TLG 2109 004 :: Pseudo–MACARIUS :: Homiliae 7 (collectio HA) Pseudo–MACARIUS Scr. Eccl., vel Symeon
vel Macarius–Symeon Homiliae 7 (collectio HA) Citation: Homily — section — (line) | ||
t1 | ΜΑΚΑΡΙΟΥ ΟΜΙΛΙΑΙ Τοῦ αὐτοῦ μοναχοῦ θείου πατρὸς Μακαρίου ἐπιστολὴ δευτέρα | |
2 | πρὸς τὸν ἀββᾶν Συμεὼν τὸν ἀσκητὴν τὸν ἀπὸ Μεσοποταμίας τῆς Συρίας καὶ πρὸς τοὺς λοιποὺς ἀδελφοὺς τοὺς ὄντας μετ’ αὐτοῦ. | |
---|---|---|
51t | ΟΜΙΛΙΑ ΝΑ | |
51.1 | Μακάριος τοῖς ἀγαπητοῖς καὶ ὁμοψύχοις ἀδελφοῖς ἐν Κυρίῳ. εἰρήνη ὑμῖν ὑπερεκπερισσοῦ ἀπὸ Κυρίου πληθυνθείη, εἰρήνη ἡ ἐπου‐ ράνιος ἡ ἀνατείλασα τῷ κόσμῳ τὸ φῶς· ἣν ἐκήρυξαν προφῆται καὶ ἐλάλησαν δίκαιοι καὶ εὐηγγελίσαντο ἄγγελοι. εἰρήνη ἐκείνη, ἣν ἐδέ‐ | |
5 | ξατο Μαρία, καὶ ἐγέννησε σωτῆρα κόσμου· τὸν κατελθόντα πρὸς τοὺς νεκρούς, καὶ διαρρήξαντα τὰς πέτρας, καὶ ἀνοίξαντα τὰ μνημεῖα, καὶ ζωοποιήσαντα τοὺς νεκρούς, καὶ ἐξαγαγόντα τοὺς ἐγκεκλεισμένους, καὶ λύσαντα τοὺς πεπεδημένους, καὶ ἐλευθερώσαντα τοὺς δεδουλωμένους, καὶ διαρρήξαντα τὸ χειρόγραφον τῆς κατακρίσεως Ἀδάμ, καὶ γρά‐ | |
10 | ψαντα νόμον ἐπουράνιον ἐν ταῖς ψυχαῖς, καὶ συμμίξαντα τὴν θεότητα τῇ ἀνθρωπότητι, καὶ ἐλευθερώσαντα τὴν κτίσιν, καὶ ἀποκτείναντα τὴν ἁμαρτίαν, καὶ ἄραντα τὴν κατάραν ἀπὸ τῆς γῆς, καὶ διαρρήξαντα τὸν φραγμὸν τῆς ἔχθρας, καὶ ἀναστήσαντα ἐκ τοῦ χοὸς τὸ κατακριθὲν σῶμα τοῦ Ἀδάμ, καὶ εἰσαγαγόντα αὐτὸν ἐν τῷ παραδείσῳ τῆς ἐπαγγε‐ | |
15 | λίας, καὶ ποιήσαντα περιπατῆσαι ἐν καινῇ ζωῇ τῇ μὴ ἀποθνησκούσῃ πάλιν, ἵνα γενώμεθα αὐτοῦ ἀδελφοί, καὶ γεννήσῃ ἡμᾶς ἐκ τοῦ πατρὸς αὐτοῦ. οὗ ἤκουσαν στεῖραι, καὶ ἐσκίρτησαν ἐν ἀγαλλιάσει τὰ ἔμβρυα αὐτῶν· ὦτα κωφῶν ἠνοίχθη, καὶ μογιλάλων γλῶσσα ἐλύθη· χωλοὶ περιεπάτησαν· παραλυτικοὶ ἰάθησαν, καὶ ἔλαβον τὰ κλινίδια αὐτῶν. | |
20 | ὃν εἶδεν ἡ ἁμαρτωλὸς καὶ προσεκύνησε, καὶ ἀνεπλήρωσε τὰ ὀφειλήματα αὐτῆς τοῖς φιλήμασι τῶν ποδῶν αὐτοῦ· ὃν ἰδὼν Ζακχαῖος ἐδέξατο ζωὴν ἐν τῷ οἴκῳ αὐτοῦ· ὃν εἶδον τὰ ὕδατα καὶ μετεβλήθη εἰς οἶνον, καὶ ὀλίγοι ἄρτοι ὑπερεπερίσσευσαν· ὃς ἔδωκεν ἴασιν ἐκ τοῦ κρασπέδου αὐτοῦ τῇ | |
αἱμορροούσῃ καὶ ἐρρύσθη ἐκ τῆς πηγῆς τοῦ αἵματος τῆς ῥύσεως αὐτῆς· | 19 | |
25 | ὁ περιπατήσας ἐπὶ κυμάτων θαλάσσης, καὶ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ ἡσύχασε, καὶ τοὺς ἰχθύας συγκλείσας ἐν τῇ σαγήνῃ, καὶ πάλιν ἐξ ἰχ‐ θύος ἑτέρου στατῆρα ἐνεγκών· ὃν εἶδον οἱ ἁμαρτωλοί, καὶ ἐδικαιώθησαν, καὶ πόρναι γεγόνασι σώφρονες, καὶ παρθένοι κατέλιπον τοὺς ὁρμα‐ στοὺς αὐτῶν, καὶ ὕπανδροι ἀνεχώρησαν τῶν συζύγων αὐτῶν, καὶ νυμ‐ | |
30 | φίοι καὶ νύμφαι κατήργησαν τοὺς γάμους αὐτῶν, καὶ βασιλεῖς λαβόντες τὰ διαδήματα, ἦλθον εἰς προσκύνησιν αὐτοῦ, καὶ δικασταὶ κατέλιπον τὰ δικαστήρια αὐτῶν, καὶ σοφοὶ κατεπάτησαν τὴν σοφίαν αὐτῶν, καὶ ἰατροὶ ἔρριψαν τὰ φάρμακα αὐτῶν, καὶ πλούσιοι ἀφῆκαν τὸν πλοῦτον αὐτῶν, καὶ ἔμποροι κατέλιπον τὰς ἐνθήκας αὐτῶν· ὃν εἶδον ἄφρονες | |
35 | καὶ γεγόνασι συνετοί, καὶ ἰδιῶται γεγόνασι γραμματεῖς, καὶ ἁλιεῖς γεγόνασι κήρυκες, καὶ οἱ μὴ ἔχοντες λόγον ἐλάλησαν πάσῃ γλώσσῃ. εἰρήνη ἐκείνη, ἡ δεξαμένη τὸ δῶρον τοῦ Ἄβελ, καὶ μεταστήσασα τὸν Ἐνὼχ τοῦ μὴ γεύσασθαι θανάτου, καὶ τὸν Νῶε σκεπάσασα ἐν τῇ κιβωτῷ. ὁ πληθύνας τὰς εὐλογίας τοῦ Ἁβραάμ, καὶ τὸν Ἰσαὰκ κληρο‐ | |
40 | νόμον καταστήσας τῆς ἐπαγγελίας, ἐξ οὗ σπέρματος ἐγεννήθη ὁ σωτὴρ τῶν αἰώνων· ὁ ἐκλεξάμενος τὸν Ἰακὼβ ἐκ μήτρας, τοῦ δέξασθαι τὰς εὐλογίας τῶν πρωτοτόκων· ὁ γενόμενος μετὰ Ἰωσὴφ ἐν γῇ ἀλλοτρίᾳ καὶ λαβὼν τὸν ζυγὸν τῆς δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν | |
45 | βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐτῷ ἐξουσίαν ὑποτάσσειν πάντα τὰ κτίσματα, καὶ τὴν θάλασσαν ποιήσας δραμεῖν ἔμπροσθεν αὐτοῦ· ὁ ἐνδυναμώσας Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ νικητὴν ποιήσας ἐν πάσαις ταῖς συμβολαῖς τῶν πολέμων· ὁ ἐκλεξάμενος τὸν Σαμουὴλ εἰς ἱερέα, καὶ τὸν Δαβὶδ χρίσας ὀπίσω ποιμνίων· ὁ ἐξ ὀλίγου ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ | |
51.1(50) | ἐλαίου ὀλίγου ἐν τῷ καψάκῃ τῆς χήρας, ποιήσας πηγὴν πλησμονῆς εἰς ἔτη τρία καὶ μῆνας ἕξ. ὁ ἀποστείλας ἵππους καὶ ἅρμα πυρὸς πρὸς Ἠλίαν καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν οὐρανόν, καὶ χαρισάμενος Ἐλισσαίῳ πνεῦμα διπλοῦν καθὼς ᾐτήσατο· ὁ κελεύσας ξύλῳ ποιῆσαι θαυμάσια ἐν Αἰγύπτῳ, καὶ ῥάβδῳ ξηρᾷ τοῦ Ἀαρὼν ποιῆσαι καρπόν. εἰρήνη ἐκείνη, | |
55 | ἡ ἐνδυναμώσασα τὸν Ἰὼβ ἐν τοῖς πειρασμοῖς, καὶ ἐξαγαγοῦσα τὸν Λὼτ ἐκ τοῦ κατακλυσμοῦ τοῦ πυρός. ὁ γενόμενος μετὰ τῶν πατέρων πάντων, ᾧ καὶ πιστεύσαντες καὶ ὃν ἀγαπήσαντες ἐξῆλθον ὀπίσω αὐτοῦ ὑπομεί‐ | |
ναντες ὀνείδη καὶ θλίψεις· καὶ ἐγένοντο ξένοι καὶ πτωχοί, καὶ πάροικοι καὶ δεδιωγμένοι, ἐξουδενώσαντες τὸν κόσμον, καταφρονήσαντες τοῦ | 20 | |
60 | θανάτου, καὶ ἀρνησάμενοι ἑαυτούς· καὶ ἐπειράσθησαν παντὶ πειρασμῷ, καὶ ἐβλήθησαν εἰς θηρία, καὶ γεγόνασι θέατρον τῷ κόσμῳ· καὶ διελ‐ θόντες διὰ πυρὸς καὶ ὕδατος ἐξῆλθον εἰς ἀναψυχήν. | |
51.2 | ταῦτα δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ ἀγαπητοί, ἵνα γνῶτε ὡς ἀφ’ ἧς ἡμέρας ἐκτίσθη ὁ Ἀδὰμ ἐπὶ τῆς γῆς καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐχ ἡσυχάζει ὁ πονηρὸς ποιεῖν πόλεμον μετὰ τῶν ἁγίων. ἐν αὐτῷ γὰρ τῷ σώματι ᾧ ἐσμὲν ἐνδεδυμένοι, λοιπὸν μετὰ τὴν παράβασιν τοῦ πρω‐ | |
5 | τοπλάστου, οἰκεῖ καὶ ἀναστρέφεται μεθ’ ἡμῶν πονηρῶς καὶ δολίως ἐν ταῖς πανουργίαις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτοῦ. ὅσοι δέ εἰσι νήπιοι καὶ ἀγύμναστοι τῶν πολέμων αὐτοῦ περισσοτέρως τραυματίζονται ὑπ’ αὐτοῦ διὰ τὴν ἁπλότητα τῆς νηπιότητος αὐτῶν· ἐφ’ ὅσον δὲ τὸν Κύριον ἐν ἀληθείᾳ ζητοῦσιν οὐ πίπτουσι· γέγραπται γὰρ Φυλάσσων | |
10 | τὰ νήπια ὁ Κύριος· ὅπλον γὰρ οὐράνιον οἱ Χριστιανοὶ ἐνδεδυμένοι ἐν αὐτῷ ποιοῦσι πόλεμον, ὡς εἷς πρὸς ἕνα, κρυπτῶς, ἐν ταῖς ἑαυτῶν ψυχαῖς. καὶ οἱ μὲν ἄνθρωποι κατέναντι ἀλλήλων πολεμοῦντες καιροὺς ἔχουσιν ἐν οἷς πολεμοῦσι, καὶ μετὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἕκασ‐ τος αὐτῶν ἀναπαύεται καὶ καθέζεται ἐν τῇ πατρίδι αὐτοῦ μεθ’ ἡσυχίας | |
15 | καὶ εἰρήνης· ὅσοι δὲ μετὰ τοῦ Σατανᾶ πόλεμον ποιοῦσι, νυκτὸς καὶ ἡμέρας οἱ τοιοῦτοι ἐν ἀγῶνι στήκουσιν· ἐν ἑνὶ γὰρ οἴκῳ, ὅς ἐστι τὸ σῶμα, κατέλυσε ψυχὴ ἀνθρώπου καὶ ὁ Σατανᾶς, πρὸς ὃν πολεμεῖ· ἐκεῖ οἰκεῖ ἐν αὐτῷ καὶ ἀναστρέφεται, καὶ διὰ τοῦτο ἐγγύτερός ἐστι τῆς ψυχῆς πᾶσαν ὥραν· διὰ τοῦτο οὐχ ἡσυχάζουσιν οὔτε ἀναπαύονται, ἕως οὗ | |
20 | ἐνδύσωνται ὅπλον καὶ δύναμιν ἐξ ὕψους, ἐπειδὴ ἐπίστευσαν καὶ ἔγνωσαν διὰ τοῦ θεοῦ, ὅτι ἐστὶ μετ’ αὐτῶν ὁ φονεὺς τῆς ἀνθρωπότητος· καὶ εἰς αὐτοὺς τοὺς πολέμους αὐτῶν ἥδονται, ἐν οἷς ἔγνωσαν ὅτι τὸν θεὸν ἀγα‐ πῶσι, καὶ μετὰ τοῦ Σατανᾶ πολεμοῦσι σὺν τῇ δυνάμει τοῦ θεοῦ. ὀλίγοι δέ εἰσι καὶ σπάνιοι οἱ εἰδότες ὅτι ἐστὶ μετ’ αὐτῶν ὁ ἀφανιστὴς τῶν | |
25 | ψυχῶν· διὰ τοῦτο ἐν θλίψει εἰσί, καὶ οὐκ ἔστιν ἐπὶ γῆς ὃς παρακαλέσει αὐτούς, ἐπειδὴ προσέχουσι καὶ προσδοκῶσιν ἐκ τοῦ οὐρανοῦ, ἵνα δέξων‐ ταί τι ἐν αὐτοῖς, καὶ ἐν ἐκείνῃ τῇ δυνάμει καὶ τῷ ὅπλῳ τοῦ πνεύματος νικῶσιν. ἐξ οὐρανοῦ γάρ ἐστιν ἣν δέχονται δύναμιν, μὴ φαινομένην ὀφθαλμοῖς σαρκός· ὅσον γὰρ τὸν θεὸν ζητοῦσιν ἐξ ὅλης καρδίας, δύναμις | |
30 | θεοῦ κρυπτῶς πᾶσαν ὥραν βοηθεῖ αὐτοῖς· εἰ δὲ καὶ πειράζονται ὑπὸ τοῦ Σατανᾶ διὰ τὴν ἀσθένειαν αὐτῶν, ἀλλ’ οὐκ ἐγκαταλιμπάνει αὐτοὺς ὁ Κύριος ἐπὶ πολὺ ἐμποδισθῆναι καὶ ἐπὶ πλεῖον πειρασθῆναι· αὐτοὶ δὲ οἱ πόλεμοι διδάσκουσιν αὐτοὺς γνῶναι τί ἐστιν ὁ Σατανᾶς, καὶ πῶς φθείρει τοὺς ἀνθρώπους· καὶ αὐτὰ τὰ πάθη τῶν πολέμων διδάσκουσιν | 21 |
35 | αὐτοὺς ἐγγίζειν πρὸς τὸν θεὸν τὸν σωτῆρα τοῦ κόσμου· καὶ ἐπὰν γνῶσι τὴν ἀσθένειαν ἑαυτῶν, μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς πόδας αὐτῶν ὁ ἐχθρὸς τῶν ψυχῶν. δι’ ὧν ὅπλων καταλύεται τὰ τείχη τῆς ἁμαρτίας τὰ κυκλώσαντα | |
40 | τὴν ψυχήν, καὶ ψυχαὶ αἱ ἐγκεκλεισμέναι εἰς σκότος εἰς φῶς ἐξέρχονται, καὶ πρὸς τὸν πατέρα αὐτῶν τὸν οὐράνιον ἐγγίζουσι, καὶ κάλλος ὡραιό‐ τητος θεϊκὸν ἐνδύονται, καὶ δόξαν καὶ δύναμιν περιζώννυνται, καὶ πάντα τὰ ἐπιτηδεύματα τοῦ πονηροῦ πνεύματος μανθάνουσιν, ὥς φησιν ὁ ἀπό‐ στολος Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, καὶ μετὰ τοῦ πνεύματος | |
45 | τοῦ ἁγίου συμμίγνυνται, καὶ τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς ποιοῦσι. | |
51.3 | γινώσκετε οὖν, ἀδελφοὶ ἀγαπητοί, ὅτι ὅσοι ἑτοιμάζουσι τὰς ἑαυτῶν ψυχὰς γενέσθαι γῆν τοῦ οὐρανίου σπόρου, ἐκεῖ ὁ ἐχθρὸς σπεύδει σπεῖραι τὰ ζιζάνια αὐτοῦ· διὸ καὶ ἐπειράσθητε ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀκηκοότες ἐλυπήθημεν ἐπὶ πολύ. καὶ τοῦτο δὲ ἴστε· ὡς εἰ μή τινες ἐξ | |
5 | ὅλης καρδίας ζητήσουσι τὸν Κύριον, οὐ πειράζονται ὑπὸ τοῦ Σατανᾶ φανερῶς, ἀλλὰ κρυπτῶς καὶ δολίως διὰ τῆς ἀπάτης αὐτοῦ ἐξαφανίζει τὰς ψυχὰς τῶν ἀνθρώπων, φθείρων καὶ ἀπαλλοτριῶν ἀπὸ θεοῦ· καὶ τὰ νῦν, ἀδελφοὶ, θαρσεῖτε καὶ μὴ δειλιάσητε ἐν μηδενί, καὶ μὴ πτύρεσθε ἐν ταῖς φαντασίαις τοῦ ἀλλοτρίου, καὶ ἐν τῇ προσευχῇ μὴ γίνεσθε συγκε‐ | |
10 | χυμένοι ἐν πλείοσι καὶ ἀπρεπέσι κραυγαῖς, ἔσεσθε δὲ ἐκδεχόμενοι τὴν χάριν τοῦ Κυρίου ἐν πόνῳ ψυχῆς καὶ πείνῃ νοός· οὐ γὰρ πρὸς ὑμᾶς μόνον τοιαῦτα γεγόνασιν, ἀλλὰ καὶ ἐνταῦθα ὅμοια γεγόνασι πρός τινας· ταῦτα δὲ συμβέβηκεν ἐν τῷ πρώτῳ καιρῷ· ὅτε γὰρ ἤρξαντο προσ‐ καρτερεῖν ἐν προσευχαῖς, ἐν πειρασμοῖς ἐκλυδωνίσθησαν διὰ τὸ ἀγυ‐ | |
15 | μνάστους αὐτοὺς εἶναι, καὶ διὰ τὴν νηπιότητα αὐτῶν συνεχύθησαν. τὸ λοιπὸν, ἀδελφοί, θαρσεῖτε καὶ παρακαλεῖσθε καὶ ἐκδέχεσθε, μεριμνῶντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν, σπουδάζοντες προσκαρτερεῖν τῇ προσευχῇ, καὶ μὴ ἐκκακήσῃ ὁ νοῦς ὑμῶν, γέγραπται γὰρ Ὑπομονῆς χρείαν ἔχετε, | |
ἵνα ποιήσαντες τὸ θέλημα τοῦ θεοῦ κομίσησθε τὰς ἐπαγγελίας. καὶ ὁ | 22 | |
20 | Κύριος εἶπεν Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν, ἀμὴν λέγω ὑμῖν, πᾶν ὃ ἐὰν αἰτήσωνται, λήψονται· ὅσοι γὰρ ἐν ἀληθείᾳ τὸν θεὸν ζητοῦσι, δύναμιν θεϊκὴν δέχονται ἐν ταῖς ψυχαῖς, καὶ οἱ τοιοῦτοι τῷ οὐρανίῳ χρίσματι προσεγγίζοντες αἰσθάνονται ἐν ἑαυτοῖς τῆς γεύσεως καὶ γλυκύτητος τοῦ μέλλοντος αἰῶνος· οἱ τοιοῦτοι μείζονές εἰσι πάντων ἀνθρώπων τῶν | |
25 | κατοικούντων ἐπὶ τῆς γῆς. ἡ εἰρήνη τοῦ Κυρίου ἡ γενομένη μετὰ πάντων τῶν ἁγίων πατέρων καὶ φυλάξασα αὐτοὺς ἀπὸ παντὸς πειρασμοῦ, αὕτη ἔσται μεθ’ ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου | |
πνεύματος· ἀμήν. | 23 | |
52t | ΟΜΙΛΙΑ Β | |
52.1 | Ὁ λόγος τοῦ θεοῦ ἔργον ἀληθείας ἐπιζητεῖ. εἶτά ἐστιν ἀνθρώπῳ τὸ λέγειν, τὸ ἀκούειν, καὶ τὸ ποιεῖν· διὰ τοῦτο γὰρ ἀκούει τις τοῦ λέγοντος, ἵνα τῆς ἀκοῆς τὸ ἔργον ἐκτελέσῃ. ταύτῃ τῇ ἡμέρᾳ ὁ Κύριος ἐγεννήθη, ἡ ζωὴ καὶ ἡ σωτηρία τῶν ἀνθρώπων· σήμερον γέγονε καταλλαγὴ θεό‐ | |
5 | τητος πρὸς ἀνθρωπότητα καὶ ἀνθρωπότητος πρὸς θεότητα· σήμερον ἐσκίρτησε πᾶσα ἡ κτίσις· οἱ ἄνωθεν ἀπέστειλαν πρὸς τοὺς κάτω καὶ οἱ κάτω πρὸς τοὺς ἄνω· σήμερον τοῦ σκότους θάνατος γέγονε καὶ τοῦ ἀνθρώπου ζωή· σήμερον ὁδὸς γέγονε πρὸς θεὸν τοῖς ἀνθρώποις καὶ θεοῦ ὁδὸς εἰς τὴν ψυχήν· τὸ πρὶν γὰρ ἔλεγεν ὁ προφήτης Ὁδοὶ Σιὼν πεν‐ | |
10 | θοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν, τῆς ψυχῆς τὴν ἐρήμωσιν καὶ τὸν ἀφανισμὸν αἰνισσόμενος, οὔτε γὰρ ὁδὸς θεοῦ εἰς ψυχὴν καὶ ἀνθρώπου διάνοιαν ἦν οὔτε ψυχὴ εἰς θεὸν περιεπάτει· σήμερον ἀγαλλιᾶται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἡ γῆ τῆς ψυχῆς δεχομένη ὄμβρον ἐξ οὐρα‐ νοῦ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος | |
15 | καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερον βασιλεύει τῶν ἐχθρῶν αὐτοῦ, Δεῖ γὰρ αὐτόν, φησί, βασιλεύειν· σήμερον Ἐστερέωσε τὴν οἰκουμένην, τὴν πρὶν ἔρημον ψυχὴν καὶ σαλευομένην καὶ τρέμουσαν, ἐν φόβῳ καὶ δειλίᾳ τῆς ἁμαρτίας κατεχομένην, Ἐν γὰρ τῇ κατάρᾳ, φησί, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς | |
20 | γῆς· ἐπειδὴ γὰρ ὁ οἶκος αὐτῆς ἐν ἄμμῳ ᾠκοδόμητο, ἐν σάλῳ καὶ τρόμῳ ἦν· σήμερον εἰς τὴν ἀσάλευτον πέτραν τῆς θεότητος ἡ οἰκία τῆς ψυχῆς ᾠκοδομήθη. χαίρουσιν ἄγγελοι, οὐρανοί, ἀστέρες, ἥλιος, σελήνη, ἡ γῆ, καὶ πάντα τὰ ἐν αὐτῇ, ὄρη καὶ βουνοὶ σκιρτῶσιν· εἰ γὰρ ἐν τῷ ἐξέρχε‐ σθαι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ συνέχαιρε πάντα τὰ κτίσματα, οὐρα‐ | |
25 | νὸς σκέπων νέφει φωτὸς ἡμέρας, καὶ νυκτὸς ἐν στύλῳ πυρός, τὰ ὄρη ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀληθινοῦ Χριστοῦ γεννηθέντος σήμερον. καὶ γὰρ τὸ πρὶν πᾶσα ἡ κτίσις ἐβόησεν εἰς φθορὰν μετενεχθεῖσα, πεσόντος τοῦ Ἀδὰμ τοῦ ὄντος βασιλέως αὐτῶν, ὃν εἰκόνα θεοῦ ἰδίαν ὑπάρχοντα ἦλθεν ὁ Κύριος ἀνακαινίσαι | |
30 | καθὼς ἔδει καὶ ἀνακτίσαι· ἐπληρώθη ὁ χρόνος τῆς καταδίκης τοῦ ἀνθρώ‐ που· ἐπληρώθησαν οἱ προκατηγγελμένοι ὑπὸ τῶν προφητῶν καιροί· νῦν ἀνακαλεῖται ἐκ τῆς αἰχμαλωσίας καὶ τῆς ἐξορίας, Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ἐπληρώθη ὁ χρόνος τῶν δεσμῶν καὶ τῆς φυλακῆς καὶ τῆς ἐν τῷ σκότει καταδίκης τοῦ Ἀδάμ. σήμερον αὐτῷ γέγονε | 24 |
35 | λύτρωσις καὶ ἐλευθερία τῆς καταλλαγῆς, καὶ ἡ κοινωνία πρὸς τὸ πνεῦμα, καὶ ἡ συνάφεια πρὸς τὸν θεόν· σήμερον ἤρθη ἡ αἰσχύνη τοῦ προσώπου αὐτοῦ, καὶ ἐδόθη αὐτῷ παρρησία ἀνακεκαλυμμένῳ προσώπῳ ἐνορᾶν καὶ κιρνᾶσθαι τῷ πνεύματι· σήμερον ἀπολαμβάνει ἡ νύμφη τὸν ἑαυτῆς νυμφίον· σήμερον ἑνότης καὶ κοινωνία καὶ καταλλαγὴ τῶν ἐπουρανίων καὶ | |
40 | τῶν ἐπιγείων γέγονε, θεὸς καὶ ἄνθρωπος. | |
52.2 | ἔπρεπε γὰρ αὐτῷ ἐνδυσαμένῳ τὸ σῶμα ἐλθεῖν καὶ ἐπιστρέψαι καὶ καταλλάξαι τοὺς ἀνθρώπους τῷ ἰδίῳ Πατρί· ἄνοπλος ἐλθών, τὸ ὅπλον τοῦ ἀνθρώπου ἔλαβεν, ὅπερ ἐστὶ τὸ σῶμα, καὶ δι’ αὐτοῦ ἐπολέμησε καὶ ἀπέκτεινε τὸν θάνατον· διὰ σώματος νεκροῦ ἐθανατώθη ὁ ἐχθρός· διὰ | |
5 | τοῦ ἰδίου ὅπλου κατέκρινεν ἐν τῷ σώματι τὴν ἁμαρτίαν· ὥσπερ γὰρ οἱ ἐχθροὶ ἐπερχόμενοι διὰ τῶν ἰδίων τῆς πόλεως ὅπλων καὶ μαγγάνων, λέγω δὴ τῶν βαλλίστρων ἢ ἄλλων τινῶν, σπουδάζουσι καθελεῖν τὰ τείχη, οὕτως καὶ ὁ ἐχθρὸς λαβὼν ὑποχείριον τὸν Ἀδάμ, ὥσπερ ὅπλῳ χρησάμενος τῷ αὐτοῦ σώματι, δι’ αὐτοῦ ἐνεμήθη καὶ ᾐχμαλώτευσε | |
10 | πάντας τοὺς ἀνθρώπους· ὡσαύτως καὶ ὁ Κύριος, ὥσπερ ὅπλον λαβὼν τὸν ἄνθρωπον, δι’ αὐτοῦ τὰ τείχη καὶ τὰ ὀχυρώματα τοῦ πονηροῦ καὶ πᾶσαν αὐτοῦ τὴν μηχανὴν καὶ τὴν πονηρὰν κατασκευὴν, ᾗ κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο, διέλυσε καὶ ἠφάνισε κατὰ τὸ εἰρημένον Ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, | |
15 | οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· | |
52.3 | νεκρὰ γὰρ ἦν ἡ ἀνθρωπίνη φύσις τὸ πρὶν ἀπὸ θεοῦ, ἄκαρπος· στεῖρα καὶ ἄγονος ἡ ψυχή. νῦν ἐξ οὐρανοῦ σπέρμα ἐδέξατο, ἵνα δυνηθῇ καρποὺς τοῦ πνεύματος ἐνεγκεῖν. ὁ Ἀδὰμ εἷς ἦν, καὶ ἐξ αὐτοῦ ἡ γυνή, καὶ εἰ μὴ συνήφθη Ἀδὰμ τῇ γυναικὶ αὐτοῦ, καρποὺς οὐκ ἐποίει· οὕτως | |
5 | ἐὰν μὴ συναφθῇ ἡ ψυχὴ καὶ κοινωνήσῃ τῷ Χριστῷ, καρποὺς τοῦ πνεύμα‐ | |
τος ἐνεγκεῖν οὐ δύναται. τὸ σπέρμα γὰρ τὸ θεϊκὸν ὁ λόγος, ὁ πεσὼν εἰς τὴν θεοτόκον Μαρίαν, εἰς πάσας τὰς πιστευούσας ψυχὰς πίπτει, καὶ οὕτως γεννῶνται ἐκ τοῦ πνευματικοῦ γεννήματος τῆς σωτηρίας, καθώς φησι Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν | 25 | |
10 | καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, καὶ οὕτως καρποφορεῖ ψυχὴ τῷ θεῷ. Ἡ γυνὴ γάρ, φησίν, ὅταν ὠδίνῃ, λύπην ἔχει· ἐπὰν δὲ γεννήσῃ, χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον· καὶ ἡ ψυχὴ λαβοῦσα τὸν ἐπου‐ ράνιον σπόρον, ἕως ἂν ὠδίνῃ θλίψιν ἔχει, βασανιζομένη ὑπὸ ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ | |
15 | ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμον. | |
52.4 | καὶ ὥσπερ τὸ σῶμα λαβὼν ὁ Κύριος ἀνήνεγκε καὶ ἐκάθισεν ἄνω ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὕτως καὶ νῦν τὰς πιστευούσας ψυχὰς καὶ ἀξίας τοῦ θεοῦ μεθιστᾷ καὶ μεθίστησιν εἰς τὴν βασιλείαν αὐτοῦ, γεννήσας αὐτὰς ἄνωθεν ἐκ τοῦ ἰδίου πνεύματος, καθώς φησιν ὁ | |
5 | Κύριος Ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. οἱ γὰρ ἐν ἀληθείᾳ πιστοὶ καὶ ἐν τῇ γῇ μένοντες ἄνω ἐν τοῖς οὐρανοῖς δια‐ κονοῦσι τῷ Κυρίῳ, καὶ αὐτὸς δὲ ἄνω καθεζόμενος εἰς τὸν θρόνον τῆς μεγαλωσύνης αὐτοῦ κάτω ταῖς τῶν ἁγίων ψυχαῖς ὡς ἐνθρόνοις ἐπανα‐ παύεται· μέλη γὰρ καὶ σῶμα αὐτοῦ εἰσι, πᾶσα ἡ ἐκκλησία τῶν ἁγίων, | |
10 | αὐτὸς δὲ ἡ κεφαλὴ τῆς ἐκκλησίας τυγχάνει· ὥσπερ γὰρ μία ψυχὴ ἐν ὅλῳ τῷ σώματί ἐστι, καὶ ἕκαστον μέλος τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικεῖται, οὕτω πάντες οἱ ἅγιοι εἰς τὸ πνεῦμα τῆς θεότητος ζῶσι καὶ ὑπ’ αὐτοῦ διοικοῦνται, καὶ ἕκαστον μέλος ζῇ ἐν τῇ ὑποστάσει καὶ τῇ θεϊκῇ ψυχῇ. | |
52.5 | καὶ ὡς τὸ σῶμα ἐὰν ᾖ παρὰ χεῖρα ἢ παρὰ πόδα ἢ παρ’ ὀφθαλμόν, ἐπίμωμός ἐστιν ὁ ἄνθρωπος, οὕτως καὶ ἡ ψυχὴ χωρὶς τῆς ἐπουρανίου ψυχῆς καὶ τοῦ θεϊκοῦ πνεύματος ἀτελὴς καὶ ἐπίμωμός ἐστιν, ἀπόβλητος τῆς βασιλείας τυγχάνουσα· Ἐὰν μή τις γάρ, φησί, γεννηθῇ ἄνωθεν, οὐ | |
5 | δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. δύο γὰρ χεῖρες καὶ δύο πόδες καὶ δύο ὦτα τέλειος ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ δύο πτεροῖς τὸ ὄρνεον δύναται πετασθῆναι, ἑνὶ δὲ πτερῷ πετασθῆναι οὐ δύναται· ἀλλὰ καὶ δύο διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν, καὶ χωρὶς τῆς καινῆς ἡ μία ἀδύνατος ἦν· καὶ πάντα τὰ ζεύγη, δύο ὄντα, ἕν ἐστι, καὶ οὕτω τέλεια | |
10 | ἀποδείκνυνται. οὕτω καὶ τὸν ἀληθῆ χριστιανὸν εἶναι δεῖ· ὁ γὰρ Κύριος εὐδόκησεν αὐτὸν ἔχειν δύο ψυχάς, μίαν τὴν κτισθεῖσαν καὶ μίαν ἐπου‐ ράνιον ἐκ τοῦ θεϊκοῦ πνεύματος, καὶ οὕτω δύνανται εἶναι τέλειοι καὶ χρήσιμοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἱπτάμενοι καὶ κουφιζόμενοι ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος. | 26 |
52.6 | ὥσπερ γὰρ ὁ οὐρανὸς ἀρρενικῶς ὀνομάζεται ἡ δὲ γῆ θηλυκῶς, οὕτω νυμφίος ὁ οὐράνιος Χριστός, καὶ νύμφη αὐτοῦ ἡ ὡραία ψυχὴ καὶ ἀπαθής· καὶ ἄνωθεν μὲν ὄμβρος ἐκ τοῦ θεοῦ κατέρχεται, αὕτη δὲ ὡς γῆ καλλίστη δεχομένη τοὺς καρποὺς τοῦ πνεύματος ἀποδίδωσιν· ὥσπερ γὰρ | |
5 | ἡ Εὔα χωρὶς τῆς τοῦ Ἀδὰμ συναφείας στεῖρα καὶ ἄκαρπος ἦν, οὕτω καὶ ψυχὴ χωρὶς τῆς τοῦ πνεύματος συναφείας καὶ συγκράσεως τοῦ ἐπου‐ ρανίου νυμφίου Χριστοῦ χήρα καὶ ἄκαρπος καὶ στεῖρα τυγχάνει τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἀλλὰ καὶ ὁ ἐπουράνιος νυμφίος ἄνευ τῆς σπουδῆς τοῦ ἀνθρώπου καὶ τοῦ θελήματος οὔτε οἰκεῖ εἰς αὐτὸν οὔτε | |
10 | κιρνᾶται· ὥσπερ γὰρ οἶνος κιρνώμενος ὕδατι πόσιμος καὶ ἡδύς ἐστιν, οὕτω καὶ ἡ θεότης ἑαυτὴν κεράσασα τῇ ἀνθρωπότητι ἦλθεν ἵνα πάντας τοὺς θέλοντας καὶ πιστεύοντας κεράσῃ τῷ ἰδίῳ πνεύματι, καὶ οὕτως εἰς ἡδυτάτην καὶ εὔνοστον μεταβληθῶσι προαίρεσιν. ὥσπερ δὲ βαφὲν ἔριον ἐν πορφύρᾳ ἓν γέγονεν, οὕτω καὶ τελείως βαπτιζόμεναι ψυχαὶ τῷ | |
15 | πνεύματι πορφύρα πνευματικὴ ἀποτελοῦνται κατὰ τὸ γεγραμμένον Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν· ὥσπερ καὶ σῶμα τοῦ Κυρίου κερασθὲν τῇ θεότητι θεός ἐστιν· ὥσπερ δὲ σίδηρος βληθεὶς εἰς πῦρ πῦρ ἐστι, καὶ οὐδὲν δύναται αὐτοῦ ἅψασθαι ἢ ἐγγίσαι, ἐπεὶ ἀφανί‐ ζεται καὶ ἀναλίσκεται, εἰ μὴ μόνον τὸ πῦρ μετὰ τοῦ πυρὸς ἢ ἄνθρακες | |
20 | πυρὸς μετὰ ἀνθράκων δύνανται εἶναι ἀβλαβεῖς, οὕτω καὶ πᾶσα ψυχὴ διὰ τοῦ πυρὸς τοῦ πνεύματος καθαρισθεῖσα καὶ πῦρ καὶ πνεῦμα γενομένη δύναται εἶναι μετὰ τοῦ ἀχράντου σώματος τοῦ Χριστοῦ. ψυχὴν δὲ ἀμύητον τούτου τοῦ πνεύματος ἀδύνατον ἐκεῖ προσεγγίσαι, ἢ ἀποβλέ‐ ψαι εἰς τὴν θείαν ἐκείνην ἀστραπήν, καὶ ζῆν ἐν αὐτῇ. ἕκαστον γὰρ | |
25 | πρᾶγμα ἐκεῖ ἐστι καὶ ἐκεῖ ζῇ, ὅθεν ἐγεννήθη· τὰ ζῷα τὰ ἐν τῷ ὕδατι διὰ τὸ ἐκεῖ γεννηθῆναι ἐκεῖ ζῶσι· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπάνω ἐστὶν εἰς τὰ ὕψη τῆς θεότητος, ἐκεῖθεν γὰρ ἐγεννήθησαν. | |
52.7 | ὥσπερ δὲ ἡνίοχος κατέχων τὰ λῶρα ἡνιοχεῖ καὶ ἄγει τὰ ζῷα | |
ὡς οἶδε καὶ ὡς βούλεται, οὕτως καὶ ὁ Κύριος ἐν τοῖς ὑψίστοις ἡνιοχεῖ καὶ κυβερνᾷ τὰ κτίσματα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς αὐτὸς ἐπίσταται· αὐτὸς γάρ ἐστιν ἐν οὐρανοῖς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθεζόμενος, καὶ | 27 | |
5 | αὐτός ἐστι τὰ ἐπὶ τῆς γῆς διοικῶν καὶ πᾶσι τοῖς ἁγίοις συνὼν καὶ συνοι‐ κῶν· αὐτός ἐστιν ἄνω, καὶ αὐτός ἐστι κάτω· αὐτός ἐστιν ὁ θεός, καὶ αὐτός ἐστιν ἄνθρωπος· αὐτός ἐστιν ὁ ζῶν, καὶ αὐτός ἐστιν ὁ ἀποθανών· αὐτός ἐστιν ὁ τῶν πάντων Κύριος, καὶ αὐτός ἐστιν ὁ τῶν πάντων δοῦλος· αὐτός ἐστι τὸ ἀρνίον, καὶ αὐτός ἐστιν ἡ θυσία· αὐτός ἐστιν ὁ μόσχος ὁ | |
10 | τυθείς, καὶ αὐτός ἐστιν ὁ θύων ἀρχιερεύς· αὐτός ἐστιν ὁ παθών, καὶ αὐτός ἐστιν ὁ ἀπαθής· αὐτός ἐστιν ὁ νυμφίος, καὶ αὐτός ἐστιν ἡ νύμφη. αὐτός ἐστιν ὁ νυμφών, καὶ αὐτός ἐστιν ὁ παστός· αὐτός ἐστιν ὁ παρά‐ δεισος, καὶ αὐτός ἐστι τὸ ξύλον τῆς ζωῆς· αὐτός ἐστιν ἡ πόλις Ἱερουσα‐ λήμ, καὶ αὐτός ἐστιν ὁ ναὸς καὶ τὰ ἅγια τῶν ἁγίων· αὐτός ἐστι τὸ | |
15 | πέλαγος, καὶ αὐτός ἐστιν ἡ οἰκουμένη· αὐτός ἐστιν ἡ τροφὴ τῶν ψυχῶν, καὶ αὐτός ἐστιν ὁ τῇ σωτηρίᾳ τούτων τρεφόμενος· αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, καὶ αὐτός ἐστι τὸ ὕδωρ τῆς ζωῆς· αὐτός ἐστιν ἡ ἄμπελος ἡ ἀλη‐ θινή, καὶ αὐτός ἐστιν ὁ οἶνος τῆς εὐφροσύνης· αὐτός ἐστιν ὁ μαργαρίτης, καὶ αὐτός ἐστιν ὁ θησαυρός· αὐτός ἐστιν ἡ σαγήνη, καὶ αὐτός ἐστιν ὁ | |
20 | πολεμιστής· αὐτός ἐστι τὸ ὅπλον, καὶ αὐτός ἐστιν ὁ νικῶν· αὐτός ἐστιν ἡ περιτομή, καὶ αὐτός ἐστι τὸ σάββατον καὶ ὁ νόμος· αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας τῶν ἁγίων, καὶ αὐτός ἐστιν ὁ τοῦ σινάπεως κόκκος· αὐτός ἐστιν ὁ ἀμπελών, καὶ αὐτός ἐστιν τὸ ἄροτρον· αὐτός ἐστιν ἡ χάρις, καὶ αὐτός ἐστιν ἡ πίστις· αὐτός ἐστιν ὁ γάμος, καὶ αὐτός ἐστι τὸ | |
25 | ἔνδυμα τοῦ γάμου· αὐτός ἐστιν ἡ ὁδός, καὶ αὐτός ἐστιν ἡ θύρα· αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ αὐτός ἐστι τὸ φῶς τῶν ψυχῶν· αὐτός ἐστιν ἡ ζωή, καὶ αὐτός ἐστιν ἡ βασιλεία· αὐτός ἐστιν ἡ ἀρχὴ καὶ αὐτός ἐστι τὸ τέλος· αὐτός ἐστιν ὁ πάντων ἐπέκεινα, καὶ αὐτός ἐστιν ὁ τὰ πάντα ἐν πᾶσι γινόμενος. τοῦτο τὸ ἱερὸν καὶ θεῖον γέννημα ἐγεννήθη | |
30 | ἡμῖν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἡ σωτηρία καὶ ἡ ζωὴ τῶν ψυχῶν ἡμῶν· δόξα τῇ μεγαλειότητι αὐτοῦ· δόξα τῇ φιλανθρωπίᾳ· δόξα τῇ ἀνεικάστῳ προνοίᾳ αὐτοῦ περὶ τὸ γένος ἡμῶν. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ πιστεύ‐ σωμεν δέξασθαι αὐτόν, ἵνα καὶ ἡμεῖς εὑρόντες αὐτὸν ἀπολαύσωμεν αὐτοῦ, τοσούτων ἀγαθῶν γινομένων ἐν ἡμῖν βουλήσει πατρὸς καὶ υἱοῦ | |
35 | καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας· ἀμήν. | 28 |
53t | ΟΜΙΛΙΑ ΝΓ | |
53.1 | ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ υἱὸς θεοῦ γενέσθαι καταξιωθῆναι πρὸ πάντων τῆς μακροθυμίας δραξάμενος ὀφείλει εὐχαριστεῖν ἐν ταῖς ἀπαντώσαις θλίψεσι διαφόροις, στενοχωρίαις τε καὶ ἀνάγκαις· λέγω δὴ νοσημάτων καὶ παθῶν, ἤτοι πνευματικῶν θλίψεων τῶν ἐπαγομένων | |
5 | ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἤτοι ζημιῶν σωματικῶν ἀδοξιῶν τε καὶ ὕβρεων ὑπὸ ἀνθρώπων ἐπαγομένων· ἅπερ πάντα ἐμπόδια τυγχάνει, τοῦ τῆς βασιλείας ἀλλοτριῶσαι καὶ μὴ προσεγγίσαι τὴν ψυχὴν τῷ θεῷ. ἐν τούτοις τοίνυν πᾶσι τοῖς ἀπαντῶσιν ὁ βουλόμενος εὐδοκιμῆσαι παρὰ Χριστῷ ὀφείλει χαίρειν, ἥδεσθαι καὶ ἀγαλλιᾶν, καὶ τῇ πρὸς θεὸν | |
10 | ὁρμῇ ζέειν, καὶ τῇ προαιρέσει πρὸς αὐτὸν σπεύδειν, καὶ ὅτε μᾶλλον ἐν τοῖς τοιούτοις ἐμποδισθῇ, ἀναπαύεσθαι καὶ γενναίως ὑπερπηδᾶν πᾶσαν θλίψιν τῇ πρὸς Κύριον ἀγάπῃ· εἰ δὲ μὴ οὕτως διακεῖται μήτε οὕτως ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό‐ | |
15 | λουθος πάντων τῶν ἁγίων, μήτε τοῖς ἴχνεσι τοῦ Κυρίου ἀκολουθεῖ. | |
53.2 | κατανόησον γὰρ ὡς συνετός, καὶ βλέπε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, οἱ πατριάρχαι, οἱ προφῆται, οἱ ἀπόστολοι, οἱ μάρτυρες καὶ πάντες οἱ τῆς ζωῆς υἱοὶ ἐν ταῖς θλίψεσιν ἔχαιρον, καὶ ἐν ταῖς στενοχωρίαις καὶ ἀνάγκαις ἥδοντο· καὶ ἡ ἀνάπαυσις αὐτῶν ἦν ἐν ταῖς κακουχίαις καὶ | |
5 | τοῖς πόνοις. Μᾶλλον γάρ, φησί, ἑλόμενοι συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· καὶ πάλιν Τέκνον, εἰ προ‐ σέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου· πᾶν ὃ | |
10 | ἐὰν ἐπενεχθῇ σοι δέξαι ἀσμένως, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως· πίστευσον αὐτῷ καὶ ἀντιλήψε‐ ταί σοι, καὶ τὰ ἑξῆς· καὶ ἀλλαχοῦ Τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ προσδέχου· εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. ὁ δὲ μακάριος ἀπόστολος ἐντελέστερον ἐπάγει λέγων Ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν | |
15 | θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν διωγμοῖς, καὶ ὁ Κύριος Μακάριοι, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ τὰ ἑξῆς· εἰ τοίνυν τῶν τοιούτων υἱὸς καὶ κληρονόμος γενέσθαι βούλει, τὴν μίμησιν τῆς ἀναστροφῆς αὐτῶν καὶ πολιτείας ὀφεί‐ λεις ἀναδέξασθαι, καὶ τῶν τοῦ Κυρίου λόγων ἀκόλουθος εἶναι καὶ ποιη‐ | 29 |
20 | τής· Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν ὁδός, καὶ ὀλίγοι εἰσὶν οἱ διερχόμενοι δι’ αὐτῆς. εἴτε οὖν ἐν στενοχωρίαις, ἢ ἐν πάθεσιν, ἢ ἐν νόσοις, ἢ ἐν ὀνειδισμοῖς, ἢ ἐν ὕβρεσιν ἐξετασθῇς, μᾶλλον ἐν τούτοις ὀφείλεις ἀγαλλιᾶσθαι καὶ χαίρειν· Οὐαὶ γάρ, φησί, τοῖς τρυφῶσι καὶ τοῖς ἐμπεπλησμένοις καὶ τοῖς ἐν ἐπιγείοις μακαριζομένοις· ὁ γὰρ | |
25 | μακαρισμὸς τοῖς πενθοῦσι καὶ θλιβομένοις διὰ τὸν Κύριον ἡτοίμασται· ὀφείλει τοίνυν ὁ τὴν ζωὴν τὴν αἰώνιον ἐπιθυμῶν ζῆσαι ἐν πᾶσιν εὐχαρι‐ στεῖν, καὶ τὰς θλίψεις καὶ τὰς στενοχωρίας ἀποδέχεσθαι, καὶ τὴν ταπεί‐ νωσιν ἀγαπᾶν. | |
53.3 | οὐ γὰρ μόνον γονάτων χρεία παρὰ θεῷ, ὅπως εἰς πᾶσαν ἡμέραν ἐν τῇ εὐχῇ καρτερῇ τις. καλὸν μὲν ἐπιτήδευμα τοῦτο, καλὸν ἀληθῶς τὸ εὔχεσθαι καὶ ἀδιαλείπτως προσκαρτερεῖν τῇ εὐχῇ. κεφαλὴ γάρ ἐστι πάντων τῶν ἐπιτηδευμάτων, ἀλλὰ τῶν λοιπῶν ἄνευ τῆς ἀρετῆς μελῶν | |
5 | νεκρά ἐστιν. εὐχαὶ γὰρ ταῖς εὐποιΐαις εὐπρόσδεκτοι γίγνονται· ἵνα τις μὴ μισῇ τὸν ἀδελφόν· μὴ κατά τινος λαλεῖν· ταπεινὸν εἶναι, καὶ μὴ ὑψηλοφρονεῖν· μὴ οἴεσθαι ἑαυτὸν εἶναί τι, κἂν πάσας τὰς δικαιοσύνας ποιήσῃ. ζητούμενος γὰρ ὁ Κύριος οὕτως εἰλικρινῶς καὶ ὁσίως εὐθέως παραγίγνεται· μὴ ζητούμενος δὲ οὕτως, ὡς ἐν ὕπνῳ ἑκὼν εἶναι λελό‐ | |
10 | γισται, καὶ ἡ εὐχὴ ἐπιπόλαιος οὖσα, οὐδὲν λελόγισται παρὰ θεῷ. | |
53.4 | διὰ τί γὰρ ὁ Κύριος οὐκ ἀποκαλύπτεται ἡμῖν ἐν τάχει ζητούμε‐ νος ὑφ’ ἡμῶν; ὅτι οὐ βούλεται; μὴ γένοιτο. Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πᾶσα σπουδὴ καὶ κάματος τῶν πατέρων διὰ τοῦτο γέγονε καὶ αὐτοῦ τοῦ Κυρίου, εἰς τὸ τὸν | |
5 | θεὸν τοῖς ἀνθρώποις γνωρισθῆναι, τουτέστι χάριτος ἐνέργεια, ἥτις ἐστὶ ζωὴ αἰώνιος, ἀλλὰ πάντως ἔστι τι ἴδιον τῆς ψυχῆς ἐν μέσῳ πλημμέ‐ λημα, καὶ διὰ τοῦτο οὐδέπω γνωρίζει καὶ ἀποκαλύπτει ἡμῖν ἑαυτὸν ὁ Κύριος· οὐ γάρ ἐστι προσωπολήπτης ὁ θεός, ἀλλὰ προσέχει ταῖς ἐνθυμή‐ σεσι καὶ ἐννοίαις τῶν ζητούντων. διὰ τὴν ἡμετέραν τοίνυν χαυνότητα | |
10 | καὶ ἀμέλειαν ἢ ἀπιστίαν ἢ ἕτερά τινα παραπτώματα ἅπερ οὐκ ἴσμεν μὴ | |
λεπτῶς ἑαυτοὺς διακρίνοντες, οὐ γνωρίζεται ἡμῖν ὁ Κύριος, ὁ εἰπὼν ἐμφανίζειν ἑαυτὸν τοῖς ὁσίως αὐτὸν ζητοῦσι καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάττουσι· γέγραπται γάρ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρή‐ σατε, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν παρ’ ὑμῖν ποιήσομεν. | 30 | |
15 | σπουδάσωμεν τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε‐ ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ, λυτρωθῆναι ἀπὸ παντὸς παραπτώματος φαινομένου καὶ κρυπτοῦ, καὶ ὅτε ἐν ἀληθείᾳ δικαίως καὶ ὁσίως ζητήσωμεν αὐτόν, ἑτοίμως ἐμφανίζει ἡμῖν ἑαυτὸν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ, καθα‐ | |
20 | ρίζων τὰς ἐρρυπωμένας καρδίας ἡμῶν ἀπὸ πάσης κακίας καὶ μολυσμοῦ. | |
53.5 | πρὸ πάντων τοίνυν τὰς θλίψεις καὶ στενοχωρίας καὶ ὕβρεις αἱρεῖ‐ σθαι ὀφείλομεν, οἱ εὐαρεστεῖν θεῷ βουλομένοι, ὅπως σὺν αὐτῷ ζῆσαι καταξιωθῶμεν ὅλους αἰῶνας· τίς γάρ ἐστιν ἄξιος διὰ τὸν Κύριον πει‐ νᾶσαι καὶ γυμνητεῦσαι καὶ ἐν τούτοις χαίρειν; μακάριος ὁ τοιοῦτος, | |
5 | ὄντως μακάριος ὅτι παρρησίαν μεγάλην ἔμπροσθεν τοῦ θεοῦ κέκτηται· βούλεται γάρ σε ὁ Κύριος ἐν τούτοις δοκιμασθῆναι, εἰ ἐν ταῖς θλίψεσιν οὐκ ἐπιλανθάνῃ αὐτοῦ, Εἰς πᾶσαν γάρ, φησίν, ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, καὶ ἀλλαχοῦ, Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελετή μου· αὕτη ἐστὶν ἡ ἄθλησις· ἐν τούτῳ εὐαρεστεῖται ὁ θεός. | |
53.6 | οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῶν δὴ θελόντων εὐαρεστεῖν τῷ θεῷ διὰ ὑστέρησιν γνώσεως ἀληθοῦς σαρκὶ μόνον κάμνουσιν· ἀλλὰ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς καὶ τῇ ἔνδον κρυπτῇ προαιρέσει δεῖ ἀγωνί‐ ζεσθαι τὸν τοῦ θεοῦ ἄνθρωπον, ὅς ἐστιν ἀληθινὸς ἀγὼν παρὰ θεῷ ψυχῆς | |
5 | πρὸς ἀοράτους τῶν πονηρῶν δυνάμεων διαλογισμούς. Οὐκ ἔστι γάρ, φησίν, ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. τὰ γὰρ πνευματικὰ τῆς πονηρίας ἀόρατα καὶ ἀσώματα ὅσον πρὸς τὰ φαινόμενα τυγχάνουσιν· ὁμοίως καὶ ἡ ψυχὴ ἀόρατος καὶ ἀσώ‐ ματος ὅσον πρὸς παχύτητα σωμάτων. ἀόρατον τοίνυν καὶ ἀσώματον | |
10 | τὸν ἀγῶνα καὶ τὴν ἄθλησιν εἶναι δεῖ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ. ὅνπερ ἀγῶνα οἱ ἄνωθεν ἐξ ἀρχῆς πατέρες ἠγωνίσαντο, κἂν ἐν τοῖς φαινομένοις ὡς οἱ λοιποὶ ἐφαίνοντο ἄνθρωποι· οἱ οὕτως ἀγωνισάμενοι, εὐαρεστῆσαι τῷ θεῷ ἠδυνήθησαν. | |
53.7 | ἀνδρεῖαι γὰρ καὶ γενναῖαι ψυχαὶ καὶ πάντων καταφρονοῦσαι ἀπέρχονται εἰς πόλεμον, καθὼς καὶ Μωυσῆς περὶ τοῦ κρυπτοῦ τῶν | |
πονηρῶν πνευμάτων πρὸς τὴν ψυχὴν πολέμου αἰνιττόμενος, καὶ οἷαι ψυχαὶ ἐπιτήδειοι τυγχάνουσιν, ἔφη Εἴ τις ἡρμόσατο γυναῖκα, μὴ ἐξέλθῃ | 31 | |
5 | εἰς πόλεμον, καὶ εἴ τις ἐφύτευσεν ἀμπελῶνα, μὴ ἐξέλθῃ. ταῦτα περὶ δεσμῶν ὑλικῶν λέγει μήποτέ τις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀθλῶν ἔν τισι πράγμασι δέδηται, ἐὰν γὰρ διὰ τὴν πρὸς τὰς ἡδονὰς καὶ τὰ κτήματα προσπάθειαν μὴ ἀθλήσῃ, ἀπόβλητος τῆς ἐπουρανίου εὐφρο‐ σύνης γίνεται, ὡς ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος περὶ τῶν ἐν τοῖς γάμοις | |
10 | κληθέντων καὶ παραιτησαμένων φησί, Ὁ πρῶτος λέγει, ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ ὁ ἄλλος, γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν, ἐρωτῶ σε ἔχε με παρῃτημένον· συμφώνως τῷ Μωυσῇ λέγων. | |
53.8 | γενναῖοι γὰρ καὶ ἕτοιμοι ὑπακούειν τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ πνευματικῷ πολέμῳ προχωροῦσιν· ἑτοιμασία δὲ καλὴ καὶ ἐπιτηδει‐ ότης πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμόν ἐστιν ὅταν τις κατα‐ λιπὼν πατέρα καὶ μητέρα καὶ πάντα τὰ τοῦ βίου προσαγάγῃ ἑαυτὸν τῷ | |
5 | θεῷ, καὶ πρὸς τούτοις ἔτι καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσηται, ἐπιδιδοὺς ὅσα κέκτηται καὶ διαφέρει αὐτῷ ἐκ τῶν σαρκικῶν γονέων χρήματα καὶ πάντα ᾧ καὶ τὴν ψυχὴν μετὰ θεὸν ἐνεπίστευσε πνευματικῷ πατρὶ καὶ ἀσκητῇ, ὥστε διοικεῖν αὐτὰ καθ’ ὃν αὐτὸς βούλεται τρόπον, καὶ μὴ πολυπραγμονεῖν ὅπου χρή, καὶ ὅπου οὐ χρή, ἵνα μὴ εὑρεθῇ κρίνων καὶ | |
10 | δοκιμάζων, ὃν ἡρετίσατο κριτὴν καὶ διοικητὴν τῆς ψυχῆς αὐτοῦ, ὡς ἐμπείρῳ ταύτην ἐγχειρίσας προσαγαγεῖν τῷ θεῷ, καὶ διὰ τὰ εὐτελῆ τῆς ὕλης ἀποδοκιμάζων αὐτόν· δείκνυται γὰρ διὰ τούτων ἀσκητὴς μᾶλλον αὐτός, ἢ τοῦ ἀσκητοῦ ὑποχείριος διὰ τὸν θεόν. | |
53.9 | λέγε μοι γὰρ σὺ ὁ τοῦτο ποιῶν· τὴν ψυχὴν σεαυτοῦ ἐγχειρίσαι λέγεις τῷ ἀσκητῇ, καὶ προσπίπτων αὐτοῦ τοῖς ποσὶ δεῇ, λέγων Λάβε μου τὴν ψυχὴν καὶ προσάγαγε τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος | |
5 | καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτάνειν; ἢ δοκεῖς μὴ εἶναι ἁμαρτίαν, τὰ δοθέντα τῷ θεῷ πάλιν ἀφαιρεῖσθαι; πῶς δὲ ἀφαιρεῖς μάθε· ὅτι τῆς μὲν ψυχῆς σου ἀξιόπιστον ποιεῖς τὸν ἀσκητὴν ἱερέα ταύτην διδοὺς προσάγειν θεῷ, περὶ δὲ τῶν ψυχρῶν καὶ οἰκτρῶν καὶ ταλαιπώρων πραγμάτων τῆς ὕλης τοῦ κόσμου τούτου κρίνεις αὐτὸν | |
10 | καὶ δοκιμάζεις. πῶς οὖν οὐ δοκεῖς ἁμαρτάνειν ἁμαρτίαν οὐ τὴν τυχοῦσαν ἀλλ’ αὐτὴν τὴν ἱεροσυλίαν, ἧς τὸ κρῖμα δείκνυσιν ὁ μακάριος Πέτρος | |
ἐν ταῖς πράξεσιν, ὅτε Ἀνανίαν καὶ Σάπφειραν ἐξελέγξας ὡς νοσφισα‐ μένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, ὃ προσενέγκαντες ἐκελεύσθησαν πωλῆ‐ σαι, ὥστε εἰς διακονίαν τῶν ἀδελφῶν προχωρῆσαι, θανάτῳ τούτους | 32 | |
15 | πικρῷ κατεδίκασε, καὶ φόβον μέγαν ἐνεποίησε πάσῃ τῇ ἐκκλησίᾳ. ἀλλ’ ἐρεῖς Οὐκ ἀφαιροῦμαι τὴν ἀποταγήν, ἀλλὰ δεόντως οἰκονομηθῆναι καὶ καλῶς προνοοῦμαι. μάλιστα μὲν οὐδὲ δοκιμαστήν σε εἶναι τῶν μηκέτι ἀνηκόντων ὁ λόγος συγχωρεῖ, οὐ γὰρ ἐπίστασαι τὸ δέον ἢ μὴ δέον, ἐλέγχῃ δὲ ἀφαιρούμενος καὶ τὴν ἀποταγήν· ἐλέγχῃ πρὸς τούτοις καὶ ψευδόμε‐ | |
20 | νος ἐν τῷ λέγειν Οὐκ ἀφαιροῦμαι. | |
53.10 | λέγε γάρ μοι· οὐχὶ τὴν ψυχὴν ἔπειτα καὶ τὰ χρήματα ἔδωκας διὰ τῶν χειρῶν τοῦ ἀσκητοῦ τῷ θεῷ; οὐκοῦν οὐκέτι ἐν ἐξουσίᾳ σου ἐστὶ ταῦτα, ἀποταγὴ δέ ἐστι βεβαία καὶ ἀληθής, ψυχῆς μὲν ὅταν καθ’ ὅλου τὰ ἴδια θελήματα μὴ ἐπιτελῇ, ἀλλὰ, καθάπερ ὕλη τεχνίτῃ, οὕτως ὑποθῇ | |
5 | τὰς αἰσθήσεις ἑαυτοῦ πάσας, ᾧ τὴν ψυχὴν παρέθετο μετὰ τὸν θεόν, ἀτενὲς ἔχων τὸ ὄμμα πρὸς τὰ ὑπ’ αὐτοῦ κελευόμενα. καὶ ὡς ὕλη οὐκ ἀντερεῖ τῷ τεχνίτῃ ἔντιμον βουλομένῳ ποιῆσαι σκεῦος καὶ οὐκ ἄτιμον, ἄψυχος γὰρ ἅπαξ ὕλη καὶ ἀναίσθητός ἐστιν, οὕτως εἶναι καί σε ὁ λόγος ἀπαιτεῖ. ὡς γὰρ ἐμπείρῳ τὴν ψυχὴν παραθέμενον καὶ οὐκ ὄντα ἑαυτοῦ | |
10 | αὐτὸς ἀγέτω σε, καὶ φερέτω ὅπου βούλεται καὶ ὡς βούλεται. εἰ δὲ περὶ ψυχῆς εἴρηται τοῦτο, πῶς περὶ τῶν γηΐνων σου καὶ φθαρτῶν κτημάτων, οἷς ἀποτάξασθαι λέγεις, ἀναισθητεῖν σε χρή; | |
53.11 | εἰ δὲ καταζητεῖς καὶ διατάσσῃ τῷ ἀσκητῇ, ὅρα πόσα δοκεῖς ἁμαρτάνειν· πρῶτον μέν, ἱεροσυλίαν ἐπισπώμενος κρῖμα, τοῖς θελήμασιν ἀποταξάμενος καὶ ἐπαναλαμβάνων αὐτά· δεύτερον, ὃν ᾑρετίσω κριτὴν τῶν ὑπὸ σοῦ πραττομένων κατακρίνων· τρίτον, αὐθαδείας καὶ φιλαυτίας | |
5 | ἢ καὶ φιλαρχίας φέρειν νόσον· τέταρτον δέ, τοὺς πρώτους καὶ οὓς δοξά‐ ζειν ὤφειλες ἀδελφοὺς καταισχύνων ὡς πένητας καὶ μηδενὶ ἀποταξαμέ‐ νους, καὶ ὑποκύπτειν αὐτοὺς τῇ σῇ δυναστείᾳ βουλόμενος, ὅτι ἐσθῆτα καὶ σκεύη ἐν οἷς διακονοῦνται αὐτὸς παρέσχες· καὶ ὅθεν ἂν περιστραφῇς ἐν τῇ μονῇ, τὰ πάντα σὰ ὁρῶνται, καὶ λογίζῃ ὡς πρὸ ἐμοῦ ταπεινότατος | |
10 | καὶ πτωχὸς ὑπῆρχεν ὁ ἀσκητής, ἐπ’ ἐμοὶ δὲ καὶ διὰ τῶν ἐμῶν μικρὸν ἐπῆρε τὴν κεφαλήν, καὶ παρὰ τοῖς ἐπιδημοῦσι φίλοις διὰ τῶν ἐμῶν λαμπρὸς φανεὶς ὑπόληψιν εὗρε μεγάλην· πρὸ γὰρ τούτου, ἐσθὴς αὐτῷ | |
εὐτελής, νῦν δὲ λαμπρά, δι’ ἧς καὶ δεδόξασται. καὶ ὅρα ὡς ἀναίσθητος ἴσον ἔχειν με τῶν λοιπῶν βούλεται, καὶ διὰ τοῦτο περιτρέψαι καὶ | 33 | |
15 | τὸν ἀσκητὴν τὸ δίκαιον κρῖμα βιάζεται, ὥστε ὑποκρινάμενον τῇ βίᾳ ταύτῃ ἄρχοντα πάσης αὐτὸν χειροτονῆσαι τῆς ἀδελφότητος. εἰ δὲ εἰδὼς εἴη καὶ γράμματα καὶ εἰς θρόνον αὐτὸν διδασκάλου καθέζεσθαι, εἶτα εὐλο‐ γεῖν τοὺς ἑαυτοῦ πατέρας ἄξιον ἑαυτὸν πεπίστευκεν, ὃς οὐδ’ ἄκροις χείλεσι τῆς ἀσκήσεως ἐγεύσατο, τοὺς παντοίαις ἀσκήσεσι τῶν ἀρετῶν | |
20 | ἐναθλήσαντας, εἶτα καὶ τέλεον ἀποκινῆσαι τὸν ἀσκητὴν τῆς ἀρχῆς ἠβουλήθη τάχα· καὶ οἴεται ἐπὶ τούτοις πᾶσι μηδὲν παρατρέψαι μήτε ὑφελέσθαι, ὅτι τὰ χρήματα εἰς ἀνόπιν οὐκ εἴληφεν, οὕτως κακῶς καὶ ἀτόπως ἐν τῷ τὴν ψυχὴν ἆραι τῶν χειρῶν τοῦ ἀσκητοῦ διανοηθείς. καὶ πόσῳ βέλτιον ἦν, εἰ τὰ χρήματα εἰληφὼς συντόμως ᾤχετο· σύντομος | |
25 | γὰρ ἀπαλλαγὴ ζημίας κερδαλεωτέρα παντὸς εὑρέματος ὑλικοῦ· ἀπηλλάγη γὰρ ἂν αὐτὸς περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόνων. | |
53.12 | ἀλλὰ σύ γε, ὦ ἀθλητὰ εὐσεβείας καὶ ἀσκητά, εἰ βούλοιο ταύτην διαπλεῦσαι τὴν μεγάλην καὶ εὐρύχωρον θάλασσαν, διὰ τὸ ἀχανὲς ἐν μέσῳ καὶ ἄφατον πέλαγος, προκόψας ἀπὸ γῆς ἤδη καλῶς καὶ τῆς ὕλης ἀποσπάσας τὴν ναῦν, μὴ πάλιν εἰς γῆν ὁδηγοῦ, ζητῶν ἐπιστρέ‐ | |
5 | φειν, ἀλλὰ πρὸς οὐρανὸν ἀτενὲς ἔχε τὸ ὄμμα. εὑρήσεις γὰρ ἀστέρας εἰς ὃν ἐγώ σέ φημι οὐρανὸν ἀφορᾶν, ὧν τὰ ὀνόματα καὶ τὸν ἀριθμὸν ὁ οὐράνιος ἐπίσταται κυβερνήτης. εὑρήσεις ἐν αὐτῷ τοὺς φωστῆρας ἅπαν‐ τας, πατέρας, πατριάρχας, προφήτας, ἀποστόλους, καὶ μάρτυρας, φωστῆρας ἀληθῶς ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου καταυγάζοντας | |
10 | νύκτα· πρὸς οὓς ἀποβλέπων ἀσφαλῶς ὁδηγήσεις τὴν τῆς εὐσεβείας ναῦν ἐπὶ λιμένα τῆς ἀναπαύσεως, Ἱερουσαλὴμ τὴν ἐπουράνιον, πάντα καταλελοιπὼς κατὰ μίμησιν αὐτῶν, καὶ πρὸς μηδὲν αὐτῶν ἐπιστρεφό‐ μενος. | |
53.13 | οἱ γὰρ ἐνδιατρίβοντες τοῖς χείροσι πλείους, σπάνιοι δὲ οἱ τῆς εὐσεβείας ἐργάται. σοῦ δὲ ἡ τῆς ἐπιπόνου ἀποταγῆς πρόθεσις οὐχὶ μετὰ τῶν πολλῶν γέγονε τῆς πλατείας, ἀλλὰ τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν βιαζομένων, καὶ ὀφείλεις | |
5 | ἄληστον ἔχειν ἐν τῷ νῷ τὸ ἐπάγγελμα, καὶ οὕτω δυνήσῃ πάσας τὰς θλίψεις φέρειν γενναίως. οὐ γὰρ οἱ τυχόντες, ἀλλὰ γενναῖοι καὶ ἕτοιμοι τῷ θελήματι τοῦ θεοῦ ὑπακούειν, τὴν στενὴν διαπορεύονται, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀδιάλειπτον ἔχουσι πόλεμον, οἵτινες δικαίως τὴν βασιλείαν κληρονομοῦσιν ὡς ἐκλεκτοὶ στρατιῶται τοῦ θεοῦ. | 34 |
53.14 | καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα· ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου‐ θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς | |
5 | κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ’ ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε‐ τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος | |
10 | δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει. οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ‐ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ | |
15 | παραστήσαντες. | |
53.15 | ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς. τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ | |
5 | ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ‐ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα· οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ | |
10 | δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί. ὁ γὰρ κόσμος οὗτος, τοῦ ἀληθι‐ νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει· πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ’ ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς | |
τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι· τὸ δὲ πᾶν αὐτὸς ὁ | 35 | |
15 | θεὸς καταρτίζει ἐν ἀληθείᾳ. | |
53.16 | τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε‐ ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ | |
5 | κακὰ τοῦ κόσμου ἔξωθεν ἤτοι τὰς πονηρὰς δυνάμεις ἔνδοθεν, καὶ πάσης συνηθείας καὶ προλήψεως ἀπαλλαγῆναι. τοῦτον τὸν ἀγῶνα καὶ τὸν σκοπὸν ἔχοντες οἱ πατέρες τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν ἠδυνήθησαν εὐαρε‐ στῆσαι· κἂν γὰρ ἐν τοῖς φαινομένοις γυναῖκας καὶ τέκνα καὶ χρήματα ἐκέκτηντο, ἀλλ’ ὁ νοῦς αὐτῶν ἀνώτερος ἦν τοῦ κόσμου· ὅθεν εἰς δοκιμα‐ | |
10 | σίας καὶ πειρατήρια εἰσελθόντες ἠνδραγάθησαν, καὶ οὐδὲν ἐλύπει αὐτοὺς ἡ ἀφαίρεσις πάντων τῶν φαινομένων, ἐπειδὴ ἐκέκτηντο τὸ μέγα καὶ ἀληθινὸν κτῆμα, τὴν εἰς θεὸν πεποίθησιν, ὡς ὁ Ἰὼβ πάσης τῆς φαινομένης ἐλπίδος ἐρημωθεὶς καὶ τὸ σῶμα τραυματισθεὶς ἐνίκησε μόνῃ τῇ πρὸς θεὸν ἀγάπῃ· ἐκεῖ γὰρ μεταφέρων τὴν ἔννοιαν ἀνώτερος πάντων ἐγίνετο. | |
15 | οὕτω καὶ ἡμεῖς μεγαλοψύχως πάντα τὰ ἀπαντῶντα καρτερεῖν καὶ ὑπομένειν ὀφείλομεν, τῇ πρὸς θεὸν ἀγάπῃ τετρωμένοι. | |
53.17 | ὥσπερ γὰρ ἐὰν ἔχῃ γυνὴ ἄνδρα, καὶ αὐτὸς μὲν ᾖ ἐν δεσμοῖς καὶ θλίψεσιν, ἡ δὲ ἐν τρυφῇ καὶ ἀμεριμνίᾳ διάγῃ, δηλονότι οὐκ ἔστι σώφρων, μὴ τὴν ὀφειλομένην εὔνοιαν τῷ ἀνδρὶ ἀποσώζουσα, χρὴ γὰρ αὐτῷ συμπάσχειν καὶ συναλγεῖν· οὕτω καὶ ψυχαὶ, αἱ τῷ ἐπουρανίῳ | |
5 | νυμφίῳ συναφθῆναι ἐπιθυμοῦσαι καὶ συμβασιλεῦσαι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὀφείλουσι διοδεύειν, ἐν ᾗ καὶ αὐτὸς ὥδευσε τύπον ἑαυτὸν παρέχων ἡμῖν· εἰ δὲ ἐκτρέπονται εἰς ἑτέραν ὁδόν, μὴ βαστάζουσαι τὰ στίγματα καὶ τὰ παθήματα τοῦ κυρίου, αἱ τοιαῦται ψυχαὶ ὡς πόρναι λογισθήσονται, καὶ ἀπόβλητοι τῆς βασιλείας ἔσονται. | |
53.18 | παρακαλέσωμεν οὖν τὸν θεὸν ἐν πίστει καὶ πληροφορίᾳ, προσδοκῶντες τὸ ἔλεος παρ’ αὐτοῦ, ἅτε δὴ ἔχοντες αὐτοῦ τὰς ὁμολογίας ἐγγράφως, ὅτι Τῷ κρούοντι ἀνοιγήσεται, καὶ ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, εἰ γὰρ ἄνθρωποι μυρίαις περισπώμενοι φροντίσι | |
5 | καὶ πειρασμοῖς ἐπισκοτούμενοι. ὑφ’ ὧν καὶ ἀναγκάζονται ψεύδεσθαι ἀφειδῶς, ἐπὰν ἐγγράφους ὁμολογίας ποιήσωνται, κἂν θελήσωσιν ἀγνω‐ | |
μονεῖν οὐ δύνανται, πόσῳ μᾶλλον ὁ ἀψευδὴς θεὸς εἰς ἡμᾶς πληρώσει τὴν ὁμολογίαν αὐτοῦ, ἤγουν τὴν τοῦ ἁγίου πνεύματος χάριν καὶ δωρεὰν ἡμῖν καταπέμπων; ἀλλ’ ἡμεῖς ἐσμὲν ἀληθῶς ψεῦσται, μὴ ζητοῦντες | 36 | |
10 | αὐτὸν ὡς προσέταξεν ἐν πίστει ἀδιστάκτῳ. ἀλλὰ τότε καὶ ἡμεῖς μετὰ πολλῆς παρρησίας αἰτεῖν αὐτὸν δυνησόμεθα, ἐπάν, ὅσον ἡμῖν ἐστι δυνατόν, ὅλους ἑαυτοῦς δῶμεν ἐκδότους τῷ κυρίῳ, ἀπὸ τῶν ἰδίων θελη‐ μάτων ἀναχωροῦντες, καὶ μὴ ὡς ἑαυτοῖς ζῶντες, ἀλλ’ ὡς ἠγορασμένοι τιμίῳ αἵματι, κατὰ τὸ δεσποτικὸν θέλημα ποιοῦντες, καὶ οὕτως ἀρνησά‐ | |
15 | μενοι ἑαυτοὺς καὶ ὑποθέντες ἑκουσίως μόνῳ τῷ ἀγοράσαντι ἡμᾶς, ὡς εὐγνώμονες καὶ πιστοὶ δοῦλοι εὑρεθέντες, τὸ τῆς ἐπαγγελίας ἅγιον πνεῦμα ἀπολάβωμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ πνεῦμα εἰς τοὺς | |
αἰῶνας, ἀμήν. | 37 | |
54t | ΟΜΙΛΙΑ ΝΔ | |
54.1 | ἐρώτησις. περὶ τῶν ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ, τίς ἡ αἰτία τοῦ οὕτως ζῶντας ἁγνοὺς ἐν τῇ ἐρήμῳ, τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα, τοὺς δὲ περιπαρῆναι τῇ ἀκολασίᾳ; ἀπόκρισις. ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπόκρισιν Παφνούτιος ὁ γνωστικώτατος· | |
5 | πάντα τὰ γιγνόμενα διῄρηται εἰς δύο· εἰς τε εὐδοκίαν θεοῦ, καὶ εἰς παραχώρησιν· ὅσα μὲν γὰρ ἀγαθὰ καὶ ἐπωφελῆ καὶ κέρδος ψυχαῖς περιποιούμενα, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ· ὅσα δὲ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικά, ταῦτα γίγνεται κατὰ θεοῦ συγχώρησιν· ἡ δὲ συγχώρησις ἐκ λόγου δικαίου, ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα | |
10 | καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσματι αἰσχύνης ἢ πλάνῃ δαιμόνων. | |
54.2 | ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ, νόσῳ ἀνθρωπαρεσκίας καὶ αὐθαδείας λογισμῷ, μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, τοῦ θεοῦ πρὸς τὸ συμφέρον ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλείψεως αἰσθόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν | |
5 | διορθώσωνται τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν. | |
54.3 | ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη‐ ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ’ ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολλάκις τὸν ἀκόλαστον διεφθαρμένῳ μὲν σκοπῷ ποιεῖν ἐλεημοσύνην ἐπὶ νεωτέρας δι’ αἰσχρὸν τέλος, πρᾶξιν δὲ | |
5 | εὔλογον ἐπιδείκνυσθαι, τὸ ὡς ὀρφανῇ ἢ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν· συμβαίνει δὲ καὶ σκοπῷ μὲν ὀρθῷ ποιεῖν ἐλεημοσύνην, ἐπὶ νοσοῦντας ἢ γεγηρακότας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογγυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν· δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν, καὶ ἐν | |
10 | ἀφειδείᾳ διδόναι. | |
54.4 | ἔλεγε δὲ καὶ τοῦτο· ὅτι προτερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς· ἐν αἷς μὲν εὐφυΐα διανοίας, ἐν αἷς δὲ τῶν καλῶν ἐπιτηδειότης· ἐὰν οὖν οἱ τὰ προτερήματα κεκτημένοι μὴ ἐπιγράφωσι τῷ θεῷ ταῦτα τῷ δοτῆρι | |
τῶν ἀγαθῶν ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυΐᾳ καὶ ἱκανότητι, οἱ τοι‐ | 38 | |
5 | οῦτοι καταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ αἰσχροπάθειαν ληφθέντες, διὰ τῆς ἐπιγενομένης ταπεινώσεως καὶ αἰσχύνης, ἠρέμα πως τὸν ἐν τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον· ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυΐᾳ λόγων ἐπαιρόμενος οὐκ ἐπιγράφει τῷ θεῷ τὴν εὐφυΐαν οὔτε τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ αὐτοῦ ἀσκήσει καὶ εὐφυΐᾳ, ἀφιστᾷ ὁ | |
10 | θεὸς τὸν ἄγγελον τῆς προνοίας· οὗ ἀποστάντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαιρόμενος ἐπὶ τῇ εὐφυΐᾳ περιπίπτει ἀκολασίᾳ· ἵνα ἡ κτηνώδης καὶ κυνώδης ἀκολασία ἀπελάσῃ τὴν δαιμονιώδη, ἥ ἐστιν ὑπερ‐ ηφανία, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος, ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ’ αὐτοῦ· φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ | |
15 | τοιούτου στόματος διδασκαλίαν, καθάπερ πηγὴν βδέλλας ἔχουσαν, ὡς πλη‐ ροῦσθαι τὸ γεγραμμένον Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; | |
54.5 | ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ πηγαῖς διαφόροις· οἱ μὲν γαστρίμαργοι καὶ οἰνόφλυγοι πηγαῖς βορβορώδεσιν· οἱ δὲ φιλάρ‐ γυροι καὶ πλεονέκται πηγαῖς βατράχους ἐχούσαις· οἱ δὲ ὑπερήφανοι καὶ βάσκανοι, ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφού‐ | |
5 | σαις· ἐν αἷς ἐλλιμνάζει ὁ λόγος τῷ μηδένα ἡδέως ἀρύεσθαι ἐξ αὐτῶν διὰ τὴν πικρίαν τοῦ ἤθους. ὅθεν ὁ Δαβὶδ παρακαλεῖ τρία αἰτῶν, χρη‐ στότητα καὶ παιδείαν καὶ γνῶσιν· ἄνευ γὰρ χρηστότητος, ἡ γνῶσις ἄχρηστος. | |
54.6 | καὶ εἰ μὲν διορθώσεται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλεί‐ ψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβηται ταπεινοφροσύνην, καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος καὶ τῷ θεῷ εὐχαριστῶν, ἐπανέρχεται πάλιν πρὸς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις· | |
5 | λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππά‐ ζοντα ἀστάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρό‐ φιμον ὑποκλαπέντες. | |
54.7 | πᾶσα οὖν πτῶσις, εἴτε διὰ γλώσσης, εἴτε δι’ αἰσθήσεως, εἴτε διὰ πράξεως, εἴτε δι’ ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ’ ἐγκατάλειψιν γίνεται θεοῦ, φειδομένου τῶν ἐγκα‐ | |
ταλιμπανομένων· εἰ γὰρ μετὰ τῆς ὑπερηφανίας καὶ τῇ εὐφυΐᾳ αὐτῶν | 39 | |
5 | μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάσε‐ ται ἐπαιρομένους μεγάλα καὶ θρασέα. | |
54.8 | καὶ ταῦτα δὲ ἔλεγεν ἡμῖν ὁ ἀνήρ· ὅταν ἴδῃς τινὰ βίῳ μὲν χαλεπόν, λόγῳ δὲ πιθανόν, μνημόνευσον τοῦ δαίμονος τοῦ ἐν τῇ ἁγίᾳ γραφῇ τῷ Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας, ὅτι Ὄφις φρονιμώτερος ἦν πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ᾧ ἡ φρόνησις | |
5 | μᾶλλον εἰς βλάβην γεγένηται, ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης· δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ· ἐὰν γὰρ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου μὴ συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἅλατος κατὰ τὸν Ἰώβ· βρωθήσε‐ ται οὖν οὐδαμῶς, ἢ βρωθεὶς εἰς καχεξίαν γενήσεται· Εἰ βρωθήσεται | |
10 | γάρ, φησίν, ἄρτος ἄνευ ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; | |
54.9 | τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος καὶ λέγοντος Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ’ ἵνα δίκαιος ἀναφανῇς· ἐμοὶ μὲν γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπτά, | |
5 | ἐπειδὴ δὲ ἠγνοοῦ τοῖς ἀνθρώποις ὑπονοοῦσι διὰ πλούτου σε θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἐξεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν· ἡ δὲ δι’ ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου, ἐγκατελείφθη γὰρ καὶ ὁ μακάριος Παῦλος, ἐν περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, διὸ καὶ ἔλεγεν | |
10 | Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· μήποτε μετὰ τῶν θαυμάτων ἡ ἄνεσις καὶ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω‐ θέντα· ἐγκατελείφθη καὶ ὁ παράλυτος δι’ ἁμαρτίας, ᾧ λέγει Χριστός Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐγκατελείφθη καὶ Ἰούδας, προ‐ | |
15 | τιμήσας ἀργύριον τοῦ θεοῦ λόγου, διὸ καὶ ἀπήγξατο· ἐγκατελείφθη καὶ Ἠσαῦ περιπεσὼν ἀκολασίᾳ, καὶ προτιμήσας κόπρον πονηρὸν εὐλογίας πατρικῆς. ὡς πάντα ταῦτα συναισθόμενον τὸν ἀπόστολον εἰπεῖν περί τινων Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· ἑτέρων δέ τινων | |
20 | μνημονεύσας ἐν ἐπιγνώσει μὲν εἶναι δοκούντων θεοῦ μετὰ διεφθαρμένης δὲ γνώμης, οὕτω φησίν, Οἵτινες τὸν θεὸν ἐπιγνόντες, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ’ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· ὡς ἐκ τούτου γιγνώσκειν ἡμᾶς ἀδύνατον εἶναι περιπεσεῖν πτώματι τὸν εὐσεβῶς βιοῦντα, εἰ μὴ τῆς τοῦ θεοῦ γυμνωθῇ προνοίας. | 40 |
54.10 | ἔλεγε δὲ καὶ τοῦτο· ὅτι νοῦς ἀποστὰς μνήμης θεοῦ ἢ θυμῷ περιπίπτει, ἢ ἐπιθυμίᾳ· καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη· ἐμοῦ δὲ ἀντιλέγοντος καὶ θαυμάζοντος εἰ δυνήσεται νοῦς ἀνθρώπινος ἀδιαλείπτως εἶναι μετὰ θεοῦ, ἔλεγεν ὅτι ἐν οἵῳ δ’ ἂν | |
5 | νοήματι ἢ πράγματι θεϊκῷ ἡ ψυχὴ εὐσεβεῖ, μετὰ θεοῦ ἐστίν. | |
54.11 | ἔλεγε δὲ καὶ ἄλλος τις τῶν ἁγίων ὅτι πᾶσα ὀρθὴ ψυχὴ μᾶλλον τοὺς λοιδοροῦντας καὶ θλίβοντας ἐπικερδεῖς ἡγεῖται ἢ τοὺς κολακεύοντας καὶ δοξάζοντας· φιλεῖ γάρ πως ἡ ἀκολασία ἡσυχίαν καὶ ὑγείαν καὶ εἰρήνην καὶ εὐθηνίαν· διὸ τοιαύτη οὖσα, ἐν τοῖς λυπηροῖς ὡς βδέλλα | |
5 | συστέλλεται. δόξα τῷ θεῷ, ἀμήν. | 41 |
55t | ΟΜΙΛΙΑ ΝΕ | |
55.1 | ἰστέον ὅτι τινές εἰσι νεώτεροι φρόνιμοι καὶ συνετοὶ καὶ εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς ἡ χάρις· καὶ ἴδε ἄρχονται λαλεῖν λόγον, καὶ ὁ λόγος αὐτοῖς καλός ἐστι· καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ ἐντίμους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον | |
5 | θεοῦ· πλὴν τὸ κακὸν ἔτι σύνεστιν αὐτοῖς ἐν τῷ νῷ, καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνηδύνεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν. | |
55.2 | ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσε‐ ται τῷ νῷ, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ· καὶ εἰ ἀπὸ χάριτος λαλεῖ, καὶ ἀναγκάζεται ὑπό τινος κηρύσσειν τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς | |
5 | καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ, ἀναγκαζό‐ μενος λαλεῖν καὶ κηρύσσειν τῷ Ἰσραήλ, παρῃτήσατο λέγων ὅτι Οὔκ εἰμι ἱκανὸς λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο εἰπεῖν, ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ ὡς πῦρ, καὶ παρῃτήσατο λέγων Νεώτερός εἰμι καὶ οὐ | |
10 | δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ὁ ἀρχι‐ τέκτων ἔργον ποιεῖ, καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ ἔργον ἐπιτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν | |
15 | εὐτρεπισμένοι, οὐχ ἵνα λαλήσωσι καὶ δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων, ἀλλ’ ἵνα ὁ λόγος αὐτῶν θεϊκὸν ἔργον ἐπιτελέσῃ, ψυχὰς ἀνθρώπων οἰκοδο‐ μῶν, καὶ βεβυθισμένον νοῦν καὶ καταπεποντισμένον εἰς κακὰ κοῦφον καὶ ἀνωφελῆ πρὸς οὐρανὸν ἀπεργαζόμενος. τοὺς γὰρ τοιούτους φωτίζοντες καὶ ὁδηγοῦντες καὶ μεταβάλλοντες εἰς ἤθη καλὰ καὶ τρόπους ἀγαθούς, | |
20 | παρασκευάζουσιν ἀπελθεῖν εἰς ζωήν. | |
55.3 | εἰσὶ δὲ πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία· συμβαίνει γὰρ ὅτι ἔξωθεν μέν τις πτωχός | |
ἐστι καὶ ἀκτήμων, ἔσωθεν δὲ συνήδεται τῷ πλούτῳ καὶ ἔστι φίλος πλου‐ σίων· καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα, ἐκτρέ‐ | 42 | |
5 | πεται. ζητεῖ οὖν τὸν τρόπον ὁ θεὸς ἀνάργυρον· ἢ καὶ ἐὰν συμβῇ αὐτῷ ἐμπεσεῖν πλοῦτον, τότε μάλιστα ἀηδισθῆναι καὶ μισῆσαι καὶ φυγεῖν ὡς ἀπὸ πυρός. μετὰ δὲ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενοδοξίας· καὶ τῆς τυφώσεως, καὶ τίς ἄρα δυνήσεται τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, καὶ πόνον ἔχειν ἐν τῇ ψυχῇ διηνεκῆ, δάκρυά τε | |
10 | καὶ πεῖναν καὶ δίψαν; | |
55.4 | εἰ οὖν ἐν τούτοις γένῃ ποτέ, λόγον ποιοῦ μετὰ τῆς ψυχῆς καὶ τοῦ σώματός σου. εἰπὲ τῷ σώματί σου· τί ποιοῦμεν ἐν τῷ κόσμῳ τούτῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν· μέλλεις φθείρεσθαι, καὶ ἀπέρχεσθαι εἰς μνημεῖον. εἰπὲ τῇ ψυχῇ σου· τι ποιεῖς ὧδε; ἄπελθε πρόσπεσον τῷ | |
5 | κυρίῳ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον· ἀντίστηθι πάλιν πρὸς τὸν πυκτεύοντά σοι ἐχθρὸν καὶ ἀφανίζοντα τοῦ νοῦν σου. μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους ἐκείνου τοῦ σκότους, καὶ τὴν δεινὴν νύκτα, καὶ τοὺς αὐχμηροὺς τόπους καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, καὶ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαρὰν ἐν ἀγαλλιάσει πνεύματος | |
10 | ἁγίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. | 43 |
56t | ΟΜΙΛΙΑ Νϛ | |
56.1 | τί ἐστι μονάζων καὶ κατὰ τίνα τρόπον ὄντως ὀνομάζεται, ὀφεί‐ λομεν γνῶναι· καθὼς οὖν ὁ χριστὸς δίδωσι λέγομεν. πρῶτον μὲν οὕτω λέγεται, ὅτι μόνος ἐστίν, ἀπεχόμενος γυναικὸς καὶ ἀποταξάμενος τῷ κόσμῳ ἔσωθέν τε καὶ ἔξωθεν· ἤγουν ἔξωθεν μὲν ταῖς ὕλαις καὶ τοῖς | |
5 | κοσμικοῖς πράγμασιν ἔσωθεν δὲ τοῖς τούτων διανοήμασιν, ἵνα μὴ κατα‐ δέχηται τοὺς λογισμοὺς τῆς κοσμικῆς φροντίδος. δεύτερον δὲ λέγεται μονάζων, ὥστε παρακαλεῖν τὸν θεὸν ἐν τῇ ἀδιαλείπτῳ εὐχῇ, ὅπως τὸν νοῦν αὐτοῦ καθαρίσῃ ἐκ τῶν πολλῶν καὶ χαλεπῶν λογισμῶν, καὶ γένη‐ ται καθ’ ἑαυτὸν μονάζων μόνος ὁ νοῦς πρὸς τὸν ἀληθινὸν θεόν, μὴ | |
10 | καταδεχόμενος τοὺς ἐκ τῆς κακίας λογισμούς, ἀλλὰ πάντοτε καθαρεύειν ὡς δεῖ, καὶ μένειν εἰλικρινὴς πρὸς τὸν θεόν. | |
56.2 | τοῦτο γὰρ ἐν τῇ προαιρέσει τοῦ ἀνθρώπου ἐστίν· ἐὰν οὖν θελήσῃ δοῦναι τὴν προαίρεσιν μόνον πρὸς κύριον, αὐτὸς ἐκριζοῖ τὰ πάθη καὶ τοὺς λογισμοὺς τῆς κακίας ἀπ’ αὐτοῦ, καὶ οὕτως καθαρίσας αὐτόν, ἐμφυτεύει ἐν αὐτῷ τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος, ὅ ἐστιν, Ἀγάπη, | |
5 | χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· περὶ ὧν λέγει ὁ ἀπόστολος Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. ὅσον γὰρ ὁ θεὸς ὁρᾷ τὴν προαίρεσιν τοῦ ἀνθρώπου σχολάζουσαν καὶ πρὸς αὐτὸν ἐγγίζουσαν ἀπερισπάστως ἀεί, τοσοῦτον καὶ αὐτὸς πολυ‐ πλασιάζει τὴν χάριν αὐτοῦ ἐν αὐτῷ, καὶ πλουτίζει αὐτὸν ἐν αὐτῇ· ὅσον | |
10 | δὲ βλέπει τὴν προαίρεσιν ἡμῶν ἀμελοῦσαν καὶ μὴ ἐγγίζουσαν αὐτοῦ ἀλλὰ περισπωμένην ἐν ταῖς ὑλικαῖς πράξεσι, τοσοῦτον καὶ αὐτὸς ἀπο‐ χωρεῖ, καὶ οὐ μέλει αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦναι ἑαυτούς. | |
56.3 | ἡ γὰρ ψυχὴ κτισθεῖσα ὑπὸ τοῦ θεοῦ κατὰ φύσιν ἔχει τὸ ἀγαπᾶν αὐτὸν καὶ αὐτῷ προσδεδέσθαι· τὸ δὲ σῶμα ἐκ τῆς γῆς ληφθὲν τὰ ἐν τῇ γῇ φρονεῖ· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐνεργεῖται ὑπὸ τοῦ Σατανᾶ, καὶ καθέλκει τὴν ψυχὴν καὶ τὸν νοῦν εἰς τὰς γεώδεις φροντίδας· ὀφείλει | |
5 | οὖν ὁ μονάζων διακριτικὸς εἶναι καὶ ἀσφαλίζεσθαι ἐν τούτῳ τῷ μέρει | |
μήποτε ἡττωθῇ κρυπτῶς ἀγνοῶν. | 44 | |
56.4 | ὀφείλομεν δὲ πάλιν μαθεῖν τί ἐστι τὸ ὑπὸ τοῦ χριστοῦ εἰρημένον Ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι· μηδὲ γὰρ ὡς ὀφείλων ἐν ξύλῳ ἑαυτὸν κρεμάσαι καὶ ἀκολουθεῖν τῷ κυρίῳ οὕτως νοεῖ, ἀλλὰ σταυρώσει ὁ μονάζων ἑαυτὸν ἐκ τῶν κοσμικῶν πραγμάτων, τοῦ μὴ ἅψασθαι αὐτῶν· | |
5 | καὶ πάλιν ἵνα σταυρώσῃ τὸν νοῦν αὐτοῦ διὰ παντὸς ἐν τῇ εὐχῇ, ὅπως μὴ ἀμελήσῃ τῆς σωτηρίας αὐτοῦ. καὶ οὐκ ὀφείλει δέχεσθαι τοὺς πονηροὺς λογισμούς, ἀλλὰ διακρίνειν, καὶ εἰδέναι, ὅτι τοῦ πονηροῦ εἰσι· χρὴ γὰρ λῦσαι τὸν νοῦν αὐτοῦ ἀπὸ παντὸς περισπασμοῦ, ἵνα μὴ ὀχλῆται ὑπ’ αὐτῶν· ἐὰν γὰρ μὴ λύσῃ, μάτην καὶ εὔχεται· ὁ γὰρ νοῦς περὶ ἐκεῖνα | |
10 | ῥέμβεται καὶ δῆθεν εὔχεται, καὶ ἡ εὐχὴ αὐτοῦ πρὸς τὸν θεὸν αὐτοῦ οὐκ ἀναβαίνει· ἐὰν γὰρ μὴ ἔχῃ εὐχὴν καθαρὰν ἐν πίστει πεπληρωμένην, οὐ προσδέχεται ὁ θεός. | |
56.5 | ὁ μονάζων ἀφ’ ἑαυτοῦ οὔτε ἰσχύει οὔτε δύναται οὔτε τῷ διαβόλῳ ἀντιστῆναι, οὔτε τοὺς λογισμοὺς τῆς ἁμαρτίας ἀπορρῖψαι ἀφ’ ἑαυτοῦ, οὔτε θέλημα τοῦ θεοῦ ποιῆσαι, οὔτε ἐντολὴν αὐτοῦ φυλάξαι, οὔτε τοῖς πάθεσιν ἀντιστῆναι, εἰ μὴ μόνον τοῦτο ἰσχύει, τοῦ τὴν προαίρεσιν αὐτοῦ | |
5 | δοῦναι πρὸς τὸν θεόν, καὶ εὔχεσθαι καὶ παρακαλεῖν αὐτόν, ἵνα αὐτὸς καθαρίσῃ αὐτὸν ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν τούτου ἐνεργειῶν, καὶ ἵνα εὐδοκήσῃ διὰ τῆς χάριτος αὐτοῦ ἐλθεῖν καὶ βασιλεῦσαι εἰς τὴν ψυχὴν αὐτοῦ, καὶ αὐτὸς τὰς ἰδίας ἐντολὰς καὶ τὸ ἴδιον θέλημα ποιήσει ἐν αὐτῷ, καὶ πᾶσαν ἀρετὴν δικαιοσύνης ἐμπιστεύσει αὐτῷ, πρῶτον μὲν πίστιν | |
10 | ἀληθινήν, εὐχὴν ἐνεργῆ, ἀγάπην τὴν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως, ἐλπίδα, νηστείαν, ἐγκράτειαν, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυ‐ μίαν, ὑπομονήν, καὶ τὰ ἑξῆς. καὶ λοιπὸν ὁ τοιοῦτος οὐ δύναται καυχήσα‐ σθαι ἐν ἑαυτῷ καὶ εἰπεῖν, ὅτι ἐγώ τί ποτε κατώρθωσα, ἀλλ’ εὐχαριστεῖ τῷ κυρίῳ πάντοτε ὅτι αὐτὸς παρακαλούμενος πάντα κατορθοῖ· ἡ γὰρ | |
15 | ὑπομονὴ τῆς εὐχῆς μεγάλα κατορθώματα ἀνύει· ἡ δὲ ὑπὸ τοῦ Σατανᾶ δεδομένη ἀμέλεια τοῖς ἀνθρώποις, μεγάλην μελανίαν καὶ σκότωσιν ἐμποι‐ οῦσα τῇ ψυχῇ, ἀποπλανᾷ τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ, καὶ αἰχμαλωτίζει αὐτοῦ τὴν διάνοιαν. | |
56.6 | ὀφείλομεν οὖν ἐγρήγοροι εἶναι ἐπιλεγόμενοι τὸ καλόν, εἰς ὃ δυνάμεθα σωθῆναι, καὶ ἀγαπᾶν τὸν θεὸν καὶ ἀλλήλους οὐχ ἁπλῶς ἀλλ’ | |
ἐν ἀληθείᾳ· ταύτην οὖν τὴν ἀγάπην διὰ τῆς λατρείας ὀφείλει ὁ μονάζων κτήσασθαι ἐν ἑαυτῷ, καὶ ἐν ἔργῳ αὐτὴν ἐπιτελέσαι, ὅτι πᾶν παράγγελ‐ | 45 | |
5 | μα ἐκεῖ τελεῖται. ὁ μὲν γὰρ ἔγγραπτος νόμος πολλὰ διηγεῖται μυστή‐ ρια κρυπτῶς· ὁ δὲ μονάζων, ἐὰν σχολάζῃ τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ πρὸς τὸν θεὸν ἀδιαλείπτως, εὑρίσκει αὐτά. καὶ τούτων φοβερώτερα τῶν ἐν ταῖς γραφαῖς ἡ χάρις αὐτῷ δείκνυσιν· οὔτε γὰρ ἐκ τῆς ἀναγνώσεως τοῦ ἐγγράπτου νόμου δύναταί τις κατορθῶσαί τί ποτε ὅσον ἐν τῇ | |
10 | λατρείᾳ τοῦ θεοῦ· πάντα γὰρ ἐκεῖ τελειοῦνται. ὁ οὖν τοῦτο ἐπιλεξά‐ μενος, οὐ τοσοῦτον χρῄζει τῆς τῶν γραφῶν ἀναγνώσεως· οἶδε γὰρ ὅτι πάντα ἐν τῇ εὐχῇ τελειοῦνται. | |
56.7 | περὶ δὲ τῶν παθῶν τῆς ἁμαρτίας πολὺν πόλεμον ἔχει καὶ βιάζεται ἑαυτὸν κατορθῶσαι αὐτά, καὶ οὐ δύναται· ἐὰν δὲ παραμείνῃ εὐχόμενος καὶ παρακαλῶν, καὶ πάντα ἐπιτρέψῃ ἐπὶ τὸν κύριον, αὐτὸς αὐτὰ ἐξολοθρεύσει ἐξ αὐτοῦ, ἐπειδὴ τὴν πᾶσαν μέριμναν αὐτοῦ τῷ κυρίῳ | |
5 | ἀπέδωκε. καὶ λοιπὸν ποιεῖ ἐν αὐτῷ ἡ χάρις τοῦ θεοῦ πολλὰς ἐνερ‐ γείας· ἔρχεται γὰρ αὐτῷ πολλάκις ἐνέργεια ὥρας, ὅτι τοιοῦτος πόθος αὐτὸν λαμβάνει καὶ χαρὰ ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑπὸ τῆς χάριτος τοῦ κυρίου, | |
10 | ὁ γὰρ κύριος καὶ ἀκριβής ἐστιν εἰς πάντα καὶ δαψιλής· πολλάκις δὲ ἔρχεται ὥρα, καὶ συγχωρεῖ ἡ χάρις τοῦ κυρίου τῷ Σατανᾷ πολεμῆσαι αὐτῷ, καὶ ἐπεγείρεται ἐπ’ αὐτὸν τὰ πάθη τῆς κακίας, καὶ ἐπιφέρει αὐτῷ ὕπνον καὶ ἀκηδίαν καὶ ἀτονίαν καὶ ἄλλα πολλὰ ἅπερ οὐκ ἔνι ἐξειπεῖν, ἵνα θλιβόμενος καὶ καταπονούμενος παρακαλέσῃ τὸν κύριον ἐν | |
15 | πίστει βεβαίᾳ καὶ κάμῃ δεόμενος. καὶ τότε πάλιν αὐτὴ ἡ χάρις ἀπε‐ λαύνει ἀπ’ αὐτοῦ πᾶσαν τὴν ἐπήρειαν τοῦ ἐχθροῦ, ἐὰν ἴδῃ αὐτὸν παραμένοντα καὶ ζητοῦντα τὸ ἔλεος τοῦ θεοῦ ἐν ἀληθείᾳ, καὶ λοιπὸν εὐφραίνει τὴν καρδίαν αὐτοῦ ὡς αὐτὴ θέλει, καὶ καθαρίζει αὐτὸν ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἐχθροῦ· αὐτὴ γὰρ θέλει, ἵνα μετὰ καμάτου καὶ | |
20 | πολέμου κτήσηται αὐτὴν ὁ ἄνθρωπος· καὶ οὐ θέλει τὸν ἄνθρωπον πάντοτε εἶναι ἐν τῇ αὐτοῦ εὐφρασίᾳ, ἵνα μὴ ᾖ ἀργὸς ὁ νοῦς αὐτοῦ, ἀλλ’ | |
ἐγρηγορὼς καὶ ἀγωνιζόμενος μετὰ τοῦ Σατανᾶ· δόξα τῷ θεῷ, ἀμήν. | 46 | |
57t | ΟΜΙΛΙΑ ΝΖ | |
57.1 | Τὸ πνεῦμα ὅπου θέλει πνεῖ· πνεῖ δὲ εἰς τὰς φαιδρὰς καὶ λαμπρὰς καὶ θείας ψυχάς, καὶ ποθούσας αὐτὸ πάσῃ θεραπεῦσαι σπουδῇ· καὶ ἐὰν ὑπακούσωσι τῷ προσκυνητῷ πνεύματι, δίδωσιν αὐταῖς φόβον θεοῦ, καὶ θέρμην ἐν τῇ ἀρχῇ· καὶ ὅτε ταῦτα παρῇ ἐν αὐταῖς, ποιεῖ αὐτὰς μισῆσαι | |
5 | ὅλον τὸν κόσμον, καὶ πᾶν ἐν αὐτῷ βλαβερὸν ἐπιθύμημα, εἴτε χρυσόν, εἴτε ἄργυρον, εἴτε τινὰ κόσμον τοῦ σώματος ἀπατηλόν, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα καὶ τέκνα, καὶ ποιεῖ ἐν τῷ ἀνθρώπῳ γλυκὺ τὸ ἔργον τοῦ θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, εἴτε πόνον νηστείας, εἴτε ἀγρυπνίας εἴτε ἡσυχίαν καὶ διακονίαν, εἴτε ἐλεημοσύνην, καὶ πάντα τὰ τοῦ θεοῦ | |
10 | γλυκαίνει αὐτῷ. | |
57.2 | ὅτε δὲ ταῦτα πάντα διδάξει αὐτόν, δίδωσιν αὐτὸν εἰς τὸ πειρα‐ σθῆναι· καὶ λοιπὸν πάντα ἅπερ ἦν αὐτῷ γλυκέα, βαρέα αὐτῷ γίγνεται καὶ δύσκολα· πολλοὶ οὖν ἄπειροι ὄντες ὅτε πειράζονται ἀπομένουσιν ἐν τῷ βάρει καὶ γίνονται σαρκικοί· οὗτοί εἰσι, περὶ ὧν ὁ Παῦλός φησιν | |
5 | Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῆ; τὸ δὲ εἰκῆ, τοῦτό ἐστιν ὅτι ὁ διὰ τὸν θεὸν ὑπομείνας πόνους εἶτα ἀποκακήσας παντελῶς καὶ μὴ ἀνακαλεσάμενος τούτους, οὐ μόνον τὸ ἐπὶ τοῖς πόνοις ἐζημιώθη κέρδος, ἀλλὰ καὶ βαρυτέρας κολάσεως ἔνοχος γίνεται, καταφρονήσας καὶ μὴ ἐκλεξάμενος τὴν ἐξ ὕψους δύναμιν· | |
57.3 | ἐὰν δὲ ἀντιστῇ τῷ Σατανᾷ ὁ ἄνθρωπος ἐν τῷ πρώτῳ πειρασμῷ καὶ νικήσῃ αὐτόν, τότε ὁ θεὸς δίδωσι θέρμην καθισταμένην, ἥσυχόν τε καὶ ἀτάραχον· ἡ γὰρ πρώτη θέρμη ταραχώδης ἐστίν, ἀμφίβολός τε καὶ ἀκατάστατος· ἡ δευτέρα δὲ βελτίων ἐστίν, καὶ αὕτη γεννᾷ τὸ | |
5 | βλέπειν, ποιοῦσα ὑπομονήν, ἀτάραχος οὖσα καὶ πιστὴ καὶ ἀναμφίβολος· ὥσπερ πλοῖον ἐν εὐδίῳ λιμένι, τῶν δύο ἑλκυσθέντων ποδίων, οὕτως ἡ δευτέρα θέρμη ἀναπαυστική ἐστι παντὶ τρόπῳ. | |
57.4 | νῦν οὖν, ἀγαπητά μου τέκνα, κτησώμεθα τὴν δευτέραν θέρμην ἑαυτοῖς, ἵνα ἐλαφρυνθῆτε κατὰ πάντα· ἡ γὰρ κατὰ θεὸν αὕτη θέρμη, | |
ἐκκόπτει πᾶν πάθος, καὶ ἐκβάλλει πᾶσαν παχύτητα ἐκ τοῦ ἀνθρώπου, καὶ ποιεῖ συνοικῆσαι τὴν θεότητα τῷ ἀνθρώπῳ, ἵνα γένηται ναὸς θεοῦ | 47 | |
5 | κατὰ τὸ γεγραμμένον Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. | |
57.5 | εἰ οὖν θέλετε ἵνα ἡ ἀποστᾶσα θέρμη ἐπανέλθῃ ὑμῖν, ἡ ἐργασία αὐτῆς αὕτη ἐστίν, ἵνα ὁ ἄνθρωπος διάθηται διαθήκην μεταξὺ ἑαυτοῦ καὶ τοῦ θεοῦ καὶ εἴπῃ ἐνώπιον αὐτοῦ, ὅτι συγχώρησόν μοι ἃ πεποίηκα ἐν ἀμελείᾳ, καὶ οὐκέτι παρακούω σου· καὶ ἵνα λοιπὸν φυλάξηται ἀπὸ | |
5 | πάσης ἀμελείας, ἐν μηδενὶ διδοὺς ἑαυτὸν ἀναπαύσει μιᾷ σώματος ἢ ψυχῆς, ἀλλὰ τετονωμένους τοὺς λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς ἠμέλησας ἕως τὴν σήμε‐ ρον, κεχερσωμένη οὖσα πάσας τὰς ἡμέρας; καὶ ἵνα μνημονεύσῃ τῶν | |
10 | κολάσεων καὶ τῆς αἰωνίου βασιλείας ἐλέγχων ἑαυτὸν πάσῃ ὥρᾳ καὶ λέγων, ὅτι πῶς ὁ θεὸς κεχάρισταί σοι πάσας τὰς τιμὰς ταύτας, καὶ σὺ ἠμέλησας; πᾶσαν τὴν κτίσιν ἐν ὑποταγῇ σου πεποίηκε, καὶ οὐκ ἠθέτησας. καὶ ὅταν ταῦτα εἴπῃ τῇ ψυχῇ αὐτοῦ, ἐλέγχων αὐτὴν νύκτα καὶ ἡμέραν καὶ πᾶσαν ὥραν, εὐθέως ἔρχεται πρὸς αὐτὸν ἡ τοῦ θεοῦ θέρμη, ἡ κατὰ | |
15 | πάντα τῆς πρώτης βελτίων. | |
57.6 | ὅτε γὰρ ὁ μακάριος Δαβὶδ εἶδε βάρος ἐλθὸν ἐπ’ αὐτόν, εἶπε Διε‐ λογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα, καὶ πάλιν Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελετήσα ἐν πᾶσι τοῖς ἔργοις σου· ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων, διεπετάσα πρὸς σὲ τὰς χεῖράς | |
5 | μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. καὶ ὅταν ἀποστραφῇς, δῷς ἑαυτὸν εἰς τὴν μελέτην τῶν τοῦ θεοῦ θαυμασίων· τότε σωθήσῃ, χάριτι πατρὸς | |
καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας, ἀμήν. | 48 |