TLG 2110 006 :: CYRILLUS :: Homilia in paralyticum juxta piscinam jacentem

CYRILLUS Scr. Eccl.
(Hierosolymitanus: A.D. 4)

Homilia in paralyticum juxta piscinam jacentem

Source: Reischl, W.C., Rupp, J. (eds.), Cyrilli Hierosolymorum archiepiscopi opera quae supersunt omnia, vol. 2. Munich: Lentner, 1860 (repr. Hildesheim: Olms, 1967): 405–426.

Citation: Section — (line)

t

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΚΥΡΙΛΛΟΥ ἀρχιεπισκόπου Ἱεροσολύμων ΟΜΙΛΙΑ
5ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ
τὸν ἐπὶ τὴν κολυμβήθραν.

1

Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία. κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπό‐ στολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει. καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς
5δὲ τὸ ἀκούειν. καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰ‐ κοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων.

2

Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων. καὶ ἀπι‐ στία ἦν πολλὴ τῶν Ἰουδαίων. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων
5ἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυ‐ χρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγη‐ δόνων. οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευ‐ τέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ’ ὀκτὼ καὶ τριάκοντα ἔτη. κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν,
10καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν. ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός. ὁ δὲ ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδε‐ χομένων.

3

Περιερχόμενος δὲ τὴν κολυμβήθραν ἴδεν, οὐκ ἐξ ἐρω‐
τήσεως μαθών, ἀλλ’ ἐκ θεϊκῆς ἐνεργείας τὸ λεῖπον ἀπεπλή‐ ρωσεν. ἰδών, οὐκ ἐρωτῶν, ἐκ πόσου χρόνου κατάκειται, ἀλλ’ ἰδὼν ἔγνω, ὁ καὶ πρὸ τοῦ ἰδεῖν εἰδώς. εἰ γὰρ ἐπὶ τῶν κατὰ
5καρδίαν οὐ χρείαν εἶχεν ἵνα τις αὐτὸν ἐρωτήσῃ περὶ τοῦ ἀν‐ θρώπου (αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ), πολὺ δὲ μᾶλλον περὶ τῶν νοσημάτων, ὧν ἔξωθεν ἡ ἐπαγωγή.

4

Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρη‐ μένον. ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρό‐ νιον ἀλγηδόνα. πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον· θέλεις ὑγιὴς γενέσθαι; καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεν
5τῇ μεσότητι τῆς ἐρωτήσεως. διπλῆ γὰρ ἦν ἡ ἐρώτησις. ἐπειδὴ γὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰ τὸ ὕστερον ὑπ’ αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν· θέ‐ λεις ὑγιὴς γενέσθαι; ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέ‐
10λειν τὴν βοήθειαν τιθεμένου. ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτη‐ ρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν ἐνέργειαν. τοῦτο μόνου τοῦ Ἰησοῦ τὸ ῥῆμα. ἀρχιάτρων γὰρ οὐκ ἔστιν αἰσθητῶν. οἱ γὰρ τὰ αἰσθητὰ νοσήματα θεραπεύ‐ οντες οὐ δύνανται πᾶσιν λέγειν· θέλεις ὑγιὴς γενέσθαι; Ἰησοῦς
15δὲ καὶ τὸ θέλειν χαρίζεται, καὶ τὸ πιστεύειν λαμβάνει, καὶ τὴν δωρεὰν ἀμισθὶ χαρίζεται.

5

Περιῄει ποτὲ ὁ σωτὴρ κατὰ τὴν ὁδόν, καὶ τυφλοὶ δύο ἐκαθέζοντο, ἀβλεπτοῦντες μὲν τῷ σώματι, πεφωτισμένοι δὲ τὴν διάνοιαν. ὅνπερ γὰρ οὐκ ᾔδεισαν γραμματεῖς, τοῦτον ἐδεί‐ κνυον οἱ τυφλοὶ βοῶντες. οἱ μὲν γὰρ φαρισαῖοι τὸν νόμον
5μεμαθηκότες καὶ ἐκ παιδίου ἕως γήρως μεμελετηκότες καὶ
ἐν ἀμαθίᾳ γεγηρακότες ἔλεγον, ὅτι τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν. εἰς γὰρ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλα‐ βον. οἱ δὲ τυφλοὶ ἐπεβόων λέγοντες, υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς. καὶ ὅνπερ οὐκ ᾔδεισαν οἱ τὸν νόμον μεμαθηκότες, τοῦτον
10ᾔδεισαν οἱ τοὺς ὀφθαλμοὺς μὴ ὑπηρετήσαντας εἰς ἀνάγνωσιν ἔχοντες. Τούτοις προσελθὼν ὁ σωτὴρ ἔλεγεν· πιστεύετε ὅτι δύνα‐ μαι τοῦτο ποιῆσαι; καὶ τὸ τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ εἶπεν, τί θέλετε ἵνα εἴπω ὑμῖν, ἀλλά, τί θέλετε ἵνα ποιήσω
15ὑμῖν. ποιητὴς γὰρ ἦν καὶ ζωοδότης, οὐ νῦν ἀρξάμενος ποιεῖν. ὁ πατὴρ γὰρ αὐτοῦ πάντοτε ἐργάζεται, καὶ αὐτὸς τῷ πατρὶ συνεργάζεται, καὶ ποιητὴς ἦν τῶν ὅλων νεύματι πατρός. αὐτὸς δὲ μόνος ἐκ μόνου ἀμεσιτεύτως γεννηθεὶς ἐρωτᾷ τοὺς τυφλούς, λέγων· τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ ἀγνοῶν τί θέλουσιν,
20(φανερὸν γὰρ ἦν τὸ πρᾶγμα,) ἀλλ’ ἐκ τῶν λόγων αὐτῶν ἐπα‐ γαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ’ ἐξε‐ δέχετο τὸν λόγον, ἵνα ἡ ἐρώτησις ἐφελκύσῃ τὴν ἐνέργειαν.

6

Οὕτως καὶ τούτῳ παραστὰς καὶ αὐτομολήσας πρὸς τὸν κεκμηκότα ὁ ἰατρός (καὶ οὐδὲν θαυμαστὸν εἰ πρὸς τὸν παρὰ τὴν κολυμβήθραν κείμενον παρῆλθεν, εἴγε ηὐτομόλησεν ἐξ οὐρανοῦ πρὸς ἡμᾶς) ἠρώτα τοῦτον· θέλεις ὑγιὴς γενέσθαι; ἐκ
5τῆς ἐρωτήσεως ἐφέλκων αὐτὸν εἰς τὴν γνῶσιν καὶ διεγείρων αὐτὸν εἰς ἐρώτησιν. μεγάλης χάριτος δωρεά. ἄμισθος γὰρ ἦν. διὰ τοῦτο καὶ αὐτόμολον εἶχεν τὸν θεραπευτήν. ὁ δὲ πρὸς αὐτόν· ναί, κύριε. τὸ γὰρ πολυχρόνιόν μου τῶν νοσημάτων ποθητήν μοι ποιεῖ τὴν ὑγίειαν, κἀγὼ μὲν ποθῶ, ἄνθρωπον
10δὲ οὐκ ἔχω. Μὴ ἀθυμήσῃς, ἄνθρωπε, ὅτι ἅνθρωπον οὐκ ἔχεις. θεὸν ἔχεις παρεστῶτα, κατά τι μὲν ἄνθρωπον, κατά τι δὲ θεόν· ἀμφότερα γὰρ ὁμολογητέον. οὐ γὰρ ἡ τῆς ἀνθρωπότητος ὁμο‐ λογία μὴ συνομολογουμένης τῆς θεότητος ὠφέλιμος, μᾶλλον δὲ
15κατάρας πρόξενος. ἐπικατάρατος γὰρ ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. εἰ μὲν οὖν καὶ ἡμεῖς εἰς Ἰησοῦν ἐλπίζοντες εἰς ἄνθρωπον ἐλπίζομεν, οὐχὶ δὲ καὶ τὴν θεότητα συμπλέκοντες τῇ ἐλπίδι, κατάρας ἐσμὲν κληρονόμοι. νῦν δὲ καὶ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, καὶ ἀμφότερα ἀληθῶς, [θεὸν ἀληθῶς]
20ἐξ ἀληθινοῦ πατρὸς γεγεννημένον, καὶ ἄνθρωπον οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν γεγεννημένον προσκυνοῦντες ἀληθινὴν σωτηρίαν ἐκδεχόμεθα.

7

Θέλω μὲν ὑγιὴς γενέσθαι, ἄνθρωπον δὲ οὐκ ἔχω. βλέπε, εἰ μή, ὅπου ἡ σωτηρία ὑστέρει, ἐκεῖ ἔδωκεν τὴν ἐνέργειαν. οἱ γὰρ πολλοὶ τῶν νοσούντων καὶ οἰκίας εἶχον, ἔτι δὲ καὶ γνωρίμους, εἰ καὶ ἄλλους τινάς. οὗτος δὲ ἀληθῶς ἐν πάσῃ
5πενίᾳ τεθλιμμένος καὶ τῆς ἔξωθεν βοηθείας μηδεμίαν ἔχων τὴν δύναμιν, μονώτατος καταλειφθείς, ἔσχεν βοηθὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. θέλεις ὑγιὴς γενέσθαι; ναί, κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. ἔχεις τὴν πηγήν, ὅτι παρὰ σοὶ πηγὴ
10ζωῆς, πηγὴν πηγοποιόν. ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος τούτου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, οὐχ ὕδατος κάτω ῥέοντος, ἀλλ’ ὕδατος ἁλλομένου (τὸ γὰρ Ἰησοῦ οὐκ ἄνωθεν κάτω ἀναπηδᾶν ποιεῖ, ἀλλ’ ἀπὸ τῶν γηίνων ἐπὶ τὰ οὐράνια), ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. πηγὴ γὰρ ἀγαθῶν Ἰησοῦς.

8

Καὶ τί περιμένεις κολυμβήθραν; ἔχεις τὸν ἐπὶ τῶν ὑδάτων περιπατοῦντα, τὸν τῶν ἀνέμων ἐπιτιμητήν, τὸν θα‐ λάσσης ἡνίοχον, τὸν μὴ μόνον ἑαυτῷ κρηπῖδος δίκην ὑπεστρω‐ μένην ἔχοντα τὴν θάλασσαν, ἀλλὰ καὶ Πέτρῳ τὴν ὁμότροπον
5τοῦ περιπάτου ἐνέργειαν χαρισάμενον. ἡνίκα γὰρ νὺξ ἦν ἀφεγγής, παρῆν δὲ τὸ φῶς, οὐκ ἐγνωρίζετο (Ἰησοῦς γὰρ περι‐
πατῶν ἐπὶ τῶν ὑδάτων ἄγνωστος ἦν ὅσον ἐκ προσώπου χαρα‐ κτῆρος φαινόμενος, ἡ δὲ τῆς φωνῆς ἰδιότης ἐμήνυσε τὸν πα‐ ρόντα), ὡς φάντασμα δὲ νομίσαντες ἐφοβήθησαν. ἔφη δὲ πρὸς
10αὐτοὺς Ἰησοῦς· ἐγώ εἰμι, μὴ φοβεῖσθε. ὁ δὲ Πέτρος πρὸς αὐτὸν λέγει· εἰ σὺ εἶ ὃν ἐγὼ οἶδα, μᾶλλον δὲ ὃν ὁ πατήρ μοι ἐμήνυσεν, κέλευσόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ πρὸς αὐτὸν ἀφθονωτάτῃ μεταδόσει λέγει· ἐλθέ.

9

Παρῆν τοίνυν παρὰ τὰ ὕδατα τῆς κολυμβήθρας ὁ τῶν ὑδάτων ἡνίοχος καὶ ποιητής. πρὸς ὃν ὁ παράλυτος λέγει· ἄν‐ θρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς κολυμβήθραν. λέγει αὐτῷ ὁ σωτήρ· τί περιμένεις ταραχὴν ὑδά‐
5των; ἀταράχως θεραπεύθητι. τί δὲ κίνησιν φαινομένην ἐκδέχῃ; λόγῳ τὸ πρόσταγμα γίνεται ὀξύτερον νοήματος. μόνον ἔνιδε τῇ τῆς πηγῆς ἐνεργείᾳ καὶ καθυπόπτευσον τὸν ἐν σαρκὶ φαι‐ νόμενον θεόν, καὶ μὴ τὸν φαινόμενον σκόπει, ἀλλὰ τὸν διὰ τοῦ φαινομένου ἐργαζόμενον. ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν
10ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν. ὁ δὲ πρὸς αὐτόν· τί περιμένεις τὰ μικρά; τί ζητεῖς ὑδάτων ἰατρείαν; ἔγειραι, ἡ ἀνάστασίς σοι εἶπεν. πανταχοῦ γὰρ τοῖς πᾶσιν πάντα γίνεται ὁ σωτήρ, πεινῶσιν ἄρτος, διψῶσιν ὕδωρ, νεκροῖς ἀνάστασις, νοσοῦσιν ἰατρός, ἁμαρτωλοῖς ἀπολύτρωσις.

10

Ἔγειραι, ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. ἀλλὰ πρῶτον ἔγειραι, πρῶτον ἀπόβαλε τὴν νόσον. εἶτα ἀνά‐ λαβε τὸ τῆς πίστεως νεῦρον. ἴσχυσον πρῶτον κατὰ τοῦ φέ‐ ροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σε‐
5βάσματα μαθὲ βαστάζειν. καὶ προσέταττεν τὸ ξύλινον φορεῖον βαστάζειν ἐκεῖνος ὁ σωτήρ, περὶ οὗ εἴρηται· φορεῖον ἑαυτῷ ἐποίησεν ὁ βασιλεὺς ἀπὸ ξύλων τοῦ Λιβάνου. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, ἀνάκλιτον αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον. τοῦ πάθους ἐστὶν τὰ σύμβολα ἐν τοῖς ᾄσμασιν
10ἀποκείμενα τοῖς νυμφικοῖς καὶ νηφαλίοις καὶ σωφρονικοῖς. μὴ γάρ, πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν ἐκλαβὼν τὰ ῥήματα καὶ ἀτενίσας μηδέν, ἐρωτικὰ νομίσῃς εἶναι καὶ ἐμπαθῆ τὰ
ᾄσματα, ἀλλὰ νυμφικὰ τὰ ῥήματα σωφροσύνης πεπληρωμένα. Καὶ εἰ μὴ νοεῖς τὰ ᾄσματα, ἐλθὲ ἐπὶ τὰς παροιμίας, καὶ
15ὁδῷ καὶ βαθμίσιν ἀνάβηθι ἐπ’ ἐκεῖνα. ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, (ὡς περὶ γυναικὸς ὁ λόγος,) καὶ ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους. καὶ πάλιν ἀλλαχοῦ λέγει· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. οὐ γυναικὸς ἔρως, ἀλλὰ σοφίας τῆς ἔρωτα ἐξορι‐ ζούσης. ὅπου γὰρ σοφίας κτῆσις, ἐκεῖ καὶ ἔρωτος ἐξορισμός.
20οὐ γὰρ κατὰ σοφίαν τὰ πάθη, ἀλλὰ σοφὰ τὰ νοήματα. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἄλογος ἡ ὁρμή. ἐὰν τοίνυν ἐν τοῖς ᾄσμασιν ἀκούσῃς ὡς περὶ νυμφίου καὶ νύμφης τὰ λεγόμενα, μὴ χαμαὶ πέσῃς, μηδὲ ἐμπαθῶς ἄκουε ταῦτα, ἐκ τῶν ἀπα‐ θῶν τὰ πάθη μεταγύμναζε.

11

Τὰ τοίνυν θεῖα τῶν ᾀσμάτων μελέτα, σωφροσύνης πεπληρωμένα, τοῦ πάθους Χριστοῦ μηνυτικά. καὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος διηγούμενα καὶ τὸν τόπον λέγει· εἰσῆλθεν εἰς κῆπον, διὰ τὸν ἐκεῖ ταφέντα. καὶ
5τῶν ἀρωμάτων ἐμνημόνευσεν· ἔλαβεν μύρον μου πλῆ‐ ρες· ἐπληρώθη γὰρ ἡ οἰκονομία. καὶ μετὰ τὴν ἀνάστασιν ἔλεγεν· ἔφαγον τὸν ἄρτον μου μετὰ μέλιτός μου. ἔδωκαν γὰρ αὐτῷ ἀπὸ μελισσίου κηρίον. καὶ τὰ περὶ τοῦ οἴνου τοῦ ἐσμυρνισμένου ἔλεγεν πάλιν τὰ ᾄσματα· ποτιῶ σε
10ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικο. καὶ τὰ περὶ τοῦ μύρου τοῦ ἐπιχυθέντος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀλλαχοῦ ἔλεγεν· ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτο, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτο. ἀνακειμένου γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ συνέτριψεν εἰσελθοῦσα γυνὴ ἀλάβαστρον
15μύρου νάρδου πιστικῆς πολυτίμου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφα‐ λὴν αὐτοῦ. Οὕτω καὶ περὶ τοῦ σταυροῦ. φορεῖον. τὸ ξύλον
τοῦ σταυροῦ, τὸ βαστάζον. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία.
20ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατασκευῆς στύλοι μετεωρίζουσιν, οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν καὶ ἀναστῆναι ἀργύριον ἦν ἡ ἀρχή. εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη. διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχήν, στύλους αὐτοῦ
25ἐποίησεν ἀργύριον.

12

Ἐπίβασις αὐτοῦ πορφύρα. διὰ τοῦτο καὶ πορ‐ φύραν ἐνέδυσαν αὐτόν, παίζοντες μέν, προφητικῶς δὲ ἐργα‐ ζόμενοι· βασιλεὺς γὰρ ἦν. εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔ‐ πραττον, ἀλλ’ ἔπραττον τέως· τὸ δὲ σύμβολον τῆς βασιλικῆς
5ἀξίας ἐγένετο. καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος. βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται. ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐ‐ τοῦ λιθόστρωτον. ἴσασιν οἱ τῆς ἐκκλησίας σπουδαῖοι λι‐ θόστρωτον, τὸν λεγόμενον γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα.

13

Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου ἐπὶ τὸ φορεῖον ἐληλυθότι. εἶπε τοίνυν πρὸς αὐτόν· ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος. πολυετὴς μὲν ἡ
5πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις. ὁ γὰρ νεύρων ποιητής, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρί‐ σεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος. τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμποδίζει τὸ βλέπειν· Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο. καὶ ἄλλοις
10πάλιν δι’ ἄλλων ἡ δύναμις· ᾧ μὲν γὰρ τὸ ἔγειραι ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας; ἀλλ’ ἦν τὸ
μὲν ὁρώμενον θαυμαστόν, ἡ δὲ ἀπιστία δεινή. καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη.
15ἀλλ’ ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύ‐ εσθαι οὐκ ἤθελον.

14

Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακά, οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν.
5 Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν σαββάτῳ, τὰ ὑπὲρ σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ. ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν σαββάτῳ, διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ’ ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας.

15

Ἔφασκον ἐκεῖνοι· σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου. νομοθέτης παρῆν, καὶ ἄλλος τὸ οὐκ ἔξεστίν σοι ἔλεγεν. κατάστησον κύριε νομοθέτην ἐπ’ αὐτούς, περὶ τοῦ σωτῆρος εἴρηται. ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ
5σῶμα ἰατρευθεὶς παρὰ τῆς σοφίας σοφὸν λαβὼν λόγον εὐθὺς ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν. Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας.
10οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες; Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν·
15ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν. εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε. οὐκ ἔμπλαστρον ἐπέ‐ θηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν. λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν. προσέταξε, καὶ τὸ
πρόσταγμα ἐγὼ ἐπιτελῶ. εὐπειθὴς γέγονα τούτου τῷ προσ‐
20τάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμα‐ σιν, οὐκ ἔδει τούτοις ὑπακούειν. ἐπειδὴ δὲ λόγοις προστέτα‐ κται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη. ὁ ποιήσας με ὑγιῆ
25ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου.

16

Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων. πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται. ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι,
5ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι’ ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών.
10ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώ‐ ματος, τότε ἀναχωρεῖ. ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.

17

Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως. μηκέτι ἁμάρ‐ τανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. διδάσκων δι’ ἑνὸς πολλούς. οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ
5γὰρ καὶ πρὸς πάντας ἡμᾶς. εἴ ποτε γὰρ παθήμασιν περιπέ‐ σωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκα‐ στος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται. Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε
10τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀπο‐ τιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεή‐
μων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε. Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς κατα‐
15φρονήσεως, μηδ’ ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ
20σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ’ ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατα‐ κλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύ‐
25ματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐν‐ ταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί.

18

Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ’ ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω. οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦ‐ λον, ἀλλ’ ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ
5ἄρχεσθαι ὑπ’ αὐτῆς. μὴ δουλωθῶμεν, ἀλλ’ ἄρξωμεν. τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν.
10 Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται. κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος.

19

Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν. καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώ‐
σεως ἐξακολουθήσωμεν· εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα·
5εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν. εἴτε ἐν ἀγνοίᾳ κα‐ τεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς σοφίας αἰτησώμεθα.

20

Ἀλλ’ ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου. καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας. καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν, ᾧ ἡ
5δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.