TLG 2110 003 :: CYRILLUS :: Catecheses ad illuminandos 1–18 CYRILLUS Scr. Eccl. Catecheses ad illuminandos 1–18 Cf. et 2110 011–012 Citation: Catechesis — chapter — (line) | ||
1t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ | |
5 | ΦΩΤΙΖΟΜΕΝΩΝ, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπ‐ τίσματι προσελθοῦσι. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἠσαΐου· Λού‐ σασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυ‐ χῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, καὶ τὰ ἑξῆς. | |
---|---|---|
1.1 | Καινῆς διαθήκης μαθηταὶ, καὶ Χριστοῦ Μυστηρίων κοινωνοὶ, νῦν μὲν τῇ κλήσει, μετ’ ὀλίγον δὲ καὶ τῇ χάριτι, καρ‐ δίαν ἑαυτοῖς ποιήσατε καινὴν, καὶ πνεῦμα καινὸν, ἵνα εὐφροσύ‐ νης ὑπόθεσις γένησθε τοῖς οὐρανίοις. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρ‐ | |
5 | τωλῷ μετανοοῦντι χαρὰ γίνεται κατὰ τὸ Εὐαγγέλιον, πόσῳ μᾶλ‐ λον ἡ τοσούτων σωτηρία ψυχῶν κινήσει πρὸς εὐφροσύνην τοὺς οὐρανίους; Ἀγαθῆς ὁδοῦ καὶ καλλίστης ἐφαψάμενοι, τὸν τῆς εὐσεβείας εὐλαβῶς δράμετε δρόμον. Εἰς γὰρ τὴν ὑμετέραν ἀπο‐ λύτρωσιν ἑτοιμότατος πάρεστιν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, λέ‐ | |
10 | γων· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οἱ τὸ χαλεπὸν τῶν πταισμάτων ἠμφιεσ‐ μένοι, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν ἐσφιγμένοι, τῆς προ‐ φητικῆς φωνῆς ἀκούσατε λεγούσης· Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν | |
15 | ὀφθαλμῶν μου· ἵνα ἀγγελικὸς ὑμῖν ἐπιφωνήσῃ χορός· Μα‐ | |
κάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρ‐ τίαι. Οἱ τὰς τῆς πίστεως λαμπάδας ἐξάψαντες ἀρτίως, ἀσβέ‐ στους ἐν χερσὶ διατηρήσατε ταύτας· ἵν’ ὁ τῷ λῃστῆ τότε τὸν παράδεισον ἐν τῷ παναγίῳ τούτῳ Γολγοθᾷ διὰ τὴν πίστιν ἀνοί‐ | 28 in vol. 1 | |
20 | ξας, τὸ νυμφικὸν ὑμῖν ᾆσαι παράσχοι μέλος. | |
1.2 | Δοῦλος εἴ τίς ἐστιν ἐνταῦθα τῆς ἁμαρτίας, ἑτοιμότατος γενέσθω διὰ τῆς πίστεως, εἰς τὴν ἐλευθέριον τῆς υἱοθεσίας ἀναγέννησιν· καὶ τὴν μὲν τῶν ἁμαρτιῶν κακίστην δουλείαν ἀπο‐ θέμενος, τὴν δὲ τοῦ Κυρίου μακαριωτάτην δουλείαν κτησάμενος, | |
5 | καταξιωθήτω τὴν τῶν οὐρανῶν κληρονομῆσαι βασιλείαν. Ἐκ‐ δύσασθε τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπι‐ θυμίας τῆς ἀπάτης, διὰ τῆς ἐξομολογήσεως, ὅπως ἐνδύσησθε τὸν καινὸν, τὸν ἀνακαινούμενον κατ’ ἐπίγνωσιν τοῦ κτίσαντος αὐτόν. Τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος τοῦ ἁγίου κτήσασθε διὰ | |
10 | τῆς πίστεως, ὅπως δυνηθῆτε δεχθῆναι εἰς τὰς αἰωνίους σκηνάς. Προσέλθετε εἰς τὴν μυστικὴν σφραγίδα, ἵνα εὔγνωστοι ἦτε τῷ δεσπότῃ· συγκαταριθμήθητε τῇ ἁγίᾳ καὶ λογικῇ τοῦ Χριστοῦ ποίμνῃ, εἰς τὰ δεξιὰ αὐτοῦ ἀφορισθησόμενοι, καὶ κληρονομοῦν‐ τες τὴν ἡτοιμασμένην ὑμῖν ζωήν. Οἷς γὰρ ἔτι τὸ τραχὺ τῶν | |
15 | ἁμαρτιῶν περίκειται, οὗτοι ἐν τοῖς ἀριστεροῖς τυγχάνουσι, διὰ τὸ μὴ προσελθεῖν τῇ τοῦ Θεοῦ χάριτι, τῇ δοθείσῃ διὰ Χριστοῦ ἐπὶ τῇ τοῦ λουτροῦ ἀναγεννήσει. Ἀναγέννησιν δὲ οὐ σωμάτων λέγω, ἀλλὰ ψυχῆς τὴν πνευματικὴν ἀναγέννησιν. Τὰ μὲν γὰρ σώ‐ ματα διὰ τῶν φαινομένων γονέων γεννᾶται, αἱ δὲ ψυχαὶ διὰ | |
20 | τῆς πίστεως ἀναγεννῶνται· τὸ γὰρ Πνεῦμα ὅπου θέλει πνεῖ. Καὶ τότε ἀκοῦσαι ἔχεις, ἐὰν ἄξιος γένῃ· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ὅταν εὑρεθῇς μηδὲν ἀκάθαρτον ὑποκρίσεως ἔχων ἐν συνειδήσει. | |
1.3 | Εἰ γάρ τις τῶν ἐνταῦθα νομίζοι πειράζειν τὴν χάριν, ἑαυτὸν ἀπατᾷ, καὶ τὴν δύναμιν ἀγνοεῖ. Ἀνυπόκριτον ἔχε τὴν ψυ‐ χὴν, ὦ ἄνθρωπε, διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ὥσπερ γὰρ οἱ μέλλοντες στρατεύειν, ἐρευνῶσι τὰς ἡλικίας καὶ τὰ σώ‐ | |
5 | ματα τῶν στρατευομένων, οὕτω καὶ ὁ Κύριος στρατολογῶν τὰς ψυχὰς, ἐρευνᾷ τὰς προαιρέσεις· κἂν μὲν ὑπόκρισιν εὕρῃ κρυπ‐ τομένην, ἀπέβαλε τὸν ἄνθρωπον ὡς τῆς ἀληθοῦς στρατείας ἀνε‐ πιτήδειον· εἰ δὲ ἄξιον καταλάβῃ, τούτῳ δίδωσιν ἑτοίμως τὴν χάριν. Οὐ δίδωσι τὰ ἅγια τοῖς κυσίν· ἀλλ’ ὅπου βλέπει τὴν | 30 in vol. 1 |
10 | ἀγαθὴν προαίρεσιν, ἐκεῖ τὴν σωτηριώδη δίδωσι σφραγίδα, τὴν θαυμασίαν, ἣν τρέμουσι δαίμονες καὶ γινώσκουσιν ἄγγελοι· ἵνα οἱ μὲν φύγωσιν ἐλασθέντες, οἱ δὲ περιέπωσιν ὡς οἰκεῖον. Τοῖς οὖν λαμβάνουσι τὴν πνευματικὴν ταύτην σφραγίδα καὶ σωτήριον, χρεία καὶ τῆς οἰκείας προαιρέσεως. Ὥσπερ γὰρ κάλαμος γραφι‐ | |
15 | κὸς ἢ καὶ βέλος χρείαν ἔχει τοῦ συνεργοῦντος, οὕτω καὶ ἡ χάρις χρείαν ἔχει τῶν πιστευόντων. | |
1.4 | Ὅπλον λαμβάνεις οὐ φθαρτὸν, ἀλλὰ πνευματικόν. Κατα‐ φυτεύῃ λοιπὸν εἰς τὸν νοητὸν παράδεισον. Λαμβάνεις ὄνομα και‐ νὸν, ὃ πρότερον οὐκ εἶχες. Πρὸ τούτου Κατηχούμενος ἦς, νῦν δὲ κληθήσῃ Πιστός. Μεταφυτεύῃ λοιπὸν εἰς τὰς ἐλαίας τὰς | |
5 | νοητὰς, ἐξ ἀγριελαίου εἰς καλλιέλαιον ἐγκεντριζόμενος· ἐξ ἁμαρ‐ τιῶν εἰς δικαιοσύνην, ἐκ μολυσμῶν εἰς καθαρότητα. Γίνῃ κοινω‐ νὸς τῆς ἁγίας ἀμπέλου. Ἀλλ’ ἐὰν μὲν ἐπιμείνῃς ἐν τῇ ἀμπέλῳ, αὔξῃ ὡς κλῆμα καρποφόρον· ἐὰν δὲ μὴ ἐπιμείνῃς, ὑπὸ τοῦ πυ‐ ρὸς καταναλωθήσῃ. Καρποφορήσωμεν τοίνυν ἀξίως. Μὴ γένοιτο | |
10 | γὰρ, ἵνα ἐν ἡμῖν γένηται τὸ, κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν, μή ποτε ἐλθὼν ὁ Ἰησοῦς καὶ νῦν καταράσηται διὰ τὴν ἀκαρ‐ πίαν. Ἀλλ’ εἴη πάντας ἐκεῖνο λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατά‐ καρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, [ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ | |
εἰς τὸν αἰῶνα]· ἐλαία οὐκ αἰσθητὴ, ἀλλὰ νοητὴ, φωτοφόρος. | 32 in vol. 1 | |
15 | Αὐτοῦ μὲν οὖν ἐστι τὸ καταφυτεῦσαι καὶ τὸ ποτίσαι, σὸν δὲ τὸ καρποφορῆσαι. Θεοῦ τὸ χαρίσασθαι, σὸν δὲ τὸ λαβεῖν καὶ διατηρῆσαι· μὴ διὰ τὸ δωρεὰν δίδοσθαι τὴν χάριν, καταφρόνει· ἀλλὰ λαβὼν συντήρησον εὐλαβῶς. | |
1.5 | Καιρὸς ἐξομολογήσεως ὁ παρών. Ἐξομολόγησαι τὰ πε‐ πραγμένα, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ· τὰ ἐν νυκτὶ, τὰ ἐν ἡμέρᾳ· ἐξομολόγησαι ἐν καιρῷ δεκτῷ· καὶ ἐν ἡμέρᾳ σωτηρίας δέξαι τὸν ἐπουράνιον θησαυρόν. Σχόλασον εἰς τοὺς ἐπορκισμούς· πα‐ | |
5 | ρέδρευε ταῖς κατηχήσεσι, καὶ μέμνησο τῶν λεχθησομένων. Λέγε‐ ται γὰρ, οὐκ ἵνα μόνον ἀκούσῃς, ἀλλ’ ἵνα διὰ τῆς πίστεως ἐπισφρα‐ γίσῃς τὰ λεγόμενα. Πᾶσαν μέριμναν ἀνθρωπίνην ἐξάλειψον ἀπὸ σοῦ· περὶ ψυχῆς γὰρ τρέχεις. Τὰ τοῦ κόσμου πάντως καταλιμ‐ πάνεις· μικρὰ τὰ καταλιμπανόμενα, μέγαλα δὲ τὰ παρὰ τοῦ Κυ‐ | |
10 | ρίου δωρούμενα. Κατάλειπε τὰ παρόντα, καὶ πίστευε εἰς τὰ μέλ‐ λοντα. Τοσούτους κύκλους ἐνιαυτῶν διῆλθες, περὶ τὸν κόσμον μά‐ την ἀσχολούμενος· καὶ τεσσαράκοντα ἡμέρας οὐ σχολάζεις, διὰ τὴν σαυτοῦ ψυχήν; Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, φησιν ἡ γραφή. Τὸ λαλεῖν πολλὰ ἀργὰ παραίτησαι· μήτε κατα‐ | |
15 | λάλει, μήτε ἡδέως ἄκουε καταλαλοῦντος· ἀλλὰ μᾶλλον εἰς προσ‐ ευχὰς ἕτοιμος ἔσο· δεῖξον ἐν ἀσκήσει, τῆς καρδίας σου τὸ νε‐ νευρωμένον. Καθάρισόν σου τὸ ἄγγος, ἵνα πλείονα δέξῃ τὴν χάριν. Ἡ μὲν γὰρ ἄφεσις τῶν ἁμαρτιῶν ἐξ ἴσου δίδοται τοῖς πᾶσιν· ἡ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου κοινωνία, κατ’ ἀναλογίαν | |
20 | δεδώρηται τῆς ἑκάστου πίστεως. Ἐὰν ὀλίγα κάμῃς, ὀλίγα λαμ‐ βάνεις· ἐὰν δὲ ἐργάσῃ πολλὰ, πολὺς ὁ μισθός. Σεαυτῷ τρέχεις, τὸ συμφέρον σκόπει. | |
1.6 | Εἴ τι κατά τινος ἔχεις, ἄφες. Προσέρχῃ λαβεῖν ἁμαρ‐ τιῶν ἄφεσιν, ἀνάγκη καί σε συγχωρῆσαι τῷ ἡμαρτηκότι. Ἐπεὶ | |
ποίῳ προσώπῳ τῷ Κυρίῳ λέξεις, Ἄφες μοι τὰς πολλάς μου ἁμαρτίας, αὐτὸς σὺ μηδὲ τὰς ὀλίγας τῷ συνδούλῳ συγχωρήσας; | 34 in vol. 1 | |
5 | Εἰς τὰς Συνάξεις ἔσο σπουδαῖος· μὴ μόνον νῦν, ὅτε καὶ ὑπὸ τῶν κληρικῶν τὴν σπουδὴν ἀπαιτῇ, ἀλλὰ καὶ μετὰ τὸ λαβεῖν τὴν χάριν. Εἰ γὰρ πρὶν λάβῃς, καλὸν τὸ γινόμενον, ἆρα οὐχὶ καὶ μετὰ τὴν δόσιν καλόν; Εἰ πρὶν ἐγκεντρισθῇς, ἀσφαλὲς τὸ ποτίζεσθαι, καὶ γεωργεῖσθαι· μετὰ τὴν φυτείαν ἆρ’ οὐχὶ πολὺ κάλλιον; Ἀγώνισαι | |
10 | περὶ τῆς σαυτοῦ ψυχῆς, μάλιστα ἐν τοιαύταις ἡμέραις· θρέψον σου τὴν ψυχὴν ἀναγνώσεσι θείαις· ἡτοίμασε γάρ σοι τράπεζαν πνευματικὴν ὁ Κύριος. Εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ψαλμωδόν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν | |
15 | ψυχήν μου ἐπέστρεψεν· ἵνα καὶ ἄγγελοι συνευφρανθῶσι, καὶ αὐτὸς ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς, τὴν ὑμετέραν προαίρεσιν ἀποδεξάμενος, προσφέρων ὑμᾶς ἅπαντας, εἴπῃ τῶ πατρί· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· ὃς πάντας ὑμᾶς εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν· Ὧ ἡ δόξα [καὶ τὸ κράτος] | |
20 | εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· Ἀμήν. | 36 in vol. 1 |
2t | ΚΑΤΗΧΗΣΙΣ Β. ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, καὶ ἀφέ‐ σεως ἁμαρτιῶν, καὶ περὶ Ἀντικειμένου. Καὶ ἀνάγνωσις ἐκ | |
5 | τοῦ Ἰεζεκιήλ· Δικαιοσύνη δικαίῳ ἐπ’ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπ’ αὐτὸν ἔσται. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, καὶ τὰ ἑξῆς. | |
2.1 | Δεινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη ψυχῆς ἡ πα‐ ρανομία· ὑποτέμνουσα μὲν αὐτῆς τὰ νεῦρα, καὶ πυρὸς δὲ αἰω‐ νίου γιγνομένη παραίτιος. Κακὸν αὐτεξούσιον, βλάστημα προ‐ αιρέσεως· καὶ ὅτι γε αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σα‐ | |
5 | φῶς ὁ προφήτης· Ἐγὼ δ’ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθίνην, πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο‐ τρία; Ἡ φυτεία καλὴ, ὁ δὲ καρπὸς ἐκ προαιρέσεως κακός· καὶ διὰ τοῦτο ὁ φυτουργὸς ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσε‐ ται πυρὶ, ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρπο‐ | |
10 | φόρησεν ἐκ προαιρέσεως. Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγα‐ θοῖς, φησὶν ὁ Ἀπόστολος. Ὁ μὲν οὖν κτίστης, ἀγαθὸς ὢν, ἐπ’ ἔργοις ἀγαθοῖς ἔκτισεν· τὸ δὲ κτισθὲν, ἐξ οἰκείας προαιρέσεως | |
15 | εἰς πονηρίαν ἐτράπη. Δεινὸν μὲν οὖν κακὸν, ὡς εἴρηται, ἡ ἁμαρτία, ἀλλ’ οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι· εὐίατον | |
δὲ τῷ διὰ μετανοίας ἀποτιθεμένῳ. Ὑπόθου γάρ μοι κατέχειν ἐν χειρί τινα τὸ πῦρ· ἕως ὅτου κατέχει τὸν ἄνδρακα, φλέγεται πάν‐ τως. Εἰ δὲ ἀπόθοιτο τὸν ἄνθρακα, συναπέβαλε ἂν καὶ τὸ φλέ‐ | 38 in vol. 1 | |
20 | γον· εἰ δέ τις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέγει ἡ γραφή· Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατα‐ καύσει; Καίει γὰρ ἡ ἁμαρτία· τὰ νεῦρα τῆς ψυχῆς [ὑποτέμνεται καὶ συντρίβει τὰ νοητὰ τῆς διανοίας ὀστέα· καὶ σκοτοῖ τὸ φω‐ τεινὸν τῆς καρδίας]. | |
2.2 | Ἀλλ’ ἐρεῖ τις, τί ποτε ἄρα ἐστὶν ἡ ἁμαρτία; ζῶόν ἐστιν; ἄγγελός ἐστι, δαίμων ἐστί; τί ἐστι, τοῦτο τὸ ἐνεργοῦν; Οὐκ ἔστιν ἐχθρὸς ἔξωθεν, ἄνθρωπε, καταγωνιζόμενος, ἀλλὰ βλάστη‐ μα κακὸν αὐτοπροαιρέτως αὐξάνον ἀπὸ σοῦ. Ὀρθοῖς βλέπε | |
5 | τοῖς ὄμμασί σου, καὶ οὐκ ἔστιν ἐπιθυμία. Μὴ ἅρπαζε τὰ ἀλλό‐ τρια· καὶ ἁρπαγὴ κεκοίμηται· μνημόνευε τῆς κρίσεως· καὶ οὔτε πορνεία, οὔτε μοιχεία, οὔτε φόνος, οὐδέ τι τῶν παρανομημάτων ἰσχύσει παρὰ σοί. Ὅταν δὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν ἄρχῃ λογίζεσθαι πονηρὰ, καὶ συντελεῖν παράνομα. | |
2.3 | Οὐ μόνος δὲ σὺ καθέστηκας τοῦ πράγματος ἀρχηγός· ἀλλὰ καὶ ἄλλος τίς ἐστι κάκιστος ὑποβολεὺς, ὁ διάβολος. Ὑπο‐ βάλλει μὲν οὖν ἐκεῖνος, οὐ μὴν βίᾳ ἐπικρατεῖ τῶν μὴ πειθο‐ μένων. Διὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής· Ἐὰν πνεῦμα τοῦ ἐξου‐ | |
5 | σιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐὰν ἀποκλείσῃς τὴν θύραν σου, καὶ μάκρον σοῦ τυγχάνων οὐ βλάψει σε. Ἐὰν δὲ ἀδιαφόρως δέξῃ τὴν ἐνθύμησιν ἐπιθυμίας, διὰ τῶν λογισμῶν ῥίζας ἐν σοὶ καταβάλλεται, καὶ καταδεσμεῖ σου τὴν διάνοιαν, καὶ | |
κατασπᾷ σε εἰς βόθρον κακῶν. Ἀλλ’ ἴσως λέγεις, Πιστός εἰμι, | 40 in vol. 1 | |
10 | καὶ οὐ περιγίνεταί μου ἐπιθυμία, κἂν ἐνθυμήσω πυκνότερον. Ἀγνοεῖς ὅτι καὶ πέτραν ἔῤῥηξε ῥίζα παραμένουσα πολλάκις; Μὴ δέξῃ τὸν σπόρον, ἐπεὶ διαῤῥήξει σου τὴν πίστιν· πρὶν [ἢ] ἀνθή‐ σῃ, πρόῤῥιζον ἔξελε τὸ κακόν· μὴ ῥαθυμήσας ἐξ ἀρχῆς, πέλυκας ὕστερον, καὶ πῦρ πολυπραγμονήσῃς· ἀρχόμενος ὀφθαλμιᾷν, θε‐ | |
15 | ραπεύου κατὰ καιρόν· ἵνα μὴ τυφλωθεὶς, τότε ζητήσῃς τὸν ἰα‐ τρόν. | |
2.4 | Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, καὶ γεννήτωρ τῶν κακῶν· τοῦτο δὲ ὁ Κύριος εἴρηκεν, οὐκ ἐγώ· ὅτι ἀπ’ ἀρ‐ χῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτε δὲ, οὐκ ἐκ φύσεως ἐπάναγκες τὸ ἁμαρτητικὸν λαβών· ἐπεὶ πά‐ | |
5 | λιν ἀνατρέχει ἡ τῆς ἁμαρτίας πρόφασις εἰς τὸν οὕτω κατασκευά‐ σαντα· ἀλλ’ ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν ἐξ οἰκείας προαιρέσεως, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγ‐ γελος γὰρ ὢν, διάβολος ὕστερον ἐκλήθη, ἀπὸ τοῦ διαβάλλειν· καὶ ἀγαθὸς ὢν ὑπηρέτης Θεοῦ, γέγονε Σατανᾶς φερωνύμως· | |
10 | ὁ γὰρ Σατανᾶς εἰς τὸν ἀντικείμενον διάβολον ἑρμηνεύεται. Ἐστὶ δὲ οὐκ ἐμὼ ταῦτα τὰ διδάγματα, ἀλλ’ Ἰεζεκιὴλ τοῦ πνευματο‐ φόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ’ αὐτὸν, λέγει· | |
Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ’ ὀλίγα· Ἐγεννήθης ἄμω‐ | 42 in vol. 1 | |
15 | μος ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Πάνυ καλῶς τὸ, εὑρέθη ἐν σοί. Οὐ γὰρ ἔξωθεν ἐπεισηνέχθη, ἀλλ’ αὐτὸς ἐγέννησας τὸ κακόν. Καὶ τὴν αἰτίαν ἑξῆς εἴρηκεν· Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλ‐ λει σου· διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ διὰ τὰς ἁμαρ‐ | |
20 | τίας σου ἐτραυματίσθης καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύ‐ ριος τούτῳ συμφώνως πάλιν ἐν εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Βλέπεις παλαιᾶς διαθηκῆς πρὸς καινὴν συμφωνίαν. Οὗτος ἐκπεσὼν συναπέστη‐ σε πολλούς· οὗτος ἐμβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις· | |
25 | ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. Διὰ τοῦτον ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐκ παρακοῆς ἐξεβλήθη· καὶ ἀντὶ παρα‐ δείσου αὐτομάτως θαυμασίους φέροντος καρποὺς, τὴν ἀκανθο‐ φόρον ἀντικατηλλάξατο γῆν. | |
2.5 | Τί οὖν; ἐρεῖ τις, ἀπολώλαμεν ἀπατηθέντες· ἆρ’ οὐκ ἔστι λοιπὸν σωτηρία; πεπτώκαμεν· ἆρ’ οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν· ἆρ’ οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν· ἆρ’ οὐκ ἔστιν ἀρτιποδῆσαι; ἵνα δὲ συντόμως εἴπωμεν, ἀπεθάνο‐ | |
5 | μεν· ἆρ’ οὐκ ἔστιν ἀναστῆναι; Ἆρ’ ὁ τὸν Λάζαρον τὸν τετραή‐ | |
μερον ἐγείρας, ἄνθρωπε, τὸν ὀδωδότα· ἆρα τὸν ζῶντά σε μᾶλλον οὐκ εὐκοπώτερον ἀναστήσει; Ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, αὐτὸς ἡμᾶς ῥύσεται τῆς ἁμαρτίας. Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοί· μὴ ἀποῤῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κα‐ | 44 in vol. 1 | |
10 | τάστασιν. Δεινὸν γάρ ἐστι τὸ μὴ πιστεύειν εἰς μετανοίας ἐλ‐ πίδα. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, ἀφειδῶς προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς τὸ λοιπὸν ἑαυτοῦ φείδεται. Ὁ γὰρ λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν χωρεῖ· ἐλπίσας δὲ τὴν ἄφεσιν, εἰς μετάνοιαν ἔρχεται πολλάκις. | |
15 | Εἶτα, ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποθησό‐ μεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γῆ γεωργηθεῖσα καλῶς εἰς καρποφόρον μετεβλήθη· ἡμῖν δὲ ἀδιόρθωτος ἡ σωτηρία; Ἡ μὲν οὖν φύσις ἐπιδέχεται τὴν σωτηρίαν, ζητεῖται δὲ λοιπὸν ἡ προ‐ αίρεσις. | |
2.6 | Φιλάνθρωπος ὁ Θεὸς, καὶ φιλάνθρωπος οὐκ ὀλίγον. Μὴ γὰρ εἴπῃς, Ἐπόρνευσα, ἐμοίχευσα· τὰ δεινά μοι πέπρακται, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις· ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν ἀμνηστίαν; Ἄκουε, τί λέγει ὁ ψαλμωδός· Ὡς πολὺ τὸ πλῆθος | |
5 | τῆς χρηστότητός σου Κύριε. Οὐ νικᾷ σου τὰ συναχθέντα ἁμαρτήματα, τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἀρχιατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν με‐ τὰ πίστεως· λέγε τῷ ἰατρῷ τὸ πάθος· εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ. Εἶπα, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυ‐ | |
10 | ρίῳ· καὶ γενήσεται ἐπὶ σοῦ τὸ παραπλήσιον, τὸ ἑξῆς εἰρημένον· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. | |
2.7 | Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, καὶ τῆς μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ· ἆρ’ οὐκ ἐδύνατο τὸν θάνα‐ | |
5 | τον εὐθὺς ἐπαγαγεῖν; ἀλλ’ ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύ‐ ριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου· [τῆς γὰρ ἐκεῖ δια‐ τριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παρα‐ δείσου κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς οἷα κατηνέχθη, λοιπὸν ἐκ μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος | 46 in vol. 1 |
10 | ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν εὑρετὴς τῶν κακῶν, καὶ ἀρχη‐ γὸς τῶν φόνων, καὶ βάσκανος πρῶτος, ἀλλ’ ἀνελὼν τὸν ἀδελφὸν, τί κατακρίνεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· μέγα τὸ ἁμάρτημα, καὶ μικρὰ ἡ καταδίκη. | |
2.8 | Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ, ἀλλ’ ἔτι μικρὰ πρὸς τὰ ἐπιφερόμενα. Λόγισαι [γάρ] μοι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες, καὶ παρανομία πολλὴ τότε τῆς γῆς κατε‐ χύθη, καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι· καὶ τῷ | |
5 | πεντακοσιοστῷ μὲν ἔτει τὴν ἀπειλὴν ἐκφέρει ὁ Θεὸς, τῷ δὲ ἑξα‐ κοσιοστῷ τὸν κατακλυσμὸν ἐπήγαγεν ἐπὶ τὴν γῆν. Βλέπεις φι‐ λανθρωπίας Θεοῦ πλάτος, εἰς ἑκατὸν παρατεινομένης χρόνους; Ἆρα, ὅπερ ἐποίησε τότε μετὰ τὴν ἑκατονταετίαν, οὐκ ἠδύνατο καὶ παραχρῆμα ποιῆσαι; Ἀλλ’ ἐπίτηδες παρέτεινεν, διδοὺς ἔνδομα | |
10 | τῆς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; καὶ εἴγε μετενόησαν οἱ τότε, οὐκ ἂν ἀπέτυχον τῆς τοῦ Θεοῦ φιλανθρωπίας. | |
2.9 | Ἐλθέ μοι λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους, τοὺς ἐκ μετανοίας σωθέντας. Ἀλλ’ ἴσως καὶ ἐν γυναιξὶν ἐρεῖ τις· ἐπόρνευσα, ἐμοί‐ χευσα, ἐμόλυνα τὸ σῶμα παντοίαις ἀκολασίαις· ἆρ’ ἔστι σωτηρία; Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαάβ, καὶ προσδόκα καὶ σὺ τὴν | |
5 | σωτηρίαν· εἰ γὰρ ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα, διὰ με‐ τανοίας ἐσώθη· ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα πρὸ τῆς χάριτος, διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται; πῶς γὰρ ἐσώθη ἐκείνη, ζήτησον· τοῦτο μόνον εἶπεν, Ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ, οὐκ ἐτόλμησεν εἰπεῖν | |
10 | διὰ τὴν ἀσέλγειαν· καὶ εἰ θέλεις δέξασθαι τοῦ σωθῆναι ταύτην, μαρτυρίαν ἔγγραφον, ἔχεις ἀνάγραπτον, ἐν ψαλμοῖς· Μνησθήσο‐ | |
μαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· ὦ μεγάλης τοῦ Θεοῦ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν γραφαῖς· ἀλλ’ οὐχ ἁπλῶς. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ μετὰ | 48 in vol. 1 | |
15 | τοῦ· Τοῖς γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη. | |
2.10 | Κἂν ὁλόκληρος δὲ λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι τὸν Θεὸν, ἀλλ’ ὁ Θεὸς ἑαυτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, εἰρή‐ | |
5 | κασιν· καὶ πάλιν συνήθως ὁ Θεὸς τοῦ Ἰσραὴλ, σωτὴρ αὐ‐ τῶν ἐγένετο. Καὶ οὐ μόνος δ’ ὁ λαὸς ἥμαρτε, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς. Μωϋσῆς γάρ ἐστιν ὁ λέγων, Καὶ ἐπ’ Ἀαρὼν ἐγέ‐ νετο ὀργὴ Κυρίου· καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συ‐ νεχώρησεν αὐτῷ ὁ Θεός. Εἶτα Μωϋσῆς μὲν αἰτῶν ὑπὲρ ἀρχιε‐ | |
10 | ρέως ἁμαρτάνοντος, ἐδυσώπει τὸν Κύριον· Ἰησοῦς δὲ ὁ μονογε‐ νὴς, αἰτῶν ὑπὲρ ἡμῶν οὐ δυσωπεῖ τὸν Θεόν; Κἀκεῖνον μὲν διὰ τὸ πταισθὲν οὐκ ἐκώλυσεν ἐλθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα, κεκώλυκεν εἰσελθεῖν εἰς τὴν σωτηρίαν; Μετα‐ νόησον, ἄνθρωπε, λοιπὸν καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί | |
15 | σοι ἡ χάρις. Ἀνεπίληπτόν σου παράστησον εἰς τὸ ἑξῆς τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δυνήσεται ὁ πᾶς χρόνος κατ’ ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλανθρωπίαν· οὐδ’ ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ἀνθρώπων ὁμοῦ, οὐδ’ οὕτως μέ‐ ρος τι τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς | |
20 | γὰρ λέγομεν μέρος τι τῶν γεγραμμένων περὶ τῆς εἰς ἀνθρώπους αὐ‐ τοῦ φιλανθρωπίας· ἀλλ’ οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοις συνεχώρη‐ σεν. Συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος. ὁ τὰς ἁμαρτίας ἡμῶν καθαρίζων Ἰησοῦς. Καὶ περὶ μὲν ἐκείνων | |
αὐτάρκως. | 50 in vol. 1 | |
2.11 | Εἰ δὲ βούλει, σοὶ περὶ ἡμῶν καὶ ἄλλους τύπους πα‐ ραστῆναι, ἐλθὲ καὶ ἐπὶ τὸν Δαβὶδ τὸν μακάριον, καὶ τύπον αὐ‐ τὸν λάβε τῆς μετανοίας. Ἐσφάλη ὁ μέγας· μετὰ κοίτην, τὸ δει‐ λινὸν, περιπατῶν ἐπὶ τοῦ δώματος, ἴδεν ἀδιαφόρως, καὶ ἔπαθέν | |
5 | τι ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ’ οὐ συναπέθανεν ἡ περὶ τὴν ὁμολογίαν τοῦ πταίσματος εὐγνωμοσύνη. Ἦλθε Ναθὰν ὁ προφήτης, ἔλεγχος ταχὺς, ἰατρὸς τοῦ τραύματος. Ὠργίσθη, φησὶν, ὁ Κύριος, καὶ ἥμαρτες, τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν. Ἀλλὰ Δαβὶδ ὁ βασιλεύς [ὁ πορφυροφόρος] οὐκ ἠγανάκτησεν· | |
10 | οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι. Οὐκ ἐτύ‐ φωσεν αὐτὸν τὸ περιεστὸς τῶν στρατιωτῶν στίφος· ἐνενόει γὰρ τὸν ἀγγελικὸν τοῦ Κυρίου στρατὸν, καὶ τὸν ἀόρατον ὡς ὁρῶν ἠγωνίασε. Καί φησι τῷ ἐλθόντι, μᾶλλον δὲ δι’ ἐκείνου τῷ ἀπο‐ στείλαντι, ἀποκρινάμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις τοῦ | |
15 | βασιλέως ταπεινοφροσύνην, βλέπεις ἐξομολόγησιν. Μὴ γὰρ ἦν ἐλεγχθεὶς ὑπό τινος; μὴ πολλοὶ συνῄδεισαν τῷ πράγματι; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, καὶ ὁ προφήτης εὐθὺς παρῆν κατήγορος, καὶ ὁ πταίσας ὁμολογεῖ τὸ κακὸν, καὶ ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Ὁ γὰρ ἀπειλήσας | |
20 | προφήτης Ναθὰν, φησὶν εὐθέως· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν. | |
Πλήν φησι· Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου· πολ‐ λοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ’ ἐφρούρει σε ἡ σωφροσύνη· προδοὺς δὲ τὸ μέγιστον ὅπλον, ἑτοίμους ἑστῶτας | 52 in vol. 1 | |
25 | ἔχεις κατὰ σοῦ τοὺς ἐχθροὺς ἐπαναστάντας. | |
2.12 | Ὁ μὲν οὖν προφήτης οὕτως αὐτὸν παρεμυθήσατο, ὁ δὲ μακάριος Δαβὶδ, εἰ καὶ τὰ μάλιστα ἤκουσεν, ὅτι Κύριος παρε‐ βίβασε τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς· ἀλλὰ περιεβάλετο μὲν σάκκον ἀντὶ πορφύρας, ἀντὶ δὲ χρυσο‐ | |
5 | κολλήτων θρόνων, ἐπὶ σποδοῦ καὶ γῆς ὁ βασιλεὺς ἐκαθέζετο. Καὶ οὐκ ἐπὶ σποδοῦ μόνον ἐκάθητο, ἀλλὰ καὶ σποδὸν εἶχε τὴν βρῶσιν, καθὼς καὶ αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφα‐ γον [καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων]. Ἐξέτηξε δά‐ κρυσι τὸν ἐπιθυμητὴν ὀφθαλμόν· Λούσω καθ’ ἑκάστην νύκτα | |
10 | τὴν κλίνην μου, λέγων, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀρχόντων παρακαλούντων φαγεῖν ἄρτον, οὐκ ἐπείθετο· εἰς ἑβδό‐ μην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Εἰ βασιλεὺς οὕ‐ τως ἐξωμολογεῖτο, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογήσασθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν | |
15 | αὐτῷ τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγειν εἵλατο, μονονουχὶ τῇ διανοίᾳ τὸν ἀναβησόμενον εἰς τοὺς οὐρανοὺς ἐκεῖ‐ θεν λυτρωτὴν ἐπικαλούμενος· καὶ καταρωμένου πικρῶς αὐτὸν τοῦ Σεμεῒ λέγει, Ἄφετε αὐτόν· ᾔδει γὰρ, ὅτι τῷ ἀφιέντι ἀφεθήσεται. | |
2.13 | Βλέπεις ὅτι καλὸν τὸ ἐξομολογήσασθαι. Βλέπεις ὅτι τοῖς μετανοοῦσίν ἐστι σωτηρία. Καὶ Σαλομὼν ἐκπέπτωκεν· ἀλλὰ τί φησιν; Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ ὁ τῆς Σαμα‐ ρείας βασιλεὺς, γέγονε παρανομώτατος εἰδωλολάτρης, ἐξαίσιος, | |
5 | ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀγρῶν ἐπιθυμητὴς καὶ ἀμπελώνων ἀλλοτρίων· ἀλλ’ ὅτε τὸν Ναβουθαὶ διὰ τῆς Ἰε‐ | |
σαβὲλ ἀπέκτεινεν, ἐλθόντος Ἡλίου τοῦ προφήτου καὶ μόνον ἐπα‐ πειλήσαντος, διέῤῥηξε τὰ ἱματία, καὶ περιεβάλλετο σάκκον. Καὶ τί φησιν ὁ φιλάνθρωπος Θεὸς πρὸς τὸν Ἡλίαν; Ἑώρακας πῶς | 54 in vol. 1 | |
10 | κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; μονονουχὶ πείθων τὸ διάπυρον τοῦ προφήτου, συγκαταβῆναι τῷ μετανοοῦντι. Οὐκ ἐπάξω, [γάρ φησι] τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ὅμως, μέλλοντος αὐτοῦ μετὰ τὴν συγχώρησιν οὐκ ἀφίστασθαι τῆς πο‐ νηρίας, συγχωρεῖ ὁ συγχωρῶν· οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλὰ τῷ | |
15 | παρόντι τῆς μετανοίας καιρῷ κατάλληλον τὴν συγχώρησιν δω‐ ρούμενος. Δικαίου γὰρ δικαστοῦ ἐστι, πρὸς ἕκαστον τῶν γεγεννη‐ μένων προσφόρως ἀποκρίνασθαι. | |
2.14 | Πάλιν Ἱεροβοὰμ εἱστήκει θύων τοῖς εἰδώλοις ἐπὶ τῷ βωμῷ. Ξηρὰ γέγονεν αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσε συλληφθῆ‐ ναι τὸν ἐλέγχοντα προφήτην· ἀλλὰ τῇ πείρᾳ γνοὺς τὴν ἐνέργειαν τοῦ παρόντος, λέγει· Δεήθητι τοῦ Κυρίου ὑπὲρ ἐμοῦ. Καὶ διὰ | |
5 | τοῦτο τὸ ῥῆμα πάλιν ἀπεκατέστη ἡ χεὶρ αὐτοῦ. Εἰ τὸν Ἱεροβοὰμ ἰάσατο ὁ προφήτης, σὲ Χριστὸς ἆρα οὐ δύναται τῶν ἁμαρτιῶν ἰασάμενος ἐλευθερῶσαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθεὶς, καὶ πλήσας αἱμάτων ἀθώων τὴν Ἱερουσαλήμ· ἀλλὰ αἰχμάλωτος | |
10 | ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας ἰατρείαν συνεχρήσατο. Λέγει γὰρ ἡ γραφὴ, ὅτι ἐταπεινώθη Μανασσῆς ἐνώπιον Κυρίου, καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπα‐ νήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ. Εἰ ὁ τὸν προφήτην πρίσας, διὰ μετανοίας ἐσώθη· σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος | |
15 | οὐ σωθήσῃ; βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπι‐ στήσῃς. | |
2.15 | Βούλει γνῶναι πόσον ἰσχύει μετάνοια; θέλεις γνῶναι τὸ καρτερὸν τῆς σωτηρίας ὅπλον, καὶ μαθεῖν πόσον ἐξομολό‐ γησις ἰσχύει; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐχθρῶν Ἐζε‐ | |
κίας δι’ ἐξομολογήσεως ἐτρέψατο· μέγα μὲν ἀληθῶς καὶ τοῦτο, | 56 in vol. 1 | |
5 | ἀλλὰ ἔτι μικρὸν πρὸς τὸ ῥηθησόμενον. Ἀπόφασιν θείαν ἐξε‐ νεχθεῖσαν ἀνεκαλέσατο διὰ μετανοίας ὁ αὐτός. Νοσήσαντι γὰρ αὐτῷ φησιν ὁ Ἡσαΐας· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Ποία λοιπὸν προσδοκία; ποία ἐλπὶς εἰς σωτηρίαν τοῦ προφήτου λέγοντος· ἀποθνήσκεις γὰρ σύ; Ἀλλ’ | |
10 | οὐκ ἀπέστη τῆς μετανοίας Ἐζεκίας, μεμνημένος δὲ τοῦ γεγραμ‐ μένου· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἀπεστράφη πρὸς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς τὸν οὐρανὸν, (οὐ γὰρ ἐμποδίζει παχύτης τῶν τοίχων προσευχαῖς μετ’ εὐλαβείας ἀναπεμπομέναις) φησὶ, Κύριε μνήσθητί μου· αὔ‐ | |
15 | ταρκες γὰρ εἰς ἰατρείαν τὸ, σὲ μνησθῆναί μου· οὐκ ὑποβέβλησαι χρόνοις, ἀλλ’ αὐτὸς εἶ τῆς ζωῆς ὁ νομοθέτης· οὐ γὰρ κατὰ γέ‐ νεσιν, καὶ πλοκὴν ἄστρων, ὥς τινες ματαιολογοῦσιν, ζῶμεν. Ἀλλ’ αὐτὸς καὶ τοῦ ζῇν, καὶ ὅτε δεῖ ζῇν, ὡς βούλει νομοθέτης τυγ‐ χάνεις. Καὶ ᾧ τὸ ζῇν ἀνέλπιστον διὰ τὴν προφητικὴν ἀπόφασιν, | |
20 | τούτῳ πεντεκαιδεκαετὴς προσετίθετο χρόνος ζωῆς, ἡλίου παλίν‐ δρομον διὰ τὸ σημεῖον ποιησαμένου τὴν πορείαν. Εἶτα, διὰ μὲν τὸν Ἐζεκίαν ἥλιος ὑπέστρεψεν, διὰ δὲ τὸν Χριστὸν ἥλιος ἐξέλιπεν· οὐκ ἀναποδίσας, ἀλλ’ ἐκλείπων, καὶ διὰ τοῦτο δείξας τὴν διαφορὰν ἑκατέρων, Ἐζεκίου λέγω καὶ Ἰησοῦ. Καὶ ὁ μὲν | |
25 | ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; ἀπόστρεψον καὶ στέναξον σεαυτὸν, ἀπόκλεισον τὴν θύραν καὶ πρόσευξαι, ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλό‐ γας τὰς καυστικάς· ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, | |
ἰσχύει καὶ λέοντας ἡμερῶσαι. | 58 in vol. 1 | |
2.16 | Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη τοῖς περὶ τὸν Ἀνα‐ νίαν· ποίας ἐξέχεαν πηγάς; πόσοι ξέσται ὕδατος, τὴν ἐπὶ τεσ‐ σαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι ἠδύναντο; Ἀλλ’ ὅπου ὀλίγον ὑπερανέβη ἡ φλὸξ, ἐκεῖ ποταμηδὸν ἐξεχύθη ἡ | |
5 | πίστις, καὶ ἐκεῖ ἔλεγον τὸ ἀντιφάρμακον τῶν κακῶν· Δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· ἡμάρτομεν γὰρ καὶ ἠνο‐ μήσαμεν· καὶ ἡ μετάνοια ἔλυσε τὰς φλόγας. Εἰ ἀπιστεῖς ὅτι δύ‐ ναται σβέσαι τὸ τῆς γεέννης πῦρ ἡ μετάνοια, ἐκ τῶν περὶ τὸν Ἀνανίαν γεγενημένων μάθε. Ἀλλ’ ἐρεῖ τις τῶν ὀξέως ἀκροωμέ‐ | |
10 | νων· ἐκείνους ὁ Θεὸς δικαίως ἐῤῥύσατο τότε, διὰ τὸ μὴ θε‐ λῆσαι εἰδωλολατρῆσαι, ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὴν δύναμιν. Ἐπει‐ δὴ δὲ τοῦτο παρέστη, ἔρχομαι λοιπὸν ἐφ’ ἕτερον τύπον με‐ τανοίας. | |
2.17 | Τίνα ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκου‐ σας ἀπὸ τῶν γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης, λεοντώδη τὴν προαίρεσιν ἔχων; Οὐκ ἤκουσας ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; Οὐκ ἤκουσας ὅτι τὸν λαὸν | |
5 | ἐξῃχμαλώτευσεν; Οὐκ ἤκουσας ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασι‐ λέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα; Οὐκ ἤκουσας ὅτι τὰ Χερουβὶμ συνέτριψεν; οὐ λέγω τὰ νοητὰ, ἄπαγε, μὴ τοῦτο ὑπολάβῃς ἄνθρωπε, ἀλλὰ τὰ γλυπτά· ἀλλὰ τὸ ἱλαστήριον, οὗ ἀνὰ μέσον ἐλάλει ὁ Θεὸς φωνῇ· τὸ καταπέτασμα τῆς ἁγιωσύνης | |
10 | κατεπάτησεν· τὸ θυμιατήριον λαβὼν, ἐπὶ εἰδωλεῖον ἀπήνεγκε· πάντα τὰ προσφερόμενα περιεῖλε· τὸν ναὸν ἐκ θεμελίων ἐνεπύρισε· πόσων τιμωριῶν ἄξιος ἦν, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμ‐ πρῆσαι τὰ ἅγια, ἐπὶ τῷ αἰχμαλωτῆσαι τὸν λαὸν, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ἔνδον εἰδώλων θέσθαι; ἆρ’ οὖν οὐκ ἦν θανάτων μυ‐ | |
15 | ρίων ἄξιος; | |
2.18 | Εἶδες τὸ μέγεθος τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐπεθηριώθη, ἐν τῇ ἐρήμῳ διέτριβεν, ἐμαστιγοῦτο ἵνα σωθῇ· εἶχεν ὄνυχας ὡς λέων· ἁρπακτικὸς γὰρ | |
ἦν τῶν ἁγίων· εἶχε τρίχας λεόντων· λέων γὰρ ἦν ἁρπάζων καὶ | 60 in vol. 1 | |
5 | ὠρυόμενος· χόρτον ὡς βοῦς ἤσθιε· κτῆνος γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν· ἐβάφη τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς δρόσου· ἐπειδὴ προϊδὼν κατασβεσθὲν ὑπὸ τῆς δρόσου τὸ πῦρ, οὐκ ἐπίστευσε. Καὶ τί γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Να‐ βουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, | |
10 | καὶ τὸν ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα. Ὅτι τοίνυν ἐπέγνω τὸν ὕψιστον, καὶ τὰς εὐχαρι‐ στηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ ἦλθεν εἰς μεταμέλειαν ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν· τότε ὁ Θεὸς ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας. | |
2.19 | Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ τοιαῦτα διαπραξα‐ μένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βα‐ σιλείαν· σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτη‐ μάτων, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ; | |
5 | Φιλάνθρωπος ὁ Κύριος καὶ ταχὺς εἰς συγχώρησιν, βραδὺς δὲ εἰς τιμωρίαν. Μηδεὶς οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέ‐ τρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παι‐ δισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον· ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον παρίστησιν, | |
10 | καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον. | |
2.20 | Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτη‐ σάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογήσασθε τῷ Κυρίῳ· ἵνα καὶ τὴν συγχώρησιν λάβητε τῶν προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου δωρεᾶς κα‐ | |
5 | ταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ πάντων τῶν ἁγίων· ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 62 in vol. 1 | |
3t | ΚΑΤΗΧΗΣΙΣ Γ ΦΩΤΙΖΟΜΕΝΩΝ. Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους· Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χρι‐ | |
5 | στὸν ἐβαπτίσθημεν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος (εἰς θάνα‐ τον), καὶ τὰ ἑξῆς. | |
3.1 | Εὐφραίνεσθε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τοὺς μέλλοντας ὑσσώπῳ ῥαντίζεσθαι, καὶ καθαρίζεσθαι ὑσσώπῳ τῷ νοητῷ, καὶ τῇ δυνάμει τοῦ κατὰ τὸ πάθος ὑσσώπῳ καὶ κα‐ λάμῳ ποτισθέντος. Καὶ αἱ μὲν οὐράνιαι δυνάμεις χαιρέτωσαν· | |
5 | αἱ δὲ μέλλουσαι ψυχαὶ τῷ νοητῷ νυμφίῳ συνάπτεσθαι, πα‐ ρασκευαζέσθωσαν. Φωνὴ γὰρ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά‐ σατε τὴν ὁδὸν Κυρίου· τὸ γὰρ πρᾶγμα οὐ μικρὸν, οὐδὲ σωμά‐ των συνήθης ἐστὶν ἄκριτος συμπλοκή· ἀλλὰ Πνεύματος, τοῦ τὰ πάντα ἐρευνῶντος, ἡ κατὰ πίστιν ἐκλογή. Αἱ μὲν γὰρ κατὰ | |
10 | τὸν κόσμον ἐπιγαμίαι καὶ συνθῆκαι, οὐ πάντως γίνονται κατὰ κρίσιν· ἀλλ’ ὅπου δ’ ἂν ἢ πλοῦτος ἢ κάλλος, ἐκεῖ ταχέως ἐπέ‐ νευσεν ὁ νυμφίος· ᾧδε δὲ, οὐχ ὅπου σωμάτων ἐστὶ κάλλος, ἀλλ’ ὅπου ψυχῆς ἀκατάγνωστος συνείδησις· ᾧδε οὐχ ὁ μαμωνᾶς ὁ κατεγνωσμένος, ἀλλ’ ὁ τῆς ψυχῆς ἐν εὐλαβείᾳ πλοῦτος. | |
3.2 | Πείσθητε τοίνυν, ὦ τέκνα δικαιοσύνης, Ἰωάννῃ παρα‐ καλοῦντι καὶ λέγοντι· Εὐθύνατε τὴν ὅδον Κυρίου· ἐξάρατε πάντα τὰ σκῶλα καὶ τὰ σκάνδαλα, ἵνα εὐθυπορήσητε πρὸς αἰώνιον ζωήν. Ἑτοιμάσατε τῆς ψυχῆς τὰ ἀγγεῖα καθαρὰ διὰ τῆς ἀνυ‐ | |
5 | ποκρίτου πίστεως, πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Ἄρ‐ | |
ξασθε πλύνειν τὰς στολὰς ὑμῶν διὰ μετανοίας, ἵνα εἰς τὸν νυμφῶνα καθαροὶ κληθέντες εὑρεθῆτε. Ὁ μὲν γὰρ νυμφίος κα‐ λεῖ πάντας ἁπλῶς, ἐπειδὴ δαψιλὴς ἡ χάρις· καὶ μεγαλοφώνων κηρύκων φωνὴ συνάγει τοὺς πάντας· διακρίνει δὲ λοιπὸν ὁ αὐ‐ | 64 in vol. 1 | |
10 | τὸς, τοὺς ἔνδον εἰσελθόντας [εἰς τὸν τυπικὸν γάμον]. Μὴ γέ‐ νοιτό τινα τῶν ὀνοματογραφηθέντων ἀκοῦσαι νῦν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Εἴη δὲ πάντας ὑμᾶς ἀκοῦσαι· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπ’ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. | |
15 | Νῦν γὰρ τέως ἔξω τῆς θύρας ἕστηκας· γένοιτο δὲ πάντας ὑμᾶς εἰπεῖν· Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ· ἀγαλ‐ λιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σω‐ τηρίου, καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· ἵνα εὑρεθῇ πάντων | |
20 | ὑμῶν ἡ ψυχὴ μὴ ἔχουσα σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· οὐ λέγω πρὸ τοῦ λαβεῖν τὴν χάριν· [πῶς γὰρ, οἵγε ἐπὶ ἀφέσει ἁμαρτιῶν ἐκλήθητε;] ἀλλ’ ἵνα διδομένης τῆς χάριτος, ἀκατά‐ γνωστος ἡ συνείδησις εὑρεθεῖσα συνδράμῃ τῇ χάριτι. | |
3.3 | Μέγα τὸ πρᾶγμα ἀληθῶς, ἀδελφοὶ, καὶ μετὰ προσοχῆς αὐτῷ προσέλθετε. Μέλλει ἕκαστος ὑμῶν παρίστασθαι τῷ Θεῷ, ἐνώπιον μυριάδων στρατιῶν ἀγγέλων· μέλλει τὸ Πνεῦμα τὸ ἅγιον σφραγίζειν ὑμῶν τὰς ψυχάς· μέλλετε στρατολογεῖσθαι τῷ | |
5 | μεγάλῳ βασιλεῖ. Οὐκοῦν ἑτοιμάσασθε, παρασκευάσασθε· οὐχ ἱματίων λαμπροτάτας ἐνδυσάμενοι στολὰς, ἀλλὰ ψυχῆς εὐσυνεί‐ δητον εὐλάβειαν. Μὴ ὡς ὕδατι λιτῷ πρόσεχε τῷ λουτρῷ· ἀλλὰ τῇ μετὰ τοῦ ὕδατος δεδομένῃ πνευματικῇ χάριτι. Ὥσπερ γὰρ τὰ τοῖς βωμοῖς προσφερόμενα, τῇ φύσει ὄντα λιτὰ, μεμο‐ | |
10 | λυσμένα γίγνεται τῇ ἐπικλήσει τῶν εἰδώλων· οὕτως ἀπεναντίας τὸ λιτὸν ὕδωρ Πνεύματος ἁγίου καὶ Χριστοῦ καὶ Πατρὸς | |
τὴν ἐπίκλησιν λαβὸν, δύναμιν ἁγιότητος ἐπικτᾶται. | 66 in vol. 1 | |
3.4 | Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον· τὸ μὲν ἀσώματον, τῷ ἀσω‐ μάτῳ, τὸ δὲ σωματικὸν, τῷ σώματι. Καὶ τὸ μὲν ὕδωρ καθαίρει τὸ σῶμα, τὸ δὲ Πνεῦμα σφραγίζει τὴν ψυχήν· ἵνα [πνεύματι] ἐῤῥαντισ‐ | |
5 | μένοι τὴν καρδίαν, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, προσέλθωμεν τῷ Θεῷ. Μέλλων τοίνυν εἰς τὸ ὕδωρ καταβαίνειν, μὴ τῷ ψιλῷ τοῦ ὕδατος πρόσεχε· ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύμα‐ τος ἐνεργείᾳ τὴν σωτηρίαν ἐκδέχου· ἄνευ γὰρ ἀμφοτέρων ἀδύνα‐ τόν σε τελειωθῆναι. Οὐκ ἐγώ εἰμι ὁ τοῦτο λέγων, ἀλλ’ ὁ Κύ‐ | |
10 | ριος Ἰησοῦς [Χριστὸς] ὁ τοῦ πράγματος τὴν ἐξουσίαν ἔχων, φησί· Ἐὰν μή τις γεννηθῇ [ἄνωθεν, καὶ ἐπιφέρει λέγων] ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐδὲ ὁ τῷ ὕδατι βεβαπτισμένος, μὴ καταξιωθεὶς δὲ τοῦ Πνεύματος, τελείαν ἔχει τὴν χάριν· οὐδὲ κἂν ἐνάρετός τις | |
15 | γένηται τοῖς ἔργοις, μὴ λάβῃ δὲ τὴν δι’ ὕδατος σφραγίδα, εἰσ‐ ελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τολμηρὸς ὁ λόγος, ἀλλ’ οὐκ ἐμός· Ἰησοῦς γὰρ ὁ ἀποφηνάμενος· καί μοι λαβὲ τὴν τῶν λόγων ἀπόδειξιν ἀπὸ τῆς θείας γραφῆς. Κορνήλιος ἦν ἀνὴρ δίκαιος, ἀγγέλων ὀπτασίας καταξιωθεὶς, στήλην ἀγαθὴν ἐν | |
20 | οὐρανοῖς παρὰ τῷ Θεῷ τὰς ἑαυτοῦ προσευχὰς καὶ ἐλεημοσύνας ἀναστήσας. Ἦλθεν ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπεχύθη τοῖς πιστεύσασι, καὶ ἐλάλησαν γλώσσαις ἑτέραις, καὶ προεφήτευσαν· καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν ἡ γραφή φησιν, ὅτι προσέ‐ ταξεν αὐτοὺς ὁ Πέτρος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισ‐ | |
25 | θῆναι· ἵνα τῆς ψυχῆς διὰ τῆς πίστεως ἀναγεννηθείσης, μετα‐ | |
λάβῃ καὶ τὸ σῶμα διὰ τοῦ ὕδατος τῆς χάριτος. | 68 in vol. 1 | |
3.5 | Εἰ δέ τις ποθεῖ γνῶναι, διὰ τί δι’ ὕδατος, καὶ μὴ δι’ ἑτέρου τῶν στοιχείων ἡ χάρις [δίδοται], τὰς θείας γραφὰς ἀναλαβὼν εὑρήσει. Μέγα γάρ τι τὸ ὕδωρ, καὶ τῶν τεσσάρων τοῦ κόσμου στοιχείων τῶν φαινομένων τὸ κάλλιστον. Ἀγγέλων | |
5 | ἐνδιαίτημα ὁ οὐρανὸς, ἀλλ’ ἐξ ὑδάτων οὐρανοί· γῆ τὸ τῶν ἀνθρώπων χωρίον, ἀλλ’ ἐξ ὑδάτων ἡ γῆ· καὶ πρὸ πάσης τῶν γενητῶν τῆς ἑξαημέρου κατασκευῆς, Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἀρχὴ τοῦ κόσμου τὸ ὕδωρ· καὶ ἀρχὴ τῶν εὐαγγελίων ὁ Ἰορδάνης. Ἐλευθερία τῷ Ἰσραὴλ ἀπὸ τοῦ Φαραὼ | |
10 | διὰ τῆς θαλάσσης· καὶ ἐλευθερία ἁμαρτιῶν τῷ κοσμῷ, διὰ τοῦ λουτροῦ τοῦ ὕδατος ἐν ῥήματι Θεοῦ. Ὅπου διαθήκη πρός τινας, ἐκεῖ καὶ τὸ ὕδωρ. Μετὰ τὸν κατακλυσμὸν, ἐτέθη διαθήκη πρὸς Νῶε· διαθήκη τῷ Ἰσραὴλ ἐξ ὄρους Σινᾶ· ἀλλὰ μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου. Ἡλίας ἀναλαμβάνεται, ἀλλ’ | |
15 | οὐ χωρὶς ὕδατος· πρῶτον γὰρ διαβαίνει τὸν Ἰορδάνην, εἶτα ἱππη‐ λατεῖ τὸν οὐρανόν. Πρῶτον ὁ ἀρχιερεὺς λούεται, εἶτα θυμιᾷ· πρῶτον γὰρ Ἀαρὼν ἐλούσατο, εἶτα γέγονεν ἀρχιερεύς. Πῶς γὰρ ἐνεχώρει τῶν ἄλλων ὑπερεύχεσθαι, τὸν δι’ ὕδατος οὔπω κεκαθα‐ ρισμένον; Καὶ σύμβολον ἔκειτο τοῦ βαπτίσματος, λουτὴρ ἔνδον | |
20 | τῆς Σκηνῆς ἀποκείμενος. | |
3.6 | Παλαιᾶς τὸ τέλος καὶ τῆς καινῆς διαθήκης ἀρχὴ τὸ βάπτισμα. Ἰωάννης γὰρ ἦν ἀρχηγὸς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδὲ εἷς· τέλος μὲν προφητῶν. Πάντες γὰρ οἱ προ‐ | |
φῆται καὶ ὁ νόμος ἕως Ἰωάννου· τῶν δὲ εὐαγγελικῶν πραγ‐ | 70 in vol. 1 | |
5 | μάτων ἀπαρχή. Ἀρχὴ γὰρ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, [φησι] καὶ τὰ ἑξῆς· Ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων. Κἂν Ἡλίαν [τὸν Θεσβίτην] εἴποις τὸν ἀναληφθέντα· ἀλλ’ οὐκ ἔστι μείζων Ἰωάννου. Μετετέθη ὁ Ἐνὼχ, ἀλλ’ οὐκ ἔστι μείζων Ἰωάννου. Μωσῆς μέγιστος νομοθέτης, καὶ πάντες [θαυμα‐ | |
10 | στοὶ] οἱ προφῆται· ἀλλ’ οὐ μείζονες Ἰωάννου. Οὐκ ἐγὼ προ‐ φήτας προφήταις τολμῶ συγκρίνειν· ἀλλ’ ὁ δεσπότης αὐτῶν τε καὶ ἡμῶν, ὁ Κύριος Ἰησοῦς ἀπεφήνατο· Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται· οὐκ ἐν γεννητοῖς παρθένων, ἀλλὰ γυναικῶν. Τῷ μεγάλῳ δούλῳ πρὸς τοὺς συνδούλους ἡ σύγ‐ | |
15 | κρισις· τῷ υἱῷ δὲ πρὸς οἰκέτας, ἀσύγκριτος ἡ ὑπεροχὴ καὶ ἡ χάρις. Βλέπεις πηλίκον ἄνθρωπον ἀρχηγὸν ταύτης τῆς χάριτος ὁ Θεὸς εἵλατο; ἀκτήμονα καὶ φιλέρημον, οὐ μισάνθρωπον· ἀκρίδας ἐσθίοντα, καὶ πτεροφυήσαντα τὴν ψυχήν· μέλιτος ἐμφο‐ ρούμενον, καὶ μέλιτος ἡδύτερά τε καὶ ὠφελιμώτερα λαλοῦντα· | |
20 | ἔνδυμα περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν τύπον ἐν ἑαυτῷ δεικνύντα· ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθη. Ἡγιάσθη καὶ Ἱερε‐ μίας, ἀλλ’ οὐκ ἐπροφήτευσεν ἐν γαστρί· μόνος δὲ Ἰωάννης κυο‐ φορούμενος, ἐσκίρτησεν ἐν ἀγαλλιάσει· καὶ σαρκὸς ὀφθαλμοῖς | |
25 | μὴ βλέπων, τὸν δεσπότην ἐγνώριζε τῷ πνεύματι. Ἐπειδὴ γὰρ με‐ γάλη βαπτίσματος ἦν ἡ χάρις, ἐδεῖτο καὶ μεγάλου τοῦ προ‐ | |
στάτου. | 72 in vol. 1 | |
3.7 | Οὗτος ἐβάπτιζεν ἐν τῷ Ἰορδάνῃ, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἱεροσόλυμα, βαπτισμάτων ἀπαρχῆς ἀπολαύουσα· τὸ γὰρ ἁπάντων ἀγαθῶν ἀξίωμα ἐν Ἱεροσολύμοις. Ἀλλὰ γνῶτε οἱ Ἱεροσολυμῖται, πῶς οἱ ἐξερχόμενοι ἐβαπτίζοντο ὑπ’ αὐτοῦ, | |
5 | ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν. Πρῶτον ἐδείκνυον τὰ τραύ‐ ματα, εἶτα ἐπῆγεν ἐκεῖνος τὰ ἰατρεύματα, καὶ τοῖς πιστεύουσιν ἐδίδου λύτρωσιν αἰωνίου πυρός. Καὶ εἰ θέλεις αὐτὸ τοῦτο πεισθῆναι, ὅτι λύτρωσίς ἐστι τὸ βάπτισμα Ἰωάννου πυρὸς ἀπει‐ λῆς, ἄκουε λέγοντος αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν | |
10 | ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; μὴ οὖν ἔσο λοιπὸν ἔχιδνα, ἀλλὰ ἐχίδνης γέννημά ποτε γενόμενος, ἀπόδυσαί, φησι, τῆς πρώτης ἁμαρτητικῆς ζωῆς τὴν ὑπόστασιν. Πᾶς γὰρ ὄφις εἰς στε‐ νὸν ἐνδύνας ἀποτίθεται τὸ γῆρας, καὶ τὴν παλαιότητα διὰ τῆς ἀποθλίψεως ἐκδυσάμενος, νεάζει λοιπὸν τῷ σώματι· οὕτως εἴσ‐ | |
15 | ελθε καὶ σὺ διὰ τῆς στενῆς καὶ τεθλιμμένης θύρας· ἀπόθλι‐ ψον σεαυτὸν διὰ τῆς νηστείας, ἐκβίασαί σου τὴν ἀπώλειαν· ἀπό‐ δυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ εἰπὲ τὸ ἐν Ἄσμασιν ἐκεῖνο· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐν‐ δύσομαι αὐτόν; Ἀλλ’ ἴσως ἐστί τις ἐν ὑμῖν ὑποκριτὴς, ἀν‐ | |
20 | θρωπάρεσκος, καὶ τὸ μὲν εὐλαβὲς ὑποκρινόμενος, μὴ ἀπὸ καρ‐ δίας δὲ πιστεύων, Σίμωνος ἔχων τοῦ μάγου τὴν ὑπόκρισιν· οὐχ ἵνα μεταλάβῃ τῆς χάριτος προσελθὼν, ἀλλ’ ἵνα πολυπραγμονήσῃ τὸ διδόμενον· ἀκουέτω καὶ οὗτος παρὰ Ἰωάννου· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον | |
25 | μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται· ἀδυσ‐ | |
ώπητος ὁ δικαστὴς, ἄφελε τὴν ὑπόκρισιν. | 74 in vol. 1 | |
3.8 | Τί οὖν δεῖ ποιεῖν; καὶ τίνες εἰσὶν οἱ καρποὶ τῆς με‐ τανοίας; Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· [ἀξιόπιστος ἦν ὁ διδάσκων, ἐπειδὴ καὶ πρῶτος ἐπετέλει τὸ διδασκόμενον· οὐκ ἐδυσωπεῖτο λέγειν· οὐ γὰρ ἐπεῖχεν ἡ συνείδησις [κωλύουσα] | |
5 | τὴν γλῶσσαν] καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Πνεύμα‐ τος ἁγίου χάριτος ἀπολαῦσαι θέλεις, καὶ βρωμάτων αἰσθητῶν πένητας οὐκ ἀξιοῖς; τὰ μεγάλα ζητεῖς, καὶ μικρῶν οὐ μεταδί‐ δως; κἂν τελώνης, κἂν πόρνος ᾖς, ἔλπιζε τὴν σωτηρίαν. Οἱ τε‐ λῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· | |
10 | καὶ μάρτυς ὁ Παῦλος λέγων· Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε οἱ καθεξῆς, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ταῦ‐ τά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε· οὐκ εἶπε, τινές ἐστε, ἀλλὰ, ταῦτά τινες ἦτε· ἡ ἐν τῇ ἀγνοίᾳ ἁμαρτία συγ‐ χωρεῖται, ἡ δὲ ἐπίμονος κακία καταδικάζεται. | |
3.9 | Ἔχεις καύχημα τοῦ βαπτίσματος, αὐτὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Τί γάρ μοι λοιπόν ἐστι λέγειν περὶ ἀν‐ θρώπου; Μέγας Ἰωάννης, ἀλλὰ τί πρὸς τὸν Κύριον; μεγαλόφω‐ νος ἡ φωνὴ, ἀλλὰ τί πρὸς τὸν Λόγον; κάλλιστος ὁ κήρυξ, ἀλλὰ | |
5 | τί πρὸς τὸν βασιλέα; καλὸς ὁ βαπτίζων ἐν ὕδατι, ἀλλὰ τί πρὸς τὸν βαπτίζοντα ἐν ἁγίῳ Πνεύματι καὶ πυρί; Πνεύματι ἁγίῳ καὶ πυρὶ τοὺς Ἀποστόλους ἐβάπτισεν ὁ Σωτὴρ, ὅτε ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλή‐ ρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς | |
10 | διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκα‐ στον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. | |
3.10 | Εἴ τις μὴ λάβοι τὸ βάπτισμα, σωτηρίαν οὐκ ἔχει· | |
πλὴν μόνων μαρτύρων, οἳ καὶ χωρὶς τοῦ ὕδατος λαμβάνουσι τὴν βασιλείαν. Λυτρούμενος γὰρ τὴν οἰκουμένην ὁ Σωτὴρ διὰ τοῦ σταυροῦ, καὶ τὴν πλευρὰν νυγεὶς, ἐξήγαγεν αἷμα καὶ ὕδωρ· ἵνα | 76 in vol. 1 | |
5 | οἱ μὲν ἐν καιροῖς εἰρήνης ἐν ὕδατι βαπτισθῶσιν, οἱ δὲ ἐν και‐ ροῖς διωγμῶν ἐν οἰκείοις αἵμασι βαπτισθῶσι. Καὶ τὸ μαρτύ‐ ριον γὰρ οἶδε βάπτισμα καλεῖν ὁ Σωτὴρ, λέγων· Δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσ‐ | |
10 | μῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις· σὺ δὲ μετ’ ὀλίγον ὁμολογήσεις. Ἀλλὰ οὔπω σοι περὶ τούτων ἀκούειν καιρός. | |
3.11 | Ἡγίασε τὸ βάπτισμα ὁ Ἰησοῦς βαπτισθεὶς αὐτός. Εἰ ὁ υἱὸς τοῦ Θεοὺ ἐβαπτίσθη, τίς ἔτι βαπτίσματος καταφρονῶν εὐσεβεῖ; Ἐβαπτίσθη δὲ, οὐχ ἵνα ἁμαρτιῶν λάβῃ συγχώρησιν, [ἀναμάρτητος γὰρ ἦν] ἀλλὰ ἀναμάρτητος ὢν ἐβαπτίσθη, ἵνα χά‐ | |
5 | ριν θείαν καὶ ἀξίαν παράσχῃ τοῖς βαπτιζομένοις. Ὥσπερ γὰρ, ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς [παραπλησίως] μέτεσχε τῶν αὐτῶν, ἵνα τῆς ἐνσάρκου παρου‐ σίας αὐτοῦ κοινωνοὶ γενόμενοι, καὶ τῆς θείας αὐτοῦ χάριτος κοι‐ νωνοὶ γενώμεθα· οὕτως ἐβαπτίσθη Ἰησοῦς, ἵνα καὶ διὰ τούτου | |
10 | πάλιν ἡμεῖς τῇ κοινωνίᾳ λάβωμεν μετὰ τῆς σωτηρίας τὴν ἀξίαν· Ὁ δράκων ἦν ἐν τοῖς ὕδασι κατὰ τὸν Ἰὼβ, ὁ δεχόμενος τὸν Ἰορδάνην ἐν τῷ ὀφθαλμῷ αὐτοῦ· ἐπεὶ οὖν ἔδει συντρίψαι τὰς κεφαλὰς τοῦ δράκοντος, καταβὰς ἐν τοῖς ὕδασιν ἔδησε τὸν ἰσχυρὸν, ἵνα ἐξουσίαν λάβωμεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐ | |
15 | πίων· οὐ μικρὸν ἦν τὸ θηρίον, ἀλλὰ φοβερόν. Πᾶσα ναῦς | |
ἁλιευτικὴ βύρσαν μίαν οὐρᾶς αὐτοῦ ἐνεγκεῖν οὐκ ἠδύνατο· ἔμ‐ προσθεν αὐτοῦ ἔτρεχεν ἡ ἀπώλεια, λυμαινομένη τοὺς ἀπαντῶν‐ τας· προσέδραμεν ἡ ζωὴ, ἵνα λοιπὸν ὁ θάνατος φιμωθῇ, ἵνα οἱ σωθέντες ἅπαντες εἴπωμεν· Ποῦ σου θάνατε τὸ νῖκος; ποῦ | 78 in vol. 1 | |
20 | σου ᾅδη τὸ κέντρον. Λύεται δὲ τοῦ θανάτου τὸ κέντρον διὰ τοῦ βαπτίσματος. | |
3.12 | Κατέρχῃ μὲν γὰρ εἰς τὸ ὕδωρ φορῶν τὰς ἁμαρτίας. ἀλλ’ ἡ τῆς χάριτος ἐπίκλησις σφραγίσασα τὴν ψυχὴν, οὐ συγχω‐ ρεῖ λοιπὸν ὑπὸ τοῦ φοβεροῦ καταποθῆναι δράκοντος. Νεκρὸς ἐν ἁμαρτίαις καταβὰς, ἀναβαίνεις ζωοποιηθεὶς ἐν δικαιοσύνῃ. Εἰ | |
5 | γὰρ σύμφυτος ἐγένου τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως καταξιωθήσῃ. Ὥσπερ γὰρ Ἰησοῦς τὰς οἰ‐ κουμενικὰς ἁμαρτίας ἀναλαβὼν ἀπέθανεν, ἵνα θανατώσας τὴν ἁμαρτίαν ἀναστῇ ἐν δικαιοσύνῃ· οὕτω καὶ σὺ καταβὰς εἰς τὸ ὕδωρ, καὶ τρόπον τινὰ ἐν τοῖς ὕδασιν ἐνταφεὶς, ὥσπερ ἐκεῖνος | |
10 | ἐν τῇ πέτρᾳ, ἐγείρῃ πάλιν ἐν καινότητι ζωῆς περιπατῶν. | |
3.13 | Εἶθ’ ὅταν τῆς χάριτος καταξιωθῇς, τότε σοι πρὸς τὰς ἀντικειμένας δυνάμεις παλαίειν δίδωσι τὴν ἐξουσίαν. Ὥσπερ γὰρ μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐπειράζετο· οὐχ ὅτι καὶ πρὸ τούτου νικᾷν οὐκ ἠδύνατο, ἀλλ’ ὅτι πάντα | |
5 | τάξει καὶ ἀκολουθίᾳ πράττειν ἐβούλετο· οὕτω καὶ σὺ πρὸ τοῦ βαπτίσματος τοῖς ἀντικειμένοις παλαίειν μὴ τολμήσας, λαβὼν δὲ τὴν χάριν καὶ λοιπὸν θαρσῶν, τοῖς τῆς δικαιοσύνης ὅπλοις ἀγω‐ | |
νίζου τότε, καὶ εἰ θέλεις, εὐαγγελίζου. | 80 in vol. 1 | |
3.14 | Ἰησοῦς Χριστὸς Θεοῦ υἱὸς ἦν· ἀλλ’ οὐ πρὸ τοῦ βαπτίσματος εὐηγγελίσατο· εἰ ὁ δεσπότης αὐτὸς μετήρχετο κατὰ τάξιν τὸν καιρὸν, ἆρά γε οἱ δοῦλοι τολμᾷν ἀτάκτως ὀφείλομεν; Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, ὅτε κατῆλθεν ἐπ’ αὐτὸν | |
5 | τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερά· οὐχ ἵνα Ἰησοῦς τοῦτο ἴδῃ πρῶτος· [ᾔδει γὰρ καὶ πρὸ τοῦ σωματικῶς ἐλθεῖν] ἀλλὰ ἵνα θεωρήσῃ ὁ βαπτίζων Ἰωάννης. Ἐγὼ γὰρ, φη‐ σὶν, οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ | |
10 | μένον ἐπ’ αὐτὸν, ἐκεῖνός ἐστιν. Ἐὰν καὶ αὐτὸς ἔχῃς ἀν‐ υπόκριτον εὐλάβειαν, κατέρχεται καὶ ἐπὶ σὲ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ φωνή σοι πατρικὴ ἄνωθεν ἐπηχεῖ· οὐχ, οὗτός ἐστιν ὁ υἱός μου, ἀλλ’ οὗτος νῦν γέγονεν υἱός μου. Ἐπ’ ἐκείνου μὲν γὰρ τὸ, ἔστιν· ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν | |
15 | Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἐπ’ ἐκείνου τὸ, ἔστιν· ἐπειδὴ πάν‐ τοτέ ἐστιν υἱὸς Θεοῦ· ἐπὶ δὲ σοῦ τὸ, νῦν γέγονεν· ἐπειδὴ οὐ κατὰ φύσιν ἔχεις, ἀλλὰ κατὰ θέσιν τὴν υἱοθεσίαν λαμβά‐ νεις· ἐκεῖνος ἀΐδιός ἐστι· σὺ δὲ ἐκ προκοπῆς λαμβάνεις τὴν χάριν. | |
3.15 | Οὐκοῦν ἑτοίμασον τῆς ψυχῆς τὸ ἄγγος, ἵνα υἱὸς γένῃ Θεοῦ, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ· εἴπερ ἑτοιμάζεις ἑαυτὸν, ἵνα καὶ λάβῃς· εἰ ἐκ πίστεως προσέρχῃ, ἵνα πιστοποιηθῇς· εἰ ἀποτίθεσαι τὸν παλαιὸν ἄνθρωπον ἐκ | |
5 | προαιρέσεως. Πάντα γὰρ ὅσα σοι πέπρακται συγχωρηθήσεται, | |
κἂν πορνεία, κἂν μοιχεία, κἂν ἄλλο τι τῶν τοιούτων ἀκολασίας εἶδός ἐστιν. Τί μεῖζον τοῦ σταυρῶσαι Χριστόν; καὶ τούτου κα‐ θάρσιόν ἐστι τὸ βάπτισμα. Τοῖς γὰρ προσελθοῦσι τρισχιλίοις ἔλεγεν ὁ Πέτρος, τοῖς σταυρώσασιν τὸν Κύριον πυνθανομένοις | 82 in vol. 1 | |
10 | καὶ λέγουσι· τί ποιήσομεν ἄνδρες ἀδελφοί; μέγα γὰρ τὸ τραῦ‐ μα. Ἐπέστησας ἡμᾶς, ὦ Πέτρε, τῷ ἡμετέρῳ πτώματι, εἰπών· τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ποία ἐστὶν ἔμπλαστρος τηλι‐ κούτου τραύματος; ποῖον καθάρσιον τηλικούτου ῥύπου; τίς ἡ σωτηρία τῆς τοιαύτης ἀπωλείας; Μετανοήσατε, φησὶ, καὶ βαπτισ‐ | |
15 | θήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ Κυρίου ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύ‐ ματος. Ὦ ἀνεκδιήγητος τοῦ Θεοῦ φιλανθρωπία! τὸ σωθῆναι οὐκ ἐλπίζουσι, καὶ Πνεύματος ἁγίου καταξιοῦνται. Βλέπεις τοῦ βαπτίσματος τὴν δύναμιν. Εἴ τις ὑμῶν λόγοις βλασφήμοις ἐσταύ‐ | |
20 | ρωσε τὸν Χριστόν· εἴ τις ὑμῶν κατ’ ἄγνοιαν ἐνώπιον ἀνθρώ‐ πων ἠρνήσατο· εἴ τις διὰ πονηρῶν ἔργων βλασφημηθῆναι τὸ δόγμα παρεσκεύασεν· εὔελπις ἔστω μετανοῶν· πάρεστι γὰρ καὶ νῦν ἡ αὐτὴ χάρις. | |
3.16 | Θάρσει Ἱερουσαλὴμ, περιελεῖ Κύριος πάντα τὰ ἀδι‐ κήματά σου· ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυ‐ γατέρων αὐτοῦ, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, ῥαντιεῖ ἐφ’ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πά‐ | |
5 | σης ἁμαρτίας ὑμῶν· χορεύσουσι περὶ ὑμῶν ἄγγελοι, καὶ ἐροῦσι· Τίς αὔτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ἡ γὰρ πρότερον δούλη ψυχὴ νῦν ἀδελφι‐ δοῦν αὐτὸν τὸν δεσπότην ἐπεγράψατο· ὃς τὴν ἀνυπόκριτον ἀπο‐ δεχόμενος προαίρεσιν ἐπιφωνήσει· Ἰδοὺ, εἶ καλὴ ἡ πλησίον μου, | 84 in vol. 1 |
10 | ἰδοὺ εἶ καλή· ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· διὰ τὴν εὐσυνείδητον ὁμολογίαν· καὶ ἑξῆς· αἱ πᾶσαι διδυμεύουσαι· διὰ τὴν διπλῆν χάριν, λέγω δὲ τὴν ἐξ ὕδατος καὶ Πνεύματος τελου‐ μένην, ἢ διὰ τὴν ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης καταγ‐ γελλομένην. Καὶ γένοιτο πάντας ὑμᾶς τὸν δρόμον τῆς νηστείας | |
15 | τελέσαντας, μνημονεύοντας τῶν λεγομένων, καρποφοροῦντας ἐν ἔργοις ἀγαθοῖς, ἀμώμως τῷ νοητῷ νυμφίῳ παραστάντας, τυχεῖν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ὑπὸ τοῦ Θεοῦ· ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 86 in vol. 1 | |
4t | ΚΑΤΗΧΗΣΙΣ Δʹ ΦΩΤΙΖΟΜΕΝΩΝ Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΤΩΝ ΔΕΚΑ ΔΟΓΜΑ‐ ΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κολοσσαεῖς· Βλέπετε μή | |
5 | τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοι‐ χεῖα τοῦ κόσμου, καὶ τὰ ἑξῆς. | |
4.1 | Μιμεῖται τὴν ἀρετὴν ἡ κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι· σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον. Καὶ ὁ Διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλ‐ | |
5 | θῃ ὅπου καὶ ἦν· [ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτη‐ σάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ’ ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει. Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐν‐ δύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν | |
10 | καὶ ὄνυχας καὶ ὀδόντας· ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν | |
καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν. Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν· ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν· μήτε | 88 in vol. 1 | |
15 | τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν· μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν Διάβολον ὑποπτεύσαντες, καταποθῶ‐ μεν. Περιέρχεται γὰρ ὡς λέων ὠρυόμενος, ζητῶν τίνα κατα‐ πίῃ, κατὰ τὴν γραφήν. Διὰ τοῦτο ἡ Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεῖα, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται. | |
4.2 | Ὁ γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέ‐ στηκε, δογμάτων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν. Καὶ οὔτε τὰ δόγματα, χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ· οὔτε τὰ μὴ μετ’ εὐσεβῶν δογμάτων ἔργα τελούμενα, προσδέχεται ὁ Θεός. | |
5 | Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ’ αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα· καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγοῦντες, διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. | |
10 | Καὶ οἱ μὲν Ἕλληνες, διὰ τῆς εὐγλωττίας κατασύρουσι· Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· οἱ δὲ ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν, ἃς παρεξηγοῦνται κακῶς, τοὺς προσερχο‐ μένους ἀπατῶσιν· ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμα‐ θίᾳ καταγηρῶντες. Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ | |
15 | εὐγλωττίας ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων· ὥσπερ μέλιτι, τῇ του Χριστοῦ προσηγορίᾳ τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύ‐ | |
πτοντες. Περὶ ὧν ἁπάντων ἅμα λέγει ὁ Κύριος· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Διὰ τοῦτο καὶ ἡ τῆς Πίστεως διδασκαλία, καὶ αἱ εἰς αὐτὴν ἐξηγήσεις γίνονται. | 90 in vol. 1 | |
4.3 | Πρὸ δὲ τῆς εἰς τὴν Πίστιν παραδόσεως, καλῶς ἔχειν μοι δοκεῖ, νῦν ἀνακεφαλαιώσει συντόμῳ χρήσασθαι τῶν ἀναγ‐ καίων δογμάτων· ἵνα μὴ τὸ πλῆθος τῶν λεχθησομένων, καὶ τὸ μεταξὺ διάστημα τῶν ἡμερῶν τῆς ἁγίας τεσσαρακοστῆς ἁπά‐ | |
5 | σης, λήθην ἐμποιήσῃ τῶν ἐν ὑμῖν ἀφελεστέρων τῇ διανοίᾳ. Ἀλλ’ ἵνα νῦν κεφαλαιωδῶς ὑποσπείραντες, μὴ ἐπιλαθώμεθα τῶν αὐ‐ τῶν πλατυτέρως γεωργουμένων ὕστερον. Ἀνασχέσθωσαν δὲ τῶν συμπαρόντων οἱ τελειότεροι τὴν ἕξιν, καὶ τὰ αἰσθητήρια ἤδη γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ, | |
10 | νηπιωδεστέρων ἀκούοντες καὶ τῆς γαλακτώδους εἰσαγωγῆς· ἵνα ἅμα καὶ οἱ τῆς κατηχήσεως χρείαν ἔχοντες, ὠφεληθῶσι· καὶ οἱ τὴν γνῶσιν ἔχοντες, περὶ ὧν προγινώσκουσιν ἤδη τὴν μνήμην ἀνα‐ ζωπυρηθῶσιν. | |
4.4(1t) | ΠΕΡΙ ΘΕΟΥ· | |
1 | Πρῶτον τοίνυν ὑμῶν τῇ ψυχῇ τεθεμελιούσθω δόγμα τὸ περὶ Θεοῦ· ὅτι ὁ Θεὸς εἷς ἐστι μόνος, ἀγέννητος, ἄναρχος, ἄτρεπτος, ἀναλλοίωτος· οὔτε ὑφ’ ἑτέρου γεγεννημένος, οὐθ’ ἕτε‐ ρον ἔχων τῆς ζωῆς διάδοχον· καὶ οὔτε ἐν χρόνῳ τοῦ ζῇν ἀρξά‐ | |
5 | μενος, οὔτε ποτὲ τελευτῶν· καὶ ὅτι αὐτός ἐστιν ἀγαθὸς καὶ δί‐ καιος· ἵνα ἐάν ποτε ἀκούσῃς λέγοντος αἱρετικοῦ, ἄλλον εἶναι τὸν δίκαιον καὶ ἄλλον τὸν ἀγαθόν, εὐθὺς ὑπομνησθεὶς γνῷς τὸ τῆς αἱρέσεως ἰοβόλον. Ἐτόλμησαν γάρ τινες ἀσεβῶς τὸν ἕνα Θεὸν διαχωρίσαι τῷ λόγῳ· καί τινες εἶπον ἄλλον μὲν τὸν δημιουργὸν | |
10 | τῆς ψυχῆς καὶ δεσπότην, ἄλλον δὲ τὸν τῶν σωμάτων, ἀνοήτως ἅμα καὶ δυσσεβῶς διδάσκοντες. Πῶς γὰρ δύο κυρίων εἷς γί‐ | |
νεται δοῦλος ἄνθρωπος, τοῦ Κυρίου λέγοντος ἐν εὐαγγελίοις· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν; Εἷς οὖν ἐστι Θεὸς μό‐ νος, ὁ καὶ ψυχῶν καὶ σωμάτων ποιητής. Εἷς ἐστιν ὁ δημιουρ‐ | 92 in vol. 1 | |
15 | γὸς οὐρανοῦ καὶ γῆς, ἀγγέλων τε καὶ ἀρχαγγέλων ποιητής. Ὁ πολλῶν μὲν δημιουργὸς, ἑνὸς δὲ μόνου πατὴρ πρὸ αἰώνων, ἑνὸς μόνου τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, δι’ οὗ καὶ ἐποίησε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. | |
4.5 | Οὗτος ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περιγέγραπται ἔν τινι τόπῳ, οὐδέ ἐστι μικρότερος οὐρανοῦ· ἀλλ’ ἔργα τῶν δακτύλων αὐτοῦ εἰσιν οἱ οὐρανοὶ, καὶ ἡ γῆ πᾶσα ἐν τῇ δρακὶ αὐτοῦ κατέχεται. Οὗτος ἐν πᾶσίν ἐστι, καὶ πάντων | |
5 | ἐκτός. Μὴ νομίσῃς αὐτὸν ἡλίου μικρότερον, [φωτεινότερον] ἢ ἴσον εἶναι· ὁ γὰρ τὸν ἥλιον κατασκευάσας, αὐτὸς πρότερον ὀφείλει πολλῷ μᾶλλον ἀσύγκριτος εἶναι, μείζων καὶ φωτεινότερος. Προγνώστης ἐστὶ τῶν μελλόντων, καὶ πάντων δυνατώτερος· εἰ‐ δὼς τὰ πάντα καὶ ποιῶν ὡς βούλεται· οὐχ ὑποκείμενος πραγ‐ | |
10 | μάτων ἀκολουθίαις, οὐδὲ γενέσει, οὐδὲ τύχῃ, οὔθ’ εἱμαρμένῃ· ἐν πᾶσι τέλειος, καὶ πᾶσαν ἀρετῆς ἰδέαν ἐν ἴσῳ κεκτημένος· οὔτε μειούμενος οὔτε αὔξων, ἀλλὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων· ἡτοιμακὼς κόλασιν τοῖς ἁμαρτωλοῖς, καὶ στεφάνους τοῖς δικαίοις. | |
4.6 | Ἐπεὶ οὖν ἐπλανήθησαν ἀπὸ τοῦ ἑνὸς Θεοῦ διαφόρως | |
πολλοί· καὶ οἱ μὲν ἥλιον ἐθεοποίησαν, ἵνα δύνοντος ἡλίου, κατὰ τὸν τῆς νυκτὸς καιρὸν ἄθεοι μένωσιν· οἱ δὲ σελήνην, ἵνα ἐν ἡμέρᾳ Θεὸν μὴ ἔχωσιν· οἱ δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου· οἱ δὲ | 94 in vol. 1 | |
5 | τὰς τέχνας· οἱ δὲ τὰς τροφάς· οἱ δὲ τὰς ἡδονάς· καὶ οἱ μὲν γυναικομανεῖς, γυμνῆς γυναικὸς εἴδωλον ἐν ὑψηλῷ στήσαντες, Ἀφροδίτην τε προσαγορεύσαντες, προσεκύνησαν διὰ τοῦ φαινο‐ μένου τὸ πάθος· οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὕλας ἐθεοποίησαν. Ἐὰν δέ τις τὸν περὶ | |
10 | μοναρχίας τοῦ Θεοῦ λόγον προθεμελιώσῃ τῇ καρδίᾳ καὶ πεισθῇ τούτῳ, πᾶσαν ὁμοῦ τῶν κακῶν τῆς εἰδωλολατρείας καὶ τῆς τῶν αἱρετικῶν πλάνης ἐκκόπτει τὴν φθοράν. Τοῦτο μὲν οὖν σοι πρῶτον δόγμα τῆς εὐσεβείας ἐν τῇ ψυχῇ προθεμελίωσον διὰ τῆς πίστεως. | |
4.7(1t) | ΠΕΡΙ ΧΡΙΣΤΟΥ. | |
1 | Πίστευε δὲ καὶ εἰς τὸν υἱὸν τοῦ Θεοῦ, τὸν ἕνα καὶ μόνον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τὸν ἐκ τοῦ Θεοῦ Θεὸν γεννηθέντα, τὸν ἐκ ζωῆς ζωὴν γεννηθέντα, τὸν ἐκ φωτὸς φῶς γεννηθέντα, τὸν ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι. Τὸν οὐκ | |
5 | ἐν χρόνοις τὸ εἶναι κτησάμενον, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων ἀϊδίως καὶ ἀκαταλήπτως ἐκ τοῦ πατρὸς γεγεννημένον. Τὴν σο‐ φίαν Θεοῦ καὶ τὴν δύναμιν, καὶ τὴν δικαιοσύνην τὴν ἐνυπόστα‐ τον. Τὸν ἐν δεξιᾷ τοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων καθε‐ ζόμενον. Οὐ γὰρ, ὥς τινες ἐνόμισαν, μετὰ τὸ πάθος στεφανω‐ | |
10 | θεὶς, ὥσπερ ὑπὸ τοῦ Θεοῦ διὰ τὴν ὑπομονὴν ἔλαβε τὸν ἐν δεξιᾷ θρόνον· ἀλλ’ ἀφ’ οὗπέρ ἐστιν, [ἔστι δὲ γεννηθεὶς ἐκ πα‐ | |
τρὸς ἀεὶ] ἔχει τὸ βασιλικὸν ἀξίωμα· συγκαθεζόμενος τῷ πατρὶ, Θεὸς ὢν καὶ σοφία καὶ δύναμις, καθὼς εἴρηται. Τῷ πατρὶ συμ‐ βασιλεύων καὶ πάντων διὰ τὸν πατέρα δημιουργός· [ἀλλὰ] ἀνελ‐ | 96 in vol. 1 | |
15 | λιπὴς εἰς θεότητος ἀξίαν, καὶ γινώσκων τὸν γεγεννηκότα, κα‐ θὼς γινώσκεται ὑπὸ τοῦ γεγεννηκότος. Καὶ ἵνα συντόμως εἴπω‐ μεν, τοῦ ἐν εὐαγγελίοις γεγραμμένου μέμνησο· ὅτι οὐδεὶς ἐπι‐ γινώσκει τὸν υἱὸν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπι‐ γινώσκει, εἰ μὴ ὁ υἱός. | |
4.8 | Καὶ μήτε ἀπαλλοτριώσῃς τοῦ πατρὸς τὸν υἱὸν, μήτε συναλοιφὴν ἐργασάμενος υἱοπατορίαν πιστεύσῃς Ἀλλὰ πίστευε ὅτι ἑνὸς Θεοῦ μονογενὴς εἷς ἐστιν υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων Θεὸς Λόγος· Λόγος, οὐ προφορικὸς εἰς ἀέρα διαχεόμενος, | |
5 | οὔτε λόγοις ἀνυποστάτοις ἐξομοιούμενος· ἀλλὰ Λόγος υἱὸς λογι‐ κῶν ποιητὴς, Λόγος ἀκούων τοῦ πατρὸς καὶ λαλῶν αὐτός. Καὶ περὶ μὲν τούτων κατὰ καιρὸν, εἰ ὁ Θεὸς παράσχοι, πλατύτερον ἡμῖν ῥηθήσεται· οὐ γὰρ ἐπιλανθανόμεθα τῆς προτάσεως, ὅτι κε‐ φαλαιώδεις εἰσαγωγὰς πίστεως νῦν ποιούμεθα. | |
4.9(1t) | ΠΕΡΙ ΤΗΣ ΕΚ ΠΑΡΘΕΝΟΥ ΓΕΝΝΗΣΕΩΣ. | |
1 | Πίστευε δὲ ὅτι οὗτος ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιο‐ παθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ | |
ἁγίας παρθένου καὶ ἁγίου Πνεύματος· οὐ δοκήσει καὶ φαντασίᾳ | 98 in vol. 1 | |
5 | τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδὲ ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἐξ αὐτῆς ἀληθῶς καὶ γαλακτοτροφηθεὶς ἀληθῶς· [φαγὼν ὡς ἡμεῖς ἀλη‐ θῶς καὶ πιὼν ὡς ἡμεῖς ἀληθῶς]. Εἰ γὰρ φάντασμα ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. Διπλοῦς ἦν ὁ Χριστὸς, | |
10 | ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσ‐ θίων μὲν ὡς ἄνθρωπος ἀληθῶς ὡς ἡμεῖς, εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς· τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεν‐ τακισχιλίους ὡς Θεός· ἀποθνήσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς, νεκρὸν δὲ τὸν τετραήμερον ἐγείρων ὡς Θεός· καθεύδων εἰς τὸ | |
15 | πλοῖον ἀληθῶς ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς Θεός. | |
4.10(1t) | ΠΕΡΙ ΤΟΥ ΣΤΑΥΡΟΥ. | |
1 | Οὗτος ἐσταυρώθη ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀληθῶς. Κἂν γὰρ ἀρνήσασθαι βουληθῇς, ὁ τόπος ἐλέγχει σε φαινόμενος, ὁ μακάριος οὗτος Γολγοθὰς, ἐν ᾧ νῦν, διὰ τὸν ἐν αὐτῷ σταυ‐ ρωθέντα, συγκεκροτήμεθα. Καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα | |
5 | λοιπὸν ἡ οἰκουμένη κατὰ μέρος ἐπληρώθη. Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ’ ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν. Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε καὶ ἐῤῥαπίσθη ὡς ἄνθρωπος· ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὅτι Θεὸς ἦν. Ὁ γὰρ ἥλιος δεσπότην ἀτιμαζόμενον ἰδὼν, ἐξε‐ | |
10 | λίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν. | |
4.11(1t) | ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ. | |
1 | Ἐν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος· ἀλλ’ | |
αἱ πέτραι τῷ φόβῳ διεῤῥάγησαν δι’ αὐτόν. Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους. Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦ‐ | 100 in vol. 1 | |
5 | τα τῶν πλείστων οὐχ ὁσίων ὄντων· τοὺς δὲ ἀπὸ Ἀδὰμ πο‐ λυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν· οὐκ ἤθελες ἵνα βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα; Δα‐ βὶδ ἦν ἐκεῖ καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται καὶ αὐτὸς | |
10 | Ἰωάννης ὁ λέγων διὰ τῶν ἀποσταλέντων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Οὐκ ἤθελες, ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους; | |
4.12(1t) | ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ. | |
1 | Ἀλλ’ ὁ καταβὰς εἰς τὰ καταχθόνια, πάλιν ἀνῆλθε καὶ ὁ ταφεὶς Ἰησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς. Κἂν ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον οὕτως ἐρωτήσας· Ἰωνᾶς τριήμερος ἀπὸ κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ | |
5 | γῆς ἆρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ἐλισσαίου νεκρὸς ἁψά‐ μενος ἐγήγερται· καὶ ὁ τῶν ἀνθρώπων ποιητὴς, δυνάμει Πατρὸς ἆρ’ οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται; Ἀνέστη τοίνυν ἀληθῶς· καὶ ἀναστὰς πάλιν ὤφθη τοῖς μαθηταῖς. Καὶ μάρτυρες αὐτοῦ τῆς ἀναστάσεως μαθηταὶ δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρ‐ | |
10 | τυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀλη‐ θοῦς ἀναστάσεως ἀγωνισάμενοι. Εἶτα, ἐπὶ στόματος μὲν δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα κατὰ τὴν γραφήν· δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς; | |
4.13(1t) | ΠΕΡΙ ΑΝΑΛΗΨΕΩΣ. | |
1 | Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ | |
λυτρωσάμενος τοὺς ἀνθρώπους τῶν ἁμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης. Καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν. Εἰ δέ τις τοῖς | 102 in vol. 1 | |
5 | λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλε‐ πομένων. Πάντες οἱ βασιλεῖς τελευτῶντες, συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν· Χριστὸς δὲ σταυρωθεὶς, ὑπὸ πάσης προσ‐ κυνεῖται τῆς οἰκουμένης. Τὸν ἐσταυρωμένον καταγγέλλομεν, καὶ τρέμουσι νῦν δαίμονες. Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν· ἀλλὰ | |
10 | ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασεν; | |
4.14 | Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγί‐ ζου· ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες. Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πί‐ | |
5 | νων· καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν· ἁπαξαπλῶς ἐν παντὶ πράγματι. Ὁ γὰρ ἐνταῦθα σταυρωθεὶς, ἐν οὐρανοῖς ἐστιν ἄνω. Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπ‐ έμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι· νυνὶ δὲ ὁ ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς, ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν | |
10 | Ἐλαιῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Ἐντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ’ ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος καὶ λέγον‐ τος· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου. | |
4.15(1t) | ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ. | |
1 | Οὗτος ὁ Ἰησοῦς ὁ ἀναβὰς Χριστὸς ἔρχεται πάλιν | |
ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς. Καὶ εἶπον, οὐκ ἀπὸ γῆς· ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι. Ἤδη γὰρ, καθὼς ἐθεώρησας, ἤρξαντο πολλοὶ λέγειν, ὅτι ἐγώ εἰμι ὁ Χρι‐ | 104 in vol. 1 | |
5 | στός· καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθέναι. Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοι‐ πὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ’ ἐξ οὐρανῶν προσδόκα· ὑπὲρ ἅπα‐ σαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ’ | |
10 | ἀγγέλων δορυφορούμενον, ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βα‐ σιλεύοντα βασιλείαν οὐράνιον, αἰώνιον καὶ ἀτελεύτητον. Ἀ‐ σφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες, τέλος εἶναι τῆς Χριστοῦ βασιλείας. | |
4.16(1t) | ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. | |
1 | Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ὀρθὴν ἔχε περὶ αὐτοῦ γνῶσιν· ἐπειδὴ πολλοί εἰσιν, οἱ ἀλλότριοι τοῦ ἁγίου Πνεύματος, οἱ τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντες. Σὺ δὲ μάνθανε ὅτι ἕν ἐστι τοῦτο τὸ ἅγιον Πνεῦμα, ἀδιαίρετον, πο‐ | |
5 | λυδύναμον· πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζόμενον· τὸ γινῶσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ· τὸ ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν εἴδει περιστερᾶς κατελ‐ θόν· τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν· τὸ καὶ νῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγῖζόν σου τὴν ψυχήν. Οὗ καὶ πᾶσα | |
10 | νοητὴ φύσις χρείαν ἔχει τῆς ἁγιότητος· εἰς ὃ βλασφημῆσαί τις ἐὰν τολμήσῃ, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι· ὅπερ μετὰ Πατρὸς καὶ Υἱοῦ τῆς ἀξίας τιμῇ τε‐ τίμηται, οὗ καὶ χρείαν ἔχουσι θρόνοι καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι. Εἷς γάρ ἐστι Θεὸς, ὁ τοῦ Χριστοῦ πατήρ· καὶ εἷς | 106 in vol. 1 |
15 | Κύριος Ἰησοῦς Χριστὸς ὁ τοῦ μόνου Θεοῦ μονογενὴς Υἱὸς, καὶ ἓν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πάντων ἁγιαστικὸν καὶ θεοποιὸν, τὸ ἐν νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ καινῇ διαθήκῃ λαλῆσαν. | |
4.17 | Ταύτην ἔχε τὴν σφραγίδα ἐν τῇ διανοίᾳ σου πάντοτε, ἥτις νῦν μὲν κατ’ ἀνακεφαλαίωσιν ἀκροθιγῶς σοι εἴρηται. Εἰ δὲ παράσχοι ὁ Κύριος, μετὰ τῆς ἐκ τῶν γραφῶν ἀποδείξεως κατὰ δύναμιν ῥηθήσεται. Δεῖ γὰρ περὶ τῶν θείων καὶ ἁγίων | |
5 | τῆς Πίστεως μυστηρίων, μηδὲ τὸ τυχὸν ἄνευ τῶν θείων παραδί‐ δοσθαι γραφῶν· καὶ μὴ ἁπλῶς πιθανότησι καὶ λόγων κατα‐ σκευαῖς παραφέρεσθαι. Μηδὲ ἐμοὶ τῷ ταῦτά σοι λέγοντι, ἁπλῶς πιστεύσῃς· ἐὰν τὴν ἀπόδειξιν τῶν καταγγελλομένων ἀπὸ τῶν θείων μὴ λάβῃς γραφῶν. Ἡ σωτηρία γὰρ αὕτη τῆς πίστεως | |
10 | ἡμῶν, οὐκ ἐξ εὑρεσιλογίας, ἀλλὰ ἐξ ἀποδείξεως τῶν θείων ἐστὶ γραφῶν. | |
4.18(1t) | ΠΕΡΙ ΑΝΘΡΩΠΙΝΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ. | |
2t | Περὶ Ψυχῆς. | |
1 | Μετὰ δὲ τὴν γνῶσιν τῆς σεμνῆς καὶ ἐνδόξου ταύτης καὶ παναγίας πίστεως, καὶ σεαυτὸν γνῶθι λοιπὸν ὅστις εἶ. Ὅτι διπλοῦς ἄνθρωπος καθέστηκας, ἐκ ψυχῆς τε καὶ σώματος | |
συγκείμενος· καὶ ὅτι, καθὼς πρὸ βραχέος εἴρηται, ὁ αὐτὸς Θεὸς | 108 in vol. 1 | |
5 | καὶ τῆς ψυχῆς καὶ τοῦ σώματός ἐστι δημιουργός. Καὶ γίνωσκε ψυχὴν ἔχειν αὐτεξούσιον, ἔργον Θεοῦ κάλλιστον, κατ’ εἰκόνα τοῦ πεποιηκότος· ἀθάνατον, διὰ τὸν ἀπαθανατίζοντα Θεόν· ζῶον λο‐ γικὸν ἄφθαρτον, διὰ τὸν ταῦτα χαρισάμενον· ἐξουσίαν ἔχον ποιεῖν, ἃ βούλεται. Οὐ γὰρ κατὰ γένεσιν ἁμαρτάνεις, οὔτε κατὰ | |
10 | τύχην πορνεύεις, οὔτε, καθὼς ληροῦσί τινες, αἱ τῶν ἄστρων πλο‐ καὶ ταῖς ἀσελγείαις σε προσέχειν ἀναγκάζουσιν. Τί φεύγων ὁμο‐ λογῆσαι τὰ σεαυτοῦ κακὰ, τοῖς ἀναιτίοις ἄστροις προσγράφεις τὴν αἰτίαν; Μή μοι πρόσεχε λοιπὸν ἀστρολόγοις. Περὶ γὰρ τού‐ των λέγει ἡ θεία γραφή· Στήτωσαν καὶ σωσάτωσάν σε οἱ | |
15 | ἀστρολόγοι τοῦ οὐρανοῦ· καὶ ἑξῆς· Ἰδοὺ πάντες ὡς φρύγανον ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὑ‐ τῶν ἐκ φλογός. | |
4.19 | Μάνθανε δὲ καὶ τοῦτο, ὅτι πρὶν παραγένηται εἰς τόνδε τὸν κόσμον ἡ ψυχὴ, οὐδὲν ἥμαρτεν· ἀλλ’ ἐλθόντες ἀναμάρτητοι, νῦν ἐκ προαιρέσεως ἁμαρτάνομεν. Μή μοι κακῶς τινος ἀκούσῃς ἐξηγουμένου τό, Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ· ἀλλὰ μέμνησο | |
5 | τοῦ λέγοντος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσησθέ μου, μάχαιρα ὑμᾶς κατέδεται, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· Ὥσπερ παρ‐ εστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ | |
10 | δικαιοσύνῃ εἰς ἁγιασμόν· καὶ μέμνησο τῆς γραφῆς λεγούσης· Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει· καὶ ὅτι, τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς καὶ ὅτι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· καὶ τοῦ Θεοῦ πάλιν ἐγκαλοῦντος καὶ λέγοντος· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν | |
15 | ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; | |
4.20 | Ἀθάνατός ἐστιν ἡ ψυχή· καὶ ὁμοῖαι πᾶσαι αἱ ψυχαί εἰσιν ἀνδρῶν τε καὶ γυναικῶν· τὰ γὰρ μέλη τοῦ σώματος δια‐ | |
κέκριται μόνον. Οὐκ ἔστι τάγμα ψυχῶν κατὰ φύσιν ἁμαρτανου‐ σῶν, καὶ τάγμα ψυχῶν κατὰ φύσιν δικαιοπραγουσῶν· ἀλλ’ ἐκ | 110 in vol. 1 | |
5 | προαιρέσεως ἀμφότερα, μονοειδοῦς καὶ ὁμοίας οὔσης ἐν ἅπασι τῆς τῶν ψυχῶν ὑποστάσεως. Οἶδα μὲν οὖν πολλὰ λέγων, καὶ ὡς ὁ καιρὸς ἤδη πολύς ἐστιν· ἀλλὰ τί σωτηρίας προτιμώτερον; Οὐ βούλει καμὼν λαβεῖν ἐφόδια πρὸς τοὺς αἱρετικούς; οὐδὲ θέ‐ λεις γνῶναι τῆς ὁδοῦ τὰς παρεκτροπὰς, ἵνα μὴ κατὰ κρημνὸν ἐξ | |
10 | ἀγνοίας ἐνεχθῆς; Εἰ οἱ διδάσκοντες ἡγοῦνται κέρδος οὐ μικρὸν, τό σε ταῦτα μαθεῖν· σὺ ὁ μανθάνων, ἆρα οὐκ ὀφείλεις ἡδέως δέχεσθαι τῶν λεγομένων τὸ πλῆθος; | |
4.21 | Αὐτεξούσιός ἐστιν ἡ ψυχή· καὶ ὁ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν, οὐκ ἔχει τὴν ἐξουσίαν. Ὑπογράφει σοι πορνείας λογισμόν· ἐὰν θέλῃς, ἐδέξω· ἐὰν μὴ θέλῃς, οὐκ ἐδέξω. Εἰ γὰρ κατ’ ἀνάγκην | |
5 | ἐπόρνευες, καὶ τίνος ἕνεκα τὴν γέενναν ἡτοίμασεν ὁ Θεός; Εἰ κατὰ φύσιν, ἀλλ’ οὐ κατὰ προαίρεσιν ἐδικαιοπράγεις, τίνος ἕνε‐ κεν στεφάνους ἀνεκδιηγήτους ἡτοίμασεν ὁ Θεός; Πρᾷόν ἐστι τὸ πρόβατον, ἀλλ’ οὐδέποτε τοῦτο διὰ τὴν πρᾳότητα ἐστεφανώθη· ἐπει‐ δὴ τὸ πρᾷον οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἐκ φύσεως αὐτῷ πρόσεστιν. | |
4.22(1t) | Περὶ Σώματος. | |
1 | Ἔγνως, ἀγαπητὲ, καθ’ ὅσον ἐγχωρεῖ τέως, τὰ περὶ ψυχῆς· δέξαι κατὰ δύναμιν καὶ τὸν περὶ τοῦ σώματός σου λόγον. Μή τινος τῶν λεγόντων ἀνάσχῃ, ἀλλότριον Θεοῦ τοῦτο εἶναι τὸ σῶμα. Οἱ γὰρ ἀλλότριον [Θεοῦ] εἶναι τὸ σῶμά [τι] πιστεύον‐ | |
5 | τες, [καὶ] ὡς ἐν ἀλλοτρίῳ σκεύει [τὴν ψυχὴν κατοικεῖν] τούτῳ καὶ εἰς πορνείας ἑτοίμως ἀποκέχρηνται. Τί δὲ καὶ κατέγνωσαν τοῦ θαυμασίου τούτου σώματος; Τί μὲν γὰρ ἐν εὐπρεπείᾳ λείπεται; τί δὲ οὐκ ἔστιν ἔντεχνον τῆς κατασκευῆς; Ἆρα οὐκ ἐχρῆν αὐ‐ τοὺς κατανοῆσαι ὀφθαλμῶν μὲν λαμπροτάτην κατάστασιν; ὅπως | 112 in vol. 1 |
10 | δὲ τὰ ὦτα πλαγίως ἐγκείμενα, ἀνεμπόδιστον δέχεται τὴν ἀκοήν; Καὶ ὅπως ἡ ὄσφρησις μέν ἐστι [τῶν ἀτμῶν] διακριτικὴ καὶ τῶν ἀναθυμιάσεων ἀντιληπτική. Ἡ γλῶττα δὲ ὅπως δισσῶν πραγ‐ μάτων ἐστὶ διάκονος, γευστικῆς ἕξεως, καὶ διαλεκτικῆς ἐνεργείας; ὅπως ὁ πνεύμων ἐν ἀποκρύφοις κείμενος, ἄπαυστον ἔχει τοῦ | |
15 | ἀέρος τὴν ἀναπνοήν; Τίς ὁ ἐνθεὶς παλμὸν καρδίας ἀδιάλειπτον; τίς ὁ διελὼν εἰς φλέβας καὶ ἀρτηρίας τοσαύτας; τίς ὁ τοῖς νεύ‐ ροις τὰ ὀστέα σοφῶς ἐνείρας; τίς ὁ τῆς τροφῆς μέρος μὲν εἰς ὑπόστασιν δοὺς, μέρος δὲ εἰς εὐσχήμονα διάκρισιν διακρίνας, καὶ τὰ τῆς ἀσχημοσύνης μέλη ἐν εὐσχημονεστέροις ἀποκρύψας | |
20 | τόποις; Τίς μέλλουσαν ἐκλείπειν τὴν τῶν ἀνθρώπων φύσιν, δι’ εὐτελοῦς κοινωνίας ἀκατάπαυστον συνεστήσατο; | |
4.23 | Μὴ λέγε μοι τὸ σῶμα παραίτιον ἁμαρτίας εἶναι. Εἰ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας αἴτιον, διὰ τί νεκρὸς οὐχ ἁμαρτάνει; Παράθες ξίφος τῇ δεξιᾷ τοῦ τετελευτηκότος ἀρτίως, καὶ φό‐ νος οὐ γίνεται. Διὰ τετελευτηκότος ἀρτίως νέου κάλλη παντοῖα | |
5 | παρερχέσθω, καὶ ἐπιθυμία πορνείας οὐ γίνεται. Διὰ τί; Ἐπειδὴ τὸ σῶμα οὐχ ἁμαρτάνει καθ’ ἑαυτὸ, ἀλλὰ διὰ τοῦ σώματος ἡ ψυχή. Ἐργαλεῖόν ἐστι τὸ σῶμα καὶ ὥσπερ ἱμάτιον καὶ στολὴ ψυχῆς. Κἂν μὲν ὑπὸ ταύτης πορνείᾳ παραδοθῇ, γίνεται ἀκά‐ θαρτον· ἐὰν δὲ ἁγίᾳ ψυχῇ συνοικήσῃ, γίνεται ναὸς ἁγίου Πνεύ‐ | |
10 | ματος. Οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλὰ Παῦλος ὁ Ἀπόστολος εἴρη‐ κεν, Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Φεῖσαι τοίνυν τοῦ σώματος, ὡς ναοῦ Πνεύ‐ | |
ματος ἁγίου τυγχάνοντος. Μὴ φύρῃς ἐν πορνείαις τὴν σάρκα σου· μὴ μολύνῃς σου τὴν καλλίστην ταύτην στολήν. Εἰ δὲ καὶ ἐμό‐ | 114 in vol. 1 | |
15 | λυνας, ἀπόπλυνε νῦν διὰ μετανοίας· ἀπολούσεως γὰρ ὁ καιρός. | |
4.24 | Καὶ τὸν περὶ σωφροσύνης λόγον, προηγουμένως μὲν ἀκουέτω τῶν μοναζόντων καὶ τῶν παρθένων τάγμα, τῶν τὸν ἰσάγ‐ γελον βίον ἐν κόσμῳ κατορθούντων· [ἑπομένως δὲ καὶ ὁ λοιπὸς τῆς Ἐκκλησίας λαός]. Μέγας ὑμῖν ἀπόκειται στέφανος, ἀδελφοί· | |
5 | μὴ μικρᾶς ἡδονῆς ἀντικαταλλάξητε μεγάλην ἀξίαν. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Ἐν ταῖς ἀγγελικαῖς βίβλοις λοιπὸν ἐγγραφεὶς, διὰ τὴν πρόθεσιν τῆς σω‐ φροσύνης, βλέπε μὴ πάλιν ἐξαλειφθῇς, διὰ τὴν πορνικὴν ἐργασίαν. | |
4.25 | Μὴ δ’ αὖ πάλιν κατορθῶν τὴν σωφροσύνην, τυφωθῇς κατὰ τῶν ὑποβεβηκότων ἐν γάμῳ. Τίμιος γὰρ ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, ὥς φησιν ὁ Ἀπόστολος. Καὶ σὺ ὁ τὴν ἁγνείαν ἔχων, ἆρα οὐκ ἐκ τῶν γεγαμηκότων ἐγεννήθης; Μὴ γὰρ ὅτι χρυ‐ | |
5 | σίου κτῆσιν ἔχεις, τὸ ἀργύριον ἀποδοκίμαζε. Ἀλλ’ εὐέλπιδες ἔστωσαν καὶ οἱ ἐν γάμῳ νομίμως τῷ γάμῳ χρώμενοι· οἱ γάμον ἔνθεσμον, ἀλλὰ μὴ τοῦτον ἀσελγῆ κατασκευάζοντες, διὰ τὴν ἄμετρον ἐξουσίαν· οἱ γινώσκοντες καιροὺς ἀνέσεως, ἵνα σχολά‐ ζωσι τῇ προσευχῇ· οἱ μετὰ τῶν ἐνδυμάτων καθαρὰ προσφέρον‐ | |
10 | τες ἐν ταῖς Συνάξεσιν εἰς ἐκκλησίαν τὰ σώματα· οἱ διὰ τὸ τεκνο‐ γονεῖν, ἀλλ’ οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες. | |
4.26 | Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπερι‐ ενεχθέντας μὴ ἀποδοκιμαζέτωσαν. Καλὸν μὲν γὰρ ἡ ἐγκράτεια καὶ θαυμάσιον· συγγνωστὸν δὲ καὶ τῷ δευτέρῳ γάμῳ προσελ‐ θεῖν, ἵνα μὴ πορνεύσωσιν οἱ ἀσθενεῖς. Καλὸν μὲν γὰρ αὐτοῖς, | |
5 | ἐὰν μείνωσιν ὡς κἀγώ, φησὶν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐγκρα‐ τεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυ‐ ροῦσθαι. Τὰ δὲ λοιπὰ πάντα ἐξοριζέσθω μακρὰν, πορνεία, μοιχεία καὶ πᾶν τὸ τῆς ἀκολασίας εἶδος. Τετηρήσθω δὲ τὸ σῶμα τῷ Κυρίῳ καθαρὸν, ἵνα καὶ ὁ Κύριος ἐπιβλέψῃ τῷ | 116 in vol. 1 |
10 | σώματι. | |
4.27(1t) | Περὶ βρωμάτων. | |
1 | Τρεφέσθω δὲ τὸ σῶμα σιτίοις, ἵνα ζῇ καὶ ἀνεμπο‐ δίστως ὑπηρετῇ· οὐ μὴν ἵνα πρὸς τρυφὰς ἐκδοθῇ. Καὶ περὶ τροφῶν δὲ ὑμῖν ἔστω ταῦτα τὰ δόγματα· ἐπειδὴ πολλοὶ καὶ περὶ τὰ βρώματα πταίουσιν. Οἱ μὲν γὰρ τοῖς εἰδωλοθύτοις ἀδια‐ | |
5 | φόρως προσέρχονται· οἱ δὲ ἀσκοῦσι μὲν, κατακρίνουσι δὲ τοὺς ἐσθίοντας. Καὶ διαφόρως ἐν τῷ περὶ βρωμάτων λόγῳ τινῶν ἡ ψυχὴ μολύνεται, ἀγνοούντων τοῦ ἐσθίειν καὶ μή τε τὰς ἐπω‐ φελεῖς αἰτίας. Νηστεύομεν γὰρ οἴνου τε καὶ κρεῶν ἀπεχόμε‐ νοι, οὐχ ὡς βδελύγματα μισοῦντες, ἀλλὰ τὸν μισθὸν προσδο‐ | |
10 | κῶντες· ἵνα αἰσθητῶν ὑπεριδόντες, ἀπολαύσωμεν πνευματικῆς καὶ νοητῆς τραπέζης· καὶ ἵνα νῦν σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλ‐ λιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ τοίνυν καταφρόνει τῶν ἐσθιόντων καὶ διὰ τῶν σωμάτων ἀσθένειαν μεταλαμβα‐ νόντων. Μηδὲ ψέγε τοὺς ὀλίγῳ οἴνῳ χρωμένους, διὰ τὸν στό‐ | |
15 | μαχον καὶ τὰς πυκνὰς ἀσθενείας· καὶ μήτε αὐτοὺς ὡς ἁμαρτω‐ λοὺς κατακρίνῃς. Μήτε ὡς ἀλλότρια μίσει τὰ κρέα· οἶδε γάρ τινας τοιούτους ὁ Ἀπόστολος λέγων· Κωλυόντων γαμεῖν, ἀπέ‐ χεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχα‐ ριστίας τοῖς πιστοῖς. Ἀπεχόμενος τοίνυν τούτων, μὴ ὡς βδε‐ | |
20 | λυκτῶν ἀπέχου, ἐπεὶ μισθὸν οὐκ ἔχεις· ἀλλ’ ὡς καλῶν ὄντων | |
ὑπερφρόνει, διὰ τὰ προκείμενα νοητὰ καλλίονα. | 118 in vol. 1 | |
4.28 | Ἀσφάλισαί σου τὴν ψυχὴν, μή ποτέ τι φάγῃς τῶν τοῖς εἰδώλοις προσενεχθέντων. Περὶ γὰρ [τούτων] τῶν βρωμά‐ των, οὐκ ἐμοὶ νῦν μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἀποστόλοις καὶ Ἰακώβῳ τῷ ταύτης τῆς ἐκκλησίας ἐπισκόπῳ σπουδὴ γέγονεν. Καὶ | |
5 | γράφουσιν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἔθνεσι καθολικὴν ἐπιστολὴν, προηγουμένως τῶν εἰδωλοθύτων ἀπέχεσθαι, ἔπειτα δὲ καὶ αἵματος, καὶ πνικτοῦ. Πολλοὶ γὰρ τῶν ἀνθρώπων θηριώδεις ὄντες καὶ κυνῶν δίκην ζῶντες, τὸ μὲν αἷμα λάπτου‐ σιν, ἀγριωτάτων θηρίων τρόπον μιμούμενοι· τὰ πεπνιγμένα | |
10 | δὲ κατεσθίουσιν ἀφειδῶς. Σὺ δὲ ὁ τοῦ Χριστοῦ δοῦλος, ἐσ‐ θίων ἔχε τὸ μετ’ εὐλαβείας ἐσθίειν. Καὶ περὶ μὲν βρωμάτων αὐτάρκως. | |
4.29(1t) | Περὶ Ἐνδύματος. | |
1 | Ἔνδυσις δέ σοι λιτὴ περικείσθω, μὴ πρὸς καλλω‐ πισμὸν, ἀλλὰ πρὸς ἀναγκαίαν σκέπην· μηδὲ ἵνα χαυνωθῇς, ἀλλ’ ἵνα ἐν χειμῶνι θερμανθῇς, καὶ τοῦ σώματος τὴν ἀσχημοσύνην καλύπτῃς· μὴ προφάσει τοῦ τὴν ἀσχημοσύνην καλύπτειν, ταῖς | |
5 | περιέργοις στολαῖς εἰς ἑτέραν ἀσχημοσύνην ἐμπέσῃς. | |
4.30(1t) | Περὶ τῆς Ἀναστάσεως. | |
1 | Φείδου μοι, παρακαλῶ, τοῦ σώματος τούτου, καὶ γί‐ νωσκε ὅτι ἐκ νεκρῶν ἐγερθήσῃ, μετὰ τοῦ σώματος τούτου κρι‐ θησόμενος. Εἰ δέ σοί τις ἀπιστίας λόγος ὑπεισέρχεται, ὡς ἀδυνάτου τοῦ πράγματος τυγχάνοντος· ἐκ τῶν καθ’ ἑαυτὸν σκό‐ | |
5 | πει τὰ μὴ φαινόμενα. Σὺ γὰρ αὐτὸς, εἰπέ μοι, πρὸ ἑκατὸν ἢ πλειόνων ἐτῶν, λόγισαι ποῦ ἦσθα; Ἐκ ποίας δὲ σμικροτάτης· | |
καὶ εὐτελεστάτης ὑποστάσεως, εἰς τοσοῦτον ἡλικίας μέγεθος καὶ τοσαύτην ὡραιότητος ἀξίαν κατέστης; Εἶτα, ὁ τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγὼν, τὸ ὂν ἤδη καὶ διαπεσὸν αὖθις ἀναστῆσαι | 120 in vol. 1 | |
10 | οὐ δύναται; Ὁ τὸν δι’ ἡμᾶς σπειρόμενον σῖτον, κατ’ ἐνιαυτὸν νεκρούμενον ἐγείρων· ἆρα ἡμᾶς αὐτοὺς, δι’ οὓς κἀκεῖνος ἐγή‐ γερται, δυσκόλως ἀναστήσει; Ὁρᾷς ὅπως τὰ δένδρα νῦν ἐπὶ τοσούτοις μησὶν ἄκαρπα καὶ ἄφυλλα καθέστηκεν· ἀλλὰ ὅλα, τοῦ χειμῶνος παρελθόντος, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιοῖ. Οὐ | |
15 | πολλῷ μᾶλλον ἡμεῖς καὶ εὐκοπώτερον ἀναζήσομεν; Ῥάβδος Μω‐ σέως εἰς φύσιν ὄφεως ἀνοίκειον βουλῇ Θεοῦ μετεβλήθη· καὶ ἄνθρωπος, ὁ πεσὼν εἰς θάνατον, πάλιν εἰς ἑαυτὸν οὐκ ἀποκαθ‐ ίσταται; | |
4.31 | Μὴ πρόσεχε τοῖς λέγουσιν ὅτι οὐκ ἐγείρεται τὸ σῶ‐ μα τοῦτο. Ἐγείρεται γάρ· καὶ μάρτυς Ἡσαΐας λέγων, Ἀναστή‐ σονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καί, Πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, κατὰ τὸν | |
5 | Δανιήλ· οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. Ἀλλὰ τὸ μὲν ἀναστῆναι, πάντων ἐστὶν ἀνθρώπων· οὐχ ὁμοία δὲ πᾶσιν ἡ ἀνάστασις. Πάντες μὲν γὰρ αἰώνια λαμβάνομεν τὰ σώ‐ ματα, ἀλλ’ οὐχ ὅμοια ἅπαντες. Οἱ δίκαιοι μὲν γὰρ, ἵνα διαιωνί‐ ζοντες ἀγγέλοις συγχορεύσωσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἵνα εἰς | |
10 | αἰῶνας τῶν ἁμαρτημάτων ὑπομείνωσι τὴν βάσανον. | 122 in vol. 1 |
4.32(1t) | Περὶ Λουτροῦ. | |
1 | Διὰ τοῦτο προλαβὼν κατὰ φιλανθρωπίαν ὁ Κύριος λουτροῦ μετάνοιαν ἔδωκεν, ἵνα τὸ πολὺ τῶν ἁμαρτιῶν, μᾶλλον δὲ τὸ πᾶν φορτίον ἀποῤῥίψαντες καὶ ἁγίῳ Πνεύματι τὴν σφρα‐ γίδα λαβόντες, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου. Ἀλλὰ περὶ | |
5 | τοῦ λουτροῦ πρώην αὐτάρκως εἰρηκότες, ἐπὶ τὰ λείποντα τῶν εἰσαγωγικῶν μαθημάτων λοιπὸν ἔλθωμεν. | |
4.33(1t) | ΠΕΡΙ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ. | |
1 | Ταῦτα δὲ διδάσκουσιν ἡμᾶς οἱ θεόπνευστοι γραφαὶ τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης. Εἷς γάρ ἐστιν ὁ τῶν δύο διαθηκῶν Θεὸς, ὁ τὸν ἐν τῇ καινῇ φανέντα Χριστὸν ἐν τῇ πα‐ λαιᾷ προκαταγγείλας· ὁ διὰ νόμου καὶ προφητῶν εἰς Χριστὸν | |
5 | παιδαγωγήσας. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα· καὶ ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χρι‐ στόν. Κἄν ποτε τῶν αἱρετικῶν ἀκούσῃς τινὸς βλασφημοῦντος νόμον ἢ προφήτας, ἀντίφθεγξαι τὴν σωτήριον φωνὴν, λέγων· Οὐκ ἦλθεν Ἰησοῦς καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ | |
10 | φιλομαθῶς ἐπίγνωθι, καὶ παρὰ τῆς Ἐκκλησίας, ποῖαι μέν εἰσιν αἱ τῆς παλαιᾶς διαθήκης βίβλοι, ποῖαι δὲ τῆς καινῆς. Καί μοι μηδὲν τῶν ἀποκρύφων ἀναγίνωσκε. Ὁ γὰρ τὰ παρὰ πᾶσιν ὁμο‐ λογούμενα μὴ εἰδὼς, τί περὶ τὰ ἀμφιβαλλόμενα ταλαιπωρεῖς μά‐ την; Ἀναγίνωσκε τὰς θείας γραφὰς, τὰς εἴκοσι δύο βίβλους | |
15 | τῆς παλαιᾶς διαθήκης ταύτας, τὰς ὑπὸ τῶν ἑβδομήκοντα δύο | |
Ἑρμηνευτῶν ἑρμηνευθείσας. | 124 in vol. 1 | |
4.34 | Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνων βασιλέως τελευτή‐ σαντος καὶ τῆς βασιλείας εἰς τέσσαρας διαιρεθείσης ἀρχὰς, εἴς τε τὴν Βαβυλωνίαν καὶ τὴν Μακεδονίαν, Ἀσίαν τε καὶ τὴν Αἴ‐ γυπτον· εἷς τῶν τῆς Αἰγύπτου βασιλευόντων, Πτολεμαῖος ὁ Φι‐ | |
5 | λάδελφος, φιλολογώτατος γενόμενος βασιλεὺς καὶ τὰς κατὰ παν‐ ταχοῦ βίβλους συναθροίζων, παρὰ Δημητρίου τοῦ Φαληρέως, τοῦ τῆς βιβλιοθήκης προνοητοῦ, περὶ τῶν νομικῶν καὶ προφητι‐ κῶν θείων γραφῶν ἐπακούσας· καὶ πολὺ κάλλιον κρίνας, οὐ παρὰ ἀκόντων ἀναγκαστῶς τὰ βιβλία κτήσασθαι, ἀλλ’ ἐξιλεώσασθαι | |
10 | δώροις μᾶλλον καὶ φιλίᾳ τοὺς ἔχοντας· καὶ γινώσκων, ὅτι τὸ μὲν ἀναγκαστὸν δολοῦται πολλάκις, ἀπροαιρέτως διδόμενον· τὸ δὲ ἐκ προαιρέσεως παρεχόμενον σὺν ἀληθείᾳ τῇ πάσῃ δωρεῖται· Ἐλεαζάρῳ τῷ τότε ἀρχιερεῖ πλεῖστα δῶρα πέμψας εἰς τὸν ἐν‐ ταῦθα τῶν Ἱεροσολύμων ναὸν, ἓξ κατὰ φυλὴν τῶν δώδεκα τοῦ | |
15 | Ἰσραὴλ φυλῶν, πρὸς ἑαυτὸν εἰς ἑρμηνείαν ἐποίησεν ἀποστεῖλαι. Εἶτα καὶ τοῦ, θείας ἢ μὴ τὰς βίβλους εἶναι λαμβάνων ἀπό‐ πειραν, καὶ πρὸς τὸ μὴ συνδυάσαι πρὸς ἀλλήλους τοὺς ἀπο‐ σταλέντας ὑποπτεύσας· ἐν τῇ λεγομένῃ Φάρῳ, τῇ πρὸς Ἀλεξάν‐ δρειαν κειμένῃ, τῶν παραγενομένων ἑρμηνευτῶν ἑκάστῳ ἴδιον | |
20 | οἶκον ἀπονείμας, ἑκάστῳ πάσας τὰς γραφὰς ἐπέτρεψεν ἑρμηνεῦ‐ σαι. Τούτων δὲ ἐν ἑβδομήκοντα [καὶ] δύο ἡμέραις τὸ πρᾶγμα πληρωσάντων, τὰς ὁμοῦ πάντων ἑρμηνείας, ἃς κατὰ διαφόρους οἴκους ἀλλήλοις μὴ προσιέντες ἐποιήσαντο, συναγαγὼν ἐπὶ τὸ | |
αὐτό, οὐ μόνον ἐν νοήμασιν, ἀλλὰ καὶ ἐν λέξεσιν εὗρεν συμ‐ | 126 in vol. 1 | |
25 | φώνους. Οὐ γὰρ εὑρεσιλογία καὶ κατασκευὴ σοφισμάτων ἀν‐ θρωπίνων ἦν τὸ γινόμενον· ἀλλ’ ἐκ Πνεύματος ἁγίου ἡ τῶν ἁγίῳ Πνεύματι λαληθεισῶν θείων γραφῶν ἑρμηνεία συνετελεῖτο. | |
4.35 | Τούτων τὰς εἴκοσι δύο βίβλους ἀναγίνωσκε· πρὸς δὲ τὰ ἀπόκρυφα μηδὲν ἔχε κοινόν. Ταύτας μόνας μελέτα σπου‐ δαίως, ἃς καὶ ἐν Ἐκκλησίᾳ μετὰ παῤῥησίας ἀναγινώσκομεν. Πολύ σου φρονιμώτεροι καὶ εὐλαβέστεροι ἦσαν οἱ ἀπόστολοι καὶ | |
5 | οἱ ἀρχαῖοι ἐπίσκοποι, οἱ τῆς Ἐκκλησίας προστάται, οἱ ταύτας παραδόντες. Σὺ οὖν, τέκνον τῆς Ἐκκλησίας ὢν, μὴ παραχάραττε τοὺς θεσμούς. Καὶ τῆς μὲν παλαιᾶς διαθήκης, καθὼς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους· ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομαστὶ μεμνῆσθαι σπούδασον. Τοῦ νόμου μὲν | |
10 | γάρ εἰσιν αἱ Μωσέως πρῶται πέντε βίβλοι, Γένεσις, Ἔξοδος, Λευιτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον· ἑξῆς δὲ, ἡ Ἰησοῦ υἱοῦ Ναυῆ· καὶ τὸ τῶν Κριτῶν βιβλίον μετὰ τῆς Ῥοὺθ, ἕβδομον ἀριθμούμενον. Τῶν δὲ λοιπῶν ἱστορικῶν βιβλίων, ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Βασιλειῶν μία παρ’ Ἑβραίοις ἐστὶ βίβλος· μία | |
15 | δὲ καὶ ἡ τρίτη καὶ ἡ τετάρτη. Ὁμοίως δὲ παρ’ αὐτοῖς καὶ τῶν Παραλειπομένων ἡ πρώτη καὶ ἡ δευτέρα μία τυγχάνει βίβλος· καὶ τοῦ Ἔσδρα ἡ πρώτη καὶ ἡ δευτέρα μία λελόγισται· δωδε‐ κάτη δὲ βίβλος ἡ Ἐσθήρ. Καὶ τὰ μὲν ἱστορικὰ ταῦτα. Τὰ δὲ στιχηρὰ τυγχάνει πέντε· Ἰὼβ, καὶ βίβλος Ψαλμῶν, καὶ Πα‐ | |
20 | ροιμίαι, καὶ Ἐκκλησιαστὴς, καὶ Ἆισμα ᾀσμάτων ἑπτακαιδέκατον βιβλίον. Ἐπὶ δὲ τούτοις τὰ προφητικὰ πέντε· τῶν δώδεκα προ‐ φητῶν μία βίβλος, καὶ Ἡσαΐου μία, καὶ Ἱερεμίου μετὰ Βαροὺχ, καὶ Θρήνων, καὶ Ἐπιστολῆς· εἶτα Ἱεζεκιὴλ, καὶ ἡ τοῦ Δανιὴλ, εἰκοστηδευτέρα βίβλος τῆς παλαιᾶς διαθήκης. | |
4.36 | Τῆς δὲ καινῆς διαθήκης, τὰ τέσσαρα μόνα εὐαγ‐ | |
γελία· τὰ δὲ λοιπὰ ψευδεπίγραφα καὶ βλαβερὰ τυγχάνει. Ἔγρα‐ ψαν καὶ Μανιχαῖοι κατὰ Θωμᾶν εὐαγγέλιον, ὅπερ εὐωδίᾳ τῆς εὐαγγελικῆς ἐπωνυμίας ἐπικεχρωσμένον, διαφθείρει τὰς ψυχὰς | 128 in vol. 1 | |
5 | τῶν ἁπλουστέρων. Δέχου δὲ καὶ τὰς Πράξεις τῶν δώδεκα ἀπο‐ στόλων. Πρὸς τούτοις δὲ καὶ τὰς ἑπτὰ, Ἰακώβου, καὶ Πέτρου, καὶ Ἰωάννου, καὶ Ἰούδα καθολικὰς ἐπιστολάς· ἐπισφράγισμα δὲ τῶν πάντων, καὶ μαθητῶν τὸ τελευταῖον, τὰς Παύλου δε‐ κατέσσαρας ἐπιστολάς. Τὰ δὲ λοιπὰ πάντα, ἐν δευτέρῳ κείσθω. | |
10 | Καὶ ὅσα [μὲν] ἐν ἐκκλησίαις μὴ ἀναγινώσκεται, ταῦτα μηδὲ κατὰ σαυτὸν ἀναγίνωσκε, καθὼς ἤκουσας. Καὶ τὰ μὲν περὶ τούτων, ταῦτα. | |
4.37 | Φεῦγε δὲ πᾶσαν διαβολικὴν ἐνέργειαν, καὶ μὴ πείθου τῷ δράκοντι τῷ ἀποστάτῃ, ὃς ἐξ ἀγαθῆς ὑποστάσεως αὐτοπρο‐ αίρετον ἔσχε τὴν μεταβολήν· ὃς ἀναπεῖσαι μὲν δύναται τοὺς θέ‐ λοντας, ἀναγκάσαι δὲ οὐδένα. Καὶ μήτε ἀστρολογίαις, μήτε | |
5 | ὀρνεοσκοπίαις, μήτε κλῃδόσι πρόσεχε, μηδὲ ταῖς μυθώδεσι τῶν Ἑλλήνων μαντείαις. Φαρμακίαν, καὶ ἐπαοιδίαν, καὶ τὰ νε‐ κυομαντειῶν παρανομώτατα πράγματα, μηδὲ μέχρις ἀκοῆς παρα‐ δέχου. Ἀπόστηθι παντὸς ἀκολασίας εἴδους, μήτε γαστριμαρ‐ γῶν, μήτε φιληδονῶν, ὑπεράνω τε φιλαργυρίας ἁπάσης καὶ τοῦ | |
10 | τοκίζειν γενόμενος. Μήτε δὲ θεωριῶν ἐθνικοῖς ἀθροίσμασι παράβαλλε· μήτε ἐπιδέσμασιν ἐν νόσοις χρήσῃ ποτέ. Ἀποστρέ‐ | |
φου δὲ πᾶσαν καὶ τοῦ καπηλοδυτεῖν χυδαιότητα. Καὶ μήτε εἰς Σαμαρειτισμὸν ἢ Ἰουδαισμὸν ἐκπέσῃς· ἐλυτρώσατο γάρ σε λοι‐ πὸν Ἰησοῦς ὁ Χριστός. Πάσης σαββάτων παρατηρήσεως ἀπό‐ | 130 in vol. 1 | |
15 | στηθι· καὶ τοῦ, κοινὸν ἢ ἀκάθαρτον λέγειν τι εἶναι τῶν ἀδια‐ φόρων βρωμάτων. Ἐξαιρέτως δὲ μίσει πάντα τὰ συνέδρια τῶν παρανόμων αἱρετικῶν. Καὶ παντοίως τὴν σεαυτοῦ ψυχὴν ἀσφα‐ λίζου, νηστείαις, προσευχαῖς, ἐλεημοσύναις, καὶ θείων λογίων ἀναγνώσμασιν, ἵνα μετὰ σωφροσύνης καὶ δογμάτων εὐσεβῶν, | |
20 | τὸν ἐπίλοιπον ἐν σαρκὶ βιώσας χρόνον, τῆς μιᾶς τοῦ λουτροῦ σω‐ τηρίας ἀπολαύσῃς· στρατολογηθεὶς δὲ οὕτως ἐν οὐρανίαις στρα‐ τιαῖς τῷ Πατρὶ καὶ Θεῷ, καὶ τῶν οὐρανίων καταξιωθῇς στε‐ φάνων· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 132 in vol. 1 | |
5t | ΚΑΤΗΧΗΣΙΣ Εʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Καὶ ἀνά‐ γνωσις ἐκ τῆς πρὸς Ἑβραίους· Ἔστι δὲ πίστις ἐλπιζομένων | |
5 | ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, καὶ τὰ ἑξῆς. | |
5.1 | Ἡλίκον ὑμῖν ἀξίωμα δίδωσιν ὁ Κύριος, ἀπὸ [τοῦ] Κατηχουμένων τάγματος εἰς τὸ τῶν Πιστῶν μετατιθεμένοις. Παῦλος ὁ ἀπόστολος παριστάς φησι, Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Θεοῦ | |
5 | γὰρ πιστοῦ καλουμένου, καὶ σὺ ταύτην τὴν προσηγορίαν λαμ‐ βάνεις, μέγα λαμβάνων ἀξίωμα. Ὥσπερ γὰρ καλεῖται ὁ Θεὸς ἀγαθὸς, καὶ δίκαιος, καὶ παντοκράτωρ, καὶ δημιουργὸς τῶν ὅλων, οὕτω καὶ πιστός. Λόγισαι τοίνυν εἰς ὁποῖον ἀξίωμα ἀναβαίνεις, Θεοῦ μέλλων προσηγορίας γίνεσθαι κοινωνός. | |
5.2 | Ὧδε οὖν ζητεῖται λοιπὸν, ἵνα τις ἐξ ὑμῶν πιστὸς ἐκ συνειδήσεως εὑρεθῇ. Ἄνδρα γὰρ πιστὸν ἔργον ἐστὶν εὑρεῖν· οὐκ ἵνα ἐμοὶ δείξῃς σου τὴν συνείδησιν, (οὐ γὰρ ὑπὸ ἀνθρω‐ πίνης ἡμέρας ἀνακρίνεσθαι μέλλεις) ἀλλ’ ἵνα τῷ Θεῷ δείξῃς τῆς | |
5 | πίστεως τὸ ἄδολον, τῷ ἐτάζοντι νεφροὺς καὶ καρδίας, καὶ γινώσκοντι τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. Μέγα τι πρᾶγμά ἐστι πιστὸς ἀνὴρ, παντὸς πλουσίου τυγχάνων πλουσιώτερος. Τοῦ πιστοῦ γὰρ ὅλος ὁ κόσμος τῶν χρημάτων, τῷ ὑπερφρονεῖν αὐτὰ καὶ καταπατεῖν. Οἱ μὲν γὰρ κατὰ τὸ φαινόμενον πλουτοῦντες, καὶ | 134 in vol. 1 |
10 | πολλὰ κεκτημένοι πένητές εἰσι τὴν ψυχήν· ὅσῳ γὰρ πολλὰ συν‐ άγουσι, τοσούτῳ τῇ τῶν λειπόντων ἐπιθυμίᾳ τήκονται. Ὁ δὲ πιστὸς ἀνὴρ, τὸ παραδοξότατον, ἐν πενίᾳ πλουτεῖ· εἰδὼς γὰρ ὅτι δεῖ μόνον ἔχειν σκεπάσματα καὶ τροφὰς, καὶ τούτοις ἀρ‐ κούμενος, πεπάτηκε τὸν πλοῦτον. | |
5.3 | Καὶ οὐ παρ’ ἡμῖν γε μόνοις, τοῖς τὴν τοῦ Χριστοῦ προσηγορίαν ἔχουσιν, μέγα τὸ τῆς πίστεώς ἐστιν ἀξίωμα· ἀλλὰ γὰρ καὶ πάντα τὰ ἐν τῷ κόσμῳ τελούμενα, καὶ τὰ ὑπὸ τῶν ἀλ‐ λοτρίων τῆς Ἐκκλησίας, τῇ πίστει τελεῖται. Πίστει γαμικοὶ νό‐ | |
5 | μοι τοὺς ἀπεξενωμένους συνάπτουσιν εἰς ταὐτόν· καὶ ἄνθρωπος ἀλλότριος σωμάτων καὶ χρημάτων [ἀλλοτρίων], διὰ τὴν ἐν γα‐ μικοῖς συμβολαίοις πίστιν, γίνεται κοινωνός. Πίστει καὶ γεωργία συνίσταται· ὁ γὰρ μὴ πιστεύων λήψεσθαι καρποφορίαν, οὐχ ὑπομένει τοὺς καμάτους. Πίστει θαλαττεύοντες ἄνθρωποι, μι‐ | |
10 | κροτάτῳ ξύλῳ πιστεύσαντες, τὴν ἄστατον τῶν κυμάτων φορὰν τοῦ στεῤῥοτάτου στοιχείου, τῆς γῆς, ἀντικαταλλάττονται· ἀδήλοις ἑαυτοὺς ἐπιδιδόντες ἐλπίσι, καὶ πάσης ἀγκύρας ἀσφαλεστέραν ἐπαγόμενοι τὴν πίστιν. Κατὰ πίστιν συνέστηκε τοίνυν τὰ πλεῖστα τῶν ἀνθρώπων πράγματα· καὶ οὐ παρ’ ἡμῖν μόνοις τοῦτο πε‐ | |
15 | πίστευται, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν, καθὼς εἴρηται· κἂν γὰρ μὴ δέχωνται τὰς γραφὰς, οἰκεῖα δέ τινα προσφέρωσι διδάγματα, πίστει κἀκεῖνα παραδέχονται. | |
5.4 | Ἐπὶ τὴν πίστιν ὑμᾶς τὴν ἀληθῆ καλεῖ καὶ ἡ σήμερον ἀνάγνωσις γενομένη, τὴν ὁδὸν ὑμῖν παραστήσασα, πῶς δεῖ τῷ Θεῷ καὶ ὑμᾶς εὐαρεστῆσαι· φησὶ γὰρ, ὅτι χωρὶς πίστεως ἀδύ‐ | |
νατόν ἐστιν εὐαρεστῆσαι. Πότε γὰρ προθήσεται ἄνθρωπος | 136 in vol. 1 | |
5 | δουλεῦσαι τῷ Θεῷ, μὴ πιστεύων, ὅτι γίνεται μισθαποδότης; πότε παρθενεύσει κόρη, καὶ σωφρονήσει νέος, μὴ πιστεύων, ὅτι τῆς ἁγνείας ἀμάραντός ἐστι στέφανος; Ὀφθαλμὸς πάσης συνειδή‐ σεως φωτιστικός ἐστιν ἡ πίστις, καὶ συνέσεως ἐμποιητικός. Λέ‐ γει γὰρ ὁ προφήτης· Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. | |
10 | Ἐμφράττει στόματα λεόντων ἡ πίστις, κατὰ τὸν Δανιήλ· φησὶ γὰρ ἡ γραφὴ περὶ αὐτοῦ, ὅτι ἀνηνέχθη Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ Θεῷ αὐτοῦ· Ἔστι τι τοῦ διαβόλου δεινότερον; ἀλλὰ καὶ πρὸς τοῦτον οὐδὲν ἕτερον ὅπλον ἔχομεν ἢ τὴν πίστιν, ἀσώματον θυ‐ | |
15 | ρεὸν κατ’ ἐχθροῦ μὴ φαινομένου. Ἀποστέλλει μὲν γὰρ βέλη ποικίλα καὶ κατατοξεύει ἐν σκοτομήνῃ τοὺς μὴ νήφοντας· ἀλλ’ ἐπειδὴ μὴ φαίνεται ὁ ἐχθρὸς, περίβλημα κραταιὸν ἔχομεν τὴν πίστιν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ | |
20 | Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Πεπυρωμένον πολλάκις βέλος ἐπιθυμίας αἰσχρᾶς ἡδονῆς ἐκ διαβόλου πέμπεται· ἀλλ’ ἡ πίστις ὑπογράφουσα τὴν κρίσιν, καταψύξασα τὸν νοῦν, σβέννυσι τὸ βέλος. | |
5.5 | Καὶ πολὺς ὁ περὶ τῆς πίστεως λόγος, καὶ οὐκ ἀρκε‐ τὸς ἡμῖν ὁ πᾶς τῆς ἡμέρας διηγουμένοις χρόνος. Αὐτάρκης δὲ νῦν τέως ἡμῖν ἔστω τῶν ἐκ τῆς παλαιᾶς τύπων μόνος Ἀβραὰμ, ἐπειδὴ κἀκείνου γεγόναμεν υἱοὶ διὰ τῆς πίστεως. Ἐκεῖνος οὐκ | |
5 | ἐξ ἔργων μόνον ἐδικαιώθη, ἀλλ’ ἐκ πίστεως. Πολλὰ μὲν γὰρ | |
κατώρθωσεν· ἀλλ’ οὐδέ ποτε φίλος Θεοῦ ἐκλήθη, ἀλλ’ ὅτε ἐπί‐ στευσε. Καὶ πᾶν δὲ ἔργον αὐτοῦ κατὰ πίστιν τετέλεσται. Κατ‐ έλιπε γονέας διὰ πίστιν· κατέλιπε πατρίδα, καὶ χώραν καὶ οἰκίαν διὰ τὴν πίστιν. Ὥσπερ οὖν ἐκεῖνος ἐδικαιώθη, καὶ σὺ | 138 in vol. 1 | |
10 | δικαιώθητι. Νεκρὸς ἦν λοιπὸν τῷ σώματι πρὸς τεκνογονίαν· πρεσβύτης γὰρ ἦν, καὶ πρεσβύτιδα λοιπὸν ἔσχε τὴν γαμετὴν Σάῤῥαν, καὶ τεκνογονίας ἐλπὶς οὐδεμία κατελείπετο. Ὁ Θεὸς τῷ πρεσβύτῃ τεκνογονίαν ἐπαγγέλλεται· καὶ μὴ ἀσθενήσας τῇ πί‐ στει ὁ Ἀβραὰμ, καὶ κατανοήσας τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρω‐ | |
15 | μένον· οὐ τῇ τοῦ σώματος ἀσθενείᾳ, ἀλλὰ τῇ δυνάμει τοῦ ἐπαγγέλλοντος προσέχων, πιστὸν ἡγησάμενος τὸν ἐπαγγειλάμενον, ὥσπερ ἐκ νενεκρωμένων σωμάτων παραδόξως τὸ τέκνον ἐκτήσατο. Καὶ μετὰ τὸ κτήσασθαι κελευσθεὶς προσενέγκαι τὸν υἱὸν, [καὶ τοίγε ἀκούσας τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,] προσ‐ | |
20 | έφερε τὸν υἱὸν τὸν μονογενῆ τῷ Θεῷ, πιστεύσας ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. Καὶ συμποδίσας τὸν υἱὸν καὶ τοῖς ξύλοις ἐπιθεὶς, τῇ προαιρέσει μὲν προσήνεγκεν, ἀγαθωσύνῃ δὲ Θεοῦ τὸν υἱὸν ἔλαβε ζῶντα, ἀμνὸν αὐτῷ παραδόντος ὑπὲρ τοῦ τέκνου. Ἐπὶ τούτοις πιστὸς ὢν, ἐσφραγίσθη εἰς δικαιο‐ | |
25 | σύνην καὶ περιτομὴν ἔλαβε, σφραγίδα τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· λαβὼν ἐπαγγελίαν, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν. | |
5.6 | Πῶς τοίνυν ἐστὶ πατὴρ πολλῶν ἐθνῶν ὁ Ἀβραὰμ, ἴδωμεν. Ἰουδαίων μὲν γάρ ἐστιν ὁμολογουμένως, διὰ τὴν κατὰ σάρκα διαδοχήν· εἰ δὲ τῇ κατὰ σάρκα προσέχοιμεν, ψευδὲς εἰπεῖν ἀναγκασθησόμεθα τὸ λόγιον. Οὐκέτι γὰρ κατὰ σάρκα ἡμῶν | |
5 | πάντων ἐστὶ πατήρ· ἀλλ’ ὁ τύπος τῆς ἐκείνου πίστεως πάντας ἡμᾶς υἱοὺς ποιεῖ τοῦ Ἀβραάμ. Πῶς καὶ τίνα τρόπον; Ἄπιστον παρὰ ἀνθρώποις τὶ, ἐκ νεκρῶν ἀναστῆναί τινα· ὥσπερ ὁμοίως ἄπιστον καὶ τὸ, ἐκ νενεκρωμένων πρεσβυτῶν τεκνογονίαν γενέσ‐ θαι. Ἀλλὰ Χριστοῦ καταγγελλομένου, ἐν ξύλῳ μὲν ἐσταυρω‐ | |
10 | μένου, ἀποθανόντος δὲ καὶ ἀναστάντος, ἡμεῖς πιστεύομεν. Τῇ | |
τοίνυν ὁμοιότητι τῆς πίστεως εἰς υἱοθεσίαν ἐρχόμεθα τοῦ Ἀβραὰμ, καὶ τότε μετὰ τὴν πίστιν, ὁμοίως ἐκείνῳ τὴν πνευ‐ ματικὴν λαμβάνομεν σφραγίδα· ἁγίῳ Πνεύματι διὰ τοῦ λουτροῦ περιτεμνόμενοι, οὐ σώματος τὴν ἀκροβυστίαν, ἀλλὰ τὴν καρδίαν, | 140 in vol. 1 | |
15 | κατὰ τὸν Ἱερεμίαν λέγοντα· Καὶ περιτεμεῖσθε τῷ Θεῷ τὴν ἀκρο‐ βυστίαν τῆς καρδίας ὑμῶν· καὶ κατὰ τὸν Ἀπόστολον· Ἐν τῇ περιτο‐ μῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ τὰ ἑξῆς. | |
5.7 | Ταύτην ἐὰν τηρήσωμεν τὴν πίστιν, ἀκατάγνωστοι ἐσό‐ μεθα, καὶ παντοίοις ἀρετῶν εἴδεσι κοσμηθησόμεθα. Τοσοῦτον γὰρ ἰσχύει ἡ πίστις, ὡς καὶ ἀνθρώπους ἐπὶ θαλάσσης κουφί‐ ζειν περιπατοῦντας. Ἄνθρωπος ὅμοιος ἡμῖν ἦν ὁ Πέτρος, ἐξ | |
5 | αἵματος καὶ σαρκὸς συγκείμενος, καὶ ἐκ τῶν ὁμοίων τροφῶν δια‐ γινόμενος· ἀλλ’ εἰπόντι τῷ Ἰησοῦ, Ἐλθὲ, πιστεύσας, περιεπά‐ τησεν ἐπὶ τὰ ὕδατα, πάσης κρηπίδος ἀσφαλεστέραν ἐπὶ τοῖς ὕδασιν ἔχων τὴν πίστιν, καὶ τὸ βαρὺ σῶμα τῇ κουφότητι τῆς πίστεως μετεωριζόμενος. Ἀλλὰ μέχρι μὲν ὅτου ἐπίστευσεν, | |
10 | ὑπὲρ τὸ ὕδωρ εἶχεν ἀσφαλῆ τὴν βάσιν· ὅτε δὲ ἐδίστασε, τότε ἤρξατο καταποντίζεσθαι. Χαυνουμένης γὰρ κατὰ μέρος τῆς πί‐ στεως, συγκατεσπᾶτο καὶ τὸ σῶμα. Καὶ συνιδὼν αὐτοῦ τὸ πά‐ θος, ἔλεγεν ὁ τῶν ψυχῶν τὰ πάθη διορθούμενος Ἰησοῦς, Ὀλι‐ γόπιστε, εἰς τί ἐδίστασας; Καὶ πάλιν, νευρωθεὶς ὑπὸ τοῦ κρα‐ | |
15 | τήσαντος αὐτοῦ τὴν δεξιὰν, ἀφ’ οὗ πάλιν ἐπίστευσε, χειραγω‐ γούμενος ὑπὸ τοῦ δεσπότου, τὸν αὐτὸν ἐπὶ τῶν ὑδάτων ἀπέ‐ λαβε περίπατον. Τοῦτο γὰρ πλαγίως ἐμνημόνευσε τὸ εὐαγγέλιον, εἰπὸν, ὅτι Ἀναβάντων δὲ αὐτῶν ἐπὶ τὸ πλοῖον. Οὐ γὰρ εἶπεν, ὅτι διακολυμβήσας ὁ Πέτρος ἀναβέβηκεν· ἀλλὰ δίδωσι νοεῖν, | |
20 | ὅτι ὅσον ἦλθε πρὸς τὸν Ἰησοῦν διάστημα, τοσοῦτον ἐπιστρέ‐ | |
ψας, πάλιν ἀνέβη ἐπὶ τὸ πλοῖον. | 142 in vol. 1 | |
5.8 | Τοσοῦτον δὲ ἔχει δυνάμεως ἡ πίστις, ὥστε οὐ μόνος ὁ πιστεύων σώζεται, ἀλλὰ γὰρ καὶ οἱ ἄλλοι ἄλλων πιστευσάντων ἐσώθησαν. Οὐκ ἦν πιστὸς ὁ παραλυτικὸς ὁ ἐν Καπαρναούμ· ἀλλ’ οἱ βαστάζοντες καὶ χαλάσαντες διὰ τῶν κεράμων, ἐπίστευον. | |
5 | Συνενόσει γὰρ τῷ σώματι τοῦ νοσοῦντος καὶ ἡ ψυχή. Καὶ μή με νομίσῃς ἐκείνου κατηγορεῖν μάτην· αὐτὸ τὸ εὐαγγέλιον εἴρη‐ κεν· Ἰδὼν ὁ Ἰησοῦς, οὐ τὴν πίστιν αὐτοῦ, ἀλλὰ τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, Ἔγειρε. Οἱ βαστάζοντες ἐπίστευ‐ σαν, καὶ ὁ παραλυτικὸς ἀπήλαυσε τῆς ἰάσεως. | |
5.9 | Καὶ θέλεις ἰδεῖν ἀσφαλέστερον, ὅτι πίστεσιν ἄλλων ἄλλοι διασώζονται; Ἐτελεύτησεν ὁ Λάζαρος· παρεληλύθει μία καὶ δευτέρα καὶ τρίτη ἡμέρα· διελύθη τὰ νεῦρα αὐτοῦ, καὶ ση‐ πεδὼν λοιπὸν ἐπενέμετο τὸ σῶμα. Πῶς ἐδύνατο πιστεῦσαι νε‐ | |
5 | κρὸς τετραήμερος καὶ ὑπὲρ ἑαυτοῦ παρακαλέσαι τὸν λυτρωτήν; Ἀλλ’ ὅπερ ἔλειπε τῷ τετελευτηκότι, τοῦτο διὰ τῶν γνησίων ἀδελ‐ φῶν ἐπληροῦτο. Ἐλθόντι [γὰρ] τῷ Κυρίῳ προσέπεσεν ἡ ἀδελφή· καὶ λέγοντι, Ποῦ τεθείκατε αὐτόν; ἀποκριναμένης ἐκείνης, Κύ‐ ριε ἤδη ὄζει, τεταρταῖος γάρ ἐστι, φησὶν ὁ Κύριος, Ἐὰν πι‐ | |
10 | στεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ· μονονουχὶ λέγων ὅτι, σὺ τοῦ νεκροῦ τὸ λεῖπον τῆς πίστεως ἀναπλήρωσον. Καὶ τοσοῦτον ἴσχυσε τῶν ἀδελφῶν ἡ πίστις, ὥστε τὸν νεκρὸν ἐξ ᾅδου πυλῶν ἀνεκαλέσατο. Εἶτα ἕτεροι ὑπὲρ ἑτέρων πιστεύσαντες, ἐκ νεκρῶν ἀναστῆναι ἴσχυσαν· σὺ δὲ, ἐὰν ὑπὲρ σεαυτοῦ πιστεύσῃς εἰλι‐ | |
15 | κρινῶς, ἆρ’ οὐχὶ μᾶλλον ὠφεληθήσῃ; Ἀλλὰ κἂν ἄπιστος ᾖς ἢ ὀλιγόπιστος, φιλάνθρωπός ἐστιν ὁ Κύριος, συμπεριφέρεταί σοι μετανοοῦντι. Μόνον εἰπὲ καὶ αὐτὸς εὐγνωμόνως· Πιστεύω, | |
Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Εἰ δὲ καὶ πιστὸς εἶναι νο‐ μίζεις, ἀλλ’ οὔπω τὸ τέλειον τῆς πίστεως ἔχεις· χρεία καί σοι | 144 in vol. 1 | |
20 | κατὰ τοὺς Ἀποστόλους εἰπεῖν· Κύριε, πρόσθες ἡμῖν πίστιν. Τὸ μὲν γάρ τι παρὰ σεαυτοῦ ἔχεις, τὸ δέ τι παρ’ ἐκείνου πολὺ λαμβάνεις. | |
5.10 | Τὸ γὰρ τῆς πίστεως ὄνομα ἓν μέν ἐστι κατὰ τὴν προσ‐ ηγορίαν, διχῆ δὲ διαιρεῖται. Ἔστι μὲν γὰρ ἓν εἶδος τῆς πί‐ στεως, τὸ δογματικὸν, συγκατάθεσιν [τῆς] ψυχῆς ἔχον περὶ τοῦδέ τινος· καὶ ὠφελεῖ τὴν ψυχὴν, καθώς φησιν ὁ Κύριος· | |
5 | Ὁ ἀκούων μου τὰ ῥήματα, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται. Καὶ πάλιν· Ὁ πι‐ στεύων εἰς τὸν υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θα‐ νάτου εἰς τὴν ζωήν. Ὦ μεγάλης Θεοῦ φιλανθρωπίας· οἱ δίκαιοι μὲν γὰρ ἐν πολλοῖς ἔτεσιν εὐηρέστησαν· ὅπερ δὲ ἐκεῖνοι, δι’ | |
10 | εὐαρεστήσεως πολλῶν ἐτῶν κατορθώσαντες, ἐκτήσαντο, τοῦτό σοι νῦν Ἰησοῦς διὰ μιᾶς ὥρας χαρίζεται. Ἐὰν γὰρ πιστεύσῃς, ὅτι κύριος Ἰησοῦς Χριστὸς καὶ ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ καὶ μετατεθήσῃ εἰς [τὸν] παράδεισον, ὑπὸ τοῦ τὸν λῃστὴν εἰς παράδεισον εἰσαγαγόντος. Καὶ μὴ ἀπιστήσῃς εἰ | |
15 | δυνατόν ἐστιν. Ὁ γὰρ τὸν λῃστὴν διὰ μιᾶς ὥρας πιστεύσαντα σώσας ἐν τῷ ἁγίῳ τούτῳ Γολγοθᾷ, ὁ αὐτὸς καί σε πιστεύ‐ σαντα διασώσει. | |
5.11 | Δεύτερον δέ ἐστιν εἶδος πίστεως, τὸ ἐν χάριτος μέ‐ ρει παρὰ τοῦ Χριστοῦ δωρούμενον. Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύ‐ ματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ | |
5 | χαρίσματα ἰαμάτων. Αὕτη τοίνυν, ἡ κατὰ χάριν δωρουμένη πί‐ στις ἐκ τοῦ Πνεύματος, οὐ δογματικὴ μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητική. Ὃς γὰρ ἂν ἔχῃ τὴν πίστιν ταύτην, ἐρεῖ τῷ ὄρει τούτῳ, Μετάβα ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. | |
Ὅταν γὰρ κατὰ πίστιν εἴπῃ τόδε τὶς, πιστεύων ὅτι γίνεται, | 146 in vol. 1 | |
10 | καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, τότε λαμβάνει τὴν χάριν. Καὶ περὶ τῆς πίστεως ταύτης εἴρηται τό, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Ὅνπερ γὰρ τρόπον ὁ κόκκος τοῦ σινάπεως μικρὸς μέν ἐστι τὸ μέγεθος, διάπυρος δὲ τὴν ἐνέργειαν, καὶ ἐν ὀλίγῃ ἐσπαρμένος περιγραφῇ μεγάλους κλάδους περιέχει, ὃς | |
15 | αὐξηθεὶς δύναται καὶ τὰ πετεινὰ σκεπάζειν· οὕτω καὶ ἡ πίστις ἐν τῇ ψυχῇ ἐν ὀξυτάτῃ ῥοπῇ τὰ μέγιστα κατορθοῖ. Περὶ Θεοῦ μὲν γὰρ φαντάζεται, καὶ Θεὸν κατοπτεύει, καθὸ ἐγχωρεῖ τῇ πίστει φωτισθεῖσα· κόσμου τε τὰ πέρατα περιπολεῖ, καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος τούτου τὴν κρίσιν ἤδη βλέπει, καὶ | |
20 | τὴν μισθαποδοσίαν τῶν ἐπαγγελιῶν. Ἔχε τοίνυν τὴν παρὰ σεαυτοῦ πίστιν, τὴν εἰς αὐτόν· ἵνα λάβῃς καὶ παρ’ ἐκείνου, τὴν τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητικήν. | |
5.12 | Πίστιν δὲ ἐν μαθήσει καὶ ἀπαγγελίᾳ κτῆσαι καὶ τή‐ ρησον μόνην, τὴν ὑπὸ τῆς Ἐκκλησίας νυνί σοι παραδιδομένην, τὴν ἐκ πάσης γραφῆς ὠχυρωμένην. Ἐπειδὴ γὰρ οὐ πάντες δύ‐ νανται τὰς γραφὰς ἀναγινώσκειν, ἀλλὰ τοὺς μὲν ἰδιωτεία, τοὺς | |
5 | δὲ ἀσχολία τις ἐμποδίζει πρὸς τὴν γνῶσιν· ὑπὲρ τοῦ, μὴ τὴν ψυχὴν ἐξ ἀμαθίας ἀπολέσθαι, ἐν ὀλίγοις τοῖς στίχοις τὸ πᾶν δόγμα τῆς πίστεως περιλαμβάνομεν. Ὅπερ καὶ ἐπ’ αὐτῆς τῆς λέξεως μνημονεῦσαι ὑμᾶς βούλομαι καὶ παρ’ ἑαυτοῖς μετὰ πάσης σπουδῆς ἀπαγγεῖλαι, οὐκ εἰς χάρτας ἀπογραφομένους, ἀλλ’ ἐν | |
10 | καρδίᾳ τῇ μνήμῃ στηλογραφοῦντας· φυλαττομένους ἐν τῷ μελε‐ τᾷν, μή πού τις Κατηχούμενος ἐπακούσῃ τῶν παραδεδομένων· | |
ἔχειν δὲ ταύτην ἐφόδιον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς καὶ παρὰ ταύτην ἄλλην μηκέτι δέξασθαι· μήτε ἂν ἡμεῖς αὐτοὶ μεταθέμενοι, τοῖς νῦν διδασκομένοις ἐναντιολογῶμεν· μήτε ἂν ἄγγελος ἐναν‐ | 148 in vol. 1 | |
15 | τίος, εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς, πλανῆσαί σε βούλη‐ ται. Κἂν γὰρ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ’ ὃ νῦν παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ τέως μὲν ἐπ’ αὐ‐ τῆς τῆς λέξεως ἀκούων, μνημόνευσον τῆς Πίστεως, ἐκδέχου δὲ κατὰ τὸν δέοντα καιρὸν τὴν ἀπὸ τῶν θείων γραφῶν περὶ ἑκά‐ | |
20 | στου τῶν ἐγκειμένων σύστασιν. Οὐ γὰρ ὡς ἔδοξεν ἀνθρώποις συνετέθη τὰ τῆς Πίστεως· ἀλλ’ ἐκ πάσης γραφῆς τὰ καιριώτατα συλλεχθέντα, μίαν ἀναπληροῖ τὴν τῆς Πίστεως διδασκαλίαν. Καὶ ὅνπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος, ἐν μικρῷ κόκκῳ πολλοὺς περιέχει τοὺς κλάδους· οὕτω καὶ ἡ Πίστις αὕτη, ἐν ὀλίγοις ῥή‐ | |
25 | μασι, πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς εὐσεβείας γνῶσιν ἐγκεκόλπισται. Βλέπετε οὖν, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παρα‐ δόσεις, ἃς νῦν παραλαμβάνετε, καὶ ἀπογράψασθε αὐτὰς εἰς τὸ πλάτος τῆς καρδίας ὑμῶν. | |
5.13 | Τηρήσατε μετ’ εὐλαβείας, μή που συλήσῃ τινὰς χαυ‐ νωθέντας ὁ ἐχθρὸς μή· τις αἱρετικὸς παρατρέψῃ τι τῶν παρα‐ διδομένων [ὑμῖν]. Πίστις μὲν γάρ ἐστι τὸ βαλεῖν τὸ ἀργύριον ἐπὶ τὴν τράπεζαν, [ὅπερ ἡμεῖς νῦν πεποιήκαμεν] Θεὸς δὲ παρ’ ὑμῶν | |
5 | ἀπαιτεῖ τῆς παρακαταθήκης τοὺς λόγους. Διαμαρτύρομαι, κα‐ θώς φησιν ὁ Ἀπόστολος, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου | |
Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαι ταύτην ὑμᾶς τὴν πα‐ ραδεδομένην Πίστιν ἄσπιλον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου | 150 in vol. 1 | |
10 | ἡμῶν Ἰησοῦ Χριστοῦ. Θησαυρὸς ζωῆς νῦν σοι παρεδόθη, καὶ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ ζητεῖ τὴν παρακαταθήκην ὁ δεσπό‐ της· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων· ὁ μό‐ νος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς | |
15 | ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 152 in vol. 1 | |
6t | ΚΑΤΗΧΗΣΙΣ ϛʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα περὶ ΘΕΟΥ ΜΟΝΑΡΧΙΑΣ, εἰς τό, ΠΙΣΤΕΥΩ ΕΙΣ ΕΝΑ ΘΕΟΝ· καὶ ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ. | |
5 | Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· ἐγκαινίζεσθε πρός με νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται, οὐδ’ οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, καὶ τὰ ἑξῆς. | |
6.1 | ΕΥΛΟΓΗΤΟΣ ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· [εὐλογητὸς καὶ ὁ τούτου μονογενὴς Υἱός]. Ἅμα γὰρ τῷ νοεῖσθαι Θεὸς, νοείσθω καὶ Πατήρ· ἵνα ἀδιαίρετος ἡ Πατρὸς καὶ Υἱοῦ σὺν ἁγίῳ Πνεύματι δοξολογία τελῆται. Οὐ | |
5 | γὰρ ἄλλην δόξαν Πατὴρ καὶ ἄλλην Υἱὸς ἔχει· ἀλλὰ μίαν καὶ τὴν αὐτὴν [τῷ ἁγίῳ Πνεύματι]. Ἐπειδὴ Πατρός ἐστιν Υἱὸς μονογενὴς, καὶ Πατρὸς δοξαζομένου συναπολαύει τῆς δόξης καὶ ὁ Υἱός. Ἐπειδὴ δόξα υἱοῦ ἐκ τιμῆς πατρὸς αὐτοῦ· καὶ πά‐ λιν υἱοῦ δοξολογουμένου, μεγάλως τιμᾶται ὁ τοῦ τοσούτου πα‐ | |
10 | τὴρ ἀγαθοῦ. | |
6.2 | Καὶ ἡ μὲν διάνοια ὀξύτατα νοεῖ· ἡ δὲ γλῶσσα ῥημά‐ | |
των δεῖται καὶ διηγήσεως πολλῆς τῶν μεταξὺ λόγων. Ἅμα μὲν γὰρ ὀφθαλμὸς χόρον ἄστρων περιλαμβάνει πολύν· ἀλλ’ ὅταν τὸ καθ’ ἕκαστον διηγήσασθαι βουληθῇ τις, τί μέν ἐστι φωσφό‐ | 154 in vol. 1 | |
5 | ρος, τί δὲ ἕσπερος, τί δὲ τὸ καθ’ ἓν, πολλῶν ἐπιδεῖται τῶν ῥη‐ μάτων. Πάλιν ὁμοίως, γῆν καὶ θάλασσαν καὶ πάντα τὰ τοῦ κόσμου τέρματα ἐν ὀξυτάτῃ ῥοπῇ περιλαμβάνει ἡ διάνοια· ἀλλ’ ὅπερ ἐν ἀκαρεῖ νοεῖ, τοῦτο ἐν ῥήμασι πολλοῖς διηγεῖται. Μέγα μὲν οὖν καὶ τὸ ῥηθὲν παράδειγμα· ἀλλ’ ἔτι ἀσθενὲς καὶ | |
10 | ἀνίσχυρον. Λέγομεν γὰρ οὐχ ὅσα δεῖ περὶ Θεοῦ [μόνῳ γὰρ αὐτῷ ταῦτα γνώριμα], ἀλλ’ ὅσα κεχώρηκεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅσα ἡ ἡμετέρα ἀσθένεια βαστάσαι δύναται. Οὐ γὰρ τὸ, τί ἐστι Θεὸς, ἐξηγούμεθα· ἀλλ’ ὅτι τὸ ἀκριβὲς περὶ αὐτοῦ οὐκ οἴδαμεν, μετ’ εὐγνωμοσύνης ὁμολογοῦμεν. Ἐν τοῖς γὰρ περὶ | |
15 | Θεοῦ μεγάλη γνῶσις, τὸ τὴν ἀγνωσίαν ὁμολογεῖν. Μεγαλύνατε τοίνυν τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ κοινῇ πάντες· ὁ γὰρ εἷς ἀδυνατεῖ. Μᾶλλον δὲ κἂν πάντες ὁμοῦ συναχθῶμεν, οὔπω τὸ καθ’ ὃ δεῖ ποιήσομεν. Οὐ λέγω τοὺς παρόντας ὑμᾶς μόνους, ἀλλὰ γὰρ κἂν πάσης τῆς | |
20 | οἰκουμενικῆς ἐκκλησίας, τῆς τε νῦν οὔσης καὶ τῆς μελλούσης, πάντα τὰ θρέμματα συνέλθοι, τὸν ποιμένα κατ’ ἀξίαν ὑμνῆσαι οὐ δυνήσεται. | |
6.3 | Μέγας ἦν Ἀβραὰμ καὶ τίμιος· ἀλλὰ μέγας πρὸς ἀνθρώ‐ πους. Ὅτε δὲ πρὸς τὸν Θεὸν ἔφθασε, τότε φησὶν εὐγνωμόνως ἀληθεύων, Ἐγώ εἰμι γῆ καὶ σποδός. Οὐκ εἶπε, γῆ, καὶ ἐσί‐ γησεν, ἵνα μὴ τὸ μέγα στοιχεῖον ἑαυτὸν ὀνομάσῃ· ἀλλὰ ἐπήγαγε, | |
5 | καὶ σποδός, ἵνα τὸ εὐδιάλυτον αὐτοῦ καὶ σαθρὸν παραστήσῃ. Ἔστι τι, φησὶ, σποδοῦ σμικρότερον ἢ λεπτότερον; Λαβὲ [γάρ] | |
φησι, τὴν σύγκρισιν σποδοῦ πρὸς οἰκίαν καὶ οἰκίας πρὸς πόλιν, καὶ πόλεως πρὸς ἐπαρχίαν, καὶ ἐπαρχίας πρὸς τὴν Ῥωμαίων χώραν, καὶ τῆς Ῥωμαίων χώρας πρὸς πᾶσαν τὴν γῆν καὶ πάντα | 156 in vol. 1 | |
10 | τὰ τέρματα, πᾶσαν δὲ τὴν γῆν πρὸς τὸν ἐγκεκολπισμένον αὐτὴν οὐρανόν· ἥτις τοσαύτην ἔχει πρὸς τὸν οὐρανὸν τὴν σύγκρισιν, ὅσην τὸ μέσον πρὸς πᾶσαν τὴν περιφέρειαν ἔχει τοῦ τροχοῦ [τοσαύτη γὰρ γῆς πρὸς οὐρανὸν ἡ σύγκρισις], καὶ τὸν πρῶτον οὐρανὸν τὸν φαινόμενον τοῦτον μικρότερον εἶναι νόησον τοῦ | |
15 | δευτέρου καὶ τὸν δεύτερον τοῦ τρίτου· [μέχρι γὰρ τούτων ὠνόμασεν ἡ γραφή· οὐχ ὅτι τοσοῦτοι μόνοι τυγχάνουσιν, ἀλλ’ ὅτι τοσούτους μόνους ἡμῖν γνῶναι συνέφερε], καὶ ὅταν εἴ‐ δῃς τῷ νῷ πάντας τοὺς οὐρανοὺς, οὔπω οὐδὲ οἱ οὐρανοὶ αἰνέσαι τὸν Θεὸν καθ’ ὅ ἐστιν, δυνήσονται· οὐδ’ ἂν βροντῆς | |
20 | μεγαλοφωνότερα ἠχήσωσιν. Εἰ δὲ τὰ τοσαῦτα κύτη τῶν οὐρα‐ νῶν τὸν Θεὸν ὑμνῆσαι κατ’ ἀξίαν οὐ δύνανται· πότε ἆρα γῆ καὶ σποδὸς, τὸ μικρότατον καὶ τῶν ὄντων ἐλαχιστότατον, ἄξιον ὕμνον ἀναπέμψαι τοῦ Θεοῦ δυνήσεται, [ἢ ἀξίως εἰπεῖν περὶ Θεοῦ] κατέχοντος τὸν γύρον τῆς γῆς, καὶ ἔχοντος τοὺς ἐνοικοῦν‐ | |
25 | τας ἐν αὐτῇ ὡς ἀκρίδας; | |
6.4 | Εἴ τις ἐπιχειρεῖ τὰ περὶ Θεοῦ λέγειν, πρῶτον διηγείσθω τῆς γῆς τὰ τέρματα. Γῆν οἰκεῖς, καὶ τὸ τέλος τῆς σῆς οἰκίας, τῆς γῆς, οὐ γινώσκεις· καὶ πῶς τὸν κατασκευαστὴν ἀξίως νοῆσαι δυνήσῃ; Θεωρεῖς τοὺς ἀστέρας, τὸν δὲ ποιητὴν οὐ θεωρεῖς. | |
5 | Ἀριθμῆσαι τοὺς φαινομένους, καὶ τότε τὸν μὴ φαινόμενον ἐξή‐ γησαι· τὸν ἀριθμοῦντα πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνό‐ ματα καλοῦντα. Σταγόνες ὑετῶν λαβροτέρων προσφάτως ἐπελ‐ θοῦσαι μικροῦ δεῖν ἀπώλεσαν ἡμᾶς. Ἀρίθμησον ταύτης μόνης τῆς πόλεως τὰς σταγόνας· καὶ οὐ λέγω τῆς πόλεως, ἀλλὰ τοῦ | |
10 | σοῦ δώματος εἰς μίαν ὥραν τὰς σταγόνας ἀρίθμησον, εἴ σοι | |
δυνατόν· ἀλλὰ ἀδυνατῶν γινώσκεις σεαυτοῦ τὴν ἀσθένειαν. ἐκ τούτου γνῶθι τοῦ Θεοῦ τὴν δύναμιν. Ἀριθμηταὶ γὰρ αὐ‐ τῷ καὶ σταγόνες ὑετῶν, αἱ κατὰ πάσης τῆς οἰκουμένης οὐ νῦν χυθεῖσαι μόνον, ἀλλὰ καὶ αἱ πάντοτε. Ποίημα Θεοῦ ἥλιος, | 158 in vol. 1 | |
15 | μέγα μέν· μικρότατον δὲ πρὸς σύγκρισιν τοῦ παντὸς οὐρανοῦ. Ἐνατένισον πρῶτον ἡλίῳ, καὶ τότε τὸν δεσπότην πολυπραγμόνη‐ σον. Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. | |
6.5 | Ἀλλ’ ἐρεῖ τις, εἰ ἀκατάληπτός [ἐστιν] ἡ ὑπόστασις ἡ θεία, καὶ τί σὺ περὶ τούτων διηγῇ; Ἆρα οὖν ἐπειδὴ πάντα τὸν ποταμὸν ἐκπιεῖν ἀδυνατῶ, μηδὲ τὸ συμφέρον ἐμαυτῷ συμμέτρως λάβω; Ἆρα ἐπειδὴ πάντα τὸν ἥλιον τῇ τῶν ὀμμάτων καταστάσει | |
5 | χωρῆσαι οὐ δύναμαι, μηδὲ πρὸς τὴν ἐμαυτοῦ χρείαν αὔ‐ ταρκες ἐμβλέψω; Ἢ καὶ ἐπειδὴ εἰς παράδεισον μέγιστον εἰσελή‐ λυθα, καὶ πᾶσαν τὴν τῶν ἀκροδρύων ὑπόστασιν φαγεῖν οὐ δύ‐ ναμαι, βούλει με πεινῶντα τελείως ἐξελθεῖν; Αἰνῶ καὶ δοξάζω τὸν ἡμᾶς ποιήσαντα· κέλευσμα γὰρ θεῖόν ἐστι τὸ λέγον· Πᾶσα | |
10 | πνοὴ αἰνεσάτω τὸν Κύριον. Δοξάζειν τὸν δεσπότην, ἀλλ’ οὐκ ἐξηγεῖσθαι νῦν ἐπιχειρῶ, εἰδὼς μὲν τοί γε ὅτι τοῦ δοξάζειν τῆς ἀξίας ἀπολειφθήσομαι, ἔργον δὲ εὐσεβείας ἡγούμενος τὸ κἂν ὅλως ἐπιχειρεῖν. Παραμυθεῖται γάρ μου τὴν ἀσθένειαν ὁ Κύριος Ἰησοῦς λέγων, Θεὸν οὐδεὶς ἑώρακε πώποτε. | |
6.6 | Τί οὖν, ἐρεῖ τις, οὐ γέγραπται, ὅτι οἱ ἄγγελοι τῶν μικρῶν βλέπουσιν διὰ παντὸς τὸ πρόσωπον τοῦ Πατρός μου, | |
τοῦ ἐν οὐρανοῖς; Ἀλλὰ βλέπουσιν οἱ ἄγγελοι, οὐ καθώς ἐστιν ὁ Θεὸς, ἀλλὰ καθόσον καὶ αὐτοὶ χωροῦσιν. Αὐτὸς γὰρ Ἰησοῦς | 160 in vol. 1 | |
5 | ἐστιν ὁ λέγων, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Βλέπουσιν [οὖν οἱ] ἄγγελοι καθ’ ὃ χωροῦσι, καὶ ἀρχάγγελοι καθ’ ὃ δύνανται· Θρό‐ νοι δὲ καὶ Κυριότητες, μειζόνως μὲν παρὰ τοὺς πρώτους, ἔλατ‐ τον δὲ τῆς ἀξίας. Μόνον δὲ βλέπειν δύναται ὡς χρὴ, ἅμα τῷ | |
10 | Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκεῖνο γὰρ πάντα ἐρευνᾷ, [καὶ γι‐ νώσκει] καὶ τὰ βάθη τοῦ Θεοῦ· ὥς γε καὶ ὁ μονογενὴς Υἱὸς γι‐ νώσκει καθ’ ὃ δεῖ, ἅμα τῷ Πνεύματι τῷ ἁγίῳ, τὸν Πατέρα. Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Βλέπει γὰρ καθ’ ὃ δεῖ καὶ | |
15 | ἀποκαλύπτει διὰ τοῦ Πνεύματος, καθ’ ὃ ἕκαστος χωρεῖ, τὸν Θεόν· ἐπειδὴ καὶ τῆς θεότητός ἐστι τῆς πατρικῆς σὺν τῷ Πνεύ‐ ματι τῷ ἁγίῳ κοινωνὸς ὁ Υἱὸς ὁ μονογενής. Ὁ γεννηθεὶς [ἀπα‐ θῶς πρὸ τῶν χρόνων αἰωνίων] οἶδε τὸν γεννήσαντα, καὶ ὁ γεννήσας οἶδε τὸν γεγεννημένον. Ἀγγέλων τοίνυν ἀγνοούντων, | |
20 | (κατὰ γὰρ τὴν οἰκείαν ἑκάστῳ δύναμιν ἀποκαλύπτει [σὺν τῷ Πνεύματι], διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ὁ μονογενὴς, ὡς εἰρή‐ καμεν) μηδεὶς ἀνθρώπων ἐπαισχυνέσθω τὴν ἄγνοιαν ὁμολογεῖν. Λαλῶ νῦν ἐγὼ καὶ πάντες κατὰ καιρόν· ἀλλὰ τὸ πῶς λαλοῦ‐ μεν, ἀδυνατοῦμεν εἰπεῖν. Πῶς οὖν τὸν δόντα τὸ λαλεῖν δύνα‐ | |
25 | μαι διηγήσασθαι; Ὁ ψυχὴν ἔχων ἐγὼ, καὶ τοὺς χαρακτῆρας αὐ‐ τῆς εἰπεῖν μὴ δυνάμενος, πῶς τὸν δοτῆρα τῆς ψυχῆς ἐξειπεῖν δυνήσομαι; | |
6.7 | Αὔταρκες ἡμῖν εἰς εὐσέβειαν ἔσται τοῦτο μόνον, τὸ | |
εἰδέναι ὅτι Θεὸν ἔχομεν. Θεὸν ἕνα, Θεὸν ὄντα, ἀεὶ ὄντα· ὅμοιον ἀεὶ ἑαυτῷ ὄντα· οὗ πατὴρ οὐκ ἔστιν ἄλλος· οὗ μηδεὶς ἰσχυρότε‐ ρος, ὃν οὐδεὶς διαδεξάμενος ἐκβάλλει τῆς βασιλείας· τὸν πο‐ | 162 in vol. 1 | |
5 | λυώνυμον καὶ παντοδύναμον καὶ μονοειδῆ τὴν ὑπόστασιν. Οὐ γὰρ ὅτι καλεῖται ἀγαθὸς καὶ δίκαιος καὶ παντοκράτωρ καὶ Σα‐ βαὼθ, παρὰ τοῦτο διάφορός ἐστι καὶ ἀλλοῖος· ἀλλ’ εἷς ὢν καὶ ὁ αὐτὸς, μυρίας ἐκπέμπει τὰς τῆς θεότητος ἐνεργείας. Οὐκ ἐν μέρει πλέον ἔχων, καὶ ἐν μέρει ἐλαττούμενος· ἀλλ’ ἐν πᾶσιν | |
10 | ὅμοιος ὢν αὐτὸς ἑαυτῷ. Οὐ μέγας ἐν φιλανθρωπίᾳ μόνον καὶ μικρὸς ἐν σοφίᾳ· ἀλλ’ ἰσοδύναμον ἔχων τὴν σοφίαν καὶ τὴν φιλ‐ ανθρωπίαν. Οὐκ ἐν μέρει βλέπων, ἐν μέρει δὲ τοῦ βλέπειν ἀπεστερημένος· ἀλλ’ ὅλος ὢν ὀφθαλμὸς καὶ ὅλος ἀκοὴ καὶ ὅλος νοῦς. Οὐχ ὡς ἡμεῖς ἐν μέρει νοῶν καὶ ἐν μέρει μὴ γινώσκων· | |
15 | βλάσφημος γὰρ ὁ λόγος καὶ θείας ὑποστάσεως ἀνάξιος. Προ‐ γνώστης ἐστὶ τῶν ὄντων καὶ ἅγιος καὶ παντοκράτωρ, καὶ πάν‐ των ἀγαθώτερος, καὶ πάντων μείζων καὶ πάντων σοφώτερος· οὗ [μήτε ἀρχὴν] μήτε μορφὴν μήτε εἶδος ἐξειπεῖν δυνησόμεθα. Οὔτε γὰρ φωνῆς αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ | |
20 | ἑωράκατέ, φησιν ἡ γραφή. Διὸ καὶ πρὸς τοὺς Ἰσραηλίτας φησὶν ὁ Μωσῆς, Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε. Εἰ γὰρ ὅλως τὴν ὁμοιότητα ἀδύνατον φαντασθῆναι, ἐγγὺς ἔσται ἆρα ἡ διάνοια τῆς ὑποστάσεως; | |
6.8 | Ἐφαντάσθησαν πολλοὶ πολλὰ, καὶ πάντες ἀποτετυ‐ χήκασι. Καὶ οἱ μὲν πῦρ ἐνόμισαν εἶναι τὸν Θεόν· ἕτεροι δὲ πτερωτὸν ὡς ἄνθρωπον, διὰ τὸ γεγράφθαι μὲν καλῶς, νοεῖσθαι δὲ κακῶς τὸ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐπε‐ | |
5 | λάθοντο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς, λέ‐ γοντος ὁμοίως καὶ περὶ ἑαυτοῦ πρὸς τὴν Ἱερουσαλὴμ, Ποσά‐ κις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Τῆς γὰρ | |
φρουρητικῆς αὐτοῦ δυνάμεως εἰς πτέρυγας λαμβανομένης, οὗτοι | 164 in vol. 1 | |
10 | μὴ νοήσαντες, εἰς ἀνθρώπινα πράγματα καταπεσόντες, ἀν‐ θρωπίνως ὑπέλαβον εἶναι τὸν ἀνεξιχνίαστον. Οἱ δὲ ἑπτὰ ὀφ‐ θαλμοὺς ἔχειν αὐτὸν εἰπεῖν ἐτόλμησαν, διὰ τὸ γεγράφθαι, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ γὰρ ἑπτὰ ὀφθαλμοὺς μόνους ἐν μέρει περίκειται, μερικὸν ἄρα τὸ | |
15 | βλέπειν αὐτῷ, καὶ οὐ παντελές· ὅπερ [ἐπὶ Θεοῦ] λέγειν δύσ‐ φημον. Τὸν γὰρ Θεὸν τέλειον ἐν πᾶσιν εἶναι δεῖ πιστεύειν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τὴν λέγουσαν, Ὁ πατὴρ ὑμῶν ὁ οὐ‐ ράνιος τέλειός ἐστι. Τέλειος ἐν τῷ βλέπειν, τέλειος ἐν τῷ δύνασθαι, τέλειος ἐν τῷ μεγέθει, τέλειος ἐν προγνώσει, τέλειος | |
20 | ἐν ἀγαθωσύνῃ, τέλειος ἐν δικαιοσύνῃ, τέλειος ἐν φιλανθρωπίᾳ. Οὐκ ἐν τόπῳ περιωρισμένος, ἀλλὰ τῶν τόπων ποιητής· ἐν πᾶ‐ σιν ὢν, καὶ ὑπὸ μηδενὸς περιγραφόμενος. Θρόνος αὐτῷ ὁ οὐ‐ ρανὸς, ἀλλ’ ὑπερανέχει ὁ καθεζόμενος· [καὶ] ὑποπόδιον ἡ γῆ, ἀλλὰ φθάνει ἡ δύναμις καὶ μέχρι καταχθονίων. | |
6.9 | Εἷς ἐστι πανταχοῦ παρὼν, πάντα βλέπων, πάντα νοῶν, πάντα διὰ Χριστοῦ κατασκευάζων. [Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.] Πηγὴ παντὸς ἀγα‐ θοῦ μεγίστη καὶ ἀνελλιπὴς, ποταμὸς εὐεργεσιῶν, φῶς ἀΐδιον, | |
5 | ἀνελλιπῶς ἀπαστράπτον, δύναμις ἀκαταγώνιστος ταῖς ἀσθενείαις [ἡμῶν] συμπεριφερομένη· οὗ μηδὲ τὸ ὄνομα φέρομεν ἀκοῦσαι. Ἢ ἴχνος Κυρίου εὑρήσεις, φησὶν ὁ Ἰὼβ, ἢ εἰς τὰ ἔσχατα ἀφ‐ ίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ; Εἰ τὰ ἔσχατα τῶν ποιημάτων οὐ καταλαμβάνεται, ἆρα ὁ τὰ πάντα ποιήσας καταληφθήσεται; | |
10 | Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδ’ ἐπὶ καρδίαν | |
ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν. Εἰ ἃ ἡτοίμασεν ὁ Θεὸς, ἀπερίληπτα τυγχάνει ταῖς ἡμε‐ τέραις διανοίαις, αὐτὸν ἆρα τὸν ἑτοιμάσαντα τῷ νῷ περιλαμβά‐ νειν δυνάμεθα; Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως | 166 in vol. 1 | |
15 | Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, φησιν ὁ Ἀπόστολος. Εἰ τὰ κρίματα καὶ αἱ ὁδοὶ ἀκατάληπτα καθέστηκεν, αὐτὸς ἆρα καταληφθήσεται; | |
6.10 | Τοσούτου τοίνυν ὄντος τοῦ Θεοῦ καὶ ἔτι μείζονος (οὐδὲ γὰρ ἐὰν ὅλην μου τὴν ὑπόστασιν εἰς γλῶσσαν μεταβαλῶ, δύ‐ ναμαι τὸ κατ’ ἀξίαν εἰπεῖν· μᾶλλον δὲ οὐδ’ εἰ πάντες ἄγγελοι συνέλθοιεν, οὔπω τὸ κατ’ ἀξίαν ἐροῦσι)· τοσούτου τοίνυν ὄντος | |
5 | ἀγαθοῦ καὶ μεγάλου τοῦ Θεοῦ, ἄνθρωπος λίθον γλύψας, τῷ λίθῳ εἶπεν, Θεός μου εἶ σύ. Ὦ μεγάλης ἀβλεψίας, ἐκ το‐ σούτου μεγέθους εἰς τοσαύτην ταπεινότητα κατελθούσης! Τὸ ξύλον ὅπερ ὁ Θεὸς ἐφύτευσεν, καὶ ὑετὸς ἐμήκυνε, καὶ ὕστερον κατακαυθὲν καὶ σποδὸς διάπυρος γινόμενον, τοῦτο μὲν Θεὸς | |
10 | ἀναγορεύεται· ὁ δὲ ἀληθὴς Θεὸς καταφρονεῖται. Ἐπεδαψιλεύ‐ σατο δὲ ἡ πονηρία τῆς εἰδωλολατρίας· καὶ αἴλουρος καὶ λύκος καὶ κύων ἀντὶ Θεοῦ προσεκυνήθησαν, καὶ λέων ἀνθρωποβό‐ ρος ἀντὶ τοῦ Θεοῦ τοῦ φιλανθρωποτάτου προσεκυνήθη. Ὄφις καὶ δράκων, ἀντίμιμοι τοῦ ἐκβαλόντος ἡμᾶς ἐκ παραδείσου, προσ‐ | |
15 | εκυνήθησαν· καὶ ὁ τὸν παράδεισον φυτεύσας κατεφρονήθη. Αἰσχύνομαι λέγειν, πλὴν λέγω· καὶ κρόμμυα γὰρ ἤδη παρά τισι προσεκυνήθη. Οἶνος ἐδόθη, ἵνα εὐφραίνῃ καρδίαν ἀνθρώπου· καὶ Διόνυσος ἀντὶ Θεοῦ προσεκυνήθη. Σῖτον ὁ Θεὸς εἰργά‐ | |
σατο διὰ τοῦ εἰπεῖν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον | 168 in vol. 1 | |
20 | σπέρμα κατὰ γένος [καὶ καθ’ ὁμοιότητα], ἵνα ἄρτος στηρίσῃ καρδίαν ἀνθρώπου· καὶ πόθεν ἡ Δήμητρα προσεκυνήθη; Τὸ πῦρ ἐκ λίθων συγκρούσεως ἐξέρχεται μέχρι σήμερον· καὶ πόθεν Ἥφαιστος, πυρὸς ποιητής; | |
6.11 | Πόθεν ἡ πολύθεος τῶν Ἑλλήνων πλάνη; Ἀσώματος ὁ Θεός· καὶ πόθεν μοιχεῖαι παρὰ τοῖς ὑπ’ αὐτῶν λεγομένοις θεοῖς κατηγοροῦνται; Σιωπῶ τὰς Διὸς εἰς κύκνον μεταβολάς· αἰσχύνομαι λέγων τὰς εἰς ταῦρον μεταμορφώσεις ἀνάξια γὰρ | |
5 | θεοῦ τὰ μυκήματα. Μοιχὸς ὁ παρ’ Ἕλλησι θεὸς ηὕρηται, καὶ οὐκ αἰδοῦνται. Εἰ γὰρ μοιχός ἐστι, θεὸς μὴ καλείσθω. Καὶ θανάτους καὶ ἀποπτώσεις καὶ κεραυνώσεις τῶν παρ’ αὐτοῖς λέγουσι θεῶν. Βλέπεις ἐκ πόσου μεγέθους ποῦ κατεληλύθασιν; Μή τι ἆρα μάτην Υἱὸς Θεοῦ κατῆλθεν ἐξ οὐρανοῦ, ἢ ἵνα τὸ | |
10 | τηλικοῦτον τραῦμα θεραπεύσῃ; Μή τι μάτην ἦλθεν ὁ Υἱὸς, ἵνα ὁ Πατὴρ ἐπιγνωσθῇ; Ἐπέγνως, τί ἐκίνησεν ἐκ δεξιῶν θρόνων κατελθεῖν τὸν μονογενῆ. Πατὴρ κατεφρονεῖτο, ἔδει Υἱὸν διορ‐ θώσασθαι τὴν πλάνην. Ἔδει γὰρ τὸν, δι’ οὗ ἐγένετο τὰ πάντα, τῷ δεσπότῃ τῶν ἁπάντων προσενεγκεῖν τὰ πάντα. Ἔδει θερα‐ | |
15 | πευθῆναι τὸ τραῦμα· τί γὰρ ἦν ταύτης τῆς νόσου χεῖρον, ἢ ἵνα λίθος ἀντὶ Θεοῦ προσκυνηθῇ; | |
6.12(1t) | ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ. | |
1 | Καὶ οὐ μόνον ἐν τοῖς ἐθνικοῖς ἐπηγωνίσατο ταῦτα ὁ διάβολος· ἀλλὰ γὰρ ἤδη καὶ πολλοὶ τῶν χριστιανῶν ψευδῶς λε‐ γομένων, τῶν τῷ εὐωδεστάτῳ Χριστοῦ ὀνόματι κακῶς προσαγο‐ ρευομένων, ἐτόλμησαν ἀσεβῶς ἀπαλλοτριῶσαι τὸν Θεὸν τῶν οἰ‐ | |
5 | κείων ποιημάτων. Τοὺς τῶν αἱρετικῶν λέγω παῖδας, τοὺς δυσ‐ ωνύμους καὶ ἀθεωτάτους, τοὺς προσποιουμένους μὲν εἶναι φιλο‐ | |
χρίστους, μισοχρίστους δὲ παντελῶς. Ὁ γὰρ τὸν πατέρα τοῦ Χριστοῦ δυσφημῶν, ἐχθρός ἐστι τοῦ υἱοῦ. Ἐτόλμησαν εἰπεῖν οὗτοι δύο θεότητας, μίαν ἀγαθὴν καὶ μίαν κακήν. Ὦ πολλῆς | 170 in vol. 1 | |
10 | ἀβλεψίας! Εἰ θεότης, πάντως ὅτι καὶ ἀγαθή· εἰ δὲ οὐκ ἀγαθὴ, τί καλεῖται θεότης; Εἰ γὰρ Θεοῦ ἡ ἀγαθότης, εἰ Θεῷ πρέπει τὸ φιλάνθρωπον, τὸ εὐεργετικὸν, τὸ παντοδύναμον· [λοιπὸν] δυοῖν θάτερον, ἢ Θεὸν καλείτωσαν σὺν τῷ ὀνόματι καὶ τῇ ἐνεργείᾳ εἰ δὲ ἀποστερεῖσθαι μέλλοιεν τῶν ἐνεργειῶν, μὴ καλείτωσαν μόνῃ | |
15 | τῇ προσηγορίᾳ. | |
6.13 | Ἐτόλμησαν αἱρετικοὶ λέγειν δύο θεοὺς, καὶ δύο πηγὰς ἀγαθοῦ τε καὶ κακοῦ, καὶ ταύτας ἀγεννήτους [εἶναι]. Εἰ ἀγέν‐ νητοι ἀμφότεραι, πάντως ὅτι καὶ ἴσαι καὶ ἀμφότεραι κραταιαί. Πῶς οὖν ἀναιρεῖ τὸ σκότος τὸ φῶς; Καὶ, πότερόν ποτε ὁμοῦ | |
5 | εἰσιν ἢ ἀπεσχοινισμέναι; Ὁμοῦ μὲν γὰρ εἶναι οὐ δύνανται. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ Ἀπόστολος. Εἰ δὲ μακρὰν ἀπ’ ἀλλήλων εἰσὶν, πάντως ὅτι καὶ ἰδίους τόπους ἔχου‐ σιν. Εἰ δὲ ἰδίους τόπους ἔχουσι, πάντως που ἐν τοῖς τοῦ ἑνὸς Θεοῦ ἐσμεν, πάντως που καὶ ἕνα προσκυνοῦμεν. Συστῆσαι | |
10 | γὰρ οὕτω δεῖ, κἂν τῇ μωρίᾳ ἐκείνων συμπεριενεχθῶμεν, ὅτι ἕνα δεῖ προσκυνεῖν. Ἐξετάσωμεν δὲ αὐτοὺς, καὶ τί λέγουσι περὶ τοῦ ἀγαθοῦ Θεοῦ. Δυνατός ἐστιν ἢ ἀδύνατος; Εἰ μὲν δυνατός ἐστι, πῶς ἐγένετο τὸ κακὸν, ἄκοντος αὐτοῦ; καὶ πῶς ἐπεισέρχεται ἡ πονηρὰ ὑπόστασις, μὴ θέλοντος αὐτοῦ; Εἰ μὲν γὰρ εἰδὼς οὐ | |
15 | δύναται κωλύσαι, ἀδυναμίαν κατηγοροῦσιν· εἰ δὲ δυνάμενος οὐ κωλύει, προδοσίαν κατηγοροῦσι. Καὶ βλέπε τὴν τούτων ἀνοη‐ | |
σίαν. Ποτὲ μὲν λέγουσι τὸν πονηρὸν μηδὲν ἔχειν κοινὸν πρὸς τὸν ἀγαθὸν Θεὸν εἰς τὴν τοῦ κόσμου δημιουργίαν, ποτὲ δὲ λέ‐ γουσιν αὐτὸν τὸ τέταρτον μέρος μόνον ἔχειν. Καὶ τὸν μὲν | 172 in vol. 1 | |
20 | ἀγαθὸν λέγουσιν εἶναι πατέρα τοῦ Χριστοῦ· τὸν δὲ Χριστὸν τὸν ἥλιον τοῦτον καλοῦσιν. Εἰ τοίνυν ὁ κόσμος κατ’ αὐτοὺς ὑπὸ τοῦ Πονηροῦ ἐγένετο, ὁ δὲ ἥλιος ἐν κόσμῳ, πῶς ὁ υἱὸς τοῦ Ἀγαθοῦ ἐν τοῖς τοῦ Πονηροῦ ἄκων δουλεύει; Βορβορού‐ μεθα, ταῦτα λέγοντες, ἵνα μή τις τῶν παρόντων ἐξ ἀμαθίας | |
25 | εἰς βόρβορον αἱρετικῶν ἐμπέσῃ. Οἶδα χράνας ἐμαυτοῦ τὸ στόμα καὶ τῶν ἀκουόντων τὰς ἀκοάς· ἀλλὰ συμφέρει. Πολὺ γὰρ κάλ‐ λιον ἐν κατηγορίαις ἄλλων ἀκοῦσαι τὰ ἄτοπα, ἢ ἐξ ἀγνοίας εἰς ταῦτα ἐμπεσεῖν. Πολὺ κάλλιον γνῶναί σε τὸν βόρβορον καὶ μι‐ σῆσαι τοῦτον, ἢ ἀγνοοῦντα ἐμπεσεῖν εἰς αὐτόν. Ἔστι δὲ πο‐ | |
30 | λυσχιδὴς ὁ τῆς ἀθεότητος τῶν αἱρέσεων λόγος· ὅταν γὰρ μιᾶς ὁδοῦ τῆς εὐθείας ἐκπέσῃ [τις], τότε πολλάκις εἰς κρημνοὺς καταπίπτει. | |
6.14 | Καὶ πάσης μὲν αἱρέσεως εὑρετὴς Σίμων ὁ μάγος. Σί‐ μων ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, τὴν ἄπρατον τοῦ Πνεύ‐ ματος χάριν ἀγοράσαι προσδοκήσας ἀργυρίου καὶ ἀκούσας· Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, καὶ τὰ ἑξῆς. | |
5 | Περὶ οὗ γέγραπται· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν. Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν. Οὗτος ἐπὶ τῆς Ῥώμης γενόμενος, μετὰ τὸ ὑπὸ τῶν Ἀποστόλων ἀποβλη‐ θῆναι, καὶ Ἑλένην τινὰ πόρνην ἐπαγόμενος, δυσφήμῳ τῷ στό‐ ματι πρῶτος ἐτόλμησεν εἰπεῖν, ἑαυτὸν μὲν εἶναι τὸν ἐπὶ ὄρους | |
10 | Σινᾶ ὡς Πατέρα φανέντα· παρὰ δὲ Ἰουδαίοις ὕστερον οὐκ ἐν σαρκὶ, ἀλλὰ δοκήσει ὡς Χριστὸν Ἰησοῦν φανέντα· καὶ μετὰ | |
ταῦτα ὡς Πνεῦμα ἅγιον, τὸ ὑπὸ τοῦ Χριστοῦ ὡς παράκλητον ἀποστέλλεσθαι ἐπαγγελθέν. Καὶ ἐπλάνησέ τε οὕτω τὴν Ῥω‐ μαίων πόλιν, ὥστε Κλαύδιον ἀνδριάντα αὐτοῦ στῆσαι, ὑπογρά‐ | 174 in vol. 1 | |
15 | ψαντα τῇ Ῥωμαίων γλώττῃ, ΣΙΜΩΝΙ ΔΕΩ ΣΑΓΚΤΩ, ὅπερ ἑρμηνευόμενον δηλοῖ, Σίμωνι Θεῷ ἁγίῳ. | |
6.15 | Παρατεινομένης δὲ τῆς πλάνης, ἀγαθῶν ξυνωρὶς διορ‐ θοῦται τὸ πταῖσμα, Πέτρος καὶ Παῦλος παραγενόμενοι, οἱ τῆς ἐκκλησίας προστάται· καὶ ἐπιδεικτιῶντα τὸν νομιζόμενον Θεὸν Σίμωνα, νεκρὸν εὐθὺς ἀπέδειξαν. Ἐπαγγελλομένου γὰρ τοῦ | |
5 | Σίμωνος μετεωρίζεσθαι εἰς τοὺς οὐρανοὺς, καὶ ἐπ’ ὀχήματος δαιμόνων ἐπ’ ἀέρος φερομένου, γόνυ κλίναντες οἱ τοῦ Χριστοῦ δοῦλοι καὶ τὴν συμφωνίαν ἐνδειξάμενοι, ἣν εἶπεν ὁ Ἰησοῦς, Ὅτι ἐὰν δύο ἐξ ὑμῶν συμφωνήσωσι, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς· τὸ τῆς ὁμονοίας βέλος διὰ | |
10 | τῆς προσευχῆς πέμψαντες κατὰ τοῦ μάγου, κατέβαλον αὐτὸν εἰς τὴν γῆν. Καὶ οὐδὲν θαυμαστὸν, καίπερ ὂν θαυμαστόν· Πέτρος γὰρ ἦν, ὁ τὰς κλεῖς τῶν οὐρανῶν περιφέρων. Καὶ οὐ θαύμα‐ τος ἄξιον· Παῦλος γὰρ ἦν, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ εἰς παράδεισον καὶ ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώ‐ | |
15 | πῳ λαλῆσαι. [Οἳ καὶ] ἐξ ἀέρος ἐπὶ γῆν κατήγαγον τὸν νομι‐ ζόμενον Θεὸν, μέλλοντα εἰς τὰ καταχθόνια κατάγεσθαι. Οὗτος πρῶτος ὁ τῆς κακίας δράκων· μιᾶς δὲ ἐκκοπείσης κεφαλῆς, πο‐ λυκέφαλος εὑρέθη πάλιν ἡ τῆς κακίας ὕλη. | |
6.16 | Κήρινθος γὰρ τὴν Ἐκκλησίαν ἐλυμῄνατο, καὶ Μέναν‐ δρος, καὶ Καρποκράτης· Ἐβιωναῖοί τε, καὶ Μαρκίων, τὸ τῆς ἀθεότητος στόμα. Ὁ γὰρ θεοὺς διαφόρους ἀναγορεύσας, ἄλλον τὸν ἀγαθὸν καὶ ἄλλον τὸν δίκαιον, ἀντιφθέγγεται τῷ Υἱῷ τῷ | |
5 | λέγοντι, Πάτερ δίκαιε. Καὶ [ὁ λέγων] πάλιν ἄλλον τὸν πα‐ τέρα, καὶ ἄλλον τὸν ποιητὴν τοῦ κόσμου, ἐναντιοῦται τῷ Υἱῷ, τῷ λέγοντι· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον [πυρὸς] βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμ‐ φιέννυσι· καὶ, Ὄστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἀγαθούς | 176 in vol. 1 |
10 | τε καὶ πονηροὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτως πάλιν ἄλλης κακίας εὑρετὴς, ὁ Μαρκίων δεύτερος. Ὑπὸ γὰρ τῶν κειμένων ἀπὸ τῆς παλαιᾶς ἐν τῇ καινῇ διαθήκῃ μαρτυριῶν ἐλεγχόμενος, πρῶτος ἐτόλμησεν ἐκκόψαι τὰς μαρτυρίας, καὶ ἀμάρτυρον ἀφεῖναι τὸν καταγγελλόμενον λόγον τῆς πίστεως, | |
15 | καταλείψας τὸν Θεόν· καὶ ὡς κηρύκων μὴ ὄντων, σαθρὰν ἠθέ‐ λησε ποιήσασθαι τῆς Ἐκκλησίας τὴν πίστιν. | |
6.17 | Διεδέξατο τοῦτον πάλιν ἄλλος, Βασιλείδης, δυσώνυ‐ μος, δεινότατος τὸν τρόπον, ἀσελγείας καταγγέλλων. Ἐπηγωνίσατο τῇ κακίᾳ καὶ Οὐαλεντῖνος, τριάκοντα θεῶν καταγγελεύς. Ἕλ‐ ληνες ὀλίγους λέγουσιν, καὶ ὁ ὀνομαζόμενος, μᾶλλον δὲ οὐκ ὢν | |
5 | χριστιανὸς, εἰς τριάκοντα ὅλους ἐξέτεινε τὴν πλάνην. Καί φησιν, ὅτι ὁ Βυθὸς (πρέπει γὰρ αὐτῷ ὄντι βυθῷ τῆς κακίας, ἐκ βυθοῦ τῆς διδασκαλίας ἄρχεσθαι) ἐγέννησε Σιγὴν, καὶ ἀπὸ τῆς Σιγῆς | |
ἐτεκνοποίει Λόγον. Τοῦ παρ’ Ἕλλησι Διὸς οὗτος χείρων, τοῦ τῇ ἀδελφῇ μιγνυμένου· τέκνον γὰρ ἐλέγετο τοῦ Βυθοῦ εἶναι ἡ | 178 in vol. 1 | |
10 | Σιγή. Βλέπεις ἀτοπίαν χριστιανισμοῦ σχήματι περιβεβλη‐ μένην; Μεῖνον βραχὺ, καὶ μισήσεις τὴν ἀσέβειαν. Φησὶ γὰρ ὀκτὼ αἰῶνας ἐκ τούτου γεγενῆσθαι, καὶ ἐξ ἐκείνων δέκα· καὶ ἐξ ἐκεί‐ νων ἄλλους δώδεκα, ἄρσενας καὶ θηλείας. Καὶ πόθεν ἡ σύστασις τούτων; Βλέπε τὴν ληρῳδίαν ἐκ τῶν κατασκευασμάτων. | |
15 | Πόθεν ἔχεις τὴν ἀπόδειξιν τῶν τριάκοντα αἰώνων; Ἐπειδή, φη‐ σιν, γέγραπται, ὅτι ἐβαπτίσθη Ἰησοῦς ὡς τριάκοντα ἐτῶν ὤν. Καὶ ποία αὕτη ἀπόδειξις ἐκ τῶν τριάκοντα ἐτῶν, εἰ καὶ τριάκοντα ἐτῶν ἐβαπτίσθη; Ἆρα οὖν ἐπειδὴ καὶ πέντε ἄρτους ἔκλασεν εἰς πεντακισχιλίους, πέντε εἰσὶ θεοί; ἢ ἐπειδὴ δώ‐ | |
20 | δεκα ἔσχε μαθητὰς, δώδεκα ὤφειλαν εἶναι μόνοι καὶ οἱ θεοί; | |
6.18 | Καὶ τοῦτο ἔτι μικρὸν πρὸς τὰ λοιπὰ τῆς ἀσεβείας. Φησὶ γὰρ, ὅτι ἡ τελευταία τῶν θεῶν ἀρσενόθηλυς οὖσα, ὡς τολμᾷ λέγειν, αὕτη ἐστὶν ἡ Σοφία. Ὦ τῆς ἀθεότητος! Χριστὸς γὰρ Θεοῦ σοφία, μονογενὴς Υἱός· κἀκεῖνος εἰς θῆλυ καὶ τρια‐ | |
5 | κοστὸν στοιχεῖον καὶ ἔσχατον κατασκεύασμα, κατήνεγκε τῷ λόγῳ τοῦ Θεοῦ τὴν σοφίαν. Καί φησιν, ὅτι ἐπεχείρησεν ἡ Σοφία τὸν πρῶτον Θεὸν ἰδεῖν· καὶ μὴ φέρουσα τὰς μαρμαρυγὰς, ἐξ‐ έπεσε τῶν οὐρανῶν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ. Εἶτα στένουσα, ἐκ τῶν στεναγμῶν ἐγέννα τὸν διάβολον· καὶ | |
10 | ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλασσαν ὑπεστήσατο. Βλέ‐ πεις τὴν ἀσέβειαν; Πῶς γὰρ ἐκ σοφίας διάβολος γεννᾶται, καὶ ἀπὸ συνέσεως ἡ κακία, ἢ ἀπὸ φωτὸς σκότος; Καί φησιν, ὅτι ὁ | |
διάβολος ἐγέννησεν ἄλλους, οἵτινες κατεσκεύασαν τὸν κόσμον· καὶ ὅτι ὁ Χριστὸς κατῆλθεν, ἐπὶ τὸ ἀποστῆσαι τοὺς ἀνθρώπους | 180 in vol. 1 | |
15 | τοῦ κοσμοποιοῦ. | |
6.19 | Ἄκουε δὲ, τίνα λέγουσιν εἶναι τὸν Χριστὸν [Ἰησοῦν], ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς. Διδάσκουσι γὰρ, ὅτι τῆς Σο‐ φίας ἐκπεσούσης, ἵνα μὴ ὁ ἀριθμὸς λείπῃ τῶν τριάκοντα, οἱ εἰκοσιεννέα αἰῶνες συνενέγκαντές τι ἕκαστος ἐλάχιστον, κα‐ | |
5 | τεσκεύασαν τὸν Χριστόν· καὶ τοῦτον δὲ ἀρσενόθηλυν πάλιν λέ‐ γουσιν. Ἆρα ἔστι τι τούτων ἀσεβέστερον; ἔστι τι τούτων ἀθλιώτερον; Ἐγὼ διηγοῦμαί σοι τὴν πλάνην, ἵνα μειζόνως αὐ‐ τοὺς μισήσῃς. Φεῦγε οὖν τὴν ἀσέβειαν, μηδὲ χαίρειν λέγε τῷ τοιούτῳ, ἵνα μὴ κοινωνήσῃς τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκό‐ | |
10 | τους· καὶ μήτε πολυπραγμονήσῃς, μήτε εἰς λόγους αὐτοῖς ἐλθεῖν θελήσῃς. | |
6.20 | Καὶ μίσει μὲν πάντας αἱρετικοὺς, ἐξαιρέτως δὲ τὸν τῆς μανίας ἐπώνυμον, τὸν πρώην ἐπὶ Πρόβου βασιλέως ἀρξά‐ μενον. Πρὸ γὰρ ὅλων ἑβδομήκοντα ἐτῶν ἡ πλάνη, καί εἰσι μέχρι τοῦ νῦν ἄνθρωποι αὐτοῖς ὀφθαλμοῖς θεωρήσαντες ἐκεῖνον. | |
5 | Ἀλλ’ οὐχ ὅτι πρὸ ὀλίγου χρόνου ἦν, διὰ τοῦτο μίσει· ἀλλὰ διὰ τὰ δυσσεβῆ δόγματα μίσει τὸν τῆς κακίας ἐργάτην, τὸ δοχεῖον παντὸς ῥύπου, τὸν πάσης αἱρέσεως βόρβορον ὑποδεξά‐ μενον. Φιλοτιμούμενος γὰρ ἐν κακοῖς ἐξαίρετος γενέσθαι, τὰ πάντων λαβὼν, καὶ μίαν αἵρεσιν πεπληρωμένην βλασφημιῶν καὶ | |
10 | πάσης παρανομίας συστησάμενος, λυμαίνεται τὴν ἐκκλησίαν, (μᾶλ‐ | |
λον δὲ τοὺς ἐκτὸς τῆς ἐκκλησίας) ὡς λέων περιπατῶν καὶ κατα‐ πίνων. Μὴ πρόσεχε αὐτῶν τῇ χρηστολογίᾳ, μηδὲ τῇ νομιζο‐ μένῃ ταπεινοφροσύνῃ· ὄφεις γάρ εἰσι γεννήματα ἐχιδνῶν. Καὶ Ἰούδας ἔλεγε, Χαῖρε Ῥαββὶ, καὶ προεδίδου. Μὴ τοῖς φιλήμασι | 182 in vol. 1 | |
15 | πρόσεχε, ἀλλὰ τὸν ἰὸν φυλάσσου. | |
6.21 | Καὶ ἵνα μὴ μάτην δοκῶμεν αὐτοῦ κατηγορεῖν, ἐν παρεξόδῳ τίς ἐστιν οὗτος ὁ Μάνης εἴπωμεν, καὶ τί διδάσκει ἐκ μέρους· ὅλον γὰρ αὐτοῦ τὸν βόρβορον, οὐδ’ ὁ πᾶς αἰὼν κατ’ ἀξίαν διηγήσεται. Μνημονευέσθω δὲ ταῦτα παρὰ σοὶ εἰς εὔκαι‐ | |
5 | ρον βοήθειαν, ἅπερ εἴρηται μὲν καὶ τοῖς πρὸ τούτου, λεχθήσε‐ ται δὲ καὶ τοῖς νῦν· ἵνα οἱ μὲν ἀγνοοῦντες μάθωσιν, οἱ δὲ εἰ‐ δότες ὑπομνησθῶσιν. Οὐκ ἔστιν ἀπὸ χριστιανῶν ὁ Μάνης, μὴ γένοιτο· οὐδὲ κατὰ τὸν Σίμωνα ἐξεβλήθη τῆς Ἐκκλησίας, οὔτε αὐτὸς οὔτε οἱ πρὸ αὐτοῦ διδάσκοντες· κλέπτης γάρ ἐστιν | |
10 | ἀλλοτρίων κακῶν, ἐξιδιοποιούμενος τὰ κακά. Πῶς δὲ καὶ τίνα τρόπον, ἀκουστέον. | |
6.22 | Σκυθιανός τις ἦν ἐν Αἰγύπτῳ, Σαρακηνὸς τὸ γένος, οὐδὲν κοινὸν οὔτε πρὸς Ἰουδαϊσμὸν οὔτε πρὸς Χριστιανισμὸν κεκτημένος. Οὗτος τὴν Ἀλεξάνδρειαν οἰκήσας, καὶ τὸν Ἀριστο‐ τελικὸν μιμησάμενος βίον, τέσσαρας βίβλους συνέταξε, μίαν κα‐ | |
5 | λουμένην Εὐαγγέλιον, οὐ Χριστοῦ πράξεις περιέχουσαν, ἀλλ’ ἁπλῶς μόνον τὴν προσηγορίαν· καὶ μίαν ἄλλην καλουμένην Κε‐ | |
φαλαίων· καὶ μίαν τρίτην, Μυστηρίων· καὶ τετάρτην, ἣν νῦν περιφέρουσι, Θησαυρόν. Μαθητὴς δὲ ἦν τούτου Τερέβινθος ὀνόματι. Ἀλλὰ τὸν προῃρημένον Σκυθιανὸν ἐλθεῖν εἰς τὴν Ἰου‐ | 184 in vol. 1 | |
10 | δαίαν καὶ λυμήνασθαι τὴν χώραν, νόσῳ θανατώσας ὁ Κύριος, ἔπαυσε τὴν λοιμώδη κατάστασιν. | |
6.23 | Ὁ δὲ τῆς κακίας μαθητὴς Τερέβινθος, κληρονόμος ὢν τοῦ χρυσοῦ καὶ τῶν βιβλίων καὶ τῆς αἱρέσεως, παραγενόμενος ἐν τῇ Παλαιστίνῃ, καὶ ἐν τῇ Ἰουδαίᾳ γνωριζόμενος καὶ κατα‐ γινωσκόμενος, ἔκρινεν εἰς τὴν Περσίδα μετελθεῖν. Ἵνα δὲ μὴ | |
5 | ἐκ τῆς προσηγορίας κἀκεῖ γνωρίζηται, Βουδδᾶν μετωνόμασεν ἑαυτόν. Ἀλλ’ εἶχεν ἐκεῖ καὶ τοὺς ἀνταγωνιστὰς, τοὺς τοῦ Μί‐ θρα· καὶ πολλῶν λόγων κινουμένων καὶ διαπληκτισμῶν, ἠλέγχετο. Καὶ πέρας συνελαυνόμενος, προσφεύγει τινὶ χήρᾳ. Εἶτα ἐπὶ δώ‐ ματος ἀνελθὼν, καὶ προσκαλεσάμενος τοὺς ἀερίους δαίμονας, | |
10 | οὓς οἱ Μανιχαῖοι μέχρι σήμερον ἐπὶ τῆς μυσαρᾶς αὐτῶν ἰσχά‐ δος ἐπικαλοῦνται· γενόμενος θεόπληκτος καὶ καταβληθεὶς ἀπὸ τοῦ δώματος, ἐξέψυξε· καὶ οὕτως ἐξεκόπη τὸ θηρίον δεύτερον. | |
6.24 | Ἀλλ’ ἔμεινε τὰ ὑπομνηστικὰ τῆς ἀσεβείας βιβλία· καὶ κληρονόμος ἦν ἡ χήρα καὶ τῶν βιβλίων καὶ τῶν χρημάτων. Μήτε δὲ συγγενέα, μήτε [δὲ] ἕτερόν τινα ἔχουσα, ἔκρινεν ἐκ τῶν | |
χρημάτων ἀγοράσαι παῖδα Κούβρικον λεγόμενον· καὶ τοῦτον | 186 in vol. 1 | |
5 | εἰς υἱοθεσίαν λαβοῦσα, ἐπαίδευσε τοῖς Περσῶν μαθήμασιν ὡς υἱὸν, καὶ ὤξυνε κατὰ τῆς ἀνθρωπότητος κακὸν βέλος. Καὶ Κού‐ βρικος ὁ κακὸς οἰκέτης εἰς μέσον φιλοσόφων ἤκμαζε· καὶ τε‐ λευτησάσης τῆς χήρας, ἐκληρονόμησε τὰ χρήματα καὶ τὰ βι‐ βλία. Εἶτα, ἵνα μὴ τὸ τῆς δουλείας τοῦ Κουβρίκου ὄνομα | |
10 | ἐπονείδιστον ᾖ, ἀντὶ Κουβρίκου Μάνην ἑαυτὸν ἐπωνόμασεν, ὅπερ κατὰ τὴν Περσῶν διάλεκτον τὴν ὁμιλίαν δηλοῖ. Ἐπειδὴ γὰρ διαλεκτικὸς ἐδόκει τις εἶναι, Μάνην ἑαυτὸν ἐπωνόμασεν, οἱονεὶ ὁμιλητήν τινα ἄριστον. Ἀλλ’ ἐκεῖνος μὲν εὐδοξίαν ἑαυτῷ κατὰ τὴν Περσῶν γλῶσσαν ἐπραγματεύσατο· ἡ δὲ τοῦ Θεοῦ οἰκονο‐ | |
15 | μία καὶ ἄκοντα αὐτὸν ἑαυτοῦ κατήγορον ἐποίει γενέσθαι· ἵνα ἐν Περσίδι νομίσας ἑαυτὸν τιμᾷν, παρ’ Ἕλλησι μανίας ἑαυτὸν κα‐ ταγγέλλῃ ἐπώνυμον. | |
6.25 | Ἐτόλμα δὲ λέγειν ἑαυτὸν εἶναι τὸν Παράκλητον). Καὶ γέγραπται· Ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν. Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών. Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐν‐ | |
5 | τάσσει. Ἐσάλευσεν ὁ οἰκέτης τὴν οἰκουμένην, ἐπειδὴ διὰ τριῶν σείεται ἡ γῆ· καὶ τὸ τέταρτον οὐ δύναται φέρειν, ἐὰν οἰκέτης βασιλεύσῃ. Καὶ μέσος ἐλθὼν, λοιπὸν τὰ ὑπὲρ ἄνθρωπον ἐπηγ‐ γέλλετο. Ἐνόσει τοῦ βασιλέως Περσῶν ὁ υἱός· καὶ ἰατρῶν δα‐ ψίλεια παρῆν. Ἀλλ’ ὁ Μάνης ἐπηγγείλατο διὰ προσευχῆς ὡσ‐ | |
10 | ανεὶ εὐσεβὴς κατορθώσειν. Ἀπέστησαν οἱ ἰατροὶ, συναπέστη τοῦ παιδὸς ἡ ζωή· ἠλέγχθη ἡ ἀσέβεια τοῦ ἀνδρός. Καὶ δέσμιος | |
ἦν ὁ δὴ φιλόσοφος, εἰς φυλακὴν, οὐ διὰ τὸ περὶ ἀληθείας ἐλέγ‐ ξαι τὸν βασιλέα, βληθείς· οὐ διὰ τὸ καταλῦσαι τὰ εἴδωλα, ἀλλὰ διὰ τὸ ἐπαγγείλασθαι σώζειν, καὶ ψεύσασθαι· μᾶλλον δὲ | 188 in vol. 1 | |
15 | εἰ δεῖ τἀληθὲς εἰπεῖν, διὰ τὸ φονεῦσαι. Τὸν γὰρ δυνάμενον διὰ τῆς ἰατρικῆς ἐπιμελείας σωθῆναι, οὗτος τοὺς ἰατροὺς ἀπο‐ στήσας ἐφόνευσε, τῇ ἀμελείᾳ θανατώσας. | |
6.26 | Ἐμοῦ δὲ λέγοντος τὰ περὶ αὐτοῦ πάμπολλα κακὰ, μέμνησο πρῶτον τὴν βλασφημίαν· δεύτερον, τὴν δουλείαν· οὐχ ὅτι αἰσχύνη ἡ δουλεία, ἀλλ’ ὅτι τὸ δοῦλον ὄντα ἐλευθερίαν πλάττεσθαι, κακόν· τρίτον, τὸ ψεῦδος τῆς ἐπαγγελίας· καὶ τέ‐ | |
5 | ταρτον, τοῦ παιδὸς τὸν φόνον· καὶ πέμπτον, τὴν αἰσχύνην τῆς φυλακῆς. Καὶ οὐκ ἦν γε αἰσχύνη τῆς φυλακῆς μόνον, ἀλλὰ καὶ ἡ ἐκ τῆς φυλακῆς φυγή. Ὁ γὰρ λέγων ἑαυτὸν Παράκλητον καὶ τῆς ἀληθείας ἀγωνιστὴν, ἔφευγεν. Οὐκ ἦν διάδοχος Ἰησοῦ τοῦ ἑτοίμως ἐρχομένου εἰς τὸν σταυρόν· ἀλλ’ οὗτος ἐναντίος ἦν, | |
10 | φυγάς. Εἶτα ὁ βασιλεὺς Περσῶν ἐκέλευσεν ἀπαχθῆναι τοὺς δεσμοφύλακας. Αἴτιος ὁ Μάνης δι’ ὑπερηφανίαν θανάτου τῷ παιδὶ, καὶ αἴτιος θανάτου τῶν δεσμοφυλάκων διὰ τὴν φυγήν. Ὁ οὖν παραίτιος θανάτου, οὗτος ἆρα προσκυνεῖσθαι ὀφείλει; Οὐκ ἔδει μιμήσασθαι Ἰησοῦν καὶ εἰπεῖν, Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τού‐ | |
15 | τους ὑπάγειν; Οὐκ ἔδει κατὰ τὸν Ἰωνᾶν εἰπεῖν, Ἄρατέ με καὶ βάλλετε εἰς τὴν θάλασσαν· δι’ ἐμὲ γὰρ ὁ κλύδων οὗτος; | |
6.27 | Φεύγει ἐκ τῆς φυλακῆς, καὶ ἔρχεται εἰς τὴν Μεσο‐ ποταμίαν· ἀλλ’ ἀπαντᾷ αὐτῷ ὅπλον δικαιοσύνης Ἀρχέλαος ἐπίσκοπος. Καὶ ἐπὶ φιλοσόφων κριτῶν ἐλέγξας, ἀκροατήριον Ἑλληνικὸν συστησάμενος, ἵνα μὴ χριστιανῶν κρινάντων δοκῶσιν | |
5 | οἱ κριταὶ χαρίζεσθαι· Λέγε, φησὶν, ὁ Ἀρχέλαος πρὸς τὸν Μά‐ νην, ὃ κηρύσσεις. Ὁ δὲ [ὡς] τάφον ἀνεῳγμένον ἔχων τὸ | |
στόμα, ἀπὸ βλασφημίας πρῶτον τοῦ ποιητοῦ τῶν ἁπάντων ἤρξα‐ το φάσκων· Ὁ τῆς παλαιᾶς Θεὸς κακῶν ἐστιν εὑρετὴς, λέ‐ γων περὶ ἑαυτοῦ, Ἐγὼ ὁ Θεὸς πῦρ καταναλίσκον. Ὁ δὲ σοφὸς | 190 in vol. 1 | |
10 | Ἀρχέλαος ὑπεξέλυσε τὴν βλασφημίαν, εἰπών· Εἰ ὁ τῆς παλαιᾶς Θεὸς, κατὰ τὸν σὸν λόγον, πῦρ ἑαυτὸν λέγει, τίνος υἱός ἐστιν ὁ λέγων, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν; Εἰ μέμφῃ τὸν λέ‐ γοντα, Κύριος θανατοῖ καὶ ζωογονεῖ· διὰ τί τιμᾷς Πέτρον, τὴν Ταβιθὰν μὲν ἐγείραντα, τὴν δὲ Σαπφείραν θανατώσαντα; Εἰ δὲ | |
15 | καὶ μέμφῃ, ὅτι πῦρ ἡτοίμασε· διὰ τί οὐ μέμφῃ τὸν λέγοντα, Πορεύεσθε [ἀπ’ ἐμοῦ] εἰς τὸ πῦρ τὸ αἰώνιον; Εἰ μέμφῃ τὸν λέγοντα, Ἐγὼ Θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐξήγησαι πῶς λέγει Ἰησοῦς, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀμφοτέρων γὰρ τὰ ἴσα λεγόντων, δυοῖν θάτερον· ἢ ἀμφό‐ | |
20 | τεροι καλοὶ διὰ τὴν ὁμολεξίαν· ἢ εἰ ἀνέγκλητος Ἰησοῦς ταῦτα λέγων, διὰ τί ψέγεις τὸν τὰ ὅμοια ἐν τῇ παλαιᾷ λέγοντα; | |
6.28 | Εἶτα ὁ Μάνης πρὸς τοῦτον λέγει· Καὶ ποῖος Θεὸς τυφλοῖ; Παῦλος γάρ ἐστιν ὁ λέγων· Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου. Ὁ δὲ Ἀρχέλαος καλῶς ὑποκρού‐ | |
5 | σας, Προανάγνωθί, φησιν, ὀλίγον. Εἰ δὲ καὶ κεκαλυμμένον ἐστὶ τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμ‐ μένον. Ὁρᾷς, ὅτι ἐν τοῖς ἀπολλυμένοις κεκάλυπται; Οὐ δεῖ γὰρ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εἶτα, ἆρα μόνος ὁ τῆς παλαιᾶς | |
Θεὸς ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων; Ἰησοῦς δὲ αὐτὸς | 192 in vol. 1 | |
10 | οὐκ εἴρηκε, Διὰ τοῦτο αὐτοῖς ἐν παραβολαῖς λαλῶ, ἵνα βλέπον‐ τες μὴ βλέπωσι; Μὴ μισῶν αὐτοὺς, ἐβούλετο μὴ βλέπειν; ἢ διὰ τὸ ἀνάξιον, ἐπειδὴ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν; Ὅπου γὰρ αὐτοπροαίρετος πονηρία, ἐκεῖ καὶ ἀποχὴ τῆς χάριτος. Τῷ γὰρ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν | |
15 | ἀρθήσεται. | |
6.29 | Εἰ δὲ δεῖ, καὶ ὥς τινες ἐξηγοῦνται, τοῦτο εἰπεῖν· οὐ φαῦλον γὰρ τὸ ῥῆμα· εἰ καὶ ἐτύφλωσε τῶν ἀπίστων τὰ νοή‐ ματα, ἐπὶ καλῷ ἐτύφλωσεν, ἵνα εἰς τὰ ἀγαθὰ ἀναβλέψωσιν. Οὐ γὰρ εἶπεν, Ἐτύφλωσεν αὐτῶν τὴν ψυχήν· ἀλλὰ, τὰ νοήματα | |
5 | τῶν ἀπίστων. Τὸ δὲ λεγόμενον, τοιοῦτόν ἐστι· τύφλωσον τοῦ πόρνου τὰ πορνικὰ νοήματα, καὶ σέσωσται ὁ ἄνθρωπος. Τύφλωσον τοῦ λῃστοῦ τὸ ἁρπακτικὸν καὶ λῃστρικὸν, καὶ σέ‐ σωσται ὁ ἄνθρωπος. Ἀλλ’ οὐ θέλεις οὕτω νοῆσαι· ἔστι καὶ ἄλλη ἐξήγησις. Τυφλοῖ καὶ ὁ ἥλιος τοὺς ἀμβλυωποῦντας· | |
10 | καὶ οἱ ὀφθαλμιῶντες τυφλοῦνται, βλαπτόμενοι ὑπὸ τοῦ φωτός· οὐχ ὅτι τυφλωτικός [ἐστιν] ὁ ἥλιος, ἀλλ’ ὅτι ἡ ὑπόστασις τῶν ὀμμάτων οὐ βλέπει. Οὕτω καὶ οἱ ἄπιστοι, νοσοῦντες τὰς καρ‐ δίας, οὐ δύνανται ἐνιδεῖν τῆς θεότητος ταῖς ἀκτῖσιν. Καὶ οὐκ εἶπεν, Ἐτύφλωσε τὰ νοήματα, εἰς τὸ μὴ ἀκοῦσαι τὸ εὐαγγέ‐ | |
15 | λιον· ἀλλ’, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸ μὲν γὰρ ἀκοῦ‐ σαι τοῦ εὐαγγελίου, πᾶσιν ἐφίεται· ἡ δόξα δὲ τοῦ εὐαγγελίου, τοῖς Χριστοῦ γνησίοις μόνοις ἀφώρισται. Ἔλεγεν ὁ Κύριος τοῖς μὲν ἀκοῦσαι μὴ δυναμένοις ἐν παραβολαῖς· τοῖς δὲ μαθη‐ | |
20 | ταῖς ἐπέλυε κατ’ ἰδίαν τὰς παραβολάς. Ὁ αὐγασμὸς [γὰρ] τῆς δόξης τοῖς πεφωτισμένοις, ἡ τύφλωσις τοῖς ἀπίστοις. Ταῦτα τὰ μυστήρια, ἃ νῦν ἡ Ἐκκλησία διηγεῖταί σοι τῷ ἐκ κατηχου‐ μένων μεταβαλλομένῳ, οὐκ ἔστιν ἔθος ἐθνικοῖς διηγεῖσθαι. Οὐ γὰρ ἐπὶ ἐθνικῷ τὰ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύμα‐ | 194 in vol. 1 |
25 | τος διηγούμεθα μυστήρια, οὐδὲ περὶ τῶν μυστηρίων ἐπὶ κατ‐ ηχουμένων λευκῶς λαλοῦμεν· ἀλλὰ [πολλὰ] πολλάκις λέγομεν ἐπικεκαλυμμένως, ἵνα οἱ εἰδότες πιστοὶ νοήσωσι, καὶ οἱ μὴ εἰ‐ δότες μὴ βλαβῶσι. | |
6.30 | Τούτοις καὶ ἄλλοις πλείοσιν ἀνετρέπετο ὁ δράκων· τοιαύταις συμπλοκαῖς κατεπάλαισε τὸν Μάνην ὁ Ἀρχέλαος. Φεύ‐ γει πάλιν καὶ ἐντεῦθεν, ὁ ἐκ τῆς φυλακῆς φυγών· καὶ τὸν ἀν‐ ταγωνιστὴν διαδρὰς, ἔρχεται ἐπὶ κώμην εὐτελεστάτην, κατὰ | |
5 | τὸν ὄφιν τὸν ἐν παραδείσῳ καταλιπόντα τὸν Ἀδὰμ καὶ τῇ Εὔᾳ προσελθόντα. Ἀλλ’ ὁ καλὸς ποιμὴν Ἀρχέλαος τῶν προβάτων προνοῶν, ἀκούσας τὴν φυγὴν, εὐθέως δρομαῖος ἐπὶ τὴν τοῦ λύ‐ κου ἠπείγετο ζήτησιν. Ὁ δὲ Μάνης ἰδὼν ἐξαίφνης τὸν ἀντί‐ δικον, ἐξεπήδησε καὶ ἔφυγεν· ἔφυγε δὲ τὴν τελευταίαν φυγήν. | |
10 | Οἱ γὰρ τοῦ τῶν Περσῶν βασιλέως ὑπασπισταὶ πανταχοῦ διε‐ ρευνώμενοι, καταλαμβάνουσι τὸν φυγάδα· καὶ ἣν ὤφειλεν ἐπὶ τοῦ Ἀρχελάου λαβεῖν ἀπόφασιν, ταύτην ἐπιφέρουσιν αὐτῷ οἱ τοῦ βασιλέως ὑπασπισταί. Συλλαμβάνεται ὁ Μάνης, ὃν προσκυνοῦ‐ σιν οἱ αὐτοῦ μαθηταὶ, καὶ ἄγεται πρὸς τὸν βασιλέα. Ὠνείδισεν | |
15 | ὁ βασιλεὺς αὐτῷ τὸ ψεῦδος καὶ τὴν φυγήν· ἐχλεύασε τὴν δου‐ λείαν· ἐξεδίκησε τοῦ παιδὸς τὸν φόνον· κατέκρινε καὶ διὰ τὸν | |
τῶν δεσμοφυλάκων φόνον. Ἐκδαρῆναι τὸν Μάνην Περσικῷ νόμῳ προστάττει. Καὶ τὸ μὲν λοιπὸν σῶμα θηρίων παρεδόθη βορᾷ· τὸ δὲ τῆς κακίστης γνώμης δοχεῖον τὸ δέρμα, θυλάκου | 196 in vol. 1 | |
20 | δίκην πρὸ τῶν πυλῶν ἀνηρτήθη. Ὁ τὸν Παράκλητον ἑαυτὸν λέ‐ γων, καὶ τὰ μέλλοντα εἰδέναι ἐπαγγελλόμενος, τὴν ἰδίαν φυγὴν καὶ τὴν κατάληψιν οὐκ ἔγνω. | |
6.31 | Τούτου μαθηταὶ τρεῖς γεγόνασι, Θωμᾶς καὶ Βαδδᾶς καὶ Ἑρμᾶς. Μηδεὶς ἀναγινωσκέτω τὸ κατὰ Θωμᾶν εὐαγγέλιον· οὐ γάρ ἐστιν ἑνὸς τῶν δώδεκα ἀποστόλων, ἀλλ’ ἑνὸς τῶν κακῶν τριῶν τοῦ Μάνου μαθητῶν. Μηδεὶς προσφερέσθω τοῖς ψυ‐ | |
5 | χοφθόροις Μανιχαίοις, τοῖς ἀχύρων ὕδασι τὸ στυγνὸν τῆς νηστείας προσποιουμένοις· τοῖς διαβάλλουσι μὲν τὸν τῶν βρωμά‐ των ποιητὴν, τὰ κάλλιστα δὲ τῶν βρωμάτων λαιμαργοῦσι· τοῖς διδάσκουσιν, ὅτι ὁ τήνδε τὴν βοτάνην ἐκτίλλων, εἰς αὐτὴν μετα‐ βάλλεται. Εἰ γὰρ ὁ ἐκτέμνων βοτάνας ἤ τι τῶν λαχάνων, εἰς | 198 in vol. 1 |
10 | τοῦτο μεταβάλλεται, γεωργοὶ καὶ κηπουρῶν παῖδες εἰς πόσα με‐ ταβληθήσονται; Κατὰ τοσούτων ὁ κηπουρὸς ἤνεγκε τὴν δρεπά‐ νην, ὡς ὁρῶμεν· εἰς ποῖα ἆρα μεταβάλλεται; Γέλωτος ἀληθῶς τὰ διδάγματα καὶ καταγνώσεως πλήρη καὶ αἰσχύνης. Ὁ αὐτὸς ἀνὴρ ποιμὴν ὢν προβάτων, καὶ πρόβατον ἔθυσε καὶ λύκον | |
15 | ἀπέκτεινεν· εἰς ποῖον ἆρα μεταβάλλεται; Πολλοὶ τῶν ἀνθρώπων ἰχθύας ἐσαγήνευσαν, καὶ ὄρνεα ἴξευσαν· εἰς ποῖον ἆρα μετα‐ βάλλονται οἱ τῆς ἁρπαγῆς; | |
6.32 | Ἀργίας ἔκγονοι Μανιχαῖοι, οἱ μὴ ἐργαζόμενοι καὶ τὰ τῶν ἐργαζομένων κατεσθίοντες· οἱ τοὺς προσφέροντας αὐτοῖς τὰ βρώματα μειδιῶσι προσώποις δεχόμενοι, καὶ ἀντὶ εὐλογιῶν κατάρας ἀποδίδοντες. Ὅταν γάρ τις αὐτοῖς [τι] προσενέγκῃ | |
5 | ἀνόητος, Μικρὸν ἔξω, φησὶ, στῆθι, καὶ εὐλογήσω σε. Εἶτα δε‐ ξάμενος εἰς χεῖρας τὸν ἄρτον, (ὡς οἱ ἐξ αὐτῶν μετανοήσαντες ἐξωμολογήσαντο), Ἐγώ σε οὐκ ἐποίησά, φησιν ὁ Μανιχαῖος τῷ ἄρτῳ· καὶ κατάρας πέμπει εἰς τὸν ὕψιστον, καὶ καταρᾶται τὸν πεποιηκότα, καὶ οὕτως ἐσθίει τὸ πεποιημένον. Εἰ μισεῖς τὰς | |
10 | τροφὰς, τί μειδιῶν τῷ προσώπῳ ἀπέβλεψας τῷ προσενέγκαντι; Εἰ τῷ ἐνέγκαντι ἔχεις χάριν, διὰ τί πέμπεις τῷ κατασκευάσαντι καὶ δημιουργήσαντι Θεῷ τὴν βλασφημίαν; Καὶ πάλιν, Ἐγώ σε οὐκ ἔσπειρά, φησι· σπαρείη ὁ σπείρας σε. Ἐγώ σε οὐκ ἐθέ‐ ρισα δρεπάνοις· ἐκθερισθείη ὁ θερίσας σε. Ἐγώ σε πυρὶ οὐκ | 200 in vol. 1 |
15 | ὤπτησα· ὀπτηθείη ὁ ὀπτήσας σε. Καλὰ τὰ ἀμοιβαῖα τῆς χάριτος. | |
6.33 | Μεγάλα μὲν κακὰ καὶ ταῦτα, ἀλλ’ ἔτι μικρὰ πρὸς τὰ ἄλλα. Οὐ τολμῶ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν τὸ λουτρὸν αὐ‐ τῶν διηγήσασθαι. Οὐ τολμῶ εἰπεῖν, τίνι ἐμβάπτοντες τὴν ἰσχά‐ δα, διδόασι τοῖς ἀθλίοις. Διὰ συσσήμων δὲ μόνον δηλούσθω. | |
5 | Ἄνδρες γὰρ τὰ ἐν τοῖς ἐνυπνιασμοῖς ἐνθυμείσθωσαν, καὶ γυ‐ ναῖκες τὰ ἐν ἀφέδροις. Μιαίνομεν ἀληθῶς καὶ τὸ στόμα, ταῦτα λέγοντες. Μὴ Ἕλληνες τούτων μυσαρώτεροι; μὴ Σαμαρεῖται τού‐ των ἀθεώτεροι; μὴ Ἰουδαῖοι τούτων ἀσεβέστεροι; μὴ οἱ πορ‐ νεύοντες τούτων ἀκαθαρτότεροι; Ὁ μὲν γὰρ πορνεύσας, πρὸς | |
10 | μίαν ὥραν δι’ ἐπιθυμίαν τελεῖ τὴν πρᾶξιν· καταγινώσκων δὲ τῆς πράξεως, ὡς μιανθεὶς οἶδε λουτρῶν ἐπιδεόμενος, καὶ γι‐ νώσκει τῆς πράξεως τὸ μυσαρόν. Ὁ δὲ Μανιχαῖος θυσιαστη‐ ρίου μέσον, οὗ νομίζει, τίθησι ταῦτα, καὶ μιαίνει καὶ τὸ στόμα καὶ τὴν γλῶσσαν. Παρὰ τοιούτου στόματος, ἄνθρωπε, δέχῃ δι‐ | |
15 | δασκαλίαν; Τοῦτον ὅλως ἀπαντήσας ἀσπάζῃ φιλήματι; Ἆρα χωρὶς τῆς λοιπῆς ἀσεβείας οὐ φεύγεις τὸ μεμολυσμένον, καὶ τοὺς ἀκολάστων χείρονας, τοὺς πάσης προεστώσης μυσαρωτέρους; | |
6.34 | Παραγγέλλει ταῦτα ἡ Ἐκκλησία καὶ διδάσκει, καὶ ἅπτε‐ | |
ται βορβόρων, ἵνα σὺ μὴ βορβορωθῇς. Λέγει τὰ τραύματα, ἵνα μὴ σὺ τραυματισθῇς. Ἀρκεῖ δέ σοι τὸ εἰδέναι μόνον· τὸ δὲ πείρᾳ παραλαβεῖν ἀπέχου. Βροντᾷ ὁ Θεὸς, καὶ πάντες τρέμομεν· | 202 in vol. 1 | |
5 | κἀκεῖνοι βλασφημοῦσιν. Ἀστράπτει ὁ Θεὸς, καὶ πάντες εἰς γῆν ἐπικλίνομεν· κἀκεῖνοι περὶ οὐρανὸν τὰς δυσφήμους ἔχουσι γλώσσας. Ἰησοῦς λέγει περὶ τοῦ Πατρὸς [αὐτοῦ], Ὅστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς. Κἀκεῖνοι λέγουσιν, ὅτι οἱ ὑετοὶ ἐξ ἐρω‐ | |
10 | τικῆς μανίας γίνονται. Καὶ τολμῶσι λέγειν, ὅτι ἐστί τις παρ‐ θένος ἐν οὐρανῷ εὐειδὴς μετὰ νεανίσκου εὐειδοῦς· καὶ κατὰ τὸν τῶν καμήλων ἢ λύκων καιρὸν, τοὺς τῆς αἰσχρᾶς ἐπιθυμίας και‐ ροὺς ἔχειν· καὶ κατὰ τὸν τῶν χειμώνων καιρὸν, μανιωδῶς αὐτὸν ἐπιτρέχειν τῇ παρθένῳ, καὶ τὴν μὲν φεύγειν φασὶ, τὸν δὲ ἐπι‐ | |
15 | τρέχειν· εἶτα ἐπιτρέχοντα ἱδροῦν· ἀπὸ δὲ τῶν ἰδρώτων αὐτοῦ εἶναι τὸν ὑετόν. Ταῦτα γέγραπται ἐν ταῖς τῶν Μανιχαίων βί‐ βλοις. Ταῦτα ἡμεῖς ἀνεγνώκαμεν, ἀπιστοῦντες τοῖς λέγουσιν. Ὑπὲρ γὰρ τῆς ὑμετέρας ἀσφαλείας, τὴν ἐκείνων ἀπώλειαν ἐπο‐ λυπραγμονήσαμεν. | |
6.35 | Ἀλλὰ ῥύσαιτο ἡμᾶς ὁ Κύριος ἀπὸ τοιαύτης πλά‐ νης. Δοθείη δὲ ὑμῖν ἔχθρα πρὸς τὸν δράκοντα· ἵνα ὥσπερ ἐκεῖνοι τηροῦσι τὴν πτέρναν, οὕτω καὶ ὑμεῖς αὐτῶν πατήσητε τὴν κεφαλήν. Μνημονεύετε τῶν λεγομένων· τίς συμφωνία τῶν | |
5 | σῶν πρὸς τὰ ἐκείνων; τί τὸ φῶς πρὸς τὸ σκότος, τί τὸ τῆς Ἐκκλησίας σεμνὸν, πρὸς τὸ [τῶν] Μανιχαίων μυσαρόν; Ὧδε τά‐ | |
ξις, ὧδε ἐπιστήμη, ὧδε σεμνότης, ὧδε ἁγνεία· ὧδε καὶ τὸ ἐμ‐ βλέψαι γυναικὶ πρὸς ἐπιθυμίαν, κατάγνωσις. Ὧδε γάμος σεμ‐ νότητος, ὧδε ἐγκρατείας ὑπομονὴ, ὧδε παρθενίας ἰσάγγελον | 204 in vol. 1 | |
10 | ἀξίωμα· ὧδε βρωμάτων μετοχὴ μετὰ εὐχαριστίας· ὧδε εὐγνω‐ μοσύνη πρὸς τὸν τῶν ὅλων δημιουργόν. Ὧδε ὁ Πατὴρ τοῦ Χρι‐ στοῦ προσκυνεῖται· ὧδε φόβος καὶ τρόμος διδάσκεται τοῦ βρέ‐ χοντος· ὧδε τῷ βροντῶντι καὶ ἀστράπτοντι δοξολογίαν ἀναπέμ‐ πομεν. | |
6.36 | Συναγελάζου τοῖς προβάτοις· φεῦγε τοὺς λύκους· τῆς Ἐκκλησίας μὴ ἀναχώρει. Μίσει καὶ τούς ποτε εἰς τὰ τοι‐ αῦτα ὑποπτευθέντας· καὶ ἐὰν μὴ χρόνῳ καταλάβῃς αὐτῶν τὴν μετάνοιαν, μὴ προπετῶς σεαυτὸν ἐμπιστεύσῃς. Παρεδόθη σοι | |
5 | τῆς μοναρχίας ἡ ἀλήθεια. Γνώριζε τὰς βοτάνας τῶν μαθημά‐ των· γίνου δόκιμος τραπεζίτης, τὸ καλὸν κατέχων, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμενος. Εἰ δὲ καί ποτε τοιοῦτος γέγονας, μίσησον ἐπιγνοὺς τὴν πλάνην. Ἔστι γὰρ ὁδὸς σωτηρίας, ἐὰν ἀπ‐ εμέσῃς τὸν ἔμετον· ἐὰν ἀπὸ καρδίας μισήσῃς· ἐὰν ἀποστῇς αὐτῶν, | |
10 | μὴ χείλεσι μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ· ἐὰν προσκυνήσῃς τὸν Πα‐ τέρα τοῦ Χριστοῦ, τὸν Θεὸν νόμου καὶ προφητῶν· ἐὰν γινώ‐ σκῃς τὸν ἀγαθὸν καὶ δίκαιον, ἕνα καὶ τὸν αὐτὸν ὄντα Θεόν. Ὃς πάντας ὑμᾶς συντηρήσειε, διαφυλάττων ὑμᾶς ἀπτώτους, ἀσκαν‐ δαλίστους, ἑδραίους ἐν τῇ πίστει, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ | |
15 | ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 206 in vol. 1 |
7t | ΚΑΤΗΧΗΣΙΣ Ζʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸν ΠΑΤΕΡΑ. Καὶ ἀνά‐ γνωσις ἐκ τῆς πρὸς Ἐφεσίους· Τούτου χάριν κάμπτω τὰ γό‐ | |
5 | νατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, καὶ τὰ ἑξῆς. | |
7.1 | Περὶ μὲν τῆς τοῦ Θεοῦ μοναρχίας, αὐτάρκως ἡμῖν ἐν τῇ χθὲς ἡμέρᾳ πρὸς ὑμᾶς εἴρηται. Αὐτάρκως δὲ λέγω, οὐ τὸ πρὸς ἀξίαν· (τούτου γὰρ ἐφικέσθαι θνητῇ φύσει παντελῶς ἀδύ‐ νατον), ἀλλ’ ὅσον ἧκεν εἰς τὴν ἡμετέραν ἀσθένειαν. Καὶ τῆς | |
5 | τῶν ἀθέων αἱρεσιωτῶν πολυσχιδοῦς πλάνης τὰς ἐκτροπὰς διῆλ‐ θον. Ὧν τὸ βορβορῶδες καὶ τὸ τῶν ψυχῶν ἰοβόλον ἀποσει‐ σάμενοι, καὶ τὰ κατ’ ἐκείνους μνημονεύσαντες, οὐχ ἵνα βλαβῶμεν, ἀλλ’ ἵνα μειζόνως αὐτοὺς μισήσωμεν, πρὸς ἑαυτοὺς λοιπὸν ἐπαν‐ έλθωμεν· καὶ τὰ σωτηριώδη τῆς ἀληθοῦς Πίστεως καταδε‐ | |
10 | ξώμεθα, τῷ τῆς μοναρχίας ἀξιώματι τὸ πατρικὸν συνάπτον‐ τες, καὶ πιστεύοντες ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ. Οὐ γὰρ μό‐ νον ΕΙΣ ἙΝΑ ΘΕΟΝ δεῖ πιστεύειν· ἀλλὰ καὶ [τὸ] ΠΑΤΕΡΑ τοῦτον εἶναι τοῦ μονογενοῦς, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μετ’ εὐσεβείας καταδεχώμεθα. | |
7.2 | Ταύτῃ γὰρ ἂν τῶν Ἰουδαίων ἀνώτερα φρονοίημεν, | |
οἳ τὸ μὲν εἶναι ἙΝΑ ΘΕΟΝ καταδέχονται τοῖς δόγμασι· (τί γὰρ, εἰ καὶ τοῦτο διὰ τῆς εἰδωλολατρείας πολλάκις ἠρνήσαντο;) τὸ δὲ καὶ ΠΑΤΕΡΑ εἶναι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτον, | 208 in vol. 1 | |
5 | οὐ παραδέχονται· τοῖς οἰκείοις προφήταις ἐναντία φρονοῦντες, οἵ φασιν ἐν ταῖς θείαις γραφαῖς· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ μέχρι σήμερον φρυαττόμενοι καὶ συναγόμενοι κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· νομίζοντες ὅτι δυνατόν ἐστι Πατρὶ φιλιω‐ | |
10 | θῆναι, χωρὶς τῆς εἰς τὸν Υἱὸν εὐσεβείας· ἀγνοοῦντες ὅτι οὐ‐ δεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διὰ τοῦ Υἱοῦ, τοῦ λέγον‐ τος, Ἐγώ εἰμι ἡ θύρα· καὶ, Ἐγώ εἰμι ἡ ὁδός. Ὁ τοίνυν τὴν ὁδὸν παραιτούμενος τὴν ἀπάγουσαν πρὸς τὸν Πατέρα, καὶ ὁ τὴν θύραν ἀρνούμενος, πῶς τῆς πρὸς τὸν Θεὸν εἰσόδου καταξιω‐ | |
15 | θήσεται; ἀντιλέγοντες δὲ καὶ τοῖς ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ γεγραμμένοις, τὸ, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότο‐ κον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰ γὰρ ταῦτα πρὸς τὸν Δαβὶδ ἢ Σολομῶντα, ἢ καί τινα τῶν καθ‐ | |
20 | εξῆς εἰρῆσθαι βιάζοιντο, δειξάτωσαν, πῶς ὁ θρόνος τούτου τοῦ προφητευομένου παρ’ αὐτοῖς, ἔστιν ὡς αἱ ἡμέραι τοῦ οὐρα‐ νοῦ, καὶ ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ ὡς ἡ σελήνη κατ‐ ηρτισμένη εἰς τὸν αἰῶνα. Πῶς δὲ καὶ οὐ δυσωποῦνται τὸ γε‐ γραμμένον, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; καὶ τὸ, | |
25 | Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν; ἅπερ ἐπ’ ἄνθρωπον ἀναφέρειν, πάσης ἀγνωμοσύνης ἀνάπλεων καὶ μεστόν. | |
7.3 | Ἀλλ’ Ἰουδαῖοι μὲν τὰ συνήθη τῆς ἀπιστίας, ἔν τε τοῖς ῥητοῖς τούτοις καὶ ἐν τοῖς παραπλησίοις, ἐπειδὴ βούλονται, νο‐ σείτωσαν. Ἡμεῖς δὲ τὸ τῆς Πίστεως εὐσεβὲς ἀναλαμβάνομεν, Θεὸν ἕνα τὸν Πατέρα τοῦ Χριστοῦ προσκυνοῦντες· [τὸν γὰρ τοῖς | |
5 | πᾶσι τὸ γεννᾷν χαριζόμενον, τοῦτον τῆς τοιαύτης ἀξίας ἀποστε‐ ρεῖν ἀνόσιον·] καὶ πιστεύομεν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, ἵνα καὶ πρὸ τῶν περὶ Χριστοῦ κινηθησομένων ἡμῖν διδασκαλικῶν λόγων, ἡ περὶ τοῦ μονογενοῦς πίστις ἐγκαταβάλληται τῇ ψυχῇ τῶν ἀκουόντων, ἐκ τῶν μεταξὺ λόγων τῶν περὶ τοῦ Πατρὸς | 210 in vol. 1 |
10 | κατὰ μηδοτιοῦν ἀποσχοινιζομένη. | |
7.4 | Τὸ γὰρ τοῦ Πατρὸς ὄνομα ἅμα τῷ τῆς ὀνομασίας προσρήματι, νοεῖν παρέχει καὶ τὸν Υἱόν· ὥσπερ ὁμοίως Υἱόν τις ὀνομάσας, εὐθὺς ἐνόησε καὶ τὸν Πατέρα. Εἰ γὰρ πατὴρ, πάν‐ τως ὅτι πατὴρ υἱοῦ· καὶ εἰ υἱὸς, πάντως ὅτι πατρὸς υἱός. Ἵν’ | |
5 | οὖν μὴ ἐκ τοῦ λέγειν οὕτως, ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ· εἶτα ἐπαγόντων ἡμῶν καὶ τὸ, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ· ὑπο‐ λάβοι τις οὐχ ὁσίως, οὐρανοῦ καὶ γῆς δευτερεύειν τῇ τάξει | |
10 | τὸν μονογενῆ· διὰ τοῦτο, πρὸ τῆς ἐκείνων ὀνομασίας, Πατέρα τὸν Θεὸν ὠνομάσαμεν, ἵνα ἅμα τῷ νοεῖν Πατέρα, νοήσωμεν καὶ τὸν Υἱόν· υἱοῦ γὰρ καὶ πατρὸς οὐδέν ἐστι μεταξὺ τῶν ὄντων. | |
7.5 | Ἔστι τοίνυν ὁ Θεὸς, πολλῶν μὲν καταχρηστικῶς πατήρ· ἑνὸς δὲ μόνου φύσει καὶ ἀληθείᾳ τοῦ μονογενοῦς Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ· οὐ χρόνοις τὸ πατὴρ εἶναι κτησάμενος, ἀλλ’ ἀεὶ Πατὴρ τοῦ μονογενοῦς τυγχάνων. Οὐ γὰρ | |
5 | ἄπαις ὢν πρὸ τούτου, πατὴρ γέγονεν, ὕστερον μεταβουλευσά‐ μενος· ἀλλὰ πρὸ πάσης ὑποστάσεως καὶ πρὸ πάσης αἰσθήσεως, πρὸ χρόνων τε καὶ πρὸ πάντων τῶν αἰώνων, τὸ πατρικὸν ἀξίωμα ἔχει ὁ Θεός· τούτῳ μᾶλλον ἢ τοῖς λοιποῖς ἀξιώμασι σεμνυνό‐ μενος. Καὶ οὐ πάθει πατὴρ γενόμενος, οὐκ ἐκ συμπλοκῆς, | |
10 | οὐ κατ’ ἄγνοιαν, οὐκ ἀποῤῥεύσας, οὐ μειωθεὶς, οὐκ ἀλλοι‐ | |
ωθείς· (πᾶν γὰρ δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα). Πατὴρ τέλειος, τέλειον Υἱὸν γεννήσας· πάντα παραδοὺς τῷ γεγεννημένῳ· πάντα γάρ μοι παρεδόθη, φησὶν, | 212 in vol. 1 | |
15 | ὑπὸ τοῦ Πατρός μου. Καὶ τιμώμενος ὑπὸ τοῦ μονογενοῦς· Ἐγὼ γὰρ τιμῶ τὸν Πατέρα, φησὶν ὁ Υἱός· καὶ πάλιν· Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Λέγομεν τοίνυν καὶ ἡμεῖς παραπλησίως τῷ Ἀποστό‐ λῳ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ | |
20 | στοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ, Κάμπτομεν τὰ γόνατα πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· δοξάζοντες αὐτὸν σὺν τῷ μο‐ νογενεῖ· ὁ γὰρ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖ‐ ται· καὶ πάλιν· Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· | |
25 | γινώσκοντες, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πα‐ τρός. | |
7.6 | Προσκυνοῦμεν τοίνυν τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν, τὸν Θεὸν Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰα‐ κώβ· οὗ πρὸς τιμὴν καὶ ὁ πρότερος ἀντικρὺς ἡμῶν ἐνταῦθα ναὸς ᾠκοδόμητο. Οὐ γὰρ ἀνεξόμεθα τῶν αἱρετικῶν τῶν τὴν πα‐ | |
5 | λαιὰν τῆς καινῆς διαθήκης ἀποσχιζόντων· ἀλλὰ τῷ Χριστῷ πεισθησόμεθα, τῷ λέγοντι περὶ τοῦ ἱεροῦ· Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ πάλιν· Ἄρατε ταῦτα ἐν‐ τεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπο‐ ρίου. Δι’ ὧν σαφέστατα τὸν ἐν Ἱεροσολύμοις πρότερον ναὸν, | |
10 | οἶκον εἶναι τοῦ ἑαυτοῦ Πατρὸς ὡμολόγει. Εἰ δέ τις ἐξ ἀπιστίας ἀποδείξεις ἔτι πλείονας λαβεῖν βούλεται, περὶ τοῦ, τὸν Πατέρα τοῦ Χριστοῦ τὸν αὐτὸν εἶναι καὶ κόσμου ποιητήν· ἀκουσάτω πά‐ λιν αὐτοῦ λέγοντος· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρός | |
15 | μου τοῦ ἐν οὐρανοῖς. Καὶ τὸ, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ | |
οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. | 214 in vol. 1 | |
7.7 | Ἀλλ’ ἵνα μή τις ἐξ ἀφελείας ἢ κακεντρεχείας, ἀνθρώ‐ ποις δικαίοις ἰσότιμον εἶναι τὸν Χριστὸν ὑπολάβῃ, ἐκ τοῦ λέ‐ γειν αὐτὸν, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν· καλὸν ἐκεῖνο προδιαστείλασθαι, ὅτι τὸ μὲν τοῦ πατρὸς ἕν | |
5 | ἐστιν ὄνομα, ποικίλη δὲ τῆς ἐνεργείας ἡ δύναμις. Καὶ τοῦτο αὐτὸ γινώσκων εἴρηκεν ἀσφαλῶς· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν. Οὐκ εἰπὼν, πρὸς τὸν Πατέρα ἡμῶν· ἀλλὰ διελὼν, καὶ εἰπὼν πρῶτον τὸ οἰκεῖον, πρὸς τὸν Πατέρα μου, ὅπερ ἦν κατὰ φύσιν· εἶτ’ ἐπαγαγὼν, καὶ πατέρα ὑμῶν, | |
10 | ὅπερ ἦν κατὰ θέσιν. Εἰ γὰρ καὶ μάλιστα λέγειν ἐν προσευχαῖς κατηξιώθημεν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ κατὰ φιλ‐ ανθρωπίαν ἡ δόσις. Οὐ γὰρ κατὰ φύσιν ἐκ τοῦ ἐν οὐρανοῖς πατρὸς γεννηθέντες, πατέρα καλοῦμεν αὐτόν· ἀλλ’ ἐκ δουλείας εἰς υἱοθεσίαν πατρικῇ χάριτι, διὰ Υἱοῦ καὶ ἁγίου Πνεύμα‐ | |
15 | τος μετενεχθέντες, ἀφάτῳ φιλανθρωπίᾳ λέγειν τοῦτο καταξι‐ ούμεθα. | |
7.8 | Εἰ δέ τις βούλεται μαθεῖν, ὅπως ἡμεῖς τὸν Θεὸν πα‐ τέρα καλοῦμεν, ἀκουέτω τοῦ καλοῦ παιδαγωγοῦ Μωσέως λέγον‐ τος· Οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; καὶ Ἡσαΐου τοῦ προφήτου· Καὶ νῦν Κύριε, | |
5 | πατὴρ ἡμῶν σύ· ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάν‐ τες. Σαφέστατα γὰρ ἐδήλωσεν ἡ προφητικὴ χάρις, ὅτι μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ Θεοῦ χάριν καὶ θέσει, πατέρα καλοῦμεν. | |
7.9 | Καὶ ἵνα γνῷς ἀκριβέστερον, ὅτι μὴ πάντως ἐν ταῖς θείαις γραφαῖς ὁ κατὰ φύσιν πατὴρ μόνον καλεῖται πατὴρ, | |
ἄκουε Παύλου λέγοντος· Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ | 216 in vol. 1 | |
5 | τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Οὐ γὰρ τῷ γεννῆσαι κα‐ τὰ σάρκα, ἀλλὰ τῷ διδάξαι καὶ ἀναγεννῆσαι κατὰ πνεῦμα, Παῦ‐ λος ἦν Κορινθίων πατήρ. Ἄκουε δὲ καὶ τοῦ Ἰὼβ λέγοντος· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Πατέρα γὰρ ἑαυτὸν, οὐ τῷ γεν‐ νῆσαι πάντας, ἀλλὰ τῷ κηδεμονεῖν, ὠνόμασεν. Αὐτός τε ὁ | |
10 | μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τῷ ξύλῳ κατὰ τὸν τοῦ σταυροῦ και‐ ρὸν τὴν σάρκα προσηλωμένος, ἰδὼν τὴν Μαριὰμ τὴν ἑαυτοῦ κατὰ σάρκα μητέρα, καὶ τὸν Ἰωάννην τὸν τῶν μαθητῶν προσφι‐ λέστατόν, φησι πρὸς ἐκεῖνον μὲν, Ἰδοὺ ἡ μήτηρ σου· πρὸς δὲ τὴν Μαριὰμ, Ἰδοὺ ὁ υἱός σου· τὴν ὀφειλομένην φιλοστοργίαν | |
15 | ἐκδιδάσκων· καὶ τὸ παρὰ τῷ Λουκᾷ εἰρημένον πλαγίως ἐπιλύων, τὸ, Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες· ὅπερ ἁρπάζουσιν αἱρεσιωτῶν παῖδες, ἐξ ἀνδρὸς αὐτὸν καὶ γυ‐ ναικὸς γεγεννῆσθαι λέγοντες. Ὅνπερ γὰρ τρόπον ἡ Μαρία μήτηρ Ἰωάννου διὰ τὴν φιλοστοργίαν, οὐ διὰ τὸ γεννῆσαι· οὕτω καὶ | |
20 | Ἰωσὴφ πατὴρ ἐκαλεῖτο τοῦ Χριστοῦ, οὐ διὰ τὸ γεννῆσαι· (οὐ γὰρ ἔγνω αὐτὴν, κατὰ τὸ εὐαγγέλιον, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐ‐ τῆς τὸν πρωτότοκον) ἀλλὰ διὰ τὴν περὶ τὴν ἀνατροφὴν κηδεμο‐ νίαν γεγενημένην. | |
7.10 | Τοῦτο μὲν οὖν ὑμῖν ἐν παρεκβάσει νῦν ὡς ἐν ὑπο‐ μνήσει λελέχθω. Προσθῶμεν δὲ καὶ μαρτυρίαν ἑτέραν ἀποδεικτι‐ κὴν τοῦ, καταχρηστικῶς ἀνθρώπων τὸν Θεὸν καλεῖσθαι πατέρα. Ὅταν γὰρ ἐν Ἡσαΐᾳ λέγηται πρὸς τὸν Θεόν· Σὺ γὰρ εἶ πατὴρ | |
5 | ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἡ Σάῤῥα οὐκ ὠδίνησεν ἡμᾶς· ἆρα ἔτι περὶ τούτου ζητεῖν χρή; Κἂν ὁ ψαλμῳδὸς | |
λέγῃ· Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ἆρα οὐ πᾶσι πρόδηλον, ὅτι τῶν νεωστὶ τοὺς οἰκείους πατέρας ἀποβεβληκότων ὀρφανῶν πατὴρ ὁ | 218 in vol. 1 | |
10 | Θεὸς καλούμενος, οὐ διὰ τὸ γεννᾷν ἐξ αὐτοῦ, ἀλλὰ διὰ τὸ κη‐ δεμονεῖν καὶ ὑπερασπίζειν, ὠνόμασται; Ἀλλὰ τῶν μὲν ἀνθρώ‐ πων, καθὼς εἴρηται, καταχρηστικῶς ἐστι πατήρ· Χριστοῦ δὲ μόνου κατὰ φύσιν ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐ κατὰ θέσιν· καὶ τῶν μὲν ἀνθρώπων ἐν χρόνοις, Χριστοῦ δὲ πρὸ χρόνων, καθὼς αὐ‐ | |
15 | τός φησι, Καὶ νῦν δόξασόν με σὺ, Πάτερ, [παρὰ σεαυτῷ] τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. | |
7.11 | Πιστεύομεν τοίνυν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, τὸν ἀνεξιχνίαστον καὶ ἀνεκδιήγητον· ὃν ἀνθρώπων μὲν οὐδεὶς ἑώρακεν, ὁ μονογενὴς δὲ μόνος ἐξηγήσατο. Ὁ γὰρ ὢν ἐκ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Θεόν. Οὗ τὸ πρόσωπον οἱ ἄγγελοι δια‐ | |
5 | παντὸς βλέπουσιν ἐν τοῖς οὐρανοῖς· βλέπουσι δὲ, κατὰ τὸ μέ‐ τρον τῆς οἰκείας τάξεως ἕκαστος· τὸ δὲ ἀκραιφνὲς τῆς τοῦ Πα‐ τρὸς θεωρίας εἰλικρινῶς Υἱῷ σὺν ἁγίῳ Πνεύματι τετήρηται. | |
7.12 | Ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τῶν πρὸ βραχέως εἰρημένων ὑπομνησθεὶς, ἐν οἷς ὁ Θεὸς πατὴρ ἀνθρώπων ἀνη‐ γορεύετο· μεγάλως πρὸς τὴν τῶν ἀνθρώπων ἀγνωμοσύνην ἐξί‐ σταμαι. Ὁ μὲν γὰρ Θεὸς ἀφάτῳ φιλανθρωπίᾳ πατὴρ ἀνθρώ‐ | |
5 | πων καλεῖσθαι κατηξίωσεν· ὁ ἐν οὐρανοῖς, τῶν ἐπὶ γῆς· καὶ ὁ τῶν αἰώνων ποιητὴς, τῶν ἐν χρόνοις· καὶ ὁ τὴν γῆν κατέχων [ἐν] δρακὶ, τῶν ἐπὶ γῆς ὄντων ὡς ἀκρίδων. Ὁ δὲ ἄνθρωπος καταλιπὼν τὸν ἐπουράνιον πατέρα, τῷ ξύλῳ εἶπε, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Καί μοι δοκεῖ διὰ τοῦτο | |
10 | πρὸς τὴν ἀνθρωπότητα λέγειν ὁ ψαλμός· Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὃν εἵλου πατέρα, | |
ὃν ἐπεσπάσω πρὸς τὴν ἀπώλειαν. | 220 in vol. 1 | |
7.13 | Οὐ μόνον δὲ ξύλα καὶ λίθους, ἔνιοι δὲ καὶ τὸν Σα‐ τανᾶν αὐτὸν ἤδη εἵλοντο πατέρα, τὸν ψυχοφθόρον. Πρὸς οὓς ἐλεγκτικῶς ἔλεγεν ὁ Κύριος· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε· [τοῦ διαβόλου] πατρὸς ὄντος ἀνθρώπων, οὐ κατὰ φύ‐ | |
5 | σιν, ἀλλὰ κατὰ ἀπάτην. Ὃν γὰρ τρόπον, διὰ τῆς εὐσεβοῦς δι‐ δασκαλίας, Παῦλος Κορινθίων πατὴρ ἐκαλεῖτο, οὕτω καὶ ὁ διάβο‐ λος τῶν ἐκ προαιρέσεως αὐτῷ συντρεχόντων καλεῖται πατήρ. Οὐ γὰρ ἀνεξόμεθα τῶν κακῶς ἐκλαμβανόντων τὸ εἰρημένον ἐκεῖνο, τό, Ἐκ τούτου γινώσκομεν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ | |
10 | τέκνα τοῦ διαβόλου· ὡς ὄντων φύσει τινῶν, καὶ σωζομένων καὶ ἀπολλυμένων, ἐν ἀνθρώποις. Οὔτε γὰρ ἐπάναγκες, ἀλλ’ ἐκ προ‐ αιρέσεως εἰς τὴν τοιαύτην ἁγίαν υἱοθεσίαν ἐρχόμεθα. Οὔτε ἐκ φύσεως ὁ προδότης Ἰούδας υἱὸς ἦν διαβόλου καὶ τῆς ἀπωλείας· ἢ γὰρ ἂν οὔθ’ ὅλως ἐξ ἀρχῆς ἐν ὀνόματι Χριστοῦ δαίμονας | |
15 | ἀπήλασε, Σατανᾶς γὰρ Σατανᾶν οὐκ ἐκβάλλει· οὐδ’ ἂν πάλιν ὁ Παῦλος ἐκ τοῦ διώκειν εἰς τὸ κηρύττειν μετέβαινεν. Ἀλλ’ αὐτεξούσιος ἡ υἱοθεσία, καθώς φησιν ὁ Ἰωάννης· Ὅσοι δὲ ἔλα‐ βον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Οὐ γὰρ πρὸ τῆς πίστεως, | |
20 | ἀλλ’ ἐκ τῆς πίστεως τέκνα Θεοῦ γενέσθαι κατηξιώθησαν αὐτεξ‐ ουσίως. | |
7.14 | Τοῦτο τοίνυν γινώσκοντες, πνευματικῶς ἀναστρέψωμεν, ἵνα τῆς υἱοθεσίας τοῦ Θεοῦ καταξιωθῶμεν. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν τὴν Χριστιανῶν κεκτῆσθαι προσηγορίαν, μὴ καὶ τῶν ἔργων ἐπα‐ | |
5 | κολουθούντων· μή ποτε καὶ πρὸς ἡμᾶς ῥηθῇ τὸ, Εἰ τέκνα τοῦ | |
Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Εἰ γὰρ πατέρα ἐπικαλούμεθα, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστραφῶμεν· μὴ ἀγαπῶντες τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γάρ | 222 in vol. 1 | |
10 | τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὥστε, τέκνα ἀγαπητὰ, δόξαν τῷ ἐν οὐρανοῖς πατρὶ διὰ τῶν ἔρ‐ γων προσενέγκωμεν· ὅπως ἴδωσιν ἡμῶν τὰ καλὰ ἔργα, καὶ δοξά‐ σωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Πᾶσαν τὴν μέ‐ ριμναν ἡμῶν ἐπ’ αὐτὸν ἐπιῤῥίψωμεν· οἶδε γὰρ ὁ πατὴρ ἡμῶν | |
15 | ὧν χρείαν ἔχομεν. | |
7.15 | Τιμῶντες δὲ τὸν ἐπουράνιον πατέρα, καὶ τοὺς τῆς σαρ‐ κὸς ἡμῶν πατέρας τιμήσωμεν· ἐπειδὴ σαφῶς ἐν νόμῳ καὶ προ‐ φήταις αὐτὸς ὥρισεν ὁ Κύριος, λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος | |
5 | ἐπὶ τῆς γῆς. Καὶ τοῦ παραγγέλματος τούτου ἀκουέτωσαν μά‐ λιστα τῶν παρόντων οἱ πατέρας καὶ μητέρας κεκτημένοι. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστι τῷ Κυρίῳ. Οὐ γὰρ εἶπεν ὁ Κύριος· Ὁ φιλῶν πατέρα ἢ μητέρα, οὐκ ἔστι μου ἄξιος, μὴ τὸ καλῶς γεγραμμέ‐ | |
10 | νον αὐτὸς ἐξ ἀγνοίας ἐκλάβῃς κακῶς· ἀλλὰ τὸ, ὑπὲρ ἐμὲ, προσ‐ έθηκεν. Ὅταν γὰρ οἱ ἐπὶ γῆς πατέρες τῷ ἐν οὐρανοῖς πατρὶ φρονῶσιν ἐναντία, τότε δεῖ τῷ ῥήματι ἐπακολουθεῖν. Ὅταν δὲ μηδὲν ἡμῖν εἰς εὐσέβειαν αὐτῶν ἐμποδιζόντων, ἀγνωμοσύνῃ φερόμενοι, καὶ τῶν εἰς ἡμᾶς αὐτῶν εὐεργεσιῶν ἀμνημονοῦντες | |
15 | καταφρονῶμεν· τότε χώραν ἕξει τὸ λόγιον, τὸ λέγον· Ὁ κακο‐ λογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. | |
7.16 | Χριστιανῶν εὐσέβεια ἐνάρετος πρώτη, τὸ τιμᾷν τοὺς | |
γεννήτορας, τὸ τοὺς πόνους ἀμείψασθαι τῶν φύντων, καὶ πάσῃ δυνάμει τὰ πρὸς ἀνάπαυσιν αὐτοῖς ἐπενεγκεῖν· κἂν γὰρ τὰ πλεῖστα τούτοις ἀποδῶμεν, ἀλλ’ ἀντιγεννῆσαι τούτους οὐδέποτε | 224 in vol. 1 | |
5 | δυνησόμεθα. Ἵνα καὶ αὐτοὶ τῆς παρ’ ἡμῶν ἀναπαύσεως ἀπο‐ λαύσαντες, εὐλογίαις ἡμᾶς στηρίξωσιν, ἃς ὁ πτερνιστὴς Ἰακὼβ ἐμφρόνως ἥρπασε· καὶ τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν ὁ ἐν οὐ‐ ρανοῖς πατὴρ ἀποδεξάμενος, καταξιώσειεν ἡμᾶς μετὰ τῶν δι‐ καίων λάμπειν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἡμῶν· | |
10 | ᾧ ἡ δόξα, σὺν τῷ μονογενεῖ καὶ σωτῆρι Ἰησοῦ Χριστῷ, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 226 in vol. 1 | |
8t | ΚΑΤΗΧΗΣΙΣ Η ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΑΝΤΟΚΡΑΤΟΡΑ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου· Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυ‐ | |
5 | ρὸς Κύριος· ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς. | |
8.1 | Διὰ μὲν τοῦ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ, πᾶσαν πο‐ λύθεον ἐκκόπτομεν πλάνην, ὅπλῳ κεχρημένοι τούτῳ πρὸς Ἕλ‐ ληνας καὶ πᾶσαν ἐναντίαν αἱρετικῶν δύναμιν. Διὰ δὲ τοῦ προσ‐ τιθέναι, ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, πρὸς τοὺς ἐκ περι‐ | |
5 | τομῆς μαχόμεθα, τοὺς ἀρνουμένους τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καθὼς γὰρ εἴρηται τῇ χθὲς ἡμέρᾳ, καὶ πρὶν τρανῶσαι τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ εἰπεῖν ὅτι ΠΑΤΗΡ, ἤδη ἐδηλώσαμεν, ὅτι υἱοῦ ἐστι πατήρ· ἵνα ὥσπερ νοοῦμεν, ὅτι Θεός ἐστιν, οὕτω νοήσωμεν, ὅτι καὶ υἱὸν ἔχει. Προστίθεμεν δὲ | |
10 | πρὸς ἐκείνοις, ὅτι καὶ ΠΑΝΤΟΚΡΑΤΩΡ ἐστίν. Τοῦτο δὲ καὶ διὰ Ἕλληνας καὶ Ἰουδαίους [ὁμοῦ] καὶ πάντας αἱρετικούς φαμεν. | |
8.2 | Ἑλλήνων μὲν γάρ τινες, ψυχὴν τοῦ κόσμου τὸν Θεὸν εἶπον· καὶ ἕτεροι, τὴν ἐξουσίαν αὐτοῦ φθάνειν εἰς οὐρανὸν μόνον, μηκέτι δὲ καὶ εἰς γῆν. Καί τινες πλανηθέντες μετ’ ἐκεί‐ νων, κακῶς τῷ ῥητῷ συγχρησάμενοι τῷ λέγοντι, Καὶ ἡ ἀλήθειά | |
5 | σου ἕως τῶν νεφελῶν, ἐτόλμησαν τοῦ Θεοῦ τὴν πρόνοιαν ἕως | |
νεφελῶν περιγράψαι καὶ οὐρανοῦ, ἀπαλλοτριῶσαι δὲ τοῦ Θεοῦ τὰ ἐπὶ γῆς· ἐπιλαθόμενοι τοῦ ψαλμοῦ τοῦ λέγοντος, Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ γὰρ ὑψηλότερον μὲν οὐρανοῦ οὐδέν ἐστι, βαθύτερον δὲ τῆς | 228 in vol. 1 | |
10 | γῆς ὁ ᾅδης· ὁ τὰ κατώτερα κρατῶν, ἅπτεται καὶ τῆς γῆς. | |
8.3 | Αἱρετικοὶ δὲ πάλιν, καθὼς εἴρηται καὶ πρότερον, οὐκ οἴδασιν ἕνα παντοκράτορα Θεόν. Παντοκράτωρ γάρ ἐστιν, ὁ πάντων κρατῶν, ὁ πάντων ἐξουσιάζων. Οἱ δὲ λέγοντες, τὸν μὲν εἶναι τῆς ψυχῆς δεσπότην, τὸν δέ τινα τοῦ σώματος, οὐδέτε‐ | |
5 | ρον αὐτῶν τέλειον λέγουσι, τῷ λείπειν ἑκάτερον θατέρῳ. Ὁ γὰρ ψυχῆς ἐξουσίαν ἔχων, σώματος δὲ ἐξουσίαν μὴ ἔχων, πῶς παν‐ τοκράτωρ; Καὶ ὁ δεσπόζων σωμάτων, μὴ ἐξουσιάζων δὲ πνευ‐ μάτων, πῶς παντοκράτωρ; Ἀλλ’ ἀπελέγχει τούτους ὁ Κύριος, ἀπεναντίας λέγων· Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυ‐ | |
10 | χὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ γὰρ μὴ ἔχει ἑκατέρων τὴν ἐξουσίαν, πῶς ἀμφότερα ὑποβάλλει τῇ τιμωρίᾳ ὁ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ; Πῶς γὰρ δυνήσεται τὸ ἀλ‐ λότριον σῶμα λαβὼν, βαλεῖν εἰς γέενναν· ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσῃ; | |
8.4 | Ἀλλ’ ἡ θεία γραφὴ καὶ τὰ τῆς ἀληθείας δόγματα, ἕνα Θεὸν οἶδε, πάντων μὲν κρατοῦντα τῇ δυνάμει, πολλῶν δὲ ἀνεχό‐ μενον διὰ τὸ θέλειν. Κρατεῖ γὰρ καὶ τῶν εἰδωλολατρῶν, ἀλλ’ ἀνέχεται δι’ ἀνεξικακίαν. Κρατεῖ καὶ τῶν ἀθετούντων αὐτὸν | |
5 | αἱρετικῶν, ἀλλ’ ἀνέχεται διὰ μακροθυμίαν. Κρατεῖ καὶ τοῦ δια‐ βόλου, ἀλλ’ ἀνέχεται διὰ μακροθυμίαν· οὐ γὰρ ἀδυνατῶν ἀνέ‐ χεται, ὡς νικώμενος. Ἀρχὴ γάρ ἐστι πλάσματος Κυρίου, πε‐ ποιημένον ἐγκαταπαίζεσθαι, οὐχ ὑπ’ αὐτοῦ (ἀνάξιος γάρ ἐστιν), | |
ἀλλ’ ὑπὸ τῶν ἀγγέλων τῶν ὑπ’ αὐτοῦ πεποιημένων. Συνεχώ‐ | 230 in vol. 1 | |
10 | ρησε δὲ αὐτῷ [καὶ] τὸ ζῇν, ἵνα δύο γένηται πράγματα· αὐτός τε μειζόνως ἀσχημονῇ νικώμενος, καὶ [οἱ] ἄνθρωποι στεφανωθῶσιν. Ὦ πανσόφου θείας προνοίας, ἥτις τὴν πονηρὰν προαίρεσιν εἰς ὑπόθεσιν σωτηρίας λαμβάνει τῶν πιστῶν. Ὥσπερ γὰρ τὴν μισ‐ άδελφον τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ προαίρεσιν, ἔλαβεν εἰς ὑπό‐ | |
15 | θεσιν τῆς ἰδίας οἰκονομίας, καὶ συγχωρήσας αὐτοῖς κατὰ μῖσος πωλῆσαι τὸν ἀδελφὸν, ὑπόθεσιν ἔλαβε τοῦ βασιλεῦσαι τοῦτον ὃν ἤθελεν· οὕτω συνεχώρησε παλαίειν τῷ διαβόλῳ, ἵνα οἱ νικῶντες στεφανωθῶσι, καὶ ἵνα νίκης γενομένης, ὁ μὲν μεῖζον ἀσχη‐ μονῆται, ὑπὸ τῶν ἡττόνων νικώμενος, ἄνθρωποι δὲ μεγάλως | |
20 | εὐδοκιμῶσι, τόν ποτε ἀρχάγγελον νικήσαντες. | |
8.5 | Οὐδὲν οὖν ὑπεξῄρηται τῆς τοῦ Θεοῦ δυνάμεως. Περὶ αὐτοῦ γὰρ λέγει ἡ γραφή, Ὅτι τὰ σύμπαντα δοῦλα σά. Τὰ σύμπαντα μὲν, δοῦλα αὐτοῦ· εἷς δὲ αὐτοῦ μόνος Υἱὸς, καὶ ἓν τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἐκτὸς τούτων πάντων· καὶ τὰ σύμ‐ | |
5 | παντα δοῦλα, διὰ τοῦ ἑνὸς Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δουλεύει τῷ δεσπότῃ. Κρατεῖ τοίνυν τῶν πάντων ὁ Θεὸς, καὶ ἀνέχεται καὶ φονέων καὶ λῃστῶν, καὶ πόρνων διὰ μακροθυμίαν· ὁρίσας καιρὸν τῆς προθεσμίας, καθ’ ὃν ἀποδίδωσιν ἑκάστῳ· ἵνα οἱ πο‐ λυχρόνιον λαβόντες τὴν προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν | |
10 | καρδίαν, μειζόνως καταδικασθῶσι. Βασιλεῖς εἰσιν ἀνθρώπων οἱ ἐπὶ τῆς γῆς βασιλεύοντες, ἀλλ’ οὐκ ἄνευ τῆς ἄνωθεν ἐξουσίας. Καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ ὁ Ναβουχοδονόσορ, εἰπών· Ὅτι ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς | |
γενεὰν καὶ γενεάν. | 232 in vol. 1 | |
8.6 | Οὐκ ἔστιν ὁ πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες. Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· διαβόλου δὲ οὐδὲν ἀπιστότερον. Καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει | |
5 | ὁ Θεός· Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον, [καὶ ᾧ τινι θέλω δίδωμι αὐτό]. Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον. Ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμ‐ ψιν ἐπὶ τὸν δημιουργὸν ἀσεβῶς. Δύναταί τις καὶ διὰ χρημάτων | |
10 | δικαιωθῆναι. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πάντως ὅτι ἀπὸ χρημάτων. Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· πάντως ὅτι διὰ χρημάτων. Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σού, φησι, τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. | |
8.7 | Ταῦτα δέ μοι λέλεκται διὰ τοὺς αἱρετικοὺς, τοὺς ἀναθεματίζοντας τὰ κτήματα καὶ τὰ χρήματα καὶ τὰ σώματα. Οὔτε γὰρ δοῦλον βούλομαί σε χρημάτων εἶναι, οὔτε ὡς ἐχθροῖς προσέχειν τοῖς εἰς ὑπηρεσίαν ὑπὸ τοῦ Θεοῦ σοι δοθεῖσι. Μὴ | |
5 | τοίνυν ποτὲ εἴπῃς τοῦ διαβόλου εἶναι τὰ χρήματα. Κἂν γὰρ λέγῃ, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμοὶ παραδέδοται, δύναται μέν τις αὐτοῦ καὶ ἀθετῆσαι τὸ ῥῆμα· τῷ ψεύστῃ γὰρ οὐ δεῖ πιστεύειν. Τάχα δὲ καὶ ἀναγκασθεὶς ὑπὸ τῆς τοῦ παρόντος δυνάμεως, εἶπε τὴν ἀλήθειαν· οὐ γὰρ εἶπε, ταῦτα πάντα σοι | |
10 | δώσω, ὅτι ἐμά ἐστιν· ἀλλ’, ὅτι ἐμοὶ παραδέδοται. Οὐ γὰρ τὴν δεσποτείαν ἥρπασεν, ἀλλὰ τὸ ἐγκεχειρῆσθαι καὶ οἰκονομεῖν τέως ὡμολόγησε. Ζητείσθω δὲ κατὰ καιρὸν ὑπὸ τῶν ἐξηγουμένων, | |
πότερον ψεύδεται ἢ ἀληθεύει. | 234 in vol. 1 | |
8.8 | Εἷς τοίνυν ἐστὶν ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκράτωρ, ὃν ἐτόλμησαν αἱρετικῶν παῖδες δυσφημεῖν. Ἐτόλμησαν γὰρ δυσ‐ φημῆσαι τὸν Κύριον Σαβαὼθ, τὸν καθήμενον ἐπάνω τῶν Χε‐ ρουβίμ. Ἐτόλμησαν δυσφημῆσαι τὸν Ἀδωναῒ Κύριον, ἐτόλμη‐ | |
5 | σαν βλασφημῆσαι τὸν ἐν προφήταις παντοκράτορα Θεόν. Σὺ δὲ ἕνα προσκύνει τὸν παντοκράτορα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· φυγὼν τὴν πολυθεΐαν καὶ φυγὼν πᾶσαν αἵρεσιν, καὶ λέγων κατὰ τὸν Ἰώβ· Κύριον δὲ τὸν παντοκρά‐ τορα ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔν‐ | |
10 | δοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ τό· Ἐπὶ τού‐ τοις πᾶσιν, τιμὴ παρὰ παντοκράτορος· ᾧ ἡ δόξα καὶ νῦν καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 236 in vol. 1 | |
9t | ΚΑΤΗΧΗΣΙΣ Θʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ. Καὶ | |
5 | ἀνάγνωσις ἐκ τοῦ Ἰώβ· Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συν‐ έχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; καὶ τὰ ἑξῆς. | |
9.1 | Σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι τὸν Θεὸν, ἀδύνα‐ τον· τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται. Καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Κἂν γὰρ κατὰ τὸ γεγραμμένον ἐν τῷ | |
5 | Ἱεζεχιὴλ, ὅτι εἶδεν ὁ Ἱεζεχιήλ, ἐκλαμβάνοι τις· ἀλλὰ τί λέγει ἡ γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐκ αὐτὸν τὸν Κύριον, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης μόνον, καὶ οὐκ αὐ‐ τὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ | |
10 | τῆς δόξης ὁμοίωμα θεαθὲν, φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς προφήταις· αὐτὸν εἴ τις ἐπεχείρησε θεωρῆσαι τὸν Θεὸν, πάντως | |
ἂν καὶ τοῦ ζῇν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Διὰ τοῦτο, κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν, ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος | 238 in vol. 1 | |
15 | ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ ὁ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λή‐ ψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἱε‐ ζεχιὴλ τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν ἔπεσεν, ὅπου τῷ Δανιὴλ ὁ Γα‐ βριὴλ, οἰκέτης ὢν τοῦ Κυρίου, ὤφθη, καὶ παραχρῆμα ἔπτηξε καὶ | |
20 | ἔπεσεν ἐπὶ πρόσωπον· καὶ ἄχρις ὅτου ἐξεβιάσατο ἑαυτὸν ὁ ἄγ‐ γελος εἰς ὁμοίωμα υἱοῦ ἀνθρώπου, οὐκ ἐτόλμησεν ἀποκριθῆναι ὁ προφήτης. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος τρόμον ἐνεποίει προ‐ φήταις, αὐτὸς ὁ Θεὸς εἰ ὤφθη καθ’ ὃ ἦν, οὐκ ἀπώλλυντο πάντες; | |
9.2 | Θείαν τοίνυν φύσιν ἰδεῖν σαρκὸς ὄμμασιν, ἀδύνατον· ἐκ δὲ τῶν ἔργων τῶν θείων, εἰς φαντασίαν τῆς δυνάμεως ἐλ‐ θεῖν δυνατὸν, κατὰ τὸν Σολομῶντα τὸν λέγοντα· Ἐκ γὰρ μεγέ‐ θους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν | |
5 | θεωρεῖται. Οὐ γὰρ εἶπεν, ὅτι ἐκ τῶν κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται· ἀλλὰ προσέθηκεν, ὅτι ἀναλόγως. Τοσούτῳ γὰρ μεί‐ ζων ἑκάστῳ φαίνεται Θεὸς, ὅσῳ ἂν μείζονος θεωρίας τῶν κτισ‐ μάτων ἐπιλάβηται ὁ ἄνθρωπος· καὶ ὅταν διὰ τῆς μείζονος θεω‐ ρίας ὑψωθῇ τῇ καρδίᾳ, μείζονα καὶ περὶ Θεοῦ λαμβάνει φαν‐ | |
10 | τασίαν. | |
9.3 | Καὶ θέλεις γνῶναι, ὅτι Θεοῦ φύσιν καταλαβεῖν ἀδύνα‐ τον; Λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνολο‐ γοῦντες τὸν Θεόν· Εὐλογητὸς εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθή‐ | |
μενος ἐπὶ τῶν Χερουβίμ. Εἰπέ μοι, τίς ἐστιν ἡ φύσις τῶν | 240 in vol. 1 | |
5 | Χερουβὶμ, καὶ τότε τὸν ἐπικαθήμενον θεώρει. Καί τοί γε Ἱεζεχιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο κατὰ τὸ δυνατὸν, λέγων· Ὅτι τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀν‐ θρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὀφθαλμοὶ αὐτοῖς πανταχόθεν· καὶ ὅτι | |
10 | ὑπὸ ἕκαστον τροχὸς τετραμερὴς ὑποκείμενος. Καὶ ὅμως τοῦ προφήτου τὴν ἔκφρασιν ποιουμένου, οὔπω ἡμεῖς οὐδὲ ἀναγινώ‐ σκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον, ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα· τὸν ἐπικαθήμενον, ὄντα ἀόρατον καὶ ἀνεκδιήγητον Θεὸν, πῶς καταλαβεῖν δυνησόμεθα; Φύσιν μὲν | |
15 | Θεοῦ πολυπραγμονεῖν ἀδύνατον· δοξολογίας δὲ ἀναπέμπειν αὐτῷ ἐπὶ τοῖς ὁρωμένοις αὐτοῦ δημιουργήμασι δυνατόν. | |
9.4 | Ταῦτα δὲ ὑμῖν λέγεται διὰ τὴν τῆς Πίστεως ἀκολου‐ θίαν καὶ διὰ τὸ λέγειν ἡμᾶς, ΠΙΣΤΕΥΟΜΕΝ ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ, ἵνα | |
5 | μνημονεύωμεν, ὅτι αὐτός ἐστι Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ αὐτός ἐστιν ὁ πεποιηκὼς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἵνα ἀσφαλιζώμεθα ἑαυτοὺς διὰ τὰς ἐκτροπὰς τῶν ἀθέων αἱρετικῶν, τῶν τετολμηκότων κακῶς ἀναγορεύειν τὸν πάνσοφον τεχνίτην παντὸς τοῦδε τοῦ κόσμου, τῶν βλεπόντων μὲν σαρκὸς | |
10 | ὀφθαλμοῖς, τὰ δὲ ὄμματα τῆς διανοίας πεπωρωμένων. | |
9.5 | Τί γὰρ ἔχουσι μέμψασθαι τῷ μεγίστῳ δημιουργήματι τοῦ Θεοῦ; οὓς ἔδει ἐκπλαγῆναι θεωρήσαντας τῶν οὐρανῶν τὰ κύτη· οὓς ἔδει προσκυνῆσαι τὸν στήσαντα ὡς καμάραν τὸν οὐ‐ | |
ρανὸν, τὸν ἐκ ῥευστῆς ὑδάτων φύσεως, ἄπτωτον ὑπόστασιν | 242 in vol. 1 | |
5 | οὐρανοῦ ποιήσαντα. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶπεν ὁ Θεὸς ἅπαξ· καὶ ἕστηκε καὶ οὐ πίπτει. Ὕδωρ ὁ οὐρανὸς, καὶ πύρινοι οἱ ἐν αὐτῷ, ἥλιος καὶ σελήνη καὶ τὰ ἄστρα. Καὶ πῶς τὰ πύρινα ἐν τῷ ὕδατι τρέχει; Εἰ δέ τις διὰ τὰς ἐναντίας φύσεις πυρὸς καὶ ὕδατος ἀμφιβάλλει, | |
10 | μνημονευέτω τοῦ πυρὸς τοῦ ἐπὶ Μωσέως ἐν Αἰγύπτῳ φλογίζον‐ τος ἐν τῇ χαλάζῃ· καὶ βλεπέτω τοῦ Θεοῦ τὴν πάνσοφον δημιουρ‐ γίαν. Ἐπειδὴ γὰρ ἦν ὑδάτων χρεία, μελλούσης τῆς γῆς γεη‐ πονεῖσθαι, ὑδατώδη κατεσκεύασεν ὑπεράνω τὸν οὐρανὸν, ἵνα, ὅταν δι’ ὑετῶν ἀρδείας γένηται χρεία τῷ τῆς γῆς χωρίῳ, ἕτοι‐ | |
15 | μος ᾖ ἐκ φύσεως πρὸς τοῦτο ὁ οὐρανός. | |
9.6 | Τί δὲ, καὶ θαυμάσαι οὐκ ἔστιν ἀποβλέποντα καὶ εἰς ἡλίου κατασκεύασμα; ὡς μικρὸν γὰρ ὁρώμενον σκεῦος, μεγάλην δύναμιν περιέχει· ἐξ ἀνατολῆς φαινόμενος, καὶ μέχρι δύσεως ἀποστέλλων τὸ φῶς. Οὗ τὰς πρωϊνὰς ἀνατολὰς διαγράφων ὁ | |
5 | ψαλμῳδὸς ἔλεγε· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ πα‐ στοῦ αὐτοῦ· τὸ γὰρ φαιδρὸν καὶ σύμμετρον τῆς πρώτης αὐτοῦ καταστάσεως φαινομένης εἰς ἀνθρώπους διέγραψε. Μεσημβρινὸν γὰρ διϊππεύοντα πολλάκις καὶ φεύγομεν διὰ τὸ φλογῶδες· ἅμα δὲ ταῖς ἀνατολαῖς τερπνός ἐστι τοῖς πᾶσιν, ὡς νυμφίος ὁρώμε‐ | |
10 | νος. Καὶ βλέπε τὴν διοίκησιν αὐτοῦ· (μᾶλλον δὲ οὐκ αὐτοῦ, ἀλλὰ τοῦ τὸν δρόμον αὐτῷ διὰ προστάγματος ὁρίσαντος)· πῶς θέρους μὲν ὑψηλότερος γινόμενος, μακροτέρας ἀπεργάζεται τὰς ἡμέρας, διδοὺς εὐκαιρίαν εἰς ἔργα τοῖς ἀνθρώποις· χει‐ μῶνος δὲ, συστέλλει τὸν δρόμον, ἵνα μὴ τοῦ ψύχους πλείων | |
15 | γένηται ὁ χρόνος, ἀλλ’ ἵνα αἱ νύκτες μείζονες γινόμεναι, πρὸς ἄνεσιν μὲν συνεργῶσι τοῖς ἀνθρώποις, συνεργῶσι δὲ καὶ πρὸς καρποφορίαν τῶν γεννημάτων τῆς γῆς. Ὅρα δὲ καὶ πῶς ἀν‐ τιπαραδιδόασιν ἀλλήλαις εὐτάκτως αἱ ἡμέραι· θέρους μὲν αὐξανό‐ μεναι, χειμῶνος δὲ συστελλόμεναι ἐν ἔαρι δὲ καὶ φθινοπώρῳ | 244 in vol. 1 |
20 | τὴν ἰσότητα τῶν διαστημάτων ἀλλήλαις χαριζόμεναι. Καὶ αἱ νύκτες πάλιν ἐπιτελοῦσι τὰ παραπλήσια· ὡς καὶ τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Τοῖς γὰρ οὐκ ἔχουσιν ὦτα αἱρετικοῖς μονονουχὶ βοῶσι καὶ διὰ τῆς εὐταξίας λέγουσι, μὴ ἄλλον τινὰ | |
25 | εἶναι Θεὸν, ἢ τὸν δημιουργὸν καὶ ὁροθέτην καὶ τὸν ἐκτάξαν‐ τα τὰ ὅλα. | |
9.7 | Μηδεὶς δὲ ἀνασχέσθω λεγόντων τινῶν, ἄλλον μὲν εἶναι τὸν φωτὸς ποιητὴν, ἄλλον δὲ σκότους. Μνημονευέτω γὰρ Ἡσαΐου λέγοντος· Ἐγὼ ὁ Θεὸς ὁ ποιήσας φῶς καὶ κτίσας σκότος. Τί ἀσχάλλεις ἐπ’ αὐτῷ, ὦ ἄνθρωπε; τί βαρέως φέ‐ | |
5 | ρεις τὸν καιρὸν τὸν εἰς ἀνάπαυσιν σὴν δοθέντα; Οὐκ ἂν οἰκέτης παρὰ δεσποτῶν ἔλαβεν ἀνάπαυσιν, εἰ μὴ τὸ σκότος ἐπάναγκες ἐπῆγε προθεσμίαν. Πῶς δὲ πολλάκις καμόντες ἐν ἡμέρᾳ, ἐν νυξὶν ἀνανεούμεθα, καὶ ὁ τῇ χθὲς ἡμέρᾳ γεγονὼς ἐν καμάτοις, ἕωθεν γίνεται ῥωμαλέος διὰ τὴν τῆς νυκτὸς ἀνάπαυσιν. Τί δὲ | |
10 | νυκτὸς πρὸς σοφίαν χρησιμώτερον; Ἐν ταύτῃ μὲν γὰρ πολλάκις τὰ περὶ Θεοῦ φανταζόμεθα· ἐν αὐτῇ δὲ ἀνάγνωσιν καὶ θεωρίαν τῶν θείων λογίων ποιούμεθα. Πότε δὲ εἰς ψαλμῳδίαν μᾶλλον | |
καὶ προσευχὴν συντέταται ἡ διάνοια ἡμῶν; Ἆρα οὐκ ἐν νυκτί; Πότε δὲ πολλάκις τῶν οἰκείων ἁμαρτιῶν ἤλθομεν εἰς ὑπόμνησιν; | 246 in vol. 1 | |
15 | Οὐκ ἐν νυκτί; Μὴ τοίνυν παραδεξώμεθα κακῶς, ἄλλον σκότους εἶναι ποιητήν· ἀγαθὸν γὰρ καὶ τοῦτο δείκνυσιν ἡ πεῖρα καὶ χρησιμώτατον. | |
9.8 | Ἐχρῆν δὲ αὐτοὺς οὐ μόνον ἡλίου καὶ σελήνης τὴν κατασκευὴν ἐκπλαγῆναι καὶ θαυμάσαι· ἀλλὰ γὰρ καὶ τῶν ἀστέ‐ ρων τὰς εὐτάκτους χορείας, καὶ τοὺς ἀνεμποδίστους δρόμους καὶ τὰς ἀνατολὰς τὰς εὐκαίρους ἑκάστου. Καὶ πῶς οἱ μὲν ση‐ | |
5 | μεῖά εἰσι θέρους, οἱ δὲ χειμῶνος· καὶ πῶς οἱ μὲν τοῦ σπόρου τὸν καιρὸν δηλοῦσιν, οἱ δὲ τοῦ πλέειν τὴν ἀρχὴν σημαίνουσι· καὶ ἄνθρωπος ἐν πλοίῳ καθήμενος καὶ ἐν ἀπεριορίστοις κύμασι πλέων, εἰς ἀστέρας βλέπων εὐθύνει τὴν ναῦν. Περὶ τούτων γὰρ τῶν πραγμάτων λέγει ἡ γραφὴ καλῶς τὸ, Καὶ ἔστωσαν εἰς ση‐ | |
10 | μεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς· οὐκ εἰς ἀστρολογίας καὶ γενέσεως μυθολογίας. Ὅρα δὲ πῶς καὶ τὸ τῆς ἡμέρας φῶς καλῶς ἡμῖν ἐχαρίσατο ἐκ προσαγωγῆς (οὐ γὰρ ἅμα τὸν ἥλιον ἀνατέλλοντα θεωροῦμεν· ἀλλὰ προτρέχει μικρόν τι φῶς, ἵνα προμελετήσασα ἡ κόρη δύνηται βλέπειν τῆς ἀκτῖνος τὰ μεί‐ | |
15 | ζονα·) ὅπως δὲ τὸ τῆς νυκτὸς σκότος παρεμυθήσατο τοῖς σε‐ ληνιαίοις αὐγάσμασι. | |
9.9 | Τίς ἐστιν ὑετοῦ πατὴρ, τίς δέ ἐστιν ὁ τετοκὼς βό‐ λους δρόσου; τίς ὁ τὸν ἀέρα παχύνας εἰς νέφη, καὶ κελεύσας τῶν ὄμβρων βαστάζειν τὰ ὕδατα, καί ποτε μὲν ἄγων ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγοῦντά, ποτε δὲ εἰς ἓν εἶδος μεταποιῶν ταῦτα | |
5 | καὶ πάλιν μεταφέρων εἰς ποικίλα κύκλων καὶ ἄλλα σχήματα; Τίς ὁ δυνατὸς ἀριθμεῖν νέφη σοφίᾳ; περὶ οὗ φησιν ἐν τῷ | |
Ἰώβ· Ἐπίσταται δὲ διακρίσεις νεφῶν, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε· καὶ τὸ, Ὁ ἀριθμῶν νέφη σοφίᾳ· καὶ τὸ, Οὐκ ἐῤῥάγη νέφος ὑποκάτω αὐτοῦ. Τοσαῦτα γὰρ μέτρα ἐπὶ τὰ νέφη ὑδά‐ | 248 in vol. 1 | |
10 | των ἐστὶ, καὶ οὐ ῥήγνυται· ἀλλὰ μετὰ πάσης εὐταξίας ἐπὶ τὴν γῆν κατέρχεται. Τίς ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν; τίς δέ ἐστιν, ὡς προειρήκαμεν, ὁ τετοκὼς βόλους δρόσου; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; ὑδατώδης γὰρ ἡ ὑπόστασις, καὶ λιθώδης ἡ ἐνέργεια. Καί ποτε μὲν τὸ ὕδωρ γί‐ | |
15 | νεται χιὼν ὡσεὶ ἔριόν, ποτε δὲ ὑπουργεῖ τῷ πάσσοντι τὴν ὁμίχλην ὡς σποδόν, ποτε δὲ εἰς λιθώδη ὑπόστασιν μεταβάλλε‐ ται· ἐπειδὴ οἰακίζει τὸ ὕδωρ ὡς ἂν βούληται. Μονοειδὴς ἡ φύσις, καὶ πολυδύναμος ἡ ἐνέργεια. Τὸ ὕδωρ, οἶνος μὲν ἐν ἀμ‐ πέλοις, εὐφραίνων καρδίαν ἀνθρώπου· καὶ ἔλαιον ἐν ἐλαίαις, | |
20 | λαμπρῦνον πρόσωπον ἀνθρώπου· καὶ εἰς ἄρτον δὲ μεταβάλ‐ λεται, στηρίζοντα καρδίαν ἀνθρώπου, καὶ εἰς παντοῖα καρπῶν δημιουργήματα. | |
9.10 | Ἐπὶ τούτοις τί ἔδει; Βλασφημεῖσθαι τὸν δημιουργὸν ἢ προσκυνεῖσθαι μᾶλλον; Καὶ τέως οὔπω λέγω τῆς σοφίας αὐ‐ τοῦ τὰ μὴ φαινόμενα. Θεώρησόν μοι τὸ ἔαρ καὶ τὰ ἄνθη, τὰ παντοῖα ἐν ὁμοιότητι διακεκριμένα· ῥόδου μὲν τὸ ἐρυθρότατον, | |
5 | κρίνου δὲ τὸ λευκότατον. Ἐξ ἑνὸς γὰρ ὑετοῦ ταῦτα καὶ μιᾶς τῆς γῆς, τίς ὁ διακρίνων, τίς ὁ δημιουργῶν; Θεώρησόν μοι τὴν ἀκρίβειαν. Ἐκ μιᾶς ὑποστάσεως τοῦ δένδρου, τὸ μὲν εἰς σκέπην, τὸ δὲ εἰς καρποὺς διαφόρους· καὶ εἷς ὁ τεχνίτης. Μιᾶς ἀμπέλου τὸ μέν τι εἰς καῦσιν, τὸ δὲ εἰς βλαστήματα, τὸ δὲ | |
10 | εἰς φυλλάδας, τὸ δὲ εἰς ἕλικας, τὸ δὲ εἰς βότρυν. Ἐκπλάγηθι καὶ τοῦ καλάμου τὴν πυκνοτάτην τῶν κόμβων περιβολὴν, ἣν | |
ἐποίησεν ὁ τεχνίτης. Ἐκ τῆς μιᾶς γῆς ἑρπετὰ προέρχεται, καὶ θηρία, καὶ κτήνη, καὶ ξύλα, καὶ βρώματα, καὶ χρυσὸς, καὶ ἄρ‐ γυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ λίθος. Μία ὑδάτων ἡ φύσις, | 250 in vol. 1 | |
15 | καὶ ἐξ αὐτῆς νηκτῶν καὶ ὀρνέων ὑπόστασις· ἵνα ὥσπερ ἐκεῖνα νήχεται ἐν τοῖς ὕδασιν, οὕτω καὶ τὰ ὄρνεα ἵπτανται ἐν τῷ ἀέρι. | |
9.11 | Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρ‐ πετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τίς δύναται διηγήσασθαι τῶν ἰχθύων τῶν ἐν αὐτῇ τὸ κάλλος; τίς δύναται διηγήσασθαι κη‐ τῶν τὰ μεγέθη, καὶ τῶν ἀμφιβίων ζώων τὴν ὑπόστασιν, ὅπως | |
5 | καὶ ἐν χέρσῳ γῇ, καὶ ἐν ὕδασι διαιτᾶται; Τίς δύναται τῆς θαλάσσης διηγήσασθαι τὸν βυθὸν καὶ τὸ πλάτος, ἢ τῶν ὑπερ‐ μέτρων κυμάτων τὰς ὁρμάς; Ἀλλ’ εἰς τοὺς ὅρους αὐτῆς ἕστηκε διὰ τὸν εἰπόντα· Ἄχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλ’ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα· ἥτις καὶ δηλοῦσα | |
10 | τὸν ἐπηρτημένον αὐτῇ τοῦ προστάγματος λόγον, ἐπεκδραμοῦσα διὰ τῶν κυμάτων γραμμήν τινα φανερὰν ἐναφίησι τοῖς αἰγιαλοῖς· δηλοῦσα τοῖς ὁρῶσιν ὥσπερ, ὅτι τοὺς προστεταγμένους οὐ πα‐ ραβέβηκεν ὅρους. | |
9.12 | Τίς δύναται διασκέψασθαι τῶν ἀερίων ὀρνέων τὴν φύσιν; Πῶς τὰ μὲν γλῶσσαν περιφέρει μουσικήν· τὰ δὲ παντοίᾳ τῇ ζωγραφίᾳ πεποίκιλται διὰ τῶν πτερῶν· τὰ δὲ ὑπερπτάντα εἰς μέσον ἀέρα ἕστηκεν ἀκίνητα, ὡς ἱέραξ· ἀπὸ γὰρ τοῦ θείου | |
5 | προστάγματος, ἱέραξ ἐκπετάσας τὰς πτέρυγας ἕστηκεν ἀκίνητος, καθορῶν τὰ πρὸς νότον. Τίς δύναται ἀνθρώπων ὑψωθέντα θεωρῆσαι ἀετόν; Εἰ δὲ τῶν ὀρνέων τὸ ἀλογώτατον ὑψωθὲν οὐ δύνασαι κατανοῆσαι, πῶς τὸν πάντων ποιητὴν θέλεις κα‐ τανοῆσαι; | |
9.13 | Τίς ἐν ἀνθρώποις θηρίων πάντων οἶδε κἂν τὰ ὀνό‐ | |
ματα; ἢ τίς ἑκάστου δύναται διασκέψασθαι τὴν φυσιολογίαν; Εἰ δὲ τῶν θηρίων μόνον οὐδὲ τὰ ὀνόματα γινώσκομεν, πῶς τὸν ποιητὴν αὐτῶν καταληψόμεθα; Ἓν τὸ τοῦ Θεοῦ πρόσταγμα τὸ | 252 in vol. 1 | |
5 | λέγον· Ἐξαγαγέτω ἡ γῆ θηρία καὶ κτήνη καὶ ἑρπετὰ, κατὰ γένος· καὶ διάφοροι φύσεις ἐκ μιᾶς τῆς γῆς γεγόνασιν ἑνὶ προστάγ‐ ματι· πρόβατον ἡμερώτατον καὶ λέων σαρκοβόρος· καὶ διάφοροι ζώων ἄλογοι κινήσεις, μιμήσεις ἔχουσαι διαφόρων προαιρέ‐ σεων ἀνθρωπίνων· ἵνα ἀλώπηξ μὲν δηλώσῃ τὸ ἐν ἀνθρώποις δο‐ | |
10 | λερὸν, ὄφις δὲ τῶν φίλων τοὺς ἰοβόλους, ἵππος δὲ χρεμετιστὴς τῶν νέων τοὺς ἀκολάστους. Μύρμηξ δὲ ὁ γοργώτατος, ἵνα διεγείρῃ τὸν ὀκνηρὸν, τὸν νωθρόν. Ὅταν γάρ τις ἀργὴν ἔχῃ τὴν νεότητα, τότε ὑπὸ τῶν ἀλόγων ζώων διδάσκεται, διελεγχόμενος ὑπὸ τῆς θείας γραφῆς λεγούσης· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ | |
15 | ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Βλέπων γάρ, φησιν, ἐκεῖνον ἑαυτῷ εὐκαίρως θη‐ σαυρίζοντα τὴν τροφὴν, μιμοῦ καὶ θησαύρισον σεαυτῷ καρποὺς ἔργων ἀγαθῶν εἰς τοὺς μέλλοντας αἰῶνας. Καὶ πάλιν· Πορεύ‐ θητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτις ἐστὶ, πῶς ἄνθη | |
20 | παντοῖα περιτρέχουσα συντίθησί σοι πρὸς ὠφέλειαν τὸ μέλι· ἵνα καὶ αὐτὸς περιερχόμενος τὰς θείας γραφὰς, τῆς ἑαυτοῦ σω‐ τηρίας περιδράξῃ, καὶ τούτων ἐμφορούμενος εἴπῃς· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι [καὶ κηρίον] τῷ στόματί μου. | |
9.14 | Ἆρα οὐχὶ δοξάζεσθαι μᾶλλον ὁ τεχνίτης ἄξιος; Τί γὰρ, εἰ καὶ σὺ μὴ πάντων γινώσκεις τὴν ὑπόστασιν, ἤδη ἀργὰ καὶ τὰ γενόμενα; Μὴ γὰρ πασῶν βοτανῶν δύνασαι γνῶναι τὴν ἐνέργειαν; ἢ τὴν ὠφέλειαν δύνασαι μαθεῖν πᾶσαν, τὴν ἐκ παν‐ | |
5 | τὸς ζώου προχωροῦσαν; Ἤδη καὶ ἐξ ἰοβόλων ἐχιδνῶν ἀντίδοτοι προεχώρησαν εἰς σωτηρίαν ἀνθρώποις. Ἀλλ’ ἐρεῖς μοι, δει‐ νὸς ὁ ὄφις· φοβοῦ τὸν Κύριον, καὶ οὐ δυνήσεταί σε βλάψαι. Σκορπίος πληκτικός· φοβοῦ τὸν Κύριον, καὶ οὐ πλήξει σε. Λέων αἱμοβόρος· φοβοῦ τὸν Κύριον, καὶ παρακαθήσεταί σοι, | 254 in vol. 1 |
10 | ὡς τῷ Δανιήλ. Ἔστι δὲ θαυμάσαι ἀληθῶς καὶ τῶν ζώων τὴν ἐνέργειαν· πῶς τὰ μὲν ἐν κέντροις, ὥσπερ ὁ σκορπίος, ἔχει τὸ ὀξὺ, ἑτέροις δὲ ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις· καὶ ἄλλα δι’ ὀνύχων καταγωνίζεται· βασιλίσκῳ δὲ τὸ βλέμμα ἡ δύναμις. Ἐκ τῆς ποικίλης οὖν δημιουργίας, νόησον τοῦ δημιουργοῦ τὴν ἐνέργειαν. | |
9.15 | Ἀλλ’ ἴσως ταῦτα οὐ γινώσκεις· μηδέν σοι καὶ τοῖς ἔξωθέν σου ζώοις. Εἴσελθε λοιπὸν εἰς σεαυτὸν, καὶ ἐκ τῆς σῆς ὑποστάσεως νόησον τὸν τεχνίτην. Τί μεμπτὸν ἐν τῷ σώ‐ ματί σου πέπλασται; Κράτει σεαυτοῦ, καὶ οὐδὲν φαῦλον ἐκ πάν‐ | |
5 | των τῶν μελῶν. Ἐξ ἀρχῆς ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ γυμνὸς ἦν μετὰ τῆς Εὔας, ἀλλ’ οὐ διὰ τὰ μέλη ἦν ἀπόβλητος. Οὐκ ἄρα τὰ μέλη τῆς ἁμαρτίας αἴτια, ἀλλ’ οἱ χρώμενοι τοῖς μέλεσι κα‐ κῶς· σοφὸς δὲ ὁ τῶν μελῶν ποιητής. Τίς ὁ παρασκευάσας εἰς τεκνογονίαν μήτρας ὄγκους; τίς ὁ τὸ ἄψυχον ἐν αὐτῇ ψυχώσας; | |
10 | τίς ὁ νεύροις καὶ ὀστέοις ἡμᾶς ἐνείρας, δέρμα δὲ καὶ κρέας πε‐ ριβαλὼν, καὶ ἅμα τῷ γεννηθῆναι τὸ βρέφος, ἐκ μαστῶν πηγὰς γάλακτος ἐκφέρων; Πῶς τὸ μὲν βρέφος εἰς παιδίον αὔξει, καὶ τοῦτο εἰς νεανίαν, εἶτα εἰς ἄνδρα, καὶ πάλιν ὁ αὐτὸς εἰς πρεσ‐ βύτην μεταβάλλεται, μηδενὸς καταλαμβάνοντος τῆς μεταβολῆς τὴν | |
15 | καθ’ ἡμέραν ἀκρίβειαν; πῶς τῆς τροφῆς τὸ μὲν ἐξαιματοῦται, τὸ δὲ εἰς προχώρησιν διακρίνεται, τὸ δὲ εἰς σάρκα μεταβάλλε‐ ται; Τίς ὁ τὴν καρδίαν ἀεικινήτως κινῶν; τίς ὁ τὴν ἁπαλότητα τῶν ὀφθαλμῶν τῇ τῶν βλεφάρων περιβολῇ σοφῶς ἀσφαλισά‐ μενος; Περὶ γὰρ τῆς ποικίλης καὶ θαυμασίας τῶν ὀφθαλμῶν κα‐ | |
20 | τασκευῆς, αἱ πολύστιχοι τῶν ἰατρῶν μόγις ἐξηγοῦνται βίβλοι. Τίς ὁ τὴν μίαν ἀναπνοὴν εἰς ὅλον τὸ σῶμα διαδούς; Βλέπεις | |
ἄνθρωπε τὸν τεχνίτην, βλέπεις τὸν σοφὸν δημιουργόν. | 256 in vol. 1 | |
9.16 | Ταῦτά σοι νῦν ἐπλάτυνεν ὁ λόγος, πολλῶν καὶ ἅλλων μυρίων καταλελειμμένων, καὶ μάλιστα τῶν ἀσωμάτων καὶ ἀο‐ ράτων· ἵνα μισήσῃς μὲν τοὺς βλασφημοῦντας τὸν σοφὸν καὶ ἀγαθὸν τεχνίτην, ἐκ δὲ τῶν εἰρημένων καὶ ἀναγινωσκομένων, | |
5 | καὶ ὧν ἂν αὐτὸς εὑρεῖν ἢ νοῆσαι δυνηθείης, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν θεωρή‐ σας, γόνυ κάμπτων εὐσεβῶς τῷ τῶν ὅλων ποιητῇ, τῶν αἰσθη‐ τῶν λέγω καὶ νοητῶν, ὁρατῶν τε πάντων καὶ ἀοράτων, μετ’ εὐ‐ γνώμονος καὶ εὐφήμου γλώττης, ἀδιαλείπτοις χείλεσιν ἀνυμνῇς | |
10 | [καὶ καρδίᾳ] τὸν Θεὸν, λέγων· Ὡς θαυμαστὰ τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Σοὶ γὰρ πρέπει τιμὴ, δόξα καὶ με‐ | |
γαλωσύνη, νῦν τε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 258 in vol. 1 | |
10t | ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τό· ΚΑΙ ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς | |
5 | Κορινθίους Αʹ [ἐπιστολῆς]· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς· ἀλλ’ ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ, καὶ τὰ ἑξῆς. | |
10.1 | Οἳ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ ΠΑΝΤΟ‐ ΚΡΑΤΟΡΑ δεδιδαγμένοι, καὶ ΕΙΣ ὙΙΟΝ ΜΟΝΟΓΕΝΗ πιστεύ‐ ειν ὀφείλουσιν. Ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ἐγώ εἰμι ἡ θύρα, φησὶν ὁ Ἰησοῦς· οὐδεὶς ἔρχεται | |
5 | πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. Ἐὰν [γὰρ] ἀρνήσῃ τὴν θύραν, ἀποκέκλεισταί σοι ἡ πρὸς τὸν Πατέρα γνῶσις. Οὐδεὶς ἐπι‐ γινώσκει Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ· ἐὰν [γὰρ] ἀρνήσῃ τὸν ἀποκαλύπτοντα, μένεις ἐν ἀγνωσίᾳ. Ἀπόφα‐ σίς ἐστιν ἐν εὐαγγελίοις λέγουσα· Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, | |
10 | οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν· ἀγα‐ νακτεῖ γὰρ Πατὴρ, Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. Δεινὸν μὲν γὰρ βασιλεῖ, καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι· ὅταν | |
δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ, τότε προστίθεται μείζων ἡ ὀργή· ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονο‐ | 260 in vol. 1 | |
15 | γενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ, τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ μονογενοῦς ἀγανακτοῦντα; | |
10.2 | Εἴ τις οὖν εὐσεβεῖν εἰς Θεὸν βούλεται, προσκυνείτω τὸν Υἱὸν, ἐπεὶ οὐ παραδέχεται τὴν λατρείαν ὁ Πατήρ. Πατὴρ οὐρανόθεν ἐπεφώνησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα‐ πητὸς, εἰς ὃν Ἐγὼ ηὐδόκησα. Εὐδόκησεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ· | |
5 | ἐὰν μὴ καὶ σὺ εὐδοκήσῃς, ζωὴν οὐκ ἔχεις. Μὴ συμπαραφέρου τοῖς Ἰουδαίοις πανούργως λέγουσι τὸ, Εἷς Θεὸς μόνος· ἀλλὰ μετὰ τοῦ εἰδέναι ὅτι εἷς Θεὸς, γίνωσκε ὅτι καὶ Υἱός ἐστι Θεοῦ μονογενής. Ἐγὼ τοῦτο πρῶτος οὐκ εἶπον, ἀλλ’ ὁ ψαλμῳ‐ δὸς ἐκ προσώπου τοῦ Υἱοῦ λέγει· Κύριος εἶπε πρός με, Υἱός | |
10 | μου εἶ σύ. Μὴ οὖν τί λέγουσιν οἱ Ἰουδαῖοι πρόσεχε, ἀλλὰ τί λέγουσιν οἱ προφῆται. Θαυμάζεις εἰ ἀθετοῦσι τῶν προφητῶν τὰ ῥήματα, οἱ τοὺς προφήτας λιθάσαντες [καὶ ἀποκτείναντες]; | |
10.3 | Σὺ πίστευε ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙ‐ ΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. Ἕνα δὲ λέγομεν Κύριον Ἰησοῦν Χριστὸν, ἵνα μονογενὴς ᾖ ἡ υἱότης. Ἕνα λέγομεν, ἵνα μὴ ὑπονοήσῃς ἄλλον. Ἕνα λέγομεν, ἵνα μὴ | |
5 | τὸ πολυώνυμον τῆς ἐνεργείας εἰς πολλοὺς υἱοὺς ἐκχέῃς δυσσε‐ βῶς. Λέγεται γὰρ θύρα· ἀλλὰ μὴ ξυλίνην νόμιζε τὴν προσηγορί‐ αν, ἀλλὰ θύραν λογικὴν, ζῶσαν, διακριτικὴν τῶν εἰσερχομένων. Ὁδὸς καλεῖται· οὐ ποσὶν πατουμένη, ἀλλ’ ὁδηγοῦσα πρὸς τὸν ἐν οὐρανοῖς πατέρα. Πρόβατον καλεῖται· οὐκ ἄλογον, ἀλλὰ τὸ διὰ | |
10 | τοῦ τιμίου αἵματος [αὐτοῦ] καθαρίζον τὴν οἰκουμένην τῶν ἁμαρ‐ τιῶν, τὸ ἀγόμενον ἐνώπιον τοῦ κείροντος, καὶ γινῶσκον, πότε δεῖ σιωπᾷν. Τοῦτο τὸ πρόβατον πάλιν καλεῖται ποιμὴν, ὁ λέ‐ γων· Ἐγώ εἰμι ὁ ποιμὴν [ὁ καλός]· πρόβατον διὰ τὴν ἀνθρω‐ πότητα, ποιμὴν διὰ τὴν φιλανθρωπίαν τῆς θεότητος. Καὶ θέ‐ | 262 in vol. 1 |
15 | λεις γνῶναι, ὅτι καὶ πρόβατά ἐστι λογικά; Λέγει τοῖς ἀποστό‐ λοις [ὁ Σωτήρ]· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Λέων πάλιν καλεῖται· οὐκ ἀνθρωποβόρος, ἀλλὰ τὸ βασιλικὸν καὶ στεῤῥὸν καὶ πεποιθὸς τῆς ὑποστάσεως διὰ τῆς προσηγορίας ὥσπερ ἐνδεικνύμενος. Λέων δὲ καλεῖται ἀπεναντίας | |
20 | τῷ λέοντι τῷ ἀντιδίκῳ, τῷ ὠρυομένῳ καὶ τοὺς ἠπατημένους κα‐ ταπίνοντι. Ἦλθε γὰρ ὁ Σωτὴρ, οὐ μεταβαλὼν τὸ πρᾶον τῆς ἑαυτοῦ φύσεως, ἀλλ’ ὡς λέων δυνατὸς ἐκ φυλῆς Ἰούδα, σώζων μὲν τοὺς πιστεύοντας, καταπατῶν δὲ τὸν ἀντίδικον. Λίθος κα‐ λεῖται· οὐκ ἄψυχος ὑπὸ χειρῶν ἀνθρώπων λατομούμενος, ἀλλὰ | |
25 | λίθος ἀκρογωνιαῖος, εἰς ὃν ὁ πιστεύσας οὐ καταισχυνθήσεται. | |
10.4 | Χριστὸς καλεῖται· οὐ χερσὶν ἀνθρωπίναις κεχρισμέ‐ νος, ἀλλ’ ὑπὸ τοῦ Πατρὸς ἀϊδίως εἰς τὴν ὑπὲρ ἄνθρωπον ἀρ‐ χιερωσύνην χρισθείς. Νεκρὸς καλεῖται· οὐκ ἀπομείνας ἐν νε‐ κροῖς, ὡς πάντες ἐν ᾅδῃ, ἀλλὰ μόνος ἐν νεκροῖς ἐλεύθερος. Υἱὸς | |
5 | ἀνθρώπου καλεῖται· οὐχ ὡς ἕκαστος ἡμῶν ἐκ γῆς τὴν γέννησιν ἐσχηκὼς, ἀλλ’ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν κρῖναι ζῶντας καὶ νε‐ κρούς. Κύριος καλεῖται· οὐ καταχρηστικῶς, ὡς οἱ ἐν ἀνθρώ‐ ποις, [ἀλλὰ ὡς φυσικὴν καὶ ἀΐδιον ἔχων κυριείαν]. Ἰησοῦς καλεῖται φερωνύμως, ἐκ τῆς σωτηριώδους ἰάσεως ἔχων τὴν προσ‐ | |
10 | ηγορίαν. Υἱὸς καλεῖται· οὐ θετικῶς προαχθεὶς, ἀλλὰ φυσικῶς | |
γεννηθείς. Καὶ πολλαὶ τοῦ Σωτῆρος ἡμῶν εἰσιν αἱ προσηγο‐ ρίαι. Ἵνα τοίνυν μὴ τὸ πολυώνυμον τῆς προσηγορίας πολλοὺς υἱοὺς ποιήσῃ σε νομίζειν· καὶ διὰ τὰς πλάνας τῶν αἱρετικῶν, τῶν λεγόντων, ἄλλον μὲν εἶναι τὸν Χριστὸν, ἄλλον δὲ τὸν Ἰη‐ | 264 in vol. 1 | |
15 | σοῦν, ἄλλον δὲ τὴν θύραν, καὶ τὰ λοιπά· προασφαλίζεταί σε ἡ Πίστις, λέγουσα καλῶς, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙ‐ ΣΤΟΝ· εἰ γὰρ καὶ πολλαὶ αἱ προσηγορίαι, ἀλλ’ ἓν τὸ ὑποκεί‐ μενον. | |
10.5 | Ἑκάστῳ δὲ ποικίλως ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμ‐ φέρον. Τοῖς μὲν γὰρ εὐφροσύνης χρείαν ἔχουσιν, ἄμπελος γί‐ νεται· τοῖς δὲ χρείαν ἔχουσιν εἰσελθεῖν, ἕστηκε θύρα· καὶ τοῖς χρείαν ἔχουσι προσενέγκαι τὰς εὐχὰς, ἕστηκε μεσίτης ἀρ‐ | |
5 | χιερεύς. Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας, γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ· τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστίν. Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷά τις ἰατρὸς καὶ δι‐ δάσκαλος συμπαθὴς, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις· | |
10 | Κύριος ὢν κατὰ ἀλήθειαν, οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λα‐ βὼν, ἀλλ’ ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίωμα. Καὶ οὐ καταχρηστικῶς ὡς ἡμεῖς κύριος καλούμενος, ἀλλὰ τῇ ἀληθείᾳ κύριος ὤν· ἐπειδὴ νεύματι Πατρὸς κυριεύει τῶν οἰκείων δη‐ μιουργημάτων. Ἡμεῖς μὲν γὰρ ἔχομεν τὸ κυριεύειν ἀνθρώπων | |
15 | ἰσοτίμων καὶ ὁμοιοπαθῶν, πολλάκις δὲ καὶ προγενεστέρων· καὶ νέος πολλάκις δεσπότης οἰκετῶν ἄρχει πρεσβυτέρων. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ κυριεύειν οὐχ οὕτως· ἀλλὰ πρῶτον ποιητὴς, εἶτα Κύριος. Πρῶτον ἐποίησε θελήματι Πατρὸς τὰ πάντα, εἶτα κυριεύει τῶν ὑπ’ αὐτοῦ γενομένων. | |
10.6 | Χριστὸς Κύριός ἐστιν, ὁ τεχθεὶς ἐν πόλει Δαβίδ. | |
Καὶ θέλεις γνῶναι, ὅτι σὺν τῷ Πατρὶ καὶ πρὸ τῆς ἐνανθρω‐ πήσεώς ἐστι Χριστὸς Κύριος· ἵνα μὴ μόνον τῇ πίστει παραδέ‐ ξῃ τὸ λεγόμενον, ἀλλὰ καὶ ἀπόδειξιν ἔχῃς ἀπὸ τῆς παλαιᾶς | 266 in vol. 1 | |
5 | γραφῆς; ἐλθὲ ἐπὶ τὴν πρώτην βίβλον, τὴν Γένεσιν. Λέγει ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, οὐ κατ’ εἰκόνα ἐμὴν, ἀλλὰ, κατ’ εἰκόνα ἡμετέραν. Καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδάμ, φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐ‐ τόν. Οὐ γὰρ περιώρισεν εἰς τὸν Πατέρα μόνον τὸ τῆς θεότη‐ | |
10 | τος ἀξίωμα, ἀλλὰ συμπεριέλαβε καὶ τὸν Υἱόν· ἵνα δειχθῇ, ὅτι ὁ ἄνθρωπος οὐ μόνον Θεοῦ ποίημα, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, [ὄντος καὶ αὐτοῦ Θεοῦ ἀληθινοῦ]. Οὗτος ὁ Κύριος ὁ τῷ Πατρὶ συνεργαζόμενος, συνήργησε καὶ ἐπὶ Σοδό‐ μων κατὰ τὴν λέγουσαν γραφήν· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σό‐ | |
15 | δομα καὶ Γόμοῤῥα πῦρ καὶ θεῖον, παρὰ Κυρίου ἐκ τοῦ οὐρα‐ νοῦ. Οὗτος ὁ Κύριος ὤφθη τῷ Μωϋσεῖ πάλιν, ὡς ἐδύνατο ἰδεῖν. Φιλάνθρωπος γὰρ ὁ Κύριος, ἀεὶ συμπεριφερόμενος ταῖς ἡμετέ‐ ραις ἀσθενείαις. | |
10.7 | Καὶ ἵνα γνῷς, ὅτι οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ ὀφθεὶς, δέξαι μαρτυρίαν τοῦ Παύλου λέγοντος· Ἔπινον γὰρ ἐκ πνευμα‐ τικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν· Πίστει Μωϋσῆς κατέλιπεν Αἴγυπτον. Καὶ μετ’ ὀλίγα | |
5 | φησίν· Κρείττονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θη‐ σαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὗτος ὁ Μωϋσῆς φησι πρὸς αὐτόν· Ἐμφάνισόν μοι σεαυτόν. Βλέπεις, ὅτι καὶ οἱ προφῆται τότε ἔβλεπον τὸν Χριστὸν, ἀλλὰ καθὸ ἐχώρουν ἕκαστος. Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Ὁ δέ φησι· Οὐδεὶς | |
10 | ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Διὰ τοῦτο τοίνυν, ἐπειδὴ τὸ τῆς θεότητος πρόσωπον οὐδεὶς ἠδύνατο ἰδεῖν ζῶν, ἀνέλαβε | |
τὸ τῆς ἀνθρωπότητος πρόσωπον, ἵνα τοῦτο ἰδόντες ζήσωμεν. Καὶ ὅτε ἠθέλησε καὶ αὐτὸ τοῦτο δεῖξαι μετ’ ὀλίγης ἀξίας, ὅτε τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, οἱ μαθηταὶ πί‐ | 268 in vol. 1 | |
15 | πτουσι φοβηθέντες. Εἰ δὲ τὸ τοῦ σώματος πρόσωπον λάμψαν, οὐ καθὸ ἠδύνατο ὁ ἐνεργῶν, ἀλλὰ καθὸ ἐχώρουν οἱ μαθηταὶ, ἐφόβησεν αὐτοὺς, καὶ ὅμως ἐνέγκαι οὐκ ἐδυνήθησαν· πῶς εἰς τὸ τῆς θεότητος ἀξίωμα ἀτενίσαι τις ἠδύνατο; Μέγα, φησὶν ὁ Κύριος, ἐπιθυμεῖς, ὦ Μωϋσῆ· καὶ ἀποδέχομαί σου τὴν ἄπληστον | |
20 | ἐπιθυμίαν, καὶ τοῦτόν σοι τὸν λόγον ποιήσω· ἀλλὰ καθὸ χω‐ ρεῖς. Ἰδοὺ τίθημί σε εἰς τὴν ὀπὴν τῆς πέτρας· ὡς γὰρ μικρὸς, μενεῖς ἐν μικρᾷ περιγραφῇ. | |
10.8 | Ὧδε μοι λοιπὸν ἀσφάλισαι, διὰ τοὺς Ἰουδαίους, τὸ λεχθησόμενον. Ὁ γὰρ σκοπὸς ἡμῖν ἀποδεῖξαι, ὅτι ἦν παρὰ τῷ Πατρὶ ὁ Κύριος Ἰησοῦς Χριστός. Λέγει τοίνυν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, | |
5 | καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου. Κύριος ὢν, ποῖον κύριον καλεῖ; Βλέπεις, ὅπως ἐπικεκαλυμμένως ἐδίδασκε τὸ εὐ‐ σεβὲς περὶ Πατρὸς καὶ Υἱοῦ δίδαγμα. Καὶ πάλιν ἐν τοῖς ἑξῆς αὐτολεξεὶ γέγραπται· Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέ‐ στη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε | |
10 | Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν· Κύριος, Κύριος οἰκ‐ τίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν [καὶ] ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαι‐ ρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας. Εἶτα ἑξῆς, κύψας Μωϋ‐ σῆς καὶ προσκυνήσας ἐνώπιον τοῦ Κυρίου τοῦ καλοῦντος τὸν | |
15 | Πατέρα, λέγει· Συμπορεύθητι δὴ, Κύριε, μεθ’ ἡμῶν. | 270 in vol. 1 |
10.9 | Ἔχεις ταύτην πρώτην ἀπόδειξιν· δέξαι καὶ δευτέραν φανεράν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐξ δεξιῶν μου. Κύριος κυρίῳ ταῦτα λέγει, οὐ δούλῳ· ἀλλὰ Κυρίῳ μὲν τῶν πάντων, Υἱῷ δὲ αὐτοῦ, ᾧ πάντα ὑπέταξεν. Ὅταν δὲ εἴπῃ, ὅτι | |
5 | ὑποτέτακται αὐτῷ τὰ πάντα· δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαν‐ τος αὐτῷ τὰ πάντα, [καὶ τὰ ἑξῆς]· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Κύριός ἐστι τῶν πάντων ὁ μονογενὴς Υἱός· Υἱὸς δὲ τοῦ Πατρὸς εὐπειθὴς, οὐχ ἁρπάσας τὸ κυριεύειν, ἀλλὰ παρ’ αὐ‐ τοπροαιρέτου λαβὼν φυσικῶς. Οὔτε γὰρ ὁ Υἱὸς ἥρπασεν, οὔτε | |
10 | Πατὴρ ἐφθόνησε τῆς μεταδόσεως. Αὐτός ἐστιν ὁ λέγων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Παρεδόθη μοι, οὐχ ὡς πρότερον μὴ ἔχοντι· καὶ τηρῶ καλῶς, οὐκ ἀποστερῶν τὸν παρα‐ δεδωκότα. | |
10.10 | Κύριος τοίνυν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ· Κύριος ὁ τεχ‐ θεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὸν εἰρηκότα τοῖς ποιμέσιν ἄγγελον· Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ὅτι ἐτέχθη ὑμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει Δαβίδ. Περὶ οὗ φησιν | |
5 | ἀλλαχοῦ τῶν ἀποστόλων τις· Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ὅταν δὲ εἴπῃ τὸ, πάντων, μηδὲν ὑπεξέλῃς τῆς κυριότητος. Εἴτε γὰρ ἄγγελοι, εἴτε ἀρχάγγελοι· εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· εἴτε τι ὑπὸ τῶν ἀποστόλων ὀνομαζόμενον γενητὸν, | |
10 | πάντα ὑπὸ τὴν κυριότητα τοῦ Υἱοῦ τυγχάνει. Ἀγγέλων ἐστὶ | |
Κύριος, καθὼς ἔχεις ἐν εὐαγγελίοις· ὅτι Τότε ἀπέστη ὁ διά‐ βολος ἀπ’ αὐτοῦ, καὶ οἱ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῶ. Οὐ γὰρ εἶπεν, ὅτι ἐβοήθουν αὐτῷ, ἀλλὰ, διηκόνουν αὐτῷ· ὅπερ ἐστὶ δουλικῶς. Μέλλοντος αὐτοῦ γεννᾶσθαι ἐκ παρθένου, | 272 in vol. 1 | |
15 | ὑπηρέτει τότε ὁ Γαβριὴλ, οἰκεῖον ἀξίωμα λαβὼν τὴν ὑπηρεσίαν αὐτοῦ. Μέλλοντος αὐτοῦ πορεύεσθαι εἰς Αἴγυπτον, ἵνα κατα‐ λύσῃ τὰ χειροποίητα τῆς Αἰγύπτου· πάλιν ἄγγελος κατ’ ὄναρ φαίνεται τῷ Ἰωσήφ. Σταυρωθέντος αὐτοῦ καὶ ἀναστάντος, ὁ ἄγγελος εὐηγγελίσατο, καὶ λέγει ταῖς γυναιξὶν ὡς καλὸς οἰκέτης· | |
20 | Πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἀνέστη, καὶ προ‐ άγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἰδοὺ εἶπον ὑμῖν. Μονονουχὶ τοῦτο λέγων· οὐ παρέβην τὸ πρόσταγμα, μαρτύρομαι τὸ εἰρηκέναι ὑμῖν· ἵν’ ἐὰν ἀμελήσητε, μὴ κατ’ ἐμοῦ ᾖ τὰ τῆς μέμψεως, ἀλλὰ κατὰ τῶν ἀμελησάντων. Οὗτος τοίνυν ἐστὶν ὁ εἷς Κύριος Ἰη‐ | |
25 | σοῦς Χριστὸς, περὶ οὗ καὶ νῦν τὸ ἀνάγνωσμα λέγει· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ [πολλοὶ], εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, καὶ ἑξῆς· ἡμῖν δὲ εἷς ὁ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ. | |
10.11 | Ἰησοῦς δὲ Χριστὸς καλεῖται διώνυμος· Ἰησοῦς διὰ τὸ σώζειν, Χριστὸς διὰ τὸ ἱερατεύειν. Καὶ τοῦτο γινώσκων ὁ θεσπέσιος τῶν προφητῶν Μωϋσῆς, ἀνδράσι δυσὶ τοῖς πάντων ἐγκρίτοις τὰς δύο ταύτας προσηγορίας ἐχαρίσατο· τὸν μὲν | |
5 | οἰκεῖον τῆς ἀρχῆς διάδοχον Αὐσὴν, Ἰησοῦν μετονομάσας· τὸν δὲ οἰκεῖον ἀδελφὸν τὸν Ἀαρὼν, ἐπονομάσας Χριστὸν, ἵνα διὰ δύο ἀνθρώπων ἐγκρίτων, τὸ ἀρχιερατικὸν ἅμα καὶ βασιλικὸν τοῦ μέλλοντος ἑνὸς Ἰησοῦ Χριστοῦ παραστήσῃ. Ἀρχιερεὺς μὲν γάρ ἐστιν ὁ Χριστὸς κατὰ τὸν Ἀαρών· ἐπειδὴ οὐχ ἑαυτὸν ἐδό‐ | |
10 | ξασε γενέσθαι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Σὺ εἶ ἱερεὺς | |
εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τύπον δὲ ἔφερεν αὐτοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς κατὰ πολλά. Ἀρξάμενος γὰρ ἄρχειν τοῦ λαοῦ, ἤρξατο ἀπὸ τοῦ Ἰορδάνου· ὅθεν καὶ ὁ Χριστὸς βαπ‐ τισθεὶς ἤρξατο εὐαγγελίζεσθαι. Δώδεκα δὲ διαιροῦντας τὴν κλη‐ | 274 in vol. 1 | |
15 | ρονομίαν καθίστησιν ὁ τοῦ Ναυῆ υἱός· καὶ δώδεκα τοὺς ἀπο‐ στόλους, κήρυκας τῆς ἀληθείας, εἰς πᾶσαν τὴν οἰκουμένην ἀπο‐ στέλλει ὁ Ἰησοῦς. Πιστεύσασαν Ῥαὰβ τὴν πόρνην ἔσωσεν ὁ τυπι‐ κός· ὁ δὲ ἀληθής φησιν· Ἰδοὺ οἱ τελῶναι καὶ αἱ πόρναι προ‐ άγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀλαλαγμῷ μόνον ἐπὶ | |
20 | τοῦ τυπικοῦ κατέπεσε τὰ τείχη τῆς Ἱεριχώ· καὶ διὰ τὸ εἰπεῖν τὸν Ἰησοῦν, Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, πέπτωκεν ὁ ἀντικρὺς ἡμῶν τῶν Ἰουδαίων ναός· οὐχ ὅτι ἡ ἀπόφασις τοῦ πεσεῖν αἰτία, ἀλλ’ ὅτι ἡ ἁμαρτία τῶν παρανόμων γέγονε τοῦ πεσεῖν αἰτία. | |
10.12 | Εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, ὄνομα θαυμαστὸν ὑπὸ τῶν προφητῶν πλαγίως προαναφωνούμενον. Λέγει γὰρ Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ὁ Σωτήρ σοι παραγίνεται, ἔχων τὸν ἑαυτοῦ μισθόν. Σωτὴρ δὲ παρὰ Ἑβραίοις ὁ Ἰησοῦς ἑρμηνεύεται. Τὸ γὰρ | |
5 | κυριοκτόνον τῶν Ἰουδαίων προβλέπουσα ἡ προφητικὴ χάρις ἐκά‐ λυψε τὴν προσηγορίαν, ἵνα μὴ ἐκ τοῦ προειδέναι σαφῶς, ἑτοίμως ἐπιβουλεύσωσιν. Ἰησοῦς δὲ ἐκλήθη, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπὸ ἀγγέλου φανερῶς, οὐκ ἰδίᾳ ἐξουσίᾳ ἐλθόντος, ἀλλὰ δυνάμει Θεοῦ ἀποσταλέντος, τοῦ λέγοντος πρὸς τὸν Ἰωσήφ· Μὴ φοβηθῇς | |
10 | παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστί. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καὶ τὴν αἰτίαν τῆς προσηγορίας ἀποδιδοὺς εὐθέως λέγει, Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ‐ τιῶν αὐτῶν. Ὁ μηδέπω γεννηθεὶς πῶς λαὸν ἔχει, νόησον, εἰ μὴ | |
15 | καὶ πρὸ τοῦ γεννηθῆναι ἦν. Καὶ τοῦτο ὁ προφήτης ἐκ προσώπου αὐτοῦ φησιν· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου· διὰ | |
τὸ προλέγειν τὸν ἄγγελον, ὅτι Ἰησοῦς κληθήσεται. Καὶ πάλιν περὶ τῆς ὑπὸ Ἡρώδου ἐπιβουλῆς λέγει· Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. | 276 in vol. 1 | |
10.13 | Ἰησοῦς τοίνυν ἐστὶ κατὰ μὲν Ἑβραίους σωτὴρ, κατὰ δὲ τὴν Ἑλλάδα γλῶσσαν, ὁ ἰώμενος. Ἐπειδὴ ἰατρός ἐστι [ψυχῶν] καὶ σωμάτων καὶ θεραπευτὴς πνευμάτων· τυφλῶν μὲν αἰσθητῶν θεραπευτὴς, φωταγωγῶν δὲ τὰς διανοίας· χωλῶν φαινομένων | |
5 | ἰατρὸς, καὶ ποδηγῶν τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, λέγων τῷ παραλυτικῷ· Μηκέτι ἁμάρτανε· καὶ, Ἆρον τὸν κράββατον σὸν καὶ περιπάτει. Ἐπειδὴ γὰρ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν παρελύθη τὸ σῶμα, προεθεράπευσε τὴν ψυχὴν, ἵνα ἐπαγάγῃ καὶ τῷ σώματι τὴν ἴασιν. Εἴ τις τοίνυν πάσχει τὴν ψυχὴν ἐν ἁμαρτίαις, ἔχει | |
10 | τὸν ἰατρόν. Καὶ εἴ τις ὀλιγόπιστος ἐνταῦθα, λεγέτω πρὸς αὐτόν· Βοήθει μου τῇ ἀπιστίᾳ. Εἴ τις καὶ σωματικοῖς περιβέβληται πάθεσι, μὴ ἀπιστείτω, ἀλλὰ προσερχέσθω, (θεραπεύει γὰρ καὶ ταῦτα) καὶ γινωσκέτω ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστός. | |
10.14 | Ἰουδαῖοι γὰρ καταδέχονται τὸ εἶναι αὐτὸν Ἰησοῦν, τὸ δὲ καὶ Χριστὸν εἶναι τοῦτον, οὐκέτι. Διὰ τοῦτο λέγει ὁ Ἀπόστο‐ λος· Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Χριστὸς δέ ἐστιν ἀρχιερεὺς, ἀπαράβατον ἔχων | |
5 | τὴν ἱερωσύνην· οὔτε ἀπὸ χρόνων ἀρξάμενος τῆς ἱερατείας, οὔτε διάδοχον ἕτερον ἔχων τῆς ἀρχιερατείας· καθὼς ἤκουσας ἐν τῇ Κυριακῇ διαλεγομένων ἡμῶν ἐπὶ τῆς Συνάξεως, εἰς τό, Κατὰ τῂ τάξιν Μελχισεδέκ. Οὐκ ἐκ διαδοχῆς σωμάτων λαβὼν τὴν ἀρχιε‐ ρωσύνην, οὐδὲ ἐλαίῳ σκευαστῷ χρισθεὶς, ἀλλὰ πρὸ τῶν αἰώνων | |
10 | ὑπὸ τοῦ Πατρός· καὶ τοσούτῳ διαφέρων τῶν ἄλλων, ὅσῳ μεθ’ ὁρκωμοσίας ἐστὶν ἱερεύς. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς, ὁ δὲ μεθ’ ὁρκωμοσίας διὰ τοῦ λέγοντος· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Αὔταρκες μὲν ἦν εἰς ἀσφάλειαν καὶ | |
τὸ βούλεσθαι μόνον Πατέρα· διπλασίων δὲ τῆς ἀσφαλείας ὁ τρό‐ | 278 in vol. 1 | |
15 | πος, τὸ, μετὰ τῆς βουλήσεως καὶ ὅρκον παρακολουθῆσαι· ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν τῆς πίστεως, οἱ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ καταδεχόμενοι. | |
10.15 | Τοῦτον τὸν Χριστὸν παραγενόμενον ἠρνήσαντο μὲν οἱ Ἰουδαῖοι, δαίμονες δὲ ὡμολόγησαν. Ἀλλ’ οὐκ ἠγνόει τοῦτον ὁ προπάτωρ Δαβὶδ, λέγων· Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Καὶ οἱ μὲν λύχνον εἶναι τὸ λαμπρὸν τῆς προφητείας ἡρμήνευσαν· οἱ | |
5 | δὲ τὸν λύχνον τὴν ἀναληφθεῖσαν ἐκ παρθένου σάρκα, κατὰ τὸ ἐν τῷ Ἀποστόλῳ· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Οὐκ ἠγνόει τοῦτον ὁ προφήτης, ὁ λέγων· Καὶ ἀπαγ‐ γέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἤιδει τοῦτον καὶ Μωσῆς, ᾔδει τοῦτον καὶ Ἡσαΐας, ᾔδει τοῦτον καὶ Ἱερεμίας· οὐ‐ | |
10 | δεὶς τῶν προφητῶν ἠγνόει τοῦτον. Ἐπέγνωσαν τοῦτον καὶ δαί‐ μονες· ἐπετίμα γὰρ αὐτοῖς, καί φησιν· Ὅτι ᾔδεισαν αὐτὸν Χρι‐ στὸν εἶναι. Ἀρχιερεῖς ἠγνόησαν, καὶ δαίμονες ὡμολόγησαν. Ἀρ‐ χιερεῖς ἠγνόησαν, καὶ γυνὴ Σαμαρεῖτις ἐκήρυσσε, λέγουσα· Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός | |
15 | ἐστιν ὁ Χριστός; | |
10.16 | Οὗτος Ἰησοῦς Χριστός ἐστιν, ὁ παραγενόμενος ἀρχιε‐ ρεὺς τῶν μελλόντων ἀγαθῶν· ὁ διὰ τὸ ἄφθονον τῆς θεότητος πᾶσιν ἡμῖν μεταδοὺς τῆς ἑαυτοῦ προσηγορίας. Βασιλεῖς μὲν γὰρ ἄνθρωποι, ἀκοινώνητον πρὸς ἀνθρώπους ἔχουσι τῆς βασιλείας τὴν | |
5 | προσηγορίαν· Ἰησοῦς δὲ Χριστὸς Θεοῦ Υἱὸς ὢν, Χριστιανοὺς καλεῖσθαι ἡμᾶς κατηξίωσεν. Ἀλλ’ ἐρεῖ τις, καινὸν τὸ ὄνομα τῶν χριστιανῶν, καὶ πρὸ τούτου οὐκ ἐπολιτεύετο, καὶ τὰ καινοποιού‐ μενα πολλάκις ἀντιλέγεται διὰ τὸ ξένον. Προησφαλίσατο τοῦτο ὁ προφήτης, λέγων· Τοῖς δὲ δουλεύουσί μοι ἐπικληθήσεται ὄνομα | |
10 | καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Ἐξετάσωμεν τοὺς Ἰουδαίους· δουλεύετε τῷ Κυρίῳ ἢ οὐ; δείξατε οὖν τὸ ὄνομα ὑμῶν τὸ και‐ νόν. Ἰουδαῖοι γὰρ καὶ Ἰσραηλῖται ἐπὶ Μωσέως καὶ τῶν ἄλλων προφητῶν ἐκαλεῖσθε, καὶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ | |
μεχρὶ τοῦ παρόντος. Ποῦ οὖν τὸ ὄνομα τὸ καινόν; Ἡμεῖς δέ, | 280 in vol. 1 | |
15 | ἐπειδὴ δουλεύομεν τῷ Κυρίῳ, ἔχομεν τὸ ὄνομα τὸ καινόν· και‐ νὸν μὲν, ἀλλ’ ὄνομα τὸ καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Περιεδράξατο τῆς οἰκουμένης τοῦτο τὸ ὄνομα. Ἰουδαῖοι μὲν γὰρ μέχρι χώρας τινὸς, χριστιανοὶ δὲ μεχρὶ περάτων τῆς οἰκουμένης· τὸ γὰρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καταγγέλλεται ὄνομα. | |
10.17 | Θέλεις δὲ γνῶναι ὅτι τοῦ Χριστοῦ ὄνομα ᾔδεισαν οἱ ἀπόστολοι καὶ ἐκήρυξαν, μᾶλλον δὲ καὶ Χριστὸν αὐτὸν εἶχον ἐν ἑαυτοῖς; Παῦλός φησι πρὸς τοὺς ἀκούοντας· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Παῦλος καταγγέλλει τὸν Χρι‐ | |
5 | στὸν, [λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν]· τίς ἆρα οὗτος; Ὁ τὸ πρότερον διώξας. Ὢ μεγάλου θαύματος! ὁ πρότερον διώ‐ ξας, αὐτὸς Χριστὸν καταγγέλλει. Διὰ τί; χρήμασιν ἆρα πεισθείς; ἀλλ’ οὐδεὶς ἦν ὁ πείθων οὕτως. Ἀλλ’ ἆρα βλέπων αὐτὸν παρόντα, | |
10 | καὶ δυσωπούμενος; ἤδη ἦν ἀναληφθεὶς εἰς οὐρανόν. Ἐξῆλθεν ἐπὶ τὸ διώκειν· καὶ μετὰ τρεῖς ἡμέρας ἐν Δαμασκῷ κήρυξ ὁ διώκτης. Ποίᾳ δυνάμει; Ἄλλοι μὲν οὖν οἰκείους ὑπὲρ οἰκείων καλοῦσι μάρ‐ τυρας· ἐγὼ δέ σοι μάρτυρα τὸν πρότερον ἐχθρὸν παρέστησα. Ἔτι ἀμφιβάλλεις; Μεγάλη μὲν γὰρ Πέτρου καὶ Ἰωάννου μαρτυρία· | |
15 | ἀλλ’ ὕποπτός τις ἦν· οἰκεῖοι γὰρ ἦσαν. Τοῦ δὲ πρότερον ἐχθροῦ, ὕστερον δὲ ὑπεραποθνήσκοντος, τίς ἔτι ἀμφιβάλλει πρὸς τὴν ἀλήθειαν; | |
10.18 | Ἐνταῦθα γενόμενος τοῦ λόγου, τεθαύμακα ἀληθῶς τὴν τοῦ ἁγίου Πνεύματος οἰκονομίαν· πῶς τὰς μὲν τῶν ἄλλων ἐπι‐ στολὰς εἰς ὀλίγον περιέγραψεν ἀριθμὸν, Παύλῳ δὲ τῷ πρότερον διώκτῃ γράψαι δεκατέσσαρας ἐπιστολὰς ἐχαρίσατο. Οὐ γὰρ ὅτι | |
5 | ἥττων ἦν Πέτρος ἢ Ἰωάννης, ἐνέκοψε τὴν χάριν· μὴ γένοιτο· ἀλλ’ ὑπὲρ τοῦ ἀναμφίβολον εἶναι τὴν διδασκαλίαν, τῷ πρότερον ὄντι | |
ἐχθρῷ καὶ διώκτῃ πλεῖον ἐχαρίσατο γράφειν, ἵνα πάντες οὕτω πιστοποιηθῶμεν. Ἐξίσταντο δὲ πάντες περὶ τοῦ Παύλου καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πρότερον διώκων; οὐχ ὧδε ἦλθεν, | 282 in vol. 1 | |
10 | ἵνα δεδεμένους ἡμᾶς ἀπαγάγῃ εἰς Ἱερουσαλήμ; Μὴ ἐξίστασθέ, φησιν ὁ Παῦλος, Ἐγὼ οἶδα ὅτι σκληρόν μοί ἐστι πρὸς κέντρα λακτίζειν. Οἶδα ὅτι οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἀλλ’ ἀγνοῶν. Ἐνόμιζον γὰρ κα‐ τάλυσιν εἶναι τοῦ νόμου τὸ περὶ Χριστοῦ κήρυγμα. Οὐκ ᾔδειν | |
15 | δὲ ὅτι αὐτὸς ἦλθε πληρῶσαι τὸν νόμον, καὶ οὐ καταλῦσαι. Ὑπερ‐ επλεόνασε δὲ ἡ χάρις τοῦ Θεοῦ ἐν ἐμοί. | |
10.19 | Πολλαὶ τυγχάνουσιν ἀληθεῖς, ἀγαπητοὶ, περὶ Χριστοῦ μαρτυρίαι. Μαρτυρεῖ Πατὴρ οὐρανόθεν περὶ τοῦ Υἱοῦ. Μαρτυρεῖ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον σωματικῶς ἐν εἴδει περιστερᾶς. Μαρτυρεῖ Γαβριὴλ ὁ ἀρχάγγελος τὴν Μαριὰμ εὐαγγελιζόμενος. | |
5 | Μαρτυρεῖ παρθένος ἡ θεοτόκος· μαρτυρεῖ ὁ μακάριος τῆς φάτνης τόπος. Αἴγυπτος μαρτυρεῖ, ἡ ἔτι νέον ὄντα τῷ σώματι τὸν δε‐ σπότην δεξαμένη. Μαρτυρεῖ Συμεὼν ὁ δεξάμενος αὐτὸν ἐν ἀγκά‐ λαις, καὶ εἰπών· Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα· κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν | |
10 | σου, [ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν]. Καὶ Ἄννα προφῆτις, ἐγκρατὴς εὐλαβεστάτη καὶ ἀσκήτρια, μαρτυρεῖ περὶ αὐτοῦ. Μαρτυρεῖ Ἰωάννης ὁ βαπτιστὴς, ὁ μέγιστος μὲν ἐν προ‐ φήταις, ἀρχηγὸς δὲ τῆς καινῆς διαθήκης, καὶ τρόπον τινὰ συν‐ άπτων ἀμφοτέρας ἐν αὐτῷ τὰς διαθήκας, παλαιάν τε καὶ καινήν. | |
15 | Μαρτυρεῖ ὁ Ἰορδάνης ἐν ποταμοῖς. Μαρτυρεῖ θάλασσα Τιβερι‐ άδος ἐν θαλάσσαις. Μαρτυροῦσι τυφλοὶ, μαρτυροῦσι χωλοὶ, μαρ‐ τυροῦσι νεκροὶ ἐγειρόμενοι. Δαίμονες μαρτυροῦσι λέγοντες· Τί ἡμῖν καί σοι Ἰησοῦ· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Μαρτυροῦσιν ἄνεμοι προστασσόμενοι καὶ φιμούμενοι. Πέντε ἄρ‐ | |
20 | τοι μαρτυροῦσιν εἰς πεντακισχιλίους πληθυνθέντες. Τὸ ξύλον τὸ ἅγιον τοῦ σταυροῦ μαρτυρεῖ, μέχρι σήμερον παρ’ ἡμῖν φαινόμενον, καὶ διὰ τῶν κατὰ πίστιν ἐξ αὐτοῦ λαμβανόντων, ἐντεῦθεν τὴν | |
οἰκουμένην πᾶσαν σχεδὸν ἤδη πληρῶσαν. Ὁ φοῖνιξ ὁ ἐπὶ τῆς φάραγγος μαρτυρεῖ, τὰ βάϊα παρασχὼν παισὶ τοῖς τότε εὐφη‐ | 284 in vol. 1 | |
25 | μοῦσι. Τὸ Γεθσημανῆ μαρτυρεῖ, τὸν Ἰούδαν μονονουχὶ δεικνύον ἔτι τοῖς νοοῦσιν. Ὁ Γολγοθᾶς ὁ ἅγιος οὗτος ὁ ὑπερανεστηκὼς, μαρτυρεῖ φαινόμενος. Τὸ μνῆμα τῆς ἁγιότητος μαρτυρεῖ, καὶ ὁ λίθος ὁ μέχρι σήμερον κείμενος. Ἥλιος νῦν λάμπων μαρτυρεῖ, ὁ τότε κατὰ τὸν καιρὸν τοῦ σωτηριώδους πάθους ἐκλιπών. Τὸ | |
30 | σκότος μαρτυρεῖ, τὸ τότε γενόμενον ἀπὸ ἕκτης μέχρις ἐννάτης ὥρας. Τὸ φῶς μαρτυρεῖ, τὸ ἀπὸ ἐννάτης ἕως ἑσπέρας ἐκλάμψαν. Τὸ ὄρος τῶν Ἐλαιῶν μαρτυρεῖ τὸ ἅγιον, ἀφ’ οὗπερ ἀνῆλθε πρὸς τὸν Πατέρα· καὶ ὀμβροτόκοι νεφέλαι μαρτυροῦσι, δεξάμεναι τὸν δεσπότην. Καὶ οὐράνιοι δὲ πύλαι μαρτυροῦσι [δεξάμεναι τὸν δε‐ | |
35 | σπότην], περὶ ὧν εἶπεν ὁ ψαλμῳδός· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ ποτὲ ἐχθροὶ μαρτυροῦσιν, ὧν εἷς ὁ μακάριος Παῦ‐ λός ἐστιν, πρὸς ὀλίγον μὲν ἐχθράνας, πολυχρονίως δὲ δουλεύ‐ σας. Ἀπόστολοι δώδεκα μαρτυροῦσιν οὐ λόγοις μόνον, ἀλλὰ καὶ | |
40 | βασάνοις καὶ θανάτοις ἰδίοις κηρύξαντες τὴν ἀλήθειαν. Ἡ σκιὰ Πέτρου μαρτυρεῖ, θεραπεύσασα ἐν ὀνόματι Χριστοῦ τοὺς ἀῤῥω‐ στοῦντας. Τὰ σουδάρια καὶ τὰ σημικίνθια μαρτυρεῖ· θεραπεύοντα παραπλησίως τῇ δυνάμει τοῦ Χριστοῦ τότε διὰ Παύλου. Πέρσαι καὶ Γότθοι καὶ πάντες οἱ ἐξ ἐθνῶν μαρτυροῦσιν, ὑπεραποθνή‐ | |
45 | σκοντες τούτου, ὃν σαρκὸς ὀφθαλμοῖς οὐκ ἐθεώρησαν. Οἱ διὰ τῶν πιστῶν μέχρι σήμερον ἀπελαυνόμενοι δαίμονες μαρτυροῦσι. | |
10.20 | Τοσοῦτοι, καὶ διάφοροι, καὶ πλείους εἰσὶ μάρτυρες· ἆρα ἀπιστεῖται λοιπὸν Χριστὸς ὁ μαρτυρούμενος; Εἰ μὲν οὖν ἐστί τις πρότερον ἀπιστῶν, πιστευέτω νῦν· εἰ δὲ πρότερον ἦν πιστὸς, | |
προσθήκην πίστεως λαμβανέτω μείζονα, πιστεύων εἰς τὸν Κύριον | 286 in vol. 1 | |
5 | ἡμῶν Ἰησοῦν Χριστόν· καὶ γινωσκέτω τίνος ἔχει τὴν προσηγορίαν. Χριστιανὸς ἐκλήθης· φεῖσαι τοῦ ὀνόματος. Μὴ διὰ σὲ βλασφη‐ μείσθω ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ· Ἀλλὰ λαμψάτω τὰ καλὰ ἔργα σου μᾶλλον ἔμπροσθεν τῶν ἀνθρώ‐ πων, ἵνα οἱ βλέποντες ἄνθρωποι δοξάζωσιν ἐν Χριστῷ Ἰησοῦ | |
10 | τῷ Κυρίῳ ἡμῶν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· ᾧ ἡ δόξα καὶ | |
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 288 in vol. 1 | |
11t | ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τό· ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ | |
5 | ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ, ΔΙ’ ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τού‐ των ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, καὶ τὰ ἑξῆς. | |
11.1 | Ὅτι μὲν εἰς Ἰησοῦν Χριστὸν ἐλπίζομεν, αὐτάρκως κατὰ δύναμιν ἡμῖν εἴρηται, διὰ τῶν χθὲς ὑμῖν παραδεδομένων. Οὐχ ἁπλῶς δὲ εἰς Χριστὸν Ἰησοῦν πιστευτέον, οὐδὲ ὡς ἕνα τῶν πολλῶν καταχρηστικῶς καλουμένων χριστῶν παραδεκτέον. Ἐκεῖ‐ | |
5 | νοι μὲν γὰρ ἦσαν χριστοὶ τυπικοί· οὗτος δὲ Χριστὸς ἀληθής· οὐκ ἐξ ἀνθρώπων ἐκ προκοπῆς εἰς ἱερωσύνην ἀνελθὼν, ἀλλ’ ἀεὶ τὸ τῆς ἱερωσύνης πατρόθεν ἔχων ἀξίωμα. Καὶ διὰ τοῦτο προ‐ ασφαλιζομένη ἡ Πίστις, ἵνα μὴ τῶν ψιλῶν χριστῶν ὑποπτεύσωμεν ἕνα, προστίθησι τῇ τῆς Πίστεως ἐπαγγελίᾳ, ὅτι πιστεύομεν ΕΙΣ | |
10 | ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. | |
11.2 | Υἱὸν δὲ πάλιν ἀκούων, μὴ νομίσῃς θετὸν, ἀλλὰ φυ‐ σικὸν Υἱὸν, Υἱὸν μονογενῆ, ἀδελφὸν ἕτερον οὐκ ἔχοντα. Διὰ τοῦτο γὰρ καλεῖται μονογενὴς, ὅτι εἰς τὸ τῆς θεότητος ἀξίωμα καὶ τὴν ἐκ Πατρὸς γέννησιν ἀδελφὸν οὐκ ἔχει. Υἱὸν δὲ τοῦ | 290 in vol. 1 |
5 | Θεοῦ καλοῦμεν αὐτὸν οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ γὰρ αὐτοῦ τοῦ Πα‐ τρὸς αὐτὸν Χριστὸν Υἱὸν ὀνομάσαντος. Ἀληθὴς δὲ προσηγο‐ ρία, ἡ ἐκ πατέρων τοῖς τέκνοις ἐπιτιθεμένη. | |
11.3 | Ἐνηνθρώπησε τότε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλ’ ὑπὸ τῶν πολλῶν ἠγνοεῖτο. Διδάξαι δὲ βουλόμενος τὸ ἀγ‐ νοούμενον, συναγαγὼν τοὺς μαθητὰς, ἠρώτα· Τίνα με λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οὐ κενοδοξῶν, ἀλλὰ τὴν ἀλήθειαν | |
5 | αὐτοῖς δεῖξαι βουλόμενος· ἵνα μὴ Θεῷ Θεοῦ μονογενεῖ συνοι‐ κοῦντες, ὡς ἀνθρώπου τινὸς ψιλοῦ καταφρονήσωσιν. Εἰπόντων δὲ ἐκείνων ὅτι οἱ μὲν Ἡλίαν, οἱ δὲ Ἱερεμίαν, ἔφη πρὸς αὐτούς· ἐκεῖνοι μὲν μὴ εἰδότες, συγγνωστοί· ὑμεῖς δὲ οἱ Ἀπόστολοι, οἱ ἐπὶ τῷ ὀνόματί μου λεπροὺς καθαρίζοντες καὶ δαιμόνια ἐκ‐ | |
10 | βάλλοντες καὶ νεκροὺς ἐγείροντες, οὐκ ὀφείλετε τοῦτον ἀγνοεῖν, δι’ ὃν ποιεῖτε τὰ θαυμάσια. Πάντων δὲ ἀποσιωπησάντων, (ὑπὲρ ἄνθρωπον γὰρ ἦν τὸ μάθημα) Πέτρος ὁ πρωτοστάτης τῶν ἀπο‐ στόλων καὶ τῆς Ἐκκλησίας κορυφαῖος κήρυξ, οὐχ εὑρεσιλογίᾳ χρησάμενος, οὐδ’ ἀνθρωπίνῳ λογισμῷ πεισθεὶς, ἀλλὰ πατρόθεν | |
15 | φωτισθεὶς τὴν διάνοιάν φησι πρὸς αὐτόν· Σὺ εἶ ὁ Χριστός· οὐχ ἀπλῶς, ἀλλ’, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ μακαρισ‐ μὸς ἐπακολουθεῖ τῷ ῥήματι· (ἦν γὰρ καὶ ἀληθῶς ὑπὲρ ἄνθρω‐ πον,) καὶ σφραγὶς ἐπὶ τῷ ῥηθέντι, ὅτι Πατὴρ ἦν ὁ ἀποκαλύψας. Λέγει γὰρ ὁ Σωτήρ· Μακάριος εἶ Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ | |
20 | αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ὁ τοίνυν γνωρίζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τῆς μακαριότητος μετέχει· ὁ δὲ ἀρνούμενος τὸν Υἱὸν | |
τοῦ Θεοῦ, δείλαιός ἐστι καὶ ἄθλιος. | 292 in vol. 1 | |
11.4 | Υἱὸν δὲ πάλιν ἀκούων, μὴ καταχρηστικῶς ἄκουε μόνον· ἀλλὰ υἱὸν ἀληθῶς, υἱὸν φυσικὸν, ἄναρχον· οὐκ ἐκ δουλείας εἰς προκοπὴν υἱοθεσίας ἀνελθόντα, ἀλλὰ Υἱὸν ἀεὶ γεννηθέντα ἀπεριεργάστῳ καὶ ἀκαταλήπτῳ τῇ γεννήσει. Καὶ πρωτότοκον | |
5 | ὁμοίως ἀκούων, μὴ νομίσῃς εἶναι κατὰ τοὺς ἀνθρώπους. Οἱ μὲν γὰρ ἐν ἀνθρώποις πρωτότοκοι, καὶ ἄλλους ἔχουσιν ἀδελφούς· καί που γέγραπται· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Ἀλλ’, ὡς ὁ Ῥου‐ βὴν, πρωτότοκος ἦν ἐκπεπτωκὼς ὁ Ἰσραήλ. Ἐκεῖνος μὲν γὰρ ἀνέβη ἐπὶ τὴν κοίτην τοῦ πατρός· ὁ δὲ Ἰσραὴλ τὸν Υἱὸν τοῦ | |
10 | Πατρὸς ἐκβαλὼν ἐκ τοῦ ἀμπελῶνος, ἐσταύρωσεν. Καὶ πρὸς ἄλ‐ λους δέ φησιν ἡ γραφή· Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἀλλαχοῦ· Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Εἶπα, οὐκ ἐγέννησα. Ἐκεῖνοι ἐν τῷ εἰπεῖν τὸν Θεὸν τὴν υἱοθε‐ σίαν προσέλαβον, ἣν οὐκ εἶχον· οὗτος δὲ οὐκ ἄλλο τι ὢν, ἄλλο | |
15 | τι ἐγεννήθη· ἀλλὰ Υἱὸς [τοῦ Πατρὸς] ἐξ ἀρχῆς ἐγεννήθη, [ὑπεράνω πάσης ἀρχῆς καὶ αἰώνων τυγχάνων,] Υἱὸς τοῦ Πατρὸς ἐν πᾶσιν ὅμοιος τῷ γεγεννηκότι· [ἀΐδιος ἐξ ἀϊδίου Πατρὸς,] ζωὴ ἐκ ζωῆς γεγεννημένος, καὶ φῶς ἐκ φωτὸς, καὶ ἀλήθεια ἐξ ἀλη‐ θείας, καὶ σοφία ἐκ σοφοῦ καὶ βασιλεὺς ἐκ βασιλέως, καὶ Θεὸς | |
20 | ἐκ Θεοῦ, καὶ δύναμις ἐκ δυνάμεως. | |
11.5 | Ἐὰν τοίνυν ἀκούσῃς τοῦ εὐαγγελίου λέγοντος· Βίβλος | |
γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· τὸ κατὰ σάρκα νόησον. Υἱὸς μὲν γὰρ Δαβὶδ ἐπὶ συντελείᾳ τῶν αἰώνων· Υἱὸς δὲ Θεοῦ πρὸ πάντων τῶν αἰώνων [ἀνάρχως]. Κἀκεῖνο μὲν | 294 in vol. 1 | |
5 | προσέλαβεν, ὅπερ οὐκ εἶχε· τοῦτο δὲ ὃ ἔχει, ἀϊδίως ἔχει γεν‐ νηθεὶς ἐκ Πατρός. Δύο ἔχει πατέρας· ἕνα τὸν Δαβὶδ κατὰ σάρκα, καὶ ἕνα τὸν Θεὸν Πατέρα θεϊκῶς. Ἀλλὰ τὸ μὲν κατὰ τὸν Δα‐ βὶδ, καὶ χρόνῳ ὑποβάλλεται καὶ ψηλαφᾶται καὶ γενεαλογεῖται· τὸ δὲ κατὰ τὴν θεότητα, οὔτε χρόνῳ ὑποβάλλεται οὔτε τόπῳ, | |
10 | οὔτε γενεαλογεῖται· τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; Πνεῦμα ὁ Θεός. Ὁ Πνεῦμα ὢν, πνευματικῶς ἐγέννησεν ὡς ἀσώματος, ἀπεριέργαστον καὶ ἀκατάληπτον γέννησιν. Ὁ Υἱὸς αὐτὸς λέγει περὶ τοῦ Πατρός· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ δὲ σήμερον, οὐ πρόσφατον, ἀλλ’ ἀΐ‐ | |
15 | διον· τὸ σήμερον ἄχρονον, πρὸ πάντων τῶν αἰώνων. Ἐκ γα‐ στρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. | |
11.6 | Πίστευσον τοίνυν εἰς ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ὙΙΟΝ ΘΕΟΥ ζῶντος· Υἱὸν δὲ ΜΟΝΟΓΕΝΗ, κατὰ τὸ εὐαγγέλιον τὸ λέγον· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, | |
5 | ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, | |
οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν· ὅτι οὐκ ἐπίστευσεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Περὶ οὗ μαρτυρῶν ὁ Ἰωάννης ἔλεγε· Καὶ ἐθε‐ | 296 in vol. 1 | |
10 | ασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας. Ὃν τρέμοντες οἱ δαίμονες, ἔλεγον· Ἔα, τί ἡμῖν καί σοι, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, τοῦ ζῶντος. | |
11.7 | Υἱὸς τοίνυν τοῦ Θεοῦ ἐστι φύσει καὶ οὐ θέσει, γεν‐ νηθεὶς ἐκ Πατρός. Καὶ ὁ μὲν ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ· ὁ δὲ ἀθετῶν τὸν γεγεννημένον, ἀναπέμπει τὴν ὕβριν εἰς τὸν γεγεννηκότα. Γεννῶντα δὲ Θεὸν | |
5 | ὅταν ἀκούσῃς, μὴ καταπέσῃς εἰς σώματα, μηδὲ φθαρτὴν γέν‐ νησιν ὑπολάβῃς, ἵνα μὴ ἀσεβήσῃς. Πνεῦμα ὁ Θεὸς, πνευματικὴ ἡ γέννησις· τὰ μὲν γὰρ σώματα γεννᾷ σώματα, καὶ χρεία τοῖς σώμασι γεννωμένοις χρόνον μεσιτεύειν. Μεσίτης δὲ τῆς ἐκ Πα‐ τρὸς Υἱοῦ γεννήσεως χρόνος οὐκ ἔστιν. Καὶ ὧδε μὲν γεννᾶται τὸ | |
10 | γεννώμενον ἀτελὲς, ὁ Υἱὸς δὲ τοῦ Θεοῦ τέλειος ἐγεννήθη. Ὅπερ γὰρ νῦν ἐστι, τοῦτο καὶ ἐξ ἀρχῆς ἐστι γεγεννημένος, [ἀνάρχως]. Ἡμεῖς γεννώμεθα, ἐξ ἀμαθείας νηπιώδους εἰς λογιότητα μετα‐ βαίνοντες· ἀτελὴς, ἄνθρωπε, ἡ σὴ γέννησις, ἐκ προκοπῆς γὰρ ἡ πρόσληψις. Ἐκεῖ δὲ οὕτω μὴ νόμιζε, μηδὲ ἀσθένειαν κατηγό‐ | |
15 | ρει τοῦ γεγεννηκότος. Εἰ γὰρ ἀτελὲς μὲν ἐγέννησε, χρόνῳ δὲ τοῦτο προσέλαβε τὸ τέλειον, ἀσθένειαν κατηγορεῖς τοῦ γεγεννη‐ κότος· εἴγε ὃ χρόνοις ὕστερον ἐχαρίσατο κατὰ σὲ, τοῦτο ἐξ ἀρ‐ | |
χῆς ὁ γεννήτωρ οὐκ ἐχαρίσατο. | 298 in vol. 1 | |
11.8 | Μὴ τοίνυν ἀνθρωπίνην εἶναι νομίσῃς τὴν γέννησιν· μηδὲ ὥσπερ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. Ἀβραὰμ γὰρ τὸν Ἰσαὰκ ἐγέννησεν ἀλλ’ οὐχ ὅπερ ἐβούλετο ἐγέννα, ἀλλ’ ὅπερ ἄλλος ἐχαρίζετο. Τοῦ δὲ Θεοῦ καὶ Πατρὸς γεννῶντος, οὔτε ἄγνοιά | |
5 | ἐστιν οὔτε σκέψις ἐν μέσῳ. Τό τε γὰρ εἰπεῖν, ὅτι ἠγνόει τὸ γεννώμενον, ἀσέβεια μεγίστη. Καὶ τὸ εἰπεῖν, ὅτι χρόνοις σκεψά‐ μενος, ὕστερον Πατὴρ ἐγένετο, τῆς αὐτῆς ἐστιν ἀσεβείας. Οὐ γὰρ πρότερον ὢν Θεὸς ἄπαις, ὕστερον ἐν χρόνοις ἐγένετο Πατήρ· ἀλλ’ ἀεὶ ἔχει τὸν Υἱὸν, γεννήσας αὐτὸν οὐχ ὡς ἄνθρωποι ἀνθρώ‐ | |
10 | πους, ἀλλ’ ὡς αὐτὸς οἶδεν μόνος, ὁ γεννήσας αὐτὸν πρὸ πάντων τῶν αἰώνων ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. | |
11.9 | Θεὸς γὰρ ἀληθινὸς ὢν ὁ Πατὴρ, ὅμοιον ἑαυτῷ ἐγέννα τὸν Υἱὸν, Θεὸν ἀληθινόν· οὐχ ὡς διδάσκαλοι γεννῶσι μαθητὰς, οὐχ ὡς Παῦλος φησί τισιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὧδε μὲν γὰρ ὁ μὴ κατὰ φύσιν | |
5 | υἱὸς ὢν, διὰ τῆς μαθητείας υἱὸς ἐγένετο· ἐκεῖ δὲ φυσικὸς υἱὸς, ἀληθὴς υἱός. Οὐχ ὡς ὑμεῖς, οἱ Φωτιζόμενοι, νῦν γίνεσθε υἱοὶ τοῦ Θεοῦ. Γίνεσθε γὰρ καὶ ὑμεῖς υἱοὶ, ἀλλὰ θέσει κατὰ χάριν, ὡς γέγραπται· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ | |
10 | οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ἡμεῖς μὲν γεννώμεθα ἐξ ὕδατος καὶ πνεύματος· οὐχ οὕτω δὲ ἐγεννήθη Χριστὸς ἐκ Πατρός. Κατὰ τὸν καιρὸν γὰρ τοῦ βαπτίσματος προσφωνῶν καὶ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου· οὐκ εἶπεν, οὗτος νῦν γέγο‐ | |
15 | νεν Υἱός μου· ἀλλ’, οὗτός ΕΣΤΙΝ ὁ Υἱός μου· ἵνα δηλώσῃ, ὅτι | |
καὶ πρὸ τῆς τοῦ βαπτίσματος ἐνεργείας Υἱὸς ἦν. | 300 in vol. 1 | |
11.10 | Ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, οὐχ ὡς ἐν ἀνθρώποις γεννᾷ νοῦς λόγον. Ὁ μὲν γὰρ νοῦς ἐν ἡμῖν ἐνυπόστατός ἐστιν ὁ δὲ λόγος, λαληθεὶς καὶ εἰς ἀέρα διαχυθεὶς ἀπόλλυται. Ἡμεῖς δὲ οἴδαμεν τὸν Χριστὸν γεννηθέντα λόγον οὐ προφορικὸν, ἀλλὰ | |
5 | Λόγον ἐνυπόστατον, ζῶντα, οὐ χείλεσι λαληθέντα καὶ διαχυ‐ θέντα, ἀλλ’ ἐκ Πατρὸς ἀϊδίως καὶ ἀνεκφράστως, καὶ ἐν ὑποστά‐ σει γεννηθέντα. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, [καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος] ἐν δεξιᾷ καθεζόμενος, Λόγος νοῶν τοῦ Πατρὸς τὸ βούλημα καὶ δημιουργῶν τὰ πάντα τῷ | |
10 | ἐκείνου νεύματι. Λόγος ὁ καταβὰς καὶ ἀναβάς· ὁ γὰρ προφο‐ ρικὸς, λαλούμενος οὐ καταβαίνει οὐδὲ ἀναβαίνει. Λόγος λαλῶν, καὶ λέγων· Ἁ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ. Λόγος ἐξουσιαστικὸς καὶ βασιλεύων τῶν πάντων· πάντα γὰρ τῷ Υἱῷ παραδέδωκεν ὁ Πατήρ. | |
11.11 | Ἐγέννησε τοίνυν αὐτὸν, οὐχ οὕτως ὁ Πατὴρ ὡς ἄν τις νοήσειεν ἀνθρώπων, ἀλλ’ ὡς οἶδεν αὐτὸς μόνος. Οὐ γὰρ τό, πῶς ἐγέννησεν, εἰπεῖν ἐπαγγελλόμεθα, ἀλλὰ τό, οὐχ οὕτως, δια‐ βεβαιούμεθα. Καὶ οὐχ ἡμεῖς ἀγνοοῦμεν μόνον τὴν ἐκ Πατρὸς | |
5 | τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ πᾶσα γεννητὴ φύσις. Ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ· καὶ ἐὰν ἐξετάσῃς πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς, οὐ δυνήσεται εἰπεῖν. Ἡ γὰρ γῆ τοῦ οἰκείου κεραμέως καὶ πλάστου τὴν ὑπόστασιν λέγειν οὐ δύναται. Οὐ μόνον δὲ γῆ οὐκ οἶδεν, ἀλλ’ οὐδὲ ἥλιος. Τετάρτῃ γὰρ ἡμέρᾳ ὁ ἥλιος ἐκτίσθη, | |
10 | τὰ ἐν ταῖς πρὸ αὐτοῦ τρισὶ μὴ γινώσκων. Ὁ δὲ τὰ ἐν τρισὶν ἡμέραις, ταῖς πρὸ αὐτοῦ, μὴ εἰδὼς, αὐτὸν τὸν ποιητὴν ἐξειπεῖν οὐ δυνήσεται. Οὐρανὸς τοῦτο οὐ διηγήσεται· νεύματι γὰρ Πα‐ τρὸς ὑπὸ τοῦ Χριστοῦ καὶ ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη. Οὐδὲ οἱ οὐρανοὶ τῶν οὐρανῶν διηγήσονται, οὐδὲ τὰ ὕδατα τὰ | 302 in vol. 1 |
15 | ὑπεράνω τῶν οὐρανῶν τοῦτο διηγήσεται. Τί τοίνυν ἀθυμεῖς ἀγ‐ νοῶν ἄνθρωπε, ὅπερ ἀγνοοῦσι καὶ οἱ οὐρανοί; Οὐ μόνον δὲ οἱ οὐρανοὶ τὴν γέννησιν ἀγνοοῦσιν, ἀλλὰ καὶ πᾶσα ἀγγελικὴ φύσις. Εἰ γάρ τις (εἴγε ἦν δυνατὸν) ἀναβὰς εἰς πρῶτον οὐρανὸν, καὶ τῶν ἐκεῖ ἀγγέλων κατανοήσας τὴν κατάστασιν, προσελθὼν ἐρω‐ | |
20 | τήσειε, πῶς ὁ Θεὸς ἐγέννησε τὸν ἑαυτοῦ Υἱὸν, ἐροῦσιν ἴσως ἔχομεν ὑπὲρ ἡμᾶς μείζονας ἀνωτέρους, ἐκείνους ἐρώτησον. Ἀνά‐ βηθι πρὸς δεύτερον οὐρανὸν καὶ τρίτον· φθάσον, εἰ δύνῃ, πρὸς θρόνους καὶ κυριότητας, ἀρχάς τε καὶ ἐξουσίας· κἂν πρὸς ἐκείνους δέ τις φθάσειεν, ὅπερ ἀδύνατον, κἀκεῖνοι παραιτήσονται | |
25 | τὴν διήγησιν, οὐδὲ γὰρ οἴδασι. | |
11.12 | Καὶ ἐγὼ τεθαύμακα ἀεὶ τῶν τολμηρῶν τὴν φιλοπραγ‐ μοσύνην, τῶν διὰ τῆς νομιζομένης εὐλαβείας εἰς ἀσέβειαν ἐκπι‐ πτόντων. Θρόνους γὰρ καὶ κυριότητας, τὰ Χριστοῦ ποιήματα, καὶ ἀρχὰς καὶ ἐξουσίας ἀγνοοῦντες, αὐτὸν τὸν ποιητὴν φιλοπραγ‐ | |
5 | μονεῖν ἐπιχειροῦσιν. Εἰπέ μοι πρῶτον, ὦ τολμηρότατε, τί δια‐ φέρει θρόνος κυριότητος, καὶ τότε πολυπραγμόνει τὰ κατὰ Χρι‐ στόν. Εἰπέ μοι, τί μέν ἐστιν ἀρχὴ, τί δὲ ἐξουσία, τί δὲ δύνα‐ μις, τί δὲ ἄγγελος· καὶ τότε τὸν ποιητὴν πολυπραγμόνει· πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο. Ἀλλ’ οὐ θέλεις ἐρωτῆσαι θρόνους ἢ κυ‐ | |
10 | ριότητας, ἢ οὐ δύνασαι. Τί ἐστιν ἕτερον γινῶσκον τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλῆσαν τὰς θείας γραφάς; Ἀλλ’ οὐδ’ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως ἐν ταῖς γραφαῖς ἐλάλησεν. Τί τοίνυν πολυπραγμονεῖς, ἃ μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἔγραψεν ἐν | |
15 | ταῖς γραφαῖς; Ὁ τὰ γεγραμμένα μὴ γινώσκων, τὰ μὴ γεγραμμένα | |
πολυπραγμονεῖς; Πολλὰ ζητήματά ἐστιν ἐν ταῖς θείαις γραφαῖς· τὸ γεγραμμένον οὐ καταλαμβάνομεν, τί τὸ μὴ γεγραμμένον πο‐ λυπραγμονοῦμεν; Αὔταρκες ἡμῖν εἰδέναι, ὅτι Θεὸς ἐγέννησεν Υἱὸν ἕνα μόνον. | 304 in vol. 1 | |
11.13 | Μὴ ἐπαισχυνθῇς ὁμολογῆσαι τὴν ἄγνοιαν, ἐπειδὴ μετ’ ἀγγέλων ἀγνοεῖς. Ὁ γεννήσας οἶδε μόνος τὸν γεννηθέντα, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος οἶδε τὸν γεννήσαντα. Ὁ γεννήσας οἶδε, τί ἐγέννησε· καὶ αἱ γραφαὶ δὲ μαρτυροῦσιν, ὅτι Θεὸς ὁ γεν‐ | |
5 | νηθείς· [ἄναρχος. Τίς γὰρ ἔγνω ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω δὲ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ.] Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Καὶ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν | |
10 | Πατέρα. Καὶ, ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ. Οὔτε ὁ γεννήσας ἐζημιώθη τι, οὔτε λείπει τι τῷ γεννηθέντι· (οἶδα πολλάκις ταῦτα εἰρηκὼς, ἀλλὰ πολλάκις ταῦτα εἴρηται ὑπὲρ τῆς ὑμῶν ἀσφαλείας·) οὔτε ὁ γεν‐ νήσας ἔχει πατέρα, οὔτε ὁ γεννηθεὶς ἀδελφὸν ἔχει. Οὔτε ὁ γεν‐ | |
15 | νήσας εἰς υἱὸν μετεβλήθη, οὔτε ὁ γεννηθεὶς πατὴρ ἐγένετο. Ἐξ ἑνὸς μόνου Πατρὸς, εἷς μονογενὴς Υἱός. Οὔτε δύο ἀγέννη‐ τοι, οὔτε δύο μονογενεῖς· ἀλλ’ εἷς ἐστι Πατὴρ ἀγέννητος, (ἀγέν‐ νητος γάρ ἐστιν ὁ πατέρα μὴ ἔχων)· καὶ εἷς ἐστιν Υἱὸς, ἀϊδίως ἐκ Πατρὸς γεγεννημένος· οὐ χρόνοις γεγεννημένος, ἀλλὰ πρὸ | |
20 | αἰώνων γεννηθείς· οὐκ ἐκ προκοπῆς αὐξηθεὶς, ἀλλὰ τοῦτο γεν‐ νηθεὶς ὅπερ ἐστὶ νῦν. | |
11.14 | Πιστεύομεν τοίνυν ΕΙΣ ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. Ὁ γὰρ ἀληθὴς Θεὸς οὐ γεννᾷ ψευδῆ, καθὼς εἴ‐ ρηται, οὐδὲ σκεψάμενος ὕστερον ἐγέννησεν· ἀλλ’ ἀϊδίως ἐγέν‐ | |
5 | νησε, καὶ πολὺ μᾶλλον τάχειον τῶν ἡμετέρων ῥημάτων ἢ νοημά‐ των, ἐγέννησεν. Ἡμεῖς μὲν γὰρ, ἐν χρόνοις λαλοῦντες χρόνους ἀναλίσκομεν· ἐπὶ δὲ τῆς θείας δυνάμεως, ἄχρονος ἡ γέννησις. Καὶ καθὼς εἴρηται πολλάκις, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν Υἱὸν παρήγαγεν, οὐδὲ τὸν, μὴ ὄντα εἰς υἱοθεσίαν ἤγαγεν· | 306 in vol. 1 |
10 | ἀλλ’ ἀΐδιος ὢν ὁ Πατὴρ, ἀϊδίως ἐγέννησε καὶ ἀνεκφράστως Υἱὸν, ἕνα μόνον, ἀδελφὸν οὐκ ἔχοντα. Οὔτε δύο εἰσὶν ἀρχαί· ἀλλὰ κεφαλὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, μία ἡ ἀρχή. Πατὴρ γὰρ Υἱὸν ἐγέν‐ νησε ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ, Ἐμμανουὴλ προσαγορευόμενον· ὁ δὲ Ἐμμανουὴλ μεθ’ ἡμῶν ὁ Θεὸς ἑρμηνεύεται. | |
11.15 | Καὶ θέλεις γνῶναι ὅτι Θεός ἐστιν, ὁ ἐκ Πατρὸς γεν‐ νηθεὶς καὶ ὕστερον ἐνανθρωπήσας; Ἄκουε τοῦ προφήτου λέγον‐ τος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ | |
5 | αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Βλέπεις Θεὸν μετὰ τὴν Μωσέως νομοθεσίαν ἐνανθρωπήσαντα; Δέξαι καὶ δευ‐ τέραν μαρτυρίαν τῆς Χριστοῦ θεότητος, τὴν ἀρτίως ἀνεγνωσμέ‐ νην. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἵνα γὰρ | |
10 | μὴ, διὰ τὴν ἔνσαρκον τὴν ἐνταῦθα γενομένην παρουσίαν, νομισθῇ μετὰ ταῦτα εἰς προκοπὴν ἐλθεῖν θεότητος, λέγει σαφῶς· Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Βλέπεις Χριστὸν Θεὸν ὑπὸ Πατρὸς Θεοῦ χριόμενον; | |
11.16 | Θέλεις δέξασθαι καὶ τρίτην μαρτυρίαν τῆς Χριστοῦ θεότητος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων. Καὶ μετ’ ὀλίγα· Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. Σὺ γὰρ | |
5 | εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Βλέ‐ | |
πεις Θεὸν τὸν Υἱὸν, ἔχοντα ἐν ἑαυτῷ Θεὸν τὸν Πατέρα· μο‐ νονουχὶ τὸ αὐτὸ λέγοντα, ὅπερ ἐν εὐαγγελίοις εἴρηκεν· Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Οὐκ εἴρηκεν, ὁ Πατήρ εἰμι ἐγώ· ἀλλ’, ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Καὶ πάλιν οὐκ εἶπεν· | 308 in vol. 1 | |
10 | Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι· ἀλλ’, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἵνα μήτε ἀπαλλοτριώσωμεν, μήτε συναλοιφὴν υἱοπατορίας ἐργα‐ σώμεθα. Ἕν, διὰ τὸ κατὰ τὴν θεότητα ἀξίωμα· ἐπειδὴ Θεὸς Θεὸν ἐγέννησεν. Ἕν, διὰ τὸ κατὰ τὴν βασιλείαν· οὐ γὰρ ἄλλων βασιλεύει Πατὴρ, ἄλλων δὲ Υἱὸς, κατὰ τὸν Ἀβεσαλὼν ἀνταίρων | |
15 | τῷ Πατρί· ἀλλ’ ὧν βασιλεύει ὁ Πατὴρ, τούτων βασιλεύει καὶ ὁ Υἱός. Ἕν, διὰ τὸ μηδεμίαν εἶναι διαφωνίαν ἢ διάστασιν· οὐ γὰρ ἄλλα βουλήματα Πατρὸς, ἄλλα δὲ Υἱοῦ. Ἕν, διὰ τὸ μὴ εἶναι ἄλλα Χριστοῦ δημιουργήματα, καὶ ἄλλα Πατρός· μία γὰρ ἡ πάν‐ των δημιουργία, τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πεποιηκότος· ὅτι αὐ‐ | |
20 | τὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησάν, φη‐ σιν ὁ ψαλμῳδός. Ὁ γὰρ λέγων, λέγει τῷ ἀκούοντι· καὶ ὁ ἐντελ‐ λόμενος, ἐντέλλεται τῷ συμπαρόντι. | |
11.17 | Θεὸς τοίνυν ἀληθινὸς ὁ Υἱὸς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, οὐκ εἰς Πατέρα μεταβληθείς· οὐ γὰρ Πατὴρ ἐνηνθρώ‐ πησεν, ἀλλὰ Υἱός· λεγέσθω γὰρ ἐλευθερίως ἡ ἀλήθεια. Οὐ Πα‐ τὴρ ἔπαθεν ὑπὲρ ἡμῶν, ἀλλὰ Πατὴρ ἀπέστειλε τὸν ὑπὲρ ἡμῶν | |
5 | παθόντα. Μήτε λέγωμεν τό, Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· μήτε υἱοπατορίαν καταδεξώμεθα· ἀλλ’ ὁδῷ βασιλικῇ πορευθῶμεν, μὴ ἐκκλίνωμεν μήτε ἀριστερᾷ μήτε δεξιᾷ. Μήτε, διὰ τὸ νομί‐ ζειν τιμᾷν τὸν Υἱὸν, Πατέρα αὐτὸν ἀναγορεύσωμεν· μήτε, διὰ τὸ τιμᾷν τὸν Πατέρα νομίζειν, ἕν τι τῶν δημιουργημάτων τὸν | |
10 | Υἱὸν ὑποπτεύσωμεν. Ἀλλ’ εἷς Πατὴρ, δι’ ἑνὸς Υἱοῦ προσκυ‐ νείσθω, καὶ μὴ μεριζέσθω ἡ προσκύνησις. Εἷς Υἱὸς καταγγελ‐ λέσθω, πρὸ τῶν αἰώνων ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενος· τὸ συγκαθέζεσθαι οὐ χρόνοις μετὰ τὸ πάθος λαβὼν ἐκ προκοπῆς, | |
ἀλλ’ ἀϊδίως κεκτημένος. | 310 in vol. 1 | |
11.18 | Ὁ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν Πατέρα. Ὅμοιος γὰρ ἐν πᾶσιν ὁ Υἱὸς τῷ γεγεννηκότι. Ζωὴ ἐκ ζωῆς γεννηθεὶς, καὶ φῶς ἐκ φωτὸς, δύναμις ἐκ δυνάμεως, Θεὸς ἐκ Θεοῦ, καὶ ἀπαράλλακτοι τῆς θεότητος οἱ χαρακτῆρές εἰσιν ἐν τῷ Υἱῷ· καὶ | |
5 | ὁ καταξιωθεὶς ἰδεῖν Υἱοῦ θεότητα, ἔρχεται εἰς ἀπόλαυσιν τοῦ γεγεννηκότος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ μονογενοῦς [Υἱοῦ]. Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ ἵνα εἴπω συντομώτε‐ ρον, μήτε χωρίζωμεν, μήτε συναλοιφὴν ἐργαζώμεθα. Καὶ μήτε | |
10 | ἀλλότριόν ποτε τοῦ Πατρὸς εἴπῃς τὸν Υἱόν· μήτε καταδέξῃ τοὺς λέγοντας, τὸν Πατέρα ποτὲ μὲν πατέρα, ποτὲ δὲ υἱὸν εἶναι· ἀλ‐ λότρια γὰρ καὶ ἀσεβῆ ταῦτα, καὶ οὐκ Ἐκκλησίας τὰ διδάγματα. Ἀλλ’ ὁ Πατὴρ γεννήσας τὸν Υἱὸν, ἔμεινε Πατὴρ καὶ οὐκ ἠλλοίω‐ ται. Σοφίαν ἐγέννησεν, ἀλλ’ οὐκ αὐτὸς ἄσοφος ἐγένετο· καὶ δύ‐ | |
15 | ναμιν γεννήσας, οὐκ ἠσθένησε. Θεὸν γεννήσας, οὐκ αὐτὸς τῆς θεότητος ἐστερήθη· καὶ οὔτε τι αὐτὸς ἀπώλεσε μειωθεὶς ἢ ἀλλοιωθείς· οὔτε ὁ γεννηθεὶς ἔχει τι λεῖπον. Τέλειος ὁ γεν‐ νήσας, τέλειον τὸ γεννηθέν· Θεὸς ὁ γεννήσας, Θεὸς καὶ ὁ γεννη‐ θείς· Θεὸς μὲν τῶν πάντων, Θεὸν δὲ ἑαυτοῦ, τὸν Πατέρα ἐπι‐ | |
20 | γραφόμενος. Οὐ γὰρ ἐπαισχύνεται λέγων· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. | |
11.19 | Ἀλλ’ ἵνα μὴ νομίσῃς ὅτι ὁμοίως τοῦ Υἱοῦ καὶ τῶν κτισμάτων ἐστὶ Πατὴρ, ὑποδιέστειλεν ἐν τοῖς ἑξῆς. Οὐ γὰρ εἶ‐ πεν, ἀναβαίνω πρὸς τὸν Πατέρα ἡμῶν, ἵνα μὴ κοινωνία γένηται τῶν ποιημάτων πρὸς τὸν μονογενῆ· ἀλλὰ, Πατέρα μου καὶ πα‐ | |
5 | τέρα ὑμῶν, εἶπεν. Ἄλλως ἐμοῦ, κατὰ φύσιν· καὶ ἄλλως ὑμῶν, κατὰ θέσιν. Καὶ πάλιν· πρὸς τὸν Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ἄλλως ἐμοῦ, ὡς Υἱοῦ γνησίου καὶ μονογενοῦς· καὶ ἄλλως ὑμῶν, | |
ὡς δημιουργημάτων. Θεὸς τοίνυν ἀληθινός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων ἀνεκδιηγήτως γεννηθείς. Πολλά‐ | 312 in vol. 1 | |
10 | κις γὰρ λέγω τὸ αὐτὸ πρὸς ὑμᾶς, ἵνα ἐντυπωθῇ ὑμῶν τοῦτο τῇ διανοίᾳ. Καὶ ὅτι μὲν ὁ Θεὸς Υἱὸν ἔχει, τοῦτο πίστευε· τὸ δὲ πῶς, μὴ πολυπραγμόνει· ζητῶν γὰρ οὐχ εὑρήσεις. Μὴ ἐξυψοῦ σεαυτὸν, ἵνα μὴ πέσῃς. Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ μόνα. Εἰπέ μοι πρῶτον, τίς ἐστιν ὁ γεννήσας, καὶ τότε μάνθανε ὃ | |
15 | ἐγέννησεν. Εἰ δὲ φύσιν οὐ δύνασαι νοῆσαι τοῦ γεγεννηκότος, τοῦ γεγεννημένου τὸν τρόπον μὴ πολυπραγμόνει. | |
11.20 | Αὔταρκές σοι πρὸς εὐσέβειαν εἰδέναι, καθὼς εἴπαμεν, ὅτι ἕνα Υἱὸν ὁ Θεὸς ἔχει μόνον, ἕνα φυσικῶς γεγεννημένον· οὐχ ὅτε ἐγεννήθη ἐν Βηθλεὲμ τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ ΠΡΟ ΠΑΝ‐ ΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ. Ἄκουε γὰρ Μιχαίου τοῦ προφήτου λέ‐ | |
5 | γοντος· Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, [μὴ] ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ [γάρ] μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Μὴ οὖν πρόσεχε τῷ νῦν ἐκ τῆς Βηθλεέμ· ἀλλὰ προσκύνει τὸν ἀϊδίως ἐκ Πατρὸς γεν‐ | |
10 | νηθέντα. Μὴ χρονικὴν ἀρχὴν τοῦ Υἱοῦ καταδέξῃ τινὸς λέγον‐ τος, ἀλλὰ ἄχρονον ἀρχὴν γίνωσκε τὸν Πατέρα. Ἀρχὴ γὰρ Υἱοῦ ἄχρονος, ἀκατάληπτος, ἄναρχος, ὁ Πατήρ. Πηγὴ τοῦ τῆς δι‐ καιοσύνης ποταμοῦ, τοῦ μονογενοῦς, ὁ Πατὴρ, ὁ γεννήσας αὐτὸν καθὼς οἶδεν αὐτὸς μόνος. Καὶ θέλεις γνῶναι, ὅτι αἰώνιός ἐστι | |
15 | βασιλεὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἄκουε πάλιν αὐτοῦ λέγοντος· Ἀβραὰμ [ὁ πατὴρ ὑμῶν] ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα, σκληρῶς τοῦτο κα‐ | |
ταδεξαμένων τῶν Ἰουδαίων, τὸ ἐκείνοις ἔτι σκληρότερον λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς τὸν Πατέρα | 314 in vol. 1 | |
20 | λέγει· Καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Σαφῶς γὰρ εἴρη‐ κεν, ὅτι πρὶν τὸν κόσμον γενέσθαι, ἐγὼ εἶχον τὴν παρὰ σοὶ δόξαν. Καὶ πάλιν, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, λέ‐ γων· σαφῶς φησιν, ὅτι ἀΐδιον ἔχω τὴν παρὰ σοὶ δόξαν. | |
11.21 | Πιστεύωμεν τοίνυν ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ· ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ, ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ· ΔΙ’ ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. | |
5 | Εἴτε γὰρ θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ οὐδὲν τῶν γεννητῶν ὑπεξῄρηται τῆς ἐξουσίας αὐτοῦ. Φιμούσθω πᾶσα αἵρεσις διαφόρους ποιητὰς καὶ κοσμοποιοὺς εἰσάγουσα· φιμούσθω βλασφημοῦσα [γλῶσσα] τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ. Φιμούσθωσαν οἱ λέγοντες τὸν | |
10 | ἥλιον εἶναι τὸν Χριστόν· ἡλίου γάρ ἐστι δημιουργὸς, οὐχ ὁ ἥλιος ὁ φαινόμενος. Φιμούσθωσαν οἱ λέγοντες ἀγγέλων δημιούργημα τὸν κόσμον, οἱ τὸ τοῦ μονογενοῦς ἀξίωμα παραρπάζειν βουλόμε‐ νοι. Εἴτε γὰρ ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριό‐ τητες, εἴτε τι ὀνομαζόμενον, πάντα διὰ τοῦ Χριστοῦ ἐγένετο. | |
15 | Βασιλεύει τῶν ὑπ’ αὐτοῦ πεποιημένων· οὐκ ἀλλοτρίαν αἰχμαλω‐ σίαν ἁρπάσας, ἀλλὰ ἰδίων δημιουργημάτων βασιλεύων, καθὼς ὁ εὐαγγελιστὴς εἴρηκεν Ἰωάννης· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χω‐ ρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάντα δι’ αὐτοῦ ἐγένετο, τοῦ Πα‐ τρὸς δι’ Υἱοῦ ἐργαζομένου. | |
11.22 | Καὶ βούλομαι μέν τι εἰπεῖν καὶ ὑπόδειγμα τῶν λε‐ γομένων, ἀλλ’ οἶδα αὐτὸ ἀσθενές· ποῖον γὰρ ἔσται τῶν ὁρατῶν ἀκριβὲς ὑπόδειγμα τῆς θείας [καὶ ἀοράτου] δυνάμεως; ἀλλ’ ὅμως λεγέσθω ὡς ἀσθενὲς παρὰ ἀσθενῶν πρὸς ἀσθενεῖς. Ὥσ‐ | |
5 | περ γὰρ ἄν τις βασιλεὺς βασιλέα υἱὸν ἔχων, βουλόμενος κα‐ | |
τασκευάσαι πόλιν, ὑπόθοιτο τῷ υἱῷ συμβασιλεύοντι τὴν κατα‐ σκευὴν τῆς πόλεως· ὁ δὲ τὸ παράδειγμα λαβὼν, εἰς τέλος ἄγει τὸ νοηθέν· οὕτω Πατρὸς βουληθέντος τὰ πάντα κατασκευάσαι, τῷ τοῦ Πατρὸς νεύματι ὁ Υἱὸς τὰ πάντα ἐδημιούργησεν· ἵνα | 316 in vol. 1 | |
10 | τὸ μὲν νεῦμα τηρῇ τῷ Πατρὶ τὴν αὐθεντικὴν ἐξουσίαν, καὶ ὁ Υἱὸς δὲ πάλιν ἔχῃ ἐξουσίαν τῶν ἰδίων δημιουργημάτων· καὶ μήτε Πατὴρ ἀπαλλοτριωθῇ τῆς δεσποτείας τῶν ἰδίων δημιουργημά‐ των, μήτε ὁ Υἱὸς τῶν ὑπ’ ἄλλου δημιουργηθέντων βασιλεύῃ, ἀλλὰ τῶν ὑπ’ αὐτοῦ. Οὐ γὰρ ἄγγελοι, καθὼς εἴρηται, τὸν κόσμον | |
15 | ἐδημιούργησαν· ἀλλὰ Υἱὸς μονογενὴς, πρὸ πάντων τῶν αἰώνων γεγεννημένος, καθὼς εἴρηται· δι’ οὗ τὰ πάντα ἐγένετο, μηδε‐ νὸς ὑπεξῃρημένου τῆς ὑπ’ αὐτοῦ ποιήσεως. Καὶ ταῦτα μὲν ἡμῖν τέως τῇ τοῦ Χριστοῦ χάριτι λελέχθω. | |
11.23 | Ἀναδραμόντες δὲ ἐπὶ τὴν τῆς Πίστεως ἐπαγγελίαν, καταπαύσωμεν ἐν τῷ παρόντι τὸν λόγον. Πάντα ἐποίησεν ὁ Χρι‐ στὸς, κἂν ἀγγέλους λέγῃς κἂν ἀρχαγγέλους, κἂν κυριότητας κἂν θρόνους. Οὐχ ὅτι ὁ Πατὴρ ἠτόνει περὶ τὴν τῶν δημιουργημά‐ | |
5 | των αὐτουργίαν, ἀλλ’ ὅτι βασιλεύειν τῶν ὑπ’ αὐτοῦ πεποιημένων τὸν Υἱὸν ἠβουλήθη, αὐτὸς αὐτῷ παρέχων τῶν κατασκευαζομένων τὴν ὑφήγησιν. Τιμῶν γὰρ τὸν ἑαυτοῦ Πατέρα ὁ Μονογενής φησιν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ | |
10 | ὁ Υἱὸς ὁμοίως ποιεῖ· καὶ πάλιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργά‐ ζεται· κἀγὼ ἐργάζομαι· οὐδεμιᾶς οὔσης ἐν τοῖς ἐργαζομένοις ἐναντιότητος. Τὰ γὰρ ἐμὰ πάντα, σά ἐστι· καὶ τὰ σὰ, ἐμά, φη‐ σιν ἐν εὐαγγελίοις ὁ Κύριος. Καὶ τοῦτό ἐστιν ἐπιγνῶναι σαφῶς ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. Ὁ γὰρ λέγων· Ποιήσωμεν | |
15 | ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, πάντως ὅτι | |
τινὶ παρόντι προσδιελέγετο. Σαφέστατα δὲ μᾶλλον ὁ ψαλμῳ‐ δὸς εἴρηκεν· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ὡς μὲν τοῦ Πατρὸς ἐντελλομένου καὶ λέγοντος, τοῦ δὲ Υἱοῦ νεύματι Πατρὸς τὰ πάντα δημιουργοῦντος. Καὶ τοῦτο | 318 in vol. 1 | |
20 | μυστικῶς ὁ Ἰὼβ ἔλεγεν· Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης· δηλῶν τοῖς νοοῦσιν, ὅτι ὁ διὰ τῆς παρουσίας περιπατῶν ἐπὶ τῆς θαλάσσης, οὗτος ἦν ὁ πρὸ τούτου τῶν οὐρανῶν ποιητής. Καὶ πάλιν ὁ Κύριός φη‐ σιν· Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον; [καὶ λαλητὸν αὐτὸν | |
25 | ἔθου ἐπὶ τῆς γῆς;] Εἶτα ἑξῆς· Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; [πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;] δηλῶν, ὅτι ὁ εἰς ᾅδου κατελθὼν διὰ φιλανθρωπίαν, οὗτος ἐξ ἀρχῆς ἐκ πηλοῦ κατεσκεύασε τὸν ἄνθρωπον. | |
11.24 | Ἔστι τοίνυν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογε‐ νὴς, καὶ τοῦ κόσμου ποιητής. Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσ‐ μος δι’ αὐτοῦ ἐγένετο· καὶ, εἰς τὰ ἴδια ἦλθε, καθὼς ἡμᾶς δι‐ δάσκει τὸ εὐαγγέλιον. Οὐ μόνον δὲ τῶν φαινομένων, ἀλλὰ καὶ | |
5 | τῶν μὴ φαινομένων νεύματι Πατρὸς ποιητής ἐστιν ὁ Χριστός. Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, κατὰ τὸν Ἀπόστολον, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ | |
10 | τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Κἂν τοὺς αἰῶνας αὐτοὺς εἴπῃς, καὶ τούτων νεύματι τοῦ Πατρός ἐστι ποιητὴς Ἰησοῦς ὁ Χρι‐ στός. Ἐπ’ ἐσχάτων γὰρ τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ᾧ ἡ δόξα, τιμὴ, κράτος, [σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ | |
15 | Πνεύματι,] νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 320 in vol. 1 |
12t | Κατήχησις δωδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· | |
5 | καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέ‐ γων· αἴτησαι σεαυτῷ σημεῖον. καὶ ἑξῆς· ἰδοὺ ἡ παρ‐ θένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ κα‐ λέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ τὰ ἑξῆς. | |
12.1 | Ἁγνείας σύντροφοι καὶ σωφροσύνης μαθηταί, τὸν ἐκ παρ‐ θένου γεννηθέντα θεὸν ἁγνείας μεστοῖς χείλεσιν ἀνυμνήσωμεν. οἱ τοῦ νοητοῦ προβάτου τῶν κρεῶν μεταλαβεῖν καταξιούμενοι κεφαλὴν μετὰ τῶν ποδῶν μεταλάβωμεν, κεφαλῆς μὲν τῆς θεό‐ | |
5 | τητος νοουμένης, ποδῶν δὲ τῆς ἀνθρωπότητος ἐκλαμβανο‐ μένης. οἱ τῶν ἁγίων εὐαγγελίων ἀκροαταὶ Ἰωάννῃ τῷ θεολόγῳ πεισθῶμεν. ὁ γὰρ εἰπών, Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, ἐπήγαγε λέγων, Καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὔτε γὰρ τὸν ψιλὸν ἄνθρωπον προσκυ‐ | |
10 | νεῖν ὅσιον, οὔτε θεὸν μόνον λέγειν χωρὶς τῆς ἀνθρωπότητος εὐσεβές. εἰ γὰρ θεὸς ὁ Χριστός, ὥσπερ οὖν καὶ ἔστι, μὴ ἀνέ‐ λαβε δὲ τὴν ἀνθρωπότητα, τῆς σωτηρίας ἀλλότριοι καθεστή‐ καμεν. προσκυνείσθω μὲν ὡς θεός, πιστευέσθω δὲ ὅτι καὶ ἐνηνθρώπησεν. οὔτε γὰρ τὸ λέγειν ἄνθρωπον ἄνευ θεότητος | |
15 | ἐπωφελές, οὔτε τὴν ἀνθρωπότητα μὴ συνομολογεῖν τῇ θεότητι | |
σωτήριον. ὁμολογήσωμεν τοῦ βασιλέως καὶ ἰατροῦ τὴν παρου‐ σίαν. ὁ γὰρ βασιλεὺς Ἰησοῦς ἰατρεύειν μέλλων λέντιον ἀν‐ θρωπότητος περιζωσάμενος ἐθεράπευσε τὸ νοσοῦν. ὁ τέλειος τῶν νηπίων διδάσκαλος συνενηπίασε τοῖς νηπίοις, ἵνα σοφίσῃ | 2 in vol. 2 | |
20 | τοὺς ἄφρονας. ὁ ἐπουράνιος ἄρτος κατῆλθεν ἐπὶ τῆς γῆς, ἵνα θρέψῃ τοὺς λιμώσσοντας. | |
12.2 | Ἰουδαίων δὲ παῖδες, τὸν μὲν ἐλθόντα ἀθετοῦντες, τὸν δὲ κακῶς ἐρχόμενον προσδοκῶντες, τὸν μὲν ἀληθῆ Χριστὸν παρῃτήσαντο, τὸν δὲ πλάνον οἱ πλανηθέντες ἐκδέχονται, ἀληθοῦς καὶ ἐν τούτῳ τοῦ σωτῆρος εὑρισκομένου τοῦ εἰπόν‐ | |
5 | τος· Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με, ἐὰν δὲ ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καλὸν δὲ καὶ ἐπερώτησιν προσενέγκαι τοῖς ἰουδαίοις· ἀληθὴς ὁ προφήτης Ἡσαΐας ὁ λέγων ὅτι Ἐμμανουὴλ ἐκ | |
10 | παρθένου γεννηθήσεται, ἢ ψευδής; εἰ μὲν γὰρ ὡς ψευδοῦς κατηγοροῦσιν, οὐδὲν θαυμαστόν. ἔθος γὰρ αὐτοῖς οὐ μόνον ὡς ψευδεῖς κατηγορεῖν, ἀλλὰ καὶ λιθάζειν τοὺς προφήτας. εἰ δὲ ἀληθὴς ὁ προφήτης, δείξατε τὸν Ἐμμανουήλ. καὶ πότερον ὁ ἔρχεσθαι μέλλων, ὁ ὑφ’ ὑμῶν προσδοκώμενος, ἐκ παρθένου | |
15 | τίκτεται, ἢ οὔ; εἰ μὲν γὰρ ἐκ παρθένου μὴ γεννᾶται, ψεῦδος κατηγορεῖτε τοῦ προφήτου. εἰ δὲ ἐπὶ τοῦ μέλλοντος τοῦτο προσδοκᾶτε, τί τὸ ἤδη γενόμενον παραιτεῖσθε; | |
12.3 | Ἰουδαῖοι μὲν οὖν πλανάσθωσαν, ἐπειδὴ θέλουσιν, ἡ δὲ ἐκκλησία τοῦ θεοῦ δοξαζέσθω. ἡμεῖς γὰρ παραδεχόμεθα θεὸν λόγον ἐνανθρωπήσαντα κατὰ ἀλήθειαν, οὐκ ἐκ θελήματος ἀνδρὸς καὶ γυναικός, ὡς αἱρετικοὶ λέγουσιν, ἀλλ’ ἐκ παρθένου | |
5 | καὶ πνεύματος ἁγίου κατὰ τὸ εὐαγγέλιον ἐνανθρωπήσαντα, οὐ φαντασίᾳ, ἀλλὰ ἀληθείᾳ. καὶ ὅτι ἀληθῶς ἐκ παρθένου ἐνην‐ | |
θρώπησε, περίμενε τὸν καιρὸν τῆς διδασκαλίας νῦν, καὶ λήψῃ τὰς ἀποδείξεις. πολύπλοκος γάρ ἐστιν ἡ τῶν αἱρετικῶν πλάνη, καὶ οἱ μὲν μηδόλως αὐτὸν ἐκ παρθένου γεγεννῆσθαι | 4 in vol. 2 | |
10 | εἰρήκασιν, οἱ δὲ γεγεννῆσθαι μέν, οὐκ ἐκ παρθένου δέ, ἀλλ’ ἐκ γυναικὸς ἀνδρὶ συνοικούσης. οἱ δὲ λέγουσιν οὐ θεὸν ἐνην‐ θρωπηκέναι τὸν Χριστόν, ἀλλ’ ἄνθρωπόν τινα τεθεοποιῆσθαι. ἐτόλμησαν γὰρ εἰπεῖν, ὅτι οὐχ ὁ προὼν λόγος οὗτος ἐνην‐ θρώπησεν, ἀλλὰ ἄνθρωπός τις προκόψας οὗτος ἐστεφανώθη. | |
12.4 | Σὺ δὲ μνημόνευσον τῶν χθὲς περὶ τῆς θεότητος εἰρη‐ μένων. πίστευσον ὅτι αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς οὗτος ἐκ παρθένου πάλιν ἐγεννήθη. Ἰωάννῃ τῷ εὐαγ‐ γελιστῇ πείσθητι λέγοντι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ | |
5 | ἐσκήνωσεν ἐν ἡμῖν. ὁ μὲν γὰρ λόγος αἰώνιος πρὸ πάντων τῶν αἰώνων ἐκ πατρὸς γεννηθείς, τὴν δὲ σάρκα προσφάτως ἀνέ‐ λαβε δι’ ἡμᾶς. Ἀλλὰ ἀντιλέγουσι πολλοὶ καὶ λέγουσι· τί τοσοῦτον οὖν αἴτιον ὥστε θεὸν εἰς ἀνθρωπότητα καταβῆναι; καὶ εἰ ὅλως | |
10 | θεοῦ φύσις ἐστὶν ἀνθρώποις συναναστρέφειν, καὶ εἰ δυνατόν ἐστιν παρθένον τεκεῖν ἄνευ ἀνδρός; πολλῆς δὲ ἀντιλογίας οὔσης καὶ πολυειδοῦς τῆς μάχης φέρε τῇ τοῦ Χριστοῦ χάριτι καὶ ταῖς τῶν παρόντων εὐχαῖς ἕκαστον διαλύσωμεν. | |
12.5 | Καὶ πρῶτον μὲν ἡμῖν ζητείσθω, τίνος ἕνεκεν κατέβη ὁ Ἰησοῦς. καὶ μὴ ταῖς ἐμαῖς εὑρεσιλογίαις πρόσεχε, δυνατὸν γάρ σε ἴσως κατασοφισθῆναι. ἀλλ’ ἐὰν μὴ προφητῶν περὶ ἑκά‐ στου πράγματος δέξῃ μαρτυρίαν, μὴ πίστευε τοῖς λεγομένοις. | |
5 | ἐὰν μὴ καὶ περὶ τῆς παρθένου καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ τρόπου μάθῃς ἐκ τῶν θείων γραφῶν, μὴ παραδέξῃ παρὰ ἀνθρώπου μαρτυρίαν. τὸν μὲν γὰρ παρόντα καὶ διδά‐ σκοντα δυνατόν ἐστιν καὶ ὑποπτεῦσαι, τὸν δὲ πρὸ χιλίων καὶ | |
πλειόνων ἐτῶν προφητεύσαντα τίς ὑποπτεύσει νοῦν ἔχων; | 6 in vol. 2 | |
10 | Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνά‐ δραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον. ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν κόσμον. ἀλλ’ ὁ κόσμος διὰ τὸν ἄνθρω‐ πον. ἥλιος μὲν γὰρ λαμπροτάταις αὐγαῖς ἀποστίλβων. ἀλλὰ διὰ τὸ ἀνθρώπῳ φαίνειν ἐγένετο. καὶ πάντα δὲ τὰ ζῶα διὰ | |
15 | τὸ δουλεύειν ἡμῖν κατέστη. βοτάναι καὶ δένδρα διὰ τὴν ἡμε‐ τέραν ἀπόλαυσιν ἐκτίσθη. πάντα καλὰ τὰ δημιουργήματα, ἀλλὰ τούτων οὐδὲν εἰκὼν θεοῦ, μόνος δὲ ἄνθρωπος. ἥλιος προσ‐ τάγματι μόνῳ, ἄνθρωπος δὲ χερσὶ θείαις ἐπλάσθη. ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. | |
20 | εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται. πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ; ἀλλὰ τοῦτο τὸ μέγιστον τῶν δημιουργη‐ μάτων ἐν παραδείσῳ χορεῦον φθόνος ἐξέβαλε διαβολικός. ἐπέχαιρεν ὁ ἐχθρὸς πεπτωκότι τῷ φθονηθέντι. ἆρα ἐβούλου μένειν χαίροντα τὸν ἐχθρόν; οὗτος μὴ τολμήσας διὰ τὸ ἰσχυ‐ | |
25 | ρὸν προσελθεῖν τῷ ἀνδρὶ προσῆλθεν ὡς ἀσθενεστέρᾳ τῇ γυ‐ ναικὶ ἔτι παρθένῳ οὔσῃ. μετὰ γὰρ τὴν ἀπόπτωσιν ἐκ τοῦ παρα‐ δείσου τότε ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. | |
12.6 | Δεύτεροι γεγόνασι διάδοχοι τῆς ἀνθρώπων γενεᾶς Κάιν καὶ Ἄβελ, καὶ Κάιν ἀνθρωποκτόνος πρῶτος. κατακλυσμὸς ὕστερον ἐπεχύθη διὰ τὴν τῶν ἀνθρώπων πολλὴν πονηρίαν. πῦρ οὐρανόθεν κατῆλθεν ἐπὶ σοδομιτῶν διὰ τὴν παρανομίαν. | |
5 | ἐξελέξατο μετὰ χρόνους ὁ θεὸς τὸν Ἰσραήλ. ἀλλὰ καὶ οὗτος διεστράφη καὶ ἐτραυματίσθη τὸ γένος τὸ ἐκλεκτόν. Μωσῆς. γὰρ ἐν ὄρει θεῷ παρειστήκει, καὶ ἀντὶ θεοῦ μόσχος ὑπὸ τοῦ λαοῦ προσεκυνεῖτο. ἐπὶ τοῦ νομοθέτου Μωσέως τοῦ εἰ‐ πόντος Μὴ μοιχεύσῃς, ἀνὴρ εἰς κάμινον εἰσελθὼν ἀκολασταί‐ | |
10 | νειν ἐτόλμησεν. ἀπεστάλησαν προφῆται μετὰ Μωσέα θεραπεῦ‐ σαι τὸν Ἰσραήλ. ἀλλ’ ἰατρεύοντες ἀπεκλαίοντο μὴ περιγε‐ | |
νόμενοι τοῦ πάθους, ὡς λέγειν αὐτῶν τινα· οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. καὶ πάλιν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, | 8 in vol. 2 | |
15 | οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. καὶ πάλιν· ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος ἐκκέχυται ἐπὶ τῆς γῆς. τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἔθυσαν δαιμονίοις. οἰωνίζοντο καὶ ἐφαρμακεύοντο καὶ ἐκλῃδονί‐ ζοντο. καὶ πάλιν· τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις | |
20 | παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου. | |
12.7 | Μέγιστον οὖν τὸ τραῦμα τῆς ἀνθρωπότητος. ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἦν ἐν αὐτῷ ὁλοκληρία. οὐκ ἦν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. εἶτα οἱ προφῆται ἀποκλαιόμενοι καὶ κάμνοντες ἔλεγον· τίς δώσει ἐκ | |
5 | Σιὼν τὸ σωτήριον; καὶ πάλιν· γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. καὶ ἄλλος τῶν προ‐ φητῶν παρεκάλει λέγων· κύριε κλῖνον οὐρανοὺς καὶ κατάβηθι. ὑπερβαίνει τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύ‐ | |
10 | ματα. τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. ἀδιόρθωτον ἡμῖν τὸ κακόν, σοῦ δεῖται διορ‐ θωτοῦ. | |
12.8 | Ἐπήκουσε τῆς δεήσεως τῶν προφητῶν ὁ κύριος. ὁ πατὴρ οὐχ ὑπερεῖδεν ἡμῶν τὸ γένος ἀπολλύμενον. ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν κύριον οὐρανόθεν ἰατρόν. καὶ λέγει τις τῶν προφητῶν κύριος ὃν ὑμεῖς ζητεῖτε ἔρχεται, | |
5 | καὶ ἐξαίφνης ἥξει, ποῦ; εἰς τὸν ναὸν ἑαυτοῦ ὁ κύριος, ἔνθα αὐτὸν ἐλιθάσατε. εἶτα τοῦτο ἀκούσας ἄλλος τῶν προφητῶν λέγει πρὸς αὐτόν· θεοῦ σωτηρίαν λέγων ἡσυ‐ χίᾳ λαλεῖς; θεοῦ παρουσίαν πρὸς σωτηρίαν εὐαγγελιζόμενος | |
ἐν κρυπτῷ λαλεῖς; ἐπ’ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ | 10 in vol. 2 | |
10 | εὐαγγελιζόμενος Σιών· εἶπον ταῖς πόλεσιν Ἰούδα. τί εἴπω; ἰδοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται. Αὐτὸς πάλιν ὁ κύριος εἴρηκεν· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται | |
15 | ἔθνη πολλὰ ἐπὶ τὸν κύριον. Ἰσραηλῖται τὴν δι’ ἐμοῦ σωτηρίαν παρῃτήσαντο. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας. εἰς γὰρ τὰ ἴδια ἦλθε καὶ τὰ ἴδια αὐτὸν οὐ παρ‐ έλαβον. ἔρχῃ, καὶ τί χαρίζῃ τοῖς ἔθνεσιν; ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον. ἐκ τοῦ | |
20 | ἐμοῦ γὰρ ἀγῶνος τοῦ ἐν τῷ σταυρῷ σφραγίδα βασιλικὴν ἑκάστῳ δίδωμι τῶν ἐμῶν στρατιωτῶν ἔχειν ἐπὶ μετώπου. καὶ ἄλλος τῶν προφητῶν ἔλεγε· καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. ἠγνοεῖτο γὰρ ἀνθρώποις ἡ ἐξ οὐρανῶν κατάβασις. | |
12.9 | Εἶτα Σολομῶν ἀκούων τοῦ πατρὸς αὐτοῦ Δαβὶδ ταῦτα λέγοντος καὶ θαυμαστὸν οἶκον οἰκοδομήσας καὶ προβλέπων τὸν εἰς αὐτὸν ἐρχόμενον ἀποθαυμάζων λέγει· εἰ ἀληθῶς κατοι‐ κήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; Ναί, φησὶ προλα‐ | |
5 | βὼν ὁ Δαβὶδ ἐν τῷ ἐπιγεγραμμένῳ εἰς Σολομῶντα ψαλμῷ ἐν ᾧ ἔστιν· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. ὑετὸς μὲν διὰ τὸ ἐπουράνιον, ἐπὶ πόκον δὲ διὰ τὴν ἀνθρωπότητα. ὑετὸς μὲν γὰρ ἐπὶ πόκον καταβαίνων ἀψοφητὶ καταβαίνει, ὡς ἀγνο‐ ουμένου τοῦ μυστηρίου τῆς γεννήσεως τοὺς μάγους λέγειν· | |
10 | ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων; καὶ τὸν Ἡρώδην ταρασσόμενον ἐξετάζειν περὶ τοῦ γεγεννημένου καὶ λέγειν· ποῦ ὁ Χριστὸς γεννᾶται; | |
12.10 | Τίς δέ ἐστιν οὗτος ὁ καταβαίνων; φησὶν ἑξῆς· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν. καὶ πάλιν ἄλλος τῶν προφητῶν λέγει· χαῖρε σφόδρα θύγατερ σιών, κήρυσσε θύγατερ ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχε‐ | |
5 | ταί σοι δίκαιος καὶ σώζων. πολλοὶ βασιλεῖς· ἑρμήνευσον ἡμῖν περὶ τίνος λέγεις, ὦ προφῆτα. δὸς ἡμῖν σημεῖον ὃ μὴ ἔχουσιν ἄλλοι βασιλεῖς. ἐὰν εἴπῃς πορφυροφόρον βασιλέα, προείληπται τὸ ἀξίωμα τοῦ σχήματος. ἐὰν εἴπῃς ὑπὸ στρατιωτῶν δορυ‐ φορούμενον, καὶ ἐφ’ ἅρμασι χρυσοκολλήτοις καθεζόμενον, προ‐ | 12 in vol. 2 |
10 | είληπται παρὰ ἄλλοις καὶ τοῦτο. δὸς ἡμῖν σημεῖον ἰδιάζον τοῦ βασιλέως οὗ τὴν παρουσίαν καταγγέλλεις. Ὁ δὲ προφήτης ἀποκρίνεται καὶ λέγει· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων. αὐτὸς πραῢς καὶ ἐπιβεβη‐ κὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐκ ἐπὶ ἅρμασιν. ἔχεις | |
15 | μονογενὲς σημεῖον τοῦ παραγενομένου βασιλέως. μόνος βασι‐ λέων Ἰησοῦς ἐπὶ πῶλον ἐκάθισεν ἀσαγῆ μετ’ εὐφημιῶν ὡς βασιλεὺς εἰς τὴν Ἱερουσαλὴμ εἰσερχόμενος. καὶ τί ποιεῖ οὗτος ἐλθὼν ὁ βασιλεύς; καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέ‐ στειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. | |
12.11 | Ἀλλ’ ἐνεχώρει μὲν καὶ ἐπὶ πῶλον καθεσθῆναι. δὸς δὲ ἡμῖν σημεῖον μᾶλλον, ποῦ στήσεται ὁ εἰσερχόμενος βασι‐ λεύς. καὶ τὸ σημεῖον μὴ μακρὰν δῷς τῆς πόλεως, ἵνα μὴ ἀγνο‐ ήσωμεν. ἐγγὺς δὲ ἡμῖν δὸς τὸ σημεῖον ὀφθαλμοφανές, ἵνα | |
5 | καὶ ἐν τῇ πόλει ὄντες τὸν τόπον θεωρήσωμεν. ὁ δὲ προφήτης πάλιν ἀποκρίνεται λέγων· καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερου‐ σαλὴμ ἐξ ἀνατολῶν. ἆρ’ οὐκ ἔνδον ἑστώς τις ἐπὶ τῆς πόλεως θεωρεῖ τὸν τόπον; | |
12.12 | Ἔχομεν δύο σημεῖα, καὶ τρίτον ἐπιθυμοῦμεν μαθεῖν. εἰπὲ τί ποιεῖ παραγενόμενος ὁ κύριος. φησὶν ἄλλος προφήτης· ἰδοὺ ὁ θεὸς ἡμῶν. καὶ ἑξῆς· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθή‐ σονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται | |
5 | ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. λεγέσθω δὲ ἡμῖν καὶ ἄλλη μαρτυρία. κύριον λέγεις ἐρχόμενον, ὦ προφῆτα, ση‐ | |
μεῖα δὲ ὅσα μηδέποτε γεγένηται ποιοῦντα. ποῖον σαφὲς καὶ ἕτερον λέγεις; Αὐτὸς κύριος εἰς κρίσιν ἔρχεται μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. σημεῖον ἐξαίρετον, δε‐ | 14 in vol. 2 | |
10 | σπότης ὑπὸ δούλων πρεσβυτέρων κρινόμενος καὶ ἀνεχόμενος. | |
12.13 | Ταῦτα ἀναγινώσκοντες ἰουδαῖοι οὐκ ἀκούουσιν. ἔβυσαν γὰρ τὰ ὦτα τῆς καρδίας, ἵνα μὴ ἀκούσωσιν. ἀλλ’ ἡμεῖς πι‐ στεύωμεν εἰς Ἰησοῦν Χριστὸν ἐν σαρκὶ παραγενόμενον καὶ ἐνανθρωπήσαντα, ἐπειδὴ ἄλλως οὐκ ἐχωροῦμεν. ἐπειδὴ γὰρ | |
5 | ἡμεῖς καθ’ ὃ ἦν ἐκεῖνος ἐμβλέπειν ἢ ἀπολαῦσαι οὐκ ἠδυ‐ νάμεθα, ἐγένετο ἐκεῖνος ὅπερ ἡμεῖς, ἵνα οὕτως ἀπολαῦσαι καταξιωθῶμεν. εἰ γὰρ ἥλιον τὸν ἐν τετάρτῃ ἡμέρᾳ γενόμενον ἐντελῶς ἰδεῖν οὐ δυνάμεθα, θεὸν ἄρα τὸν ἐκείνου ποιη‐ τὴν ἰδεῖν ἐδυνάμεθα; ἐν πυρὶ κατέβη ὁ κύριος ἐπὶ ὄρους | |
10 | Σινᾶ, καὶ οὐκ ἤνεγκεν ὁ λαός, ἀλλ’ εἶπαν πρὸς Μωϋ‐ σῆν· λάλησον σὺ ἡμῖν καὶ ἀκουσόμεθα, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μήποτε ἀποθάνωμεν. καὶ πάλιν· τίς γὰρ πᾶσα σάρξ, ἥτις ἤκουσε φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς καὶ ζήσεται; εἰ τὸ ἀκοῦσαι φωνὴν θεοῦ λα‐ | |
15 | λοῦντος θανάτου παραίτιον, τὸ αὐτὸν ἰδεῖν πῶς οὐ θανάτου πρόξενον; καὶ τί θαυμάζεις; καὶ Μωϋσῆς αὐτός φησιν· ἔκφοβός εἰμι καὶ ἔντρομος. | |
12.14 | Τί οὖν; ἤθελες τὸν ἐλθόντα ἐπὶ σωτηρίᾳ πρόξενον ἀπωλείας γενέσθαι, διὰ τὸ μὴ φέρειν τοὺς ἀνθρώπους, ἢ συμ‐ μετρῆσαι τὴν χάριν; Δανιὴλ οὐκ ἤνεγκεν ὀπτασίαν ἀγγέλου, καὶ σὺ δεσπότου τῶν ἀγγέλων θέαν ἐχώρεις; Γαβριὴλ ἐφάνη | |
5 | καὶ πέπτωκε Δανιήλ. καὶ ποταπὸς ἦν ὁ φαινόμενος ἢ ποίῳ σχήματι; τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ ἦν, οὐχ ὡς ὁ ἥλιος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οὐχ ὡς κάμινος | |
πυρός, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου, οὐχ ὡς δώδεκα λεγεώνων ἀγγέλων. καὶ ὅμως ἔπεσεν ὁ προφήτης. καὶ | 16 in vol. 2 | |
10 | προσέρχεται ὁ ἄγγελος λέγων· μὴ φοβοῦ, Δανιήλ. ἀνάστηθι, ἔνθυμος γενοῦ· εἰσηκούσθησαν οἱ λόγοι σου. καί φησιν ὁ Δανιήλ· ἀνέστην ἔντρομος. καὶ οὐδὲ οὕτως ἀπεκρίνατο, ἕως ὅτε ἥψατο αὐτοῦ ὁμοίωσις χειρὸς ἀνθρώπου. καὶ ὅτε μετε‐ βλήθη εἰς ὀπτασίαν ἀνθρώπου ὁ φανείς, τότε λαλεῖ ὁ Δανιήλ. | |
15 | καὶ τί φησι; κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. εἰ ἄγγελος φαινόμενος ἐξεῖλε τὴν φωνὴν τοῦ προ‐ φήτου καὶ τὴν ἰσχύν, τὸ τὸν θεὸν φανῆναι συνεχώρει τὴν πνοήν; καὶ ἕως ὅτου, λέγει ἡ γραφή, ἥψατό μου ὡς ὅρασις | |
20 | ἀνθρώπου, οὐκ ἐθάρσησε Δανιήλ. πείρας τοίνυν τῆς ἀσθε‐ νείας τῆς ἡμετέρας δειχθείσης ἀνέλαβεν ὁ κύριος τοῦτο ὅπερ ἐπεζήτει ὁ ἄνθρωπος. ἐπειδὴ γὰρ παρ’ ὁμοιοπροσώπου ἐζή‐ τει ἀκούειν ὁ ἄνθρωπος, ἀνέλαβε τὸ ὁμοιοπαθὲς ὁ σωτήρ, ἵν’ εὐμαρέστερον παιδευθῶσιν οἱ ἄνθρωποι. | |
12.15 | Δέξαι δὲ καὶ ἄλλην αἰτίαν. παρεγένετο ὁ Χριστός, ἵνα βαπτισθῇ καὶ ἁγιάσῃ τὸ βάπτισμα. παρεγένετο ἵνα θαυματουρ‐ γήσῃ περιπατῶν ἐπὶ τὼν ὑδάτων τῆς θαλάσσης. ἐπεὶ οὖν πρὸ τῆς ἐνσάρκου παρουσίας ἡ θάλασσα εἶδε καὶ ἔφυγεν καὶ | |
5 | ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀνέλαβε τὸ σῶμα ὁ κύριος, ἵνα ἰδοῦσα ἡ θάλασσα ἀνάσχηται καὶ ὁ Ἰορδάνης ἀφό‐ βως αὐτὸν ὑποδέξηται. μία μὲν δὴ αὕτη αἰτία, ἔστι δὲ καὶ δευτέρα. Διὰ παρθένου τῆς Εὔας ἦλθεν ὁ θάνατος. ἔδει διὰ παρ‐ | |
10 | θένου, μᾶλλον δὲ ἐκ παρθένου, φανῆναι τὴν ζωήν, ἵνα ὥσ‐ περ ἐκείνην ὄφις ἠπάτησεν, οὕτως καὶ ταύτην Γαβριὴλ εὐαγγελίσηται. Καταλιπόντες ἄνθρωποι θεὸν ἐδημιούργησαν ἀνθρωπό‐ | |
μορφα ξόανα. ἀνθρωπομόρφου τοίνυν ὡς θεοῦ ψευδῶς προσ‐ | 18 in vol. 2 | |
15 | κυνουμένου θεὸς ἀληθῶς ἄνθρωπος ἐγένετο, ἵνα λυθῇ τὸ ψεῦδος. Ὀργάνῳ τῇ σαρκὶ καθ’ ἡμῶν ἐκέχρητο ὁ διάβολος. καὶ τοῦτο γινώσκων ὁ Παῦλος λέγει· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου | |
20 | καὶ αἰχμαλωτίζωντά με, καὶ τὰ ἑξῆς. δι’ ὧν οὖν ὅπλων ὁ διάβολος ἡμᾶς κατηγωνίζετο, διὰ τούτων αὐτῶν ἐσώθημεν. ἀνέ‐ λαβε τὸ ὅμοιον ἡμῶν ἐξ ἡμῶν ὁ κύριος, ἵνα δι’ ἀνθρωπό‐ τητος σωθῶμεν. ἀνέλαβε τὸ ὅμοιον ἡμῶν, ἵνα τῷ λείποντι μείζονα δῷ τὴν χάριν, ἵνα ἡ ἀνθρωπότης ἡ ἁμαρτωλὸς θεοῦ | |
25 | γένηται κοινωνός. ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπε‐ ρίσσευσεν ἡ χάρις. Ἔδει παθεῖν ὑπὲρ ἡμῶν τὸν κύριον. ἀλλ’ οὐκ ἂν ἐτόλ‐ μησε προσελθεῖν ὁ διάβολος, εἰ ᾔδει τοῦτον. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. δέλεαρ τοίνυν τοῦ | |
30 | θανάτου γέγονε τὸ σῶμα, ἵνα ἐλπίσας καταπιεῖν ὁ δράκων ἐξεμέσῃ καὶ τοὺς ἤδη καταποθέντας. κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας. καὶ πάλιν· ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ προ‐ σώπου παντός. | |
12.16 | Μήτι μάτην Χριστὸς ἐνηνθρώπησεν; μήτι εὑρεσι‐ λογίαι εἰσὶν αἱ διδασκαλίαι καὶ ἀνθρώπινα σοφίσματα; οὐχ αἱ θεῖαι γραφαί εἰσιν ἡμῶν ἡ σωτηρία; οὐχὶ προφητῶν αἱ προῤῥήσεις; τήρει τοίνυν ταύτην μοι τὴν παρακαταθήκην | |
5 | ἄσειστον, καὶ μηδείς σε μετακινησάτω. πίστευε θεὸν ἄνθρω‐ πον γενόμενον. Ἀλλ’ ὅτι μὲν ἐνανθρωπῆσαι δυνατὸν ἦν, ἀποδέδεικται. εἰ δὲ μᾶλλον ἀπιστοῦσιν ἰουδαῖοι, προτείνωμεν αὐτοῖς· τί ξένον καταγγέλλομεν θεὸν ἐνανθρωπῆσαι λέγοντες, ὑμῶν λε‐ | |
10 | γόντων ὅτι Ἀβραὰμ τὸν κύριον ὑπεδέξατο; τί ξένον καταγ‐ | |
γέλλομεν, τοῦ Ἰακὼβ λέγοντος· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή; ὁ παρὰ τῷ Ἀβραὰμ φαγὼν κύριος καὶ παρ’ ἡμῖν ἔφαγεν. τί οὖν ξένον καταγγέλ‐ λομεν; | 20 in vol. 2 | |
15 | Ἀλλὰ καὶ μάρτυρας δύο παρέχομεν τοὺς ἐν ὄρει Σινᾶ τῷ κυρίῳ παραστάντας. Μωσῆς ἦν ἐν ὀπῇ τῆς πέτρας καὶ Ἠλίας ἐν ὀπῇ τότε τῆς πέτρας. ἐκεῖνοι μεταμορφουμένῳ συμπαρόντες ἐν ὄρει Θαβὼρ ἔλεγον τοῖς μαθηταῖς τὴν ἔξοδον ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ἀλλ’ ὅτι μὲν ἐνανθρω‐ | |
20 | πῆσαι δυνατὸν ἦν, ἀποδέδεικται καθὼς προεῖπον. καὶ καταλε‐ λείφθω τὸ λοιπὸν τῶν ἀποδείξεων τοῖς σπουδαίοις εἰς ἀνάλεξιν. | |
12.17 | Ἐπηγγείλατο δὲ ἡμῖν ὁ λόγος ἐρεῖν καὶ τὸν χρόνον τῆς ἐπιδημίας τοῦ σωτῆρος καὶ τὸν τόπον. καὶ δεῖ μὴ ψεύ‐ δους καταγνωσθέντας ἀναχωρεῖν, μᾶλλον δὲ τοὺς τῆς ἐκκλησίας νεήλυδας ἠσφαλισμένους ἀποπέμψαι. ζητήσωμεν τοίνυν τὸν | |
5 | χρόνον, πότε ὁ κύριος παρεγένετο· ἐπειδὴ πρόσφατος ἡ πα‐ ρουσία καὶ ἀντιλέγεται, καὶ ἐπειδὴ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς ὢν καὶ εἰς τοὺς αἰῶνας. Μωσῆς τοίνυν λέγει ὁ προφήτης· προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. τετηρήσθω δὲ τέως τὸ ὡς ἐμέ, | |
10 | ἐν οἰκείοις τόποις ἐξεταζόμενον. ἀλλὰ πότε ὁ προφήτης οὗτος ἔρχεται ὁ προσδοκώμενος; ἀνάδραμε, φησίν, ἐπὶ τὰ ὑπ’ ἐμοῦ γεγραμμένα, πολυπραγμόνησον τὴν τοῦ Ἰακὼβ τῷ Ἰούδᾳ ῥη‐ θεῖσαν προφητείαν· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου καὶ τὰ ἑξῆς, ἵνα μὴ ἅπαντα λέγωμεν. οὐκ ἐκλείψει ἄρχων | |
15 | ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία οὐκ Ἰουδαίων, ἀλλὰ ἐθνῶν. σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας τὸ παύσα‐ | |
σθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων. εἰ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσίν, οὔπω ἦλθεν ὁ Χριστός. εἰ ἔχουσι τὸν ἐκ γένους Ἰούδα | 22 in vol. 2 | |
20 | καὶ τοῦ Δαβίδ, οὔπω ἦλθεν ὁ προσδοκώμενος. αἰσχύνομαι γὰρ λέγειν αὐτῶν τὰ πρόσφατα περὶ τῶν καλουμένων παρ’ αὐτοῖς νῦν πατριαρχῶν πράγματα, καὶ τί τὸ τούτων γένος, καὶ τίς ἡ μήτηρ. καταλιμπάνω δὲ τοῖς εἰδόσιν. ἀλλ’ οὗτος ὁ ἐρχόμενος, προσδοκία ἐθνῶν, ποῖον πάλιν ἄρα σημεῖον ἔχει; φησὶν ἑξῆς· | |
25 | δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. βλέπεις ἐκεῖνον τὸν πῶλον τὸν ὑπὸ τοῦ Ζαχαρίου καταγγελθέντα σαφῶς. | |
12.18 | Ἀλλὰ ζητεῖς πάλιν καὶ ἄλλην τοῦ χρόνου μαρτυρίαν; κύριος εἶπε πρός με· υἱός μου εἶ σύ. ἐγὼ σήμερον γεγέννηκά σε. καὶ μετ’ ὀλίγα φησί· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. εἴρηταί μοι καὶ πρότερον ὅτι ῥάβδος σιδηρᾶ καλεῖται σαφῶς | |
5 | ἡ Ῥωμαίων βασιλεία. περὶ δὲ ταύτης ἔτι τὸ λεῖπον ἀπὸ τοῦ Δανιὴλ ὑπομνήσωμεν. διηγούμενος γὰρ καὶ συγκρίνων τῷ Να‐ βουχοδονόσορ τὴν εἰκόνα τοῦ ἀνδριάντος λέγει καὶ τὴν περὶ αὐτοῦ πᾶσαν ὀπτασίαν, καὶ λίθον ἄνευ χειρῶν ἐξ ὄρους τμη‐ θέντα, οὐκ ἐξ ἀνθρωπίνης κατασκευῆς συστάντα, περικρατή‐ | |
10 | σειν τῆς οἰκουμένης ἁπάσης. καὶ λευκότατά φησιν οὕτως· καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλειῶν ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. | |
12.19 | Ἀλλ’ ἔτι λευκότερον ζητοῦμεν τῆς παρουσίας τῶν χρόνων τὴν ἀπόδειξιν. δύσπιστος γὰρ ὢν ὁ ἄνθρωπος, ἐὰν μὴ καὶ αὐτὰ τὰ ἔτη εἰς ψῆφον λάβῃ, τοῖς λεγομένοις οὐ πιστεύει. τίς οὖν ὁ καιρὸς καὶ ποῖός ἐστιν ὁ χρόνος; ὅτε ἐκλιπόντων | |
5 | τῶν ἐξ Ἰούδα βασιλέων λοιπὸν ἀλλόφυλος ὁ Ἡρώδης βασι‐ λεύει. λέγει τοίνυν ὁ πρὸς τὸν Δανιὴλ ὁμιλῶν ἄγγελος· σὺ δέ μοι νῦν σημείωσαι τὰ λεγόμενα· Καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομηθῆναι | |
Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ | 24 in vol. 2 | |
10 | ἑβδομάδες ἑξήκοντα δύο. ἑξήκοντα τοίνυν καὶ ἐννέα ἑβδομάδες ἐτῶν συνάγουσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία. εἶπεν οὖν, ὅτι μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν διελθόντων καὶ τῶν ἀρχόντων ἐκλι‐ πόντων τότε ἔρχεταί τις ἀλλόφυλος βασιλεύς, ἐφ’ οὗ γεννᾶται | |
15 | ὁ Χριστός. Δαρεῖος τοίνυν ὁ Μῆδος ᾠκοδόμησεν ἕκτῳ μὲν ἔτει τῆς ἑαυτοῦ βασιλείας, πρώτῳ δὲ ἔτει τῆς καθ’ Ἕλληνας ἑξηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος. ὀλυμπιὰς δὲ παρ’ Ἕλλησι καλεῖται ὁ κατὰ τέσσαρα ἔτη συντελούμενος ἀγὼν διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων ἐκ τῶν κατ’ ἔτος τριῶν | |
20 | ὡρῶν συντελουμένην ἡμέραν. Ἡρώδης δὲ βασιλεύει ἐν τῇ ἑκατοστῇ ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι, τετάρτῳ ἔτει ταύτης. ἀπὸ τοίνυν τῆς ἑξηκοστῆς ἕκτης εἰς τὴν ἑκατοστὴν ὀγδοηκο‐ στὴν ἕκτην γίνονται μεταξὺ ἑκατὸν εἴκοσι ὀλυμπιάδες καὶ ὀλίγον τι. συνάγονται τοίνυν τῶν ἑκατὸν εἴκοσι ὀλυμπιάδων | |
25 | τετρακόσια ὀγδοήκοντα. τὰ γὰρ ἕτερα τρία ἔτη λοιπὸν ἴσως ἐν τῷ μεταξὺ τοῦ πρώτου καὶ τοῦ τετάρτου ἀναλαμβάνεται. καὶ ἔχεις τὴν ἀπόδειξιν κατὰ τὴν γραφὴν τὴν λέγουσαν· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομηθῆναι | |
Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ | 26 in vol. 2 | |
30 | ἑβδομάδες ἑξήκοντα δύο. τῶν μὲν οὖν χρόνων ταύτην τέως ἔχεις τὴν ἀπόδειξιν καὶ ἄλλων οὐσῶν ἑρμηνειῶν διαφόρων περὶ τῶν προειρημένων ἐν τῷ Δανιὴλ ἑβδομάδων τῶν ἐτῶν. | |
12.20 | Ἐπαγγελίας δὲ τὸν τόπον λοιπὸν ἄκουε Μιχαίου λέ‐ γοντος· καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι | |
5 | αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. οὐ μὴν ἀλλὰ περὶ τῶν τόπων ἱεροσολυμίτης ὢν προλαβὼν οἶδας καὶ τὸ ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ γεγραμμένον· ἰδοὺ ἠκούσαμεν αὐ‐ τὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. πρὸ ὀλίγων γὰρ ἐτῶν δρυμώδης ἦν ὁ τόπος. | |
10 | Ἤκουσας πάλιν τοῦ Ἀββακοὺμ λέγοντος πρὸς τὸν κύ‐ ριον· ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. καὶ τί τὸ σημεῖόν ἐστιν ὦ προφῆτα τοῦ ἐρχομένου κυρίου; ὁ δέ φησιν ἑξῆς· ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ. τοῦτο πρὸς τὸν κύριον λέγων σαφῶς, ὅτι παραγε‐ | |
15 | νόμενος ἔνσαρκος ζῇς καὶ τελευτᾷς καὶ ἀναστὰς ἐκ νεκρῶν ζῇς πάλιν. Καὶ ἐκ ποίου μέρους τοῦ περὶ τὴν Ἱερουσαλὴμ ἔρχε‐ ται; ἐξ ἀνατολῶν ἢ δυσμῶν ἢ βοῤῥᾶ ἢ νότου; εἰπὲ ἡμῖν ἀκριβῶς. ὁ δὲ ἀποκρίνεται σαφέστατα καί φησιν· ὁ θεὸς ἀπὸ | |
20 | Θαιμὰν ἥξει (Θαιμὰν δὲ ἑρμηνεύεται νότος) καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος. ὅπερ συμφώνως εἶπεν ὁ ψαλμῳδός· εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. | |
12.21 | Λοιπὸν ζητοῦμεν, ἐκ τίνος ἔρχεται, καὶ πῶς ἔρχεται. τοῦτο δὲ ἡμῖν Ἡσαΐας λέγει· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λή‐ | |
ψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ‐ μανουήλ. καὶ ἀντιλέγουσιν Ἰουδαῖοι τούτοις (ἔθος γὰρ αὐτοῖς | 28 in vol. 2 | |
5 | ἐστιν ἄνωθεν τῇ ἀληθείᾳ κακῶς ἀντιπίπτειν) καὶ λέγουσιν, ὅτι οὐ γέγραπται ἡ παρθένος, ἀλλ’ ἡ νεᾶνις. ἐγὼ δὲ τῷ λε‐ χθέντι συμπεριφερόμενος καὶ οὕτως εὑρίσκω τὴν ἀλήθειαν. ἐρωτητέον γὰρ αὐτούς· παρθένος βιαζομένη πότε βοᾷ; μετὰ τὴν φθορὰν ἢ πρὸ τῆς φθορᾶς ἐκκαλουμένη τοὺς βοηθούς; | |
10 | ἐὰν τοίνυν ἀλλαχοῦ λέγῃ ἡ γραφή· ἐβόησεν ἡ νεᾶνις καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ· ἆρα οὐ περὶ παρθένου λέγει; ἵνα δὲ σαφέστερον μάθῃς, ὅτι καὶ ἡ παρθένος ἐν τῇ θείᾳ γραφῇ νεᾶνις καλεῖται, ἄκουε τοῦ βιβλίου τῶν βασιλειῶν περὶ τῆς Ἀβισὰκ τῆς σουναμίτιδος λέγοντος· καὶ ἦν ἡ νεᾶνις καλὴ | |
15 | σφόδρα· τὸ γὰρ παρθένον αὐτὴν ἐκλεχθεῖσαν ἐνηνέχθαι πρὸς Δαβὶδ ὡμολόγηται. | |
12.22 | Ἀλλὰ λέγουσιν οἱ Ἰουδαῖοι πάλιν· τῷ Ἄχαζ ἐρρέθη τοῦτο περὶ Ἐζεχίου οὐκοῦν ἀνάγνωμεν τὴν γραφήν. αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ μάλιστα μὲν τὸ σημεῖον παράδοξον εἶναι ὀφείλει. | |
5 | σημεῖον γὰρ τὸ ὕδωρ τὸ ἐκ πέτρας, τὸ ῥαγῆναι θάλασσαν, τὸ ἥλιον ὑποστρέψαι, καὶ τὰ τοιαῦτα. τὰ δὲ λεχθησόμενα φανερώτερον ἔχει τὸν πρὸς Ἰουδαίους ἔλεγχον. Οἶδα πολλὰ λέγων καὶ κεκμηκότας τοὺς ἀκροωμένους. ἀλλὰ ἀνέχεσθε τῶν λόγων τοῦ πλήθους, ἐπειδὴ διὰ Χριστὸν ταῦτα | |
10 | κινεῖται, καὶ οὐκ ἔστι περὶ τῶν τυχόντων ὁ λόγος. Βασιλεύ‐ οντος τοίνυν τοῦ Ἄχαζ τοῦ Ἡσαΐου τοῦτο εἰρηκότος, ἓξ καὶ δέκα ἔτη τοῦ Ἄχαζ βασιλεύσαντος μόνα καὶ τῆς πρὸς αὐτὸν προφητείας ἐν τούτοις ῥηθείσης, ἐλέγχει τὴν ἀντίῤῥησιν ἰου‐ δαίων ὁ διαδεξάμενος βασιλεὺς Ἐζεχίας ὁ τοῦ Ἄχαζ υἱὸς ἐν | |
15 | τῷ βασιλεύειν ὢν ἐτῶν εἴκοσι πέντε. τῆς προφητείας γὰρ ἐν ἑκκαίδεκα ἔτεσι περιληφθείσης προγεννηθεὶς ἦν [ὑπὸ τοῦ | |
Ἄχαζ] πρὸ τῆς προφητείας ἐννέα ἔτη. τί τοίνυν περὶ τοῦ ἤδη γεννηθέντος [καὶ πρὸ αὐτῆς βασιλείας τοῦ Ἄχαζ πατρὸς] ἀναγκαῖον ἦν λέγειν τὴν προφητείαν; οὐ γὰρ εἶπεν, ὅτι ἔλαβεν, | 30 in vol. 2 | |
20 | ἀλλ’ ὅτι λήψεται ἡ παρθένος, προγνωστικῶς εἰπών. | |
12.23 | Ἀλλ’ ὅτι μὲν ἐκ παρθένου γεννᾶται ὁ κύριος, σαφῶς ἔγνωμεν. ἐκ ποίου δὲ γένους ἦν ἡ παρθένος δεικτέον. Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. καὶ | |
5 | πάλιν· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. καὶ ἑξῆς· ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου· εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν | |
10 | αἰῶνα. Ὁρᾷς ὅτι περὶ Χριστοῦ, καὶ οὐ περὶ Σολομῶντος ὁ λόγος. οὐ γὰρ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἔμεινεν. Εἰ δέ τις ἀντιλέγει διὰ τὸ μὴ κεκαθικέναι τὸν Χριστὸν ἐπὶ τὸν ξύλι‐ νον θρόνον τοῦ Δαβίδ, προσοίσωμεν ἐκεῖνο τὸ ῥητόν· ἐπὶ | |
15 | τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρι‐ σαῖοι. οὐ γὰρ τὴν ξυλίνην καθέδραν, ἀλλὰ τῆς διδασκαλίας σημαίνει τὴν ἐξουσίαν. οὕτως οὖν καὶ θρόνον Δαβίδ μοι ζήτει, μὴ τὸν ξύλινον θρόνον, ἀλλὰ τὴν βασιλείαν αὐτήν. Καί μοι μάρτυρας λάβε τοὺς παῖδας τοὺς ἐπιφωνήσαντας· | |
20 | ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ βασιλεὺς τοῦ Ἰσραήλ. καὶ οἱ τυφλοὶ δὲ λέγουσιν· υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς. καὶ ὁ Γαβριὴλ μαρτυρεῖ σαφῶς πρὸς τὴν Μαριὰμ λέγων· καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ὁ Παῦλός φησι· μνημονεύετε Ἰησοῦν Χριστὸν ἐγηγερμένον | |
25 | ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου. καὶ ἐν ἀρχῇ τῆς πρὸς Ῥωμαίους φησίν· τοῦ γενομένου ἐκ σπέρ‐ ματος Δαβὶδ κατὰ σάρκα. καταδέχου τοίνυν τὸν ἐκ Δαβὶδ γε‐ | |
γεννημένον πειθόμενος τῇ προφητείᾳ τῇ λεγούσῃ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρ‐ | 32 in vol. 2 | |
30 | χειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. | |
12.24 | Ἀλλὰ διαπονοῦνται οἱ Ἰουδαῖοι διὰ ταῦτα. προῄδει καὶ τοῦτο Ἡσαΐας λέγων· καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρί‐ καυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν· οὐ γὰρ αὐτοῖς· υἱὸς καὶ ἐδόθη ἡμῖν. σημείωσαι δὲ ὅτι πρῶτον ἦν υἱὸς θεοῦ, εἶτα | |
5 | ἐδόθη ἡμῖν. Καὶ μετ’ ὀλίγα φησίν· καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. ὅρια Ῥωμαίων ἔστι, τῆς τοῦ υἱοῦ τοῦ θεοῦ βασιλείας ὅριον οὐκ ἔστιν. ὅρια Περσῶν καὶ Μήδων ἔστιν, τοῦ δὲ υἱοῦ ὅριον οὐκ ἔστιν. εἶτα ἑξῆς· ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ | |
10 | τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. ἐκ τοῦ Δαβὶδ τοίνυν ἦν ἡ ἁγία παρθένος. | |
12.25 | Ἔπρεπε γὰρ τῷ ἁγνοτάτῳ καὶ διδασκάλῳ τῆς ἁγνείας ἐξ ἁγνῶν ἐξεληλυθέναι παστάδων. εἰ γὰρ ὁ τῷ Ἰησοῦ καλῶς ἱερατεύων ἀπέχεται γυναικός, αὐτὸς ὁ Ἰησοῦς πῶς ἔμελλεν ἐξ ἀνδρὸς καὶ γυναικὸς ἔρχεσθαι; ὅτι σὺ εἶ, φησὶν ἐν ψαλ‐ | |
5 | μοῖς, ὁ ἐκσπάσας με ἐκ γαστρός. πρόσεχε ἀκριβῶς τῷ ὁ ἐκ‐ σπάσας με ἐκ γαστρὸς σημαίνοντι τὸ χωρὶς ἀνδρὸς ἐκ παρ‐ θένου γαστρὸς καὶ σαρκὸς αὐτὸν ἐκσπασθέντα γεγεννῆσθαι. τῶν γὰρ ἀπὸ γαμικῆς ἀκολουθίας γεννωμένων ἕτερος ὁ τρόπος. | |
12.26 | Οὐκ ἐπαισχύνεται δὲ ἐκ μελῶν τοιούτων ἀναλαμ‐ βάνειν σάρκα ὁ τῶν μελῶν αὐτῶν πλάστης. καὶ τίς ἄρα τοῦτο ἡμῖν φησιν; λέγει πρὸς Ἱερεμίαν ὁ κύριος· πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν | |
5 | ἐκ μήτρας ἡγίασά σε. ὁ οὖν ἐν τῷ πλάττειν ἀνθρώπους ἐφα‐ πτόμενος καὶ μὴ ἐπαισχυνόμενος, ἆρα ἐν τῷ πλάττεσθαι τὴν ἁγίαν σάρκα, τὸ καταπέτασμα τῆς θεότητος, δι’ ἑαυτόν, ἐπῃ‐ σχύνετο; θεός ἐστιν ὁ ἐν γαστρὶ καὶ μέχρι νῦν δημιουργῶν | |
τὰ βρέφη, καθὼς ἐν τῷ Ἰὼβ γέγραπται· ἢ οὐχ ὥσπερ γάλα | 34 in vol. 2 | |
10 | με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δέ με καὶ νεύροις ἐνεῖρας. Οὐδὲν μιαρόν ἐστιν ἐν ἀνθρωπίνῃ κατασκευῇ, ἐὰν μὴ μολύνῃ μοιχείαις καὶ ἀκολασίᾳ ταύτην. ὁ πλάσας τὸν Ἀδὰμ ἔπλασε καὶ τὴν Εὔαν, καὶ χερσὶ θείαις τὸ ἄρσεν καὶ τὸ | |
15 | θῆλυ πέπλασται. οὐδὲν τῶν ἐν σώματι μελῶν ἐστι μιαρὸν ἐξ ἀρχῆς πλασθέν. φιμούσθωσαν γὰρ οἱ αἱρετικοὶ πάντες οἱ κατηγοροῦντες τῶν σωμάτων, μᾶλλον δὲ αὐτοῦ τοῦ πλάσαντος. ἡμεῖς δὲ μνημονεύωμεν Παύλου λέγοντος· οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν; καὶ | |
20 | πάλιν ὁ προφήτης προείρηκεν ἐκ προσώπου Ἰησοῦ· σάρξ μου ἐξ αὐτῶν. καὶ ἀλλαχοῦ γέγραπται· διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· καὶ τί τὸ σημεῖον; ἑξῆς φησι· τέξεται καὶ οἱ λοιποὶ τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσι. καὶ τίνα τὰ μνῆστρα τῆς παρθένου, τῆς ἁγίας νύμφης; καὶ μνηστεύσο‐ | |
25 | μαί σε ἐμαυτῷ ἐν πίστει. καὶ Ἐλισάβετ λαλοῦσα πρὸς αὐ‐ τὴν ὁμοίως λέγει· καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τε‐ λείωσις τοῖς λεγομένοις αὐτῇ παρὰ κυρίου. | |
12.27 | Ἀλλὰ διασύρουσιν ἡμᾶς Ἕλληνές τε καὶ Ἰουδαῖοι, καί φασιν, ὅτι ἀδύνατον ἦν τὸν Χριστὸν ἐκ παρθένου γεννη‐ θῆναι. Ἕλληνας μὲν οὖν ἐκ τῶν παρ’ αὐτοῖς μύθων ἐπιστο‐ μίσωμεν. οἱ γὰρ λέγοντες λίθους ῥιπτομένους εἰς ἀν‐ | |
5 | θρώπους μεταβάλλεσθαι πῶς τὸ παρθένον τεκεῖν λέγετε ἀδύνατον εἶναι; οἱ ἐξ ἐγκεφάλου θυγατέρα τετέχθαι μυθο‐ λογοῦντες πῶς ἐκ παρθενικῆς γαστρὸς τετέχθαι υἱὸν λέ‐ γετε εἶναι ἀδύνατον; οἱ ἐκ μηροῦ τοῦ παρ’ ὑμῖν Διὸς | |
κυοφορηθῆναι ψευδῶς λέγοντες Διόνυσον πῶς ἀθετεῖτε τὸ | 36 in vol. 2 | |
10 | ἡμέτερον ἀληθές; οἶδα λέγων ἀνάξια τῆς παρούσης ἀκροάσεως. ἀλλ’ ἵνα εὐκαίρως σὺ τοὺς Ἕλληνας ὀνειδίσῃς, ταῦτα προση‐ νέγκαμεν ἐκ τῶν παρ’ αὐτοῖς μύθων τὰ πρὸς αὐτοὺς λέγοντες. | |
12.28 | Πρὸς δὲ τοὺς ἐκ περιτομῆς οὕτως ἀπάντησον ἐρωτή‐ σας, ποῖόν ἐστι δύσκολον, στεῖραν πρεσβῦτιν τῶν ἐθίμων ἐκλιπόντων τεκεῖν, ἢ παρθένον νεάζουσαν γεννῆσαι; στεῖρα ἦν Σάῤῥα καὶ ἐκλιπόντων τῶν γυναικείων τέτοκε παρὰ φύσιν. | |
5 | οὐκοῦν τὸ στεῖραν γεννῆσαι παρὰ φύσιν, καὶ τὸ παρθένον γεννῆσαι. ἢ τὰ δύο τοίνυν ἀθέτησον, ἢ τὰ δύο κατάδεξαι. ὁ γὰρ αὐτὸς θεός ἐστιν ὁ κἀκεῖνο ποιήσας καὶ τοῦτο κατασκευά‐ σας. οὐ γὰρ τολμήσεις εἰπεῖν, ὅτι ἐκεῖ δυνατόν ἐστι θεῷ καὶ ὧδε ἀδύνατον. | |
10 | Καὶ πάλιν, ποία φύσις χεῖρα ἀνθρώπου μεταβληθῆναι ἐν μιᾷ ὥρᾳ πρὸς ἕτερον εἶδος καὶ πάλιν ἀποκαταστῆναι; πῶς τοίνυν ἡ Μωσέως χεὶρ ὡς χιὼν ἐλευκάνθη καὶ ἅμα πά‐ λιν ἀποκατεστάθη; ἀλλὰ λέγεις ὅτι θεὸς θελήσας μετέβαλεν. ἐκεῖ θεὸς θελήσας δύναται καὶ ὧδε ἄρα οὐ δύναται; κἀκεῖνο | |
15 | μὲν σημεῖον ἦν πρὸς αἰγυπτίους μόνον, τοῦτο δὲ σημεῖον ἦν τῇ οἰκουμένῃ δωρούμενον. ὦ Ἰουδαῖοι, ποῖον δέ ἐστι μᾶλ‐ λον δυσκολώτερον, παρθένον γεννῆσαι ἢ ῥάβδον εἰς ζῶον ψυχωθῆναι; ὁμολογεῖτε ὅτι ἐπὶ Μωσέως εὐθυτάτη ῥάβδος ὀφιοειδὴς γενομένη φοβερὰ ἦν τῷ ῥίψαντι, καὶ ὁ πρὸ τούτου | |
20 | κατέχων τὴν ῥάβδον ἔφυγε ταύτην ὡς δράκοντα. δράκων γὰρ ἦν τῇ ἀληθείᾳ. ἔφυγε δὲ οὐ φοβηθεὶς ὃ κατεῖχεν, ἀλλὰ ἀγωνιάσας τὸν μεταβεβληκότα. ὀδόντας εἶχεν ἡ ῥάβδος καὶ δρακοντικοὺς ὀφθαλμούς. ἐκ ῥάβδου τοίνυν ὀφθαλμοὶ βλέπον‐ τες ἐκφύονται, καὶ ἐκ παρθενικῆς γαστρὸς παιδίον οὐ γεν‐ | |
25 | νᾶται θεοῦ θέλοντος; Σιωπῶ γὰρ ὅτι καὶ ἡ ῥάβδος ἡ Ἀαρών, ὅπερ τὰ λοιπὰ | |
δένδρα δι’ ἐνιαυτῶν ποιεῖ πλειόνων, τοῦτο διὰ μιᾶς νυκτὸς ἐποίησεν. τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥάβδος ἀπολέσασα τὸν φλοιὸν οὐδ’ ἂν μεταξὺ ποταμῶν τεθῇ φύσει ποτέ; ἀλλ’ | 38 in vol. 2 | |
30 | ἐπειδὴ θεὸς οὐ φύσεσιν ἀκολουθεῖ δένδρων, ἀλλὰ φύσεών ἐστι ποιητής, ἡ ἄκαρπος καὶ ξηρὰ καὶ ἄφλοιος ῥάβδος ἤνθησε καὶ ἐβλάστησε καὶ κάρυα ἐκαρποφόρησεν. ὁ οὖν τῇ ῥάβδῳ διὰ τὸν τυπικὸν ἀρχιερέα καρπὸν ὑπὲρ φύσιν χαρισάμενος ἄρα τῇ παρθένῳ διὰ τὸν ἀληθινὸν ἀρχιερέα τὸ τεκεῖν οὐκ ἐχα‐ | |
35 | ρίζετο; | |
12.29 | Καλὰ ταῦτα ὑπομνηστικὰ τῶν λόγων. ἀλλ’ ἔτι ἀντι‐ λέγουσιν Ἰουδαῖοι, καὶ οὐ πείθονται τοῖς περὶ ῥάβδου λόγοις, ἐὰν μὴ ὁμοίοις παραδόξοις καὶ παρὰ φύσιν πεισθῶσι τοκετοῖς. ἐξέτασον τοίνυν αὐτοὺς οὕτως. ἡ Εὔα ἐξ ἀρχῆς ἐκ τίνος | |
5 | ἐγεννήθη; ποία μήτηρ συνείληφεν ἐκείνην τὴν ἀμήτορα; λέγει δὲ ἡ γραφή, ὅτι ἐκ πλευρᾶς γέγονε τοῦ Ἀδὰμ ἆρα οὖν ἡ μὲν Εὔα ἐκ πλευρᾶς ἄρσενος χωρὶς μητρὸς γεννᾶται, ἐκ δὲ παρθενικῆς γαστρὸς χωρὶς ἀνδρὸς παιδίον οὐ γεννᾶται; ἐχρεωστεῖτο τοῖς ἀνδράσι παρὰ τοῦ θήλεος γένους ἡ χάρις. ἡ | |
10 | γὰρ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη, καὶ οὐκ ἐκ μητρὸς συλλη‐ φθεῖσα, ἀλλ’ ἐκ μόνου ἀνδρὸς ὥσπερ ἀποτεχθεῖσα. ἀπέδωκεν οὖν ἡ Μαρία τῆς χάριτος τὸ χρέος, οὐκ ἐξ ἀνδρός, ἀλλ’ ἐξ ἑαυτῆς μόνης ἀχράντως ἐκ πνεύματος ἁγίου δυνάμει θεοῦ γεν‐ νήσασα. | |
12.30 | Λάβωμεν δὲ ἔτι τὸ τούτου μεῖζον. τὸ μὲν γὰρ ἐκ σωμάτων σώματα γεννεθῆναι εἰ καὶ παράδοξον, ἀλλ’ ὅμως | |
δυνατόν. τὸ δὲ τὸν χοῦν τῆς γῆς ἄνθρωπον γενέσθαι τοῦτο θαυμαστότερον. τὸ πηλὸν συγκεχυμένον ὀφθαλμῶν χιτῶνας | 40 in vol. 2 | |
5 | λαβεῖν καὶ λαμπηδόνας τοῦτο θαυμαστότερον. τὸ ἐκ μονοει‐ δοῦς χοὸς γεννᾶσθαι καὶ ὀστέων καρτερότητα καὶ πνεύμονος ἁπαλότητα καὶ λοιπὰς διαφόρους ἰδέας μελῶν τοῦτο θαυμα‐ στόν. τὸ πηλὸν ψυχωθέντα περιέρχεσθαι τὴν οἰκουμένην αὐ‐ τοκινήτως καὶ οἰκοδομεῖν τοῦτο θαυμαστόν. τὸ πηλὸν διδά‐ | |
10 | σκειν καὶ λαλεῖν καὶ τεκτονεύειν καὶ βασιλεύειν τοῦτο θαυμα‐ στόν. ὦ τοίνυν ἀμαθέστατοι Ἰουδαῖοι, πόθεν Ἀδὰμ ἐγένετο; οὐχ ὁ θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸ πλάσμα τοῦτο τὸ θαυμάσιον; εἶτα πηλὸς μὲν εἰς ὀφθαλμὸν μετα‐ βάλλεται, καὶ παρθένος υἱὸν οὐ γεννᾷ; τὸ ὡς ἐν ἀνθρώ‐ | |
15 | ποις ἀδύνατον μᾶλλον γίνεται, καὶ τὸ ἐγχωροῦν ἄρα οὐ γί‐ νεται; | |
12.31 | Τούτων μνημονεύωμεν, ἀδελφοί. τοῖς ὀργάνοις τού‐ τοις ἀμυντηρίοις χρησώμεθα. μὴ ἀνεχώμεθα τῶν αἱρετικῶν τῶν κατὰ φαντασίαν τὴν παρουσίαν διδασκόντων. καταπτύσω‐ μεν καὶ τῶν λεγόντων ἐξ ἀνδρὸς καὶ γυναικὸς εἶναι τὴν γέν‐ | |
5 | νησιν τοῦ σωτῆρος, τῶν τολμησάντων εἰπεῖν ὅτι ἦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας διὰ τὸ γεγράφθαι· καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ. μνημονεύσωμεν γὰρ τοῦ Ἰακὼβ τοῦ πρὶν λαβεῖν τὴν Ῥαχὴλ λέγοντος τῷ Λάβαν· ἀπόδος τὴν γυναῖκά μου. ὥσπερ γὰρ ἐκείνη πρὸ τῆς γαμικῆς καταστάσεως τῷ μόνον | |
10 | ἐπαγγελίαν εἶναι γυνὴ τοῦ Ἰακὼβ ὠνομάζετο, οὕτω καὶ ἡ Μαρία τῷ μνηστευθῆναι γυνὴ τοῦ Ἰωσὴφ ὠνομάζετο. καὶ βλέπε τοῦ εὐαγγελίου τὴν ἀκρίβειαν λέγοντος· ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον με‐ | |
15 | μνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, καὶ ἑξῆς. Καὶ πάλιν, ὅτε ἡ ἀπογραφὴ ἦν καὶ ἀνέβη Ἰωσὴφ ἀπογράψα‐ σθαι, τί λέγει ἡ γραφή; ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. ἔγκυος μὲν γὰρ ἦν. οὐκ εἶπε δὲ ὅτι τῇ γυναικὶ αὐτοῦ, | 42 in vol. 2 |
20 | ἀλλὰ τῇ μεμνηστευμένῃ αὐτῷ. ἐξαπέστειλε γὰρ ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, φησὶν ὁ Παῦλος, οὐ γενόμενον ἐξ ἀνδρὸς καὶ γυναικός, ἀλλὰ γενόμενον ἐκ γυναικὸς μόνον, τοῦτ’ ἔστιν ἐκ παρθένου. τὸ γὰρ γυναῖκα καὶ τὴν παρθένον καλεῖσθαι, προαπεδείξαμεν. ἐκ παρθένου γὰρ ἐγεννήθη ὁ παρθενοποιὸς τῶν ψυχῶν. | |
12.32 | Ἀλλὰ θαυμάζεις τὸ γενόμενον; ἐθαύμαζε τοῦτο καὶ αὐτὴ ἡ γεννήσασα. λέγει γὰρ πρὸς τὸν Γαβριήλ· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ὁ δέ φησι· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ | |
5 | καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. ἄχραντος καὶ ἀῤῥύπαρος ἡ γέννησις. ὅπου γὰρ [πνεῖ] πνεῦμα ἅγιον, ἐκεῖ περιῄρηται πᾶς μολυσμός. ἀῤῥύπαρος ἡ ἔνσαρκος γέν‐ νησις τοῦ μονογενοῦς ἐκ τῆς παρθένου. κἂν ἀντιλέγωσιν οἱ αἱρετικοὶ πρὸς τὴν ἀλήθειαν, ἐλέγξει αὐτοὺς τὸ πνεῦμα τὸ | |
10 | ἅγιον. ἀγανακτήσει ἡ δύναμις τοῦ ὑψίστου ἡ ἐπισκιάσασα. ἀντικαταστήσεται Γαβριὴλ ἀντιπρόσωπος ἐν ἡμέρᾳ κρίσεως. καταισχυνεῖ αὐτοὺς ὁ τῆς φάτνης τόπος ὁ δεξάμενος τὸν δεσπότην. ποιμένες μαρτυρήσουσιν οἱ τότε εὐαγγελισθέντες καὶ ἡ στρατιὰ τῶν ἀγγέλων τῶν αἰνούντων καὶ ὑμνούντων καὶ | |
15 | εἰπόντων· δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀν‐ | |
θρώποις εὐδοκίας. ὁ ναὸς εἰς ὃν τότε ἀνηνέχθη τῇ τεσσαρα‐ κοστῇ ἡμέρᾳ, τὰ ζεύγη τῶν τρυγόνων τὰ ὑπὲρ αὐτοῦ προσε‐ νεχθέντα, καὶ ὁ τότε ἐναγκαλισάμενος αὐτὸν Συμεών, καὶ ἡ παροῦσα προφῆτις Ἄννα. | 44 in vol. 2 | |
12.33 | Θεοῦ τοίνυν μαρτυροῦντος καὶ πνεύματος ἁγίου συμ‐ μαρτυροῦντος καὶ Χριστοῦ λέγοντος· τί με ζητεῖτε ἀποκτεῖ‐ ναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; φιμούσθω‐ σαν οἱ αἱρετικοὶ οἱ ἀντιλέγοντες τῇ ἀνθρωπότητι. ἀντιλέγουσι | |
5 | γὰρ τῷ λέγοντι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. προσκυνείσθω ὁ ἐκ παρθένου γεννηθεὶς κύριος, καὶ γνωριζέτωσαν αἱ παρ‐ θένοι τῆς οἰκείας πολιτείας τὸν στέφανον. γνωριζέτω καὶ τῶν μοναζόντων τὸ τάγμα τῆς ἁγνείας τὸ ἐπίδοξον. οὐ γὰρ ἀπε‐ | |
10 | στερήμεθα τοῦ τῆς ἁγνείας ἀξιώματος. ἐν γαστρὶ μὲν παρ‐ θένου γέγονεν ὁ τοῦ σωτῆρος ἐννεαμηνιαῖος χρόνος, ἀνὴρ δὲ γέγονεν ὁ κύριος τριάκοντα καὶ τρία ἔτη, ὥστε, εἰ σεμνύνεται παρθένος διὰ τὸν ἐννεαμηνιαῖον χρόνον, πολὺ μᾶλλον ἡμεῖς διὰ τὸ πολυετὲς τῶν χρόνων. | |
12.34 | Πάντες δὲ τὸν τῆς ἁγνείας δρόμον τοῦ θεοῦ χάριτι δράμωμεν, νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μέτα νεωτέ‐ ρων, οὐκ ἀκολασίας μετιόντες, ἀλλ’ αἰνοῦντες τὸ ὄνομα τοῦ Χριστοῦ. μὴ ἀγνοήσωμεν τῆς ἁγνείας τὸ ἔνδοξον. ἀγγελικὸς | |
5 | γάρ ἐστιν ὁ στέφανος καὶ ὑπὲρ ἄνθρωπον τὸ κατόρθωμα. φεισώμεθα τῶν σωμάτων τῶν μελλόντων λάμπειν ὣς ὁ ἥλιος. μὴ διὰ μικρὰν ἡδονὴν τὸ τηλικοῦτον καὶ τοσοῦτον σῶμα μολύ‐ νωμεν. μικρὰ μὲν γὰρ καὶ πρὸς ὥραν ἡ ἁμαρτία, πολυετὴς δὲ καὶ αἰώνιος ἡ αἰσχύνη. ἄγγελοι περιπατοῦντες ἐπὶ γῆς εἰσιν | |
10 | οἱ τῆς ἁγνείας ἐργάται. αἱ παρθένοι μετὰ Μαρίας τῆς παρθέ‐ νου ἔχουσι τὸ μέρος. Ἐξοριζέσθω πᾶς καλλωπισμὸς καὶ πᾶν ἀτηρὸν βλέμμα | |
καὶ πᾶς περίπατος περισεσυρμένος καὶ πᾶσα στολὴ καὶ θυ‐ μίαμα ἡδονῆς δελεαστικόν. θυμίαμα δὲ ἐν πᾶσιν ἔστω ἡ προσ‐ | 46 in vol. 2 | |
15 | ευχὴ τῆς εὐωδίας καὶ ἡ τῶν ἀγαθῶν πράξεων καὶ ὁ τῶν σωμάτων ἁγιασμός, ἵνα ὁ ἐκ παρθένου γεννηθεὶς κύριος εἴπῃ καὶ περὶ ἡμῶν, ἀνδρῶν τε ἁγνευόντων καὶ γυναικῶν τῶν στε‐ φανουμένων· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσο‐ μαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός. ᾧ ἡ δόξα εἰς | |
20 | τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 48 in vol. 2 |
13t | Κατήχησις τρισκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ τὸν σταυρωθέντα καὶ ταφέντα. καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· κύριε, τίς | |
5 | ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ ἑξῆς· ὡς πρόβατον ἐπὶ σφα‐ γὴν ἤχθη. καὶ τὰ ἑξῆς. | |
13.1 | Καύχημα μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ πᾶσα πρᾶ‐ ξις Ἰησοῦ, καύχημα δὲ καυχημάτων ὁ σταυρός. καὶ τοῦτο γινώσκων ὁ Παῦλός φησιν· ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. θαυμα‐ | |
5 | στὸν μὲν γὰρ ἦν τὸ καὶ τυφλὸν ἐκ γενετῆς ἐν τῷ Σιλωὰμ ἀναβλέψαι· ἀλλὰ τί πρὸς τοὺς τυφλοὺς τῆς οἰκουμένης; μέγα μὲν καὶ ὑπὲρ φύσιν τὸ τὸν Λάζαρον τετραήμερον ἀναστῆναι· ἀλλὰ μέχρις ἐκείνου μόνου ἦν ἡ χάρις. τί δὲ πρὸς τοὺς ἐν τῇ οἰκουμένῃ ταῖς ἁμαρτίαις νενεκρωμένους; θαυμαστὸν τὸ | |
10 | πηγάσαι τροφὴν πέντε ἄρτους εἰς τοὺς πεντακισχιλίους· ἀλλὰ τί πρὸς τοὺς λιμώσσοντας ἐν ἀγνωσίᾳ κατὰ πᾶσαν τὴν οἰκου‐ μένην; θαυμαστὸν τὸ λυθῆναι τὴν δέκα καὶ ὀκτὼ ἔτη δεδε‐ μένην ὑπὸ τοῦ σατανᾶ· ἀλλὰ τί πρὸς ἡμᾶς πάντας τοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἡμῶν καταδεδεμένους; ὁ δὲ τοῦ σταυ‐ | |
15 | ροῦ στέφανος ἐφωταγώγησε μὲν τοὺς ἐν ἀγνωσίᾳ τυφλούς, ἔλυσε δὲ πάντας τοὺς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους καὶ κό‐ | |
σμον ὅλον ἀνθρώπων ἐλυτρώσατο. | 50 in vol. 2 | |
13.2 | Καὶ μὴ θαυμάσῃς εἰ κόσμος ὅλος ἐλυτρώθη. οὐ γὰρ ἦν ἄνθρωπος ψιλός, ἀλλὰ υἱὸς θεοῦ μονογενής, ὁ ὑπεραποθνή‐ σκων. καίτοιγε ἴσχυσεν ἑνὸς ἀνδρὸς τοῦ Ἀδὰμ ἡ ἁμαρτία θά‐ νατον ἐνέγκαι τῷ κόσμῳ. εἰ δὲ τῷ παραπτώματι τοῦ ἑνὸς | |
5 | θάνατος ἐβασίλευσεν εἰς τὸν κόσμον, πῶς οὐχὶ μᾶλλον τῇ δικαιοσύνῃ τοῦ ἑνὸς ἡ ζωὴ βασιλεύσει; καὶ εἰ τότε διὰ τὸ ξύλον τῆς βρώσεως ἐξεβλήθησαν ἐκ παραδείσου, ἆρα διὰ τὸ ξύλον Ἰησοῦ νῦν εὐκοπώτερον οἱ πιστεύοντες εἰς παράδεισον οὐκ εἰσελεύσονται; εἰ ὁ πρωτόπλαστος ἀπὸ γῆς ἤνεγκεν οἰ‐ | |
10 | κουμενικὸν θάνατον, ὁ πλάσας αὐτὸν ἀπὸ γῆς ἄρα οὐ φέρει ζωὴν αἰώνιον αὐτὸς ὢν ἡ ζωή; εἰ Φινεὲς ζηλώσας καὶ ἀνελὼν τὸν αἰσχροποιὸν κατέπαυσε τοῦ θεοῦ τὴν ὀργήν, Ἰησοῦς οὐκ ἄλλον ἀνελών, ἀλλ’ ἑαυτὸν ἀντίλυτρον παραδούς, ἆρα τὴν ὀργὴν οὐ λύει τὴν κατὰ τῶν ἀνθρώπων; | |
13.3 | Μὴ τοίνυν ἐπαισχυνώμεθα τῷ σταυρῷ τοῦ σωτῆρος, ἀλλὰ μᾶλλον ἐγκαυχώμεθα. ὁ γὰρ λόγος τοῦ σταυροῦ Ἰου‐ δαίοις μέν ἐστι σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ σωτηρία. καὶ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις | |
5 | ἡμῖν δύναμις θεοῦ ἐστιν. οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, καθὼς εἴρηται, ὁ ὑπεραποθνήσκων, ἀλλὰ υἱὸς θεοῦ, θεὸς ἐνανθρω‐ πήσας. εἶτα τὸ μὲν ἐπὶ Μωσέως πρόβατον μακρὰν ἀπήλασε τὸν ὀλεθρεύοντα, τὸ δὲ τοῦ θεοῦ πρόβατον τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου πολὺ μᾶλλον οὐκ ἠλευθέρου τῶν ἁμαρ‐ | |
10 | τιῶν; ἀλλὰ τὸ μὲν αἷμα τοῦ ἀλόγου προβάτου τὴν σωτηρίαν παρεῖχε, τὸ δὲ τοῦ μονογενοῦς πολὺ μᾶλλον οὐ σώζει; εἴ τις ἀπιστεῖ τῇ δυνάμει τοῦ σταυρωθέντος, ἐξεταζέτω τοὺς δαίμονας. εἴ τις οὐ πιστεύει τοῖς λόγοις, πιστευέτω τοῖς φαινο‐ μένοις. πολλοὶ κατὰ τὴν οἰκουμένην ἐσταυρώθησαν, ἀλλ’ οὐ‐ | |
15 | δένα πτήσσουσιν οἱ δαίμονες. [τοῦ δὲ ὑπὲρ ἡμῶν σταυρω‐ θέντος Χριστοῦ καὶ τὸ σημεῖον ἰδόντες μόνον τοῦ σταυροῦ | |
πτήσσουσιν οἱ δαίμονες,] ἐπειδὴ οἱ μὲν δι’ οἰκείας ἁμαρτίας ἀπέθανον, ὁ δὲ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐ Πέ‐ | 52 in vol. 2 | |
20 | τρος ἦν ὁ τοῦτο λέγων, ἐπεὶ ἂν ὑπωπτεύθη χαρίζεσθαι τῷ διδασκάλῳ, ἀλλ’ Ἡσαΐας ἐστὶν ὁ λέγων, ὁ σαρκὶ μὲν μὴ συμ‐ παρών, πνεύματι δὲ τὴν ἔνσαρκον ἐπιδημίαν προθεωρήσας. καὶ τί μοι μάρτυρα νῦν φέρειν μόνον προφήτην; λάμβανε μάρτυρα Πιλάτον αὐτὸν τὸν καταδικάσαντα λέγοντα· οὐδὲν | |
25 | αἴτιον εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. διδοὺς δὲ τοῦτον ἔκ‐ δοτον ἀπονιψάμενός τε τὰς χεῖρας, ἀθῶος, φησίν, εἰμὶ ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. ἔστι καὶ ἄλλος μάρτυς τῆς ἀναμαρτησίας τοῦ Ἰησοῦ, ὁ πρωτοστάτης τοῦ παραδείσου λῃστής, ἐπιτιμῶν τῷ πλησίον καὶ λέγων· ἡμεῖς ἄξια ὧν ἐπρά‐ | |
30 | ξαμεν ἀπολαμβάνομεν, οὗτος δὲ οὐδὲν κακὸν ἐποίησε· παρῆ‐ μεν γὰρ ἐγώ τε καὶ σὺ τῇ κρίσει. | |
13.4 | Ἔπαθεν οὖν Ἰησοῦς κατὰ ἀλήθειαν ὑπὲρ πάντων ἀνθρώπων. οὐ γὰρ δόκησις ὁ σταυρός, ἐπεὶ δόκησις καὶ ἡ λύτρωσις. οὐ φαντασιώδης ὁ θάνατος, ἐπεὶ καὶ μυθώδης ἡ σωτηρία. εἰ φαντασιώδης ὁ θάνατος, ἀληθεῖς οἱ λέγοντες· | |
5 | ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος ἔλεγεν ἔτι ζῶν· μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. τὸ μὲν οὖν πάθος ἀληθές, ἀληθῶς γὰρ ἐσταυρώθη, καὶ οὐκ ἐπαισχυνόμεθα. ἐσταυρώθη, καὶ οὐκ ἀρ‐ νούμεθα, ἀλλὰ μᾶλλον καυχῶμαι λέγων. κἂν γὰρ ἀρνήσωμαι νῦν, ἐλέγχει με οὗτος ὁ Γολγοθᾶς, οὗ πλησίον νῦν πάντες | |
10 | πάρεσμεν. ἐλέγχει με τοῦ σταυροῦ τὸ ξύλον τὸ κατὰ μικρὸν ἐντεῦθεν πάσῃ τῇ οἰκουμένῃ λοιπὸν διαδοθέν. Ὁμολογῶ τὸν σταυρόν, ἐπειδὴ οἶδα τὴν ἀνάστασιν. εἰ | |
γὰρ σταυρωθεὶς ἀπέμεινεν, οὐκ ἂν ἴσως ὡμολόγησα, συνέκρυψα γὰρ ἂν τάχα τῷ ἐμῷ διδασκάλῳ. ἀναστάσεως δὲ τὸν σταυρὸν | 54 in vol. 2 | |
15 | διαδεξαμένης οὐκ ἐπαισχύνομαι διηγούμενος. | |
13.5 | Πᾶσι μὲν οὖν ὁμοίως ἔνσαρκος ὢν ἐσταυρώθη, ἀλλ’ οὐ διὰ τὰς ὁμοίας ἁμαρτίας. οὐ γὰρ διὰ φιλοχρηματίαν ἤχθη εἰς θάνατον· ἀκτημοσύνης γὰρ ἦν διδάσκαλος· οὐδὲ δι’ ἐπι‐ θυμίαν κατεδικάσθη· αὐτὸς γὰρ λέγει σαφῶς· ὃς ἐὰν ἐμβλέψῃ | |
5 | γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. οὐ κατὰ προπέτειαν πλήξας ἢ τύψας· ἔστρεφε γὰρ καὶ τὴν ἄλλην σιαγόνα τῷ τύπτοντι. οὐ τοῦ νόμου καταφρονήσας· ἦν γὰρ τοῦ νόμου πληρωτής. οὐ προφήτην λοιδορήσας· αὐτὸς γὰρ ἦν ὁ ὑπὸ τῶν προφητῶν κηρυσσόμενος. οὐκ ἀποστερήσας | |
10 | μισθόν· ἀμισθὶ γὰρ καὶ δωρεὰν ἐθεράπευεν. οὐ λόγοις ἁμαρ‐ τών, οὐ πράξεσιν, οὐκ ἐνθυμήσεσιν· ὃς ἁμαρτίαν οὐκ ἐποίη‐ σεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ὃς λοιδορού‐ μενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, ὁ ἐλθὼν ἐπὶ τὸ πάθος οὐκ ἄκων, ἀλλ’ ἑκών. κἄν τις παραιτούμενος εἴπῃ | |
15 | καὶ νῦν· ἵλεώς σοι, κύριε· λέξει πάλιν· ὕπαγε ὀπίσω μου, σατανᾶ. | |
13.6 | Καὶ θέλεις γε πεισθῆναι, ὅτι ἑκὼν ἦλθεν ἐπὶ τὸ πά‐ θος; οἱ λοιποὶ μὲν ἄκοντες ἀποθνήσκουσιν οἱ ἀγνοοῦντες, οὗτος δὲ προέλεγε περὶ τοῦ πάθους· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι. οἶδας δὲ διὰ τί τὸν θάνα‐ | |
5 | τον οὐκ ἔφυγεν ὁ φιλάνθρωπος; ἵνα μὴ ὅλος ταῖς ἁμαρτίαις ἀπόληται ὁ κόσμος. ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ σταυρωθήσεται. καὶ πάλιν· ἐστήριξε τὸ πρόσωπον αὐτοῦ εἰς Ἱερουσαλὴμ πο‐ | |
ρεύεσθαι. | 56 in vol. 2 | |
10 | Καὶ θέλεις γνῶναι σαφῶς, ὅτι δόξα ἐστὶ τῷ Ἰησοῦ ὁ σταυρός; αὐτοῦ ἄκουε λέγοντος καὶ μὴ ἐμοῦ. προεδίδου ὁ Ἰούδας ἀγνώμων γενόμενος πρὸς τὸν οἰκοδεσπότην. ἀρτίως ἐξελθὼν ἀπὸ τραπέζης καὶ ποτήριον εὐλογίας πιὼν ἀντὶ πό‐ ματος σωτηρίας αἷμα δίκαιον ἐκχέαι ἤθελεν. ὁ ἐσθίων ἄρτους | |
15 | αὐτοῦ ἐμεγάλυνεν ἐπ’ αὐτὸν πτερνισμόν. ἀρτίως αἱ χεῖρες τὰς εὐλογίας ἐδέχοντο καὶ ἀρτίως διὰ τὸ ἀργύριον τῆς προδο‐ σίας τὸν θάνατον κατεσκεύαζε. καὶ ἐλεγχθεὶς καὶ ἀκούσας τὸ σὺ εἶπας, πάλιν ἐξῆλθεν. εἶτα ἔλεγεν ὁ Ἰησοῦς· ἐλήλυ‐ θεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. βλέπεις πῶς | |
20 | δόξαν οἰκείαν οἶδε τὸν σταυρόν; εἶτα Ἡσαΐας μὲν πρι‐ σθεὶς οὐκ αἰσχύνεται, Χριστὸς δὲ ὑπὲρ κόσμου τελευτῶν αἰ‐ σχυνθήσεται; νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου. οὐχ ὅτι πρότερον οὐκ εἶχε τὴν δόξαν· δεδοξασμένος γὰρ ἦν τῇ δόξῃ τῇ πρὸ καταβολῆς κόσμου· ἀλλ’ ἐδοξάζετο μὲν ὡς | |
25 | θεὸς ἀεί, νῦν δὲ ἐδοξάζετο τῆς ὑπομονῆς φορέσας τὸν στέ‐ φανον. οὐκ ἀναγκαστῶς ἀφῆκε τὴν ζωήν, οὐδὲ βιοσφαγῶς ἀνῃρέθη, ἀλλ’ ἑκουσίως. ἄκουε τί λέγει· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. βου‐ λόμενος συγχωρῶ τοῖς ἐχθροῖς. εἰ γὰρ μὴ ἐβουλόμην, οὐκ ἐγί‐ | |
30 | νετο. ἦλθε τοίνυν ἐκ προαιρέσεως ἐπὶ τὸ πάθος, χαίρων ἐπὶ τῷ κατορθώματι, μειδιῶν ἐπὶ τῷ στεφάνῳ, εὐφραινόμενος ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, οὐκ ἐπαισχυνόμενος τὸν σταυ‐ ρόν· ἔσωζε γὰρ τὴν οἰκουμένην. οὐ γὰρ ἦν ἄνθρωπος εὐτελὴς ὁ πάσχων, ἀλλὰ θεὸς ἐνανθρωπήσας καὶ τὸν τῆς ὑπομονῆς | |
35 | ἀγωνιζόμενος ἆθλον. | |
13.7 | Ἀλλ’ ἀντιλέγουσιν οἱ Ἰουδαῖοι οἱ πάντοτε εἰς ἀντίῤ‐ ῥησιν ἕτοιμοι καὶ ὀκνηροὶ πρὸς πίστιν, ὡς διὰ τοῦτο λέγειν νῦν τὸν ἀναγνωσθέντα προφήτην· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Πέρσαι πιστεύουσι, καὶ Ἑβραῖοι οὐ πιστεύουσιν. | |
5 | ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι, καὶ οἱ μελετῶντες ἀθετήσουσιν ἃ μελετῶσιν. ἀν‐ | |
τιφθέγγονται πρὸς ἡμᾶς, καὶ ταῦτα λέγουσι· κύριος ἄρα πάσχει; κατίσχυον γὰρ ἀνθρώπιναι χεῖρες τῆς κυριότητος; ἀνάγνωτε τοὺς θρήνους. θρηνῶν γὰρ ὑμᾶς ἐν θρήνοις τὰ | 58 in vol. 2 | |
10 | ἄξια θρήνων ἔγραψεν Ἱερεμίας. εἶδεν ὑμῶν τὴν ἀπώλειαν, ἐθεώρησε τὴν ἀπόπτωσιν. ἐθρήνει τὴν Ἱερουσαλὴμ τὴν τότε· ἡ νῦν γὰρ οὐ θρηνηθήσεται. ἡ μὲν γὰρ ἐσταύρωσεν, ἡ δὲ νῦν προσκυνεῖ τὸν Χριστόν. θρηνῶν τοίνυν λέγει· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθο‐ | |
15 | ραῖς ἡμῶν. μὴ τοίνυν ἐγὼ εὑρεσιλογῶ; ἰδοὺ μαρτυρεῖ Χρι‐ στὸν κύριον ὑπὸ ἀνθρώπων συλλαμβανόμενον. καὶ τί τὸ ἀπὸ τούτου ἀποβησόμενον; εἰπέ μοι, ὦ προφῆτα. ὁ δέ φησιν· οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. οὐκέτι γὰρ ἐν τῷ Ἰσραήλ, ἀλλ’ ἐν τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι | |
20 | τῆς ζωῆς αἰνίσσεται τὴν χάριν. | |
13.8 | Πολλῆς δὲ τῆς ἀντιῤῥήσεως ὑπ’ αὐτῶν γινομένης, φέρε, ταῖς ὑμετέραις εὐχαῖς, καθὼς ἂν ἐνδιδῷ τὸ βραχὺ τῆς ὥρας, τῇ τοῦ κυρίου χάριτι περὶ τοῦ πάθους μαρτυρίας ὀλίγας παραθώμεθα. πάντα γάρ ἐστι τὰ περὶ Χριστοῦ ἔγγραφα, καὶ | |
5 | οὐδὲν ἀμφίβολον, οὐδὲν γὰρ ἀμάρτυρον. πάντα ἐν στήλαις προφητικαῖς ἀναγέγραπται, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐκ πνεύματος ἁγίου γεγραμμένα σαφῶς. Ἐπεὶ οὖν ἤκουσας τοῦ εὐαγγελίου τὰ περὶ τοῦ Ἰούδα λέγοντος, ἆρα οὐκ ὀφείλεις δέξασθαι τὴν μαρτυρίαν; ἤκουσας | |
10 | ὅτι ἐνύγη λόγχῃ τὴν πλευράν· οὐκ ὀφείλεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι ἐν κήπῳ ἐσταυρώθη· οὐκ ὀφείλεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι τριάκοντα ἀργυρίοις ἐπράθη· οὐκ ὀφείλεις μαθεῖν τὸν εἰπόντα τοῦτο προφήτην; ἤκουσας ὅτι ἐποτίσθη ὄξος· μάθε καὶ τοῦτο ποῦ | |
15 | γέγραπται. ἤκουσας ὅτι ἐν πέτρᾳ ἀπετέθη τὸ σῶμα καὶ λίθος ἐπετέθη· οὐκ ὀφείλεις λαβεῖν καὶ ταύτην ἐκ τοῦ προφήτου τὴν μαρτυρίαν; ἤκουσας ὅτι λῃσταῖς συνεσταυρώθη· οὐκ ὀφεί‐ λεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι ἐτάφη· οὐκ | |
ὀφείλεις ἰδεῖν, εἰ ἀσφαλῶς που τὰ περὶ ταφῆς ἀναγέγραπται; | 60 in vol. 2 | |
20 | ἤκουσας ὅτι ἀνέστη· οὐκ ὀφείλεις ἰδεῖν μὴ παίζομέν σε ταῦτα διδάσκοντες; ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. οὐ σοφιστικαὶ κατασκευαὶ κινοῦνται νῦν· ἐπεὶ διαλύονται. οὐ λόγοι λόγους νικῶσιν· ἐπεὶ παραλύονται. ἀλλὰ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ἐκ | |
25 | προφητῶν ἤδη τούτου προκηρυχθέντος. σὺ δέ μοι δεξάμενος τὰς μαρτυρίας ἐνσφράγισαι τῇ καρδίᾳ ταύτας. Πολλῶν δὲ οὐσῶν καὶ τοῦ χρόνου λοιπὸν τῆς ὥρας εἰς ὀλίγον περιγραφομένου ὀλίγας, ὡς ἐγχωρεῖ, τὰς κυριωτέρας ἄκουσον νῦν. λαβὼν δὲ τὰς ἀφορμὰς γενοῦ φιλόπονος καὶ | |
30 | ἐκζήτησον τὰς λειπούσας. μὴ γὰρ ἔστω σοι ἡ χεὶρ μόνον ἐκ‐ τεταμένη εἰς τὸ λαβεῖν, ἀλλὰ καὶ εἰς τὸ ἐργάζεσθαι ἕτοιμος. πάντα θεὸς χαρίζεται. εἰ γάρ τις ὑμῶν λείπεται σοφίας, αἰ‐ τείτω παρὰ τοῦ διδόντος θεοῦ καὶ λήψεται. ὃς ταῖς ὑμετέραις εὐχαῖς καὶ ἡμῖν παράσχοιτο τοῖς λέγουσι τὸ εἰπεῖν, καὶ ὑμῖν | |
35 | τοῖς ἀκούουσι τὸ πιστεῦσαι. | |
13.9 | Ζητείσθωσαν τοίνυν ἡμῖν αἱ περὶ τοῦ πάθους τοῦ Χριστοῦ μαρτυρίαι. συνεληλύθαμεν γὰρ οὐ γραφῶν ἐξήγησιν θεωρητικὴν ποιήσασθαι νῦν, ἀλλὰ πιστοποιηθῆναι μᾶλλον περὶ ὧν πεπιστεύκαμεν. τῆς μὲν οὖν παρουσίας Ἰησοῦ πρῶ‐ | |
5 | τον ἐδέξω τὰς μαρτυρίας. καὶ ὅτι ἐπὶ θαλάσσης περιεπάτησεν (ἐν γὰρ θαλάσσῃ ἡ ὁδός σου, γέγραπται), καὶ περὶ διαφό‐ ρων ἰάσεων μαρτυρίαν ἔλαβες ἄλλοτε. ἄρχομαι τοίνυν ὅθεν τὸ πάθος ἤρξατο. Ἰούδας ἦν ὁ προδότης, καὶ ἐλθὼν ἐξ ἐναντίας καὶ στάς, εἰρηνικὰ λέγων καὶ πολεμικὰ κατασκευάζων. | |
10 | λέγει οὖν περὶ τούτου ὁ ψαλμῳδός· οἱ φίλοι μου καὶ οἱ πλη‐ σίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. καὶ πάλιν· ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες. Χαῖρε ῥαββί, καὶ παρεδίδου τὸν διδάσκαλον εἰς θάνατον. | 62 in vol. 2 |
15 | οὐκ ᾐδέσθη τοῦ λέγοντος τὴν ὑπόμνησιν· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; σχεδὸν γὰρ τοῦτο πρὸς αὐτὸν ἔλεγεν· ὑπομνήσθητι τῆς σεαυτοῦ προσηγορίας. ἰού‐ δας καλεῖται ἐξομολόγησις. συνέθου, ἔλαβες τὸ ἀργύριον, ἐξο‐ μολόγησαι ταχέως. ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, | |
20 | ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. ἐλά‐ λησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με. ὅτι δέ τινες καὶ ἀπὸ ἀρχιερέων παρῆσαν, καὶ ὅτι πρὸ τῶν πυλῶν τῆς πόλεως ἦν τὰ δεσμά, ἤκουσας πρώην, εἴγε μνη‐ μονεύεις τῆς ἐξηγήσεως τὸν καιρὸν καὶ τὸν τόπον τοῦ ψαλ‐ | |
25 | μοῦ εἰρηκότος, ὅπως ἐπέστρεψαν εἰς ἑσπέραν καὶ ἐλίμωξαν ὡς κύνες καὶ ἐκύκλωσαν πόλιν. | |
13.10 | Ἄκουε καὶ διὰ τὰ τριάκοντα ἀργύρια. καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε, καὶ τὰ ἑξῆς. ἄλλος μισθός μοι παρ’ ὑμῶν χρεω‐ στεῖται θεραπείας τυφλῶν καὶ χωλῶν, καὶ ἄλλον λαμβάνω, | |
5 | ἀντὶ μὲν εὐχαριστίας ἀτιμίαν, ἀντὶ δὲ προσκυνήσεως ὕβριν. βλέπεις πῶς προεῖδεν ἡ γραφὴ τὰ πράγματα; καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. ὦ προφητικῆς ἀκριβείας, ὦ πολλῆς συνέσεως ἀπλανοῦς πνεύματος ἁγίου. οὐ γὰρ δέκα εἶ‐ πεν οὐδὲ εἴκοσιν, ἀλλὰ τριάκοντα ἀκριβῶς καὶ ὅσα ἦν. | |
10 | Εἰπὲ καὶ ποῦ προχωρεῖ τοῦτο τὸ τίμημα, ὦ προφῆτα. ἆρα ὁ λαμβάνων κατέχει, ἢ ἀποδίδωσι; καὶ μετὰ τὸ ἀποδο‐ θῆναι ποῦ προχωρεῖ; λέγει τοίνυν ὁ προφήτης· καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. σύγκρινον τῇ προφητείᾳ τὸ εὐαγ‐ | |
15 | γέλιον. μεταμεληθεὶς γάρ φησιν Ἰούδας καὶ ῥίψας τὰ ἀργύρια | |
ἐν τῷ ναῷ ἀνεχώρησεν. | 64 in vol. 2 | |
13.11 | Ἀλλ’ ὧδέ μοι λοιπὸν τῆς δοκούσης ἀμφιβολίας ἡ ἀκρίβεια ζητεῖται. οἱ γὰρ ἀθετοῦντες τοὺς προφήτας λέγουσιν, ὅτι ὁ μὲν προφήτης λέγει· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον· τὸ δὲ εὐαγγέλιον· καὶ ἔδωκαν | |
5 | αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. πῶς οἱ δύο τοίνυν ἀληθεύ‐ ουσιν, ἄκουσον. οἱ γὰρ δῆθεν εὐλαβεῖς Ἰουδαῖοι οἱ τότε ἀρχιερεῖς ἰδόντες τὸν Ἰούδαν μετανοήσαντα καὶ εἰπόντα· ἥμαρτον παραδοὺς αἷμα ἀθῶον· φασί· τί πρὸς ἡμᾶς; σὺ ὄψῃ. ἆρα οὐδὲν πρὸς ὑμᾶς τοὺς σταυροῦντας; ἀλλ’ ὁ μὲν | |
10 | τοῦ φόνου τὸν μισθὸν λαβὼν καὶ ἀποδοὺς ὄψεται, ὑμεῖς δὲ οἱ φονεύοντες οὐκ ὄψεσθε; εἶτά φασι πρὸς ἑαυτούς· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβωνᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. ἐκ τοῦ στόματος ὑμῶν ἡ κατάκρισις. εἰ μιαρὸς ὁ μι‐ σθός, μιαρὰ καὶ ἡ πρᾶξις· εἰ δὲ δικαιοσύνην πληροῖς σταυρῶν | |
15 | τὸν Χριστόν, τί οὐ παραδέχῃ τὸν μισθόν; Ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστι, πῶς οὐ διαφωνοῦσι τὸ μὲν εὐαγγέλιον λέγον ἀγρὸν τοῦ κεραμέως, ὁ δὲ προφήτης τὸ χωνευτήριον. Ἀλλ’ οὐ μόνον χρυσοχόων παῖδες ἔχουσι χω‐ νευτήριον, οὐδὲ χαλκουργοὶ μόνον ἔχουσι χωνευτήριον, ἀλλὰ | |
20 | καὶ κεραμεῖς ἔχουσι πηλοῦ χωνευτήρια. τὸ γὰρ λεπτὸν καὶ λιπαρὸν καὶ χρήσιμον τῆς γῆς ἐκ τῶν χαλίκων ἀποδιυλίζοντες καὶ τὸ πολὺ τῆς συρφετώδους ὕλης ἀποχωρίζοντες προχωνεύ‐ ουσιν ὕδατι τὸν πηλὸν εἰς ἀνεμπόδιστον ἐργασίαν τῶν κατα‐ σκευασθησομένων. τί τοίνυν θαυμάζεις, εἰ τὸ μὲν εὐαγγέλιον | |
25 | φανερῶς τὸν ἀγρὸν τοῦ κεραμέως, ὁ δὲ προφήτης αἰνιγματω‐ δῶς εἶπε τὴν προφητείαν, αἰνιγματώδους οὔσης πολλαχοῦ τῆς προφητείας; | |
13.12 | Ἔδησαν τὸν Ἰησοῦν καὶ εἰσήνεγκαν εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. θέλεις δὲ γνῶναι καὶ εἰδέναι ὅτι καὶ τοῦτο γέγραπται; φησὶν Ἡσαΐας· οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβού‐ λευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν | |
5 | δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. καὶ ἀληθῶς οὐαὶ τῇ ψυχῇ αὐτῶν, καὶ βλέπωμεν. Ἡσαΐας μὲν ἐπρίσθη καὶ ἐθεραπεύθη μετὰ ταῦτα ὁ λαός. Ἱερεμίας εἰς βόρβορον λάκκου ἐνεβλήθη, ἀλλ’ ἰάθη τῶν Ἰουδαίων τὸ τραῦμα. μικρότερον γὰρ ἦν, ἐπειδὴ εἰς ἄνθρωπον. ἐπειδὴ δὲ οὐκ εἰς ἄνθρωπον, ἀλλ’ εἰς θεὸν | 66 in vol. 2 |
10 | ἐνανθρωπήσαντα ἥμαρτον Ἰουδαῖοι, οὐαὶ τῇ ψυχῇ αὐτῶν. Δήσωμεν τὸν δίκαιον. ἆρα οὐκ ἐδύνατο λῦσαι ἑαυτόν, ἐρεῖ τις, ὁ λύσας ἐκ δεσμῶν θανάτου τετραήμερον Λάζαρον καὶ Πέτρον ἐκ δεσμῶν σιδηρέων [φυλακῆς] λύσας; ἕτοιμοι παρειστήκεισαν ἄγγελοι λέγοντες· διαῤῥήξωμεν τοὺς δεσμοὺς | |
15 | αὐτῶν. ἀλλὰ ἀνέχονται διὰ τὸ θέλειν ὑπομεῖναι τοῦτο τὸν δεσπότην. πάλιν ἤχθη ἐπὶ πρεσβυτέρων εἰς κριτήριον. ἔχεις ἤδη τὴν μαρτυρίαν· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. | |
13.13 | Ἀλλὰ ἐρωτήσας ὁ ἀρχιερεὺς καὶ ἀκούσας τὴν ἀλή‐ θειαν ἀγανακτεῖ. καὶ ὁ κακὸς κακῶν ὑπηρέτης δίδωσι ῥάπισμα. καὶ τὸ πρόσωπον τὸ λάμψαν ὡς ὁ ἥλιος χερσὶν ἀνόμοις ῥαπιζόμενον ἠνείχετο. καὶ ἄλλοι ἐλθόντες ἐμπτύουσι τῷ προ‐ | |
5 | σώπῳ τοῦ διὰ πτυέλου τὸν ἐκ γενετῆς τυφλὸν θεραπεύ‐ σαντος. Ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. καὶ ὁ προφήτης ἀποθαυμάζων φησί· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄπιστον γὰρ τὸ πρᾶγμα, εἰ θεός, | |
10 | θεοῦ υἱὸς καὶ βραχίων κυρίου, ταῦτα ὑπομένει. ἀλλ’ ἵνα μὴ ἀπιστήσωσιν οἱ σωζόμενοι, προγράφει τὸ πνεῦμα τὸ ἅγιον ἐκ προσώπου Χριστοῦ λέγοντος (αὐτὸς γὰρ ὁ τότε ταῦτα λαλῶν ὕστερον παρῆν)· τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας (Πιλάτος γὰρ αὐτὸν φραγελλώσας παρέδωκεν εἰς τὸ σταυρωθῆναι), τὰς | |
15 | δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· μονονουχὶ λέγων· προειδὼς ὅτι μέλλουσι τύπτειν οὐδὲ ἐπλαγίασα τὴν σιαγόνα μου. Πῶς γὰρ ἔμελλον νευροῦν τοὺς μαθητὰς εἰς τὸν ὑπὲρ ἀληθείας θάνατον, εἰ αὐτὸς ἠγωνίων τοῦτο; ἐγὼ ἔλεγον· ὁ | 68 in vol. 2 |
20 | φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν. εἰ ἐφιλοζώησα, πῶς ἐδίδασκον, μὴ πράττων ὃ ἐδίδασκον; πρῶτον οὖν αὐτὸς θεὸς ὢν ὑπὸ ἀνθρώπων ταῦτα πάσχων ἠνείχετο, ἵνα ἄν‐ θρωποι ὑπὸ ἀνθρώπων μετὰ ταῦτα δι’ αὐτὸν τοιαῦτα πά‐ σχοντες μὴ αἰσχυνθῶμεν. βλέπεις ὅτι καὶ ταῦτα σαφῶς προ‐ | |
25 | έγραψαν οἱ προφῆται. πολλὰς δὲ τῶν γραφῶν μαρτυρίας διὰ τὸ τοῦ χρόνου στενὸν παρατρέχομεν, ὡς προεῖπον. εἰ γὰρ πάντα ζητήσειέ τις ἀκριβῶς, οὐδὲν τῶν τοῦ Χριστοῦ πραγμάτων ἀμάρτυρον καταλειφθήσεται. | |
13.14 | Δεθεὶς ἦλθεν ἀπὸ τοῦ Καϊάφα πρὸς Πιλάτον. ἆρα καὶ τοῦτο γέγραπται; καὶ δήσαντες αὐτὸν ἀπήγαγον ξένια τῷ βασιλεῖ Ἰαρείμ. Ἀλλ’ ὑποκρούει τις τῶν ὀξέως ἀκροωμένων· Πιλάτος οὐκ ἦν βασιλεύς, ἵνα τέως παρα‐ | |
5 | λίπωμεν τὰ πολλὰ τοῦ ζητήματος· πῶς τοίνυν δήσαντες αὐ‐ τὸν ἀπήγαγον ξένια τῷ βασιλεῖ; ἀλλὰ ἀνάγνωθι τὸ εὐαγγέ‐ λιον· ἀκούσας Πιλάτος αὐτὸν εἶναι ἀπὸ τῆς Γαλιλαίας ἀνέ‐ πεμψεν αὐτὸν πρὸς Ἡρώδην. Ἡρώδης δὲ ἦν τότε βασιλεὺς καὶ παρῆν ἐν Ἱεροσολύμοις. Καὶ βλέπε τοῦ προφήτου τὴν | |
10 | ἀκρίβειαν. ξένια γάρ φησιν αὐτὸν ἀπεστάλθαι. ἐγένοντο γὰρ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρώδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλ‐ λήλων. προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες. ἔπρεπε γὰρ τῷ μέλ‐ | |
λοντι εἰρηνοποιεῖν τὴν γῆν καὶ τὸν οὐρανὸν πρώτους αὐτοὺς τοὺς καταδικάζοντας αὐτὸν εἰρηνοποιῆσαι. καὶ γὰρ παρῆν ὁ | 70 in vol. 2 | |
15 | κύριος αὐτὸς ὁ διαλλάσσων καρδίας ἀρχόντων τῆς γῆς. ἔχε τῶν προφητῶν τὴν ἀκρίβειαν καὶ ἀληθῆ μαρτυρίαν. | |
13.15 | Θαύμασον τὸν κρινόμενον κύριον. ἠνέσχετο ὑπὸ στρα‐ τιωτῶν ἀγόμενος καὶ φερόμενος. Πιλάτος ἐκαθέζετο κρίνων καὶ ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθεζόμενος ἑστὼς ἐκρίνετο. ὁ λαὸς ὁ λυτρωθεὶς ὑπ’ αὐτοῦ ἐκ γῆς Αἰγύπτου καὶ ἀλλαχόθεν | |
5 | πολλάκις κατ’ αὐτοῦ ἐβόα· αἶρε αἶρε σταύρωσον αὐτόν. διὰ τί, ὦ Ἰουδαῖοι; ὅτι τοὺς τυφλοὺς ὑμῶν ἐθεράπευσεν; ἀλλ’ ὅτι τοὺς χωλοὺς ὑμῶν περιπατεῖν ἐποίησε καὶ τὰ λοιπὰ τῶν εὐεργεσιῶν παρέσχεν; ὡς ἐκπλησσόμενον τὸν προφήτην καὶ περὶ τούτου λέγειν· ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ | |
10 | ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; καὶ αὐτὸν τὸν κύριον ἐν προφήταις λέγειν· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς. διὰ τοῦτο ἐμί‐ σησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην, ἀλλ’ αὐτοί με παρῃτή‐ σαντο. διὰ τοῦτο ἀκολούθως λέγω· ἐγκαταλέλοιπα τὸν οἶκόν μου. | |
13.16 | Κρινόμενος ἐσιώπα, ὡς ὑπερπάσχειν τὸν Πιλάτον καὶ λέγειν· οὐκ ἀκούεις, τί οὗτοί σου καταμαρτυροῦσιν; οὐχ ὅτι ᾔδει τὸν κρινόμενον, ἀλλ’ ἐφοβήθη τὸ τῆς ἑαυτοῦ γυ‐ ναικὸς ἐνύπνιον τὸ ἀποσταλέν. καὶ ὁ Ἰησοῦς ἐσιώπα. λέγει ὁ | |
5 | ψαλμῳδός· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. καὶ πάλιν· ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. ἤκουσας τὰ περὶ τούτου καὶ πρότερον, εἴγε μνημο‐ νεύεις. | |
13.17 | Ἀλλ’ οἱ στρατιῶται περιχυθέντες αὐτῷ καταπαίζουσιν. καὶ γίγνεται παίγνιον αὐτοῖς ὁ κύριος καὶ καταπαίζεται ὁ δεσπότης. εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. καὶ ὁ τύπος γίγνεται τῆς βασιλείας. καταπαίζουσι μὲν γάρ, γονυπε‐ | |
5 | τοῦσι δέ. καὶ σταυροῦσι προενδύσαντες αὐτὸν πορφύραν | |
στρατιῶται καὶ στέφανον ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ. τί γὰρ εἰ καὶ ἀκάνθινον; πᾶς βασιλεὺς ὑπὸ στρατιωτῶν ἀναγο‐ ρεύεται. ἔδει καὶ Ἰησοῦν τυπικῶς ὑπὸ στρατιωτῶν στεφανω‐ θῆναι. ὡς διὰ τοῦτο τὴν γραφὴν ἐν ᾄσμασι λέγειν· ἐξέλθετε | 72 in vol. 2 | |
10 | καὶ ἴδετε, θυγατέρες Ἱερουσαλήμ, ἐν τῷ βασιλεῖ Σολομών, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. μυστήριον δὲ ἦν καὶ ὁ στέφανος. λύσις γὰρ ἦν τῶν ἁμαρτιῶν, ἀπόλυσις τῆς ἀποφάσεως. | |
13.18 | Ἔλαβε καταδίκην ὁ Ἀδάμ· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. διὰ τοῦτο Ἰησοῦς λαμβάνει τὰς ἀκάνθας, ἵνα λύσῃ τὴν καταδίκην. καὶ διὰ τοῦτο ἐτάφη ἐν τῇ γῇ, ἵνα ἡ κατηραμένη γῆ ἀντὶ κατάρας | |
5 | δέξηται τὴν εὐλογίαν. κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας συκῆς φύλλα περιεβάλλοντο. διὰ τοῦτο καὶ Ἰησοῦς τέλος σημείων τὴν συκῆν ἔδωκεν. Μέλλων γὰρ εἰς τὸ πάθος χωρεῖν καταρᾶται τὴν συκῆν, οὐ πᾶσαν συκῆν, ἀλλ’ ἐκείνην μόνην διὰ τὸν τύπον, λέγων· | |
10 | μηκέτι ἐκ σοῦ καρπόν τις φάγῃ. λελύσθω ἡ καταδίκη. καὶ ἐπειδὴ τότε συκῆς φύλλα περιεβάλλοντο, ἦλθεν ἐν καιρῷ ἐν ᾧ βρῶσις οὐχ εὑρίσκετο. τίς οὐκ οἶδεν ὅτι ἐν καιρῷ χειμῶνος συκῆ οὐ καρποφορεῖ, ἀλλὰ φύλλα περίκειται μόνον; ὅπερ πάντες ᾔδεισαν, τοῦτο Ἰησοῦς ἄρα οὐκ ᾔδει; ἀλλ’ εἰδὼς ἤρ‐ | |
15 | χετο ὡς ζητήσων, οὐκ ἀγνοῶν ὅτι οὐχ εὑρίσκει, ἀλλὰ τὸν τύ‐ πον τῆς κατάρας μέχρι τῶν φύλλων μόνον ποιούμενος. | |
13.19 | Καὶ ἐπειδὴ τῶν κατὰ παράδεισον ἡψάμεθα πραγμά‐ των, τεθαύμακα ἀληθῶς τὴν ἀλήθειαν τῶν τύπων. ἐν παρα‐ δείσῳ ἡ ἀπόπτωσις, καὶ ἐν κήπῳ ἡ σωτηρία. ἀπὸ ξύλου ἡ ἁμαρτία, καὶ μέχρι ξύλου ἡ ἁμαρτία. δειλινὸν τοῦ κυρίου περι‐ | |
5 | πατοῦντος ἐκρύβησαν, καὶ δειλινὸν ὑπὸ τοῦ κυρίου εἰς παρά‐ | |
δεισον ὁ λῃστὴς εἰσάγεται. Ἀλλ’ ἐρεῖ μοί τις· εὑρεσιλογεῖς, δεῖξόν μοι ἀπὸ προ‐ φήτου τοῦ σταυροῦ τὸ ξύλον. ἐὰν μὴ μαρτυρίαν ἀπὸ προ‐ φήτου παράσχῃς, οὐ πείθομαι. Ἄκουε τοίνυν ἀπὸ Ἱερεμίου καὶ | 74 in vol. 2 | |
10 | πιστοποιοῦ· ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τὸ θύε‐ σθαι οὐκ ἔγνων; οὕτω γὰρ ἀνάγνωθι ἐπερωτηματικῶς ὡς εἶπον. ὁ γὰρ λέγων· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι, ἆρ’ οὐκ ᾔδει; ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων; | |
15 | ποῖον ἀρνίον; Ἰωάννης ὁ βαπτιστὴς ἑρμηνευέτω λέγων· ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λογισμόν, λέγοντες. ὁ τοὺς λογισμοὺς εἰδὼς τὸ ἀποβησόμενον ἄρα οὐκ ᾔδει; καὶ τί ἔλεγον; δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. | |
20 | καὶ ἐάν σε ὁ κύριος καταξιώσῃ, εἰς τὸ ἔμπροσθεν γνώσῃ ὅτι τὸ σῶμα αὐτοῦ κατὰ τὸ εὐαγγέλιον τύπον ἔφερεν ἄρτου. δεῦτε τοίνυν, ξύλον ἐμβάλωμεν εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρί‐ ψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων. ζωὴ οὐκ ἐκτρίβεται. τί κάμνετε μάτην; καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ | |
25 | ἔτι. ματαία ἡ βουλὴ ὑμῶν. πρὸ γὰρ ἡλίου τὸ ὄνομα αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ μένει. καὶ ὅτι ἡ ζωὴ ἦν ἡ ἐπὶ τοῦ ξύλου κρεμασθεῖσα, Μωσῆς ἀποκλαιόμενός φησι· καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. καὶ τὸ ἀνα‐ | |
30 | γνωσθὲν ἀρτίως· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; | 76 in vol. 2 |
13.20 | Τοῦτον τὸν τύπον ἐπετέλει Μωσῆς σταυρῶν τὸν ὄφιν, ἵν’ ὁ δακνόμενος ὑπὸ τοῦ ζῶντος ὄφεως καὶ βλέπων τὸν χαλκοῦν ὄφιν σωθῇ πιστεύσας. εἶτα χαλκοῦς μὲν ὄφις ἐσταυρωμένος σώζει, υἱὸς δὲ θεοῦ σαρκωθεὶς ἐσταυρωμένος | |
5 | οὐ σώζει; πάντοτε διὰ ξύλου ἡ ζωή. ἐπὶ τοῦ Νῶε μὲν γὰρ διὰ κιβωτοῦ ξυλίνης ἡ ζωοποίησις. ἡ δὲ θάλασσα ἐπὶ Μω‐ σέως τὸν τύπον τῆς ῥάβδου θεασαμένη ἐδυσωπήθη τὸν κρού‐ σαντα. εἶτα ἡ Μωσέως ῥάβδος ἰσχύει καὶ ὁ τοῦ σωτῆρος σταυρὸς ἀδυνατεῖ; παρίημι δὲ τὰ πολλὰ τῶν τύπων συμμε‐ | |
10 | τρίας ἕνεκεν. τὸ ξύλον ἐπὶ Μωσέως ἐγλύκανε τὸ ὕδωρ καὶ ἐκ πλευρᾶς Ἰησοῦ τὸ ὕδωρ ἔῤῥευσεν ἐπὶ ξύλου. | |
13.21 | Ἀρχὴ σημείων ἐπὶ Μωσέως αἷμα καὶ ὕδωρ, καὶ τὸ τελευταῖον πάντων τῶν σημείων Ἰησοῦ τὸ αὐτό. πρῶτον Μωσῆς τὸν ποταμὸν μετέβαλεν εἰς αἷμα, καὶ ὁ Ἰησοῦς τὸ τέλος ὕδωρ ἐξήνεγκεν ἐκ πλευρᾶς μετὰ αἵματος. διὰ τὰς δύο | |
5 | φωνὰς ἴσως, τοῦ τε κρίνοντος καὶ τῶν ἐπιβοώντων, ἢ διὰ τοὺς πιστεύοντας καὶ τοὺς ἀπιστοῦντας. ὁ μὲν γὰρ Πιλάτος ἔλεγεν· ἀθῶός εἰμι, καὶ ὕδατι ἀπενίπτετο τὰς χεῖρας· οἱ δὲ ἐπιβοῶν‐ τες ἔλεγον· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς. ἦν οὖν τὰ δύο ἐκ τῆς πλευρᾶς, τὸ ὕδωρ ἴσως τῷ κρίνοντι, τοῖς δὲ ἐπιβοῶσι τὸ αἷμα. | |
10 | Καὶ πάλιν ἄλλως νοητέον. Ἰουδαίοις μὲν τὸ αἷμα, χρι‐ στιανοῖς δὲ τὸ ὕδωρ. ἐκείνοις μὲν γὰρ ὡς ἐπιβούλοις ἡ ἐκ τοῦ αἵματος καταδίκη, σοὶ δὲ τῷ πιστεύοντι νῦν ἡ διὰ ὕδα‐ τος σωτηρία. οὐδὲν γὰρ εἰκῆ γέγονεν. Ἀπέδωκαν οἱ ἐξηγηταὶ πατέρες ἡμῶν καὶ ἄλλην τοῦ πράγματος αἰτίαν. ἐπειδὴ γὰρ | |
15 | διπλῆ τίς ἐστι τοῦ σωτηρίου βαπτίσματος ἐν εὐαγγελίοις ἡ δύναμις, μία μὲν ἡ τοῖς φωτιζομένοις δωρουμένη δι’ ὕδατος, δευτέρα δὲ ἡ ἐπὶ τῶν ἁγίων μαρτύρων ἐν διωγμοῖς δι’ οἰκείου αἵματος, ἐξῆλθεν ἐκ τῆς σωτηρίου πλευρᾶς αἷμα καὶ ὕδωρ τῆς ὑπὲρ Χριστοῦ γινομένης ὁμολογίας ἔν τε φωτίσματι καὶ | |
20 | μαρτυρίου καιροῖς βεβαιοῦσα τὴν χάριν. Ἔστι καὶ ἄλλη τῆς πλευρᾶς αἰτία. γυνὴ γέγονεν ἀρχηγὸς ἁμαρτίας ἡ πλασθεῖσα | |
ἐκ πλευρᾶς. ἀλλ’ ὁ ἐλθὼν Ἰησοῦς ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ χαρίσασθαι τὴν ἀμνηστίαν ἐνύγη τὴν πλευρὰν ὑπὲρ γυναικῶν, ἵνα λύσῃ τὴν ἁμαρτίαν. | 78 in vol. 2 | |
13.22 | Καὶ εἴ τις ἐρευνήσειεν, εὑρήσει καὶ ἄλλας αἰτίας. ἀλλ’ αὐτάρκη καὶ ταῦτα λέγεσθαι διὰ τὸ καιροῦ στενὸν καὶ διὰ τὸ μὴ προσκορῆ γενέσθαι τὴν ἀκρόασιν τοῖς ἀκούουσιν. καίτοιγε οὐκ ἔστι ποτὲ καμεῖν ἀκούοντας τὰ περὶ τοῦ δεσπό‐ | |
5 | του στεφανουμένου, καὶ μάλιστα ἐν τῷ παναγίῳ τούτῳ Γολ‐ γοθᾷ. ἄλλοι μὲν γὰρ ἀκούουσι μόνον, ἡμεῖς δὲ καὶ βλέπομεν καὶ ψηλαφῶμεν. μηδεὶς καμνέτω. λάβε τὰ ὅπλα κατὰ τῶν ἐναντίων ὑπὲρ αὐτοῦ τοῦ σταυροῦ. τρόπαιον στῆσον τὴν πί‐ στιν τοῦ σταυροῦ κατὰ τῶν ἀντιλεγόντων. ὅταν γὰρ μέλλῃς | |
10 | περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ συζητεῖν πρὸς ἀπίστους, προ‐ απόστειλον τῇ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ φιμοῦται ὁ ἀντιλέγων. μὴ ἐπαισχυνθῇς τὸν σταυρὸν ὁμολογεῖν. ἄγγελοι γὰρ ἐγκαυχῶνται λέγοντες· οἴδαμεν, τίνα ζητεῖτε, Ἰη‐ σοῦν τὸν ἐσταυρωμένον. ἆρ’ οὐ δύνασαι εἰπεῖν, ὦ ἄγγελε, | |
15 | οἶδα ὃν ζητεῖτε, τὸν ἐμὸν δεσπότην; ἀλλ’ ἐγώ, φησὶ μετὰ παῤῥησίας, οἶδα τὸν ἐσταυρωμένον. στέφανος γάρ ἐστιν ὁ σταυρός, οὐκ ἀτιμία. | |
13.23 | Ἡμεῖς δὲ λοιπὸν ἀναδράμωμεν ἐπὶ τὴν εἰρημένην ἐκ τῶν προφητῶν ἀπόδειξιν. ἐσταυρώθη ὁ κύριος, εἴληφας τὰς μαρτυρίας. ὁρᾷς τοῦ Γολγοθᾶ τὸν τόπον. ἐπιβοᾷς ἐπαίνῳ ὡς συντιθέμενος. βλέπε μή ποτε ἐν καιρῷ διωγμοῦ ἀρνήσῃ. | |
5 | μὴ ἐν καιρῷ εἰρήνης ἐπευφραίνου τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ ἐν καιρῷ διωγμοῦ τὴν αὐτὴν ἔχε πίστιν. μὴ ἐν καιρῷ εἰρήνης Ἰησοῦ φίλος καὶ ἐν καιρῷ πολέμων ἐχθρός. Λαμβάνεις νῦν ἄφεσιν τῶν σῶν ἁμαρτημάτων καὶ πνευ‐ ματικῆς δωρεᾶς τοῦ βασιλέως τὰ χαρίσματα. ὅταν ἔλθῃ πόλε‐ | |
10 | μος, ὑπεραγώνισαι γενναίως τοῦ σοῦ βασιλέως. Ἰησοῦς ἐσταυ‐ | |
ρώθη ὑπὲρ σοῦ ὁ ἀναμάρτητος, καὶ σὺ ὑπὲρ τοῦ σταυρω‐ θέντος ὑπὲρ σοῦ οὐ σταυροῦσαι; οὐ χάριν δίδως· προείλη‐ φας γάρ. ἀλλὰ χάριν ἀποδίδως ἀποδιδοὺς τὸ χρέος τῷ ἐν τῷ Γολγοθᾷ σταυρωθέντι διὰ σέ. | 80 in vol. 2 | |
15 | Γολγοθᾶς δὲ ἑρμηνεύεται κρανίου τόπος. τίνες ἄρα οἱ προφητικῶς τὸν τόπον τοῦ Γολγοθᾶ τοῦτον ὀνομάσαντες, ἐν ᾧ ἡ ἀληθὴς κεφαλὴ Χριστὸς τὸν σταυρὸν ὑπέμεινεν; καθὼς ὁ ἀπόστολός φησιν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· καὶ μετ’ ὀλίγα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς | |
20 | ἐκκλησίας. καὶ πάλιν· παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι. καὶ πάλιν· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξου‐ σίας. ἡ κεφαλὴ ἐν τῷ τοῦ κρανίου τόπῳ πέπονθεν. ὦ μεγάλης προφητικῆς ὀνομασίας. μονονουχὶ γὰρ καὶ τὸ ὄνομα ὑπομι‐ μνήσκει σε λέγον· μὴ προσσχῇς ὡς ψιλῷ ἀνθρώπῳ τῷ σταυ‐ | |
25 | ρωθέντι. ἡ κεφαλὴ πάσης ἀρχῆς ἐστι καὶ ἐξουσίας. κε‐ φαλὴ μὲν πάσης ἐξουσίας ἡ σταυρωθεῖσα, κεφαλὴν δὲ ἔχουσα τὸν πατέρα. κεφαλὴ γὰρ τοῦ ἀνδρὸς ὁ Χριστός, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. | |
13.24 | Χριστὸς τοίνυν ὑπὲρ ἡμῶν ἐσταυρώθη, ὁ κριθεὶς ἐν νυκτὶ ψύχους ὄντος καὶ ἀνθρακιᾶς διὰ τοῦτο παρακειμένης. ἐσταυρώθη τρίτην ὥραν, ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἕως ἐννάτης, ἀπὸ δὲ ἐννάτης πάλιν φῶς. ἆρα καὶ ταῦτα | |
5 | γέγραπται; ζητήσωμεν. λέγει τοίνυν ὁ Ζαχαρίας· καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· τὸ ψῦχος δι’ ὃ Πέτρος ἐθερμαίνετο· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ. τί γάρ; τὰς ἄλλας οὐκ οἶδε; πολλαὶ αἱ ἡμέραι, ἀλλ’ αὕτη | |
10 | ἡ ἡμέρα τῆς ὑπομονῆς τοῦ κυρίου, ἣν ἐποίησεν ὁ κύριος. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ. τί τὸ αἴνιγμα ὃ λέγει ὁ προφήτης; ἡ ἡμέρα ἐκείνη οὔτε ἡμέρα ἐστὶν οὔτε νύξ. τί οὖν αὐτὴν ὀνομάσομεν; ἑρ‐ μηνεύει τὸ εὐαγγέλιον τὸ πρᾶγμα διηγούμενον. οὐκ ἦν ἡμέρα. | |
15 | οὐ γὰρ ἐξ ἀνατολῆς ἐπὶ δύσιν ὁμοίως ἔλαμψεν ὁ ἥλιος, ἀλλὰ ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο ἐν ἡμέρᾳ μέσῃ. μεσέμβολον ἦν ἄρα τὸ σκότος, ὠνόμασε δὲ ὁ θεὸς τὸ σκότος νύκτα. διὰ τοῦτο οὔτε ἡμέρα ἦν οὔτε νύξ. οὔτε γὰρ ὅλη φῶς ἦν, ἵνα κληθῇ ἡμέρα, οὔτε ὅλη σκότος, ἵνα κληθῇ | 82 in vol. 2 |
20 | νύξ, ἀλλὰ μετὰ τὴν ἐννάτην ἔλαμψεν ὁ ἥλιος. προλέγει καὶ τοῦτο ὁ προφήτης. εἰπὼν γάρ· καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ· προσέθηκε· καὶ πρὸς ἑσπέραν ἔσται φῶς. βλέπεις προφητῶν ἀκρίβειαν; βλέπεις ἀλήθειαν τῶν προγεγραμμένων; | |
13.25 | Ἀλλὰ ζητεῖς σαφῶς κατὰ ποίαν ὁ ἥλιος ὥραν ἐξέλι‐ πεν; ἆρα πέμπτην ὥραν ἢ ὀγδόην ἢ δεκάτην; εἰπὲ τὴν ἀκρί‐ βειαν Ἰουδαίοις τοῖς ἀνηκόοις, ὦ προφῆτα, πότε δύνει ὁ ἥλιος. φησὶ τοίνυν Ἀμὼς ὁ προφήτης· καὶ ἔσται ἐν ἐκείνῃ | |
5 | τῇ ἡμέρᾳ, λέγει κύριος ὁ θεός, δύσεται ὁ ἥλιος μεσημβρίας (ἀπὸ γὰρ ὥρας ἕκτης σκότος ἐγένετο) καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς. ποῖος και‐ ρὸς οὗτος, ὦ προφῆτα, καὶ ποία ἡμέρα; καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος. ἐν ἀζύμοις γὰρ ἦν τὸ | |
10 | πραχθὲν καὶ τῇ τοῦ πάσχα ἑορτῇ. εἶθ’ ἑξῆς φησι· καὶ θή‐ σομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἐν ἀζύμων γὰρ ἡμέρᾳ καὶ ἑορτῇ αἱ μὲν γυναῖκες αὐτῶν ἐκόπτοντο καὶ ἔκλαιον, ὠδυ‐ νῶντο δὲ ἀποκρυβέντες οἱ ἀπόστολοι. θαυμαστὸν μὲν οὖν τὸ | |
15 | προφητευθέν. | |
13.26 | Ἀλλὰ δός μοι καὶ ἕτερον, ἐρεῖ τις, σημεῖον. ποῖον ἔστι σημεῖον ἄλλο ἀκριβὲς ἐπὶ τῷ γεγενημένῳ; Ἐσταυρώθη ὁ Ἰησοῦς, μονοχίτων δὲ ἦν καὶ ἑνὶ περιβολαίῳ κεχρημένος. ἀλλ’ οἱ στρατιῶται διεμερίσαντο τὸ περιβόλαιον εἰς τέσσαρα σχι‐ | |
5 | σθέν. ὁ δὲ χιτὼν οὐκ ἐσχίσθη, εἰς οὐδὲν γὰρ ἔτι σχισθεὶς ἐχρησίμευσε, καὶ λαχμὸς περὶ τούτου γίνεται τοῖς στρατιώ‐ ταις. καὶ τὸ μὲν μερίζονται, περὶ τούτου δὲ λαγχάνουσιν. ἆρα καὶ τοῦτο γέγραπται; οἴδασιν οἱ σπουδαῖοι τῆς ἐκκλησίας ψαλ‐ μῳδοί, οἱ τὰς ἀγγελικὰς μιμούμενοι στρατιὰς καὶ πάντοτε | 84 in vol. 2 |
10 | τὸν θεὸν ἀνυμνοῦντες, οἱ καταξιούμενοι ψάλλειν ἐν τῷ Γολ‐ γοθᾷ τούτῳ καὶ λέγειν· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. κλῆρος δὲ ἦν ὁ λαχμός. | |
13.27 | Πάλιν ἐπὶ Πιλάτου κριθεὶς ἐφόρεσεν ἐρυθρά. ἐκεῖ γὰρ περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. ἆρα καὶ τοῦτο γέ‐ γραπται; λέγει ὁ Ἡσαΐας· τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; τίς οὗτος ὁ κατὰ | |
5 | ἀτιμίαν φορῶν τὰ κόκκινα; ἡ γὰρ βοσὸρ τοιαύτην τινὰ παρ’ Ἑβραίοις ἔχει τὴν ἑρμηνείαν. ἵνα τί σου ἐρυθρὰ τὰ ἱμά‐ τια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; ὁ δὲ ἀπο‐ κρίνεται καὶ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. | |
13.28 | Ἐξεπέτασεν ἐν σταυρῷ τὰς χεῖρας, ἵνα περιλάβῃ τῆς οἰκουμένης τὰ πέρατα. τῆς γὰρ γῆς τὸ μεσώτατον ὁ Γολγοθᾶς οὗτός ἐστιν. οὐκ ἐμὸς ὁ λόγος· προφήτης ἐστὶν ὁ φήσας· εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ἐξέτεινεν ἀνθρωπίνας | |
5 | χεῖρας ὁ ταῖς νοηταῖς αὑτοῦ χερσὶ στερεώσας τὸν οὐρανόν. καὶ προσεπάγησαν ἥλοις, ἵνα τῆς ἀνθρωπότητος τῷ ξύλῳ προσ‐ παγείσης τῆς βασταζούσης τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ τελευτησάσης τῆς ἀνθρωπότητος συναποθάνῃ μὲν ἡ ἁμαρ‐ τία, ἡμεῖς δὲ ἀναστῶμεν ἐν δικαιοσύνῃ. ἐπειδὴ γὰρ δι’ ἑνὸς | |
10 | ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἑνὸς ἀνθρώπου ἡ ζωή, δι’ ἑνὸς δὲ ἀνθρώπου τοῦ σωτῆρος αὐτοπροαιρέτως τελευτῶντος. μνη‐ μόνευε γὰρ τῶν εἰρημένων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν | |
μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. | 86 in vol. 2 | |
13.29 | Ἀλλ’ ὁ μὲν ταῦτα ὑπέμεινεν, ἐπὶ σωτηρίᾳ ἐλθὼν πάντων, ὁ δὲ λαὸς κακὴν ἀντιμισθίαν ἀπεδίδου. λέγει ὁ Ἰησοῦς διψῶ, ὁ ἐξαγαγὼν αὐτοῖς ἐξ ἀκροτόμου τὰ ὕδατα πέτρας· καὶ ᾔτει τὴν ἄμπελον ἣν ἐφύτευσε τοὺς καρπούς. | |
5 | ἀλλὰ τί ἡ ἄμπελος; ἡ κατὰ φύσιν μὲν ἐξ ἁγίων πατρῶν, κατὰ προαίρεσιν δὲ ἐκ Σοδόμων (ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδό‐ μων καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας) διψῶντι τῷ κυρίῳ σπόγγῳ πλησθέντι καὶ περιτεθέντι καλάμῳ προσκομίζει τὸ ὄξος. καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν | |
10 | μου ἐπότισάν με ὄξος. βλέπεις λευκότητα προαγορεύσεως τῶν προφητῶν; ποίαν δὲ χολὴν ἔδωκαν εἰς τὸ στόμα μου; ἔδωκαν αὐτῷ, φησίν, ἐσμυρνισμένον οἶνον. χολώδης δὲ καὶ κατάπικρος ἡ σμύρνα. ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε; ταῦτα προσφέρεις ἡ ἄμπελος τῷ δεσπότῃ; δικαίως προαπεθρήνει | |
15 | ὑμᾶς Ἡσαΐας λέγων· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέ‐ ρατι, ἐν τόπῳ πίονι. καὶ ἵνα μὴ πάντα λέγωμεν, ἔμεινα, φη‐ σίν, ἵνα ποιήσῃ σταφυλήν, ἐδίψησα ἵνα δῷ οἶνον, αὐτὸς δὲ ἐποίησεν ἀκάνθας. βλέπεις γὰρ τὸν στέφανον, ὃν περίκειμαι. τί οὖν ἀποφαίνομαι λοιπόν; ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ | |
20 | βρέξαι εἰς αὐτὸν ὑετόν. ἤρθησαν γὰρ ἐξ αὐτῶν αἱ νεφέλαι οἱ προφῆται. οἱ προφῆται δὲ λοιπὸν ἐν ἐκκλησίᾳ καθώς φησι Παῦλος· προφῆται δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν. καὶ πάλιν· ὁ θεὸς ἔδωκεν ἐν τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. προφήτης ἦν Ἄγαβος ὁ | |
25 | δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας. | |
13.30 | Περὶ δὲ τῶν λῃστῶν τῶν μετ’ αὐτοῦ σταυρωθέντων εἴρηται τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη. καὶ οἱ δύο μὲν ἦσαν πρὸ τούτου ἄνομοι, ὁ δὲ εἷς οὐκέτι. ὁ μὲν γὰρ εἰς τέλος ἄνο‐ μος, ἀνένδοτος εἰς σωτηρίαν, χεῖρας μὲν προσπεπηγμένος, | |
5 | γλώσσῃ δὲ διὰ βλασφημίας πλήττων. Ἰουδαῖοι παρερχόμενοι | |
ἐκίνουν τὰς κεφαλάς, χλευάζοντες τὸν ἐσταυρωμένον, πληροῦν‐ τες τὸ γεγραμμένον· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν· καὶ ἐκεῖνος μετ’ αὐτῶν ἐδυσφήμει, ὁ δὲ ἕτερος ἐπετίμα τῷ δυσφημοῦντι. καὶ ἦν αὐτῷ τέλος ζωῆς καὶ ἀρχὴ διορθώσεως, | 88 in vol. 2 | |
10 | παράδοσις ψυχῆς καὶ πρόληψις σωτηρίας. καὶ μετὰ τὴν πρὸς ἐκεῖνον ἐπιτίμησίν φησι· μνήσθητί μου κύριε. πρὸς σὲ γάρ μοι ὁ λόγος. κατάλειπε τοῦτον, πεπήρωται τῆς διανοίας τὰ ὄμματα, ἐμοῦ δὲ μνήσθητι. οὐ λέγω μνήσθητί μου τῶν ἔργων, φοβοῦμαι γὰρ ταῦτα. πᾶς ἄνθρωπος διάκειται πρὸς τὸν συνο‐ | |
15 | δεύοντα· συνοδεύω σοι πρὸς τὸν θάνατον· μνήσθητί μου τοῦ σοῦ συνοδοιπόρου. ἀλλ’ οὐ λέγω νῦν μνήσθητί μου, ἀλλ’ ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. | |
13.31 | Ποία σε ἐφωταγώγησε δύναμις, ὦ λῃστά; τίς σε ἐδί‐ δαξε προσκυνῆσαι τὸν καταφρονούμενον καὶ συνεσταυρωμένον; ὢ φωτὸς ἀϊδίου φωτοποιοῦντος τοὺς ἐσκοτισμένους. διὸ καὶ δικαίως ἤκουσε· θάρσει· οὐχ ὅτι τὰ πράγματά σου τοῦ θαρ‐ | |
5 | σεῖν ἄξια, ἀλλ’ ὅτι βασιλεὺς πάρεστι χαριζόμενος. μακροχρό‐ νιος μὲν ἡ αἴτησις, ὀξυτάτη δὲ ἡ χάρις. ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἐπειδὴ σήμερον τῆς φωνῆς μου ἤκουσας καὶ οὐκ ἐσκλήρυνάς σου τὴν καρδίαν. ὀξύτατα κατὰ τοῦ Ἀδὰμ ἀπεφηνάμην, ὀξύτατά σοι χαρίζομαι. | |
10 | ἐκείνῳ μὲν εἴρηται· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθα‐ νεῖσθε· σὺ δὲ σήμερον ὑπήκουσας τῇ πίστει, σήμερόν σοι ἡ σωτηρία. ἐκεῖνος διὰ τοῦ ξύλου ἀπέπεσε, καὶ σὺ διὰ τοῦ ξύλου εἰσάγῃ εἰς τὸν παράδεισον. μὴ φοβηθῇς τὸν ὄφιν, οὐκ ἐκβαλεῖ σε, πέπτωκε γὰρ ἐξ οὐρανῶν. καὶ οὐ λέγω σοι, σήμε‐ | |
15 | ρον ἀπέρχῃ, ἀλλὰ σήμερον μετ’ ἐμοῦ ἔσῃ. θάρσησον, οὐκ ἐκ‐ βληθήσῃ. μὴ φοβηθῇς τὴν φλογίνην ῥομφαίαν, δυσωπεῖται τὸν δεσπότην. ὢ μεγάλης καὶ ἀνεκδιηγήτου χάριτος. οὔπω Ἀβραὰμ ὁ πιστὸς εἰσῆλθε, καὶ ὁ λῃστὴς εἰσέρχεται. οὔπω Μωσῆς καὶ οἱ προφῆται, καὶ ὁ λῃστὴς παράνομος εἰσέρχεται. ἐθαύ‐ | |
20 | μασε καὶ πρὸ σοῦ ὁ Παῦλος εἰπών· ὅπου ἐπλεόνασεν ἡ | |
ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. οἱ βαστάσαντες τὸν καύ‐ σωνα οὔπω εἰσῆλθον, καὶ ὁ περὶ τὴν ἑνδεκάτην ὥραν εἰσ‐ ῆλθεν. μηδεὶς γογγυζέτω κατὰ τοῦ οἰκοδεσπότου, ἐπεί φησιν· ἑταῖρε οὐκ ἀδικῶσε. οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιῆσαι | 90 in vol. 2 | |
25 | ὃ βούλομαι; θέλει δικαιοπραγῆσαι ὁ λῃστής, ἀλλὰ προλαμβάνει ὁ θάνατος. οὐ τὸ ἔργον περιμένω μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἀπεδεξάμην. ἦλθον ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἦλθον ποιμᾶναι ἐν τοῖς κήποις. πρόβατον εὗρον ἀπολωλός, ἀλλ’ ἐπὶ τοὺς ὤμους μου τοῦτο λαμβάνω. πιστεύει γάρ, ἐπειδὴ καὶ | |
30 | αὐτὸς εἶπεν· ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. μνήσθητί μου κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. | |
13.32 | Προανεφώνησα ἐν ᾄσμασι περὶ τούτου τοῦ κήπου πρὸς τὴν ἐμὴν νύμφην, καὶ ταῦτα εἶπον πρὸς αὐτήν· εἰσῆλ‐ θον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἦν δέ, ὅπου ἐσταυρώθη, κῆπος. καὶ τί λαμβάνεις ἐκεῖθεν; ἐτρύγησα | |
5 | σμύρναν μου, οἶνον ἐσμυρνισμένον πιὼν καὶ τὸ ὄξος, ἅτινα λαβὼν εἶπε τετέλεσται. πεπλήρωται γὰρ τὸ μυστήριον, πεπλήρωται τὰ γεγραμμένα, ἐλύθησαν αἱ ἁμαρτίαι. Χριστὸς γὰρ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιή‐ | |
10 | του, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τρά‐ γων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος. εἰ γὰρ τὸ αἷμα ταύ‐ ρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοι‐ νωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ | |
15 | μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ; καὶ πάλιν· ἔχοντες οὖν, ἀδελ‐ φοί, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ κατα‐ πετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ. Καὶ ἐπειδὴ ἡ σὰρξ | |
αὐτοῦ τὸ καταπέτασμα ἠτιμάσθη, διὰ τοῦτο τὸ καταπέτασμα | 92 in vol. 2 | |
20 | τοῦ ναοῦ τὸ τυπικὸν διεῤῥήξατο, καθὼς γέγραπται· καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω, οὐδὲ γὰρ ὀλίγον αὐτοῦ περιελείφθη. ἐπειδὴ γὰρ ὁ δε‐ σπότης εἶπεν, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὁ οἶκος περιεῤῥήξατο. | |
13.33 | Ὑπέμεινε δὲ ταῦτα ὁ σωτὴρ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. ἐχθροὶ γὰρ ἦμεν θεοῦ δι’ ἁμαρτίας, καὶ ὥρισεν ὁ θεὸς τὸν ἁμαρτά‐ νοντα ἀποθνήσκειν. ἔδει οὖν ἓν ἐκ τῶν δύο γενέσθαι, ἢ | |
5 | ἀληθεύοντα θεὸν πάντας ἀνελεῖν, ἢ φιλανθρωπευόμενον παρα‐ λύσαι τὴν ἀπόφασιν. Ἀλλὰ βλέπε θεοῦ σοφίαν. ἐτήρησεν καὶ τῇ ἀποφάσει τὴν ἀλήθειαν καὶ τῇ φιλανθρωπίᾳ τὴν ἐνέργειαν. ἀνέλαβε Χριστὸς τὰς ἁμαρτίας ἐν τῷ σώματι ἐπὶ τὸ ξύλον, ἵνα | |
10 | διὰ τοῦ θανάτου αὐτοῦ ταῖς ἁμαρτίαις ἡμεῖς ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν. οὐ μικρὸς ἦν ὁ ὑπεραποθνήσκων ἡμῶν. οὐκ ἦν πρόβατον αἰσθητόν, οὐκ ἦν ψιλὸς ἄνθρωπος, οὐκ ἦν ἄγγελος μόνον, ἀλλὰ θεὸς ἐνανθρωπήσας. οὐ τοσαύτη ἦν τῶν ἁμαρτωλῶν ἡ ἀνομία, ὅση τοῦ ὑπεραποθνήσκοντος ἡ | |
15 | δικαιοσύνη. οὐ τοσοῦτον ἡμάρτομεν, ὅσον ἐδικαιοπράγησεν ὁ τὴν ψυχὴν ὑπὲρ ἡμῶν τεθεικώς, ὁ τεθεικὼς ὅτε ἠθέλησεν καὶ πάλιν λαβὼν ὅτε ἠθέλησεν. Καὶ θέλεις γνῶναι ὅτι οὐ βιοσφαγῶς ἀπέθετο τὴν ζωήν, οὐδὲ ἀκουσίως παρέδωκε τὸ πνεῦμα; προσεφώνει τῷ πατρὶ | |
20 | λέγων· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. παρατίθεμαι, ἵνα πάλιν αὐτὸ λάβω. καὶ ταῦτα εἰπὼν ἀφῆκε τὸ πνεῦμα, ἀλλ’ οὐκ ἐπὶ πολλῷ τῷ χρόνῳ, ταχέως γὰρ ἐκ νεκρῶν ἀνέστη πάλιν. | |
13.34 | Ἐξέλιπεν ὁ ἥλιος, διὰ τὸν τῆς δικαιοσύνης ἥλιον. πέτραι ἐσχίσθησαν, διὰ τὴν νοητὴν πέτραν. μνήματα ἠνεῴ‐ χθη καὶ νεκροὶ ἀνέστησαν, διὰ τὸν ἐν νεκροῖς ἐλεύθερον. ἐξα‐ πέστειλε δεσμίους αὐτοῦ ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. μὴ | |
5 | τοίνυν ἐπαισχύνου τὸν ἐσταυρωμένον, ἀλλὰ παῤῥησιάζου λέγων | |
καὶ αὐτός· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. μὴ ἀχαριστή‐ σωμεν τῷ εὐεργέτῃ. καὶ πάλιν· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς τα‐ | 94 in vol. 2 | |
10 | φῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. διὰ τοῦτο σαφῶς λέγει ὁ Παῦλος· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς. | |
13.35 | Ζητοῦμεν δὲ γνῶναι σαφῶς ποῦ τέθαπται. χειρο‐ ποίητος ἄρα ὁ τάφος; ἆρα κατὰ τοὺς τῶν βασιλέων τάφους ὑπερανέχει τῆς γῆς; ἐκ λίθων γεγένηται τὸ μνῆμα συγκειμένων; καὶ τούτῳ τί ἐπιτίθεται; εἴπατε ἡμῖν, ὦ προφῆται, καὶ τοῦ | |
5 | τάφου τὴν ἀκρίβειαν, ποῦ τίθεται, καὶ ποῦ αὐτὸν ζητήσο‐ μεν; Οἱ δέ φασιν· ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε, ἐμβλέψατε καὶ ἴδετε. ἔχεις ἐν εὐαγγελίοις· ἐν μνήματι λαξευτῷ, ὃ ἦν λελατομημένον ἐκ πέτρας. καὶ τί γί‐ νεται; ποταπὴ τοῦ μνήματος ἡ θύρα; πάλιν προφήτης ἄλλος | |
10 | λέγει· ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἔθηκαν λίθον ἐπ’ ἐμοί. ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὁ ἐκλεκτός, ὁ ἔντιμος, ἐν‐ δοτέρῳ λίθου κεῖμαι πρὸς ὀλίγον χρόνον, λίθος προσκόμμα‐ τος Ἰουδαίοις, καὶ σωτήριος τοῖς πιστεύουσιν. ἐνεφυτεύθη τοίνυν τὸ ξύλον τῆς ζωῆς ἐν τῇ γῇ, ἵνα ἀπολαύσῃ τῆς εὐλο‐ | |
15 | γίας ἡ καταραθεῖσα γῆ καὶ ἵνα λυθῶσιν οἱ νεκροί. | |
13.36 | Μὴ τοίνυν ἐπαισχυνθῶμεν ὁμολογῆσαι τὸν ἐσταυ‐ ρωμένον. ἐπὶ μετώπου μετὰ παῤῥησίας δακτύλοις ἡ σφραγὶς καὶ ἐπὶ πάντων ὁ σταυρὸς γινέσθω, ἐπὶ ἄρτων βιβρωσκομένων καὶ ἐπὶ ποτηρίων πινομένων, ἐν εἰσόδοις, ἐν ἐξόδοις, πρὸ | |
5 | τοῦ ὕπνου, κοιταζομένοις καὶ διανισταμένοις, ὁδεύουσι καὶ ἠρεμοῦσι. μέγα τὸ φυλακτήριον, δωρεὰν διὰ τοὺς πένητας, χωρὶς καμάτου διὰ τοὺς ἀσθενεῖς, ἐπειδὴ καὶ παρὰ θεοῦ ἡ χάρις, σημεῖον πιστῶν καὶ φόβος δαιμόνων. ἐθριάμβευσε γὰρ αὐτοὺς ἐν αὐτῷ, δειγματίσας ἐν παῤῥησίᾳ. ὅταν γὰρ ἴδωσι | 96 in vol. 2 |
10 | τὸν σταυρόν, ὑπομιμνήσκονται τοῦ ἐσταυρωμένου. φοβοῦνται τὸν συντρίψαντα τὰς κεφαλὰς τοῦ δράκοντος. μὴ διὰ τὸ δω‐ ρημαῖον καταφρόνει τῆς σφραγίδος, ἀλλὰ διὰ τοῦτο μᾶλλον τίμησον τὸν εὐεργέτην. | |
13.37 | Καὶ ἐὰν εἰς συζήτησίν ποτε ἐμπέσῃς καὶ μὴ τοὺς λόγους τῆς ἀποδείξεως ἔχῃς, ἡ πίστις ἑδραία μενέτω παρὰ σοί. μᾶλλον δὲ πολυμαθὴς γενόμενος Ἰουδαίους ἐπιστόμιζε ἐκ τῶν προφητῶν καὶ ἕλληνας ἐκ τῶν παρ’ αὐτοῖς μυθολογουμένων. | |
5 | αὐτοὶ κεκεραυνωμένους προσκυνοῦσιν. κεραυνὸς δὲ ἐξ οὐρα‐ νῶν ἐρχόμενος οὐκ ἀκρίτως ἔρχεται. εἰ ἐκεῖνοι τοὺς κεραυνω‐ θέντας θεομισεῖς προσκυνοῦντες οὐκ αἰσχύνονται, σὺ τὸν θεοφιλῆ καὶ υἱὸν θεοῦ τὸν ἐσταυρωμένον ὑπὲρ σοῦ προσκυ‐ νεῖν αἰσχύνῃ; | |
10 | Αἰδοῦμαι λέγειν τὰ περὶ τῶν λεγομένων θεῶν αὐτῶν, καὶ καταλιμπάνω διὰ τὴν ὥραν, οἱ δὲ εἰδότες λεγέτωσαν. ἐπιστο‐ μιζέσθωσαν δὲ καὶ αἱρετικοὶ πάντες. ἐάν τις εἴπῃ ὅτι δόκῃ‐ σις ὁ σταυρός, ἀποστράφηθι. μίσησον τοὺς λέγοντας, ὅτι κατὰ φαντασίαν ἐσταυρώθη. εἰ γὰρ κατὰ φαντασίαν ἐσταυρώθη, ἐκ | |
15 | σταυροῦ δὲ ἡ σωτηρία, καὶ ἡ σωτηρία φαντασία. εἰ φαντασία ὁ σταυρός, φαντασία καὶ ἡ ἀνάστασις. εἰ δὲ Χριστὸς οὐκ ἐγή‐ γερται, ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν. εἰ φαντασία ὁ σταυ‐ ρός, φαντασία καὶ ἡ ἀνάληψις. καὶ εἰ φαντασία ἡ ἀνάληψις, φαντασία ἄρα καὶ ἡ δευτέρα κάθοδος, καὶ πάντα λοιπὸν ἀνυ‐ | |
20 | πόστατα. | |
13.38 | Λάμβανε οὖν πρῶτον ἀῤῥαγὲς θεμέλιον τὸν σταυ‐ ρὸν καὶ ἐποικοδόμει τὰ λοιπὰ τῆς πίστεως. μὴ ἀρνήσῃ τὸν ἐσταυρωμένον. ἐὰν γὰρ ἀρνήσῃ, πολλοὺς ἔχεις τοὺς ἐλέγχοντας. | |
Ἰούδας ἐλέγξει σε πρῶτος ὁ προδότης. ὁ γὰρ προδοὺς οἶδεν | 98 in vol. 2 | |
5 | ὅτι ὑπὸ ἀρχιερέων καὶ πρεσβυτέρων κατεκρίθη πρὸς θάνατον. μαρτυρεῖ τὰ τριάκοντα ἀργύρια. μαρτυρεῖ τὸ Γεθσημανῆ, ἔνθα ἡ προδοσία γέγονεν. οὔπω λέγω τὸ ὄρος τῶν ἐλαιῶν, ἐν ᾧ προσεύχοντο παρόντες ἐν νυκτί. μαρτυρεῖ ἡ ἐν νυκτὶ σελήνη. μαρτυρεῖ ἡ ἡμέρα καὶ ὁ ἥλιος ἐκλείπων. οὐ γὰρ ἔφερεν ὁρᾶν | |
10 | τὸ παράνομον τῶν ἐπιβουλευόντων. ἐλέγχει σε τὸ πῦρ, ᾧ παρεστὼς ἐθερμαίνετο ὁ Πέτρος. ἐὰν ἀρνήσῃ τὸν σταυρόν, μένει σε τὸ πῦρ τὸ αἰώνιον. σκληρὰ λέγω, ἵνα μὴ σκληρῶν πειραθῇς. μνημόνευε τῶν ἐν Γεθσημανῆ μαχαιρῶν ἐλθουσῶν ἐπ’ αὐτόν, ἵνα μὴ ῥομφαίας πειρασθῇς αἰωνίου. ἐλέγξει σε | |
15 | ἡ οἰκία Καϊάφα διὰ τῆς νῦν ἐρημίας δεικνύουσα τοῦ κριθέντος ἐκεῖ τότε τὴν δύναμιν. Ἀντικαταστήσεταί σοι ἐν ἡμέρᾳ κρίσεως καὶ αὐτὸς Καϊά‐ φας. ἀντικαταστήσεταί σοι καὶ ὁ ὑπηρέτης ὁ ῥάπισμα δοὺς τῷ Ἰησοῦ, καὶ οἱ δήσαντες καὶ ἀπαγαγόντες. ἀντικαταστή‐ | |
20 | σεταί σοι καὶ Ἡρώδης καὶ Πιλάτος μονονουχὶ λέγοντες· τί ἀρνῇ τὸν ἐφ’ ἡμῶν ὑπὸ Ἰουδαίων συκοφαντηθέντα, ὃν ᾔδει‐ | |
μεν ἡμεῖς μηδὲν ἁμαρτήσαντα; ἐγὼ γὰρ Πιλάτος ἀπενιψάμην τότε τὰς χεῖρας. ἀντικαταστήσονται οἱ ψευδομάρτυρες, καὶ οἱ στρατιῶται οἱ τὸ πορφυροῦν ἱμάτιον περιβαλόντες καὶ τὸν | 100 in vol. 2 | |
25 | ἀκάνθινον στέφανον ἐπιθέντες καὶ ἐν τῷ Γολγοθᾷ σταυρώ‐ σαντες καὶ περὶ τοῦ χιτῶνος λαχόντες. ἐλέγξει σε Σίμων ὁ κυρηναῖος ὁ τὸν σταυρὸν φέρων ὀπίσω τοῦ Ἰησοῦ. | |
13.39 | Ἐλέγξει σε ἀπὸ μὲν ἄστρων ὁ ἐκλείπων ἥλιος, ἀπὸ δὲ τῶν ἐπὶ γῆς ὁ ἐσμυρνισμένος οἶνος, ἀπὸ καλάμων ὁ κάλα‐ μος, ἀπὸ βοτανῶν τὸ ὕσσωπον, ἀπὸ τῶν θαλασσίων ὁ σπόγ‐ γος, ἀπὸ δένδρων τοῦ σταυροῦ τὸ ξύλον. οἱ στρατιῶται, καθὼς | |
5 | εἴρηται, οἱ καθηλώσαντες καὶ λαχόντες περὶ τῶν ἱματίων, ὁ στρατιώτης ὁ τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἀνοίξας, αἱ γυναῖ‐ κες αἱ τότε παροῦσαι. τὸ καταπέτασμα τοῦ ναοῦ τὸ τότε διαῤῥαγέν. τὸ Πιλάτου πραιτώριον τὸ τῇ δυνάμει τοῦ τότε σταυρωθέντος νῦν ἠρημωμένον. ὁ Γολγοθᾶς οὗτος ὁ ἅγιος ὁ | |
10 | ὑπερανεστὼς καὶ μέχρι σήμερον φαινόμενος καὶ δεικνύων μέχρι νῦν ὅπως διὰ Χριστὸν αἱ πέτραι τότε ἐῤῥάγησαν. τὸ μνῆμα τὸ πλησίον, ὅπου ἐτέθη, καὶ ὁ ἐπιτεθεὶς τῇ θύρᾳ λί‐ θος ὁ μέχρι σήμερον παρὰ τῷ μνημείῳ κείμενος. ἄγγελοι οἱ τότε παρόντες. γυναῖκες αἱ προσκυνήσασαι μετὰ τὴν ἀνάστασιν. | |
15 | Πέτρος καὶ Ἰωάννης οἱ ἐπὶ τὸ μνῆμα δραμόντες, καὶ Θωμᾶς ὁ βαλὼν τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ καὶ τοὺς δακτύλους εἰς τοὺς τύπους τῶν ἥλων. ὑπὲρ γὰρ ἡμῶν κἀκεῖνος ἀκριβῶς ἐψηλάφησεν, καὶ ὅπερ σὺ ἔμελλες ὁ τότε μὴ παρὼν ζητεῖν, τοῦτο ἐκεῖνος παρὼν κατ’ οἰκονομίαν ἐζήτησεν. | |
13.40 | Ἔχεις δώδεκα ἀποστόλους τοῦ σταυροῦ μάρτυρας καὶ τὴν οἰκουμένην καὶ τὸν κόσμον τῶν εἰς τὸν ἐσταυρωμένον πι‐ στευόντων ἀνθρώπων. αὐτὸ τοῦτό σε νῦν παρεῖναι πειθέτω σε τοῦ σταυρωθέντος τὴν δύναμιν. τίς γάρ σε νῦν συνήγαγεν; | |
5 | ποῖοι στρατιῶται; ποίοις δεσμοῖς ἠναγκάσθης; ποία καταδίκη | |
σε νῦν κατέπειξεν; ἀλλὰ τὸ τρόπαιον Ἰησοῦ τὸ σωτήριον, ὁ σταυρός, πάντας συνήγαγεν. τοῦτο Πέρσας ἐδουλαγώγησε καὶ Σκύθας ἡμέρωσε, τοῦτο τοῖς Αἰγυπτίοις ἀντὶ αἰλούρων καὶ κυνῶν καὶ τῆς πολυσχιδοῦς πλάνης τὴν θεογνωσίαν ἐχα‐ | 102 in vol. 2 | |
10 | ρίσατο. τοῦτο μέχρι σήμερον θεραπεύει νόσους. τοῦτο μέχρι σήμερον δαίμονας ἀπελαύνει, φαρμάκων τε καὶ ἐπαοιδῶν ἀνα‐ τρέπει γοητείας. | |
13.41 | Τοῦτο μετὰ τοῦ Ἰησοῦ φαίνεσθαι μέλλει πάλιν ἐξ οὐρανοῦ. προηγήσεται γὰρ τοῦ βασιλέως τὸ τρόπαιον, ἵνα ἰδόντες ὃν ἐξεκέντησαν καὶ ἐκ τοῦ σταυροῦ γνόντες τὸν ἠτι‐ μασμένον οἱ μὲν μετανοήσαντες Ἰουδαῖοι κόψωνται (ἀλλ’ | |
5 | ἐκεῖνοι μὲν κόψονται φυλαὶ κατὰ φυλάς· τότε γὰρ μετανοή‐ σουσιν, ὅτε οὐκ ἔστιν αὐτοῖς μετανοίας καιρός), ἡμεῖς δὲ καυχησώμεθα ἐναβρυνόμενοι τῷ σταυρῷ, προσκυνοῦντες τὸν ἀποσταλέντα κύριον καὶ ὑπὲρ ἡμῶν σταυρωθέντα, προσ‐ κυνοῦντες καὶ τὸν ἀποστείλαντα πατέρα θεὸν σὺν ἁγίῳ | |
10 | πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 104 in vol. 2 |
14t | Κατήχησις τεσσαρακαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς | |
5 | οὐρανούς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πατρός. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης· γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. καὶ ἑξῆς· ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. καὶ τὰ ἑξῆς. | |
14.1 | Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Ἰησοῦν· ἐγήγερται γάρ. χαίρετε πάντες ὅσοι πρό‐ τερον ἐπενθήσατε τὰς Ἰουδαίων τόλμας τε καὶ παρανομίας ἀκούσαντες· ὁ γὰρ ὑβρισθεὶς ὑπ’ αὐτῶν ἐνταῦθα πάλιν ἠγέρθη. | |
5 | καὶ ὥσπερ ἡ κατὰ τὸν σταυρὸν ἀκρόασις λυπηρά τις ἦν, οὕ‐ τως ὁ περὶ τῆς ἀναστάσεως εὐαγγελισμὸς εὐφραινέτω τοὺς παρόντας. τὸ πένθος εἰς εὐφροσύνην σταφήτω καὶ ὁ κοπετὸς εἰς χαράν, καὶ πλησθήτω χαρᾶς καὶ εὐφροσύνης τὸ στόμα ἡμῶν διὰ τὸν μετὰ τὴν ἀνάστασιν εἰπόντα Χαίρετε. οἶδα γὰρ τῶν | |
10 | φιλοχρίστων ἐν ταῖς παρελθούσαις ἡμέραις τὴν λύπην· ἐπειδὴ τῶν λεγομένων καταληξάντων μὲν εἰς τὸν θάνατον καὶ τὴν ταφήν, τὴν δὲ ἀνάστασιν μὴ εὐαγγελισαμένων, ἐκκρεμὴς ἦν | |
διάνοια πρὸς τὸ ἀκοῦσαι τὸ ποθούμενον. ἐγήγερται τοίνυν ὁ νεκρός, ὁ ἐν νεκροῖς ἐλεύθερος καὶ νεκρῶν ἐλευθερωτής. ὁ | 106 in vol. 2 | |
15 | κατὰ ἀτιμίαν δι’ ὑπομονῆς τὸν στέφανον τῶν ἀκανθῶν περι‐ δεδεμένος οὗτος ἀναστὰς τὸ διάδημα τῆς κατὰ τοῦ θανάτου νίκης διεδήσατο. | |
14.2 | Ἀλλ’ ὥσπερ τὰς περὶ τοῦ σταυροῦ αὐτοῦ μαρτυρίας παρεθέμεθα, οὕτω φέρε καὶ νῦν τὰς περὶ τῆς ἀναστάσεως ἀποδείξεις πιστοποιησώμεθα. ἐπειδὴ ὁ παρὼν ἀπόστολός φησιν· ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. | |
5 | ἀποστόλου τοίνυν εἰς τὰς μαρτυρίας τῶν γραφῶν ἡμᾶς ἀνα‐ πέμψαντος καλόν ἐστιν ἡμᾶς ἐπιγνῶναι τῆς ἡμετέρας σωτηρίας τὴν ἐλπίδα, καὶ μαθεῖν πρῶτον, εἰ αἱ θεῖαι γραφαὶ λέγουσιν ἡμῖν τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, πότερον ἐν θέρει ἢ ἐν φθινοπώρῳ γίνεται ἢ καὶ μετὰ χειμῶνα, καὶ ἐκ ποίων | |
10 | τόπων ὁ σωτὴρ ἐγήγερται, καὶ τί τὸ ὄνομα τοῦ τόπου τῆς ἀναστάσεως ἐν τοῖς θαυμασίοις προφήταις ἀνηγόρευται, καὶ εἰ γυναῖκες αἱ ζητοῦσαι αὐτὸν καὶ μὴ εὑροῦσαι πάλιν εὑροῦ‐ σαι χαίρουσιν, ἵνα τῶν εὐαγγελίων ἀναγινωσκομένων μὴ μῦθοι μηδὲ ῥαψῳδίαι νομίζωνται τῶν ἁγίων εὐαγγελίων αἱ διη‐ | |
15 | γήσεις. | |
14.3 | Ὅτι μὲν οὖν ἐτάφη ὁ σωτήρ, ἀκήκοατε σαφῶς ἐν τῇ προτέρᾳ διαλέξει τοῦ Ἡσαΐου λέγοντος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ (εἰρηνοποίησε γὰρ ἐν τῇ ταφῇ αὐτοῦ οὐρανὸν καὶ τὴν γῆν, τοὺς ἁμαρτωλοὺς προσάγων τῷ θεῷ), καὶ ὅτι | |
5 | ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. καὶ ἡ προφητεία τοῦ Ἰακὼβ λέγουσα ἐν ταῖς γραφαῖς· ἀναπε‐ σὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; καὶ τὸ ἐν ἀριθμοῖς παραπλήσιον· κατακλιθεὶς ἀνεπαύσατο ὡς | |
10 | λέων καὶ ὡς σκύμνος. καὶ τοῦ ψαλμοῦ λέγοντος ἠκούσατε πολ‐ λάκις· καὶ εἰς χοῦν θανάτου κατήγαγές με. καὶ τὸν τόπον δὲ ἐπεσημειωσάμεθα ἐν τῷ λέγειν ἐμβλέψατε εἰς τὴν πέτραν ἣν ἐλατομήσατε. λοιπὸν δὲ περὶ αὐτῆς τῆς ἀναστάσεως αὐτοῦ παρακολουθείτωσαν ἡμῖν αἱ μαρτυρίαι. | 108 in vol. 2 |
14.4 | Λέγει τοίνυν πρῶτον ἐν τῷ ἑνδεκάτῳ ψαλμῷ· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. ἀλλ’ ἔτι τοῦτο παρά τισιν ἀμ‐ φίβολον τυγχάνει. πολλάκις γὰρ καὶ εἰς ὀργὴν ἐγείρεται πρὸς | |
5 | τὸ λαβεῖν ἐκδίκησιν παρὰ τῶν ἐχθρῶν. Ἐλθὲ τοίνυν ἐπὶ τὸν πεντεκαιδέκατον ψαλμὸν λέγοντα σαφῶς· φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. καὶ μετὰ ταῦτα· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· | |
10 | ἐπειδὴ ἐμὲ παραιτησάμενοι βασιλέα ἑαυτῶν ἐπέγραψαν τὸν Καίσαρα. καὶ τὰ ἑξῆς· προωρώμην τὸν κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. καὶ μετ’ ὀλίγον· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. καὶ μετὰ ταῦτα σαφέστατα λέγει· ὅτι οὐκ ἐγκαταλείψεις τὴν | |
15 | ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια‐ φθοράν. οὐκ εἶπεν οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν θάνατον, ἐπεὶ οὐκ ἀπέθνησκεν, ἀλλὰ τὴν μὲν διαφθοράν, φησίν, οὐ βλέπω, ἐν δὲ τῷ θανάτῳ οὐκ ἀπομενῶ. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. ἰδοὺ σαφῶς μετὰ τὸν θάνατον ζωὴ κηρύσσεται. | |
20 | Ἐλθὲ καὶ ἐπὶ τὸν εἰκοστὸν ἔννατον ψαλμόν. ὑψώσω σε κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. τί τὸ γενόμενον; ἐξ ἐχθρῶν ἐῤῥύσθης; ἢ μέλλων τύπτεσθαι ἀπηλλάγης; αὐτὸς σαφέστατα λέγει· κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἐκεῖ λέγει οὐκ ἐγκαταλείψεις, προ‐ | |
25 | φητικῶς, καὶ ὧδε λέγει τὸ μέλλον γίνεσθαι ὡς γεγενημένον, ὅτι ἀνήγαγες, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. ἐν ποίῳ καιρῷ τὸ ἐσόμενον; τὸ ἑσπέρας αὐλισθήσεται κλαυ‐ θμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. ὀψὲ γὰρ τῶν μαθητῶν ἦν | |
τὸ πένθος, καὶ πρωὶ τῆς ἀναστάσεως ἡ εὐφροσύνη. | 110 in vol. 2 | |
14.5 | Θέλεις γνῶναι καὶ τὸν τόπον; λέγει πάλιν ἐν ᾄσμασιν· εἰς κῆπον καρύας κατέβην. κῆπος γὰρ ἦν ὅπου ἐσταυρώθη. εἰ γὰρ καὶ τὰ μάλιστα νῦν βασιλικαῖς δωρεαῖς ἐφαιδρύνθη, ἀλλὰ κῆπος ἦν πρότερον, καὶ τὰ σύμβολα τούτου μένει καὶ | |
5 | τὰ λείψανα. κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη ὑπὸ τῶν Ἰουδαίων τῶν λεγόντων· ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον. καὶ ἑξῆς· οἱ δὲ πορευθέντες ἠσφα‐ λίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστω‐ | |
10 | δίας. πρὸς οὓς καλῶς ἀποτεινόμενός τις εἶπε· καὶ εἰς ἀνά‐ παυσιν αὐτοὺς κρινεῖς. τίς δέ ἐστιν ἡ πηγὴ ἡ ἐσφραγισμένη; ἢ τίς ἑρμηνεύεται πηγὴ φρέατος ὕδατος ζῶντος; αὐτός ἐστιν ὁ σωτήρ, περὶ οὗ γέγραπται· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. | |
14.6 | Ἀλλὰ τί λέγει τοῖς μαθηταῖς ὁ Σοφονίας ἐκ προσώ‐ που τοῦ Χριστοῦ; ἑτοιμάζου, ὄρθριζε, διέφθαρ‐ ται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν, τῶν Ἰουδαίων δηλον‐ ότι, παρ’ οἷς οὐ καταλέλειπται βότρυς σωτηρίας, ἀλλ’ οὐδὲ | |
5 | ἐπιφυλλίς. ἐκκόπτεται γὰρ ἡ ἄμπελος αὐτῶν. βλέπε πῶς λέγει πρὸς τοὺς μαθητάς· ἑτοιμάζου, ὄρθρισον· ὄρθρου προσδόκα τὴν ἀνάστασιν. Καὶ ἑξῆς κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῆς γραφῆς φησι· διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέ‐ | |
10 | ραν ἀναστάσεώς μου εἰς μαρτύριον. βλέπεις ὅτι καὶ | |
τὸν τόπον τῆς ἀναστάσεως προεῖδεν ὁ προφήτης μαρτύριον ἐπικληθησόμενον; τίνι γὰρ τῷ λόγῳ μὴ κατὰ τὰς λοιπὰς ἐκκλη‐ σίας ὁ τοῦ Γολγοθᾶ καὶ τῆς ἀναστάσεως οὗτος ὁ τόπος ἐκκλη‐ σία καλεῖται, ἀλλὰ μαρτύριον; ἀλλ’ ἴσως διὰ τὸν προφήτην | 112 in vol. 2 | |
15 | τὸν εἰπόντα· εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. | |
14.7 | Καὶ τίς ἐστιν ἄρα οὗτος; καὶ τί τὸ σημεῖον τοῦ ἀνισταμέ‐ νου; σαφῶς ἐν τοῖς ἑξῆς ἐν τῇ αὐτῇ ἀκολουθίᾳ τοῦ προφήτου φησίν· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν (ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἀποσταλέντος τοῦ ἁγίου πνεύ‐ | |
5 | ματος ἐδόθη χάρις γλωσσῶν) πρὸς τὸ δουλεύειν τῷ κυ‐ ρίῳ ὑπὸ ζυγὸν ἕνα. καὶ τί ἄλλο σύμβολον ἐν τῷ αὐτῷ πρόσκειται προφήτῃ τοῦ δουλεύειν κυρίῳ ὑπὸ ζυγὸν ἕνα; ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσί μοι θυσίας. οἶδας τὸ γεγραμμένον ἐν ταῖς πράξεσιν, ὅτε ἦλθεν | |
10 | αἰθίοψ εὐνοῦχος ἐκ περάτων ποταμῶν Αἰθιοπίας. Ὅταν τοί‐ νυν καὶ τὸν καιρόν, καὶ τοῦ τόπου τὸ ἰδίωμα, ὅταν καὶ τὰ μετὰ τὴν ἀνάστασιν σημεῖα λέγωσιν αἱ γραφαί, πιστοποιοῦ λοιπὸν εἰς τὴν ἀνάστασιν, καὶ μηδείς σε σαλευέτω ἀπὸ τοῦ ὁμολογεῖν Χριστὸν ἐκ νεκρῶν ἐγηγερμένον. | |
14.8 | Λάμβανε δὴ καὶ ἄλλην μαρτυρίαν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ, Χριστοῦ λέγοντος ἐν προφήταις (αὐτὸς γὰρ ὁ λαλῶν τότε ὕστερον παρεγένετο)· κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐξέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. καὶ μετ’ | |
5 | ὀλίγα· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύ‐ θερος. οὐκ εἶπεν ἐγενήθην ἄνθρωπος ἀβοήθητος, ἀλλ’ ὡσεὶ ἄνθρωπος ἀβοήθητος. καὶ γὰρ ἐσταυρώθη οὐκ ἐξ ἀσθενείας, ἀλλ’ ἑκουσίως, καὶ οὐκ ἐξ ἀσθενείας ἀκουσίου ἦν ὁ θάνατος. προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. καὶ τί | |
10 | τὸ σύσσημον; ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ. πεφεύ‐ γασι γὰρ οἱ μαθηταί. μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια; εἶτα μετ’ ὀλίγα· καὶ ἐγώ, κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. βλέπεις πῶς δηλοῦσι καὶ τὸν καιρὸν τῆς ὥρας καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως; | 114 in vol. 2 |
14.9 | Καὶ πόθεν ἐγήγερται ὁ σωτήρ; λέγει ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καὶ ἐν τοῖς ἑξῆς· ἐν σκέπῃ τῆς πέτρας. σκέπην τῆς πέτρας εἶπε τὴν τότε πρὸ τῆς θύρας τοῦ σωτηρίου μνήματος οὖσαν σκέπην, | |
5 | καὶ ἐξ αὐτῆς τῆς πέτρας, καθὼς σύνηθες ἐνταῦθα γίνεσθαι πρὸ τῶν μνημάτων, λελαξευμένην. νῦν γὰρ οὐ φαίνεται, ἐπειδὴ τότε ἐξεκολάφθη τὸ προσκέπασμα διὰ τὴν παροῦσαν εὐκο‐ σμίαν. πρὸ γὰρ τῆς ἐκ βασιλικῆς φιλοτιμίας κατασκευῆς τοῦ μνήματος σκέπη ἦν ἔμπροσθεν τῆς πέτρας. | |
10 | Ἀλλὰ ποῦ ἐστιν ἡ πέτρα ἡ ἔχουσα τὴν σκέπην; ἆρα περὶ τὰ μέσα τῆς πόλεως κεῖται, ἢ περὶ τὰ τείχη καὶ τὰ τελευταῖα; καὶ πότερον ἐν τοῖς ἀρχαίοις τείχεσίν ἐστιν, ἢ τοῖς ὕστερον γενομένοις προτειχίσμασιν; λέγει τοίνυν ἐν τοῖς ᾄσμασιν· ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. | |
14.10 | Ποίῳ καιρῷ ἐγείρεται ὁ σωτήρ; ἆρα θέρους ὁ καιρὸς ἢ ἄλλος; ἐν αὐτοῖς τοῖς ᾄσμασιν ἀνωτέρω τῶν εἰρημένων εὐ‐ θὺς λέγει· ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ καὶ ἐπορεύθη, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθα‐ | |
5 | σεν. ἆρα οὐχὶ νῦν ἡ γῆ ἀνθῶν πλήρης καὶ τέμνουσι τὰς ἀμ‐ πέλους; ὁρᾷς ὅπως καὶ τὸν χειμῶνα εἶπε λοιπὸν παρελθόντα. | |
ξανθικοῦ γὰρ τούτου τοῦ μηνὸς ἐνεστῶτος ἔαρ ἐστὶ λοιπόν. ὁ δὲ καιρός ἐστιν οὗτος ὁ μὴν ὁ παρ’ Ἑβραίοις πρῶτος, ἐν ᾧ ἡ ἑορτὴ τοῦ πάσχα τοῦ πρότερον τυπικοῦ, νῦν δὲ ἀλη‐ | 116 in vol. 2 | |
10 | θινοῦ. Οὗτος ὁ καιρὸς τῆς τοῦ κόσμου δημιουργίας. τότε γὰρ εἶπεν ὁ θεός· ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρ‐ μα κατὰ γένος καὶ καθ’ ὁμοιότητα. καὶ νῦν, ὡς ὁρᾷς, λοιπὸν πᾶσα βοτάνη σπερματίζει. καὶ ὥσπερ τότε ὁ θεὸς ποιήσας | |
15 | ἥλιον καὶ σελήνην ἰσημερινοὺς αὐτοῖς ἐχαρίσατο δρόμους, οὕτως καὶ πρὸ ὀλίγων ἡμερῶν ἰσημερίας ἦν ὁ καιρός. τότε εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. καὶ τὸ μὲν κατ’ εἰκόνα ἔλαβε, τὸ δὲ καθ’ ὁμοιότητα διὰ τὴν παρακοὴν ἠμαύρωσεν. ἐν τῷ καιρῷ οὖν | |
20 | ᾧ ἀπώλεσε τοῦτο, ἐν τούτῳ καὶ διόρθωσις ἐγένετο. ὅτε ὁ κατασκευασθεὶς ἄνθρωπος παρακούσας ἐξεβλήθη τοῦ παρα‐ δείσου, τότε ὁ πιστεύσας ὑπακούσας εἰσηνέχθη. τότε τοίνυν γέγονεν ἡ σωτηρία, ὅτε γέγονεν ἡ ἀπόπτωσις· ὅτε τὰ ἄνθη ὤφθη καὶ ἡ τομὴ ἔφθασεν. | |
14.11 | Κῆπος ἦν ὁ τόπος τῆς ταφῆς, καὶ ἄμπελος ἡ φυτευ‐ θεῖσα καὶ ἐγώ εἰμι ἄμπελος εἴρηκεν. ἐφυτεύθη οὖν ἐν τῇ γῇ, ἵνα ἐκριζωθῇ ἡ διὰ τὸν Ἀδὰμ γενομένη κατάρα. ἀκάνθας καὶ τριβόλους κατεδικάσθη ἡ γῆ. ἀνέτειλεν ἐκ τῆς | |
5 | γῆς ἡ ἄμπελος ἡ ἀληθινή, ἵνα πληρωθῇ τὸ εἰρημένον· ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. καὶ τί μέλλει λέγειν ὁ θαπτόμενος ἐν τῷ κήπῳ; ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου. καὶ πάλιν· σμύρνα καὶ ἀλόη μετὰ πρώτων πάντων ἀρωμάτων. ταῦτα δὲ τοῦ ἐντα‐ | 118 in vol. 2 |
10 | φιασμοῦ τὰ σύμβολα. καὶ ἐν τοῖς εὐαγγελίοις εἴρηται· ἦλθον αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ ὁ Νικόδημος φέρων μίγμα σμύρνης καὶ ἀλόης. Καὶ ἑξῆς γέγραπται· ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν ἀνάστασιν. | |
15 | εἶτα ἀναστὰς εἰσῆλθε διὰ θυρῶν κεκλεισμένων, ἀλλ’ ἠπι‐ στεῖτο. ἐδόκουν γὰρ πνεῦμα θεωρεῖν. ὁ δέ, ψηλαφήσατέ με, φησί, καὶ ἴδετε. βάλλετε τοὺς δακτύλους εἰς τὸν τύπον τῶν ἥλων, ὡς ἐπεζήτει Θωμᾶς. καὶ ἔτι ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον | |
20 | ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον. βλέπεις πῶς πεπλήρωται τὸ ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. | |
14.12 | Ἀλλὰ πρὸ τοῦ εἰσελθεῖν διὰ τῶν θυρῶν κεκλεισμέ‐ νων ἐζητεῖτο ὑπὸ τῶν ἀρίστων ἐκείνων καὶ ἀνδρείων γυναικῶν, ἐζητεῖτο ὁ νυμφίος καὶ ὁ τῶν ψυχῶν θεραπευτής. ἦλθον αἱ μακά‐ ριαι ἐπὶ τὸν τάφον καὶ ἐζήτουν τὸν ἐγηγερμένον, καὶ ἔστα‐ | |
5 | ζεν αὐτῶν ἔτι τὰ δάκρυα ἐκ τῶν ὀφθαλμῶν, δέον μᾶλλον εὐ‐ φραίνεσθαι καὶ χορεύειν ἐπὶ τῷ ἀναστάντι. ἦλθεν ἡ Μαριὰμ ζητοῦσα κατὰ τὸ εὐαγγέλιον καὶ οὐχ ηὕρισκεν, καὶ μετὰ ταῦτα ἤκουσε παρὰ τῶν ἀγγέλων καὶ ὕστερον εἶδε τὸν Χριστόν. ἆρα καὶ ταῦτα γέγραπται; λέγει τοίνυν ἐν ᾄσμασι τῶν | |
10 | ἀσμάτων· ἐπὶ κοίτην μου ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. ποίῳ καιρῷ; ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Μαρία, φησίν, ἦλθεν ἔτι οὔσης σκοτίας. ἐπὶ κοίτην μου ἐζήτησα ἐν νυξίν, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. καὶ ἐν εὐαγγελίοις φησὶν ἡ Μαριάμ· ἦραν τὸν κύριόν | 120 in vol. 2 |
15 | μου καὶ οὐκ οἶδα ποῦ τέθεικαν αὐτόν. ἀλλὰ οἱ ἄγγελοι πα‐ ρόντες τότε θεραπεύουσι τὰς ἀγνωσίας. ἔλεγον γάρ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐ μόνον ἀνέστη, ἀλλὰ καὶ νεκροὺς ἔχων ἀνέστη. ἠγνόει δὲ ἐκείνη, καὶ ἔλεγεν ἐκ προσώπου αὐτῆς τὸ ᾆσμα τῶν ᾀσμάτων πρὸς τοὺς ἀγγέλους· | |
20 | μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, τουτέστι τῶν δύο ἀγγέλων, ἕως οὗ εὗρον ὃν ἠγά‐ πησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. | |
14.13 | Μετὰ γὰρ τὴν ὀπτασίαν τῶν ἀγγέλων αὐτάγγελος Ἰη‐ σοῦς ἦλθε, καί φησι τὸ εὐαγγέλιον· καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήν‐ τησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας. ἐκράτησαν αὐτόν, ἵνα πληρωθῇ τὸ κρα‐ | |
5 | τήσω αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν. ἀσθενὲς μὲν ἦν τῆς γυ‐ ναικὸς τὸ σῶμα, ἀνδρεῖον δὲ τὸ φρόνημα. ὕδωρ πολὺ οὐκ ἔσβε‐ σε τὴν ἀγάπην, οὐδὲ ποταμοὶ συνέκλυσαν. νεκρὸς ὁ ζητού‐ μενος, ἀλλ’ οὐκ ἐσβέσθη τῆς ἀναστάσεως ἡ ἐλπίς. Καὶ ὁ ἄγγελος πρὸς αὐτὰς λέγει πάλιν· μὴ φοβεῖσθε | |
10 | ὑμεῖς. οὐ λέγω τοῖς στρατιώταις τὸ μὴ φοβεῖσθε, ἀλλ’ ὑμῖν. ἐκεῖνοι φοβείσθωσαν, ἵνα πείρᾳ μαθόντες μαρτυρήσωσι καὶ εἴπωσιν· ἀληθῶς θεοῦ υἱὸς ἦν. ὑμᾶς δὲ οὐ χρὴ φοβηθῆναι. ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη, καὶ τὰ ἑξῆς. καὶ ἀναχωροῦ‐ | |
15 | σιν ἐκεῖναι μετὰ χαρᾶς ἔμφοβοι. ἆρα καὶ τοῦτο γέγραπται; λέγει τοίνυν ὁ δεύτερος ψαλμὸς ὁ τὸ πάθος τοῦ Χριστοῦ δια‐ γορεύων· δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐ‐ τῷ ἐν τρόμῳ. ἀγαλλιᾶσθε μὲν διὰ τὸν ἀναστάντα κύριον, ἐν τρόμῳ δὲ διὰ τὸν σεισμὸν καὶ τὸν ἄγγελον τὸν ὡς ἀστραπὴν | |
20 | φανέντα. | 122 in vol. 2 |
14.14 | Ἐσφράγισαν μὲν οὖν ἀρχιερεῖς καὶ φαρισαῖοι διὰ Πιλάτου τὸν τάφον, αἱ δὲ γυναῖκες ἐθεάσαντο τὸν ἀναστάντα. καὶ γινώσκων Ἡσαΐας ἀρχιερέων μὲν τὸ εὐτελές, τῶν δὲ γυ‐ ναικῶν τὸ στεῤῥὸν τῆς πίστεως, λέγει· γυναῖκες ἐρχόμεναι ἀπὸ | |
5 | θέας δεῦτε, οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. ἀρχιερεῖς ἀσυ‐ νετοῦσιν, καὶ γυναῖκες αὐτοπτοῦσιν. καὶ ἐλθόντων τῶν στρατιωτῶν πρὸς αὐτοὺς εἰς τὴν πόλιν καὶ ἀπαγγειλάντων τὰ γενόμενα εἶπον αὐτοῖς· εἴπατε ὅτι μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. καλῶς ἄρα καὶ | |
10 | τοῦτο ὡς ἐξ αὐτῶν προεῖπεν Ἡσαΐας· ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἐγήγερται ὁ ἀναστάς, καὶ διὰ δόσιν ἀργυρίου πείθουσι τοὺς στρατιώτας. ἀλλ’ οὐ πείθουσι τοὺς νῦν βασιλεῖς. οἱ τότε μὲν στρατιῶται ἀργυρίου προδεδώκασι τὴν ἀλήθειαν, οἱ δὲ | |
15 | νῦν βασιλεῖς δι’ εὐσέβειαν ἀργυρένδυτον καὶ χρυσοκόλλητον τὴν ἁγίαν ἐκκλησίαν ταύτην, ἐν ᾗ πάρεσμεν, τῆς τοῦ σωτῆ‐ ρος θεοῦ ἀναστάσεως ἐξειργάσαντο καὶ τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ λίθων τιμίων κειμηλίοις ἐφαίδρυναν. Κἂν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν | |
20 | αὐτόν. καὶ εἰ ἐκείνους πείθετε, τὴν δὲ οἰκουμένην οὐ πεί‐ θετε. διὰ τί γάρ, ὥσπερ τοῦ Πέτρου ἐξελθόντος ἐκ τῆς φυλακῆς καταδικάζονται οἱ φύλακες, οὕτω καὶ οἱ τὸν Ἰη‐ | |
σοῦν Χριστὸν τηροῦντες οὐ κατεδικάσθησαν; ἀλλ’ ἐκείνοις μὲν ἐπῆλθεν ἡ καταδίκη παρὰ Ἡρώδου, ἀπολογήσασθαι γὰρ | 124 in vol. 2 | |
25 | οὐχ εὕρισκον ἐξ ἀγνοίας, οὗτοι δέ, τὴν ἀλήθειαν ἰδόντες καὶ ταύτην κρύπτοντες διὰ τὸ ἀργύριον, ἀπὸ τῶν ἀρχιερέων διεσώζοντο. ἀλλ’ ὀλίγοι μὲν ἐπείσθησαν Ἰουδαίων τότε, ὁ κόσμος δὲ ὑπήκουσεν. οἱ κρύψαντες τὴν ἀλήθειαν κατεκρύ‐ φθησαν, καὶ οἱ καταδεξάμενοι ταύτην ἀνεφάνησαν δυνάμει τῇ | |
30 | τοῦ σωτῆρος τοῦ μὴ μόνον ἐκ νεκρῶν ἀναστάντος, ἀλλὰ καὶ μεθ’ ἑαυτοῦ τοὺς νεκροὺς ἐγείραντος. ὧν ἐκ προσώπου σαφῶς ὁ προφήτης Ὠσηέ φησιν· ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ. | |
14.15 | Ἐπειδὴ δὲ οὐ πείθουσιν αἱ θεῖαι γραφαὶ τοὺς ἀνη‐ κόους Ἰουδαίους, ἐπιλαθόμενοι δὲ πάντων τῶν γεγραμμένων ἀντιλέγουσι τῇ ἀναστάσει τοῦ Ἰησοῦ, καλὸν ἂν εἴη πρὸς αὐ‐ τοὺς οὕτως ἀντειπεῖν. τίνι τῷ λόγῳ τὸν Ἐλισσαῖον καὶ τὸν | |
5 | Ἠλίαν νεκροὺς ἐγηγερκέναι λέγοντες τῇ ἀναστάσει τοῦ ἡμετέρου σωτῆρος ἀντιλέγετε; ὅτι νῦν ἄρα ζῶντας ἐκ τῶν τότε μάρτυ‐ ρας οὐκ ἔχομεν τῶν λεγομένων; οὐκοῦν καὶ ὑμεῖς παραστή‐ σατε τῶν τότε γεγονότων μάρτυρας. ἀλλ’ ἔγγραφον ἐκεῖνο. καὶ τοῦτο ἔγγραφον. διὰ τί οὖν τὸ μὲν ἀποδέχεσθε, τὸ δὲ ἀπο‐ | |
10 | δοκιμάζετε; Ἑβραῖοι ἔγραψαν ἐκεῖνα. καὶ οἱ ἀπόστολοι πάν‐ τες Ἑβραῖοι. διὰ τί οὖν τοῖς Ἰουδαίοις ἀπιστεῖτε; Ματθαῖος ὁ γράψας τὸ εὐαγγέλιον ἑβραίδι γλώσσῃ τοῦτο ἔγραψε, καὶ Παῦλος ὁ κῆρυξ Ἑβραῖος ἐξ Ἑβραίων, καὶ οἱ δώδεκα ἀπό‐ | |
στολοι ἐξ Ἑβραίων. εἶτα δεκαπέντε ἱεροσολυμῖται ἐπίσκοποι | 126 in vol. 2 | |
15 | ἐξ Ἑβραίων κατὰ διαδοχὴν κατέστησαν. τίνι τοίνυν τῷ λόγῳ ἀποδέχεσθε μὲν τὰ οἰκεῖα, τὰ δὲ ἡμέτερα ἀποδοκιμάζετε, καὶ ταῦτα ὑπὸ τῶν παρ’ ὑμῖν Ἑβραίων γεγραμμένα; | |
14.16 | Ἀλλ’ ἀδύνατον, λέγει τις, τὸ ἀναστῆναι νεκρούς. καὶ μὴν ἤγειρεν Ἐλισσαῖος δίς, καὶ ζῶν καὶ τελευτήσας. εἶτα πι‐ στεύομεν ὅτι Ἐλισσαίου νεκροῦ ὄντος ἥψατο νεκρὸς ἐπιῤῥι‐ φεὶς καὶ ἀνέστη, Χριστὸς δὲ ἄρα ἐκ νεκρῶν οὐκ ἐγήγερται; | |
5 | ἀλλ’ Ἐλισσαίου μὲν ἐκεῖ νεκρὸς ἁψάμενος ἀνέστη καὶ αὐτὸς ὁ ἀναστήσας ἔμεινεν ὁμοίως νεκρός, ὧδε δὲ καὶ ὁ νεκρὸς ὁ ἡμέτερος καὶ πολλοὶ μηδὲ ἁψάμενοι αὐτοῦ νεκροὶ ἀνέστησαν. πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξ‐ ελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον | |
10 | εἰς τὴν ἁγίαν πόλιν (δῆλον δὲ ὅτι ταύτην, ἐν ᾗ νῦν ἐσμέν) καὶ ἐνεφανίσθησαν πολλοῖς. ἤγειρε μὲν οὖν Ἐλισσαῖος νε‐ κρόν, ἀλλ’ οὐκ ἐκράτησεν οἰκουμένης. ἤγειρεν Ἠλίας νεκρόν, ἀλλ’ οὐκ ἐν τῷ ὀνόματι Ἠλία δαίμονες ἀπελαύνονται. οὐ κακῶς λέγομεν τοὺς προφήτας, ἀλλὰ τὸν δεσπότην τὸν ἐκεί‐ | |
15 | νων μειζόνως ἀνυμνοῦμεν. οὐ γὰρ ἐκεῖνα κακίζοντες τὰ ἡμέ‐ τερα σεμνύνομεν (ἡμέτερα γὰρ κἀκεῖνα), ἀλλ’ ἐκ τῶν παρ’ αὐτοῖς τὰ ἡμέτερα πιστοποιοῦμεν. | |
14.17 | Ἀλλὰ πάλιν λέγουσιν, ὅτι νεκρὸς μὲν ὁ πρόσφατον τότε τελευτήσας ὑπὸ τοῦ ζῶντος ἐγήγερται. δείξατε δὲ ἡμῖν, ὅτι ἐγχωρεῖ νεκρὸν τριήμερον ἀναστῆναι, καὶ εἰ ἐγχωρεῖ ἄν‐ θρωπον ταφέντα μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. Ζητούντων δὲ | |
5 | ἡμῶν τὴν περὶ τῶν τοιούτων μαρτυρίαν δίδωσιν ἡμῖν ταύ‐ την αὐτὸς ὁ κύριος Ἰησοῦς ἐν εὐαγγελίοις λέγων· ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἐξεταζόντων δὲ ἡμῶν τὴν | |
10 | κατὰ τὸν Ἰωνᾶν διήγησιν πολλὴ τῆς ὁμοιότητός ἐστιν ἡ ἐνέρ‐ | |
γεια. Ἰησοῦς ἀπεστάλη μετάνοιαν κηρῦξαι, καὶ Ἰωνᾶς ἀπεστάλη. ἀλλ’ ὁ μὲν ἔφυγεν ἀγνοῶν τὸ ἐσόμενον, ὁ δὲ ἑκουσίως πα‐ ραγέγονεν ἐπὶ μετανοίᾳ τῆς σωτηρίας. Ἰωνᾶς ἐκάθευδεν ἐν τῷ πλοίῳ καὶ ἔῤῥεγχε θαλάσσης χειμαζομένης, καὶ Ἰησοῦ καθεύ‐ | 128 in vol. 2 | |
15 | δοντος κατ’ οἰκονομίαν ἐπηγείρετο ἡ θάλασσα πρὸς τὸ γνω‐ σθῆναι μετὰ ταῦτα τοῦ καθεύδοντος τὴν δύναμιν. ἐκείνῳ ἔλεγον· τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ἵνα διασώσῃ ἡμᾶς ὁ θεός. ὧδε λέγουσι τῷ δεσπότῃ· κύριε σῶσον ἡμᾶς. ἐκεῖ εἶπον Ἐπικαλοῦ τὸν θεόν σου, καὶ ὧδε | |
20 | Σῶσον. ἀλλ’ ἐκεῖνος μὲν λέγει, ἄρατέ με καὶ ἐμβάλλετε εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν. ὧδε δὲ αὐ‐ τὸς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γα‐ λήνη μεγάλη. κἀκεῖνος μὲν ἐβλήθη εἰς κοιλίαν κήτους, οὗτος δὲ κατῆλθεν ἑκουσίως ὅπου τὸ νοητὸν τοῦ θανάτου κῆτος. | |
25 | ἑκουσίως δὲ κατῆλθεν, ἵνα ἐξεμέσῃ τοὺς καταποθέντας ὁ θά‐ νατος κατὰ τὸ γεγραμμένον· ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ χειρὸς θανάτου λυτρώσομαι αὐτούς. | |
14.18 | Ἐνταῦθα γενόμενοι τοῦ λόγου σκοπήσωμεν, ποῖόν ἐστι δυσκολώτερον, ἄνθρωπον ταφέντα ἀπὸ γῆς ἀναστῆναι, ἢ ἄνθρωπον ἐν κοιλίᾳ κήτους καὶ εἰς τοσαύτην θερμότητα τοῦ ζώου κατελθόντα μὴ σαπῆναι. τίς οὐκ οἶδεν ἀνθρώπων, ὅτι | |
5 | τοσαύτην θέρμην ἔχουσιν αἱ γαστέρες, ὡς καὶ ὀστέα καταπο‐ θέντα διασήπειν; πῶς τοίνυν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας ὢν καὶ τρεῖς νύκτας οὐ σέσηπεν; πῶς δὲ καὶ φύσεως οὔσης ἅπασιν ἀνθρώποις χωρὶς ἀναπνοῆς τῆς ἐν ἀέρι ταύτης μὴ δύνασθαι ζῆν ἡμᾶς ἐκεῖνος ἐν τρισὶν ἡμέραις οὐκ | |
10 | ἀναπνέων τὸν ἀέρα τοῦτον ἔζησεν; Ἀλλ’ ἀποκρίνονται Ἰουδαῖοι καὶ λέγουσιν· συγκατέβη τῷ Ἰωνᾷ ἡ δύναμις τοῦ θεοῦ ἐν ᾅδῃ κλονουμένῳ. εἶτα δούλῳ | |
μὲν οἰκείῳ συμπέμπων τὴν δύναμιν παρέχει τὸ ζῆν ὁ κύριος, αὐτὸς δὲ ἑαυτῷ παρασχεῖν ἄρα οὐ δύναται; εἰ πιστὸν ἐκεῖνο, | 130 in vol. 2 | |
15 | καὶ τοῦτο πιστόν. εἰ τοῦτο ἄπιστον, κἀκεῖνο ἄπιστον. ἐμοὶ μὲν γὰρ ἀμφότερα ὁμοίως πιστά. πιστεύω γὰρ ὅτι καὶ Ἰωνᾶς διεφυλάχθη. πάντα γὰρ δυνατὰ τῷ θεῷ. πιστεύω ὅτι καὶ Χρι‐ στὸς ἐκ νεκρῶν ἐγήγερται. πολλὰς γὰρ ἔχω τὰς περὶ τούτου μαρτυρίας, ἔκ τε τῶν θείων γραφῶν καὶ ἐκ τῆς μέχρι σήμε‐ | |
20 | ρον τοῦ ἀναστάντος ἐνεργείας, τοῦ μόνου μὲν καταβάντος εἰς ᾅδην, πολλοστοῦ δὲ ἀναβάντος. κατῆλθε γὰρ εἰς τὸν θάνατον, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη δι’ αὐτοῦ. | |
14.19 | Ἐξεπλάγη ὁ θάνατος θεωρήσας καινόν τινα κατελ‐ θόντα εἰς ᾅδην δεσμοῖς τοῖς αὐτόθι μὴ κατεχόμενον. τίνος ἕνεκεν, ὦ πυλωροὶ ᾅδου, τοῦτον ἰδόντες ἐπτήξασθε; τίς ὁ κατέχων ὑμᾶς ἀσυνήθης φόβος; ἔφυγεν ὁ θάνατος καὶ φυ‐ | |
5 | γῇ τὴν δειλίαν ἠλέγχετο. προσέτρεχον οἱ ἅγιοι προφῆται καὶ Μωυσῆς ὁ νομοθέτης καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Δαβίδ τε καὶ Σαμουὴλ καὶ Ἡσαΐας καὶ ὁ βαπτιστὴς Ἰωάννης ὁ λέ‐ γων καὶ μαρτυρῶν· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐλυτροῦντο πάντες οἱ δίκαιοι, οὓς κατέπιεν ὁ θάνατος. ἔδει | |
10 | γὰρ τὸν κηρυχθέντα βασιλέα τῶν καλῶν κηρύκων γενέσθαι λυτρωτήν. εἶτα ἕκαστος τῶν δικαίων ἔλεγε· ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον; ἐλυτρώσατο γὰρ ἡμᾶς ὁ νικοποιός. | |
14.20 | Τούτου τοῦ σωτῆρος ἡμῶν τὸν τύπον ἐτέλει ὁ προ‐ φήτης Ἰωνᾶς ἐκ κοιλίας κήτους προσευχόμενος καὶ λέγων· ἐβόησα ἐν θλίψει μου, καὶ ἑξῆς, ἐκ κοιλίας ᾅδου. καὶ μὴν ἐν τῷ κήτει ἦν. ἀλλ’ ἐν τῷ κήτει ὢν ἐν τῷ ᾅδῃ ἑαυτὸν εἶναι | |
5 | λέγει. τύπος γὰρ ἦν Χριστοῦ τοῦ μέλλοντος εἰς ᾅδην κατα‐ βαίνειν. καὶ μετ’ ὀλίγα φησὶν ἐκ προσώπου τοῦ Χριστοῦ λευ‐ κότατα προφητεύων· ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. | |
καὶ μὴν ἐν γαστρὶ κήτους ἦν. ποῖα οὖν ὄρη σε ἔχει; ἀλλ’ οἶδα, φησίν, ὅτι τύπον ἔχω τοῦ μέλλοντος ἐν τῳ λαξευτῷ | 132 in vol. 2 | |
10 | μνήματι τῆς πέτρας τίθεσθαι. καὶ ἐν τῇ θαλάσσῃ ὢν Ἰωνᾶς λέγει· κατέβην εἰς γῆν· ἐπειδὴ τύπον ἔφερε τοῦ Χριστοῦ τοῦ καταβάντος εἰς τὴν καρδίαν τῆς γῆς. Καὶ προορῶν περὶ τῶν Ἰουδαίων τῶν ἀναπειθόντων τοὺς στρατιώτας ψεύσασθαι καὶ λεγόντων, εἴπατε ὅτι ἔκλεψαν | |
15 | αὐτόν, φησί· φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. ἦλθε γὰρ ὁ ἐλεῶν αὐτοὺς καὶ ἐσταυρώθη καὶ ἀνέστη, δοὺς ἑαυτοῦ τὸ αἷμα τὸ τίμιον ὑπὲρ Ἰουδαίων τε καὶ ἐθνῶν, κἀκεῖνοι λέγουσιν, εἴπατε ὅτι ἔκλεψαν αὐτὸν, φυλασ‐ σόμενοι μάταια καὶ ψευδῆ. Περὶ δὲ τῆς ἀναστάσεως αὐτοῦ καὶ | |
20 | Ἡσαΐας φησίν· ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προ‐ βάτων τὸν μέγαν. προσέθηκε τὸν μέγαν, ἵνα μὴ τοῖς προλα‐ βοῦσι ποιμέσιν ἰσότιμος εἶναι νομισθῇ. | |
14.21 | Ἐχόντων τοίνυν ἡμῶν τὰς προφητείας ἡ πίστις παρ’ ἡμῖν ἔστω. πιπτέτωσαν οἱ πίπτοντες ἐξ ἀπιστίας, ἐπειδὴ θέ‐ λουσιν. σὺ δὲ ἕστηκας ἐπὶ τὴν πέτραν τῆς πίστεως τῆς περὶ τῆς ἀναστάσεως. μή ποτέ σέ τις αἱρετικὸς πείσῃ δυσφημῆσαι | |
5 | τὴν ἀνάστασιν. μέχρι γὰρ σήμερον Μανιχαῖοι λέγουσι φαν‐ τασιώδη καὶ οὐκ ἀληθῆ τοῦ σωτῆρος τὴν ἀνάστασιν γεγονέ‐ ναι, παρακούοντες Παύλου τοῦ γράφοντος, Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, καὶ πάλιν ἑξῆς λέγοντος, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. καὶ πά‐ | |
10 | λιν ἀποτείνει πρὸς αὐτοὺς καὶ λέγει· μὴ εἴπῃς ἐν τῇ καρ‐ δίᾳ σου, τίς ἀναβήσεται εἰς οὐρανόν, ἢ τίς καταβήσεται εἰς | |
τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Καὶ ὁμοίως ἀσφαλιζόμενος ἀλλαχοῦ πάλιν ἔγραφεν· μνη‐ μονεύετε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν. καὶ πάλιν· | 134 in vol. 2 | |
15 | εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν. ἀλλ’ ἑξῆς φησιν· νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ὤφθη | |
20 | Κηφᾷ, ἔπειτα τοῖς δώδεκα. εἰ γὰρ τῷ ἑνὶ μάρτυρι οὐ πιστεύ‐ εις, ἔχεις δώδεκα μάρτυρας. ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ. εἰ τοῖς δώδεκα ἀπιστοῦσι, τοὺς πεντακο‐ σίους δεχέσθωσαν. ἔπειτα ὤφθη Ἰακώβῳ, τῷ ἑαυτοῦ μὲν ἀδελ‐ φῷ, ἐπισκόπῳ δὲ πρώτῳ τῆς παροικίας ταύτης. τοιούτου | |
25 | τοίνυν ἐπισκόπου πρωτοτύπως ἰδόντος ἀναστάντα τὸν Χριστὸν Ἰησοῦν σὺ ὁ τούτου μαθητὴς μὴ ἀπιστήσῃς. ἀλλὰ λέγεις ὅτι ὁ ἀδελφὸς Ἰάκωβος πρὸς χάριν ἐμαρτύρησεν; ἔπειτα καὶ ἐμοὶ ὤφθη Παύλῳ τῷ ἐχθρῷ. ποία δὲ παρὰ ἐχθροῦ μαρτυ‐ ρία κηρύσσοντος ἀμφιβάλλεται; ὁ πρότερον διώκτης νῦν εὐ‐ | |
30 | αγγελίζομαι τὴν ἀνάστασιν. | |
14.22 | Πολλοὶ μάρτυρές εἰσι τῆς τοῦ σωτῆρος ἀναστάσεως. νὺξ μὲν καὶ πανσέληνον φῶς, ἑκκαιδεκάτη γὰρ ἡ νὺξ ἦν. πέτρα τοῦ μνήματος ἡ ὑποδεξαμένη, καὶ ὁ λίθος ἀντικατα‐ | |
στήσεται εἰς πρόσωπον Ἰουδαίων, αὐτὸς γὰρ εἶδε τὸν κύριον. | 136 in vol. 2 | |
5 | καὶ ὁ λίθος ὁ τότε ἀποκυλισθεὶς οὗτος μαρτυρεῖ τῇ ἀναστά‐ σει μέχρι σήμερον κείμενος. ἄγγελοι θεοῦ παρόντες ἐμαρτύ‐ ρησαν τῇ ἀναστάσει τοῦ μονογενοῦς. Πέτρος καὶ Ἰωάννης καὶ Θωμᾶς καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, οἱ μὲν ἐπὶ τὸ μνῆμα δραμόντες καὶ τὰ ὀθόνια τῆς ταφῆς, οἷς ἐνετυλίχθη πρότερον, | |
10 | αὐτόθι κείμενα μετὰ τὴν ἀνάστασιν ἰδόντες, οἱ δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ψηλαφήσαντες καὶ τοὺς τύπους τῶν ἥλων θεωρήσαντες, ὁμοῦ δὲ πάντες τοῦ σωτηριώδους ἐμφυσήματος ἀπολαύσαντες καὶ τοῦ συγχωρεῖν ἁμαρτίας ἐν δυνάμει πνεύ‐ ματος ἁγίου καταξιωθέντες. γυναῖκες αἱ κρατήσασαι τοὺς πόδας | |
15 | τοῦ τε σεισμοῦ τὸ μέγεθος καὶ τοῦ παρόντος ἀγγέλου τὴν λαμπηδόνα θεωρήσασαι. καὶ τὰ ὀθόνια, ἃ περιβαλλόμενος κατέλιπεν ἀναστάς. οἱ στρατιῶται καὶ τὸ ἀργύριον τὸ δοθέν. ὁ τόπος αὐτὸς ἔτι φαινόμενος, καὶ ὁ τῆς ἁγίας ἐκκλησίας οὗ‐ τος οἶκος ὁ τῇ φιλοχρίστῳ προαιρέσει τοῦ ἐπὶ τῆς μακαρίας | |
20 | μνήμης Κωνσταντίνου τοῦ βασιλέως οἰκοδομηθείς τε καὶ ὡς ὁρᾷς οὕτως φαιδρυνθείς. | |
14.23 | Μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ καὶ ἡ ἐν τῷ ὀνό‐ ματι αὐτοῦ ἐκ νεκρῶν ἐγερθεῖσα Ταβιθά. πῶς γὰρ ἀπιστηθή‐ σεται Χριστὸς ἀναστάς, ὅπουγε καὶ τὸ ὄνομα αὐτοῦ νεκροὺς ἤγειρεν; μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ καὶ ἡ θάλασσα, | |
5 | καθὼς πρότερον ἤκουσας. μαρτυρεῖ καὶ ἡ τῶν ἰχθύων ἄγρα καὶ ἡ ἀνθρακιὰ ἡ κειμένη καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον. μαρτυρεῖ καὶ Πέτρος ὁ πρότερον μὲν ἀρνησάμενος, τὸ δὲ τρίτον ὁμολογήσας καὶ ποιμαίνειν τὰ νοητὰ πρόβατα προσ‐ | |
ταχθείς. ἕστηκε μέχρι σήμερον ὁ ἐλαιὼν τὴν ἐπὶ νεφέλης | 138 in vol. 2 | |
10 | ἀναβάντα τοῖς τῶν πιστῶν ὀφθαλμοῖς μονονουχὶ δεικνύων μέχρι σήμερον καὶ τὴν οὐράνιον τῆς ἀνόδου πύλην. εἰς μὲν γὰρ Βηθλεὲμ ἐξ οὐρανῶν κατελήλυθεν, ἐκ δὲ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς οὐρανοὺς ἀνελήλυθεν, ἐκεῖθεν μὲν εἰς ἀνθρώπους τῶν ἀγώνων ἀρξάμενος, ἐνταῦθα δὲ ἐπὶ τοῖς ἀγῶσι στεφανού‐ | |
15 | μενος. πολλοὺς οὖν ἔχεις τοὺς μάρτυρας. ἔχεις τῆς ἀναστάσεως τὸν τόπον τοῦτον, ἔχεις καὶ τὸν ἐξ ἀνατολῆς ἡμῶν τόπον τῆς ἀναβάσεως. ἔχεις καὶ μάρτυρας τοὺς ἐκεῖ μαρτυρήσαντας ἀγ‐ γέλους καὶ τὴν νεφέλην, ἧς ἐπέβη, καὶ τοὺς ἐκεῖθεν κατελ‐ θόντας μαθητάς. | |
14.24 | Καὶ ἡ μὲν ἀκολουθία τῆς διδασκαλίας τῆς πίστεως προέτρεπεν εἰπεῖν καὶ τὰ περὶ τῆς ἀναλήψεως. ἀλλ’ ἡ τοῦ θεοῦ χάρις ᾠκονόμησε πληρέστατά σε ἀκοῦσαι κατὰ τὴν ἡμε‐ τέραν ἀσθένειαν τῇ χθὲς ἡμέρᾳ κατὰ τὴν κυριακήν, κατ’ οἰ‐ | |
5 | κονομίαν τῆς θείας χάριτος ἐν τῇ συνάξει τῆς τῶν ἀναγνω‐ σμάτων ἀκολουθίας τὰ περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ σω‐ τῆρος ἡμῶν περιεχούσης. ἐλέγετο δὲ τὰ λεγόμενα μάλιστα μὲν διὰ πάντας καὶ διὰ τὸ τῶν πιστῶν ὁμοῦ πλῆθος, ἐξαιρέτως δὲ διὰ σέ. ζητεῖται δὲ εἰ προσέσχες τοῖς λεγομένοις. οἶδας | |
10 | γὰρ ὅτι ἡ ἀκολουθία τῆς πίστεως διδάσκει σε πιστεύειν εἰς τὸν ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πατρός. μάλιστα μὲν οὖν μνημονεύειν σε νομίζω τῆς ἐξη‐ γήσεως. πλὴν ἐν παραδρομῇ καὶ νῦν ὑπομιμνήσκω σε τῶν | |
15 | εἰρημένων. μνημόνευε τοῦ γεγραμμένου σαφῶς ἐν ψαλμοῖς· ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ. μνημόνευε ὅτι καὶ αἱ θεῖαι δυνά‐ μεις ἔλεγον πρὸς ἀλλήλας· ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, | |
καὶ τὰ ἑξῆς. μνημόνευε καὶ τοῦ ψαλμοῦ τοῦ λέγοντος· ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν. μνημόνευε τοῦ προφή‐ | 140 in vol. 2 | |
20 | του τοῦ εἰπόντος· ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβα‐ σιν αὐτοῦ, καὶ τὰ λοιπὰ ὅσα εἴρητο χθὲς διὰ τὰς τῶν Ἰου‐ δαίων ἀντιλογίας. | |
14.25 | Ὅταν γὰρ ὡς ἀδυνάτῳ τῇ τοῦ σωτῆρος ἀναβάσει ἀν‐ τιλέγωσι, μνημόνευε τῶν περὶ τῆς μεταθέσεως τοῦ Ἀββακοὺμ εἰρημένων. εἰ γὰρ ὁ Ἀββακοὺμ ὑπὸ ἀγγέλου μετετέθη, βα‐ σταχθεὶς ἀπὸ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, πολὺ μᾶλλον ὁ | |
5 | καὶ προφητῶν καὶ ἀγγέλων δεσπότης ἐξ ὄρους ἐλαιῶν νε‐ φέλῃ ἐπιβὰς οἰκείᾳ δυνάμει ποιεῖσθαι τὴν εἰς οὐρανοὺς ἄνο‐ δον δυνατώτερος ἦν. καὶ τὰ μὲν ὅμοια μνημόνευε τῶν θαυ‐ μάτων, τὴν δὲ ὑπεροχὴν τήρει τῷ δεσπότῃ τῷ θαυματοποιῷ. οἱ μὲν γὰρ ἐβαστάζοντο, ὁ δὲ βαστάζει τὰ πάντα. μνημόνευε | |
10 | ὅτι Ἐνὼχ μετετέθη, ἀλλ’ Ἰησοῦς ἀνῆλθεν. μνημόνευε τῶν περὶ Ἠλίαν τῶν χθὲς εἰρημένων, ὅτι Ἠλίας μὲν ἐν ἅρματι πυρὸς ἀνελήφθη, Χριστοῦ δὲ τὸ ἅρμα μυριοπλάσιον χιλιάδες εὐφημούντων, καὶ ὅτι Ἠλίας μὲν ἀνελήφθη πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, Χριστὸς δὲ πρὸς ἀνατολὰς τοῦ χειμάῤῥου Κέ‐ | |
15 | δρων ἀνῆλθεν, καὶ ὅτι ἐκεῖνος ὡς εἰς τὸν οὐρανόν, Ἰησοῦς δὲ εἰς τὸν οὐρανόν· καὶ ὅτι ἐκεῖνος μὲν εἶπε δοθήσεσθαι δι‐ πλᾶ ἐν πνεύματι τῷ ἁγίῳ μαθητῇ, Χριστὸς δὲ τοσαύτην παρέσχε τοῖς ἰδίοις μαθηταῖς ἀπόλαυσιν χάριτος τοῦ ἁγίου πνεύματος, ὥστε μὴ μόνον αὐτοὺς ἔχειν ἐν ἑαυτοῖς, ἀλλὰ | |
20 | καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν τῆς κοινωνίας αὐτοῦ μεταδιδόναι τοῖς πιστεύουσιν. | |
14.26 | Καὶ ὅταν οὕτως πρὸς Ἰουδαίους παλαίσῃς, ὅταν ἐξ ὁμοιότητος νικήσῃς, τότε ἐλθὲ λοιπὸν ἐπὶ τὴν ὑπεροχὴν τῆς τοῦ σωτῆρος δόξης, ὅτι οἱ μὲν δοῦλοι, ὁ δὲ υἱὸς τοῦ θεοῦ. καὶ οὕτως δὲ τῆς ὑπεροχῆς μνημονεύσεις, ἐννοῶν ὅτι τοῦ | |
5 | Χριστοῦ δοῦλος ἡρπάγη ἕως τρίτου οὐρανοῦ. εἰ γὰρ Ἠλίας μὲν ἕως πρώτου ἔφθασε, Παῦλος δὲ ἕως τρίτου οὐρανοῦ, προτιμοτέρας ἄρα τετύχηκε τῆς ἀξίας. μὴ ἐπαισχυνθῇς τοῖς σοῖς ἀποστόλοις. οὐκ εἰσὶ χείρονες Μωυσέως, οὐδὲ δεύτεροι τῶν προφητῶν, ἀλλὰ καλοὶ μετὰ καλῶν καὶ καλῶν καλλίονες. | 142 in vol. 2 |
10 | Ἠλίας μὲν γὰρ ἀνελήφθη εἰς οὐρανόν, ἀλλὰ Πέτρος ἔχει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ἀκούσας· ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Ἠλίας εἰς οὐ‐ ρανὸν μόνον, Παῦλος δὲ καὶ εἰς οὐρανὸν καὶ εἰς παράδεισον, (ἔπρεπε γὰρ τοὺς μαθητὰς τοῦ Ἰησοῦ πολυπλασίονα λαβεῖν | |
15 | τὴν χάριν,) ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λα‐ λῆσαι. κατέβη δὲ ὁ Παῦλος ἄνωθεν πάλιν, οὐχ ὅτι ἀνάξιος ἦν τῆς ἐν τῷ τρίτῳ οὐρανῷ διατριβῆς, ἀλλ’ ἵνα ἀπολαύσας τῶν ὑπὲρ ἄνθρωπον καὶ ἔντιμος καταβὰς καὶ Χριστὸν κηρύ‐ ξας καὶ ὑπεραποθανὼν αὐτοῦ λάβῃ καὶ τὸν τοῦ μαρτυρίου | |
20 | στέφανον. παρέλιπον δὲ νῦν τὰ λοιπὰ τῆς κατασκευῆς τὰ χθὲς ἐπὶ τῆς συνάξεως εἰρημένα τῆς κυριακῆς· παρὰ γὰρ τοῖς συνετοῖς ἀκροαταῖς αὐτάρκης μόνον καὶ ὑπόμνησις εἰς μάθησιν. | |
14.27 | Μέμνησο δὲ καὶ τῶν εἰρημένων μοι πολλάκις περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν, διὰ τὴν τῆς πίστεως ἀκολουθίαν τὴν λέγουσαν· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πα‐ | |
5 | τρός. θρόνου μὲν ἰδιότητα μὴ πολυπραγμονῶμεν· ἀκατά‐ ληπτον γάρ· μήτε δὲ ἀνεχώμεθα τῶν λεγόντων κακῶς, ὅτι μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον τότε ἤρξατο τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι ὁ | |
υἱός. οὐ γὰρ ἐκ προκοπῆς ἔσχε τὸν θρόνον, ἀλλὰ ἀφ’ | 144 in vol. 2 | |
10 | οὗπερ ἔστιν, (ἔστι δὲ ἀεὶ γεννηθείς,) καὶ συγκαθέζεται τῷ πα‐ τρί. καὶ τοῦτον τὸν θρόνον πρὸ τῆς ἐνσάρκου παρουσίας τοῦ σω‐ τῆρος ἑωρακὼς ὁ προφήτης φησὶν Ἡσαΐας· εἶδον τὸν κύριον κα‐ θήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ ἑξῆς. τὸν πατέρα μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, ὁ δὲ τῷ προφήτῃ τότε | |
15 | φανεὶς ὁ υἱὸς ἦν. καὶ ὁ ψαλμῳδός φησιν· ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. πολλῶν οὐσῶν τῶν περὶ τού‐ του μαρτυριῶν διὰ τὸ πολὺ τῆς ὥρας ἀρκούμεθα καὶ ταύταις. | |
14.28 | Νῦν δὲ ὑμᾶς ὑπομνηστέον ὀλίγων τῶν ἐκ πολλῶν εἰρημένων περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν. ὁ μὲν γὰρ ἑκατοστὸς ἔννατος ψαλμὸς σαφῶς φησιν· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς | |
5 | ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. βεβαιῶν δὲ ὁ σω‐ τὴρ τὸ εἰρημένον ἐν εὐαγγελίοις φησὶ τὸν Δαβὶδ οὐκ ἀφ’ ἑαυ‐ τοῦ ταῦτα, ἀλλ’ ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος εἰρηκέναι, λέγων· πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέ‐ γων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, καὶ | |
10 | τὰ ἑξῆς; καὶ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐν τῇ τῆς πεν‐ τηκοστῆς ἡμέρᾳ σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα καὶ τοῖς Ἰσραηλίταις διαλεγόμενος τῆς ἐν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ ταύτης αὐτολεξεὶ τῆς μαρτυρίας ἐμνημόνευσεν. | |
14.29 | Ὑπομνηστέον δὲ καὶ ἄλλων ὀλίγων μαρτυριῶν ὁμοίως περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν. ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ γέγραπται· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δε‐ | |
5 | ξιῶν τῆς δυνάμεως, καὶ τὰ ἑξῆς. οἷς ἀκολούθως καὶ ὁ ἀπό‐ στολος Πέτρος φησὶ γράφων· δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, πορευθεὶς εἰς οὐρανόν. ὁ δὲ ἀπό‐ στολος Παῦλος Ῥωμαίοις μὲν γράφων φησίν· Χριστὸς ὁ ἀπο‐ θανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ | |
10 | θεοῦ. Ἐφεσίοις δὲ ἐπιστέλλων οὕτως εἴρηκεν· κατὰ τὴν ἐνέρ‐ γειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χρι‐ στῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, | |
καὶ τὰ ἑξῆς. τοὺς δὲ ἐν Κολοσσαῖς οὕτως ἐδίδαξεν· εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν | 146 in vol. 2 | |
15 | ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος. ἐν δὲ τῇ πρὸς Ἑβραίους φησί· καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. καὶ πάλιν· πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· | |
20 | οὗτος δὲ μίαν ὑπὲρ πάντων προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. καὶ πάλιν· ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειω‐ τὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε | |
25 | τὸν σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. | |
14.30 | Καὶ ἄλλων δὲ οὐσῶν μαρτυριῶν περὶ τῆς ἐκ δεξιῶν τοῦ θεοῦ καθέδρας τοῦ μονογενοῦς αὐτάρκεις ἡμῖν ἐν τῷ πα‐ ρόντι καὶ αὗται, τὴν αὐτὴν πάλιν ἡμῶν ποιουμένων ὑπό‐ μνησιν, ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν τῆς καθέδρας | |
5 | ταύτης ἔσχε τὴν ἀξίαν, ἀλλὰ γὰρ καὶ πρὸ πάντων τῶν αἰώ‐ νων ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κύριος δὲ ἡμῶν, Ἰησοῦς ὁ Χριστός, τὸν ἐν δεξιᾷ τοῦ πατρὸς ἀεὶ κατέχει θρόνον. Αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς ὁ τοῦ Χριστοῦ πατὴρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καταβὰς καὶ καὶ ἀναβὰς καὶ | |
10 | τῷ πατρὶ συγκαθεζόμενος φυλάξειε τὰς ὑμετέρας ψυχάς, ἄσειστον ὑμῶν καὶ ἄτρεπτον τὴν ἐλπίδα τὴν εἰς τὸν ἀνα‐ στάντα διατηρήσειεν, συνεξεγείρειεν ὑμᾶς ἐκ τῶν νεκρῶν ὑμῶν ἁμαρτημάτων εἰς τὴν ἐπουράνιον αὐτοῦ δωρεάν, καταξιώσειεν ὑμᾶς ἁρπαγῆναι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς | |
15 | ἀέρα ἐν καιρῷ εὐθέτῳ, καί, ἕως ὁ καιρὸς ἐκεῖνος ἔρχεται τῆς ἐνδόξου δευτέρας αὐτοῦ παρουσίας, ἐγγράψειεν ὑμῶν τὰ ὀνό‐ ματα πάντων ἐν βίβλῳ ζώντων, καὶ ἐγγράψας μηκέτι ἐξαλεί‐ ψειεν. πολλῶν γὰρ ἐξαλείφεται τῶν ἀποπιπτόντων. παράσχοι | |
δὲ τοῖς πᾶσιν ὑμῖν πιστεύειν μὲν εἰς τὸν ἀναστάντα, ἐκδέ‐ | 148 in vol. 2 | |
20 | χεσθαι δὲ τὸν ἀνελθόντα καὶ πάλιν ἐρχόμενον, ἐρχόμενον δὲ οὐκ ἀπὸ γῆς (ἀσφαλίζου γὰρ ἄνθρωπε σεαυτὸν διὰ τοὺς μέλ‐ λοντας ἔρχεσθαι πλάνους), τὸν ἄνω καθεζόμενον καὶ ἡμῖν ὧδε συμπαρόντα, τὸν ἑκάστου βλέποντα τὴν τάξιν καὶ τὸ στε‐ ρέωμα τῆς πίστεως. μὴ γάρ, ὅτι σαρκὶ νῦν ἄπεστιν, παρὰ | |
25 | τοῦτο νομίσῃς ὅτι καὶ πνεύματι. μέσος ἐνταῦθα πάρεστιν, ἀκούων τὰ περὶ αὐτοῦ λεγόμενα καὶ βλέπων τὰ ἐν σοὶ νοού‐ μενα καὶ ἐτάζων νεφροὺς καὶ καρδίας. ὃς καὶ νῦν ἕτοιμός ἐστι τοὺς προσιόντας τῷ βαπτίσματι [καὶ] πάντας ὑμᾶς ἐν ἁγίῳ πνεύματι προσενέγκαι τῷ πατρὶ καὶ εἰπεῖν· ἰδοὺ ἐγὼ καὶ | |
30 | παιδία ἅ μοι ἔδωκεν ὁ θεός· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 150 in vol. 2 |
15t | Κατήχησις πεντεκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασι‐ | |
5 | λείας οὐκ ἔσται τέλος. καὶ περὶ τοῦ Ἀντιχρίστου. καὶ ἀνάγνωσις ἐκ τοῦ Δανιήλ· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. καὶ ἑξῆς· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος. καὶ τὰ ἑξῆς. | |
15.1 | Χριστοῦ παρουσίαν καταγγέλλομεν οὐ μίαν μόνον, ἀλλὰ καὶ δευτέραν τῆς προτέρας πολὺ καλλίονα. ἡ μὲν γὰρ ὑπομονῆς εἶχεν ἐπίδειξιν, ἡ δὲ θείας βασιλείας φέρει τὸ διά‐ δημα. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον πάντα διπλᾶ παρὰ τῷ κυρίῳ | |
5 | ἡμῶν Ἰησοῦ Χριστῷ. διπλῆ γέννησις, μία ἐκ θεοῦ πρὸ τῶν αἰώνων, καὶ μία ἐκ παρθένου ἐπὶ συντελείᾳ τῶν αἰώνων. διπλαῖ αἱ κάθοδοι, μία ἡ ἀσυμφανής, ἡ ὡς ἐπὶ πόκον, καὶ δευτέρα ἡ ἐπιφανής, ἡ μέλλουσα. ἐν τῇ προτέρᾳ παρουσίᾳ ἐσπαργανώθη ἐν τῇ φάτνῃ, ἐν τῇ δευτέρᾳ ἀναβάλλεται φῶς | |
10 | ὡς ἱμάτιον. ἐν τῇ προτέρᾳ ὑπέμεινε σταυρόν, αἰσχύνης κατα‐ φρονήσας, ἐν τῇ δευτέρα ἔρχεται ὑπὸ στρατιᾶς ἀγγέλων δο‐ ρυφορούμενος, δοξαζόμενος. οὐχ ἱστάμεθα τοίνυν ἐπὶ τῇ πρώ‐ τῃ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν προσδοκῶμεν. καὶ | |
ἐν τῇ προτέρᾳ μὲν εἰπόντες εὐλογημένος ὁ ἐρχόμενος | 152 in vol. 2 | |
15 | ἐν ὀνόματι κυρίου, καὶ ἐν τῇ δευτέρᾳ ἐροῦμεν πάλιν τὸ αὐτό, ἵνα μετὰ ἀγγέλων συναντήσαντες τῷ δεσπότῃ προσ‐ κυνοῦντες εἴπωμεν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. ἔρχεται ὁ σωτὴρ οὐ δικασθῆναι πάλιν, ἀλλὰ δικάσαι τοὺς δικάσαντας. ὁ πρότερον ἐν τῷ κρίνεσθαι | |
20 | σιωπήσας ὑπομιμνήσκων λέγει τοῖς παρανόμοις τοῖς τὰ τολμηρὰ ἐπὶ τοῦ σταυροῦ πεποιηκόσιν· ταῦτα ἐποίησας καὶ ἐσί‐ γησα. δι’ οἰκονομίαν τότε ἦλθε, σὺν πειθοῖ διδάσκων ἀν‐ θρώπους, τότε δὲ καὶ ἀνάγκῃ βασιλευθήσονται κἂν μὴ θέ‐ λωσιν. | |
15.2 | Καὶ περὶ τῶν δύο τούτων παρουσιῶν λέγει Μαλαχίας ὁ προφήτης· καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε. ἰδοὺ μία παρουσία. καὶ πάλιν περὶ τῆς δευ‐ τέρας παρουσίας φησίν· καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς | |
5 | ζητεῖτε. ἰδοὺ ἔρχεται κύριος παντοκράτωρ. καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐ‐ τοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων. καὶ ἑξῆς εὐθὺς ὁ σωτήρ φησιν αὐτός· καὶ προσάξω πρὸς ὑμᾶς | |
10 | ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς φαρμακοὺς καὶ καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ τὰ ἑξῆς. διὰ τοῦτο προασφαλιζόμενος ἡμᾶς ὁ Παῦλός φησιν· εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους, ξύλα, χόρτον, | |
15 | καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Ἤδη καὶ ὁ Παῦλος τὰς δύο παρουσίας ταύτας σημαίνει γράφων πρὸς Τίτον καὶ λέγων· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ | |
τοῦ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνη‐ | 154 in vol. 2 | |
20 | σάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδε‐ χόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. βλέπεις ὅπως εἶπε πρώτην μὲν ἐφ’ ᾗ εὐχαριστεῖ, δευτέραν δὲ ἣν | |
25 | προσδοκῶμεν; διὰ τοῦτο καὶ τὰ τῆς πίστεως τῆς ἐπαγγελ‐ λομένης ὑφ’ ἡμῶν νῦν οὕτως παρεδόθη, πιστεύειν εἰς τὸν καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθί‐ σαντα ἐκ δεξιῶν τοῦ πατρός, καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασι‐ | |
30 | λείας οὐκ ἔσται τέλος. | |
15.3 | Ἔρχεται τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν. ἔρχεται δὲ περὶ τὴν συντέλειαν τοῦ κόσμου τούτου μετὰ δόξης ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. γίνεται γὰρ τοῦ κόσμου τού‐ του συντέλεια, καὶ ὁ γενητὸς οὗτος κόσμος πάλιν ἀνακαινο‐ | |
5 | ποιεῖται. ἐπειδὴ γὰρ καὶ φθορὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ πᾶν εἶδος ἁμαρτιῶν ἐχύθη ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ’ αἵμασιν ἐμίγη ἐν τῷ κόσμῳ, ἵνα [οὖν] μὴ μείνῃ τὸ θαυμαστὸν τοῦτο οἰκητήριον ἀνομίας πεπληρωμένον, παρέρχεται ὁ κόσμος οὗ‐ τος, ἵνα ὁ καλλίων ἀναδειχθῇ. καὶ θέλεις λαβεῖν τὴν ἀπόδει‐ | |
10 | ξιν ἀπὸ τῶν ῥητῶν; ἄκουε Ἡσαΐου λέγοντος· καὶ εἰληθή‐ σεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. καὶ τὸ εὐαγγέλιόν φησιν· ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐ‐ | |
15 | ρανοῦ. μὴ λυπηθῶμεν ὡς μόνοι τελευτῶντες. καὶ ἀστέρες τε‐ λευτῶσιν, ἀλλ’ ἴσως πάλιν ἐγείρονται. εἰλήσει δὲ τοὺς οὐ‐ ρανοὺς ὁ κύριος, οὐχ ἵνα ἀπολέσῃ τούτους, ἀλλ’ ἵνα αὐτοὺς πάλιν καλλίονας ἐγείρῃ. Ἄκουε Δαβὶδ τοῦ προφήτου λέγοντος· καταρχὰς σὺ κύριε | |
20 | τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐ‐ ρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. ἀλλ’ ἐρεῖ τις· ἴδε λέγει σαφῶς ὅτι ἀπολοῦνται. ἄκουε πῶς λέγει τὸ ἀπολοῦνται. διὰ τῶν ἑξῆς δῆλον· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. ὥσπερ | 156 in vol. 2 |
25 | γὰρ ἀπώλεια ἀνθρώπου λέγεται, κατὰ τὸ εἰρημένον, ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ταῦτα τῆς ἀναστάσεως προσδοκωμένης, οὕτως ἀνάστασιν ὥσπερ προσδοκῶμεν καὶ τῶν οὐρανῶν. ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα. παιδευέσθωσαν οἱ ἐκ Μανι‐ | |
30 | χαίων ἐπιστρέψαντες, καὶ τοὺς φωστῆρας μηκέτι θεοποιείτωσαν, μηδὲ τὸν σκοτισθησόμενον τοῦτον ἥλιον τὸν Χριστὸν εἶναι δυσσεβῶς νομιζέτωσαν. καὶ πάλιν ἄκουε τοῦ κυρίου λέγοντος· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. οὐ γὰρ ἰσότιμα τὰ ποιήματα τοῖς λόγοις τοῦ δε‐ | |
35 | σπότου. | |
15.4 | Παρέρχεται τοίνυν τὰ φαινόμενα, καὶ ἔρχεται τὰ προσ‐ δοκώμενα τὰ τούτων καλλίονα. ἀλλὰ τὸν καιρὸν μηδεὶς πο‐ λυπραγμονείτω. οὐ γὰρ ὑμῶν, φησίν, ἐστὶ γνῶναι χρόνους ἢ καιρούς, οὓς ἔθετο ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. καὶ μὴ τολ‐ | |
5 | μήσῃς ἀποφήνασθαι τὸ πότε ταῦτα γίνεται, μήτε πάλιν ὕπτιος κοιμηθῇς. ἀγρυπνεῖτε γάρ φησιν, ὅτι ᾗ ὥρᾳ οὐ δο‐ κεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἀλλ’ ἐπειδὴ ἔδει ἡμᾶς γνῶναι τῆς συντελείας τὰ σημεῖα καὶ ἐπειδὴ Χριστὸν προσδοκῶμεν, ἵνα μὴ ἀποθάνωμεν ἀπα‐ | |
10 | τηθέντες καὶ ὑπὸ τοῦ ψευδοῦς Ἀντιχρίστου πλανηθῶμεν, θείᾳ προαιρέσει κινηθέντες κατ’ οἰκονομίαν οἱ ἀπόστολοι προσέρ‐ χονται τῷ ἀληθινῷ διδασκάλῳ καί φασιν· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος. προσδοκῶμέν σε πάλιν ἐρχόμενον, ἀλλ’ | |
15 | ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. ἀσφάλισαι οὖν | |
ἡμᾶς, ἵνα μὴ ἄλλον ἀντὶ σοῦ προσκυνήσωμεν. Ὁ δὲ τὸ θεῖον καὶ μακάριον ἀνοίξας ἑαυτοῦ στόμα λέγει· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. καὶ ὑμεῖς οἱ ἀκροαταὶ νῦν τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὡς ἐκεῖνον ὁρῶντες τὰ αὐτὰ καὶ | 158 in vol. 2 | |
20 | πρὸς ὑμᾶς ἀκούετε λέγοντος· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. καὶ παρακαλεῖ πάντας ὑμᾶς ὁ λόγος προσέχειν τοῖς λεγομέ‐ νοις. οὐ γὰρ ἱστορία παρελθόντων. ἐστὶ πραγμάτων, ἀλλὰ προφητεία μελλόντων καὶ πάντως ἡξόντων, οὐχ ἡμῶν προφη‐ τευόντων (ἀνάξιοι γάρ), ἀλλὰ τῶν γεγραμμένων εἰς μέσον | |
25 | προσφερομένων καὶ λεγομένων τῶν σημείων. βλέπε σύ, τίνα μὲν γέγονεν ἤδη, τίνα δὲ ἔτι λείπει, καὶ ἀσφαλίζου σεαυτόν. | |
15.5 | Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολ‐ λοὺς πλανήσουσιν. ταῦτα γέγονεν ἐκ μέρους. ἤδη γὰρ τοῦτο εἴρηκε Σίμων ὁ μάγος καὶ Μένανδρος καὶ ἄλλοι τινὲς τῶν | |
5 | ἀθέων αἱρεσιαρχῶν. ἐροῦσι δὲ ἐφ’ ἡμῶν ἢ καὶ μεθ’ ἡμᾶς ἕτεροι. | |
15.6 | Δεύτερον σημεῖον· μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. γίνεται δὲ ἄρα νῦν Περσῶν πρὸς Ῥω‐ μαίους περὶ τὴν Μεσοποταμίαν πόλεμος ἢ οὔ; ἐγείρεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἢ οὔ; καὶ ἔσον‐ | |
5 | ται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους. ταῦτα ἤδη γέγονεν. καὶ πάλιν· φόβητρά τε ἀπ’ οὐρανοῦ καὶ μεγάλοι χει‐ μῶνες. γρηγορεῖτε οὖν, φησίν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ | |
κύριος ἡμῶν ἔρχεται. | 160 in vol. 2 | |
15.7 | Ἀλλὰ ζητοῦμεν τῆς παρουσίας ἡμέτερον σημεῖον. ἐκ‐ κλησιαστικὸν ζητοῦμεν σημεῖον οἱ ἐκκλησιαστικοί. ὁ δὲ σωτήρ φησιν· καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους πα‐ ραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. ἐὰν ἀκούσῃς ὅτι ἐπί‐ | |
5 | σκοποι κατ’ ἐπισκόπων καὶ κληρικοὶ κατὰ κληρικῶν καὶ λαοὶ κατὰ λαῶν μέχρις αἱμάτων ἔρχονται, μὴ ταραχθῇς. προγέ‐ γραπται γάρ. μὴ πρόσεχε τοίνυν τοῖς γινομένοις, ἀλλὰ τοῖς γεγραμμένοις. οὔτε ἂν ἐγὼ ὁ διδάσκων σε ἀπόλωμαι, καὶ σύ μοι συναπόλῃ. ἀλλ’ ἔξεστι καὶ ἀκροατὴν καλλίονα γε‐ | |
10 | νέσθαι τοῦ διδασκάλου καὶ τὸν ἔσχατον ἐλθόντα γενέσθαι πρῶτον, ἐπειδὴ καὶ τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν δέχεται ὁ δεσπότης. εἰ ἐν ἀποστόλοις εὑρέθη προδοσία, θαυμάζεις εἰ ἐν ἐπισκόποις εὑρίσκεται μισαδελφία; Ἀλλ’ οὐ μόνον περὶ τῶν ἀρχόντων τὸ σημεῖον, ἀλλὰ καὶ | |
15 | περὶ τῶν λαῶν. φησὶ γάρ· καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται τῶν πολλῶν ἡ ἀγάπη. καυχήσεταί τις ἄρα τῶν παρόντων ἀνυπόκριτον ἔχειν πρὸς τὸν πλησίον τὴν φιλίαν; οὐχὶ τὰ μὲν χείλη πολλάκις φιλεῖ καὶ τὸ πρόσωπον μειδιᾷ καὶ οἱ ὀφθαλμοὶ δῆθεν ἱλαροί, ἡ δὲ καρδία τεκταίνεται | |
20 | δόλον, καὶ κατασκευάζει κακὰ λαλῶν εἰρηνικά; | |
15.8 | Ἔχεις καὶ τοῦτο τὸ σημεῖον· καὶ κηρυχθήσεται τοῦτο | |
τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. καὶ σχεδόν, ὡς ὁρῶ‐ μεν, ὁ κόσμος ἅπας τῆς περὶ Χριστοῦ διδασκαλίας πεπλή‐ | 162 in vol. 2 | |
5 | ρωται. | |
15.9 | Καὶ τί μέτα τοῦτο γίνεται; φησὶν ἑξῆς· ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προ‐ φήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. καὶ πά‐ λιν· τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἢ ἰδοὺ | |
5 | ἐκεῖ, μὴ πιστεύσητε. ἡ μισαδελφία δίδωσι λοιπὸν χώραν τῷ Ἀντιχρίστῳ. προετοιμάζει γὰρ ὁ διάβολος τὰ σχίσματα τῶν λαῶν, ἵνα εὐπαράδεκτος γένηται ὁ ἐρχόμενος. μὴ γένοιτο δὲ μηδένα τῶν ἐνταῦθα μηδὲ τῶν ἀλλαχοῦ δούλων τοῦ Χριστοῦ προσδραμεῖν τῷ ἐχθρῷ. | |
10 | Περὶ τούτου γράφων ὁ ἀπόστολος Παῦλος φανερὸν ἔδωκε σημεῖον λέγων· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀπο‐ | |
15 | δεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστή‐ ριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ | |
20 | κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταρ‐ γήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις. Ταῦτα μὲν ὁ Παῦλος. νῦν δὲ ἔστιν ἡ ἀποστασία. ἀπέστη‐ | |
25 | σαν γὰρ οἱ ἄνθρωποι τῆς ὀρθῆς πίστεως. καὶ οἱ μὲν υἱοπα‐ τορίαν καταγγέλλουσιν, οἱ δὲ τὸν Χριστὸν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθέντα λέγειν τολμῶσιν. καὶ πρότερον μὲν ἦσαν φανεροὶ οἱ αἱρετικοί, νῦν δὲ πεπλήρωται ἡ ἐκκλησία κεκρυμ‐ μένων αἱρετικῶν. ἀπέστησαν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἀλη‐ | 164 in vol. 2 |
30 | θείας καὶ κνήθονται τὴν ἀκοήν. λόγος πιθανός, καὶ πάντες ἀκούουσιν ἡδέως. λόγος ἐπιστροφῆς, καὶ πάντες ἀποστρέφονται. ἀπέστησαν οἱ πλεῖστοι τῶν ὀρθῶν λόγων, καὶ μᾶλλον τὸ κακὸν αἱροῦνται ἢ τὸ ἀγαθὸν προαιροῦνται. αὕτη τοίνυν ἐστὶν ἡ ἀποστασία, καὶ μέλλει προσδοκᾶσθαι ὁ ἐχθρός. καὶ τέως | |
35 | κατὰ μέρος ἤρξατο ἀποστέλλειν τοὺς ἑαυτοῦ προδρόμους, ἵνα ἕτοιμος ἔλθῃ λοιπὸν ἐπὶ τὴν θήραν. βλέπε τοίνυν σεαυτόν, ἄνθρωπε, καὶ ἀσφαλίζου τὴν ψυχήν. διαμαρτύρεταί σε ἡ ἐκ‐ κλησία νῦν ἐνώπιον θεοῦ ζῶντος, προδιαλέγεταί σοι τὰ περὶ τοῦ Ἀντιχρίστου πρὶν παραγενέσθαι. καὶ εἴτε ἐπὶ σοῦ γίνεται, | |
40 | οὐκ οἴδαμεν, εἴτε μετὰ σὲ γίνεται, οὐκ οἴδαμεν. καλὸν δέ ἐστι ταῦτα εἰδότα σε προασφαλίσασθαι. | |
15.10 | Ὁ Χριστὸς ὁ ἀληθής, ὁ τοῦ θεοῦ μονογενὴς υἱός, οὐκέτι ἀπὸ γῆς ἔρχεται. ἐάν τις ἔλθῃ ἐν ἐρήμοις φαντασιοσκο‐ πῶν, μὴ ἐξέλθῃς. ἐὰν εἴπωσιν, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσῃς. κάτω καὶ εἰς γῆν μὴ βλέπε λοιπόν. ἐξ | |
5 | οὐρανῶν γὰρ ὁ δεσπότης κατέρχεται, οὐ μόνος ὡς πρὸ τούτου, ἀλλὰ πολλοστός, ὑπὸ μυριάδων ἀγγέλων δορυφορούμενος, οὐδὲ κεκρυμμένως ὡς ὑετὸς ἐπὶ πόκον, ἀλλ’ ὡς ἀστραπὴ φανερῶς ἐκλάμπων. αὐτὸς γὰρ εἴρηκεν· ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ | |
10 | παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ πάλιν· καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐ‐ ρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. καὶ ἀποστελεῖ τοὺς | |
ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ τὰ ἑξῆς. | 166 in vol. 2 | |
15.11 | Ἀλλ’ ὥσπερ, μέλλοντος αὐτοῦ πρότερον ἐνανθρωπεῖν καὶ ἐκ παρθένου γεννᾶσθαι προσδοκωμένου θεοῦ, προδιέβαλεν ὁ διάβολος τὸ πρᾶγμα, κακούργως ἐν εἰδωλολατρείᾳ θεοὺς ψευδεῖς γεννῶντας καὶ γεννωμένους ὑπὸ γυναικῶν προμυθολο‐ | |
5 | γήσας, ἵνα προλαβόντος τοῦ ψεύδους, ὡς ἐνόμιζεν, ἀπιστηθῇ καὶ τὸ ἀληθές, οὕτως μέλλοντος Χριστοῦ δεύτερον ἔρχεσθαι τοῦ ἀληθοῦς ἐφόδιον λαμβάνων τὴν τῶν ἀκάκων προσδοκίαν ὁ ἀντικείμενος καὶ μάλιστα τῶν ἐκ περιτομῆς ἄγει τινὰ ἄν‐ θρωπον μάγον καὶ τῆς ἐν φαρμακείαις καὶ ἐπαοιδαῖς ἀπατηλῆς | |
10 | κακοτεχνίας ἐμπειρότατον, ἁρπάζοντα μὲν ἑαυτῷ τῆς τῶν Ῥωμαίων βασιλείας τὴν ἐξουσίαν, ψευδῶς δὲ Χριστὸν ἑαυτὸν ἀποκαλοῦντα, καὶ διὰ μὲν τῆς τοῦ Χριστοῦ προσηγορίας Ἰου‐ δαίους τοὺς τὸν ἠλειμμένον προσδοκῶντας ἀπατῶντα, τοὺς ἐξ ἐθνῶν δὲ ταῖς μαγικαῖς φαντασίαις ὑπαγόμενον. | |
15.12 | Ἔρχεται δὲ ὁ προειρημένος Ἀντίχριστος οὗτος, ὅταν πληρωθῶσιν οἱ καιροὶ τῆς Ῥωμαίων βασιλείας καὶ πλησιάζῃ λοιπὸν τὰ τῆς τοῦ κόσμου συντελείας. δέκα μὲν ὁμοῦ Ῥωμαίων ἐγείρονται βασιλεῖς, ἐν διαφόροις μὲν ἴσως τόποις, κατὰ δὲ | |
5 | τὸν αὐτὸν βασιλεύοντες καιρόν. μετὰ δὲ τούτους ἑνδέκατος ὁ Ἀντίχριστος ἐκ τῆς μαγικῆς κακοτεχνίας τὴν ῥωμαϊκὴν ἐξου‐ σίαν ἁρπάσας. τρεῖς μὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων τα‐ πεινώσει, τοὺς ἑπτὰ δὲ τοὺς ἐπιλοίπους ὑφ’ ἑαυτὸν ἔχων. τὰ πρῶτα μὲν ἐπιείκειαν, ὡσανεὶ λόγιός τις καὶ συνετός, σωφρο‐ | |
10 | σύνην τε καὶ φιλανθρωπίαν ὑποκρίνεται, σημείοις δὲ καὶ | |
τέρασι τοῖς ἐκ μαγικῆς ἀπάτης ψευδέσιν Ἰουδαίους ὡσανεὶ Χριστὸς ὁ προσδοκώμενος ἀπατήσας, παντοίοις ὕστερον ἀπαν‐ θρωπίας καὶ παρανομίας ἐπιγραφήσεται κακοῖς, ὡς πάντας ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ γενομένους ἀδίκους καὶ ἀσε‐ | 168 in vol. 2 | |
15 | βεῖς, φονικὴν καὶ ἀποτομωτάτην καὶ ἀνηλεῆ καὶ ποικίλην κατὰ πάντων μέν, ἐξαιρέτως δὲ καθ’ ἡμῶν τῶν χριστιανῶν τὴν διάνοιαν ἔχων. ἐπὶ τρία δὲ ἔτη μόνα καὶ μῆνας ἓξ τὰ τοιαῦτα τολμήσας ὑπὸ τῆς δευτέρας ἐξ οὐρανῶν ἐνδόξου παρου‐ σίας τοῦ μονογενοῦς υἱοῦ θεοῦ καταργεῖται, τοῦ κυρίου καὶ | |
20 | σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθοῦς, ὃς ἀνελὼν τὸν Ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ τῆς γεέννης τοῦτον παραδώσει πυρί. | |
15.13 | Ταῦτα δὲ διδάσκομεν οὐχ εὑρεσιλογοῦντες, ἀλλ’ ἐκ τῶν θείων ἐκκλησιαζομένων γραφῶν καὶ μάλιστα ἐκ τῆς ἀρ‐ τίως ἀναγνωσθείσης τοῦ Δανιὴλ προφητείας μεμαθηκότες, καθὼς καὶ Γαβριὴλ ὁ ἀρχάγγελος ἡρμήνευσε λέγων οὕτως· | |
5 | τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας. ταύτην δὲ εἶναι τὴν Ῥωμαίων οἱ ἐκκλησιαστικοὶ παραδεδώκασιν ἐξηγηταί. πρώτης γὰρ ἐπι‐ σήμου γενομένης τῆς Ἀσσυρίων βασιλείας καὶ δευτέρας τῆς Μήδων ὁμοῦ καὶ Περσῶν καὶ μετὰ ταύτας τῆς Μακεδόνων | |
10 | τρίτης ἡ τετάρτη βασιλεία νῦν ἡ Ῥωμαίων ἐστίν. Εἶτα ἑξῆς ὁ Γαβριὴλ ἑρμηνεύων φησί· τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστή‐ σεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν. οὐ μόνον φησὶ τοὺς δέκα, ἀλλὰ καὶ πάντας τοὺς | |
15 | προγεγονότας. καὶ τρεῖς βασιλεῖς ταπεινώσει, δῆλον δὲ ὅτι ἀπὸ τῶν δέκα τῶν προτέρων. ἀπὸ δὲ τῶν δέκα τούτων τοὺς τρεῖς τα‐ | |
πεινῶν πάντως ὅτι αὐτὸς ὄγδοος βασιλεύσει. καὶ λόγους, φησί, πρὸς τὸν ὕψιστον λαλήσει. βλάσφημος ὁ ἀνὴρ καὶ παράνομος, οὐκ ἐκ πατέρων λαβὼν τὴν βασιλείαν, ἀλλ’ ἐκ τῆς μαγικῆς | 170 in vol. 2 | |
20 | τὸ ἄρχειν ἁρπάσας. | |
15.14 | Καὶ τίς ἐστιν οὗτος, ἢ ἐκ ποίας ἐνεργείας; ἑρμήνευ‐ σον ὦ Παῦλε. οὗ ἐστι, φησίν, ἡ παρουσία κατ’ ἐνέρ‐ γειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, τοῦτο αἰνιττόμενος, ὅτι ὁ σατανᾶς | |
5 | ὀργάνῳ κέχρηται ἐκείνῳ, αὐτοπροσώπως δι’ αὐτοῦ ἐνεργῶν. εἰδὼς γὰρ ὅτι οὐ μέλλει λοιπὸν ἄνεσις γίνεσθαι αὐτοῦ τῇ κρίσει, οὐκέτι διὰ τῶν ὑπηρετῶν ἑαυτοῦ συνήθως, ἀλλὰ δι’ ἑαυτοῦ λοιπὸν πολεμεῖ φανερώτερον. ἐν πᾶσι δὲ σημείοις καὶ τέρασι ψεύδους. ὁ γὰρ πατὴρ τοῦ ψεύδους τὰ τοῦ | |
10 | ψεύδους ἔργα φαντασιοσκοπεῖ, ἵνα τὰ πλήθη νομίσῃ θεωρεῖν νεκρὸν ἐγειρόμενον τὸν μὴ ἐγειρόμενον καὶ χωλοὺς περιπα‐ τοῦντας καὶ τυφλοὺς ἀναβλέποντας μὴ γενομένης τῆς ἰάσεως. | |
15.15 | Καὶ πάλιν φησὶν ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. ἐπὶ πάντα δὲ θεόν· μέλλει δῆθεν τὰ εἴδωλα μισεῖν ὁ ἀντίχριστος. ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι. ποῖον ἄρα ναόν; τὸν καταλε‐ | |
5 | λυμένον τῶν Ἰουδαίων φησίν. μὴ γένοιτο γὰρ τοῦτον ἐν ᾧ ἐσμέν. διὰ τί τοῦτο λέγομεν; ἵνα μὴ νομιζώμεθα χαρίζεσθαι ἑαυτοῖς. εἰ γὰρ ὡς Χριστὸς πρὸς Ἰουδαίους ἔρχεται καὶ ὑπὸ Ἰουδαίων προσκυνεῖσθαι βούλεται, ἵνα αὐτοὺς μειζόνως ἀπα‐ τήσῃ, περισπούδαστον ποιεῖται τὸν ναόν, ὑποψίαν διδούς, | |
10 | ὅτι αὐτός ἐστιν ὁ ἐκ γένους Δαβὶδ ὁ τὸν ὑπὸ Σολομῶνος ναὸν κατασκευασθέντα μέλλων οἰκοδομεῖν. Ἔρχεται δὲ ὁ Ἀντίχριστος τότε, ὅταν ἐν τῷ ναῷ τῶν Ἰουδαίων λίθος ἐπὶ λίθον μὴ μείνῃ κατὰ τὴν τοῦ σωτῆρος | |
ἀπόφασιν. ὅταν γὰρ ἢ διὰ τὴν παλαιότητα πτῶσις ἢ προφάσει | 172 in vol. 2 | |
15 | οἰκοδομῆς κατάλυσις ἢ ἔκ τινων ἑτέρων παρακολουθήσασα καθέλῃ πάντας τοὺς λίθους, οὐ λέγω τοῦ περιβόλου τοῦ ἔξω‐ θεν, ἀλλὰ τοῦ ναοῦ τοῦ ἔνδοθεν, ἔνθα τὰ χερουβὶμ ἦν, τότε ἔρχεται ἐκεῖνος ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, κατεπαι‐ ρόμενος εἰδώλων ἁπάντων, τὰ πρῶτα μὲν φιλανθρωπίαν ὑπο‐ | |
20 | κρινόμενος, ὕστερον δὲ τὸ ἀπότομον ἐνδεικνύμενος, καὶ μάλιστα πρὸς τοὺς ἁγίους τοῦ θεοῦ. φησὶ γάρ· ἐθεώρουν, καὶ τὸ κέ‐ ρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. καὶ πάλιν ἀλλα‐ χοῦ· ἔσται καιρὸς θλίψεως, θλίψις οἵα οὐ γέγονεν ἀφ’ ἧς γέγονεν ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου. δεινὸν τὸ | |
25 | θηρίον, δράκων μέγας, ἀνθρώποις ἀκαταγώνιστος, ἕτοιμος εἰς τὸ καταπιεῖν. περὶ οὗ πλείονα ἔχοντες λαλεῖ ἐκ τῶν θείων γραφῶν τούτοις ἀρκούμεθα τέως συμμετρίας ἕνεκεν. | |
15.16 | Διὰ τοῦτο εἰδὼς τοῦ ἀντιπάλου τὸ μέγεθος συγγνώμην τοῖς εὐλαβέσι διδοὺς ὁ κύριός φησιν· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη. εἰ δέ τις σύνοιδεν ἑαυτῷ στεῤῥοτάτῳ ὄντι, ἵνα τῷ σατανᾷ ἀντιπαλαίσῃ, στηκέτω (οὐ γὰρ ἀπελπίζω | |
5 | τῆς ἐκκλησίας τὰ νεῦρα) καὶ λεγέτω· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς. ἀλλ’ οἱ δειλοὶ μὲν ἑαυ‐ τοὺς ἀσφαλιζώμεθα, οἱ δὲ εὐθαρσεῖς παραστήκωμεν. ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κτίσεως ἕως τοῦ νύν, οὐδ’ οὐ μὴ γένηται. ἀλλὰ τῷ θεῷ χάρις τῷ τὸ | |
10 | μέγεθος τῆς θλίψεως εἰς ὀλίγας ἡμέρας περιγράψαντι. λέγει γάρ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. βασιλεύει δὲ ὁ Ἀντίχριστος τρία καὶ ἥμισυ ἔτη μόνα. οὐκ | |
ἐξ ἀποκρύφων λέγομεν, ἀλλ’ ἐκ τοῦ Δανιήλ. φησὶ γάρ· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ | 174 in vol. 2 | |
15 | ἥμισυ καιροῦ. καιρὸς μὲν ὁ εἷς ἐνιαυτός, ἐν ᾧ τέως αὔξει ἡ παρουσία αὐτοῦ, καιροὶ δὲ τὰ ἐπίλοιπα δύο ἔτη τῆς παρα‐ νομίας εἰς τρία ὁμοῦ συναριθμούμενα, καὶ τὸ ἥμισυ τοῦ καιροῦ ἡ ἑξάμηνος. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτό φησιν ὁ Δανιήλ· καὶ ὤμοσεν | |
20 | ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. τάχα δέ τινες εἰς τοῦτο ἐξέλαβον καὶ τὸ ἑξῆς· ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα, καὶ τὸ μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. διὰ τοῦτο δεῖ παρακαλύπτεσθαι καὶ φεύγειν. ἴσως | |
25 | γὰρ οὐ μὴ τελέσωμεν τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. | |
15.17 | Τίς ἄρα μακάριος ὁ ὑπὲρ Χριστοῦ μετ’ εὐλαβείας μαρτυρῶν τότε; ὑπὲρ γὰρ πάντας μάρτυρας ἐγώ φημι εἶναι τοὺς τότε μάρτυρας. οἱ μὲν γὰρ πρὸ τούτου μόνοις ἀνθρώ‐ ποις ἐπάλαισαν, οἱ δὲ ἐπὶ τοῦ Ἀντιχρίστου αὐτῷ τῷ σατανᾷ | |
5 | αὐτοπροσώπως πολεμήσουσιν. καὶ οἱ μὲν πρότερον διώκον‐ τες βασιλεῖς ἐφόνευον μόνον, νεκροὺς δὲ οὐ προσεποιοῦντο ἐγείρειν, οὐδὲ σημείων καὶ τεράτων φαντασίας ἐδείκνυον, ὧδε δὲ καὶ τοῦ φόβου καὶ τῆς ἀπάτης προτροπὴ κακή, ὥστε πλα‐ νᾶσθαι, εἰ δύνατον, καὶ τοὺς ἐκλεκτούς. μή ποτε εἰς καρδίαν | |
10 | ἀναβῇ τινος τῶν τότε· τί πλέον ὁ Χριστὸς ἐποίησεν; ἐκ ποίας γὰρ δυνάμεως οὗτος ἐργάζεται ταῦτα; εἰ μὴ θεὸς ἤθελεν, | |
οὐκ ἂν συνεχώρησεν. Ἀσφαλίζεταί σε καὶ προλέγει ὁ ἀπόστολος· καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, (τὸ δὲ πέμπει ἀντὶ | 176 in vol. 2 | |
15 | τοῦ συγχωρεῖ γίνεσθαι), οὐχ ἵνα ἀπολογήσωνται, ἀλλ’ ἵνα κατακριθῶσιν, διὰ τί; οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, του‐ τέστι τῷ ἀληθινῷ Χριστῷ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ, του‐ τέστι τῷ Ἀντιχρίστῳ. συγχωρεῖ δὲ ταῦτα ὁ θεὸς, ἔν τε τοῖς κατὰ καιρὸν διωγμοῖς καὶ τότε, οὐκ ἀδυνατῶν κωλύειν, ἀλλὰ | |
20 | δι’ ὑπομονῆς συνήθως στεφανῶν τοὺς οἰκείους ἀθλητάς, παρα‐ πλησίως τοῖς ἑαυτοῦ προφήταις καὶ ἀποστόλοις· ἵνα πρὸς ὀλί‐ γον χρόνον καμόντες τὴν αἰώνιον κληρονομήσωσι τῶν οὐρα‐ νῶν βασιλείαν, καθὼς Δανιήλ φησι· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ, δῆλον | |
25 | δὲ ὅτι τῆς ζωῆς. καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνει‐ δισμὸν καὶ αἰσχύνην αἰώνιον. καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι. | |
15.18 | Ἀσφάλιζε τοίνυν σεαυτόν, ἄνθρωπε. ἔχεις τὰ ση‐ μεῖα τοῦ Ἀντιχρίστου. καὶ μὴ μόνος μνημόνευε τούτων, ἀλλὰ καὶ ἀφθόνως πᾶσι μεταδίδου. εἰ τέκνον ἔχεις κατὰ σάρκα, τοῦτο ἤδη νουθέτει. καὶ εἰ διὰ κατηχήσεως ἐγέννησάς τινα, | |
5 | καὶ τοῦτον προασφαλίζου, ἵνα μὴ τὸν ψευδῆ δέξηται ὡς ἀληθῆ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. φοβοῦσί με | |
οἱ πόλεμοι τῶν ἐθνῶν, φοβεῖ με τὰ σχίσματα τῶν ἐκκλησιῶν, φοβεῖ με ἡ μισαδελφία τῶν ἀδελφῶν. καὶ λεγέσθω μὲν ταῦτα, μὴ γένοιτο δὲ ἵνα ἐφ’ ἡμῶν πληρωθῇ, πλὴν ἀσφαλιζώμεθα. | 178 in vol. 2 | |
10 | καὶ περὶ μὲν τοῦ Ἀντιχρίστου ταῦτα. | |
15.19 | Ἐκδεχώμεθα δὲ καὶ προσδοκῶμεν τὸν κύριον ἐκ τῶν οὐρανῶν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. σάλπιγγες ἀγγελικαὶ τότε ἠχοῦσιν. ὁ νεκροὶ ἐν Χριστῷ πρῶτον ἐγείρονται. οἱ ζῶντες εὐλαβεῖς ἐν νεφέλαις ἁρπάζονται, ἔπαθλον τῶν καμά‐ | |
5 | των λαμβάνοντες τὸ ὑπὲρ ἄνθρωπον τιμηθῆναι, ἐπειδὴ καὶ ὑπὲρ ἄνθρωπον ἠγωνίσαντο. καθὼς Παῦλος ὁ ἀπόστολος γρά‐ φων φησίν· ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρ‐ χαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. ἔπειτα ἡμεῖς οἱ | |
10 | ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάν‐ τοτε σὺν κυρίῳ ἐσόμεθα. | |
15.20 | Ἤιδει ταύτην τὴν τοῦ κυρίου παρουσίαν καὶ τὴν τοῦ κόσμου συντέλειαν ὁ ἐκκλησιαστὴς λέγων· εὐφραίνου νεανίσκε ἐκ νεότητός σου, καὶ ἑξῆς· καὶ ἀπόστη‐ σον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε | |
5 | πονηρίαν ἀπὸ σαρκός σου καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας, ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, (τὴν ὁρατικὴν δύναμιν | |
10 | αἰνισσόμενος,) ἕως οὗ μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου (τῶν ἄστρων τὴν συμπλοκὴν διδάσκων, ἀργυροει‐ δὴς γὰρ ἡ ὄψις) καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου (τὸν χρυσοειδῆ οὕτως ἥλιον αἰνισσόμενος, ἡ γὰρ | |
ἀνθεμὶς γνώριμός ἐστι βοτάνη πολλὰς ἔχουσα πέριξ ἀκτινοει‐ | 180 in vol. 2 | |
15 | δεῖς φυλλάδων ἐκφύσεις). καὶ ἀναστήσονται εἰς φω‐ νὴν τοῦ στρουθίου καίγε ἀπὸ τοῦ ὕψους ὄψον‐ ται καὶ θάμβοι ἐν τῇ ὁδῷ. τί ὄψονται; τότε ὄψον‐ ται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ κόψονται φυλαὶ κατὰ | |
20 | φυλάς. Καὶ τί γίνεται ἐλθόντος τοῦ κυρίου; καὶ ἀνθήσει τὸ ἀμύγδαλον καὶ παχυνθήσεται ἡ ἀκρὶς καὶ διασκεδασθήσεται ἡ κάππαρις. ὡς δὲ οἱ ἐξηγηταί φασιν, ἀμύγδαλον ἀνθοῦν δηλοῖ τοῦ χειμῶνος τὸ παρελθόν. | |
25 | μέλλει δὲ τὰ σώματα ἡμῶν μετὰ τὸν χειμῶνα τότε ἀνθεῖν ἐπουράνιον ἄνθος. καὶ παχύνεται ἡ ἀκρίς, ἡ πτερωτὴ ψυχὴ τὸ σῶμα περιβαλλομένη. καὶ διασκεδασθήσεται ἡ κάππαρις, οἱ ἀκανθώδεις παράνομοι διασκορπισθῶσιν. | |
15.21 | Βλέπεις πῶς προλέγουσι πάντες τὴν παρουσίαν τοῦ κυ‐ ρίου. βλέπεις πῶς οἴδασι τὴν φωνὴν τοῦ στρουθίου. ποίαν φω‐ νὴν, ἴδωμεν. ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβή‐ | |
5 | σεται ἀπ’ οὐρανοῦ. ἀρχάγγελος προσφωνεῖ καὶ λέγει τοῖς πᾶσιν· ἐγείρεσθε εἰς ἀπάντησιν τοῦ κυρίου. καὶ φοβερὰ ἡ κάθοδος τοῦ δεσπότου. ὁ Δαβίδ φησιν· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ | |
10 | καταιγὶς σφοδρά, καὶ τὰ ἑξῆς. Ἔρχεται πρὸς τὸν πατέρα κατὰ τὴν γραφὴν τὴν ἀρτίως ἀναγνωσθεῖσαν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ποταμοῦ πυρὸς ἕλκοντος δοκιμαστικοῦ τῶν ἀνθρώ‐ πων. εἴ τις χρυσίου ἔχει τὰ ἔργα, λαμπρότερος γίνεται. εἴ | |
15 | τις καλαμώδη ἔχει τὴν πρᾶξιν καὶ ἀνυπόστατον, κατακαίεται ὑπὸ τοῦ πυρός. καὶ ὁ μὲν πατὴρ καθέζεται ἔχων τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ τὴν τρίχα τῆς κεφαλῆς ὡς ἔριον καθαρόν. ἀνθρω‐ πίνως δὲ τοῦτο εἴρηται. διὰ τί; ἐπειδὴ βασιλεύς ἐστι τῶν | 182 in vol. 2 |
20 | μὴ ἐν ἁμαρτίαις μεμολυσμένων. λευκανῶ γάρ φησιν ὑμῶν τὰς ἁμαρτίας ὡς χιόνα καὶ ὡσεὶ ἔριον, ὅπερ ἐστὶ συγχωρήσεως ἁμαρτιῶν ἢ καὶ ἀναμαρτησίας σημεῖον. ἔρχεται δὲ ἐκ τῶν οὐρανῶν ὁ κύριος ἐπὶ νεφελῶν ὁ ἐπὶ νεφε‐ λῶν ἀναβάς. αὐτὸς γὰρ εἴρηκεν· καὶ ὄψονται τὸν υἱὸν | |
25 | τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. | |
15.22 | Ἀλλὰ ποῖον τῆς παρουσίας αὐτοῦ τὸ σημεῖον ἐστί; μή ποτε τολμήσῃ δύναμις ἐναντία μιμήσασθαι. καὶ τότε φανήσεται, φησί, τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώ‐ που ἐν τῷ οὐρανῷ. σημεῖον δὲ ἀληθὲς ἰδικὸν τοῦ Χρι‐ | |
5 | στοῦ ἐστιν ὁ σταυρός. φωτοειδοῦς σταυροῦ σημεῖον προάγει τὸν βασιλέα, δηλοῦν τὸν σταυρωθέντα πρότερον, ἵνα ἰδόντες οἱ πρότερον ἐκκεντήσαντες καὶ ἐπιβουλεύσαντες Ἰουδαῖοι κό‐ ψωνται φυλαὶ κατὰ φυλὰς λέγοντες· οὗτός ἐστιν ὁ ῥαπισθείς, οὗτός ἐστιν οὗ εἰς τὸ πρόσωπον ἐνέπτυσαν ἐκεῖνοι, οὗτός | |
10 | ἐστιν ὃν δεσμοῖς περιβεβλήκασιν, οὗτός ἐστιν ὃν σταυρωθέντα πρότερον ἐξηυτέλισαν. ποῦ φύγωμεν ἀπὸ προσώπου τῆς ὀργῆς σου; ἐροῦσιν. ἀγγελικῶν στρατιῶν περιβαλλουσῶν οὐδαμοῦ φυγεῖν δυνήσονται. φόβος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ση‐ μεῖον, καὶ χαρὰ τοῖς φίλοις τοῖς εἰς αὐτὸν πιστεύσασιν ἢ | |
15 | κηρύξασιν αὐτὸν ἢ ὑπὲρ αὐτοῦ παθοῦσιν. Τίς ἄρα μακάριος τότε, ὃς φίλος Χριστοῦ εὑρεθήσεται; οὐ καταφρονεῖ τῶν οἰκείων δούλων ὁ τοσοῦτος ἔνδοξος βασι‐ λεύς, ὁ ὑπὸ τῶν ἀγγέλων δορυφορούμενος, ὁ τοῦ πατρὸς σύν‐ θρονος. ἵνα γὰρ μὴ συμφυρῶσιν οἱ ἐκλεκτοὶ μετὰ τῶν ἐχθρῶν, | |
20 | ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, | |
καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέ‐ μων. ἑνὸς τοῦ Λὼτ οὐ κατεφρόνησεν. πῶς ἄρα πολλῶν δικαί‐ ων καταφρονήσει; δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, ἐρεῖ τοῖς τότε νεφελώδεσιν ἅρμασιν ἐποχουμένοις καὶ ὑπὸ ἀγ‐ | 184 in vol. 2 | |
25 | γέλων συλλεχθεῖσιν. | |
15.23 | Ἀλλ’ ἐρεῖ τις τῶν παρόντων· πένης εἰμί, ἢ καὶ τότε ἴσως ἀσθενὴς ἐπὶ κλίνης εὑρεθήσομαι, ἢ γύναιον ἐν μύλωνι καταληφθήσομαι. μὴ ἄρα καταφρονηθῶμεν; θάρσησον ἄν‐ θρωπε. ὁ κριτὴς ἀπροσωπόληπτός ἐστιν. οὐ κατὰ τὴν δόξαν | |
5 | κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. οὐ προτιμᾷ λογίους ἰδιω‐ τῶν οὐδὲ πλουσίους πενήτων. κἂν ἐν ἀγρῷ ᾖς, λαμβάνουσί σε οἱ ἄγγελοι. μὴ νομίσῃς ὅτι τοὺς γεούχους λαμβάνει καὶ σὲ τὸν γεωργὸν καταλείπει. κἂν δοῦλος ᾖς, κἂν πένης, μηδὲν ἀγωνιάσῃς. ὁ μορφὴν δούλου λαβὼν τῶν δούλων οὐ καταφρο‐ | |
10 | νεῖ. κἂν νοσῶν κείμενος ᾖς ἐπὶ κλίνης, γέγραπται· τότε δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται. κἂν κατ’ ἀνάγκην μύλωνι παραδοθῇς ἀνὴρ ἢ γυνή, κἂν παῖδας ἔχῃς καὶ τῷ μύλωνι παρεδρεύσῃς, ἀλλ’ οὐ παρορᾷ σε ὁ ἐξα‐ γαγὼν πεπεδημένους ἐν ἀνδρείᾳ. ὁ ἐξαγαγὼν τὸν Ἰωσὴφ εἰς | |
15 | βασιλείαν ἐκ δουλείας καὶ φυλακῆς καὶ σὲ λυτροῦται ἐκ τῶν θλίψεων εἰς βασιλείαν οὐρανῶν. μόνον θάρσησον, μόνον ἔρ‐ γασαι, μόνον ἀγώνισαι προθύμως. οὐδὲν γὰρ ἀπόλλυται. Ἀνάγραπτός ἐστί σου πᾶσα προσευχὴ καὶ ψαλμῳδία, ἀνάγραπτός ἐστι πᾶσα ἐλεημοσύνη, ἀνάγραπτός ἐστι πᾶσα | |
20 | νηστεία, ἀνάγραπτός ἐστι πᾶς ὁ διαφυλαχθεὶς γάμος καλῶς, ἀνάγραπτός ἐστιν ἐγκράτεια διὰ θεὸν τελεσθεῖσα. τὰ πρω‐ τεῖα δὲ τῶν στεφάνων ἐν ἀναγραφαῖς ἔχει παρθενία καὶ ἁγνεία, καὶ μέλλεις λάμπειν ὡς ἄγγελος. Ἀλλ’ ὥσπερ ἤκουσας ἡδέως τὰ καλά, οὕτως ἄκουε πάλιν | |
25 | ἀδυσωπήτως καὶ τὰ ἐναντία. ἀνάγραπτός σού ἐστι πᾶσα πλεονεξία, ἀνάγραπτός σού ἐστι πᾶσα πορνεία, ἀνάγραπτός σου πᾶσά ἐστιν ἐπιορκία καὶ βλασφημία καὶ φαρμακεία καὶ κλοπὴ καὶ φόνος. πάντα ἀναγράφεται ταῦτα λοιπόν, ἐὰν νῦν μετὰ τὸ βαπτισθῆναι τὰ αὐτὰ πράξῃς. τὰ γὰρ πρῶτα ἐξα‐ | 186 in vol. 2 |
30 | λείφεται. | |
15.24 | Ὅταν δὲ ἔλθῃ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώ‐ που ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ. βλέπε, ἄνθρωπε, ἐπὶ πόσων εἰς κριτήριον εἰσέρχῃ. πᾶν γένος ἀνθρώπων τότε παρέσται. λόγισαι οὖν, | |
5 | πόσον ἐστὶ τὸ Ῥωμαίων φῦλον. λόγισαι, πόσα τὰ βάρβαρα τὰ νῦν ζῶντα καὶ ὅσα πρὸ ἑκατὸν ἐτῶν ἐτελεύτησεν. λόγισαι πρὸ χιλίων ἐτῶν πόσα ἐτάφη. λόγισαι τοὺς ἀπὸ Ἀδὰμ μέχρι σήμερον. πολὺ μὲν τὸ πλῆθος, ἀλλ’ ἔτι μικρόν. πλείονες γὰρ οἱ ἄγγελοι. ἐνενήκοντα ἐννέα πρόβατά ἐστιν ἐκεῖνα, ἡ δὲ ἀν‐ | |
10 | θρωπότης τὸ ἓν μόνον. πρὸς γὰρ τὸ μέγεθος τῶν τόπων ἁπάντων οὕτως καὶ τὸ πλῆθος τῶν οἰκητόρων λογίζεσθαι δεῖ. ἡ οἰκουμενικὴ γῆ κέντρον ὥσπερ ἐστὶν ἐν μέσῳ τοῦ ἑνὸς οὐρανοῦ, καὶ τοσοῦτον ἔχει πλῆθος ὁ ταύτην περιβάλλων οὐ‐ ρανός, ὅσον ἔχει τὸ πλάτος, καὶ οἱ οὐρανοὶ τῶν οὐρανῶν | |
15 | ἀνείκαστον ἔχουσι τὸν ἀριθμόν. γέγραπται δέ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. οὐχ ὅτι τοσοῦτον μόνον τὸ πλῆθός ἐστιν, ἀλλ’ ὅτι πλέον τούτων εἰπεῖν οὐκ ἠδύνατο ὁ προφήτης. πάρεστι τοίνυν ἐν τῇ κρίσει τότε ὁ θεὸς ὁ πάντων πατήρ, συγκαθεζομένου | |
20 | Ἰησοῦ Χριστοῦ καὶ συμπαρόντος ἁγίου πνεύματος. σάλπιγξ ἀγγελικὴ προσκαλεῖται πάντας ἡμᾶς τὰ πεπραγμένα φοροῦντας. ἆρ’ οὐκ ὀφείλομεν ἐντεῦθεν ἤδη ἀγωνιᾶσαι; μὴ μικρὰν τὴν καταδίκην καὶ χωρὶς τιμωρίας ἄνθρωπε νομίσῃς τὸ ἐπὶ τοσού‐ των καταγνωσθῆναι. ἆρα οὐχ αἱρούμεθα πολλάκις ἀποθα‐ | 188 in vol. 2 |
25 | νεῖν ἢ ὑπὸ φίλων καταγνωσθῆναι; | |
15.25 | Ἀγωνιάσωμεν, ἀδελφοί, [τοίνυν] μὴ θεὸς ἡμῶν κατα‐ γνῷ, ὃς ἐξετάσεως ἢ ἐλέγχων οὐ χρείαν ἔχει πρὸς κατάγνωσιν. μὴ εἴπῃς ὅτι νυκτὸς ἐπόρνευσα ἢ ἐμάγευσα ἢ ἕτερόν τι ἔπραξα, καὶ ἄνθρωπος οὐ παρῆν ἐκεῖ. ἐκ τῆς συνειδήσεώς σου κρίνῃ | |
5 | μεταξὺ τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. τοῦ κριτοῦ τὸ φοβερὸν πρόσωπον ἀναγκάζει σε εἰπεῖν τὴν ἀλή‐ θειαν, μᾶλλον δὲ κἂν μὴ εἴπῃς ἐλέγχει. περιβεβλημένος γὰρ τὰς σεαυτοῦ ἁμαρτίας ἤτοι δικαιοσύνας ἐγείρῃ. | |
10 | Καὶ τοῦτο ἐδήλωσεν αὐτὸς ὁ κριτὴς λέγων—Χριστὸς γάρ ἐστιν ὁ κρίνων. οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, οὐκ ἀπαλλοτριῶν ἑαυτὸν τῆς ἐξουσίας, ἀλλὰ διὰ τοῦ υἱοῦ κρίνων. νεύματι τοίνυν πα‐ τρὸς κρίνει ὁ υἱός. οὐ γὰρ ἄλλα πατρὸς καὶ ἄλλα υἱοῦ τὰ | |
15 | νεύματα, ἀλλὰ ἓν καὶ τὸ αὐτό—τί λέγει τοίνυν ὁ κριτὴς περὶ τοῦ φορεῖν σε τὰ ἔργα σου ἢ μή; καὶ συνάξουσιν ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. δεῖ γὰρ ἐνώπιον τοῦ Χριστοῦ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, | |
20 | ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Ὁ ποιμὴν πῶς ἀφορίζει; ἆρα ἐξετάζων ἀπὸ βιβλίου, τί μέν ἐστι πρόβατον, τίς δὲ ἔριφος; ἢ ἀπὸ τῶν φαινομένων διακρίνει; οὐχὶ τὸ μὲν ἔριον δηλοῖ τὸ πρόβατον, τὸ δὲ τρι‐ | |
25 | χῶδες καὶ σκληρὸν δηλοῖ τὸν ἔριφον; οὕτως, ἐὰν μὲν καθαρ‐ θεὶς ἄρτι τῶν ἁμαρτιῶν τὰς πράξεις ἔχῃς εἰς τὸ ἑξῆς ὡς ἔριον καθαρόν, καὶ μένῃ σου ἀμόλυντος ἡ στολή, καὶ λέγῃς πάν‐ τοτε τὸ ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύ‐ σομαι αὐτόν; ἐκ τῆς περιβολῆς γνωρίζῃ πρόβατον. ἐὰν δὲ | 190 in vol. 2 |
30 | τριχώδης εὑρεθῇς κατὰ τὸν Ἡσαῦ τὸν δασὺν ἐν θριξὶ καὶ φαῦλον ἐν διανοίᾳ, τὸν ἀπολέσαντα τὰ πρωτοτόκια διὰ βρώ‐ ματα καὶ πωλήσαντα τὴν ἀξίαν, γενήσῃ τῶν ἀριστερῶν. μὴ γένοιτο δέ τινα τῶν παρόντων ἀποβληθῆναι τῆς χάριτος, μηδὲ διὰ φαύλας πράξεις ἐν τοῖς ἀριστεροῖς τῶν ἁμαρτωλῶν εὑρε‐ | |
35 | θῆναι τάγμασιν. | |
15.26 | Φοβερὰ ἡ κρίσις ὡς ἀληθῶς καὶ τρόμος ἐπὶ τοῖς καταγγελλομένοις. βασιλεία οὐρανῶν πρόκειται, καὶ πῦρ αἰώ‐ νιον ἡτοίμασται. πῶς οὖν, ἐρεῖ τις, φύγωμεν τὸ πῦρ; καὶ πῶς εἰσέλθωμεν εἰς τὴν βασιλείαν; ἐπείνασα, φησί, καὶ ἐδώκατέ | |
5 | μοι φαγεῖν. μάθετε τὴν ὁδόν. οὐ χρεία νῦν ἀλληγορίας, ἀλλὰ τοῦ ἐπιτελέσαι τὰ λεγόμενα. ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ταῦτα ἐὰν ποιήσῃς, | |
10 | συμβασιλεύσεις, ἐὰν δὲ μὴ ποιήσῃς, κατακρίνῃ. Ἤδη τοίνυν ἄρξαι τοῦ ἐργάζεσθαι ταῦτα καὶ ἐπίμενε τῇ πίστει, μὴ κατὰ τὰς μωρὰς παρθένους μέλλων ἀγοράζειν τὸ ἔλαιον ἀποκλεισθῇς. μὴ θαρσήσῃς ὅτι μόνον κατέχεις τὴν λαμπάδα, ἀλλὰ διατήρησον αὐτὴν καιομένην. λαμψάτω σου τὸ | |
15 | φῶς τῶν καλῶν ἔργων ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ μὴ βλασφημείσθω διὰ σὲ ὁ Χριστός. φόρεσον ἔνδυμα ἀφθαρ‐ σίας ἐν ἔργοις ἀγαθοῖς διαπρέπων, καὶ ὃ λαμβάνεις παρὰ τοῦ θεοῦ οἰκονομικῶς διοικῆσαι πρᾶγμα, διοίκησον χρησίμως. | |
χρήματα ἐπιστεύθης; διοίκησον καλῶς. λόγον διδασκαλικὸν | 192 in vol. 2 | |
20 | ἐπιστεύθης; οἰκονόμησον καλῶς. τὰς ψυχὰς τῶν ἀκουόντων προσθεῖναι δύνασαι; ποίει τοῦτο σπουδαίως. πολλαὶ θύραι τῆς καλῆς διοικήσεως. μή τις ἡμῶν μόνον καταγνωσθεὶς ἀπο‐ βληθῇ, ἵνα μετὰ παῤῥησίας ἀπαντήσωμεν τῷ αἰωνίῳ βασιλεῖ Χριστῷ τῷ βασιλεύοντι εἰς τοὺς αἰῶνας. βασιλεύει γὰρ εἰς | |
25 | τοὺς αἰῶνας ὁ κρίνων ζῶντας καὶ νεκροὺς ὑπὲρ ζώντων καὶ νεκρῶν ἀποθανών. καὶ καθὼς Παῦλός φησιν· εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζών‐ των κυριεύσῃ. | |
15.27 | Κἄν ποτέ τινος ἀκούσῃς λέγοντος, ὅτι τέλος ἔχει ἡ Χριστοῦ βασιλεία, μίσησον τὴν αἵρεσιν. τοῦ δράκοντός ἐστιν ἄλλη κεφαλὴ προσφάτως περὶ τὴν Γαλατίαν ἀναφυεῖσα. ἐτόλ‐ | |
μησέ τις λέγειν ὅτι μετὰ τὸ τέλος τοῦ κόσμου ὁ Χριστὸς | 194 in vol. 2 | |
5 | οὐ βασιλεύει, καὶ ἐτόλμησεν εἰπεῖν ὅτι ὁ λόγος ἐκ πατρὸς ἐξελθὼν οὗτος εἰς πατέρα πάλιν ἀναλυθεὶς οὐκέτι ἔστιν, βλα‐ σφημῶν τὰ τοιαῦτα καθ’ ἑαυτοῦ. οὐ γὰρ ἤκουσε τοῦ κυρίου λέγοντος· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. οὐκ ἤκουσε τοῦ Γαβριὴλ λέγοντος· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶ‐ | |
10 | νας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. σκόπησον τὸ λεγόμενον. ἄνθρωποι νῦν αἱρετικοὶ κατὰ τοῦ Χριστοῦ διδά‐ σκουσιν, καὶ Γαβριὴλ ὁ ἀρχάγγελος τὰ περὶ τῆς αἰωνίου δια‐ μονῆς τοῦ σωτῆρος ἐδίδαξε. τίνι μᾶλλον οὖν πιστεύεις; οὐχὶ ἄρα τῷ Γαβριήλ; τὴν μαρτυρίαν τὴν παροῦσαν τοῦ | |
15 | Δανιὴλ ἄκουσον· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἀρχὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύουσιν αὐτῷ. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, | |
20 | ἥτις οὐ περιελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ταῦτα κράτει μᾶλλον, τούτοις πίστευε, τὰ δὲ τῆς αἱρέσεως ἀποπέμπου. φανερώτατα γὰρ ἤκουσας περὶ τῆς ἀτελευτήτου τοῦ Χριστοῦ βασιλείας. | |
15.28 | Ἔχεις τὸ παραπλήσιον καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ λίθου τοῦ ἐξ ὄρους τμηθέντος ἄνευ χειρῶν, ὅς ἐστι Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. καὶ ὁ Δαβὶδ ποτὲ μέν φησι· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν | |
5 | αἰῶνα τοῦ αἰῶνος· ποτὲ δέ· κατ’ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ [τὰ] ἑξῆς· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμέ‐ νεις. καὶ [τὰ] ἑξῆς· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. ἅτινα εἰς τὸν υἱὸν ὁ Παῦλος ἑρμήνευσεν. | |
15.29 | Καὶ θέλεις γνῶναι, πόθεν ἦλθον εἰς τοιαύτην μα‐ νίαν οἱ τὰ ἐναντία διδάσκοντες; ἀνέγνωσαν τὸ τοῦ ἀποστόλου καλὸν κακῶς, τὸ δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ | |
πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ | 196 in vol. 2 | |
5 | λέγουσιν, ὅταν οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐκέτι βασιλεύει, κακῶς καὶ ἀνοήτως τοῦτο λέγοντες. ὁ γὰρ πρὶν καταγωνίσηται τοὺς ἐχθροὺς βασιλεύων πῶς οὐχὶ [μᾶλ‐ λον] μετὰ τὸ περικρατῆσαι τῶν ἐχθρῶν βασιλεύσει; | |
15.30 | Ἐτόλμησαν δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι τὸ γεγραμμένον, ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποτα‐ γήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, τοῦτο δηλοῖ καὶ τὸν υἱὸν ἀναλύεσθαι εἰς πατέρα. εἶτα, ὦ πάντων ἀνοσιώτατοι, | |
5 | ὑμεῖς μὲν τὰ Χριστοῦ δημιουργήματα μένετε, Χριστὸς δέ, δι’ οὗ καὶ ὑμεῖς καὶ πάντα γέγονεν, ἀπόλλυται; βλάσφημος ἡ φωνή. πῶς δὲ καὶ ὑποταγήσεται αὐτῷ τὰ πάντα; ἀπολλύμενα ἢ μένοντα; εἶτα τὰ μὲν ἄλλα ὑποτασσόμενα τῷ υἱῷ μένει, ὁ δὲ υἱὸς ὑποτασσόμενος τῷ πατρὶ οὐ μένει; ὑποταγήσεται | |
10 | δὲ οὐχ ὅτι τότε ἄρχεται πειθαρχεῖν τῷ πατρί, (ἀεὶ γὰρ τὰ ἀρεστὰ αὐτῷ ποιεῖ πάντοτε,) ἀλλ’ ὅτι καὶ τότε ὑπακούει οὐκ ἀναγκαστὴν ὑποταγὴν ἔχων, ἀλλ’ αὐτοπροαίρετον εὐπείθειαν. οὐ γὰρ δοῦλός ἐστιν, ἵνα ἀνάγκῃ ὑποταγῇ, ἀλλὰ υἱός ἐστιν, ἵνα προαιρέσει καὶ φιλοστοργίᾳ πεισθῇ. | |
15.31 | Ἐξετάσωμεν δὲ αὐτούς, τὸ ἄχρις οὗ ἢ τὸ μέχρις οὗ ποταπόν ἐστιν; ἐγὼ γὰρ αὐτῇ τῇ λέξει ὁμόσε χωρήσας ἀνατρέψαι πειράσομαι τὴν πλάνην. ἐπειδὴ ἐτόλμησαν εἰπεῖν ὅτι τὸ μέχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας | |
5 | αὐτοῦ δηλοῖ αὐτοῦ τὸ τέλος, καὶ ἐτόλμησαν περιγράψαι τὴν αἰώνιον τοῦ Χριστοῦ βασιλείαν καὶ καταπαῦσαι τῷ λόγῳ τὴν ἀκατάπαυστον ἐξουσίαν, φέρε τοίνυν ἀναγνῶμεν τὰ ὅμοια ἐν τῷ ἀποστόλῳ. ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως. ἆρα μέχρι τότε ἀπέθανον καὶ οὐκέτι | |
10 | μετὰ Μωυσέα τινὲς ἀπέθανον ἢ μετὰ νόμον οὐκέτι θάνατος | |
γέγονεν ἀνθρώπων; ἀλλὰ βλέπεις ὅτι τὸ μέχρι ῥητὸν οὐ χρόνου ἐστὶ περιοριστικόν, ἀλλ’ ὅτι τοῦτο μᾶλλον ἐδήλω‐ σεν ὁ Παῦλος, καὶ ταῦτα Μωυσέως δικαίου ὄντος καὶ θαυμα‐ σίου ἀνδρός, ὅμως ἡ κατὰ τοῦ Ἀδὰμ ἐξενεχθεῖσα ἀπόφασις | 198 in vol. 2 | |
15 | θανατικὴ ἔφθασε καὶ ἐπ’ αὐτὸν καὶ ἐπὶ τοὺς ἑξῆς, καὶ ταῦτα μὴ ἁμαρτήσαντας τὰ ὅμοια τῷ Ἀδὰμ ἐν τῇ παρακοῇ τῆς τοῦ ξύλου βρώσεως. | |
15.32 | Δέξαι πάλιν ἄλλο ῥητὸν ὅμοιον. μέχρι γὰρ σήμερον, ἡνίκα ἀναγινώσκεται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐ‐ τῶν κεῖται. τὸ μέχρι σήμερον ἄρα μέχρι Παύλου μόνον; οὐ μέχρι σήμερον καὶ ἕως τῆς συντελείας; ἐὰν δὲ λέγῃ Παῦλος | |
5 | Κορινθίοις· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἐλπίδα ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι· βλέπεις σαφῶς ὅτι τὸ ἄχρις οὐχὶ τέλος ἐστίν, ἀλλ’ ἔχει τι ἐπακολουθοῦν. πῶς τοίνυν δεῖ σε μνημονεύειν τὸ ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθρούς; | |
10 | ὥσπερ ἀλλαχοῦ λέγει ὁ αὐτὸς Παῦλος· καὶ παρακαλεῖτε ἑαυ‐ τοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, δηλονότι διὰ παντός. ὥσπερ γὰρ ἀρχὴν τῶν ἡμερῶν τοῦ Χριστοῦ λέγειν οὐ χρή, οὕτω μηδὲ τέλος τῆς βασιλείας αὐ‐ τοῦ ποτε λέγοντός τινος ἀνάσχῃ. ἡ γὰρ βασιλεία αὐτοῦ βασι‐ | |
15 | λεία αἰώνιος, γέγραπται. | |
15.33 | Καὶ ἄλλας δὲ πλείονας μαρτυρίας ἔχων ἐκ τῶν θείων γραφῶν περὶ τῆς εἰς τοὺς αἰῶνας ἀτελευτήτου τοῦ Χριστοῦ βασιλείας ἀρκεσθήσομαι ταῖς προειρημέναις τέως διὰ τὸ πολὺ τῆς ἡμέρας. σὺ δὲ ὁ ἀκροατὴς ἐκεῖνον βασιλέα προσκύνει | |
5 | μόνον, φυγὼν πᾶσαν αἱρετικὴν πλάνην. εἰ δὲ παράσχοι ἡ τοῦ θεοῦ χάρις, καὶ τὰ λείποντα τῆς πίστεως κατὰ καιρὸν ὑμῖν ῥηθήσεται. ὁ δὲ τῶν ὅλων θεὸς πάντας ὑμᾶς διαφυλά‐ ξειε μνημονεύοντας τῶν σημείων τῆς συντελείας καὶ ἀκατα‐ | |
γωνίστους ὑπὸ τοῦ Ἀντιχρίστου μένοντας. ἔλαβες τὰ σημεῖα | 200 in vol. 2 | |
10 | τοῦ μέλλοντος ἔρχεσθαι πλάνου. ἔλαβες τὰς ἀποδείξεις τοῦ ἀληθινοῦ Χριστοῦ τοῦ κατερχομένου φανερῶς ἐξ οὐρανῶν. τὸν μὲν φεῦγε, νὸν ψευδῆ, τὸν δὲ προσδόκα, τὸν ἀληθινόν. ἔμαθες τὴν ὁδόν, πῶς κρινόμενος ἐν τοῖς δεξιοῖς εὑρεθῄσῃ. τήρησον τὴν περὶ Χριστοῦ παραθήκην ἐν ἔργοις ἀγαθοῖς δια‐ | |
15 | πρέπων, ἵνα εὐπαῤῥησιάστως παραστὰς τῷ κριτῇ βασιλείαν οὐρανῶν κληρονομήσῃς. δι’ οὗ καὶ μεθ’ οὗ ἡ δόξα τῷ θεῷ | |
σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 202 in vol. 2 | |
16t | Κατήχησις ἑκκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τό· καὶ εἰς ἓν ἅγιον πνεῦμα, τὸν παράκλητον, τὸ λαλῆσαν ἐν τοῖς | |
5 | προφήταις. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς κορινθίους πρώ‐ της· περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέ‐ λω ὑμᾶς ἀγνοεῖν. καὶ ἑξῆς· διαιρέσεις δὲ χαρι‐ σμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα. καὶ τὰ ἑξῆς. | |
16.1 | Πνευματικῆς ἀληθῶς χρεία τῆς χάριτος, ἵνα περὶ πνεύματος ἁγίου διαλεχθῶμεν· οὐχ ἵνα τὸ κατ’ ἀξίαν εἴπω‐ μεν, ἀδύνατον γάρ, ἀλλ’ ἵνα τὰ ἀπὸ τῶν θείων γραφῶν εἰπόν‐ τες ἀκινδύνως διέλθωμεν. φόβος γὰρ ἀληθῶς μέγας ἐν τοῖς | |
5 | εὐαγγελίοις γέγραπται τοῦ Χριστοῦ σαφῶς εἰρηκότος· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. καὶ ἔστι πολλάκις δέος, μή ποτέ τις ἢ ἐξ ἀγνοίας ἢ ἐκ νομιζομένης | |
εὐλαβείας εἰπὼν ὃ μὴ χρὴ περὶ αὐτοῦ λάβῃ τὴν καταδίκην. | 204 in vol. 2 | |
10 | ὁ κριτὴς ζώντων καὶ νεκρῶν Ἰησοῦς Χριστὸς ἀπεφήνατο ὅτι οὐκ ἔχει ἄφεσιν. ἐὰν οὖν τις πταίσῃ, ποίαν ἔχει τὴν ἐλπίδα; | |
16.2 | Αὐτῆς οὖν ἂν εἴη τῆς Ἰησοῦ Χριστοῦ χάριτος ἔργον τὸ παρασχεῖν καὶ ἡμῖν ἀλείπτως εἰπεῖν καὶ ὑμῖν ἐν συνέσει ἀκούειν. χρεία γὰρ συνέσεως οὐ μόνον τοῖς λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσιν, ἵνα μὴ ἄλλα ἀκούοντες ἄλλα παρεκδέ‐ | |
5 | χωνται ἐν διανοίᾳ. λεγέσθω τοίνυν ὑφ’ ἡμῶν περὶ ἁγίου πνεύ‐ ματος μόνα τὰ γεγραμμένα. εἰ δέ τι μὴ γέγραπται, μὴ πολυ‐ πραγμονῶμεν. αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε τὰς γραφάς, αὐτὸ καὶ περὶ ἑαυτοῦ εἴρηκεν ὅσα ἐβούλετο ἢ ὅσα ἐχωροῦμεν. λεγέσθω οὖν ἃ εἴρηκεν. ὅσα γὰρ οὐκ εἴρηκεν, ἡμεῖς οὐ τολ‐ | |
10 | μῶμεν. | |
16.3 | Ἕν ἐστι μόνον τὸ ἅγιον πνεῦμα ὁ παράκλητος. καὶ ὥσπερ εἷς ἐστιν ὁ θεὸς ὁ πατὴρ καὶ οὐκ ἔστι δεύτερος πατήρ, καὶ ὥσπερ εἷς ἐστιν ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ ἀδελφὸν οὐκ ἔχει, οὕτως ἕν ἐστι τὸ ἅγιον πνεῦμα μόνον | |
5 | καὶ δεύτερον οὐκ ἔστι πνεῦμα ἰσότιμον αὐτῷ. ἔστιν οὖν τὸ ἅγιον πνεῦμα μεγίστη δύναμις, θεῖόν τι καὶ ἀνεξιχνίαστον. ζῇ γὰρ καὶ λογικόν ἐστιν, ἁγιαστικὸν τῶν ὑπὸ θεοῦ διὰ Χριστοῦ γενομένων ἁπάντων. τοῦτο φωτίζει τὰς ψυχὰς τῶν δικαίων, τοῦτο καὶ ἐν προφήταις, τοῦτο καὶ ἐν ἀποστόλοις ἐν | |
10 | τῇ καινῇ διαθήκῃ. μισείσθωσαν οἱ χωρίζειν τολμῶντες τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν. εἷς θεός, ὁ πατήρ, παλαιᾶς καὶ καινῆς διαθήκης δεσπότης, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς ὁ ἐν παλαιᾷ προφητευθεὶς καὶ ἐν καινῇ παραγενόμενος, καὶ ἓν πνεῦμα ἅγιον, διὰ προφητῶν μὲν περὶ τοῦ Χριστοῦ κη‐ | |
15 | ρῦξαν, ἐλθόντος δὲ τοῦ Χριστοῦ καταβὰν καὶ ἐπιδεῖξαν αὐτόν. | 206 in vol. 2 |
16.4 | Μηδεὶς οὖν χωριζέτω τὴν παλαιὰν ἀπὸ τῆς καινῆς διαθήκης. μηδεὶς λεγέτω ὅτι ἄλλο τὸ πνεῦμα ἐκεῖ καὶ ἄλλο ὧδε· ἐπεὶ προσκρούει αὐτῷ τῷ ἁγίῳ πνεύματι τῷ μετὰ πατρὸς καὶ υἱοῦ τετιμημένῳ καὶ ἐν τῷ καιρῷ τοῦ ἁγίου βαπτίσματος ἐν | |
5 | τῇ ἁγίᾳ τριάδι συμπεριλαμβανομένῳ. ὁ γὰρ τοῦ θεοῦ μονογε‐ νὴς υἱὸς τοῖς ἀποστόλοις εἴρηκε σαφῶς· πορευθέντες μαθη‐ τεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ἡ ἐλπὶς ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. | |
10 | οὐ τρεῖς θεοὺς καταγγέλλομεν, φιμούσθωσαν γὰρ Μαρκιωνι‐ σταί, ἀλλὰ σὺν ἁγίῳ πνεύματι δι’ ἑνὸς υἱοῦ ἕνα θεὸν καταγ‐ γέλλομεν. ἀδιαίρετος ἡ πίστις, ἀχώριστος ἡ εὐσέβεια. οὔτε χωρίζομεν τὴν ἁγίαν τριάδα ὥς τινες, οὔτε συναλοιφὴν ὡς Σαβέλλιος ἐργαζόμεθα. ἀλλ’ οἴδαμεν εὐσεβῶς ἕνα πατέρα τὸν | |
15 | ἀποστείλαντα ἡμῖν σωτῆρα τὸν υἱόν. οἴδαμεν ἕνα υἱὸν τὸν ἐπαγγειλάμενον πέμψειν παρὰ τοῦ πατρὸς τὸν παράκλητον. οἴδαμεν τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν ἐν προφήταις καὶ ἐν τῇ πεντηκοστῇ κατελθὸν ἐπὶ τοὺς ἀποστόλους ἐν εἴδει πυρί‐ | |
νων γλωσσῶν ἐνταῦθα ἐν τῇ Ἱερουσαλὴμ ἐν τῇ ἀνωτέρᾳ τῶν | 208 in vol. 2 | |
20 | ἀποστόλων ἐκκλησίᾳ. πάντων γὰρ παρ’ ἡμῖν ἔστι τὰ ἀξιώματα. ἐνταῦθα Χριστὸς ἐξ οὐρανῶν κατῆλθεν. ἐνταῦθα τὸ πνεῦμα τὸ ἅγιον ἐξ οὐρανῶν κατῆλθεν. καὶ πρεπωδέστατον μὲν ἀλη‐ θῶς ἦν, ὥσπερ τὰ περὶ Χριστοῦ καὶ τοῦ Γολγοθᾶ ἐν τῷ Γολγοθᾷ τούτῳ λέγομεν, οὕτως καὶ περὶ ἁγίου πνεύματος ἐν | |
25 | τῇ ἀνωτέρᾳ λέγειν ἐκκλησίᾳ. ἐπειδὴ δὲ τῆς δόξης τοῦ ἐνταῦθα σταυρωθέντος συναπολαύει τὸ ἐκεῖ κατελθόν, οὕτως τὰ περὶ τοῦ ἐκεῖ κατελθόντος ἐνταῦθα λαλοῦμεν. ἀμέριστος γάρ ἐστιν ἡ εὐσέβεια. | |
16.5 | Βουλόμεθα λοιπόν τινα εἰπεῖν περὶ τοῦ ἁγίου πνεύ‐ ματος, οὐχὶ διηγήσασθαι τὴν ὑπόστασιν αὐτοῦ ἀκριβῶς, ἀδυ‐ νατὸν γάρ, ἀλλ’ εἰπεῖν τὰς διαφόρους τινῶν περὶ αὐτοῦ παρεκ‐ τροπάς, ἵνα μή ποτε ἐξ ἀγνοίας ἐκείνων κατενεχθῶμεν, | |
5 | καὶ ἐπικόψαι τὰς τῆς πλάνης ὁδούς, ἵνα μίαν ὁδὸν βασιλικὴν ὁδεύσωμεν. εἰ δέ τι ῥηθὲν ὑπὸ τῶν αἱρέσεων νῦν διηγού‐ μεθα δι’ ἀσφάλειαν, τοῦτο κατὰ τῆς ἐκείνων προτρεπέσθω κεφαλῆς, ἀθῷοί τε εἴημεν οἵ τε λέγοντες ἡμεῖς καὶ ὑμεῖς οἱ ἀκούοντες. | |
16.6 | Οἱ γὰρ περὶ πάντα ἀνοσιώτατοι αἱρετικοὶ καὶ κατὰ τοῦ ἁγίου πνεύματος ὤξυναν τὴν γλῶσσαν καὶ ἐτόλμησαν εἰπεῖν τὰ ἀθέμιτα, καθὼς Εἰρηναῖος ὁ ἐξηγητὴς ἐν τοῖς προσ‐ τάγμασι τοῖς πρὸς τὰς αἱρέσεις ἔγραψεν, οἱ μὲν ἑαυτοὺς εἶναι | |
5 | τὸ πνεῦμα τὸ ἅγιον εἰπεῖν τολμήσαντες, ὧν πρῶτος Σίμων ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μάγος. ἀποβληθεὶς γὰρ τὰ τοιαῦτα διδάσκειν ἐτόλμησεν. οἱ δὲ Γνωστικοὶ καλούμενοι καὶ | |
ἀσεβεῖς καὶ ἕτερα κατὰ τοῦ πνεύματος ἐφθέγξαντο, Οὐαλεντι‐ νιανοὶ δὲ οἱ παράνομοι πάλιν ἕτερα. ὁ δὲ δυσσεβὴς Μάνης | 210 in vol. 2 | |
10 | ἑαυτὸν εἶναι τὸν ὑπὸ Χριστοῦ πεμφθέντα παράκλητον εἰπεῖν ἐτόλμησεν. ἕτεροι δὲ ἄλλο ἐν προφήταις εἶναι καὶ ἄλλο ἐν καινῇ. καὶ πολλή τις αὐτῶν ἡ πλάνη, μᾶλλον δὲ ἡ βλασφη‐ μία. μίσησον τοίνυν τοὺς τοιούτους καὶ φεῦγε τοὺς βλασφη‐ μοῦντας τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄφεσιν οὐκ ἔχοντας. τίς σοι | |
15 | πρὸς τοὺς ἀνελπίστους κοινωνία τῷ βαπτισθησομένῳ νῦν καὶ εἰς πνεῦμα ἅγιον; εἰ ὁ κολλώμενος τῷ κλέπτῃ καὶ συντρέχων ὑπὸ τιμωρίαν ἐστίν, ὁ προσκρούων πνεύματι ἁγίῳ ποίαν ἕξει τὴν ἐλπίδα; | |
16.7 | Μισείσθωσαν καὶ Μαρκιωνισταὶ οἱ περιελόντες τὰ ῥήματα τῆς παλαιᾶς διαθήκης ἀπὸ τῆς καινῆς. πρῶτος γὰρ Μαρκίων ὁ ἀθεώτατος, ὁ πρῶτος τρεῖς θεοὺς εἰπών, εἰδὼς ὅτι ἔγκεινται ἐν τῇ καινῇ μαρτυρίαι περὶ Χριστοῦ τῶν προ‐ | |
5 | φητῶν, περιέκοψε τὰς ἐκ τῆς παλαιᾶς διαθήκης μαρτυρίας, ἵνα ἀμάρτυρος μείνῃ ὁ βασιλεύς. μισείσθωσαν οἱ προειρημένοι Γνωστικοὶ μὲν ὀνόματι, τῆς δὲ ἀγνωσίας πεπληρωμένοι, τολμήσαντες τοιαῦτα εἰπεῖν περὶ ἁγίου πνεύματος, ἅπερ ἐγὼ λέγειν οὐ τολμῶ. | |
16.8 | Μισείσθωσαν οἱ κατὰ Φρύγας, καὶ Μοντανὸς ὁ τῶν κακῶν ἔξαρχος, καὶ αἱ δύο δῆθεν αὐτοῦ προφήτιδες, Μαξι‐ μίλλα καὶ Πρισκίλλα. ὁ γὰρ Μοντανὸς οὗτος ὁ παρεξεστηκὼς καὶ μανιώδης ἀληθῶς (οὐ γὰρ ἂν εἶπε τοιαῦτα, εἰ μὴ ἐμαίνετο) | |
5 | ἐτόλμησεν εἰπεῖν ἑαυτὸν εἶναι τὸ ἅγιον πνεῦμα, ὁ ἀθλιώ‐ τατος καὶ πάσης ἀκαθαρσίας καὶ ἀσελγείας πεπληρωμένος. αὔ‐ ταρκες γὰρ τοῦτο διὰ συσσήμων εἰπεῖν, τῶν παρουσῶν γυναι‐ κῶν σεμνότητος ἕνεκεν. καὶ Πέπουζαν μικρότατον κωμύδριον ἐν τῇ Φρυγίᾳ καταλαβὼν καὶ ψευδῶς Ἱερουσαλὴμ ὀνομάσας | |
10 | τοῦτο, καὶ ἀθλιώτατα παιδία γυναικῶν μικρὰ σφάττων καὶ κατακόπτων εἰς ἀθέμιτον βρῶσιν προφάσει τῶν καλουμένων | |
παρ’ αὐτοῖς μυστηρίων (διὸ μέχρις πρώην ἐν τῷ διωγμῷ τοῦτο ποιεῖν ἡμεῖς ὑπωπτευόμεθα διὰ τὸ κἀκείνους τοὺς Μοντανούς, ψευδῶς μέν, ὁμωνύμως δέ, καλεῖσθαι χριστιανούς) | 212 in vol. 2 | |
15 | ἐτόλμησεν ἑαυτὸν εἰπεῖν ἅγιον πνεῦμα ὁ πάσης ἀσεβείας καὶ ἀπανθρωπίας πεπληρωμένος, ὁ ἀναπολόγητον ἔχων τὴν κατα‐ δίκην. | |
16.9 | Ἐπηγωνίσατο, καθὼς προείρηται, καὶ ὁ δυσσεβέστατος Μάνης ὁ τὰ τῶν αἱρέσεων πασῶν κακὰ συνειληφώς. καὶ οὗ‐ τος τελευταῖος βόθρος ἀπωλείας τυγχάνων, τὰ πάντων συλλέξας ὁμοῦ τῶν αἱρετικῶν καινοτέραν εἰργάσατο καὶ ἐδίδαξε πλάνην. | |
5 | ἐτόλμησέ τε εἰπεῖν, ὅτι αὐτὸς εἴη ὁ παράκλητος ὃν ἐπηγγεί‐ λατο Χριστὸς ἀποστέλλειν. Ἀλλ’ ὁ σωτὴρ ἐπαγγειλάμενος εἶπε τοῖς ἀποστόλοις· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν. τί οὖν; ἆρα οἱ τελευ‐ | |
10 | τήσαντες ἀπόστολοι ἀπὸ διακοσίων ἐτῶν ἐξεδέχοντο τὸν Μά‐ νην, ἕως ἂν ἐνδύσωνται τὴν δύναμιν; καὶ τολμήσει τις εἰ‐ πεῖν ὅτι οὐκ ἦσαν ἔκτοτε πλήρεις ἁγίου πνεύματος; καὶ μὴν γέγραπται, ὅτι τότε ἐπετίθεσαν τὰς χεῖρας, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. ἆρα οὐχὶ πρὸ τοῦ Μάνη καὶ πρὸ πολλῶν | |
15 | ἐτῶν τοῦτο ἐγένετο, καταβάντος ἐν τῇ ἡμέρᾳ τῆς πεντηκο‐ στῆς τοῦ ἁγίου πνεύματος; | |
16.10 | Διὰ τί κατεκρίθη Σίμων ὁ μάγος; ἆρ’ οὐ προσελθὼν τοῖς ἀποστόλοις καὶ εἰπών· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον; οὐ γὰρ εἶπε, δότε κἀμοὶ πνεύματος ἁγίου κοινωνίαν, ἀλλ’ ἐξουσίαν, | |
5 | ἵνα ἄλλοις πιπράσκῃ τὸ ἄπρατον, ὃ αὐτὸς μὴ ἐκέκτητο. καὶ ἀργύρια προσήνεγκε τοῖς ἀκτήμοσιν, καὶ ταῦτα βλέπων τοὺς προσφέροντας τὰς τιμὰς τῶν πιπρασκομένων καὶ τιθέντας παρὰ τοὺς πόδας τῶν ἀποστόλων. καὶ οὐκ ἐλογίσατο ὅτι οἱ ποσὶ καταπατοῦντες τὸν πλοῦτον τὸν προσενεχθέντα εἰς τροφὰς | |
10 | τῶν πτωχῶν οὗτοι οὐκ ἂν ἐπὶ μισθῷ ἔδοσαν ἐξουσίαν πνεύ‐ ματος ἁγίου. οἱ δὲ τί φασι τῷ Σίμωνι; τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. δεύτερος γὰρ Ἰούδας εἶ, διὰ τῶν ἀργυρίων προσδοκήσας πιπράσκειν τὴν χάριν τοῦ πνεύματος. | 214 in vol. 2 |
15 | Εἰ οὖν ὁ Σίμων θελήσας μισθῷ λαβεῖν τὴν ἐξουσίαν εἰς ἀπώλειάν ἐστι, Μάνης ὁ ἑαυτὸν εἰπὼν τὸ πνεῦμα εἶναι τὸ ἅγιον πόσην ἔχει τὴν ἀσέβειαν; μισήσωμεν τοὺς μίσους ἀξίους, ἀποστραφῶμεν οὓς ἀποστρέφεται ὁ θεός. εἴπωμεν καὶ αὐτοὶ μετὰ παρρησίας πάσης τῷ θεῷ περὶ πάντων αἱρετικῶν· οὐχὶ | |
20 | τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; ἔστι γὰρ καὶ ἔχθρα καλή, καθὼς γέγραπται· καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. ἡ γὰρ πρὸς τὸν ὄφιν φιλία ἔχθραν πρὸς τὸν θεὸν καὶ θάνατον κατεργάζεται. | |
16.11 | Ταῦτα μὲν οὖν ἡμῖν περὶ τῶν ἀποβεβλημένων εἰρή‐ σθω. λοιπὸν δὲ εἰς τὰς θείας γραφὰς ἐπανέλθωμεν καὶ πίνω‐ μεν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων, ἁγίων πατέρων, καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. πίνωμεν ἀπὸ ὕδατος ζῶντος, ἁλλο‐ | |
5 | μένου εἰς ζωὴν αἰώνιον. τοῦτο δὲ εἶπεν ὁ σωτὴρ περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. βλέπε γὰρ τί λέγει· ὁ πιστεύων εἰς ἐμέ, οὐχ ἁπλῶς, ἀλλὰ καθὼς εἶπεν ἡ γραφή (ἀνέπεμψέ σε εἰς τὴν παλαιὰν διαθήκην), ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσου‐ | |
10 | σιν ὕδατος ζῶντος, οὐ ποταμοὶ αἰσθητοί, γῆν ἁπλῶς ἀκανθοφόρον καὶ ξυλοφόρον ποτίζοντες, ἀλλὰ ψυχὰς φωταγω‐ γοῦντες. καὶ ἀλλαχοῦ φησιν· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γε‐ νήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. καινότερον ὕδωρ ζῶν καὶ ἁλλόμενον, ἁλλόμενον δ’ | |
15 | ἐπὶ τοὺς ἀξίους. | 216 in vol. 2 |
16.12 | Καὶ διὰ τί ἄρα τὴν πνευματικὴν χάριν ὕδωρ ὠνόμα‐ σεν; ἐπειδὴ δι’ ὕδατος ἡ σύστασις τῶν ἁπάντων. ἐπειδὴ χλοο‐ ποιὸν καὶ ζωοποιόν ἐστι τὸ ὕδωρ. ἐπειδὴ ἐξ οὐρανῶν κατέρ‐ χεται τὸ τῶν ὄμβρων ὕδωρ. ἐπειδὴ μονοειδὲς μὲν κατέρχεται, | |
5 | πολυειδῶς δὲ ἐνεργεῖ. μία μὲν γὰρ πηγὴ ὅλον παράδεισον ἐπαρ‐ δεύει, εἷς δὲ καὶ ὁ αὐτὸς ὑετὸς κατέρχεται ἐν παντὶ τῷ κόσμῳ. καὶ γίνεται λευκὸς μὲν ἐν κρίνῳ, ἐρυθρὸς δ’ ἐν ῥόδῳ, πορ‐ φυραῖος δ’ ἐν ἴοις καὶ ὑακίνθοις, καὶ διάφορος καὶ ποικίλος ἐν παντοίοις εἴδεσιν. καὶ ἐν φοίνικι μὲν ἄλλος, ἐν ἀμπέλῳ | |
10 | δ’ ἄλλος, καὶ ἐν πᾶσι τὰ πάντα, μονοειδὴς ὢν καὶ οὐκ ὢν ἄλλος αὐτὸς ἑαυτοῦ. οὐ γὰρ μεταβάλλων ἑαυτὸν ὁ ὑετὸς ἄλλος καὶ ἄλλος κατέρχεται, ἀλλὰ τῇ τῶν ὑποδεχομένων κατασκευῇ συμπεριφερόμενος ἑκάστῳ τὸ πρόσφορον γίνεται. Οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν καὶ μονοειδὲς καὶ | |
15 | ἀδιαίρετον, ἑκάστῳ διαιρεῖ τὴν χάριν καθὼς βούλεται. καὶ ὥσπερ τὸ ξηρὸν ξύλον ὕδατι κοινωνῆσαν βλαστοὺς ἐκδίδωσιν, οὕτω καὶ ἡ ἐν ἁμαρτίαις ψυχὴ διὰ μετανοίας ἁγίου πνεύ‐ ματος καταξιωθεῖσα βότρυας ἐκφέρει δικαιοσύνης. μονοειδὲς δὲ ὂν πολλὰς νεύματι θεοῦ καὶ ἐν ὀνόματι Χριστοῦ τὰς ἀρετὰς | |
20 | ἐνεργεῖ. τινὸς μὲν γὰρ συγκέχρηται γλώσσῃ πρὸς σοφίαν, ἄλλου φωτίζει τὴν ψυχὴν ἐν προφητείᾳ, ἄλλῳ δὲ δίδωσι δύναμιν ἀπελάσαι δαίμονας, ἄλλῳ δὲ δίδωσιν ἑρμηνεῦσαι τὰς θείας γραφάς. ἄλλου τὴν σωφροσύνην ἐνισχύει, ἄλλον διδάσκει τὰ περὶ ἐλεημοσύνης, ἄλλον διδάσκει νηστεύειν καὶ ἀσκεῖν, ἄλ‐ | |
25 | λον διδάσκει καταφρονεῖν τῶν τοῦ σώματος πραγμάτων, ἄλλον ἑτοιμάζει πρὸς μαρτύριον, ἄλλα ἐν ἄλλοις, αὐτὸ δὲ οὐκ ἄλλο ἑαυτοῦ. καθὼς γέγραπται· ἑκάστῳ δὲ δίδοται ἣ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύ‐ ματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ | |
30 | αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνερ‐ | |
γήματα δυνάμεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσ‐ σῶν. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, | 218 in vol. 2 | |
35 | διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. | |
16.13 | Ἀλλ’ ἐπειδὴ περὶ πνεύματος ἁπλῶς πολλὰ καὶ διά‐ φορα γέγραπται ἐν ταῖς θείαις γραφαῖς, καὶ δέος ἐστὶ μή ποτέ τις ἐξ ἀγνωσίας εἰς σύγχυσιν ἔλθῃ, ἀγνοῶν περὶ ποίου πνεύ‐ ματός ἐστι τὸ γεγραμμένον, καλῶς ἔχει νῦν ἀσφαλίσασθαι, | |
5 | ποῖον λέγει ἡ γραφὴ εἶναι τὸ ἅγιον. ὥσπερ γὰρ καλεῖται χριστὸς Ἀαρὼν καὶ Δαβὶδ καὶ Σαοὺλ καὶ ἄλλοι χριστοὶ κα‐ λοῦνται, μόνος δὲ εἷς ἐστιν ὁ ἀληθινὸς Χριστός, οὕτω καὶ τῆς τοῦ πνεύματος προσηγορίας περὶ διαφόρων πραγμάτων εἰρημένης καλόν ἐστιν ἰδεῖν τί ἐστιν ἰδιαζόντως τὸ πνεῦμα | |
10 | τὸ ἅγιον. καλεῖται γὰρ πνεύματα πολλά. ἡ ψυχὴ ἡμῶν καλεῖ‐ ται πνεῦμα. καὶ ἄγγελος καλεῖται πνεῦμα. καὶ ὁ ἄνεμος οὗτος ὁ πνέων καλεῖται πνεῦμα. καὶ ἀρετὴ μεγάλη καλεῖται πνεῦμα. καὶ ἀκάθαρτος πρᾶξις καλεῖται πνεῦμα. καὶ δαίμων ἀντικεί‐ μενος καλεῖται πνεῦμα. βλέπε τοίνυν ἀκούων ταῦτα, μή ποτε | |
15 | νομίσῃς ἀπὸ τῆς ὁμωνυμίας ἀνθ’ ἑτέρου ἕτερον. Περὶ μὲν γὰρ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει ἡ γραφή· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐ‐ τοῦ. καὶ περὶ τῆς αὐτῆς ψυχῆς λέγει πάλιν· ὁ πλάσσων πνεῦ‐ μα ἀνθρώπου ἐν αὐτῷ. περὶ δὲ τῶν ἀγγέλων ἐν ψαλμοῖς φησιν· | |
20 | ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα [καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα]. περὶ δὲ τοῦ ἀνέμου φησίν· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. καί, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καί, πῦρ, χάλαζα, χιών, κρύ‐ σταλλος, πνεῦμα καταιγίδος. περὶ δὲ τῆς καλῆς διδασκαλίας | |
25 | αὐτὸς ὁ κύριος λέγει· τὰ ῥήματα; ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦ‐ μά ἐστι καὶ ζωή ἐστιν, ἀντὶ τοῦ πνευματικά ἐστιν. τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ λαλεῖται διὰ γλώσσης, ἀλλὰ ζῶν ἐστι, παρέχον σοφῶς λαλεῖν, τὸ λαλοῦν καὶ ὁμιλοῦν αὐτό. | 220 in vol. 2 |
16.14 | Καὶ θέλεις γνῶναι ὅτι ὁμιλεῖ καὶ λαλεῖ; Φίλιππος ἐξ ἀποκαλύψεως ἀγγέλου κατῆλθεν εἰς τὴν ὁδὸν τὴν ἀποφέρου‐ σαν εἰς Γάζαν, ὅτε ὁ εὐνοῦχος ἤρχετο. καὶ εἶπε τὸ πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. βλέ‐ | |
5 | πεις λαλοῦν τὸ πνεῦμα τῷ ἀκούοντι; καὶ Ἰεζεκιὴλ λέγει οὕτως· ἐγένετο ἐπ’ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπε πρός με· τάδε λέγει κύριος. καὶ πάλιν· εἶπε τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἐν Ἀντιοχείᾳ ἀποστόλοις· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ [τὸν] Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. βλέ‐ | |
10 | πεις πνεῦμα ζῶν, ἀφορίζον καὶ προσκαλούμενον καὶ ἐξουσια‐ στικῶς ἀποστέλλον; Καὶ Παῦλος ἔλεγεν· πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. ὁ γὰρ καλὸς οὗτος τῆς ἐκκλησίας ἁγιοποιὸς καὶ βοη‐ | |
15 | θὸς καὶ διδάσκαλος, τὸ πνεῦμα τὸ ἅγιον, ὁ παράκλητος, περὶ οὗ εἶπεν ὁ σωτήρ, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα (οὐκ εἶπε διδάξει μόνον, ἀλλὰ καὶ ὑπομνήσει ὅσα εἶπον ὑμῖν· οὐ γὰρ ἄλλα Χριστοῦ διδάγματα καὶ ἄλλα ἁγίου πνεύματος, ἀλλὰ τὰ αὐτά), προεμαρτύρατο τῷ Παύλῳ | |
20 | τὰ συμβησόμενα, ἵνα εὔθυμος γένηται μᾶλλον ἀπὸ τοῦ προ‐ ειδέναι. ταῦτα δὲ ἡμῖν εἴρηται διὰ τὸ λεχθέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν, ἵνα μὴ λαλιὰν χειλέων τοῦτο εἶναι νομίσῃς, ἀλλὰ τὴν καλὴν διδασκαλίαν. | |
16.15 | Ἐνταῦθα καλεῖται δὲ πνεῦμα καὶ ἡ ἁμαρτία, καθὼς εἰρήκαμεν, ἀλλὰ καὶ ἑτέρως καὶ ἐναντίως, ὡς ὅταν λέγῃ· πνεύ‐ ματι πορνείας ἐπλανήθησαν. καλεῖται πνεῦμα καὶ τὸ ἀκάθαρ‐ | |
τον πνεῦμα, ὁ δαίμων, ἀλλὰ μετὰ προσθήκης τοῦ ἀκάθαρτον. | 222 in vol. 2 | |
5 | ἑκάστῳ πρόσκειται ἡ ἐπωνυμία, ἵνα τὸ ἴδιον δηλώσῃ. ἐὰν περὶ ψυχῆς ἀνθρώπου λέγῃ τὸ πνεῦμα, μετὰ προσθήκης τοῦ ἀνθρώπου λέγει. ἐὰν τὸν ἄνεμον λέγῃ, πνεῦμα καταιγίδος λέγει. ἐὰν τὴν ἁμαρτίαν λέγῃ, πνεῦμα πορνείας λέγει. ἐὰν τὸν δαί‐ μονα λέγῃ, πνεῦμα ἀκάθαρτον λέγει, ἵνα γνῶμεν, περὶ τίνος | |
10 | ἑκάστου ἐστὶν ὁ λόγος, καὶ μὴ νομίσῃς περὶ τοῦ ἁγίου τοῦτο εἶναι. μὴ γένοιτο. τὸ γὰρ τοῦ πνεύματος ὄνομα τοῦτο μέσον ἐστὶ, καὶ πᾶν ὃ μὴ ἔχει παχὺ σῶμα, καθολικῶς πνεῦμα κα‐ λεῖται. ἐπεὶ τοίνυν καὶ οἱ δαίμονες οὐκ ἔχουσι τοιαῦτα σώματα, πνεύματα καλοῦνται. | |
15 | Ἀλλὰ πολλή τίς ἐστιν ἡ διαφορά. ὁ μὲν γὰρ ἀκάθαρτος δαίμων ὅταν ἔρχηται ἐπὶ ψυχὴν ἀνθρώπου (ῥύσαιτο δὲ τού‐ του ὁ κύριος πᾶσαν ψυχὴν τῶν ἀκουόντων καὶ τῶν μὴ πα‐ ρόντων), ὡς λύκος αἱμοβόρος ἕτοιμος εἰς βορὰν ἐπὶ πρό‐ βατον ἔρχεται. ἀγριωτάτη ἡ παρουσία, βαρυτάτη ἡ αἴσθησις. | |
20 | σκοτώδης ἡ διάνοια γίνεται. καὶ ἡ ἔφοδος ἄδικος, καὶ ἡ ἁρ‐ παγὴ ἀλλοτρίου κτήματος. σώματι γὰρ ἀλλοτρίῳ ὡς ἰδίῳ κεχρῆ‐ σθαι βιάζεται, καὶ ὀργάνῳ ἀλλοτρίῳ. τὸν ἑστῶτα καταβάλλει. οἰκεῖος γάρ ἐστι τοῦ πεσόντος ἐξ οὐρανοῦ. παρατρέπει τὴν γλῶσσαν. στρεβλοῖ τὰ χείλη. ἀφρὸς ἀντὶ ῥημάτων. σκοτοῦται | |
25 | ὁ ἄνθρωπος. ἤνοικται ὁ ὀφθαλμός, καὶ δι’ αὐτοῦ οὐ βλέπει ἡ ψυχή. καὶ σπαίρει τρομικῶς ὁ ἄθλιος ἄνθρωπος πρὸ θα‐ νάτου. ἐχθροὶ τῶν ἀνθρώπων ἀληθῶς οἱ δαίμονες, αἰσχρῶς κεχρημένοι καὶ ἀνηλεῶς. | |
16.16 | Οὐκ ἔστι τοιοῦτο τὸ πνεῦμα τὸ ἅγιον. μὴ γένοιτο. ἀπεναντίας γὰρ πρὸς τὸ ἀγαθὸν καὶ σωτηριῶδες ἔχει τὰ πράγ‐ ματα. πρῶτον μὲν ἥμερος ἡ παρουσία, εὐώδης ἡ ἀντίληψις, κουφότατον τὸ φορτίον. προαπαστράπτουσιν ἀκτῖνες φωτὸς | |
5 | καὶ γνώσεως πρὸ τῆς παρουσίας. κηδεμόνος γνησίου σπλάγχνα | |
ἔχον ἔρχεται. ἔρχεται γὰρ σῶσαι καὶ ἰάσασθαι, διδάξαι, νου‐ θετῆσαι, ἐνισχῦσαι, παρακαλέσαι, φωτίσαι τὴν διάνοιαν πρώ‐ του αὐτοῦ τοῦ δεχομένου, εἶτα δι’ αὐτοῦ καὶ τῶν ἄλλων. καὶ ὥσπερ ἐν σκότει πρότερόν τις ὢν εἶτα ἐξαίφνης ἥλιον ἰδὼν | 224 in vol. 2 | |
10 | φωτίζεται τοῦ σώματος τὸ βλέμμα, καὶ βλέπει ἃ μὴ ἔβλεπε φανερῶς, οὕτω καὶ ὁ τοῦ ἁγίου πνεύματος καταξιωθεὶς φω‐ τίζεται τὴν ψυχὴν καὶ ὑπὲρ ἄνθρωπον βλέπει ἃ μὴ ᾔδει. ἐπὶ γῆς τὸ σῶμα, καὶ ἡ ψυχὴ κατοπτρίζεται τοὺς οὐρανούς. βλέπει ὡς Ἡσαΐας τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ | |
15 | ἐπηρμένου, καὶ βλέπει ὡς Ἱεζεκιὴλ τὸν ἐπὶ τῶν χερουβίμ, βλέπει ὡς Δανιὴλ μυριάδας μυριάδων καὶ χιλιάδας χιλιάδων. καὶ ὁ μικρὸς ἄνθρωπος ἀρχὴν κόσμου βλέπει καὶ τέλος κόσμου καὶ μεσότητα χρόνων καὶ βασιλέων διαδοχάς. οἶδεν ἃ μὴ ἔμα‐ θεν. πάρεστι γὰρ ὁ ἀληθινὸς φωταγωγός. ἔσω τοίχων ὁ ἄν‐ | |
20 | θρωπος, καὶ ἡ δύναμις τῆς γνώσεως ἐκπέμπεται μακράν, καὶ βλέπει καὶ τὰ ὑπὸ ἄλλων γινόμενα. | |
16.17 | Οὐ συμπαρῆν Πέτρος Ἀνανίᾳ καὶ Σαπφείρῃ πωλοῦσι τὰ κτήματα, ἀλλὰ διὰ τοῦ πνεύματος παρῆν. διὰ τί, φησίν, ὁ σατανᾶς ἐπλήρωσε τὴν καρδίαν σου ψεύσα‐ σθαι τὸ πνεῦμα τὸ ἅγιον; κατήγορος οὐκ ἦν. μάρτυς | |
5 | οὐκ ἦν. πόθεν ᾔδει τὸ γεγενημένον; οὐχὶ μένον σοι ἔμενε; καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; ὁ ἀγράμματος Πέτρος διὰ τὴν τοῦ πνεύματος χάριν ἔμαθεν ἃ μὴ ᾔδεισαν μηδ’ Ἑλλήνων οἱ σοφοί. | |
10 | Ἔχεις τὸ ὅμοιον καὶ ἐπὶ τοῦ Ἐλισσαίου. δωρεὰν γὰρ αὐτοῦ θεραπεύσαντος τὴν λέπραν τοῦ Ναιμὰν ἔλαβεν ὁ Γιεζὶ τὸν μισθόν, ἀλλοτρίων κατορθωμάτων τὸν μισθὸν λαμβάνων. καὶ λαμβάνει παρὰ τοῦ Ναιμὰν τὰ χρήματα καὶ τίθησιν ἐν τῷ σκοτεινῷ. ἀλλὰ τὸ σκότος οὐ σκοτίζεται ἀπὸ τῶν ἁγίων. | |
15 | καὶ ἐλθόντα αὐτὸν ἠρώτα ὁ Ἐλισσαῖος, καὶ ὁμοίως τῷ Πέτρῳ λέγοντι· εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε, κἀκεῖνος | |
ἐξετάζει· πόθεν Γιεζί; οὐκ ἀγνοῶν τὸ πόθεν, ἀλλὰ πενθῶν τὸ πόθεν. ἀπὸ σκότους ἦλθες, καὶ εἰς σκότος πορεύσῃ. πέπρακας τοῦ λεπροῦ τὴν ἴασιν καὶ κληρονομεῖς τὴν λέπραν. ἐπλήρωσα, | 226 in vol. 2 | |
20 | φησίν, ἐγὼ τὸ κέλευσμα τοῦ εἰρηκότος μοι· δωρεὰν ἐλάβετε, δωρεὰν δότε, σὺ δὲ ἐπώλησας τὴν χάριν. ἀπόδεξαι τῆς πρά‐ σεως τὴν ὑπόθεσιν. ἀλλὰ τί λέγει πρὸς αὐτὸν ὁ Ἐλισσαῖος; οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; ὧδε ἤμην ἐγὼ περικεκλεισμένος τῷ σώματι, ἀλλὰ τὸ πνεῦμα τὸ ὑπὸ | |
25 | τοῦ θεοῦ μοι δοθὲν ἔβλεπε καὶ τὰ μακράν, καὶ τὰ ἀλλαχοῦ γινόμενα σαφῶς ἐδείκνυέ μοι. βλέπεις ὡς οὐ μόνον περι‐ αιρεῖ τὴν ἀγνωσίαν, ἀλλὰ καὶ γνῶσιν ἐντίθησιν; βλέπεις πῶς φωτίζει τὰς ψυχὰς τὸ πνεῦμα τὸ ἅγιον; | |
16.18 | Ἡσαΐας ἐτῶν ἐγγὺς ἦν πρὸ χιλίων, καὶ ἔβλεπεν ὡς σκηνὴν τὴν Σιών. ἡ πόλις ἦν ἔτι συνεστηκυῖα καὶ ἀγοραῖς κεκαλλωπισμένη καὶ τὸ ἀξίωμα περιβεβλημένη. κἀκεῖνος λέ‐ γει· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, προλέγων τὸ νῦν ἐφ’ | |
5 | ἡμῶν πληρωθέν. καὶ τὸ ἀκριβὲς ὅρα τῆς προφητείας. εἶπε γάρ· ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπε‐ λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. καὶ σικυηλάτων νῦν ὁ τόπος πεπλήρωται. βλέπεις ὡς φωτίζει τοὺς ἁγίους τὸ πνεῦμα τὸ ἅγιον; μὴ τοίνυν διὰ τὴν ὁμωνυμίαν εἰς ἄλλα | |
10 | ἀπελασθῇς, ἀλλὰ τήρει τὸ ἀκριβές. | |
16.19 | Οὐδέποτε, σοῦ καθεζομένου, περὶ ἁγνείας ἢ παρθε‐ νίας ὑπεισῆλθε λογισμός; ἐκείνου ἐστὶν ἡ διδασκαλία. οὐχὶ | |
πολλάκις κόρη παρὰ παστάδας οὖσα νυμφικὰς ἔφυγεν ἐκείνου διδάσκοντος τὰ περὶ παρθενίας; οὐχὶ πολλάκις ἄνθρωπος ἐν | 228 in vol. 2 | |
5 | παλατίοις διαπρέπων κατέπτυσε πλούτου καὶ ἀξίας διδαχθεὶς ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου; οὐχὶ πολλάκις νέος ὁρῶν κάλ‐ λος ἐκάμμυσε τὸ βλέμμα καὶ ἔφυγε τὸ ἰδεῖν καὶ ἐξέφυγε τὸν μολυσμόν; πόθεν γέγονε τοῦτο, ζητεῖς; τὸ πνεῦμα τὸ ἅγιον ἐδίδαξε τοῦ νέου τὴν ψυχήν. τοσαῦται πλεονεξίαι ἐν κόσμῳ, | |
10 | καὶ ἀκτημονοῦσι χριστιανοί. διὰ τί; διὰ τὴν τοῦ πνεύματος ἐπαγγελίαν. τίμιον ὡς ἀληθῶς τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἀγα‐ θόν. εἰκότως βαπτιζόμεθα εἰς πατέρα καὶ εἰς υἱὸν καὶ εἰς ἅγιον πνεῦμα. Ἄνθρωπος ἔτι σῶμα φορῶν δαίμοσιν ἀγριωτάτοις πολ‐ | |
15 | λοῖς παλαίει. καὶ πολλάκις ὁ δαίμων, ὁ σιδηραίοις δεσμοῖς ὑπὸ πολλῶν μὴ κρατούμενος, λόγοις εὐχῆς ἐκρατήθη ὑπ’ αὐ‐ τοῦ διὰ τὴν ἐν αὐτῷ δύναμιν τοῦ ἁγίου πνεύματος, καὶ τὸ ἁπλοῦν ἐμφύσημα τοῦ ἐπορκίζοντος πῦρ γίνεται τῷ μὴ φαι‐ νομένῳ. | |
20 | Μέγαν τοίνυν ἔχομεν παρὰ θεοῦ σύμμαχον καὶ προστά‐ την, μέγαν διδάσκαλον ἐκκλησίας, μέγαν ὑπερασπιστὴν ὑπὲρ ἡμῶν. μὴ φοβηθῶμεν τοὺς δαίμονας μηδὲ τὸν διάβολον. μεί‐ ζων γὰρ ὁ ἡμῶν ὑπεραγωνιστής. μόνον ἀνοίξωμεν αὐτῷ τὰς θύρας. περιέρχεται γὰρ ζητῶν τοὺς ἀξίους, καὶ ζητεῖ τίνι | |
25 | χαρίσηται τὰς δωρεάς. | |
16.20 | Παράκλητος δὲ καλεῖται διὰ τὸ παρακαλεῖν καὶ παρα‐ μυθεῖσθαι καὶ συναντιλαμβάνεσθαι τῆς ἀσθενείας ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν. ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις, δῆ‐ | |
5 | λον δὲ ὅτι πρὸς τὸν θεόν. πολλάκις διὰ Χριστὸν ὑβρισθεὶς ἠτιμάσθη τις ἀδίκως, μαρτύριον ἐφέστηκεν, βάσανοι παντα‐ χόθεν καὶ πῦρ καὶ ξίφη καὶ θῆρες καὶ βυθός. ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ὑποφθέγγεται λέγον· ὑπόμεινον τὸν κύριον, ἄν‐ θρωπε. μικρὰ τὰ γινόμενα, μεγάλα τὰ δωρούμενα. ὀλίγον χρό‐ | |
10 | νον καμὼν αἰωνίως εἶναι μέλλεις μετ’ ἀγγέλων. οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα‐ λυφθῆναι εἰς ἡμᾶς. διαγράφει τῷ ἀνθρώπῳ βασιλείαν οὐρα‐ νῶν, ὑποδείκνυσι καὶ τὸν παράδεισον τῆς τρυφῆς. καὶ οἱ μάρτυρες τὰ πρόσωπα μὲν τοῦ σώματος πρὸς τοὺς δικαστὰς | 230 in vol. 2 |
15 | ἐξ ἀνάγκης ἔχοντες, τῇ δὲ δυνάμει λοιπὸν ὄντες ἐν παραδείσῳ κατέπτυσαν τῶν φαινομένων χαλεπῶν. | |
16.21 | Καὶ θέλεις γνῶναι ὅτι τῇ δυνάμει τοῦ ἁγίου πνεύ‐ ματος οἱ μάρτυρες μαρτυροῦσιν; λέγει πρὸς τοὺς μαθητὰς ὁ σωτήρ· ὅταν δὲ φέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρ‐ χὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἀπολογήσεσθε ἢ | |
5 | τί εἴπητε. τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. ἀδύνατον γὰρ μαρτυρῆσαι περὶ τοῦ Χριστοῦ, ἐὰν μή τις διὰ πνεύματος ἁγίου μαρτυρήσῃ. εἰ γὰρ οὐδεὶς δύ‐ ναται εἰπεῖν κύριον Ἰησοῦν Χριστὸν εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τὴν ζωὴν ἄρα τις ἑαυτοῦ δίδωσιν ὑπὲρ Ἰησοῦ ἐὰν μὴ | |
10 | ἐν πνεύματι ἁγίῳ; | |
16.22 | Μέγα τί ἐστι καὶ παντοδύναμον ἐν χαρίσμασι καὶ θαυμάσιον τὸ ἅγιον πνεῦμα. λόγισαι, πόσοι καθέζεσθε νῦν, πόσαι ψυχαὶ πάρεσμεν. ἑκάστῳ προσφόρως ἐνεργεῖ, καὶ μέσον παρὸν βλέπει ἑκάστου τὸν τρόπον, βλέπει καὶ τὸν λογισμὸν | |
5 | καὶ τὴν συνείδησιν, καὶ τί λαλοῦμεν, καὶ τί νοοῦμεν, καὶ τί πιστεύομεν. μέγα μὲν ἀληθῶς τὸ ῥηθέν, ἀλλ’ ἔτι μικρόν. βλέπε γάρ μοι, τὴν διάνοιαν φωταγωγηθεὶς ὑπ’ αὐτοῦ, πόσοι εἰσὶ χριστιανοὶ τῆς παροικίας ταύτης πάσης, καὶ πόσοι τῆς ἐπαρχίας πάσης τῆς Παλαιστίνης. καὶ πλάτυνον τὸν νοῦν ἀπὸ | |
10 | τῆς ἐπαρχίας εἰς τὴν Ῥωμαίων πᾶσαν βασιλείαν. καὶ ἐκ ταύ‐ της βλέπε μοι πάντα τὸν κόσμον, Περσῶν γένη καὶ Ἰνδῶν ἔθνη, Γότθους καὶ Σαυρομάτας, Γάλλους καὶ Ἱσπανοὺς καὶ Μαύρους, Λίβυας καὶ Αἰθίοπας καὶ τοὺς λοιποὺς τοὺς ἀκα‐ | |
τωνομάστους ἡμῖν. πολλὰ γὰρ τῶν ἐθνῶν οὐδ’ εἰς ὀνομασίαν | 232 in vol. 2 | |
15 | ἡμῖν ἦλθεν. βλέπε μοι ἑκάστου ἔθνους ἐπισκόπους, πρεσβυ‐ τέρους, διακόνους, μονάζοντας, παρθένους καὶ λοιποὺς λαϊ‐ κούς. καὶ βλέπε τὸν μέγαν προστάτην καὶ τῶν χαρισμάτων πάροχον, ὅπως ἐν παντὶ τῷ κόσμῳ τῷ μὲν ἁγνείαν, τῷ δὲ ἀειπαρθενίαν, ἄλλῳ δὲ ἐλεημοσύνην, ἄλλῳ δ’ ἀκτημοσύνην, | |
20 | ἄλλῳ δὲ ἀπέλασιν πνευμάτων ἀντικειμένων δίδωσιν. καὶ ὥσπερ τὸ φῶς μιᾷ τῆς ἀκτῖνος προσβολῇ καταυγάζει τὰ πάντα, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον φωτίζει τοὺς ἔχοντας ὀφθαλ‐ μούς. εἰ γάρ τις ἀβλεπτῶν μὴ καταξιοῦται τῆς χάριτος, μὴ μεμφέσθω τῷ πνεύματι, ἀλλὰ τῇ ἑαυτοῦ ἀπιστίᾳ. | |
16.23 | Εἶδες αὐτοῦ τὴν δύναμιν τὴν ἐν παντὶ τῷ κόσμῳ. μὴ μείνῃς ἐπὶ γῆς, ἀνάβηθι λοιπὸν καὶ ἐπὶ τὰ ἄνω. ἀνάβηθι μοι τῇ διανοίᾳ καὶ εἰς πρῶτον οὐρανὸν καὶ βλέπε μοι τοσαύ‐ τας ἐκεῖ μυριάδας ἀναριθμήτους ἀγγέλων. ὑπερανάβηθι τοῖς | |
5 | λογισμοῖς, εἰ δύνασαι, καὶ ἀνωτέρω. βλέπε μοι καὶ ἀρχαγγέλους, βλέπε μοι καὶ πνεύματα, βλέπε δυνάμεις, βλέπε ἀρχάς, βλέπε ἐξουσίας, βλέπε θρόνους, βλέπε κυριότητας. τούτων πάντων ἐπιστάτης παρὰ θεοῦ καὶ διδάσκαλος καὶ ἁγιοποιὸς ὁ παρά‐ κλητος. τούτου χρείαν ἔχει Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἠσαΐας | |
10 | ἐν ἀνθρώποις, τούτου χρείαν ἔχει Μιχαὴλ καὶ Γαβριὴλ ἐν ἀγγέλοις. Οὐδὲν αὐτῷ τῶν γενητῶν ἰσότιμον. τὰ γὰρ τῶν ἀγγέλων γένη καὶ αἱ στρατιαὶ πᾶσαι ὁμοῦ συναχθεῖσαι οὐ φέρουσιν | |
ἰσότητα πρὸς τὸ ἅγιον πνεῦμα. καλύπτει ταῦτα πάντα τοῦ | 234 in vol. 2 | |
15 | παρακλήτου ἡ πανάγαθος δύναμις. καὶ τὰ μέν ἐστιν εἰς λει‐ τουργίαν ἀποστελλόμενα, τὸ δὲ ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ, καθὼς ὁ ἀπόστολός φησι· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώ‐ που εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ | |
20 | τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. | |
16.24 | Τοῦτο περὶ Χριστοῦ ἐκήρυξεν ἐν προφήταις. τοῦτο ἐνήργησεν ἐν ἀποστόλοις. τοῦτο μέχρι σήμερον ἐν βαπτίσματι σφραγίζει τὰς ψυχάς. καὶ πατὴρ μὲν δίδωσιν υἱῷ, καὶ υἱὸς μεταδίδωσιν ἁγίῳ πνεύματι. αὐτὸς γάρ ἐστιν ὁ Ἰησοῦς ὁ | |
5 | λέγων, οὐκ ἐγώ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου. καὶ περὶ τοῦ ἁγίου πνεύματος λέγει· ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ ἑξῆς, ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ὁ πατὴρ δι’ υἱοῦ σὺν ἁγίῳ πνεύματι τὰ πάντα χαρίζεται. οὐκ ἄλλα πατρὸς χαρί‐ | |
10 | σματα καὶ ἄλλα υἱοῦ καὶ ἄλλα ἁγίου πνεύματος· μία γὰρ ἡ σωτηρία, μία ἡ δύναμις, μία ἡ πίστις. εἷς θεὸς ὁ πατήρ, εἷς κύριος ὁ μονογενὴς αὐτοῦ υἱός, ἓν τὸ πνεῦμα τὸ ἅγιον ὁ πα‐ ράκλητος. καὶ αὔταρκες ἡμῖν ταῦτα εἰδέναι, φύσιν δὲ ἢ ὑπό‐ στασιν μὴ πολυπραγμόνει. εἰ γὰρ ἦν γεγραμμένον, ἐλέγομεν· | |
15 | ὃ οὐ γέγραπται, μὴ τολμήσωμεν. αὔταρκες ἡμῖν εἰδέναι πρὸς σωτηρίαν, ὅτι ἔστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. | |
16.25 | Τοῦτο τὸ πνεῦμα κατῆλθεν ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους ἐπὶ Μωυσέως. Ἀλλὰ τὸ μῆκος τῶν λόγων, ἀγα‐ πητοί, μὴ κάματον ὑμῖν ἐμποιείτω. παράσχοι δὲ αὐτὸ περὶ | |
οὗ ὁ λόγος δύναμιν ἑκάστῳ καὶ τῶν λεγόντων ἡμῶν καὶ ὑμῶν | 236 in vol. 2 | |
5 | τῶν ἀκουόντων. Τοῦτο τὸ πνεῦμα κατῆλθεν, ὡς ἔφην, ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους τοὺς ἐπὶ Μωυσέως. λέγω δὲ ταῦτά σοι, ἵνα παραστήσω νῦν, ὅτι οἶδε τὰ πάντα καὶ ἐνερ‐ γεῖ καθὼς βούλεται. ἐξελέχθησαν οἱ ἑβδομήκοντα πρεσβύτεροι, καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρείλατο ἀπὸ τοῦ πνεύμα‐ | |
10 | τος τοῦ ἐπὶ Μωυσέως καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους, οὐ τοῦ πνεύματος μερισθέντος, ἀλλὰ τῆς χάριτος μερισθείσης πρὸς τὰ δοχεῖα καὶ τὴν τῶν δεχομένων δύναμιν. ἀλλ’ ἑξήκοντα μὲν καὶ ὀκτὼ παρῆσαν καὶ προεφήτευσαν, Ἑλδὰδ δὲ καὶ Μωδὰδ οὐ παρῆσαν. ἵνα τοί‐ | |
15 | νυν δειχθῇ, ὅτι οὐ Μωυσῆς ἦν ὁ χαριζόμενος, ἀλλὰ τὸ πνεῦμα τὸ ἐνεργοῦν, Ἑλδὰδ καὶ Μωδάδ, οἱ κληθέντες μέν, οὔπω δὲ ἀπαντήσαντες, προφητεύουσιν. | |
16.26 | Ἐξεπλάγη Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, καὶ προσελθὼν λέγει τῷ Μωυσῇ· ἤκουσας ὅτι Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν; ἐκλήθησαν καὶ οὐκ ἀπήντησαν. κύριέ μου Μωυσῆ, κώλυσον αὐτούς. Οὐ δύναμαι κωλῦσαι αὐτούς, | |
5 | φησίν, ἐπουράνιος γὰρ ἡ χάρις. καὶ τοσοῦτον ἀπέχω τοῦ κω‐ λῦσαι αὐτούς, ὥστε καὶ αὐτὸς κατὰ χάριν ἔχω. ἀλλ’ οὐ νομίζω σε τοῦτο φθόνῳ εἰρηκέναι. μὴ ζηλοῖς σύ μοι, ὅτι ἐκεῖνοι μὲν προεφήτευσαν, σὺ δὲ οὔπω προφητεύεις. ἔκδεξαι τὸν καιρόν. καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν | |
10 | δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς; προφητικῶς καὶ τοῦτο λέγων τὸ κύριος ὅταν δῷ. νῦν δὲ ἄρα οὔπω ἔδωκε, σὺ οὖν οὔπω ἔχεις. Ἀβραὰμ ἄρα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Ἰωσὴφ οὐκ εἶχον; οἱ πρὸ τούτου ἄρα οὐκ ἔσχον; ἀλλὰ τὸ ὅταν δῷ κύριος δῆλον | |
15 | ὅτι σημαίνει τὸ ἐπὶ πάντας. νῦν μερικὴ ἡ χάρις, τότε δα‐ | |
ψιλὴς ἡ δόσις. Ἠινίσσετο δὲ τὸ γενησόμενον ἐν τῇ πεντηκοστῇ παρ’ ἡμῖν. καὶ αὐτὸ γὰρ κατῆλθε παρ’ ἡμῖν. κατῆλθε δὲ καὶ πρότερον ἐπὶ πολλούς. γέγραπται γάρ· καὶ Ἰησοῦς ὁ τοῦ | 238 in vol. 2 | |
20 | Ναυῆ ἐνεπλήσθη πνεύματος σοφίας. ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν. βλέπεις πανταχοῦ τὸν τύπον ἐν παλαιᾷ καὶ καινῇ τὸν αὐτόν. ἐπὶ Μωυσέως διὰ χειροθεσίας ἐδίδοτο τὸ πνεῦμα. καὶ Πέτρος διὰ χειροθεσίας δίδωσι τὸ πνεῦμα. μέλλει δὲ καὶ ἐπὶ σὲ τὸν βαπτιζόμενον φθάνειν ἡ | |
25 | χάρις. τὸ δὲ πῶς οὐ λέγω. οὐ γὰρ προλαμβάνω τὸν καιρόν. | |
16.27 | Τοῦτο καὶ ἦλθεν ἐπὶ πάντας δικαίους καὶ προφήτας, τὸν Ἐνὼς λέγω, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς λοιπούς, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ. περὶ γὰρ τοῦ τὸν Ἰωσὴφ ἔχειν πνεῦμα θεοῦ ἐν αὐτῷ ἤδη καὶ Φαραὼ κατείληφεν. περὶ | |
5 | γὰρ Μωυσέως καὶ τῶν ἐπ’ αὐτοῦ θαυμασίων ἐκ πνεύματος ἐνεργειῶν ἤκουσας πολλάκις. τοῦτο καὶ ὁ ἀνδρειότατος εἶχεν Ἰώβ, καὶ πάντες οἱ ἅγιοι, κἂν τὰ ὀνόματα πάντων μὴ διέλ‐ θωμεν. τοῦτο καὶ ἐν τῇ κατασκευῇ τῆς σκηνῆς ἀποσταλὲν ἐνέ‐ πλησε σοφίας τοὺς περὶ τὸν Βεσελεὴλ σοφούς. | |
16.28 | Ἐν τῇ δυνάμει τούτου τοῦ πνεύματος, καθὼς ἔχομεν ἐν κριταῖς, Γοθονιὴλ μὲν ἔκρινε, Γεδεὼν δὲ ἐνεδυναμώθη, ἐνίκησε δὲ Ἰεφθάε, Δεββῶρα δὲ ἡ γυνὴ ἐπολέμει καὶ Σαμ‐ ψὼν ἔτι δικαιοπραγῶν καὶ μὴ λυπῶν αὐτὸ τὰ ὑπὲρ ἄν‐ | |
5 | θρωπον ἐνήργησεν. περὶ γὰρ Σαμουὴλ καὶ Δαβὶδ φανερῶς ἐν ταῖς τῶν βασιλειῶν ἔχομεν βίβλοις, ὅπως ἐν ἁγίῳ πνεύματι ἐπροφήτευον αὐτοί, καὶ προφητῶν ἦσαν ἔξαρχοι. καὶ ὁ μὲν Σαμουὴλ ὁ ὁρῶν ἐκαλεῖτο, ὁ δὲ Δαβὶδ σαφῶς, πνεῦμα κυρίου, φησίν, ἐλάλησεν ἐν ἐμοί. καὶ ἐν ψαλμοῖς· καὶ τὸ πνεῦμα τὸ | |
10 | ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. καὶ πάλιν· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὡς ἐν παραλειπομένοις ἔχομεν, ἁγίου πνεύματος | |
μετέσχον Ἀζαρίας μὲν ἐπὶ τοῦ Ἀσὰφ βασιλέως καὶ Ὀζιὴλ ἐπὶ Ἰωσαφὰτ βασιλέως, καὶ πάλιν ἄλλος Ἀζαρίας ὁ λιθα‐ | 240 in vol. 2 | |
15 | σθείς. ὁ δὲ Ἔσδρας φησίν· καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς. περὶ δὲ Ἠλία τοῦ ἀναληφθέντος καὶ Ἐλισσαίου τῶν πνευματοφόρων καὶ θαυματοποιῶν φανερὸν κἂν μὴ λέγωμεν, ὅτι πλήρεις ἦσαν ἁγίου πνεύματος. | |
16.29 | Εἰ δὲ καὶ πάσας τις διέλθοι τάς τε τῶν δώδεκα καὶ τῶν λοιπῶν προφητῶν τὰς βίβλους, πολλὰς τὰς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίας εὑρήσει, Μιχαίου μὲν λέγοντος ἐκ προσώπου τοῦ θεοῦ· ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύ‐ | |
5 | ματι κυρίου· τοῦ δὲ Ἰωὴλ βοῶντος· καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ τὰ ἑξῆς· καὶ Ἀγγαίου φάσκοντος· διότι ἐγὼ μεθ’ ὑμῶν εἰμί, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστη‐ κεν ἐν μέσῳ ὑμῶν· Ζαχαρίου δὲ ὁμοίως· πλὴν τοὺς λόγους | |
10 | μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύ‐ ματί μου τοῖς δούλοις μου τοῖς προφήταις. | |
16.30 | Καὶ ἕτερα Ἡσαΐας ὁ μεγαλοφωνότατός φησιν· καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέ‐ σεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ, δηλῶν ἓν μὲν εἶναι τοῦ‐ | |
5 | το καὶ ἀδιαίρετον, διαφόρους δὲ αὐτοῦ ἐνεργείας. καὶ πάλιν· Ἰα‐ κὼβ ὁ παῖς μου, καὶ ἑξῆς, ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν. καὶ πάλιν· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου. καὶ πάλιν· καὶ νῦν κύριος παντοκράτωρ ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. καὶ πάλιν· αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, | |
10 | εἶπε κύριος, τὸ πνεῦμα τὸ ἐμὸν ὃ ἔστιν ἐπὶ σοί. καὶ πά‐ λιν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τοῖς κατὰ Ἰουδαίων· αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ. καί, ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; | 242 in vol. 2 |
15 | Ἔχεις καὶ ἐν τῷ Ἰεζεκιὴλ (εἰ λοιπὸν ἀκούων μὴ κέ‐ κμηκας) τὸ ἤδη ῥηθέν· καὶ ἔπεσεν ἐπ’ ἐμὲ πνεῦμα καὶ εἶ‐ πε πρός με· λέγε, τάδε λέγει κύριος. τὸ δὲ ἔπεσεν ἐπ’ ἐμὲ καλῶς ἐκληπτέον, ὅτι φιλοστόργως, καὶ ὥσπερ ὁ Ἰακὼβ εὑ‐ ρὼν τὸν Ἰωσὴφ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ὥσ‐ | |
20 | περ ἐν εὐαγγελίοις ὁ φιλόστοργος πατὴρ τὸν ἐκ τῆς ἀπο‐ δημίας ἐπανελθόντα υἱὸν ἰδὼν ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέ‐ πεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. καὶ πάλιν ἐν τῷ Ἰεζεκιήλ· καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ. τὰ γὰρ ἄλλα | |
25 | πρότερον ἐν τοῖς περὶ βαπτίσματος ἤκουσας· καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ τὰ ἑξῆς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν. καὶ εὐθύς· καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. καὶ πάλιν· καὶ ἐγίνετο ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου. | |
16.31 | Τοῦτο ἐσόφισε τὴν ψυχὴν τοῦ Δανιήλ, ἵνα γένηται δικαστὴς πρεσβυτέρων ὁ νέος. κατεκρίθη Σωσάννα ἡ σώφρων ὡς ἀκόλαστος. ἔκδικος οὐκ ἦν. τίς γὰρ ἐξῃρεῖτο ἀπὸ τῶν ἀρ‐ χόντων; ἀπήγετο τὴν ἐπὶ θανάτῳ. εἰς χεῖρας ἦν λοιπὸν τῶν | |
5 | δημίων. ἀλλ’ ὁ βοηθὸς παρῆν, ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἁγιάζον πᾶσαν νοητὴν φύσιν. δεῦρο δή μοι, φησὶ τῷ Δανιήλ, ὁ νέος ἔλεγξον πρεσβύτας νοσήσαντας τὰ νεότητος ἁμαρτήματα. γέγραπται γάρ· ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ παιδαρίου νεωτέρου. καὶ ἵνα συντόμως παρέλθωμεν, διὰ τῆς | |
10 | ἀποφάσεως τοῦ Δανιὴλ ἐσώθη ἡ σώφρων. μαρτυρίας ἕνεκεν | |
ταῦτα παραφέρομεν· οὐ γὰρ ἐξηγήσεως ὁ καιρός. Ἤιδει καὶ Ναβουχοδονόσορ ὅτι ἔστιν ἐν τῷ Δανιὴλ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ πρὸς αὐτόν· Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, τοῦτο ἐγὼ ἔγνων, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν | 244 in vol. 2 | |
15 | σοί. ἓν ἀληθὲς εἶπε καὶ ἓν ψεῦδος. ὅτι μὲν γὰρ ἔσχε πνεῦμα ἅγιον, ἀληθὲς ἦν, οὐκ ἦν δὲ ἄρχων τῶν ἐπαοιδῶν. οὐ γὰρ ἦν μάγος, ἀλλ’ ἐκ πνεύματος ἁγίου σοφός. καὶ πρὸ τούτου δὲ συνέκρινεν αὐτῷ τὴν ὅρασιν τῆς εἰκόνος, ἣν αὐτὸς ὁ ἰδὼν οὐκ ᾔδει. εἰπέ μοι, φησί, τὴν ὅρασιν ἣν ἐγὼ ὁ | |
20 | ἰδὼν οὐκ οἶδα. βλέπεις ἁγίου πνεύματος δύναμιν; ὃ οἱ ἰδόν‐ τες οὐκ οἴδασιν, οἱ μὴ ἰδόντες γινώσκουσι καὶ ἑρμηνεύουσιν. | |
16.32 | Καὶ ἐνῆν μὲν ἀληθῶς πάμπολλα ἐκ τῆς παλαιᾶς δια‐ θήκης ἀναλέξαι καὶ πλατύτερον διηγήσασθαι τὰ περὶ ἁγίου πνεύματος. ἀλλ’ ὀλίγος ὁ καιρός· δεῖ δὲ φείδεσθαι καὶ τοῦ συμμέτρου τῆς ἀκροάσεως. ὅθεν τοῖς ἐκ τῆς παλαιᾶς πρὸς τὸ | |
5 | παρὸν τέως ἀρκεσθέντες ἐπὶ τὰ λείποντα ἐκ τῆς καινῆς δια‐ θήκης, εἰ ὁ θεὸς θέλοι, τῇ ἑξῆς κατηχήσει πάλιν ἐλευσόμεθα. Ὁ δὲ θεὸς τῆς εἰρήνης διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος πάντας ὑμᾶς τῶν πνευματικῶν καὶ ἐπουρανίων καταξιώσειε δωρεῶν. ᾧ ἡ δόξα | |
10 | καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 246 in vol. 2 |
17t | Κατήχησις ἑπτακαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα. τῶν περὶ ἁγίου πνεύματος τὰ λοιπά. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης· ᾧ | |
5 | μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, καὶ τὰ ἑξῆς. | |
17.1 | Ἐν μὲν τῇ πρὸ ταύτης κατηχήσει τῶν περὶ πνεύματος ἁγίου μαρτυριῶν ὀλίγον τι μέρος κατὰ δύναμιν παρεθέμεθα ταῖς τῆς ὑμετέρας ἀγάπης ἀκοαῖς, ἐν δὲ τῷ παρόντι τῶν λει‐ πουσῶν ἐκ τῆς καινῆς διαθήκης κατὰ τὸ ἐγχωροῦν πάλιν ἐφα‐ | |
5 | ψόμεθα θεοῦ θέλοντος, τότε μὲν διὰ τὸ τῆς ἀκοῆς σύμμετρον τὴν προθυμίαν ἐπισχόντες (ἀκόρεστος γὰρ ὁ πνεύματος ἁγίου λόγος), νυνὶ δὲ τῶν λειπόντων μέρος τι πάλιν ὀλίγον ἐροῦν‐ τες (τὸ γὰρ καλύπτεσθαι τὴν ἡμετέραν ἀσθένειαν τῷ τῶν γε‐ γραμμένων πλήθει μετ’ εὐγνωμοσύνης καὶ νῦν ὁμολογοῦμεν), | |
10 | οὐκ ἀνθρωπίνοις καὶ σήμερον κεχρημένοι σοφίσμασιν (ἀσύμ‐ φορον γάρ), ἀλλὰ τὰ ἐκ τῶν θείων γραφῶν μόνον ὑπομιμνή‐ σκοντες (ἀσφαλέστατον γὰρ κατὰ τὸν μακάριον ἀπόστολον Παῦλον, ὅς φησιν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρω‐ πίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματι‐ | |
15 | κοῖς πνευματικὰ συγκρίνοντες), καὶ παραπλήσια τοῖς ὁδοιπο‐ ροῦσιν ἢ πλέουσιν ἐπιτελοῦντες, οἳ σκοπὸν ἔχοντες ἕνα μεγί‐ στης ὁδοῦ τῇ μὲν προθυμίᾳ σπεύδουσι, διὰ δὲ τὴν ἀνθρω‐ πίνην ἀσθένειαν διαφόροις πόλεσι παραβάλλειν ἢ λιμέσιν | |
εἰώθασιν. | 248 in vol. 2 | |
17.2 | Αἱ μὲν οὖν περὶ τοῦ ἁγίου πνεύματος διαλέξεις διαι‐ ροῦνται, αὐτὸ δὲ ἀδιαίρετόν ἐστιν, ἓν καὶ τὸ αὐτὸ τυγχάνον. ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ πατρὸς λόγοις ποτὲ μὲν περὶ μοναρχίας ἦν ἡμῖν τὸ διδασκόμενον, ποτὲ δὲ πῶς καλεῖται | |
5 | πατὴρ ἢ παντοκράτωρ, ποτὲ δὲ ὅπως δημιουργός ἐστι τῶν ὅλων, καὶ οὐ τὸ διαιρεῖσθαι τὰς κατηχήσεις διαίρεσιν εἶχε τῆς πίστεως (εἷς γὰρ ἦντε καὶ ἔστιν ὁ τῆς εὐσεβείας σκοπός), καὶ ὥσπερ ἐν τοῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ποτὲ μὲν τὰ περὶ τῆς θεότητος, ποτὲ δὲ τὰ περὶ τῆς ἀνθρωπότητος | |
10 | ἐδιδάσκομεν, εἰς πολλὰς μὲν διαλέξεις τοὺς περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγους διαιροῦντες, ἀδιαίρετον δὲ τὴν εἰς αὐτὸν πίστιν καταγγέλλοντες, οὕτως καὶ νῦν τῶν περὶ τοῦ ἁγίου πνεύματος. κατηχήσεων διαιρουμένων ἀδιαίρετον καταγ‐ γέλλομεν τὴν εἰς αὐτὸ πίστιν. ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ | |
15 | πνεῦμα τὸ διαιροῦν μὲν τὰ χαρίσματα ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, αὐτὸ δὲ μόνον ἀδιαίρετον. οὐ γὰρ ἄλλος ἐστὶν ὁ παράκλητος παρὰ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἕν ἐστι καὶ τὸ αὐτὸ διαφόρως ταῖς προσηγορίαις ὀνομαζόμενον, ζῶν καὶ ὑφε‐ στὸς καὶ λαλοῦν καὶ ἐνεργοῦν καὶ τῶν ὑπὸ θεοῦ διὰ Χριστοῦ | |
20 | γενομένων λογικῶν ἁπάντων, ἀγγέλων καὶ ἀνθρώπων, ἁγιαστικόν. | |
17.3 | Ὑπὲρ δὲ τοῦ μὴ ταῖς διαφόροις ὀνομασίαις τοῦ ἁγίου πνεύματος νομίσαι τινὰς ἐξ ἀμαθείας διάφορα εἶναι ταῦτα πνεύματα καὶ μὴ ἓν καὶ τὸ αὐτὸ ὅπερ ἐστὶ μόνον, διὰ τοῦτο προασφαλιζομένη σε ἡ καθολικὴ ἐκκλησία παρέδωκεν ἐν τῇ | |
5 | τῆς πίστεως ἐπαγγελίᾳ πιστεύειν εἰς ἓν ἅγιον πνεῦμα, τὸν παράκλητον, τὸ λαλῆσαν ἐν τοῖς προφή‐ ταις, ὅπως εἰδέναι ἔχοις, ὅτι πολλαὶ μὲν αἱ προσηγορίαι τυγ‐ χάνουσιν, ἓν δὲ μόνον ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον. περὶ ὧν προσηγοριῶν νῦν ὀλίγας ὑμῖν ἐκ πολλῶν ἐροῦμεν. | |
17.4 | Καλεῖται μὲν γὰρ πνεῦμα κατὰ τὸ ἀρτίως ἀνεγνω‐ σμένον, ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λό‐ γος σοφίας. καλεῖται δὲ πνεῦμα ἀληθείας, καθὼς ὁ | |
σωτήρ φησιν, ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς | 250 in vol. 2 | |
5 | ἀληθείας. καλεῖται καὶ παράκλητος, καθὼς εἴρηκεν, ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς. ὅτι δὲ ἓν καὶ τὸ αὐτό ἐστι διαφόροις ταῖς προσηγορίαις ὀνομαζόμενον, δείκνυται σαφῶς ἐκ τούτων. περὶ μὲν γὰρ τοῦ εἶναι τὸ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν | |
10 | παράκλητον εἴρηται ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον. περὶ δὲ τοῦ τὸ αὐτὸ εἶναι καὶ τὸν παράκλητον καὶ τὸ πνεῦμα τῆς ἀληθείας εἴρηται καὶ ἄλλον παράκλητον δώσω ὑμῖν, ἵνα μεθ’ ὑμῶν μένῃ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας. καὶ πάλιν ὅταν δὲ ἔλθῃ | |
15 | ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πα‐ τρός, τὸ πνεῦμα τῆς ἀληθείας. Καλεῖται καὶ πνεῦμα θεοῦ, καθὼς γέγραπται· καὶ εἶδον τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον, καὶ πάλιν, ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. καλεῖται | |
20 | καὶ πνεῦμα πατρός, καθώς φησιν ὁ σωτήρ· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. καὶ πάλιν ὁ Παῦλος· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, καὶ ἑξῆς, ἵνα δῷ ὑμῖν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ. καλεῖται καὶ | |
25 | πνεῦμα κυρίου, καθὼς Πέτρος εἶπε· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; καλεῖται καὶ πνεῦμα θεοῦ καὶ Χριστοῦ, καθὼς γράφει Παῦλος· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν | |
30 | αὐτοῦ. καλεῖται καὶ πνεῦμα τοῦ υἱοῦ τοῦ θεοῦ, καθὼς εἴρηται· ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. καλεῖται καὶ πνεῦμα Χριστοῦ, καθὼς γέγρα‐ πται· εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ. καὶ πάλιν· διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας | |
35 | τοῦ πνεύματος [τοῦ] Ἰησοῦ Χριστοῦ. | 252 in vol. 2 |
17.5 | Πρὸς δὲ τούτοις καὶ ἄλλας πάλιν τοῦ ἁγίου πνεύμα‐ τος ὀνομασίας εὑρήσεις. καλεῖται μὲν γὰρ πνεῦμα ἁγιωσύ‐ νης, ὡς γέγραπται· κατὰ πνεῦμα ἁγιωσύνης. καλεῖται καὶ πνεῦμα υἱοθεσίας, ὡς Παῦλός φησιν· οὐ γὰρ ἐλάβετε | |
5 | πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱο‐ θεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ. καλεῖται καὶ πνεῦμα ἀποκαλύψεως, καθὼς γέγραπται· δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ. καλεῖται καὶ πνεῦμα ἐπαγγελίας, καθὼς ὁ αὐτός φησιν· ἐν ᾧ καὶ ὑμεῖς πι‐ | |
10 | στεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. καλεῖται καὶ πνεῦμα χάριτος, ὡς ὅτε πάλιν λέγει· καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. καὶ ἄλλαις δὲ προσηγορί‐ αις πλείοσιν ὀνομάζεται τοιαύταις. ἤκουσας δὲ σαφῶς καὶ ἐν τῇ πρὸ ταύτης κατηχήσει, ὅτι ἐν μὲν τοῖς ψαλμοῖς ποτὲ μὲν | |
15 | ἀγαθόν, ποτὲ δὲ ἡγεμονικὸν ὀνομάζεται, ἐν δὲ τῷ Ἡσαΐᾳ σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ προσηγορεύετο. Δι’ ὧν ἁπάντων, τῶντε πρότερον εἰρημένων καὶ τῶν νῦν, συνίσταται, διαφόρους μὲν εἶναι τὰς προσηγορίας, ἓν δὲ | |
20 | καὶ τὸ αὐτὸ πνεῦμα τὸ ἅγιον, ζῶν καὶ ὑφεστός, καὶ πάν‐ τοτε πατρὶ καὶ υἱῷ συμπαρόν, οὐκ ἀπὸ στόματος καὶ χειλέων πατρὸς ἢ υἱοῦ λαλούμενον ἢ ἀναπνεόμενον, οὔτε εἰς ἀέρα διαχεόμενον, ἀλλ’ ἐνυπόστατον, λαλοῦν αὐτὸ καὶ ἐνερ‐ γοῦν καὶ οἰκονομοῦν καὶ ἁγιάζον, ἀδιαστάτου δηλαδὴ καὶ | |
25 | συμφώνου καὶ μιᾶς οὔσης τῆς σωτηριώδους οἰκονομίας εἰς | |
ἡμᾶς τῆς ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καθὼς καὶ πρώην εἰρήκαμεν. μνημονεύειν γὰρ ὑμᾶς ἐκείνων ἄρτι λεγομένων βούλομαι, καὶ εἰδέναι σαφῶς, ὅτι οὐχ ἕτερον μὲν ἐν νόμῳ καὶ προφήταις, ἕτερον δὲ ἐν εὐαγγελίοις καὶ ἀποστό‐ | 254 in vol. 2 | |
30 | λοις, ἀλλ’ ἕν ἐστι καὶ τὸ αὐτὸ πνεῦμα ἅγιον τὸ ἐν παλαιᾷ τε καὶ καινῇ διαθήκῃ τὰς θείας λαλῆσαν γραφάς. | |
17.6 | Τοῦτο τὸ πνεῦμα τὸ ἅγιόν ἐστι τὸ ἐλθὸν ἐπὶ τὴν ἁγίαν παρθένον Μαρίαν. ἐπειδὴ γὰρ Χριστὸς ἦν ὁ μονο‐ γενὴς ὁ γεννώμενος, δύναμις ὑψίστου ἐπεσκίαζεν αὐτῇ, καὶ πνεῦμα ἅγιον ἐπελθὸν ἐπ’ αὐτὴν ἡγίαζεν αὐτὴν πρὸς τὸ δυ‐ | |
5 | νηθῆναι δέξασθαι τὸν δι’ οὗ τὰ πάντα ἐγένετο. οὐ χρεία δέ μοι πολλῶν λόγων, ἵνα μάθῃς ὅτι ἀῤῥύπαρος καὶ ἄχραντος ἡ γέννησις· ἔμαθες γάρ. Γαβριήλ ἐστιν ὁ λέγων πρὸς αὐτήν· ἐγὼ κήρυξ εἰμὶ τῶν γενησομένων, ἀλλ’ οὐ συνεργός. εἰ γὰρ καὶ ἀρχάγγελος, ἀλλ’ οἶδά μου τὴν τάξιν. καὶ τὸ μὲν χαίρειν | |
10 | ἐγὼ εὐαγγελίζομαι σοι, τὸ δὲ πῶς τέξῃ οὐκ ἀπὸ τῆς ἐμῆς χάριτος. πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψί‐ στου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσε‐ ται υἱὸς θεοῦ. | |
17.7 | Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον ἐνήργησεν ἐν τῇ Ἐλισά‐ βετ. οὐ γὰρ μόνον παρθένους οἶδεν, ἀλλὰ γνωρίζει καὶ ἐγ‐ γάμους, ἐὰν κατὰ νόμον ᾖ ὁ γάμος. καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἐπροφήτευσεν. καί φησιν ἡ καλὴ δου‐ | |
5 | λὶς περὶ τοῦ ἑαυτῆς κυρίου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ πρός με ἡ μήτηρ τοῦ κυρίου μου; ἐμακάριζε γὰρ ἑαυτὴν ἡ Ἐλισάβετ. τούτου τοῦ ἁγίου πνεύματος πλησθεὶς καὶ Ζαχα‐ ρίας ὁ τοῦ Ἰωάννου πατὴρ προεφήτευσε λέγων, ὅσων τε ἀγαθῶν πρόξενός ἐστιν ὁ μονογενής, καὶ ὅτι πρόδρομος διὰ | |
10 | βαπτίσματος Ἰωάννης ἐκείνου. ὑπὸ τούτου τοῦ ἁγίου πνεύμα‐ τος χρηματισθεὶς καὶ Συμεὼν ὁ δίκαιος μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν κυρίου, δεξάμενος αὐτὸν εἰς τὰς ἀγ‐ | |
κάλας ἐν τῷ ἱερῷ τὰ περὶ αὐτοῦ σαφῶς ἐμαρτύρησεν. | 256 in vol. 2 | |
17.8 | Καὶ Ἰωάννης δὲ ὁ πνεύματος ἁγίου πλησθεὶς ἐκ κοιλίας μητρὸς αὐτοῦ διὰ τοῦτο ἡγιάσθη, ἵνα βαπτίσῃ τὸν κύ‐ ριον, οὐ διδοὺς τὸ πνεῦμα, ἀλλὰ τὸν διδόντα τὸ πνεῦμα εὐ‐ αγγελιζόμενος. φησὶ γάρ· ἐγὼ ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς με‐ | |
5 | τάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος, καὶ ἑξῆς, αὐτὸς ὑμᾶς βα‐ πτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. πυρὶ δὲ διὰ τί; ἐπειδὴ ἐν πυρίναις γλώσσαις ἡ τοῦ ἁγίου πνεύματος ἐγένετο κάθοδος. περὶ οὗ λέγει χαίρων ὁ κύριος· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; | |
17.9 | Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον κατῆλθε βαπτιζομένου τοῦ κυρίου, πρὸς τὸ μὴ λαθεῖν τοῦ βαπτιζομένου τὴν ἀξίαν, καθὼς Ἰωάννης φησίν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον | |
5 | καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Ἀλλὰ βλέπε τί λέγει τὸ εὐαγγέλιον. ἠνεῴχθησαν οἱ οὐρα‐ νοί. ἠνεῴχθησαν δὲ διὰ τὴν ἀξίαν τοῦ καταβάντος. ἰδοὺ γάρ, φησίν, ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν, αὐτο‐ | |
10 | κινήτῳ δηλονότι τῇ καταβάσει. ἔδει γάρ, ὡς ἐξηγήσαντό τινες, τὰς ἀπαρχὰς καὶ τὰ πρωτεῖα τοῦ ἁγίου πνεύματος τῶν βαπτι‐ ζομένων τῇ ἀνθρωπότητι τοῦ σωτῆρος παρασχεθῆναι τοῦ τὴν τοιαύτην διδόντος χάριν. κατῆλθε δὲ ἴσως ἐν εἴδει περιστε‐ ρᾶς, ὥς φασί τινες, τῆς καθαρᾶς καὶ ἀκάκου καὶ ἀκεραίου | |
15 | καὶ ταῖς ὑπὲρ γεννωμένων τέκνων καὶ συγχωρήσεως ἁμαρτιῶν | |
εὐχαῖς συνεργούσης τύπον παραδηλοῦν, καθὼς αἰνιγματωδῶς προείρηται περὶ τοῦ τὸν Χριστὸν ὀφθαλμοφανῶς οὕτως ἐπι‐ δειχθῆναι. ἐν γὰρ τοῖς ᾄσμασι περὶ τοῦ νυμφίου προσφωνεῖ καὶ λέγει· οἱ ὀφθαλμοί σοι ὡς περιστεραὶ ἐπὶ πληρώματα | 258 in vol. 2 | |
20 | ὑδάτων. | |
17.10 | Ταύτης ἔφερε τύπον μερικῶς κατά τινας ἡ ἐπὶ Νῶε περιστερά. ὥσπερ γὰρ ἐπ’ ἐκείνου διὰ ξύλου καὶ ὕδατος αὐ‐ τοῖς μὲν ἐγένετο ἡ σωτηρία, καινῆς δὲ γενέσεως ἀρχή, καὶ ἡ περιστερὰ ἀνέστρεψε πρὸς αὐτὸν τὸ πρὸς ἑσπέραν ἔχουσα | |
5 | φύλλον ἐλαίας, οὕτω, φασί, καὶ τὸ πνεῦμα τὸ ἅγιον κατῆλθεν ἐπὶ τὸν ἀληθινὸν Νῶε, τὸν τῆς δευτέρας γενέσεως ποιητήν, τὸν παντοίων γενῶν προαιρέσεις εἰς τὸ αὐτὸ συνάγοντα, ὧν τύπον ἔφερον αἱ διάφοροι τῶν ἐν τῇ κιβωτῷ ζώων καταστά‐ σεις, οὗ κατὰ τὴν παρουσίαν οἱ νοητοὶ λύκοι συμβόσκονται | |
10 | μετὰ ἀρνῶν, οὗ ἡ ἐκκλησία ἔχει μοσχάριον καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκομένους, καθὼς μέχρι σήμερον βλέπομεν ἄρ‐ χοντας κοσμικοὺς ὑπὸ τῶν ἐκκλησιαστικῶν ἀγομένους καὶ δι‐ δασκομένους. κατῆλθε τοίνυν, ὡς ἐξηγοῦνταί τινες, ἡ νοητὴ περιστερὰ ἐν τῷ καιρῷ τοῦ βαπτίσματος, ἵνα δείξῃ ὅτι οὗτός | |
15 | ἐστιν ὁ διὰ ξύλου σταυροῦ σώζων τοὺς πιστεύοντας, ὁ μέλλων πρὸς ἑσπέραν διὰ τοῦ θανάτου αὐτοῦ χαρίζεσθαι τὴν σωτηρίαν. | |
17.11 | Καὶ περὶ μὲν τούτων ἴσως καὶ ἄλλως ἐξηγητέον. αὐ‐ τοῦ δὲ τοῦ σωτῆρος καὶ νῦν ἀκουστέον τῶν περὶ ἁγίου πνεύματος ῥημάτων. φησὶ γάρ· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. | |
5 | καὶ ὅτι παρὰ τοῦ πατρὸς ἡ χάρις, λέγει· πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. καὶ ὅτι τὸν θεὸν ἐν πνεύματι προσκυνεῖν δεῖ, φησίν· ἀλλ’ | |
ἔρχεται ὥρα καὶ νῦν ἔστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσ‐ κυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ | 260 in vol. 2 | |
10 | πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. καὶ πάλιν· εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκ‐ βάλλω τὰ δαιμόνια. καὶ ἑξῆς εὐθύς· διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ | |
15 | τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσε‐ ται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. Καὶ πάλιν φησί· κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον | |
20 | παράκλητον δώσει ὑμῖν, ἵνα μεθ’ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. καὶ πάλιν λέγει· ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων. ὁ δὲ παράκλητος, τὸ πνεῦμα | |
25 | τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος δι‐ δάξει ὑμᾶς πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. καὶ πάλιν φησίν· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. καὶ πάλιν | |
30 | ὁ σωτήρ· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔρ‐ χεται πρὸς ὑμᾶς. ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. καὶ ἑξῆς πάλιν· ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ | |
35 | ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλή‐ θειαν πᾶσαν. οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκού‐ σῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δο‐ ξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ | |
40 | ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Αὐτοῦ τοῦ μονογενοῦς νῦν ἀνέγνων σοι τὰς φωνάς, ἵνα μὴ προσέχῃς ἀνθρωπίνοις ῥήμασιν. | 262 in vol. 2 |
17.12 | Τούτου τοῦ ἁγίου πνεύματος τὴν κοινωνίαν ἐχαρί‐ σατο τοῖς ἀποστόλοις. γέγραπται γάρ· καὶ τοῦτο εἰπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον. ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται | |
5 | αὐτοῖς, ἐάν τινων κρατῆτε, κεκράτηνται. δεύτε‐ ρον ἐμφύσημα τοῦτο, ἐπειδὴ τὸ πρῶτον ἠμαυρώθη διὰ τὰς ἑκουσίους ἁμαρτίας. ἵνα πληρωθῇ τὸ γεγραμμένον· ἀνέβη ἐμ‐ φυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως. τὸ δὲ ἀνέβη πόθεν; ἐκ τοῦ ᾅδου. οὕτω γὰρ διηγήσατο τὸ εὐαγ‐ | |
10 | γέλιον, ὅτι μέτα τὴν ἀνάστασιν τότε ἐνεφύσησεν. Ἀλλὰ δίδωσι μὲν νῦν τὴν χάριν, ἐπιδαψιλεύεται δὲ ἐπὶ πλεῖον. καί φησι πρὸς αὐτούς· ἕτοιμος μέν εἰμι τοῦ δοῦναι καὶ νῦν, οὔπω δὲ τὸ ἀγγεῖον χωρεῖ. τέως μὲν οὖν λάβετε τὴν χάριν ὅσην χωρεῖτε, ἐκδέχεσθε δὲ καὶ πλείονα. ὑμεῖς δὲ | |
15 | καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως ἂν ἐνδύ‐ σησθε δύναμιν ἐξ ὕψους. νῦν λάβετε μερικῶς, τότε φο‐ ρέσετε αὐτοτελῶς. ὁ μὲν γὰρ δεχόμενος πολλάκις μερικῶς ἔχει τὸ διδόμενον, ὁ δὲ ἐνδυόμενος ὑπὸ τῆς στολῆς πανταχό‐ θεν περιέχεται. μὴ φοβηθῆτε, φησίν, ὅπλα διαβόλου καὶ βέλη· | |
20 | φορέσετε γὰρ δύναμιν πνεύματος ἁγίου. μνημονεύετε δὲ τῶν ἀρτίως εἰρημένων, ὅτι πνεῦμα οὐ μεμέρισται, ἀλλ’ ἡ δι’ αὐτοῦ χάρις. | |
17.13 | Ἀνῆλθε τοίνυν ὁ Ἰησοῦς εἰς οὐρανοὺς καὶ τὴν ἐπαγ‐ γελίαν ἐπλήρωσεν. εἶπε γὰρ πρὸς αὐτούς· ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν. ἐκαθέζοντο ἐκδε‐ χόμενοι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος, καὶ ἐν τῷ συμ‐ | |
5 | πληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐνταῦθα ἐν τῇ πό‐ λει ταύτῃ Ἱερουσαλήμ—ἡμέτερον γὰρ καὶ τοῦτο τὸ ἀξίωμα, | |
καὶ λαλοῦμεν οὐ περὶ τῶν παρ’ ἑτέροις γεγενημένων ἀγαθῶν, ἀλλὰ περὶ τῶν παρ’ ἡμῖν κεχαρισμένων—τῆς πεντηκοστῆς οὖν οὔσης ἐκαθέζοντο, καὶ κατήρχετο ὁ παράκλητος ἐξ οὐ‐ | 264 in vol. 2 | |
10 | ρανοῦ, ὁ φρουρὸς καὶ ἁγιοποιὸς τῆς ἐκκλησίας, ὁ διοικητὴς τῶν ψυχῶν, ὁ κυβερνήτης τῶν χειμαζομένων, ὁ φωταγωγὸς τῶν πεπλανημένων καὶ ἀθλοθέτης τῶν ἀγωνιζομένων καὶ στεφα‐ νωτὴς τῶν νενικηκότων. | |
17.14 | Κατήρχετο δέ, ἵνα ἐνδύσῃ δύναμιν καὶ ἵνα βαπτίσῃ τοὺς ἀποστόλους. λέγει γὰρ ὁ κύριος· ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. οὐ μερικὴ ἡ χάρις, ἀλλὰ αὐτοτελὴς ἡ δύναμις. ὥσπερ γὰρ ὁ ἐνδύνων ἐν | |
5 | τοῖς ὕδασι καὶ βαπτιζόμενος πανταχόθεν ὑπὸ τῶν ὑδάτων περιβάλλεται, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἐβαπτίσθησαν ὁλοτελῶς. ἀλλὰ τὸ μὲν ὕδωρ ἔξωθεν περιχεῖται, τὸ δὲ πνεῦμα καὶ τὴν ἔνδοθεν ψυχὴν βαπτίζει ἀπαραλείπτως. καὶ τί θαυ‐ μάζεις; λάβε ὑπόδειγμα σωματικόν, μικρὸν μὲν καὶ εὐτελές, | |
10 | χρήσιμον δὲ τοῖς ἀφελεστέροις. εἰ τὸ πῦρ διὰ τῆς παχύτητος τοῦ σιδήρου διαβαῖνον ἔνδον τὸ ὅλον ἀπεργάζεται πῦρ, καὶ ὁ ψυχρὸς γίνεται ζεστός, καὶ ὁ μέλας γίνεται ἐκλάμπων, εἰ σῶμα ὂν τὸ πῦρ ἐν σώματι σιδήρου ἐνδύνον οὕτως ἀπαρεμποδίστως ἐργάζεται, τί θαυμάζεις, εἰ πνεῦμα ἅγιον ἐν τοῖς ἐνδοτάτοις | |
15 | τῆς ψυχῆς εἰσέρχεται; | |
17.15 | Ἵνα δὲ τοσαύτης χάριτος κατερχομένης μὴ ἀγνοηθῇ τὸ μέγεθος, σάλπιγξ ὥσπερ ἐπουράνιος ἤχησεν. ἐγένετο γὰρ ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας σημαινούσης τὴν παρουσίαν τοῦ χαριζομέ‐ | |
5 | νου τοῖς ἀνθρώποις μετὰ βίας ἁρπάζειν τὴν βασιλείαν τοῦ θεοῦ, ἵνα καὶ ὀφθαλμοὶ ἴδωσι τὰς πυρίνας γλώσσας καὶ ὦτα ἐπακούσῃ τοῦ ἤχου. καὶ ἐπλήρωσεν ὅλον τὸν οἶ‐ κον οὗ ἦσαν καθημένοι. δοχεῖον γέγονε τοῦ νοητοῦ | |
ὕδατος ὁ οἶκος. οἱ μαθηταὶ ἔνδον ἐκαθέζοντο καὶ ὁ οἶκος πᾶς | 266 in vol. 2 | |
10 | ἐπλήσθη. ἐβαπτίσθησαν τοίνυν ἀνελλειπῶς κατὰ τὴν ἐπαγγε‐ λίαν, ἐνεδύθησαν ψυχῇ τε καὶ σώματι θείαν ἔνδυσιν καὶ σωτήριον. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσ‐ σαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον | |
15 | αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου. πυρὸς μετέλαβον, οὐ καταφλεκτικοῦ, ἀλλὰ σωτηριώ‐ δους πυρός, ἀφανίζοντος μὲν ἀκάνθας ἁμαρτιῶν, λαμπρύνον‐ τος δὲ τὴν ψυχήν. τοῦτο μέλλει νῦν ἔρχεσθαι καὶ ἐφ’ ὑμᾶς, καὶ τὰς μὲν ἀκανθώδεις ὑμῶν ἁμαρτίας περιαιρεῖν καὶ ἀναλί‐ | |
20 | σκειν, τὸ δὲ τῆς ψυχῆς ὑμῶν κτῆμα τὸ τίμιον ἔτι λαμπρύ‐ νειν καὶ διδόναι ὑμῖν χάριν. ἔδωκε γὰρ καὶ τότε τοῖς ἀπο‐ στόλοις. ἐν εἴδει πυρίνων γλωσσῶν ἐπεκαθέζετο αὐτοῖς, ἵνα διαδήματα καινότερα περιθῶνται πνευματικὰ διὰ πυρίνων γλωσ‐ σῶν ἐπὶ κεφαλῆς. φλογίνη ῥομφαία πρότερον ἐκώλυε πύλας | |
25 | παραδείσου, πυρίνη γλῶσσα σωτηριώδης ἀπεκατέστησε τὴν χάριν. | |
17.16 | Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. Γαλιλαῖος ὁ Πέτρος καὶ Ἀνδρέας ἢ ἐπέρσιζεν ἢ ἐμήδιζεν. Ἰω‐ άννης καὶ οἱ λοιποὶ ἀπόστολοι πᾶσαν γλῶσσαν ἐλάλουν τοῖς | |
5 | ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ νῦν ἐνταῦθα ἤρξατο τῶν ξένων πλήθη συναθροίζεσθαι πανταχόθεν, ἀλλ’ ἐκ τότε. ποῖος το‐ σοῦτος διδάσκαλος εὑρίσκεται, διδάσκων ἀθρόως ἃ μὴ μεμα‐ θήκασιν; τοσούτοις ἔτεσι διὰ γραμματικῆς καὶ διὰ τεχνῶν μανθάνουσι μόνον ἑλληνιστὶ καλῶς λαλεῖν. καὶ οὐδὲ πάντες | |
10 | λαλοῦσιν ὁμοίως. ἀλλ’ ὁ ῥήτωρ μὲν ἴσως κατορθοῖ λαλεῖν καλῶς, ὁ γραμματικὸς δὲ ἐνίοτε οὐ καλῶς, καὶ ὁ τὴν γραμμα‐ τικὴν εἰδὼς τὰ φιλοσοφούμενα οὐκ οἶδεν. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἅμα διδάσκει πολλὰς γλώσσας, ἅσπερ ἐν παντὶ τῷ χρό‐ | |
νῳ ἐκεῖνοι οὐκ οἴδασιν. τοῦτό ἐστιν ἀληθῶς σοφία πολλή, | 268 in vol. 2 | |
15 | τοῦτο θεία δύναμις. ποία σύγκρισις τῆς ἐν πολλῷ χρόνῳ ἀμα‐ θείας ἐκείνων πρὸς τὴν ἀθρόαν καὶ διάφορον καὶ ξένην ἐξαί‐ φνης τῶν γλωσσῶν ἐνέργειαν; | |
17.17 | Ἐγένετο σύγχυσις τοῦ πλήθους τῶν ἀκουσάντων. δευ‐ τέρα σύγχυσις ἀντὶ τῆς ἐν Βαβυλῶνι πρώτης κακῆς. ἐπὶ μὲν γὰρ τῆς συγχύσεως τῶν γλωσσῶν διαίρεσις ἦν τῆς προαιρέσεως, ἐπειδὴ ἀντίθεον ἦν τὸ φρόνημα, ὧδε δὲ ἀποκατάστασις καὶ | |
5 | ἕνωσις τῶν γνωμῶν, ἐπειδὴ εὐσεβὲς ἦν τὸ σπουδαζόμενον. δι’ ὧν ἡ ἀπόπτωσις, διὰ τούτων ἡ ἐπάνοδος. [ὅθεν] ἐθαύμαζον λέγοντες· πῶς ἡμεῖς ἀκούομεν λαλούντων αὐτῶν; οὐδὲν θαυ‐ μαστὸν εἰ ὑμεῖς ἀγνοεῖτε. καὶ γὰρ καὶ Νικόδημος ἠγνόησε τοῦ πνεύματος τὴν παρουσίαν, καὶ πρὸς ἐκεῖνον ἐῤῥέθη· τὸ | |
10 | πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. εἰ δὲ καὶ τὴν φω‐ νὴν αὐτοῦ ἐὰν ἀκούσω οὐκ οἶδα πόθεν ἔρχεται, αὐτὸ τί ποτέ ἐστι τὴν ὑπόστασιν πῶς δύναμαι διηγήσασθαι; | |
17.18 | Ἄλλοι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι γλεύ‐ κους μεμεστωμένοι εἰσίν, λέγοντες μὲν ἀληθῶς, ἀλλὰ χλευαστικῶς. νέος γὰρ ἦν ἀληθῶς ὁ οἶνος, καινῆς διαθήκης ἡ χάρις. ἀλλ’ ὁ νέος οὗτος οἶνος ἀπὸ νοητῆς ἀμπέλου, πολλά‐ | |
5 | κις ἔτι καρποφορησάσης ἐν προφήταις, καὶ ἐν καινῇ διαθήκῃ βλαστησάσης. ὥσπερ γὰρ αἰσθητῶς ἡ μὲν ἄμπελος ἀεὶ μένει ἡ αὐτή, κατὰ δὲ καιροὺς καινοτέρους ἐκφέρει καρπούς, οὕτω καὶ τὸ αὐτὸ πνεῦμα, μένον ὅπερ ἐστί, καὶ πολλάκις ἐν προ‐ φήταις ἐνεργῆσαν, νῦν νέον τι καὶ θαυμάσιον ἐνεδείξατο. | |
10 | ἔφθασε μὲν γὰρ καὶ ἐπὶ τοὺς πατέρας ἡ χάρις, ἀλλ’ ὧδε ὑπερβολικῶς. ἐκεῖ μὲν γὰρ μετέσχον ἁγίου πνεύματος, ὧδε δὲ αὐτοτελῶς ἐβαπτίσθησαν. | |
17.19 | Ἀλλ’ ὁ Πέτρος ὁ ἔχων πνεῦμα ἅγιον καὶ εἰδὼς ὃ ἔχει φησίν· ἄνδρες Ἰσραηλῖται, οἱ τὸν μὲν Ἰωὴλ ἀπαγγέλ‐ λοντες, μὴ εἰδότες δὲ τὰ γεγραμμένα, οὐχ ὡς ὑμεῖς ὑπο‐ | |
λαμβάνετε οὗτοι μεθύουσιν. μεθύουσι γάρ, οὐχ ὡς | 270 in vol. 2 | |
5 | ὑμεῖς ὑπολαμβάνετε, ἀλλὰ καθὼς γέγραπται· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου καὶ ἐκ τῶν χειμάῤῥων τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. μεθύουσι μέθην νηφάλιον, νεκρωτικὴν ἁμαρτίας, καὶ καρδίας ζωοποιητικήν, μέθην ἐναντίαν τῆς σω‐ ματικῆς. ἡ μὲν γὰρ καὶ τῶν ἐγνωσμένων ἐμποιεῖ λήθην, αὕτη | |
10 | δὲ καὶ τῶν μὴ ἐγνωσμένων τὴν γνῶσιν χαρίζεται. μεθύουσι πιόντες τὸν οἶνον τῆς νοητῆς ἀμπέλου, τῆς λεγούσης· ἐγώ εἰ‐ μι ἡ ἄμπελος καὶ ὑμεῖς τὰ κλήματα. εἰ δὲ μὴ πείθεσθέ μοι, ἐκ τοῦ καιροῦ σύνετε τὸ λεγόμενον· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. ὁ γὰρ ἐν τρίτῃ ὥρᾳ σταυρωθείς, ὡς Μάρκος φησί, | |
15 | τρίτῃ ὥρᾳ νῦν κατέπεμψε τὴν χάριν. οὐ γὰρ ἄλλη χάρις ἐκεί‐ νου καὶ ἄλλη χάρις τούτου, ἀλλ’ ὁ τότε σταυρωθεὶς καὶ ἐπαγγειλάμενος ἐπλήρωσεν ὃ ἐπηγγείλατο. Εἰ δὲ βούλεσθε δέξασθαι καὶ μαρτυρίαν, ἀκούσατε, φησίν· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφή‐ | |
20 | του Ἰωήλ· καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. τὸ δὲ ἐκχεῶ πλουσίαν ἠνίξατο δόσιν. οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα. ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐ‐ τοῦ. δέδωκε δὲ αὐτῷ τὴν ἐξουσίαν καὶ τοῦ χαρίζεσθαι τοῦ | |
25 | παναγίου πνεύματος τὴν χάριν οἷς βούλεται. ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προ‐ φητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. καὶ ἑξῆς· καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκ‐ | |
30 | χεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσου‐ σιν. τὸ πνεῦμα τὸ ἅγιον ἀπροσωπόληπτόν ἐστιν. οὐ γὰρ ζη‐ τεῖ ἀξίωμα, ἀλλὰ ψυχῆς εὐλάβειαν. μήτε οἱ πλούσιοι τυ‐ φούσθωσαν, μήτε οἱ πένητες ταπεινούσθωσαν. μόνον δὲ ἕκαστος ἑαυτὸν ἑτοιμαζέτω πρὸς ὑποδοχὴν τῆς ἐπουρανίου | |
35 | χάριτος. | |
17.20 | Πολλὰ μὲν οὖν ἡμῖν εἴρηται σήμερον, καὶ ἴσως κέ‐ | |
κμηκεν ἡ ἀκρόασις, πλείονα δ’ ἐστὶ τὰ παραλειφθέντα. καὶ χρεία ἦν ὡς ἀληθῶς ἐν τοῖς περὶ ἁγίου πνεύματος διδάγμασι καὶ τρίτης ἄλλης καὶ πλειόνων κατηχήσεων. συγγνώμη δὲ ἡμῖν | 272 in vol. 2 | |
5 | εἰς ἑκάτερον. τῆς γὰρ ἁγίας ἑορτῆς τοῦ πάσχα λοιπὸν ἐφεστώ‐ σης ἐμηκύνθη τε ἡμῖν σήμερον ὁ λόγος, καὶ πάσας ὅσας ἐχρῆν μαρτυρίας ἀπὸ τῆς καινῆς διαθήκης ἀγαγεῖν εἰς μέσον οὐκ ἐνε‐ χώρησεν. λείπει γὰρ ἡμῖν ἔτι πολλὰ μὲν ἀπὸ τῶν πράξεων τῶν ἀποστόλων, ἐν οἷς ἡ τοῦ ἁγίου πνεύματος χάρις ἐν Πέτρῳ | |
10 | καὶ πᾶσιν ὁμοῦ τοῖς ἀποστόλοις ἐνήργησεν, λείπει δὲ πολλὰ καὶ ἐκ τῶν καθολικῶν καὶ ἐκ τῶν Παύλου δεκατεσσάρων ἐπι‐ στολῶν· ἐξ ὧν ὀλίγα νῦν ὥσπερ ἐκ μεγάλου λειμῶνος ὑπο‐ μνήσεως μόνης ἕνεκεν ἀπανθίσασθαι πειρασόμεθα. | |
17.21 | Ἐν γὰρ τῇ δυνάμει τοῦ ἁγίου πνεύματος βουλήσει πατρὸς καὶ υἱοῦ, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα καὶ ἐπά‐ ρας τὴν φωνὴν αὐτοῦ (κατὰ τὸ εἰρημένον· ὕψωσον ἐν ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ), τῷ νοητῷ | |
5 | δικτύῳ τῶν λόγων ψυχὰς ὡσεὶ τρισχιλίας ἐζώγρησεν, τοσαύτης ἐν πᾶσι τοῖς ἀποστόλοις ὁμοῦ τῆς χάριτος ἐνεργούσης, ὡς ἐκ τῶν Ἰουδαίων τῶν τὸν Χριστὸν ἐσταυρωκότων ἐκείνων πι‐ στεῦσαι τοσούτους καὶ ἐν ὀνόματι Χριστοῦ βαπτισθῆναι καὶ προσκαρτερεῖν τῇ διδαχῇ τῶν ἀποστόλων καὶ ταῖς προσευχαῖς. | |
10 | Ἐν τῇ αὐτῇ δὲ πάλιν δυνάμει τοῦ ἁγίου πνεύματος Πέ‐ τρος καὶ Ἰωάννης ἀναβάντες εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην, καὶ τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλὸν ἐκ κοιλίας μητρὸς ἀπὸ ἐτῶν τεσσαράκοντα ὑπάρχοντα ἐν ὀνό‐ ματι Ἰησοῦ θεραπεύσαντες (ἵνα πληρωθῇ τὸ εἰρημένον· τότε | |
15 | ἁλεῖται ὡς ἔλαφος ὁ χωλός), τῇ πνευματικῇ μὲν τῆς διδασκα‐ λίας σαγήνῃ πεντακισχιλίους ὁμοῦ πιστεύσαντας ἐζώγρησαν, τοὺς δὲ πεπλανημένους ἄρχοντας τοῦ λαοῦ καὶ ἀρχιερεῖς διή‐ λεγξαν, [καὶ] οὐ δι’ οἰκείαν σοφίαν (ἀγράμματοι γὰρ καὶ ἰδιῶ‐ ται ἦσαν), ἀλλὰ διὰ τὴν τοῦ πνεύματος ἐνέργειαν. γέγραπται | |
20 | γάρ· τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς αὐ‐ τούς. καὶ τοσαύτη διὰ τῶν δώδεκα ἀποστόλων ἡ τοῦ ἁγίου | |
πνεύματος ἐν τοῖς πιστεύσασιν ἐνήργησε χάρις, ὡς εἶναι μὲν αὐτῶν τὴν καρδίαν καὶ τὴν ψυχὴν μίαν, ἐπίκοινον δὲ τὴν τῶν ὄντων ἀπόλαυσιν, τῶν μὲν κτητόρων τὰς τιμὰς τῶν κτημάτων | 274 in vol. 2 | |
25 | προσφερόντων εὐλαβῶς, ἐνδεοῦς δὲ μηδενὸς ὄντος ἐν αὐτοῖς, Ἀνανίου δὲ καὶ Σαπφείρης τῶν ψεύδεσθαι τὸ πνεῦμα τὸ ἅγιον ἐπιχειρησάντων τὴν πρέπουσαν δίκην ὑπομεινάντων. | |
17.22 | Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ. καὶ τοσαύτη περιεκέχυτο τοῖς ἀποστόλοις ἡ πνευματικὴ χάρις, ὡς φοβεροὺς μὲν αὐτοὺς εἶναι καὶ ταῦτα πρᾴους ὄντας (τῶν γὰρ λοιπῶν οὐδεὶς ἐτόλμα κολ‐ | |
5 | λᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός), προστίθεσθαι δὲ πλήθη τῶν τῷ κυρίῳ πιστευόντων, ἀνδρῶν τε καὶ γυναι‐ κῶν, πεπληρῶσθαι δὲ τὰς πλατείας τῶν ἐπὶ τοῖς κλιναρίοις καὶ κραββάτοις ἀσθενῶν, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν, συνέρχεσθαι δὲ καὶ τὸ πλῆθος τῶν | |
10 | πέριξ πόλεων εἰς τὴν ἁγίαν ταύτην Ἱερουσαλήμ, φερόντων ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. | |
17.23 | Ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου πνεύματος οἱ δώδεκα πάλιν ἀπόστολοι, διὰ τὸ κηρύσσειν τὸν Χριστὸν ὑπὸ τῶν ἀρ‐ χιερέων εἰς φυλακὴν ἐμβληθέντες καὶ ὑπὸ ἀγγέλου διὰ νυκτὸς παραδόξως ταύτης ἀπαλλαγέντες καὶ εἰς δικαστήριον ἐκ τοῦ | |
5 | ἱεροῦ πρὸς αὐτοὺς ἀχθέντες, ἀδυσωπήτως ἐχρήσαντο τοῖς ἐλέγχοις ἐν τοῖς περὶ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένοις. καὶ τοῦτο προσθέντες, ὅτι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ, καὶ δαρέντες, ἐπορεύοντο μὲν χαί‐ ροντες, οὐκ ἐπαύοντο δὲ διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν | |
10 | Χριστὸν Ἰησοῦν. | |
17.24 | Οὐ μόνον δὲ ἐν τοῖς δώδεκα ἀποστόλοις ἡ τοῦ ἁγίου | |
πνεύματος ἐνήργησε χάρις, ἀλλὰ γὰρ καὶ ἐν τοῖς πρωτογόνοις τέκνοις τῆς ποτε στείρας ἐκκλησίας ταύτης, τοῖς ἑπτὰ διακό‐ νοις λέγω. καὶ οὗτοι γὰρ ἐξελέχθησαν, ὡς γέγραπται, πλήρεις | 276 in vol. 2 | |
5 | ἁγίου πνεύματος καὶ σοφίας. ἐξ ὧν ὁ φερώνυμος Στέφανος, τὸ τῶν μαρτύρων ἀκροθίνιον, ἀνὴρ πλήρης πίστεως καὶ πνεύ‐ ματος ἁγίου, ἐποίει μὲν τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ, κατηγωνίζετο δὲ τοὺς συζητητάς. οὐ γὰρ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. συκοφαντούμενος δὲ καὶ | |
10 | εἰς δικαστήριον ἀχθεὶς ἀγγελικὰς μὲν ἀπέλαμπεν αὐγάς (ἀτε‐ νίσαντες γὰρ εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου), διὰ δὲ τῆς συνετῆς ἀπολογίας αὐτοῦ τοὺς σκληροτραχήλους καὶ ἀπεριτμή‐ τους τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν Ἰουδαίους ἐλέγξας, τοὺς ἀεὶ τῷ | |
15 | πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντας, ἐθεώρει μὲν τοὺς οὐρανοὺς ἀνεῳγμένους, εἶδε δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. εἶδε δὲ οὐκ ἐξ οἰκείας δυνάμεως, ἀλλ’ ὡς ἡ θεία γραφή φησιν· ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶ‐ | |
20 | τα ἐκ δεξιῶν τοῦ θεοῦ. | |
17.25 | Ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου πνεύματος καὶ Φί‐ λιππος ἐν ὀνόματι Χριστοῦ ποτὲ μὲν ἐν τῇ πόλει τῆς Σαμα‐ ρείας ἀπήλαυνε τὰ ἀκάθαρτα πνεύματα βοῶντα φωνῇ μεγάλῃ, παραλελυμένους δὲ καὶ χωλοὺς ἐθεράπευσε, πολλὰ δὲ τῶν | |
5 | πιστευσάντων πλήθη τῷ Χριστῷ προσήγαγεν. οἷς κατελθόν‐ τες Πέτρος καὶ Ἰωάννης μετὰ προσευχῆς καὶ τῆς τῶν χειρῶν ἐπιθέσεως μετεδίδοσαν τῆς τοῦ ἁγίου πνεύματος κοινωνίας, ἧς μόνος Σίμων ὁ μάγος ἀλλότριος ἐπεφάνθη δικαίως. ποτὲ δὲ ὑπὸ τοῦ ἀγγέλου κυρίου κληθεὶς καθ’ ὁδὸν διὰ τὸν εὐλα‐ | |
10 | βέστατον αἰθίοπα, τὸν εὐνοῦχον, παρ’ αὐτοῦ τοῦ πνεύματος φανερῶς ἀκούσας· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ, | |
διδάξας τὸν αἰθίοπα καὶ βαπτίσας καὶ εἰς τὴν αἰθιοπίαν Χρι‐ στοῦ κήρυκα πέμψας, κατὰ τὸ γεγραμμένον· αἰθιοπία προ‐ φθάσει χεῖρα αὐτῆς τῷ κυρίῳ, καὶ ἁρπασθεὶς ὑπὸ [τοῦ] | 278 in vol. 2 | |
15 | ἀγγέλου τὰς ἐφεξῆς πόλεις εὐηγγελίζετο. | |
17.26 | Τούτου τοῦ ἁγίου πνεύματος πεπλήρωτο καὶ Παῦλος μετὰ τὴν ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κλῆσιν. καὶ μάρτυς ἡμῖν τῶν λόγων ἡκέτω Ἀνανίας ὁ εὐλαβὴς ὁ ἐν Δα‐ μασκῷ, λέγων πρὸς αὐτόν· ὁ κύριος ἀπέσταλκέ με Ἰησοῦς ὁ | |
5 | ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. ὅπερ εὐθὺς ἐνεργῆσαν τῶν μὲν ὀφθαλμῶν Παύλου τὴν τύφλωσιν μετέβαλεν εἰς ἀνάβλεψιν, τῇ δὲ ψυχῇ τὴν σφραγῖδα χαρισάμενον σκεῦος ἐκλογῆς ἐποίησε, τοῦ βα‐ στάσαι τὸ ὄνομα τοῦ φανέντος αὐτῷ κυρίου ἐνώπιον βασιλέων | |
10 | υἱῶντε Ἰσραήλ, καὶ τόν ποτε διώκτην κήρυκα καὶ δοῦλον ἀγα‐ θὸν ἀπειργάσατο, ἀπὸ Ἱεροσολύμων μὲν καὶ μέχρι τοῦ Ἰλλυ‐ ρικοῦ πεπληρωκότα τὸ εὐαγγέλιον, κατηχήσαντα δὲ καὶ τὴν βασιλίδα Ῥώμην, καὶ μέχρι Σπανίας τὴν προθυμίαν τοῦ κηρύγματος ἐκτείναντα, μυρίους δὲ ὑπομεμενηκότα τοὺς ἄθλους, | |
15 | σημεῖά τε καὶ τέρατα πεποιηκότα, περὶ οὗ τέως αὐτάρκως. | |
17.27 | Ἐν τῇ δυνάμει [οὖν] τοῦ αὐτοῦ ἁγίου πνεύματος καὶ ὁ πρωτοστάτης τῶν ἀποστόλων καὶ τῆς βασιλείας τῶν οὐ‐ ρανῶν κλειδοῦχος Πέτρος ἐν Λύδδῃ μὲν τῇ νῦν Διοσπόλει ἐν τῷ ὀνόματι Χριστοῦ τὸν παραλυτικὸν Αἰνέαν ἐθεράπευσεν, | |
5 | ἐν Ἰόππῃ δὲ τὴν ἀγαθοεργὸν Ταβιθὰν ἐκ νεκρῶν ἤγειρεν. ἐπὶ δὲ τοῦ δώματος ἐν ἐκστάσει τὸν οὐρανὸν ἰδὼν ἀνεῳγμένον καὶ διὰ τοῦ καθιεμένου ὡς ὀθόνης σκεύους τοῦ πολυμόρφων καὶ πολυτρόπων ζώων πλήρους τὸ μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον, κἂν ἐξ Ἑλλήνων τυγχάνῃ, σαφῶς ἔμαθεν, | |
10 | καὶ ὑπὸ τοῦ Κορνηλίου μετασταλεὶς παρ’ αὐτοῦ φανερῶς ἤκουσε τοῦ ἁγίου πνεύματος· ἰδοὺ ἄνδρες ζητοῦσί σε· ἀλλ’ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέστειλα αὐτούς. Καὶ ἵνα δειχθῇ τοῦτο φανερῶς, ὅτι καὶ οἱ ἐξ ἐθνῶν πι‐ | |
15 | στεύοντες τῆς χάριτος τοῦ ἁγίου πνεύματος κοινωνοὶ γίνονται, Πέτρου παραγενομένου εἰς τὴν Καισάρειαν καὶ τὰ περὶ Χρι‐ στοῦ διδάσκοντος ἡ γραφὴ λέγει περὶ Κορνηλίου καὶ τῶν συμ‐ παρόντων· ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέ‐ πεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λό‐ | 280 in vol. 2 |
20 | γον, ὡς καὶ τοὺς ἐκ περιτομῆς τοὺς συνελθόντας τῷ Πέτρῳ θαυμάζοντας καὶ ἐξισταμένους λέγειν, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. | |
17.28 | Καὶ ἐν Ἀντιοχείᾳ δὲ τῆς Συρίας ἐπισημοτάτῃ πόλει τοῦ περὶ Χριστοῦ κηρύγματος ἐνεργοῦντος, συνεργὸς τῶν ἀγα‐ θῶν ἐντεῦθεν ἀπεστάλη Βαρνάβας ἕως Ἀντιοχείας, ἀνὴρ ἀγα‐ θὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως, ὃς πολὺν θερι‐ | |
5 | σμὸν τῶν εἰς Χριστὸν πιστευόντων ἰδὼν συναγωνιστὴν ἀπὸ Ταρσοῦ Παῦλον εἰς Ἀντιόχειαν ἤγαγεν. ὄχλων τε ὑπ’ αὐτῶν ἐν τῇ ἐκκλησίᾳ διδαχθέντων τε καὶ συναχθέντων ἐγένετο πρῶτον χρηματίσαι ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς χριστιανούς, τοῦ ἁγίου πνεύματος οἶμαι τὸ προκαταγγελθὲν ὑπὸ τοῦ κυρίου | |
10 | τοῖς πιστεύουσιν ὄνομα καινὸν ἐπιτιθέντος. ἐκχεομένης δὲ ὑπὸ τοῦ θεοῦ πλείονος ἐν Ἀντιοχείᾳ τῆς πνευματικῆς χάριτος προφῆται ἦσαν ἐκεῖ καὶ διδάσκαλοι, μεθ’ ὧν καὶ Ἄγαβος. λει‐ τουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Παῦ‐ | |
15 | λον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. καὶ χειρῶν αὐτοῖς ἐπιτεθεισῶν ἐξεπέμφθησαν ὑπὸ τοῦ ἁγίου πνεύματος. δῆλον δὲ ὅτι τὸ πνεῦμα τὸ λέγον καὶ πέμπον ζῶν ἐστι καὶ ὑφεστὸς καὶ ἐνεργοῦν, ὡς εἰρήκαμεν. | |
17.29 | Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον, τὸ συμφωνίᾳ πατρὸς καὶ υἱοῦ τὴν καινὴν διαθήκην ἐπὶ τῆς καθολικῆς ἐκκλησίας συ‐ στησάμενον, ἠλευθέρωσεν ἡμᾶς τῶν δυσβαστάκτων τοῦ νόμου φορτίων, τῶν περὶ κοινοῦ καὶ καθαροῦ καὶ βρωμάτων λέγω, | |
5 | σαββάτων τε καὶ νουμηνιῶν, καὶ τῆς περιτομῆς, περιῤῥαν‐ τηρίων τε καὶ θυσιῶν, ἃ κατὰ καιρὸν μὲν δοθέντα σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, ἐλθούσης δὲ τῆς ἀληθείας συνεστέλ‐ | |
λετο δικαίως. Διὰ γὰρ τὴν ἐπὶ τῆς Ἀντιοχείας ἀναζήτησιν τῶν λεγόν‐ | 282 in vol. 2 | |
10 | των, δεῖν περιτέμνεσθαι καὶ τηρεῖν τὰ ἔθη Μωυσέως, Παύλου καὶ Βαρνάβα πεμφθέντων, οἱ ἐνταῦθα ἐν Ἱεροσολύμοις ὄντες ἀπόστολοι πάντων μὲν τῶν νομικῶν καὶ τυπικῶν πραγμάτων δι’ ἐπιστολῆς ἐγγράφου τὴν οἰκουμένην ἅπασαν ἠλευθέρωσαν. οὐ μὴν ἑαυτοῖς ἔδωκαν τὴν αὐθεντείαν τοῦ τοιούτου πρά‐ | |
15 | γματος, ἀλλ’ ὁμολογοῦσιν ἐγγράφως ἐπιστέλλοντες· ἔδοξε γὰρ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· δι’ ὧν ἔγραφον τοῦτο δηλοῦντες σαφῶς, ὅτι, εἰ καὶ δι’ ἀποστόλων ἀνθρώπων ἦν τὸ | |
20 | γραφέν, ἀλλ’ ἐξ ἁγίου πνεύματος οἰκουμενικόν ἐστι τὸ διά‐ ταγμα, ὅπερ οἱ περὶ τὸν Βαρνάβαν καὶ Παῦλον λαβόντες εἰς πᾶσαν τὴν οἰκουμένην ὠχύρωσαν. | |
17.30 | Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος συγγνώμην αἰτῶ παρὰ τῆς ὑμετέρας ἀγάπης, μᾶλλον δὲ παρὰ τοῦ ἐνοικοῦντος ἐν Παύλῳ πνεύματος, εἰ μὴ δυναίμην τὰ πάντα διελθεῖν ἀσθενείας τε τῆς ἐμῆς ἕνεκεν καὶ τοῦ κόπου τῶν ἀκουόντων | |
5 | ὑμῶν. πότε γὰρ αὐτοῦ κατ’ ἀξίαν διηγήσομαι τὰς ἐκ τῆς ἐνερ‐ γείας τοῦ ἁγίου πνεύματος ἐν ὀνόματι Χριστοῦ θαυμασίας πράξεις, τὰς ἐν Κύπρῳ ἐπὶ Ἐλύμα τοῦ μάγου καὶ τὰς ἐν Λύστροις ἐπὶ τῆς τοῦ χωλοῦ θεραπείας, τὰς ἐν Κιλικίᾳ καὶ Φρυγίᾳ καὶ Γαλατίᾳ καὶ Μυσίᾳ καὶ Μακεδονίᾳ, ἢ τὰ ἐν Φι‐ | |
10 | λίπποις (τὸ κήρυγμα λέγω καὶ τοῦ πυθῶνος ἐν ὀνόματι Χρι‐ στοῦ τὴν ἀπέλασιν καὶ τὴν ἐν νυκτὶ μετὰ τὸν σεισμὸν τοῦ δεσμοφύλακος διὰ βαπτίσματος πανοικὶ σωτηρίαν), ἢ τὰ ἐν Θεσσαλονίκῃ, καὶ τὴν ἐν μέσοις Ἀθηναίοις ἐν ἀρείῳ πάγῳ δημηγορίαν, ἢ τὰς ἐν Κορίνθῳ διδασκαλίας καὶ ἐν Ἀχαΐᾳ πάσῃ; | |
15 | Πῶς δὲ κατ’ ἀξίαν διηγήσομαι τὰς ἐν Ἐφέσῳ διὰ Παύλου | |
γενομένας ὑπὸ τοῦ ἁγίου πνεύματος ἐνεργείας; ὅπερ ἀγνο‐ οῦντες μὲν οἱ αὐτόθι πρότερον ἐπέγνωσαν διὰ τῆς Παύλου διδασκαλίας, ἐπιθέντος δὲ αὐτοῖς τὰς χεῖρας τοῦ Παύλου καὶ ἐλθόντος τοῦ ἁγίου πνεύματος ἐπὶ αὐτοὺς ἐλάλουν γλώσσαις | 284 in vol. 2 | |
20 | καὶ ἐπροφήτευον. τοσαύτη τε ἦν ἐπ’ αὐτῷ χάρις πνευμα‐ τική, ὡς μὴ μόνον ἁπτόμενον ἰᾶσθαι, ἀλλὰ γὰρ καὶ τὰ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ ἀποφερόμενα σουδάρια καὶ σημικίνθια θεραπεύειν τὰς νόσους καὶ ἀπελαύνειν τὰ πονηρὰ πνεύματα, ἤδη δὲ καὶ τοὺς τὰ περίεργα πράξαντας συνενέγκαντας τὰς | |
25 | βίβλους κατακαίειν ἐπὶ πάντων. | |
17.31 | Παρατρέχω καὶ τὰ ἐν Τρωάδι καὶ τὸν Εὔτυχον, τὸν κατενεχθέντα μὲν ἀπὸ τοῦ ὕπνου καὶ πεσόντα ἀπὸ τριστέγου κάτω καὶ ἀρθέντα νεκρόν, ὑπὸ δὲ Παύλου διασωθέντα. παρα‐ τρέχω καὶ τὰς πρὸς τοὺς πρεσβυτέρους Ἐφέσου τοὺς ἐν Μι‐ | |
5 | λήτῳ κληθέντας προφητείας, οἷς φανερῶς ἔλεγεν, ὅτι τὸ πνεῦ‐ μα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι καὶ τὰ ἑξῆς. διὰ γὰρ τοῦ εἰπεῖν ὅτι κατὰ πόλιν ἐδήλωσεν ὁ Παῦ‐ λος, ὅτι τὰ ἐν ἑκάστῃ πόλει γενόμενα ὑπ’ αὐτοῦ θαυμάσια ἐκ τῆς τοῦ ἁγίου νεύματος ἐνεργείας ἦν, πνεύματι θεοῦ καὶ | |
10 | ἐν ὀνόματι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ. Ἐκ τῆς δυνάμεως τούτου τοῦ ἁγίου πνεύματος ἔσπευδε μὲν εἰς τὴν ἁγίαν ταύτην πόλιν Ἱερουσαλὴμ ὁ αὐτὸς Παῦλος, καὶ ταῦτα τοῦ Ἀγάβου τὰ συμβησόμενα αὐτῷ προφητεύοντος πνεύματι, ἐδημηγόρει δὲ τὰ περὶ Χριστοῦ διηγούμενος ἐν πε‐ | |
15 | ποιθήσει. εἰς δὲ τὴν Καισάρειαν ἀναχθεὶς καὶ ἐν μέσοις δικαστηρίων βήμασι ποτὲ μὲν ἐπὶ Φήλικος, ποτὲ δὲ ἐπὶ Φή‐ στου ἡγεμόνος καὶ Ἀγρίππα τοῦ βασιλέως τοσαύτην ἐκ πνεύ‐ ματος ἁγίου νικητικὴν ἐν σοφίᾳ χάριν ἔσχεν ὁ Παῦλος, ὡς αὐτὸν ἤδη τὸν βασιλέα τῶν Ἰουδαίων Ἀγρίππαν εἰπεῖν· ἐν | |
20 | ὀλίγῳ με πείθεις χριστιανὸν γενέσθαι. Τοῦτο τὸ ἅγιον πνεῦμα τῷ Παύλῳ παρέσχε καὶ ἐν Μελίτῃ τῇ νήσῳ δηχθέντι μὲν ὑπὸ τῆς ἐχίδνης τὸ ἀβλαβὲς ἔχειν, διαφόρους δὲ ἐπὶ τῶν νοσούντων ἐπιτελέσαι τὰς θε‐ ραπείας. τοῦτο τὸ πνεῦμα τὸ ἅγιον καὶ μέχρι τῆς βασιλίδος | 286 in vol. 2 |
25 | Ῥώμης αὐτὸν κήρυκα Χριστοῦ, τόν ποτε διώκτην, ὡδήγησεν, ὃς πολλοὺς μὲν αὐτόθι τῶν Ἰουδαίων πιστεύειν εἰς Χριστὸν ἔπειθε, τοῖς δὲ ἀντιλέγουσιν ἔλεγε σαφῶς· καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος πρὸς τοὺς πατέρας ὑμῶν, καὶ τὰ ἑξῆς. | |
17.32 | Καὶ ὅτι γε πνεύματος ἁγίου πλήρης ἦν ὁ Παῦλος καὶ οἱ τούτῳ παραπλήσιοι πάντες ἀπόστολοι καὶ οἱ μετ’ αὐ‐ τοὺς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα [ὁμοούσιον] πι‐ στεύοντες, ἄκουε σαφῶς ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ γράφοντος· | |
5 | καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. καὶ πάλιν· ὁ δὲ σφραγισάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος. καὶ πάλιν· ὁ ἐγεί‐ ρας Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώ‐ | |
10 | ματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. καὶ πά‐ λιν πρὸς Τιμόθεον γράφων· τὴν καλὴν παρακαταθήκην φύλα‐ ξον διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. | |
17.33 | Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον ὑφέστηκε καὶ ζῇ καὶ λαλεῖ καὶ προλέγει, πολλάκις μὲν ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἴ‐ ρηται, γράφει δὲ σαφῶς πρὸς Τιμόθεον ὁ Παῦλος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί | |
5 | τινες τῆς πίστεως. ἅπερ οὐ μόνον ἐν τοῖς πρὸ ἡμῶν, ἀλλὰ καὶ ἐν τοῖς ἐφ’ ἡμῶν σχίσμασιν ὁρῶμεν, ποικίλης καὶ πολυ‐ | |
τρόπου τῆς τῶν αἱρετικῶν πλάνης οὔσης. Καὶ πάλιν ὁ αὐτός φησιν· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνω‐ ρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη | 288 in vol. 2 | |
10 | τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις ἐν πνεύματι, καὶ τὰ ἑξῆς. καὶ πάλιν· διὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν τοῖς τῆς δικαιοσύνης ὁπλίταις προσφωνεῖ λέγων· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαι‐ | |
15 | ραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως. καὶ πάλιν· μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἔστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. καὶ πά‐ λιν· ἡ χάρις τοῦ κυρίου Ἰησοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ | |
20 | ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. | |
17.34 | Δι’ ὧν ἁπάντων καὶ τῶν παραλειφθέντων πλειόνων συνίσταται τοῖς νοοῦσιν ἡ ἐνυπόστατος καὶ ἁγιοποιὸς καὶ ἐνερ‐ γητικὴ τοῦ ἁγίου πνεύματος δύναμις. ἐπιλείψει γάρ με διη‐ γούμενον ὁ χρόνος, εἰ ἐβουλόμην λέγειν τὰ λείποντα περὶ | |
5 | ἁγίου πνεύματος ἐκ τῶν Παύλου τεσσαρεσκαίδεκα ἐπιστο‐ λῶν ἐν αἷς ποικίλως καὶ ἀνελλιπῶς καὶ εὐλαβῶς ἐδίδαξεν. ἔργον δ’ ἂν εἴη τῆς δυνάμεως αὐτοῦ τοῦ ἁγίου πνεύματος, ἡμῖν μὲν ἐφ’ οἷς ἐνελείπομεν διὰ τὸ τὸν ἡμερῶν ὀλίγον δοῦ‐ ναι συγγνώμην, ὑμῖν δὲ τοῖς ἀκροαταῖς τῶν λειπόντων τε‐ | |
10 | λειοτέραν ἐνθεῖναι τὴν γνῶσιν, τῶν σπουδαίων ἐν ὑμῖν ἐκ τῆς πυκνοτέρας τῶν θείων γραφῶν ἀναγνώσεως ταῦτα μανθα‐ νόντων, ἤδη δὲ καὶ ἐκ τῶν παρουσῶν τούτων κατηχήσεων καὶ ἐκ τῶν πρότερον εἰρημένων ἡμῖν βεβαιοτέραν τὴν πίστιν ἐχόν‐ των τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν κύ‐ | |
15 | ριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸν παράκλητον. τῆς μὲν λέξεώς τε καὶ ὀνομασίας αὐτῆς τῆς τοῦ πνεύματος ἐν ταῖς θείαις γρα‐ φαῖς κειμένης ἐπικοίνως (λέγεται γὰρ περὶ τοῦ πατρὸς, | |
πνεῦμα ὁ θεός, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γέγραπται, | 290 in vol. 2 | |
20 | καὶ περὶ τοῦ υἱοῦ, πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, ὥς φησιν Ἱερεμίας ὁ προφήτης, καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴ‐ ρηται), τῆς δὲ ἐν τῇ πίστει τάξεως εὐσεβῶς νοουμένης καὶ τὴν Σαβελλίου πλάνην ἀπελαυνούσης, ἐπανέλθωμεν τῷ λόγῳ | |
25 | πρὸς τὸ νῦν κατεπεῖγον καὶ ὑμῖν συμφέρον. | |
17.35 | Βλέπε μήποτε κατὰ τὸν Σίμωνα προσέρχῃ τοῖς βα‐ πτίζουσιν ὑποκρινόμενος, ἡ δὲ καρδία σου οὐ ζητῇ τὴν ἀλή‐ θειαν. ἡμέτερον τὸ διαμαρτύρασθαι, σὸν δὲ τὸ ἀσφαλίζεσθαι. εἰ ἕστηκας ἐν πίστει, μακάριος τυγχάνεις. εἰ πέπτωκας ἐν ἀπι‐ | |
5 | στίᾳ, ῥίψον τὴν ἀπιστίαν ἀπὸ τῆς σήμερον καὶ πληροφορή‐ θητι. κατὰ γὰρ τὸν καιρὸν τοῦ βαπτίσματος, ὅταν προσέλθῃς ἐπὶ τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων (ἁπανταχοῦ γὰρ ἡ χάρις, καὶ ἐν κώμαις καὶ ἐν πόλεσιν, καὶ ἐπὶ ἰδιωτῶν καὶ ἐλλογίμων, καὶ ἐπὶ δούλων καὶ ἐλευθέρων, ἐπειδὴ οὐκ ἐξ | |
10 | ἀνθρώπων ἡ χάρις, ἀλλ’ ἐκ θεοῦ δι’ ἀνθρώπων ἡ δόσις), σὺ μὲν προσέρχου τῷ βαπτίζοντι, προσέρχου δὲ μὴ προσέχων τῷ προσώπῳ τοῦ φαινομένου, ἀλλὰ μέμνησο τοῦ πνεύματος τοῦ ἁγίου τούτου, περὶ οὗ νῦν ὁ λόγος. τοῦτο γὰρ ἕτοιμον πάρεστι σφραγίσαι σου τὴν ψυχήν, καὶ δίδωσι σφραγίδα, | |
15 | ἣν τρέμουσι δαίμονες, ἐπουράνιόν τινα καὶ θείαν, καθὼς καὶ γέγραπται· ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. | |
17.36 | Ἀλλὰ δοκιμάζει τὴν ψυχήν, οὐ βάλλει τοὺς μαργαρί‐ τας ἔμπροσθεν τῶν χοίρων. εἰ ὑποκρίνῃ, νῦν ἄνθρωποί σε βαπτίζουσι, τὸ δὲ πνεῦμά σε οὐ βαπτίσει. ἐὰν δὲ ἐκ πί‐ στεως προσέλθῃς, ἄνθρωποι μὲν ὑπηρετοῦσιν εἰς τὸ φαινόμε‐ | |
5 | νον, πνεῦμα δὲ ἅγιον δίδωσι τὸ μὴ φαινόμενον. εἰς μεγάλην ἐξέτασιν ἔρχῃ, εἰς μεγάλην στρατολογίαν κατὰ τὴν μίαν ὥραν, ἣν ἐὰν ἀπολέσῃς, ἀκατόρθωτόν σοι τὸ κακόν. ἐὰν δὲ καταξιω‐ | |
θῇς τῆς χάριτος, φωτίζεταί σου ἡ ψυχή, λαμβάνεις δύναμιν ἣν οὐκ εἶχες. λαμβάνεις ὅπλα φρικώδη τοῖς δαίμοσιν. καὶ | 292 in vol. 2 | |
10 | ἐὰν μὴ ῥίψῃς τὰ ὅπλα, ἔχῃς δὲ τὴν σφραγίδα ἐπὶ ψυχῆς, οὐ προσέρχεται δαίμων· πτήσσει γάρ· καὶ δὴ ἐν πνεύματι θεοῦ ἐκβάλλεται τὰ δαιμόνια. | |
17.37 | Ἐὰν πιστεύσῃς, οὐ μόνον λαμβάνεις ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ ποιεῖς τὰ ὑπὲρ ἄνθρωπον. γένοιτο δέ σε ἄξιον εἶναι καὶ προφητικοῦ χαρίσματος. λαμβάνεις γὰρ τοσοῦτον τῆς χάρι‐ τος ὅσον χωρεῖς, καὶ οὐχ ὅσον ἐγὼ λέγω. ἐγχωρεῖ γὰρ ἐμὲ μὲν | |
5 | μικρὰ λέγειν, σὲ δὲ μείζονα λαμβάνειν, ἐπειδὴ πραγματεία πλατεῖα ἡ πίστις. παραμένει σοι διὰ παντὸς ὁ φρουρὸς ὁ πα‐ ράκλητος. περὶ σοῦ μεριμνᾷ ὥσπερ ἰδίου στρατιώτου, περὶ τῶν εἰσόδων σου καὶ περὶ τῶν ἐξόδων σου καὶ περὶ τῶν ἐπιβουλευόντων, καὶ δίδωσί σοι παντοίας χαρισμάτων δόσεις, | |
10 | ἐὰν μὴ δι’ ἁμαρτίας αὐτὸν λυπήσῃς. γέγραπται γάρ· καὶ μὴ λυπῆτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. τί οὖν ἐστιν, ἀγαπητοί, τὸ διατηρῆσαι τὴν χάριν; ἕτοιμοι γίνεσθε εἰς τὸ ὑποδέξασθαι τὴν χάριν, καὶ δεξάμενοι μὴ ἀποβάλητε ταύτην. | |
17.38 | Αὐτὸς δὲ ὁ τῶν ὅλων θεός, ὁ λαλήσας ἐν πνεύματι ἁγίῳ διὰ τῶν προφητῶν, ὁ ἐξαποστείλας αὐτὸ ἐπὶ τοὺς ἀπο‐ στόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐνταῦθα, τοῦτο καὶ νῦν αὐτὸς ἐφ’ ὑμᾶς ἐξαποστείλειε, καὶ διὰ τοῦτο καὶ ἡμᾶς τηρήσειε, | |
5 | κοινὴν ἅπασιν ἡμῖν παρασχὼν τὴν εὐεργεσίαν, ἵνα πάντοτε τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος ἀποδιδῶμεν, ἀγάπην, χα‐ ράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραΰτητα, ἐγκράτειαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ σὺν ἁγίῳ πνεύματι δόξα τῷ πατρὶ καὶ νῦν | |
10 | καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 294 in vol. 2 |
18t | Κατήχησις ὀκτωκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστα‐ | |
5 | σιν, καὶ εἰς ζωὴν αἰώνιον. καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰε‐ ζεκιήλ· καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων, καὶ τὰ ἑξῆς. | |
18.1 | Ῥίζα πάσης τῆς ἀγαθοεργίας ἡ τῆς ἀναστάσεως ἐλπίς. ἡ γὰρ προσδοκία τῆς μισθαποδοσίας νευροῖ τὴν ψυχὴν εἰς ἐργασίαν ἀγαθήν. ἕτοιμος μὲν γὰρ ἅπας ἐργάτης εἰς τὸ ὑπο‐ μεῖναι τοὺς καμάτους, ἐὰν προβλέπῃ τῶν καμάτων τὸν μισθόν· | |
5 | τοῖς δὲ ἀμισθὶ κάμνουσι προκαταπίπτει καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος. στρατιώτης ἔπαθλα προσδοκῶν εἰς πολέμους ἕτοιμος· οὐδεὶς δὲ ἀκρίτῳ βασιλεῖ στρατευόμενος τῷ μὴ παρέ‐ χοντι βραβεῖα τῶν καμάτων ἕτοιμος εἰς τὸ ὑπεραποθανεῖν. οὕτω καὶ πᾶσα ψυχὴ πιστεύουσα μὲν εἰς ἀνάστασιν φείδεται | |
10 | ἑαυτῆς εἰκότως, ἀπιστοῦσα δὲ τῇ ἀναστάσει γίνεται ἔκδοτος εἰς ἀπώλειαν. ὁ πιστεύων ὅτι μένει τὸ σῶμα εἰς ἀνάστασιν φείδεται τῆς στολῆς καὶ οὐ μολύνει τοῦτο πορνείαις, ὁ δὲ ἀπιστῶν τῇ ἀναστάσει δίδωσιν ἑαυτὸν εἰς πορνείας, ὡς ἀλλο‐ τρίῳ παρακεχρημένος τῷ ἰδίῳ σώματι. | |
15 | Μέγα τοίνυν τῆς ἁγίας καθολικῆς ἐκκλησίας παράγγελμα | |
καὶ δίδαγμα πίστις περὶ νεκρῶν ἀναστάσεως. μέγα καὶ ἀναγ‐ καιότατον, ὑπὸ πολλῶν μὲν ἀντιλεγόμενον, ὑπὸ δὲ τῆς ἀλη‐ θείας πιστοποιούμενον. ἀντιλέγουσιν Ἕλληνες, ἀπιστοῦσι Σα‐ μαρεῖται, διασύρουσιν αἱρετικοί. πολυειδὴς ἡ ἀντίῤῥησις, ἀλλὰ | 296 in vol. 2 | |
20 | μονοειδὴς ἡ ἀλήθεια. | |
18.2 | Καὶ λέγουσι πρὸς ἡμᾶς ταῦτα Ἕλληνες ὁμοῦ καὶ Σα‐ μαρεῖται. πέπτωκεν ὁ ἄνθρωπος ὁ τελευτήσας καὶ σέσηπε καὶ εἰς σκώληκας ὅλος ἀνελύθη, καὶ οἱ σκώληκες τεθνήκασιν. σηπεδὼν τοιαύτη καὶ ἀπώλεια διεδέξατο τὸ σῶμα· πῶς οὖν | |
5 | ἐγείρεται; τοὺς ναυαγήσαντας ἰχθύες καταβεβρώκασι, καὶ αὐ‐ τοὶ κατεβρώθησαν. τῶν θηριομαχησάντων ἄρκτοι καὶ λέοντες καὶ αὐτὰ τὰ ὀστέα λεπτύναντες ἀνήλωσαν. γῦπες καὶ κόρα‐ κες τῶν χαμαὶ ῥιφέντων νεκρῶν τὰς σάρκας φαγόντες εἰς πάντα τὸν κόσμον ἀπέπτησαν. πόθεν συνάγεται τὸ σῶμα; | |
10 | ἐγχωρεῖ γὰρ τῶν ὀρνίθων τῶν φαγόντων τὸν μὲν ἐν Ἰνδικῇ τελευτῆσαι, τὸν δὲ ἐν Περσίδι, τὸν δὲ ἐν Γοτθίᾳ. πυρὶ καταφλεγέντων ἑτέρων καὶ αὐτὴν τὴν σποδιὰν διεσκόρπισεν ὄμβρος ἢ ἄνεμος. πόθεν συνάγεται τὸ σῶμα; | |
18.3 | Σοὶ τῷ ἀνθρώπῳ μικροτάτῳ ὄντι καὶ ἀσθενεῖ μα‐ κρὰν τῆς Γοτθίας ἡ Ἰνδική, καὶ Σπανία Περσίδος. θεῷ δὲ τῷ κατέχοντι πᾶσαν τὴν γῆν ἐν δρακὶ πάντα ἐγγύς. μὴ τοίνυν πρὸς τὴν σὴν ἀσθένειαν ἀδυναμίαν κατηγόρει θεοῦ, ἀλλὰ | |
5 | τῇ ἐκείνου δυνάμει πρόσεχε μᾶλλον. εἶτα ἥλιος μέν, ἔργον ὢν τοῦ θεοῦ μικρόν, μιᾷ προσβολῇ τῶν ἀκτίνων πάντα θερ‐ μαίνει τὸν κόσμον, καὶ ἀὴρ ὃν ὁ θεὸς ἐποίησε περιέχει πάντα τὰ ἐν κόσμῳ, θεὸς δὲ ὁ καὶ ἡλίου καὶ ἀέρος δημιουρ‐ γὸς ἄρα μακρὰν ἀπέχει τοῦ κόσμου; | |
10 | Ὑπόθου μοι διάφορα σπέρματα γεννημάτων μεμίχθαι (ἀσθενοῦντι γάρ σοι περὶ τὴν πίστιν ἀσθενῆ λέγω καὶ τὰ ὑποδείγματα) καὶ ταῦτα τὰ διάφορα τῶν γεννημάτων περιέ‐ | |
χεσθαι ἐν μιᾷ δρακὶ τῇ σῇ. μέγα σοί ἐστιν ἄρα τῷ ἀνθρώπῳ, ἢ εὔκολον, τὴν σὴν δράκα διακρῖναι καὶ ἕκαστον τῶν γεννη‐ | 298 in vol. 2 | |
15 | μάτων κατὰ τὴν ἑαυτοῦ φύσιν συναγαγεῖν καὶ ἀποκαταστῆσαι εἰς γένος; εἶτα σὺ μὲν τὰ ἐν τῇ σεαυτοῦ χειρὶ διακρῖναι δύνασαι, θεὸς δὲ ἄρα τὰ ἐν τῇ ἑαυτοῦ δρακὶ περιεχόμενα δια‐ κρῖναι καὶ ἀποκαταστῆσαι οὐ δύναται; νόησον τὸ λεγόμενον, εἰ μή ἐστιν ἀσεβὴς ἡ ἄρνησις. | |
18.4 | Πρόσσχες δέ μοι καὶ αὐτῷ τῷ τῆς δικαιοσύνης λόγῳ καὶ ἐλθὲ εἰς σεαυτόν. διαφόρους ἔχεις οἰκέτας· ἀλλ’ οἱ μὲν καλοὶ τυγχάνουσιν, οἱ δὲ φαῦλοι· τιμᾷς ἄρα τοὺς καλούς, καὶ τύπτεις τοὺς φαύλους. καὶ εἰ δικαστὴς τυγχάνεις, ἐπαινεῖς τοὺς | |
5 | ἀγαθούς, καὶ τιμωρεῖς τοὺς παρανόμους. εἶτα παρὰ σοὶ μὲν θνητῷ ἀνθρώπῳ ὄντι τὸ δίκαιον σώζεται, παρὰ δὲ θεῷ τῷ πάντων ἀδιαδόχῳ βασιλεῖ τὸ τῆς δικαιοσύνης ἀνταποδοτικὸν ἄρα οὐκ ἔστιν; ἀλλὰ ἀσεβὴς ἡ ἄρνησις. σκόπησον γὰρ τὸ λεγόμενον. πολλοὶ φονεῖς ἐπὶ κοίτης ἀτιμώρητοι τετελευτήκα‐ | |
10 | σιν. ποῦ οὖν τοῦ θεοῦ ἡ δικαιοσύνη; πολλάκις δὲ καὶ φονεὺς πεντήκοντα φόνοις ὑποκείμενος τὴν κεφαλὴν ἅπαξ ἀπετμήθη. ποῦ οὖν τῶν τεσσαρακονταεννέα δώσει τὴν τιμωρίαν; ἐὰν μὴ ᾖ κρίσις καὶ ἀνταπόδοσις μετὰ τὸν κόσμον τοῦτον, ἀδικίαν θεοῦ κατηγορεῖς. | |
15 | Ἀλλὰ μὴ θαυμάσῃς διὰ τὴν ὑπέρθεσιν τῆς κρίσεως. πᾶς ἀγωνιζόμενος μετὰ τὸ παρελθεῖν τὸν ἀγῶνα στεφανοῦται ἢ καταισχύνεται. καὶ οὐδέποτε ἀγωνοθέτης τοὺς ἔτι ἀγωνιζομέ‐ νους στεφανοῖ, ἀλλ’ ἐκδέχεται πάντων τῶν ἀγωνιστῶν τὸ τέ‐ λος, ἵνα ὕστερον διακρίνας ἐπάγῃ τὰ βραβεῖα καὶ τὴν στε‐ | |
20 | φανηφορίαν. οὕτω καὶ ὁ θεὸς ἔτι τοῦ ἀγῶνος ἐν τῷ κόσμῳ τούτῳ συνεστῶτος τέως μὲν βοηθεῖ τοῖς δικαίοις μερικῶς, ὕστε‐ ρον δὲ ἀποδίδωσι τοὺς μισθοὺς αὐτοτελῶς. | |
18.5 | Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι κατὰ σέ, διὰ τί τοὺς τυμβωρύχους καταδικάζεις; εἰ γὰρ ἀπόλωλε τὸ σῶμα καὶ ἀνέλ‐ πιστος ἡ ἀνάστασις, διὰ τί τιμωρίαν ὑπομένει ὁ τυμβώρυχος; βλέπεις, ὅτι, κἂν ἀρνῇ τοῖς χείλεσι, μένει παρὰ σοὶ τῆς ἀνα‐ | |
5 | στάσεως ἡ συνείδησις ἀῤῥαγής. | 300 in vol. 2 |
18.6 | Εἶτα δένδρον μὲν ἐκκοπὲν ἐπανθεῖ, ἄνθρωπος δὲ ἐκκοπεὶς οὐκ ἀνθεῖ; καὶ τὰ σπαρέντα καὶ θερισθέντα μένει εἰς ἅλωνας, ἄνθρωπος δὲ θερισθεὶς ἀπὸ τοῦ κόσμου τούτου οὐ μένει εἰς ἅλωνα; καὶ ἀμπελῶνος κλήματα καὶ δένδρων | |
5 | ἄλλων ἀποτμηθέντα παντελῶς καὶ μεταφυτευθέντα ζωοποι‐ εῖται καὶ καρποφορεῖ, ἄνθρωπος δέ, δι’ ὃν κἀκεῖνα ἔστι, πε‐ σὼν εἰς γῆν ἄρα οὐκ ἀναστήσεται; ὡς ἐν συγκρίσει δὲ τῶν καμάτων, ποῖον μεῖζον, ἀνδριάντα τὸν μὴ ὄντα πλάσαι ἐξ ἀρ‐ χῆς, ἢ τὸν πεσόντα ἀναχωνεῦσαι πάλιν εἰς τὸ αὐτὸ σχῆμα; | |
10 | ὁ ἐκ τοῦ μὴ ὄντος ποιήσας ἡμᾶς θεὸς ἄρα τοὺς ὄντας καὶ πεσόντας ἐγεῖραι πάλιν ἀδυνατεῖ; Ἀλλ’ ἀπιστεῖς τοῖς γεγραμμένοις περὶ τῆς ἀναστάσεως Ἕλλην τυγχάνων. ἐκ τῆς φύσεως τῶν ὄντων βλέπε τὰ πράγ‐ ματα, καὶ ἐκ τῶν μέχρι σήμερον φαινομένων ἐννόησον. σπεί‐ | |
15 | ρεται σῖτος, εἰ τύχοι, ἢ ἄλλο τι τῶν σπερμάτων γένος. πεσὼν δὲ ὥσπερ τελευτᾷ καὶ σήπεται, καί ἐστιν ἄχρηστος εἰς βρῶ‐ σιν λοιπόν. ἀλλ’ ὁ σαπεὶς ἐγείρεται χλοερός, καὶ μικρὸς πε‐ σὼν ἐγείρεται κάλλιστος. ὁ δὲ σῖτος δι’ ἡμᾶς γεγένηται. διὰ γὰρ τὴν ἡμετέραν χρῆσιν γέγονεν ὁ σῖτος καὶ τὰ σπέρματα, | |
20 | οὐ δι’ ἑαυτά. εἶτα τὰ μὲν δι’ ἡμᾶς γενόμενα νεκρωθέντα ζωοποιεῖται, ἡμεῖς δὲ ἄρα, δι’ οὓς γέγονε κἀκεῖνα, νεκρωθέν‐ τες οὐκ ἐγειρόμεθα; | |
18.7 | Χειμέριος ὁ καιρός, ὡς ὁρᾷς. ἕστηκε τὰ δένδρα νῦν ὡς νεκρά. ποῦ γὰρ τὰ φύλλα τῆς συκῆς; ποῦ οἱ βότρυες τῆς ἀμπέλου; ἀλλ’ ἐν χειμῶνι ταῦτα νεκρά, καὶ ἐν ἔαρι χλοερά, καὶ ὅταν ὁ καιρὸς παραγένηται, τότε ὥσπερ ἀπὸ νεκρώσεως | |
5 | ἀποδίδοται ἡ ζωοποίησις. εἰδὼς γὰρ ὁ θεὸς τὴν σὴν ἀπιστίαν ἐν τοῖς φαινομένοις τούτοις ἀνάστασιν εἰργάσατο κατ’ ἐνιαυ‐ τόν, ἵνα βλέπων τὰ ἐν τοῖς ἀψύχοις καὶ περὶ τῶν ἐμψύχων λογικῶν πιστεύσῃς. εἶτα μυῖαι μὲν καὶ μέλισσαι εἰς ὕδατα | |
πολλάκις ἀποπνιγεῖσαι μεθ’ ὥραν ἀνέστησαν, καὶ μυοξῶν | 302 in vol. 2 | |
10 | γένη χειμῶνος ἀκίνητα μένοντα ἐν θέρει λοιπὸν ἀνέστησαν (εὐτελῆ γάρ σοι νοοῦντι παραπλήσια δίδοται τὰ ὑποδείγματα), ὁ δὲ τοῖς ἀλόγοις καὶ ἐξουθενωμένοις τὸ ζῆν παρεχόμενος ὑπὲρ φύσιν οὗτος ἄρα ἡμῖν, δι’ οὓς κἀκεῖνα ἐποίησεν, οὐ χαρίζεται; | |
18.8 | Ἀλλὰ ζητοῦσιν Ἕλληνες νεκρῶν ἀνάστασιν ἔτι φανε‐ ράν, καὶ φασίν, ὅτι, εἰ καὶ ἐγείρεται ταῦτα, ἀλλ’ οὐκ ἐσάπη παντελῶς, καὶ ζητοῦσιν ἰδεῖν σαφῶς [παντελῶς] ζῶον σαπὲν καὶ ἀναστάν. ᾔδει θεὸς τῶν ἀνθρώπων τὴν ἀπιστίαν καὶ ὄρ‐ | |
5 | νεον εἰς τοῦτο κατειργάσατο φοίνικα οὕτω καλούμενον. τοῦτο, ὡς γράφει Κλήμης καὶ ἱστοροῦσι πλείονες, μονογενὲς ὑπάρ‐ χον, κατὰ τὴν Αἰγυπτίων χώραν ἐν περιόδοις πεντακοσίων ἐτῶν ἐρχόμενον δείκνυσι τὴν ἀνάστασιν, οὐκ ἐν ἐρήμοις τό‐ ποις, ἵνα μὴ ἀγνοηθῇ τὸ μυστήριον [γινόμενον], ἀλλ’ ἐν | |
10 | φανερᾷ πόλει παραγενόμενον, ἵνα ψηλαφηθῇ τὸ ἀπιστούμενον. Σηκὸν γὰρ ἑαυτῷ ποιῆσαν ἐκ λιβάνου καὶ σμύρνης καὶ λοιπῶν ἀρωμάτων καὶ ἐν τῇ συμπληρώσει τῶν ἐτῶν εἰς τοῦ‐ τον εἰσελθὸν τελευτᾷ φανερῶς καὶ σήπεται. εἶτα ἐκ τῆς σα‐ πείσης σαρκὸς τοῦ τελευτήσαντος σκώληξ τις γεννᾶται, καὶ | |
15 | οὗτος αὐξηθεὶς εἰς ὄρνεον μορφοῦται. μὴ ἀπιστήσῃς δὲ τούτῳ. καὶ γὰρ τὰ μελισσῶν γεννήματα οὕτω βλέπεις ἐκ τῶν σκωλήκων μορφούμενα, καὶ ἐξ ὠῶν ὑγροτάτων ἐθεώ‐ ρησας ὀρνέων πτερὰ καὶ ὀστέα καὶ νεῦρα ἐξερχόμενα. εἶτα πτεροφυήσας ὁ προειρημένος φοίνιξ, καὶ τέλειος οἷος ἦν ὁ | 304 in vol. 2 |
20 | πρότερος φοίνιξ γενόμενος, ἀνίπταται τοιοῦτος εἰς ἀέρα οἷος καὶ ἐτετελευτήκει, σαφεστάτην νεκρῶν ἀνάστασιν ἀνθρώποις ἐπιδείξας. Θαυμαστὸν μὲν ὄρνεον ὁ φοίνιξ, ἀλλ’ ὄρνεον ἄλογον, καὶ οὐδέποτε ἔψαλε τῷ θεῷ. περιπέτεται τὸν ἀέρα, ἀλλ’ οὐκ | |
25 | οἶδε τίς ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. εἶτα τῷ μὲν ἀλό‐ γῳ ζώῳ καὶ μὴ γινώσκοντι τὸν ποιητὴν νεκρῶν ἀνάστασις δε‐ δώρηται, ἡμῖν δὲ τοῖς δοξολογοῦσι θεὸν καὶ τὰ προστάγματα αὐτοῦ τηροῦσιν οὐ δίδοται ἀνάστασις; | |
18.9 | Ἀλλ’ ἐπειδὴ μακρὰν καὶ σπάνιον τοῦ φοίνικος τὸ ση‐ μεῖον, καὶ ἀπιστοῦσιν ἔτι, λάβε τὴν ἀπόδειξιν ἐκ τῶν καθ’ ἡμέραν φαινομένων σοι πάλιν. πρὸ ἑκατὸν ἐτῶν ἢ διακοσίων ἡμεῖς πάντες, οἵ τε λαλοῦντες καὶ ἀκούοντες, ποῦ ἦμεν; ἆρα | |
5 | οὐκ οἴδαμεν τῆς ἡμετέρας ὑποστάσεως τῶν σωμάτων τὴν ὑπό‐ θεσιν; οὐκ οἶδας ὅπως ἐξ ἀσθενῶν καὶ ἀμόρφων καὶ μονο‐ ειδῶν πραγμάτων γεννώμεθα; καὶ ἐκ τοῦ μονοειδοῦς καὶ ἀσθε‐ νοῦς μορφοῦται [ζῶν] ἄνθρωπος, καὶ τὸ ἀσθενὲς σαρκω‐ θὲν εἰς νεύρων ἰσχυρότητα μεταβάλλεται καὶ εἰς ὀφθαλμῶν | |
10 | λαμπρότητα καὶ ῥινὸς ὄσφρησιν καὶ ὤτων ἀκοὴν καὶ γλῶσσαν λαλοῦσαν καὶ καρδίαν πάλλουσαν καὶ χειρῶν ἐργασίαν καὶ ποδῶν δρόμον καὶ παντοίαν ἰδέαν μελῶν. καὶ τὸ ἀσθενὲς ἐκεῖνο γίνεται ναυπηγὸς καὶ οἰκοδόμος καὶ ἀρχιτέκτων καὶ παντοίας τέχνης ἐργάτης καὶ στρατιώτης καὶ ἄρχων καὶ νομο‐ | |
15 | θέτης καὶ βασιλεύς. ἐξ εὐτελῶν πραγμάτων ποιήσας ἡμᾶς ὁ θεὸς ἄρα τοὺς πεσόντας ἐγεῖραι οὐ δύναται; ὁ τὸ εὐτελέστα‐ τον οὕτω σωματοποιῶν τὸ πεσὸν σῶμα πάλιν ἐγεῖραι οὐ δύναται; καὶ ὁ τὸ μὴ ὂν πλάσας τὸ ὂν καὶ πεσὸν ἄρα οὐκ | |
ἐγείρει; | 306 in vol. 2 | |
18.10 | Λάβε δέ μοι νεκρῶν ἀναστάσεως φανερὰν ἀπόδειξιν ἐν οὐρανῷ καὶ φωστῆρσι καθ’ ἕκαστον μῆνα μαρτυρουμένην. τὸ γὰρ τῆς σελήνης σῶμα παντελῶς ἐκλεῖπον, ὡς μηδοτιοῦν αὐτοῦ φαίνεσθαι λοιπόν, πάλιν ἀναπληροῦται καὶ εἰς ὅπερ | |
5 | ἦν ἀποκαθίσταται. ὑπὲρ δὲ τελείας τοῦ πράγματος ἀποδείξεως κατὰ περιόδους ἐτῶν ἐκλείπουσα ἡ σελήνη καὶ εἰς αἷμα φανε‐ ρῶς μεταβληθεῖσα πάλιν ἀπολαμβάνει τὸ σῶμα τὸ φωτοειδές, τοῦ θεοῦ τοῦτο κατασκευάσαντος, ἵνα καὶ σὺ ὁ ἄνθρωπος ὁ ἐξ αἵματος συνεστὼς τῇ τῶν νεκρῶν ἀναστάσει μὴ ἀπιστήσῃς, | |
10 | ἀλλ’ ὅπερ ἐπὶ τῆς σελήνης βλέπεις, τοῦτο καὶ περὶ σεαυτοῦ πιστεύσῃς. τούτοις μὲν οὖν κέχρησο τοῖς ῥήμασι πρὸς Ἕλλη‐ νας. τοῖς γὰρ τὰ ἔγγραφα μὴ παραδεχομένοις ἀγράφοις μάχου τοῖς ὅπλοις ἐκ λογισμῶν μόνον καὶ ἀποδείξεων. τούτοις γὰρ οὔτε τίς ἐστι Μωσῆς γνώριμον, οὔτε τίς ἐστιν Ἡσαΐας, οὔτε | |
15 | τὰ εὐαγγέλια, οὔτε Παῦλος. | |
18.11 | Μετάβηθί μοι λοιπὸν ἐπὶ Σαμαρείτας, οἳ νόμον δε‐ χόμενοι μόνον προφήτας οὐκέτι καταδέχονται, οἷς ἀργὸν ὡς ἔοικε τὸ παρὸν ἀνάγνωσμα τοῦ Ἰεζεκιήλ· προφήτας γάρ, ὡς ἔφην, οὐ δέχονται. πόθεν οὖν πείσωμεν καὶ Σαμαρείτας; | |
5 | ἔλθωμεν ἐπὶ τὰ ἔγγραφα τοῦ νόμου. λέγει τοίνυν ὁ θεὸς πρὸς τὸν Μωυσῆν· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· πάντως ὅτι τῶν ὄντων καὶ ὑφεστηκότων. εἰ γὰρ Ἀβραὰμ τε‐ τελεύτηκε καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεός ἐστιν ἄρα τῶν μὴ ὄν‐ των. πότε βασιλεὺς εἶπεν, ὅτι βασιλεύς εἰμι στρατιωτῶν ὧν | |
10 | μὴ ἔχει; πότε τις ἐνεδείξατο πλοῦτον ὃν μὴ ἐκέκτητο; δεῖ τοίνυν ὑφεστάναι καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἵνα τῶν ὄντων θεὸς ᾖ ὁ θεός. οὐ γὰρ εἶπεν ἤμην αὐτῶν, ἀλλ’ εἰμί. καὶ ὅτι κρίσις ἔστι, λέγει πρὸς τὸν κύριον ὁ Ἀβραάμ· ὁ κρί‐ νων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν; | |
18.12 | Ἀλλ’ ἀντιλέγουσι καὶ πρὸς τοῦτο πάλιν οἱ ἀνόητοι Σαμαρεῖται, καὶ φασίν, ὅτι τὰς μὲν ψυχὰς ἐγχωρεῖ μένειν τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, τὰ δὲ σώματα | |
αὐτῶν ἀναστῆναι οὐ δύναται. | 308 in vol. 2 | |
5 | Εἶτα τὴν μὲν ῥάβδον Μωυσέως τοῦ δικαίου δράκοντα γε‐ νέσθαι δυνατόν, τὰ δὲ σώματα τῶν δικαίων ζῆσαι καὶ ἀνα‐ στῆναι οὐ δύναται; καὶ τὸ μὲν παρὰ φύσιν ἐγένετο, τὸ δὲ κατὰ φύσιν οὐκ ἀποκαθίσταται; καὶ ἡ ῥάβδος Ἀαρὼν ἀπο‐ τμηθεῖσα καὶ νεκρωθεῖσα χωρὶς ὀσμῆς ὑδάτων ἐβλάστησε, | |
10 | καὶ ταῦτα ὑπόστεγος οὖσα καὶ τὰ ἐν ἀγροῖς βλαστήσασα, καὶ ἐν ξηροῖς μὲν κειμένη, τὰ δὲ τῶν ἀρδευομένων πολυετῶς διὰ μιᾶς νυκτὸς μετὰ καρπῶν ἀποδοῦσα. ἡ ῥάβδος Ἀαρὼν ἐκ νεκρῶν ὥσπερ ἀνέστη, καὶ αὐτὸς Ἀαρὼν οὐκ ἐγείρεται; καὶ ἵνα μὲν τὴν ἀρχιερωσύνην αὐτῷ διατηρήσῃ θεός, ἐν ξύλῳ | |
15 | ἐθαυματούργησεν, αὐτῷ δὲ τῷ Ἀαρὼν τὴν ἀνάστασιν οὐ χα‐ ρίζεται; καὶ γυνὴ μὲν παρὰ φύσιν ἅλας γίνεται καὶ σὰρξ εἰς ἅλας μεταβάλλεται, σὰρξ δὲ εἰς σάρκα οὐκ ἀποκαθίσταται; καὶ στήλη μὲν ἁλὸς γέγονεν ἡ γυνὴ Λώτ, ἡ δὲ γυνὴ τοῦ Ἀβραὰμ ἄρα οὐκ ἀνίσταται; ποίᾳ δὲ δυνάμει μετεβλήθη ἡ | |
20 | χεὶρ τοῦ Μωυσέως, ἣ καὶ ὑπὸ μίαν ὥραν ἐγένετο ὡς χιὼν καὶ πάλιν ἀποκατέστη; πάντως ὅτι τῷ θείῳ προστάγματι. εἶτα τότε μὲν τὸ πρόσταγμα ἰσχυρόν, νῦν δὲ οὐκέτι ἰσχυρόν; | |
18.13 | Πόθεν δὲ καὶ ὅλως ἐξ ἀρχῆς ἐγεννήθη ὁ ἄνθρωπος, ὦ πάντων ἀνθρώπων ἀνοητότατοι Σαμαρεῖται; ἔλθετε ἐπὶ τὸ πρῶτον βιβλίον τῆς γραφῆς, ὃ καὶ ὑμεῖς καταδέχεσθε. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς | |
5 | γῆς. χοῦς εἰς σάρκα μεταβάλλεται, καὶ σὰρξ εἰς σάρκα οὐ πάλιν ἀποκαθίσταται; ἐρωτητέον δὲ ὑμᾶς, πόθεν ὑπέστησαν οἱ οὐρανοὶ καὶ γῆ καὶ θάλασσαι; πόθεν ἥλιος καὶ σελήνη καὶ ἀστέρες; πῶς ἐξ ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτά; καὶ πῶς ἀπὸ γῆς τὰ ζῶα πάντα; τοσαῦται μυριάδες ἐκ τοῦ μὴ | |
10 | ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ ἄνθρωποι ἡμεῖς οἱ τὸ κατ’ εἰκόνα ἔχοντες ἄρα οὐκ ἀναστησόμεθα; ἀληθῶς ἀπιστίας | |
τὸ πρᾶγμα πεπλήρωται, καὶ πολλὴ κατάγνωσις τῶν ἀπιστούν‐ των, ὅταν Ἀβραὰμ λέγῃ πρὸς τὸν κύριον ὁ κρίνων πᾶσαν τὴν γῆν, καὶ ἀπιστῶσιν οἱ μανθάνοντες τὸν νόμον, ὅταν | 310 in vol. 2 | |
15 | γέγραπται ὅτι ἐκ γῆς ὁ ἄνθρωπος, καὶ ἀπιστῶσιν οἱ ἀναγινώ‐ σκοντες. | |
18.14 | Ἐκείνοις μὲν οὖν ταῦτα τοῖς ἀπίστοις, τὰ δὲ ἐκ τῶν προφητῶν ἡμῖν τοῖς πιστεύουσιν. ἐπειδὴ δὲ καὶ τοῖς προφή‐ ταις κεχρημένοι τινὲς ἀπιστοῦσι τοῖς γεγραμμένοις, καὶ προ‐ φέρουσιν ἡμῖν ἐκεῖνο τὸ οὐκ ἀναστήσονται οἱ ἀσε‐ | |
5 | βεῖς ἐν κρίσει, καὶ τὸ ἐὰν γὰρ καταβῇ ὁ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι [οὐ] μὴ ἀναβῇ, καὶ τὸ οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, (τοῖς γὰρ καλῶς γεγραμ‐ μένοις συγκέχρηνται κακῶς,) καλόν, ἐν παραδρομῇ καὶ ὡς ἐγ‐ χωρεῖ νῦν ἀπαντῆσαι πρὸς αὐτούς. | |
10 | Ἐὰν γὰρ λέγῃ ὅτι ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν κρίσει, ἀλλ’ ἐν κατακρίσει. οὐ γὰρ ἐξετάσεως πολλῆς ἔστι χρεία τῷ θεῷ, ἀλλ’ ἅμα τῷ ἀναστῆναι τοὺς ἀσεβεῖς ἀκολουθεῖ καὶ τὰ τῆς τιμωρίας. καὶ ἐὰν λέγῃ ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, τοῦτο δηλοῖ, ὅτι τῆς μετα‐ | |
15 | νοίας καὶ τῆς ἀφέσεως ἐν τῇ ζωῇ ταύτῃ μόνον τὴν προθε‐ σμίαν ἐχούσης, ἐφ’ ᾗ καὶ οἱ ἀπολαύοντες αἰνέσουσί σε, οὐκ ἔστι μετὰ θάνατον λοιπὸν τοὺς ἐν ἁμαρτίαις τελευτήσαντας ὡς εὐεργετηθέντας αἰνεῖν, ἀλλ’ ἀποδύρεσθαι. ἔστι γὰρ αἶνος μὲν τῶν εὐχαριστούντων, ὀδυρμὸς δὲ τῶν μαστιζομένων. οἱ | |
20 | μὲν οὖν δίκαιοι τότε αἰνοῦσιν, οἱ δὲ τελευτήσαντες ἐν ἁμαρ‐ τίαις καιρὸν λοιπὸν ἐξομολογήσεως οὐκ ἔχουσιν. | |
18.15 | Περὶ δὲ τοῦ ἐὰν καταβῇ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι [οὐ] μὴ ἀναβῇ, βλέπε τὴν ἀκολουθίαν. γέγραπται γάρ· οὐκ ἔτι [οὐ] μὴ ἀναβῇ, οὐδ’ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον. τοῦ κόσμου δὲ ὅλου παρερχομένου καὶ πάσης | |
5 | οἰκίας διαφθειρομένης, πῶς εἰς τὸν ἴδιον οἶκον ἐπανελεύσε‐ ται καινῆς λοιπὸν ἄλλης γινομένης γῆς; ἐχρῆν δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Ἰὼβ λέγοντος· ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν | |
γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ | 312 in vol. 2 | |
10 | ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο; πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἔστιν; μόνον γὰρ οὐχὶ δυσωπῶν καὶ ἐπιτιμῶν (οὕτω γὰρ ἀναγνωστέον ἐρω‐ | |
15 | τηματικῶς τὸ οὐκ ἔτι ἔστιν), ἆρα γάρ, φησί, ξύλου πίπτοντος καὶ ἐγειρομένου ἄνθρωπος αὐτός, δι’ ὃν τὰ ξύλα γέγονεν, οὐκ ἐγείρεται; Καὶ ἵνα μὴ νομίσῃς με βιάζεσθαι, ἀνάγνωθι τὸ ἀκόλου‐ θον. μετὰ γὰρ τὸ εἰπεῖν ἐρωτηματικῶς· πεσὼν δὲ βροτὸς | |
20 | οὐκ ἔτι ἔστι; λέγει· ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζή‐ σεται. καὶ εὐθὺς λέγει· ὑπομενῶ ἕως ἂν πάλιν γένω‐ μαι. καὶ ἀλλαχοῦ πάλιν· ὁ μέλλων ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. Ἡσαΐας δὲ ὁ προφήτης φησίν· ἀναστήσονται οἱ νεκροὶ | |
25 | καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. σαφέστατα δὲ ὁ πα‐ ρὼν προφήτης Ἰεζεκιὴλ λέγει· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν. καὶ ὁ Δανιὴλ λέγει· πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. | |
18.16 | Καὶ πολλαὶ γραφαὶ μαρτυροῦσι περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως. ἔστι γὰρ ἄλλα πλείονα ῥητὰ περὶ τούτου. ὡς ἐν ὑπομνήσει δὲ μόνῃ νῦν παρατρέχομεν τὴν τοῦ Λαζάρου τετραήμερον ἀνάστασιν, παρατρέχομεν δὲ διὰ τὸ τῆς ὥρας | |
5 | ὀλίγον καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐγηγερμένον. ὑπομνήσεώς τε μόνον ἕνεκεν παραφερέσθω νῦν καὶ ἡ θυγάτηρ τοῦ ἀρχι‐ συναγώγου, λεγέσθω καὶ τὸ σχισθῆναι τὰς πέτρας καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐγερθῆναι τῶν μνημείων ἀνοιχθέντων. προηγουμένως δὲ μνημονευέσθω, ὅτι Χριστὸς ἐκ | 314 in vol. 2 |
10 | νεκρῶν ἐγήγερται. Παρῆλθον τὸν Ἠλίαν καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐξε‐ γερθέντα ὑπ’ αὐτοῦ, καὶ τὸν Ἐλλισσαῖον τὸν δὶς ἐγείραντα, ἔν τε τῷ ζῆν καὶ μετὰ τὸ τελευτῆσαι αὐτόν. ζῶν μὲν γὰρ ἐνήργησε τὴν ἀνάστασιν διὰ τῆς ἑαυτοῦ ψυχῆς. ἵνα δὲ μὴ | |
15 | μόνον τιμηθῶσι τῶν δικαίων αἱ ψυχαί, πιστευθῇ δὲ ὅτι ἔγ‐ κειται καὶ ἐν τοῖς τῶν δικαίων σώμασι δύναμις, ὁ ῥιφεὶς ἐν τῷ μνημείῳ τοῦ Ἐλισσαίου νεκρὸς τοῦ νεκροῦ σώματος τοῦ προ‐ φήτου ἐφαψάμενος ἐζωοποιήθη. καὶ τὸ σῶμα τοῦ προφήτου τὸ νεκρὸν ἀπετέλεσε ψυχῆς ἔργον, καὶ τὸ τελευτῆσαν καὶ | |
20 | κείμενον ζωὴν παρέσχε τῷ τελευτήσαντι, καὶ παρασχὸν τὴν ζωὴν αὐτὸ ὁμοίως ἔμεινεν ἐν νεκροῖς. διὰ τί; ἵνα μὴ ἐξανα‐ στάντος τοῦ Ἐλισσαίου τῇ ψυχῇ μόνῃ προσγραφῇ τὸ πρᾶγμα, δειχθῇ δέ, ὅτι καὶ ψυχῆς μὴ παρούσης ἔγκειταί τις δύναμις τῷ τῶν ἁγίων σώματι διὰ τὴν ἐν τοσούτοις ἔτεσιν ἐνοικήσασαν | |
25 | [ἐν] αὐτῷ δικαίαν ψυχήν, ἧς ὑπηρέτημα γέγονεν. καὶ μὴ ἀπι‐ στῶμεν νήπιοι ὡς μὴ γεγενημένου τούτου. εἰ γὰρ σουδάρια καὶ σημικίνθια τὰ ἔξωθεν ὄντα τῶν σωμάτων ἁπτόμενα τῶν νοσούντων ἤγειρε τοὺς ἀσθενεῖς, πόσῳ μᾶλλον αὐτὸ τὸ σῶμα τοῦ προφήτου ἤγειρε τὸν νεκρόν; | |
18.17 | Καὶ ἐνῆν μὲν πολλὰ εἰπεῖν εἰς ταῦτα καθ’ ἕκαστον ἐξηγουμένοις τῶν γεγενημένων πραγμάτων τὸ παράδοξον. διὰ | |
δὲ τὸν κάματον τὸν προγενόμενον ὑμῖν ἔκ τε τῆς ὑπερθέ‐ σεως τῆς νηστείας τῆς παρασκευῆς καὶ τῆς ἀγρυπνίας ἐκεῖνα | 316 in vol. 2 | |
5 | μὲν τέως ἐν παραδρομῇ λελέχθω δι’ ὀλίγων ἐσπαρμένα, ἵνα ὑμεῖς καλλίστης γῆς δίκην δεξάμενοι τὸν σπόρον καρποφορή‐ σητε πλατύνοντες. μνημονευέσθω δὲ ὅτι καὶ οἱ ἀπόστολοι νε‐ κροὺς ἤγειραν, Πέτρος μὲν ἐν Ἰόππῃ Ταβιθάν, Παῦλος δὲ Εὔτυχον ἐν Τρωάδι, καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, εἰ καὶ | |
10 | μὴ πάντα γέγραπται τὰ ὑφ’ ἑκάστου θαυματουργηθέντα. Μνημονεύετε δὲ τῶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους εἰρη‐ μένων ἁπάντων ὧν ἔγραψεν ὁ Παῦλος πρὸς τοὺς λέγοντας „πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;“ καὶ ὅτι, εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ὁ Χριστὸς ἐγήγερται, καὶ ὅτι | |
15 | ἄφρονας ἐκάλεσε τοὺς μὴ πιστεύοντας, καὶ πάσης τῆς αὐτόθι διδασκαλίας τῆς περὶ νεκρῶν ἀναστάσεως, καὶ ὅτι πρὸς Θεσ‐ σαλονικεῖς ἔγραψεν „οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοι‐ ποί, οἱ μὴ ἔχοντες ἐλπίδα“ καὶ τὰ ἑξῆς ὅλα, μάλιστα δὲ τὸ | |
20 | „καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον“. | |
18.18 | Ἐξαιρέτως δὲ τοῦτο ἐπισημήνασθε, ὅτι μονονουχὶ δακτυλοδεικτῶν ὁ Παῦλος λέγει· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐν‐ δύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθα‐ νασίαν. τὸ γὰρ σῶμα τοῦτο ἐγείρεται, οὐ τοιοῦτον μένον ἀσθε‐ | |
5 | νές, ἀλλ’ αὐτὸ μὲν τοῦτο ἐγείρεται, ἐνδυσάμενον δὲ τὴν ἀφθαρσίαν μεταποιεῖται, ὥσπερ σίδηρος πυρὶ προσομιλήσας γίνεται πῦρ, μᾶλλον δὲ ὡς οἶδεν ὁ ἀνιστῶν κύριος. Ἐγείρεται μὲν οὖν τοῦτο τὸ σῶμα· ἀλλ’ οὐ μένει τοιοῦ‐ τον, ἀλλὰ μένει αἰώνιον. οὐκέτι τροφῶν τοιούτων χρείαν ἔχει | |
10 | πρὸς ζωήν, οὐδὲ κλιμάκων πρὸς ἀνάβασιν· γίνεται γὰρ πνευ‐ | |
ματικόν, θαυμάσιόν τι καὶ οἷον εἰπεῖν κατ’ ἀξίαν οὐκ ἔχο‐ μεν. τότε οἱ δίκαιοι, φησί, λάμψουσιν ὡς ὁ ἥλιος καὶ ἡ σε‐ λήνη καὶ ὡς ἡ λαμπρότης τοῦ στερεώματος. καὶ προειδὼς τὴν τῶν ἀνθρώπων ἀπιστίαν ὁ θεὸς σκώληξι μικροτάτοις ἐν τῷ | 318 in vol. 2 | |
15 | θέρει φωτοειδεῖς δέδωκεν αὐγὰς λάμπειν ἐκ τοῦ σώματος, ἵν’ ἐκ τῶν φαινομένων πιστευθῇ τὸ προσδοκώμενον. ὁ γὰρ τὸ μέρος παρασχὼν δύναται καὶ τὸ ὅλον παρασχεῖν, καὶ ὁ σκώ‐ ληκα φῶς ἐκλάμπειν ποιήσας πολλῷ μᾶλλον φωτοποιήσει δίκαιον ἄνθρωπον. | |
18.19 | Ἐγειρόμεθα τοίνυν αἰώνια μὲν πάντες ἔχοντες τὰ σώματα, οὐ πάντες δὲ ὅμοια. ἀλλ’ εἰ μέν τίς ἐστι δίκαιος, λαμ‐ βάνει σῶμα ἐπουράνιον, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέ‐ φειν ἐπαξίως. εἰ δέ τις ἁμαρτωλός ἐστι, λαμβάνει σῶμα αἰώ‐ | |
5 | νιον, ὑπομονητικὸν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίως καιόμενος μηδέποτε ἀναλωθῇ. καὶ δικαίως ἀμφοτέροις τοῖς τάγ‐ μασιν ὁ θεὸς παρέχει τοῦτο. οὐδὲν γὰρ χωρὶς σώματος ἡμῖν πέπρακται. βλασφημοῦμεν διὰ στόματος, προσευχόμεθα διὰ στόματος. πορνεύομεν διὰ σώματος, ἁγνεύομεν διὰ σώματος. | |
10 | ἁρπάζομεν διὰ χειρός, ἐλεημοσύνας δίδομεν διὰ χειρός, καὶ τὰ λοιπὰ ὁμοίως. ἐπειδὴ τοίνυν εἰς πάντα ὑπηρετήσατο τὸ σῶμα, καὶ ἐν τοῖς μέλλουσι συναπολαύει τῶν γενομένων. | |
18.20 | Φεισώμεθα τοίνυν, ἀδελφοί, τῶν σωμάτων, καὶ μὴ ὡς ἀλλοτρίοις αὐτοῖς παραχρησώμεθα. μὴ κατὰ τοὺς αἱρετι‐ κοὺς λέγωμεν ὅτι ἀλλότριός ἐστιν ὁ τοῦ σώματος χιτών, ἀλλ’ ὡς ἰδίου φεισώμεθα. δεῖ γὰρ ἡμᾶς δοῦναι λόγον τῷ κυρίῳ | |
5 | περὶ πάντων τῶν διὰ τοῦ σώματος πεπραγμένων. μὴ εἴπῃς οὐδείς με ὁρᾷ, μηδὲ νομίσῃς ὅτι μάρτυς τῶν γινομένων οὐκ ἔστιν. ἄνθρωπος μὲν γὰρ πολλάκις οὐκ ἔστιν, ὁ δὲ πλάστης ἀπλανὴς μάρτυς μένει ἐν οὐρανῷ πιστὸς καὶ βλέπει τὸ γινό‐ μενον. καὶ οἱ σπῖλοι δὲ τῶν ἁμαρτιῶν μένουσιν ἐν τῷ σώματι. | |
10 | ὥσπερ γὰρ πληγῆς προχωρησάσης ἐν τῷ σώματι, κἂν θερα‐ πεία γένηται τις, ὅμως ἡ οὐλὴ μένει, οὕτω καὶ ἡ ἁμαρτία πλήσσει τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ μένουσιν οἱ τύποι τῶν οὐλῶν ἐν πᾶσι, περιαιροῦνται δὲ μόνον ἀπὸ τῶν λαμβανόν‐ των τὸ λουτρόν. τὰ μὲν οὖν παρελθόντα ψυχῆς καὶ σώμα‐ | 320 in vol. 2 |
15 | τος τραύματα θεραπεύει θεὸς διὰ τοῦ βαπτίσματος, πρὸς δὲ τὰ μέλλοντα λοιπὸν ἑαυτοὺς ἀσφαλιζώμεθα κοινῇ πάντες, ἵνα καθαρὸν τοῦτον τοῦ σώματος τὸν χιτῶνα διατηρήσωμεν, καὶ μὴ δι’ ὀλίγης πορνείας καὶ ἡδυπαθείας ἤ τινος ἄλλης ἁμαρτίας πρᾶξιν ἀπολέσωμεν οὐράνιον σωτηρίαν, ἀλλ’ ἵνα κλη‐ | |
20 | ρονομήσωμεν βασιλείαν θεοῦ αἰώνιον, ἧς πάντας ὑμᾶς τῇ ἑαυτοῦ χάριτι καταξιώσειεν ὁ θεός. | |
18.21 | Καὶ ταῦτα μὲν εἰρήσθω πρὸς ἀπόδειξιν τῆς τῶν νεκρῶν ἀναστάσεως. ἡ δὲ τῆς πίστεως ἐπαγγελία πάλιν ὑμῖν ὑφ’ ἡμῶν ῥηθεῖσα μετὰ σπουδῆς πάσης ἐπὶ λέξεως αὐτῆς ὑφ’ ὑμῶν ἀπαγγελλέσθω τε καὶ μνημονευέσθω. | |
18.22 | Τῆς δὲ ἀπαγγελλομένης πίστεως ἀκολούθως περιε‐ χούσης τὸ καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφε‐ σιν ἁμαρτιῶν, καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκ‐ κλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν | |
5 | αἰώνιον, περὶ μὲν τοῦ βαπτίσματος καὶ τῆς μετανοίας ἐν ταῖς πρώταις ἡμῖν εἴρηται κατηχήσεσι, καὶ τὰ περὶ ἀναστά‐ σεως δὲ νεκρῶν λεχθέντα νῦν διὰ τὸ καὶ εἰς σαρκὸς ἀνά‐ στασιν εἴρηται. λεγέσθω δὲ τὰ λείποντα καὶ τέως διὰ τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, περὶ | |
10 | ἧς πολλὰ μὲν εἰπεῖν δυνατὸν ἦν, δι’ ὀλίγων δὲ ἐροῦμεν. | |
18.23 | Καθολικὴ μὲν οὖν καλεῖται διὰ τὸ κατὰ πάσης εἶναι τῆς οἰκουμένης ἀπὸ περάτων γῆς ἕως περάτων, καὶ διὰ τὸ διδάσκειν καθολικῶς καὶ ἀνελλιπῶς ἅπαντα τὰ εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν ὀφείλοντα δόγματα, περί τε ὁρατῶν καὶ ἀορά‐ | |
5 | των πραγμάτων, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ διὰ τὸ πᾶν γένος ἀνθρώπων εἰς εὐσέβειαν ὑποτάσσειν, ἀρχόντων τε καὶ ἀρχομένων, λογίων τε καὶ ἰδιωτῶν, καὶ διὰ τὸ καθολικῶς ἰα‐ τρεύειν μὲν καὶ θεραπεύειν ἅπαν τὸ τῶν ἁμαρτιῶν εἶδος τῶν διὰ ψυχῆς καὶ σώματος ἐπιτελουμένων, κεκτῆσθαι δὲ ἐν αὐτῇ | 322 in vol. 2 |
10 | πᾶσαν ἰδέαν ὀνομαζομένης ἀρετῆς ἐν ἔργοις τε καὶ λόγοις καὶ πνευματικοῖς παντοίοις χαρίσμασιν. | |
18.24 | Ἐκκλησία δὲ καλεῖται φερωνύμως διὰ τὸ πάντας ἐκ‐ καλεῖσθαι καὶ ὁμοῦ συνάγειν, καθὼς ἐν τῷ λευιτικῷ φησιν ὁ κύριος· καὶ πάσῃ τῇ συναγωγῇ ἐκκλησίασον ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. σημειωτέον δέ, ὅτι τὸ ἐκκλησίασον | |
5 | πρώτως ἐν ταῖς γραφαῖς εἴρηται νῦν, ἡνίκα τὸν Ἀαρὼν εἰς τὴν ἀρχιερωσύνην ὁ κύριος καθίστα. καὶ ἐν δευτερονομίῳ δὲ λέγει ὁ θεὸς τῷ Μωυσῇ· ἐκκλησίασον πρόσμε τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως ἂν μάθωσι φοβεῖσθαί με. τοῦ δὲ τῆς ἐκκλησίας ὀνόματος μνημονεύει πάλιν, ὅτε περὶ | |
10 | τῶν πλακῶν· καὶ ἐπ’ αὐταῖς ἐπεγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρὸς ἐν ἡμέρᾳ ἐκκλησίας. ὡσεὶ ἔλεγε σαφέστερον, ἐν ἡμέρᾳ ᾗ κλη‐ θέντες ὑπὸ τοῦ θεοῦ συνήχθητε. καὶ ὁ ψαλμῳδός φησιν· ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν λαῷ βαρεῖ | |
15 | αἰνέσω σε. | |
18.25 | Πρότερον μὲν οὖν ᾖδεν ὁ ψαλμῳδός· ἐν ἐκκλησίᾳ εὐλογεῖτε τὸν θεὸν τὸν κύριον, ἐκ πηγῶν Ἰσραήλ. ἀφ’ οὗ δὲ διὰ τὰς γενομένας κατὰ τοῦ σωτῆρος ἐπιβουλὰς ἀπεβλήθη‐ σαν Ἰουδαῖοι τῆς χάριτος, δευτέραν ᾠκοδόμησεν ἐξ ἐθνῶν ὁ | |
5 | σωτὴρ τὴν τῶν χριστιανῶν ἡμῶν ἁγίαν ἐκκλησίαν, περὶ ἧς εἶπε τῷ Πέτρῳ· καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου | |
τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Περὶ δὲ ἀμφοτέρων τούτων προφητεύων σαφῶς ἔλεγεν ὁ Δαβίδ, περὶ μὲν τῆς πρώτης ἀποβληθείσης· ἐμίσησα ἐκκλη‐ | 324 in vol. 2 | |
10 | σίαν πονηρευομένων· περὶ δὲ τῆς δευτέρας τῆς οἰκοδομουμέ‐ νης ἐν τῷ αὐτῷ ψαλμῷ φησι· κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου· καὶ ἑξῆς εὐθύς· ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. τῆς γὰρ ἐν τῇ Ἰουδαίᾳ μιᾶς ἀποβληθείσης κατὰ πάσης τῆς οἰκου‐ μένης λοιπὸν αἱ τοῦ Χριστοῦ πληθύνουσιν ἐκκλησίαι, περὶ | |
15 | ὧν ἐν ψαλμοῖς εἴρηται· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ἡ αἴνε‐ σις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. οἷς ἀκόλουθα καὶ ὁ προφήτης πρὸς Ἰουδαίους εἶπεν· οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ἑξῆς εὐθύς, διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνε‐ | |
20 | σιν. περὶ ταύτης τῆς ἁγίας καθολικῆς ἐκκλησίας γράφει πρὸς Τιμόθεον ὁ Παῦλος· ἵνα εἰδῇς ἐν οἴκῳ θεοῦ πῶς δεῖ ἀνα‐ στρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. | |
18.26 | Ἐπειδὴ δὲ τὸ τῆς ἐκκλησίας ὄνομα περὶ διαφόρων λέγεται πραγμάτων, ὡς καὶ περὶ τοῦ ὄχλου τοῦ ἐν τῷ θεάτρῳ τῶν Ἐφεσίων γέγραπται· καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκ‐ κλησίαν· κυρίως δὲ ἄν τις εἴποι καὶ ἀληθῶς ἐκκλησίαν εἶναι | |
5 | πονηρευομένων τὰ συστήματα τῶν αἱρετικῶν, μαρκιωνιστῶν λέγω καὶ μανιχαίων καὶ τῶν λοιπῶν, διὰ τοῦτό σοι νῦν ἠσφα‐ λισμένως παρέδωκεν ἡ πίστις τὸ καὶ εἰς μίαν ἁγίαν κα‐ θολικὴν ἐκκλησίαν, ἵνα ἐκείνων μὲν τὰ μιαρὰ συστή‐ ματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διὰ | |
10 | παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε ποῦ τοῦ κυριακὸν ἔστι (καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι), μηδὲ ποῦ ἔστιν ἁπλῶς ἡ ἐκκλησία, ἀλλὰ ποῦ ἔστιν ἡ καθολικὴ ἐκκλη‐ | |
15 | σία. τοῦτο γὰρ ἰδικὸν ὄνομα τυγχάνει τῆς ἁγίας ταύτης καὶ μητρὸς ἡμῶν ἁπάντων. ἥτις νύμφη μέν ἐστι τοῦ κυρίου ἡμῶν | |
Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, (γέγραπται γάρ· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, καὶ ὅλα τὰ ἑξῆς,) τύπον δὲ ἔχει καὶ | 326 in vol. 2 | |
20 | μίμημα τῆς ἄνω Ἱερουσαλήμ, ἥτις ἐλευθέρα ἐστὶ καὶ μήτηρ πάντων ἡμῶν, ἡ πρότερον μὲν στεῖρα, νῦν δὲ πολύτεκνος. | |
18.27 | Τῆς γὰρ πρώτης ἀποβληθείσης ἐν τῇ δευτέρᾳ καθο‐ λικῇ ἐκκλησίᾳ, καθὼς Παῦλός φησιν, ὁ θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, | |
5 | γένη γλωσσῶν, καὶ πάσης ἀρετῆς ἅπαν εἶδος, σοφίαν λέγω καὶ σύνεσιν, σωφροσύνην τε καὶ δικαιοσύνην, ἐλεημοσύνην τε καὶ φιλανθρωπίαν, καὶ ὑπομονὴν τὴν ἐν διωγμοῖς ἀκαταγώνιστον. ἥτις διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, πρότερον μὲν ἐν διωγμοῖς καὶ θλίψεσι | |
10 | τοὺς ἁγίους μάρτυρας τοῖς τῆς ὑπομονῆς ποικίλοις καὶ πολυαν‐ θέσιν ἔστεψε στεφάνοις, νυνὶ δὲ ἐν καιροῖς εἰρήνης θεοῦ χά‐ ριτι τὰ τῆς ὀφειλομένης ἔχει τιμῆς ὑπὸ βασιλέων καὶ τῶν ἐν ὑπεροχαῖς ὄντων καὶ παντὸς ἀνθρώπων εἴδους τε καὶ γένους, βασιλέων μὲν τῶν κατὰ τόπον ἐθνῶν τῆς ἐξουσίας ὅρους ἐχόν‐ | |
15 | των, μόνης δὲ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν οἰκου‐ μένην πᾶσαν ἀπεριόριστον ἐχούσης τὴν δύναμιν. ἔθηκε γὰρ ὁ θεὸς κατὰ τὸ γεγραμμένον τὸ ὅριον αὐτῆς εἰρήνην. περὶ ἧς εἰ πάντα λέγειν ἐβουλόμην, χρεία ἂν εἴη μοι πλειόνων ὡρῶν εἰς διήγησιν. | |
18.28 | Ἐν ταύτῃ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διδασκόμενοί τε καὶ ἀναστρεφόμενοι καλῶς τὴν τῶν οὐρανῶν βασιλείαν ἕξομεν καὶ ζωὴν αἰώνιον κληρονομήσομεν, δι’ ἣν καὶ πάντα κάμνομεν, ὅπως παρὰ τοῦ κυρίου ταύτης ἀπολαύσωμεν. οὐ | |
5 | γὰρ περὶ μικρῶν ἡμῖν ὁ σκοπός, ἀλλὰ περὶ ζωῆς αἰωνίου τὸ σπουδαζόμενον. διόπερ ἐν τῇ τῆς πίστεως ἐπαγγελίᾳ διδα‐ σκόμεθα μετὰ τὸ καὶ εἰς σαρκὸς ἀνάστασιν, τουτέστι τὴν τῶν νεκρῶν, περὶ ἧς διελέχθημεν, πιστεύειν καὶ εἰς ζωὴν | |
αἰώνιον, περὶ ἧς τοῖς χριστιανοῖς ἡμῖν ἔστιν ὁ ἀγών. | 328 in vol. 2 | |
18.29 | Ἡ μὲν οὖν ὄντως ζωὴ καὶ ἀληθῶς ἐστιν ὁ πατήρ, ὁ δι’ υἱοῦ τοῖς ἅπασιν ἐν ἁγίῳ πνεύματι τὰς ἐπουρανίους πη‐ γάζων δωρεάς, διὰ δὲ τὴν ἐκείνου φιλανθρωπίαν καὶ ἡμῖν τοῖς ἀνθρώποις τὰ τῆς αἰωνίου ζωῆς ἀψευδῶς ἐπήγγελται. οὐκ ἀπι‐ | |
5 | στητέον δὲ τοῦτο εἶναι δυνατόν. οὐ γὰρ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀλλὰ πρὸς τὴν ἐκείνου δύναμιν ἀφορῶντας πιστεύ‐ ειν χρή. πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ. καὶ ὅτι γε δυνατόν ἐστι τοῦτο, καὶ ζωὴν αἰώνιον προσδοκῶμεν, λέγει μὲν Δανιήλ· καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς | |
10 | αἰῶνας καὶ ἔτι· φησὶ δὲ ὁ Παῦλος· καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. τὸ γὰρ πάντοτε σὺν κυρίῳ εἶναι τὴν αἰώνιον ὑποσημαίνει ζωήν. σαφέστατα δὲ καὶ ὁ σωτὴρ ἐν εὐαγγελίοις φησί· καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. | |
18.30 | Καὶ πολλαὶ περὶ τῆς αἰωνίου ζωῆς εἰσὶν αἱ ἀποδεί‐ ξεις. ἐπιθυμοῦσι δὲ ἡμῖν κτήσασθαι ταύτην τὴν αἰώνιον ζωὴν αἱ θεῖαι γραφαὶ τῆς κτήσεως ὑποτίθενται τοὺς τρόπους. ἐξ ὧν νῦν διὰ τὸ τοῦ λόγου μῆκος ὀλίγας μαρτυρίας παραθησό‐ | |
5 | μεθα, τὰς λοιπὰς τοῖς σπουδαίοις ἐρευνᾷν καταλείποντες. ποτὲ μέν, ὅτι διὰ πίστεως. γέγραπται γάρ· ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. καὶ πάλιν αὐτός φησιν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. | |
10 | ποτὲ δέ, ὅτι δι’ εὐαγγελικοῦ κηρύγματος. λέγει γάρ, ὅτι καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώ‐ νιον. ποτὲ δέ, ὅτι διὰ μαρτυρίου καὶ τῆς ἐν Χριστῷ ὁμολο‐ γίας. φησὶ γάρ· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. καὶ πάλιν, ὅτι διὰ | |
15 | τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν· καὶ πᾶς, ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφάς, καὶ τὰ ἑξῆς, ζωὴν | |
αἰώνιον κληρονομήσει. καὶ ὅτι διὰ τοῦ τηρεῖν τὰς ἐντολάς· οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ λοιπὰ ἑξῆς, καθὼς ἀπε‐ κρίνατο τῷ προσελθόντι καὶ εἰπόντι, διδάσκαλε ἀγαθέ, τί | 330 in vol. 2 | |
20 | ποιήσω, ἵνα ζωὴν αἰώνιον ἔχω; ἔτι μέντοι καὶ διὰ τοῦ τῶν φαύλων μὲν ἀποστῆναι πράξεων, λοιπὸν δὲ θεῷ δουλεύειν. φησὶ γὰρ ὁ Παῦλος· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. | |
18.31 | Καὶ πολύτροπός ἐστιν, ἣν κατέλειπον διὰ τὸ πλῆ‐ θος, τῆς αἰωνίου ζωῆς ἡ εὕρεσις. φιλάνθρωπος γὰρ ὢν ὁ κύ‐ ριος οὐ μίαν, οὐδὲ δευτέραν μόνην, ἀλλὰ πολλὰς τῆς εἰσόδου τῆς εἰς τὴν αἰώνιον ζωὴν ἀνέῳξε τὰς θύρας πρὸς τὸ πάντας | |
5 | ἀπολαῦσαι τὸ ὅσον ἐπ’ αὐτῷ ταύτης ἀκωλύτως. ταῦθ’ ἡμῖν τέως καὶ περὶ τῆς αἰωνίου ζωῆς εἴρηται συμμέτρως, ἥτις ἐστὶ τῶν ἐπαγγελλομένων ἐν τῇ πίστει τὸ τελευταῖον δίδαγμα καὶ τέλος. ἧς γένοιτο πάντας ἡμᾶς, τούς τε διδάσκοντας καὶ τοὺς ἀκούοντας, ἀπολαῦσαι θεοῦ χάριτι. | |
18.32 | Λοιπόν, ἀδελφοὶ ἀγαπητοί, παρακαλεῖ πάντας ὑμᾶς ὁ τῆς διδασκαλίας λόγος ἑτοιμάζειν τὴν ψυχὴν πρὸς ὑποδοχὴν τῶν ἐπουρανίων χαρισμάτων. περὶ μὲν οὖν τῆς παραδοθείσης ὑμῖν εἰς ἐπαγγελίαν ἁγίας καὶ ἀποστολικῆς πίστεως ὅσας ἐγ‐ | |
5 | χωρεῖ κατηχήσεις διὰ τὴν τοῦ κυρίου χάριν εἰρήκαμεν ἐν ταῖς διελθούσαις ταύταις τῆς τεσσαρακοστῆς ἡμέραις. οὐχ ὅτι ταῦτα μόνα εἰπεῖν ὠφείλομεν· πολλὰ γάρ ἐστι τὰ παραλειφθέντα, | |
καὶ μειζόνως ἴσως ὑπὸ τῶν καλλιόνων διδασκάλων νοούμενα. ἐνεστώσης δὲ λοιπὸν τῆς ἁγίας τοῦ πάσχα ἡμέρας, καὶ τῆς | 332 in vol. 2 | |
10 | ὑμετέρας ἐν Χριστῷ διὰ λουτροῦ παλιγγενεσίας ἀγάπης φωτι‐ ζομένης, διδαχθήσεσθε πάλιν τὰ πρέποντα θεοῦ θέλοντος, μεθ’ ὅσης μὲν εὐσεβείας καὶ τάξεως εἰσελθεῖν χρὴ καλουμέ‐ νους, τίνος δὲ ἕνεκεν ἐπιτελεῖται ἕκαστον τῶν ἁγίων τοῦ βαπτί‐ σματος μυστηρίων, μεθ’ ὅσης δὲ εὐλαβείας καὶ τάξεως χρὴ | |
15 | ἀπὸ τοῦ βαπτίσματος πρὸς τὸ ἅγιον τοῦ θεοῦ προσελεύσεσθαι θυσιαστήριον καὶ τῶν αὐτόθι πνευματικῶν καὶ ἐπουρανίων ἀπολαύειν μυστηρίων, ἵνα τῆς ὑμετέρας ψυχῆς διὰ τοῦ τῆς διδασκαλίας λόγου προφωτιζομένης εἰς ἕκαστον γνωρίζητε τῶν ἐκ θεοῦ δωρουμένων ὑμῖν χαρισμάτων τὸ μέγεθος. | |
18.33 | Μετὰ δὲ τὴν ἁγίαν καὶ σωτήριον τοῦ πάσχα ἡμέραν, ἀπὸ τῆς δευτέρας τῶν σαββάτων εὐθύς, καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἑξῆς τῆς ἑβδομάδος ἡμέραις μετὰ τὴν σύναξιν εἰς τὸν ἅγιον τῆς ἀναστάσεως τόπον εἰσερχόμενοι, κατηχήσεων ἄλλων | |
5 | ἀκούσεσθε θεοῦ θέλοντος· ἐν αἷς πάλιν περὶ ἑκάστου τῶν γεγενημένων διδαχθήσεσθε τὰς αἰτίας, ἐκ παλαιᾶς δὲ καὶ καινῆς διαθήκης λήψεσθε τὰς ἀποδείξεις, πρῶτον μὲν περὶ τῶν πρὸ τοῦ βαπτίσματος εὐθὺς γενομένων, ἔπειτα δὲ πῶς ἐκαθαρίσθητε τῶν ἁμαρτιῶν ὑπὸ τοῦ κυρίου τῷ λουτρῷ τοῦ | |
10 | ὕδατος ἐν ῥήματι, καὶ ὅπως ἱερατικῶς τῆς τοῦ Χριστοῦ προσ‐ ηγορίας γεγόνατε κοινωνοὶ καὶ ὅπως ἡ σφραγὶς ὑμῖν ἐδόθη τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ περὶ τῶν ἐν θυσια‐ στηρίῳ τῆς καινῆς διαθήκης μυστηρίων, ἃ τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν, τίνα μὲν αἱ θεῖαι γραφαὶ παραδεδώκασι, τίς δὲ ἡ | |
15 | τούτων δύναμις, καὶ ὅπως προσιέναι τούτοις καὶ πότε καὶ πῶς | |
ἔχειν χρή, ἐπὶ τέλει δὲ πάντων, ὅπως ὑμᾶς εἰς τὸν ἐπιόντα χρόνον ἔργοις τε καὶ λόγοις ἐπαξίως τῆς χάριτος ἀναστρέφειν δεῖ πρὸς τὸ δυνηθῆναι πάντας ὑμᾶς ἀπολαῦσαι τῆς αἰωνίου ζωῆς. καὶ ταῦτα μέν, εἰ θεὸς θέλει, λεχθήσεται. | 334 in vol. 2 | |
18.34 | Τὸ λοιπόν, ἀδελφοί, χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. ἤγγικε γὰρ ἡ ἀπολύτρωσις ὑμῶν, καὶ τὴν ὑμετέραν ἐκδέχεται σωτηρίαν ὁ τῶν ἀγγέλων ἐπουράνιος στρα‐ τός. καὶ φωνὴ μὲν ἤδη βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν | |
5 | ὁδὸν τοῦ κυρίου. βοᾷ δὲ ὁ προφήτης· οἱ διψῶντες πορεύ‐ εσθε ἐφ’ ὕδωρ. καὶ εὐθὺς ἑξῆς· ἀκούσατέ μου καὶ φάγεσθε τὰ ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. καὶ μετ’ οὐ πολὺ τῆς ἀγαθῆς ἀναγνώσεως ἀκούσεσθε λεγούσης· φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. περὶ ἧς Ἱερουσα‐ | |
10 | λὴμ ὁ προφήτης εἴρηκε· καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δι‐ καιοσύνης, μητρόπολις πιστὴ Σιών, διὰ τὸν ἐκ Σιὼν ἐξελ‐ θόντα νόμον καὶ λόγον κυρίου τὸν ἐξ Ἱερουσαλήμ, ὃς ἐντεῦθεν εἰς ἅπασαν τὴν οἰκουμένην ἐξώμβρησεν. Πρὸς ἣν καὶ ὁ προφήτης περὶ ὑμῶν φησιν· ἆρον κύκλῳ | |
15 | τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἡ δὲ ἀποκρίνεται λέγουσα· τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ; νεφέλαι διὰ τὸ πνευματικόν, καὶ περιστεραὶ διὰ τὸ ἀκέραιον. καὶ πάλιν· τίς οἶδε τοιαῦτα; ἢ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ | |
20 | ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς. χαρᾶς δὲ ἀνεκλαλήτου τὰ πάντα πληρωθήσεται, διὰ τὸν εἰπόντα κύριον· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλ‐ | |
λίαμα καὶ τὸν λαόν μου εὐφροσύνην. | 336 in vol. 2 | |
18.35 | Εἴη δὲ καὶ ἐφ’ ὑμῖν λεχθῆναι καὶ νῦν· εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ ἑξῆς, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκά‐ λεσεν. ταῦτα δὲ ἔσται διὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν τοῦ | |
5 | πρὸς ὑμᾶς λέγοντος· ἰδοὺ ἀπαλείψω ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. ὑμεῖς δὲ τοῦ ὀνόματος τῶν πιστῶν καταξιωθέντες (περὶ ὧν γέγραπται· τοῖς δου‐ λεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς) ἐρεῖτε μετ’ εὐφροσύνης· εὐλογητὸς ὁ θεὸς καὶ πα‐ | |
10 | τὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, καὶ τὰ ἑξῆς. καὶ πάλιν· ὁ δὲ θεός, | |
15 | πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι συνε‐ ζωοποίησε τῷ Χριστῷ, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὁμοίως τὸν τῶν ἀγαθῶν κύριον αἰνέσατε λέγοντες· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπεφάνη, οὐκ | |
20 | ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλου‐ σίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ἵνα δικαιωθέντες τῇ αὐτοῦ χάριτι κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς | |
25 | αἰωνίου. Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀπο‐ καλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας, καὶ διαφυλάξειεν ὑμᾶς διὰ παντὸς ἐν ἔργοις | |
30 | τε καὶ λόγοις καὶ νοήμασιν ἀγαθοῖς, ᾧ ἡ δόξα, τιμὴ καὶ κρά‐ τος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ ἁγίῳ πνεύ‐ ματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας ἀτελευτήτους αἰῶ‐ | 338 in vol. 2 |
νας τῶν αἰώνων. ἀμήν. | 340 in vol. 2 |