TLG 2110 004 :: CYRILLUS :: Additamentum ad catechesis illuminandorum sextae decimae caput tertium CYRILLUS Scr. Eccl. Additamentum ad catechesis illuminandorum sextae decimae caput tertium Citation: Catechesis — chapter — (line) | ||
16.1 | Ἀλλ’ ὥσπερ θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατόν τι πρᾶγμα τὸν λόγον ᾠήθημεν οὔτε ἐκ μαθήσεως ἐγγινόμενον οὔτε μετὰ τὸ προενεχθῆναι διαλυόμενον, οὔτε ἄλλο τι πά‐ σχοντα τοιοῦτον οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖται πάθη, | |
5 | ἀλλ’ οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ παντοδύναμον, οὕτως καὶ πνεῦμα μεμαθηκότες θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἄσθμα‐ τος ἐννοοῦμεν, (ἢ γὰρ ἂν καθαιροῖτο πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας δυνάμεως, εἰ καθ’ ὁμοιότητα τοῦ ἡμετέρου | |
---|---|---|
10 | καὶ τὸ ἐν αὐτῇ πνεῦμα ὑπονοοῖτο,) ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ’ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, οὔτε χωρισθῆναι τοῦ θεοῦ ἐν ᾧ ἔστιν ἢ λόγου τοῦ θεοῦ ᾧ πα‐ ρομαρτεῖ δυναμένην, οὔτε εἰς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ’ ὁμοιότητα τοῦ θεοῦ λόγου καθ’ ὑπόστασιν οὖσαν, | |
15 | προαιρετικήν, αὐτοκίνητον, ἔνεργον, πάντοτε τὸ ἀγαθὸν προ‐ αιρουμένην καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν. | |
16.2 | Ἔστι γὰρ πνεῦμα θεοῦ ἀγαθόν. φησὶν ὁ Δαβίδ· καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. τοῦτο οὖν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ εἰς ὃ πιστεύομεν, τὸ πνεῦμα τὸ μακάριον, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ ἀνέκ‐ | |
5 | φραστον, τὸ κυριεῦον καὶ βασιλεῦον πάσης τῆς γεννητικῆς οὐσίας, ὁρατῶν τε καὶ ἀοράτων φύσεων, τὸ δεσπόζον ἀγγέλων τε καὶ ἀρχαγγέλων, ἐξουσιῶν, ἀρχῶν, κυριοτήτων, θρόνων τὸ | |
δημιουργὸν πάσης οὐσίας, τὸ σύνθρονον τῆς τοῦ πατρὸς καὶ υἱοῦ δόξης, τὸ βασιλεῦον ἀνάρχως καὶ ἀτελευτήτως ἅμα πατρὶ | 248 | |
10 | καὶ υἱῷ, παρόντων (legendum παρουσῶν, vel potius παριουσῶν, praetereuntibus) τῶν γεννητῶν ὑποστάσεων, τὸ ἁγιάζον τὰ λει‐ τουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλ‐ λοντας κληρονομεῖν σωτηρίαν, τὸ καταβὰν ἐπὶ τὴν ἁγίαν καὶ μακαρίαν παρθένον Μαριάμ, ἐξ ἧς ἐγεννήθη ὁ Χριστὸς κατὰ | |
15 | σάρκα, καὶ ἐπ’ αὐτὸν τὸν κύριον σωματικῷ εἴδει περιστερᾶς ἐν Ἰορδάνῃ ποταμῷ, τὸ γενόμενον ἐπὶ τοὺς ἀποστόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐν εἴδει πυρίνων γλωσσῶν, τὸ δοτικὸν καὶ παρεκτικὸν πάντων τῶν ἐν ἐκκλησίᾳ πνευματικῶν χαρισμά‐ των, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ ἐκ θεότητος πατρὸς | |
20 | καὶ υἱοῦ ὑπάρχον, τὸ ὁμοούσιον πατρὸς καὶ υἱοῦ ὑπάρχον, | |
ἀχώριστόν τε καὶ ἀδιαίρετον. | 249 |