TLG 2109 010 :: Pseudo–MACARIUS :: Preces

Pseudo–MACARIUS Scr. Eccl., vel Symeon vel Macarius–Symeon
(Mesopotamius: A.D. 4)

Preces

Citation: Volume — page — (line)

34

.

445

(31t)

Εὐχὴ τοῦ ἁγίου Μακαρίου.
32 Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου. Ἀναρῦσαί με ἀπὸ τοῦ
Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ445

34

.

448

στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρ‐ δίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Σὺ γὰρ γινώ‐
5σκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι. Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγο‐ ψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν
10ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ
15αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδο‐ ναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενο‐ δοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται. Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοή‐ θησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν
20τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέ‐ σποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.
27tΕὐχὴ εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ τα‐
28tχθέντα σκεπεῖν καὶ διαφυλάττειν ἡμᾶς.
29Ἅγιε ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς
30καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλὸν, μηδ’ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκαθαρ‐ σίαν μου, μὴ δῷς χώραν τῷ πονηρῷ δαίμονι, κατα‐ κυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης
35χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναὶ, ἅγιε ἄγγελε τοῦ Θεοῦ, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασόν
40με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πά‐ σης ἐπηρείας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν. Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρί‐ ξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με
45δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.447