|
TLG 2109 006 :: Pseudo–MACARIUS :: Sermo 23 (recensio excerpta) Pseudo–MACARIUS Scr. Eccl., vel Symeon
vel Macarius–Symeon Sermo 23 (recensio excerpta) Citation: Page — (line) | ||
114 | XXIII. Exzerptfassung C Nr. 32b f. 133v18—134r13 — R Nr. 30a f. 139v1—13 (setzt ein mit S. 116,10) — J Nr. 19. Vgl. zu Nr. XXIII Tbr 5 Vbr 12 Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος | |
| 5 | εἰς ἕκαστα τῶν ἀγαθῶν ἀεὶ προκοπὴν λαμβάνει | |
|---|---|---|
| 8 | εἰς ταπεινοφροσύνην εἰς χρηστότητα εἰς μακροθυμίαν· | |
| 16 | ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ εἰς θεόν. | |
| 21 | οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες οὕτως εἰσὶν ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου· ὥσπερ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες | |
| 25 | ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳ, ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς εἰς τὸν | |
| «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον, οὕτω | 114 | |
116 | γενναῖοι καὶ μεγαλόψυχοι οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί. | |
| 10 | ὥσπερ ὁ φαινόμενος κόσμος χάριτι καὶ δικαιοσύνῃ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καρπῶν, δικαιοσύνῃ δὲ ἔν τε λιμῷ καὶ λοιμῷ, | |
| 16 | οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται, ποτὲ δὲ | |
| 20 | παραδίδοται πειρασμοῖς καὶ θλίψεσι τοῦ πονηροῦ πνεύματος, ἵνα οὕτω πυρωθεῖσα δόκιμος ἀποκαταστῇ. | |
| 26 | C Nr. 32c f. 134r13—25 — R Nr. 30b f. 139v13—140r2 — J Nr. 19 | |
| Ὥσπερ γὰρ ἐν τῷ βίῳ οὔκ ἐστι πάντοτε εὐφορία, | 116 | |
118 | εἰ γὰρ πάντοτε ἄνεσις ἦν καὶ τρυφή, κατεσκίρτων ἂν τοῦ θεοῦ· | |
| 5 | «ἔφαγε» γὰρ «ὁ Ἰσραὴλ καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ ἡ ψυχὴ εἰ | |
| 8 | πάντοτε ἐν τῇ ἀνέσει τοῦ πνεύματος διῆγεν, οὐκέτι ἐπεγίνωσκεν ἑαυτὴν καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» | |
| 10 | ἠγνόει καὶ μόνον οἰήσει προέκοπτεν, ὥς φησιν ὁ ἀπόστολος, ἐπὶ συμφέροντι τὰς θλίψεις διηγούμενος· «ἐδόθη μοί» φησιν «σκόλοψ τῇ σαρκί, ἵνα μὴ ὑπεραίρωμαι». ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς τὸ συμφέρον ἦσαν. | |
| 23 | C Nr. 32d f. 134r25—134v15 — R Nr. 30c f. 140r2—22 — J Nr. 19 | |
| 25 | Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως ὅσῳ τύπτεται λεπτότερον καὶ χρησιμώτερον | |
| 29 | καθίσταται, οὕτως ἡ | |
| 30 | ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ θλίψεις | |
| εἰσερχομένη καὶ ὑπομένουσα | 118 | |
120 | χρησιμωτέρα καὶ καθαρωτέρα εἰς τὸ πνευματικὸν ἔργον καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χορὸν κληρονομεῖν καταξιοῦται. | |
| 5 | ὑπομενούσης γὰρ τῆς ψυχῆς καὶ μακροθυμούσης κατ’ ὀλίγον τὸ τῆς κακίας μέρος μειοῦται. | |
| 8 | ὥσπερ γὰρ ἐάν τις διοδεύῃ ὁδὸν μακρὰν βαστάζων μαρσίπιον μεστὸν ἄμμου, ἔχῃ δὲ κάτωθεν λεπτοτάτην ὀπήν, | |
| 10 | ὅσῳ τις βαδίζει ἐκεῖνο ἀπορρέει καὶ κουφίζεται, ἕως ἂν ὅλη ἡ ἄμμος ἐκκενωθῇ, | |
| 13 | οὕτω κατ’ ὀλίγον | |
| 17 | ἐλαττοῦται ἡ ἔνοικος ἁμαρτία τῷ προσκολλομένῳ τῷ θεῷ. | |
| 26 | C Nr. 32e f. 134v15—25 — R Nr. 30d f. 140r22—140v8 — J Nr. 19 Ὥσπερ γὰρ νήπιον πρὸς τὰ τοῦ κόσμου ἔργα ἄχρηστον | |
| 30 | τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖν δύναται οὔτε φυτεῦσαι | |
| οὔτε ἕτερόν τι | 120 | |
122 | ποιῆσαι οὕτω ψυχαὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ἀκμὴν νήπιαί εἰσιν, οὔπω χρησιμεύουσι τῇ βασιλείᾳ ὥς φησιν· «εἰ δὲ χωρίς ἐστε | |
| 5 | παιδείας», «ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἴδε, πόσον αἱ θλίψεις εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, μόνον ἵνα τις προθύμως καὶ γενναίως ἑαυτὸν ἑτοιμάσῃ φέρειν. | |
| 22 | C Nr. 32f f. 134v25—135r15 — R Nr. 30e f. 140v8—141r4 — J Nr. 19 Εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς μεγάλας οὐ δυ‐ | |
| 25 | νήσεταί τις διελθεῖν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένηται καὶ εἰς πόνους καὶ εἰς πολέμους εὐδοκιμήσῃ πείρᾳ ἐπιδειξάμενος τὴν νίκην καὶ τρόπαια κατὰ τῶν ὑπεναντίων φέρων— | |
| 31 | πόσῳ μᾶλλον ἐπὶ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ | 122 |
124 | τὰς δωρεὰς τοῦ πνεύματος τὰς ἐπουρανίους οὐδεὶς καταξιοῦται, ἐὰν μὴ πρότερον ἐγγυμνασθῇ ἐν τῇ μελέτῃ τῶν ἁγίων ἐντολῶν, | |
| 5 | καὶ οὕτω λαμβάνει ὅπλον ἐπουράνιον (αὐτὴν τὴν χάριν) καὶ ἀγωνίζεται κατὰ τῶν πνευμάτων | |
| «τῆς πονηρίας». | 124 | |
126(2) | ὅσῳ γάρ τις προκόπτει εἰς τὸν πνευματικὸν ἀγῶνα ἀκμὴν λαμβάνει τῶν πνευματικῶν μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν, καὶ ὅσῳ ἐν τῇ | |
| 5 | χάριτι αὐξάνει, τοσούτῳ προκόπτει | |
| εἰς τὸ γινώσκειν τὰ τῆς κακίας «νοήματα». | 126 | |