TLG 2110 010 :: CYRILLUS :: Suppositarum Cyrilli et Julii pontificis epistularum compendium [Sp.] CYRILLUS Scr. Eccl. Suppositarum Cyrilli et Julii pontificis epistularum compendium [Sp.] Citation: Volume — chapter — (line) | ||
33.1208 | Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστο‐ λὴν Κωνσταντίνῳ, ἀλλ’ ὁ μετ’ ἐκεῖνον διαδεξάμε‐ νος τὸν θρόνον αὐτοῦ, πρὸς Ἰούλιον τῆς Ῥώμης ἐπί‐ σκοπον, ἔγραψε λέγων, ὅτι Μέγας τόπος καὶ στέρη‐ | |
5 | σις γίνεται εἰς τὰς μεγάλας καὶ λαμπρὰς ἑορτὰς, ὅτι τελοῦνται ἐν μιᾷ ἡμέρᾳ, καὶ τὰ ἀναγνώσμα‐ τα, καὶ ἡ ἀκολουθία ἀπομένουσιν ἡμιτελῆ τῶν δύο ἑορτῶν, διὰ τὸ μὴ δύνασθαι τὴν γέννησιν καὶ τὸ βάπτισμα ἐκτελέσαι τοῦ Κυρίου. Ὡς δὴ | |
---|---|---|
10 | οὐ δυνάμεθα ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς τό‐ πον τοῦ βαπτίσματος (ἐπεὶ ἡ Βηθλεὲμ τρία μίλια ἀπέχει ἀπὸ Ἱερουσαλὴμ κατὰ νότον, καὶ ὁ Ἰορδάνης ιεʹ μίλια ἀπέχει κατὰ ἀνατολὰς), προσταξάτω οὖν ἡ ἁγιωσύνη σου ἐρευνῆσαι | |
15 | πάντα τὰ συγγράμματα τῶν Ἰουδαίων, ἅτινα σκυλεύσας ὁ Καῖσαρ Τίτος ἀπήγαγεν ἀπὸ Ἱερου‐ σαλὴμ εἰς Ῥώμην. Ἴσως εὕροις βεβαίως τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Τότε Ἰούλιος ὁ Ῥώμης ἐπιμελῶς ἐζήτει περὶ τῆς αἰτήσεως ταύτης· καὶ συναγαγὼν πάντα τὰ γράμ‐ | |
20 | ματα τῶν Ἰουδαίων, τὰ αἰχμαλωτισθέντα καὶ ἀχθέν‐ τα εἰς Ῥώμην, εὗρε σύγγραμμά τι Ἰωσήππου τοῦ χρονογράφου, συγγραφὲν παρ’ αὐτοῦ· ὅτι ἐν μηνὶ τῷ ζʹ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγείας, εἰς τὴν ἡμέραν τοῦ ἱλασμοῦ, ὤφθη ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ κωφω‐ | |
25 | θεὶς ὁ ἱερεὺς διέμεινεν ἄλαλος, ἕως οὗ ἔτεκεν ἡ γυνὴ αὐτοῦ Ἐλισάβετ ἐν γήρῃ [l. γήρει]. Ἔγραψε δὲ ὁ πατριάρχης Ἱεροσολύμων ὁ Ἰουβε‐ νάλιος τῷ πατριάρχῃ Ῥώμης Ἰουλίῳ περὶ τού‐ του, ὅτι Οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς | |
30 | Βηθλεὲμ, καὶ εἰς τὸν Ἰορδάνην. Καὶ γὰρ Ἰορ‐ | 1208 |
33.1209 | δάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰ ἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νό‐ τον τῆς πόλεως, μίλια ἕξ· καὶ οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖν | |
5 | τὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπο‐ μνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃ διὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν, ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐν ποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν, | |
10 | ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰς σιανοῦ. Ταύτην τὴν γραφὴν δεξάμενος Ἰούλιος ὁ πατριάρ‐ χης Ῥώμης, ἐρευνήσας τὰ ὑπομνήματα, εὗ‐ ρεν, ὅτι τῇ εἰκοστῇ πέμπτῃ τοῦ Δεκεμβρίου ἐγεννήθη | |
15 | ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ μετὰ τριάκοντα χρόνους τῆς αὐτοῦ γεννήσεως ἐβαπτίσθη ὑπὸ Ἰωάν‐ νου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ϛʹ Ἰανουαρίου μη‐ νός. Κατὰ τὴν ἔρευναν οὖν ταύτην χωρίσαντες οἱ Πα‐ | |
τέρες τὴν ἑορτὴν, γογγυσμὸς ἦν ἐν τοῖς πολλοῖς, etc. | 1209 |