TLG 2110 008 :: CYRILLUS :: Homilia aquae in vinum conversae (fragmenta) [Sp.] CYRILLUS Scr. Eccl. Homilia aquae in vinum conversae (fragmenta) [Sp.] Source: Diekamp, F. (ed.), Doctrina patrum de incarnatione verbi. Münster: Aschendorff, 1907: 92–93. Citation: Page — (line) | ||
92(18t) | Κυρίλλου Ἱεροσολύμων ἐκ τῆς εἰς τὸ εὐαγγέλιον ὁμιλίας, | |
19t | ἔνθα ὁ κύριος τὸ ὕδωρ οἶνον ἐποίησεν. | |
---|---|---|
20 | Ἐσπούδασε μήτε δι’ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα | |
μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι. ἐσπούδασε μὴ φανερῶσαι | 92 | |
93 | διὰ τοὺς τότε, ἐσπούδασε μὴ ἀποκρύψαι διὰ τοὺς μετὰ ταῦτα, ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ | |
5 | ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι „φάντασμα ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ’ ἂν κατε‐ δέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον“, ἵνα πιστώσηται ὁ θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο, ὅ ἐσμεν, μένων | |
10 | ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. | |
11t | Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. | |
12 | Ἐγεννήθη, ἐθαυματούργησεν, ἔδειξε τὴν διπλῆν ἐνέρ‐ γειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς θεὸς ὁ | |
αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως. | 93 |