TLG 2110 002 :: CYRILLUS :: Mystagogiae 1–5 [Sp.]

CYRILLUS Scr. Eccl.
(Hierosolymitanus: A.D. 4)

Mystagogiae 1–5 [Sp.]

Source: Piédagnel, A., Paris, P. (eds.), Cyrille de Jérusalem. Catéchèses mystagogiques [Sources chrétiennes 126] Paris: Cerf, 1966: 82–174.

Citation: Catechesis — chapter — (line)

1

t

ΜΥΣΤΑΓΩΓΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΦΩΤΙΣΤΟΥΣ Καὶ ἀνάγνωσις ἐκ τῆς Πέτρου ἐπιστολῆς αʹ καθο‐ λικῆς, ἀπὸ τοῦ· Νήψατε, γρηγορήσατε, ἕως τέλους τῆς ἐπιστολῆς· τοῦ αὐτοῦ Κυρίλλου καὶ Ἰωάννου
5ἐπισκόπου.

1

.

1

Ἐπόθουν ὑμῖν καὶ πάλαι, ὦ γνήσια καὶ ἐπιπόθητα τῆς Ἐκκλησίας τέκνα, περὶ τῶν πνευματικῶν τούτων καὶ ἐπου‐ ρανίων διαλεχθῆναι μυστηρίων. Ἀλλ’ ἐπειδὴ σαφῶς ἠπιστά‐ μην ὄψιν ἀκοῆς πολλῷ πιστοτέραν εἶναι, ἀνέμενον τὸν παρόντα
5καιρόν, ὅπως εὐπροσαγωγοτέρους ὑμᾶς περὶ τῶν λεγομένων ἐκ ταύτης λαβὼν τῆς ἑσπέρας εἰς τὸν φωτεινότερον καὶ εὐωδέστερον λειμῶνα τοῦδε τοῦ παραδείσου χειραγωγήσω. Ἄλλως δὲ καὶ χωρητικοὶ τῶν θειοτέρων κατέστητε μυστη‐ ρίων, τοῦ θείου καὶ ζωοποιοῦ βαπτίσματος. Ἐπεὶ τοίνυν82
10λοιπὸν τῶν ἐντελεστέρων δεῖ μαθημάτων παρατιθέναι τράπεζαν, φέρε ταῦτα ὑμᾶς ἀκριβῶς παιδεύσωμεν, ἵνα εἰδῆτε τὴν ἔμφασιν τὴν πρὸς ὑμῶν κατ’ ἐκείνην γενομένην τοῦ βαπτίσματος τὴν ἑσπέραν.

1

.

2

Εἰσῄειτε πρῶτον εἰς τὸν προαύλιον τοῦ βαπτίσματος οἶκον, καὶ πρὸς τὰς δυσμὰς ἑστῶτες ἠκούετε καὶ προσετάττεσθε ἐκτείνειν τὴν χεῖρα, καὶ ὡς παρόντι ἀπετάττεσθε τῷ Σατανᾷ. Χρὴ δὲ τοῦτο ὑμᾶς εἰδέναι, ὅτι ἐν παλαιᾷ ἱστορίᾳ οὗτος
5κεῖται ὁ τύπος. Ὅτε γὰρ Φαραώ, ὁ πικρότατος καὶ ὠμότατος
τύραννος, κατέθλιβε τῶν Ἑβραίων τὸν ἐλεύθερον καὶ εὐγενῆ λαόν, ὁ Θεὸς ἀπέστειλε τὸν Μωϋσῆν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς πονηρᾶς τῶν Αἰγυπτίων δουλείας. Καὶ αἵματι μὲν ἀμνοῦ ἐχρίοντο αἱ φλιαί, ἵνα φύγῃ ὁ ὀλοθρεύων τοὺς τὸ84
10σημεῖον ἔχοντας τοῦ αἵματος οἴκους, παραδόξως δὲ ἠλευθε‐ ροῦτο ὁ τῶν Ἑβραίων λαός. Ἐπειδὴ δὲ καὶ ἐλευθερωθέντας κατεδίωξε καὶ παραδόξως εἶδε τὴν θάλασσαν αὐτοῖς τεμνο‐ μένην, ὅμως ἐχώρει, ἴχνεσιν ἴχνη συμβάλλων, καὶ παραχρῆμα ὑποβρύχιος ἐγίνετο, καταποντούμενος ἐν θαλάσσῃ ἐρυθρᾷ.

1

.

3

Μετάβηθί μοι λοιπὸν ἀπὸ τῶν παλαιῶν ἐπὶ τὰ νέα, ἀπὸ τοῦ τύπου ἐπὶ τὴν ἀλήθειαν. Ἐκεῖ Μωϋσῆς ἀπὸ τοῦ Θεοῦ εἰς Αἴγυπτον πεμπόμενος, ἐνταῦθα Χριστὸς ἐκ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἀποστελλόμενος· ἐκεῖ, ἵνα ἐξαγάγῃ λαὸν ἐξ
5Αἰγύπτου θλιβόμενον, ὧδε Χριστός, ἵνα ῥύσηται τοὺς ἐν τῷ κόσμῳ ὑπὸ τῆς ἁμαρτίας καταπονουμένους· ἐκεῖ αἷμα ἀμνοῦ ὀλοθρευτοῦ ἦν ἀποτρόπαιον, ἐνταῦθα τοῦ Ἀμνοῦ τοῦ ἀμώμου Ἰησοῦ Χριστοῦ τὸ αἷμα δαιμόνων καθέστηκε φυγαδευτήριον. Ἐκεῖνος ὁ τύραννος κατεδίωκεν ἕως θαλάσσης
10τὸν παλαιὸν ἐκεῖνον λαόν, καὶ σοὶ ὁ ἰταμός, ὁ ἀναίσχυντος καὶ ἀρχέκακος οὗτος δαίμων ἕως αὐτῶν ἠκολούθει τῶν σωτη‐ ρίων ναμάτων. Ἐκεῖνος ὑποβρύχιος ἐν θαλάσσῃ γίνεται,
καὶ οὗτος ἐν τῷ σωτηρίῳ ὕδατι ἀφανίζεται.86

1

.

4

Ἀλλ’ ὅμως ἀκούεις τεταμένῃ τῇ χειρὶ ὡς πρὸς παρόντα εἰπεῖν· «Ἀποτάσσομαί σοι, Σατανᾶ.» Βούλομαι καὶ τίνος ἕνεκεν ἵστασθε πρὸς δυσμὰς εἰπεῖν· ἀναγκαῖον γάρ. Ἐπειδὴ τοῦ φαινομένου σκότους τόπος αἱ δυσμαί, ἐκεῖνος δὲ σκότος
5τυγχάνων ἐν σκότῳ ἔχει καὶ τὸ κράτος· τούτου χάριν συμβο‐ λικῶς πρὸς δυσμὰς ἀποβλέποντες, ἀποτάσσεσθε τῷ σκοτεινῷ ἐκείνῳ καὶ ζοφερῷ ἄρχοντι. Τί οὖν ὑμῶν ἕκαστος ἑστὼς ἔλεγεν; Ἀποτάσσομαί σοι, Σατανᾶ, σοὶ τῷ πονηρῷ καὶ ὠμοτάτῳ τυράννῳ· οὐκέτι σου δέδοικα, λέγων, τὴν ἰσχύν. Κατέλυσε
10γὰρ ταύτην ὁ Χριστός, αἵματός μοι καὶ σαρκὸς κοινωνήσας, ἵνα διὰ τούτων τῶν παθημάτων καταργήσῃ θανάτῳ τὸν θάνατον, ὅπως μὴ διὰ παντὸς ἔνοχος γένωμαι δουλείας. Ἀποτάσσομαί σοι τῷ δολερῷ καὶ πανουργοτάτῳ ὄφει. Ἀποτάσσομαί σοι ἐπιβούλῳ ὄντι, καὶ προσποιήσει φιλίας
15πράξαντι πᾶσαν ἀνομίαν, καὶ ἐμποιήσαντι τοῖς ἡμετέροις προγόνοις ἀποστασίαν. Ἀποτάσσομαί σοι, Σατανᾶ, τῷ πάσης κακίας δημιουργῷ καὶ συνεργῷ.

1

.

5

Εἶτα ἐν δευτέρᾳ λέξει μανθάνεις λέγειν· «Καὶ πᾶσι τοῖς
ἔργοις σου.» Ἔργα δὲ τοῦ Σατανᾶ, πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυ‐ γὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν88
5κατ’ εἶδος ἁμαρτία ἐγκατείλεκται τοῖς τοῦ διαβόλου ἔργοις. Πλὴν τοῦτο ἴσθι ὅτι ὅσα λέγεις, μάλιστα κατ’ ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἔγγραφά ἐστιν ἐν τοῖς ἀοράτοις τοῦ Θεοῦ γραφόμενα βιβλίοις. Ἐπειδὰν τοίνυν ἐναντίως τι διαπρατ‐ τόμενος τούτοις ἁλῷς, ὡς παραβάτης κριθήσῃ. Ἀποτάσσῃ
10τοίνυν τοῖς ἔργοις τοῦ Σατανᾶ, πάσαις φημὶ πράξεσι καὶ
ἐννοίαις παρὰ λόγον γινομέναις.90

1

.

6

Εἶτα λέγεις· «Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ.» Πομπὴ δὲ διαβόλου ἐστὶ θεατρομανίαι, καὶ ἱπποδρομίαι, καὶ κυνηγεσία, καὶ πᾶσα τοιαύτη ματαιότης, ᾗς εὐχόμενος ἐλευθερωθῆναι ὁ ἅγιος τῷ Θεῷ λέγει· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ
5μὴ ἰδεῖν ματαιότητα. Μὴ περισπούδαστόν σοι ἔστω ἡ θεατρομανία, ἔνθα αἱ ἀσελγεῖς εἰσι τῶν μίμων ὄψεις, ὕβρεσι πεπραγμέναι καὶ πάσαις ἀσχημοσύναις, καὶ ἐκτεθηλυμένων ἀνδρῶν ἐμμανεῖς ὀρχήσεις· μήτε ἡ τῶν ἐν κυνηγίοις ἑαυτοὺς θηρίοις ἐκδιδόντων, ἵνα τὴν ἀθλίαν κολακεύσωσι γαστέρα· οἵ,
10ἵνα κοιλίας τροφαῖς θεραπεύσωσιν, αὐτοὶ γαστρὸς ἀτιθάσων ἀληθῶς τροφὴ γίνονται θηρίων· ἵνα δὲ δικαίως εἴπω, ὑπὲρ οἰκείου θεοῦ τῆς κοιλίας τὴν ἑαυτῶν ζωὴν κατὰ κρημνῶν μονομαχούντων. Φεῦγε καὶ τὰς ἱπποδρομίας, τὸ ἐμμανὲς θέαμα καὶ ψυχὰς ἐκτραχηλίζον· ταῦτα γὰρ πάντα πομπή
15ἐστι διαβόλου.92

1

.

7

Ἀλλὰ καὶ τὰ ἐν εἰδωλίοις καὶ πανηγύρεσι κρεμνώμενα, ἔσθ’ ὅτε κρέα, ἢ ἄρτοι, ἢ ἄλλα τοιαῦτα μιανθέντα τῇ τῶν παμμιάρων ἐπικλήσει δαιμόνων, ἐγκαταλεχθείη ἂν τῇ τοῦ διαβόλου πομπῇ. Ὥσπερ γὰρ ὁ ἄρτος καὶ ὁ οἶνος τῆς εὐχα‐
5ριστίας, πρὸ τῆς ἁγίας ἐπικλήσεως τῆς προσκυνητῆς Τριάδος, ἄρτος ἦν καὶ οἶνος λιτός, ἐπικλήσεως δὲ γενομένης, ὁ μὲν ἄρτος γίνεται σῶμα Χριστοῦ, ὁ δὲ οἶνος αἷμα Χριστοῦ· τὸν αὐτὸν δὴ τρόπον, τὰ τοιαῦτα βρώματα τῆς πομπῆς τοῦ Σατανᾶ, τῇ ἰδίᾳ φύσει λιτὰ ὄντα, τῇ ἐπικλήσει τῶν δαιμόνων βέβηλα γίνεται.

1

.

8

Μετὰ ταῦτα λέγεις· «Καὶ τῇ λατρείᾳ σου.» Λατρεία δέ ἐστι διαβόλου, ἡ ἐν εἰδωλίοις εὐχή· τὰ πρὸς τιμὴν γινόμενα τῶν ἀψύχων εἰδώλων· τὸ ἅπτειν λύχνους, ἢ θυμιᾶν παρὰ πηγὰς ἢ ποταμούς, ὥς τινες ἀπ’ ὀνειράτων ἢ ἐκ δαιμόνων
5ἀπατηθέντες, ἐπὶ τοῦτο διέβησαν, οἰόμενοι καὶ σωματικῶν παθῶν τὴν ἴασιν εὑρίσκειν· μὴ τοιαῦτα μετέλθῃς. Οἰωνο‐
σκοπία, μαντεία, κληδονισμοί, ἢ περιάμματα, ἢ ἐν πετάλοις ἐπιγραφαί, μαγείαις, ἢ ἄλλαις τισὶ κακοτεχνίαις, καὶ ὅσα τοιαῦτα, λατρεία ἐστὶ διαβόλου. Φεῦγε οὖν ταῦτα· εἰ γὰρ94
10τούτοις ὑποπέσοις μετὰ τὴν ἀπόταξιν τοῦ Σατανᾶ καὶ τὴν πρὸς τὸν Χριστὸν σύνταξιν, πικροτέρου πειραθήσῃ τοῦ τυράννου, ἴσως ὡς οἰκείου περιέποντος πάλαι, καὶ τῆς πικρᾶς ἀνιέντος σε δουλείας, νῦν δὲ σφόδρα παρὰ σοῦ καταπικραν‐ θέντος, καὶ τοῦ Χριστοῦ στερηθήσῃ, κἀκείνου πειραθήσῃ. Οὐκ
15ἤκουσας παλαιᾶς ἱστορίας τὰ περὶ τοῦ Λὼτ ἡμῖν καὶ τῶν τούτου θυγατέρων διηγουμένης; Οὐχὶ αὐτὸς μὲν σέσωσται
μετὰ τῶν θυγατέρων, ἐπειδὴ τὸ ὄρος κατείληφεν, ἡ δὲ τούτου γυνὴ στήλη γέγονεν ἁλός, ἐστηλιτευμένη δι’ αἰῶνος, ἔχουσα τῆς πονηρᾶς προαιρέσεως καὶ ὑποστροφῆς τὴν μνήμην;96
20Πρόσεχε τοίνυν σεαυτῷ, καὶ μὴ στρέφου πάλιν, βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, εἰς τὴν ἁλμυρὰν τοῦ βίου τούτου πρᾶξιν· ἀλλὰ φεῦγε εἰς τὸ ὄρος πρὸς Ἰησοῦν Χριστόν, τὸν τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ τὴν οἰκουμένην πληρώσαντα.

1

.

9

Ὅτε οὖν τῷ Σατανᾷ ἀποτάττῃ, πᾶσαν τὴν πρὸς αὐτὸν πατῶν διαθήκην, λύεις τὰς παλαιὰς πρὸς τὸν ᾅδην συνθήκας, ἀνοίγεταί σοι ὁ παράδεισος τοῦ Θεοῦ, ὃν ἐφύτευσε κατὰ ἀνατολάς, ὅθεν διὰ τὴν παράβασιν ἐξόριστος γέγονεν ὁ
5ἡμέτερος προπάτωρ. Καὶ τούτου σύμβολον τὸ στραφῆναί σε ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, τοῦ φωτὸς τὸ χωρίον. Τότε σοι ἐλέγετο εἰπεῖν· «Πιστεύω εἰς τὸν Πατέρα καὶ εἰς τὸν
Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα καὶ εἰς ἓν βάπτισμα μετανοίας.» Περὶ ὧν ἐν ταῖς προτέραις κατηχήσεσιν, ὡς ἡ τοῦ Θεοῦ χάρις98
10ἔδωκεν, ἐν πλάτει σοι εἴρηται.

1

.

10

Τούτοις οὖν ἀσφαλιζόμενος τοῖς λόγοις, νῆφε. Ὁ γὰρ ἀντίδικος ἡμῶν διάβολος, καθὼς ἀρτίως ἀνέγνωσται, ὡς λέων περιπατεῖ, ζητῶν τινὰ καταπιεῖν. Ἀλλ’ ἐν μὲν τοῖς πρὸ τούτου χρόνοις κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐπὶ δὲ τοῦ
5ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον
ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλὰ πανηγυρίζεις, ἐνδεδυμένος ἱμάτιον σωτηρίου, Ἰησοῦν Χριστόν.100

1

.

11

Ταῦτα ἐν τῷ ἐξωτέρῳ ἐγίνετο οἴκῳ. Θεοῦ δὲ θέλοντος, ὅταν ἐν ταῖς ἑξῆς μυσταγωγίαις εἰς τὰ ἅγια τῶν ἁγίων εἰσέλθω‐ μεν, ἐκεῖ εἰσόμεθα τῶν αὐτόθι ἐπιτελουμένων τὰ σύμβολα. Τῷ δὲ Θεῷ δόξα, κράτος, μεγαλωσύνη, σὺν Υἱῷ καὶ ἁγίῳ
5Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.102

2

t

ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Βʹ ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς· «Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;» ἕως
5τοῦ· «οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν».

2

.

1

Χρήσιμαι ὑμῖν αἱ καθ’ ἡμέραν μυσταγωγίαι, καὶ διδασ‐ καλίαι καινότεραι, καινοτέρων οὖσαι πραγμάτων ἀπαγγελ‐ τικαί, καὶ μάλιστα ὑμῖν, τοῖς ἀνακαινισθεῖσιν ἀπὸ παλαιότητος εἰς καινότητα. Διὰ τοῦτο ἀναγκαίως ὑμῖν παραθήσομαι τὰ
5ἑξῆς τῆς χθεσινῆς μυσταγωγίας, ἵνα μάθητε τίνων ἦν σύμβολα τὰ ὑφ’ ὑμῶν ἐν τῷ ἐσωτέρῳ γενόμενα οἴκῳ.

2

.

2

Εὐθύς γ’οὖν εἰσελθόντες, ἀπεδύεσθε τὸν χιτῶνα· καὶ
τοῦτο ἦν εἰκὼν τοῦ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδύσασθαι σὺν ταῖς πράξεσιν. Ἀποδυθέντες γυμνοὶ ἦτε, μιμούμενοι καὶ ἐν τούτῳ τὸν ἐπὶ τοῦ σταυροῦ γυμνωθέντα Χριστόν,104
5καὶ τῇ γυμνότητι ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ μετὰ παρρησίας ἐν τῷ ξύλῳ θριαμβεύσαντα. Ἐπειδὴ γὰρ τοῖς ἡμετέροις μέλεσιν ἐνεφώλευον αἱ ἀντικείμεναι δυνάμεις, οὐκ ἔτι φορεῖν ὑμῖν ἔξεστι τὸν παλαιὸν ἐκεῖνον χιτῶνα, οὐ τοῦ‐ τον πάντως λέγω τὸν αἰσθητόν, ἀλλὰ τὸν παλαιὸν ἄνθρω‐
10πον, τὸν φθειρόμενον ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης. Ὃν μὴ εἴη πάλιν ἐνδύσασθαι τῇ ἅπαξ τοῦτον ἀποδυσαμένῃ ψυχῇ, ἀλλὰ λέγειν κατὰ τὴν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων τοῦ Χριστοῦ νύμφην· «Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσο‐ μαι αὐτόν;» Ὢ θαυμασίου πράγματος· γυμνοὶ ἦτε ἐν ὄψεσι
15πάντων, καὶ οὐκ ᾐσχύνεσθε. Ἀληθῶς γὰρ μίμημα ἐφέρετε τοῦ πρωτοπλάστου Ἀδάμ, ὃς ἐν τῷ παραδείσῳ γυμνὸς ἦν καὶ οὐκ ᾐσχύνετο.

2

.

3

Εἶτα ἀποδυθέντες, ἐλαίῳ ἠλείφεσθε ἐπορκιστῷ ἀπ’ ἄκρων
κορυφῆς τριχῶν ἕως τῶν κατωτάτων, καὶ κοινωνοὶ ἐγίνεσθε τῆς καλλιελαίου Ἰησοῦ Χριστοῦ. Ἐκκοπέντες γὰρ ἐκ τῆς ἀγριελαίου, ἐνεκεντρίζεσθε εἰς τὴν καλλιέλαιον, καὶ κοινωνοὶ106
5ἐγίνεσθε τῆς πιότητος τῆς ἀληθινῆς ἐλαίας. Τὸ οὖν ἐπορκιστὸν ἔλαιον σύμβολον ἦν τῆς κοινωνίας τῆς πιότητος τοῦ Χριστοῦ, φυγαδευτήριον τυγχάνον παντὸς ἴχνους ἀντικειμένης ἐνεργείας. Ὥσπερ γὰρ τὰ ἐμφυσήματα τῶν ἁγίων, καὶ ἡ τοῦ ὀνόματος τοῦ Θεοῦ ἐπίκλησις, ὥσπερ σφοδροτάτη φλόξ, καίει καὶ
10ἐκδιώκει δαίμονας, οὕτω τὸ ἐπορκιστὸν τοῦτο ἔλαιον ἐπικλήσει Θεοῦ καὶ εὐχῇ δύναμιν τηλικαύτην λαμβάνει ὡς οὐ μόνον καῖον τὰ ἴχνη τῶν ἁμαρτημάτων ἀποκαθαίρειν, ἀλλὰ καὶ
τὰς ἀοράτους τοῦ πονηροῦ ἐκδιώκειν δυνάμεις.108

2

.

4

Μετὰ ταῦτα ἐπὶ τὴν ἁγίαν τοῦ θείου βαπτίσματος ἐχειραγωγεῖσθε κολυμβήθραν, ὡς ὁ Χριστὸς ἀπὸ τοῦ σταυροῦ ἐπὶ τὸ προκείμενον μνῆμα. Καὶ ἠρωτᾶτο ἕκαστος εἰ πιστεύει εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ‐
5ματος. Καὶ ὡμολογεῖτε τὴν σωτήριον ὁμολογίαν, καὶ κατε‐ δύετε τρίτον εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνεδύετε, καὶ ἐνταῦθα
διὰ συμβόλου τὴν τριήμερον τοῦ Χριστοῦ αἰνιττόμενοι ταφήν. Καθάπερ γὰρ ὁ Σωτὴρ ἡμῶν τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποίηκεν, οὕτω καὶ ὑμεῖς ἐν τῇ πρώτῃ110
10ἀναδύσει τὴν πρώτην ἐμιμεῖσθε τοῦ Χριστοῦ ἐν τῇ γῇ ἡμέραν καὶ τῇ καταδύσει τὴν νύκτα· ὥσπερ γὰρ ὁ ἐν νυκτὶ οὐκέτι βλέπει, ὁ δὲ ἐν ἡμέρᾳ φωτὶ διάγει, οὕτως ἐν τῇ καταδύσει ὡς ἐν νυκτὶ οὐδὲν ἑωρᾶτε, ἐν δὲ τῇ ἀναδύσει πάλιν ὡς ἐν ἡμέρᾳ ἐτυγχάνετε ὄντες. Καὶ ἐν τῷ αὐτῷ ἀπεθνῄσκετε καὶ
15ἐγεννᾶσθε, καὶ τὸ σωτήριον ἐκεῖνο ὕδωρ καὶ τάφος ὑμῖν ἐγίνετο καὶ μήτηρ. Καὶ ὅπερ Σολομὼν ἐπὶ ἄλλων εἴρηκε, τοῦτο ἁρμόσαι ἂν ὑμῖν· ἐκεῖ μὲν γὰρ ἔλεγε· «Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν.» Ἐφ’ ὑμῖν δὲ τὸ ἀνάπαλιν· καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Καὶ εἷς
20καιρὸς ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα.

2

.

5

Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθά‐
νομεν, οὐδ’ ἀληθῶς ἐτάφημεν, οὐδ’ ἀληθῶς σταυρωθέντες ἀνέστημεν, ἀλλ’ ἐν εἰκόνι ἡ μίμησις, ἐν ἀληθείᾳ δὲ ἡ σωτηρία. Χριστὸς ὄντως ἐσταυρώθη καὶ ὄντως ἐτάφη καὶ ἀληθῶς112
5ἀνέστη· καὶ πάντα ἡμῖν ταῦτα κεχάρισται, ἵνα μιμήσει τῶν παθῶν αὐτοῦ κοινωνήσαντες, ἀληθείᾳ τὴν σωτηρίαν κερδή‐ σωμεν. Ὢ φιλανθρωπίας ὑπερβαλλούσης· Χριστὸς ἐδέξατο ἐπὶ τῶν ἀχράντων χειρῶν ἥλους καὶ ἤλγησε, κἀμοὶ ἀναλγητὶ καὶ ἀπονητὶ χαρίζεται διὰ τῆς κοινωνίας τὴν σωτηρίαν.

2

.

6

Μηδεὶς οὖν νομιζέτω τὸ βάπτισμα ἀφέσεως ἁμαρτιῶν μόνον, καὶ υἱοθεσίας χάριν τυγχάνειν, ὡς τὸ Ἰωάννου ἐτύγχανε βάπτισμα μόνης ἀφέσεως ἁμαρτημάτων παρεκτικόν· ἀλλ’ ἀκριβῶς εἰδότων ἡμῶν, ὅτι ὡς ἔστιν ἁμαρτημάτων καθαρ‐
5τήριον καὶ Πνεύματος ἁγίου δωρεᾶς πρόξενον, οὕτω καὶ τῶν τοῦ Χριστοῦ παθημάτων ἀντίτυπον. Διὰ τοῦτο γὰρ καὶ Παῦλος ἀρτίως βοῶν ἔλεγεν· «Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσμα‐
10τος.» Ἴσως γὰρ πρός τινας ταῦτα ἔλεγε διατεθέντας, ὡς
ἀφέσεως ἁμαρτημάτων καὶ υἱοθεσίας προξενητικὸν τὸ βάπ‐ τισμα, οὐκ ἔτι δὲ καὶ τῶν ἀληθινῶν τοῦ Χριστοῦ παθημάτων ἐν μιμήσει ἔχον τὴν κοινωνίαν.114

2

.

7

Ἵνα οὖν μάθωμεν, ὅτι ὅσα ὁ Χριστὸς ὑπέμεινε, δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει ταῦτα πέπονθε, καὶ ἡμεῖς κοινωνοὶ αὐτοῦ τῶν παθημάτων γινόμεθα· μετὰ πάσης ἐβόα Παῦλος τῆς ἀκριβείας· «Εἰ γὰρ
5σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καλῶς δὲ καὶ τὸ «σύμφυ‐ τοι». Ἐπειδὴ γὰρ ἐνταῦθα πεφύτευται ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ἡμεῖς κοινωνίᾳ τοῦ βαπτίσματος τοῦ θανάτου «σύμφυτοι» αὐτοῦ γεγόναμεν. Ἐπίστησον δὲ μετὰ πολλῆς προσοχῆς
10τὸν νοῦν τοῖς τοῦ ἀποστόλου λόγοις. Οὐκ εἶπεν, εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ θανάτῳ, ἀλλὰ, τῷ ὁμοιώματι τοῦ θανάτου. Ἀληθῶς γὰρ ἐπὶ Χριστοῦ θάνατος ἀληθής, ἐχω‐ ρίζετο γὰρ τοῦ σώματος ἡ ψυχή, καὶ ἀληθινὴ ταφή· ἐν
σινδόνι γὰρ καθαρᾷ τὸ ἅγιον αὐτοῦ σῶμα εἰλεῖτο, καὶ πάντα116
15ἀληθῶς ἐν αὐτῷ συνέβαινεν. Ἐπὶ δὲ ἡμῶν θανάτου μὲν καὶ παθημάτων ὁμοίωμα· σωτηρίας δὲ οὐχ ὁμοίωμα, ἀλλὰ ἀλήθεια.

2

.

8

Ταῦτα διδαχθέντες αὐτάρκως, κατέχετε διὰ τῆς μνήμης, παρακαλῶ, ἵνα κἀγὼ ὁ ἀνάξιος ἐπὶ ὑμῶν λέγω· «Ἀγαπῶ δὲ ὑμᾶς, ὅτι πάντοτέ μου μέμνησθε, καὶ τὰς παραδόσεις, ἃς παρέδωκα ὑμῖν, κατέχετε.» Δυνατὸς δέ ἐστιν ὁ Θεός, ὁ
5παραστήσας ὑμᾶς ὡς ἐκ νεκρῶν ζῶντας, δοῦναι ὑμῖν ἐν καινότητι ζωῆς περιπατεῖν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος
νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.118

3

t

ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Γʹ ΠΕΡΙ ΧΡΙΣΜΑΤΟΣ· Καὶ ἀνάγνωσις ἐκ τῆς Ἰωάννου αʹ ἐπιστολῆς, ἀπὸ τοῦ· «Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οἴδατε πάντα», ἕως τοῦ· «καὶ μὴ αἰσχυνθῶμεν ἀπ’
5αὐτοῦ ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ».

3

.

1

Εἰς Χριστὸν βεβαπτισμένοι καὶ Χριστὸν ἐνδυσάμενοι σύμμορφοι γεγόνατε τοῦ Υἱοῦ τοῦ Θεοῦ. Προορίσας γὰρ ἡμᾶς ὁ Θεὸς εἰς υἱοθεσίαν, συμμόρφους ἐποίησε τοῦ σώματος τῆς δόξης τοῦ Χριστοῦ. Μέτοχοι οὖν τοῦ Χριστοῦ γενό‐
5μενοι, χριστοὶ εἰκότως καλεῖσθε, καὶ περὶ ὑμῶν ἔλεγεν ὁ Θεός· «Μὴ ἄπτεσθε τῶν χριστῶν μου.» Χριστοὶ δὲ γεγόνατε, τοῦ ἁγίου Πνεύματος τὸ ἀντίτυπον δεξάμενοι, καὶ πάντα εἰκονικῶς ἐφ’ ὑμῶν γεγένηται, ἐπειδὴ εἰκόνες ἐστὲ Χριστοῦ. Κἀκεῖνος μὲν ἐν Ἰορδάνῃ λουσάμενος ποταμῷ καὶ τῶν
10χρωτῶν τῆς θεότητος μεταδοὺς τοῖς ὕδασιν, ἀνέβαινεν ἐκ τούτων, καὶ Πνεύματος ἁγίου οὐσιώδης ἐπιφοίτησις αὐτῷ ἐγίνετο, τῷ ὁμοίῳ ἐπαναπαυομένου τοῦ ὁμοίου. Καὶ ὑμῖν ὁμοίως ἀναβεβηκόσιν ἀπὸ τῆς κολυμβήθρας τῶν ἱερῶν ναμάτων χρῖσμα, τὸ ἀντίτυπον ὃ ἐχρίσθη Χριστός. Τοῦτο δέ ἐστι τὸ120
15ἅγιον Πνεῦμα, περὶ οὗ καὶ ὁ μακάριος Ἡσαΐας, ἐν τῇ κατ’ αὐτὸν προφητείᾳ, ἐκ προσώπου τοῦ Κυρίου ἔλεγε· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.»

3

.

2

Ἐλαίῳ γὰρ ἢ μύρῳ σωματικῷ Χριστὸς ὑπ’ ἀνθρώπου οὐκ ἐχρίσθη, ἀλλ’ ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· «Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·»
5καὶ Δαβὶδ ὁ προφήτης ἐβόα λέγων· «Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς
βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»122
10 Καὶ ὥσπερ Χριστὸς ἀληθῶς ἐσταυροῦτο καὶ ἐθάπτετο καὶ ἠγείρετο, ὑμεῖς δὲ κατὰ τὸ βάπτισμα ἐν ὁμοιώματι καὶ συσ‐ ταυρωθῆναι καὶ συνταφῆναι καὶ συναναστῆναι αὐτῷ κατα‐ ξιοῦσθε, οὕτω καὶ ἐπὶ τοῦ χρίσματος. Ἐκεῖνος ἐλαίῳ νοητῷ ἀγαλλιάσεως ἐχρίετο, τοῦτ’ ἔστι Πνεύματι ἁγίῳ, ἀγαλλιάσεως
15καλουμένῳ ἐλαίῳ, διὰ τὸ αἴτιον αὐτὸ τῆς πνευματικῆς ἀγαλλιάσεως τυγχάνειν· ὑμεῖς δὲ μύρῳ ἐχρίσθητε, κοινωνοὶ καὶ μέτοχοι τοῦ Χριστοῦ γενόμενοι.

3

.

3

Ἀλλ’ ὅρα μὴ ὑπονοήσῃς ἐκεῖνο τὸ μύρον ψιλὸν εἶναι. Ὥσπερ γὰρ ὁ ἄρτος τῆς εὐχαριστίας, μετὰ τὴν ἐπίκλησιν τοῦ ἁγίου Πνεύματος, οὐκ ἔτι ἄρτος λιτός, ἀλλὰ σῶμα Χρισ‐ τοῦ, οὕτω καὶ τὸ ἅγιον τοῦτο μύρον οὐκ ἔτι ψιλόν, οὐδ’
5ὡς ἂν εἴποι τις κοινὸν μετ’ ἐπικλήσεως, ἀλλὰ Χριστοῦ χάρισμα, καὶ Πνεύματος ἁγίου παρουσίας τῆς αὐτοῦ θεότητος ἐνεργη‐ τικὸν γινόμενον. Ὅπερ συμβολικῶς ἐπὶ μετώπου καὶ τῶν ἄλλων σου χρίεται αἰσθητηρίων. Καὶ τῷ μὲν φαινομένῳ μύρῳ τὸ σῶμα χρίεται, τῷ δὲ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι
10ἡ ψυχὴ ἁγιάζεται.124

3

.

4

Καὶ πρῶτον χρίεσθε ἐπὶ τὸ μέτωπον, ἵνα ἀπαλλαγῆτε τῆς αἰσχύνης, ἣν ὁ πρῶτος παραβάτης ἄνθρωπος πανταχοῦ περιέφερε, καὶ ἵνα ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζησθε. Εἶτα ἐπὶ τὰ ὦτα, ἵνα προσλάβητε
5ὦτα, περὶ ὧν Ἡσαΐας ἔλεγε· «Καὶ προσέθηκέ μοι Κύριος ὠτίον ἀκούειν», καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Εἶτα ἐπὶ τὴν ὄσφρησιν, ὅπως τοῦ θείου ἀντιλαμβανόμενοι μύρου λέγητε· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις.» Μετὰ ταῦτα ἐπὶ τὰ
10στήθη, ἵνα «ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης στῆτε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.» Ὥσπερ γὰρ ὁ Σωτὴρ μετὰ τὸ βάπτισμα καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν ἐξελθὼν κατηγωνίσατο τὸν ἀντικείμενον, οὕτω καὶ ὑμεῖς μετὰ τὸ ἱερὸν βάπτισμα καὶ τὸ μυστικὸν χρῖσμα ἐνδεδυμένοι
15τὴν πανοπλίαν τοῦ ἁγίου Πνεύματος, ἵστασθε πρὸς τὴν ἀντικειμένην ἐνέργειαν καὶ ταύτην καταγωνίζεσθε, λέγοντες·
«Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.»126

3

.

5

Τούτου τοῦ ἁγίου χρίσματος καταξιωθέντες καλεῖσθε χριστιανοί, ἐπαληθεύοντες τῇ ἀναγεννήσει καὶ τὸ ὄνομα. Πρὸ γὰρ τοῦ καταξιωθῆναι ὑμᾶς τοῦ βαπτίσματος καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, οὐκ ἦτε κυρίως ἄξιοι, ἀλλ’
5ὁδεύοντες προεβαίνετε τὸ εἶναι χριστιανοί.

3

.

6

Εἰδέναι δὲ ὑμᾶς ἀναγκαῖον, ὅτι τοῦ χρίσματος τούτου ἐν τῇ παλαιᾷ γραφῇ τὸ σύμβολον κεῖται. Καὶ γὰρ ὁπηνίκα τὸ τοῦ Θεοῦ πρόσταγμα Μωϋσῆς τῷ ἀδελφῷ μετεδίδου, ἀρχιερέα καθιστῶν τοῦτον, μετὰ τὸ ἐν ὕδατι λούσασθαι,
5ἔχρισε, καὶ ἐκαλεῖτο χριστὸς ἐκ τοῦ χρίσματος δηλαδὴ τοῦ τυπικοῦ. Οὕτω καὶ τὸν Σολομῶντα προάγων εἰς βασιλέα, ἔχρισεν αὐτὸν μετὰ τὸ λούσασθαι ἐν τῷ Γειὼν ὁ ἀρχιερεύς. Ἀλλὰ ταῦτα μὲν ἐκείνοις συνέβαινε τυπικῶς, ὑμῖν δὲ οὐ
τυπικῶς, ἀλλ’ ἀληθῶς, ἐπειδὴ ἀπὸ τοῦ ἁγίῳ Πνεύματι128
10χρισθέντος ἀληθῶς ἡ ἀρχὴ τῆς ὑμετέρας σωτηρίας· ἐκεῖνος γὰρ ἀληθῶς ἀπαρχή, καὶ ὑμεῖς τὸ φύραμα· εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, δηλονότι μεταβήσεται ἐπὶ τὸ φύραμα ἡ ἁγιότης.

3

.

7

Τοῦτο φυλάξατε ἄσπιλον· πάντων γὰρ ἔσται τοῦτο διδακτικόν, εἰ ἐν ὑμῖν μένοι, καθὼς ἀρτίως ἠκούσατε τοῦ μακαρίου Ἰωάννου λέγοντος καὶ πολλὰ περὶ τοῦ χρίσματος φιλοσοφοῦντος. Ἔστι γὰρ τοῦτο τὸ ἅγιον πνευματικὸν
5σώματος φυλακτήριον καὶ ψυχῆς σωτήριον. Τοῦτο ἐκ παλαιῶν χρόνων ὁ μακάριος Ἡσαΐας προφητεύων ἔλεγε· «Καὶ ποιήσει Κύριος πᾶσι τοῖς ἔθνεσι ἐπὶ τὸ ὄρος τοῦτο», ὄρος δὲ καλεῖ τὴν Ἐκκλησίαν, καὶ ἀλλαχοῦ, ὡς ὅταν λέγῃ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ
10ὄρος Κυρίου» — «πίονται οἶνον, πίονται εὐφροσύνην, χρίσονται μύρον.» Καὶ ἵνα ἀσφαλίσηταί σε ἀκούειν περὶ τοῦ μύρου τούτου, ὡς μυστικοῦ, φησί· «Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη».
Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε αὐτὸ ἄσπι‐130
15λον, ἄμωμον ἐν ὑμῖν, δι’ ἔργων ἀγαθῶν προκόπτοντες, καὶ εὐάρεστοι γινόμενοι τῷ ἀρχηγῷ τῆς σωτηρίας ἡμῶν Χριστῷ
Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.132

4

t

ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Δʹ ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΚΑΙ ΑΙΜΑΤΟΣ ΧΡΙΣΤΟΥ Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους [ἐπισ‐ τολῆς]· «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου [ὃ]
5καὶ παρέδωκα ὑμῖν», καὶ τὰ ἑξῆς.

4

.

1

Καὶ αὕτη τοῦ μακαρίου Παύλου ἡ διδασκαλία ἱκανὴ καθέστηκε πληροφορῆσαι ὑμᾶς περὶ τῶν θείων μυστηρίων ὧν κατηξιώθητε, σύσσωμοι καὶ σύναιμοι τοῦ Χριστοῦ γενό‐ μενοι. Αὐτὸς γὰρ ἄρτι ἐβόα·» Ὅτι ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ὁ
5Κύριος ἡμῶν Ἰησοῦς Χριστός, λαβὼν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, λέγων· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα. Καὶ λαβὼν ποτήριον καὶ εὐχαρισ‐ τήσας εἶπε· Λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα.» Αὐτοῦ οὖν ἀποφηναμένου καὶ εἰπόντος περὶ τοῦ ἄρτου·
10«Τοῦτό μού ἐστι τὸ σῶμα», τίς τολμήσει ἀμφιβάλλειν λοι‐ πόν; Καὶ αὐτοῦ διαβεβαιωσαμένου καὶ εἰρηκότος· «Τοῦτό μού
ἐστι τὸ αἷμα», τίς ἐνδοιάσει ποτὲ λέγων μὴ εἶναι αὐτοῦ αἷμα;134

4

.

2

Τὸ ὕδωρ ποτὲ εἰς οἶνον οἰκείῳ νεύματι μεταβέβληκεν ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ οὐκ ἀξιόπιστός ἐστιν οἶνον εἰς αἷμα μεταβαλών; Εἰς γάμον σωματικὸν κληθεὶς ταύτην ἐθαυματούργησε τὴν παραδοξοποΐαν, καὶ τοῖς υἱοῖς τοῦ
5νυμφῶνος οὐ πολλῷ μᾶλλον τὴν ἀπόλαυσιν τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος δωρησάμενος ὁμολογηθήσεται;

4

.

3

Ὥστε μετὰ πάσης πληροφορίας ὡς σώματος καὶ αἵματος μεταλαμβάνομεν Χριστοῦ. Ἐν τύπῳ γὰρ ἄρτου δίδοταί σοι τὸ σῶμα, καὶ ἐν τύπῳ οἴνου δίδοταί σοι τὸ αἷμα, ἵνα γένῃ, μεταλαβὼν σώματος καὶ αἵματος Χριστοῦ, σύσσωμος καὶ
5σύναιμος Χριστοῦ. Οὕτω γὰρ καὶ χριστοφόροι γινόμεθα, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος εἰς τὰ ἡμέτερα ἀναδιδο‐ μένου μέλη. Οὕτω κατὰ τὸν μακάριον Πέτρον θείας «κοινωνοὶ
γινόμεθα φύσεως».136

4

.

4

Ποτὲ Χριστὸς τοῖς Ἰουδαίοις διαλεγόμενος ἔλεγεν· «Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Ἐκεῖνοι, μὴ ἀκηκοότες πνευ‐ ματικῶς τῶν λεγομένων, σκανδαλισθέντες ἀπῆλθον εἰς τὰ
5ὀπίσω, νομίζοντες τὸν Σωτῆρα ἐπὶ σαρκοφαγίαν αὐτοὺς προτρέπεσθαι.

4

.

5

Ἦσαν καὶ ἐν παλαιᾷ διαθήκῃ ἄρτοι προθέσεως· ἀλλ’ ἐκεῖνοι παλαιᾶς ὄντες διαθήκης τέλος εἰλήφασιν. Ἐν δὲ τῇ καινῇ διαθήκῃ ἄρτος οὐράνιος καὶ ποτήριον σωτηρίου, ψυχὴν καὶ σῶμα ἁγιάζοντα. Ὥσπερ γὰρ ὁ ἄρτος τῷ σώματι
5κατάλληλος, οὕτω καὶ ὁ Λόγος τῇ ψυχῇ ἁρμόδιος.

4

.

6

Μὴ πρόσεχε οὖν ὡς ψιλοῖς τῷ ἄρτῳ καὶ τῷ οἴνῳ· σῶμα γὰρ καὶ αἷμα κατὰ τὴν δεσποτικὴν τυγχάνει ἀπόφασιν. Εἰ γὰρ καὶ ἡ αἴσθησίς σοι τοῦτο ὑποβάλλει, ἀλλὰ ἡ πίστις σε βεβαιούτω. Μὴ ἀπὸ τῆς γεύσεως κρίνῃς τὸ πρᾶγμα,
5ἀλλ’ ἀπὸ τῆς πίστεως πληροφοροῦ ἀνενδοιάστως, σώματος
καὶ αἵματος Χριστοῦ καταξιωθείς.138

4

.

7

Καὶ ὑπαγορεύει σοι Δαβὶδ ὁ μακάριος τὴν δύναμιν, λέγων· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ τῆς σῆς παρουσίας, τράπεζαν οἱ δαίμονες τοῖς ἀνθρώποις ἡτοίμαζον,
5ἠλισγημένην καὶ μεμιασμένην, καὶ διαβολικῆς πεπληρω‐ μένην δυνάμεως· ἀλλὰ μετὰ τὴν σὴν παρουσίαν, ὦ Δέσποτα, ἡτοίμασας ἐνώπιόν μου τράπεζαν. Ὅταν ἄνθρωπος λέγῃ Θεῷ· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν», τί ἄλλο σημαίνει ἢ τὴν μυστικὴν καὶ νοητὴν τράπεζαν, ἣν ὁ Θεὸς ἡμῖν ἡτοί‐
10μασεν ἐξεναντίας, ἀντὶ τοῦ ἐκ τοῦ ἐναντίου, ἀντικειμένως τοῖς δαίμοσιν; Καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ κοινωνίαν εἶχε δαιμόνων, αὕτη δὲ κοινωνίαν Θεοῦ. «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Ἐλαίῳ ἐλίπανέ σου τὴν κεφαλὴν ἐπὶ μετώπου διὰ τὴν σφραγῖδα, ἣν ἔχεις τοῦ Θεοῦ, ἵνα γενήσῃ
15ἐκτύπωμα σφραγῖδος, ἁγίασμα Θεοῦ. «Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.» Ὁρᾷς ἐνταῦθα ποτήριον λεγόμενον, ὃ λαβὼν Ἰησοῦς μετὰ χεῖρας καὶ εὐχαριστήσας εἶπε· «Τοῦτό μού ἐστι τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.»140

4

.

8

Διὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· «Δεῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου», τὸν πνευματικὸν ἄρτον. «Δεῦρο»· καλεῖ τὴν σωτήριον καὶ μακαριοποιὸν κλῆσιν· «καὶ πίε ἐν καρδίᾳ
5ἀγαθῇ οἶνόν σου», τὸν πνευματικὸν οἶνον, «καὶ ἔλαιον ὑπὲρ κεφαλῆς σου ἐκχείσθω·» ὁρᾷς αὐτὸν καὶ τὸ μυστικὸν αἰνιττόμενον χρῖσμα; Καὶ «διαπαντὸς ἔστω σου τὰ ἱμάτια λευκά, ὅτι ηὐδόκησε Κύριος τὰ ποιήματά σου·» νῦν ηὐδόκησε Κύριος τὰ ποιήματά σου. Πρὶν γὰρ προσελθεῖν τῇ χάριτι,
10«ματαιότης ματαιοτήτων» ἦν τὰ ποιήματά σου. Νῦν δὲ ἀποδυσάμενος τὰ παλαιὰ ἱμάτια καὶ ἐνδυσάμενος τὰ πνευματικῶς λευκά, χρὴ λευχειμονεῖν διαπαντός. Οὐ πάντως τοῦτο λέγομεν, ὅτι σε δεῖ λευκὰ περιβεβλῆσθαι ἱμάτια ἀεί, ἀλλὰ τὰ ὄντως λευκὰ καὶ λαμπρὰ καὶ πνευματικὰ
15ἀναγκαῖόν ἐστι περιβεβλῆσθαι, ἵνα λέγῃς κατὰ τὸν μακάριον
Ἡσαΐαν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.»142

4

.

9

Ταῦτα μαθὼν καὶ πληροφορηθείς, ὡς ὁ φαινόμενος ἄρτος οὐκ ἄρτος ἐστίν, εἰ καὶ τοιοῦτός ἐστι τῇ γεύσει, ἀλλὰ σῶμα Χριστοῦ, καὶ ὁ φαινόμενος οἶνος οὐκ οἶνός ἐστιν, εἰ καὶ ἡ γεῦσις τοῦτο βούλεται, ἀλλὰ αἷμα Χριστοῦ, καὶ ὅτι
5περὶ τούτου ἔλεγε ψάλλων πάλαι ὁ Δαβίδ· «Καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ·» στηρίζου τὴν καρδίαν, μεταλαμβάνων αὐτοῦ ὡς πνευματικοῦ, καὶ ἱλαρύνου τὸ τῆς ψυχῆς πρόσωπον. Ὃ γέ‐ νοιτό σε ἀνακεκαλυμμένον ἔχοντα ἐν καθαρᾷ συνειδήσει, τὴν
10δόξαν Κυρίου κατοπτριζόμενον, ἔρχεσθαι ἀπὸ δόξης εἰς δόξαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.144

5

t

ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Εʹ Καὶ ἀνάγνωσις Πέτρου καθολικῆς ἐπιστολῆς· «Διὸ ἀποθέμενοι πᾶσαν κακίαν καὶ δόλον καὶ κατα‐ λαλιάν», καὶ τὰ ἑξῆς.

5

.

1

Τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ἐν ταῖς προλαβούσαις συνά‐ ξεσιν, ἀρκούντως ἀκηκόατε περί τε βαπτίσματος καὶ χρίσμα‐ τος καὶ μεταλήψεως σώματος καὶ αἵματος Χριστοῦ. Νῦν δὲ ἐπὶ τὰ ἑξῆς μεταβαίνειν ἀναγκαῖον, σήμερον τὴν στεφάνην
5ἐπιθήσοντας τῇ πνευματικῇ ὑμῶν τῆς ὠφελείας οἰκοδομῇ.

5

.

2

Ἑωρᾶτε τοίνυν τὸν διάκονον τὸν νίψασθαι διδόντα
τῷ ἱερεῖ, καὶ τοῖς κυκλοῦσι τὸ τοῦ Θεοῦ θυσιαστήριον πρεσ‐ βυτέροις. Οὐ πάντως δὲ διὰ τοῦτο ἐδίδου διὰ τὸν σωματικὸν ῥύπον· οὐκ ἔστι τοῦτο. Οὐδὲ γὰρ ῥύπον σώματος ἔχοντες,146
5τὴν ἀρχὴν εἰσῄειμεν εἰς τὴν ἐκκλησίαν. Ἀλλὰ σύμβολον τοῦ δεῖν ἡμᾶς πάντων καθαρεύειν τῶν ἁμαρτημάτων τε καὶ ἀνομημάτων, τὸ νίψασθαι. Ἐπειδὴ γὰρ χεῖρες σύμβολον πράξεως, νιπτόμεθα δὲ ταύτας, τὸ καθαρὸν δηλονότι καὶ ἄμωμον τῶν πράξεων αἰνιττόμενοι. Οὐκ ἤκουσας τοῦ μακαρίου
10Δαβὶδ αὐτὸ τοῦτό σε μυσταγωγοῦντος καὶ λέγοντος· «Νίψο‐ μαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε»; Οὐκοῦν τὸ νίψασθαι τὰς χεῖρας, τὸ ἀνυπεύθυνον εἶναι ἁμαρτημάτων ἐστίν.

5

.

3

Εἶτα βοᾷ ὁ διάκονος· «Ἀλλήλους ἀπολάβετε καὶ ἀλλήλους ἀσπαζώμεθα.» Μὴ ὑπολάβῃς τὸ φίλημα ἐκεῖνο σύνηθες εἶναι τοῖς ἐπ’ ἀγορᾶς γινομένοις ὑπὸ τῶν κοινῶν φίλων· οὐκ ἔστι τοῦτο τοιοῦτο, ἀλλὰ τὸ φίλημα τοῦτο ἀνακίρ‐
5νησι τὰς ψυχὰς ἀλλήλαις, καὶ πᾶσαν ἀμνησικακίαν αὐταῖς μνηστεύεται. Σημεῖον τοίνυν ἐστὶ τὸ φίλημα τοῦ ἀνακραθῆναι τὰς ψυχὰς καὶ πᾶσαν ἐξορίζειν μνησικακίαν. Διὰ τοῦτο ὁ
χριστὸς ἔλεγεν· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιασ‐ τήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,148
10ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οὐκοῦν τὸ φίλημα διαλλαγή ἐστι, καὶ διὰ τοῦτο ἅγιον, ὥς που ὁ μακάριος Παῦλος ἐβόα λέγων· «Ἀσπά‐ σασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ», καὶ Πέτρος· «Ἀσπά‐
15σασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.»

5

.

4

Μετὰ τοῦτο βοᾷ ὁ ἱερεύς· «Ἄνω τὰς καρδίας.» Ἀληθῶς γὰρ κατ’ ἐκείνην τὴν φρικωδεστάτην ὥραν δεῖ ἄνω ἔχειν τὴν καρδίαν πρὸς τὸν Θεόν, καὶ μὴ κάτω περὶ τὴν γῆν καὶ τὰ γήινα πράγματα. Δυνάμει τοίνυν προστάττει ὁ ἱερεὺς
5κατ’ ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ’ οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀποκρίνεσθε· «Ἔχομεν πρὸς τὸν Κύριον», τούτῳ συγκατατιθέμενοι, δι’ ὧν ὁμολογεῖτε. Μηδεὶς δὲ τοιοῦτος150
10παρέστω, ὡς στόματι μὲν λέγειν· «Ἔχομεν πρὸς τὸν Κύριον», τῇ δὲ διανοίᾳ περὶ τὰς βιωτικὰς ἔχειν τὸν νοῦν φροντίδας. Πάντοτε μὲν οὖν Θεοῦ μνημονευτέον· εἰ δὲ τοῦτο διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην ἀδύνατον, κατ’ ἐκείνην μάλιστα τὴν ὥραν τοῦτο φιλοτιμητέον.

5

.

5

Εἶτα ὁ ἱερεὺς λέγει· «Εὐχαριστήσωμεν τῷ Κυρίῳ.» Ὄντως γὰρ εὐχαριστεῖν ὀφείλομεν, ὅτι ἀναξίους ὄντας ἡμᾶς ἐκάλεσεν εἰς τὴν τηλικαύτην χάριν, ὅτι ἐχθροὺς ὄντας κατήλ‐ λαξεν, ὅτι πνεύματος υἱοθεσίας κατηξίωσεν. Εἶτα λέγετε·
5«Ἄξιον καὶ δίκαιον.» Εὐχαριστοῦντες γὰρ ἡμεῖς ἄξιον ποιοῦ‐ μεν πρᾶγμα καὶ δίκαιον· αὐτὸς δὲ οὐ δίκαιον, ἀλλ’ ὑπὲρ τὸ δίκαιον ποιῶν, ἡμᾶς εὐηργέτησε καὶ τηλικούτων ἠξίωσεν ἀγαθῶν.

5

.

6

Μετὰ ταῦτα μνημονεύομεν οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσ‐
σης, ἡλίου καὶ σελήνης, ἄστρων, πάσης κτίσεως λογικῆς τε καὶ ἀλόγου, ὁρατῆς τε καὶ ἀοράτου, ἀγγέλων, ἀρχαγγέλων, δυνάμεων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, θρόνων, τῶν χερου‐152
5βὶμ τῶν πολυπροσώπων, δυνάμει λέγοντες τὸ τοῦ Δαβίδ· «Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί.» Μνημονεύομεν καὶ τῶν σεραφίμ, ἃ ἐν Πνεύματι ἁγίῳ ἐθεάσατο Ἡσαΐας παρεσ‐ τηκότα κύκλῳ τοῦ θρόνου τοῦ Θεοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτοντα τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας,
10καὶ ταῖς δυσὶ πετόμενα, καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ.» Διὰ τὸ γὰρ τὴν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν σεραφὶμ δοξολογίαν ταύτην λέγομεν, ὅπως κοινωνοὶ τῆς ὑμνῳδίας ταῖς ὑπερκοσμίοις γενώμεθα στρατιαῖς.

5

.

7

Εἶτα ἁγιάσαντες ἑαυτοὺς διὰ τῶν πνευματικῶν τούτων ὕμνων, παρακαλοῦμεν τὸν φιλάνθρωπον Θεὸν τὸ ἅγιον Πνεῦμα ἐξαποστεῖλαι ἐπὶ τὰ προκείμενα, ἵνα ποιήσῃ τὸν μὲν ἄρτον σῶμα Χριστοῦ, τὸν δὲ οἶνον αἷμα Χριστοῦ· παντὸς γὰρ οὗ ἂν
5ἐφάψηται τὸ ἅγιον Πνεῦμα, τοῦτο ἡγίασται καὶ μεταβέ‐
βληται.154

5

.

8

Εἶτα μετὰ τὸ ἀπαρτισθῆναι τὴν πνευματικὴν θυσίαν, τὴν ἀναίμακτον λατρείαν, ἐπὶ τῆς θυσίας ἐκείνης τοῦ ἱλασμοῦ, παρακαλοῦμεν τὸν Θεὸν ὑπὲρ κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης, ὑπὲρ τῆς τοῦ κόσμου εὐσταθείας, ὑπὲρ βασιλέων, ὑπὲρ στρα‐
5τοπέδων καὶ συμμάχων, ὑπὲρ τῶν ἐν ἀσθενείαις, ὑπὲρ τῶν καταπονουμένων, καὶ ἁπαξαπλῶς ὑπὲρ πάντων τῶν βοηθείας δεομένων δεόμενοι δὲ πάντες ἡμεῖς ταύτην προσφέρομεν τὴν
θυσίαν.156

5

.

9

Εἶτα μνημονεύομεν καὶ τῶν κεκοιμημένων, πρῶτον πα‐ τριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὅπως ὁ Θεὸς εὐχαῖς αὐτῶν καὶ πρεσβείαις προσδέξηται ἡμῶν τὴν δέησιν. Εἶτα καὶ ὑπὲρ τῶν κεκοιμημένων ἁγίων πατέρων καὶ ἐπισκό‐
5πων, καὶ πάντων ἁπλῶς τῶν ἡμῖν προκεκοιμημένων, μεγίστην ὄνησιν πιστεύοντες ἔσεσθαι ταῖς ψυχαῖς, ὑπὲρ ὧν ἡ δέησις ἀναφέρεται, τῆς ἁγίας καὶ φρικωδεστάτης προκειμένης θυσίας.

5

.

10

Καὶ βούλομαι ὑμᾶς ἀπὸ ὑποδείγματος πεῖσαι. Οἶδα γὰρ πολλοὺς τοῦτο λέγοντας ὅτι· Τί ὠφελεῖται ψυχή, μετὰ ἁμαρτημάτων ἀπαλλασσομένη τοῦδε τοῦ κόσμου, ἢ οὐ μεθ’ ἁμαρτημάτων, ἐὰν ἐπὶ τῆς προσφορᾶς μνημονεύηται; Ἆρα
5γάρ, εἴ τις βασιλεὺς προσκεκρουκότας αὐτῷ ἐξορίστους ποιή‐ σειεν, εἶτα οἱ τούτοις διαφέροντες, στέφανον πλέξαντες, ὑπὲρ τῶν ἐν τιμωρίαις αὐτῷ τοῦτον προσενέγκοιεν, οὐκ ἂν αὐτοῖς ἄνεσιν δῴη τῶν κολάσεων; Τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς,
ὑπὲρ τῶν κεκοιμημένων αὐτῷ τὰς δεήσεις προσφέροντες, κἂν158
10ἁμαρτωλοὶ ὦσιν, οὐ στέφανον πλέκομεν, ἀλλὰ Χριστὸν ἐσφαγιασμένον ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων προσφέ‐ ρομεν, ἐξιλεούμενοι ὑπὲρ αὐτῶν τε καὶ ἡμῶν τὸν φιλάνθρωπον Θεόν.

5

.

11

Εἶτα μετὰ ταῦτα τὴν εὐχὴν λέγεις ἐκείνην, ἣν ὁ Σωτὴρ παρέδωκε τοῖς οἰκείοις αὐτοῦ μαθηταῖς, μετὰ καθαρᾶς συνει‐ δήσεως Πατέρα ἐπιγραφόμενος τὸν Θεὸν καὶ λέγων· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Ὢ τῆς μεγίστης τοῦ Θεοῦ φιλαν‐
5θρωπίας· τοῖς ἀποπηδήσασιν αὐτοῦ καὶ ἐν ἐσχάτοις γενομένοις κακοῖς τοσαύτην δεδώρηται κακῶν ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰκόνα, ἐν οἷς ἐστὶν ὁ Θεὸς ἐνοικῶν καὶ ἐμπεριπατῶν.

5

.

12

«Ἁγιασθήτω τὸ ὄνομά σου.» Ἅγιόν ἐστι φύσει τὸ τοῦ Θεοῦ ὄνομα, κἂν λέγωμεν, κἂν μὴ λέγωμεν. Ἐπειδὴ δὲ ἐν τοῖς ἁμαρτάνουσιν ἔσθ’ ὅτε βεβηλοῦται κατὰ τὸ «Δι’ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν»,
5εὐχόμεθα ἐν ἡμῖν ἁγιασθῆναι τὸ τοῦ Θεοῦ ὄνομα· οὐχ ὅτι ἐκ τοῦ μὴ εἶναι ἅγιον ἐπὶ τὸ εἶναι ἔρχεται, ἀλλ’ ὅτι ἐν ἡμῖν
ἅγιον γίνεται ἁγιαζομένοις καὶ ἄξια τοῦ ἁγιασμοῦ ποιοῦσιν.160

5

.

13

«Ἐλθέτω ἡ βασιλεία σου.» Καθαρᾶς ψυχῆς ἐστι τὸ σὺν παρρησίᾳ φάναι· «Ἐλθέτω ἡ βασιλεία σου». Ὁ γὰρ ἀκούσας Παύλου λέγοντος· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι», ἀλλὰ καθάρας ἑαυτὸν πράξει
5καὶ ἐννοίᾳ καὶ λόγῳ ἐρεῖ τῷ Θεῷ· «Ἐλθέτω ἡ βασιλεία σου.»

5

.

14

«Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.» Οἱ θεῖοι καὶ μακάριοι τοῦ Θεοῦ ἄγγελοι τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσι, καθὼς ὁ Δαβὶδ ψάλλων ἔλεγεν· «Εὐλο‐ γεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι,
5ποιοῦντες τὸν λόγον αὐτοῦ.» Δυνάμει τοίνυν εὐχόμενος τοῦτο λέγεις· Ὡς ἐν ἀγγέλοις γίνεταί σου τὸ θέλημα, οὕτω καὶ ἐπὶ τῆς γῆς ἐν ἐμοὶ γένηται, Δέσποτα.

5

.

15

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ὁ ἄρτος οὗτος ὁ κοινὸς οὐκ ἔστιν ἐπιούσιος· ὁ δὲ ἄρτος οὗτος ὁ ἅγιος ἐπιούσιός ἐστιν, ἀντὶ τοῦ ἐπὶ τὴν οὐσίαν τῆς ψυχῆς κατατασσόμενος. Οὗτος ὁ ἄρτος οὐκ εἰς κοιλίαν χωρεῖ
5καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, ἀλλ’ εἰς πᾶσάν σου τὴν σύστασιν ἀναδίδοται εἰς ὠφέλειαν ψυχῆς τε καὶ σώματος. Τὸ δὲ σήμερον ἀντὶ τοῦ καθ’ ἡμέραν λέγει, ὡς καὶ ὁ Παῦλος ἔλεγεν· «Ἄχρις
οὗ τὸ σήμερον καλεῖται.»162

5

.

16

«Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πολλὰ ἔχομεν ἁμαρτήματα· πταίομεν γὰρ καὶ ἐν λόγῳ καὶ ἐν διανοίᾳ, καὶ πλεῖστα κατα‐ γνώσεως ἄξια ποιοῦμεν. «Καὶ ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν
5οὐκ ἔχομεν, ψευδόμεθα», ὡς λέγει Ἰωάννης. Καὶ συνθήκας πρὸς τὸν Θεὸν τιθέμεθα, συγχωρῆσαι ἡμῖν παρακαλοῦντες τὰ ἁμαρτήματα, ὡς καὶ ἡμεῖς τοῖς πέλας τὰ ὀφειλήματα. Ἐννοοῦν‐ τες τοίνυν ἀνθ’ οἵων οἷα λαμβάνομεν, μὴ ἀναμείνωμεν μηδὲ ὑπερτιθώμεθα συγχωρεῖν ἀλλήλοις. Τὰ πταίσματα τὰ γινό‐
10μενα εἰς ἡμᾶς μικρά ἐστι καὶ εὐτελῆ καὶ εὐδιάλυτα, τὰ δὲ εἰς Θεὸν ὑφ’ ἡμῶν γινόμενα μεγάλα ἐστί, καὶ τῆς αὐτοῦ μόνης δεόμεθα φιλανθρωπίας. Πρόσεχε οὖν, μὴ διὰ τὰ μικρὰ καὶ εὐτελῆ εἰς σὲ ἁμαρτήματα ἀποκλείσῃς σεαυτῷ τῶν βαρυτάτων ἁμαρτημάτων τὴν παρὰ Θεοῦ συγχώρησιν.

5

.

17

«Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», Κύριε. Ἆρα τοῦτο διδάσκει εὔχεσθαι ἡμᾶς, μηδόλως πειρασθῆναι, ὁ Κύριος; Καὶ πῶς εἴρηται ἀλλαχοῦ· Ἀνὴρ ἀπείραστος ἀδόκιμος, καὶ πάλιν· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασ‐
5μοῖς περιπέσητε ποικίλοις·»; Ἀλλὰ μήποτε τὸ εἰσελθεῖν ἐστιν εἰς πειρασμὸν τὸ καταβαπτισθῆναι ὑπὸ τοῦ πειρασμοῦ· ἔοικε
γὰρ ὁ πειρασμὸς ὥσπερ χειμάρρῳ τινὶ δυσκόλῳ πρὸς διάβασιν. Οἱ μὲν οὖν ἐν πειρασμοῖς μὴ καταβαπτιζόμενοι διαβαίνουσιν, ἄριστοί τινες κολυμβηταὶ γινόμενοι καὶ μηδόλως ὑπ’ αὐτοῦ164
10κατασυρόμενοι. Οἱ δὲ μὴ τοιοῦτοι εἰσιόντες καταβαπτίζονται· οἷον, ὡς ἐπὶ παραδείγματος, Ἰούδας εἰσελθὼν εἰς τὸν τῆς φιλοχρηματίας πειρασμὸν οὐ διενήξατο, ἀλλὰ καταβαπτισ‐ θεὶς ὡς σωματικῶς καὶ πνευματικῶς ἀπεπνίγη. Πέτρος εἰσῆλ‐ θεν εἰς τὸν τῆς ἀρνήσεως πειρασμόν, ἀλλὰ εἰσελθὼν οὐ
15κατεβαπτίσθη, ἀλλὰ γενναίως διενήξατο καὶ ἐρρύσθη ἀπὸ τοῦ πειρασμοῦ. Ἄκουε πάλιν ἀλλαχοῦ ὁλοκλήρων ἁγίων χοροῦ εὐχαρισ‐ τοῦντος ἐπὶ τῷ ἐξαιρεθῆναι τοῦ πειρασμοῦ· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον·
20εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Ὁρᾷς αὐτοὺς παρρησιαζομένους ἐπὶ τῷ διελθεῖν καὶ μὴ ἐμπαγῆναι; «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν»· τὸ εἰς ἀνα‐
25ψυχὴν ἐλθεῖν ταὐτόν ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι.

5

.

18

«Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Εἰ ἦν τὸ
«Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν» τοῦ μηδόλως πειρασθῆ‐ ναι παραστατικόν, οὐκ ἂν ἔλεγεν· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Πονηρὸς δὲ ὁ ἀντικείμενος δαίμων, ἀφ’ οὗ166
5ῥυσθῆναι εὐχόμεθα. Εἶτα μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς λέγεις «Ἀμήν», ἐπι‐ σφραγίζων διὰ τοῦ Ἀμήν, ὃ σημαίνει «γένοιτο», τὰ ἐν τῇ θεοδιδάκτῳ εὐχῇ.

5

.

19

Μετὰ ταῦτα λέγει ὁ ἱερεύς· «Τὰ ἅγια τοῖς ἁγίοις». Ἅγια τὰ προκείμενα, ἐπιφοίτησιν δεξάμενα ἁγίου Πνεύματος· ἅγιοι καὶ ὑμεῖς, Πνεύματος ἁγίου καταξιωθέντες. Τὰ ἅγια οὖν τοῖς ἁγίοις κατάλληλα. Εἶτα ὑμεῖς λέγετε· «Εἷς ἅγιος,
5εἷς Κύριος, Ἰησοῦς Χριστός». Ἀληθῶς γὰρ εἷς ἅγιος, φύσει ἅγιος· ἡμεῖς γάρ, εἰ καὶ ἅγιοι, ἀλλ’ οὐ φύσει, ἀλλὰ μετοχῇ καὶ ἀσκήσει καὶ εὐχῇ.

5

.

20

Μετὰ ταῦτα ἀκούετε τοῦ ψάλλοντος μετὰ μέλους θείου
προτρεπρομένου ὑμᾶς εἰς τὴν κοινωνίαν τῶν ἁγίων μυστηρίων καὶ λέγοντος· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» Μὴ τῷ λάρυγγι τῷ σωματικῷ ἐπιτρέπητε τὸ κριτικόν, ἀλλὰ168
5τῇ ἀνενδοιάστῳ πίστει· γευόμενοι γὰρ οὐκ ἄρτου καὶ οἴνου γεύεσθε, ἀλλὰ ἀντιτύπου σώματος καὶ αἵματος Χριστοῦ.

5

.

21

Προσιὼν οὖν μὴ τεταμένοις τοῖς τῶν χειρῶν καρποῖς προσέρχου, μηδὲ διῃρημένοις τοῖς δακτύλοις· ἀλλὰ τὴν ἀριστερὰν θρόνον ποιήσας τῇ δεξιᾷ, ὡς μελλούσῃ Βασιλέα ὑποδέχεσθαι, καὶ κοιλάνας τὴν παλάμην δέχου τὸ σῶμα τοῦ
5Χριστοῦ, ἐπιλέγων «Ἀμήν». Μετ’ ἀσφαλείας οὖν ἁγιάσας τοὺς ὀφθαλμοὺς τῇ ἐπαφῇ τοῦ ἁγίου σώματος μεταλάμβανε, προσέχων μὴ παραπολέσῃς τι ἐκ τούτου· ὅπερ γὰρ ἐὰν ἀπολέσῃς, τοῦτο ὡς ἀπὸ οἰκείου ἐζημιώθης μέλους. Εἰπὲ γάρ μοι, εἴ τίς σοι ἔδωκε ψήγματα χρυσίου, οὐκ ἂν μετὰ170
10πάσης ἀσφαλείας ἐκράτεις, φυλαττόμενος μή τι αὐτῶν παρα‐ πολέσῃς καὶ ζημίαν ὑποστῇς; Οὐ πολλῷ οὖν μᾶλλον ἀσφα‐ λέστερον τοῦ χρυσίου καὶ λίθων τιμίων τιμιωτέρον διασκο‐ πήσεις ὑπὲρ τοῦ μὴ ψῖχα ἐκπεσεῖν;

5

.

22

Εἶτα μετὰ τὸ κοινωνῆσαί σε τοῦ σώματος τοῦ Χρισ‐ τοῦ, προσέρχου καὶ τῷ ποτηρίῳ τοῦ αἵματος, μὴ ἀνατείνων τᾶς χεῖρας, ἀλλὰ κύπτων, καὶ τρόπῳ προσκυνήσεως καὶ σεβάσματος λέγων τὸ «Ἀμὴν», ἁγιάζου καὶ ἐκ τοῦ αἵματος
5μεταλαμβάνων Χριστοῦ. Ἔτι δὲ τῆς νοτίδος ἐνούσης τοῖς χείλεσι χερσὶν ἐπαφώμενος καὶ ὀφθαλμοὺς καὶ μέτωπον καὶ τὰ λοιπὰ ἁγίαζε αἰσθητήρια. Εἶτα ἀναμείνας τὴν εὐχήν, εὐχαρίστει τῷ Θεῷ τῷ καταξιώσαντί σε τῶν τηλικούτων
μυστηρίων.172

5

.

23

Ταύτας κατέχετε τὰς παραδόσεις ἀσπίλους, καὶ ἀπροσ‐ κόπους ἑαυτοὺς διαφυλάξατε· τῆς κοινωνίας ἑαυτοὺς μὴ ἀπορρήξητε, μὴ διὰ μολυσμὸν ἁμαρτίας τῶν ἱερῶν τούτων καὶ πνευματικῶν ἑαυτοὺς ἀποστερήσητε μυστηρίων.
5 Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη,» ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.174