλληλοκτονίαν, φιλοκαθεδρίας καὶ πρωτοκαθεδρίας πάθει, δι’ ὧν εἰργάσαντο τὸ σχίσμα. εἰ γὰρ ἦν Πνεύματος Θεοῦ συμφωνία ἐν τοῖς ἐπισκόποις καὶ ὡς αἴτιος πλημμελείας, ἢ ἀνάξιος ἱερω‐ σύνης ἢ (ὡς ὁ Θεόφιλος λέγει) ὑπερηφανίας, ὤφειλεν εἱρχθῆναι | |
15 | ὁ Ἰωάννης, ἐδύνατο ἡ παντοδύναμος Θεοῦ σοφία ἐνθέσμως αὐτὸν κωλῦσαι τῆς ἱερατείας ἢ ἐφευρεῖν τρόπον, δι’ οὗ ἀταράχως καὶ ἀκλαυστὶ ἐξεβάλλετο οὗτος ἢ θανάτῳ ἢ παραλύσει ἢ ἀφωνίᾳ, — ὡς οἴδαμέν τινας τῶν ἀντιπεσόντων αὐτῷ πεπονθότας καί τινας μέλλοντας πάσχειν. ἐξ ὧν δὲ τοσαῦτα παρηκολούθησεν ἀνάξια | |
20 | τοῦ Σωτῆρος ἔργα—καὶ αὐτὸς οὐ καθῃρέθη, ἀλλ’ ἐξωρίσθη— εὔδηλον τοῦ διαβόλου εἶναι τὸ δρᾶμα, οὗ κατελύετο τῇ διδα‐ σκαλίᾳ ἡ βασιλεία. οἶδα ἐγὼ τὸν Ἰωάννην ἓξ καθελόντα ἀξίως, ὡς ὠνητὰς τῆς ἱερατικῆς ἀξίας, περὶ ὧν ἀνωτέρω εἶπον. τίς ἐδά‐ κρυσεν; τίνος δὲ ῥῖνες ἔσταξαν αἷμα; ποία ἀράχνη ἐσχίσθη; | |
25 | τίς δὲ τῆς οἰκίας αὐτοῦ ἐξῆλθεν; τίς δὲ ὀβολὸν ἐζημιώθη; ποῖος δὲ τῆς Ἀσίας ἀγύρτης ἢ δημιουργὸς ἢ γηπόνος ἢ σκυτοτόμος ἢ | |
δημότης οὐκ ἠσμένισεν τὸ γεγενημένον ἐπὶ ἐκδικίᾳ τῶν ἱερῶν | 145 | |
146 | νόμων; —ἐπευφημῶν· “Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; πάντα ἐν σοφίᾳ ἐποίησας” (ὅπου γὰρ Θεὸς ἐργάζεται, πάντα γίνεται ἐν σοφίᾳ· ὅπου δὲ ὁ μισόκαλος δαίμων, ὁμοίως ἅπαντα ἐν ἀσοφίᾳ. παρακολουθεῖ δὲ τῇ ἀσοφίᾳ ἀλλόκοτα πράγματα· | |
5 | φθόνοι, φόνοι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, κτύποι, κλωσμὸς ἀπαιδεύτων, ἐξουσιῶν ζέσις, ἴκρια, ξεσμοί, λαμπάδες, κρουνοὶ αἱμάτων, ἀφόρητοι ζημίαι, δημεύσεις, λύσεις θεσμῶν θείων, καταφρονήσεις νόμων, ἀθετήσεις σωφροσύνης, οἰκουμένης σχίσμα, παραφυλακαὶ γῆς καὶ θαλάσσης, ναυτικαί, ἱππικαί, | |
10 | πεζικαὶ μηχαναὶ εἰς ἐμποδισμὸν τῶν διὰ τὴν ἀλήθειαν ἐκδημούν‐ των). πῶς τοίνυν τολμῶσι λέγειν· “Θεοῦ οἰκονομίᾳ ἐκβέβληται ὁ Ἰωάννης”; εἰπάτωσαν δέ μοι οἱ ἐξηχοῦντες ταῦτα· “Ἠπόρει ἡ παντοδύναμος τοῦ Θεοῦ σοφία (ὡς προέφην) ἀοράτῳ δυνάμει παῦσαι τὸν Ἰωάννην ἀνάξιον ὄντα ἢ πεῖσαι τοὺς ἀμφισβητοῦν‐ | |
15 | τας αὐτοῦ δίχα πολλῆς ἀνάγκης ἀρχόντων ἀπαθῶς φέρειν τὸ πρᾶγμα; εἰ γὰρ ὁ αὐτὸς Θεός ἐστιν ὁ τῷ Μωϋσεῖ συνεργήσας εἰς ἐλευθερίαν τοῦ Ἰσραὴλ καὶ ὑπακοήν, τοῦ Φαραὼ ἀναφανδὸν βοῶντος· ‘Οὐκ οἶδα τὸν Θεόν, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ,‘ πῶς τοίνυν βοηθείας δεδέηται ἐπὶ Ἰωάννου τῆς τῶν ἐπιγείων | |
20 | ἀρχόντων, ὡς γηράσας ἢ ὡς ἀτονήσας ἢ ὡς ἀπορήσας; εἶτα ὁ τὰς μοιχείας τινῶν καὶ τὰς παιδεραστίας ἑτέρων καὶ γοητείας ἄλλων δημοσιεύσας, ἠπόρησεν ἔτι διελέγξαι τὸν Ἰωάννην; ἢ ἀνάπαλιν, ὁ τοῦδε τὴν γλῶσσαν συνάγχῃ ὀγκώσας μετ’ ἐξο‐ μολογήσεως ἐγγράφου καὶ τὸν ἄλλον κλιμακτῆρι περιπεσεῖν | |
25 | συγχωρήσας θανατηφόρῳ ἢ ταριχεύσας τόνδε μετὰ γενέσεως σκωλήκων ἄφωνον ἐπὶ κλίνης ἐνιαυτὸν παρ’ ὀλίγον ὅλον ἢ ὁ τὰς ἀπηρημένας ἐκδειματώσεις ἐπαγαγὼν ἑτέρῳ μετὰ τῆς συντρό‐ φου ποδάγρας ἢ ὁ τὰ σκέλη πρήσας οὗ ἐβουλήθη ἢ ὁ τόνδε δυσώδει θανάτῳ ἀναρπάσας θᾶττον, ὃν ἴσασι πάντες, ἠτόνησεν | |
30 | ἐπὶ Ἰωάννου (ὥς φατε), ἱεροσύλου ὄντος, ἕν τι τούτων ἐνεργῆσαι, ἀλλ’ ἐδεήθη τοῦ καὶ τοῦ, ἵνα ἀτιμάσας ἐξώσῃ τὸν Ἰωάννην, πλέον αὐτὸν ἐκ τούτου δοξάσας;” ἀπατῶνται τοίνυν μὴ τὴν ἐντολὴν τοῦ λόγου 〈εἰδότεσ〉. ἱερόσυλος γὰρ κυρίως οὐχ ὁ | |
χρυσὸν ἢ ἄργυρον ἢ τὰ σηρῶν νήματα, σητῶν βρώματα, πτωχοῖς | 146 | |
147 | διανείμας, ἀλλ’ ὁ ἀργυρίῳ καὶ κολακείᾳ καὶ τραπέζῃ ἀπεμπολῶν τὰ δόγματα καὶ τοὺς θεσμοὺς τοῦ Σωτῆρος· ἔπειτα ὁ λυμαινό‐ μενος ἱερὸν ἄνδρα, βίῳ καὶ λόγῳ κεκοσμημένον, δι’ οὗ ὁ Σωτήρ, ὡς διὰ κρατῆρος ἢ κειμηλίου, ἐλογοπότει τοῖς ἐρασταῖς τοῦ λόγου | |
5 | τὰ πρόσφορα τῆς σωτηρίας. λεγέσθωσαν τοίνυν ἱερόσυλοι οὗτοι, οἱ συλαγωγήσαντες τὴν ἀποστολικὴν ἐκκλησίαν, τοιούτων στερή‐ σαντες διδασκάλων καὶ πωλοῦντες ἀργυρίῳ τὰς χειροτονίας, οὓς ἤδη μετελεύσεται ἡ θεία δίκη εἰς ἐπανόρθωσιν τῆς αὐτῶν κακο‐ πραγίας. εἰ γὰρ οἱ τὸν Μωϋσέως παραχαράξαντες νόμον διὰ τῆς | |
10 | ἄγαν ἀπροσεξίας φραγελλίῳ ἐκβέβληνται τοῦ νεὼ ὑπὸ τοῦ Σωτῆρος, καὶ τοῦτο σχοινίου, ὡς ἔνδον τὰς περιστερὰς πωλοῦντες, τί πείσονται ἄρα οἱ καπηλεύοντες τῆς Νέας Διαθήκης τὴν ἱερα‐ τείαν, ἢ τὸ “ῥάβδῳ σιδηρᾷ” συντριβῆναι ὑπὸ τοῦ ἀρχιποίμε‐ νος; —καθὼς ὁ ἀπόστολος λέγει· “Ἀθετήσας τις νόμον Μωϋ‐ | |
15 | σέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα· ‘“Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω,” λέγει | |
20 | Κύριος.‘ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.” ὁ δὲ τὸν ὅσιον τοῦτον καὶ ἅγιον ποιμένα καὶ τῆς δικαιοσύνης φωστῆρα δοξάσας Θεός, δῴη ἡμῖν μέρος καὶ κλῆρον εὑρεῖν σὺν αὐτῷ ἐν τῇ φοβερᾷ αὐτοῦ τῆς δικαιοκρισίας ἡμέρᾳ· ᾧ πρέπει δόξα, τιμή, μεγαλωσύνη, καὶ μεγαλοπρέπεια τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ | |
25 | Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
27t | ΔΙΑΛΟΓΟΣ ΙΣΤΟΡΙΚΟΣ | |
28t | ΠΑΛΛΑΔΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΕΛΕΝΟΥΠΟΛΕΩΣ, | |
29t | ΠΡΟΣ ΘΕΟΔΩΡΟΝ, ΔΙΑΚΟΝΟΝ ΡΩΜΗΣ, | |
30t | ΠΕΡΙ ΒΙΟΥ ΚΑΙ ΠΟΛΙΤΕΙΑΣ | |
31t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
32t | ΚΑΙ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ | |
33t | ΓΕΝΟΜΕΝΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, | |
34t | ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, | |
35t | ΤΕΤΕΛΕΣΤΑΙ. | 147 |