TLG 2110 013 :: CYRILLUS :: Epistula ad Constantium imperatorem CYRILLUS Scr. Eccl. Epistula ad Constantium imperatorem Citation: Section — (line) | ||
t | ἘΠΙΣΤΟΛΗ ΚΥΡΙΛΛΟΥ ἘΠΙΣΚΟΠΟΥ ἹΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΟΥ ἘΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΣΗΜΕΙΟΥ | |
sal | Βασιλεῖ θεοφιλεστάτῳ καὶ εὐσεβεστάτῳ Κωνσταντίῳ Αὐγούστῳ, Κύριλλος ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. | |
1 | Πρώτας ταύτας ἐξ Ἱεροσολύμων πρὸς τὴν θεοφιλῆ σου βασιλείαν ἀποστέλλω γραμμάτων ἀπαρχάς, σοί τε πρε‐ πούσας ὑποδέξασθαι κἀμοὶ παρασχεῖν· οὐ λόγων κολα‐ κείας πεπληρωμένας, ἀλλ’ ἐπουρανίων μηνυτικὰς θεοπ‐ | |
5 | τίας· οὐδ’ εὐσυνθέτους λόγων ῥητορικὰς πιθανότητας περιεχούσας, ἀλλ’ ἁγίων εὐαγγελίων προρρήσεσι διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως μαρτυρούσας τὴν ἀλήθειαν. | |
---|---|---|
2 | Ἕτεροι μὲν γὰρ ἀφ’ ὧν ἔχουσι τὴν τιμίαν σου πολλά‐ | |
κις στεφανοῦσι κεφαλήν, χρυσοκολλήτους στεφάνους λίθοις διαυγεστάτοις πεποικιλμένους προσκομίζοντες. Ἡμεῖς δὲ οὐ τοῖς ἀπὸ γῆς σε στεφανοῦμεν (τὰ γὰρ ἀπὸ | 286 | |
5 | γῆς δωρούμενα τέλος ἔχει τὴν γῆν)· ἀλλ’ ἐπουρανίων πραγ‐ μάτων θεϊκὴν ἐνέργειαν ἐν τοῖς τῆς θεοφιλοῦς σου βασιλείας καιροῖς ἐν Ἱεροσολύμοις τελεσθεῖσαν τῆς σῆς εὐ‐ σεβείας μετὰ σπουδῆς ἄγομεν εἰς γνῶσιν· οὐχ ἵνα νῦν ἐξ ἀγνοίας ἔλθῃς εἰς θεογνωσίαν (φθάνεις γὰρ καὶ | |
10 | ἑτέρους διδάσκων δι’ ὧν εὐσεβεῖς· ἀλλ’ ἵνα, ἅπερ ᾔδεις, ταῦτα καὶ βεβαιωθῇς, καὶ τὸν τῆς βασιλείας προ‐ γονικὸν ὑποδεξάμενος κλῆρον, μείζοσι θεόθεν στεφάνοις ἐπουρανίοις τετιμῆσθαι μαθών, θεῷ μὲν τῷ παμ‐ βασιλεῖ καὶ νῦν τὴν πρέπουσαν ἀποδῷς εὐχαριστίαν, | |
15 | μείζονος δὲ τοῦ κατ’ ἐχθρῶν θάρσους πληρωθῇς, ἔργῳ τὴν σὴν βασιλείαν ἀγαπᾶσθαι πρὸς θεοῦ, δι’ ὧν ἐπὶ σοῦ θαυματουργεῖ, καταλαβών. | |
3 | Ἐπὶ μὲν γὰρ τοῦ θεοφιλεστάτου καὶ τῆς μακαρίας μνήμης Κωνσταντίνου τοῦ σοῦ πατρός, τὸ σωτήριον τοῦ σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηται, τῆς θείας χάριτος τῷ καλῶς ζητοῦντι τὴν εὐσέβειαν τῶν ἀποκεκρυμμένων ἁγίων | |
5 | τόπων παρασχούσης τὴν εὕρεσιν. Ἐπὶ δὲ σοῦ, δέσποτα πανευσεβέστατε βασιλεῦ, προγονικὴν εὐσέβειαν μείζονι τῇ πρὸς τὸ θεῖον εὐλαβείᾳ νικῶντος, οὐκ ἀπὸ | |
γῆς λοιπόν, ἀλλ’ ἐξ οὐρανῶν τὰ θαυματουργήματα· καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, | 287 | |
10 | τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τὸ κατὰ τῆς τοῦ θανά‐ του νικῆς τρόπαιον, ὁ μακάριος λέγω σταυρός, φωτὸς μαρμαρυγαῖς ἀπαστράπτων ἐν Ἱεροσολύμοις ὤφθη. | |
4 | Ἐν γὰρ ταῖς ἁγίαις ἡμέραις ταύταις τῆς ἁγίας πεντηκοστῆς, νόνναις μαΐαις, περὶ τρίτην ὥραν, παμμεγέθης ὁ σταυρός, ἐκ φωτὸς κατεσκευασμένος, ἐν οὐρανῷ, ὑπεράνω τοῦ ἁγίου Γολγοθᾶ μέχρι τοῦ | |
5 | ἁγίου Ὄρους τῶν ἐλαιῶν ἐκτεταμένος ἐφαίνετο· οὐχ ἑνὶ καὶ δευτέρῳ μόνον φανείς, ἀλλὰ παντὶ τῷ τῆς πόλεως πλή‐ θει φανερώτατα δειχθείς· οὐδ’ ὡς ἄν τις νομί‐ σειεν ὀξέως κατὰ φαντασίαν παραδραμών, ἀλλ’ ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καὶ ταῖς | |
10 | ἀπαστραπτούσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτῖνας νική‐ σας (ἦ γὰρ ἂν ὑπ’ αὐτῶν νικώμενος ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὁρῶσι παρεῖχε τὰς λαμπηδόνας)· ὡς ἅπαν μὲν ἀθρόως ἐξαυτῆς εἰς τὴν ἁγίαν ἐκκλησίαν συνδραμεῖν τῆς πόλεως τὸ πλῆθος, τῷ τῆς θεοπτίας | |
15 | φόβῳ μετ’ εὐφροσύνης κατασχεθέν, νέων ἅμα καὶ πρεσβύτων ἀνδρῶν τε καὶ γυναικῶν, καὶ πάσης ἡλικίας καὶ μέχρις αὐτῶν ἤδη τῶν κατ’ οἴκους θαλαμευομένων κορῶν, ἐντοπίων τε καὶ ξένων, χριστιανῶν τε ἅμα καὶ τῶν ἀλλα‐ χόθεν ἐπιδημούντων ἐθνικῶν· ὁμοθυμαδὸν δὲ πάν‐ | |
20 | των ὡς ἐξ ἑνὸς στόματος Χριστὸν Ἰησοῦν τὸν κύριον ἡμῶν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν θαυματοποιὸν ἀνυμ‐ νούντων, ἔργῳ τε καὶ πείρᾳ παραλαβόντων· ὅτι χριστιανῶν τὸ δόγμα τὸ πανευσεβὲς οὐκ ἐν πειθοῖς σοφίας ἐστι λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, οὐχ ὑπ’ | 288 |
25 | ἀνθρώπων μόνον καταγγελλόμενον, ἀλλ’ ἐξ οὐρανῶν θεόθεν μαρ‐ τυρούμενον. | |
5 | Ἐπεὶ τοίνυν ἡμεῖς, οἱ τῆς Ἱερουσαλὴμ οἰ‐ κήτορες, τὸ τοῦ θαύματος παράδοξον αὐταῖς ὄψεσι παραλαβόντες, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ υἱῷ τῷ μονογενεῖ τοῦ θεοῦ τὴν πρέπουσαν μετ’ εὐχαριστίας προσκύνησιν ἀπεδώκαμεν | |
5 | τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφι‐ λοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένοι τε καὶ ποιησόμενοι, ἔδει δὲ τὰς ἐπουρανίους ταύτας θεοπ‐ τίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ’ εὐαγγελίσασθαι σου τὴν ἔνθεον εὐσέβειαν ἐξαυτῆς διὰ τούτων ἐσπούδασα τῶν | |
10 | γραμμάτων· ἵν’ ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοὶ προϋπαρχούσης πίστεως τὴν ἐκ τῶν προσφάτως θεόθεν ἐπιδειχθέντων γνῶσιν ἐποικοδομήσας, βεβαιότε‐ ρον μὲν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀνα‐ λάβῃς τὴν ἐλπίδα, θαρσῶν δὲ καὶ πασῆς ἀνδρείας | |
15 | συνήθως πεπληρωμένος, ὡς ἂν αὐτὸν θεὸν ἔχων σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἑτοιμότατα | |
προφέρῃς, καύχημα καυχημάτων, τὸ δειχθὲν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενος· οὗ καὶ τὸ σχῆμα δείξας ἀνθρώ‐ ποις οὐρανὸς μειζόνως ἐκαυχήσατο. | 289 | |
6 | Τὸ μέντοι θαυματούργημα τοῦτο, βασιλεῦ θεοφιλέ‐ στατε, προφητῶν μαρτυρίαις καὶ Χριστοῦ φωναῖς ἁγίοις εὐαγγελίοις ἐγκειμέναις ἀκολούθως, ἐτελέσθη τε νῦν καὶ πάλιν μειζόνως τελεσθήσεται· ἐν γὰρ τῷ κατὰ Ματ‐ | |
5 | θαῖον εὐαγγελίῳ μελλόντων πραγμάτων γνῶσιν ὁ σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος καὶ δι’ ἐκεί‐ νων τοῖς μετ’ αὐτοὺς ὁμιλῶν λευκότατα προαναφωνῶν ἔλεγε· ”Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ”. Ἥν‐ | |
10 | τινα τοῦ εὐαγγελίου θείαν βίβλον συνηθῶς εἰς χεῖρας ἀνα‐ λαβών, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγράφως εὑρήσεις· ὧν μαλιστά σε, δέσποτα, πυκ‐ νοτέρᾳ τῇ μελέτῃ προσέχειν παρακαλῶ, διὰ τὰ λοιπὰ τῶν κατὰ τὴν αὐτόθι γεγραμμένων ἀκολουθίαν, τῶν | |
15 | ὑπὸ τοῦ σωτῆρος ἡμῶν προαναφωνηθέντων, πολλῆς μετ’ εὐλαβείας δεομένων τῆς παρατηρήσεως, πρὸς τὸ μη‐ δεμίαν ἐξ ἀντικειμένης ἐνεργείας ὑπομεῖναι τὴν βλάβην. | |
7 | Ταύτας σοὶ τῶν ἡμετέρων λόγων, βασιλεῦ θεοφιλέστατε, προσφέρω τὰς ἀπαρχάς· ταύτας ἐξ Ἱερο‐ σολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνάς, σοὶ τῷ γνη‐ | |
σιωτάτῳ καὶ πανευσεβεῖ μεθ’ ἡμῶν Χριστοῦ προσ‐ | 290 | |
5 | κυνητῇ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ τὴν οἰκουομικὴν κατὰ τὰς θείας γραφὰς ἐν Ἱεροσολύ‐ μοις τελέσαντος σωτηρίαν, τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον, οἰκείοις δὲ τιμίοις αἵμασι τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος, ζωὴν δὲ καὶ | |
10 | ἀφθαρσίαν καὶ πνευματικὴν ἐπουράνιον χάριν τοῖς πιστεύ‐ ουσιν ἅπασιν παρασχόντος. Οὗ τῇ τε δυνάμει καὶ τῇ χάριτί σε φρουρούμενον, λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν, υἱῶν τε γνη‐ σίων βασιλικοῖς ἐναβρυνόμενον βλαστήμασιν, αὐ‐ | |
15 | τὸς ὁ παμβασιλεὺς θεός, ὁ πάσης ἀγαθωσύνης πάροχος, πολλαῖς ἐτῶν εἰρηνικαῖς περιόδοις, καύχημα χριστιανῶν καὶ κόσμῳ σύμπαντι φυλάξειε πανέστιον. | |
8 | ἐρρωμένον σε καὶ πάσῃ κεκοσμημένον ἀρετῇ καὶ τὴν συνήθη τῶν τε ἁγίων ἐκκλησιῶν καὶ τῆς ῥωμαίων ἀρχῆς τὴν φιλανθρωπίαν ἐνδεικνύμενον καὶ μείζοσιν εὐσεβείας βραβείοις ἐναβρυνόμενον, πολλαῖς | |
5 | εἰρηνικαῖς ἐτῶν περιόδοις ὁ τῶν ὅλων θεὸς ἡμῖν χαρί‐ | |
σηται πανέστιον, Αὔγουστε βασιλεῦ θεοφιλέστατε. | 291 |