TLG 2109 009 :: Pseudo–MACARIUS :: Sermo 28 (recensio brevior) Pseudo–MACARIUS Scr. Eccl., vel Symeon
vel Macarius–Symeon Sermo 28 (recensio brevior) Citation: Page — (line) | ||
161(5) | Ἤρεσε κἀμοὶ μετὰ τοῦ προφήτου λέγειν Ἡσαΐου· ὅτι ὑπέμεινα ὥσπερ «ἡ τίκτουσα» ἕως οὗ «ξηρανῶ» αὐτοὺς καὶ ἀπολέσω. εἰ οὖν οἶδας σεαυτὸν ὅτι βρύει ἐν σοὶ ἡ πηγὴ τοῦ ἁγίου πνεύματος, τοῦτό ἐστι τὸ σημεῖον ὅτι ἐξηράνθησαν καὶ ἀπώλοντο, καθὼς εἶπεν ὁ σωτὴρ ἡμῶν, ὅτι οὐκ ἔστιν «ἡ βασιλεία» τῶν οὐρανῶν «ὧδε ἢ ἐκεῖ», ἀλλ’ | |
10 | ἔσωθεν «ὑμῶν ἐστιν». πάλιν ὁ ἀπόστολος λέγει· «ἡ βασιλεία τοῦ θεοῦ» οὐκ ἔστιν «ἐν λόγῳ», «ἀλλ’ ἐν δυνάμει». εἰσὶ γάρ τινες λαλοῦντες τὰ τῆς βασιλείας μὴ ἐργαζόμενοι δὲ αὐτά, καὶ εἰσί τινες οἱ ἐργαζόμενοι μὲν τὰ τῆς βασιλείας μὴ λαλοῦντες δὲ ἐν φυλακῇ οὐδὲ ἐν γνώσει. ἐν οἷς δὲ γέγονεν ὁ λόγος τοῦ σωτῆρος, τὸ «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστιν», | |
---|---|---|
15 | ὀλίγοι καὶ σπάνιοί εἰσι καὶ δυσεύρετοι· τούτοις ἐπεφοίτησε τὸ «πνεῦ‐ μα» τὸ ἅγιον τοῦ θεοῦ καὶ ἐπληρώθη ὁ λόγος τοῦ εὐαγγελιστοῦ Ἰω‐ άννου· ὅτι οἱ πιστεύσαντες τῷ ὀνόματι αὐτοῦ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος» «ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγενήθησαν». | |
20 | οὗτοί εἰσιν οἱ ἀπαλλαγέντες τῆς ἀποφάσεως τῆς πικρᾶς τῆς ἐξελ‐ θούσης κατὰ τοῦ Ἀδάμ· ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου», οὗτοί εἰσιν οἱ καταλαβόντες τὴν χαρὰν ἣν κατέλαβε Μαριάμ· ὅτι «πνεῦμα θεοῦ ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». ὡς γὰρ ἡ λύπη κατέβη ἐπὶ τὴν Εὔαν καὶ τῷ σπέρματι αὐτῆς ἕως | |
25 | τοῦ νῦν, οὕτω πάλιν κατέλαβεν ἡ χαρὰ τὴν Μαριὰμ καὶ τῷ σπέρματι | |
αὐτῆς ἕως τοῦ νῦν. | 161 | |
163 | ὡς οὖν ἦμεν υἱοὶ τῆς Εὔας ποτὲ καὶ ἐγνωρίζομεν τὴν κατάραν αὐτῆς τὴν ἐφ’ ἡμᾶς διὰ τῶν λογισμῶν ἡμῶν τῶν ἀτίμων, οὕτω πάλιν ὀφείλομεν γνωρίσαι ἑαυτοὺς ὅτι ἐκ τοῦ θεοῦ ἐγεννήθημεν διὰ τῶν λογισ‐ μῶν τοῦ ἁγίου πνεύματος καὶ διὰ τῶν παθημάτων τοῦ Χριστοῦ, εἰ τῷ | |
5 | ὄντι εἰσὶν ἐν τῷ σώματι ἡμῶν. γέγραπται γὰρ ἐν τῷ ἀποστόλῳ· ὅτι «δοκιμάσατε ἑαυτούς», εἰ ὁ «Χριστὸς ἐν ὑμῖν ἐστιν» ἢ οὐκ οἴδατε «ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν», «εἰ μήτι» ἄρα «ἀδόκιμοί ἐστε» ὅτε οὖν ἐφοροῦμεν «τὴν εἰκόνα τοῦ χοϊκοῦ», ᾔδειμεν ὅτι υἱοὶ αὐτοῦ ἐσμὲν διὰ τῆς ἀτίμου ὕλης τῶν λογισμῶν αὐτοῦ τῶν οἰκούντων ἐν ἡμῖν, ἅπερ | |
10 | ἐστὶ τὰ πάθη. οἱ δὲ φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου» γνωρί‐ ζουσιν ἑαυτοὺς ὅτι υἱοί εἰσι τοῦ ἐπουρανίου «διὰ τοῦ» ἁγίου «αὐτοῦ πνεύματος» τοῦ «ἐνοικοῦντος ἐν» αὐτοῖς. Ἡσαΐας γὰρ ἀναβοᾷ λέγων· «ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας † οὗ | |
15 | ἐκυήσαμεν† ἐπὶ τῆς γῆς». γέγραπται πάλιν παρὰ τῷ Ἐκκλησιαστῇ· ὅτι «ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης» οὕτως «ἡ ὁδὸς τοῦ πνεύμα‐ τος». | |
19 | ὥσπερ γὰρ αὕτη ἡ ἁγία παρθένος ἐκυοφόρησεν αὐτὸν ἐν σαρκί, | |
20 | οὕτω καὶ οἱ λαβόντες τὴν χάριν τοῦ ἁγίου πνεύματος κυοφοροῦσιν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῶν κατὰ τὸν λόγον τοῦ ἀποστόλου λέγοντος· τοῦ «κατοικῆσαι τὸν Χριστὸν (εἰς τὸν ἔσω ἄνθρωπον) διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν», «ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐν τῇ ἀγά‐ πῃ», «ἵνα» δυνηθῆτε παραστῆσαι ἑαυτοὺς «σὺν τοῖς ἁγίοις πᾶσι», καὶ | |
25 | πάλιν· «ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν». εἰ οὖν ἔφθα‐ σας εἰς τὸν λόγον τοῦτον· ὅτι «τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν», καὶ εἰ ἐπληρώθη ἐπὶ σὲ ὁ λόγος τοῦ ἀποστόλου ὁ λέγων· «καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν» καὶ | |
30 | τῷ νοῒ ὑμῶν (ὅς ἐστι Χριστὸς Ἰησοῦς), εἰ ἔφθασας εἰς τὸν λόγον | |
τοῦτον· ὅτι «ἐκ τοῦ σκότους φῶς» «ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν» «τῆς | 163 | |
165 | γνώσεως τῆς δόξης τοῦ θεοῦ», εἰ ἐπληρώθη ἐπὶ σοὶ ὁ λόγος· ὅτι «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι», καὶ ἔσεσθε ὡς δοῦλοι προσδεχόμενοι τὸν ἑαυτῶν δεσπότην, «πότε ἀναλύει» ἀπὸ τοῦ γάμου, ἵνα μὴ φραγῇ τὸ στόμα σου μὴ ἔχον τινὰ | |
5 | ἀπολογίαν ἀνὰ μέσον τῶν ἁγίων, εἰ οἶδας ὅτι ἔχει ἔλαιον τὸ ἀγγεῖόν σου, ὡς αἱ φρόνιμοι παρθένοι, ἵνα μὴ ἀφεθῇς ἔξωθεν τῆς θύρας, ἀλλ’ ἵνα εἰσέλθῃς εἰς τὸν νυμφῶνα σὺν τῷ νυμφίῳ, εἰ ᾐσθάνθης ὅτι τὸ πνεῦμά σου καὶ ἡ ψυχή σου καὶ τὸ σῶμά σου ἡνώθησαν ἀμέμπτως καὶ ἀνίστανται τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἄσπιλα, | |
10 | εἰ ἀνέλεγχος καὶ ἀκατάγνωστος ἐγένου ἀπὸ τῆς συνειδήσεώς σου καὶ εἰ νήπιον ἐγένου κατὰ τὸν λόγον τοῦ σωτῆρος τὸν λέγοντα· «μὴ κω‐ λύετε» «τὰ παιδία» ἔρχεσθαι «πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν». εἰ ἀληθῶς γέγονας αὐτῷ νύμφη καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ ἐκληρονόμησέ σε ἔτι ὄντος σοῦ ἐν τῷ σώματι, προσ‐ | |
15 | δόκησον βασιλείαν, εἰ δὲ μήγε, λύπην καὶ στεναγμὸν προσδόκα, διότι αἰσχύνη καὶ ὄνειδος προάγει σου ἐνώπιον τῶν ἁγίων. τοῦτο δὲ γίνωσκε, ὅτι ὡς παρθένος τις τοῦ κόσμου τούτου ἀνισταμένη πρωίας καθ’ ἑκάστην ἡμέραν ἄλλης μερίμνης οὐχ ἅπτεται, πρὶν ἢ καλλωπίσει ἑαυτὴν τῷ νυμφίῳ ἑαυτῆς ἐσοπτριζομένη πολλάκις, μήποτε ἔστι | |
20 | μῶμος ἐν τῷ προσώπῳ αὐτῆς. ἐχούσης γὰρ αὐτῆς μῶμον οὐ μὴ ἀρέσῃ τῷ νυμφίῳ ἑαυτῆς. οὕτω μέριμνα πολλή ἐστι τοῖς ἁγίοις ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐρευνῆσαι ἑαυτῶν τοὺς λογισμοὺς καὶ μαθεῖν, εἴ εἰσιν ὑπὸ ζυγὸν τοῦ ἁγίου πνεύματος ἢ οὔ. λοιπὸν ἀγωνίζου, ἀδελφέ, ἐπιμελῶς ἐν πόνῳ καρδίας καὶ στόματος, ἐν γνώσει τοῦ κτήσασθαι | |
25 | τὴν αἰώνιον χαρὰν ἐκείνην, διότι σπάνιοί εἰσιν οἱ ἀξιωθέντες αὐτῆς, οἵτινες ἐκτήσαντο «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ εἰς προκοπὴν ἤγαγον τὴν ψυχὴν αὐτῶν καὶ ἠλευθέρωσαν πάσας τὰς αἰσθήσεις αὐτῆς ἀπὸ παντὸς μολυσμοῦ τῶν παθῶν, καθὼς εἶπεν ὁ ἀπόστολος· ὅτι αὔξησιν αὐτῶν παρασχώμεθα ἐν ἡμῖν ἐν πᾶσιν, «ὅ ἐστιν ἡ κεφαλὴ | |
30 | Χριστός». δυνατὸν δέ ἐστι τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ συναντιλαβέσθαι «τῇ ἀσθενείᾳ ἡμῶν», ὅπως ἀξιωθῶμεν φθάσαι μετὰ πάντων τῶν ἁγίων | |
αὐτοῦ. Ἀμήν. | 165 |