TLG 2109 012 :: Pseudo–MACARIUS :: Opusculum 1 (= De custodia cordis) Pseudo–MACARIUS Scr. Eccl., vel Symeon
vel Macarius–Symeon Opusculum 1 (= De custodia cordis) Citation: Volume — page — (line) | ||
34.821(20t) | ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ | |
21t | ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΡΔΙΑΣ | |
---|---|---|
22t | ΛΟΓΟΣ. | |
26 | Αʹ. Πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι νηστεύων, καὶ ξενιτεύων, καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός | |
εἰμι; Ἅγιός ἐστιν, οὐ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον; | 821 | |
34.824 | οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν ἐστιν ἡ κάθαρσις, ἀλλ’ ἡ κατὰ συνείδησιν τελεία κάθαρσις. Εἴσελθε γὰρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον, καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν σου, καὶ | |
5 | ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογι‐ σμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα τῆς ψυχῆς σου τὸν ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν, τὸν φονεύσαντά σε διὰ τῶν καιριωτέρων τῆς ψυχῆς σου μελῶν· ἄβυσσος γάρ ἐστιν ἀκατάληπτος ἡ καρδία· καὶ ἐὰν τοῦτον | |
10 | φονεύσῃς, καύχησαι τῷ Θεῷ περὶ καθαρότητος· εἰ δὲ μὴ, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Θεοῦ. | |
16 | Βʹ. Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέ‐ κρυπται, καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται. Εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐν τῷ κρυπτῷ, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ, καὶ οὐκ | |
20 | ἀποθνήσκει· ἀλλ’ εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ’ οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρονται σὺν δόξῃ· διὸ καὶ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν ἁγίων. | |
25 | Γʹ. Ὅλος ὁ ἀγὼν τοῦ ἀντικειμένου οὗτός ἐστιν, ἵνα δυνηθῇ τὸν νοῦν ἡμῶν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ ἀγάπης ἐκσπᾶσαι, δελεάσμασι γηΐνοις χρώμε‐ νος, καὶ ἀπὸ τοῦ ὄντος καλοῦ παρεκτρέπων ἐπὶ τὰ δοκήσει, ἀλλ’ οὐκ ὄντως καλά. Πᾶν γὰρ ὃ ἐὰν ποιῇ | |
30 | ἄνθρωπος καλὸν, σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται, καὶ τὴν ἰδίαν ἐπεισπορὰν τῆς κενοδοξίας ἢ ὀνήσεως τῇ ἐντολῇ συμμίγειν ἀγωνίζεται· ἵνα μὴ διὰ Θεὸν καὶ μόνον κατὰ προθυμίαν ἀγαθὴν τὸ γινό‐ μενον ἀγαθὸν γένηται. | |
37 | Δʹ. Τί οὖν; ἡμεῖς οἱ μηδόλως εἰς τὴν καρδίαν εἰσ‐ ελθόντες, πῶς ἀρξώμεθα; διὰ νηστείας καὶ προσευ‐ χῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς ὁ Κύριος ἐκέλευσεν | |
40 | εἰπών· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Ἐὰν γὰρ ἐμμείνωμεν τῷ λόγῳ τοῦ Κυρίου, καὶ τῇ πτωχείᾳ, καὶ τῷ ταπεινῷ φρονήματι, καὶ πάσαις παῖς τῶν ἐντο‐ λῶν ἀρεταῖς νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν τοῦ Κυρίου θύραν, δυνησόμεθα τυχεῖν | |
45 | τοῦ ζητουμένου. Διὰ ταύτης γὰρ τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τοῦ σκότους. Εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυ‐ χῆς, καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς, καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστόν. | |
52 | Εʹ. Ὅταν ὁ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο· καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας, καὶ σκολιά‐ | |
55 | ζων πολιτεύεται. Διὰ τοῦτο συναντᾷ θηρίοις. Εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος κόπον ἐκκόπτομεν, | |
οὐκ ἂν ἐπλημμελήσαμεν· τοῖς γὰρ περὶ ψυχῆς θλι‐ | 823 | |
34.825 | βομένοις λέγει ἡ Γραφή· Πιστὸς ὁ Θεὸς, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὁ δύνασθε· ἀπαιδεύτοις δὲ συναντήσαι κακά. | |
5 | ϛʹ. Ὥσπερ οἱ ἔξω ὀφθαλμοὶ βλέπουσι μακρόθεν τὰς ἀκάνθας, καὶ τοὺς κρημνούς· οὕτω καὶ ὁ προ‐ βλεπτικὸς νοῦς προβλέπει ταχὺς ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς, καὶ ἀσφαλί‐ ζεται τὴν ψυχὴν, ὡς ὀφθαλμὸς ὢν αὐτῆς. | |
10 | Ζʹ. Ἀγῶνος πολλοῦ καὶ πόνου κροπτοῦ καὶ ἀορά‐ του χρεία, λογισμῶν ἔρευναν ποιεῖσθαι, καὶ τὰ ἠσθενη‐ κότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· δεῖ πάντοτε καὶ ἀναζωπυρεῖν διὰ τοῦ νοὸς πρὸς Θεὸν ἐπείξεως | |
15 | τὰ ἐξησθενηκότα τῇ ψυχῇ μέλη· τοῦ νοῦ ἡμῶν προσ‐ καλουμένου μετὰ τοῦ Κυρίου πάντοτε, ἵνα γένηται εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου. Τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτή‐ | |
20 | δευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ πινόντων, ἢ ἕτερόν τι ποιούντων, ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἐπιτήδευμα εἰς δόξαν Θεοῦ γένηται. Ἁγιάζεται γὰρ καὶ ἡ τῶν ἐντολῶν πᾶσα ἀκολουθία· καὶ καθαρῶς ὑφ’ ὑμῶν ἐπιτελεῖται, διὰ | |
25 | τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ, καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς Θεὸν, καὶ γινόμεθα ἐκτὸς ἀπὸ τοῦ μιαίνοντος τὰς ἐντολὰς τοῦ Θεοῦ. | |
30 | Ηʹ. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκρο‐ θινίων τῷ ἱερεῖ τοῦ Θεοῦ Μελχισεδὲκ προσήνεγκε, καὶ οὕτως τὴν εὐλογίαν ἐδέξατο παρ’ αὐτοῦ. Τί δ’ ἄλλο διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα, ἀλλ’ ἢ ὑψηλο‐ τέραν θεωρίαν ἐμφαίνων που, τὰ ἄκρα καὶ τὰ ὀστᾶ | |
35 | τοῦ ὅλου συγκρίματος τῆς φύσεως ἡμῶν; τουτέστιν, αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν συνείδησιν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν λογισμὸν, αὐτὴν τῆς ψυχῆς τὴν ἀγαπητικὴν δύναμιν, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ πρότερον κομίζειν δεῖν πάντοτε, | |
40 | τὴν τῆς καρδίας ἱερὰν θυσίαν· τὰ ἀκροθίνια, καὶ τὰ ἄκρα τῶν ἀγαθῶν λογισμῶν εἰς τὴν αὐτὴν μνήμην καὶ μελέτην διὰ παντὸς ἀπασχολοῦντος. Καὶ οὕτως δυνάμεθα ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμ‐ βάνειν βοηθούμενοι ὑπὸ τῆς θείας χάριτος, καὶ τὸ | |
45 | φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν, ἐλαφρὸν ἡμῖν καταφανήσεται, καθαρῶς καὶ ἀμώμως ταύτας ἐπι‐ τελοῦντες, συνεργούμενοι ὑπ’ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς πρὸς αὐτὸν ἡμῶν πίστεως. Περὶ δὲ τῆς φαινο‐ μένης ἀσκήσεως, καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖ‐ | |
34.825(50) | ζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπη‐ τοὶ, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ κρέμανται, καὶ ἀλλήλων συνδέδενται, καὶ ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις, μία ἀπὸ μιᾶς ἤρτηται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς | |
55 | πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ τα‐ πείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, | |
ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ | 825 | |
34.828 | ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον, ἐφ’ ἑνὸς τὰ κακὰ ἐκδίδονται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κε‐ νοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία | |
5 | ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς μικροψυχίας, ἡ μικροψυχία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων | |
10 | εἰσὶν ἐκκρεμάμενα. Οὕτως ἐν τῷ ἀγαθῷ μέρει αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι. Κεφαλὴ δὲ πάσης ἀρετῆς καὶ κορυφὴ τῶν κατορθωμάτων ἐστὶν ἡ προσευχῆς προσκαρτέρησις, δι’ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι κτᾶσθαι δυνάμεθα. | |
15 | Θʹ. Ἐὰν μὴ ἡ ταπεινοφροσύνη, καὶ ἡ ἁπλότης, καὶ ἡ ἀγαθότης, κατακοσμήσῃ ἡμᾶς, τὸ σχῆμα τῆς εὐχῆς ἡμᾶς οὐδὲν ὠφελήσει. Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς λέγομεν, ἀλλὰ καὶ περὶ παντὸς καμάτου, ἢ πόνου, ἢ παρθενίας, ἢ εὐχῆς, ἢ οἱουδήποτε καμάτου | |
20 | καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένου· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινότητος, ἁπλότητός τε καὶ ἀφελότητος, πίστεως καὶ μακροθυμίας, ἀφθόνως ἐν ἑαυτοῖς εὑρίσκομεν, εἰκῆ καὶ μάτην οἱ κάματοι | |
25 | ἡμῶν γεγόνασι· ἡ πᾶσα γὰρ ἐκείνη ἐργασία, καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς γίνεσθαι ὀφείλουσι. Τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ εὑρισκομένων ἐν ἡμῖν, εἰκῆ καὶ μάτην ἡ ὅλη ἐργασία γίνεται. Οἱ γὰρ χωρὶς τούτων ἐργαζόμενοι κατὰ τὰς πέντε μω‐ | |
30 | ρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵ‐ τινες διὰ τὸ μὴ ἐντεῦθεν ἀποκομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶ τῶν προειρημένων ἀρετῶν, μωραὶ ὠνομάσθησαν, καὶ τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπ‐ | |
35 | εκλείσθησαν. Καὶ ὁ τῆς παρθενίας κάματος διὰ τῶν ἀρετῶν ἔλλειψιν καὶ στέρησιν τῆς ἐναργοῦς ἐνοική‐ σεως τοῦ Πνεύματος, εἰς οὐδὲν ἐλογίσθη. Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ | |
40 | εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίνεται· οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως, καὶ τῶν λοιπῶν παρὰ τῷ Ἀποστόλῳ ῥηθέντων ἐν πάσῃ πληροφορίᾳ | |
45 | καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῆ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς, καὶ ψαλμ‐ ῳδίας, νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος εἰς οὐ‐ δὲν ἀποδείκνυται. Οὗτοι γὰρ οἱ πόνοι ψυχῆς καὶ σώ‐ ματος ἐπ’ ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι | |
34.828(50) | ὀφείλουσιν· ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρ‐ ποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφ‐ θάρτῳ, ἐν καρδίαις πισταῖς, ὑπὸ τοῦ Πνεύματος ἐνερ‐ γουμέναις· ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργα‐ σία καὶ πόνος καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν | |
55 | διὰ πίστεως καὶ ἐλπίδος ἀπὸ τοῦ ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι. Καλόν ἐστιν ἡ νηστεία, ἡ | |
ἀγρυπνία, ἡ ξενιτεία· ἀλλὰ ταῦτα ἀκμὴ πολιτείας | 827 | |
34.829 | ἐστὶν ἀγαθῆς· πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσω‐ τέρα ἐστὶ τούτων, καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις τὴν πεποίθησιν ἔχειν καὶ μόνοις. Συμβαίνει δὲ ὅτι εἰσί τινες χάριτος μέτοχοι· καὶ ἡ κακία ἔτι οὖσα | |
5 | τεχνάζεται, καὶ παραχωρεῖ ἑκοῦσα, καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ· καὶ λοιπὸν φέρει αὐτὴν οἴησιν, ὅτι Χρι‐ στιανός εἰμι τέλειος, καὶ μετὰ ταῦτα, ὅταν νομίσῃ ὁ ἄνθρωπος, ὅτι Ἐλεύθερός εἰμι, καὶ ἀμεριμνεῖ, τότε | |
10 | λῃστρικῷ τρόπῳ ἔρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα, καὶ πειράζει αὐτὸν, καὶ καταφέρει αὐτὸν εἰς τὰ κατώτατα τῆς γῆς. Εἰ γὰρ ἄνθρωποι πολλά‐ κις λῃσταὶ ὄντες ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι, καὶ ὑποκαθέζονται, καὶ ποιοῦσιν ἔγ‐ | |
15 | κρυμμα, καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν, καὶ περικυκλοῦσιν αὐτοὺς ἀθρόως, καὶ ἀποκτείνουσι· πολλῷ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων τοῦτο τὸ ἔργον ἔχουσα, τόσας ἀπολέσασα ψυχὰς, οἶδεν οὖν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ, κατὰ καιροὺς μὴ | |
20 | ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότη‐ τος; | |
23 | Ιʹ. Ὁ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ἂν ποιήσῃ ὁ ἄνθρωπος δικαιοσύνας, μὴ ἐπανα‐ | |
25 | παύῃ ἐν αὐταῖς, καὶ ἔχῃ ἑαυτὸν μέγαν, ἀλλ’ ᾖ πτω‐ χὸς τῷ πνεύματι· καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν κατειληφέναι τι, καὶ οἰηθῇ εἶναί τις, καὶ ἄρξηται διδάσκειν· ἀλλ’ ἵνα ὢν καλῆς ξενι‐ τείας καὶ πολιτείας, νηστεύων πολὺ, ξενιτεύων, εὐ‐ | |
30 | χόμενος, μετέχων χάριτος, μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν· ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν, ἵνα μὴ κεκο‐ ρεσμένος ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι· ἀλλ’ ᾖ πενθῶν καὶ δακρύων. Καὶ ὃν τρόπον ἐὰν ᾖ | |
35 | μήτηρ, καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτὸν, καὶ ὅταν γένηται ἀνὴρ, συμβῇ αὐτῷ ἀποθανεῖν· καὶ λοιπὸν ὅσοι ἂν ὦσι παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος, καὶ ἀπαραμύ‐ θητός ἐστιν· οὕτω χρὴ κλαίειν τὸν Χριστιανὸν τὴν | |
40 | πτῶσιν αὐτοῦ, καὶ ἀδιαλείπτως δακρύειν· πρὸ πάν‐ των δὲ ἔχειν συντετριμμένην τὴν καρδίαν. | |
44 | ΙΑʹ. Ὥσπερ εἰ οἶκος βασιλέως ἔχων διαίτας πολλὰς | |
45 | καὶ αὐλὰς διαφόρους, καὶ πρόθυρα πολλὰ, καὶ ἐσω‐ τέρους οἴκους, ἔνθα μένει ὁ βασιλεὺς, καὶ ἡ πορ‐ φύρα, καὶ οἱ θησαυροὶ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχό‐ μενος εἰς τὰς ἐξωτέρας αὐλὰς μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους ἦλθεν, ὅπου ἡ δόξα τοῦ βασι‐ | |
34.829(50) | λέως, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροί· οὕτως εἰς τὸ πνευματικὸν, οἱ νηστεύοντες, οἱ ἀγρυπνοῦντες, οἱ ψάλλοντες καὶ εὐχόμενοι, μὴ νομίσωσιν, ὅτι εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὡς δὲ ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, οὐχ ὅπου ἡ πορφύρα, | |
55 | καὶ οἱ θησαυροί. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ τῇ ἔξω πολιτείᾳ θαῤῥεῖν, καὶ λέγειν, ὅτι Εἰμί τις· εἰ δὲ καὶ χάριτος μέτοχος γένηται, οἰηθῆναι ὡς καταλαβὼν, ἢ γενόμενος ἐγγύτατος τοῦ βασιλέως· ἀκμὴν γὰρ εἰς | |
τοὺς ἐξωτέρους οἴκους διατρίβει. Οὐκ ὀφείλει ἐρευ‐ | 829 | |
34.832 | νᾷν ἕκαστον, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν, ἢ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύμα‐ τος, ἢ εὗρε τὸν βασιλέα, καὶ ἀνεπαύσατο, Ἡ γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· | |
5 | καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς. Ὁ οὖν ἄπειρος παρακαλούμενος τῇ χάριτι, νομίζει ὅτι ἐλ‐ | |
10 | θοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε, καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία· τότε οὖν πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν· ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως, ὃν τρόπον | |
15 | ὁ ὀφθαλμὸς ἐν τῷ σώματι πέπρακται· καὶ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν· καὶ ὁ ἀδιάκριτος, ὡς ἤδη καταλαβὼν, οἴεταί τι περὶ αὑτοῦ καὶ τυφοῦ‐ ται ὡς ἐλευθερωθείς. Οὐχ οὕτως γάρ ἐστι τὰ πράγ‐ ματα· καθὼς γὰρ εἶπον, ἔγκρυμμα ποιεῖ ὁ Σατανᾶς, | |
20 | εἰς καιροὺς μὴ ἐνεργῶν, ἵνα ποιήσῃ νομίσαι τὸν ἄνθρωπον, ὅτι Εἰμὶ καθαρὸς καὶ τέλειος· μὴ ὁ φυ‐ τεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν, ἢ γεωργεῖ οἶνον, καὶ ὁ σπείρων τὸ σπέρμα ἐν τῇ γῇ, ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς, καὶ τὸ γεννώμενον | |
25 | παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν, ἢ στρατευόμενος τίρων ἤδη ἐγένετο ἀξιωματικός; χρὴ γὰρ αὐτὸν πρῶτον κοπιάσαι, καὶ εἰσελθόντα πόλεμον λαβεῖν τὰ νικητήρια καὶ στεφανωθῆναι. | |
35 | ΙΒʹ. Καλὸν οὖν ἐστιν ἡ ἀκτημοσύνη καὶ ἡ ψαλμ‐ ῳδία, καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία, καὶ τὸ λαβεῖν χάριν Θεοῦ· ὁ δὲ ἀκμὴν οὔπω ἤρξατο ὡς δεῖ σκά‐ πτειν καὶ τιθέναι θεμέλιον. Καὶ ἐν τοιούτοις ὁ νοῦς δεῖ ἀνεπίληπτος εἶναι μέτοχος χάριτος· λοιπὸν οἴεται | |
40 | περὶ αὑτοῦ, καὶ ἔχει τιμίαν τὴν ψυχήν. Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν, ἀπὸ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν, εἰς ποῖα πάθη καὶ σταύρωσιν ἦλθε. Διὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην ὑπερυψώθη ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς· καὶ ὁ ὄφις ἐξ ἀρχῆς ὑπέσπειρε | |
45 | τῷ Ἀδὰμ ὕψωμα, ὅτι Ὡς Θεὸς γίνῃ· διὰ ταύτης τῆς ὑψηλοφροσύνης εἶδες οὖν εἰς ὁποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ. Ἐπιζητῶ δὴ ἄνθρωπον πτωχὸν τῷ πνεύματι, καὶ οὐχ εὑρίσκω· ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς, καὶ | |
34.832(50) | ᾖ ἐπιδεόμενος, καὶ πτωχὸς καὶ παρὰ πάντων ζητῇ. Οὕτως εἰσὶ Χριστιανοὶ ἔχοντες χάριν, πλούσιοι εἰς Θεὸν, πτωχοί εἰσι τῷ πνεύματι, ὡς μηδὲν ἔχοντες· εἰσὶ πρὸς λόγον ἑκατὸν λίτραι χρυσίου ἃς ὀφείλει κτήσασθαι· ὁ λαβὼν πέντε λίτρας ἐκορέσθη. Εἰσὶ | |
55 | δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάρι‐ τος, καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν, καυχώμενοι. Καὶ | |
εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας, | 831 | |
34.833 | καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκια· τοῦτο δὲ αὐτοῖς συμβαίνει, ἢ κατ’ ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν. Ἢ κατὰ κενοδοξίαν, αἰσχυνόμενοι εἰπεῖν ὅτι ἐνεργεῖ τὸ κακόν· ἤδη γὰρ | |
5 | κηρύττουσιν εἶναι ἑαυτοὺς τελείους. Τὸ δὲ δίκαιον δεῖ ποιεῖν καὶ λέγειν τὸν ἄνθρωπον· καὶ τὰ τῆς χάριτος ὁμολογεῖν, καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας. Ψεύδεται γὰρ ὁ τοιοῦτος καθαρὰν λέγων ἔχειν τὴν καρδίαν· οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα, ὡς ἄμα | |
10 | τὴν χάριν ἐπιδημῆσαι ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον· παραδέδονται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ ποίδευσιν, ὃν τρόπον καὶ ὁ Ἰὼβ τῷ πειρασμῷ. Συνεργεῖ γὰρ τὸ κακὸν τῷ ἀγαθῷ, προαιρέσει οὐ καλῇ· τὸν δὲ Χρι‐ | |
15 | στιανὸν δεῖ πέντε οὐγκίας τῆς ἁμαρτίας ἔχοντα, λέγειν, ὅτι Εἴκοσιν ἔχω, καὶ πεπληρωμένος εἰμὶ τοῦ κακοῦ. Καὶ ἔχοντα πρὸς λόγον οὐγκίας εἴκοσι τοῦ ἀγαθοῦ, λέγειν, ὅτι Ἡμιούγκιον ἔχω. Εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν, τὸ δίκαιον γοῦν | |
20 | εἰπάτω. Ὁμολογησάτω μὲν καὶ τὴν ἐνέγρειαν τῆς χάριτος· ὁμολογησάτω δὲ καὶ τὴν ἁμαρτίαν ἐν μέρει. Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς, ὅτι ἔχει βάθος, ὑποδείγμασι χρώμεθα διαγράφοντας αὐτῆς τὰ μέλη. Ὥσπερ ἵνα ᾖ ἥλιος, καὶ ὦσιν ἐξ | |
25 | αὐτοῦ ἀκτῖνες πολλαί· ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν, καὶ ἔχῃ κλάδους· ἢ ἵνα ᾖ πόλις μεγάλη, καὶ ἔχῃ γείτο‐ νας πολλάς· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία, ἡ ἀθάνατος ψυχὴ, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα Θεοῦ. Λοιπὸν ἐλθοῦσα ἡ χάρις, | |
30 | εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει· ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι’ ὅλου, τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος | |
35 | καὶ τῆς λαμπρότητος γέγονε· πρὸς λόγον πέντε λί‐ τρας χρυσίου κτησάμενος, δοκεῖ αὐτῷ ὅτι ἑκατὸν λί‐ τρας ἐκτήσατο· μὴ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ ἤδη γέ‐ γονεν ἄνθρωπος; ἢ ὅτι θεὶς ἕνα λίθον τοῦ θεμελίου, ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς | |
40 | ἐπὶ τῆς γῆς, ἤδη ἐγένετο στάχυς; μὴ ὁ πραγμα‐ τευόμενος ἅμα τοῦ ἄρξασθαι τῆς πραγματείας, ἤδη ἐπλήρωσε τὴν ἀποθήκην; καὶ ὁ μετέχων χάριτος μι‐ κρᾶς, παρὰ τοῦτο γέγονε Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ οἱ μεγάλοι οὕτως εἰσὶ πρὸς τελειότητα, | |
45 | ὡς ὁ ὀφφικιάλιος πρὸς ἡγεμόνα· ἢ ὡς ῥύαξ μικρὸς πρὸς Εὐφράτην ποταμόν. Ὁ ἔχων πρόθεσιν ἀπελ‐ θεῖν εἰς πόλιν μακρὰν τριάκοντα μονῶν, δύο ἢ τρεῖς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν· ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, | |
34.833(50) | οὐκ ἀναγκαστική· καὶ θεία χάρις προτρεπτική ἐστι διὰ τὸ αὐτεξούσιον καὶ λιτὸν τῆς φύσεως, λοιπὸν ἐὰν ποιήσῃ κακὰ ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ Σατανᾶ, οὐ κρίνεται ἀντ’ αὐτοῦ ὁ Σατανᾶς· ἀλλ’ αὐτὸς ὁ ἅνθρωπος τιμωρεῖται καὶ κολάζεται, ὡς | |
55 | ὑπήκοος γεγονὼς τῆς κακίας ἰδίῳ θελήματι. Ὁμοίως καὶ ἐὰν τραπῇ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν, καὶ πε‐ ριγένοιτο χάρις Θεοῦ, οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυ‐ τῇ ἡ χάρις, ἀλλ’ ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξά‐ | |
ζει αὐτόν· ἐπειδὴ ἑαυτῷ ἐγίνετο ὁ ἄνθρωπος αἴτιος | 833 | |
34.836 | τοῦ ἀγαθοῦ· αὐτῆς γάρ ἐστι τῆς φύσεως οὗτος· καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα, καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθοῦ, ἀλλὰ πα‐ | |
5 | ραχωρεῖ τῷ αὐτεξουσίῳ καὶ συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν ψυχὴν ἢ οὐ τιμᾷ· εἰ συμφωνεῖ ἢ οὐ συμφωνεῖ· πολ‐ λοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν. Ἄλλοι δὲ ἐξ‐ ετράπησαν. Λέγει γὰρ ὁ Ἀπόστολος, Ἐναρξάμενοι | |
10 | πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖτε· τῇ γὰρ φύσει νόμος οὐ κεῖται, ἀλλὰ τῇ αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Διὸ λέγει ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἠθέλησα εἰ ἤδη ἀνήφθη. Θέλει ὁ Κύριος | |
15 | ἀναφθῆναι τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀν‐ θρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν· ὁμοίως πάλιν λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγα‐ γεῖν ὑμᾶς, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε; ὁρᾷς ὅτι ὁ Κύριος θέλει· καὶ αὖ οἱ ἄν‐ | |
20 | θρωποι οὐ θέλουσι προσεγγίσαι τῷ Κυρίῳ, καὶ εὑ‐ ρεῖν ἔλεος. | |
27 | ΙΓʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι, καὶ κατοικητήριον Θεοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου καταξιωθῆναι, | |
30 | ἵνα τοὺς καρποὺς αὐτοῦ κατὰ τὰς ἐντολὰς τοῦ Κυ‐ ρίου δυνηθῇ ἀμώμως καὶ καθαρῶς ποιεῖν, οὕτως ὀφείλει ἐνάρξασθαι. Πρῶτον πιστεῦσαι τῷ Κυρίῳ βε‐ βαίως, καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ | |
35 | κατὰ πάντα, ἵνα ἐν οὐδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν πάντοτε προσ‐ καρτερεῖν αὐτὸν, καὶ μὴ ἀπογινώσκειν προσδεχό‐ μενος τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ τὴν βοήθειαν πάντοτε, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων | |
40 | διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἀεὶ εἰς πᾶν ἀγαθὸν, καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, κἂν μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρ‐ τίαν· οἷον βιάζεσθαι ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων | |
45 | ἐλάττω καὶ χείρονα ἡγεῖσθαι, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ Εὐαγγε‐ λίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν, καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ μόνῳ βουλόμενος ἀρέσαι. Εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν | |
34.836(50) | βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρη‐ στὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν | |
55 | ἐθίζειν μετὰ βίας, ὥς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐ | |
ράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν | 835 | |
34.837 | ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ τό· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ἀεὶ δὲ τὴν τοῦ | |
5 | Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ· καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ, διὰ παντὸς δεόμενος καὶ πι‐ στεύων· ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ | |
10 | καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πά‐ σαις αὐτοῦ, καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητή‐ ριον Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου ἀεὶ μνημο‐ | |
15 | νεύειν, καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ. Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδὴν, πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ, καὶ εἰς τὴν ταπεινοφροσύ‐ | |
20 | νην, καὶ πραότητα καὶ ἀγάπην· καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει, καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας, ποιεῖ μετ’ αὐτοῦ τὸ ἔλεος αὐτοῦ· καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ, καὶ τῆς ἐνοικούσης ἁμαρτίας; Πνεύματος ἁγίου ἐμπιπλῶν | |
25 | αὐτὸν, καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύ‐ ματος, ὅτε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον | |
30 | προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, προσ‐ δοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρο‐ | |
35 | νεῖσθαι, εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον, ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν· κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν, μήπω ἔχοντα εὐχὴν Πνεύμα‐ τος. Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζό‐ | |
40 | μενον, καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χρι‐ στοῦ, δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀλη‐ θινὴν, καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται | |
45 | ἑαυτὸν, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ ἀγάπην καὶ τὰς λοι‐ πὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν, οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος, καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ | |
34.837(50) | τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος. Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως, καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. Οὐκ ἔχει τα‐ πεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιά‐ σατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπεὶ | |
55 | περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς· χρὴ γὰρ ἕκαστον, ὥσπερ εἰς | |
τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ μὴ θελούσης | 837 | |
34.840 | τῆς καρδίας· οὕτως εἰς τὴν ἀγάπην, εἰς τὴν πραότητα, καὶ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, κατὰ τὸ γεγραμμένον· οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι, καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογί‐ | |
5 | ζεσθαι πάντων, ὡς τὸ μὴ ὂν χρήσιμον, μὴ ὁμιλεῖν· ἀλλὰ τὰ τοῦ Κυρίου μελετᾷν ἀεὶ λόγια καὶ λαλεῖν στόματι καὶ καρδίᾳ· οὕτως εἰς τὸ μὴ θυμοῦσθαι κατὰ τὸ εἰρημένον· Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ· | |
10 | Ἵνα οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν δώσῃ αὐτῷ ταῦτα πάντα ἀκόπως καὶ ἀβιάστως, ἅπερ πρὶν οὕτω μετὰ βίας φυλάξαι ἠδύνατο, διὰ τὴν οἰκοῦσαν ἐν αὐτῷ ἁμαρτίαν· καὶ γίνεται αὐτῷ ταῦτα πάντα τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ | |
15 | λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος, ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ Πνεύματος. | |
21 | ΙΔʹ. Εἰ δέ τις εἰς εὐχὴν βιάζεται ἑαυτὸν, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ Θεοῦ, εἰς ταῦτα δὲ ἤγουν εἰς ταπεινοφροσύνην, εἰς ἀγάπην, εἰς πραότητα, καὶ εἰς τὰς λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ | |
25 | ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα· μὴ προευ‐ τρεπίσας δὲ ἑαυτὸν, καὶ μὴ ἐθίσας εἰς τὰς προειρη‐ μένας ἀρετὰς, ἢ ἀπόλλει τὴν χάριν, ἢ λαμβάνει καὶ | |
30 | πίπτει, ἢ οὐ προκόπτει ὑψηλοφρονήσας· ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δί‐ δωσι. Τὸ γὰρ κατοικητήριον ἢ ἀνάπαυσις τοῦ Πνεύ‐ ματος, ἡ ταπεινοφροσύνη ἐστὶ, καὶ ἡ ἀγάπη, καὶ ἡ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί. Ὀφεί‐ | |
35 | λουσιν οὖν βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ’ αὐτοῦ τὴν ἐπουράνιον χάριν, καὶ αὐξῆσαι καὶ τελειῶσαι ἐν τῷ ἁγίῳ Πνεύματι καὶ βιάζεσθαι πρῶτον ἑαυτὸν φυλάσσειν πάσας τὰς ἀρε‐ τὰς, καὶ μὴ θελούσης τῆς καρδίας, κατὰ τὸ εἰρημέ‐ | |
40 | νον· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατ‐ ωρθούμην. Ὡς γάρ τις εἰς τὴν καρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει ἕως οὗ κατορθώσῃ τοῦτο· ὁμοίως εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύ‐ ματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἕθος | |
45 | ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυ‐ ρίου διαπαντὸς, καὶ τυχὼν τῆς αἰτήσεως, αὔξει καὶ θαλεῖ ἐν αὐτῷ τὸ χάρισμα τοῦ Πνεύματος, τὸ χάρι‐ σμα τὸ χαρισθὲν αὐτῷ ἐναπαυόμενον ἐν τῇ ταπεινοφρο‐ σύνῃ αὐτοῦ, καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς, καὶ διδάσκει | |
34.840(50) | αὐτὸν ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἣν προ‐ εβιάσατο καὶ ἐζήτησε· καὶ οὕτως αὐξήσας καὶ τελειω‐ θεὶς ἐν Θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν ἀξιοῦται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. Ποῦ γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ὕψω‐ | |
55 | σις ἡ ταπείνωσις· καὶ τιμιότης, καὶ ἀξίωμα ἡ τα‐ πεινοφροσύνη. Ἐθίσωμεν οὖν καὶ ἡμεῖς αὑτοὺς, καὶ | |
ἄγξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελού‐ | 839 | |
34.841 | σης τῆς καρδίας ἡμῶν, δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ, ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν· ἵνα εὐξώμεθα καὶ προσ‐ | |
5 | κυνήσωμεν ἐν Πνεύματι τῷ Πατρί· καὶ αὐτὸ τὸ Πνεῦμα εὔξηται ἐν ἡμῖν· ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινὴν, ταπεινοφροσύνην, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγ‐ χνα οἰκτιρμῶν, χρηστότητα, καὶ πάσας τὰς ἐντολὰς | |
10 | τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας, ἀπό‐ νως καὶ ἀβιάστως· ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πλη‐ ροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτως τῶν ἐν‐ τολῶν τοῦ Κυρίου πληρωθεισῶν ἐφ’ ἡμῖν διὰ τοῦ Πνεύματος αὐτοῦ, τοῦ μόνου γινώσκοντος τὸ θέλημα | |
15 | τοῦ Χριστοῦ, καὶ καθαρίζοντος ἡμᾶς ἀπὸ τοῦ σπί‐ λου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομέ‐ νων ἡμῶν ἐν Θεῷ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τοῖς οἰκτιρ‐ | |
20 | μοῖς αὐτοῦ, καὶ τῷ ἐλέει, καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν κατηξίωσε τὸ ἀνθρώπινον γένος, ἰδίους ἀδελφοὺς καὶ υἱοὺς Πατρὸς ἐπουρανίου κατ‐ αξιῶν καὶ προσαγορεύων. Δόξα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν | |
25 | αἰώνων. Ἀμήν. | 841 |