TLG 2111 001 :: PALLADIUS :: Historia Lausiaca (recensio G)

PALLADIUS Scr. Eccl., Monachus
(Helenopolitanus: A.D. 4–5)

Historia Lausiaca (recensio G)

Source: Bartelink, G.J.M. (ed.), Palladio. La storia Lausiaca. Verona: Fondazione Lorenzo Valla, 1974: 4–292.

Citation: Vita — section — (line)

t

1

ΠΑΛΛΑΔΙΟΥ ΛΑΥΣΙΑΚΟΝ

Pref

1

Πολλῶν πολλὰ καὶ ποικίλα κατὰ διαφόρους καιροὺς συγγράμματα τῷ βίῳ καταλελοιπότων, τῶν μὲν ἐξ ἐπι‐ πνοίας τῆς ἄνωθεν χάριτος θεοδότου εἰς οἰκοδομὴν καὶ ἀσφάλειαν τῶν πιστῇ προθέσει ἑπομένων τοῖς δόγμασι
5τοῦ σωτῆρος, τῶν δὲ ἐξ ἀνθρωπαρέσκου καὶ διεφθαρμένης προθέσεως ὑλομανησάντων εἰς παραμυθίαν τῶν κενοδοξίαν κισσώντων, ἑτέρων δὲ ἔκ τινος μανίας καὶ ἐνεργείας τοῦ μισοκάλου δαίμονος τύφῳ καὶ μήνιδι ἐπὶ λύμῃ τῶν κου‐ φογνωμόνων ἀνθρώπων καὶ σπίλῳ τῆς ἀχράντου καὶ καθο‐
10λικῆς ἐκκλησίας ἐπεισφρησάντων ταῖς διανοίαις τῶν ἀνοήτων ἐπὶ ἐγκότῳ τῆς σεμνῆς πολιτείας·

Pref

2

ἔδοξε κἀμοὶ τῷ ταπεινῷ, αἰδεσθέντι τὴν ἐπιταγὴν τῆς σῆς μεγαλονοίας, φιλομαθέστατε, τὴν ἐπὶ προκοπῇ τῆς διανοίας, τριακοστὸν μὲν καὶ τρίτον ἔτος ἄγοντι ἐν τῇ τῶν ἀδελφῶν πολιτείᾳ
5δῆθεν καὶ τῷ μονήρει βίῳ, εἰκοστὸν δὲ τῆς ἐπισκοπῆς, πεν‐ τηκοστὸν δὲ καὶ ἕκτον ἐν τῇ πάσῃ ζωῇ, ποθοῦντί σοι τὰ τῶν πατέρων διηγήματα, ἀρρένων τε καὶ θηλειῶν, ὧν τε
ἑώρακα καὶ περὶ ὧν ἀκήκοα, οἷς τε συνανεστράφην ἐν τῇ κατ’ Αἴγυπτον ἐρήμῳ καὶ Λιβύῃ καὶ Θηβαΐδι καὶ Συήνῃ,4
10ὑφ’ ἣν καὶ οἱ λεγόμενοι Ταβεννησιῶται, ἔπειτα Μεσοποταμίᾳ Παλαιστίνῃ τε καὶ Συρίᾳ, καὶ τοῖς μέρεσι τῆς δύσεως Ῥώμῃ τε καὶ Καμπανίᾳ καὶ τῶν περὶ ταύτην, ἄνωθεν ἐκθέσθαι σοι ἐν διηγήματος εἴδει τὸ βιβλίον τοῦτο·

Pref

3

ὅπως σεμνὸν καὶ ψυχωφελὲς ὑπομνηστικὸν ἔχων ἀδιάλειπτον φάρ‐ μακον λήθης πάντα μὲν νυσταγμὸν τὸν ἐξ ἀλόγου ἐπιθυμίας, πᾶσαν δὲ διψυχίαν καὶ κιμβικίαν τὴν ἐν ταῖς χρείαις, πάντα
5τε ὄκνον καὶ μικροψυχίαν τῶν ἐν τῷ ἤθει, ὀξυθυμίαν τε καὶ τάραχον καὶ λύπην καὶ ἄλογον φόβον διὰ τούτου ἀποσκευαζό‐ μενος καὶ τὸν μετεωρισμὸν τοῦ κόσμου, ἀδιαλείπτῳ πόθῳ προκόπτῃς ἐν τῇ προθέσει τῆς εὐσεβείας, ὁδηγὸς καὶ σαυτοῦ καὶ τῶν μετὰ σοῦ καὶ τῶν ὑπὸ σὲ καὶ τῶν εὐσεβεστάτων
10γινόμενος βασιλέων· δι’ ὧν κατορθωμάτων πάντες οἱ φι‐ λόχριστοι ἑνωθῆναι θεῷ ἐπείγονται· συνεκδεχόμενος καὶ τὴν ἀνάλυσιν τῆς ψυχῆς καθ’ ἡμέραν, κατὰ τὸ γεγραμμένον·

Pref

4

«Ἀγαθὸν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»· καὶ τὸ «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν»· ὁ γὰρ μνημονεύων ἀεὶ τοῦ θανάτου ὡς ἐξ ἀνάγκης ἥξει καὶ οὐ μελλήσει, οὐ πταίσει μεγάλα· μήτε
5παραλογιζόμενος τὴν ὑποθήκην τῶν ὑφηγήσεων μήτε δια‐ πτύων τὴν ἰδιωτείαν καὶ τὸ ἀκαλλὲς τῆς λέξεως. Οὐ γὰρ δὴ τοῦτο τὸ ἔργον ἐστὶ θεϊκῆς διδασκαλίας σεσοφισμένως φράζειν, ἀλλὰ πείθειν τὴν γνώμην νοήμασιν ἀληθείας, κατὰ
τὸ εἰρημένον· «Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ»· καὶ πάλιν·6
10«Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον».

Pref

5

Ἐγὼ τοίνυν, φιλομαθέστατε θεοῦ ἄνθρωπε, ἐκ μέρους ἑπόμενος ταύτῃ τῇ ῥήσει πολλοῖς τῶν ἁγίων συντετύχηκα, οὐ περιέργῳ χρησάμενος λογισμῷ, ἀλλὰ καὶ τριάκοντα ἡμερῶν καὶ δὶς τοσούτων ὁδὸν ἐξανύσας, ὡς ἐπὶ θεοῦ πεζῇ
5τῇ πορείᾳ πατήσας πᾶσαν τὴν γῆν Ῥωμαίων, ἠσμένισα τὴν κακουχίαν τῆς ὁδοιπορίας ἐπὶ συντυχίᾳ ἀνδρὸς φιλοθέου, ἵνα κερδήσω ὅπερ οὐκ εἶχον.

Pref

6

Εἰ γὰρ ὁ πολλῷ κρείττων ἐμοῦ ὑπερβὰς πολιτείᾳ καὶ γνώσει καὶ συνειδήσει καὶ πίστει Παῦλος τὴν ἀπὸ Ταρσοῦ εἰς τὴν Ἰουδαίαν ἐστείλατο ἀπο‐ δημίαν ἐπὶ συντυχίᾳ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου, καὶ
5ἐν εἴδει καυχήματος διηγεῖται, στηλιτεύων ἑαυτοῦ τοὺς πόνους εἰς παροξυσμὸν τῶν ὄκνῳ καὶ ἀργίᾳ συζώντων ἐν τῷ εἰπεῖν· «Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν», οὐκ ἀρκούμενος τῇ φήμῃ τῆς ἀρετῆς ἀλλ’ ἐπιποθῶν καὶ τὴν τοῦ εἴδους αὐτοῦ συντυχίαν· πόσῳ μᾶλλον ἐγὼ ὁ μυρίων
10ταλάντων χρεωφειλέτης ὤφειλον τοῦτο ποιῆσαι, οὐκ ἐκείνους εὐεργετῶν ἀλλ’ ἐμαυτὸν ὠφελῶν.

Pref

7

Καὶ γὰρ οἱ τοὺς τῶν πατέρων ἀναγραψάμενοι βίους, Ἀβραάμ τε καὶ τῶν καθεξῆς, Μωσέως καὶ Ἠλίου καὶ Ἰωάννου, οὐχ ἵνα ἐκείνους δοξά‐ σωσιν ἐξηγήσαντο, ἀλλ’ ἵνα καὶ τοὺς ἐντυγχάνοντας ὠφε‐
5λήσωσιν. Ταῦτα οὖν εἰδώς, πιστότατε δοῦλε Χριστοῦ Λαῦσε, καὶ σαυτὸν νουθετῶν, ἀνάσχου καὶ τῆς φλυαρίας τῆς ἡμετέρας
ἐπὶ φυλακῇ τῆς εὐσεβοῦς γνώμης, ἣ διαφόροις κακίαις ὁραταῖς τε καὶ ἀοράτοις κυμαίνεσθαι πέφυκε, μόνῃ προσευχῇ8
10συνεχεῖ καὶ ἰδιοπραγμοσύνῃ δυναμένη ἠρεμεῖν.

Pref

8

Πολλοὶ γὰρ τῶν ἀδελφῶν καὶ πόνοις καὶ ἐλεημοσύναις κομῶντες, καὶ ἀγαμίαν ἢ παρθενίαν αὐχοῦντες, καὶ μελέτῃ θείων λογίων καὶ σπουδάσμασι θαρρήσαντες, ἠστόχησαν ἀπαθείας
5ἀδιακρίτως προσχήματι εὐσεβείας τινὰς φιλοπραγμοσύνας νοσήσαντες, ἐξ ὧν τίκτονται πολυπραγμοσύναι ἢ κακο‐ πραγμοσύναι ἀπελαύνουσαι καλοπραγμοσύνην, τὴν μητέρα τῆς ἰδιοπραγμοσύνης.

Pref

9

Ἀνδρίζου τοίνυν, παρακαλῶ, μὴ πιαίνων τὸν πλοῦτον· ὃ δὴ καὶ πεποίηκας, αὐτάρκως αὐτὸν σμικρύνας τῇ δια‐ δόσει τῶν χρείαν ἐχόντων διὰ τὴν ἐκ τούτου τῆς ἀρετῆς ὑπηρεσίαν· μήτε ὁρμῇ τινι καὶ προλήψει ἀλόγῳ ἀνθρωπα‐
5ρέσκως ὅρκῳ πεδήσας τὴν προαίρεσιν, καθὼς πεπόνθασί τινες φιλονείκως φιλοδοξίᾳ τοῦ μὴ φαγεῖν ἢ πιεῖν δουλώ‐ σαντες τὸ αὐτεξούσιον τῇ ἀνάγκῃ τοῦ ὅρκου, καὶ τούτῳ πάλιν ὑποπεσόντες οἰκτρῶς φιλοζωΐᾳ καὶ ἀκηδίᾳ καὶ ἡδονῇ τὴν ἐπιορκίαν ὠδίναντες. Λόγῳ τοίνυν μεταλαμβάνων καὶ
10λόγῳ ἀπεχόμενος οὐχ ἁμαρτήσεις ποτέ.

Pref

10

Θεῖος γὰρ ὁ λόγος τῶν ἐν ἡμῖν κινημάτων, ἐξορίζων μὲν τὰ βλαβερά, προσλαμβανόμενος δὲ τὰ ἐπωφελῆ· «Δικαίῳ» γὰρ «νόμος οὐ κεῖται». Ἄμεινον γὰρ ἡ μετὰ λόγου οἰνοποσία τῆς
5μετὰ τύφου ὑδροποσίας. Καὶ βλέπε μοι τοὺς μετὰ λόγου οἶνον πιόντας ἄνδρας ἁγίους, καὶ τοὺς ἄνευ λόγου πιόντας ὕδωρ ἀνθρώπους βεβήλους, καὶ μηκέτι ψέξῃς τὴν ὕλην ἢ ἐπαινέσῃς, ἀλλὰ μακάρισον ἢ ταλάνισον τὴν γνώμην τῶν καλῶς ἢ κακῶς χρωμένων τῇ ὕλῃ. Ἔπιέ ποτε Ἰωσὴφ10
10παρ’ Αἰγυπτίοις οἶνον, ἀλλ’ οὐκ ἐβλάβη τὴν φρένα, ἠσφαλί‐ σατο γὰρ τὴν γνώμην.

Pref

11

Ὑδροπότησε δὲ Πυθαγόρας καὶ Διογένης καὶ Πλάτων, ἐν οἷς καὶ Μανιχαῖοι καὶ τὸ λοιπὸν σύνταγμα τῶν ἐθελοφιλοσόφων, καὶ ἐπὶ τοσοῦτον ἤλασαν κουφοδοξίας ἀκολασίᾳ ὡς καὶ τὸν θεὸν ἀγνοῆσαι
5καὶ προσκυνῆσαι εἰδώλοις. Ἥψαντο δὲ καὶ οἱ περὶ τὸν ἀπόστολον Πέτρον τῆς χρήσεως τοῦ οἴνου, ὡς καὶ αὐτὸν ὀνειδίζεσθαι τὸν διδάσκαλον τούτων τὸν σωτῆρα ἐπὶ τῇ μεταλήψει, λεγόντων τῶν Ἰουδαίων· «Ἵνα τί οἱ μαθηταί σου οὐ νηστεύουσιν ὡς καὶ οἱ Ἰωάννου;» Καὶ πάλιν τοῖς
10μαθηταῖς ἐπεμβαίνοντες ὀνειδισμοῖς ἔλεγον· «Ὁ διδάσκαλος ὑμῶν μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει». Οὐκ ἂν δὲ ἐπὶ ἄρτου καὶ ὕδατος ἐπελαμβάνοντο ἀλλ’ ἐπ’ ὄψων καὶ οἴνου δηλονότι·

Pref

12

οἷς πάλιν ἀλόγως θαυμά‐ ζουσιν ὑδροποσίαν καὶ ψέγουσιν οἰνοποσίαν ἔλεγεν ὁ σωτήρ· «Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, μήτε ἐσθίων μήτε πίνων» —δηλαδὴ κρέα καὶ οἶνον, δίχα γὰρ τῶν ἄλλων
5ζῆν οὐκ ἠδύνατο— «καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν», διὰ τὸ ἐσθίειν καὶ πίνειν. Τί οὖν ἡμεῖς
ποιήσωμεν; Μήτε τοῖς ψέγουσι μήτε τοῖς ἐπαινοῦσιν ἀκολου‐12
10θήσωμεν, ἀλλ’ ἢ μετὰ Ἰωάννου λόγῳ νηστεύσωμεν κἂν εἴπωσι· Δαιμόνιον ἔχουσιν· ἢ μετ’ Ἰησοῦ ἐν σοφίᾳ οἰνο‐ ποτήσωμεν, εἰ χρῄζοι τὸ σῶμα, κἂν εἴπωσιν· Ἰδοὺ ἄνθρωποι φάγοι καὶ οἰνοπόται.

Pref

13

Οὔτε γὰρ ἡ βρῶσίς ἐστί τι κατὰ ἀλήθειαν οὔτε ἡ ἀποχή, ἀλλὰ πίστις δι’ ἀγάπης τοῖς ἔργοις παρεκτεινομένη. Ὅταν γὰρ πάσῃ πράξει παρακολουθήσῃ ἡ πίστις, ἀκατάκριτος ὁ ἐσθίων καὶ πίνων διὰ τὴν πίστιν·
5«πᾶν γὰρ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν». Ἀλλ’ ἐπειδὴ πᾶς τις ἐρεῖ τῶν πλημμελούντων πίστει μεταλαμβάνειν ἢ ἕτερόν τι πράττειν ἀλόγῳ πληροφορίᾳ διεφθαρμένῳ τῷ συνειδότι, ὁ σωτὴρ διεστείλατο λέγων· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ὅτι δὲ ὁ καρπὸς τῶν λόγῳ
10πολιτευομένων καὶ συνέσει κατὰ τὸν θεῖον ἀπόστολον «ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, καὶ ἐγκράτεια», ὡμολόγηται.

Pref

14

Αὐτὸς γὰρ ἔλεγε Παῦλος· «Ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστι» τὰ καὶ τά. Ὅτι δὲ ὁ σπουδάζων τοιούτους ἔχειν καρποὺς ἀλόγως ἢ ἀσκόπως ἢ ἀκαίρως οὐ βρώσεται κρέα οὐδὲ πίεται οἶνον, οὐδὲ συνοικήσει τινὶ κακῷ συνειδότι,
5πάλιν ἔλεγεν ὁ αὐτὸς Παῦλος ὅτι «Πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ὑγιαινούσης μὲν τῆς σαρκὸς ἀπε‐ χόμενος τῶν πιαινόντων, ἀρρωστούσης δὲ ἢ ὀδυνωμένης ἢ καὶ λύπαις καὶ περιστάσεσι κοινωνούσης χρήσεται μὲν βρώμασιν ἢ πόμασιν ὡς φαρμάκοις εἰς ἴασιν τῶν λυπούντων,
10ἀφέξεται δὲ τῶν κατὰ ψυχὴν βλαβερῶν, ὀργῆς, φθόνου, κενοδοξίας, ἀκηδίας, καταλαλιᾶς καὶ ὑπονοίας ἀλόγου, εὐχα‐
ριστῶν ἐν κυρίῳ.14

Pref

15

Αὐτάρκως τοίνυν περὶ τούτου διαλαβὼν πάλιν ἄλλην παράκλησιν προσάγω σου τῇ φιλομαθείᾳ. Φεῦγε ὅση δύναμις συντυχίας ἀνδρῶν ὄφελος οὐδὲν ἐχόντων καὶ κοσμούντων τὸ δέρμα ἀκαταλλήλως, κἂν ὀρθόδοξοι εἶεν, μή τί γε αἱρε‐
5τικῶν, βλαπτόντων τῇ ὑποκρίσει, κἂν δόξωσι πολιαῖς ἢ ῥυτίσιν ἐπισύρεσθαι μῆκος χρόνου. Κἂν γὰρ μηδὲν βλαβῇς παρ’ αὐτῶν δι’ εὐγένειαν τρόπων, τὸ γοῦν ἔλαττον χαυνω‐ θήσῃ ἢ ἐπαρθήσῃ καταγελῶν τούτων, ὅπερ ἐστί σοι βλάβη. Ὑπὲρ δὲ θυρίδα φωτεινὴν μεταδίωκε ἀνδρῶν τε καὶ γυναικῶν
10ὁσίας συντυχίας, ἵνα διὰ τούτων, καθάπερ λεπτόγραφον βιβλίον, δυνηθῇς σαφῶς ἰδεῖν καὶ τὴν σὴν καρδίαν, διὰ τῆς παραθέσεως τὴν ῥᾳθυμίαν ἢ τὴν ἀμέλειαν δυνάμενος τὴν σὴν δοκιμάζειν.

Pref

16

Ἥ τε γὰρ χρόα τῶν προσώπων ἐπανθοῦσα τῇ πολιᾷ καὶ ὁ στολισμὸς τῆς ἐσθῆτος καὶ ἡ ἀτυφία τῶν λόγων καὶ ἡ εὐλάβεια τῶν λέξεων καὶ τὸ χαρίεν τῶν νοημάτων ἐνδυναμώσει σε, κἂν ἐν ἀκηδίᾳ τυγχάνῃς.
5«Στολισμὸς γὰρ ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ» καθὼς ἡ σοφία λέγει. Ἀρξάμενος τοίνυν τῶν διηγήσεων οὐ τοὺς ἐν ταῖς πόλεσιν οὔτε τοὺς ἐν ταῖς κώμαις ἢ ἐρημίαις σοι καταλείψω ἀγνώσ‐ τους τῷ λόγῳ. Οὐ γὰρ ὁ τόπος ἐστὶν ὁ ζητούμενος ἔνθα
10κατῴκησαν οὗτοι, ἀλλ’ ὁ τρόπος τῆς προαιρέσεως.16

1

t

Περὶ Ἰσιδώρου

1

.

1

Πρώτως πατήσας τὴν Ἀλεξανδρέων πόλιν ἐν τῇ δευτέρᾳ ὑπατείᾳ Θεοδοσίου τοῦ μεγάλου βασιλέως, ὃς νῦν ἐν ἀγγέλοις ὑπάρχει διὰ τὴν αὐτοῦ πίστιν εἰς τὸν Χριστόν, περιέτυχον ἐν τῇ πόλει ἀνδρὶ θαυμασίῳ παντόθεν κεκοσ‐
5μημένῳ ἔν τε ἤθει καὶ γνώσει, Ἰσιδώρῳ πρεσβυτέρῳ ξενο‐ δόχῳ ὄντι τῆς Ἀλεξανδρέων ἐκκλησίας· ὃς τὰ μὲν πρῶτα τῆς νεότητος ἆθλα ἐλέγετο ἠνυκέναι ἐν τῇ ἐρήμῳ· οὗ καὶ τὴν κέλλαν ἐθεασάμην ἐν τῷ ὄρει τῷ τῆς Νιτρίας. Κατ‐ έλαβον δὲ τοῦτον ἔτων ἑβδομήκοντα γέροντα, ὃς ἐπιζήσας
10πεντεκαίδεκα ἔτη ἄλλα τελευτᾷ ἐν εἰρήνῃ.

1

.

2

Οὗτος μέχρις αὐτῆς τῆς τελευτῆς οὐκ ὀθόνην ἐφόρεσεν ἐκτὸς φακιολίου, οὐ λουτροῦ ἥψατο, οὐ κρεῶν μετέλαβεν· ὃς ἔσχε τοιοῦτον τὸ σωμάτιον ὑπὸ τῆς χάριτος συγκροτούμενον,
5ὡς προσδοκῆσαι πάντας τοὺς ἀγνοοῦντας αὐτοῦ τὴν δίαιταν ὅτι ἐν τρυφῇ διάγει. Τούτου τὰς ἀρετὰς τῆς ψυχῆς ἐὰν θέλω διηγήσασθαι κατὰ μέρος ἐπιλείψει μοι ὁ χρόνος· ὃς τοσοῦτον ἦν φιλάνθρωπος καὶ εἰρηνικός, ὡς καὶ αὐτοὺς τοὺς ἐχθροὺς αὐτοῦ τοὺς ἀπίστους αἰδεῖσθαι αὐτοῦ τὴν
10σκιὰν διὰ τὸ λίαν χρηστόν.

1

.

3

Τοσαύτην δὲ ἔσχε γνῶσιν τῶν ἁγίων γραφῶν καὶ τῶν θείων δογμάτων, ὡς καὶ παρ’ αὐτὰ τὰ συμπόσια τῶν ἀδελφῶν ἐξίστασθαι τὴν διάνοιαν καὶ ἐνεάζειν· καὶ παρακαλούμενος διηγήσασθαι τὰ τῆς ἐκστά‐
5σεως, ἔλεγεν ὅτι «Ἀπεδήμησα τῇ διανοίᾳ, ἁρπαγεὶς ὑπὸ θεωρίας τινός». Ἔγνων κἀγὼ τοῦτον πολλάκις δακρύσαντα ἐπὶ τραπέζης, καὶ τὴν αἰτίαν πυθόμενος τῶν δακρύων ἤκουσα αὐτοῦ λέγοντος ὅτι «Αἰδοῦμαι μεταλαμβάνων
ἀλόγου τροφῆς, λογικὸς ὑπάρχων καὶ ὀφείλων ἐν παρα‐18
10δείσῳ τρυφῆς διάγειν διὰ τὴν δοθεῖσαν ἡμῖν παρὰ τοῦ Χριστοῦ ἐξουσίαν».

1

.

4

Οὗτος γνώριμος ὢν τῇ κατὰ Ῥώμην συγκλήτῳ πάσῃ ταῖς τε γυναιξὶ τῶν μεγιστάνων, ὁπηνίκα σὺν Ἀθανασίῳ τῷ ἐπισκόπῳ ἀπεληλύθει τὸ πρῶτον, ἔπειπα σὺν Δημητρίῳ τῷ ἐπισκόπῳ, καὶ περισσεύων πλούτῳ
5καὶ ἀφθονίᾳ χρειῶν, οὐ διαθήκην ἔγραψε τελευτῶν, οὐ νόμισμα καταλέλοιπεν, οὐ πρᾶγμα ταῖς ἰδίαις αὐτοῦ ἀδελ‐ φαῖς παρθένοις οὔσαις· ἀλλὰ παρέθετο αὐτὰς τῷ Χριστῷ λέγων· «Ὁ κτίσας ὑμᾶς οἰκονομήσει ὑμῶν τὴν ζωήν, ὡς κἀμέ». Ἦν δὲ σὺν ταῖς ἀδελφαῖς αὐτοῦ σύστημα
10παρθένων ἑβδομήκοντα.

1

.

5

Οὗτος φοιτήσαντί μοι νέῳ ὄντι πρὸς αὐτὸν καὶ πα‐ ρακαλοῦντι στοιχειωθῆναι ἐν τῷ μονήρει βίῳ, σφριγώσης ἔτι τῆς ἡλικίας καὶ λόγου μὴ δεομένης ἀλλὰ πόνων τῶν κατὰ σάρκα, ὡς καλὸς πωλοδάμνης ἐξήγαγέ με ἔξω τῆς
5πόλεως εἰς τὰ λεγόμενα ἐρημικὰ ἀπὸ σημείων πέντε.

2

t

Περὶ Δωροθέου

2

.

1

Παρέδωκε δέ με Δωροθέῳ τινὶ ἀσκητῇ Θηβαίῳ ἑξηκοστὸν ἄγοντι ἔτος ἐν τῷ σπηλαίῳ καὶ κελεύει με πλη‐ ρῶσαι παρ’ αὐτῷ τρία ἔτη πρὸς δαμασμὸν τῶν παθῶν· ἠπίστατο γὰρ τὸν γέροντα μεγάλῃ σκληραγωγίᾳ συζῶντα·
5πάλιν ἐπανακάμπτειν πρὸς αὐτὸν ἐντειλάμενος διδασκαλίας ἕνεκεν πνευματικῆς. Μὴ δυνηθεὶς δὲ τρία ἔτη πληρῶσαι, ἀρρωστίᾳ περιπεσών, οὕτως πρὸ τῶν τριῶν ἤρθην παρ’
αὐτοῦ· ἦν γὰρ αὐτοῦ ἡ δίαιτα αὐχμώδης καὶ ξηροτάτη.20

2

.

2

Διὰ πάσης μὲν γὰρ τῆς ἡμέρας ἐν τῷ καύματι ἐν τῇ ἐρήμῳ τῇ παρὰ θάλασσαν συνῆγε λίθους, καὶ τούτους ἀεὶ οἰκοδομῶν καὶ κέλλας ποιῶν παρεχώρει τοῖς μὴ δυναμένοις οἰκοδομῆσαι, κατ’ ἔτος τελίσκων κέλλαν μίαν. Ἐμοῦ δέ
5ποτε εἰρηκότος αὐτῷ· «Τί ποιεῖς, πάτερ, ἐν γήρᾳ τοσούτῳ ἀποκτείνων σοῦ τὸ σωμάτιον ἐν τοῖς καύμασι τούτοις;» ἀπεκρίνατο λέγων· «Ἀποκτείνει με, ἀποκτείνω αὐτό». Ἤσθιε μὲν γὰρ οὐγκίας ἓξ ἄρτου καὶ λεπτολαχάνων δέμα, ἔπινε δὲ ὕδατος τὸ ὅσον. Ἐπὶ θεοῦ μάρτυρος οὐκ ἔγνων
10αὐτὸν ἁπλώσαντα πόδας, οὐ καθευδήσαντα ἐπὶ ψιαθίου, οὐκ ἐπὶ κλίνης· ἀλλὰ διὰ πάσης νυκτὸς καθήμενος ἔπλεκε σειρὰν τὴν ἐκ θαλλῶν φοινίκων εἰς λόγον τροφῆς.

2

.

3

Προσδοκήσας δὲ ὅτι ἐπ’ ἐμοῦ τοῦτο ποιεῖ, ἐφιλοπεύστησα καὶ παρὰ ἄλλων αὐτοῦ μαθητῶν ἀκριβώσας, οἵτινες ἔμενον κατ’ ἰδίαν, ὅτι ἀπὸ νεότητος ταύτην ἔσχε τὴν πολιτείαν, μηδέ ποτε κοιμηθεὶς
5ἐξεπίτηδες, εἰ μή τι ἐργαζόμενος ἢ ἐσθίων ἐκάμμυσε τὸν ὀφθαλμὸν κατενεχθεὶς ὕπνῳ, ὥστε πολλάκις καὶ τὸν ψωμὸν ἐκπίπτειν ἐκ τοῦ στόματος αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ φαγεῖν ὑπερβολῇ νυσταγμοῦ. Ἀναγκάζοντος δέ μου αὐτόν ποτε μι‐ κρὸν ἐπὶ τῆς ψιάθου ἀναπεσεῖν, ὑπολυπούμενος ἔλεγεν· «Ἐὰν
10πείσῃς τοὺς ἀγγέλους κοιμηθῆναι, πείσεις καὶ τὸν σπου‐ δαῖον».

2

.

4

Ἐν τῷ φρέατι αὐτοῦ περὶ ὥραν ἐννάτην ἀπέ‐ στειλέ μέ ποτε πληρῶσαι τὸν κάδον εἰς λόγον μεταλήψεως τῆς ὥρας τῆς ἐννάτης. Ἔτυχε δέ με ἀπελθόντα ἀσπίδα ἐν τῷ φρέατι κάτω ἰδεῖν, καὶ μηκέτι ἀντλῆσαι τὸ ὕδωρ, ἀλλ’
5ἀπελθόντα εἰπεῖν αὐτῷ ὅτι· «Ἀπεθάνομεν, ἀββᾶ· ἀσπίδα
γὰρ εἶδον ἐν τῷ φρέατι». Ὁ δὲ ὑπομειδιάσας σεμνὸν ἐπὶ πολύ μοι προσέσχε, καὶ σείσας τὴν κεφαλὴν ἔλεγεν· «Ἐὰν δόξῃ τῷ διαβόλῳ κατὰ πᾶν φρέαρ γενέσθαι ὄφιν ἢ χελώνην καὶ ἐμπίπτειν εἰς τὰς πηγὰς τῶν ὑδάτων, σὺ μένεις μηδέ‐22
10ποτε πίνων;» καὶ ἐξελθὼν καὶ δι’ ἑαυτοῦ ἀντλήσας, νῆστις πρῶτος ἀπερρόφησεν εἰπών· «Ὅπου σταυρὸς ἐπιφοιτᾷ οὐκ ἰσχύει κακία τινός».

3

t

Περὶ Ποταμιαίνης

3

.

1

Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀν‐ τωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα, ἀκηκοὼς παρ’ αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη
5ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη·

3

.

2

τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξαν‐ δρείας, ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς, ὑποθέ‐
5μενος αὐτῷ μετὰ χρημάτων ὅτι «Ἐὰν συνθῆταί μου τῷ σκόπῳ, ἀτιμώρητον αὐτὴν φύλαξον»· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ, παρεκάλεσε τιμωρηθῆναι αὐτήν, ἵνα μὴ ζῶσα κα‐ ταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ.

3

.

3

Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν
5τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης, προέτεινεν αὐτῇ· «Ἢ ἄπελθε, ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω». Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι».24

3

.

4

Ἀπομανεὶς οὖν ἐκεῖ‐ νος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· «Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ, εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω, κατὰ
5μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι, ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς». Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε, φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς.

4

t

Περὶ Διδύμου

4

.

1

Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. Ἐν οἷς καὶ Δίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς
5αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. Τελευτᾷ γὰρ ἐτῶν ὀγδοή‐ κοντα πέντε. Οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας·

4

.

2

εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ’ ἱστορίαν πληροῦσθαι ἐπ’ αὐτῷ τὸ γεγραμμένον· «Κύριος σοφοῖ
5τυφλούς». Παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ὀχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει.26

4

.

3

Ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι «Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψά‐
5μενός με· καὶ παρακληθεὶς παρ’ ἐμοῦ ποιῆσαι εὐχὴν εὐθὺσἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτε‐ ρῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. Ὥστε εἰ κατ’ ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ὡς ἅτε μονάζων καὶ δι’ ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν».

4

.

4

Διη‐ γήσατο δέ μοι καὶ τοῦτο, ὅτι «Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδη‐ μονοῦντος μιᾷ τῶν ἡμερῶν καὶ μέχρις ἑσπέρας βαθείας μὴ
5γευσαμένου ἄρτον ἕνεκεν τῆς φροντίδος ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι ὕπνῳ, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν καὶ κηρύττοντας· “Εἴπατε Διδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλια‐ νός· ἀναστὰς οὖν φάγε, καὶ ἀπόστειλον, φασί, τῷ ἐπισκόπῳ
10Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ”. Καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὑρέθη οὕτως».

5

t

Περὶ Ἀλεξάνδρας

5

.

1

Διηγήσατο δέ μοι καὶ περὶ παιδίσκης τινὸς ὀνό‐
ματι Ἀλεξάνδρας, ἥτις καταλείψασα τὴν πόλιν καὶ ἐν μνήματι ἑαυτὴν καθείρξασα δι’ ὀπῆς ἐλάμβανε τὰ πρὸς τὴν χρείαν, μήτε γυναιξὶ μήτε ἀνδράσι συντυγχάνουσα κατ’ ὄψιν ἐπὶ28
5ἔτη δέκα. Τῷ δὲ δεκάτῳ ἔτει ἐκοιμήθη σχηματίσασα ἑαυτήν, ὡς τὴν ἐν συνηθείᾳ ἀπελθοῦσαν καὶ μὴ τυχοῦσαν ἀποκρίσεως ἀπαγγεῖλαι ἡμῖν. Ἀποχρίσαντες οὖν τὴν θύραν καὶ εἰσελθόν‐ τες εὕραμεν αὐτὴν κοιμηθεῖσαν.

5

.

2

Ἔλεγε δὲ περὶ αὐτῆς καὶ ἡ τρισμακαρία Μελάνιον περὶ ἧς εἰς ὕστερον λέξω, ὅτι «Κατ’ ὄψιν μὲν αὐτὴν οὐκ εἶδον, περὶ δὲ τὴν ὀπὴν στᾶσα παρεκάλεσα εἰπεῖν τὴν αἰτίαν δι’ ἣν ἔκλεισεν ἑαυτὴν εἰς τὸ
5μνῆμα. Ἡ δὲ διὰ τῆς ὀπῆς ἐφθέγξατό μοι λέγουσα ὅτι “Ἐβλάβη τις τὸν νοῦν εἰς ἐμέ· καὶ ἵνα μὴ δόξω λυπεῖν αὐτὸν ἢ διαβάλλειν, ᾑρησάμην ζῶσαν ἐμαυτὴν εἰς τὸ μνῆμα εἰσαγαγεῖν, ἢ σκανδαλίσαι ψυχὴν κατ’ εἰκόνα θεοῦ ποιηθεῖ‐ σαν”.

5

.

3

Ἐμοῦ δέ, φησίν, εἰπούσης· “Πῶς οὖν καρτερεῖς μὴ συντυγχάνουσα μηδενί, ἀλλὰ πυκτεύουσα τῇ ἀκηδίᾳ”; εἶπεν ὅτι “Ἀπὸ πρωῒ μέχρις ἐννάτης ὥρας εὔχομαι καθ’ ὥραν, νήθουσα τὸ λίνον· τὰς δὲ διαλοίπους ὥρας περιέρχομαι
5τῷ νῷ τοὺς ἁγίους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας· καὶ φαγοῦσά μου τὸν ψωμὸν τὰς ἄλλας ὥρας περιμένω προσκαρτεροῦσα καὶ τὸ τέλος ἐκδεχομένη μετ’ ἐλπίδος χρηστῆς”».

6

t

Περὶ τῆς πλουσίας παρθένου

6

.

1

Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθωκότων
ἀσφάλειαν δὲ τῶν ἐντυγχανόντων. Παρθένος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ τῷ μὲν σχήματι ταπεινὴ τῇ δὲ προαιρέσει30
5σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ † προΐκασα † ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην.

6

.

2

Ὑπῆρχε δὲ ταύτῃ καὶ γένος ἐν οἷς τεκνοποιεῖται θυγατέρα ἀδελφῆς ἰδίας, ᾗ νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπηγγέλλετο τὰ αὐτῆς, τοῦ οὐρανίου πόθου ἐκπεσοῦσα. Εἶδος γὰρ καὶ τοῦτό ἐστι πλάνης τοῦ διαβόλου, ἐν προσχήματι φιλοσυγγενείας
5εἰς πλεονεξίαν ὠδίνειν παρασκευάζοντος· ὅτι γὰρ αὐτῷ οὐ μέλει περὶ γένους, ἀδελφοκτονεῖν καὶ μητροκτονεῖν καὶ πα‐ τροκτονεῖν ἐκδιδάσκοντος, ὡμολόγηται.

6

.

3

Ἀλλὰ κἂν δόξῃ συγγενῶν κηδεμονίαν ἐντιθέναι, οὐκ εἰς εὔνοιαν ἐκείνων τοῦτο ποιεῖ, ἀλλ’ ὑπὲρ τοῦ τὴν ψυχὴν ἄδικον ἐξασκῆσαι, εἰδὼς τὴν ἀπόφασιν ὅτι «Ἄδικοι βασιλείαν θεοῦ οὐ κληρο‐
5νομήσουσι». Δύναται δέ τις φρονήσει κινούμενος θεϊκῇ μήτε τῆς ἑαυτοῦ ψυχῆς καταφρονεῖν, καὶ τοῖς συγγενέσιν αὐτοῦ, εἴ γε λείπονται, διδόναι παραμυθίαν. Ὅταν δέ τις ὅλην τὴν ψυχὴν ἑαυτοῦ καταπατήσῃ κηδεμονίᾳ συγγενῶν, ὑποπίπτει τῷ νόμῳ, ἐπὶ ματαίῳ τὴν ἑαυτοῦ ψυχὴν λογιζό‐
10μενος.

6

.

4

Ἄιδει δὲ ὁ ἱεροψάλτης περὶ τῶν τῆς ψυχῆς φρον‐ τιζόντων ἐν φόβῳ, ὅτι «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου;» ἀντὶ τοῦ, σπανίως· «ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν
5ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ». Οὗτοι γὰρ ἐπὶ ματαίῳ αὐτὴν λαμβάνουσιν ὅσοι τῶν ἀρετῶν ἀμελοῦσι, νομίζοντες αὐτὴν
τῷ σαρκίῳ συνδιαλύεσθαι.32

6

.

5

Ταύτην τὴν παρθένον θελήσας, τὸ δὴ λεγόμενον, φλεβο‐ τομῆσαι εἰς κουφισμὸν τῆς πλεονεξίας ὁ ἁγιώτατος Μακάριος, ὁ πρεσβύτερος καὶ ἀφηγούμενος τοῦ πτωχείου τῶν λελωβη‐ μένων, σοφίζεται δρᾶμα τοιοῦτον· ἦν γὰρ ἐν νεότητι λιθουρ‐
5γὸς ὃν λέγουσι καβιδάριον. Καὶ ἀπελθὼν λέγει αὐτῇ· «Λίθοι ἀναγκαῖοι σμάραγδοι καὶ ὑάκινθοι ἐμπεπτώκασί μοι, καὶ εἴτε εὑρεσιμαῖοί εἰσιν εἴτε κλεψιμαῖοι οὐκ ἔχω εἰπεῖν. Τιμῇ οὐχ ὑποβάλλονται, ὑπὲρ διατίμησιν ὄντες· πιπράσκει δὲ αὐ‐ τοὺς πεντακοσίων νομισμάτων ὁ ἔχων.

6

.

6

Εἰ δοκεῖ σοι αὐτοὺς λαβεῖν, ἀπὸ ἑνὸς λίθου δύνασαι σῶσαι τὰ πεντακόσια νομίσματα, τοῖς δὲ λοιποῖς εἰς κόσμον τῆς ἀδελφιδῆς σου συγχρήσασθαι». Ἐκκρεμαμένη ἡ παρθένος δελεάζεται καὶ
5πίπτει αὐτοῦ εἰς τοὺς πόδας, «Τῶν ποδῶν σου», λέγουσα, «μή τις ἄλλος αὐτοὺς λάβῃ». Προτρέπεται οὖν αὐτὴν ὅτι «Παραγένου ἕως τῆς οἰκίας μου καὶ βλέπε αὐτούς». Ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ προσρίπτει αὐτῷ τὰ πεντακόσια νομίσματα λέγουσα· «Ὡς θέλεις, λαβὲ αὐτούς· ἐγὼ γὰρ
10οὐ θέλω ἰδεῖν τὸν ἄνθρωπον τὸν πιπράσκοντα».

6

.

7

Ὁ δὲ λαβὼν τὰ πεντακόσια νομίσματα δίδωσιν εἰς τὰς χρείας τοῦ πτωχείου. Χρόνου δὲ παριππεύσαντος, ἐπειδὴ μεγάλην ὑπόληψιν ἐδόκει ἔχειν ὁ ἀνὴρ ἐν Ἀλεξανδρείᾳ φιλόθεος
5ὢν καὶ ἐλεήμων, ἤκμασε γὰρ μέχρι τῶν ἑκατὸν ἐτῶν, ᾧ συνεχρονίσαμεν καὶ ἡμεῖς, εὐλαβεῖτο αὐτὸν ὑπομνῆσαι. Τέλος εὑροῦσα αὐτὸν ἐν τῇ ἐκκλησίᾳ λέγει αὐτῷ· «Δέομαί σου, τί κελεύεις περὶ τῶν λίθων ἐκείνων ὑπὲρ ὧν δεδώκαμεν τὰ πεντακόσια νομίσματα;»

6

.

8

Ὁ δὲ ἀπεκρίνατο λέγων· «Ἔκτοτε ἀφ’ οὗ δέδωκάς μοι τὸν χρυσόν, κατέβαλον αὐτὸν εἰς τὴν τιμὴν τῶν λίθων· καὶ εἰ βούλει ἐλθεῖν καὶ ἰδεῖν αὐτοὺς ἐν τῷ ὀσπιτίῳ, ἐκεῖ γὰρ κεῖνται, ἐλθὲ καὶ
34
5βλέπε, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Ἡ δὲ ἦλθεν ἀσμενέστατα. Ἦν δὲ τὸ πτωχεῖον εἰς μὲν τὰ ἀνώγεα ἔχον γυναῖκας, εἰς δὲ τὰ κατώγεα ἄνδρας. Καὶ ἀγαγὼν αὐτὴν εἰσάγει εἰς τὸν πυλῶνα καὶ λέγει αὐτῇ· «Τί θέλεις πρῶτον ἰδεῖν; τοὺς ὑακίνθους, ἢ τοὺς σμα‐
10ράγδους;» Λέγει αὐτῷ· «Ὃ δοκεῖ σοι».

6

.

9

Ἀνάγει αὐτὴν εἰς τὰ ἀνώγεα καὶ δείκνυσιν αὐτῇ ἠκρωτηριασμέ‐ νας γυναῖκας λελωβημένας ὄψεις ἐχούσας· καὶ λέγει αὐτῇ· «Ἰδοὺ οἱ ὑάκινθοι». Καὶ κατάγει αὐτὴν πάλιν κάτω
5καὶ λέγει αὐτῇ, δείξας αὐτῇ τοὺς ἄνδρας· «Ἰδοὺ οἱ σμάραγ‐ δοι, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Οὕτω διατραπεῖσα ἐκείνη ἐξῆλθε, καὶ ἀπελθοῦσα ἀπὸ πολλῆς λύπης, ὅτι οὐ κατὰ θεὸν πεποίηκε τὸ πρᾶγμα, ἐνόσησεν· ἐς ὕστερον εὐχαριστήσασα τῷ πρεσβυτέρῳ, τῆς κόρης ἧς
10ἐφρόντιζε μετὰ γάμον ἀτέκνου ἀποθανούσης.

7

t

Περὶ τῶν ἐν τῇ Νιτρίᾳ

7

.

1

Συντυχὼν οὖν καὶ συνδιατρίψας τοῖς περὶ Ἀλε‐ ξάνδρειαν μοναστηρίοις ἔτη τρία, καλλίστοις καὶ σπου‐ δαιοτάτοις ἀνδράσιν ὡς δισχιλίοις, ἀναχωρήσας ἐκεῖθεν ἦλθον εἰς τὸ ὄρος τῆς Νιτρίας. Μεταξὺ δὲ τοῦ ὄρους τούτου
5καὶ τῆς Ἀλεξανδρείας λίμνη κεῖται ἡ καλουμένη Μαρία,
σημείων ἑβδομήκοντα· ἣν διαπλεύσας διὰ μιᾶς καὶ ἡμισείας ἡμέρας ἦλθον εἰς τὸ ὄρος ἐπὶ τὸ μέρος τῆς μεσημβρίας·36

7

.

2

ᾧ ὄρει παράκειται ἡ πανέρημος παρατείνουσα ἕως Αἰθιοπίας καὶ τῶν Μαζίκων καὶ τῆς Μαυριτανίας. Ἐν ᾧ ὄρει οἰκοῦσιν ἄνδρες ὡς πεντακισχίλιοι διαφόρους ἔχοντες πολιτείας, ἕκαστος ὡς δύναται καὶ ὡς βούλεται· ὡς ἐξεῖναι καὶ μόνον
5μένειν, καὶ δεύτερον, καὶ πολλοστόν. Ἐν τούτῳ τῷ ὄρει ἀρτο‐ κοπεῖά εἰσιν ἑπτὰ ὑπηρετούμενα κἀκείνοις καὶ τοῖς εἰς τὴν πανέρημον ἀναχωρηταῖς, ἀνδράσιν ἑξακοσίοις.

7

.

3

Παροι‐ κήσας οὖν ἐν τούτῳ τῷ ὄρει ἐνιαυτὸν καὶ πολλὰ ὠφεληθεὶς ἀπὸ τῶν μακαρίων πατέρων Ἀρσισίου τοῦ μεγάλου καὶ Πουτουβαστοῦ καὶ Ἀσίωνος καὶ Κρονίου καὶ Σαραπίωνος,
5καὶ πολλοῖς διηγήμασι πατέρων παρ’ αὐτῶν κεντρωθείς, εἰσῆλθον εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω. Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας ἐκκλησία ἐστὶ μεγάλη, ἐν ᾗ ἵστανται φοίνικες τρεῖς, ἕκαστος ἔχων μάστιγα κρεμαμένην. Καὶ ὁ μέν ἐστιν εἰς λόγον μοναζόντων πταιόντων, ὁ δὲ λῃστῶν, ἐάν γε
10ἐμπέσωσιν, ὁ δὲ τῶν περιτυχόντων· ὡς πάντας πταίοντας καὶ διελεγχομένους ὡς ἀξίους πληγῶν περιλαμβάνειν τὸν φοίνικα, καὶ λαμβάνοντας ἐπὶ νώτου ῥητὰς οὕτως ἀπολύεσθαι.

7

.

4

Πρόσκειται δὲ τῇ ἐκκλησίᾳ ξενοδοχεῖον, εἰς ὃ τὸν ἀπελθόντα ξένον, μέχρις οὗ ἐξέλθῃ αὐθαιρέτως, δεξιοῦνται πάντα τὸν χρόνον, κἂν ἐπὶ διετίαν ἢ τριετίαν μείνῃ· συγχωρή‐ σαντες δὲ αὐτῷ ἑβδομάδα μίαν ἐν ἀργίᾳ, τὰς λοιπὰς ἡμέρας
5περισπῶσιν ἐν ἔργοις, ἢ ἐν κήπῳ ἢ ἐν ἀρτοκοπείῳ ἢ ἐν μαγειρείῳ. Εἰ δὲ ἀξιόλογος εἴη, διδόασιν αὐτῷ βιβλίον, μὴ συγχωρήσαντες αὐτῷ ἕως τῆς ὥρας μηδενὶ συντυχεῖν. Ἐν τούτῳ τῷ ὄρει καὶ ἰατροὶ διάγουσι καὶ πλακουντάριοι. Κέχρηνται δὲ καὶ οἴνῳ, καὶ πιπράσκεται οἶνος.

7

.

5

Πάντες δὲ οὗτοι ὀθόνην ἐργάζονται ταῖς χερσίν, ὡς εἶναι πάντες ἀνενδεεῖς. Καὶ δὴ καὶ περὶ ὥραν ἐννάτην ἔστι στάντα ἀκοῦσαι πῶς ἀφ’ ἑκάστης μονῆς ψαλμῳδίαι ἐξέρχονται, ὡς
38
5προσδοκῆσαι μετάρσιον εἶναι ἐν τῷ παραδείσῳ. Τὴν δὲ ἐκκλησίαν σαββάτῳ καταλαμβάνουσι μόνῳ καὶ κυριακῇ. Ὀκτὼ δὲ ἀφηγούμενοι πρεσβύτεροι ταύτης τῆς ἐκκλησίας εἰσίν, ἐν ᾗ μέχρις οὗ ζῇ ὁ πρῶτος πρεσβύτερος ἄλλος οὐδεὶς προσφέρει, οὐχ ὁμιλεῖ, οὐ δικάζει, ἀλλ’ ἡσύχως αὐτῷ
10προσκαθέζονται μόνον.

7

.

6

Οὗτος ὁ Ἀρσίσιος καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ γέροντες, οὓς ἡμεῖς ἑωράκαμεν, σύγχρονοι ἦσαν τοῦ μακαρίου Ἀντω‐ νίου. Ἐν οἷς διηγοῦντο καὶ τὸν Ἀμοῦν εἰδέναι τὸν Νι‐ τριώτην, οὗ τὴν ψυχὴν εἶδεν ἀναλαμβανομένην ὁ Ἀντώνιος
5καὶ ὑπὸ ἀγγέλων ὁδηγουμένην. Οὗτος ἔλεγε καὶ Παχώμιον εἰδέναι τὸν Ταβεννησιώτην, ἄνδρα προφήτην, ἀρχιμανδρίτην ἀνδρῶν τρισχιλίων, περὶ οὗ ἐς ὕστερον διηγήσομαι.

8

t

Περὶ Ἀμοῦν τοῦ Νιτριώτου

8

.

1

Ἔλεγε δὲ τὸν Ἀμοῦν βεβιωκέναι τοιούτῳ τρόπῳ· ὅτι ὀρφανὸς ὑπάρχων, νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο βίᾳ παρὰ τοῦ ἰδίου θείου ἐζεύχθη γυναικί· καὶ μὴ δυνηθεὶς ἀντισχεῖν τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξε καὶ στεφανοῦσθαι
5καὶ καθέζεσθαι ἐν παστῷ, καὶ πάντα ὑπομεμενηκέναι τὰ κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσαντες αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ Ἀμοῦν ἀπο‐
κλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ σύμβιον καὶ λέγει αὐτῇ·40

8

.

2

«Δεῦρο, κυρία, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστι περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσωμεν ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ’ ἰδίαν καθευδήσῃ, ἵνα
5καὶ τῷ θεῷ ἀρέσωμεν φυλάξαντες ἄθικτον τὴν παρθενίαν». Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου αὐτοῦ βιβλιδάριον ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ σωτῆρος ἀνεγίνωσκε τῇ κόρῃ ἀπείρῳ οὔσῃ γραφῶν, καὶ τῷ πλείστῳ μέρει πάντα προστιθεὶς τῇ ἰδίᾳ διανοίᾳ τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγεῖτο
10λόγον· ὡς ἐκείνην τῇ χάριτι τοῦ θεοῦ πληροφορηθεῖσαν εἰπεῖν·

8

.

3

«Κἀγὼ πεπληροφόρημαι, κύριε· καὶ τί κελεύεις λοιπόν;» «Κελεύω, φησίν, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ’ ἰδίαν μείνῃ». Ἡ δὲ οὐκ ἠνέσχετο, εἰποῦσα· «Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν, ἐν διαφόροις δὲ κλίναις».
5Ζήσας οὖν ἔτη δεκαοκτὼ μετ’ αὐτῆς ἐν τῷ αὐτῷ οἴκῳ, διὰ πάσης ἡμέρας ἐσχόλαζε τῷ κήπῳ καὶ τῷ βαλσαμῶνι· βαλσαμουργὸς γὰρ ἦν. Ἥτις βάλσαμος ἀμπέλου δίκην φυτεύεται, γεωργουμένη καὶ κλαδευομένη, πολὺν ἔχουσα πόνον. Ἑσπέρας οὖν εἰσερχόμενος εἰς τὸν οἶκον ἐποίει
10εὐχὰς καὶ ἤσθιε μετ’ αὐτῆς· καὶ νυκτερινὴν πάλιν ποιή‐ σας εὐχὴν ἐξήρχετο.

8

.

4

Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ Ἀμοῦν, καὶ λέγει αὐτῷ τελευταῖον ἐκείνη· «Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἐάν μου ἀκούσῃς, πληροφο‐
5ρηθῶ ὅτι κατὰ θεόν με ἀγαπᾷς». Λέγει αὐτῇ· «Εἰπὲ ὃ βούλει». Ἡ δὲ λέγει αὐτῷ· «Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως κἀμὲ
ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδόν, κατ’ ἰδίαν μένειν. Ἄτοπον γάρ ἐστι κρύπτεσθαί σου τὴν τοιαύτην ἀρετὴν συνοικοῦντά42
10μοι ἐν ἁγνείᾳ».

8

.

5

Ὁ δὲ εὐχαριστήσας τῷ θεῷ, λέγει αὐτῇ· «Οὐκοῦν ἔχε σὺ τοῦτον τὸν οἶκον· ἐγὼ δὲ ποιήσω ἐμαυτῷ ἕτερον οἶκον». Καὶ ἐξελθὼν κατέλαβε τὸ ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους· οὔπω γὰρ ἦν τότε μοναστήρια·
5καὶ ποιεῖ ἑαυτῷ δύο θόλους κελλίων. Καὶ βιώσας ἄλλα εἴκοσι δύο ἔτη ἐν τῇ ἐρήμῳ ἐτελεύτησε, μᾶλλον δὲ ἐκοιμήθη, δὶς τοῦ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.

8

.

6

Τούτου θαῦμα διηγήσατο ὁ μακάριος Ἀθανάσιος ὁ ἐπίσκοπος εἰς τὸν περὶ Ἀντωνίου βίον, ὅτιπερ παρερ‐ χόμενος τὸν Λύκον ποταμὸν ἅμα Θεοδώρῳ μαθητῇ αὐτοῦ, καὶ εὐλαβούμενος ἀποδύσασθαι ἵνα μὴ γυμνὸν αὐτὸν ἴδῃ,
5εἰς τὸ πέραν εὑρέθη δίχα πορθμείου μετενεχθεὶς ὑπὸ ἀγγέλου. Οὗτος τοίνυν ὁ Ἀμοῦν οὕτως ἐβίωσε καὶ οὕτως ἐτελειώθη ὡς τὸν μακάριον Ἀντώνιον τὴν ψυχὴν αὐτοῦ ἰδεῖν ὑπὸ ἀγγέλων ἀναγομένην. Τοῦτον τὸν ποταμὸν μετὰ δειλίας ἐγὼ πορθμείῳ παρῆλθον· διῶρυξ γάρ ἐστι τοῦ μεγάλου Νείλου.

9

t

Περὶ Ὤρ

9

.

1

Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας γέγονεν ἀνὴρ ἀσκητὴς Ὢρ ὀνόματι, ᾧ πολλὴν προσεμαρτύρει ἀρετὴν καὶ πᾶσα μὲν ἡ ἀδελφότης ἐξαιρέτως δὲ ἡ ἄνθρωπος τοῦ θεοῦ Μελάνιον, πρὸ ἐμοῦ εἰσελθοῦσα εἰς τὸ ὄρος· ἐγὼ γὰρ αὐτὸν οὐ κατείληφα
5ζῶντα. Καὶ τοῦτο ἔλεγον ἐν τοῖς διηγήμασιν ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηρήσατό τινα, οὔτε ἐκτὸς τῆς χρείας ἐλάλησεν.44

10

t

Περὶ Παμβώ

10

.

1

Τούτου τοῦ ὄρους γέγονε καὶ ὁ μακάριος Παμβώ, διδάσκαλος Διοσκόρου τοῦ ἐπισκόπου καὶ Ἀμμωνίου καὶ Εὐσεβίου καὶ Εὐθυμίου τῶν ἀδελφῶν, καὶ Ὠριγένους τοῦ ἀδελφιδοῦ Δρακοντίου ἀνδρὸς θαυμαστοῦ. Ὃς Παμβὼ
5εἶχε μὲν ἀνδραγαθήματα καὶ προτερήματα πλεῖστα, ἐν οἷς δὲ καὶ τοῦτο· τοσοῦτον ἦν ὑπερόπτης χρυσοῦ καὶ ἀργύρου, ὡς ἀπαιτεῖ ὁ λόγος.

10

.

2

Διηγεῖτο γάρ μοι ἡ μακαρία Μελάνιον ὅτι «Ἐν ἀρχαῖς παραγενομένη εἰς Ἀλεξάνδρειαν ἀπὸ τῆς Ῥώμης, καὶ ἀκούσασα περὶ τῆς τούτου ἀρετῆς, Ἰσιδώρου μοι τοῦ μακαρίου διηγησαμένου καὶ ὁδηγήσαντος
5πρὸς αὐτὸν εἰς τὴν ἔρημον, ὅτι προσήνεγκα αὐτῷ ἀργεντα‐ ρίαν τριακοσίων λιτρῶν ἀργυρίου, παρακαλοῦσα αὐτὸν ἐκ τῶν πραγμάτων μου μετασχεῖν. Ὁ δὲ καθεζόμενος καὶ πλέκων θαλλοὺς εὐλόγησέ με φωνῇ μόνῃ καὶ εἶπεν· “Ὁ θεὸς δῴη σοι τὸν μισθόν”.

10

.

3

Καὶ λέγει τῷ οἰκονόμῳ αὐτοῦ Ὠριγένει· “Δέξαι καὶ οἰκονόμησον αὐτὸ πάσῃ τῇ κατὰ Λιβύην καὶ τὰς νήσους ἀδελφότητι· ταῦτα γὰρ τὰ μοναστήρια πένεται πλέον”· παραγγείλας αὐτῷ μηδενὶ τῶν
5ἐν Αἰγύπτῳ δοῦναι, διὰ τὸ εὐπορωτέραν εἶναι τὴν χώραν. Ἐγὼ δέ, φησίν, ἑστῶσα καὶ ἐκδεχομένη τιμηθῆναι ἢ δοξασθῆ‐ ναι ὑπ’ αὐτοῦ ἐπὶ τῇ δόσει, μηδὲν παρ’ αὐτοῦ ἀκούσασα,
εἶπον αὐτῷ· “Ἵνα οἶδας, κύριε, πόσον ἐστί, τριακόσιαι λίτραι εἰσίν”.46

10

.

4

Ὁ δὲ μηδὲ ὅλως ἀνανεύσας ἀπεκρίνατό μοι· “Ὧι ἤνεγκας αὐτά, τέκνον, σταθμοῦ χρείαν οὐκ ἔχει. Ὁ γὰρ τὰ ὄρη σταθμίζων πολλῷ μᾶλλον ἐπίσταται τὴν ποσότητα τοῦ ἀργυρίου. Εἰ μὲν γὰρ ἐμοὶ αὐτὸ ἐδίδως, καλῶς ἔλεγες·
5εἰ δὲ θεῷ, τῷ τοὺς δύο ὀβολοὺς μὴ παριδόντι, σιώπα”. Οὕτως ᾠκονόμησε, φησίν, ὁ κύριος ἐν τῷ εἰσελθεῖν με εἰς τὸ ὄρος.

10

.

5

Μετ’ ὀλίγον χρόνον κοιμᾶται ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τε‐ λευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος, μέλλων ἐκλεί‐
5πειν λέγει μοι· “Δέξαι ταύτην τὴν σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω τί κατα‐ λείψω”». Ὃν ἐνταφιάσασα καὶ ὀθονίοις τὸ σῶμα ἑλίξασα κατέθετο· καὶ οὕτως ἀνεχώρησε τῆς ἐρήμου, ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ’ ἑαυτῆς.

10

.

6

Οὗτος ὁ Παμβὼ τελευτῶν, κατ’ αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκο‐ νόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι «Ἀφ’ οὗ ἦλθον εἰς
5τὸν τόπον τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι “δωρεὰν ἄρτον” φαγών· οὐ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς μηδὲ ἀρξάμενος θεοσεβεῖν».

10

.

7

Προσεμαρτύρουν δὲ αὐτῷ ἀφηγούμενοι ἡμῖν Ὠριγένης τε καὶ Ἀμμώνιος ὅτι «Οὐδέ‐ ποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο, ἀλλ’ ἔλεγεν· “Οὐδέπω εὕρηκα”. Πολ‐
48
5λάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν οὐκ ἐδίδου, λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις αὐτοῦ ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο καὶ ὑπὲρ τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς
10τοῦ λόγου».

10

.

8

Φέρεται δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκλη‐ θεὶς παρ’ αὐτοῦ· «Τίνος ἕνεκεν τοῦτο πεποίηκας;» ἀπεκρί‐ νατο· «Ἵνα σε μὴ βαρήσω», φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαί‐
5δευσε· μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ, βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν· «Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα».

11

t

Περὶ Ἀμμωνίου

11

.

1

Ἀμμώνιος οὗτος ὁ μαθητὴς αὐτοῦ ἅμα τρισὶν ἀδελφοῖς ἑτέροις καὶ δυσὶν ἀδελφαῖς αὐτοῦ εἰς ἄκρον φιλο‐ θείας ἐλάσαντες, κατειλήφασι τὴν ἔρημον, κἀκεῖναι κατ’ ἰδίαν ποιήσασαι μονὴν καὶ οὗτος κατ’ ἰδίαν, ὡς ἱκανὸν ἀπέχειν
5μεταξὺ ἀλλήλων. Ἐπειδὴ δὲ καθ’ ὑπερβολὴν φιλόλογος ἦν
ὁ ἀνήρ, καὶ πόλις τις ἠράσθη αὐτοῦ εἰς λόγον ἐπισκόπου, προσῆλθον τῷ μακαρίῳ Τιμοθέῳ παρακαλέσαντες αὐτὸν χει‐ ροτονῆσαι αὐτὸν αὐτοῖς ἐπίσκοπον.50

11

.

2

Καὶ λέγει αὐτοῖς· «Ἀγάγετέ μοι αὐτὸν καὶ χειροτονῶ αὐτόν». Ὡς οὖν ἀπῆλθον μετὰ βοηθείας καὶ εἶδεν ὅτι κατελήφθη, παρεκάλεσεν αὐτοὺς καὶ διωμόσατο μὴ καταδέχεσθαι χειροτονίαν, μηδὲ ἐξέρχε‐
5σθαι τῆς ἐρήμου· καὶ οὐ συνεχώρησαν αὐτῷ. Βλεπόντων οὖν αὐτῶν λαβὼν ψαλίδα τὸ οὖς αὐτοῦ τὸ ἀριστερὸν ἕως πυθμέ‐ νος ἐψάλισε, λέγων αὐτοῖς· «Κἂν ἀπὸ τοῦ νῦν πληροφο‐ ρήθητε ὅτι ἀδύνατόν μοι γενέσθαι, τοῦ νόμου ἀπαγορεύοντος ὠτότμητον εἰς ἱερωσύνην μὴ ἀπάγεσθαι».

11

.

3

Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν, καὶ ἀπελθόντες εἶπον τῷ ἐπισκό‐ πῳ. Καὶ λέγει αὐτοῖς· «Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, ἄξιον
5ὄντα τοῖς τρόποις, χειροτονῶ». Ἀπελθόντες οὖν πάλιν παρ‐ εκάλουν αὐτόν· καὶ διώμνυτο αὐτοῖς ὅτι «Ἐάν με ἀναγ‐ κάσητε, τὴν γλῶσσάν μου ἀποτέμνω». Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν.

11

.

4

Τούτου τοῦ Ἀμμωνίου φέρεται τὸ θαῦμα τοῦτο, ὅτι οὐδέποτε ἡδονῆς αὐτῷ ἐπαναστάσης τοῦ σαρκίου αὐτοῦ ἐφείσατο, ἀλλὰ σίδηρον ἐκπυρώσας προσετίθει τοῖς ἑαυτοῦ μέλεσιν, ὡς πάντοτε αὐτὸν ἡλκωμένον εἶναι. Ἡ μέντοι τρά‐
5πεζα αὐτοῦ γέγονεν ἐκ νεότητος ὠμοφαγία ἕως θανάτου· οὐδὲν γὰρ ὃ διὰ πυρὸς διήρχετο ἔφαγέ ποτε ἐκτὸς ἄρτου.
Παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίσας καὶ ἐν συγγράμ‐ μασιν ἀνδρῶν ἐλλογίμων Ὠριγένους καὶ Διδύμου καὶ Πιερίου καὶ Στεφάνου διῆλθε μυριάδας ἑξακοσίας, ὡς μαρτυροῦσιν52
10αὐτῷ οἱ τῆς ἐρήμου πατέρες.

11

.

5

Παρακλητικὸς δὲ ἦν τοῖς ἐν τῇ ἐρήμῳ ἀδελφοῖς εἰ καί τις ἄλλος. Τούτῳ ψήφους ἐδίδου ὁ μακάριος Εὐάγριος ἀνὴρ πνευματοφόρος καὶ διακρι‐ τικός, λέγων ὅτι «Οὐδέποτε αὐτοῦ ἀπαθέστερον ἑώρακα
5ἄνθρωπον». [Οὗτος ἐν Κωνσταντίνου πόλει ποτὲ παραγενόμενος διὰ χρείαν, ... μετ’ ὀλίγον χρόνον κοιμᾶται, καὶ θάπτεται ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Ῥουφινιαναῖς. Οὗ τὸ μνῆμα λέγεται θεραπεύειν πάντας τοὺς ῥιγιαζομένους.]

12

t

Περὶ Βενιαμίν

12

.

1

Ἐν τούτῳ τῷ ὄρει τῆς Νιτρίας ἀνήρ τις Βενιαμὶν οὕτω καλούμενος, βιώσας ἐπὶ ἔτη ὀγδοήκοντα καὶ εἰς ἄκρον ἀσκήσας, κατηξιώθη χαρίσματος ἰαμάτων, ὡς παντὶ ᾧ ἂν χεῖρα ἐπετίθει ἢ ἔλαιον εὐλογήσας ἐδίδου, πάσης ἀπαλλάτ‐
5τεσθαι ἀρρωστίας. Οὗτος τοίνυν ὁ τοιούτου χαρίσματος καταξιωθεὶς πρὸ ὀκτὼ μηνῶν τοῦ θανάτου αὐτοῦ ὑδρω‐ πίασε, καὶ ἐπὶ τοσοῦτον ὠγκώθη αὐτοῦ τὸ σῶμα ὡς ἄλλον Ἰὼβ φαίνεσθαι. Παραλαβὼν οὖν ἡμᾶς Διόσκορος ὁ ἐπίσκοπος, τότε δὲ πρεσβύτερος ὢν τοῦ ὄρους τῆς Νιτρίας, ἐμέ τε
10καὶ τὸν μακάριον Εὐάγριον, λέγει ἡμῖν·

12

.

2

«Δεῦτε, ἴδετε
νέον Ἰὼβ ἐν τοσούτῳ ὄγκῳ σώματος καὶ πάθει ἀνιάτῳ ἄμε‐ τρον κεκτημένον εὐχαριστίαν». Ἀπελθόντες οὖν ἐθεασάμεθα τοσοῦτον ὄγκον σώματος ὡς μὴ δύνασθαι δάκτυλον χειρὸς54
5αὐτοῦ περιλαμβάνειν ἄλλους δακτύλους. Μὴ δυνάμενοι δὲ ἀτενίζειν τῇ τοῦ πάθους δεινότητι τοὺς ὀφθαλμοὺς ἀπεστρέ‐ ψαμεν. Τότε λέγει ἡμῖν ὁ μακάριος ἐκεῖνος Βενιαμίν· «Εὔ‐ ξασθε, τέκνα, ἵνα μὴ ὁ ἔσωθέν μου ἄνθρωπος ὑδρωπιάσῃ· οὗτος γὰρ οὔτε με εὐπαθῶν ὤνησεν, οὔτε δυσπαθῶν ἔβλαψε».

12

.

3

Τοὺς οὖν ὀκτὼ μῆνας δίφρος αὐτῷ ἔκειτο πλατύτατος ἐν ᾧ ἀδιαλείπτως ἐκαθέζετο, μηκέτι ἐν κλίνῃ ἀναπεσεῖν δυνάμενος διὰ τὰς χρείας τὰς λοιπάς. Ἐν τῷ πάθει δὲ τούτῳ ὢν ἄλλους ἰᾶτο. Ἀναγκαίως οὖν ἐξηγησάμην τὸ πάθος τοῦτο,
5ἵνα μὴ ξενιζώμεθα ὅταν τι περιστατικὸν ἀνδράσι δικαίοις συμβαίνῃ. Τελευτήσαντος δὲ αὐτοῦ, αἱ φλιαὶ τῆς θύρας ἐπήρθησαν καὶ αἱ παραστάδες, ἵνα δυνηθῇ τὸ σῶμα ἐξε‐ νεχθῆναι τοῦ οἴκου· τοσοῦτος ἦν ὁ ὄγκος.

13

t

Περὶ Ἀπολλωνίου

13

.

1

Ἀπολλώνιός τις ὀνόματι ἀπὸ πραγματευτῶν, ἀπο‐ ταξάμενος καὶ οἰκήσας τὸ ὄρος τῆς Νιτρίας, μήτε τέχνην μαθεῖν δυνάμενος μήτε ἄσκησιν γραφικὴν τῷ ἠκμακέναι, ζήσας ἐν τῷ ὄρει εἴκοσι ἔτη ταύτην ἔσχε τὴν ἄσκησιν· ἐκ
5τῶν ἰδίων χρημάτων καὶ ἐκ τῶν ἰδίων πόνων παντοῖα ἰατρικὰ καὶ κελλαρικὰ ἀγοράζων εἰς τὴν Ἀλεξάνδρειαν, πάσῃ τῇ ἀδελφότητι ἐπήρκει εἰς τὰς νόσους.

13

.

2

Καὶ ἦν ἰδεῖν αὐτὸν ὄρθριον μέχρις ἐννάτης ὥρας, κυκλεύοντα τὰ μοναστήρια,
καὶ κατὰ θύραν εἰσερχόμενον μή τις ἀνάκειται· ἐβάσταζε δὲ σταφίδας, ῥόας, ᾠά, σιλίγνια, ὧν ἐπιδέονται οἱ ἀρρωστοῦν‐56
5τες, ταύτην αὐτῷ λυσιτελοῦσαν εὑρὼν πολιτείαν εἰς τὸ γῆρας. Ὃς τελευτῶν ὁμοίῳ ἑαυτοῦ καταλιμπάνει τὰ γρυτάρια, παρακαλέσας αὐτὸν ταύτην ἐκτελεῖν τὴν διακονίαν. Πεν‐ τακισχιλίων γὰρ μοναχῶν οἰκούντων τὸ ὄρος χρεία ἦν καὶ τῆς ἐπισκέψεως ταύτης διὰ τὸ ἔρημον εἶναι τὸν τόπον.

14

t

Περὶ Παησίου καὶ Ἠσαΐου

14

.

1

Ἄλλος Παήσιος καὶ Ἠσαΐας οὕτω καλούμενοι, ἀδελφοὶ ὑπῆρχον πατρὸς ἐμπόρου Σπανοδρόμου· οἵτινες τοῦ πατρὸς τελευτήσαντος ἐμερίσαντο τὰ ὑπάρχοντα ἐν ἀκινήτοις ἃ ἔσχον, ἐν μὲν νομισματίοις πεντακισχιλίοις, ἐν ἱματίοις
5δὲ καὶ οἰκέταις τὰ εὑρεθέντα. Οὗτοι μετ’ ἀλλήλων ἐσκέψαντο καὶ συμβουλεύονται πρὸς ἑαυτοὺς λέγοντες· «Ἐπὶ ποίαν ἔλθωμεν μέθοδον τοῦ βίου, ἄδελφε; ἐὰν ἔλθωμεν ἐπὶ τὴν ἐμπορίαν ἣν μετῆλθεν ὁ πατὴρ ἡμῶν, καὶ ἡμεῖς ἑτέροις ἔχομεν καταλεῖψαι τοὺς πόνους·

14

.

2

ἴσως δὲ καὶ κινδύνοις περιπεσούμεθα λῃστρικοῖς ἢ θαλαττικοῖς. Δεῦρο τοίνυν, ἐπὶ τὸν μονήρη βίον ἔλθωμεν, ἵνα καὶ τὰ τοῦ πατρὸς ἡμῶν κερδήσωμεν, καὶ τὰς ψυχὰς μὴ ἀπολέσωμεν». Ἤρεσεν οὖν
5αὐτοῖς ὁ σκοπὸς τοῦ μονήρους βίου. Εὑρέθησαν δὲ ἄλλος κατ’ ἄλλο διαφωνοῦντες. Μερισάμενοι γὰρ τὰ χρήματα, τοῦ μὲν σκοποῦ εἴχοντο ἕκαστος τοῦ ἀρέσαι θεῷ, ἐνηλλαγμένῃ δὲ πολιτείᾳ.

14

.

3

Ὁ μὲν γὰρ πάντα διασκορπίσας ἀσκητη‐
ρίοις καὶ ἐκκλησίαις καὶ φυλακαῖς, τεχνίδριον μαθὼν ὅθεν τὸν ἄρτον πορίσηται, τῇ ἀσκήσει καὶ τῇ εὐχῇ προσέσχεν. Ὁ δ’ ἄλλος μηδὲν διασκορπίσας, ἀλλὰ ποιήσας ἑαυτῷ μοναστήριον58
5καὶ προσλαβόμενος ἀδελφοὺς ὀλίγους, πάντα ξένον ἐδεξιοῦτο, πάντα ἄρρωστον, πάντα γέροντα, πάντα πένητα, κατὰ κυρια‐ κὴν καὶ σάββατον τρεῖς ἢ τέσσαρασ τραπέζας ἱστῶν· οὕτως αὐτοῦ κατηνάλωσε τὰ χρήματα.

14

.

4

Ἀμφοτέρων δὲ τελευτησάντων, διάφοροι μακαρισμοὶ τούτων ἐγίνοντο, ὡς ἀμφοτέρων τελειωθέντων· καὶ τοῖς μὲν ἤρεσκεν οὗτος, τοῖς δὲ ἐκεῖνος. Φιλονεικίας οὖν ἐμπεσούσης τῇ ἀδελφότητι ἐπὶ τοῖς ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακά‐
5ριον Παμβὼ καὶ ἀνατίθενται αὐτῷ τὴν ἐπίκρισιν, ἀξιοῦντες μαθεῖν τὴν μείζονα πολιτείαν. Ὁ δὲ λέγει αὐτοῖς· «Ἀμφό‐ τεροί εἰσι τέλειοι· ὁ μὲν γὰρ Ἀβραμιαῖον ἐπεδείξατο ἔργον, ὁ δὲ τοῦ Ἠλία».

14

.

5

Τῶν μὲν οὖν λεγόντων· «Τῶν ποδῶν σου, πῶς δυνατὸν εἶναι αὐτοὺς ἴσους;» καὶ προτιμώντων τὸν ἀσκητὴν καὶ λεγόντων ὅτι «Εὐαγγελικὸν πεποίηκε πρᾶγμα, πάντα πωλήσας καὶ δοὺς πτωχοῖς, καὶ καθ’ ὥραν καὶ καθ’
5ἡμέραν καὶ κατὰ νύκτα τὸν σταυρὸν βαστάζων, καὶ ἀκολουθῶν τῷ σωτῆρι καὶ ταῖς προσευχαῖς». τῶν δὲ ἀντιφιλονεικούντων καὶ λεγόντων ὅτι «Οὗτος τοσαῦτα ἐνεδείξατο τοῖς δεομένοις, ὡς καὶ εἰς τὰς λεωφόρους καθῆσθαι καὶ τοὺς θλιβομένους συνάγειν· καὶ οὐ μόνον τὴν ἰδίαν ψυχὴν ἀνέπαυσεν ἀλλὰ καὶ
10ἄλλων πολλῶν, καὶ νοσοκομῶν καὶ ἐπικουρῶν».

14

.

6

Λέγει
αὐτοῖς ὁ μακάριος Παμβώ· «Πάλιν ὑμῖν ἐρῶ· ἀμφότεροι ἴσοι εἰσίν· ἕκαστον δὲ ὑμῶν πληροφορῶ ὅτι οὗτος, εἰ μὴ ἤσκει τοσοῦτον, ἄξιος οὐκ ἐγένετο τῆς ἐκείνου ἀγαθότητος60
5συγκριθῆναι· ἐκεῖνος πάλιν ἀναπαύων τοὺς ξένους καὶ συναν‐ επαύετο, καὶ εἰ καὶ ἐδόκει τὸ ἐκ κόπου ἔχειν φορτίον, ἀλλὰ καὶ τὴν παρ’ αὐτὰ εἶχεν ἀνάπαυσιν. Ἐκδέξασθε δὲ ἵνα καὶ παρὰ θεοῦ δέξωμαι τὴν ἀποκάλυψιν, καὶ μετὰ ταῦτα ἐλθόντες μαθήσεσθε». Ἐλθόντες οὖν μετὰ ἡμέρας πάλιν
10παρεκάλεσαν αὐτόν, καὶ λέγει αὐτοῖς ὡς ἐπὶ θεοῦ· «Ἀμφο‐ τέρους ἅμα εἶδον ἑστῶτας ἐν τῷ παραδείσῳ».

15

t

Περὶ Μακαρίου τοῦ νεωτέρου

15

.

1

Νεώτερός τις ὀνόματι Μακάριος, ὡς ἐτῶν δεκα‐ οκτώ, ἐν τῷ παίζειν μετὰ τῶν συνηλικιωτῶν παρὰ τὴν λίμνην τὴν λεγομένην Μαρίαν, τετράποδα νέμων, ἀκούσιον εἰργάσατο φόνον. Καὶ μηδενὶ μηδὲν εἰρηκὼς καταλαμβάνει
5τὴν ἔρημον, καὶ εἰς τοσοῦτον ἤλασε φόβον θεῖόν τε καὶ ἀνθρώπινον, ὡς ἀναισθητῆσαι αὐτὸν καὶ ἐπὶ τριετίαν ἄστεγον μεῖναι ἐν τῇ ἐρήμῳ. Ἄβροχος δὲ ὑπάρχει ἡ γῆ τούτοις, καὶ τοῦτο ἴσασι πάντες, καὶ οἱ διὰ λόγων γενό‐ μενοι καὶ οἱ διὰ πείρας.

15

.

2

Οὗτος ὕστερον ᾠκοδόμησε κέλλαν ἑαυτῷ· καὶ ζήσας ἄλλα εἰκοσιπέντε ἔτη ἐν τῷ κελλίῳ ἐκείνῳ χαρίσματος ἠξιώθη καταπτύειν δαιμόνων, ἐντρυφῶν τῇ μονότητι. Τούτῳ πολλὰ συγχρονίσας ἠρώτων
5πῶς αὐτοῦ διάκειται ὁ λογισμὸς ἐπὶ τῇ τοῦ φόνου ἁμαρτίᾳ·
ὃς τοσοῦτον ἔλεγεν ἀπέχειν λύπης ὡς καὶ προσευχαριστεῖν ἐπὶ τῷ φόνῳ· γεγένηται γὰρ αὐτῷ ὑπόθεσις σωτηρίας ὁ ἀκούσιος φόνος.62

15

.

3

Ἔλεγε δὲ ἀπὸ γραφῶν φέρων τὴν μαρτυρίαν ὅτι οὐκ ἂν Μωσῆς ἠξιοῦτο τῆς θεϊκῆς ὀπτασίας καὶ τῆς τοσαύτης δωρεᾶς καὶ τῆς συγγραφῆς τῶν ἁγίων λόγων, εἰ μὴ φόβῳ τοῦ Φαραὼ διὰ τὸν φόνον ὃν ἔδρασεν
5ἐν τῇ Αἰγύπτῳ κατειλήφει τὸ ὄρος τὸ Σινᾶ. Ταῦτα δὲ λέγω οὐχ ὁδοποιῶν εἰς φόνον, δεικνύων δὲ ὅτι εἰσὶ καὶ περιστατικαὶ ἀρεταί, ὅταν μὴ ἑκουσίως τις τῷ ἀγαθῷ προσέλθῃ· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι προαιρετικαί, αἱ δὲ περιστατικαί.

16

t

Περὶ Ναθαναήλ

16

.

1

Γέγονεν ἄλλος τις τῶν παλαιῶν ὀνόματι Ναθα‐ ναήλ. Τοῦτον ἐγὼ ζῶντα μὲν οὐ κατείληφα· κεκοίμητο γὰρ πρὸ τῆς ἐμῆς εἰσόδου πρὸ ἐτῶν δεκαπέντε· τοῖς δὲ συνασκή‐ σασιν αὐτῷ καὶ συγχρονίσασι περιτυχὼν ἐφιλοπραγμόνουν
5τοῦ ἀνδρὸς τὴν ἀρετήν· ἔδειξαν δέ μοι αὐτοῦ καὶ τὴν κέλλαν, εἰς ἣν ᾤκει μὲν οὐκέτι οὐδεὶς διὰ τὸ ἐγγυτέρω αὐτὴν εἶναι τῆς οἰκουμένης· ἐκεῖνος γὰρ τότε αὐτὴν ἔκτισεν ὅτε σπάνιοι ἦσαν οἱ ἀναχωρηταί. Διηγοῦντο οὖν τοῦτο περὶ αὐτοῦ ἐξαιρέτως, ὅτι τοσαύτην ἔσχεν ὑπομονὴν ἐν τῷ κελλίῳ
10ὡς μὴ σαλευθῆναι τῆς προθέσεως.

16

.

2

Ἐν οἷς ἐμπαιχθεὶς κατ’ ἀρχὰς παρὰ τοῦ πάντας ἐμπαίζοντος καὶ ἀπατῶντος δαίμονος, ἔδοξεν ἀκηδιᾶν εἰς τὴν πρώτην κέλλαν· καὶ ἀπελ‐
θὼν ἄλλην ἔκτισε πλησιώτερον κώμης. Μετὰ οὖν τὸ64
5τελέσαι τὴν κέλλαν καὶ οἰκῆσαι, μετὰ μῆνας τρεῖς ἢ τέσσα‐ ρας παραγίνεται ὁ δαίμων ἐν νυκτί, ταυρέαν κατέχων καθάπερ οἱ δήμιοι, καὶ σχῆμα ἔχων στρατιώτου ῥακοδυ‐ τοῦντος, καὶ ψόφους εἰργάζετο ἐν τῇ ταυρέᾳ. Πρὸς ὃν ἀπεκρίνατο ὁ μακάριος Ναθαναὴλ καὶ ἔλεγε· «Τίς εἶ σὺ
10ὁ ταῦτα δρῶν ἐν τῇ ἐμῇ ξενίᾳ;» ἀπεκρίνατο ὁ δαίμων· «Ἐγώ εἰμι ὁ ἐξ ἐκείνης τῆς κέλλης ἐλάσας σε· ἦλθον οὖν καὶ ἐκ ταύτης φυγαδεῦσαί σε».

16

.

3

Γνοὺς οὖν ὅτι ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην κέλλαν. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέβη τὴν θύραν, φιλονεικήσας τῷ δαίμονι· ὃς τοσαῦτα αὐτῷ ἐνεδείξατο
5καταναγκάζων αὐτὸν ἐξελθεῖν, ὅσα διηγήσασθαι οὐκ ἔστιν. Ἐν οἷς καὶ τοῦτο· ἐπιτηρήσας ἑπτὰ ἐπισκόπων ἁγίων ἐπίσκεψιν, ἢ ἐκ θεοῦ προνοίας γενομένην ἢ ἐκ πειρασμοῦ ἐκείνου, παρ’ ὀλίγον αὐτὸν ἐξώκειλε τῆς προθέσεως. Τῶν γὰρ ἐπισκόπων μετὰ τὸ εὔξασθαι ἐξερχομένων, οὐ προέ‐
10πεμψεν αὐτοὺς οὐδὲ βῆμα ποδός.

16

.

4

Λέγουσιν αὐτῷ οἱ διάκονοι· «Ὑπερήφανον πρᾶγμα ποιεῖς, ἀββᾶ, μὴ προπέμπων τοὺς ἐπισκόπους». Ὁ δὲ λέγει αὐτοῖς· «Ἐγὼ καὶ τοῖς κυρίοις μου τοῖς ἐπισκόποις καὶ τῷ κόσμῳ ὅλῳ ἀπέθανον·
5ἔχω γὰρ κεκρυμμένον σκοπόν, καὶ οἶδεν ὁ θεὸς τὴν καρδίαν μου, διὸ οὐ προπέμπω αὐτούς». Ἀστοχήσας οὖν ὁ δαίμων
τοῦ δράματος τούτου σχηματίζεται πρὸ ἐννέα μηνῶν τοῦ θανάτου αὐτοῦ, καὶ γίνεται παιδίον ὡσεὶ δέκα ἐτῶν, ἐλαῦνον ὄνον βαστάζοντα ἄρτους ἐν σαργάνῃ. Καὶ γενόμενος ἑσπέραν66
10βαθείαν πλησίον τῆς τούτου κέλλης ἐσχηματίσατο πεπτω‐ κέναι τὸν ὄνον καὶ κρᾶζον τὸ παιδίον·

16

.

5

«Ἀββᾶ Ναθα‐ ναήλ, ἐλέησόν με καὶ δός μοι χεῖρα». Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ δῆθεν παιδίου καὶ παρανοίξας τὴν θύραν, ἑστὼς ἔνδοθεν ἐλάλει αὐτῷ· «Τίς εἶ, καὶ τί θέλεις ἵνα ποιήσω
5σοι;» Λέγει αὐτῷ· «Εἰμὶ τοῦδε τὸ μελλάκιον, καὶ ἄρτους ἀποφέρω, ἐπειδὴ ἀγάπη ἐστὶ τοῦδε τοῦ ἀδελφοῦ, καὶ αὔριον σαββάτου διαφαίνοντος χρεία τῶν προσφορῶν· δέομαί σου, μὴ παρίδῃς με, μή ποτε καὶ ὑπὸ ὑαινῶν βρωθῶ». Πολλαὶ γὰρ ὕαιναι γίνονται εἰς τοὺς τόπους ἐκείνους. Στὰς οὖν
10ἐνεὸς ὁ μακάριος Ναθαναὴλ σφόδρα ἰλιγγίασε τὰ σπλάγχνα ταραττόμενος, καὶ ἐλογίζετο καθ’ ἑαυτὸν λέγων· «Ἢ τῆς ἐντολῆς ἔχω ἐκπεσεῖν, ἢ τῆς προθέσεως».

16

.

6

Ὕστερον μέντοι ἐπιλογισάμενος ὅτι ἄμεινόν ἐστι μὴ σαλεῦσαι τῶν τοσούτων ἐτῶν τὴν πρόθεσιν εἰς αἰσχύνην τοῦ διαβόλου, προσευξά‐ μενος λέγει τῷ προσλαλοῦντι δῆθεν παιδίῳ· «Ἄκουσον,
5παιδίον· πιστεύω εἰς τὸν θεὸν ᾧ λατρεύω, ὅτι, εἰ χρεία σοι ἐστί, πέμπει σοι ὁ θεὸς βοήθειαν, καὶ οὔτε ὕαιναί σε ἀδικήσουσιν οὔτε ἄλλος τις· εἰ δὲ πειρασμὸς εἶ, τὸ δρᾶμα ἐντεῦθεν ἤδη ἀποκαλύψει ὁ θεός». Καὶ κλείσας τὴν θύραν
εἰσῆλθεν. Αἰσχυνθεὶς δὲ ὁ δαίμων ἐπὶ τῇ ἥττῃ εἰς λαίλαπα68
10ἀνελύθη καὶ εἰς ὀνάγρους σκιρτῶντας καὶ φεύγοντας καὶ ψόφους ἀπολύοντας. Τοῦτο τὸ ἆθλον τοῦ μακαρίου Ναθα‐ ναήλ, καὶ αὕτη ἡ διαγωγή, καὶ τοῦτο τὸ τέλος.

17

t

Περὶ Μακαρίου τοῦ Αἰγυπτίου

17

.

1

Τὰ κατὰ τοὺς δύο Μακαρίους τοὺς ἀοιδίμους ἄνδρας, πολλὰ καὶ μεγάλα καὶ δύσπιστα ὄντα, ὀκνῶ καὶ λέγειν καὶ γράφειν, μήποτε καὶ ψεύστου ὑπόληψιν ἀπε‐ νέγκωμαι. Ὅτι δὲ «ἀπολλύει Κύριος πάντας τοὺς λα‐
5λοῦντας τὸ ψεῦδος» ἀπεφήνατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐμοῦ τοίνυν μὴ ψευδομένου, πιστότατε, μὴ ἀπιστήσῃς. Τούτων τῶν Μακαρίων ὁ μὲν εἷς ἦν Αἰγύπτιος τὸ γένος, ὁ δ’ ἄλλος Ἀλεξανδρεύς, τραγήματα πιπράσκων.

17

.

2

Καὶ πρῶτον διηγήσομαι περὶ τοῦ Αἰγυπτίου, ὃς ἔζησε τὰ σύμπαντα ἔτη ἐννενήκοντα. Ἐκ τούτων ἐν τῇ ἐρήμῳ πεποίηκεν ἑξήκοντα ἔτη, τριακονταετὴς ἀνελθὼν νέος· καὶ τοσαύτης ἠξιώθη διακρίσεως ὡς λέγεσθαι αὐτὸν παιδα‐
5ριογέροντα· διὸ καὶ θᾶττον προέκοψε· τεσσαρακονταετὴς γὰρ γενόμενος κατὰ πνευμάτων ἔλαβε χάριν ἰαμάτων τε καὶ προρρήσεων· κατηξιώθη δὲ καὶ ἱερωσύνης.

17

.

3

Τούτῳ συνῆσαν δύο μαθηταὶ εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω, τὴν καλουμένην Σκῆτιν· ὧν ὁ μὲν εἷς ὑπη‐ ρέτης ἦν πλησίον αὐτοῦ διὰ τοὺς ἐρχομένους θεραπεύε‐ σθαι, ὁ δ’ ἄλλος ἐσχόλαζεν ἐν κελλίῳ ἐγγυτάτῳ. Χρόνου
5δὲ προκόψαντος διορατικῷ ὄμματι προβλέψας λέγει τῷ ὑπη‐ ρετοῦντι αὐτῷ, καλουμένῳ Ἰωάννῃ, ἐς ὕστερον γενομένῳ πρεσβυτέρῳ εἰς τὸν τόπον αὐτοῦ τοῦ Μακαρίου· «Ἄκουσόν μου, ἄδελφε Ἰωάννη, καὶ ἀνάσχου μου τῆς νουθεσίας·
πειράζῃ γάρ, καὶ πειράζει σε τὸ πνεῦμα τῆς φιλαργυρίας.70

17

.

4

Οὕτω γὰρ ἑώρακα· καὶ οἶδα ὅτι ἐάν μου ἀνάσχῃ τελειωθήσῃ ἐν τῷ τόπῳ τούτῳ καὶ δοξασθήσῃ, “καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου”· ἐὰν δέ μου παρακούσῃς, τοῦ Γιεζῆ ἥξει ἐπί σε τὰ τέλη, οὗ καὶ τὸ πάθος νοσεῖς».
5Συνέβη, δὲ αὐτὸν παρακοῦσαι μετὰ τὴν κοίμησιν τοῦ Μακα‐ ρίου μετὰ ἄλλα δεκαπέντε ἔτη ἢ εἴκοσιν, καὶ οὕτως ἠλεφαν‐ τίασε νοσφισάμενος τὰ τῶν πτωχῶν, ὡς μὴ εὑρεθῆναι εἰς τὸ σῶμα αὐτοῦ ἀκέραιον τόπον ἐν ᾧ τις δάκτυλον πήξει. Αὕτη τοίνυν ἐστὶν ἡ προφητεία τοῦ ἁγίου Μακαρίου.

17

.

5

Περὶ μὲν οὖν βρώσεως καὶ πόσεως περιττὸν τὸ διη‐ γήσασθαι, ὁπότε οὐδὲ παρὰ τοῖς ῥᾳθύμοις ἔστιν εὑρεθῆναι ἀδηφαγίαν ἢ ἀδιαφορίαν ἐν τοῖς τόποις ἐκείνοις, καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸν ζῆλον τῶν κατοικούντων.
5Περὶ δὲ τῆς ἄλλης αὐτοῦ ἀσκήσεως λέγω· ἐλέγετο γὰρ ἀδιαλείπτως ἐξίστασθαι, καὶ μᾶλλον πλείονι χρόνῳ θεῷ προσδιατρίβειν ἢ τοῖς ὑπ’ οὐρανὸν πράγμασιν. Οὗ καὶ φέ‐ ρονται θαύματα τοιάδε.

17

.

6

Ἀνήρ τις Αἰγύπτιος ἐρασθεὶς ἐλευθέρας γυναικὸς ὑπάνδρου, καὶ μὴ δυνάμενος αὐτὴν δελεάσαι, προσωμίλησε γόητι λέγων· «Ἕλον αὐτὴν εἰς τὸ ἀγαπῆσαί με, ἢ ἔργασαί τι ἵνα ῥίψῃ αὐτὴν ὁ ἀνὴρ αὐτῆς». Καὶ λαβὼν ὁ γόης τὸ
5ἱκανὸν ἐχρήσατο ταῖς γοητικαῖς μαγγανείαις, καὶ παρα‐ σκευάζει φοράδα αὐτὴν φανῆναι. Θεασάμενος οὖν ὁ ἀνὴρ ἔξωθεν ἐλθὼν ἐξενίζετο ὅτι εἰς τὸν κράββατον αὐτοῦ φορὰς ἀνέκειτο. Κλαίει, ὀδύρεται ὁ ἀνήρ· προσομιλεῖ τῷ ζῴῳ· ἀποκρίσεως οὐ τυγχάνει. Παρακαλεῖ τοὺς πρεσβυτέρους τῆς
10κώμης·

17

.

7

εἰσάγει, δεικνύει· οὐχ εὑρίσκει τὸ πρᾶγμα. Ἐπὶ ἡμέρας τρεῖς οὔτε χόρτου μετέλαβεν ὡς φορὰς οὔτε
ἄρτου ὡς ἄνθρωπος, ἀμφοτέρων ἐστερημένη τῶν τροφῶν. Τέλος, ἵνα δοξασθῇ ὁ θεὸς καὶ φανῇ ἡ ἀρετὴ τοῦ ἁγίου72
5Μακαρίου, ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ ἀνδρὸς αὐτῆς ἀγα‐ γεῖν αὐτὴν εἰς τὴν ἔρημον· καὶ φορβεώσας αὐτὴν ὡς ἵππον, οὕτως ἤγαγεν εἰς τὴν ἔρημον. Ἐν δὲ τῷ πλησιάσαι αὐτοὺς εἱστήκεισαν οἱ ἀδελφοὶ πλησίον τῆς κέλλης τοῦ Μακαρίου, μαχόμενοι τῷ ἀνδρὶ αὐτῆς καὶ λέγοντες·

17

.

8

«Τί ἤγαγες ὧδε τὴν φοράδα ταύτην;» λέγει αὐτοῖς· «Ἵνα ἐλεηθῇ». Λέγουσιν αὐτῷ· «Τί γὰρ ἔχει;» ἀπεκρίνατο αὐτοῖς ὁ ἀνὴρ ὅτι «Γυνή μου ἦν, καὶ εἰς ἵππον μετεβλήθη, καὶ
5σήμερον τρίτην ἡμέραν ἔχει μὴ γευσαμένη τινός». Ἀνα‐ φέρουσι τῷ ἁγίῳ ἔνδον προσευχομένῳ· ἀπεκάλυψε γὰρ αὐτῷ ὁ θεός, καὶ προσηύχετο περὶ αὐτῆς. Ἀπεκρίνατο οὖν τοῖς ἀδελφοῖς ὁ ἅγιος Μακάριος καὶ λέγει αὐτοῖς· «Ἵπποι ὑμεῖς ἐστέ, οἱ τῶν ἵππων ἔχοντες τοὺς ὀφθαλμούς.

17

.

9

Ἐκείνη γὰρ γυνή ἐστι, μὴ μετασχηματισθεῖσα, ἀλλ’ ἢ μόνον ἐν τοῖς ὀφθαλμοῖς τῶν ἠπατημένων». Καὶ εὐλο‐ γήσας ὕδωρ καὶ ἀπὸ κορυφῆς ἐπιχέας αὐτῇ γυμνῇ ἐπηύξατο· καὶ παραχρῆμα ἐποίησεν αὐτὴν γυναῖκα φανῆναι πᾶσι.
5Δοὺς δὲ αὐτῇ τροφὴν ἐποίησεν αὐτὴν φαγεῖν, καὶ ἀπέλυσεν αὐτὴν μετὰ τοῦ ἰδίου ἀνδρὸς εὐχαριστοῦσαν τῷ κυρίῳ. Καὶ ὑπέθετο αὐτῇ εἰπών· «Μηδέποτε ἀπολειφθῇς τῆς ἐκ‐ κλησίας, μηδέποτε ἀπόσχῃ τῆς κοινωνίασ· ταῦτα γάρ σοι συνέβη τῷ ἐπὶ πέντε ἑβδομάδας μὴ προσεληλυθέναι τοῖς
10μυστηρίοις».

17

.

10

Ἄλλην αὐτοῦ πρᾶξιν τῆς ἀσκήσεως· τῷ μακρῷ χρόνῳ ὑπὸ τὴν γῆν ποιήσας σύριγγα ἀπὸ τῆς κέλλης αὐτοῦ μέχρις ἡμισταδίου σπήλαιον εἰς τὸ ἄκρον ἀπετέλεσε. Καὶ εἴποτε πλείονες αὐτῷ ὤχλουν, κρυπτῶς ἐκ τῆς κέλλης αὐτοῦ74
5ἐξιὼν ἀπίει εἰς τὸ σπήλαιον, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Διηγεῖτο οὖν ἡμῖν τις τῶν σπουδαίων αὐτοῦ μαθητῶν καὶ ἔλεγεν ὅτι ἀπιὼν ἕως τοῦ σπηλαίου εἰκοσιτέσσαρας ἐποίει εὐχάς, καὶ ἐρχόμενος εἰκοσιτέσσαρας.

17

.

11

Περὶ τούτου ἐξῆλθε φήμη ὅτι νεκρὸν ἤγειρεν, ἵνα αἱρετικὸν πείσῃ μὴ ὁμολογοῦντα ἀνάστασιν εἶναι σωμάτων. Καὶ αὕτη ἡ φήμη ἐκράτει ἐν τῇ ἐρήμῳ. Τούτῳ προσηνέχθη ποτὲ δαιμονιῶν νεανίσκος παρὰ τῆς
5ἰδίας μητρὸς ὀλοφυρομένης, δυσὶ νεανίσκοις δεδεμένος. Καὶ ταύτην εἶχε τὴν ἐνέργειαν ὁ δαίμων· μετὰ τὸ φαγεῖν τριῶν μοδίων ἄρτους καὶ πιεῖν κιλικίσιον ὕδατος, ἐρευγόμενος εἰς ἀτμὸν ἀνέλυε τὰ βρώματα· οὕτω γὰρ ἀνηλίσκετο τὰ βρωθέν‐ τα καὶ ποθέντα ὡς ὑπὸ πυρός.

17

.

12

Ἔστι γὰρ καὶ τάγμα τὸ λεγόμενον πύρινον. Διαφοραὶ γάρ εἰσι δαιμόνων, ὥσπερ καὶ ἀνθρώπων, οὐκ οὐσίας ἀλλὰ γνώμης. Οὗτος τοίνυν ὁ νεανίσκος μὴ ἐπαρκούμενος παρὰ τῆς ἰδίας μητρὸς τὴν ἰδίαν
5ἤσθιε κόπρον· πολλάκις καὶ τὸ ἴδιον ἔπινεν οὖρον. Κλαιούσης οὖν τῆς μητρὸς καὶ παρακαλούσης τὸν ἅγιον, λαβὼν ἐπηύξατο αὐτῷ τὸν θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν ἢ δευτέραν ἡμέραν ὑπολωφήσαντος τοῦ πάθους λέγει αὐτῇ ὁ ἅγιος Μακά‐ ριος·

17

.

13

«Πόσον θέλεις ἵνα ἐσθίῃ;» Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Δεκάλιτρον ἄρτου». Ἐπιτιμήσας οὖν αὐτῇ ὅτι πολύ ἐστιν, ἐν ἑπτὰ ἡμέραις ἐπευξάμενος αὐτῷ μετὰ νηστείας, ἔστησεν αὐτὸν εἰς τρίλιτρον, ὡς ὀφείλοντα καὶ ἐργάζεσθαι·
5καὶ οὕτως ἀποθεραπεύσας ἀπέδωκεν αὐτὸν τῇ μητρί. Καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν ὁ θεὸς διὰ Μακαρίου. Τούτῳ ἐγὼ οὐ συντετύχηκα· πρὸ ἐνιαυτοῦ γὰρ τῆς εἰσόδου μου τῆς εἰς τὴν ἔρημον ἐκεκοίμητο.76

18

t

Περὶ Μακαρίου τοῦ Ἀλεξανδρέως

18

.

1

Τῷ δὲ ἄλλῳ συντετύχηκα Μακαρίῳ τῷ Ἀλεξαν‐ δρεῖ, πρεσβυτέρῳ ὄντι τῶν λεγομένων Κελλίων. Εἰς ἃ Κελλία παρῴκησα ἐγὼ ἐνναετίαν· ἐν οἷς τὴν τριετίαν τὴν ἐμὴν ἐπέζησε· καὶ τὰ μὲν εἶδον, τὰ δὲ παρ’ αὐτοῦ ἀκήκοα, τὰ
5δὲ καὶ παρ’ ἑτέρων μεμάθηκα. Ἡ τοίνυν ἄσκησις αὐτοῦ ἦν αὕτη· εἴ τι ἀκήκοε πώποτε, πάντως τοῦτο κατώρθωσεν. Ἀκούσας γὰρ παρά τινων ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον, ἔκρινεν ἑπταετίαν τὸ διὰ πυρὸς διαβαῖνον μὴ φαγεῖν, καὶ πλὴν λαχάνων ὠμῶν
10εἴ ποτε παρευρέθη καὶ ὀσπρίων βρεκτῶν οὐδενὸς ἐγεύσατο.

18

.

2

Κατορθώσας οὖν ταύτην τὴν ἀρετήν, ἤκουσε περί τινος πάλιν ἄλλου ὅτι λίτραν ἐσθίει ἄρτου· καὶ κλάσας ἑαυτοῦ τὸ βουκκελλᾶτον καὶ καταγγίσας εἰς σαΐτας [τὰ κεράμια], ἔκρινε τοσοῦτον ἐσθίειν ὅσον ἂν ἡ χεὶρ ἀνενέγκῃ. Καὶ ὡς διηγεῖτο
5χαριεντιζόμενος ὅτιπερ «Ἐδρασσόμην μὲν πλειόνων κλασμά‐ των, οὐκ ἠδυνάμην δὲ ὅλα ἐξενεγκεῖν ὑπὸ τοῦ στένου τῆς ὀπῆς· ὡς τελώνης γάρ μοι οὐ συνεχώρει». Ἐπὶ τρία οὖν ἔτη ταύτην ἔσχηκε τὴν ἄσκησιν, τέσσαρας ἢ πέντε οὐγκίας ἄρτου ἐσθίων καὶ τοσοῦτον πίνων ὕδωρ, ξέστην δὲ ἐλαίου
10τὸν ἐνιαυτόν.

18

.

3

Ἄλλη αὐτοῦ ἄσκησις· ἔκρινεν ὕπνου περιγενέσθαι, καὶ
διηγήσατο ὅτι οὐκ εἰσῆλθεν ὑπὸ στέγην ἐπὶ εἴκοσι ἡμέρας ἵνα νικήσῃ ὕπνον, τοῖς μὲν καύμασι φλεγόμενος, τῇ δὲ νυκτὶ στυφόμενος τῇ ψυχρότητι. Καὶ ὡς ἔλεγεν ὅτι «Εἰ μὴ78
5τάχιον εἰσῆλθον ὑπὸ στέγην καὶ ἐχρησάμην τῷ ὕπνῳ, οὕτω μου ἐξηράνθη ὁ ἐγκέφαλος, ὡς εἰς ἔκστασίν με ἐλάσαι λοι‐ πόν. Καὶ τὸ μὲν ὅσον ἐπ’ ἐμοὶ ἐνίκησα· τὸ δὲ ὅσον ἐπὶ τῇ φύσει τὴν χρείαν ἐχούσῃ τοῦ ὕπνου παρεχώρησα».

18

.

4

Τούτου καθεζομένου πρωῒ ἐν τῷ κελλίῳ κώνωψ στὰς ἐπὶ τοῦ ποδὸς ἐκέντησεν αὐτόν· καὶ ἀλγήσας κατέαξεν αὐτὸν τῇ χειρὶ μετὰ κόρον τοῦ αἵματος. Καταγνοὺς οὖν ἑαυτοῦ ὡς ἐκδικήσαντος ἑαυτόν, κατεδίκασεν ἑαυτὸν εἰς τὸ ἕλος
5τῆς Σκήτεως, ὅ ἐστιν ἐν τῇ πανερήμῳ, καθίσαι γυμνὸν ἐπὶ μῆνας ἕξ, ἔνθα οἱ κώνωπες καὶ συάγρων δέρματα τιτρώσκου‐ σιν, ὡς σφῆκες ὄντες. Οὕτως οὖν κατετρώθη ὅλος καὶ σπονδύλους ἐξέβαλεν ὡς νομίσαι τινὰς ὅτι ἠλεφαντίασεν. Ἐλθὼν οὖν μετὰ μῆνας ἓξ εἰς τὸ κελλίον αὐτοῦ, ἀπὸ τῆς
10φωνῆς ἐγνώσθη ὅτι αὐτός ἐστιν ὁ Μακάριος.

18

.

5

Ἐπεθύμησέ ποτε οὗτος εἰς τὸ κηποτάφιον εἰσελθεῖν Ἰαννῆ καὶ Ἰαμβρῆ, ὡς αὐτὸς ἡμῖν διηγήσατο. Τοῦτο δὲ τὸ κηποτάφιον ἐγένετο παρὰ τῶν τότε μάγων παραδυνα‐ στευόντων τῷ Φαραῴ. Ὡς οὖν κεκτημένοι τὴν δυναστείαν
5ἐκ μακρῶν τῶν χρόνων, ἐν τετραποδικοῖς λίθοις ἔκτισαν τὸ ἔργον, καὶ τὸ μνῆμα δὲ αὐτῶν ἐκεῖ ἐποίησαν, καὶ χρυσὸν ἀπέθεντο πολύν· ἐφύτευσαν δὲ καὶ δένδρα, ὕπικμος γάρ ἐστιν ὁ τόπος, ἐν οἷς καὶ φρέαρ ὤρυξαν.

18

.

6

Ἐπεὶ οὖν τὴν ὁδὸν ἠγνόει ὁ ἅγιος, στοχασμῷ δέ τινι ἠκολούθει τοῖς ἄστροις καθάπερ ἐν πελάγει τὴν ἔρημον διοδεύων, λαβὼν καλάμων δέμα κατὰ μίλιον ἓν ἵστα σημειούμενος ἵνα εὕρῃ τὴν ὁδὸν
5ὑποστρέφων. Διοδεύσας οὖν ἐντὸς ἐννέα ἡμερῶν τῷ τόπῳ ἐπλησίασεν. Ὁ τοίνυν δαίμων ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χρι‐ στοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους, καθεύ‐ δοντος ὡς ἀπὸ σημείου τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τέθεικεν.80

18

.

7

Ἀναστὰς οὖν εὗρε τοὺς καλάμους, τάχα καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος εἰς πλείονα αὐτοῦ γυμνα‐ σίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ, ἀλλὰ τῷ στύλῳ τῆς νεφέλης τῷ ὁδηγήσαντι τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ.
5Ἔλεγεν ὅτι «Ἑβδομήκοντα δαίμονες ἐξῆλθον εἰς συνάν‐ τησίν μου ἀπὸ τοῦ κηποταφίου, βοῶντες καὶ πτερυσσόμενοι ὡς κόρακες κατὰ τῆς ὄψεώς μου, καὶ λέγοντες· “Τί θέλεις, Μακάριε; Τί θέλεις, μοναχέ; Τί ἦλθες ἡμῶν εἰς τὸν τόπον; Οὐ δύνασαι μεῖναι ὧδε”. Εἶπον οὖν αὐτοῖς, φησίν, ὅτι
10“Εἰσέλθω μόνον καὶ ἱστορήσω καὶ ἀπέρχομαι”.

18

.

8

Εἰσελ‐ θὼν οὖν, φησίν, εὗρον κάδιον χαλκοῦν κρεμάμενον καὶ ἅλυσιν σιδηρᾶν κατὰ τοῦ φρέατος, λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα, καὶ καρπὸν ῥοῶν οὐκ ἐχουσῶν ἔνδον οὐδὲν τῷ ἐξηράνθαι
5ὑπὸ τοῦ ἡλίου». Οὕτως οὖν ὑποστρέψας ἦλθε διὰ εἴκοσι ἡμερῶν. Ἐκλείψαντος δὲ τοῦ ὕδατος οὗ ἐβάσταζε καὶ τῶν ἄρτων, ἐν πολλῇ περιστάσει ἐγένετο. Καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι ὤφθη αὐτῷ κόρη τις, ὡς διηγήσατο, καθαρὰν ὀθόνην φοροῦσα καὶ κατέχουσα βαυκάλιον ὕδατος στάζον·

18

.

9

ἣν ἔλεγεν ἄποθεν αὐτοῦ εἶναι, ὡς ἀπὸ σταδίου, καὶ ἐπὶ ἡμέρας τρεῖς ὁδεύειν, βλέπων μὲν αὐτὴν μετὰ τοῦ βαυκα‐ λίου ὡς ἑστῶσαν καταλαβεῖν δὲ μὴ δυνάμενος, ὡς ἐπὶ τῶν ὀνείρων, τῇ δὲ ἐλπίδι τοῦ πιεῖν ὑπομείνας ηὐτόνει. Μεθ’
5ἣν ἐφάνη πλῆθος βουβάλων, ἐξ ὧν ἡ μία ἔστη ἔχουσα μόσ‐ χον· εἰσὶ γὰρ πολλαὶ ἐν τοῖς τόποις ἐκείνοις· καὶ ὡς ἔλεγεν
ὅτι ἔρρει αὐτῆς τὸ οὖθαρ τοῦ γάλακτος. Ὑπεισελθὼν οὖν καὶ θηλάσας ἠρκέσθη. Καὶ ἕως τοῦ κελλίου αὐτοῦ ἦλθεν ἡ βούβαλος θηλάζουσα αὐτόν, τὸ δὲ μοσχάριον αὐτῆς μὴ δε‐82
10χομένη.

18

.

10

Ἄλλοτε πάλιν ὀρύσσων φρέαρ πλησίον βλαστῶν φρυ‐ γάνων ὑπὸ ἀσπίδος ἐδήχθη· ἀναιρετικὸν δέ ἐστι τὸ ζῷον· λαβὼν οὖν αὐτὴν ταῖς δύο χερσὶν ἀπὸ τῶν χελυνίων κρα‐ τήσας διέσχισεν, εἰπὼν αὐτῇ· «Μὴ ἀποστείλαντός σε τοῦ
5θεοῦ, πῶς ἐτόλμησας ἐλθεῖν;» Εἶχε δὲ κέλλας διαφόρους ἐν τῇ ἐρήμῳ· μίαν ἐν τῇ Σκήτει τῇ ἐνδοτέρᾳ πανερήμῳ, καὶ μίαν εἰς Λίβα, καὶ μίαν εἰς τὰ λεγόμενα Κελλία, καὶ μίαν εἰς τὸ ὄρος τῆς Νιτρίας. Ὧν ἔνιαί εἰσιν ἀθυρίδωτοι, εἰς ἃς ἐλέγετο καθέζεσθαι τῇ τεσ‐
10σαρακοστῇ ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη στενωτέρα, εἰς ἣν ἐκτεῖναι πόδας οὐκ ἴσχυεν· ἄλλη δὲ πλατυτέρα, ἐν ᾗ συνετύγχανε τοῖς φοιτῶσι πρὸς αὐτόν.

18

.

11

Οὗτος τοσοῦτον πλῆθος δαιμονιζομένων ἐθεράπευσεν ὡς ἀριθμῷ μὴ ὑποπεσεῖν. Ὄντων δὲ ἡμῶν ἐκεῖ παρθένος ἠνέχθη ἀπὸ Θεσσαλονίκης εὐγενής, πολυετίαν ἔχουσα ἐν παραλύσει. Ταύτην ἐν εἴκοσι ἡμέραις ἐλαίῳ ἁγίῳ ἀλείφων
5ταῖς ἑαυτοῦ χερσὶ καὶ προσευχόμενος, ὑγιῆ ἀπέστειλεν εἰς τὴν ἰδίαν πόλιν. Ἥτις ἀπελθοῦσα πολλὴν καρποφορίαν αὐτῷ ἀπέστειλεν.

18

.

12

Οὗτος ἀκούσας ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται, μεταμφιασάμενος καὶ λαβὼν κοσμικὸν σχῆ‐ μα ἐργάτου, δι’ ἡμερῶν δεκαπέντε ἀνῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας. Καὶ ἐλθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν
5Ταβεννησιωτῶν ἐπεζήτει τὸν ἀρχιμανδρίτην τούτων, Παχώ‐ μιον ὀνόματι, ἄνδρα δοκιμώτατον καὶ χάρισμα ἔχοντα προφη‐
τείας· ᾧ ἀπεκρύβη τὰ κατὰ τὸν Μακάριον. Περιτυχὼν οὖν αὐτῷ λέγει· «Δέομαί σου, δέξαι με εἰς τὴν μονήν σου ἵνα γένωμαι μοναχός».84

18

.

13

Λέγει αὐτῷ ὁ Παχώμιος· «Λοι‐ πὸν εἰς γῆρας ἤλασας, καὶ ἀσκεῖν οὐ δύνασαι· οἱ ἀδελφοί εἰσιν ἀσκηταί, καὶ οὐ φέρεις αὐτῶν τοὺς πόνους· καὶ σκαν‐ δαλίζῃ καὶ ἐκβαίνεις κακολογῶν αὐτούς». Καὶ οὐκ ἐδέξατο
5αὐτὸν οὔτε τὴν πρώτην οὔτε τὴν δευτέραν, μέχρις ἡμερῶν ἑπτά. Ὡς δὲ ηὐτόνησε παραμένων νῆστις, ὕστερον λέγει αὐτῷ· «Δέξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ’ αὐτοὺς καὶ ἐργάσωμαι, κέλευσόν με ἐκριφῆναι». Πείθει τοὺς ἀδελ‐ φοὺς εἰσδέξασθαι αὐτόν· ἔστι δὲ τὸ σύστημα τῆς μιᾶς μονῆς
10χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον.

18

.

14

Εἰσῆλθεν οὖν· παρελθόντος δὲ χρόνου ὀλίγου ἐπέστη ἡ τεσσαρακοστή, καὶ εἶδεν ἕκαστον διαφόρους πολιτείας ἀσκοῦντα· τὸν μὲν ἐσθίοντα ἑσπέρας, τὸν δὲ διὰ δύο, τὸν δὲ διὰ πέντε· ἄλλον
5δὲ πάλιν ἑστῶτα διὰ πάσης νυκτός, ἐν ἡμέρᾳ δὲ καθήμενον. Βρέξας οὖν θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος ἔστη ἐν γωνίᾳ μιᾷ, καὶ μέχρις οὗ αἱ τεσσαράκοντα ἐπληρώθησαν ἡμέραι καὶ τὸ πάσχα παραγέγονεν οὐκ ἄρτου ἥψατο, οὐχ ὕδατος· οὐ γόνυ ἔκαμψεν, οὐκ ἀνέπεσε· παρεκτὸς φύλλων
10κράμβης ὀλίγων οὐκ ἐλάμβανε, καὶ τοῦτο κατὰ κυριακήν, ἵνα δόξῃ ἐσθίειν.

18

.

15

Καὶ εἴ ποτε ἐξέβαινεν εἰς τὴν χρείαν ἑαυτοῦ, θᾶττον πάλιν εἰσιὼν ἵστατο, μὴ λαλήσας μηδενί, μὴ ἀνοίξας τὸ στόμα, ἀλλὰ σιωπῇ ἐστώς· ἐκτὸς δὲ προσ‐ ευχῆς τῆς ἐν τῇ καρδίᾳ καὶ τῶν θαλλῶν τῶν ἐν ταῖς χερσὶν
5οὐδὲν ἐποίει. Θεασάμενοι οὖν πάντες οἱ ἀσκηταὶ ἐστασίασαν κατὰ τοῦ ἡγουμένου λέγοντες· «Τοῦτον ἡμῖν πόθεν ἤγαγες τὸν ἄσαρκον, εἰς κατάκρισιν ἡμῶν; ἢ ἔκβαλε αὐτόν, ἢ ἵνα εἰδῇς ὅτι πάντες ἡμεῖς ἀναχωροῦμεν». Ἀκούσας οὖν αὐτοῦ
τὰ τῆς πολιτείας, προσηύξατο τῷ θεῷ, ἵνα αὐτῷ ἀποκαλυφθῇ86
10τίς ἐστίν.

18

.

16

Ἀπεκαλύφθη οὖν αὐτῷ· καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἐξάγει αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἔνθα τὸ θυσιαστήριον ἦν, καὶ λέγει αὐτῷ· «Δεῦρο, καλόγηρε· σὺ εἶ Μακάριος, καὶ ἀπέκρυψας ἀπ’ ἐμοῦ. Διὰ πολλῶν σε
5ἐτῶν ἐπεπόθουν ἰδεῖν. Χάριν σοι ἔχω ὅτι ἐκονδύλισας τὰ παιδία μου, ἵνα μὴ μέγα φρονῶσιν ἐπὶ ταῖς ἑαυτῶν ἀσκήσε‐ σιν. Ἄπελθε οὖν εἰς τὸν τόπον σου· αὐτάρκως γὰρ ᾠκοδό‐ μησας ἡμᾶς· καὶ εὔχου ὑπὲρ ἡμῶν». Τότε ἀξιωθεὶς ἀνε‐ χώρησεν.

18

.

17

Ἄλλοτε πάλιν διηγήσατο ὅτι «Πᾶσαν πολιτείαν ἣν ἐπεθύμησα κατορθώσας, τότε εἰς ἄλλην ἦλθον ἐπιθυμίαν ὅθεν ἠθέλησά ποτε πέντε ἡμέρας μόνον τὸν νοῦν μου ἀπε‐ ρίσπαστον ἀπὸ τοῦ θεοῦ ποιῆσαι. Καὶ κρίνας τοῦτο ἀπέκλεισα
5τὴν κέλλαν καὶ τὴν αὐλήν, ὥστε μὴ δοῦναι ἀνθρώπῳ ἀπό‐ κρισιν, καὶ ἔστην ἀρξάμενος ἀπὸ τῆς δευτέρας. Παραγγέλλω οὖν μου τῷ νῷ εἰπών· “Μὴ κατέλθῃς τῶν οὐρανῶν· ἔχεις ἐκεῖ ἀγγέλους, ἀρχαγγέλους, τὰς ἄνω δυνάμεις, τὸν θεὸν τῶν ὅλων· μὴ κατέλθῃς ὑποκάτω τοῦ οὐρανοῦ”.

18

.

18

Καὶ διαρκέσας ἡμέρας δύο καὶ νύκτας δύο, οὕτω παρώξυνα τὸν δαίμονα ὡς φλόγα πυρὸς γενέσθαι καὶ κατακαῦσαί μου πάντα τὰ ἐν τῷ κελλίῳ, ὡς καὶ τὸ ψιάθιον ἐν ᾧ εἱστήκειν
5πυρὶ καταφλεχθῆναι καὶ νομίσαι με ὅτι ὅλως ἐμπίμπραμαι. Τέλος πληγεὶς φόβῳ ἀπέστην τῇ τρίτῃ ἡμέρᾳ, μὴ δυνηθεὶς ἀπερίσπαστόν μου τὸν νοῦν ποιῆσαι, ἀλλὰ κατῆλθον εἰς θεω‐ ρίαν τοῦ κόσμου, ἵνα μή μοι λογισθῇ τῦφος».

18

.

19

Τούτῳ ποτὲ τῷ ἁγίῳ Μακαρίῳ παρέβαλον ἐγώ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης κατακεί‐ μενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ καλουμένου καρκίνου, καὶ αὐτὸ τὸ ὀστέον ἀπὸ τῆς κορυφῆς
5ἐφαίνετο. Παρεγένετο οὖν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο αὐτὸν ἐν συντυχίᾳ. Παρεκάλεσα οὖν αὐτὸν ὅτι «Δέομαί σου, κατ‐ οίκτειρον αὐτόν, καὶ δὸς αὐτῷ τὴν ἀπόκρισιν».88

18

.

20

Καὶ λέγει μοι· «Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι· παιδεία γὰρ αὐτῷ ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀπο‐ στῆναι τῆς λειτουργίας· πορνεύων γὰρ ἐλειτούργει, καὶ διὰ
5τοῦτο παιδεύεται· καὶ ὁ θεὸς αὐτὸν ἰᾶται». Ὡς οὖν εἶπον τῷ κακουμένῳ συνέθετο, ὀμόσας μηκέτι ἱερατεύειν. Τότε ἐδέξατο αὐτὸν καὶ λέγει αὐτῷ· «Πιστεύεις ὅτι ἔστι θεός;» Λέγει αὐτῷ· «Ναί».

18

.

21

«Μὴ ἠδυνήθης διαπαῖξαι τὸν θεόν;» Ἀπεκρίνατο ὅτι «Οὔ». Λέγει αὐτῷ· «Εἰ γνω‐ ρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ θεοῦ παιδείαν δι’ ἣν τοῦτο ὑπέστης, διορθώθητι εἰς τὸ ἑξῆς». Ἐξωμολογήσατο
5οὖν τὴν αἰτίαν, καὶ ἔδωκε λόγον μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι, ἀλλὰ τὸν λαικὸν ἀσπάσασθαι κλῆρον. Καὶ οὕτως ἐπέθηκεν αὐτῷ χεῖρα, καὶ ἐν ὀλίγαις ἡμέραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν ὑγιής.

18

.

22

Ἐπ’ ὄψεσιν ἐμαῖς προσηνέχθη αὐτῷ παιδαρίσκος ἐνερ‐ γούμενος ὑπὸ πονηροῦ πνεύματος. Ἐπιθεὶς οὖν αὐτῷ χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ τὴν ἄλλην ἐπὶ τῆς καρδίας, ἐπὶ τοσοῦ‐ τον ηὔξατο ἕως οὗ αὐτὸν ἀπὸ ἀέρος ἐποίησε κρεμασθῆναι.
5Οἰδήσας οὖν ὡς ἀσκὸς ὁ παῖς τοσοῦτον ἐφλέγμανεν ὡς γενέσθαι πᾶς ἐρυσιπέλατος. Καὶ αἰφνίδιον ἀνακράξας, διὰ πασῶν τῶν αἰσθήσεων ὕδωρ ἐνήνοχε, καὶ λωφήσας πάλιν γέγονεν εἰς τὸ μέτρον ὃ ἦν. Παραδίδωσιν οὖν τῷ πατρὶ αὐτόν, ἀλείψας ἐλαίῳ ἁγίῳ, καὶ ἐπιχέας ὕδωρ, παρήγγειλεν
10ἐπὶ τεσσαράκοντα ἡμέρας μὴ κρεῶν ἅψασθαι, μὴ οἴνου. Καὶ οὕτως αὐτὸν ἰάσατο.

18

.

23

Ὤχλησαν τούτῳ ποτὲ λογισμοὶ κενοδοξίας ἐκβάλ‐ λοντες αὐτὸν τῆς κέλλης, καὶ ὑποτιθέμενοι οἰκονομίας χάριν καταλαμβάνειν τὴν Ῥωμαίων πρὸς θεραπείαν τῶν ἀρ‐ ρωστούντων· μεγάλως γὰρ ἐνήργει ἡ χάρις εἰς αὐτὸν κατὰ90
5πνευμάτων. Καὶ ὡς ἐπὶ πολὺ οὐχ ὑπήκουσε, σφοδρῶς δὲ ἠλαύνετο, πεσὼν ἐπὶ τῆς φλιᾶς τῆς κέλλης τοὺς πόδας ἀφῆκεν ἐπὶ τὰ ἔξω καὶ λέγει· «Ἕλκετε, δαίμονες, καὶ σύρετε· ἐγὼ γὰρ τοῖς ποσὶ τοῖς ἐμοῖς οὐκ ἀπέρχομαι· εἰ δύ‐ νασθέ με οὕτως ἀπενεγκεῖν ἀπελεύσομαι»· διομνὺς αὐτοῖς
10ὅτι «Κεῖμαι ἕως ἑσπέρας· ἐὰν μή με σαλεύσετε, οὐ μὴ ὑμῶν ἀκούσω».

18

.

24

Ἐπὶ πολὺ οὖν πεσὼν ἀνέστη. Ἐπι‐ γενομένης δὲ νυκτὸς πάλιν αὐτῷ ἐπέθεντο· καὶ σπυρίδα μοδίων δύο ψάμμου πληρώσας καὶ θεὶς ἐπὶ τῶν ὤμων, διεκίνει ἀνὰ τὴν ἔρημον. Συνήντησεν οὖν αὐτῷ Θεοσέβιος
5ὁ κοσμήτωρ, Ἀντιοχεὺς τῷ γένει, καὶ λέγει αὐτῷ· «Τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον, καὶ μὴ σκύλλου»· Ὁ δὲ λέγει αὐτῷ· «Σκύλλω τὸν σκύλλοντά με· ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει». Ἐπὶ πολὺ οὖν διακινήσας εἰσῆλθεν εἰς τὴν κέλλαν, συντρίψας τὸ σῶμα.

18

.

25

Οὗτος ἡμῖν ὁ ἅγιος Μακάριος διηγήσατο, ἦν γὰρ πρεσβύτερος, ὅτι «Ἐπεσημηνάμην κατὰ τὸν καιρὸν τῆς διαδόσεως τῶν μυστηρίων ὅτι Μάρκῳ τῷ ἀσκητῇ οὐδέποτε ἔδωκα ἐγὼ προσφοράν, ἀλλὰ ἄγγελος αὐτῷ ἐπεδίδου ἐκ
5τοῦ θυσιαστηρίου· μόνον δὲ τὸν ἀστράγαλον ἐθεώρουν τῆς χειρὸς τοῦ διδόντος». Μάρκος δὲ οὗτος νεώτερος ἦν, παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίζων, πραῢς καθ’ ὑπερβολήν, σώφρων εἰ καί τις ἄλλος.

18

.

26

Μιᾶς οὖν τῶν ἡμερῶν εὐκαιρηθεὶς ἐγώ, εἰς τὸ ἔσχατον
αὐτοῦ γῆρας, ἀπέρχομαι καὶ παρακαθέζομαι αὐτοῦ τῇ θύρᾳ νομίσας αὐτὸν ὑπὲρ ἄνθρωπον, ὡς ἅτε ἀρχαῖον, ἀκροώμενος τί λέγει ἢ τί διαπράττεται. Καὶ μονώτατος ὢν ἔνδον, περὶ92
5τὰ ἑκατὸν ἐλάσας ἔτη ἤδη καὶ τοὺς ὀδόντας ἀπολέσας, ἑαυτῷ διεμάχετο καὶ τῷ διαβόλῳ, καὶ ἔλεγε· «Τί θέλεις, κακόγηρε; Ἰδοὺ καὶ ἐλαίου ἥψω καὶ οἴνου μετέλαβες· λοιπὸν τί θέλεις, πολιόφαγε;» ἑαυτὸν ὑβρίζων. Εἶτα καὶ τῷ διαβόλῳ· «Μὴ ἀκμήν τί σοι χρεωστῶ; οὐδὲν εὑρίσκεις·
10ἄπελθε ἀπ’ ἐμοῦ». Καὶ ὡς τερετίζων ἑαυτῷ διελέγετο· «Δεῦρο, πολιόφαγε· ἕως πότε ἔσομαι μετὰ σοῦ;»

18

.

27

Διηγεῖτο δὲ ἡμῖν Παφνούτιος ὁ μαθητὴς αὐτοῦ, ὅτι μιᾷ τῶν ἡμερῶν ὕαινα λαβοῦσα τὸν ἑαυτῆς σκύμνον, τυφλὸν ὄντα, ἤνεγκε τῷ Μακαρίῳ· καὶ τῇ κεφαλῇ κρούσασα τῆς αὐλῆς τὴν θύραν εἰσῆλθεν ἔξω αὐτοῦ καθημένου, καὶ
5ἔρριψεν ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν σκύμνον. Λαβὼν δὲ ὁ ἅγιος καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο, καὶ παραχρῆμα ἀνέβλεψε. Καὶ θηλάσασα αὐτὸν ἡ μήτηρ αὐτοῦ λαβοῦσα αὐτὸν ἀπῆλθε.

18

.

28

Καὶ τῇ ἄλλῃ ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἐνή‐ νοχε τῷ ἁγίῳ. Ὡς δὲ ἡ μακαρία Μελάνιόν μοι εἶπεν ὅτι «Παρὰ τοῦ Μακαρίου ἐγὼ ἔλαβον τὸ κώδιον ἐκεῖνο ξένιον». Καὶ τί θαυμαστὸν εἰ ὁ τοὺς λέοντας τῷ Δανιὴλ ἡμερώσας,
5καὶ τὴν ὕαιναν ἐσυνέτισεν; Ἔλεγε δὲ ὅτι ἀφ’ οὗ ἐβαπτίσθη οὐκ ἔπτυσε χαμαί, ἑξηκοστὸν ἔχων ἔτος ἀφ’ οὗ ἐβαπτίσθη.

18

.

29

Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὑποκόλοβον, σπανόν, ἐπὶ τοῦ χείλους μόνον ἔχον τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος· ὑπερβολῇ γὰρ ἀσκήσεως οὐδὲ αἱ τρίχες τῆς γενειάδος αὐτοῦ ἐφύησαν.
5 Τούτῳ ἐγὼ προσῆλθόν ποτε ἀκηδιάσας, καὶ λέγω αὐτῷ· «Ἀββᾶ, τί ποιήσω; ὅτι θλίβουσί με οἱ λογισμοὶ λέγοντες ὅτι Οὐδὲν ποιεῖς, ἄπελθε ἔνθεν». Καὶ λέγει μοι ὅτι «Εἰπὲ αὐτοῖς· Ἐγὼ διὰ Χριστὸν τοὺς τοίχους τηρῶ». Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα σοι ἐσήμηνα τοῦ ἁγίου94
10Μακαρίου.

19

t

Περὶ Μωσέως τοῦ Αἰθίοπος

19

.

1

Μωσῆς οὕτω τις καλούμενος, Αἰθίοψ τῷ γένει, μέλας, οἰκέτης ὑπῆρχε πολιτευομένου τινός· ὃν διὰ πολλὴν δυστροπίαν καὶ λῃστείαν ἔρριψεν ὁ ἴδιος δεσπότης· ἐλέγετο γὰρ καὶ μέχρι φόνων φθάνειν· ἀναγκάζομαι γὰρ λέγειν
5αὐτοῦ τὰ τῆς πονηρίας, ἵνα δείξω αὐτοῦ τὴν ἀρετὴν τῆς μετανοίας. Διηγοῦντο γοῦν ὅτι καὶ ἀφηγούμενος ἦν λῃστη‐ ρίου ἑνός· οὗ καὶ τὸ ἔργον φαίνεται ἐν τοῖς λῃστρικοῖς, ὅτι ποιμένι τινὶ ἐμνησικάκησέ ποτε παρεμποδίσαντι αὐτῷ εἰς πρᾶγμά τι μετὰ τῶν κυνῶν ἐν νυκτί·

19

.

2

ὃν ἀποκτεῖναι θελήσας περινοστεῖ τὸν τόπον ἔνθα τὴν στάσιν εἶχε τὴν τῶν προβάτων· καὶ ἐμηνύθη αὐτῷ πέραν τοῦ Νείλου· καὶ πλημμυροῦντος τοῦ ποταμοῦ καὶ κρατοῦντος ὡσεὶ σημεῖον
5ἕν, δακὼν τὴν μάκαιραν ἐν τῷ στόματι καὶ τὸν χιτωνίσκον θεὶς τῇ κεφαλῇ διεπέρασεν οὕτω κολυμβήσας τὸν ποταμόν. Ἐν τῷ τοῦτον οὖν διακολυμβᾶν ἠδυνήθη ὁ ποιμὴν διαλα‐ θεῖν αὐτόν, ἑαυτὸν καταχώσας εἰς τὴν ἄμμον. Τοὺς οὖν ἐξ ἐπιλογῆς τέσσαρας κριοὺς σφάξας καὶ δήσας σειρᾷ, διε‐
10κολύμβησεν αὖθις·

19

.

3

καὶ ἐλθὼν εἰς μικρὸν προαύλιον ἀπέδειρε, καὶ φαγὼν τὰ κάλλιστα τῶν κρεῶν καὶ εἰς οἶνον διαπωλήσας τὰ κώδια καὶ σαΐτην πιὼν ὡς ἰταλικῶν δεκαοκτὼ ξεστῶν, πεντήκοντα σημεῖα ἀπῆλθεν ὅπου τὸ κολλήγιον
5εἶχεν. Οὗτος ὁ τοσοῦτος ὀψέ ποτε κατανυγεὶς ἐκ περιστάσεώς τινος, ἐπέδωκεν ἑαυτὸν μοναστηρίῳ καὶ οὕτως προσῆλθε τῷ πράγματι τῆς μετανοίας ὡς καὶ αὐτὸν τὸν συμπράκτην αὐτοῦ τῶν κακῶν ἐκ νεότητος δαίμονα τὸν αὐτῷ συνα‐96
10μαρτόντα ἄντικρυς εἰς ἐπίγνωσιν ἀγαγεῖν τοῦ Χριστοῦ. Ἐν οἷς λέγεταί ποτε ὅτι λῃσταὶ τούτῳ ἐπέπεσον ἐν τῷ κελλίῳ καθημένῳ ἀγνοήσαντες τὸ τίς ἐστιν. Ἦσαν δὲ τέσσα‐ ρες·

19

.

4

οὓς δήσας πάντας καὶ καθάπερ ζαβέρναν ἐπιθεὶς ἀχύρου τῷ νώτῳ ἤνεγκεν εἰς τὴν ἐκκλησίαν τῶν ἀδελφῶν εἰπών· «Ἐπειδὴ οὐκ ἔξεστί μοι ἀδικεῖν οὐδένα, τί κελεύετε περὶ τούτων;» Οὕτως ἐκεῖνοι ἐξομολογησάμενοι, καὶ γνόντες
5ὅτι Μωσῆς ἐστὶν ἐκεῖνος, ὅ ποτε ὀνομαστὸς καὶ περιβόητος ἐν τοῖς λῃσταῖς, δοξάσαντες τὸν θεὸν κἀκεῖνοι ἀπετάξαντο διὰ τὴν τούτου μεταβολήν, λογισάμενοι ὅτι «Εἰ οὗτος ὁ οὕτως ἱκανὸς καὶ δυνάμενος ἐν τοῖς λῃστρικοῖς τὸν θεὸν ἐφοβήθη, ἡμεῖς τί ἀναβαλλόμεθα τὴν σωτηρίαν;»

19

.

5

Τούτῳ τῷ Μωσεῖ ἐπέθεντο δαίμονες εἰς τὴν ἀρχαίανσυνήθειαν τῆς ἀκολασίας τῆς πορνικῆς κατελαύνοντες· ὃς ἐπὶ τοσοῦτον ἐπειράσθη, ὡς αὐτὸς διηγεῖτο, ὡς μικροῦ δεῖν τῆς προθέσεως ἐξοκεῖλαι. Παραγενόμενος οὖν πρὸς
5τὸν μέγαν Ἰσίδωρον τὸν ἐν τῇ Σκήτει, ἀνήνεγκε τὰ τοῦ πολέμου. Καὶ λέγει αὐτῷ· «Μὴ λυπηθῇς· ἀρχαὶ γάρ εἰσι, καὶ διὰ τοῦτο σφοδρότερόν σοι ἐπέθεντο ζητοῦντες τὴν συνήθειαν.

19

.

6

Ὥσπερ γὰρ κύων ἐν μακέλλῳ τῇ συνηθείᾳ οὐκ ἀφίσταται, ἂν δὲ κλεισθῇ τὸ μάκελλον καὶ μηδεὶς αὐτῷ μηδὲν δῷ, οὐκέτι ἐγγίζει· οὕτω καὶ σὺ ἐὰν ἐπιμείνῃς, ἀκηδιάσας ὁ δαίμων ἔχει σου ἀποστῆναι». Ἀναχωρήσας
5οὖν ἀπὸ τῆς ὥρας ἐκείνης σφοδρότερον ἠσκεῖτο, καὶ μάλιστα ἀπὸ βρωμάτων, οὐδενὸς μεταλαμβάνων πλὴν ἄρτου ξηροῦ ἐν δώδεκα οὐγκίαις, ἐργαζόμενος ἔργον πλεῖστον, καὶ πεν‐ τήκοντα προσευχὰς ἐκτελῶν. Κατατήξας οὖν αὐτοῦ τὸ σωμά‐ τιον, ἔμεινε πυρούμενος ἔτι καὶ ἐνυπνιαζόμενος.98

19

.

7

Πάλιν παρέβαλεν ἄλλῳ τινὶ τῶν ἁγίων καὶ λέγει αὐτῷ· «Τί ποιήσω ὅτι σκοτίζουσί μου τὸν λογισμὸν τὰ ἐνύπνια τῆς ψυχῆς κατὰ συνήθειαν ἡδονῆς;» Λέγει αὐτῷ· «Ἐπειδὴ
5τὸν νοῦν σου οὐκ ἀπέστησας τῶν περὶ ταῦτα φαντασιῶν, τούτου χάριν ὑφίστασαι τοῦτο· δὸς ἑαυτὸν εἰς ἀγρυπνίαν καὶ προσεύχου νηφόντως καὶ ἐλευθεροῦσαι ἀπὸ τούτων τα‐ χέωσ». Ὃς ἀκούσας καὶ ταύτης τῆς ὑποθέσεως ἀπελθὼν ἐν τῇ κέλλῃ ἔδωκε λόγον μὴ κοιμηθῆναι διὰ πάσης νυκτός,
10μὴ κλῖναι γόνυ.

19

.

8

Μείνας οὖν ἐν τῷ κελλίῳ ἐπὶ ἔτη ἕξ, τὰς νύκτας πάσας εἰς τὸ μέσον τοῦ κελλίου ἵστατο προσ‐ ευχόμενος, ὀφθαλμὸν μὴ καμμύων· καὶ τοῦ πράγματος περιγενέσθαι οὐκ ἠδυνήθη. Ὑπέθετο οὖν ἑαυτῷ πάλιν ἄλλην
5πολιτείαν, καὶ ἐξερχόμενος τὰς νύκτας ἀπῄει εἰς τὰς κέλ‐ λας τῶν γερόντων καὶ ἀσκητικωτέρων, καὶ λαμβάνων τὰς ὑδρίας αὐτῶν λεληθότως ἐπλήρου ὕδατος. Ἀπὸ μήκους γὰρ ἔχουσι τὸ ὕδωρ, οἱ μὲν ἀπὸ δύο, οἱ δὲ ἀπὸ πέντε σημείων, ἄλλοι ἀπὸ ἡμίσεος.

19

.

9

Μιᾶς οὖν τῶν νυκτῶν ἐπιτηρήσας ὁ δαίμων καὶ μὴ καρτερήσας, ἐγκύψαντι αὐτῷ εἰς τὸ φρέαρ δέδωκε κατὰ τῶν ψοῶν ῥοπάλῳ τινὶ καὶ ἀφῆκεν αὐτὸν νεκρόν, μὴ αἰσθανόμενον μήτε ὃ πέπονθε μήτε παρὰ τίνος. Τὴν
5ἄλλην οὖν ἡμέραν ἐλθών τις ἀντλῆσαι ὕδωρ εὗρεν αὐτὸν ἐκεῖ κείμενον, καὶ ἀνήγγειλε τῷ μεγάλῳ Ἰσιδώρῳ τῷ πρεσ‐ βυτέρῳ τῆς Σκήτεως. Λαβὼν οὖν αὐτὸν ἀνήνεγκεν εἰς τὴν ἐκκλησίαν· καὶ ἐπὶ ἔτος ἓν ἐνόσησεν ὡς μόλις γενέσθαι τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχὴν ἐν ἰσχύϊ.

19

.

10

Λέγει οὖν αὐτῷ
ὁ μέγας Ἰσίδωρος· «Παῦσαι φιλονεικῶν, Μωσῆ, τοῖς δαί‐ μοσι· καὶ μὴ αὐτοῖς ἐπέμβαινε· μέτρα γάρ εἰσι καὶ τῆς ἀνδρείας τῆς ἐν τῇ ἀσκήσει». Ὁ δὲ λέγει αὐτῷ· «Οὐ μὴ100
5παύσωμαι μέχρις οὗ παύσηταί μου ἡ φαντασία τῶν δαι‐ μόνων». Λέγει οὖν αὐτῷ· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πέπαυταί σου τὰ ἐνύπνια· κοινώνησον οὖν μετὰ παρρησίας· ἵνα γὰρ μὴ καυχήσῃ ὡς περιγενόμενος πάθους, τούτου χάριν κατεδυναστεύθης πρὸς τὸ συμφέρον».

19

.

11

Καὶ ἀπῆλθε πάλιν ἐπὶ τὴν κέλλαν αὐτοῦ. Μετὰ ταῦτα ἐρωτηθεὶς παρὰ Ἰσιδώρου ὡς μετὰ μῆνας δύο, ἔλεγε μηκέτι μηδὲν πεπον‐ θέναι. Κατηξιώθη δὲ οὗτος χαρίσματος κατὰ δαιμόνων
5οὕτως ὡς τὰς μυίας ταύτας ἡμᾶς φοβεῖσθαι μᾶλλον ἢ ἐκεῖνον τοὺς δαίμονας. Αὕτη ἡ πολιτεία Μωσέως τοῦ Αἰθίοπος, ὃς καὶ αὐτὸς ἦν ἐν τοῖς μεγάλοις τῶν πατέρων συναριθμού‐ μενος. Τελευτᾷ οὖν ἐτῶν ἑβδομήκοντα πέντε ἐν τῇ Σκήτει γενόμενος πρεσβύτερος, καταλιπὼν καὶ μαθητὰς ἑβδομή‐
10κοντα.

20

t

Περὶ Παύλου

20

.

1

Ὄρος ἐστὶν ἐν τῇ Αἰγύπτῳ ἀπάγον ἐπὶ τὴν Σκῆτιν τὴν πανέρημον ὃ καλεῖται Φέρμη. Ἐν τούτῳ τῷ ὄρει κα‐ θέζονται ὡς πεντακόσιοι ἄνδρες ἀσκούμενοι· ἐν οἷς καὶ Παῦλός τις, οὕτω καλούμενος, ταύτην ἔσχε τὴν πολιτείαν·
5οὐκ ἔργου ἥψατο, οὐ πραγματείας, οὐκ ἔλαβε παρά τινος παρεκτὸς οὗ ἤσθιεν. Ἔργον δὲ αὐτῷ καὶ ἄσκησις γέγονε τὸ ἀδιαλείπτως προσεύχεσθαι. Τετυπωμένας οὖν εἶχεν εὐχὰς τριακοσίας, τοσαῦτα οὖν ψηφία συνάγων καὶ ἐν τῷ κόλπῳ κατέχων, καὶ ῥίπτων καθ’ ἑκάστην εὐχὴν ἔξω τοῦ κόλπου
10μίαν ψῆφον.

20

.

2

Οὗτος παραβαλὼν συντυχίας ἕνεκεν τῷ ἁγίῳ Μακαρίῳ τῷ λεγομένῳ πολιτικῷ, λέγει αὐτῷ· «Ἀββᾶ Μακάριε, θλίβομαι». Ἠνάγκασεν οὖν αὐτὸν εἰπεῖν διὰ ποίαν αἰτίαν. Ὁ δὲ λέγει αὐτῷ· «Ἐν κώμῃ τινὶ παρθένος
102
5κατοικεῖ τις τριακοστὸν ἔτος ἔχουσα ἀσκουμένη· περὶ ἧς μοι διηγήσαντο ὅτι παρεκτὸς σαββάτου ἢ κυριακῆς οὐδέποτε γεύεται· ἀλλὰ τὸν χρόνον ὅλον ἕλκουσα τὰς ἑβδομάδας διὰ πέντε ἐσθίουσα ἡμερῶν ποιεῖ εὐχὰς ἑπτακοσίας. Καὶ ἀπευ‐ δόκησα ἐμαυτοῦ τοῦτο μαθὼν ὅτι ὑπὲρ τὰς τριακοσίας
10οὐκ ἠδυνήθην ποιῆσαι».

20

.

3

Ἀποκρίνεται αὐτῷ ὁ ἅγιος Μακάριος· «Ἐγὼ ἑξηκοστὸν ἔτος ἔχω τεταγμένας ἑκατὸν εὐχὰς ποιῶν καὶ τὰ πρὸς τροφὴν ἐργαζόμενος καὶ τοῖς ἀδελφοῖς τὴν ὀφειλὴν τῆς συντυχίας ἀποδιδούς, καὶ οὐ κρίνει
5με ὁ λογισμὸς ὡς ἀμελήσαντα. Εἰ δὲ σὺ τριακοσίας ποιῶν ὑπὸ τοῦ συνειδότος κρίνῃ, δῆλος εἶ καθαρῶς αὐτὰς μὴ εὐχό‐ μενος, ἢ δυνάμενος πλείονας εὔχεσθαι καὶ μὴ εὐχόμενος».

21

t

Περὶ Εὐλογίου καὶ τοῦ λελωβημένου

21

.

1

Κρόνιός μοι διηγήσατο ὁ πρεσβύτερος τῆς Νιτρίας ὅτι «Νεώτερος ὢν καὶ ἀκηδίας χάριν φυγὼν ἐκ τῆς μονῆς τοῦ ἀρχιμανδρίτου μου, ἀλώμενος ἔφθασα ἕως τοῦ ὄρους τοῦ ἁγίου Ἀντωνίου. Ἐκάθητο δὲ μεταξὺ Βαβυλῶνος καὶ
5Ἡρακλέους εἰς τὴν πανέρημον τὴν φέρουσαν κατὰ θάλασσαν τὴν ἐρυθρὰν ὡς ἀπὸ τριάκοντα σημείων τοῦ ποταμοῦ. Ἐλ‐ θὼν οὖν αὐτοῦ εἰς τὸ μοναστήριον τὸ παρὰ τὸν ποταμόν, ἔνθα οἱ τούτου μαθηταὶ ἐκαθέζοντο εἰς τὸ λεγόμενον Πίσπιρ
Μακάριος καὶ Ἀμάτας οἳ καὶ ἔθαψαν αὐτὸν κοιμηθέντα,104
10ἐξεδεξάμην ἡμέρας πέντε ἵνα συντύχω τῷ ἁγίῳ Ἀντωνίῳ.

21

.

2

Ἐλέγετο γὰρ παραβάλλειν τῷ μοναστηρίῳ τούτῳ, ποτὲ μὲν διὰ δέκα, ποτὲ δὲ διὰ εἴκοσι, ποτὲ δὲ διὰ πέντε ἡμερῶν, καθὼς ἂν αὐτὸν ὁ θεὸς ἦγεν ἐπ’ εὐεργεσίᾳ τῶν παρατυγχα‐ νόντων τῷ μοναστηρίῳ. Διάφοροι οὖν συνήχθησαν ἀδελφοί,
5διαφόρους ἔχοντες χρείας· ἐν οἷς καὶ Εὐλόγιός τις Ἀλεξαν‐ δρεὺς μονάζων καὶ ἄλλος λελωβημένος, οἳ καὶ παρεγένοντο δι’ αἰτίαν τοιάνδε.

21

.

3

Οὗτος ὁ Εὐλόγιος σχολαστικὸς ὑπῆρχεν ἐκ τῶν ἐγκυκλίων παιδευμάτων, ὃς ἔρωτι πληγεὶς ἀθανασίας ἀπετάξατο τοῖς θορύβοις, καὶ πάντα διασκορπίσας τὰ ὑπάρχοντα κατέλιπεν ἑαυτῷ βραχέα νομίσματα, ἐργά‐
5σασθαι μὴ δυνάμενος. Ἀκηδιῶν οὖν καθ’ ἑαυτὸν καὶ μήτε εἰς συνοδίαν βουλόμενος εἰσελθεῖν μήτε μόνος πληροφο‐ ρούμενος, εὗρέ τινα κατὰ τὴν ἀγορὰν ἐρριμμένον λελωβημέ‐ νον ὃς οὔτε χεῖρας εἶχεν οὔτε πόδας. Τούτῳ μόνη ἡ γλῶττα ἀκατάτριπτος ὑπῆρχε πρὸς συμφορὰν τῶν ἐντυγχανόντων.

21

.

4

Ὁ οὖν Εὐλόγιος στὰς ἐνατενίζει αὐτῷ καὶ προσεύχε‐ ται τῷ θεῷ, καὶ τίθεται διαθήκην μετὰ τοῦ θεοῦ ὅτι “Κύριε, ἐπὶ τῷ ὀνόματί σου λαμβάνω τοῦτον τὸν λελωβημένον καὶ διαναπαύω αὐτὸν μέχρι θανάτου, ἵνα διὰ τούτου κἀγὼ σωθῶ.
5Χάρισαί μοι ὑπομονὴν τῆς τούτου ὑπηρεσίας”. Καὶ προσ‐
ελθὼν τῷ λελωβημένῳ λέγει αὐτῷ· “Θέλεις, ὁ μέγας, λαμβάνω σε εἰς τὴν οἰκίαν καὶ διαναπαύω σε;” Λέγει αὐτῷ· “Καὶ πάνυ”. “Οὐκοῦν, φησί, φέρω ὄνον καὶ λαμβάνω σε;” Συνέθετο. Ἐνέγκας οὖν ὄνον ἦρεν αὐτόν, καὶ ἀπήνεγκεν εἰς106
10τὸ ἴδιον ξενίδιον, καὶ ἦν αὐτοῦ ἐπιμελούμενος.

21

.

5

Διακαρ‐ τερήσας οὖν ὁ λελωβημένος ἐπὶ ἔτη δεκαπέντε ἐνοσοκομεῖτο παρ’ αὐτοῦ, λουόμενος καὶ θεραπευόμενος ταῖς χερσὶ τοῦ Εὐλογίου καὶ ἀξίως τρεφόμενος τῆς νόσου. Μετὰ δὲ τὰ
5δεκαπέντε ἔτη δαίμων ἐνέσκηψεν εἰς αὐτὸν καὶ ἀποστασιάζει πρὸς τὸν Εὐλόγιον· καὶ ἤρξατο τοσαύταις δυσφημίαις καὶ λοιδορίαις πλύνειν τὸν ἄνδρα, ἐπιλέγων· “Σχάστα, φυγο‐ κύρι, ἀλλότρια χρήματα ἔκλεψας, καὶ δι’ ἐμοῦ θέλεις σωθῆ‐ ναι. Ῥῖψόν με εἰς τὴν ἀγοράν· κρέα θέλω”. Ἤνεγκεν αὐτῷ
10κρέα.

21

.

6

Πάλιν οὖν ἀνέκραξεν· “Οὐ πληροφοροῦμαι· ὄχλους θέλω· εἰς τὴν ἀγορὰν θέλω. Ὦ βία· ῥῖψόν με ὅπου με εὗρες”. Ὡς εἰ εἶχε χεῖρας τάχα ἂν καὶ ἀπήγξατο, τοῦ δαί‐ μονος αὐτὸν οὕτως ἀγριώσαντος. Ἀπέρχεται τοίνυν πρὸς
5τοὺς ἐκ γειτόνων ἀσκητὰς ὁ Εὐλόγιος καὶ λέγει αὐτοῖς· “Τί ποιήσω, ὅτι εἰς ἀπελπισμόν με ἤγαγεν ὁ λελωβημένος οὗτος; Ῥίψω αὐτόν; Θεῷ δεξιὰς ἔδωκα καὶ φοβοῦμαι. Ἀλλὰ μὴ ῥίψω αὐτόν; Κακάς μοι ἡμέρας καὶ νύκτας δίδωσι. Τί οὖν αὐτῷ ποιήσω οὐκ οἶδα”.

21

.

7

Οἱ δὲ λέγουσιν αὐτῷ·
“Ὡς ἔτι ζῇ ὁ μέγας”, οὕτω γὰρ ἐκάλουν τὸν Ἀντώνιον, “ἄνελθε πρὸς αὐτὸν βαλὼν τὸν λελωβημένον εἰς πλοῖον, καὶ ἀνένεγκε αὐτὸν εἰς τὸ μοναστήριον καὶ ἔκδεξαι ἕως ἐξέλθῃ108
5ἐκ τοῦ σπηλαίου καὶ ἀνένεγκε αὐτῷ τὸ κρῖμα· καὶ ὃ ἐάν σοι εἴπῃ, στοίχησον αὐτοῦ τῇ ἐπικρίσει, ὁ θεὸς γάρ σοι λαλεῖ δι’ αὐτοῦ”. Καὶ ἠνέσχετο αὐτῶν, καὶ βαλὼν τὸν λελω‐ βημένον εἰς σκαφίδιον βουκολικόν, ἐξῆλθεν ἐν νυκτὶ τῆς πό‐ λεως, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ μοναστήριον τῶν μαθητῶν
10τοῦ ἁγίου Ἀντωνίου.

21

.

8

Συνέβη δὲ τὴν ἄλλην ἡμέραν ἐλ‐ θεῖν τὸν μέγαν ἑσπέραν βαθεῖαν, ὡς διηγήσατο ὁ Κρόνιος, ἐμπεφιβλωμένον χλανίδα δερματίνην. Ἐρχόμενος οὖν εἰς τὸ μοναστήριον αὐτῶν ταύτην εἶχε τὴν συνήθειαν καλεῖν τὸν
5Μακάριον καὶ ἐρωτᾶν αὐτόν· “Ἄδελφε Μακάριε, ἦλθόν τινες ἀδελφοὶ ὧδε;” Ἀπεκρίνατο· “Ναί.” “Αἰγύπτιοί εἰσιν ἢ Ἱεροσολυμῖται;” Σημεῖον δὲ αὐτῷ δεδώκει ὡς “Ἐὰν ἀπραγοτέρους ἴδῃς, λέγε ὅτι Αἰγύπτιοί εἰσιν· ὅταν δὲ εὐλα‐ βεστέρους καὶ λογιωτέρους, λέγε Ἱεροσολυμῖται”.

21

.

9

Ἠρώ‐ τησεν οὖν αὐτῷ κατὰ τὸ εἰωθός· “Αἰγύπτιοί εἰσιν οἱ ἀδελφοί, ἢ Ἱεροσολυμῖται;” Ἀπεκρίνατο ὁ Μακάριος καὶ λέγει αὐτῷ· “Μίγμα εἰσίν”. Ὅτε μὲν ἔλεγεν αὐτῷ· “Αἰγύπτιοί εἰσιν”,
5ἔλεγε πρὸς αὐτὸν ὁ ἅγιος Ἀντώνιος· “Ποίησον φακὸν καὶ δὸς αὐτοῖς φαγεῖν”· καὶ ἐποίει αὐτοῖς εὐχὴν μίαν, καὶ ἀπέ‐ λυεν αὐτούς. Ὅτε δὲ ἔλεγεν ὅτι “Ἱεροσολυμῖταί εἰσιν”, ἐκάθητο διὰ πάσης νυκτός, λαλῶν αὐτοῖς τὰ πρὸς σωτη‐ ρίαν.110

21

.

10

Ἐν ἐκείνῃ οὖν τῇ ἑσπέρᾳ καθεσθείς, φησί, προσκαλεῖται πάντας, καὶ μηδενὸς μηδὲν αὐτῷ εἰρηκότος ὁποῖον ὄνομα ἔχει, σκοτίας οὔσης φωνεῖ καὶ λέγει· “Εὐλόγιε, Εὐλόγιε, Εὐλόγιε”, ἐκ τρίτου. Ἐκεῖνος οὐκ ἀπεκρίνατο
5ὁ σχολαστικός, οἰόμενος ἄλλον Εὐλόγιον καλεῖσθαι. Λέγει αὐτῷ πάλιν· “Σοὶ λέγω, Εὐλόγιε, τῷ ἀπὸ Ἀλεξανδρείας ἐλ‐ θόντι”. Λέγει αὐτῷ ὁ Εὐλόγιος· “Τί κελεύεις, δέομαί σου;” “Τί ἧκες;” Ἀποκρίνεται ὁ Εὐλόγιος καὶ λέγει αὐτῷ· “Ὁ ἀποκαλύψας σοι τὸ ὄνομά μου, καὶ τὸ πρᾶγμά σοι
10ἀπεκάλυψε”.

21

.

11

Λέγει αὐτῷ ὁ Ἀντώνιος· “Οἶδα διὸ ἦλθες· ἀλλ’ ἐπὶ πάντων τῶν ἀδελφῶν εἰπέ, ἵνα καὶ αὐτοὶ ἀκούσωσι”. Λέγει αὐτῷ ὁ Εὐλόγιος· “Τοῦτον τὸν λελωβη‐ μένον εὗρον ἐν τῇ ἀγορᾷ· καὶ δεξιὰς ἔδωκα τῷ θεῷ ἵνα
5αὐτὸν νοσοκομήσω, κἀγὼ σωθῶ δι’ αὐτοῦ, καὶ αὐτὸς δι’ ἐμοῦ. Ἐπεὶ οὖν μετὰ τοσαῦτα ἔτη εἰς ἄκρον με χειμάζει καὶ ἐνεθυμήθην αὐτὸν ῥῖψαι, τούτου χάριν ἦλθον πρὸς τὴν σὴν ἁγιωσύνην, ἵνα μοι συμβουλεύσῃς τί ὀφείλω ποιῆσαι, καὶ προσεύξῃ περὶ ἐμοῦ· δεινῶς γὰρ χειμάζομαι”.

21

.

12

Λέ‐ γει αὐτῷ ὁ Ἀντώνιος ἐμβριθεῖ καὶ αὐστηρᾷ τῇ φωνῇ· “Ῥίπτεις αὐτόν; Ἀλλ’ ὁ ποιήσας αὐτὸν οὐ ῥίπτει αὐτόν.
Ῥίπτεις αὐτὸν σύ; Ἐγείρει ὁ θεὸς τὸν καλλίονά σου καὶ112
5συνάγει αὐτόν”. Ἐφησυχάσας οὖν ὁ Εὐλόγιος κατέπτηξε. Καὶ καταλείψας πάλιν τὸν Εὐλόγιον ἄρχεται τῇ γλώττῃ μαστίζειν τὸν λελωβημένον καὶ ἀποβοᾶν·

21

.

13

“Λελωβη‐ μένε, πεπηρωμένε, ἀνάξιε τῆς γῆς καὶ τοῦ οὐρανοῦ, οὐ παύῃ θεομαχῶν; Οὐκ οἶδας ὅτι ὁ Χριστός ἐστιν ὁ ὑπη‐ ρετῶν σοι; Πῶς τολμᾷς κατὰ τοῦ Χριστοῦ τοιαῦτα φθέγ‐
5γεσθαι; Οὐ διὰ τὸν Χριστὸν ἑαυτὸν ἐδούλωσεν εἰς τὴν σὴν ὑπηρεσίαν;” Στύψας οὖν καὶ τοῦτον ἀφῆκε. Καὶ δια‐ λεχθεὶς τοῖς λοιποῖς πᾶσι τὰ πρὸς τὴν χρείαν ἀπολαμβά‐ νεται τὸν Εὐλόγιον καὶ τὸν λελωβημένον καὶ λέγει αὐτοῖς·

21

.

14

“Μὴ περιστραφῆτε μηδαμοῦ, ἀπέλθετε· μὴ χωρισθῆτε ἀπ’ ἀλλήλων, ἀλλ’ ἢ εἰς τὴν κέλλαν ὑμῶν εἰς ἣν ἐχρο‐ νίσατε. Ἤδη γὰρ ἀποστέλλει ὁ θεὸς ἐφ’ ὑμᾶς. Ὁ πει‐ ρασμὸς γὰρ οὗτος συνέβη ὑμῖν ἐπειδὴ ἀμφότεροι περὶ τὸ
5τέλος ἔχετε καὶ στεφάνων μέλλετε ἀξιοῦσθαι. Μὴ οὖν ἄλλο τι ποιήσητε, καὶ ἐλθὼν ὁ ἄγγελος μὴ εὕρῃ ὑμᾶς ἐν τῷ τόπῳ”. Θᾶττον οὖν ὁδεύσαντες ἦλθον εἰς τὴν κέλλαν ἑαυτῶν. Καὶ ἐντὸς τεσσαράκοντα ἡμερῶν τελευτᾷ ὁ Εὐλόγιος· ἐντὸς δὲ ἄλλων τριῶν ἡμερῶν τελευτᾷ ὁ λελωβημένος.»

21

.

15

Χρονοτριβήσας δὲ ὁ Κρόνιος ἐν τοῖς περὶ τὴν Θηβαΐδα τόποις κατῆλθεν εἰς τὰ μοναστήρια Ἀλεξανδρείας. Καὶ συνέβη τοῦ μὲν τὰ τεσσαρακοστὰ ἐπιτελεῖσθαι, τοῦ δὲ τὰ
τρίτα παρὰ τῆς ἀδελφότητος. Ἔμαθεν οὖν ὁ Κρόνιος καὶ114
5ἐξέστη· καὶ λαβὼν εὐαγγέλιον καὶ θεὶς ἐν μέσῳ τῆς ἀδελ‐ φότητος διωμόσατο ἀφηγησάμενος τὸ συμβὰν ὅτι «Τῶν λόγων τούτων ὅλων ἑρμηνεὺς γέγονα, τοῦ μακαρίου Ἀντω‐ νίου ἑλληνιστὶ μὴ εἰδότος· ἐγὼ γὰρ ἠπιστάμην ἀμφοτέρας τὰς γλώσσας, καὶ ἡρμήνευσα αὐτοῖς, τοῖς μὲν ἑλληνιστί,
10ἐκείνῳ δὲ αἰγυπτιστί.»

21

.

16

Καὶ τοῦτο δὲ διηγήσατο ὁ Κρόνιος, ὅτι «Ἐν τῇ νυκτὶ ἐκείνῃ διηγήσατο ἡμῖν ὁ μακάριος Ἀντώνιος ὅτι “Ἐνιαυτὸν ὁλόκληρον ηὐξάμην ἀποκαλυφθῆναί μοι τὸν τόπον τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν. Καὶ ἐθεασάμην μακρόν
5τινα γίγαντα μέχρι τῶν νεφελῶν, μέλανα, τὰς χεῖρας ἐκτε‐ ταμένας ἔχοντα ἐπὶ τὸν οὐρανόν, καὶ ὑποκάτω αὐτοῦ λίμνην ἔχουσαν μέτρον θαλάσσης· καὶ ἑώρων ψυχὰς ἀνιπταμένας ὡς ὄρνεα.

21

.

17

Καὶ ὅσαι μὲν ὑπερίπταντο αὐτοῦ τῶν χει‐ ρῶν καὶ τῆς κεφαλῆς διεσώζοντο· ὅσαι δὲ παρὰ τῶν χειρῶν αὐτοῦ ἐκοσσίζοντο ἐνέπιπτον εἰς τὴν λίμνην. Ἦλθεν οὖν μοι φωνὴ λέγουσα· Ταύτας ἃς βλέπεις ὑπεριπταμένας ψυχὰς
5τῶν δικαίων αἱ ψυχαί εἰσιν αἳ εἰς τὸν παράδεισον σώζονται· αἱ δὲ ἄλλαι εἰσὶν αἱ εἰς τὸν ᾅδην ὑποσυρόμεναι, τοῖς θελή‐
μασι τῆς σαρκὸς καὶ τῇ μνησικακίᾳ ἐξακολουθήσασαι”».116

22

t

Περὶ Παύλου τοῦ ἁπλοῦ

22

.

1

Διηγεῖτο δὲ καὶ τοῦτο ὁ Κρόνιος καὶ ὁ ἅγιος Ἱέραξ καὶ πλείονες ἄλλοι περὶ ὧν μέλλω λέγειν, ὅτι Παῦλός τις ἄγροικος γεωργός, καθ’ ὑπερβολὴν ἄκακος καὶ ἁπλοῦς, ὡραιοτάτῃ ἐζεύχθη γυναικὶ κακοτρόπῳ τῇ γνώμῃ, ἥτις
5διελάνθανεν ἁμαρτάνουσα ἐπὶ μήκιστον χρόνον. Εἰσελθὼν οὖν ἐξ ἀγροῦ αἰφνίδιον ὁ Παῦλος εὗρεν αὐτοὺς αἰσχρο‐ πραγοῦντας, τῆς προνοίας εἰς τὸ συμφέρον ὁδηγούσης τὸν Παῦλον. Καὶ γελάσας σεμνὸν ἐπιφωνεῖ αὐτοῖς καὶ λέγει· «Καλῶς, καλῶς· ἀληθῶς οὐ μέλει μοι. Μὰ τὸν Ἰησοῦν
10ἐγὼ αὐτὴν οὐκέτι αἴρω. Ὕπαγε, ἔχε αὐτὴν καὶ τὰ παιδία αὐτῆς· ἐγὼ γὰρ ὑπάγω γίνομαι μοναχός».

22

.

2

Καὶ μηδενὶ μηδὲν εἰρηκὼς ἀνατρέχει τὰς ὀκτὼ μονὰς καὶ ἀπέρχεται πρὸς τὸν μακάριον Ἀντώνιον καὶ κρούει τὴν θύραν. Ἐξελθὼν οὖν ἐρωτᾷ αὐτόν· «Τί θέλεις;» Λέγει αὐτῷ· «Μοναχὸς
5θέλω γενέσθαι.» Ἀποκρίνεται ὁ Ἀντώνιος καὶ λέγει αὐτῷ· «Ἐτῶν ἑξήκοντα γέρων ἄνθρωπος ὧδε μοναχὸς οὐ δύνασαι γενέσθαι· ἀλλὰ μᾶλλον ἄπελθε εἰς κώμην καὶ ἐργάζου, καὶ ζῆθι ἐργατικὸν βίον εὐχαριστῶν τῷ θεῷ· ὑπομεῖναι γὰρ τὰς θλίψεις τῆς ἐρήμου οὐ δύνασαι». Ἀποκρίνεται ὁ γέρων
10πάλιν καὶ λέγει· «Εἴ τι ἄν με διδάξῃς ἐκεῖνο ποιῶ».

22

.

3

Λέγει αὐτῷ ὁ Ἀντώνιος· «Εἴρηκά σοι ὅτι γέρων εἶ καὶ οὐ
δύνασαι· ἄπελθε εἰ ἄρα θέλεις μοναχὸς γενέσθαι εἰς κοινόβιον πλειόνων ἀδελφῶν, οἵτινες δύνανταί σου τῆς ἀσθενείας ἀνέ‐ χεσθαι. Ἐγὼ γὰρ μόνος κάθημαι ὧδε διὰ πέντε ἐσθίων118
5καὶ τοῦτο λιμῷ». Τούτοις καὶ τοῖς τοιούτοις ῥήμασιν ἀπεσόβει τὸν Παῦλον· καὶ ὡς οὐκ ἠνείχετο αὐτοῦ κλείσας τὴν θύραν ὁ Ἀντώνιος οὐκ ἐξῆλθεν ἐπὶ ἡμέρας τρεῖς δι’ αὐτόν, οὐδὲ πρὸς τὴν χρείαν. Ὁ δὲ οὐκ ἀνεχώρησε.

22

.

4

Τῇ δὲ τετάρτῃ ἡμέρᾳ χρείας αὐτὸν ἀναγκαζούσης ἀνοίξας ἐξῆλθε καὶ πάλιν λέγει αὐτῷ· «Ἄπελθε ἐντεῦθεν, γέρον· τί με ὑποπιάζεις; Οὐ δύνασαι ὧδε μεῖναι». Λέγει αὐτῷ ὁ Παῦλος·
5«Ἀμήχανόν μοί ἐστιν ἀλλαχοῦ τελευτῆσαι ἀλλ’ ἢ ὧδε». Περιβλεψάμενος οὖν ὁ Ἀντώνιος καὶ θεασάμενος ὅτι τὰ πρὸς τροφὴν οὐ βαστάζει, οὐκ ἄρτον, οὐχ ὕδωρ, καὶ τετάρτην ἔχει καρτερήσας νῆστις, «Μήποτε καὶ ἀποθάνῃ, φησί, καὶ κηλιδώσῃ μου τὴν ψυχήν», εἰσδέχεται αὐτόν. Καὶ τοιαύτην
10ἀνέλαβεν ὁ Ἀντώνιος ἐν ταῖς ἡμέραις ἐκείναις πολιτείαν οἵαν οὐδέποτε ἐν νεότητι.

22

.

5

Καὶ βρέξας θαλλοὺς λέγει αὐτῷ· «Δέξαι, πλέξον σειρὰν ὡς κἀγώ». Πλέκει ὁ γέρων ἕως ἐννάτης ὀργυίας δεκαπέντε μοχθήσας. Θεασάμενος οὖν ὁ Ἀντώνιος δυσηρεστήθη καὶ λέγει αὐτῷ· «Κακῶς ἔπλεξας·
5ἀπόπλεξον καὶ ἄνωθεν πλέξον»· νήστει αὐτῷ ὄντι καὶ ἡλικιώτῃ ταύτην ἐπαγαγὼν τὴν σῆψιν, ἵνα δυσφορήσας ὁ γέρων φύγῃ τὸν Ἀντώνιον. Ὁ δὲ καὶ ἀπέπλεξε καὶ πάλιν ἔπλεξε τοὺς αὐτοὺς θαλλούς, εἰ καὶ δυσχερέστερον διὰ τὸ ἐρρυτιδῶσθαι. Θεασάμενος δὲ ὁ Ἀντώνιος ὅτι οὔτε
10ἐγόγγυσεν οὔτε ἐμικροψύχησεν οὔτε ἠγανάκτησε, κατενύγη.120

22

.

6

Καὶ δύναντος τοῦ ἡλίου λέγει αὐτῷ· «Θέλεις φάγωμεν ἄρτου κλάσμα;» Λέγει αὐτῷ ὁ Παῦλος· «Ὡς δοκεῖ σοι, ἀββᾶ». Καὶ τοῦτο πάλιν ἔκαμψε τὸν Ἀντώνιον, τὸ μὴ προσδραμεῖν προθύμως τῇ τῆς τροφῆς ἀγγελίᾳ ἀλλ’ αὐτῷ
5ἐπιρρῖψαι τὴν ἐξουσίαν. Θεὶς οὖν τὴν τράπεζαν φέρει ἄρτους. Καὶ θεὶς ὁ Ἀντώνιος τοὺς παξαμάδας ἔχοντας ἀνὰ ἓξ οὐγ‐ κιῶν, ἑαυτῷ μὲν ἔβρεξεν ἕνα, ξηροὶ γὰρ ἦσαν, ἐκείνῳ δὲ τρεῖς. Καὶ βάλλει ψαλμὸν ὁ Ἀντώνιος ὃν ᾔδει, καὶ δωδέ‐ κατον αὐτὸν ψάλας δωδέκατον ηὔξατο, ἵνα δοκιμάσῃ τὸν
10Παῦλον.

22

.

7

Ὁ δὲ πάλιν προθύμως συνηύχετο· ᾑρεῖτο γὰρ ὡς οἶμαι σκορπίους ποιμᾶναι ἢ μοιχαλίδι γυναικὶ συζῆσαι. Μετὰ δὲ τὰς δώδεκα προσευχὰς ἐκαθέσθησαν φαγεῖν ἑσπέρας βαθείας. Φαγὼν οὖν ὁ Ἀντώνιος τὸν ἕνα παξαμᾶν
5ἄλλου οὐχ ἥψατο. Ὁ δὲ γέρων σχολαιότερον ἐσθίων ἔτι εἶχε τοῦ παξαμαδίου· ἐξεδέχετο ὁ Ἀντώνιος ἕως οὗ τελέσῃ καὶ λέγει αὐτῷ· «Φάγε, παπία, καὶ ἄλλον παξαμᾶν». Λέγει αὐτῷ ὁ Παῦλος· «Ἐὰν σὺ ἐσθίῃς, κἀγώ· σοῦ δὲ μὴ ἐσθίοντος οὐκ ἐσθίω». Λέγει αὐτῷ ὁ Ἀντώνιος· «Ἐμοὶ
10ἐπαρκεῖ· μοναχὸς γάρ εἰμι».

22

.

8

Λέγει αὐτῷ ὁ Παῦλος· «Ἀρκεῖ κἀμοί· κἀγὼ γὰρ θέλω μοναχὸς γενέσθαι». Ἐγείρεται πάλιν καὶ ποιεῖ δεκαδύο εὐχὰς καὶ δεκαδύο ψαλμοὺς ψάλλει. Καθεύδει μικρὸν τοῦ πρωτουπνίου, καὶ
5πάλιν ἐγείρεται ψάλλειν μεσονυκτίῳ ἕως ἡμέρας. Ὡς οὖν εἶδε τὸν γέροντα προθύμως ἐπακολουθήσαντα αὐτοῦ τῇ πολιτείᾳ λέγει αὐτῷ· «Ἐὰν δύνασαι καθ’ ἡμέραν οὕτως, μένε μετ’ ἐμοῦ». Λέγει αὐτῷ ὁ Παῦλος· «Ἐὰν μέν τί ποτε πλέον, οὐκ οἶδα· ἐπεὶ ταῦτα ἃ εἶδον ποιῶ εὐχερῶς».122
10Λέγει αὐτῷ ὁ Ἀντώνιος τῇ ἑξῆς· «Ἰδοὺ γέγονας μοναχός».

22

.

9

Πληροφορηθεὶς οὖν ὁ Ἀντώνιος μετὰ μῆνας ῥητοὺς ὅτι τελείας ἐστὶ ψυχῆς, λίαν ὢν ἁπλοῦς, τῆς χάριτος αὐτῷ συνεργούσης, ποιεῖ αὐτῷ κέλλαν ὡς ἀπὸ σημείων τριῶν ἢ τεσσάρων, καὶ λέγει αὐτῷ· «Ἰδοὺ γέγονας μοναχός·
5μένε κατ’ ἰδίαν ἵνα καὶ πεῖραν δαιμόνων λάβῃς». Οἰκήσας οὖν ἔτος ἓν ὁ Παῦλος χάριτος ἠξιώθη κατὰ δαιμόνων καὶ νοσημάτων. Ἐν οἷς ποτὲ καθ’ ὑπερβολὴν δεινότατος ἤχθη τῷ Ἀντωνίῳ δαιμονιῶν ἀρχοντικὸν ἔχων πνεῦμα, ὃς καὶ αὐτὸν τὸν οὐρανὸν ἐδυσφήμει.

22

.

10

Προσσχὼν οὖν ὁ Ἀντώ‐ νιος λέγει τοῖς ἀγαγοῦσιν· «Οὐκ ἔστιν ἐμὸν τοῦτο τὸ ἔργον· κατὰ γὰρ τούτου τοῦ τάγματος τοῦ ἀρχοντικοῦ οὔπω ἠξιώθην χαρίσματος, ἀλλὰ τοῦτο Παύλου ἐστίν». Ἀπελθὼν
5οὖν Ἀντώνιος πρὸς τὸν Παῦλον ἀπάγει αὐτοὺς καὶ λέγει αὐτῷ· «Ἀββᾶ Παῦλε, ἔκβαλε τὸ δαιμόνιον τοῦτο ἀπὸ τοῦ ἀνθρώπου ἵνα ὑγιαίνων ἀπέλθῃ εἰς τὰ ἴδια». Λέγει αὐτῷ ὁ Παῦλος· «Σὺ γὰρ τί;» Λέγει αὐτῷ ὁ Ἀντώνιος· «Οὐ σχολάζω ἐγώ, ἄλλο ἔχω ἔργον». Καὶ καταλείψας αὐτὸν ὁ
10Ἀντώνιος πάλιν ἦλθεν εἰς τὴν ἰδίαν κέλλαν.

22

.

11

Ἀνα‐ στὰς οὖν ὁ γέρων καὶ προσευξάμενος ἐνεργῆ προσευχὴν
προσλαλεῖ τῷ δαιμονιῶντι· «Εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος ὅτι “Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου”». Ὁ δὲ δαίμων μετὰ δυσφη‐124
5μίας ἔκραξε λέγων· «Οὐκ ἐξέρχομαι, κακόγηρε». Λαβὼν οὖν τὴν μηλωτὴν αὐτοῦ κατὰ νώτου ἔτυπτεν αὐτὸν λέγων· »“Ἔξελθε” εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος». Λοιδορεῖ καὶ τὸν Ἀντώνιον καὶ αὐτὸν πάλιν ὁ δαίμων σφοδρότερον. Τέλος λέγει αὐτῷ· «Ἐκβαίνεις, ἢ ὑπάγω λέγω τῷ Χριστῷ.
10Μὰ τὸν Ἰησοῦν, ἐὰν οὐκ ἐκβαίνῃς ἤδη ἄρτι ὑπάγω λέγω τῷ Χριστῷ, καὶ οὐαί σοι ἔχει ποιῆσαι».

22

.

12

Προσεδυσφήμει πάλιν ὁ δαίμων κράζων· «Οὐκ ἐξέρχομαι». Χολέσας οὖν ὁ Παῦλος κατὰ τοῦ δαίμονος ἐξῆλθεν ἔξω τῆς ξενίας κατ’ αὐτὴν τὴν σταθερὰν μεσημβρίαν· τῶν δὲ Αἰγυπτίων τὸ
5καῦμα συγγενές ἐστι τῆς καμίνου τῆς Βαβυλωνίας. Καὶ στὰς κατὰ πέτρας ἐν τῷ ὄρει προσεύχεται καὶ λέγει οὕτως· «Σὺ βλέπεις, Ἰησοῦ Χριστέ, ὁ σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου, ὅτι οὐ μὴ κατέλθω ἀπὸ τῆς πέτρας, οὐ φάγω οὐ πίω ἕως οὗ ἀποθάνω, ἐὰν μὴ ἐκβάλῃς τὸ πνεῦμα ἀπὸ
10τοῦ ἀνθρώπου καὶ ἐλευθερώσῃς τὸν ἄνθρωπον».

22

.

13

Πρὸ τοῦ δὲ τελεσθῆναι τοὺς λόγους τοῦ στόματος αὐτοῦ ἀνέ‐ κραξεν ὁ δαίμων λέγων· «Ὦ βία, ἐλαύνομαι· ἡ ἁπλότης με τοῦ Παύλου ἐλαύνει, καὶ ποῦ ἀπέλθω;» Καὶ παρα‐
5χρῆμα ἐξῆλθε τὸ πνεῦμα καὶ εἰς δράκοντα μέγαν ἑβδομή‐ κοντα πήχεων μετεβλήθη συρόμενος ἐπὶ τὴν θάλασσαν τὴν ἐρυθράν, ἵνα πληρωθῇ τὸ ῥηθέν· «Ἐπιδεικνυμένην πίστιν ἀπαγγελεῖ δίκαιος». Τοῦτό ἐστι τὸ θαῦμα Παύλου ὃς
ἐπεκλήθη ἁπλοῦς παρὰ πάσης τῆς ἀδελφότητος.126

23

t

Περὶ Πάχωνος

23

.

1

Πάχων τις ὀνόματι ἀμφὶ τὸ ἑβδομηκοστὸν ἔτος ἐλάσας ἐκάθητο ἐν τῇ Σκήτει. Συνέβη δὲ ὀχληθέντα με ἐπιθυμίᾳ γυναικικῇ δυσφορεῖν καὶ πρὸς τοὺς λογισμοὺς καὶ πρὸς τὰς φαντασίας τὰς νυκτερινάς· καὶ ἐγγὺς γενόμενος
5τοῦ ἐξελθεῖν τῆς ἐρήμου, ἐλαύνοντός με τοῦ πάθους, τοῖς μὲν γείτοσι τοῖς ἐμοῖς οὐκ ἀνεθέμην τὸ πρᾶγμα, οὔτε τῷ διδασκάλῳ μου Εὐαγρίῳ· λεληθότως δὲ παραβαλὼν εἰς τὴν πανέρημον, συνετύγχανον ἐπὶ ἡμέρας δεκαπέντε τοῖς κατὰ τὴν Σκῆτιν γηράσασι πατράσιν ἐν τῇ ἐρήμῳ·

23

.

2

ἐν οἷς περιέτυχον καὶ τῷ Πάχωνι. Εὑρὼν οὖν αὐτὸν ἀκεραιότε‐ ρον καὶ ἀσκητικώτερον, ἐθάρρησα ἀναθέσθαι μου αὐτῷ τὰ τῆς διανοίας. Καὶ λέγει μοι οὗτος· «Μὴ ξενίσῃ σε τὸ πρᾶγμα·
5οὐ γὰρ αὐτὸ πάσχεις ἀπὸ ῥᾳθυμίας· μαρτυρεῖ γάρ σοι καὶ ὁ τόπος καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸ μὴ εἶναι συντυχίας θηλειῶν· ἀλλὰ μᾶλλον ἀπὸ σπουδῆς. Τριπλοῦς γάρ ἐστιν ὁ πόλεμος ὁ πορνικός. Ποτὲ μὲν γὰρ ἡ σὰρξ ἡμῖν ἐπιτίθεται εὐρωστοῦσα· ποτὲ δὲ τὰ πάθη διὰ τῶν λογισμῶν·
10ποτὲ δὲ καὶ αὐτὸς ὁ δαίμων τῇ βασκανίᾳ. Ἐγὼ γὰρ πολλὰ παρατηρήσας εὕρηκα τοῦτο.

23

.

3

Ἰδοὺ ὡς ὁρᾷς με γέροντα ἄνθρωπον· τεσσαρακοστὸν ἔτος ἔχω ἐν ταύτῃ τῇ κέλλῃ φροντίζων τῆς ἐμαυτοῦ σωτηρίας· καὶ ταύτην ἄγων τὴν ἡλικίαν μέχρι τούτου πειράζομαι». Καὶ ὡς διώμνυτο ὅτι
5«Ἐπὶ δώδεκα ἔτη μετὰ τὸ πεντηκοστὸν ἔτος οὐ νύκτα
μοι συνεχώρησεν, οὐχ ἡμέραν, ἐπιτιθέμενος. Ὑπονοήσας οὖν ὅτι ἀπέστη μου ὁ θεός, διὸ καὶ καταδυναστεύομαι, ᾑρε‐ τισάμην ἀποθανεῖν ἀλόγως ἢ πάθει σώματος ἀσχημονῆσαι. Καὶ ἐξελθὼν καὶ περιελθὼν τὴν ἔρημον εὗρον σπήλαιον128
10ὑαίνης· εἰς ὃ σπήλαιον ἔθηκα ἐμαυτὸν ἐν ἡμέρᾳ γυμνόν, ἵνα ἐξελθόντα φάγῃ με τὰ θηρία.

23

.

4

Ὡς οὖν ἐγένετο ἑσπέρα, κατὰ τὸ γεγραμμένον “Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ”, ἐξελθόντες οἱ θῆρες, ὅ τε ἄρσην καὶ ἡ θήλεια, ὠσφράνθησάν
5μου ἀπὸ κεφαλῆς ἕως ποδῶν περιλείξαντες· καὶ ὡς προσε‐ δόκων βρωθῆναι ἀνεχώρησαν ἀπ’ ἐμοῦ. Πεσὼν οὖν διὰ πάσης νυκτὸς οὐκ ἐβρώθην· λογισάμενος δὲ ὅτι ἐφείσατό μου ὁ θεός, αὖθις ὑποστρέφω εἰς τὴν κέλλαν. Καρτερήσας οὖν ὁ δαίμων ἡμέρας ὀλίγας πάλιν ἐπέθετό μοι σφοδρότερον
10τοῦ πρώτου, ὡς παρὰ μικρόν με καὶ βλασφημῆσαι.

23

.

5

Με‐ τασχηματισθεὶς οὖν εἰς αἰθιόπισσαν κόρην, ἣν ἑωράκειν ποτὲ ἐν νεότητί μου εἰς τὸ θέρος καλαμωμένην, ἐπικά‐ θηταί μου τοῖς γόνασι, καὶ ἐπὶ τοσοῦτόν με κεκίνηκεν ὡς
5νομίσαι με συγγενέσθαι αὐτῇ. Ἀπομανεὶς οὖν ἔδωκα αὐτῇ κόσσον καὶ γέγονεν ἄφαντος. Ἐπὶ διετίαν οὖν τῆς δυσωδίας τῆς χειρός μου ἀνασχέσθαι οὐκ ἠδυνάμην. Μικροψυχήσας οὖν καὶ ἀπευδοκήσας ἐξῆλθον εἰς τὴν πανέρημον ἀλώμενος· καὶ εὑρὼν ἀσπίδα μικρὰν καὶ λαβὼν αὐτὴν προσφέρω τοῖς
10γεννητικοῖς μορίοις, ἵνα κἂν οὕτω δηχθεὶς ἀποθάνω. Καὶ προστρίψας τοῦ θηρίου τὴν κεφαλὴν τοῖς μορίοις, ὡς αἰτίοις μοι τοῦ πειρασμοῦ, οὐκ ἐδήχθην.

23

.

6

Ἤκουσα οὖν φωνῆς ἐλθούσης ἐν τῇ διανοίᾳ μου, ὅτι “Ἄπελθε, Πάχων, ἀγωνίζου·
διὰ γὰρ τοῦτο ἀφῆκά σε καταδυναστευθῆναι, ἵνα μὴ μέγα φρονήσῃς ὡς δυνάμενος, ἀλλ’ ἐπιγνούς σου τὴν ἀσθένειαν130
5μὴ θαρρήσῃς τῇ σῇ πολιτείᾳ, ἀλλὰ προσδράμῃς τῇ τοῦ θεοῦ βοηθείᾳ”. Οὕτω πληροφορηθεὶς ἀνέκαμψα, καὶ μετὰ θάρρους καθίσας καὶ μηκέτι φροντίσας τοῦ πολέμου εἰρή‐ νευσα τὰς ἐπιλοίπους ἡμέρας. Ὁ δὲ γνούς μου τὴν κατα‐ φρόνησιν οὐκέτι μοι ἤγγισεν».

24

t

Περὶ Στεφάνου τοῦ Λίβυος

24

.

1

Στέφανός τις Λίβυς τῷ γένει ἐκ πλαγίου τῆς Μαρμαρικῆς καὶ τοῦ Μαρεώτου ἐκαθέσθη ἐπὶ ἑξήκοντα ἔτη. Οὗτος εἰς ἄκρον γενόμενος ἀσκητὴς καὶ διακριτικὸς κατηξιώθη χαρίσματος ὥστε πάντα τὸν λυπούμενον οἱαν‐
5δήποτε λύπην συντυχόντα αὐτῷ ἄλυπον ἀναχωρεῖν. Γνώ‐ ριμος δὲ ἦν καὶ τῷ μακαρίῳ Ἀντωνίῳ· ἔφθασε δὲ καὶ μέχρι τῶν ἡμετέρων ἡμερῶν. ᾯ ἐγὼ μὲν οὐ συνέτυχον διὰ τὸ μῆκος τοῦ τόπου·

24

.

2

οἱ δὲ περὶ τὸν ἅγιον Ἀμμώνιον καὶ Εὐάγριον συντυχόντες μοι διηγήσαντο ὅτι «Κατελά‐ βομεν αὐτὸν ἀρρωστίᾳ τοιαύτῃ περιπεσόντα κατ’ αὐτοὺς τοὺς τόπους τῶν διδύμων καὶ τῆς βαλάνου ἕλκος ποιήσαντα
5τὸ λεγόμενον φαγέδαιναν. Ὃν εὕρομεν τημελούμενον ὑπὸ ἰατροῦ τινός, καὶ ταῖς μὲν χερσὶν ἐργαζόμενον καὶ πλέ‐ κοντα θαλλοὺς καὶ λαλοῦντα ἡμῖν, τὸ δὲ λοιπὸν σῶμα χειριζόμενον· ὃς οὕτως ἦν διακείμενος ὡς ἄλλου τεμνομένου. Ἀποκοπέντων οὖν τῶν μελῶν καθάπερ τριχῶν, ἀναίσθητος
10ἦν ὑπερβολῇ παρασκευῆς θεϊκῆς.

24

.

3

Ἡμῶν δὲ τοῦτο μὲν
ὑπολυπουμένων, τοῦτο δὲ καὶ σιαινομένων ὅτι τοιοῦτος βίος τοιούτῳ περιπέπτωκε πάθει καὶ χειρουργίαις τοιαύταις, λέγει ἡμῖν· “Τεκνία, μηδὲν βλαβῆτε ἀπὸ τοῦ πράγματος·132
5οὐδὲν γὰρ ὧν ποιεῖ ὁ θεὸς κακίᾳ ποιεῖ, ἀλλὰ τέλει χρηστῷ. Ἴσως γὰρ καὶ ὑπεύθυνα ἦσαν τὰ μέλη κολάσεως, καὶ συμφέρον ἐστὶν αὐτὰ ὧδε δοῦναι τὴν δίκην ἢ μετὰ τὴν ἔξοδον τοῦ σταδίου”. Οὕτως οὖν ἡμᾶς παρακαλέσας καὶ ὑποστηρίξας ᾠκοδόμησε». Ταῦτα δὲ διηγησάμην ἵνα μὴ
10ξενιζώμεθα ὅταν ἁγίους τινὰς ἴδωμεν τοιούτοις περιπε‐ σόντας πάθεσιν.

25

t

Περὶ Οὐάλεντος

25

.

1

Οὐάλης τις γέγονε τῷ μὲν γένει Παλαιστῖνος, τῇ δὲ γνώμῃ Κορίνθιος· Κορινθίοις γὰρ προσῆψε τὸ πάθος τῆς φυσιώσεως ὁ ἅγιος Παῦλος. Οὗτος τὴν ἔρημον κατα‐ λαβὼν ᾤκησε μεθ’ ἡμῶν ἐπὶ πλείονα ἔτη· ὃς ἐπὶ τοσοῦτον
5ἤλασεν ὑπερηφανίας ὡς ὑπὸ δαιμόνων ἀπατηθῆναι. Ἐκ γὰρ τοῦ κατὰ μικρὸν ἀπατᾶσθαι αὐτὸν παρεσκεύασαν αὐτὸν μέγα φρονῆσαι, ὡς ἀγγέλων αὐτῷ συντυγχανόντων.

25

.

2

Μιᾶς γοῦν τῶν ἡμερῶν, ὡς διηγοῦντο, ὅτι ἐργαζόμενος ἐν τῇ σκοτίᾳ τὴν βελόνην ἀφῆκεν ἐν ᾗ κατέρραπτε τὴν σπυρίδα· καὶ μὴ εὑρόντος αὐτὴν αὐτοῦ, λαμπάδα ἐποίησεν ὁ δαίμων καὶ εὗρε τὴν βελόνην. Πάλιν φυσιωθεὶς ἐπὶ τούτῳ
5μέγα ἐφρόνει, καὶ ἐπὶ τοσοῦτον ἐφυσιώθη ὡς καὶ τῆς κοι‐ νωνίας τῶν μυστηρίων αὐτὸν καταφρονῆσαι. Συνέβη δὲ ἐλθόν‐ τας τινὰς ξένους τραγήματα ἐνεγκεῖν ἐν τῇ ἐκκλησίᾳ τῇ ἀδελφότητι.

25

.

3

Λαβὼν οὖν ὁ ἅγιος Μακάριος ὁ πρεσβύτερος ἡμῶν, ἀπέστειλεν ἡμῖν ἑκάστῳ εἰς τὴν κέλλαν πρὸς δράκα, ἐν οἷς καὶ τῷ Οὐάλεντι. Λαβὼν οὖν ὁ Οὐάλης τὸν ἀπενεγ‐ κόντα καὶ ὕβρισε καὶ ἐτύπτησε, καὶ λέγει αὐτῷ· «Ἄπελθε
134
5καὶ εἰπὲ Μακαρίῳ· “Οὐκ εἰμί σου χείρων, ἵνα σὺ ἐμοὶ εὐλογίαν πέμψῃς”». Γνοὺς οὖν ὁ Μακάριος ὅτι ἐνεπαίχθη ἀπῆλθεν αὐτὸν παρακαλέσαι μετὰ μίαν ἡμέραν, καὶ λέγει αὐτῷ· «Οὐάλη, ἐνεπαίχθης· παῦσαι». Καὶ ὡς οὐκ ἤκουσεν αὐτοῦ τῶν παραινέσεων ἀνεχώρησε.

25

.

4

Πληροφορηθεὶς οὖν ὁ δαίμων ὅτι εἰς ἄκρον αὐτοῦ ἐπείσθη τῇ πλάνῃ, ἀπέρχεται καὶ σχηματίζει ἑαυτὸν εἰς τὸν σωτῆρα, καὶ παραγίνεται ἐν νυκτὶ ἐν φαντασίᾳ ἀγγέλων χιλίων λαμπάδας ἐχόντων καὶ
5τροχὸν πύρινον, ἐν ᾧ ἔδοξε τὸν σωτῆρα σχηματίζειν, καὶ ἕνα προλαμβάνοντα καὶ λέγοντα· «Ἠράσθη σου ὁ Χριστὸς τῇ πολιτείᾳ καὶ τῇ παρρησίᾳ τοῦ βίου, καὶ ἦλθεν ἰδεῖν σε. Ἔξελθε οὖν τῆς κέλλης, καὶ μηδὲν ἄλλο ποιήσῃς ἀλλ’ ἢ πόρρωθεν αὐτὸν ἰδὼν κύψας προσκύνησον, καὶ εἴσελθέ σου
10εἰς τὴν κέλλαν».

25

.

5

Ἐξελθὼν οὖν καὶ θεασάμενος τὴν παράταξιν λαμπαδηφόρον, ὡς ἀπὸ σταδίου δὲ τὸν ἀντίχριστον, πεσὼν προσεκύνησεν. Ἐπὶ τοσοῦτον οὖν πάλιν τὴν ἄλλην ἡμέραν ἐφρενοβλάβησεν, ὡς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, καὶ
5συνηγμένης τῆς ἀδελφότητος εἰπεῖν· «Ἐγὼ κοινωνίας χρείαν οὐκ ἔχω· τὸν γὰρ Χριστὸν ἑώρακα σήμερον». Τότε δήσαντες αὐτὸν οἱ πατέρες καὶ σιδηρώσαντες ἐπὶ ἔτος ἓν ἀπεθερά‐ πευσαν, εὐχαῖς καὶ ἀδιαφορίᾳ καὶ ἀπραγοτέρῳ βίῳ τὸ οἴημα αὐτοῦ καθελόντες, καὶ ὡς λέγεται· Τὰ ἐναντία τοῖς ἐναντίοις
10ἰάματα.136

25

.

6

Ἀναγκαῖον δέ ἐστι καὶ τοὺς τῶν τοιούτων βίους ἐνθεῖναι τῷ βιβλιδαρίῳ πρὸς ἀσφάλειαν τῶν ἐντυγχανόντων, καθάπερ καὶ ἁγίοις φυτοῖς τοῦ παραδείσου τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ· ἵνα εἴ ποτε αὐτοῖς συμβαίη
5κατόρθωμά τι, μὴ μέγα φρονήσωσιν ἐπὶ τῇ ἀρετῇ. Πολλάκις γὰρ καὶ ἀρετὴ ὑπόθεσις γίνεται πτώσεως, ὅταν μὴ σκοπῷ ὀρθῷ ἐπιτελεσθῇ· γέγραπται γάρ· «Εἶδον δίκαιον ἀπολλύ‐ μενον ἐν δικαιώματι αὐτοῦ· καί γε τοῦτο ματαιότης».

26

t

Περὶ Ἥρωνος

26

.

1

Ἥρων τις γέγονε γειτνιῶν μοι, Ἀλεξανδρεὺς τῷ γένει ἀστεῖος νεώτερος, εὐφυὴς τὴν διάνοιαν, καθαρὸς τὸν βίον· ὃς καὶ αὐτὸς μετὰ πόνους πολλοὺς τύφῳ βληθεὶς ἐξετραχηλιάσθη καὶ κατὰ τῶν πατέρων ἐφρόνησε μέγα,
5ὑβρίσας καὶ τὸν μακάριον Εὐάγριον, λέγων ὅτι «Οἱ πειθό‐ μενοι τῇ διδασκαλίᾳ σου ἀπατῶνται· οὐ χρὴ γὰρ διδασκάλοις ἑτέροις προσέχειν παρεκτὸς τοῦ Χριστοῦ». Ἀπεχρήσατο δὲ καὶ τῇ μαρτυρίᾳ πρὸς τὸν σκοπὸν τῆς ἑαυτοῦ μωρίας, καὶ ἔλεγεν ὅτι «Αὐτὸς ὁ σωτὴρ εἶπε· “Μὴ καλέσητε διδάσκαλον
10ἐπὶ τῆς γῆς”».

26

.

2

Ὃς ἐπὶ τοσοῦτον καὶ αὐτὸς ἐσκοτώθη ὡς καὶ αὐτὸν ὕστερον σιδηρωθῆναι, μὴ θέλοντα μηδὲ τοῖς μυστηρίοις προσέρχεσθαι. Φίλη δὲ ἡ ἀλήθεια. Καθ’ ὑπερ‐ βολὴν ἦν λεπτὸς τῇ πολιτείᾳ, ὡς πολλοὺς διηγεῖσθαι τοὺς ἐν
5συνηθείᾳ ὅτι πολλάκις διὰ τριῶν μηνῶν ἐσθίει, ἀρκού‐
μενος τῇ κοινωνίᾳ τῶν μυστηρίων καὶ εἴ που ἂν φανῇ ἀγριολάχανον. Πεῖραν δὲ αὐτοῦ εἴληφα κἀγὼ μετὰ τοῦ μακαρίου Ἀλβανίου ἀπιὼν ἐπὶ τὴν Σκῆτιν.138

26

.

3

Ἀπεῖχε δὲ ἡμῶν ἡ Σκῆτις τεσσαράκοντα σημεῖα· ἐν τούτοις τοῖς τεσσαράκοντα σημείοις ἡμεῖς δεύτερον βεβρώκαμεν καὶ τρίτον ἐπίομεν ὕδωρ, ἐκεῖνος δὲ μηδενὸς γευσάμενος πεζὸς
5βαδίζων ἀπεστήθισε δεκαπέντε ψαλμούς, εἶτα τὸν μέγαν, εἶτα τὴν πρὸς Ἑβραίους ἐπιστολήν, εἶτα τὸν Ἠσαΐαν καὶ μέρος τι τοῦ Ἱερεμίου, εἶτα Λουκᾶν τὸν εὐαγγελιστήν, εἶτα τὰς παροιμίας. Καὶ τούτων οὕτως ἐχόντων καταλαμ‐ βάνειν αὐτὸν οὐκ ἠδυνάμεθα βαδίζοντα.

26

.

4

Οὗτος τελευ‐ ταῖον ὡς ὑπὸ πυρὸς ἐλαυνόμενος ἐν τῇ κέλλῃ μὲν αὐτοῦ καθεσθῆναι οὐκ ἠδυνήθη· ἀπελθὼν δὲ εἰς τὴν Ἀλεξάν‐ δρειαν κατ’ οἰκονομίαν, τὸ δὴ λεγόμενον, ἥλῳ τὸν ἧλον
5ἐξέκρουσε. Περιέπεσε γὰρ ἑκουσίως τῇ ἀδιαφορίᾳ, ἐς ὕστερον ἀκούσιον εὑράμενος σωτηρίαν. Παρέβαλε γὰρ θεάτρῳ καὶ ἱπποδρομίαις καὶ τὰς διατριβὰς εἶχεν ἐν καπηλείοις· οὕτως δὲ γαστριμαργῶν καὶ οἰνοφλυγῶν ἐνέπεσεν εἰς τὸν βόρβορον τῆς γυναικείας ἐπιθυμίας.

26

.

5

Καὶ ὡς ἐσκέπτετο ἁμαρτῆσαι, μιμάδι τινὶ συντυχὼν τὰ πρὸς τὸ ἕλκος αὐτοῦ διελέγετο. Τούτων οὕτως διαπραττομένων γέγονεν αὐτῷ ἄνθραξ κατ’ αὐτῆς τῆς βαλάνου, καὶ ἐπὶ τοσοῦτον ἐνόσησεν ἑξαμη‐
5νιαῖον χρόνον ὡς κατασαπῆναι αὐτοῦ τὰ μόρια καὶ ἀπο‐ πεσεῖν. Ὕστερον δὲ ὑγιάνας ἄνευ τῶν μελῶν ἐκείνων καὶ ἐπανελθὼν εἰς φρόνημα θεϊκόν, ἦλθεν ἐξομολογούμενος ταῦτα πάντα τοῖς πατράσιν· ἐνεργῆσαι δὲ μὴ φθάσας ἐκοιμήθη
μετ’ ὀλίγας ἡμέρας.140

27

t

Περὶ Πτολεμαίου

27

.

1

Ἄλλος πάλιν Πτολεμαῖος ὀνόματι δυσδιήγητον ἢ ἀνεκδιήγητον ζήσας βίον· ᾤκησε γὰρ ἐπέκεινα τῆς Σκή‐ τεως εἰς τὴν λεγομένην Κλίμακα· τόπος δέ ἐστιν οὕτω καλούμενος εἰς ὃν οἰκῆσαι οὐδεὶς δύναται ἐν τῷ ἀπὸ δε‐
5καοκτὼ σημείων εἶναι τὸ φρέαρ τῶν ἀδελφῶν. Βαστά‐ σας οὖν ἐκεῖνος κεράμια κιλικίσια πολλὰ ἀπήνεγκε, καὶ τῷ δεκεμβρίῳ καὶ ἰαννουαρίῳ μηνὶ συνάγων τὴν δρόσον —δροσίζει γὰρ ἐν ἐκείνοις τοῖς μέρεσι τότε πολλά—σπόγγῳ ἐκ τῶν λίθων, διήρκεσεν ἐπὶ ἔτη δεκαπέντε οἰκήσας ἐκεῖ.

27

.

2

Ὃς ἀποξενωθεὶς διδασκαλίας καὶ συντυχίας ἀνδρῶν ὁσίων καὶ ὠφελείας, καὶ συνεχοῦς κοινωνίας τῶν μυστηρίων, ἐπὶ τοσοῦτον ἐξέστη τῆς εὐθείας ὡς λέγειν μηδὲν εἶναι τὰ πράγματα, ἀλλ’ ἢ φέρεσθαι μετέωρον ἄχρι τῆς δεῦρο
5ἀλώμενον ἐν Αἰγύπτῳ καὶ ἔκδοτον ἑαυτὸν δεδωκότα γα‐ στριμαργίᾳ καὶ οἰνοφλυγίᾳ, μηδενὶ μηδὲν ὁμιλοῦντα. Καὶ αὕτη δὲ ἡ συμφορὰ συνέβη Πτολεμαίῳ ἐκ τῆς ἀλόγου οἰήσεως, κατὰ τὸ γεγραμμένον· «Οἷς μὴ ὑπάρχει κυβέρνη‐ σις πίπτουσιν ὥσπερ φύλλα».

28

t

Περὶ ἐκπεσούσης παρθένου

28

.

1

Παρθένον πάλιν ἔγνων ἐν Ἱεροσολύμοις σακκοφοροῦ‐ σαν ἐπὶ ἑξαετίαν καὶ ἐγκεκλεισμένην, μηδενὸς τῶν εἰς ἡδονὴν συντεινόντων λαμβάνουσαν· ἥτις ἐς ὕστερον ἐγκα‐
ταλειφθεῖσα ὑπερβολῇ ὑπερηφανίας περιέπεσε πτώσει. Καὶ142
5ἀνοίξασα τὴν θυρίδα εἰσεδέξατο τὸν ὑπηρετούμενον καὶ αὐτῷ συνεφύρη ἐν τῷ μὴ κατὰ θεϊκὴν πρόθεσιν καὶ ἀγάπην θεοῦ ἐσχηκέναι τὴν ἄσκησιν, ἀλλὰ κατὰ σκηνὴν ἀνθρω‐ πίνην, ὅ ἐστι κενοδοξίας καὶ σαθρᾶς προαιρέσεως. Τῶν γὰρ λογισμῶν αὐτῆς ἀπασχοληθέντων εἰς τὸ καταγινώσ‐
10κειν τῶν ἄλλων, οὐκ ἦν ὁ φύλαξ τῆς σωφροσύνης.

29

t

Περὶ Ἠλία

29

.

1

Ἠλίας τις ἀσκητὴς σφόδρα γέγονε φιλοπάρθενος· εἰσὶ γὰρ τοιαῦται ψυχαὶ αἷς μαρτυρεῖ τὸ τέλος κατὰ ἀρετήν. Ὃς κατοικτειρήσας τὸ τάγμα τῶν ἀσκητριῶν, ἐν Ἀθριβῇ τῇ πόλει ἔχων ἀναλώματα ᾠκοδόμησε μέγα μοναστήριον,
5καὶ συνήγαγε πάσας τὰς ἀλωμένας ἐν τῷ μοναστηρίῳ ἀκολούθως αὐτῶν φροντίζων, ποιήσας αὐταῖς ἀνάπαυσιν πᾶσαν καὶ κήπους καὶ χρηστήρια καὶ ὧν ἀπαιτεῖ ὁ βίος. Αὗται ἐκ διαφόρων βίων ἠγμέναι συνεχεῖς ἐποίουν μάχας μετ’ ἀλλήλων.

29

.

2

Ἐπεὶ οὖν ἐχρῆν αὐτὸν καὶ διακούειν καὶ εἰρηνεύειν, συνήγαγε γὰρ ὡς τριακοσίας, ἀνάγκην εἶχε μεσιτεύειν ἐπὶ δύο ἔτη. Νέαν ἄγων τὴν ἡλικίαν, ἦν γὰρ ὡς τριάκοντα ἐτῶν ἢ τεσσαράκοντα, οὗτος ἐπειράσθη καθ’
5ἡδονήν· καὶ ἀναχωρήσας τοῦ μοναστηρίου νῆστις ἐπλανᾶτο ἀνὰ τὴν ἔρημον ἐπὶ ἡμέρας δύο, τοῦτο δεόμενος ὅτι «Κύριε, ἢ ἀπόκτεινόν με ἵνα μὴ ἴδω αὐτὰς θλιβομένας, ἢ τὸ πάθος μου λαβὲ ἵνα φροντίζω αὐτῶν κατὰ λόγον».

29

.

3

Ἑσπέρας οὖν γενομένης ὕπνωσεν ἐν τῇ ἐρήμῳ καὶ ἐλθόντες πρὸς
αὐτὸν ἄγγελοι τρεῖς, ὡς αὐτὸς διηγεῖτο, κατέσχον αὐτὸν καὶ λέγουσι· «Τί ἐξῆλθες τοῦ μοναστηρίου τῶν γυναικῶν;»144
5Οἷς διηγεῖτο τὸ πρᾶγμα· «Ὅτι ἐφοβήθην μήποτε κἀκεί‐ νας βλάψω καὶ ἐμαυτόν». Λέγουσιν αὐτῷ· «Οὐκοῦν ἐάν σε τοῦ πάθους ἀπαλλάξωμεν ἀπέρχῃ καὶ φροντίζεις αὐτῶν;» Ἐπὶ τούτοις συνέθετο. Εἰσπράττονται αὐτὸν ὅρκον.

29

.

4

Τὸν δὲ ὅρκον ἔλεγε τοιοῦτον εἶναι· «Ὄμοσον ἡμῖν ὅτι Μὰ τὸν φροντίζοντά μου φροντίζω αὐτῶν». Καὶ ὤμοσεν αὐτοῖς· τότε κατέσχον αὐτοῦ εἷς τὰς χεῖρας καὶ εἷς τοὺς πόδας, καὶ
5ὁ τρίτος λαβὼν ξυρὸν ἐξέτεμεν αὐτοῦ τοὺς διδύμους, οὐ κατὰ ἀλήθειαν ἀλλὰ κατὰ φαντασίαν. Ἔδοξεν οὖν τῇ ἐκστάσει, ὡς ἂν εἴποι τις, καὶ ἀποτεθεραπεῦσθαι. Ἐπερωτῶσιν αὐτόν· «Ἠισθήθης ὠφελείας;» Λέγει αὐτοῖς· «Σφόδρα ἐκου‐ φίσθην καὶ πέπεισμαι ἀπηλλάχθαι τοῦ πάθους».

29

.

5

Λέγουσιν αὐτῷ· «Ἄπελθε οὖν». Καὶ ὑποστρέψας μετὰ πέντε ἡμέρας πενθοῦντος τοῦ μοναστηρίου εἰσῆλθε καὶ ἔνδον ἔμεινεν ἔκτοτε ἐν κελλίῳ πλαγίῳ, ἐξ οὗ ἐγγύτερος ὢν συνεχῶς αὐτὰς διωρθοῦτο τὸ ὅσον ἐπ’ αὐτῷ. Ἔζησε
5δὲ ἄλλα τεσσαράκοντα ἔτη διαβεβαιούμενος τοῖς πατράσιν ὅτι «Εἰς τὴν διάνοιάν μου οὐκ ἀναβαίνει πάθος». Τοῦτο τὸ χάρισμα τοῦ ἁγίου ἐκείνου ὃς οὕτως ἐφρόντισε τοῦ μοναστηρίου.

30

t

Περὶ Δωροθέου

30

.

1

Ὃν διαδέχεται Δωρόθεος, ἀνὴρ δοκιμώτατος γηρά‐
σας ἐν βίῳ χρηστῷ καὶ ἐμπράκτῳ· μὴ δυνηθεὶς μὲν οὕτως ἐν αὐτῷ τῷ μοναστηρίῳ μεῖναι, ἐν ἀνώγεῳ δὲ ἀποκε‐ κλεισμένος θυρίδα ἐποίησεν ὁρῶσαν ἐπὶ τὸ μοναστήριον146
5τῶν γυναικῶν, ἣν καὶ ἔκλειε καὶ ἤνοιγεν· ἀδιαλείπτως οὖν παρεκαθέζετο τῇ θυρίδι τὴν ἀμαχίαν αὐταῖς μνη‐ στευόμενος. Καὶ οὕτως ἐπεγήρασεν ἄνω εἰς τὸ ἀνώγεων, μήτε τῶν γυναικῶν ἄνω ἀνερχομένων μήτε ἐκείνου δυνα‐ μένου κάτω κατελθεῖν· οὐ γὰρ εἱστήκει κλῖμαξ.

31

t

Περὶ Πιαμοῦν

31

.

1

Πιαμοῦν γέγονε παρθένος ἥτις τὰ ἔτη τῆς ζωῆς αὐτῆς ἔζησε μετὰ τῆς μητρὸς τῆς ἰδίας μίαν παρὰ μίαν ἐσθίουσα ἐν ἑσπέρᾳ καὶ νήθουσα λίνον. Αὕτη κατηξιώθη χαρίσματος προρρήσεων. Ἐν οἷς συνέβη ποτὲ ἐν Αἰγύπτῳ
5τῆς ἀναβάσεως οὔσης κώμην κώμῃ ἐπιθέσθαι· μάχονται γὰρ εἰς τὰς ὑδρομερισίας, ὡς καὶ φόνους παρακολουθεῖν καὶ κατακοπάς. Δυνατωτέρα οὖν κώμη ἐπέθετο τῇ ταύ‐ της κώμῃ, καὶ ἤρχοντο ἄνδρες ἐν πλήθει μετὰ δοράτων καὶ ῥοπάλων κόψαι τὴν κώμην αὐτῆς.

31

.

2

Παρέστη δὲ αὐτῇ ἄγγελος ἀποκαλύπτων αὐτῇ τὴν ἐπίθεσιν τούτων. Καὶ μεταστειλαμένη τοὺς πρεσβυτέρους τῆς κώμης λέγει· «Ἐξέλθατε καὶ ἀπαντήσατε τοῖς ἐρχομένοις ἐκ τῆσδε τῆς
5κώμης καθ’ ὑμῶν, ἵνα μὴ καὶ ὑμεῖς συναπόλησθε τῇ κώμῃ, καὶ παρακαλέσατε αὐτοὺς λωφῆσαι τῆς ἀηδίας». Φοβη‐ θέντες δὲ οἱ πρεσβύτεροι πίπτουσιν εἰς τοὺς πόδας αὐτῆς
παρακαλοῦντες καὶ λέγοντες αὐτῇ ὅτι «Ἡμεῖς οὐ τολμῶμεν συναντῆσαι αὐτοῖς· οἴδαμεν γὰρ αὐτῶν τὴν μέθην καὶ148
10τὴν ἀπόνοιαν.

31

.

3

Ἀλλ’ εἰ ποιεῖς ἔλεος καὶ ἐπὶ πᾶσαν τὴν κώμην καὶ ἐπὶ τὸν οἶκον τὸν σόν, ἐξελθοῦσα αὐτὴ αὐτοῖς συνάντησον». Ἐκείνη τοῦτο μὴ συνθεμένη, ἀνελ‐ θοῦσα εἰς τὸ δωμάτιον τὸ ἴδιον ἐν νυκτὶ ἔστη διὰ παντὸς
5εὐχομένη καὶ μὴ κλίνουσα γόνυ καὶ δεομένη τοῦ θεοῦ ὅτι «Κύριε ὁ κρίνων τὴν γῆν, ᾧ οὐδὲν τῶν ἀδίκων ἀρέσκει, τῆς προσευχῆς ταύτης ἐλθούσης πρὸς σὲ ἡ δύναμίς σου ἡλωσάτω αὐτοὺς εἰς τὸν τόπον ὅπου ἂν αὐτοὺς καταλάβῃ».

31

.

4

Καὶ περὶ ὥραν πρώτην ἀπὸ τριῶν μιλίων ἡλωθέντες εἰς τὸν τόπον σαλευθῆναι οὐκ ἠδυνήθησαν· ἀπεκαλύφθη δὲ κἀκείνοις ὅτι πρεσβείαις αὐτῆς γέγονεν αὐτοῖς τὸ ἐμπό‐ διον· καὶ ἀποστείλαντες εἰς τὴν κώμην ᾐτήσαντο εἰρήνην,
5δηλώσαντες ὅτι «Εὐχαριστήσατε τῷ θεῷ καὶ ταῖς εὐχαῖς Πιαμοῦν αἳ καὶ συνεπόδισαν ἡμᾶς».

32

t

Περὶ Παχωμίου καὶ τῶν Ταβεννησιωτῶν

32

.

1

Ταβέννησίς ἐστι τόπος ἐν τῇ Θηβαΐδι οὕτω καλού‐ μενος, ἐν ᾧ Παχώμιός τις γέγονεν, ἀνὴρ τῶν εἰς εὐθεῖαν βεβιωκότων ὡς καταξιωθῆναι καὶ προρρήσεων καὶ ὀπτα‐ σιῶν ἀγγελικῶν. Οὗτος εἰς ἄγαν ἐγένετο φιλάνθρωπός
5τε καὶ φιλάδελφος. Καθεζομένῳ οὖν αὐτῷ ἐν τῷ σπηλαίῳ ὤφθη ἄγγελος καὶ λέγει αὐτῷ· «Τὰ κατὰ σαυτὸν κατώρ‐
θωσας· περιττῶς οὖν καθέζῃ ἐν τῷ σπηλαίῳ· δεῦρο καὶ ἐξελθὼν συνάγαγε πάντας τοὺς νέους μοναχοὺς καὶ οἴκη‐ σον μετ’ αὐτῶν, καὶ κατὰ τὸν τύπον ὃν δίδωμί σοι οὕτως150
10αὐτοῖς νομοθέτησον». Καὶ ἐπέδωκεν αὐτῷ δέλτον χαλκῆν ἐν ᾗ ἐγέγραπτο ταῦτα·

32

.

2

«Συγχωρήσεις ἑκάστῳ κατὰ δύναμιν φαγεῖν καὶ πιεῖν· καὶ πρὸς τὰς δυνάμεις τῶν ἐσθιόντων ἀνάλογα καὶ τὰ ἔργα αὐτοῖς ἐγχείρισον· καὶ μήτε νηστεῦσαι κωλύσῃς μήτε φαγεῖν. Οὕτω μέντοι τὰ ἰσχυρὰ τοῖς ἰσχυροτέροις
5καὶ ἐσθίουσι, καὶ τὰ ἄτονα τοῖς ἀτονωτέροις καὶ ἀσκη‐ τικωτέροις ἐγχείριζε ἔργα. Ποίησον δὲ κέλλας διαφόρους ἐν τῇ αὐλῇ, καὶ τρεῖς κατὰ κέλλαν μενέτωσαν. Ἡ δὲ τροφὴ πάντων ὑπὸ ἕνα οἶκον ἐξεταζέσθω.

32

.

3

Καθευδέτωσαν δὲ μὴ ἀνακείμενοι, ἀλλὰ θρόνους οἰκοδομητοὺς ὑπτιωτέρους πεποιηκότες καὶ θέντες αὐτῶν ἐκεῖ τὰ στρώματα καθευ‐ δέτωσαν καθήμενοι. Φορείτωσαν δὲ ἐν ταῖς νυξὶ λεβιτῶνας
5λινοῦς ἐζωσμένοι. Ἕκαστος αὐτῶν ἐχέτω μηλωτὴν αἰγείαν εἰργασμένην, ἧς ἄνευ μὴ ἐσθιέτωσαν. Ἀπιόντες δὲ εἰς τὴν κοινωνίαν κατὰ σάββατον καὶ κυριακὴν τὰς ζώνας λυέτω‐ σαν, τὴν μηλωτὴν ἀποτιθέσθωσαν, καὶ μετὰ κουκουλίου μόνου εἰσιέτωσαν». Κουκούλια δὲ αὐτοῖς ἐτύπωσεν ἄμαλλα
10ὡς παιδίοις, ἐν οἷς καὶ καυτῆρα τύπον σταυροῦ διὰ πορ‐ φυρίου ἐκέλευσεν ἐντίθεσθαι.

32

.

4

Ἐκέλευσε δὲ εἰκοσι‐ τέσσαρα τάγματα εἶναι καὶ ἑκάστῳ τάγματι ἐπέθηκε στοι‐
χεῖον ἑλληνικὸν ἀπὸ ἄλφα καὶ βῆτα καὶ γάμμα καὶ δέλτα καὶ τῶν καθ’ ἑξῆς. Ἐν τῷ οὖν αὐτὸν ἐρωτᾶν καὶ φιλο‐152
5πραγμονεῖν εἰς τοσοῦτον πλῆθος ἠρώτα τὸν δεύτερον ὁ μει‐ ζότερος· «Πῶς ἔχει τὸ τάγμα τοῦ ἄλφα;» ἤ· «Πῶς ἔχει τὸ ζῆτα;» πάλιν· «Ἄσπασαι τὸ ῥῶ», ἰδίῳ τινὶ σημείῳ γραμμάτων ἀκολουθοῦντες. «Καὶ τοῖς μὲν ἁπλουστέροις καὶ ἀκεραι‐ οτέροις ἐπιθήσεις τὸ ἰῶτα, τοῖς δὲ δυσχερεστέροις καὶ
10σκολιωτέροις προσάξεις τὸ ξῖ».

32

.

5

Καὶ οὕτως κατ’ ἀναλογίαν τῆς καταστάσεως τῶν προαιρέσεων καὶ τῶν τρόπων καὶ τῶν βίων, ἑκάστῳ τάγματι τὸ στοιχεῖον ἐφήρ‐ μοσε, μόνων τῶν πνευματικῶν εἰδότων τὰ σημαινόμενα.
5Ἐγέγραπτο δὲ ἐν τῇ δέλτῳ ὅτι «Ξένος ἄλλου μοναστη‐ ρίου ἄλλον ἔχοντος τύπον μὴ συμφάγῃ τούτοις, μὴ συμπίῃ, μὴ εἰσέλθῃ εἰς τὴν μονὴν ἐκτὸς εἰ μὴ ἐν ὁδῷ εὑρεθῇ». Τὸν μέντοι εἰσελθόντα συμμεῖναι αὐτοῖς ἐπὶ τριετίαν εἴσω τῶν ἀδύτων οὐ δέχονται· ἀλλ’ ἐργατικώτερα ἔργα ποιήσας,
10οὕτως εἰσβαίνει μετὰ τριετίαν.

32

.

6

«Ἐσθίοντες δὲ τὰς κεφαλὰς καλυπτέτωσαν τοῖς κουκουλίοις ἵνα μὴ ἀδελφὸς ἀδελφὸν μασώμενον ἴδῃ. Οὐκ ἔστι λαλῆσαι ἐσθίοντα, οὐδὲ ἐκτὸς τοῦ πίνακος ἢ τῆς τραπέζης ἀλλαχοῦ προσέχειν τῷ
5ὀφθαλμῷ». Ἐτύπωσε δὲ διὰ πάσης τῆς ἡμέρας ποιεῖν
αὐτοὺς εὐχὰς δώδεκα, καὶ ἐν τῷ λυχνικῷ δώδεκα, καὶ ἐν ταῖς παννυχίσι δώδεκα, καὶ ἐννάτην ὥραν τρεῖς· ὅτε δὲ μέλλει τὸ πλῆθος ἐσθίειν ἑκάστῃ εὐχῇ ψαλμὸν προᾴ‐ δεσθαι τυπώσας.154

32

.

7

Προσαντιλέγοντος δὲ τοῦ Παχωμίου τῷ ἀγγέλῳ ὅτι ὀλίγαι εἰσὶν αἱ εὐχαί, λέγει αὐτῷ ὁ ἄγγελος· «Ταῦτα διετύπωσα ὡς φθάνειν καὶ τοὺς μικροὺς ἐπιτελεῖν τὸν κανόνα καὶ μὴ λυπεῖσθαι. Οἱ δὲ τέλειοι νομοθεσίας χρείαν
5οὐκ ἔχουσι· καθ’ ἑαυτοὺς γὰρ ἐν ταῖς κέλλαις ὅλον ἑαυτῶν τὸ ζῆν τῇ τοῦ θεοῦ θεωρίᾳ παρεχώρησαν. Τούτοις δὲ ἐνομο‐ θέτησα ὅσοι οὐκ ἔχουσι νοῦν ἐπιγνώμονα, ἵνα κἂν ὡς οἰκέ‐ ται τὴν σύνταξιν πληροῦντες τῆς πολιτείας διατεθῶσιν ἐν παρρησίᾳ».

32

.

8

Ἔστιν οὖν ταῦτα τὰ μοναστήρια πλείονα κρατήσαντα τοῦτον τὸν τύπον, συντείνοντα εἰς ἑπτακισχιλίους ἄνδρας. Ἔστι δὲ τὸ πρῶτον καὶ μέγα μοναστήριον ἔνθα αὐτὸς ὁ Παχώμιος ᾤκει, τὸ καὶ τὰ ἄλλα ἀποκυῆσαν μοναστήρια,
5ἔχον ἄνδρας χιλίους τριακοσίους. Ἐν οἷς καὶ ὁ καλὸς Ἀφθό‐ νιος ὁ φίλος μου γενόμενος γνήσιος, τὸ νῦν δευτερεύων ἐν τῷ μοναστηρίῳ· ὃν ὡς ἀσκανδάλιστον ἀποστέλλουσιν ἐν Ἀλεξανδρείᾳ ἐπὶ τὸ διαπωλῆσαι μὲν αὐτῶν τὰ ἔργα, συνω‐ νήσασθαι δὲ τὰς χρείας.

32

.

9

Ἔστι δὲ ἄλλα μοναστήρια ἀπὸ διακοσίων καὶ τριακοσίων· ἐν οἷς καὶ εἰς Πανὸς τὴν πόλιν εἰσελθὼν εὗρον ἄνδρας τριακοσίους. [Ἐν τούτῳ τῷ μοναστηρίῳ ἑώρακα ῥάπτας δεκαπέντε, χαλκεῖς ἑπτά, τέκ‐
156
5τονας τέσσαρας, καμηλαρίους δώδεκα, κναφεῖς δεκαπέντε.] Ἐργάζονται δὲ πᾶσαν τέχνην, καὶ ἐκ τῶν περιττευμάτων οἰκονομοῦντες καὶ τὰ τῶν γυναικῶν μοναστήρια καὶ φυλακάς.

32

.

10

[Τρέφουσι δὲ καὶ χοίρους· ἐμοῦ δὲ ψέγοντος τὸ πρᾶγμα, ἔλεγον ὅτι «Ἐν τῇ παραδόσει παρελάβομεν ὅτι τρεφέσθωσαν μὲν διὰ τὰ σινιάσματα, διὰ τὰ ἀποκαθα‐ ρίσματα τῶν λαχάνων, διὰ τὰ ῥιπτόμενα περιττώματα,
5ἵνα μὴ ζημιῶνται. Καὶ θυέσθωσαν οἱ χοῖροι, καὶ τὸ κρέας μὲν πιπρασκέσθω, τὰ δὲ ἄκρα τοῖς νοσοῦσι καὶ τοῖς γέρουσιν ἀναλισκέσθωσαν, τῷ μετρίαν εἶναι τὴν χώραν καὶ πολυ‐ άνθρωπον»· τὸ γὰρ ἔθνος τῶν Βλεμμύων αὐτοῖς παροικεῖ.]

32

.

11

Ἀναστάντες δὲ οἱ ἐφημερευταὶ ὄρθριοι οἱ μὲν περὶ τὸ μαγειρεῖον οἱ δὲ περὶ τὰς τραπέζας γίνονται. Ἵστωσιν οὖν αὐτὰς μέχρι τῆς ὥρας ἀπαρτίσαντες, ἐπιθέντες κατὰ τράπεζαν ἄρτους, λαψάνας συνθέτας, ἐλαίας, τυροὺς βοῶν,
5[τὰ τῶν κρεῶν ἄκρα,] καὶ λεπτολάχανα. Εἰσὶν οὖν οἱ εἰσερ‐ χόμενοι ἕκτην ὥραν καὶ ἐσθίοντες, ἄλλοι ἑβδόμην, ἄλλοι ὀγδόην, ἄλλοι ἐννάτην, ἄλλοι ἑνδεκάτην, ἄλλοι ἑσπέραν
βαθεῖαν, ἄλλοι διὰ δύο, ὡς ἕκαστον στοιχεῖον τὴν ἰδίαν ὥραν γνωρίζειν.158

32

.

12

Οὕτως ἦν αὐτῶν καὶ τὰ ἔργα· ὁ μὲν ἐργάζεται γῆν γεωργῶν, ἄλλος κῆπον, ἄλλος χαλκεῖον, ἄλλος ἀρτοκοπεῖον, ἄλλος τεκτονεῖον, ἄλλος γναφεῖον, ἄλλος πλέκων σπυρίδας τὰς μεγάλας, ἄλλος βυρσεῖον, ἄλλος σκυ‐
5τοτομεῖον, ἄλλος καλλιγραφεῖον, ἄλλος πλέκων τὰ μαλάκια· ἀποστηθίζουσι δὲ πάσας τὰς γραφάς.

33

t

Περὶ τοῦ μοναστηρίου τῶν γυναικῶν

33

.

1

Τούτοις ἔστι καὶ μοναστήριον γυναικῶν ὡς τετρακοσίων, τὴν αὐτὴν ἔχον διατύπωσιν, τὴν αὐτὴν πο‐ λιτείαν, ἐκτὸς τῆς μηλωτῆς· καὶ αἱ μὲν γυναῖκες πέραν τοῦ ποταμοῦ, οἱ δὲ ἄνδρες ἀντιπέρα. Ὅταν οὖν τελευ‐
5τήσῃ παρθένος, ἐνταφιάσασαι αὐτὴν αἱ παρθένοι φέρουσι καὶ τιθέασι παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ· περάσαντες δὲ οἱ ἀδελφοὶ μετὰ πορθμείου, μετὰ βαίων καὶ κλάδων ἐλαιῶν, μετὰ ψαλμῳδίας φέρουσιν αὐτὴν εἰς τὸ πέραν, θάπτοντες εἰς τὰ ἴδια μνήματα.

33

.

2

Παρεκτὸς μέντοι τοῦ πρεσβυτέρου καὶ τοῦ διακόνου οὐδεὶς περᾷ εἰς τὸ μοναστήριον τῶν γυναικῶν, καὶ τοῦτο κατὰ κυριακήν. Ἐν τούτῳ τῷ μοναστηρίῳ τῶν γυναικῶν συνέβη πρᾶγμα
5τοιοῦτον· ῥάπτης κοσμικὸς περάσας κατὰ ἄγνοιαν ἐζήτει ἔργον· καὶ ἐξελθοῦσα νεωτέρα μία, ἔρημος γάρ ἐστιν ὁ τόπος, συνέτυχεν αὐτῷ ἀκουσίως καὶ δέδωκεν αὐτῷ ἀπό‐ κρισιν ὅτι «Ἡμεῖς ἔχομεν ἡμετέρους ῥάπτας».

33

.

3

Ἄλλη
ἑωρακυῖα τὴν συντυχίαν, χρόνου παρελθόντος καὶ γενο‐ μένης μάχης, ἐξ ὑπονοίας διαβολικῆς ἀπὸ πολλῆς πονη‐ ρίας καὶ ζέσεως θυμοῦ, ἐσυκοφάντησε ταύτην ἐπὶ τῆς160
5ἀδελφότητος· ᾗ συνέδραμον καὶ ἄλλαι ὀλίγαι τῇ κακίᾳ. Ἀπολυπηθεῖσα οὖν ἐκείνη ὡς ὑποστᾶσα τοιαύτην συκο‐ φαντίαν τὴν μήτε εἰς ἔννοιαν αὐτῆς ἐλθοῦσαν, καὶ μὴ ἐνεγ‐ κοῦσα ἔβαλεν ἑαυτὴν εἰς τὸν ποταμὸν λάθρα καὶ ἐτε‐ λεύτησεν.

33

.

4

Οὕτως ἡ συκοφαντήσασα, γνοῦσα ὅτι ἐσυ‐ κοφάντησεν ἀπὸ πονηρίας καὶ εἰργάσατο τὸ ἄγος τοῦτο, λαβοῦσα ἀπήγξατο καὶ αὐτὴ μὴ στέξασα τὸ πρᾶγμα. Ἐλ‐ θόντι οὖν τῷ πρεσβυτέρῳ ἀνήγγειλαν τὸ πρᾶγμα αἱ λοιπαὶ
5ἀδελφαί· καὶ ἐκέλευσε τούτων μὲν μηδὲ μιᾶς προσφορὰν ἐπιτελεσθῆναι· τὰς δὲ μὴ εἰρηνευσάσας αὐτάς, ὡς συνει‐ δυίας τῇ συκοφαντησάσῃ καὶ πιστευσάσας τοῖς εἰρημένοις, ἑπταετίαν ἀφώρισεν ἀκοινωνήτους ποιήσας.

34

t

Περὶ τῆς ὑποκρινομένης μωρίαν

34

.

1

Ἐν τούτῳ τῷ μοναστηρίῳ ἄλλη γέγονε παρθένος ὑποκρινομένη μωρίαν καὶ δαίμονα· καὶ ἐπὶ τοσοῦτον αὐτὴν ἐβδελύξαντο ὡς μηδὲ συνεσθίειν αὐτῇ, τοῦτο ἐκείνης αἱρη‐ σαμένης. Ἀλωμένη οὖν ἀνὰ τὸ μαγειρεῖον πᾶσαν ἐποίει
5ὑπηρεσίαν, καὶ ἦν, τὸ δὴ λεγόμενον, σπόγγος τῆς μονῆς, ἔργῳ πληροῦσα τὸ γεγραμμένον· «Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ἡμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται
σοφός». Αὕτη ῥάκος ἐπὶ τῆς κεφαλῆς δήσασα—αἱ γὰρ ἄλλαι πᾶσαί εἰσι κεκαρμέναι, ἔχουσαι κουκούλια—οὕτως162
10ἦν ὑπηρετοῦσα.

34

.

2

Ταύτην μασωμένην οὐκ εἶδεν οὐδεμία τῶν τετρακοσίων τὰ ἔτη τῆς ζωῆς αὐτῆς· ἐπὶ τραπέζης οὐκ ἐκαθέσθη, οὐ κλάσματος μετέλαβεν ἄρτου, ἀλλὰ τὰς ψῖχας σπογγίζουσα τῶν τραπεζῶν καὶ τὰς χύτρας περι‐
5πλύνουσα τούτοις ἠρκεῖτο· μὴ ὑβρίσασά ποτέ τινα, μὴ γογγύσασα, μὴ λαλήσασα μικρὸν ἢ μέγα, καίπερ κονδυλι‐ ζομένη καὶ ὑβριζομένη καὶ καταρωμένη καὶ μυσαττομένη.

34

.

3

Παρέστη οὖν ἄγγελος τῷ ἁγίῳ Πιτηροῦμ ἐν τῷ Πορφυρίτῃ καθεζομένῳ ἀναχωρητῇ ἀνδρὶ δοκιμωτάτῳ, καὶ λέγει αὐτῷ· «Διὰ τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ ὡς εὐλαβής, καὶ ἐν τοιούτῳ καθεζόμενος τόπῳ; Θέλεις ἰδεῖν εὐλαβεστέραν
5σου γυναῖκα; Ἄπελθε εἰς τὸ μοναστήριον τῶν γυναικῶν τῶν Ταβεννησιωτῶν, καὶ ἐκεῖ εὑρήσεις μίαν διάδημα ἔχουσαν ἐπὶ τῆς κεφαλῆς· αὕτη σου ἀμείνων ἐστί.

34

.

4

Τοσούτῳ γὰρ ὄχλῳ πυκτεύουσα, τὴν καρδίαν αὐτῆς οὐδέποτε ἀπέστησε τοῦ θεοῦ· σὺ δὲ καθεζόμενος ὧδε, ἀνὰ τὰς πόλεις πλανᾶσαι τῇ διανοίᾳ». Καὶ ὁ μηδέποτε ἐξελθὼν ἀπῆλθεν ἕως τοῦ
5μοναστηρίου ἐκείνου, καὶ παρακαλεῖ τοὺς διδασκάλους εἰσελθεῖν εἰς τὸ μοναστήριον τῶν γυναικῶν. Ἐκεῖνοι ὡς ἐπίδοξον καὶ γεγηρακότα ἐθάρρησαν αὐτὸν εἰσαγαγεῖν.

34

.

5

Καὶ εἰσελθὼν ἐπεζήτησε πάσας ἰδεῖν. Ἐκείνη οὐ παρε‐ φαίνετο. Τέλος λέγει αὐταῖς· «Φέρετέ μοι πάσας· λείπει γὰρ καὶ ἄλλη». Λέγουσιν αὐτῷ· «Μίαν ἔχομεν σαλὴν ἔνδον ἐν τῷ μαγειρείῳ»· —οὕτω γὰρ καλοῦσι τὰς πα‐
5σχούσας. Λέγει αὐταῖς· «Ἀγάγετέ μοι κἀκείνην· ἄφετε αὐτὴν ἴδω». Ἀπῆλθον αὐτῇ φωνῆσαι· αὕτη οὐχ ὑπήκουσεν, ἴσως αἰσθομένη τοῦ πράγματος, ἢ καὶ ἀποκαλυφθεῖσα. Σύρουσι βίᾳ καὶ λέγουσιν αὐτῇ· «Ὁ ἅγιος Πιτηροῦμ σε θέλει ἰδεῖν». Ἦν γὰρ ὀνομαστός.164

34

.

6

Ἐλθούσης οὖν αὐτῆς ἐθεάσατο τὸ ῥάκος τὸ ἐπὶ τοῦ μετώπου αὐτῆς, καὶ πεσὼν εἰς τοὺς πόδας αὐτῆς λέγει αὐτῇ· «Εὐλόγησόν με». Ὁμοίως κἀκείνη ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα·
5«Σύ με εὐλόγησον, κύριε». Ἐξέστησαν πᾶσαι καὶ λέγουσιν αὐτῷ· «Ἀββᾶ, μὴ πάσχε ὕβριν· σαλή ἐστι». Λέγει αὐταῖς πάσαις ὁ Πιτηροῦμ· «Ὑμεῖς ἐστὲ σαλαί· αὕτη γὰρ καὶ ἐμοῦ καὶ ὑμῶν ἀμμᾶς ἐστίν—οὕτως γὰρ καλοῦσι τὰς πνευματικάς· —καὶ εὔχομαι ἄξιος αὐτῆς εὑρεθῆναι ἐν τῇ
10ἡμέρᾳ τῆς κρίσεως».

34

.

7

Ἀκούσασαι ταῦτα ἔπεσον αὐτοῦ εἰς τοὺς πόδας, ἐξομολογούμεναι πᾶσαι διαφόρως· ἡ μὲν ὡς τὸ ἀπόπλυμα τοῦ πίνακος ἐπιχέασα αὐτῇ· ἄλλη ὡς κονδύλοις ἐπιτριψαμένη· ἄλλη ὡς τὴν ῥῖνα αὐτῆς σινα‐
5πίσασα· καὶ ἁπλῶς πᾶσαι διαφόρους ὕβρεις ἀπήγγειλαν. Εὐξάμενος οὖν ὑπὲρ αὐτῶν ἀπῆλθε. Καὶ μεθ’ ἡμέρας ὀλίγας μὴ ἐνεγκοῦσα ἐκείνη τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἀδελφῶν, καὶ ταῖς ἀπολογίαις βαρυνθεῖσα, ἐξῆλθε τοῦ μοναστηρίου· καὶ ποῦ ἀπῆλθεν, ἢ ποῦ κατέδυ, ἢ πῶς ἐτε‐
10λεύτησεν, ἔγνω οὐδείς.166

35

t

Περὶ Ἰωάννου τοῦ ἐν Λυκῷ τῇ πόλει

35

.

1

Γέγονέ τις Ἰωάννης ἐν Λυκῷ τῇ πόλει, ὃς ἐν παιδίῳ μὲν ἔμαθε τὴν τεκτονικήν· ᾧ ἀδελφὸς ὑπῆρχε βαφεύς. Ἐς ὕστερον δὲ γενόμενος ὡς ἐτῶν εἰκοσιπέντε ἀπετάξατο· καὶ διατρίψας ἐν διαφόροις μοναστηρίοις πέντε ἔτη ἀνεχώ‐
5ρησε μόνος εἰς τὸ ὄρος τῆς Λυκώ, εἰς αὐτὴν τὴν ἀκρώ‐ ρειαν ποιήσας ἑαυτῷ τρεῖς θόλους καὶ εἰσελθὼν ἀνῳκο‐ δόμησεν ἑαυτόν. Ἦν οὖν ὁ εἷς θόλος εἰς τὰς χρείας τῆς σαρκός, καὶ ὁ εἷς ἔνθα εἰργάζετο καὶ ἤσθιε, καὶ ὁ ἄλλος ἔνθα προσηύχετο.

35

.

2

Οὗτος τριάκοντα πληρώσας ἔτη ἐγκεκλεισμένος καὶ διὰ θυρίδος λαμβάνων παρὰ τοῦ δια‐ κονοῦντος αὐτῷ τὰς χρείας κατηξιώθη χαρίσματος προρ‐ ρήσεων. Ἐν οἷς καὶ τῷ μακαρίῳ Θεοδοσίῳ τῷ βασιλεῖ
5διαφόρους ἀπέστειλε προρρήσεις, περί τε Μαξίμου τοῦ τυράννου, ὅτι νικήσας αὐτὸν ὑποστρέψει τῶν Γαλλίων· ὁμοίως δὲ καὶ περὶ Εὐγενίου τοῦ τυράννου εὐηγγελίσατο. Τούτου ἐξῆλθε φήμη πολλὴ ὡς ἐναρέτου.

35

.

3

Ὄντες οὖν ἡμεῖς ἐν τῇ ἐρήμῳ τῆς Νιτρίας, ἐγώ τε καὶ οἱ περὶ τὸν μακάριον Εὐάγριον, ἐζητοῦμεν μα‐ θεῖν τὴν ἀκρίβειαν, τίς ἡ ἀρετὴ τοῦ ἀνδρός. Λέγει οὖν ὁ μακάριος Εὐάγριος· «Ἡδέως ἐμάνθανον παρά του εἰδότος
5δοκιμάζειν νοῦν καὶ λόγον, ποταπὸς εἴη ὁ ἀνήρ· ἐὰν γὰρ ἐγὼ αὐτὸς ἰδεῖν αὐτὸν μὴ δυνηθῶ, τὰ δὲ τῆς πολιτείας αὐτοῦ ἀκοῦσαι ἀκριβῶς δυνηθῶ ἄλλου διηγουμένου, οὐκ ἀπέρχομαι ἕως τοῦ ὄρους». Ἀκούσας ἐγὼ καὶ μηδενὶ
μηδὲν εἰρηκὼς ἡσύχασα μίαν ἡμέραν· τὴν δὲ ἄλλην ἀπο‐168
10κλείσας μου τὸ κέλλιον καὶ θεῷ παραθέμενος ἑαυτὸν καὶ αὐτὸ ἐσκύλην ἕως Θηβαΐδος.

35

.

4

Καὶ ἔφθασα δι’ ἡμερῶν δεκαοκτώ, τὰ μὲν πεζεύσας, τὰ δὲ καὶ πλεύσας ἐν τῷ ποταμῷ. Ὁ καιρὸς δὲ ἦν τῆς ἀναβάσεως, ἐν ᾧ νοσοῦσι πολλοί· ὃ δὴ καὶ ὑπέστην. Ἀπελθὼν οὖν εὗρον αὐτοῦ κε‐
5κλεισμένον τὸ προεισοδικόν· ὕστερον γὰρ προσῳκοδόμησαν οἱ ἀδελφοὶ προεισοδικὸν μέγιστον, ἐν ᾧ χωροῦσιν ἄνδρες ὡς ἑκατόν· καὶ κλειδίῳ ἀποκλείοντες κατὰ σάββατον καὶ κυριακὴν ἤνοιγον. Μαθὼν οὖν τὴν αἰτίαν δι’ ἣν ἐγκέ‐ κλειστο, ἡσύχασα ἕως τοῦ σαββάτου. Καὶ παραγενόμενος
10ὥραν δευτέραν ἐν τῇ συντυχίᾳ εὗρον αὐτὸν ἐν τῇ θυρίδι παρακαθεζόμενον, δι’ ἧς ἐδόκει παρακαλεῖν τοὺς παρα‐ τυγχάνοντας.

35

.

5

Ἀσπασάμενος οὖν με ἔλεγε δι’ ἑρ‐ μηνέως· «Πόθεν εἶ, καὶ τί παραγέγονας; Στοχάζομαι γάρ σε τῆς συνοδίας εἶναι τῆς Εὐαγρίου». Εἶπον ὅτι «Ξένος ἐκ Γαλατίας ὡρμημένος»· ὡμολόγησα δὲ ὅτι καὶ τῆς
5ἑταιρείας Εὐαγρίου. Ἐν τῷ μεταξὺ λαλούντων ἡμῶν ἐπεισ‐ ῆλθεν ὁ ἡγεμὼν τῆς χώρας, Ἀλύπιος ὀνόματι· ᾧ προσ‐ δραμὼν ἀφῆκε τὴν ἐμὴν ὁμιλίαν. Ἀναχωρήσας οὖν ὀλίγον δέδωκα αὐτοῖς τόπον ἑστὼς πόρρωθεν. Ἐπὶ πολὺ δὲ συν‐ ομιλούντων αὐτῶν ἠκηδίασα, καὶ ἀκηδιάσας κατεγόγγυσα
10τοῦ καλογήρου, ὡς ἐμοῦ μὲν καταφρονήσαντος τιμήσαντος δὲ ἐκεῖνον.

35

.

6

Καὶ ἐπὶ τούτῳ σιανθεὶς τὴν διάνοιαν ἐσκε‐ πτόμην ἀναχωρῆσαι καταφρονήσας αὐτοῦ. Προσκαλεσά‐ μενος δὲ τὸν ἑρμηνέα, Θεόδωρον ὀνόματι, λέγει αὐτῷ·
«Ἄπελθε, εἰπὲ τῷ ἀδελφῷ ἐκείνῳ· “Μὴ μικροψύχει· ἄρτι170
5ἀπολύω τὸν ἡγεμόνα καὶ λαλῶ σοι”». Ἔδοξα οὖν ὡς πνευμα‐ τικῷ αὐτῷ προσσχὼν προσκαρτερεῖν. Καὶ ἐξελθόντος τοῦ ἡγεμόνος προσκαλεῖταί με καὶ λέγει μοι· «Διὰ τί ἐβλάβης κατ’ ἐμοῦ; Τί ἄξιον βλάβης εὗρες, ὅτι ἐκεῖνα ἐλογίσω ἅπερ οὔτε ἐμοὶ πρόσεστιν οὔτε σοι ἔπρεπεν; Ἢ οὐκ οἶδας ὅτι
10γέγραπται· “Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες”; Σὲ ὅτε θέλω εὑρίσκω, καὶ σὺ ἐμέ.

35

.

7

Καὶ ἐὰν μὴ ἐγώ σε παρακαλέσω, ἄλλοι σε ἀδελφοὶ πα‐ ρακαλοῦσι καὶ ἄλλοι πατέρες. Οὗτος δέ ἐστιν ἐκδεδομένος τῷ διαβόλῳ διὰ τῶν κοσμικῶν πραγμάτων, καὶ βραχεῖαν ἀναπνεύσας ὥραν, ὡς δραπετεύσας οἰκέτης δεσπότην,
5παρεγένετο ὠφεληθῆναι· ἄτοπον οὖν ἦν καταλείψαντας αὐτὸν σοὶ προσδιατρίψαι, σοῦ ἀδιαλείπτως τῇ σωτηρίᾳ σχολά‐ ζοντος». Παρακαλέσας οὖν αὐτὸν εὔξασθαι ὑπὲρ ἐμοῦ ἐπληροφορήθην ὅτι ἀνὴρ ἦν πνευματικός.

35

.

8

Τότε χαριεν‐ τιζόμενος τῇ δεξιᾷ χειρὶ εἰς τὴν ἀριστεράν μου σιαγόνα ἠρέμα κοσσίσας, λέγει μοι· «Πολλαί σε μένουσι θλίψεις, καὶ πολλὰ ἐπολεμήθης ἐξελθεῖν τῆς ἐρήμου· καὶ ἐδειλάνθης
5καὶ ὑπερέθου· Εὐλαβεῖς δέ σοι προφάσεις καὶ εὐλόγους φέρων ὁ δαίμων ἀναρριπίζει. Ὑπέθετο γάρ σοι καὶ τὴν τοῦ πατρός σου ἐπιθυμίαν, καὶ τὴν κατήχησιν τοῦ ἀδελφοῦ σου καὶ τῆς ἀδελφῆς εἰς τὸν μονήρη βίον.

35

.

9

Ἰδὲ οὖν σοι εὐαγγελίζομαι· Ἀμφότεροι ἐσώθησαν· ἀπετάξαντο γάρ. Καὶ ὁ πατήρ σου ζῆσαι ἔχει ἀκμὴν ἄλλα ἔτη. Ἐγκαρτέρει
οὖν ἐν τῇ ἐρήμῳ, καὶ μὴ τούτων χάριν θελήσῃς ἀπελθεῖν172
5ἐν τῇ πατρίδι σου· γέγραπται γάρ· “Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν”.» Ὠφεληθεὶς οὖν ἐκ τῶν ῥημάτων τούτων καὶ στυφθεὶς ἱκανῶς, ηὐχαρίστησα τῷ θεῷ τὰς ἐλαυνούσας με προφάσεις ἠνυσμένας μαθών.

35

.

10

Εἶτα πάλιν λέγει μοι χαριεντιζόμενος· «Θέλεις ἐπίσκοπος γενέσθαι;» Εἶπον αὐτῷ ὅτι «Εἰμί». Καὶ λέγει μοι· «Ποῦ;» Εἶπον ὅτι «Εἰς τὰ μαγειρεῖα, εἰς τὰ καπηλεῖα, εἰς τὰς τραπέζας, εἰς τὰ κεράμια· ἐπισκοπῶ
5αὐτά, καὶ ἐὰν ᾖ οἰνάριον ὄξινον ἀφορίζω αὐτό, τὸ δὲ χρη‐ στὸν πίνω· ὁμοίως ἐπισκοπῶ καὶ τὴν χύτραν, καὶ ἐὰν λείπῃ ἅλας ἤ τι τῶν ἀρτυμάτων βάλλω καὶ ἀρτύω, καὶ οὕτως αὐτὴν ἐσθίω. Αὕτη μού ἐστιν ἡ ἐπισκοπή· ἐχειροτόνησε γάρ με ἡ γαστριμαργία».

35

.

11

Λέγει μοι οὗτος μειδιάσας· «Ἄφες τὰ παίγνια· ἐπίσκοπος ἔχεις χειροτονηθῆναι καὶ πολλὰ καμεῖν καὶ θλιβῆναι· εἰ τοίνυν φεύγεις τὰς θλίψεις, μὴ ἐξέλθῃς τῆς ἐρήμου· ἐν γὰρ τῇ ἐρήμῳ ἐπίσκοπόν σε
5οὐδεὶς ἔχει χειροτονῆσαι». Ἀναχωρήσας οὖν αὐτοῦ ἦλθον ἐπὶ τὴν ἔρημον εἰς τὸν τόπον μου τὸν συνήθη, αὐτὰ ταῦτα διηγησάμενος τοῖς μακαρίοις πατράσιν· οἵτινες μετὰ δύο μῆνας πλεύσαντες ἦλθον καὶ συνέτυχον αὐτῷ. Ἐγὼ δὲ τῶν ῥημάτων αὐτοῦ
10ἐπελαθόμην. Μετὰ γὰρ τρία ἔτη ἠρρώστησα ἀρρωστίαν τὴν ἀπὸ σπληνὸς καὶ στομάχου·

35

.

12

ἐκεῖθεν ἀπεστάλην ἐπὶ τὴν Ἀλεξάνδρειαν παρὰ τῶν ἀδελφῶν, ὕδρωπα μελετήσας. Ἀπὸ τῆς Ἀλεξανδρείας συμβουλεύσαντες οἱ ἰατροί, τῶν
ἀέρων ἕνεκεν, καταλαμβάνειν με τὴν Παλαιστίνην· ἔχει174
5γὰρ λεπτοὺς ἀέρας, ὡς πρὸς τὴν κρᾶσιν τὴν ἡμετέραν· ἀπὸ τῆς Παλαιστίνης κατέλαβον τὴν Βιθυνίαν· καὶ ἐν ταύτῃ—οὐκ οἶδα πῶς, εἴτε ἐξ ἀνθρωπίνης σπουδῆς, εἴτε ἐξ εὐδοκίας τοῦ κρείττονος· θεὸς ἂν εἰδείη—κατηξιώθην τῆς ὑπὲρ ἐμὲ χειροτονίας κοινωνήσας τῇ περιστάσει τῇ
10κατὰ τὸν μακάριον Ἰωάννην·

35

.

13

καὶ ἐπὶ ἕνδεκα μῆνας ἐν ζοφερῷ κελλίῳ κρυπτόμενος ἐμνήσθην τοῦ μακαρίου ἐκείνου, ὅτι ταῦτά μοι προειρήκει ἅπερ ὑπέστην. Καὶ τοῦτο δέ μοι διηγεῖτο ὡς ὀφείλων με διὰ τοῦ διηγήματος
5ἀγαγεῖν εἰς ὑπομονὴν τῆς ἐρήμου, ὅτι «Τεσσαρακοντα‐ οκτὼ ἔτη ἔχω ἐν τῇ κέλλῃ ταύτῃ· οὐ γυναικὸς πρόσωπον εἶδον, οὐ νομίσματος ἰδέαν· οὐ μασώμενόν τινα εἶδον· οὐκ ἐσθίοντα, οὐ πίνοντά με εἶδέ τις».

35

.

14

Οὗτος καὶ τῇ δούλῃ τοῦ θεοῦ Ποιμενίῃ παραβα‐ λούσῃ ἱστορίας χάριν οὐ συντετύχηκε μέν, ἐδήλωσε δὲ αὐτῇ τινὰ καὶ τῶν ἀπορρήτων. Παρήγγειλε δὲ αὐτῇ κατ‐ ερχομένῃ ἀπὸ Θηβαΐδος μὴ ἐκνεῦσαι εἰς τὴν Ἀλεξάνδρειαν,
5«Ἐπεὶ πειρασμοῖς ἔχεις περιπεσεῖν». Ἡ δὲ παραλογι‐ σαμένη ἢ ἐπιλαθομένη ἐξένευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἱστορῆσαι τὴν πόλιν. Κατὰ δὲ τὴν ὁδὸν πλησίον Νικίους τῆς πόλεως παρέβαλεν αὐτῆς τὰ πλοῖα ἀναπαύσεως χάριν.

35

.

15

Ἐξελθόντες οὖν οἱ παῖδες ἐξ ἀταξίας τινὸς συνέ‐ βαλον μάχην μετὰ τῶν ἐπιχωρίων, ἀνδρῶν ἀπονενοημένων· οἵτινες ἑνὸς μὲν εὐνούχου δάκτυλον ἦραν, ἄλλον δὲ ἐφό‐
νευσαν, Διονύσιον δὲ τὸν ἁγιώτατον ἐπίσκοπον καὶ εἰς τὸν176
5ποταμὸν ἔβαψαν ἀγνοήσαντες, κἀκείνην αὐτὴν λοιδορίαις καὶ ἀπειλαῖς συνέτριψαν, τοὺς λοιποὺς πάντας τραυματί‐ σαντες παῖδας.

36

t

Περὶ Ποσειδωνίου

36

.

1

Τὰ κατὰ Ποσειδώνιον τὸν Θηβαῖον πολλὰ μὲν καὶ δυσδιήγητα, πῶς τε ἦν πραῢς καὶ ὅπως ἀσκητικώ‐ τατος, καὶ πόσην τινὰ εἶχεν ἐν ἑαυτῷ τὴν ἀκακίαν, οὐκ οἶδα εἰ συντετύχηκά τινι. Συνέζησα γὰρ τούτῳ ἐπὶ ἔτος
5ἓν ἐν Βηθλεὲμ ὁπηνίκα ἐκαθέσθη ἐπέκεινα τοῦ Ποιμενίου, καὶ πολλὰς αὐτοῦ κατεῖδον ἀρετάς·

36

.

2

ἐν οἷς μοι αὐτὸς διηγεῖτο μιᾶς τῶν ἡμερῶν ὅτιπερ «Εἰς τὸν Πορφυρίτην τόπον οἰκήσας ἔτος ἓν ἀνθρώπῳ οὐ συντετύχηκα ὅλῳ τῷ ἔτει, οὐχ ὁμιλίας ἀκήκοα, οὐκ ἄρτου ἡψάμην· ἀλλ’ ἢ βρα‐
5χέσι φοινικίοις διεγενόμην καὶ εἴ που βοτάνας εὗρον ἀγρίας. Ἐν οἷς ποτὲ ἐκλειπόντων μου τῶν βρωμάτων, ἐξῆλθον τοῦ σπηλαίου ἐπὶ τὸ ἐλθεῖν εἰς τὴν οἰκουμένην.

36

.

3

Καὶ περιπατήσας διὰ πάσης τῆς ἡμέρας μόλις ἀπέσχον τοῦ σπηλαίου σημεῖα δύο. Περιβλεψάμενος οὖν ὁρῶ ἱππέα στρα‐ τιώτου ἔχοντα σχῆμα, τιαρηφόρον κράνος ἔχοντα ἐπὶ τῆς
5κεφαλῆς· καὶ προσδοκήσας αὐτὸν εἶναι στρατιώτην ὥρμησα ἕως τοῦ σπηλαίου, καὶ εὗρον κάρταλον σταφυλῶν καὶ συκῶν νεαροτμήτων· ὃν λαβὼν καὶ περιχαρὴς γενόμενος εἰσῆλθον εἰς τὸ σπήλαιον, ἐπὶ μῆνας δύο ἔχων ἐκεῖνα τὰ βρώματα παραμυθίαν».

36

.

4

Τοῦτο δὲ πεποίηκε τὸ θαῦμα ἐν Βηθλεέμ· γυνή τις ἐγκύμων πνεῦμα εἶχεν ἀκάθαρτον, καὶ ἐν αὐτῷ τῷ μέλλειν γεννᾶν ἐδυστόκει, τοῦ πνεύματος συντρίβοντος αὐτήν. Τῆς γυναικὸς οὖν δαιμονιζομένης ὁ
178
5ἀνὴρ αὐτῆς ἐπέστη καὶ παρεκάλει τὸν ἅγιον ἐκεῖνον παρα‐ γενέσθαι. Εἰσελθόντων οὖν ἡμῶν ἅμα εὔξασθαι, στὰς καὶ προσευξάμενος μετὰ δευτέραν γονυκλισίαν ἐξέβαλε τὸ πνεῦμα.

36

.

5

Ἀναστὰς οὖν λέγει ἡμῖν· «Εὔξασθε, ἄρτι γὰρ ἐξελαύνει τὸ πνεῦμα τὸ ἀκάθαρτον· σημεῖον δέ τι ἔχει ὑπάρξαι ἵνα πληροφορηθῶμεν». Ἐξερχόμενος οὖν ὁ δαίμων ἀπὸ θεμελίου τὸν τοῖχον τῆς αὐλῆς ὅλον ἔβαλε
5κάτω. Ἦν δὲ τὸ γύναιον ἑξαετίαν μὴ λαλῆσαν· μετὰ οὖν τὸ ἐξελθεῖν τὸν δαίμονα ἔτεκε καὶ ἐλάλησεν.

36

.

6

Τοῦ ἀνδρὸς τούτου καὶ προφητείαν ἔγνων ταύτην· Ἱερώνυμός τις πρεσβύτερος ᾤκει εἰς τοὺς τόπους ἐκεί‐ νους, ἀρετῇ λόγων ῥωμαϊκῶν κεκοσμημένος καὶ εὐφυίᾳ· τοσαύτην δὲ εἶχε βασκανίαν ὡς ὑπὸ ταύτης καλύπτεσθαι
5τῶν λόγων τὴν ἀρετήν. Συγχρονίσας οὖν αὐτῷ ὁ Ποσει‐ δώνιος ἡμέρας πλείους λέγει μοι πρὸς τὸ οὖς ὅτι «Ἡ μὲν ἐλευθέρα Παῦλα, ἡ φροντίζουσα αὐτοῦ, προτελευτήσει, ἀπαλ‐ λαγεῖσα αὐτοῦ τῆς βασκανίας, ὡς οἶμαι.

36

.

7

Χάριν δὲ τούτου τοῦ ἀνδρὸς οὐ μὴ οἰκήσει ἅγιος ἀνὴρ εἰς τοὺς τόπους τούτους, ἀλλὰ φθάσει αὐτοῦ ὁ φθόνος καὶ μέχρι τοῦ ἰδίου ἀδελφοῦ». Ἐν οἷς καὶ συνέβη τὸ πρᾶγμα. Καὶ γὰρ καὶ
5Ὀξυπερέντιον τὸν μακάριον ἤλασε τὸν Ἰταλόν, καὶ Πέτρον
ἄλλον τινὰ Αἰγύπτιον, καὶ Συμεῶνα, θαυμασίους ἄνδρας, οὓς τέως ἐγὼ ἐπεσημηνάμην. Οὗτός μοι διηγεῖτο ὁ Ποσει‐ δώνιος ὡς ἄρτου πεῖραν μὴ ἔχων ἀπὸ ἔτους τεσσαρακοστοῦ, μήτε μὴν μνησικακήσας τινὶ μέχρι ἡμισείας ἡμέρας.180

37

t

Περὶ Σαραπίωνος

37

.

1

Ἄλλος Σαραπίων τις γέγονεν, ἐπεκέκλητο δὲ σιν‐ δόνιος, παρεκτὸς γὰρ σινδονίου οὐδέποτε οὐδὲν περιεβάλ‐ λετο· ὃς πολλὴν ἐξήσκησεν ἀκτημοσύνην, εὐγράμματος δὲ ὢν ἀπεστήθιζε πάσας τὰς γραφάς· καὶ ἀπὸ πολλῆς ἀκτη‐
5μοσύνης καὶ μελέτης γραφῶν οὐδὲ ἠρεμῆσαι ἴσχυσεν ἐν κελ‐ λίῳ, μὴ περισπώμενος ὕλῃ, ἀλλὰ περιερχόμενος τὴν οἰκου‐ μένην ταύτην κατώρθωσε τὴν ἀρετήν· ταύτης γὰρ ἐγεγόνει καὶ τῆς φύσεως· διαφοραὶ γάρ εἰσιν φύσεων, οὐκ οὐσιῶν.

37

.

2

Διηγοῦντο οὖν οἱ πατέρες ὅτι λαβών τινα συμπαίκτην ἀσκητὴν πέπρακεν ἑαυτὸν μίμοις Ἕλλησιν ἐν πόλει τινὶ εἴκοσι νομισμάτων. Καὶ σφραγίσας τὰ νομίσματα ἐφύλαττε παρ’ ἑαυτῷ. Ἐπὶ τοσοῦτον οὖν παρέμεινε καὶ ἐδούλευσε
5τοῖς ἀγοράσασιν αὐτὸν μίμοις μέχρις οὗ καὶ χριστιανοὺς αὐτοὺς ἐποίησε καὶ τοῦ θεάτρου ἀπέστησε, παρεκτὸς ἄρτου καὶ ὕδατος οὐδενὸς λαμβάνων, οὐδὲ ἡσυχάζων τῷ στόματι ἀπὸ μελέτης γραφῶν.

37

.

3

Τῷ μακρῷ χρόνῳ πρῶτος κατε‐ νύγη ὁ ἀνήρ, εἶτα ἡ μιμάς, εἶτα ὁ σύμπας οἶκος αὐτῶν. Ἐλέγετο δὲ ὅτι εἰς ὅσον αὐτὸν ἠγνόουν ἀμφοτέρων ἔνιπτε
τοὺς πόδας. Ἀμφότεροι οὖν βαπτισθέντες ἀπέστησαν τοῦ182
5θεατρίζειν, καὶ ἐπὶ τὸν σεμνὸν καὶ θεοσεβῆ ἐλάσαντες βίον σφόδρα ᾐδοῦντο τὸν ἄνδρα καὶ λέγουσιν αὐτῷ· «Δεῦρο, ἄδελφε, ἐλευθερώσωμέν σε, ἐπειδὴ αἰσχρᾶς ἡμᾶς δουλείας ἠλευθέρωσας αὐτός». Λέγει αὐτοῖς· «Ἐπειδὴ ἐνήργησεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχή, εἴπω ὑμῖν τὸ μυστήριον
10τοῦ δράματος·

37

.

4

ἐγὼ κατοικτειρήσας ὑμῶν τὴν ψυχήν, ἐλεύθερος ὢν ἀσκητὴς τῷ γένει Αἰγύπτιος, τούτου χάριν πέπρακα ἐμαυτὸν ἵνα σώσω ὑμᾶς. Ἐπειδὴ δὲ τοῦτο πε‐ ποίηκεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχὴ διὰ τῆς ἐμῆς τα‐
5πεινώσεως, λάβετε ὑμῶν τὸν χρουσὸν ἵνα ἀπέλθω καὶ ἄλλοις βοηθήσω». Οἱ δὲ πολλὰ παρακαλέσαντες αὐτὸν καὶ διαβε‐ βαιωσάμενοι ὅτι «Ὡς πατέρα σε ἕξομεν καὶ δεσπότην, μόνον μεῖνον μεθ’ ἡμῶν»· οὐκ ἴσχυσαν αὐτὸν πεῖσαι. Τότε λέγουσιν αὐτῷ· «Δὸς τὸ χρυσίον πτωχοῖς, ἀρραβὼν γὰρ
10ἡμῖν γέγονε σωτηρίας· ἀλλὰ κἂν δι’ ἐνιαυτοῦ ἡμᾶς ὅρα».

37

.

5

Οὗτος ταῖς συνεχέσιν ἀποδημίαις κατήντησεν εἰς Ἑλ‐ λάδα, καὶ διατρίψας τριῶν ἡμερῶν ἐν Ἀθήναις οὐκ ἠξιώθη παρά τινος ἄρτου· οὔτε γὰρ κέρμα ἐβάσταζεν, οὐ πήραν, οὐ μηλωτήν, οὐδὲν τῶν τοιούτων. Τετάρτης οὖν ἐπιλαβομένης
5ἡμέρας σφόδρα ἐπείνασε· δεινὴ γὰρ ἡ ἀκούσιος πεῖνα, συνή‐ γορον ἔχουσα τὴν ἀπιστίαν. Καὶ στὰς ἐπὶ γεωλόφου τῆς πόλεως, ἔνθα οἱ ἐν τέλει ἦσαν συναθροιζόμενοι τῆς πόλεως, ἤρξατο ἀποδύρεσθαι βίαν μετὰ κρότου χειρῶν καὶ κράζειν· «Ἄνδρες Ἀθηναῖοι, βοηθεῖτε».

37

.

6

Καὶ προσδραμόντες ἅπαντες, τριβωνοφόροι τε καὶ βιρροφόροι, λέγουσιν αὐτῷ· «Τί ἔχεις; Καὶ πόθεν εἶ; Καὶ τί πάσχεις;» Λέγει αὐτοῖς· «Τῷ μὲν γένει εἰμὶ Αἰγύπτιος· ἀφ’ οὗ δὲ τῆς ἀληθινῆς μου
184
5πατρίδος ἀπέστην τρισὶ δανεισταῖς περιέπεσα· καὶ οἱ μὲν δύο μου ἀπηλλάγησαν πληρωθέντες τὸ χρέος, οὐκ ἔχοντες ὃ ἐγκαλέσουσιν· ὁ δὲ εἷς μου οὐκ ἀπαλλάττεται». Φιλο‐ πραγμονοῦντες οὖν ἐκεῖνοι τοὺς δανειστὰς ἵνα αὐτοὺς πλη‐ ροφήσωσιν, ἠρώτων αὐτόν· «Ποῦ εἰσί, καὶ τίνες εἰσί; Τίς
10ἐστιν ὁ ὀχλῶν σοι; δεῖξον ἡμῖν αὐτὸν ἵνα σοι βοηθήσωμεν».

37

.

7

Τότε λέγει αὐτοῖς· «Ὤχλησάν μοι ἐκ νεότητος φιλαρ‐ γυρία καὶ γαστριμαργία καὶ πορνεία· τῶν δύο ἀπηλλάγην, φιλαργυρίας καὶ πορνείας· οὐκέτι μοι ὀχλοῦσι· γαστριμαργίας δὲ ἀπαλλαγῆναι οὐ δύναμαι. Τετάρτην γὰρ ἔχω ἡμέραν μὴ
5φαγών, καὶ παραμένει μοι ὀχλοῦσα ἡ γαστὴρ καὶ ζητοῦσα τὸ σύνηθες χρέος οὗ ἄνευ ζῆσαι οὐ δύναμαι». Τότε τινὲς τῶν φιλοσόφων ὑπονοήσαντες εἶναι αὐτὸ σκηνήν, διδόασιν αὐτῷ νόμισμα· καὶ δεξάμενος ἔθηκεν ἐν ἀρτοπωλείῳ, καὶ λαβὼν ἕνα ἄρτον ἀνεχώρησε παραχρῆμα ὁδεύσας τῆς πόλεως
10καὶ μηκέτι ὑποστρέψας εἰς αὐτήν.

37

.

8

Τότε ἔγνωσαν οἱ φιλόσοφοι ὅτι ἀληθῶς ἐνάρετος ἦν, καὶ δόντες τῷ ἀρτο‐ πώλῃ τὴν τιμὴν τοῦ ἄρτου ἔλαβον τὸ νόμισμα. Ἐλθὼν δὲ εἰς τοὺς περὶ Λακεδαίμονας τόπους ἤκουσέ τινα τῶν πρώ‐
5των τῆς πόλεως Μανιχαῖον εἶναι ἅμα παντὶ τῷ οἴκῳ αὐτοῦ, ἐνάρετον ὄντα τὰ ἄλλα. Τούτῳ πάλιν πέπρακεν ἑαυτὸν κατὰ τὸ πρῶτον δρᾶμα· καὶ ἐντὸς δύο ἐτῶν ἀποστήσας αὐτὸν τῆς αἱρέσεως καὶ τὴν τούτου ἐλευθέραν προσήγαγε τῇ ἐκ‐ κλησίᾳ. Τότε αὐτὸν ἀγαπήσαντες οὐκέτι ὡς οἰκέτην ἀλλ’186
10ὡς γνήσιον ἀδελφὸν ἢ πατέρα εἶχον καὶ ἐδόξαζον τὸν θεόν.

37

.

9

Οὗτος ἔβαλεν ἑαυτόν ποτε εἰς πλοῖον ὡς ὀφείλοντα πλεῦσαι ἐπὶ τὴν Ῥώμην· οἱ ναυτικοὶ ὑπονοήσαντες ὅτι ἢ δαπάνας εἰσήνεγκεν ἢ ἐν χρυσῷ κέκτηται τὰ ἀναλώματα, ἀπεριέργως αὐτὸν ἐδέξαντο, ἄλλος ἄλλον νομίσαντες εἰληφέ‐
5ναι αὐτοῦ τὰ σκεύη. Ἐν τῷ ἀποπλεῦσαι αὐτοὺς καὶ γενέσθαι ἀπὸ σταδίων πεντακοσίων Ἀλεξανδρείας ἤρξαντο οἱ ἐπι‐ βάται περὶ δυσμὰς ἡλίου ἐσθίειν, τῶν ναυτικῶν προφαγόν‐ των.

37

.

10

Εἶδον οὖν αὐτὸν ὅτι οὐκ ἐσθίει τὴν πρώτην ἡμέραν, καὶ προσεδόκησαν διὰ τὸν πλοῦν· ὁμοίως καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην, καὶ τὴν τετάρτην. Τῇ πέμπτῃ ἡμέρᾳ βλέπουσιν αὐτὸν καθεζόμενον ἡσυχῇ ἐν τῷ πάντας
5ἐσθίειν, καὶ λέγουσιν αὐτῷ· «Διὰ τί οὐκ ἐσθίεις, ἄνθρωπε;» Λέγει αὐτοῖς· «Ὅτι οὐκ ἔχω». Περιειργάσαντο οὖν πρὸς ἀλλήλους· «Τίς αὐτοῦ ἔλαβε τὰ σκεύη ἢ τὰ ἀναλώματα;»

37

.

11

Καὶ ὡς εὗρον ὅτι οὐδείς, ἤρξαντο διαμάχεσθαι αὐτῷ καὶ λέγειν· «Πῶς εἰσῆλθες ἄνευ ἀναλωμάτων; Πόθεν ἡμῖν ἔχεις δοῦναι τὸ ναῦλον; Ἢ πόθεν ἔχεις τραφῆναι;» Λέγει αὐτοῖς· «Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἀπενέγκατέ με καὶ ῥίψατε
5ὅπου με εὕρατε». Ἐκεῖνοι δὲ οὐδὲ ἑκατὸν χρυσίνων ἡδέως ἂν ἔλυον, ἀλλ’ ἤνυον τὸν σκοπὸν αὐτῶν. Οὕτως οὖν ἦν ἐν τῷ πλοίῳ καὶ εὑρέθησαν τρέφοντες αὐτὸν ἕως Ῥώμης.188

37

.

12

Ἐλθὼν οὖν ἐν τῇ Ῥώμῃ περιειργάζετο τίς εἴη μέ‐ γας ἀσκητὴς ἢ ἀσκήτρια ἐν τῇ πόλει. Ἐν οἷς περιέτυχε καὶ Δομνίνῳ τινὶ μαθητῇ Ὠριγένους, οὗ ἡ κλίνη μετὰ θάνατον νοσοῦντας ἰάσατο. Περιτυχὼν οὖν αὐτῷ καὶ ὠφεληθεὶς παρ’
5αὐτοῦ, ἀνὴρ γὰρ ἦν τετορνευμένος ἔν τε ἤθει καὶ γνώσει, μαθὼν παρ’ αὐτοῦ τίς ἄλλος εἴη, ἀσκητὴς ἢ ἀσκήτρια, ἔγνω περὶ ἡσυχαζούσης τινὸς παρθένου ἥτις οὐδενὶ συνετύγχανε.

37

.

13

Καὶ μαθὼν ποῦ μένει ἀπῆλθε καὶ λέγει τῇ ὑπηρετούσῃ αὐτῇ γραΐδι· «Εἶπον τῇ παρθένῳ ὅτι “Ἀναγκαίως σοι ἔχω συντυχεῖν, ὁ θεὸς γάρ με ἀπέστειλε”». Παραμείνας οὖν δύο ἢ τρεῖς ἡμέρας ὕστερον αὐτῇ συνέτυχε καὶ λέγει αὐτῇ· «Τί
5καθέζῃ;» Λέγει αὐτῷ· «Οὐ καθέζομαι ἀλλὰ ὁδεύω». Λέγει αὐτῇ· «Ποῦ ὁδεύεις;» Λέγει αὐτῷ· «Πρὸς τὸν θεόν». Λέγει αὐτῇ· «Ζῇς ἢ ἀπέθανες;» Λέγει αὐτῷ· «Πιστεύω εἰς τὸν θεὸν ὅτι ἀπέθανον· ζῶν γὰρ σαρκί τις οὐ μὴ ὁδεύσῃ». Λέγει αὐτῇ· «Οὐκοῦν ἵνα με πληροφορήσῃς
10ὅτι ἀπέθανες ποίησον ὃ ποιῶ». Λέγει αὐτῷ· «Δυνατά μοι ἐπίταξον καὶ ποιῶ».

37

.

14

Ἀπεκρίνατο αὐτῇ· «Νεκρῷ πάν‐ τα ἐστὶ δυνατά, παρεκτὸς τοῦ ἀσεβῆσαι». Τότε λέγει αὐτῇ· «Ἔξελθε καὶ πρόελθε». Ἀπεκρίνατο αὐτῷ ἐκείνη· «Εἰκο‐ στὸν πέμπτον ἔτος ἔχω καὶ οὐ προῆλθον· καὶ ἵνα τί προέλ‐
5θω;» Λέγει αὐτῇ· «Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσ‐
μος, ταὐτόν σοί ἐστι καὶ προελθεῖν καὶ μὴ προελθεῖν· πρόελθε οὖν». Προῆλθε· καὶ μετὰ τὸ προελθεῖν αὐτὴν ἔξω καὶ ἐλθεῖν ἕως ἐκκλησίας τινὸς λέγει αὐτῇ ἐν τῇ ἐκκλησίᾳ· «Οὐκοῦν εἰ θέλεις με πληροφορῆσαι ὅτι ἀπέθανες καὶ οὐκέτι190
10ζῇς ἀνθρώποις ἀρέσκουσα, ποίησον ὃ ποιῶ, καὶ οἶδα ὅτι ἀπέθανες.

37

.

15

Ἐκδυσαμένη κατ’ ἐμὲ πάντα σου τὰ ἱμάτια ἐπὶ τῶν ὤμων θὲς καὶ πάρελθε μέσην τὴν πόλιν ἐμοῦ προ‐ λαμβάνοντος τῷ σχήματι τούτῳ». Λέγει αὐτῷ ἐκείνη· «Σκανδαλίζω πολλοὺς ἐπὶ τῷ ἀσχήμῳ τοῦ πράγματος, καὶ
5ἔχουσι λέγειν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστιν». Ἀπε‐ κρίθη αὐτῇ· «Καί σοι τί μέλει ἐὰν εἴπωσιν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστι; Σὺ γὰρ αὐτοῖς ἀπέθανες». Τότε λέγει αὐτῷ ἐκείνη· «Εἴ τι ἄλλο θέλεις ποιῶ· εἰς τοῦτο γὰρ τὸ μέτρον οὐδὲ εὔχομαι ἐλθεῖν».

37

.

16

Τότε λέγει αὐτῇ· «Ἴδε οὖν μηκέτι μέγα φρόνει ἐπὶ σεαυτῇ ὡς πάντων εὐλαβεστέρα καὶ ἀποθανοῦσα τῷ κόσμῳ· ἐγὼ γάρ σου νεκρότερός εἰμι, καὶ ἔργῳ δείκνυμι ὅτι ἀπέθανον τῷ κόσμῳ· ἀπαθῶς γὰρ
5καὶ ἀνεπαισχύντως τοῦτο ποιῶ». Τότε καταλείψας αὐτὴν ἐν ταπεινοφροσύνῃ καὶ κλάσας αὐτῆς τὸν τῦφον ἀνεχώρησε. Πολλὰ δέ ἐστι καὶ ἄλλα ἃ πεποίηκε θαυμαστὰ πράγματα τὰ συντείνοντα εἰς ἀπάθειαν. Οὗτος τελευτᾷ ἑξηκοστὸν ἄγων ἔτος τῆς ἡλικίας, ἐν αὐτῇ τῇ Ῥώμῃ ταφείς.

38

t

Περὶ Εὐαγρίου

38

.

1

Τὰ κατὰ Εὐάγριον τὸν ἀοίδιμον διάκονον, ἄνδρα βεβιωκότα κατὰ τοὺς ἀποστόλους, οὐ δίκαιον ἡσυχάσαι, ἀλλὰ ταῦτα γραφῇ παραδοῦναι εἰς οἰκοδομὴν τῶν ἐντυγχα‐
νόντων καὶ δόξαν τῆς ἀγαθότητος τοῦ σωτῆρος ἡμῶν, ἄξιον192
5ἡγησάμενος ἄνωθεν ἐκτιθέναι, πῶς τε ἦλθεν ἐπὶ τὸν σκοπόν, καὶ ὅπως αὐτὸν ἐξασκήσας ἀξίως τελευτᾷ πεντήκοντα τεσ‐ σάρων ἐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον· «Ἐν ὀλίγῳ χρόνῳ ἐπλήρωσεν ἔτη πολλά».

38

.

2

Οὗτος τῷ μὲν γένει ἦν Ποντικὸς πόλεως Ἰβορῶν, υἱὸς χωρεπισκόπου· ἀναγνώστης κεχειροτόνηται παρὰ τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου τῆς ἐκκλησίας Καισαρέων. Μετὰ οὖν τὸν θάνατον τοῦ ἁγίου Βασιλείου προσσχὼν αὐτοῦ
5τῇ ἐπιτηδειότητι ὁ σοφώτατος καὶ ἀπαθέστατος καὶ παιδείᾳ διαλάμπων Γρηγόριος ὁ Ναζιανζηνὸς ἐπίσκοπος προχειρίζε‐ ται διάκονον. Ἐκεῖθεν ἐν τῇ μεγάλῃ συνόδῳ τῇ κατὰ Κων‐ σταντινούπολιν καταλιμπάνει αὐτὸν τῷ μακαρίῳ Νεκταρίῳ τῷ ἐπισκόπῳ διαλεκτικώτατον ὄντα κατὰ πασῶν τῶν αἱ‐
10ρέσεων. Ἤνθει δὲ ἐν τῇ μεγάλῃ πόλει λόγοις νεανιευόμενος κατὰ πάσης αἱρέσεως.

38

.

3

Συνέβη οὖν τοῦτον σφοδρῶς παρὰ πάσης τῆς πόλεως τιμώμενον, εἰδώλῳ περιπαγῆναι γυναι‐ κικῆς ἐπιθυμίας, ὡς αὐτὸς ἡμῖν διηγήσατο, ὕστερον ἐλευθε‐ ρωθεὶς τὸ φρονοῦν. Ἀντηράσθη τούτου πάλιν τὸ γύναιον·
5ἦν δὲ τῶν μεγιστάνων. Ὁ οὖν Εὐάγριος τὸν θεὸν φοβούμε‐ νος καὶ τὸ ἑαυτοῦ αἰδούμενος συνειδός, καὶ πρὸ ὀφθαλμῶν θέμενος τὸ μέγεθος τῆς αἰσχημοσύνης καὶ τὸ ἐπιχαιρεσίκακον τῶν αἱρέσεων, ηὔξατο τὸν θεὸν ἱκετεύων ὅπως παρ’ αὐτοῦ ἐμποδισθῇ. Τῆς οὖν γυναικὸς ἐπικειμένης καὶ λυττώσης
10θέλων ἀναχωρῆσαι οὐκ ἴσχυε, δεσμοῖς τῆς θεραπείας ταύτης κατεχόμενος.

38

.

4

Μετ’ οὐ πολὺ δὲ τῆς εὐχῆς αὐτοῦ προ‐ κοψάσης πρὸ τῆς τοῦ πράγματος πείρας, ἐπέστη αὐτῷ ἀγ‐ γελικὴ ὀπτασία ἐν σχήματι στρατιωτῶν τοῦ ὑνάρχου, καὶ
ἁρπάζει αὐτὸν καὶ ἄγει ὡς ἐν δικαστηρίῳ καὶ βάλλει αὐτὸν194
5εἰς τὴν λεγομένην κουστωδίαν, κλοιοῖς σιδηροῖς καὶ ἁλύσε‐ σιν αὐχένα καὶ χεῖρας καταδησάντων, τῶν ἐπ’ αὐτὸν ἐλθόν‐ των δῆθεν τὴν αἰτίαν οὐ λεγόντων. Αὐτὸς δὲ τῇ συνειδήσει ᾔδει ὅτι χάριν ταύτης ὑφίσταται ταῦτα, προσδοκήσας τὸν ἄνδρα αὐτῆς ἐντετυχηκέναι.

38

.

5

Ἐν τῷ οὖν λίαν αὐτὸν ἀγω‐ νιᾶν ἄλλης δίκης πραττομένης καὶ βασανιζομένων ἑτέρων ἐπὶ ἐγκλήματι, ἔμενε σφόδρα ἀγωνιῶν. Μετασχηματίζεται δὲ ὁ ἄγγελος ὁ τὴν ὀπτασίαν παρασχὼν εἰς παρουσίαν γνη‐
5σίου φίλου, καὶ λέγει αὐτῷ δεδεμένῳ μεταξὺ σειρᾶς τεσ‐ σαράκοντα καταδίκων· «Τίνος ἕνεκεν κατέχῃ ἐνταῦθα, κῦρι διάκονε;» Λέγει αὐτῷ· «Κατὰ μὲν ἀλήθειαν οὐκ ἐπίσταμαι, ὑπόνοια δέ με ἔχει ὅτι ὁ δεῖνα ὁ ἀπὸ ὑπάρχων ἐνέτυχε κατ’ ἐμοῦ ἀλόγῳ ζηλοτυπίᾳ πληγείς· καὶ δέδοικα μήποτε χρήμασιν
10ὁ ἄρχων διαφθαρεὶς τιμωρίᾳ με ὑποβάλλῃ».

38

.

6

Λέγει αὐτῷ· «Εἰ ἀκούεις τοῦ φίλου σου, οὐ συμφέρει σοι ἐν τῇ πόλει ταύτῃ διάγειν». Λέγει αὐτῷ ὁ Εὐάγριος· «Ἐὰν ὁ θεός με ταύτης τῆς συμφορᾶς ἀπαλλάξῃ καὶ ἴδῃς με ἐν
5Κωνσταντινουπόλει, γνῶθι ὅτι εὐλόγως ὑφίσταμαι ταύτην τὴν τιμωρίαν». Λέγει αὐτῷ ἐκεῖνος· «Φέρω τὸ εὐαγ‐ γέλιον καὶ ὄμοσόν μοι ἐν αὐτῷ ὅτι ἀναχωρεῖς τῆς πόλεως ταύτης καὶ φροντίζεις σου τῆς ψυχῆς, καὶ ἀπαλλάττω σε τῆς ἀνάγκης ταύτης».

38

.

7

Ἤνεγκεν οὖν τὸ εὐαγ‐ γέλιον καὶ ὤμοσεν αὐτῷ κατὰ τοῦ εὐαγγελίου ὅτι «Παρ‐ εκτὸς μιᾶς ἡμέρας, ἵνα φθάσω ἐμβαλεῖν εἰς τὸ πλοῖον τὰ ἱμάτιά μου, οὐ μὴ παραμείνω». Τοῦ ὅρκου οὖν προ‐
5χωρήσαντος ἐπανῆλθεν ἀπὸ τῆς ἐκστάσεως τῆς γενομένης
αὐτῷ ἐν τῇ νυκτί· καὶ ἀναστὰς ἐλογίσατο ὅτι «Εἰ καὶ ἐν ἐκστάσει γέγονεν ὁ ὅρκος ἀλλ’ ὅμως ὤμοσα». Βα‐ λὼν οὖν πάντα τὰ αὐτοῦ εἰς πλοῖον ἔρχεται εἰς Ἱεροσό‐ λυμα.196

38

.

8

Κἀκεῖ δεξιοῦται παρὰ τῆς μακαρίας Μελανίου τῆς Ῥωμαίας. Πάλιν δὲ τοῦ διαβόλου σκληρύναντος αὐτοῦ τὴν καρδίαν καθάπερ τοῦ Φαραώ, ὡς νέῳ καὶ σφριγῶντι τὴν ἡλικίαν γέγονεν ἐνδυασμός τις καὶ ἐδιψύχησε μηδενὶ
5μηδὲν εἰρηκώς, κἀκεῖσε πάλιν ἐξαλλάσσων τοῖς ἱματίοις καὶ ἐν τῇ διαλέκτῳ ἐκάρου αὐτὸν ἡ κενοδοξία. Ὁ δὲ ἐμπο‐ διστὴς τῆς πάντων ἡμῶν ἀπωλείας θεὸς ἐνέβαλεν αὐτὸν εἰς περίστασιν πυρετοῦ, κἀκεῖθεν εἰς νόσον μακρὰν ἑξαμη‐ νιαίῳ χρόνῳ ταριχεύσας αὐτοῦ τὸ σαρκίον, δι’ οὗ ἐνε‐
10ποδίζετο.

38

.

9

Τῶν ἰατρῶν δὲ ἀπορούντων καὶ τρόπον θεραπείας μὴ εὑρισκόντων, λέγει αὐτῷ ἡ μακαρία Μελά‐ νιον· «Οὐκ ἀρέσκει μοι, υἱέ, ἡ σὴ μακρονοσία. Εἰπὲ οὖν μοι τὰ ἐν τῇ διανοίᾳ σου. Οὐκ ἔστι γὰρ ἀθεής σου ἡ νόσος
5αὕτη». Τότε ὡμολόγησεν αὐτῇ τὸ πρᾶγμα σύμπαν. Ἡ δὲ λέγει αὐτῷ· «Δός μοι λόγον ἐπὶ κυρίου, ὅτι ἔχῃ τοῦ σκοποῦ τοῦ μονήρους βίου· καὶ εἰ καὶ ἁμαρτωλὴ τυγχάνω, προσεύχομαι ἵνα δοθῇ σοι κομίατος ζωῆς». Ὁ δὲ συν‐ έθετο. Ἐντὸς οὖν ὀλίγων ἡμερῶν ὑγίανε· καὶ ἀναστὰς
10παρ’ αὐτῆς ἐκείνης μετημφιάσθη, καὶ ἐξέρχεται ἐκδημή‐ σας εἰς τὸ ὄρος τῆς Νιτρίας τὸ ἐν Αἰγύπτῳ.

38

.

10

Ἐν ᾧ οἰκήσας δεύτερον ἔτος τὸ τρίτον εἰσβάλλει εἰς τὴν ἔρημον. Ζήσας οὖν δεκατέσσαρα ἔτη ἐν τοῖς λε‐
γομένοις Κελλίοις ἤσθιε μὲν λίτραν ἄρτου, ἐν τριμηνιαίῳ δὲ ξέστην ἐλαίου, ἀνὴρ ἀπὸ ἁβροτάτου καὶ τρυφηλοῦ βίου198
5καὶ ὑγροτάτου ἠγμένος. Ἐποίει δὲ εὐχὰς ἑκατόν, γράφων τοῦ ἔτους τὴν τιμὴν μόνον ὧν ἤσθιεν· εὐφυῶς γὰρ ἔγραφε τὸν ὀξύρυγχον χαρακτῆρα. Ἐντὸς οὖν δεκαπέντε ἐτῶν καθαρεύσας εἰς ἄκρον τὸν νοῦν κατηξιώθη χαρίσματος γνώσεως καὶ σοφίας καὶ διακρίσεως πνευμάτων. Συντάττει
10οὖν οὗτος τρία βιβλία ἱερὰ μοναχῶν ἀντιρρητικὰ οὕτω λεγόμενα, πρὸς τοὺς δαίμονας ὑποτιθέμενος τέχνας.

38

.

11

Τούτῳ ὤχλησεν εἰς βάρος ὁ τῆς πορνείας δαίμων, ὡς καὶ αὐτὸς ἡμῖν διηγεῖτο· καὶ διὰ πάσης νυκτὸς γυμνὸς ἔστη ἐν τῷ φρέατι χειμῶνος ὄντος, ὡς καὶ παγῆναι αὐτοῦ τὰς σάρκας. Ἄλλοτε πάλιν ὤχλησεν αὐτῷ πνεῦμα βλασφη‐
5μίας· καὶ ἐν τεσσαράκοντα ἡμέραις ὑπὸ στέγην οὐκ εἰσ‐ ῆλθεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο, ὡς καὶ τὸ σῶμα αὐτοῦ καθάπερ τῶν ἀλόγων ζῴων κρότωνας ἐκβράσαι. Τούτῳ τρεῖς ἐπέστησαν ἐν ἡμέρᾳ δαίμονες ἐν σχήματι κληρικῶν περὶ πίστεως συζητοῦντες· καὶ ὁ μὲν ἔλεγεν ἑαυτὸν Ἀρεια‐
10νόν, ὁ δὲ Εὐνομιανόν, ὁ δὲ Ἀπολιναριανόν· καὶ τούτων περιεγένετο τῇ σοφίᾳ αὐτοῦ διὰ βραχέων λόγων.

38

.

12

Πάλιν μιᾶς τῶν ἡμερῶν τῆς κλειδὸς ἀπολομένης τῆς ἐκκλησίας, σφραγίσας τὸ πρόσωπον τοῦ ἡλωταρίου καὶ τῇ χειρὶ ὤσας ἤνοιξεν, ἐπικαλεσάμενος τὸν Χριστόν. Τοσαῦτα ἐμαστιγώ‐
5θη οὗτος ὑπὸ δαιμόνων καὶ τοσαύτην ἔλαβε πεῖραν δαι‐ μόνων ὧν ἀριθμὸς οὐκ ἔστιν. Ἑνὶ δὲ τῶν ἑαυτοῦ μαθη‐ τῶν τὰ μετὰ δεκαοκτὼ ἔτη συμβησόμενα αὐτῷ εἶπε, πάντα
κατ’ εἶδος προφητεύσας αὐτῷ. Ἔλεγε δὲ ὅτι «Ἀφ’ οὗ κατέλαβον τὴν ἔρημον οὐ θριδακίου ἡψάμην, οὐχ ἑτέρου200
10λαχάνου τινὸς χλωροῦ, οὐκ ὀπώρας, οὐ σταφυλῆς, οὐ κρεῶν, οὐ λουτροῦ».

38

.

13

Ἐς ὕστερον δὲ τῷ ἑξκαιδεκάτῳ ἔτει τῆς πολιτείας τῆς ἄνευ ἑψήματος, χρείαν ἐχούσης αὐτοῦ τῆς σαρκὸς διὰ τὴν ἀσθένειαν τοῦ στομάχου τοῦ μετα‐ λαμβάνειν διὰ πυρός, ἄρτου μὲν ἥψατο οὐκέτι, λαχάνων
5δὲ μεταλαμβάνων ἢ πτισάνης ἢ ὀσπριδίων ἐπὶ δύο ἔτη, ἐν αὐτοῖς τελευτᾷ, κοινωνήσας εἰς τὰ Ἐπιφάνια εἰς τὴν ἐκκλησίαν. Ἀφηγεῖτο οὖν ἡμῖν περὶ τὸν θάνατον ὅτι «Τρίτον ἔτος ἔχω μὴ ὀχλούμενος ὑπὸ ἐπιθυμίας σαρκικῆς, — μετὰ τοσοῦτον βίον καὶ κόπον καὶ πόνον καὶ προσευχὴν
10ἀδιάλειπτον». Τούτῳ ἐμηνύθη ἡ τελευτὴ τοῦ πατρὸς καὶ λέγει τῷ ἀναγγείλαντι· «Παῦσαι βλασφημῶν· ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν».

39

t

Περὶ Πίωρ

39

.

1

Πίωρ τις Αἰγύπτιος νέος ἀποταξάμενος ἐξῆλθε τοῦ οἴκου τοῦ πατρικοῦ, καὶ λόγον ἔδωκε τῷ θεῷ δι’ ὑπερ‐ βολὴν ζήλου μηκέτι ἰδεῖν τινα τῶν ἰδίων. Μετὰ οὖν πεν‐ τήκοντα ἔτη ἡ ἀδελφὴ τούτου γηράσασα καὶ ἀκούσασα
5ὅτι ζῇ, εἰς ἔκστασιν ἤλαυνεν ἐὰν μὴ αὐτὸν ἴδῃ. Ἐλθεῖν δὲ μὴ δυναμένη ἐν τῇ πανερήμῳ, ἱκέτευσε τὸν κατὰ τὸν τόπον ἐπίσκοπον γράψαι τοῖς πατράσι τοῖς ἐν τῇ ἐρήμῳ, ἵνα αὐτὸν ἀποστείλωσι καὶ ἴδῃ αὐτόν. Βίας οὖν αὐτῷ
πολλῆς περιτεθείσης ἔδοξεν ἄλλον ἕνα παραλαβεῖν καὶ ὑπά‐202
10γειν.

39

.

2

Καὶ ἐσήμανεν ἐν τῷ οἴκῳ τῆς ἀδελφῆς ὅτι «Ὁ ἀδελφός σου Πίωρ παρεγένετο». Στὰς οὖν ἔξω καὶ τοῦ ψόφου τῆς θύρας αἰσθόμενος ὅτι ἐξῆλθεν εἰς συνάν‐ τησιν ἡ γραῦς, καμμύσας τοὺς ὀφθαλμοὺς ἐβόησεν πρὸς
5αὐτήν· «Ἡ δεῖνα, ἡ δεῖνα, ἐγώ εἰμι Πίωρ ὁ ἀδελφός σου, ἐγώ εἰμι· βλέπε με ὅσον θέλεις». Πληροφορηθεῖσα οὖν ἐκείνη καὶ δοξάσασα τὸν θεόν, καὶ μὴ πείσασα αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῆς, ὑπέστρεψεν εἰς τὴν ἰδίαν οἰκίαν· ὁ δὲ εὐχὴν ποιήσας εἰς τὰς φλιὰς ἀπεδήμησε πάλιν
10ἐν τῇ ἐρήμῳ.

39

.

3

Τοῦτο δὲ αὐτοῦ τὸ θαῦμα φέρεται, ὅτι εἰς τὸν τόπον ὃν ᾤκησεν ὀρύξας εὗρεν ὕδωρ πικρότατον· καὶ μέχρις οὗ ἐτελεύτησεν ἐκεῖ παρέμεινε, στοιχήσας τῇ πικρότητι τοῦ ὕδατος ἵνα δείξῃ τὴν ἑαυτοῦ ὑπομονήν. Πολλοὶ οὖν
5τῶν μοναχῶν μετὰ τὸν θάνατον αὐτοῦ φιλονεικήσαντες μεῖναι ἐν τῷ κελλίῳ αὐτοῦ ἐνιαυτὸν οὐκ ἴσχυσαν ἐκτε‐ λέσαι· ἔστι γὰρ φοβερὸς ὁ τόπος καὶ ἀπαράκλητος.

39

.

4

Μωσῆς ὁ Λίβυς, ἀνὴρ πραότατος λίαν καὶ ἀγαπη‐ τικώτατος, κατηξιώθη χαρίσματος ἰαμάτων. Οὗτός μοι διηγήσατο ὅτι «Ἐν τῷ μοναστηρίῳ ὢν νέος φρέαρ ὠρύ‐ ξαμεν μέγιστον, εἴκοσι ποδῶν πλάτος· ἐν τούτῳ τρεῖς
5ἡμέρας ἐκχοίσαντες ἄνδρες ὀγδοήκοντα καὶ τὴν συνήθη καὶ ὕποπτον φλέβα παρελθόντες ὡς πῆχυν, οὐχ εὕρομεν ὕδωρ. Πάνυ οὖν λυπηθέντες ἐσκεπτόμεθα ἀναχωρῆσαι τοῦ ἔργου· καὶ ἐπιστὰς ὁ Πίωρ ἐκ τῆς πανερήμου ἐν αὐτῇ
τῇ ἕκτῃ τοῦ καύματος, γέρων περιβεβλημένος τὴν μηλωτήν,204
10ἠσπάσατο ἡμᾶς καὶ λέγει μετὰ τὸν ἀσπασμόν· “Τί ἐμι‐ κροψυχήσατε, ὀλιγόπιστοι; Ἑώρακα γὰρ ὑμᾶς ἀπὸ ἐχθὲς μικροψυχοῦντας”.

39

.

5

Καὶ κατελθὼν ἐν τῇ κλίμακι εἰς τὸ ὄρυγμα τοῦ φρέατος ποιεῖ εὐχὴν σὺν αὐτοῖς· καὶ λαβὼν τὸν ὄρυγα λέγει κατενεγκὼν τρίτην πληγήν· “Ὁ θεὸς τῶν ἁγίων πατριαρχῶν, μὴ ἀχρειώσῃς τὸν πόνον τῶν
5δούλων σου, ἀλλὰ ἀπόστειλον αὐτοῖς τὴν τῶν ὑδάτων χρείαν”. Καὶ παραχρῆμα ἐξεπήδησεν ὕδωρ ὡς ῥαντισθῆναι ὅλους. Πάλιν οὖν προσευξάμενος ᾤχετο. Ἀναγκαζόντων οὖν αὐτὸν φαγεῖν οὐκ ἠνέσχετο εἰπών· “Δι’ ὃ ἀπεστά‐ λην ἠνύσθη· δι’ ἐκεῖνο δὲ οὐκ ἀπεστάλην”».

40

t

Περὶ Ἐφραίμ

40

.

1

Τὰ κατὰ Ἐφραὶμ τὸν διάκονον τῆς Ἐδεσηνῶν ἐκκλησίας πάντως ἀκήκοας· γέγονε γὰρ εἷς τῶν μνημο‐ νεύεσθαι ἀξίων παρὰ τῶν ὁσίων. Οὗτος ἀξίως τὴν τοῦ πνεύματος ὁδὸν ἐξανύσας καὶ μὴ ἐκτραπεὶς τῆς εὐθείας
5κατηξιώθη χαρίσματος γνώσεως φυσικῆς, ἣν διαδέχεται θεολογία καὶ ἐσχάτη μακαριότης. Τὸν ἥσυχον οὖν ἀεὶ ἐξ‐ ασκήσας βίον καὶ τοὺς παρατυγχάνοντας οἰκοδομῶν ἐπὶ ἔτη ἱκανά, ἐς ὕστερον προῆλθε τῆς κέλλης ἐξ αἰτίας τοιᾶσδε·

40

.

2

λιμοῦ καταλαβόντος μεγάλου τὴν Ἐδεσηνῶν πόλιν κατ‐
οικτειρήσας πᾶσαν τὴν ἀγροικίαν διαφθειρομένην προσῆλθε τοῖς ἁδροῖς ἐν ὕλῃ καὶ λέγει αὐτοῖς· «Τίνος ἕνεκεν οὐκ ἐλεᾶτε τὴν ἀνθρωπίνην φύσιν διαφθειρομένην, ἀλλὰ τὸν206
5πλοῦτον ὑμῶν σήπετε εἰς κατάκριμα τῶν ψυχῶν ὑμῶν;» Σκεψάμενοι οὖν λέγουσιν αὐτῷ ὅτι «Οὐκ ἔχομεν τίνι πι‐ στεύσομεν πρὸς τὸ διακονῆσαι τοῖς λιμώττουσι· πάντες γὰρ καπηλεύουσι τὰ πράγματα». Λέγει αὐτοῖς· «Τί ὑμῖν δοκῶ ἐγώ;» Εἶχε δὲ μεγάλην ὑπόληψιν παρὰ πᾶσιν, οὐ
10ψευδῶς ἀλλ’ ἀληθῶς.

40

.

3

Λέγουσιν αὐτῷ· «Ἄνθρωπόν σε οἴδαμεν θεοῦ». «Οὐκοῦν ἐμοί, φησίν, ἐμπιστεύσατε· ἰδοὺ δι’ ὑμᾶς χειροτονῶ ἐμαυτὸν ξενοδόχον.» Καὶ λαβὼν ἀργύ‐ ρια καὶ διαφράξας τοὺς ἐμβόλους καὶ στήσας κλίνας ὡς
5τριακοσίας ἐνοσοκόμει τοὺς λιμώττοντας, τοὺς μὲν ἐκλιμ‐ πάνοντας θάπτων, τοὺς δὲ ἐλπίδα ἔχοντας ζωῆς νοσοκο‐ μῶν, καὶ ἁπλῶς πᾶσι τοῖς ἐπιχωριάζουσι τοῦ λιμοῦ ἕνεκεν ξενοδοχίαν καὶ ὑπηρεσίαν καθ’ ἡμέραν παρέχων ἐκ τῶν χορηγουμένων αὐτῷ.

40

.

4

Πληρωθέντος οὖν τοῦ ἐνιαυτοῦ καὶ διαδεξαμένης τῆς εὐθηνίας καὶ πάντων οἴκοι πορευο‐ μένων, μηκέτι ἔχων ὃ πράξει εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ κέλλαν καὶ ἐτελεύτησε μετὰ μῆνα, τοῦ θεοῦ παρασχόντος
5αὐτῷ τὴν ἀφορμὴν ταύτην στεφάνου τρόπον εἰς τὰ ἔσχατα αὐτοῦ. Κατέλιπε δὲ καὶ συντάγματα ὧν τὰ πλεῖστα σπουδῆς
ἄξια.208

41

t

Περὶ γυναικῶν ἁγίων

41

.

1

Ἀναγκαῖον δέ ἐστι καὶ γυναικῶν ἀνδρείων μνη‐ μονεῦσαι ἐν τῷ βιβλίῳ, αἷς καὶ ὁ θεὸς τὰ ἴσα τοῖς ἀνδράσι τῶν ἄθλων ἐχαρίσατο, ὑπὲρ τοῦ μὴ προφασίζεσθαι αὐτὰς ὡς ἀσθενεστέρας οὔσας πρὸς κατόρθωσιν τῆς ἀρετῆς.
5Πολλὰς μὲν οὖν ἑώρακα, καὶ πολλαῖς ἀστείαις συντετύχηκα παρθένοις τε καὶ χήραις·

41

.

2

[ἐν αἷς καὶ Παύλῃ τῇ Ῥωμαίᾳ τῇ μητρὶ Τοξοτίου, γυναικὶ εἰς τὴν πνευματικὴν πολιτείαν ἀστειοτάτῃ· ἧς ἐμπόδιον γέγονεν Ἱερώνυμός τις ἀπὸ Δαλ‐ ματίας· δυναμένην γὰρ αὐτὴν ὑπερπτῆναι πασῶν, εὐφυεστάτην
5οὖσαν, προσενεπόδισε τῇ ἑαυτοῦ βασκανίᾳ ἑλκύσας αὐτὴν πρὸς τὸν ἴδιον αὐτοῦ σκοπόν. Ἧς θυγάτηρ ἐστί, καὶ νῦν ἀσκεῖται, Εὐστόχιον ὀνόματι ἐν Βηθλεέμ· ἧς ἐγὼ ἐν συν‐ τυχίᾳ οὐ γέγονα, λέγεται δὲ σφόδρα εἶναι σωφρονεστάτη, συνοδίαν ἔχουσα πεντήκοντα παρθένων.

41

.

3

Ἔγνων δὲ καὶ Βενερίαν τὴν Βαλλοβίκου τοῦ κό‐ μητος, καλῶς διασκορπίσασαν τὸ τῆς καμήλου φορτίον, καὶ ἀπαλλαγεῖσαν τῶν ἐκ τῆς ὕλης τραυμάτων· καὶ Θεο‐ δώραν τὴν τοῦ τριβούνου, τὴν ἐπὶ τοσοῦτον ἀκτημοσύνης
5ἐλάσασαν ὡς ἐλεημοσύνην λαβοῦσαν οὕτω τελευτῆσαι ἐν τῷ μοναστηρίῳ τοῦ Ἡσυχᾶ παρὰ θάλατταν. Ἔγνων Ὁσίαν ὀνόματι, τὰ ὅλα καὶ σεμνοτάτην γυναῖκα· καὶ τὴν ταύτης ἀδελφὴν Ἀδολίαν, οὐκ ἀξίως μὲν ταύτης, ἐπαξίως δὲ τῆς δυνάμεως ἑαυτῆς ζήσασαν.

41

.

4

Ἔγνων ἐγὼ καὶ Βασιανίλ‐ λαν, τὴν Κανδιδιανοῦ τοῦ στρατηλάτου, προθύμως καὶ εὐλα‐ βῶς τὴν ἀρετὴν ἐξασκήσασαν, καὶ ἐχομένην εἰσέτι καὶ νῦν τῶν ἀγώνων σφοδρῶς· καὶ Φωτεινὴν παρθένον σεμνοτάτην
5εἰς ἄκρον, θυγατέρα Θεοκτίστου τοῦ πρεσβυτέρου τοῦ κατὰ Λαοδίκειαν. Συνέτυχον δὲ καὶ ἐν Ἀντιοχείᾳ σεμνοτάτῃ γυ‐
ναικὶ καὶ τῷ θεῷ προσομιλούσῃ, τῇ διακονίσσῃ Σαβινιανῇ, θείᾳ Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεωσ. Εἶδον δὲ καὶ ἐν Ῥώμῃ τὴν καλὴν Ἀσέλλαν τὴν παρθένον γεγη‐210
10ρακυῖαν ἐν τῷ μοναστηρίῳ, σφόδρα πραϋτάτην γυναῖκα καὶ ἀνεχομένην συνοδίας.

41

.

5

Ἐν οἷς ἐθεασάμην ἄνδρας τε καὶ γυναῖκας νεοκατηχήτους· ἐθεασάμην καὶ Ἀβίταν τὴν τοῦ θεοῦ ἀξίαν σὺν τῷ ταύτης ἀνδρὶ Ἀπρονιανῷ καὶ τῇ τούτων θυγατρὶ Εὐνομίῃ, εὐαρεστοῦντας τῷ θεῷ, ὡς ἄντικρυς μετα‐
5τεθῆναι ἐπὶ τὴν ἐνάρετον καὶ ἐγκρατῆ πολιτείαν, καταξιω‐ θέντες ἐν τούτοις καὶ τῆς ἐν Χριστῷ κοιμήσεως, ἐλευθερωθέν‐ τες μὲν πάσης ἁμαρτίας ἐντὸς δὲ καὶ γνώσεως γενόμενοι, ἐν μνήμῃ ἀγαθῇ τὸν βίον ἑαυτῶν καταλείψαντες.]

42

t

Περὶ Ἰουλιανοῦ

42

.

1

[Ἀκήκοα περὶ Ἰουλιανοῦ τινὸς ἐν τοῖς μέρεσι τῶν Ἐδεσηνῶν, ἀνδρὸς ἀσκητικωτάτου· ὃς καθ’ ὑπερβολὴν κατα‐ τήξας αὐτοῦ τὸ σαρκίον ὀστέα καὶ δέρμα περιέφερε μόνον. Οὗτος εἰς τὰ ἔσχατα τοῦ τέλους κατηξιώθη τιμῆς χαρίσμα‐
5τος ἰαμάτων.]

43

t

Περὶ Ἀδολίου

43

.

1

Ἔγνων τινὰ πάλιν εἰς τὰ Ἱεροσόλυμα ὀνόματι Ἀδόλιον, Ταρσέα τῷ γένει, ὃς παραγενόμενος ἐν τοῖς Ἱερο‐ σολύμοις λίαν τὴν ἄτριπτον ὥδευσεν ὁδόν, οὐχ ἣν οἱ πολλοὶ ἐβαδίσαμεν, ἀλλὰ ξένην τινὰ ἀνατεμὼν ἑαυτῷ πολιτείαν·
5ὑπὲρ ἄνθρωπον γὰρ ἤσκησεν, ὡς καὶ αὐτοὺς τοὺς δαίμονας φρίξαντας αὐτοῦ τὸ αὐστηρὸν μηδὲ τολμῆσαι αὐτῷ προσεγ‐ γίσαι. Δι’ ὑπερβολὴν γὰρ ἐγκρατείας καὶ ἀγρυπνίας ὑπε‐ νοήθη καὶ φάσμα εἶναι.

43

.

2

Ἐν μὲν γὰρ τῇ τεσσαρακοστῇ
ἤσθιε διὰ πέντε, τὸν δὲ ἄλλον ὅλον καιρὸν μίαν παρὰ μίαν. Τὸ δὲ μέγα αὐτοῦ τοῦτο ἦν· ἀφ’ ἑσπέρας μέχρις ὅτε πάλιν ἡ ἀδελφότης συνήγετο εἰς τοὺς εὐκτηρίους οἴκους, ἐν τῷ212
5Ἐλαιῶνι εἰς τὸν τῆς ἀναλήψεως βουνὸν ὅθεν ἀνελήφθη ὁ Ἰησοῦς, ἑστὼς καὶ ψάλλων καὶ προσευχόμενος διετέλει· καὶ εἴτε ἔνιφεν εἴτε ἔβρεχεν εἴτε ἐπάχνιζεν, ἀσάλευτος ἔμενε.

43

.

3

Πληρώσας οὖν τὸν συνήθη καιρὸν τῷ ἐξυπνιστικῷ σφυρίῳ τὰς πάντων ἔκρουε κέλλας, συνάγων αὐτοὺς εἰς τοὺς εὐκτη‐ ρίους οἴκους, καὶ καθ’ ἕκαστον οἶκον συμψάλλων αὐτοῖς ἓν ἢ δεύτερον ἀντίφωνον, καὶ συνευχόμενος, οὕτως ἀπῄει πρὸ
5ἡμέρας εἰς τὸ κελλίον ἑαυτοῦ, ὡς ἐπὶ τῆς ἀληθείας πολλάκις ἐκδιδυσκόντων αὐτὸν τῶν ἀδελφῶν καὶ ἀποσφιγγόντων αὐτοῦ τὰ ἱμάτια ὡς ἀπὸ πλύτρας, καὶ ἄλλα περιβαλλόντων. Οὕτως οὖν πάλιν ἀναπαεὶς μέχρι τῆς ὥρας τῆς ψαλμῳδίας προσ‐ εῖχεν ἕως ἑσπέρας. Καὶ αὕτη τοίνυν ἡ ἀρετὴ Ἀδολίου τοῦ
10Ταρσέως τοῦ τελειωθέντος ἐν Ἱεροσολύμοις κἀκεῖ κοιμη‐ θέντος.

44

t

Περὶ Ἰννοκεντίου

44

.

1

Τὰ κατὰ τὸν μακάριον Ἰννοκέντιον τὸν πρεσβύ‐ τερον τοῦ Ἐλαιῶνος παρὰ πολλῶν μὲν ἀκήκοας, οὐδὲν δὲ ἧττον καὶ παρ’ ἡμῶν τῶν συζησάντων αὐτῷ τρία ἔτη ἀκούσῃ. Οὗτος ἁπλούστατος ἦν καθ’ ὑπερβολήν· γενόμενος δὲ τῶν
5ἐπιδόξων ἐν τῷ παλατίῳ ἐν ταῖς ἀρχαῖς Κωνσταντίου τοῦ
βασιλέως ἀπετάξατο ὁρμώμενος ἀπὸ γάμου, ἐν οἷς εἶχε καὶ υἱὸν Παῦλον ὀνόματι δομέστικον στρατευόμενον.214

44

.

2

Τούτου ἁμαρτήσαντος πρὸς θυγατέρα πρεσβυτέρου ἐπαράσατο ὁ Ἰννοκέντιος τῷ ἰδίῳ υἱῷ, παρακαλέσας τὸν θεὸν καὶ εἰπὼν ὅτι «Κύριε, δὸς αὐτῷ τοιοῦτον πνεῦμα ἵνα μηκέτι εὕρῃ
5καιρὸν τοῦ ἐξαμαρτῆσαι τὸ σαρκίον»· ἄμεινον ἡγησάμενος δαιμονίῳ αὐτὸν πυκτεύειν ἢ ἀκολασίᾳ. Ὃ δὴ καὶ γεγένηται. Ὃς ἔτι καὶ νῦν ἐστὶν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν σιδηροφορῶν καὶ παιδευόμενος ὑπὸ τοῦ πνεύματος.

44

.

3

Οὗτος ὁ Ἰννοκέν‐ τιος οἷος μὲν γέγονεν ἐλεήμων λῆρος ὀφθήσομαι τἀληθῆ διηγούμενος, ὡς πολλάκις κλέπτειν αὐτὸν ἀπὸ τῶν ἀδελφῶν καὶ διδόναι τοῖς δεομένοις. Καθ’ ὑπερβολὴν δὲ γέγονεν ἄκα‐
5κος καὶ ἁπλοῦς, καὶ χαρίσματος ἠξιώθη κατὰ δαιμόνων. Ἐν οἷς ποτὲ ἠνέχθη αὐτῷ νεανίσκος ὁρώντων ἡμῶν ὑπὸ πνεύματος ληφθεὶς καὶ παρέσεως, ὡς ἐμὲ θεασάμενον ἄν‐ τικρυς θελῆσαι διῶξαι τὴν μητέρα τοῦ ἀχθέντος, ἀπευδοκή‐ σαντα τῆς θεραπείας.

44

.

4

Συνέβη οὖν ἐν τῷ μεταξὺ ἐλθόντα τὸν γέροντα θεάσασθαι αὐτὴν παρεστῶσαν καὶ κλαίουσαν καὶ ὀδυρομένην ἐπὶ τῇ ἀνεκδιηγήτῳ συμφορᾷ τοῦ υἱοῦ. Δακρύσας οὖν ὁ καλόγηρος καὶ ἐπισπλαγχνισθεὶς λαβὼν τὸν
5νεανίσκον εἰσῆλθεν εἰς τὸ μαρτύριον ἑαυτοῦ ὃ ᾠκοδομήκει αὐτός, ἐν ᾧ λείψανα κατακεῖται Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ ἐπευξάμενος αὐτῷ μέχρις ἐννάτης ὥρας ἀπὸ τρίτης ὥρας, ὑγιῆ ἀπέδωκε τὸν νεανίσκον τῇ αὐτοῦ μητρὶ τῇ αὐτῇ ἡμέρᾳ, καὶ τὴν πάρεσιν αὐτοῦ καὶ τὸν δαίμονα ἐξελάσας·
10τοιαύτη δὲ ἦν ἡ πάρεσις αὐτοῦ ὡς πτύοντα τὸν παῖδα ἐπὶ τὸν νῶτον πτύειν, οὕτως ἦν ἐκστραφείς.

44

.

5

Πρόβατον ἀπολέσασα γραῦς τις προσῆλθεν αὐτῷ κλαίουσα· καὶ ἀκολουθήσας αὐτῇ λέγει· «Δεῖξόν μοι τὸν τόπον ἔνθα ἀπώλεσας». Ἀπάγει αὐτὸν εἰς τοὺς περὶ τὸ Λαζάριον τόπους. Στὰς οὖν προσηύξατο. Οἱ δὲ κλέψαντες216
5νεώτεροι προφθάσαντες ἔσφαξαν αὐτό. Ἐν τῷ οὖν προσ‐ εύξασθαι αὐτὸν μηδενὸς ὁμολογοῦντος, κεκρυμμένου τοῦ κρεαδίου ἐν τῷ ἀμπελῶνι, ποθὲν κόραξ ἐλθὼν ἐπέστη καὶ λαβὼν κόπαιον πάλιν ἀπέστη. Καὶ προσσχὼν ὁ μακάριος εὗρε τὸ θῦμα· καὶ οὕτω προσπεσόντες αὐτῷ οἱ νεώτεροι
10ὡμολόγησαν οἱ σφάξαντες αὐτό, ἀπαιτηθέντες τὸ ἄξιον τίμημα.

45

t

Περὶ Φιλορώμου

45

.

1

[Περιετύχομεν ἐν Γαλατίᾳ καὶ συνεχρονίσαμεν μακρῷ χρόνῳ τῷ πρεσβυτέρῳ Φιλορώμῳ ἀνδρὶ ἀσκητικω‐ τάτῳ καὶ καρτερικωτάτῳ· ὃς ὥρμητο μὲν ἐξ οἰκέτιδος μη‐ τρὸς ἐλευθέρου δὲ πατρός· τοσαύτην δὲ εὐγένειαν εἰς τὴν
5κατὰ Χριστὸν ἐνεδείξατο πολιτείαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνικήτους ἐν γένει αἰδεῖσθαι αὐτοῦ τὴν ζωὴν καὶ τὴν ἀρετήν. Οὗτος ἀπετάξατο ἐν ταῖς ἡμέραις Ἰουλιανοῦ τοῦ δυσωνύμου βασιλέως, καὶ μετὰ παρρησίας διελέχθη τούτῳ. Ὃν ξυρισθῆ‐ ναι ἐκέλευσε καὶ ὑπὸ παιδαρίων κοσσισθῆναι· ὃς ἐγκαρ‐
10τερήσας τῷ πράγματι, καὶ χάριτας αὐτῷ ὡμολόγησεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο.

45

.

2

Τούτῳ ἐπέθετο ἐν προοιμίοις ὁ τῆς πορνείας πόλεμος καὶ τῆς γαστριμαργίας· ὃς τὸ πάθος ἐξήλασεν ἐγκλεισμῷ τε καὶ σιδηροφορίᾳ, καὶ ἀποχῇ σιτίνου ἄρτου καὶ πάντων τῶν ἑψομένων διὰ πυρός. Διακαρτερήσας
5ἐν τούτοις ἐπὶ δεκαοκτὼ ἔτεσιν ᾖσε τὸν ἐπινίκιον ὕμνον τῷ Χριστῷ. Οὗτος ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας δια‐ φόρως πολεμηθεὶς ἐνεκαρτέρησεν ἐν ἑνὶ μοναστηρίῳ τεσσαρά‐ κοντα ἔτη. Ἀφηγεῖτο δὲ οὗτος ὅτι «Ἐπὶ τριάκοντα καὶ δύο ἔτη οὐδεμιᾶς ὀπώρας ἡψάμην». Δειλίας δέ ποτε218
10πολεμησάσης πρὸς τὸ ταύτης περιγενέσθαι μνήματι ἑαυτὸν καθεῖρξεν ἐπὶ ἔτη ἕξ.

45

.

3

Τούτου πάνυ ἐκήδετο ὁ μακά‐ ριος Βασίλειος ὁ ἐπίσκοπος ἡδόμενος αὐτοῦ τῇ αὐστηρίᾳ καὶ τῇ στυφότητι· ὃς εἰσέτι καὶ νῦν τοῦ καλάμου καὶ τῆς τετράδος τοῦ γράφειν οὐκ ἀνεχώρησεν, ὀγδοηκοστόν που
5ἄγων ἔτος. Οὗτος ἔφησεν ὅτι «Ἀφ’ οὗ ἐμυσταγωγήθην καὶ ἀνεγεννήθην μέχρι τῆς σήμερον ἡμέρας, ἄρτον ἀλλό‐ τριον δωρεὰν οὐ βέβρωκα, ἀλλ’ ἐκ τῶν ἰδίων πόνων»· ὡς ἐπὶ θεοῦ ἡμᾶς ἔπεισεν ὅτι διακόσια πεντήκοντα νομίσ‐ ματα ἐκ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ λελωβημένοις δέδωκεν,
10οὐδέποτε ἀδικήσας οὐδένα.

45

.

4

Ὃς πεζῇ τῇ πορείᾳ καὶ μέχρις αὐτῆς Ῥώμης ἀπῆλθεν εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ μακαρίου Πέτρου· ἔφθασε δὲ καὶ μέχρις Ἀλεξαν‐ δρείας, εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ Μάρκου. † Ἦλθε † δὲ
5καὶ δεύτερον εἰς Ἱεροσολύμους, ἰδίοις ἀπελθὼν ποσὶ καὶ ἀναλώμασιν ἑαυτῷ ἐπαρκέσας. Ἔλεγεν δὲ οὗτος ὅτι «Οὐ μέμνημαί ποτε ἀποστὰς κατὰ νοῦν τοῦ θεοῦ μου».]

46

t

Περὶ τῆς γραὸς Μελανίου

46

.

1

Ἡ τρισμακαρία Μελάνιον Σπανὴ γέγονε τὸ γένος, εἰτοῦν Ῥωμαία· θυγάτηρ μὲν γέγονε Μαρκελλίνου τοῦ ἀπὸ ὑπάτων, ἀνδρὸς δέ τινος τῶν ἀπὸ ἀξιωμάτων γυνή, οὗ καλῶς οὐκ ἐπιμέμνημαι. Αὕτη χηρεύσασα εἰκοστὸν
5δεύτερον ἄγουσα ἔτος ἔρωτος θείου κατηξιώθη, καὶ μηδενὶ μηδὲν εἰρηκυῖα, —ἐκωλύετο γάρ—ἐν τοῖς καιροῖς Οὐά‐ λεντος ἀρχὴν ἔχοντος ἐν τῇ βασιλείᾳ, ποιήσασα ἐπίτροπον τοῦ υἱοῦ αὐτῆς ὀνομασθῆναι, τὰ κινητὰ πάντα αὐτῆς λα‐ βοῦσα καὶ ἐμβαλοῦσα εἰς πλοῖον, μετὰ φανερῶν παίδων220
10καὶ γυναικῶν δρομαία κατέπλευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν.

46

.

2

Κἀκεῖθεν διαπωλήσασα τὰς ὕλας καὶ εἰς χρυσὸν κατα‐ κερματίσασα εἰσῆλθεν εἰς τὸ ὄρος τῆς Νιτρίας, τοῖς πα‐ τράσι περιτυγχάνουσα τοῖς περὶ Παμβὼ καὶ Ἀρσίσιον καὶ Σαραπίωνα τὸν μέγαν καὶ Παφνούτιον τὸν Σκητιώτην καὶ
5Ἰσίδωρον τὸν ὁμολογητὴν ἐπίσκοπον Ἑρμουπόλεως καὶ Διόσκορον. Καὶ ἐχρόνισε παρ’ αὐτοῖς ἕως ἥμισυ ἔτους ἀνὰ τὴν ἔρημον κυκλεύουσα καὶ ἱστοροῦσα πάντας τοὺς ἁγίους.

46

.

3

Μετὰ δὲ τοῦτο τοῦ αὐγουσταλίου Ἀλεξανδρείας ἐξο‐ ρίσαντος Ἰσίδωρον καὶ Πισίμιον καὶ Ἀδέλφιον καὶ Παφ‐ νούτιον καὶ Παμβώ, ἐν οἷς καὶ Ἀμμώνιον τὸν παρώτην, καὶ δώδεκα ἐπισκόπους καὶ πρεσβυτέρους, εἰς τὴν Παλαι‐
5στίνην περὶ Διοκαισάρειαν· οἷς ἠκολούθησεν αὕτη ἐκ τῶν ἰδίων χρημάτων ὑπηρετουμένη. Κωλυομένων δὲ τῶν ὑπη‐ ρετῶν, ὡς διηγοῦντο, συνέτυχον γὰρ τῷ ἁγίῳ Πισιμίῳ καὶ Ἰσιδώρῳ καὶ Παφνουτίῳ καὶ Ἀμμωνίῳ, αὕτη παιδα‐ ρίου καρακάλλιον λαβοῦσα ἐν ταῖς ἑσπέραις ἔφερεν αὐτοῖς
10τὰ πρὸς τὴν χρείαν. Γνοὺς δὲ ὁ ὑπατικὸς τῆς Παλαιστίνης, θελήσας τὸν κόλπον πληρῶσαι προσεδόκησεν αὐτὴν καπνί‐ ζειν·

46

.

4

καὶ κατασχὼν αὐτὴν ἔβαλεν εἰς φυλακὴν ἀγνοῶν τὴν ἐλευθερίαν. Αὕτη δὲ δηλοῖ αὐτῷ· «Ἐγὼ τοῦδε μὲν γέγονα θυγάτηρ, τοῦδε δὲ γυνή· τοῦ δὲ Χριστοῦ εἰμὶ δούλη. Καὶ μὴ τῆς εὐτελείας τοῦ σχήματός μου καταπτύσῃς·
222
5δύναμαι γὰρ ἐμαυτὴν ἐὰν θέλω ὑψῶσαι, καὶ οὐκ ἔχεις με ἐν τούτῳ καπνίσαι οὐδὲ τῶν ἐμῶν τι λαβεῖν. Ὥστε οὖν ἵνα μὴ ἀγνοήσας ἐγκλήμασι περιπέσῃς ἐδήλωσά σοι· δεῖ γὰρ κατὰ τῶν ἀναισθήτων καθάπερ ἱέρακι τῷ τύφῳ κεχρῆ‐ σθαι». Τότε γνοὺς ὁ δικαστὴς καὶ προσαπελογήσατο καὶ
10προσεκύνησεν αὐτῇ, καὶ ἐκέλευσεν αὐτὴν ἀκωλύτως συν‐ τυχάνειν τοῖς ἁγίοις.

46

.

5

Αὕτη μετὰ τὴν ἀνάκλησιν τούτων μοναστήριον κτίσασα ἐν Ἱεροσολύμοις εἰκοσιεπτὰ ἔτεσιν ἐνεχρόνισεν ἐκεῖ ἔχουσα συνοδίαν παρθένων πεντήκοντα. Ἧι συνέζη καὶ ὁ εὐγενέσ‐ τατος καὶ ὁμότροπος καὶ στιβαρώτατος Ῥουφῖνος ὁ ἀπὸ
5Ἰταλίας ἐξ Ἀκυληίας τῆς πόλεως, πρεσβυτερίου ἐς ὕστε‐ ρον καταξιωθείς· οὗ γνωστικώτερος καὶ ἐπιεικέστερος ἐν ἀνδράσιν οὐχ εὑρίσκετο.

46

.

6

Δεξιούμενοι οὖν ἀμφότεροι ἐν τοῖς εἰκοσιεπτὰ ἔτεσι τοὺς παρατυγχάνοντας ἐν τοῖς Ἱεροσολύμοις εὐχῆς ἕνεκεν, ἐπισκόπους τε καὶ μονάζοντας καὶ παρθένους, οἰκείοις ἀναλώμασιν ᾠκοδόμησαν μὲν πάντας
5τοὺς παρατυγχάνοντας, ἥνωσαν δὲ τὸ σχίσμα τὸ κατὰ Παυλῖνον ὡς ἀνδρῶν τετρακοσίων μοναζόντων, καὶ πάντα αἱρετικὸν πνευματομάχον συμπείσαντες εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, τιμῶντες τοὺς κατὰ τόπον κληρικοὺς δώροις καὶ
τροφαῖς, οὕτω διετέλεσαν μηδένα σκανδαλίσαντες.224

47

t

Περὶ Χρονίου καὶ Παφνουτίου

47

.

1

Χρόνιός τις ὀνόματι ἐκ τῆς κώμης τῆς λεγομένης Φοινίκης, ἀπομετρήσας ἀπὸ τῆς ἰδίας κώμης πλησίον οὔσης τῆς ἐρήμου μύρια πεντακισχίλια βήματα τῷ δεξιῷ ποδὶ ἀριθμούμενα, ἐκεῖσε προσευξάμενος ὤρυξε φρέαρ· καὶ εὑρὼν
5κάλλιστον ὕδωρ ἀπέχον ὀργυιὰς ἑπτὰ ᾠκοδόμησεν ἑαυτῷ ἐκεῖ ξενίαν μικράν. Καὶ ἀφ’ ἧς ἡμέρας ἐνεθρόνισεν ἑαυτὸν τῇ μονῇ ηὔξατο τῷ θεῷ μὴ ἀνακάμψαι μηκέτι εἰς οἰκού‐ μενον τόπον.

47

.

2

Παρελθόντων δὲ ὀλίγων ἐτῶν ἠξιώθη πρεσβυτερίου ἀδελφότητος περὶ αὐτὸν συναχθείσης ὡς ἀν‐ δρῶν διακοσίων. Αὕτη οὖν αὐτοῦ φέρεται τῆς ἀσκήσεως ἡ ἀρετή, ὅτι ἑξήκοντα ἔτη παρεδρεύσας τῷ θυσιαστηρίῳ
5ἱερατεύων οὐ τῆς ἐρήμου ἐξῆλθεν, οὐκ ἐκτὸς ἔργου ἰδίων χειρῶν βέβρωκεν ἄρτον. Τούτῳ συνῴκει Ἰακώβ τις ἐκ γειτόνων ὁ ἐπίκλην χωλός, γνωστικώτατος εἰς ἄκρον. Ἀμφότεροι δὲ γνώριμοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου.

47

.

3

Μιᾶς οὖν τῶν ἡμερῶν συν‐ δραμόντος καὶ Παφνουτίου τοῦ ἐπιλεγομένου Κεφαλᾶ, ὃς χάρισμα γνώσεως εἶχε τῶν θείων γραφῶν παλαιᾶς καὶ καινῆς διαθήκης, πᾶσαν αὐτὴν ἑρμηνεύων μὴ ἀναγνοὺς γρα‐
5φάς, πρᾶος δὲ ἦν ὡς καλύπτεσθαι προφητικὴν ἀρετήν· οὗ φέρεται ὅτι ὀγδοήκοντα ἔτη ὑφ’ ἓν δύο χιτῶνας οὐκ ἔσχε. Τούτοις συντυχόντες ἐγώ τε καὶ οἱ μακάριοι Εὐά‐ γριος καὶ Ἀλβάνιος ἐζητοῦμεν μαθεῖν τὰς αἰτίας τῶν παραπιπτόντων ἢ καὶ ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων
10ἐν τῷ καθήκοντι βίῳ.

47

.

4

Συνέβη γὰρ ἐν ταῖς ἡμέραις καὶ Χαιρήμονα τὸν ἀσκητὴν καθεζόμενον τελευτῆσαι καὶ εὑρεθῆναι αὐτὸν νεκρὸν ἐν τῇ καθέδρᾳ κατέχοντα τὸ ἔργον εἰς τὰς χεῖρας. Συνέβη δὲ καὶ ἄλλον ἀδελφὸν ὀρύσσοντα
226
5φρέαρ καταχωσθῆναι ὑπὸ τοῦ φρέατος· καὶ ἄλλον ἀπὸ τῆς Σκήτεως κατερχόμενον ἀποθανεῖν ἀπὸ λείψεως ὕδατος· ἐν οἷς καὶ τὰ κατὰ Στέφανον τὸν ἐκπεσόντα εἰς αἰσχρὰν ἀσωτίαν, καὶ Εὐκάρπιον, καὶ τὰ κατὰ Ἥρωνα τὸν Ἀλε‐ ξανδρέα, καὶ τὰ κατὰ Οὐάλην τὸν Παλαιστῖνον, καὶ τὰ
10κατὰ Πτολεμαῖον τὸν ἐν τῇ Σκήτει Αἰγύπτιον.

47

.

5

Συνη‐ ρωτῶμεν οὖν τίς ἡ αἰτία τοῦ οὕτω ζῶντας ἀνθρώπους ἐν τῇ ἐρημίᾳ τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα τοὺς δὲ πε‐ ριρραγῆναι ἀκολασίᾳ. Ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπό‐
5κρισιν Παφνούτιος ὁ γνωστικώτατος, ὅτιπερ «Πάντα τὰ γινόμενα διαιρεῖται εἰς δύο, εἴς τε εὐδοκίαν θεοῦ καὶ συγ‐ χώρησιν. Ὅσα τοίνυν γίνεται κατὰ ἀρετὴν εἰς δόξαν θεοῦ, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ· ὅσα δ’ αὖ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικὰ καὶ ἐκπτωτικά, ταῦτα γίνεται
10κατὰ θεοῦ συγχώρησιν.

47

.

6

Ἡ δὲ συγχώρησις ἐκ λόγου γίνεται· ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσμασιν αἰσχύνης ἢ πλάνης δαιμόνων. Ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ νόσῳ ἀνθρωπαρεσκείας
5καὶ αὐθαδείᾳ λογισμῶν μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, θεοῦ πρὸς τὸ συμφέρον
αὐτῶν ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλεί‐ ψεως αἰσθανόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώ‐ σωνται ἢ τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν.228

47

.

7

Ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει, ὅταν κακῷ σκοπῷ γένηται· ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως ἢ καθ’ ὃν δεῖ τρόπον μὴ γένηται. Ὅπερ συμβαίνει πολλάκις καὶ τὸν ἀκόλαστον
5διεφθαρμένῳ σκοπῷ ποιεῖν τὴν ἐλεημοσύνην ἐπὶ νεωτέρας διὰ τέλος αἰσχρόν, πρᾶξιν δὲ εὔλογον τῷ ὡς ὀρφανῇ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν. Συμβαίνει δὲ καὶ σκοπῷ ὀρθῷ ποιεῖν ἐλεημοσύνην εἰς νοσοῦντας ἢ γεγηρακό‐ τας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογ‐
10γυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν· δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν καὶ ἀφειδίᾳ».

47

.

8

Ἔλεγον δὲ καὶ τοῦτο ὅτι «Προ‐ τερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς, ἐν ταῖς μὲν εὐφυία διανοίας, ἐν ταῖς δὲ ἐπιτηδειότης ἀσκήσεως. Ἀλλ’ ὅταν μὴ γένηται δι’ αὐτὸ τὸ καλὸν μήτε ἡ πρᾶξις μήτε ἡ εὐφυία,
5μήτε οἱ τὰ προτερήματα κεκτημένοι οὐ τῷ δοτῆρι τῶν ἀγαθῶν θεῷ ἐπιγράφουσιν, ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυίᾳ καὶ ἱκανότητι, οἱ τοιοῦτοι ἐγκαταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ εἰς αἰσχροπάθειαν καὶ αἰσχύνην ληφθέν‐ τες, διὰ τῆς ἐπιγινομένης ταπεινώσεως καὶ αἰσχύνης ἠρέμα
10πως τὸν ἐπὶ τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον.

47

.

9

Ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυίᾳ λόγων ἐπαιρό‐ μενος οὐκ ἐπιγράφει θεῷ τὴν εὐφυίαν οὐδὲ τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ ἑαυτοῦ ἀσκήσει ἢ φύσει, ἀφιστᾷ
ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας ἀπ’ αὐτοῦ· οὗ ἀποστρα‐230
5φέντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαι‐ ρόμενος ἐπὶ τῇ εὐφυίᾳ περιπίπτει τῇ ἀκολασίᾳ διὰ ὑπε‐ ρηφανίας, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ’ αὐτῶν, φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν
10καθάπερ πηγὴν βδέλλας ἔχουσαν· ὡς πληροῦσθαι τὸ γε‐ γραμμένον· “Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν δια‐ θήκην μου διὰ στόματός σου;”

47

.

10

Ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ διαφόροις πηγαῖς· οἱ μὲν γαστρίμαρ‐ γοι καὶ οἰνόφιλοι πηγαῖς βορβορώδεσιν· οἱ δὲ φιλάργυροι καὶ πλεονεκταὶ πηγαῖς βατράχους ἐχούσαις· οἱ δὲ βάσκα‐
5νοι καὶ ὑπερήφανοι ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφούσαις, αἷς ἀεὶ μὲν ἐνλιμνάζει ὁ λόγος, μηδένα δὲ ἡδέως ἀρύεσθαι τούτων διὰ τὴν πικρίαν τοῦ ἤθους. Ὅθεν ὁ Δαβὶδ παρεκάλει τρία αἰτῶν, “χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν”. Ἄνευ γὰρ χρηστότητος γνῶσις
10ἄχρηστος·

47

.

11

καὶ ἐὰν μὲν διορθώσηται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβῃ ταπεινοφροσύνην καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος, καὶ τῷ θεῷ εὐχαριστῶν,
5ἐπανέρχεται πάλιν εἰς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις. Λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππάζοντα στάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρόφιμον ὑποκλαπέντες.

47

.

12

Πᾶσα οὖν πτῶ‐ σις, εἴτε διὰ γλώσσης εἴτε δι’ αἰσθήσεως εἴτε ἡ διὰ πρά‐
ξεως, εἴτε ἡ δι’ ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ’ ἐγκατάλειψιν γίνεται, θεοῦ φειδο‐232
5μένου τῶν ἐγκαταλιμπανομένων. Εἰ γὰρ μετὰ τῆς ἀκο‐ λασίας καὶ τῇ εὐφυίᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάζεται ἡ ὑπερη‐ φανία ἐπαιρομένους μετὰ ἀκαθαρσίας».

47

.

13

Καὶ ταῦτα δὲ ἡμῖν ἔλεγον οἱ ἐκεῖνοι ἄνδρες· «Ὅταν ἴδῃς, φησί, τινὰ βίῳ μὲν χαλεπὸν λόγῳ δὲ πιθανόν, μνημό‐ νευσον τοῦ δαίμονος τοῦ ἀπὸ τῆς ἁγίας γραφῆς Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας· “Ὁ δὲ ὄφις
5ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς”· ᾧ ἡ φρόνησις μᾶλλον· εἰς βλάβην γεγένηται ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης. Δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ.

47

.

14

Ἐὰν γὰρ μὴ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἁλὸς κατὰ τὸν Ἰώβ, ὃς οὐ βρωθήσεται οὐδαμῶς, ἢ βρωθεὶς ἄξει εἰς καχεξίαν τοὺς ἐσθίοντας αὐτόν· “Εἰ βρωθήσεται γάρ,
5φησίν, ἄρτος ἄνευ ἁλός; Καὶ εἰ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς” μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; Τῶν οὖν ἐγκα‐ ταλείψεων αἱ αἰτίαι ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετήν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος αὐτῷ καὶ λέγοντος· “Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μη‐
10δὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ’ ἵνα ἀναφανῇς δίκαιος”.

47

.

15

Ἐμοὶ γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπ‐ τά, ἐπειδὴ δὲ ἠγνόου τοῖς ἀνθρώποις, ὑπονοούντων σε
διὰ τὸν πλοῦτον θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἀπεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν234
5σου φιλοσοφίαν· ἡ δὲ δι’ ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἐγκατελείφθη γὰρ ὁ Παῦλος περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, καὶ ἔλε‐ γεν· “Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι”·

47

.

16

μήποτε μετὰ τῶν θαυμάτων καὶ ἡ ἄνεσις καὶ ἡ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω‐ θέντα. Ἐγκατελείφθη καὶ ὁ παραλυτικὸς δι’ ἁμαρτίας, ὡς
5λέγει ὁ Ἰησοῦς· “Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε”. Ἐγκατελείφθη καὶ ὁ Ἰούδας προτιμήσας λόγου ἀργύριον, διὸ καὶ ἀπήγξατο. Ἐγκατελείφθη καὶ ὁ Ἠσαῦ καὶ πε‐ ριέπεσεν ἀκολασίᾳ, προτιμήσας κόπρον ἐντέρων εὐλογίας πατρικῆς.

47

.

17

Ὡς ταῦτα πάντα συναισθανόμενον τὸν Παῦλον εἰπεῖν περί τινων μέν· “Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμα‐ σαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα”· περὶ δὲ ἑτέρων
5τινῶν τῶν δοκούντων ἔχειν γνῶσιν θεοῦ μετὰ διεφθαρμένης γνώμης· “Ἐπειδὴ γὰρ γνόντες τὸν θεὸν οὐ ὡς θεὸν ἐδό‐ ξασαν ἢ ηὐχαρίστησαν, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας”· ὡς ἐκ τούτου γινώσκειν ἡμᾶς ὅτι ἀμήχανόν ἐστι πεσεῖν τινὰ εἰς ἀκολασίαν μὴ ἐγκαταλειφθέντα ὑπὸ τῆς προ‐
10νοίας τοῦ θεοῦ».236

48

t

Περὶ Ἐλπιδίου

48

.

1

Ἐν τοῖς κατὰ Ἱεριχὼ σπηλαίοις τῶν Ἀμορ‐ ραίων, ἃ πάλαι λελαξεύκεισαν φεύγοντες Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐκπορθοῦντα τὸ τηνικαῦτα τοὺς ἀλλοφύλους εἰς τὸ ὄρος τοῦ Δουκᾶ, Ἐλπίδιός τις Καππαδόκης ἐς ὕστερον πρε‐
5σβυτερίου ἠξιωμένος, τοῦ μοναστηρίου γενόμενος Τιμοθέου τοῦ Καππάδοκος χωρεπισκόπου, ἀνδρὸς ἱκανωτάτου, ἐλθὼν παρῴκησεν ἐν ἑνὶ τῶν σπηλαίων· ὃς τοσαύτην ἐγκράτειαν ἀσκήσεως ἐνεδείξατο ὡς καλύψαι σύμπαντας.

48

.

2

Ζήσας γὰρ εἰκοσιπέντε ἔτη τὰς κυριακὰς μετελάμβανε μόνον καὶ τὸ σάββατον, τὰς νύκτας ἑστὼς καὶ ψάλλων. Ὧι καθάπερ βασιλίσκῳ τῶν μελισσῶν ἐν μέσῳ συνῴκει τὸ πλῆθος τῆς
5ἀδελφότητος, κἀγὼ δὲ συνῴκησα αὐτῷ, καὶ οὕτω τὸ ὄρος ἐπόλισε· καὶ ἦν ἐκεῖ ἰδεῖν διαφόρους πολιτείας. Τοῦτόν ποτε τὸν Ἐλπίδιον ψάλλοντα ἐν νυκτὶ καὶ συμψαλλόντων ἡμῶν σκορπίος ἔπληξεν· ὃς πατήσας αὐτὸν οὐδὲ μετέστη τῆς τοῦ σχήματος στάσεως ἀλογήσας τῆς κατὰ τὸν σκορπίον ὀδύνης.

48

.

3

Ἀδελφοῦ δέ τινος κατέχοντος μιᾶς τῶν ἡμερῶν κλήμα‐ τος κόμμα, λαβὼν ἐν τῷ καθῆσθαι παρὰ τὴν ὄχθαν τοῦ ὄρους ἔχωσεν ὡς φυτεύων, καίπερ ἐν οὐ καιρῷ· ὃ εἰς τοσοῦ‐ τον ηὐξήθη καὶ γέγονεν ἄμπελος ὡς σκεπάζειν τὴν ἐκκλησίαν.
5Ὧι συνετελειώθη καὶ Αἰνέσιός τις ἀνὴρ ἀξιόλογος, καὶ Εὐστά‐ θιος ὁ ἀδελφὸς αὐτοῦ. Ἐπὶ τοσοῦτον δὲ ἤλασεν ἀπαθείας ταριχευθεὶς τὸ σῶμα ὡς ἥλιον διαφαίνειν αὐτοῦ τῶν ὀστέων.

48

.

4

Φέρεται δὲ διήγημα παρὰ τῶν σπουδαίων αὐτοῦ μαθητῶν ὅτι ἐπὶ δύσιν οὐδέποτε ἐστράφη τῷ ἐπικεῖσθαι τὸ ὄρος εἰς ὕψος τῇ τοῦ σπηλαίου θύρᾳ· οὐδὲ τὸν ἥλιον μετὰ ἕκτην ὥραν ὑπὲρ κορυφῆς γενόμενον καὶ κατὰ δύσιν κλίνοντα εἶδέ238
5ποτε, οὐδὲ τοὺς κατὰ δυσμὰς ἀνατέλλοντας ἀστέρας, ἐπὶ εἰκοσιπέντε ἔτη· ὃς ἀφ’ οὗ εἰσῆλθεν εἰς τὸ σπήλαιον οὐ κατῆλθε τοῦ ὄρους μέχρις οὗ ἐτάφη.

49

t

Περὶ Σισιννίου

49

.

1

[Τούτου τοῦ Ἐλπιδίου μαθητὴς γέγονε Σισίννιος ὀνόματι, ἐξ οἰκετικῆς μὲν ὁρμώμενος τύχης ἐλεύθερος δὲ κατὰ τὴν πίστιν, τῷ γένει Καππαδόκης· δεῖ γὰρ καὶ τάδε σημαίνειν πρὸς δόξαν τοῦ ἐξευγενίζοντος ἡμᾶς Χριστοῦ, καὶ
5εἰς τὴν ἀληθινὴν ἀπάγοντος ἡμᾶς εὐγένειαν. Οὗτος χρονίσας παρὰ τῷ Ἐλπιδίῳ ἕκτον ἢ ἕβδομον ἔτος ἐς ὕστερον μνήματι ἑαυτὸν καθεῖρξε καὶ ἐπὶ τρία ἔτη ἐν τῷ μνήματι ἐν προσ‐ ευχαῖς διετέλει, μὴ νύκτωρ μὴ μεθ’ ἡμέραν μὴ καθίσας, μὴ ἀναπεσών, μὴ βαδίσας ἔξω. Οὗτος κατηξιώθη χαρίσμα‐
10τος κατὰ δαιμόνων.

49

.

2

Νυνὶ δὲ ἐπανελθὼν ἐπὶ τὴν πατρί‐ δα ἠξιώθη πρεσβυτερίου, συναγαγὼν ἀδελφότητα ἀνδρῶν τε καὶ γυναικῶν, διὰ τῆς σεμνῆς πολιτείας καὶ τὸ ἑαυτοῦ ἄρρεν τῆς ἐπιθυμίας ἐλάσας καὶ τὸ τῶν γυναικῶν θῆλυ τῇ ἐγκρα‐
5τείᾳ φιμώσας, ὡς πληροῦσθαι τὸ γεγραμμένον· «Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ». Ἔστι δὲ καὶ φιλόξενος
καίπερ ὢν ἀκτήμων, εἰς ἔλεγχον τῶν ἀμεταδότων πλουσίων.]240

50

t

Περὶ Γαδδανᾶ

50

.

1

Ἔγνων γέροντα Παλαιστῖνόν τινα Γαδδανᾶν ὀνόματι, ὃς τὸν ἄστεγον ἔζησε βίον εἰς τοὺς περὶ τὸν Ἰορδάνην τό‐ πους. Τούτῳ ποτὲ Ἰουδαῖοι κατὰ ζῆλον ἐπιθέμενοι ἐν τοῖς περὶ τὴν Νεκρὰν θάλασσαν τόποις ξίφος γυμνώσαντες ἐπῆλ‐
5θον. Καὶ συνέβη πρᾶγμα τοιοῦτον· ἐν τῷ τὸ ξίφος ἐπᾶραι καὶ βουληθῆναι σπᾶσαι κατὰ τοῦ Γαδδανᾶ ἀπεξηράνθη ἡ χεὶρ τοῦ τὸ ξίφος γυμνώσαντος, πεσόντος τοῦ ξίφους ἀπὸ τῆς δεξιᾶς τοῦ ἔχοντος.

51

t

Περὶ Ἠλία

51

.

1

Ἠλίας πάλιν μονάζων ἐν τοῖς αὐτοῖς τόποις ἐν σπηλαίῳ κατῴκει σεμνοτάτου βίου καὶ ἐνθέσμου ὑπάρχων. Οὗτος μιᾶς τῶν ἡμερῶν ἀδελφῶν αὐτῷ ἐπεληλυθότων πλειό‐ νων, ἦν γὰρ πάροδος ὁ τόπος, ἐλείφθη ἄρτων. Καὶ ἐπλη‐
5ροφόρησεν ἡμᾶς ὅτιπερ «Λιποθυμήσας ἐν τῷ πράγματι εἰσελθὼν ἐν τῷ κελλίῳ τρεῖς εὗρον ἄρτους· καὶ φαγόντων εἴκοσι ὄντων εἰς κόρον ἀπ’ αὐτῶν εἷς περιέσσευσεν, ᾧ ἐχρη‐
σάμην ἐπὶ εἰκοσιπέντε ἡμέρας».242

52

t

Περὶ Σαβᾶ

52

.

1

[Σαβᾶς τις ὀνόματι, κοσμικός, τῷ γένει Ἱεριχούν‐ τιος, γυναῖκα ἔχων, τοσοῦτον ἐγένετο φιλομόναχος ὡς κυ‐ κλεύειν ἀνὰ τὰς κέλλας καὶ τὴν ἔρημον ἐν ταῖς νυξί, καὶ καθ’ ἑκάστην μονὴν ἔξω τιθέναι φοινίκων μόδιον ἕνα καὶ
5λαχάνων τὸ αὔταρκες, διὰ τὸ μὴ ἐσθίειν ἄρτον τοὺς ἀσκητὰς τοὺς κατὰ τὸν Ἰορδάνην. Τούτῳ μιᾶς τῶν ἡμερῶν λέων ὑπήντησε, καὶ καταλαβὼν αὐτὸν ἀπὸ σημείου ἑνὸς ὦσε καὶ κατέστρεψε, καὶ τὸν ὄνον λαβὼν ἀνεχώρησεν.]

53

t

Περὶ Ἀβραμίου

53

.

1

Ἀβράμιός τις γέγονε τῷ γένει Αἰγύπτιος, τραχύτα‐ τον καὶ ἀγριώτατον βίον ζήσας ἐν τῇ ἐρήμῳ. Ὃς πληγεὶς τὴν φρένα ὑπὸ ἀκαίρου οἰήσεως ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ διε‐ μάχετο τοῖς πρεσβυτέροις λέγων ὅτι «Πρεσβύτερος ἐχειρο‐
5τονήθην παρὰ τοῦ Χριστοῦ ταύτῃ τῇ νυκτί, καὶ δέξασθέ με ἱερατεύοντα». Ὃν οἱ πατέρες διαχωρίσαντες τῆς ἐρήμου, καὶ ἐπὶ τὸν παχύτερον καὶ ἀδιαφορώτερον ἀγαγόντες βίον, ἀπεθεράπευσαν τῆς ὑπερηφανίας, εἰς γνῶσιν αὐτὸν ἀγαγόν‐ τες τῆς οἰκείας ἀσθενείας παιχθέντα ὑπὸ τοῦ δαίμονος.

54

t

Ἔτι περὶ τῆς ἁγίας Μελανίου

54

.

1

Περὶ τῆς θαυμασίας καὶ ἁγίας Μελανίου ἀκρο‐ θιγῶς μὲν καὶ ἄνω διηγησάμην, οὐδὲν ἧττον καὶ τὰ λείψανα
νῦν ἐξυφανῶ τῷ λόγῳ. Αὕτη μὲν ὅσην ὕλην ἀνήλωσεν ἐν τῷ θείῳ ζήλῳ καθάπερ πυρὶ φλέξασα οὐκ ἐμὸν τὸ διηγή‐244
5σασθαι ἀλλὰ καὶ τῶν τὴν Περσίδα οἰκούντων. Τῆς γὰρ εὐποιίας αὐτῆς οὐκ ἠστόχησεν οὐδείς, οὐκ ἀνατολὴ οὐ δύσις οὐκ ἄρκτος οὐ μεσημβρία.

54

.

2

Τριακοστὸν μὲν γὰρ καὶ ἕβδομον ἔτος ξενιτεύσασα ἰδίοις ἀναλώμασιν ἐπήρκεσε καὶ ἐκκλησίαις καὶ μοναστηρίοις καὶ ξένοις καὶ φυλακαῖς, χορη‐ γούντων αὐτῇ καὶ τῶν πρὸς γένος καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ
5τῶν ἰδίων ἐπιτρόπων τὰ χρήματα. Ἥτις ἐπὶ τοσοῦτον ἐγκαρ‐ τερήσασα τῇ ξενιτείᾳ οὐδὲ σπιθαμὴν ἐκτήσατο γῆς, οὐκ ἐξειλκύσθη ὑπὸ τῆς τοῦ υἱοῦ ἐπιθυμίας, οὐκ ἐμέρισεν αὐτὴν τῆς πρὸς τὸν Χριστὸν ἀγάπης ὁ τοῦ μονογενοῦς υἱοῦ πόθος·

54

.

3

ἀλλὰ ταῖς προσευχαῖς αὐτῆς ὁ νεώτερος εἰς ἄκρον παι‐ δείας καὶ τρόπων ἤλασε καὶ γάμον τὸν ἐπίδοξον, καὶ ἔντος τῶν κοσμικῶν ἀξιωμάτων ἐγένετο· ὃς ἔσχε καὶ τέκνα δύο. Μετὰ πολλοὺς οὖν χρόνους ἀκούσασα περὶ τῆς καταστάσεως
5τῆς ἐγγόνης, ὅτι ἔγημε καὶ προαιρεῖται ἀποτάξασθαι, φοβη‐ θεῖσα μήποτε περιρραγῶσι κακοδιδασκαλίᾳ ἢ αἱρέσει ἢ κα‐ κοζωίᾳ, ἑξήκοντα ἐτῶν γραῦς ἐνέβαλεν ἑαυτὴν εἰς πλοῖον, καὶ ἀπὸ τῆς Καισαρέων ἀποπλεύσασα δι’ εἴκοσι ἡμερῶν παραγίνεται εἰς τὴν Ῥώμην.

54

.

4

Κἀκεῖσε συντυχοῦσα τὸν μὲν μακαριώτατον ἄνδρα καὶ ἀξιόλογον Ἀπρονιανόν, Ἕλ‐ ληνα ὄντα, κατήχησε καὶ χριστιανὸν ἐποίησε, πείσασα αὐτὸν καὶ ἐγκρατεύεσθαι μετὰ τῆς ἰδίας γυναικός, ἀνεψιᾶς ταύτης,
5καλουμένης Ἀβίτας. Στερεώσασα δὲ καὶ τὴν ἰδίαν ἐγγόνην Μελάνιον σὺν τῷ ταύτης ἀνδρὶ Πινιανῷ, καὶ κατηχήσασα Ἀλβίναν τὴν ἑαυτῆς νύμφην, γυναῖκα δὲ τοῦ υἱοῦ αὐτῆς, καὶ παρασκευάσασα πάντας τούτους διαπωλῆσαι τὰ ὑπάρ‐ χοντα αὐτοῖς, τῆς Ῥώμης ἐξήγαγε, καὶ ἐπὶ τὸν σεμνὸν καὶ246
10γαληνιῶντα λιμένα τοῦ βίου ἤγαγε.

54

.

5

Καὶ οὕτως πρὸς πάντας ἐθηριομάχησε τοὺς συγκλητικοὺς καὶ τὰς ἐλευθέρας κωλύοντας αὐτὴν ἐπὶ τῇ ἀποταξίᾳ τῶν λοιπῶν οἴκων. Ἡ δὲ ἔλεγεν αὐτοῖς· «Παιδία, γέγραπται πρὸ τετρακοσίων
5ἐτῶν ὅτι “Ἐσχάτη ὥρα ἐστί”. Τί ἐμφιλοχωρεῖτε τῇ μα‐ ταιότητι τοῦ βίου, μήποτε φθάσωσιν αἱ ἡμέραι τοῦ ἀντι‐ χρίστου, καὶ μὴ ἀπολαύσητε ὑμῶν τοῦ πλούτου καὶ τῶν προγονικῶν πραγμάτων.»

54

.

6

Καὶ τούτους πάντας ἐλευ‐ θερώσασα ἤγαγεν ἐπὶ τὸν μονήρη βίον. Καὶ τὸν Πουπλι‐ κούλα δὲ υἱὸν τὸν νεώτερον κατηχήσασα ἤγαγεν ἐπὶ τὴν Σικελίαν· καὶ πάντα αὐτῆς τὰ ὑπόλοιπα διαπωλήσασα καὶ
5τὰς τιμὰς λαβοῦσα ἦλθεν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ διανεί‐ μασα τὰς ὕλας ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐκοιμήθη ἐν γήρᾳ καλῷ καὶ βαθυτάτῃ πραότητι, καταλείψασα καὶ μο‐ ναστήριον ἐν Ἱεροσολύμοις καὶ τὰ τούτου ἀναλώματα.

54

.

7

Ὡς δὲ πάντες οὗτοι ἀπέστησαν τῆς Ῥώμης θύελλά τις βαρβαρική, ἡ καὶ ἐν προφητείαις πάλαι κειμένη, ἐπέστη τῇ Ῥώμῃ, καὶ οὐκ εἴασεν οὐδὲ τοὺς ἐπ’ ἀγορᾶς ἀνδριάντας χαλκοῦς, ἀλλὰ πάντα πορθήσασα βαρβαρικῇ ἀπονοίᾳ παρέ‐
5δωκεν ἀπωλείᾳ· ὡς γενέσθαι τὴν Ῥώμην, τὴν ἐν χιλίοις
ἔτεσι καὶ διακοσίοις φιλοκαληθεῖσαν, ἐρείπιον. Τότε οἱ κα‐ τηχηθέντες καὶ οἱ ἐναντιωθέντες τῇ κατηχήσει ἐδόξασαν τὸν θεὸν τὸν τῇ μεταβολῇ τῶν πραγμάτων πείσαντα τοὺς ἀπίσ‐ τους ὅτι τῶν ἄλλων πάντων αἰχμαλωτισθέντων οὗτοι μόνοι248
10διεσώθησαν οἱ οἶκοι, ὁλοκαυτώματα γενόμενοι τῷ κυρίῳ σπουδῇ Μελανίου.

55

.

1

Συνέβη ἅμα ὁδεύειν ἡμᾶς ἀπὸ Αἰλίας ἐπὶ τὴν Αἴγυπτον, προπέμποντας τὴν μακαρίαν Σιλβανίαν τὴν παρ‐ θένον γυναικαδέλφην Ῥουφίνου τοῦ ἀπὸ ἐπάρχων· ἐν οἷς ἦν σὺν ἡμῖν καὶ Ἰουβῖνος, τὸ τηνικαῦτα μὲν διάκονος νυνὶ δὲ
5ἐπίσκοπος τῆς Ἀσκάλωνος ἐκκλησίας, ἀνὴρ εὐλαβὴς καὶ φιλόλογος. Σφοδροτάτου οὖν καύματος καταλαβόντος ἡμᾶς καὶ καταντησάντων ἡμῶν εἰς τὸ Πηλούσιον, ἔτυχε τὸν Ἰου‐ βῖνον νιπτῆρα λαβόντα νίψασθαι τὰς χεῖρας καὶ τοὺς πόδας πυγμῇ ὕδατι ψυχροτάτῳ, καὶ μετὰ τὸ νίψασθαι δερμοτύλῳ
10ἐπαναπαῆναι ῥιφέντι κατὰ τοῦ ἐδάφους.

55

.

2

Ἐπιστᾶσα ἐκείνη ὡς μήτηρ σοφὴ υἱοῦ γνησίου ἐπέσκωπτεν αὐτοῦ τῇ ἁπαλότητι λέγουσα· «Πῶς θαρρεῖς ταύτην ἄγων τὴν ἡλικίαν ἔτι ζέοντος τοῦ αἵματός σου οὕτω φιλοκαλεῖν τὸ σαρκίον,
5μὴ αἰσθανόμενος τῶν ἐξ αὐτοῦ τικτομένων βλαβερῶν; Θάρσει, θάρσει ὅτι ἑξηκοστὸν ἄγω ἔτος τῆς ἡλικίας, ἐκτὸς τῶν ἄκρων τῶν χειρῶν οὐ ποῦς μου ἥψατο ὕδατος οὐκ ὄψις οὐδὲ ἓν τῶν μελῶν, καίπερ διαφόροις ληφθεῖσα ἀρρωστίαις, καὶ ὑπὸ τῶν ἰατρῶν ἀναγκαζομένη οὐκ ἠνεσχόμην ἀποδοῦναι τῇ
10σαρκὶ τὸ ἔθος, οὐκ ἐπὶ κλίνης ἀναπαεῖσα οὐ λεκτικίῳ ὥδευσά
που».250

55

.

3

Αὕτη λογιωτάτη γενομένη ἢ καὶ φιλήσασα τὸν λόγον τὰς νύκτας εἰς ἡμέρας μετέβαλε πᾶν σύγγραμμα τῶν ἀρ‐ χαίων ὑπομνηματιστῶν διελθοῦσα· ἐν οἷς Ὠριγένους μυριά‐ δας τριακοσίασ, Γρηγορίου καὶ Στεφάνου καὶ Πιερίου καὶ
5Βασιλείου καὶ ἑτέρων τινῶν σπουδαιοτάτων μυριάδας εἰ‐ κοσιπέντε· οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε διελθοῦσα, ἀλλὰ πεπονημένως ἕκαστον βιβλίον ἕβδομον ἢ ὄγδοον διελθοῦσα. Διὸ καὶ ἠδυνήθη ψευδωνύμου γνώσεως ἐλευθερωθεῖσα πτερωθῆναι τῇ χάριτι τῶν λόγων ἐλπίσι χρησταῖς ἑαυτὴν
10ὄρνιν ἐργασαμένη πνευματικὴν διαπεράσασα πρὸς τὸν Χριστόν.

56

t

Περὶ Ὀλυμπιάδος

56

.

1

Ταύτης κατ’ ὄπιν καὶ ἴχνος ἡ σεμνοτάτη Ὀλυμ‐ πιὰς καὶ ζηλωτικωτάτη βαίνουσα ἠκολούθησε τῇ γνώμῃ· θυγάτηρ μὲν γενομένη Σελεύκου τοῦ ἀπὸ κομήτων, ἐγγόνη δὲ Ἀβλαβίου τοῦ ἀπὸ ἐπάρχων, νύμφη δὲ πρὸς ὀλίγας
5ἡμέρας Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων τῆς πόλεως, γυνὴ δὲ οὐδενός· λέγεται γὰρ κεκοιμῆσθαι παρθένος, ἀλλὰ σύμβιος τοῦ λόγου τῆς ἀληθείας.

56

.

2

Ἥτις πάντα διασκορπίσασα ἑαυτῆς τὰ ὑπάρχοντα διέδωκε πτωχοῖς· οὐ μικροὺς ἀγῶνας ἀγωνισαμένη ὑπὲρ ἀληθείας, πολλάς τε κατηχήσασα γυ‐ ναῖκας, καὶ σεμνολογήσασα πρεσβυτέρους, καὶ τιμήσασα
5ἐπισκόπους, καὶ ὁμολογίας κατηξιώθη τῆς ὑπὲρ ἀληθείας· ἧς τὸν βίον ἐν ὁμολογηταῖς κρίνουσιν οἱ Κωνσταντινούπολιν οἰκοῦντες, οὕτως τελευτησάσης καὶ πρὸς κύριον ἐκδημη‐
σάσης ἐν τοῖς κατὰ θεὸν ἀγῶσιν.252

57

t

Περὶ Κανδίδας καὶ Γελασίας

57

.

1

Ἧς κατ’ ὄπιν καὶ ὡς ἐν ἐσόπτρῳ ἡ μακαρία Κανδίδα, ἡ Τραϊανοῦ τοῦ στρατηλάτου θυγάτηρ, ἀξίως βιώσασα καὶ εἰς ἄκρον σεμνότητος ἐλάσασα, ἐκκλησίας τε καὶ ἐπισκόπους τιμήσασα, τὴν μὲν ἰδίαν θυγατέρα κατη‐
5χήσασα εἰς τὸν τῆς παρθενίας κλῆρον προέπεμψε πρὸς Χρι‐ στόν, δῶρον τῶν ἑαυτῆς λαγόνων, ἐς ὕστερον σωφροσύνῃ καὶ καὶ τοῖς τῶν χρημάτων σκορπισμοῖς ἐπακολουθήσασα τῇ ἑαυτῆς θυγατρί.

57

.

2

Ταύτην ἔγνων ἐγὼ διὰ πάσης νυκτὸς κοπιῶσαν καὶ ἀλήθουσαν ταῖς χερσὶν ἐπὶ καθαιρέσει τοῦ σώματος, διηγουμένην ὅτι «Τῆς νηστείας μὴ ἐπαρκούσης σύμμαχον δίδωμι καὶ τὴν ἐπίμοχθον ἀγρυπνίαν, ἵνα κατα‐
5λύσω τὸ φρύαγμα τοῦ Ἠσαῦ». Ἥτις ἐναίμων μὲν καὶ ἐμψύχων εἰς ἄκρον ἀπέσχετο, ἰχθύος δὲ καὶ λαχάνων μετ’ ἐλαίου λαμβάνουσα ἐν ἑορτῇ, οὕτω διετέλεσεν ὀξυκράματι καὶ ξηρῷ ἄρτῳ ἀρκουμένη.

57

.

3

Ταύτης κατὰ ζῆλον ὥδευσεν εὐσεβῶς τὸν τῆς παρ‐ θενίας ζυγὸν ἑλκύσασα ἡ σεμνοτάτη Γελασία, θυγάτηρ τριβούνου γενομένη· ἧς ἀρετὴ φέρεται αὕτη, ὅτι ἥλιος οὐδέ‐ ποτε ἔδυ ἐπὶ λύπῃ αὐτῆς, οὐ κατὰ οἰκέτου, οὐ κατὰ θερα‐
5παινίδος, οὐ κατά τινος ἑτέρου.

58

t

Περὶ τῶν ἐν Ἀντινόῳ

58

.

1

Ἐν Ἀντινόῳ τῆς Θηβαΐδος διατρίψας τέσσαρα ἔτη ἐν τοσούτῳ χρόνῳ καὶ γνῶσιν εἴληφα τῶν ἐκεῖ μο‐ ναστηρίων. Καθέζονται μὲν γὰρ ἀμφὶ τὴν πόλιν ἄνδρες
ὡς χίλιοι διακόσιοι, ταῖς χερσὶν ἀποζῶντες, εἰς ἄκρον ἀσκού‐254
5μενοι. Ἐν τούτοις εἰσὶ καὶ ἀναχωρηταὶ ἐν τοῖς σπηλαίοις τῶν πετρῶν ἑαυτοὺς ἐγκαθείρξαντες· ἐν οἷς ἐστι Σολομών τις, ἀνὴρ πραότατος καὶ σώφρων καὶ ὑπομονῆς ἔχων χά‐ ρισμα· ὃς ἔλεγεν ἔχειν πεντηκοστὸν ἔτος ἐν τῷ σπηλαίῳ, ἐπαρκέσας ἑαυτῷ ἐκ τοῦ ἔργου τῶν χειρῶν καὶ ἐκμαθὼν
10πᾶσαν ἁγίαν γραφήν.

58

.

2

Δωρόθεος ἐν ἄλλῳ σπηλαίῳ οἰκῶν πρεσβύτερος, ὑπερ‐ βολῇ ἀγαθώτατος, καὶ αὐτὸς ζήσας τὸν ἀνεπίληπτον βίον, πρεσβυτερίου δὲ ἠξιωμένος καὶ λειτουργῶν τοῖς ἀδελφοῖς τοῖς ἐν τοῖς σπηλαίοις. Τούτῳ ποτὲ Μελάνιον ἡ νεωτέρα,
5τῆς μεγάλης Μελανίου ἐγγόνη, περὶ ἧς ἐς ὕστερον λέξω, ἀπέστειλε πεντακόσια νομίσματα, παρακαλέσασα αὐτὸν δια‐ κονῆσαι τοῖς ἐκεῖ ἀδελφοῖς. Ὁ δὲ τρία λαβὼν μόνα, τὰ λοιπὰ παρέπεμψε Διοκλεῖ τῷ ἀναχωρητῇ, ἀνδρὶ γνωσ‐ τικωτάτῳ, λέγων ὅτι «Σοφώτερός μού ἐστιν ὁ ἀδελφὸς
10Διοκλῆς, καὶ δύναται αὐτὰ ἀβλαβῶς διοικῆσαι, ἐπιστάμενος τοὺς ὀφείλοντας ἐπικουρηθῆναι εὐλόγως· ἐγὼ γὰρ τούτοις ἀρκοῦμαι».

58

.

3

Οὗτος ὁ Διοκλῆς, ἀπὸ γραμματικῆς μὲν ἀχθεὶς τὰ πρῶτα ἐς ὕστερον δὲ δοὺς ἑαυτὸν εἰς φιλοσοφίαν, τῷ χρόνῳ
τῆς χάριτος αὐτὸν ἑλκυσάσης, εἰς εἰκοστὸν ὄγδοον ἔτος ἄγων τὴν ἡλικίαν ἀπετάξατο μὲν τῶν ἐγκυκλίων μαθη‐256
5μάτων, συνετάξατο δὲ τῷ Χριστῷ, καὶ αὐτὸς ἔχων τρια‐ κοστὸν πέμπτον ἔτος ἐν τοῖς σπηλαίοις. Ἔλεγεν ἡμῖν ὅτι «Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἢ δαίμων γίνεται ἢ κτῆνος». Ἡμῶν δὲ φιλοπευστούντων τὸν τρόπον ὃν εἶπεν, ἔλεγεν οὕτως ὅτι «Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἐξ ἀνάγκης περι‐
10πίπτει ἐπιθυμίᾳ ἢ θυμῷ»· καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη.

58

.

4

Ἐμοῦ δὲ ἀντιλέγοντος ὅτι «Πῶς δυνατὸν ἀδια‐ λείπτως εἶναι νοῦν ἀνθρώπινον μετὰ θεοῦ;» ἔλεγεν ὁ αὐτὸς ὅτι «Ἐν οἵῳ δ’ ἂν νοήματι ἢ πράγματι εἴη ἡ ψυχὴ εὐσε‐ βεῖ καὶ θεϊκῷ, μετὰ θεοῦ ἐστιν».
5 Τούτου πλησίον Καπίτων τις ἔμενεν ἀπὸ λῃστῶν· ὃς πεντήκοντα ἔτη πληρώσας ἐν τοῖς σπηλαίοις ἀπὸ τεσσά‐ ρων μιλίων τῆς πόλεως Ἀντινόου οὐ κατῆλθεν ἐκ τοῦ σπηλαίου οὐδὲ μέχρι τοῦ ποταμοῦ τοῦ Νείλου, λέγων μηδέπω δύνασθαι συντυγχάνειν τοῖς ὄχλοις τῷ ἀκμὴν ἀντιπράττειν
10αὐτῷ τὸν ὑπεναντίον.

58

.

5

Σὺν τούτοις ἑωράκαμεν καὶ ἕτερον ἀναχωρητὴν ὁμοίως καὶ αὐτὸν ἐν σπηλαίῳ· ὂς οἴστρῳ κενοδοξίας ἐμπαιζόμενος ὑπὸ ὀνείρων, ἀντέπαιζε τοὺς ἀπατωμένους, «ἀνέμους ποι‐ μαίνων». Καὶ τὴν μὲν κατὰ σῶμα σωφροσύνην εἶχε καὶ
5διὰ τὸ γῆρας καὶ διὰ τὸν χρόνον, τάχα καὶ διὰ τὴν κενο‐ δοξίαν· διέφθαρτο δὲ αὐτοῦ τὸ φρονοῦν τῇ ἀκολασίᾳ τῆς
κενοδοξίας.258

59

t

Περὶ ἀμμᾶ Ταλίδος καὶ Ταώρ

59

.

1

Ἐν ταύτῃ τῇ πόλει Ἀντινόῳ ἐστὶ μοναστήρια γυναικῶν δώδεκα, ἐν οἷς καὶ συντετύχηκα ἀμμᾷ Ταλίδι γραΐδι ὀγδοήκοντα ἔτη ἐχούσῃ ἐν τῇ ἀσκήσει ὡς καὶ αὐτὴ καὶ αἱ γειτνιῶσαι διηγοῦντο. Ταύτῃ συνῴκουν ἑξήκοντα
5νεάνιδες αἳ τοσοῦτον αὐτὴν ἠγάπων ὡς μηδὲ κλεῖδα ἐφε‐ στάναι τῇ αὐλῇ τοῦ μοναστηρίου, ὡς ἐν ἄλλοις, ἀλλὰ κρα‐ τεῖσθαι αὐτὰς ὑπὸ τῆς ἀγάπης ταύτης. Εἰς τοσοῦτον δὲ ἀπαθείας ἤλασεν ἡ γραῦς ὡς εἰσελθόντι μοι καὶ καθεσ‐ θέντι ἐλθεῖν καὶ συγκαθεσθῆναί μοι, καὶ τὰς χεῖρας αὐτῆς
10ἐπιθεῖναι τοῖς ὤμοις μου ὑπερβολῇ παρρησίας.

59

.

2

Ἐν τούτῳ τῷ μοναστηρίῳ παρθένος μαθήτρια ταύτης, Ταὼρ ὀνόματι, ἔχουσα τριάκοντα ἔτη ἐν τῷ μοναστηρίῳ, ἱμάτιον καινὸν ἢ μαφόριον ἢ ὑπόδημα λαβεῖν οὐκ ἠθέλησεν οὐδέποτε, λέγουσα ὅτι «Οὐ χρείαν ἔχω, ἵνα μὴ ἀναγκασθῶ
5καὶ προελθεῖν». Αἱ μὲν γὰρ ἄλλαι πᾶσαι κατὰ κυριακὴν προέρχονται ἐν τῇ ἐκκλησίᾳ χάριν τῆς κοινωνίας· ἐκείνη δὲ μένει ῥακοδυτοῦσα ἐν τῇ μονῇ, ἀδιαλείπτως ἐν τῷ ἔργῳ καθεζομένη. Οὕτω δὲ εὐφυεστάτην εἶχε τὴν ὄψιν ὡς ἐγγὺς γενέσθαι καὶ τὸν πάνυ στερρὸν ἀπατᾶσθαι τῷ ταύτης κάλλει,
10εἰ μὴ φρουρὸν εἶχεν ὑπερβάλλοντα τὴν σωφροσύνην εἰς αἰδὼ καὶ φόβον συνωθοῦσα τῇ κοσμιότητι τὸν ἀκόλαστον
ὀφθαλμόν.260

60

t

Περὶ παρθένου τινὸς καὶ Κολλούθου τοῦ μάρτυρος

60

.

1

Ἄλλη τις γειτνιῶσά μοι, ἧς τὴν ὄψιν οὐχ ἑώρακα, προῆλθε γὰρ οὐδέποτε, ὡς λέγουσιν, ἀρ’ οὗ καὶ ἀπετάξατο· πληρώσασα δὲ ἑξήκοντα ἔτη ἐν τῇ ἀσκήσει μετὰ τῆς μητρὸς τῆς ἰδίας, ἐς ὕστερον ἔμελλε μεταβαίνειν τὸν βίον. Καὶ
5παραστὰς αὐτῇ ὁ μάρτυς ὁ ἐν τῷ τόπῳ, Κόλλουθος ὀνόματι, λέγει αὐτῇ· «Σήμερον μέλλεις ὁδεύειν πρὸς τὸν δεσπότην καὶ ὁρᾶν πάντας τοὺς ἁγίους· ἐλθοῦσα οὖν ἀρίστησον μεθ’ ἡμῶν ἐν τῷ μαρτυρίῳ». Ἀναστᾶσα οὖν ὄρθρου καὶ ἐνδυ‐ σαμένη καὶ λαβοῦσα ἐν τῇ σπυρίδι τῇ ἑαυτῆς ἄρτον καὶ
10ἐλαίας καὶ λεπτολάχανα, μετὰ τοσαῦτα ἔτη ἐξελθοῦσα καὶ ἀπελθοῦσα εἰς τὸ μαρτύριον ηὔξατο.

60

.

2

Καὶ καιρὸν ἐπι‐ τηρήσασα τῆς πάσης ἡμέρας ἐν ᾧ οὐδεὶς ἦν ἔνδον, καθεσ‐ θεῖσα προσκαλεῖται τὸν μάρτυρα λέγουσα· «Εὐλόγησόν μου τὰ βρώματα, ἅγιε Κόλλουθε, καὶ συνόδευσόν μοι ταῖς προ‐
5σευχαῖς σου». Φαγοῦσα οὖν καὶ πάλιν προσευξαμένη ἦλθε περὶ ἡλίου δυσμὰς ἐν τῷ οἴκῳ. Καὶ δοῦσα τῇ μητρὶ τῇ ἑαυτῆς σύγγραμμα Κλήμεντος τοῦ Στρωματέως εἰς τὸν προφήτην Ἀμώς, εἶπε· «Δὸς αὐτὸ τῷ ἐπισκόπῳ τῷ ἐξω‐ ρισμένῳ, καὶ εἰπὲ αὐτῷ· “Εὖξαι περὶ ἐμοῦ· ὁδεύω γάρ”».
10Καὶ ἐτελεύτησεν ἐν αὐτῇ τῇ νυκτὶ μὴ πυρέξασα μὴ κεφαλ‐
αλγήσασα, ἀλλ’ ἑαυτὴν ἐνταφιάσασα.262

61

t

Περὶ Μελανίου τῆς νέας

61

.

1

Ἐπειδὴ προϋπεσχόμην ἀνωτέρω διηγήσασθαι περὶ τῆς παιδὸς Μελανίου ἀναγκαίως τὸ χρέος ἀποδίδωμι· οὐ γὰρ δίκαιον ὑπεριδόντας τὸ αὐτῆς νεώτερον ἐν σαρκὶ τοσαύ‐ την ἀρετὴν ἀστηλίτευτον καταρρῖψαι, γραΐδων ἀτεχνῶς
5καὶ σπουδαίων κατὰ πολὺ διαφέρουσαν. Ταύτην βιασάμενοι οἱ γονεῖς ἤγαγον ἐπὶ γάμον ἐκ τῶν πρώτων τῆς Ῥώμης· ἥτις ἀεὶ τοῖς διηγήμασι τῆς ἑαυτῆς μάμμης νυττομένη, ἐπὶ τοσοῦτον ἐκεντρώθη ὡς μὴ δυνηθῆναι ἐξυπηρετήσασθαι τῷ γάμῳ.

61

.

2

Γενομένων γὰρ αὐτῇ παιδίων ἀρρένων δύο, καὶ ἀμφοτέρων τελευτησάντων, εἰς τοσοῦτον μῖσος τοῦ γάμου ἤλασεν ὡς εἰπεῖν τῷ ἀνδρὶ αὐτῆς Πινιανῷ, τῷ υἱῷ Σευήρου τοῦ ἀπὸ ἐπάρχων, ὅτι «Εἰ μὲν αἱρῆσαι συνασκη‐
5θῆναι κἀμοὶ κατὰ τὸν τῆς σωφροσύνης λόγον, καὶ δε‐ σπότην σε οἶδα καὶ κύριον τῆς ἐμῆς ζωῆς· εἰ δὲ βαρύ σοι τοῦτο καταφαίνεται ὡς νεωτέρῳ, πάντα μου λαβὼν τὰ πράγματα ἐλευθέρωσόν μου τὸ σῶμα, ἵνα πληρώσω μου τὴν κατὰ θεὸν ἐπιθυμίαν, κληρονόμος γενομένη τῆς μάμμης
10τοῦ ζήλου, ἧς καὶ τὸ ὄνομα ἔχω.

61

.

3

Εἰ γὰρ ἐβούλετο παιδοποιεῖν ἡμᾶς ὁ θεός, οὐκ ἄν μου ἐλάμβανεν ἄωρα τὰ τεχθέντα». Ἐπὶ πολὺ οὖν ζυγομαχησάντων αὐτῶν ἐς ὕστε‐
ρον ὁ θεὸς κατοικτείρας τὸν νέον ἐνέθηκεν καὶ τούτῳ264
5ζῆλον ἀποταξίας, ὡς ἐπ’ αὐτοὺς πληροῦσθαι τὸ γεγραμ‐ μένον· «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Γαμη‐ θεῖσα οὖν ἐπὶ δεκατριῶν ἐτῶν καὶ συζήσασα τῷ ἀνδρὶ ἔτη ἑπτά, τῷ εἰκοστῷ ἀπετάξατο. Καὶ πρῶτον μὲν τὰ σηρικὰ ἡμιφόρια τοῖς θυσιαστηρίοις ἐδωρήσατο· τοῦτο δὲ
10καὶ ἡ ἁγία πεποίηκεν Ὀλυμπιάς.

61

.

4

Τὰ δὲ λοιπὰ σηρικὰ συγκόψασα διάφορα ἐποίησεν ἐκκλησιαστικὰ ἔπιπλα. Τὸν δὲ ἄργυρον καὶ τὸν χρυσὸν ἐμπιστεύσασα Παύλῳ τινὶ πρεσ‐ βυτέρῳ, μοναχῷ Δαλματίας, διὰ θαλάσσης ἀπέστειλεν ἐν
5τῇ ἀνατολῇ, Αἰγύπτῳ καὶ Θηβαΐδι νομίσματα μύρια, Ἀν‐ τιοχείᾳ καὶ τοῖς μέρεσι ταύτης μύρια νομίσματα, Παλαι‐ στίνῃ νομίσματα μύρια πεντακισχίλια, ταῖς ἐν νήσοις ἐκκλη‐ σίαις καὶ τοῖς ἐν ἐξορίαις νομίσματα μύρια, ταῖς κατὰ τὴν δύσιν ἐκκλησίαις ὡσαύτως δι’ ἑαυτῆς χορηγοῦσα,

61

.

5

ταῦτα πάντα καὶ τετραπλασίονα τούτων ὡς ἐπὶ θεοῦ ἐξαρ‐ πάσασα ἐκ τοῦ στόματος λέοντος Ἀλαρίχου τῇ πίστει τῇ ἑαυτῆς. Ἠλευθέρωσε δὲ τὰ βουληθέντα ἀνδράποδα ὀκτα‐ κισχίλια, τὰ λοιπὰ γὰρ οὐκ ἐβουλήθησαν ἀλλ’ ᾑρήσαντο
5δουλεῦσαι τῷ ἀδελφῷ αὐτῆς· ᾧ παρεχώρησε πάντας ἀπὸ τριῶν νομισμάτων λαβεῖν. Τὰ δὲ κτήματα τὰ ἐν ταῖς Σπα‐ νίαις καὶ Ἀκυτανίᾳ καὶ Ταρακωνησίᾳ καὶ Γαλλίαις δια‐ πωλήσασα, τὰ ἐν Σικελίᾳ μόνα καὶ Καμπανίᾳ καὶ Ἀφρικῇ ἑαυτῇ καταλείψασα ἐπελάβετο εἰς χορηγίαν μοναστηρίων.

61

.

6

Αὕτη αὐτῆς ἡ σοφία ἡ περὶ τοῦ φορτίου τῶν χρημάτων. Ἡ δὲ ἄσκησις αὐτῆς ἦν αὕτη· ἤσθιε μίαν παρὰ μίαν— ἐν δὲ ταῖς ἀρχαῖς καὶ ὑπὲρ πέντε—εἰς ἐφημερίαν ἑαυτὴν
τάξασα τῶν ἑαυτῆς δουλίδων ἃς καὶ συνασκητρίας εἰργάσατο.266
5 Ἔχει δὲ μεθ’ ἑαυτῆς καὶ τὴν μητέρα Ἀλβίναν ἀσκου‐ μένην ὁμοίως καὶ διασκορπίζουσαν κατ’ ἰδίαν πάλιν τὰ ἴδια χρήματα. Εἰσὶν οὖν οἰκοῦσαι ἐν ἀγροῖς, ποτὲ μὲν Σικελίας ποτὲ δὲ Καμπανίας, μετὰ εὐνούχων δεκαπέντε καὶ παρ‐ θένων ἑξήκοντα, καὶ ἐλευθέρων καὶ δουλίδων·

61

.

7

ὁμοίως καὶ Πινιανὸς ὁ ἀνὴρ αὐτῆς μετὰ μοναζόντων τριάκοντα, ἀναγινώσκων καὶ περὶ κῆπον ἀσχολούμενος καὶ περὶ σεμνὰς συντυχίας. Οὐ μικρῶς δὲ καὶ ἡμᾶς πλείονας ὄντας ἐτίμησαν
5ἀπελθόντας ἐν Ῥώμῃ διὰ τὸν μακάριον Ἰωάννην τὸν ἐπίσκο‐ πον, ἀναπαύσαντες ἡμᾶς καὶ ξενοδοχίᾳ καὶ ἐφοδίοις δαψι‐ λεστάτοις, μετὰ πολλῆς χαρᾶς καρπούμενοι τὴν αἰώνιον ζωὴν τοῖς θεοδωρήτοις ἔργοις τῆς ἀρίστης πολιτείας.

62

t

Περὶ Παμμαχίου

62

.

1

Τούτων συγγενὴς Παμμάχιος ὀνόματι ἀπὸ ἀνθυπά‐ των ὁμοίως ἀποταξάμενος ἔζησε τὸν ἄριστον βίον, πάντα τὸν ἑαυτοῦ πλοῦτον τὸν μὲν ζῶν διασκορπίσας, τὸν δὲ τελευτῶν πτωχοῖς καταλείψας· ὁμοίως καὶ Μακάριός τις
5ἀπὸ βικαρίας, καὶ Κωνστάντιος συγκάθεδρος γενόμενος τῶν κατὰ τὴν Ἰταλίαν ἐπάρχων, ἄνδρες ἐπίσημοι καὶ λογικώτα‐ τοι καὶ εἰς ἄκρον φιλοθείας ἐλάσαντες· οὓς ἔτι νομίζω καὶ ἐν σαρκὶ ὑπάρχειν τὸν ἄριστον ἐξησκηκότας βίον.

63

t

Περὶ παρθένου τῆς ὑποδεξαμένης τὸν μακάριον Ἀθανάσιον

63

.

1

Ἐν Ἀλεξανδρείᾳ ἔγνων παρθένον ἣν κατείληφα
ὡς ἐτῶν ἑβδομήκοντα· προσεμαρτύρει δὲ αὐτῇ ὁ κλῆρος ἅπας ὅτι νέα οὖσα ὡς ἐτῶν εἴκοσι καὶ σφόδρα ὡραιοτάτη φευκτὴ ἦν διὰ τὸ κάλλος, ἵνα μή τινι μῶμον δῷ ἐξ ὑπο‐268
5νοίας. Ὅτε οὖν συνέβη τοὺς Ἀρειανοὺς συσκευάσασθαι τὸν μακάριον Ἀθανάσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας δι’ Εὐσε‐ βίου τοῦ πραιποσίτου ἐπὶ Κωνσταντίου τοῦ βασιλέως, καὶ ἀθέμιτα αὐτοῦ κατηγόρουν συκοφαντοῦντες, φεύγων τὸ παρὰ διεφθαρμένου κριτηρίου κριθῆναι οὐκ ἐθάρρησεν οὐδενί, οὐ
10συγγενεῖ οὐ φίλῳ οὐ κληρικῷ οὐκ ἄλλῳ τινί·

63

.

2

ἀλλ’ εἰσελθόντων τῶν ἐπαρχικῶν αἰφνίδιον εἰς τὸ ἐπισκοπεῖον καὶ ζητούντων αὐτόν, λαβὼν αὐτοῦ τὸ στιχάριν καὶ τὸ βιρὶν ἐν μεσαιτάτῃ νυκτὶ κατέφυγε πρὸς ταύτην τὴν παρθένον.
5Ἡ δὲ ξενισθεῖσα ἐπὶ τῷ πράγματι διεπτοήθη. Λέγει οὖν αὐτῇ· «Ἐπειδὴ ζητοῦμαι παρὰ τῶν Ἀρειανῶν καὶ ἀθέμιτα συκοφαντοῦμαι, ἵνα οὖν μὴ κἀγὼ ἄλογον ἀπενέγκωμαι δόξαν καὶ εἰς ἁμαρτίαν ἐμβάλω τοὺς τιμωρήσασθαί με βουλομέ‐ νους, ἐνεθυμήθην φυγεῖν.

63

.

3

Ἀπεκάλυψε δέ μοι ὁ θεὸς ταύτῃ τῇ νυκτὶ ὅτι “Παρ’ οὐδενὶ ἔχεις σωθῆναι εἰ μὴ παρ’ ἐκείνῃ”.» Ἀπὸ πολλῆς οὖν χαρᾶς ἐκείνη ῥίψασα πάντα διαλογισμὸν ὅλη γεγένηται τοῦ κυρίου· καὶ κατέκρυψε τὸν
5ἁγιώτατον ἐκεῖνον ἐπὶ ἓξ ἔτη μέχρι τῆς ζωῆς Κωνσταντίου, αὐτὴ καὶ περινίπτουσα τοὺς πόδας, καὶ τὰ περιττεύματα διακονοῦσα, καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα, καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα αὐτῷ· καὶ οὐδεὶς ἀνθρώ‐ πων πάσης Ἀλεξανδρείας ἔγνω ἐν τοῖς ἓξ ἔτεσι ποῦ διάγει
10ὁ μακάριος Ἀθανάσιος.

63

.

4

Ὡς οὖν ἠγγέλθη ὁ θάνατος
Κωνσταντίου καὶ ἦλθεν αὐτοῦ εἰς τὰς ἀκοάς, καλῶς ἐνδυσά‐ μενος πάλιν ἐν τῇ νυκτὶ εὑρέθη ἐν τῇ ἐκκλησίᾳ, πάντων ἐκστάντων καὶ θεασαμένων αὐτὸν ὡς ἐκ νεκρῶν ζῶντα.270
5Ἀπελογεῖτο οὖν τοῖς γνησίοις αὐτοῦ φίλοις ὅτι «Τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον ἵνα εὔορκον ὑμῖν ᾖ, ἄλλως δὲ καὶ διὰ τὰ ἔρευνα· κατέφυγον δὲ πρὸς ἣν ὑποψίαν οὐδεὶς ἠδύνατο ἔχειν ὡς ὡραίαν καὶ νεωτέραν, δύο μνηστευσάμε‐ νος, καὶ τὴν σωτηρίαν ἐκείνης, ὠφέλησα γὰρ αὐτήν, καὶ
10τὴν ἐμὴν δόξαν».

64

t

Περὶ Ἰουλιανῆς

64

.

1

Ἰουλιανή τις πάλιν παρθένος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας λογιωτάτη ἐλέγετο καὶ πιστοτάτη· ἥτις Ὠρι‐ γένην τὸν συγγραφέα φεύγοντα τὴν ἐπανάστασιν τῶν Ἑλ‐ λήνων ἐδέξατο ἐπὶ δύο ἔτη ἰδίοις ἀναλώμασι καὶ ὑπηρεσίᾳ
5ἀναπαύσασα τὸν ἄνδρα. Εὗρον δὲ ταῦτα ἐγὼ γεγραμμένα ἐν παλαιοτάτῳ βιβλίῳ στιχηρῷ, ἐν ᾧ ἐγέγραπτο χειρὶ Ὠριγένους·

64

.

2

«Τοῦτο τὸ βιβλίον εὗρον ἐγὼ παρὰ Ἰουλια‐ νῇ τῇ παρθένῳ ἐν Καισαρείᾳ, κρυπτόμενος παρ’ αὐτῇ»· ἥτις ἔλεγε παρ’ αὐτοῦ Συμμάχου τοῦ ἑρμηνέως τῶν Ἰου‐ δαίων αὐτὸ εἰληφέναι.
5 Οὐ παρέργως δὲ τέθεικα καὶ τὰς ἀρετὰς τούτων τῶν γυναικῶν, ἵνα μάθωμεν ὅτι πολυτρόπως ἔνεστι κερδαίνειν ἐὰν ἐθέλωμεν.

65

t

Διήγησις Ἱππολύτου

65

.

1

Ἐν ἄλλῳ βιβλίῳ παλαιοτάτῳ ἐπιγεγραμμένῳ Ἱπ‐
πολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων εὗρον διήγημα τοιοῦ‐ τον, ὅτι εὐγενεστάτη τις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν τῇ Κορινθίων πόλει ἀσκουμένη εἰς τὴν παρθενίαν. Ταύτην272
5κατ’ ἐκεῖνο καιροῦ διέβαλον τῷ τότε δικάζοντι Ἕλληνι ὄντι κατὰ τὸν καιρὸν τῶν διωκτῶν, ὡς βλασφημοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς καὶ δυσφημοῦσαν τὰ εἴδωλα. Προσεπῄνουν δὲ τὸ ταύτης κάλλος οἱ περὶ τὰ τοιαῦτα κά‐ πηλοι.

65

.

2

Γυναικομανὴς οὖν ὑπάρχων ὁ δικαστὴς ἡδέως ἐδέξατο τὴν διαβολὴν τοῖς ἱππικοῖς ὠτίοις. Καὶ ὡς πᾶσαν μηχανὴν κινήσας πεῖσαι τὴν ἄνθρωπον οὐκ ἠδυνήθη, τότε ἀπομανεὶς πρὸς αὐτὴν τιμωρίᾳ αὐτὴν οὐ παρέδωκεν, οὐ
5βασάνῳ, ἀλλὰ στήσας αὐτὴν εἰς πορνεῖον ἐνετείλατο τῷ νέμοντι ταύτας ὅτι «Δέξαι ταύτην, ἡμερήσιόν μοι τρία νο‐ μίσματα φέρων ἐκ ταύτης». Ὁ δὲ εἰσπραττόμενος τὸν χρυσὸν ἔκδοτον αὐτὴν παρεῖχε τοῖς βουλομένοις. Ὡς οὖν ἔγνωσαν οἱ περὶ ταῦτα γυναικοϊέρακες παρήδρευσαν τῷ
10ἐργαστηρίῳ τῆς ἀπωλείας, καὶ διδόντες τὸ κέρμα ὡμίλουν αὐτῇ τὰ πρὸς ἀπάτην.

65

.

3

Ἡ δὲ ἐκλιπαροῦσα αὐτοὺς παρ‐ εκάλει λέγουσα ὅτι «Ἕλκος ἔχω τι εἰς κεκρυμμένον τόπον ὅπερ ἐσχάτως ὄζει, καὶ δέδοικα μὴ εἰς μῖσός μου ἔλθητε· ἔκδοτε οὖν μοι ὀλίγας ἡμέρας, καὶ ἐξουσίαν ἔχετε καὶ δωρεάν
5με ἔχειν». Δεήσεσιν οὖν τὸν θεὸν ἱκέτευεν ἐν ἐκείναις ταῖς ἡμέραις· ὅθεν καὶ θεασάμενος ὁ θεὸς αὐτῆς τὴν σωφροσύνην νεανίσκῳ τινὶ μαγιστριανῷ, καλῷ τὴν γνώμην καὶ τῷ εἴδει, ἐνέθηκε ζῆλον πυριφλεγῆ θανάτου. Καὶ ἀπελθὼν τῷ σχήματι
τῆς ἀκολασίας εἰσέρχεται βαθεῖαν ἑσπέραν πρὸς τὸν τρέ‐274
10φοντα ταύτας, καὶ δίδωσιν αὐτῷ πέντε νομίσματα καὶ λέγει αὐτῷ· «Συγχώρησόν μοι μεῖναι τὴν νύκτα ταύτην μετ’ αὐτῆς».

65

.

4

Εἰσελθὼν οὖν εἰς τὸν ἀπόκρυφον οἶκον λέγει αὐτῇ· «Ἀνάστα, σῶσον σεαυτήν». Καὶ ἐκδύσας αὐτὴν καὶ μεταμφιάσας τοῖς ἰδίοις ἱματίοις, τοῖς τε καμισίοις καὶ τῇ χλανίδι καὶ τοῖς ἀνδρίοις πᾶσι, λέγει αὐτῇ· «Τῷ ἄκρῳ τῆς
5χλανίδος περικαλυψαμένη ἔξελθε». Καὶ οὕτως κατασφρα‐ γισαμένη καὶ ἐξελθοῦσα ἄφθορος καὶ ἀμίαντος διασέσωσται. Τῇ οὖν ἄλλῃ ἡμέρᾳ ἐγνώσθη τὸ δρᾶμα· παρεδόθη ὁ μα‐ γιστριανὸς καὶ ἐβλήθη θηρίοις, ἵνα καὶ ἐν τούτῳ ὁ δαίμων καταισχυνθῇ ὅτι διπλοῦς ἐγένετο μάρτυς, καὶ ὑπὲρ ἑαυτοῦ
10καὶ ὑπὲρ τῆς μακαρίας ἐκείνης.

66

t

Περὶ Οὐήρου ἀπὸ κομήτων

66

.

1

Ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ἐν αὐτῇ τῇ πόλει περιέτυχον Οὐήρῳ τινὶ λαμπροτάτῳ οὗ καὶ μακρὰν πεῖραν ἔσχηκα, ὃς ἦν ἀπὸ κομήτων, ἅμα τῇ τούτου ἐλευθέρᾳ Βο‐ σπορίῃ· οἵτινες ἐπὶ τοσοῦτον ἐλπίδος χρηστῆς ἤλασαν ὡς
5καὶ τὰ τέκνα αὐτῶν παραλογίσασθαι, ἔργῳ τὰ μέλλοντα βλέποντες. Τὰς γὰρ προσόδους τῶν χωρίων ἀναλίσκουσιν εἰς τοὺς πενομένους, δύο θυγατέρας καὶ τέσσαρας υἱοὺς ἔχον‐ τες, οἷς οὐδὲ κλῆμα ἐπιδιδόασι παρεκτὸς ταῖς γαμηθείσαις, λέγοντες ὅτι «Μετὰ τὴν ἀποβίωσιν ἡμῶν πάντα ὑμέτερά
10ἐστι»· τοὺς δὲ καρποὺς τῶν κτημάτων κομιζόμενοι ἐν ἐκ‐ κλησίαις πόλεων καὶ κωμῶν διανέμουσιν.

66

.

2

Ὃ δὴ καὶ τοῦτο ἐν αὐτοῖς ἐνάρετον ὑπάρχει· λιμοῦ γενομένου καὶ κατὰ σπλάγχνων χωροῦντος, τὰς αἱρέσεις εἰς ὀρθοδοξίαν μετήνεγ‐ καν, ἐν πολλοῖς χωρίοις τοὺς σιτοβολῶνας αὐτῶν παρασχόν‐
276
5τες εἰς διατροφὴν τοῖς πένησι. Τὸ δὲ ἄλλο σχῆμα σεμνότατον λίαν καὶ εὐτελὲς ἀναλαβόντες ὀλιγοδάπανα σφόδρα φοροῦσιν ἱμάτια, εὐτελεστάτῃ δὲ τροφῇ διαζῶσιν, ἐξασκοῦντες τὴν εἰς θεὸν σωφροσύνην, τὰ πλεῖστα τοῖς ἀγροῖς προσομιλοῦν‐ τες καὶ φεύγοντες τὰς πόλεις, μήποτε τῷ συνασμενισμῷ
10σπάσωσί τι τῶν πολιτικῶν θορύβων ἐκπίπτοντες τῆς προ‐ θέσεως.

67

t

Περὶ Μάγνας

67

.

1

Ἐν ταύτῃ τῇ πόλει Ἀγκύρᾳ πολλαὶ μὲν καὶ ἄλλαι παρθένοι ὡς χιλιάδες δύο ἢ πλεῖον καὶ ἐγκρατευόμεναι καὶ ἐπίσημοι γυναῖκες διαπρέπουσιν. Ἐν αἷς ἐπικρατεῖ κατ’ εὐλάβειαν Μάγνα σεμνοτάτη γυνή, ἣν οὐκ οἶδα τί ὀνομάσω,
5παρθένον ἢ χήραν. Βίᾳ γὰρ συναφθεῖσα παρὰ τῆς ἰδίας μη‐ τρὸς ἀνδρί, δελεάσασα τοῦτον καὶ ὑπερθεμένη, ὥς φασιν οἱ πολλοί, μεμένηκεν ἄψαυστος.

67

.

2

Οὗ μετ’ ὀλίγον τελευτή‐ σαντος ὅλην ἑαυτὴν ἐπέδωκε τῷ θεῷ, φροντίζουσα σεμνῶς τῶν ἰδίων οἴκων, ζῶσα ἀσκητικώτατον βίον καὶ σώφρονα, τοιαύτην ἔχουσα τὴν συντυχίαν ὡς αἰδεῖσθαι αὐτὴν καὶ ἐπι‐
5σκόπους ὑπερβολῇ εὐλαβείας. Αὕτη τὰς λοιπὰς καὶ περιτ‐ τευούσας χρείας ξενοδοχείοις καὶ πτωχοῖς καὶ διοδεύουσιν ἐπισκόποις χορηγοῦσα, οὐ παύεται ἐργαζομένη κατὰ τὸ λεληθὸς δι’ ἑαυτῆς καὶ δι’ οἰκετῶν πιστοτάτων μηδὲ ἀπο‐
λιμπανομένη τῆς ἐκκλησίας ἐν ταῖς νυξίν.278

68

t

Περὶ τοῦ ἐλεήμονος μοναχοῦ

68

.

1

Ὁμοίως ἐν ταύτῃ τῇ πόλει εὑρήκαμεν μονάζοντα χειροτονίαν μὲν μὴ αἱρούμενον δέξασθαι πρεσβυτερίου, ἀπὸ στρατείας δὲ ἠγμένον ὀλίγου χρόνου· ὃς εἰκοστὸν ἄγει ἔτος ἐν τῇ ἀσκήσει ταύτην ἔχων τὴν πολιτείαν· παραμένει μὲν
5τῷ ἐπισκόπῳ τῆς πόλεως, τοσοῦτον δέ ἐστι φιλάνθρωπος καὶ ἐλεήμων ὡς καὶ τὰς νύκτας περιιέναι καὶ ἐλεεῖν τοὺς δεομέ‐ νους.

68

.

2

Οὗτος οὐκ ἀμελεῖ οὐ φυλακῆς οὐ νοσοκομείου οὐ πτωχοῦ οὐ πλουσίου, ἀλλὰ πᾶσιν ἐπικουρεῖ, τοῖς μὲν λόγους εὐσπλαγχνίας διδοὺς ὡς ἀσπλάγχνοις, τῶν δὲ προιστάμενος, τοὺς δὲ εἰρηνεύων, τοῖς δὲ χρείας σωματικὰς καὶ ἱμάτια
5παρέχων. Ὃ φιλεῖ δὲ συμβαίνειν ἐν πάσαις ταῖς μεγάλαις πόλεσι ἔστι καὶ ἐν αὐτῇ· ἐν γὰρ τῇ στοᾷ τῆς ἐκκλησίας πλῆθος νοσούντων κατακείμενον ἐρανίζεται τὴν ἐφήμερον τροφήν, τῶν μὲν ἀγάμων τῶν δὲ γεγαμηκότων.

68

.

3

Συνέβη οὖν μιᾶς τῶν ἡμερῶν ἐν μέσῃ νυκτὶ τίκτειν ἑνὸς γυναῖκα ἐν τῇ στοᾷ ἐν χειμῶνι. Βοώσης οὖν αὐτῆς ἐν τῇ ὀδύνῃ ἐπήκουσε, καὶ καταλείψας τὰς συνήθεις αὐτοῦ προσευχὰς
5ἐξελθὼν ἐπεῖδε, καὶ μηδένα εὑρὼν αὐτὸς ἰατρίνης ἐπέσχε τόπον, οὐ βδελυξάμενος τὸ παρακολουθοῦν μῦσος ταῖς τικτού‐ σαις, ἀναισθησίαν ἐν αὐτῷ τῆς ἐλεημοσύνης ἐργασαμένης.

68

.

4

Τούτου τὸ μὲν σχῆμα τῶν ἱματίων οὐκ ἔστιν ἄξιον ὀβολοῦ, τὸ δὲ βρῶμα ἀμφήριστον τῶν ἱματίων· πυκτίῳ ἐγκύψαι οὐ καρτερεῖ τῆς φιλανθρωπίας αὐτὸν ἐλαυνούσης τῶν ἀναγνωσ‐ μάτων. Βιβλίον αὐτῷ ἐάν τις χαρίσηται τῶν ἀδελφῶν πα‐
5ραχρῆμα αὐτὸ πιπράσκει, τοῦτο ἐπιλέγων τοῖς ἐπισκώπτου‐ σιν ὅτι «Πόθεν ἔχω πεῖσαι τὸν διδάσκαλόν μου ὅτι τὴν τέχνην αὐτοῦ μεμάθηκα, ἐὰν μὴ ἐκεῖνον αὐτὸν πωλήσω
εἰς τὸ τῆς τέχνης κατόρθωμα;»280

69

t

Περὶ παρθένου ἐκπεσούσης καὶ μετανοησάσης

69

.

1

Ἀσκήτριά τις παρθένος μένουσα σὺν ἄλλαις δύο ἠσκήθη ἐπὶ ἔτη ἐννέα ἢ δέκα. Αὕτη δελεασθεῖσα παρὰ ψάλτου τινὸσ ἐξέπεσε, καὶ κατὰ γαστρὸς λαβοῦσα ἐγέν‐ νησεν. Εἰς ἄκρον δὲ μῖσος ἐλάσασα τοῦ ταύτην δελεάσαντος
5κατενύγη τὴν ψυχὴν εἰς βάθος, καὶ εἰς τοσοῦτον ἤλασε μετανοίας ὡς ἄντικρυς ἀποκαρτερῆσαι καὶ λιμῷ ἑαυτὴν ἀποκτεῖναι.

69

.

2

Προσευχομένη δὲ ἐδέετο τοῦ θεοῦ λέ‐ γουσα ὅτι «Ὁ θεὸς ὁ μέγας, ὁ βαστάζων τὰ κακὰ πάσης κτίσεως καὶ μὴ βουλόμενος τὸν θάνατον καὶ τὴν ἀπώλειαν τῶν πταιόντων· εἰ θέλεις με σωθῆναι, ἐν τούτῳ μοι δεῖξον
5τὰ θαυμάσιά σου καὶ συνάγαγε τὸν καρπὸν τῆς ἐμῆς ἁμαρτίας ὅνπερ γεγέννηκα, ἵνα μὴ ἢ σχοινίῳ χρήσωμαι, ἢ ἐμαυτὴν δισκεύσω». Ἐν τούτοις δεομένη εἰσηκούσθη· τὸ γὰρ τεχθὲν μετ’ οὐ πολὺ ἐτελεύτησεν.

69

.

3

Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης τῷ μὲν ταύτην αἰχμαλωτεύσαντι οὐκέτι συνέτυχεν, ἔκδοτον δὲ ἑαυτὴν εἰς ἀκροτάτην νηστείαν δοῦσα, νοσούσαις καὶ λελωβημέναις ἐξυπηρετήσατο ἐπὶ τριά‐
5κοντα ἔτη, οὕτως τὸν θεὸν δυσωπήσασα ὡς ἀποκαλυφ‐ θῆναί τινι τῶν ἁγίων πρεσβυτέρων ὅτι «Ἡ δεῖνά μοι εὐηρέστησε μᾶλλον ἐν τῇ μετανοίᾳ ἢ ἐν τῇ παρθενίᾳ». Ταῦτα
δὲ γράφω ἵνα μὴ καταφρονῶμεν τῶν γνησίως μετανοούντων.282

70

t

Περὶ ἀναγνώστου συκοφαντηθέντος

70

.

1

Πρεσβυτέρου τινὸσ θυγάτηρ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐκπεσοῦσα παρθένος παρὰ τοῦ ταύτην φθεί‐ ραντος ἐδιδάχθη ἀναγνώστην τινὰ τῆς πόλεως συκοφαν‐ τῆσαι. Καὶ γενονυίας ἤδη ἐγκύου, ἐξεταζομένη παρὰ
5τοῦ πατρὸς κατεῖπε τοῦ ἀναγνώστου. Ὁ δὲ πρεσβύτερος θαρσῶν ἀνήνεγκε τῷ ἐπισκόπῳ. Ὁ δὲ ἐπίσκοπος συνε‐ κρότησε τὸ ἱερατεῖον καὶ ἐποίησε κληθῆναι τὸν ἀναγνώσ‐ την. Ἐβασανίζετο ἡ ὑπόθεσις· ἐρωτώμενος παρὰ τοῦ ἐπισκόπου ὁ ἀναγνώστης οὐχ ὡμολόγει· τὸ γὰρ μὴ γενό‐
10μενον πῶς καὶ ἐνῆν ῥηθῆναι;

70

.

2

Ἀγανακτῶν ὁ ἐπί‐ σκοπος ἐμβριθῶς ἔλεγε αὐτῷ· «Οὐχ ὁμολογεῖς, ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀκαθαρσίας μεστέ;» Ἀπεκρίνατο ὁ ἀνα‐ γνώστης· «Ἐγὼ τὸ ὂν εἶπον, ὅτι οὐκ ἔχω πρᾶγμα· ἀναί‐
5τιος γάρ εἰμι καὶ τῆς ἐννοίας τῆς πρὸς ἐκείνην. Εἰ δὲ θέλεις τὸ μὴ ὂν ἀκοῦσαι, πέπραχα». Τοῦτο αὐτοῦ εἰρηκότος καθεῖλε τὸν ἀναγνώστην. Τότε προσελθὼν παρακαλεῖ τὸν ἐπίσκοπον καὶ λέγει αὐτῷ· «Οὐκοῦν ἐπειδὴ ἔπταισα κέλευ‐ σόν μοι αὐτὴν εἰς γυναῖκα δοθῆναι· οὔτε γὰρ ἐγὼ κλη‐
10ρικὸς λοιπὸν οὔτε ἐκείνη παρθένος».

70

.

3

Ἔκδοτον οὖν αὐτὴν δέδωκε τῷ ἀναγνώστῃ, προσδοκήσας διακεῖσθαι τὸν νεώτερον περὶ αὐτὴν καὶ ἄλλως μὴ δύνασθαι ἀποκοπῆναι τὴν πρὸς αὐτὴν συνήθειαν. Λαβὼν οὖν αὐτὴν ὁ νεώτερος
5καὶ παρὰ τοῦ ἐπισκόπου καὶ παρὰ τοῦ πατρός, παρατί‐ θεται μοναστηρίῳ γυναικῶν καὶ παρακαλεῖ τὴν αὐτόθι
διάκονον τῆς ἀδελφότητος μέχρι τοῦ τοκετοῦ αὐτῆς ἀνέ‐ χεσθαι. Ἐντὸς οὖν ὀλίγου χρόνου ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν· παρέστη ἡ κρισίμη ὥρα, στεναγμοί, ὠδῖνες,284
10πόνοι, καταχθονίων ὁράσεις· καὶ τὸ βρέφος οὐκ ἐξήρχετο.

70

.

4

Παρῆλθεν ἡ πρώτη ἡμέρα, ἡ δευτέρα, ἡ τρίτη, ἡ ἑβδό‐ μη· ἡ γυνὴ ἀπὸ τῆς ὀδύνης τῷ ᾅδῃ προσομιλοῦσα οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ἐκαθεύδησεν, ἀλλ’ ἐβόα λέγουσα· «Οἴμοι τῇ ἀθλίᾳ, κινδυνεύω συκοφαντήσασα τόνδε τὸν
5ἀναγνώστην». Ἀπελθοῦσαι λέγουσι τῷ πατρί. Ὁ πατὴρ φοβούμενος τὸ καταγνωσθῆναι ὡς συκοφαντήσας, ἡσυχάζει ἄλλας δύο ἡμέρας. Ἡ κόρη οὔτε ἐτελεύτα οὔτε ἐγέννα. Ὡς οὖν τὰς βοὰς αὐτῆς οὐκ ἔφερον αἱ ἀσκήτριαι δραμοῦ‐ σαι ἀπήγγειλαν τῷ ἐπισκόπῳ ὅτι «Ἐξομολογεῖται βοῶσα
10ἡ δεῖνα ἀπὸ ἡμερῶν ὅτι ἐσυκοφάντησε τὸν ἀναγνώστην». Τότε πέμπει πρὸς αὐτὸν διακόνους καὶ δηλοῖ αὐτῷ· «Εὖξαι ἵνα γεννήσῃ ἡ συκοφαντήσασά σε».

70

.

5

Αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτοῖς ἀπόκρισιν οὔτε ἤνοιξε τὴν ἑαυτοῦ θύραν ἀφ’ ἧς ἡμέρας εἰσῆλθε δεόμενος τοῦ θεοῦ. Ἀπέρχεται πάλιν ὁ πατὴρ πρὸς τὸν ἐπίσκοπον· γίνεται εὐχὴ ἐν τῇ ἐκκλησίᾳ·
5καὶ οὐδὲ οὕτως ἐγέννησε. Τότε ἀναστὰς ὁ ἐπίσκοπος ἀπῆλθε πρὸς τὸν ἀναγνώστην, καὶ πλήξας τὴν θύραν εἰσῆλθεν πρὸς αὐτὸν καὶ λέγει αὐτῷ· «Εὐστάθιε, ἀνάστα, λῦσον ὃ ἔδησας». Παραχρῆμα δὲ τοῦ ἀναγνώστου κλίναντος γόνυ σὺν τῷ ἐπισκόπῳ ἐγέννησεν ἡ γυνή.
10 Ἴσχυσε δὲ ἡ τούτου δέησις καὶ ἡ παραμονὴ τῆς προσ‐ ευχῆς ἀναδεῖξαι καὶ τὴν συκοφαντίαν καὶ παιδεῦσαι καὶ τὴν συκοφαντήσασαν· ἵνα μάθωμεν προσκαρτερεῖν ταῖς
προσευχαῖς καὶ εἰδέναι αὐτῶν τὴν δύναμιν.286

71

t

Περὶ τοῦ συνόντος αὐτῷ ἀδελφοῦ

71

.

1

Ὀλίγα τοίνυν περὶ τοῦ συνόντος μοι ἀπὸ νεότητος ἀδελφοῦ ἕως τῆς σήμερον εἰρηκὼς καταπαύσω τὸν λόγον. Τοῦτον ἔγνων ἐγὼ ἐν μακρῷ χρόνῳ μὴ πάθει φαγόντα, μὴ πάθει νηστεύσαντα· νικήσαντα ὡς νομίζω πάθος χρη‐
5μάτων, τὸ πλεῖστον κενοδοξίας· ἀρκούμενον τοῖς παροῦσι, μὴ καλλωπιζόμενον ἱματίοις, καταφρονούμενον εὐχαριστεῖν, ὑπερκινδυνεύοντα γνησίων φίλων, πεῖραν λαβόντα δαιμό‐ νων χιλιάκις καὶ ἐπάνω· ὡς καὶ μιᾶς τῶν ἡμερῶν δαί‐ μονα αὐτῷ συνθέσθαι καὶ εἰπεῖν· «Σύνθου μοι ἁμαρτῆσαι
10κἂν ἅπαξ, καὶ ἣν ἂν εἰπῇς μοι ἐν τῷ βίῳ ταύτην σοι ἄγω».

71

.

2

Καὶ πάλιν ἄλλοτε πυκτεύσας αὐτῷ ἐπὶ δεκατέσσαρας νύκτας, καθώς μοι διηγεῖτο, καὶ σύρας ἐκ ποδὸς ἐν νυκτὶ φωνῇ προσωμίλει λέγων· «Μὴ προσκύνει τὸν Χριστὸν καὶ οὐ μή σου ἐγγίσω»· τὸν δὲ ἀποκριθέντα εἰπεῖν· «Διὰ
5τοῦτο αὐτὸν προσκυνῶ καὶ ἀπειροπλασίονα δοξάσω καὶ προσκυνήσω, ἐπειδὴ ὅλως ἀηδίζῃ ἐν τούτῳ». Ἑκατὸν ἓξ πόλεις πατήσας, ἐν ταῖς πλείσταις δὲ καὶ χρονίσας, γυναικὸς ἐλέει θεοῦ πεῖραν οὐκ ἔσχεν, οὐδὲ κατ’ ὄναρ, πλὴν τοῦ πολέμου.

71

.

3

Τρίτον αὐτὸν ἔγνων χρείαν βρώματος παρ’ ἀγγέλου λαβόντα. Μιᾶς τῶν ἡμερῶν ἐν ἀκροτάτῃ ἐρήμῳ καὶ μηδὲ ψῖχα ἔχων, τρεῖς εὗρεν ἄρτους ἐν τῇ μηλωτῇ θερμούς· ἄλλοτε πάλιν οἶνον καὶ ἄρτους. Ἄλλοτε πάλιν
288
5λέγοντος ἔγνων ὅτι «Λείπῃ· ἀπελθὼν οὖν λαβὲ παρὰ τοῦδε σῖτον καὶ ἔλαιον». Ἐλθὼν οὖν ἐκεῖνος πρὸς ὃν αὐτὸς ἐπεπόμφει λέγει αὐτῷ· «Σὺ εἶ ὁ δεῖνα;» καὶ εἶπε· «Ναί. Ἐκέλευσέ σοί τις λαβεῖν τριάκοντα μοδίους σίτου καὶ δώδεκα ξέστας ἐλαίου».

71

.

4

«Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι» οἷος ἦν οὗτος· ὃν ἔγνων δακρύσαντα πολλάκις ἐπὶ ἀνδρῶν ἐν ἀνάγκῃ ἀπορουμένων πενίας καὶ πάντα ὅσα εἶχε παρέσχε τούτοις πλὴν τῆς σαρκός. Ἔγνων δὲ αὐτὸν
5κλαύσαντα καὶ ἐπὶ ἐκπεσόντος ἐν ἁμαρτίᾳ· ὃς τοῖς δά‐ κρυσιν εἰς μετάνοιαν ἤγαγε τὸν ἐκπεσόντα. Οὗτός μοί ποτε διωμόσατο ὅτι· «Τοῦ θεοῦ ἐδεήθην μηδένα νύξαι, μάλιστα τῶν πλουσίων καὶ φαύλων, ἐπὶ τῷ δοῦναί μοί τι ἐν ταῖς χρείαις».

71

.

5

Ἐμοὶ δὲ τοῦτο ἀρκεῖ τὸ καταξιωθῆναι μνημονεύειν τούτων ἁπάντων ὧν γραφῇ παραδέδωκα. Οὐκ ἦν γὰρ ἀθεεὶ τὸ κινηθῆναί σου τὴν διάνοιαν εἰς τὸ ἐπιτάξαι τὴν συγγραφὴν τοῦ βιβλίου τούτου καὶ γραφῇ παραδοῦναι
5τοὺς βίους τῶν ἁγίων τούτων. Σὺ δέ γε, πιστότατε δοῦλε Χριστοῦ, ἡδέως αὐτοῖς ἐντυγχάνων ἱκανὴν ἀπόδειξιν τῆς ἀναστάσεως τοὺς βίους αὐτῶν καὶ τοὺς πόνους καὶ τὴν τοσαύτην ὑπομονὴν λαβών, ἕπου προθύμως, χρηστῇ τρε‐ φόμενος ἐλπίδι, βραχυτέρας τὰς ἔμπροσθεν τῶν ὀπίσω
10ὁρῶν ἡμέρας.

71

.

6

Ὑπὲρ ἐμοῦ προσεύχου, σεαυτὸν δια‐ τηρῶν οἷόν σε οἶδα ἀπὸ τῆς ὑπατείας Τατιανοῦ μέχρι τῆς σήμερον, καὶ οἷόν σε πάλιν εὗρον χειροτονηθέντα πραι‐ πόσιτον τοῦ εὐσεβεστάτου κοιτῶνος. Ὃν γὰρ ἀξία τοιαύτη
290
5μετὰ χρημάτων καὶ ἐξουσία τοσαύτη τοῦ φόβου τοῦ θεοῦ οὐκ ἐποίησε χεῖρον, οὗτος ἀνάκειται τῷ Χριστῷ, τῷ ἀκού‐ σαντι ὑπὸ τοῦ διαβόλου· «Ταῦτά σοι πάντα δώσω ἐὰν
πεσὼν προσκυνήσῃς μοι».292