TLG 2109 003 :: Pseudo–MACARIUS :: Sermones 1–22, 24–27

Pseudo–MACARIUS Scr. Eccl., vel Symeon vel Macarius–Symeon
(Mesopotamius: A.D. 4)

Sermones 1–22, 24–27

Source: Klostermann, E., Berthold, H. (eds.), Neue Homilien des Makarius/Symeon [Texte und Untersuchungen 72] Berlin: Akademie–Verlag, 1961: 1–113, 128–158.

Citation: Homily — section — (line)

1

.

1

Ἐρώτησις. Πῶς λέγει Παῦλος· «ἔθνη τὰ μὴ νόμον ἔχοντα» «ἑαυτοῖς εἰσι νόμος»; εἰ μὴ εἶχον τὸν φυσικόν, πῶς ἐγίνοντο ἑαυτοῖς νόμος; Ἀπόκρισις. Διακρίσεως χρῄζει ὁ λόγος· καὶ ἠμαύρωται ὁ ἔσω ἄνθρωπος καὶ οὐκ ἠμαύρωται, καὶ τετύφλωται καὶ μερικῶς διήνοικται,
5καὶ νεκρός ἐστι καὶ ἐν τῇ φύσει ζῇ. οὐκ ἐγχωρεῖ δέ τινα «εἰσελθεῖν εἰς τὴν ζωήν», εἰ μὴ διὰ πολλῶν πειρατηρίων, διὰ πολλῶν γυμνασιῶν διὰ πολλῶν ἀτιμιῶν. οὕτω γὰρ δεῖ τὸ σκεῦος τοῦτο γυμνασθὲν «εἰσελ‐ θεῖν εἰς τὴν βασιλείαν», ἀγύμναστος δὲ οὐδεὶς εἰσέρχεται. ὥσπερ γὰρ ἵνα ᾖ σκεῦος ἀπόσκληρον καὶ λάβῃ αὐτὸ τεχνίτης, καὶ εἰσενέγκας
10αὐτὸ εἰς τὸ πῦρ πάλιν αὐτὸ ἐκβάλλει, σφυροκοπεῖ, πάλιν αὐτὸ εἰσφέρει, ἕως ἂν γένηται ἁπαλὸν καὶ σκεῦος τίμιον ἀποτελεσθῇ καὶ προχωρήσῃ εἰς ὑπηρεσίαν τῷ δεσπότῃ· ἢ ὥσπερ ἵνα ᾖ κηρός, οὗτος ὢν ἐν ψυχρῷ ἀέρι ἀπόσκληρός ἐστιν, ὅταν δὲ βληθῇ εἰς πῦρ καὶ ἄρχηται μαλάσσεσθαι καὶ ἁπαλύνεσθαι, τότε λαμβάνει τύπον καὶ εἰκόνα τελείαν τῆς σφρα‐
15γῖδος—οὕτω καὶ αὐτὴ ἡ ψυχὴ πολλάκις εἰσερχομένη εἰς πῦρ καὶ δοκιμαζομένη χρῄζει παιδαγωγίας πολλῆς, ἵν’ οὕτω δυνηθῇ τὴν τε‐ λείαν εἰκόνα ἐντυπωθῆναι τοῦ Χριστοῦ καὶ σφραγῖδα ἐπουράνιον. καὶ
τὰ «σκεύη» δὲ τὰ «ὀστράκινα» ὁ κεραμεὺς βάλλει εἰς πῦρ καὶ ὕδωρ καὶ οὕτω δοκιμάζει, κἀκεῖ τὰ μὲν αὐτῶν γίνεται χρήσιμα, τὰ δὲ λύεται1
20καὶ ἀφανίζεται. οὕτω καὶ οἱ βαίνοντες εἰς τὰ πειρατήρια καὶ εἰς τὴν γυμνασίαν τοῦ πολέμου ὄντες τῶν δύο τὸ ἕτερον ἢ νικῶσιν ἢ καταπίπ‐ τουσι καὶ ἀπόλλυνται καὶ γίνονται μακρὰν τοῦ θεοῦ καὶ ἀλλότριοι τῆς ζωῆς. οἱ 〈δὲ〉 ὑπομένοντες τὰ πειρατήρια καὶ τὰς θλίψεις, πίπτοντες ἐγειρόμενοι, οἰκοδομοῦντες καταστρεφόμενοι, λαμβάνουσι τὰ νικη‐
25τήρια καὶ οὕτω λοιπὸν ἄπτωτοί εἰσι καὶ ἀνίκητοι. οὕτω γάρ ἐστιν ἡ ψυχὴ γυμναζομένη· ποτὲ πίπτει ποτὲ ἐγείρεται, οἰκοδομεῖ κατα‐ στρέφεται, ἕως οὗ τὰ νικητήρια ἀπενέγκηται. καὶ γὰρ ἐν τοῖς φαινο‐ μένοις τὰ παιδία πολλὰ ὁμοῦ ἀπέρχονται εἰς τὴν σχολήν· ἀλλ’ οἱ μὲν αὐτῶν ἄτακτοι, οἱ δὲ θεατρικοί, οἱ δὲ ἀσελγεῖς, οἱ δὲ κυνηγοί,
30οἱ δὲ σχολαστικοὶ καὶ ἐξκέπτορες ἐξέρχονται· οὕτω καὶ εἰς τὰ μο‐ ναστήρια πολλοὶ ὁμοῦ εἰσιν ἀδελφοὶ καὶ διὰ τοῦ αὐτεξουσίου τινὲς αὐτῶν εἰσέρχονται εἰς τὴν ζωήν, τινὲς δὲ οὔ. ὥσπερ γὰρ τὸ φυτόν, ἕως ὅτε νήπιον ἐστιν, καὶ χαυνοῦται καὶ οὐ δύναται ῥιζωθῆναι εἰς τὴν γῆν, καὶ ἐὰν καταλάβωσιν ἀέρες σκληροί, ἀποκναίεται, καὶ ἄνεμοι
35ὅταν ἐπέλθωσιν, συσσείουσι καὶ καταρρίπτουσιν, ὅταν δὲ ὄντως ῥιζωθῇ κατὰ βάθους εἰς τὴν γῆν, οὔτε ἀέρες οὔτε χειμῶνες βλάψαι δύνανται, ἐπειδὴ κατὰ βάθους ἐρρίζωται καὶ ἔστιν ἰσχυρόν. οὕτω καὶ οἱ ἀδελφοὶ ἀκμὴν παιδία εἰσί, νήπιοι χρῄζοντες πολλῆς παιδαγωγίας, οἱ γὰρ μαθητευόμενοι «τῇ βασιλείᾳ τῶν οὐρανῶν» πάντοτε χρῄζουσιν ὁδηγῶν
40τῶν προδιοδευσάντων, ἕως ὅταν ῥιζωθῶσιν εἰς τὴν χάριν καὶ γένωνται ἄπτωτοι καὶ ἀσάλευτοι.

1

.

2

Οἱ γὰρ Χριστιανοὶ ἀνώτεροι γίνονται παθῶν καὶ δαιμόνων, δεσπόται εἰσὶ τῶν «ἀκαθάρτων πνευμάτων» καὶ νυμφ〈ῶνος υ〉ἱοὶ τοῦ Χριστοῦ
καὶ «κληρονόμοι θεοῦ», οὗτοι ἔφθασαν εἰς τὴν τελειότητα τοῦ Χριστοῦ, «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ οὔτε πόνοι σωματικοὶ ἢ2
5πυρετοὶ ἢ δαίμονες βλάψαι αὐτοὺς δύνανται· πάντων γὰρ δεσπόται εἰσὶ καὶ τὰ ἰοβόλα θηρία ὑποτέτακται αὐτοῖς. καὶ γὰρ αὐτὸς «ὁ πρῶ‐ τος ἄνθρωπος», δεσπότης ὢν τῶν κτισμάτων, παθῶν τε καὶ δαιμόνων ἐκυρίευεν, μετὰ δὲ τὸ παραβῆναι αὐτὸν δοῦλος γέγονε παθῶν καὶ δαι‐ μόνων καὶ πυρὸς καὶ ξίφους. πάλιν δὲ ἐπελθόντος τοῦ Χριστοῦ οἱ ἄν‐
10θρωποι διὰ τῆς δυνάμεως τοῦ βαπτίσματος φθάνουσιν εἰς τὸ πρότερον μέτρον τοῦ Ἀδάμ, δεσπόται δαιμόνων καὶ παθῶν γίνονται, ὁ 〈«ἔσχα‐ τοσ〉 ἐχθρὸς» «ὁ θάνατος» «ὑπὸ τοὺς πόδας» Ἀδὰμ κατετέθη. χρὴ γὰρ τὸν Χριστιανὸν μακρὰν γενέσθαι τῶν βελῶν τῆς κακίας καὶ ζητεῖν σωθῆναι καὶ εἰς ὅλα τὰ ἆθλα συγκερασθῆναι. εἰ δὲ τὸν μὲν ὀφθαλμὸν ἔχων
15τέλειον καὶ τὸ πρόσωπον τῆς ὄψεως αὐτοῦ, τὰς δὲ χεῖρας ἢ πόδας πέπληκται, οὗτος δύο μέλη ἔσχε σῶα καὶ τὰ ἄλλα ἀσθενῆ εἰσιν. ἀλλὰ χρὴ τὸν Χριστιανὸν ὅλα τὰ μέλη σῶα καὶ ὑγιῆ ἔχειν. τὸ ἅρμα καὶ τὸ ὅπλον τοῦ Χριστιανισμοῦ καὶ ἡ ἕνωσις καὶ ἡ διαγωγὴ ὅλη ἐκτός ἐστι τοῦ κόσμου τούτου καὶ διὰ τοῦτο οἱ πολλοὶ τῶν ἀνθρώπων
20οὐκ οἴδασι τί ζητοῦσιν. γῆς τεχνῖται γίνονται εἰς οὐρανὸν οὐκ ἀτε‐ νίζοντες, οὐδὲ ζητοῦσι μαθεῖν τέχνην εἰς οὐρανοὺς ἀνάγειν δυναμένην. καὶ εἰ εὑρίσκεις ἐμπόρους πολλάκις εἴτε φιλοσόφους, εὑρίσκεις ὅτι τοῦ αἰῶνος τούτου εἰσίν. «τὸ» δὲ «μυστήριον» τοῦ Χριστιανισμοῦ «μέγα ἐστὶ» καὶ περισπούδαστον μόνοις τοῖς ἐκτὸς τοῦ κόσμου εὑρισκο‐
25μένοις. ὥσπερ ἵνα ᾖ πόλις μεγάλη καὶ ἐν αὐτῇ τῇ πόλει ὅλοι ὦσιν εὐγενεῖς, ὅλοι βασιλεῖς, ὅλοι ἱερεῖς, ὅλοι πλούσιοι, συμβῇ δὲ τούτοις διαμερισθῆναι ἕνα ἕνα εἰς πατρίδας τινάς, λοιπὸν ὅλοι οἱ οἰκήτορες
τῶν μερῶν ἐκείνων, ἔνθα αὐτοῖς ἀπαντῶσιν, ὡς βάρβαροι καὶ ξένοι αὐτοῖς παραφαίνονται, ἀλλὰ καὶ οὗτοι ἐκείνοις. μόνον δὲ ἀλλήλους3
30ὅταν ἴδωσιν ἐπιγινώσκουσιν, ὅτι ὁμόγλωσσοί εἰσι καὶ μιᾶς πόλεως. οὗτοι γὰρ ἄλλου κόσμου εἰσίν, ἄλλης πόλεως πολῖται εἰσὶ (τῆς τῶν ἁγίων), ἄλλου αἰῶνος (ὅσοι γὰρ «ἐν Χριστῷ, καινὴ κτίσις»), ἄλλης σοφίας, ἄλλου πνεύματός εἰσι μέτοχοι, ἄλλης αἰνέσεως, ἄλλου πλούτου, ἄλλου ἀξιώματος, ἄλλης προαιρέσεως, ἄλλον «νοῦν» ἔχουσιν («Χριστοῦ»),
35υἱοί εἰσι «φωτός», υἱοὶ «νυμφῶνος», υἱοὶ «παρακλήσεως», υἱοὶ «δια‐ θήκης» καινῆς.

1

.

3

Ἀληθῶς οὖν τοῖς πολλοῖς ἀγνοεῖται τὰ τῶν ἀφθάρτων ἐν οὐρανοῖς καὶ μὴ παρερχομένων. ὑπόθου, ὅτι ἐστὶ βασιλεύς, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; ῥήτωρ ἐστὶν ἢ φιλόσοφος, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; εἰ δέ ἐστιν ἐκείνου τοῦ αἰῶνος, οἶδεν ἐκείνην τὴν γλῶτταν καὶ μέτοχός
5ἐστιν ἐκείνης τῆς σοφίας· ἅπερ γὰρ ἀπὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς οὐχ εὑρίσκεται, οὔτε ἐστὶν οὔτε ἀληθῶς δύναται ἔργῳ καὶ δυνάμει γνωρισθῆναι, ὅτι φαντασία ἐστὶ καὶ ὀφθαλμῶν πλάνη πάντα τὰ φαινό‐ μενα. καὶ διὰ πόσων δεῖ παρελθεῖν τινα καὶ ἐπιτυχεῖν τῆς ζωῆς; διὰ πολλῶν πειρατηρίων. οὐκ ἐγχωρεῖ γάρ τινα «εἰσελθεῖν εἰς τὴν
10ζωήν», ἐὰν μὴ παρέλθῃ τὴν τραχείαν ὁδὸν καὶ τοὺς φοβεροὺς τόπους. ὥσπερ γὰρ ἡ ὀμίχλη ἐπίκειται τῷ ἀέρι, οὕτως ἡ δύναμις τοῦ σατανᾶ ἐπλήρωσε τὰς καρδίας τοῦ Ἀδὰμ καὶ ἐπίκειται ὅλαις ταῖς προαιρέ‐ σεσιν ὁ καπνός. καὶ λοιπόν εἰσι φιλαλήθεις καίτοι συνόντος τοῦ καπνοῦ σπουδάζοντες ἀντιστήκειν καὶ ἀγωνίζεσθαι, ἀλλ’ οὐκ εὐθέως γίνονται
15τοῦ ἀγαθοῦ μέρους, εἰ μὴ διὰ πολλοῦ δρόμου καὶ ἀγῶνος. οὗτοι τῶν μὴ ἀγωνιζομένων καλλίον〈εσ〉 εἰσιν. ὅμως πολλοὶ μικρᾶς ἀναπαύσεως τυγχάνοντες καὶ αὐξανόμενοι ἐν χάριτι ἐπήρθησαν καὶ ἐτυφώθησαν καὶ ἐνόμισαν εἰς τὴν ἐλευθερίαν ἐφθακέναι καὶ εἶπαν ἑαυτοὺς τελείους,
οἱ δὲ ὑποκλέπτονται ὑπὸ τῆς κακίας καὶ οὐκ οἴδασιν. οὐδὲν γὰρ ἄλλο4
20ἀπώλεσε τὸ γένος τῶν Χριστιανῶν, εἰ μὴ ἡ ἔπαρσις· καὶ γὰρ καὶ τὸν Ἀδὰμ ὁ ὄφις ἐπλάνησεν, ὅτι «ὡς θεοὶ» γίνεσθε. πάνυ γὰρ τὸ θεῖον ἀντιτάσσεται τῇ ἐπάρσει· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστιν· ὃν βλέπεις πεινῶντα, διψῶντα, ἔχοντα πόνον, πτωχὸν «τῷ πνεύματι», τεταπεινωμένον παρ’ ἑαυτῷ, ἐπιζητοῦντα συνεχῶς νυκτὸς
25καὶ ἡμέρας, οὗτος ἐν ἀληθείᾳ στήκει· εἰ δέ τις κεκόρεσται καὶ οὐκέτι δέεται, ἀλλὰ πλουτεῖ, οὗτος τῆς πλάνης ἐστὶ μέλος, ὥς φησιν· «ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε»· καὶ πάλιν λέγει· «οὐαὶ ὑμῖν τοῖς πλουσίοις» τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τοῖς ἤδη περὶ ἑαυτῶν
ἔχουσιν, ὅτι ἐσμέν τι. τῷ δὲ θεῷ ἡ δόξα.5

2

.

1

Ἐρώτησις. Ἆρά γε ἀνιστάμενα τὰ σώματα τοῦ Ἀδὰμ γυμνὰ ἵσταν‐ ται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐπ’ αὐτοῖς «σκεπάσματα» καὶ 〈τρέφονται〉 τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐν ἐνδύμασι τὸ σῶμα καὶ ἐν βρώμασι τρέφεται (ἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ
5ὄντας ἄνδρας τε καὶ γυναῖκας περιβεβλῆσθαι καὶ σκέπεσθαι τὴν ἀσχημο‐ σύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν); εἰ οὖν ἔτι συναναστάντα ἀπὸ τῆς διαλύσεως τῆς γῆς καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελ‐ θόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ; Ἀπόκρισις. Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται·
10οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ. πόθεν οὖν ἔτι τοῖς ἀνθρώποις ἡ τροφὴ χορηγηθήσεται καὶ τὰ
περιβόλαια κατασκευασθήσεται λυομένων τῶν ὁρωμένων κατὰ τὴν6
15τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι πέρα τῶν ὁρωμένων τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι. εἰ δὲ τοῖς Ἰσραηλίταις τὸ μάννα ὃ ἐδόθη ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶν (γέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»), πόσῳ μᾶλλον ἐν τῷ μέλλοντι αἰῶνι τροφὴν δίδωσιν
20ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν· ὅσοι οὖν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρ‐ δίαις» αὐτῶν καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, οὗτοι ἀναμφιβόλως ἀπο‐
25λαύσουσι καὶ τῆς τοῦ σώματος δόξης. τὸ γὰρ νῦν κρυπτόμενον καὶ ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προ‐ κύψαν καὶ ἐπιχυθὲν καλύψει καὶ δοξάσει τὸ ἔξωθεν σῶμα τῷ αἰωνίῳ φωτί. ἀνάγκη δὲ τὸν νοῦν τίμιον ὄντα ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα συνδοξασθή‐
30σεται τὸ σῶμα. ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ καταποθεῖσθαι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσ‐ δοκωμένῳ καιρῷ καὶ τὸ σῶμα περιβαλεῖ καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν ἀγγέλων.

2

.

2

Ἐν τοῖς ὁρωμένοις δὲ πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ ἡμέρα. καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά· ἐν αὐτῇ γὰρ οἱ κα‐ κοῦργοι τὴν ἀνομίαν ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι καὶ πορνεύουσι καὶ μοιχεύουσι ἀδεῶς
5ὑπὸ μηδενὸς ἐλεγχόμενοι. τὰ δὲ τῆς ἡμέρας ἔργα φωτεινά, ἔργα δικαιο‐ σύνης καὶ θεοσεβείας, πᾶν γὰρ τὸ ἐν φωτὶ γινόμενον «φῶς ἐστιν», ἐν τῷ θεῷ εἰργασμένον. οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς
ἐν νυκτὶ νῦν μὲν λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται». οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες7
10σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ κρύπτειν ἑαυτῶν τὰ πονηρὰ ἔργα, ἀλλ’ οὐ δύνανται λαθεῖν τὸν θεόν· «πάντα» γὰρ αὐτῷ «γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος». τὸ γὰρ σκότος τὸ νῦν καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ
15ἡμέρᾳ καὶ τὸ σῶμα συσκοτάσει καὶ καλύψει, καταποθεῖται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα τῶν δικαίων ἐκλάμψει «ὡς ὁ ἥλιος», οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται. ὥσπερ δὲ τὰ κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως χρόνον ἔνδον κυοφορήσαντα τοὺς καρπούς, οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ
20ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς γῆν θαπτόμενον πρῶτον μὲν ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ οὕτως αὐξά‐ νον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφό‐ μενον καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς «στάχυν» πλήρη καὶ κόκκον
25ἀποδίδωσιν, καὶ ὃν τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ οὕτως εἰς φανέρωσιν προφέρει τὸ συλληφθὲν καρποφορούμενον καὶ τὸν οἶνον «ἐν καιρῷ» ἀποδίδωσι—τὸν αὐτὸν τρόπον καὶ οἱ Χριστιανοὶ οἱ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπελῶνι ῥίζας γλυκυτάτας εἰς
30τὴν γῆν τῆς καρδίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλάμψει καὶ τὸ σῶμα καὶ αὐτὸ εὐφραῖνον καὶ χαροποιοῦν. οὕτω πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται. ὥσπερ δὲ σώφρων παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν
35δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν, τὸ γὰρ ἔμβρυον εἰς τελείαν σύμπηξιν ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ ἄφατον πῦρ, ἀλλ’ αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν ὁμοῦ κατα‐8
40δικάζονται.

2

.

3

Τοῦτο οὖν ἐστι τὸ ζητούμενον, ἵνα ἀπὸ τοῦ νῦν σπουδάσωμεν εἰς τὸν ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι’ αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν,
5ἀποκαθιστᾷ γὰρ αὐτοὺς εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον, κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν «τὴν ἐπαγγελίαν» «τῆς κληρονομίας». καὶ οἱ τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες κατενώπιον τῆς θεότητος· οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν τίμιοι καὶ
10ἀετοὶ καὶ περιστεραί. ὁ δὲ ἀρχιτέκτων Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» (ταῦτα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν), καὶ καθελὼν τίθησι τὸν θεμέλιον καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς
15λίθους (λέγω δὴ τοὺς τῆς φύσεως λογισμοὺς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ τῶν ἁγίων ἀποστόλων. ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή· ἀνάγει αὐτὸς πρῶτον τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ
20ἀγγέλων καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἄνωθεν κάτεισι πρὸς τοὺς ἐπιγείους καὶ φωλεύει σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος ἑαυτῷ τόπον καταμένει.

2

.

4

Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτω δεῖ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὁρᾶν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς «δικαιοσύνης», καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται φέρειν τῶν ἀέρων τὴν τραχύ‐9
5τητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος καιρῷ ἐπανερ‐ χόμεναι, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινο‐ μένης ὅλης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι νοσσοποιοῦσι καὶ ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως
10φωναῖς—οὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ, παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας ἐπεισελθούσης τῷ τοιούτῳ οἴκῳ. ἐν τῷ καιρῷ τοί‐
15νυν τοῦ ἔαρος, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς· ἄμπελοί τε γὰρ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι δασύνονται κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς φαιδροῖς ἄνθεσιν. ἔτι μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ
20ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε εἶναι λοιπὸν καὶ νέα σώματα ἀρνίων τε καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μετα‐ βέβληται καρποφοροῦντα καὶ κινούμενα καὶ τρεφόμενα. ἥ τε γὰρ ὑπὸ
25τοῦ κρύους συμπεπηγμένη γῆ διαλυθεῖσα καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ
30καὶ εὐκραεῖ καιρῷ καὶ ἀφθόνως τρεφόμενα χαίρει.10

2

.

5

Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν πνευματικῶν καὶ νοερῶν πραγμάτων, ἀπὸ γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδου‐ λωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ· πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ
5ξένοι τῆς φύσεως καὶ ἕκαστος διαλογισμὸς κακὸς ἐκ τοῦ σατανᾶ ἐστιν. ἐν δὲ τῷ «καιρῷ» τῆς «ἐπισκέψεως» τοῦ πνεύματος τοῦ ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή. ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρί‐ βολοι καὶ οἱ φραγμοὶ καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς
10δυνάμεως τοῦ ἁγίου πνεύματος. ἄρχεται δὲ καὶ αὐτὴ ἡ καρδία κι‐ νεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ. πολλὴ γαλήνη ἐκεῖ, πολλὴ εἰρήνη, καὶ μα‐ κάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος. ὥσπερ δὲ αἱ περιστεραὶ ἐπὶ τὰς θυρίδας τρέχουσαι τὴν νοσσιὰν κατα‐
15λαμβάνουσιν, οὕτως οἱ δίκαιοι ἐπὶ τὴν δόξαν τοῦ σώματος τοῦ Χριστοῦ τρέχουσιν εἰς τὴν κατάπαυσιν («ὅπου» γὰρ «τὸ πτῶμα, ἐκεῖ καὶ οἱ
ἀετοὶ συναχθήσονται»). αὐτῷ ἡ δόξα.11

3

.

1

Ξύλον ἄνοπλον, σταυρὸς ἄνευ σιδήρου καὶ σῶμα νεκρὸν ἐνίκησε καὶ ἐθανάτωσε τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· διὰ γὰρ τῆς ἰδίας αὐτοῦ πανοπλίας 〈«ἰσχυρότεροσ»〉 τὸν ἰσχυρὸν ὁπλίτην ἐθανάτωσε νι‐ κήσας. καὶ νῦν δὲ πρὸς πᾶσαν ψυχὴν ζητοῦσαν αὐτὸν ἐξ ἀληθείας
5ἔρχεται καὶ πλησιάζων τῇ ψυχῇ συντρίβει καὶ ἀναιρεῖ τὴν δύναμιν τοῦ σκότους τὴν φυλακήσασαν καὶ πεδήσασαν τὴν ψυχήν. τοσοῦτον δὲ πόθον καὶ τοσοῦτον ἔρωτα ὀφείλει ἔχειν ἡ ψυχὴ πρὸς τὸν ἡρμοσ‐ μένον αὐτῇ νυμφίον Χριστόν, ὅσον γυνὴ σώφρων καὶ φίλανδρος ὁρῶσα πολλάκις τὸν ἄνδρα ἐν φυλακῇ ἢ ἐν δεσμοῖς ἢ ἐν ἑτέρᾳ κολάσει διὰ
10τὴν πρὸς αὐτὸν ἀγάπην συνδεδέσθαι καὶ συμπάσχειν δοκεῖ καὶ μᾶλλον αἰκίζεται βασανιζομένη τοῖς σπλάγχνοις ἢ ὁ κατεχόμενος. καὶ ὃν τρόπον Μαρία τοῦ κυρίου σταυρουμένου παρεστῶσα ἐδάκρυε κλαίουσα διὰ τὸ τοῦ πόθου κέντρον καὶ συσταυροῦσθαι ἐδόκει, οὕτω καὶ ψυχὴ ἡ ἀγαπήσασα τὸν κύριον καὶ ζῆλον φίλτρου ἀναλαβοῦσα
15καὶ σπεύδουσα ἐν ἀληθείᾳ συνάπτεσθαι τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ ὀφείλει συμπάσχειν τοῖς παθήμασιν αὐτοῦ, πρὸ ὀφθαλμῶν ἀεὶ ἔχουσα καὶ μεμνημένη τῶν στιγμάτων αὐτοῦ τῶν δι’ αὐτὴν γενομένων, ὅσα δι’ αὐτὴν πέπονθεν ὁ ἀπαθής, καὶ πῶς δι’ αὐτὴν ἐκολάσθη ὁ πάσης ἀνώτερος κολάσεως, καὶ πῶς «ἐν μορφῇ θεοῦ» ὢν «μορφὴν δούλου»
20ἀνέλαβεν, καὶ οὕτως ἐν πᾶσι συμπάσχειν καὶ συνδεδέσθαι αὐτῷ· οὕτω γὰρ καὶ συνδοξασθήσεται. καὶ ὡς τότε τῇ δυνάμει τοῦ θεοῦ ὁ λίθος ἀπεκυλίσθη τοῦ μνημείου καὶ εἶδε Μαρία τὸν κύριον, οὕτω δυνάμει καὶ ἐπισκέψει τοῦ ἁγίου πνεύματος ὁ λίθος ὁ ἐπικείμενος τῇ ψυχῇ, «τὸ κάλυμμα» τῆς ἁμαρτίας, ἀποκυλίεται καὶ ἐκ μέσου12
25αἴρεται καὶ καταξιοῦται ἡ ψυχὴ τὸ πρόσωπον τοῦ Χριστοῦ ἰδεῖν καὶ ἀναπαῆναι ἐν τῷ πνεύματι αὐτοῦ λυθεῖσα καὶ ἐλευθερωθεῖσα τοῦ ἐπικειμένου λίθου τῆς ἁμαρτίας. πᾶσα γὰρ ψυχὴ ἀγαπῶσα τὸν κύριον θλίβεται ὑπὸ τῶν πονηρῶν δαιμόνων πολεμούντων αὐτὴν καὶ μὴ ἐών‐ των προσελθεῖν τῷ ζωοποιῷ Χριστῷ. τοῦτο δὲ κατὰ συγχώρησιν καὶ
30ἐπιτροπὴν θεοῦ γίνεται· δοκιμάζει γὰρ αὐτήν, εἰ ἀληθῶς ἀγαπᾷ τὸν δεσπότην, εἰ παραμένει τῇ προθέσει καὶ τῶν πόνων ὀχλούντων, εἰ μήποτε ὀκνήσασα ἀπείπηται αὐτὸν παραιτουμένη τὸν τῆς ὁδοῦ κόπον καὶ τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον ἀποφεύγουσα, παραμείνασα δὲ καὶ πολυετῆ χρόνον διατρίψασα τοῖς πειρασμοῖς τῆς
35κακίας, ἐν παρρησίᾳ κρίνεται πρὸς τὸν κύριον ὡς ἐγκαταλελειμμένη καὶ μηδεμιᾶς ἀξιωθεῖσα βοηθείας.

3

.

2

Καὶ ὁ κύριος τὸ ἀνδρεῖον τῆς ψυχῆς καὶ τὴν ἐν τοῖς πειρασμοῖς ὑπομονὴν θεασάμενος καὶ ὅτι πειραζομένη δόκιμος εὑρέθη, ἐπιφαίνεται τῇ χρηστότητι αὐτοῦ, ἐμφανίζων ἑαυτὸν καὶ καταλάμπων αὐτὴν τῷ ὑπερλάμπρῳ αὐτοῦ φωτὶ καὶ προσκαλούμενος αὐτὴν πρὸς ἑαυτὸν λέγει·
5«ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου», καὶ αὐτὴ δὲ προσδραμοῦσα αὐτῷ ἐγκαλεῖ αὐτῷ καὶ φησίν· διὰ τί, κύριε, τοσοῦτον χρόνον ἐγκατέλιπές με πολλὰ πάσχουσαν καὶ ὑβριζομένην ὑπὸ τῶν ἐχθρῶν; «εὗρόν με» γὰρ ζητοῦσάν σε «οἱ φύλακες» τῆς νυκτὸς οἱ περικυκλοῦντες τὴν πόλιν καὶ ἠνώχλησαν. ὁ δὲ κύριος φωτὸς ἀρρήτου πλήρης ἀποκρίνεται ἀνα‐
10πείθων καὶ παρακαλῶν καὶ λέγων πρὸς αὐτήν· καλῶς λέγεις, «ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου, καλή μου, περιστερά μου». κρίνεται δὲ μετ’ αὐτῆς δεικνύων αὐτῇ τοὺς τύπους τῶν ἥλων καὶ λέγων· ἴδε οἱ τύποι τῶν ἥλων, ἴδε αἱ μάστιγες, ἴδε τὰ ἐμπτύσματα, ἴδε τὰ τραύματα. ταῦτα πάντα διά σε πέπονθα τὴν πολλοῖς τραύμασιν τραυματισθεῖσαν καὶ ὑπὸ
15πολλῶν ἐχθρῶν ἑλκομένην ἐν πολλῇ δουλείᾳ· κἀγὼ τῇ ἐμῇ φιλανθρωπίᾳ ἦλθον ἐπὶ τὴν σὴν ζήτησιν καὶ ἐπὶ τὴν σὴν ἐλευθερίαν, ἐπειδὴ ἀπ’ ἀρχῆς εἰκόνα ἐμὴν ἐποίησά σε καὶ εἰς ἐμὴν νύμφην ἔκτισά σε, καὶ διά σε πέπονθα ὁ ἀπαθής, καὶ ὁ ἀνύβριστος πολλὰς ὑπήνεγκα ὕβρεις διὰ τὴν σὴν ἀπολύτρωσιν. σὺ δὲ διὰ σεαυτήν, τὴν τοσαῦτα κακὰ13
20ἔχουσαν καὶ εἰς τοσοῦτον σκότος βεβυθισμένην, οὐκ ὤφειλες παθεῖν καὶ θλιβῆναι; κρινόμενος δὲ εἰρηνικῶς καὶ προσδιαλεγόμενος τῇ ψυχῇ ἀποδείκνυσιν, ὅτι καὶ τὸ ὑπομεῖναι αὐτὴν θλιβομένην αὐτὸς ἔδωκεν αὐτῇ καὶ αὐτὸς ἐνεδυνάμου ἐν τοῖς πειρασμοῖς καὶ παρεθάρσυνε κρυπτῶς.

3

.

3

Ἀκούσασα δὲ ταῦτα ἡ ψυχὴ γινώσκει, ὅτι οὐδὲν ἴδιον ἔσχεν, ἀλλὰ πάντα τὰ τοῦ κυρίου τοῦ καλοῦ καὶ ὡραίου νυμφίου. αὐτὴ δὲ τὴν πρόθεσιν καὶ τὴν ἀγάπην καὶ τὸ θέλημα, ὃ ἔδωκεν αὐτῇ, ἐξ ὅλης καρδίας καταγνοῦσα ἀποκρίνεται καὶ λέγει· ἴδε κύριε, ἴδε σῶμα ἁγνόν,
5ἴδε ψυχὴν καθαράν, ἀπόλαβέ με ὅλην ὑπὸ τὴν σὴν δεξιὰν σκεπομένην καὶ ἐν τοῖς σοῖς κόλποις ἀναπαυομένην. δείκνυσιν αὐτῇ ἑαυτὸν ὁ κύριος ἐν δυσὶ προσώποις, ἔν τε τοῖς στίγμασιν αὐτοῦ καὶ ἐν τῇ δόξῃ τοῦ φωτὸς αὐτοῦ, καὶ θεωρεῖ ἡ ψυχὴ τὰ πάθη, ἃ ὑπὲρ αὐτῆς ἔπαθεν, θεωρεῖ δὲ καὶ τὴν ὑπέρλαμπρον δόξαν τοῦ ἐνθέου φωτὸς αὐτοῦ, «τὴν
10αὐτὴν εἰκόνα» μεταμορφουμένη «ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος» καὶ ἐν ἀμφοτέροις τοῖς προσώποις προκόπτουσα, ἔν τε τῷ τοῦ πάθους καὶ ἐν τῷ τοῦ ἐνδόξου φωτός, τρόπον τινὰ λήθην λαμβάνει τῆς φύσεως καταλαμφθεῖσα ὑπὸ τοῦ θεοῦ καὶ συγ‐ κραθεῖσα καὶ μιγεῖσα τῷ ἐπουρανίῳ ἀνθρώπῳ καὶ τῷ πνεύματι τῷ
15ἁγίῳ, πνεῦμα καὶ αὐτὴ γεναμένη. ὡς γάρ τις προσαίτης καὶ σφόδρα πενόμενος καὶ θύραν ἐκ θύρας ἀμείβων «τῆς ἐφημέρου τροφῆς» ἕνεκεν, ἀθρόως ἐκ τοῦ αἰφνιδίου βασιλεύσας ἐπιλανθάνεται τῆς πτωχείας διὰ τὴν ἐν χερσὶν εὐδαιμονίαν, οὕτως ἡ ψυχὴ πλουτήσασα πλοῦτον ἐπουράνιον οὐκέτι μνημονεύει τῆς πρώτης πενίας. εἰ γὰρ ὁ Χριστὸς
20φύσει «ἐν μορφῇ θεοῦ ὢν» τρόπον τινὰ ἐπελάθετο τοῦ ἀξιώματος «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», πόσῳ μᾶλλον ἡ ψυχὴ οὐσίαν καὶ δύναμιν καὶ φύσιν θεοῦ προσλαβοῦσα ἐπι‐
λανθάνεται τῆς προτέρας αἰσχρότητος.14

3

.

4

Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἐν ἀγάπῃ ἐπιφανῆναι καὶ λυτρώσασθαι ἡμᾶς ἀπὸ τοῦ νῦν ἐκ τοῦ σκότους, ἵνα οὕτως ἐν τῇ ἀναστάσει καὶ τὸ σῶμα τῆς ἀσθενείας ἀπὸ τοῦ ἐγκαθέτου καὶ ἐλλάμψαντος τῇ ψυχῇ φωτὸς λάμψῃ καὶ αὐτὸ συνδοξαζόμενον τῇ
5ψυχῇ. «ὁ κύριος ἐγγύς» ἡμῶν ἐστι, μόνον ἡμεῖς ἐν ἀληθινῇ καρδίᾳ ζητήσωμεν αὐτόν. πᾶς οὖν ὁ ἀκούων τοὺς λόγους ἐλπιζέτω δέξασθαι τὸν ἐν ὑποστάσει ὄντα λόγον καὶ παρ’ αὐτοῦ μαθεῖν πᾶσαν δικαιοσύνην. ὅρα δέ, ὦ οὗτος, ὁ θεὸν ἐλπίζων κληρονομῆσαι καὶ τὴν ψυχὴν τῷ πνεύματι τοῦ κυρίου συγκραθῆναι, ὁποίαν σε χρὴ πολιτείαν καὶ σεμνό‐
10τητα βίου ἀναδέξασθαι καὶ ἐν ποίᾳ πολιτείᾳ διάγειν σε καὶ ἀναστρέ‐ φεσθαι χρή· ταῦτα γὰρ πάντα ὅση δύναμις ἀφ’ ἑαυτοῦ ποιεῖν καὶ
ἐπιδείκνυσθαι ὀφείλεις. Ἀμήν.15

4

.

1

Ἔστι κόσμος ἀτελὴς καὶ ἔστι κόσμος τέλειος. πολλὰ εἴδη ἔχει ὁ ἀτελὴς καὶ παρερχόμενος ὅμοια τοῦ τελείου καὶ αἰωνίου. ἔστιν ἐνταῦθα παλάτιον καὶ βασιλεὺς ἐνδεδυμένος πορφύραν καὶ στέφανον ἐκ λίθων τιμίων συγκείμενον καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπερασπισταί,
5οἱ μὲν ἐν αὐτῷ διατρίβοντες τῷ παλατίῳ, οἱ δὲ κόμητές εἰσι καὶ ἄλλοι ἄλλου ἀξιώματος, ἐνδεδυμένοι καὶ αὐτοὶ ἐσθῆτα λαμπρὰν καὶ ἔντιμον. ἔστιν ἐν οὐρανῷ παλάτιον καὶ ὁ βασιλεὺς Χριστὸς ἐνδεδυ‐ μένος τὴν βασιλικὴν πορφύραν. στρατεύονται ἐκεῖ παλατινοὶ καὶ κό‐ μητες καὶ ἀξιωματικοί, καὶ αὐτοὶ τὴν ἴσην ἐνδεδυμένοι δόξαν καὶ
10στεφάνους περικείμενοι ἐκ λίθων τιμίων (ἔθου γὰρ «ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθων τιμίων»). εἰσὶν ἐν τῇ γῇ ταύτῃ πολεμισταὶ καὶ στρατηγοὶ πολλοὺς διελθόντες ἀγῶνας καὶ πολλοὺς νικήσαντες πολέμους καὶ μυρία κατὰ τῶν πολεμίων ἄραντες τρόπαια. εὑρίσκονται καὶ ἐνταῦθα ἀνδρεῖοι πολλοὶ καὶ πολεμισταὶ νικήσαντες τὸν διάβολον
15καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ εἰς προκοπὰς ἐλθόντες. εἰσὶν ἐν τῷ φαινομένῳ τῶν Ῥωμαίων παλατίῳ ἄνδρες ἔντιμοι, παντὸς θορύβου καὶ ἀγῶνος ἀπηλλαγμένοι, ὑπὸ μηδενὸς ἀναγκαζόμενοι ὅπλα βαστάζειν ἢ εἰς παράταξιν εἰσιέναι, οἱ λεγόμενοι βασιλικοὶ εὐνοῦχοι, ὑπὸ παντὸς ἀνθρώπου τιμώμενοι καὶ ὑπ’ αὐτοῦ τοῦ βασιλέως ἀγαπώμενοι, βαστά‐
20ζοντες καὶ ἐμπεπιστευμένοι τὴν πορφύραν, οἱ δὲ τὸ διάδημα, ἄλλοι δὲ ἄλλο τι ἔντιμον καὶ βασιλικόν, εἰσὶ δὲ καὶ ἐν τοῖς οὐρανοῖς τετι‐
μημένοι ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἄνδρες, οἱ ἀληθινοὶ εὐνοῦχοι οἱ εὐνουχισθέντες καὶ καθαρθέντες ἐκ τοῦ πολέμου τῆς ἁμαρτίας· τούτοις πατρίδες ἐνεπιστεύθησαν εὐλογημέναι ἔχουσαι εἰρήνην καὶ ἀνάπαυσιν,16
25καὶ ἐπάνω εἰσὶ τεταγμένοι τῆς βασιλικῆς πορφύρας καὶ τῶν ἐπου‐ ρανίων θησαυρῶν· οὗτοι παντάπασιν ἠλευθέρωνται τοῦ πολέμου ἐν ἀμεριμνίᾳ λοιπὸν διάγοντες. εἰσὶν ἐκεῖ τεχνῖται καὶ σοφοί, καὶ πάλιν ἐνταῦθά εἰσι σοφοὶ σοφισθέντες τῇ σοφίᾳ τῇ πνευματικῇ ὑπὸ τοῦ πανσόφου Χριστοῦ, 〈οἷσ〉 ἔστιν ἐνδύματα φωτεινὰ καὶ πλοῦτος πνευ‐
30ματικὸς ὁ μηδέποτε παρερχόμενος. καὶ διὰ τοῦτο τὸ ἔργον τῶν Χριστιανῶν τιμιώτερόν ἐστι πάσης ἐπινοίας καὶ παντὸς ἐπιτηδεύματος σαρκικοῦ. ἐργάζονται γὰρ ἔργον θεϊκὸν ὃ ὁ κόσμος οὐκ οἶδεν.

4

.

2

Νοῦς νοὸς διενήνοχε καὶ ἄνθρωπος ἀνθρώπου τιμιώτερος. καὶ πάντα μοι τὰ ὁρώμενα πράγματα ἀντικείμενα καὶ ξένα τῶν νοητῶν καταφαίνεται. ἔστι γὰρ νοῦς διοδεύων καὶ τρέχων ἕως τοῦ οὐρανοῦ καὶ βαδίζων διὰ τῆς ὁδοῦ τῶν καθαρῶν αὐτοῦ λογισμῶν καὶ δι’ αὐτῆς
5φθάνων τὰς ἀτραποὺς καὶ τὰς ὁδοὺς τὰς εὐτρεπισμένας τοῖς ἁγίοις ἐν τοῖς ἐπουρανίοις. καὶ ἔστιν ἕτερος νοῦς ἕρπων ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς ὁδοῖς τῆς σαρκὸς κυλιόμενος. ἔστι νοῦς σαρκικὸς καὶ ἔστι νοῦς πνευματικός. πολὺ δὲ τοῦ σαρκικοῦ ὁ πνευματικὸς νοῦς διενήνοχεν. ὡς γὰρ τὰ πτερωτὰ τῶν ζῴων κούφῳ τῷ πτερῷ ἐπαιρόμενα τὸν
10ἐν μέσῳ διαπερᾷ ἀέρα ὑπὸ τῶν πτερύγων βοηθούμενα καὶ ὑπ’ αὐτοῦ τοῦ ἀέρος κουφιζόμενα (πτερυσσόμενα γὰρ ὥσπερ ἄνεμόν τινα προσ‐ λαμβάνονται ὑποβαστάζοντα καὶ συνεργοῦντα τῇ πτήσει), τὰ δὲ ἄπτερα καὶ χαμαὶ κείμενα κἂν παρῇ τῇ προθυμίᾳ εἰς ἀέρα ἐπαίρεσθαι οὐκ ἰσχύουσιν—οὕτως ὁ καθαρεύσας νοῦς καὶ πτέρυγας πνευματικὰς
15προσλαβόμενος ὁρμῇ ὀξυτάτῃ χρώμενος ἄνεισιν εἰς τὸν οὐρανόν, εἰς τὸν ἀέρα τῆς θεότητος ἀναλαμβανόμενος, ὁ δὲ θηριώδης καὶ ἄγριος καὶ ὑλικὸς νοῦς εἰς γῆν κυλινδούμενος ἕρπει τὰς ἐρήμους μεταδιώκων, μὴ δυνάμενος καταλαβεῖν ἢ γνῶναι τὸν προειρημένον νοῦν. ἔστι γένη δένδρων ἃ οὔτε ἐν θέρει οὔτε ἐν χειμῶνι φυλλορροεῖ, ἀλλὰ πάντοτε
20περιβέβληται καὶ κεκόσμηται τοῖς ἄνθεσιν ὡς ἐλαία καὶ κυπάρισσος καὶ τὰ ὅμοια, καὶ πάλιν ἕτερά ἐστι γυμνούμενα καὶ ἀποβάλλοντα ἐν χειμῶνι τὰ φύλλα. ἔοικε τὸ ὑπόδειγμα τοῖς Χριστιανοῖς· δένδρα γὰρ
προσηγορεύθησαν ὑπὸ τῆς γραφῆς καὶ οὐδέποτε ἀποβάλλουσι τὸν κόσμον καὶ τὴν εὐπρέπειαν τῶν φύλλων, οὐκ ἀνέμων ἀγρίων κινου‐17
25μένων, οὐκ αὐχμῶν θερινῶν καταλαβόντων, ἀλλὰ πάντοτε ἐνδέδυνται τὴν δόξαν τοῦ πνεύματος. τοῦτό ἐστι τὸ εἰρημένον· «ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται» καὶ εἰσὶν ἕτεροι κουφότερον νοῦν ἔχοντες, οἵτινες διὰ τὴν περικειμένην ἀσθένειαν ἐπερχομένων τῶν πειρασμῶν καὶ χειμώνων καὶ ἀνέμων οὐκ
30ἀνθίστανται οὔτε ὑπομένουσιν.

4

.

3

Οἱ οὖν πνευματικοὶ κατὰ τὸ φρόνημα ἐχθροί εἰσιν τῶν σαρκικῶν. ὃν τρόπον γὰρ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τρεφόμενα οὐ φέρουσι τὴν τῆς ἠπείρου ζωὴν ἀλλὰ διαφθείρονται τῶν ὑδάτων χωριζόμενα, καὶ πάλιν τὰ τὴν γῆν νεμόμενα τὴν ἐν τοῖς ὕδασι διατριβὴν φεύγει τὴν
5ἐν τῷ βυθῷ μισοῦντα ζωήν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐπασχολούμενοι καὶ ἑλκόμενοι εἰς τὰ τοῦ αἰῶνος τούτου πράγματα συνέχονται καὶ τρόπον τινὰ πνίγεσθαι δοκοῦσιν. οὕτως οἱ σαρκικοὶ ἀναχωρήσαντες τῶν ὑλικῶν καὶ τοῖς πνευματικοῖς προσέχειν ἀναγκαζόμενοι ἰλιγγιῶσιν, συνεχόμενοι καὶ πνιγόμενοι. διόπερ σπάνιοι πάνυ οἱ ἀνδρεῖοι καὶ
10«μέχρι τέλους» ἐν ὑπομονῇ διανύοντες τὸ ἔργον αὐτῶν. χρῄζουσι δὲ οὗτοι πολλῆς ἀναιδείας καὶ ὀξύτητος πρὸς τὴν αἴτησιν τοῦ θεοῦ «ἐν τῷ νῦν καιρῷ». ὡς γὰρ τὰ ὀξύπτερα τῶν ὀρνέων κούφῳ τῷ πτερῷ χρώμενα ἐπάνω γίνονται τῶν παγίδων καταγελῶντα τῆς ἐπιβουλῆς τῶν θηρευόντων, οὕτω καὶ ὁ ἀγχίνους καὶ ὀξὺς τοῖς λογισμοῖς ἀπο‐
15φεύγει τὰς ἐπιβουλὰς καὶ παγίδας τοῦ διαβόλου. πολλὰ γὰρ πνεύματα συνέχουσι τὴν ψυχὴν καὶ ὅλα 〈τὰ〉 εἰς τὴν γῆν ἕρποντα πρὸς ἑαυτὰ ἕλκει καὶ ἀσχολεῖ καὶ ῥεμβάζει τὸν νοῦν. διόπερ ὡς ἀθλητὴς καὶ ἀγωνιστὴς ὀφείλει εἶναι ὁ Χριστιανός. ὥσπερ δὲ ἄνθρωπος ξένος καὶ τῶν κατὰ πόλιν πραγμάτων ἄπειρος ἐπιδημήσας πόλει τινὶ ὀχλαγω‐
20γουμένῃ καὶ εὐθηνούσῃ ἐν πλήθει, καὶ μὴ θαρρῶν ἑαυτοῦ τῇ ἀπειρίᾳ καὶ τῇ ἀσθενείᾳ δραμὼν ἐπιλαμβάνεταί τινος προστάτου ἐμπείρου δυναμένου ἐκβαλεῖν τὴν τῶν ὄχλων βίαν—οὗτος, ἕως μὲν κατὰ πόδας τρέχει τοῦ προηγουμένου ἀμετεωρίστως, εὐθεῖαν διανύει τὴν ὁδόν, μετεωριζόμενος δὲ καὶ τοῖς ἐν τῇ πόλει δήμοις διὰ νωχέλειαν
25περιφερόμενος μακρύνεται καὶ ἀφίσταται ζημιούμενος τὴν βοηθείαν. εἰ δὲ ἄρα σπουδάσει καὶ πόνων καταφρονήσει περιζωσάμενος ἐν ἰσχύι «τὴν ὀσφύν», διαρρήσσει τὴν τῶν ὄχλων βίαν καὶ καταλαμβάνει τὸν προστάτην καὶ τῆς παρ’ αὐτοῦ βοηθείας ἀξιοῦται. τοῦτον ἔχουσι τὸν τρόπον καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων, πόλις θεοῦ προσηγορεύθησαν18
30καὶ ἔχουσι νῦν ἐν ταῖς ἀγοραῖς ὄχλον πνευμάτων καὶ πλήθη διαλο‐ γισμῶν ἐν ταῖς πλατείαις τοῦ νοὸς καὶ τῆς καρδίας, προορῶσι δὲ τὸν ἑαυτῶν δεσπότην καὶ κηδεμόνα Ἰησοῦν Χριστὸν τὸν φρόνιμον καὶ δοτῆρα τῶν μεγάλων ἀξιωμάτων, διόπερ καὶ αὐταὶ ἐν πολλῇ ἀναιδείᾳ καὶ ἀπονοίᾳ διασκεδάζειν καὶ διαρρήσσειν τὸν συνέχοντα τῶν ὄχλων
35θόρυβον ὀφείλουσιν. οὕτω γὰρ δύνανται ὑπερισχύσασαι ἐλθεῖν πρὸς τοὺς εὐλογημένους κόλπους τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.19

5

.

1

Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγον θεοῦ ἐπακού‐ σαντες καὶ σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κά‐ λυμμα, ὅπερ διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντο (τουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν φρόνημα, ὅπερ θάνατον ὁ ἀπό‐
5στολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος»), οὗτοι οὖν ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν ἐνεργείᾳ, καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ σκότους τῶν παθῶν ἐνέργειαν.
10διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς διάγοντας δεηθῆναι πολὺ τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ ἡλίου τῆς «δικαιοσύνης» ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν
15τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις διηύγασεν, γνωρί‐ ζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ
20τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ», καὶ ὁ μακάριος δὲ Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ20
25«τοῖς φοβουμένοις» τὸν κύριον «ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτῶν». οἱ δὲ τῷ κόσμῳ ἐμπεφυρμένοι πολλοὶ ἐοίκα‐ σιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ νεφέλαις καὶ ὀμίχλῃ πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπει (τουτ‐ έστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντος), ὡς ἐοικέναι αὐτοὺς σχεδὸν
30τυφλοῖς. οὕτως οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι ἀλλὰ τὸ ὅλον τῇ ματαιότητι τοῦ κόσμου ἐν τοῖς χαλεποῖς ἔργοις ἠπα‐ τημένοι. ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ἄστρων καταυ‐ γάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν
35γνοφώδει καὶ ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

5

.

2

Ὥσπερ γὰρ ἐκ διαφόρων τεχνῶν καὶ ἐκ διαφόρων ἐπιτηδευμάτων οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι, ὁμοίως δὲ καὶ ἐκ διαφόρων ἐν ταῖς ἀρχοντικαῖς στρατιαῖς τάξεων τὸ κέρδος τοῦ χρυσοῦ πορίζουσι καὶ ἐκ διαφόρων κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν
5τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτως ἐκ διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ δικαιωμάτων καὶ ἀρετῶν διὰ θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσόν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν
10καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν πορίζονται. τούτου ἕνεκεν
οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ πνευματικὸν κέρδος.21

5

.

3

Πλὴν φαίνονται οἱ χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ ἀναζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς «τὴν τελειότητα» ἀπαύστως καὶ ἀνενδότως τρέχοντες. οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας ἐργαζόμενοι ἤτοι οἱ ἐν τῇ γῇ
5κατ’ ἐλπίδα ἐμπονοῦντες κατὰ μέρος πλουτοῦσιν, οἱ καὶ ἔνδοξοι ἐν τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι Εἱλῶται οἱ ὀκνηροί, οἱ εὐθέως τὸ ἐμπῖπτον ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ καὶ πένητες ἀπομένουσιν. οὕτως ὅσοι ἐπ’ ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέ‐
10χονται τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς χάριτος πρὸ ὀφθαλ‐ μῶν ἔχοντες, ἀληθῶς οὗτοι τὸν πλοῦτον τοῦ πνεύματος συνάγουσι διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι ἐν τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνη‐ τοι, οἱ μόνον τοῦ λαβεῖν τὴν χάριν ἕτοιμοι, τοῦ δὲ πονεῖν καὶ κάμνειν
15καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν πάσῃ μακροθυμίᾳ, ἀπο‐ γυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος. πάντοτε γὰρ ἡ ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος
παρὰ θεῷ ἐν ἐκείνῳ τῷ αἰῶνι ἀποδείκνυται.22

6

.

1

Οἱ ἐξερχόμενοι ἐκ τοῦ κόσμου καὶ πτωχείαν ἀγαπῶντες καὶ γινό‐ μενοι ξένοι κοινωνίας σαρκικῆς καὶ τῶν φαινομένων πάντων τῶν ἐν τῷ κόσμῳ, δόξης καὶ τῶν δοκούντων ἐν βίῳ ὡς μεγάλων εἶναι καταφρο‐ νοῦντες καὶ στήκοντες ἐν πτωχείᾳ καὶ προσέχοντες τῷ κυρίῳ, καλῶς
5κατανοοῦσι καὶ ἀγαθὸν καὶ ἐνάρετον σκοπὸν ἐνεστήσαντο. προσέχου‐ σιν οὖν οὗτοι τοῦ εἰσελθεῖν εἰς τὴν ἔνδοξον πόλιν τῶν ἁγίων, εἰς πατρίδα ἐπουράνιον, εἰς οἰκοδομὰς καὶ οἴκους ἀχειροποιήτους, καὶ ἐπειδὴ ὁ νοῦς αὐτῶν ἐκεῖ προσέχει, ὡς ὅτι ἤδη εἰσῆλθαν καὶ ἐδοξάσθησαν καὶ εἰσὶ κληρονόμοι αὐτῆς, οὕτως εἰσὶν ἐν ἑαυτοῖς καὶ
10ταῦτα ὥς εἰσιν ἐν τῇ σαρκὶ διάγοντες διὰ τὴν καλὴν αὐτῶν πρόθεσιν καὶ τὸν σκοπόν, ἀπεκδέχονται γὰρ ὥς εἰσιν ἐν τῷ αἰῶνι τούτῳ εἰσελ‐ θεῖν εἰς «πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός». αἱ γὰρ οἰκοδομαὶ τοῦ αἰῶνος τούτου σαθραί εἰσι καὶ οὐκ ἔχουσι στερεὸν θεμέλιον. «ἐν» γὰρ «τῇ συντελείᾳ τοῦ αἰῶνος» ὅλα αὐτοῦ τὰ ἔργα καὶ αἱ οἰκοδομαὶ
15φθείρονται· «ὁ οὐρανὸς» γὰρ «ὡς βιβλίον ἑλιγήσεται» «καὶ ἡ γῆ παρ‐ ελεύσεται». ποῦ οὖν τὰ ἔνδοξα καὶ μεγάλα τοῦ βίου, ὅταν ἐπιστῇ ὁ καιρὸς ὁ λύων αὐτά; συνάγαγέ μοι τὸν πλοῦτον, τὸν χρυσόν, τὸν ἄργυρον, τὰς κτήσεις καὶ πᾶσαν τὴν ἐν τῷ πλούτῳ καλλονὴν καὶ πε‐ ποίθησιν καὶ ἄρξαι οἰκοδομεῖν πόλιν δι’ αὐτῶν, τὴν σοφίαν, τὴν δόξαν,
20τὰ ἀξιώματα, τὰς δυναστείας, ταῦτα οἰκοδόμησον ὥσπερ τεῖχος τῆς πόλεως καὶ πᾶσαν τὴν κόσμησιν τοῦ αἰῶνος τούτου—καὶ ὅταν τελέ‐
σῃς τὴν πόλιν, οὐκ ἔχει ἑδραίωμα οὐδὲ στερεότητα ἡ πόλις. ἰδοὺ γὰρ σαθροὶ οἱ θεμέλιοι τοῦ τείχους καὶ πίπτουσιν, καὶ πάντα τὰ ἐν τῇ πόλει φθείρεται καὶ ἀφανίζεται. οὕτως ἐστὶν πᾶσα ἡ ποικιλία τοῦ23
25αἰῶνος τούτου φθειρομένη καὶ ἀφανιζομένη.

6

.

2

Ὑμεῖς δὲ καλῶς ποιεῖτε οἰκοδομοῦντες οἰκοδομὰς ἀκαταλύτους καὶ μηδέποτε φθειρομένας· τὸν γὰρ θεμέλιον ὑμῶν ἐπὶ τὴν πέτραν σπου‐ δάζετε θεῖναι καὶ ὁ ἐπὶ τὴν πέτραν οἰκοδομούμενος θεμέλιος οὐδέ‐ ποτε πίπτει· λέγει γὰρ ἡ γραφή· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα‐
5νῶν» «ἀνδρὶ φρονίμῳ» «ὅστις ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέ‐ λιον ἐπὶ τὴν πέτραν· γεναμένης δὲ πλημμύρας» καὶ τῶν ἀνέμων προσ‐ κρουσάντων «οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». καὶ τίς ἐστιν αὕτη ἡ οἰκοδομὴ ἡ ἀχειροποίητος; ψυχαὶ πισταὶ αἱ ἀγαπῶσαι τὸν κύριον· οἰκοδομοῦνται γὰρ ὑπὸ τοῦ σοφοῦ ἀρχιτέκτονος Ἰησοῦ
10Χριστοῦ «ἐπὶ τὴν πέτραν», ἐπ’ αὐτὸν τὸν κύριον, ἐπὶ τὸν λόγον αὐτοῦ τὸν ζωοποιόν, ἐπὶ τὴν θείαν δύναμιν, ἐπὶ τὸ ἅγιον πνεῦμα. καὶ τίνες εἰσὶν οἱ λίθοι; οἱ καθαροὶ καὶ ἀγαθοὶ λογισμοὶ τῆς φύσεως τοῦ Ἀδάμ· ἐοίκασιν γὰρ οὗτοι τῷ ἐπουρανίῳ λίθῳ καὶ κατὰ τὸ μέτρον αὐτοῦ οὕτως ἐποικοδομοῦνται. τί λέγει ἡ γραφή; ἕως οὗ φθάσωμεν «εἰς ἄνδρα
15τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». ἀλλὰ ἔστι καὶ ἑτέρα οἰκοδομὴ 〈ἡ〉 «ἐπὶ τὴν ἄμμον», ψυχαὶ ἁμαρτωλαί, νοῦς κοσμικός, οἱ καταφερόμενοι εἰς τὰ πάθη τῆς σαρκός. οἰκοδομοῦνται οὗτοι εἰς τὸν πονηρὸν λογισμόν, ἐπὶ τὸ πνεῦμα τοῦ διαβόλου. καὶ τίνες εἰσὶν οἱ λίθοι; οἱ κακοὶ λογισμοὶ οἱ ἀγαπῶντες τὰς ἡδονὰς τῆς
20ἁμαρτίας. ἡ οὖν τοιαύτη οἰκοδομή, ἡ «ἐπὶ τὴν ἄμμον», πεφθαρμένη ἐστὶ καὶ λελυμένη.

6

.

3

Οἱ οὖν ἐν τῷ παρόντι χρόνῳ κρούοντες «τὴν θύραν» καὶ τὰ μέλλοντα ὡς παρόντα λογιζόμενοι πολὺ συνετ〈ότερ〉οί εἰσιν. ἀναλογιζόμενοι γὰρ τὴν φθορὰν καὶ λύσιν τοῦ αἰῶνος τούτου, καταφρονοῦσιν κοινωνίας σαρκικῆς, εἰδότες ὅτι μετὰ ταῦτα λύσις γενήσεται τῶν σωμάτων,
5πάλιν ἀναλογιζόμενοι, ὅτι φθορᾷ ὑπόκειται καὶ γυμνότητι ὁ φαινό‐ μενος πλοῦτος, καταφρονοῦσι πάντων τῶν ὁρωμένων, ἀναμνημονεύον‐
τες δὲ καὶ τὰς γινομένας κατακρίσεις τοῖς ἁμαρτωλοῖς καὶ τὰς ἐπι‐ φερομένας αὐτοῖς διαφόρους κολάσεις στήκουσιν εἰς μέριμναν καὶ φόβον καὶ ἀσφαλίζονται τὰς ψυχὰς αὐτῶν, μὴ ἐμπέσωσιν εἰς γέενναν24
10καὶ βασάνους. ἀναλογιζόμενοι δὲ πάλιν καὶ τὴν πόλιν τῶν ἁγίων καὶ τοὺς μεγιστᾶνας, τοὺς πατέρας ἡμῶν, τοὺς προφήτας, τοὺς ἀποστό‐ λους, τοὺς μάρτυρας, καὶ τὰ κάλλη τὰ ἐπουράνια καὶ τὰς δόξας τὰς θεϊκάς, ἃς ἐνδύσονται οἱ ἅγιοι διὰ τὴν καλὴν αὐτῶν πρόθεσιν, εἰ καί εἰσιν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλ’ ὡς ἤδη ἀπολαύοντες ἐκείνων τῶν ἀγα‐
15θῶν οὕτως εἰσίν. καὶ ἐν ταύτῃ ὄντες τῇ γυμνασίᾳ ἐοίκασι τῷ πατρὶ αὐτῶν τῷ οὐρανίῳ· ἐπειδὴ γὰρ μετὰ τὴν παράβασιν καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐξ αὐτοῦ τοῦ ἀνθρώπου βρύει, προέλαβον οὗτοι καὶ ἐποίησαν πόλεμον μετὰ τῆς κακίας καὶ ᾔτησαν ὅπλον παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ οὐρανίου καὶ δι’ αὐτοῦ ἐποίησαν πόλεμον καὶ νίκην καὶ κατ‐
20έσβεσαν «τὰ πεπυρωμένα βέλη» τῆς ἁμαρτίας. διὰ τοῦτο, ὅπου εἰσέρ‐ χονται οὗτοι, «ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι»· ἐπιτίθενται γὰρ αὐ‐ τοῖς στέφανοι τίμιοι «ἐπὶ τὰς κεφαλὰς αὐτῶν». ἄρχονται οὖν οἱ ἄγγελοι εἷς τῷ ἑτέρῳ λέγειν· τίνες εἰσὶν ἄρα οὗτοι οἱ τοιαύτης δόξης καὶ τοιού‐ των στεφάνων καταξιωθέντες, ὅτι εἰς τιμιωτέρους ἡμῶν τόπους εἰσά‐
25γονται; καὶ λέγει αὐτοῖς ὁ κύριος· δικαίως ὑμῶν προτιμῶνται, οὗτοι γάρ εἰσιν οἱ «διὰ τὸ ὄνομά μου» καὶ τὴν ἐντολήν μου ἐξελθόντες ἐκ τοῦ κόσμου καὶ καταφρονήσαντες ἐκείνου τοῦ αἰῶνος, πτωχοὶ γενόμενοι, μυκτηριζόμενοι, χλευαζόμενοι εἰς τὸν ἐκεῖ κόσμον, πολεμούμενοι ὑπὸ τοῦ σατανᾶ, καὶ ἀγωνιζόμενοι καὶ ἀθλοῦντες κατ’ αὐτοῦ καὶ μὴ ἡττη‐
30θέντες ὑπ’ αὐτοῦ, οἱ ἔχοντες πόνον καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν πλη‐ ροῦντες δακρύων νυκτὸς καὶ ἡμέρας διακονοῦντές μοι, οἱ τὴν ὕβριν τοῦ σταυροῦ μου βαστάσαντες ἐν τοῖς ὤμοις αὐτῶν καὶ τὰ πάθη μου ἐν τοῖς σώμασιν αὐτῶν. παραλαμβάνει οὖν τὰς τοιαύτας ψυχὰς ὁ κύριος καὶ προσφέρει αὐτὰς τῷ πατρὶ λέγων· ἴδε πάρεισιν αἱ καθαραὶ
35παρθένοι, αἱ ὑπακούσασαι τῆς ἐντολῆς σου, προσλαβοῦ αὐτὰς εἰς τὰς ἀγκάλας τοῦ πνεύματός σου καὶ εἰς τοὺς κόλπους τοῦ φωτός σου τοὺς
εὐλογημένους. ὑπὲρ τούτων γὰρ ἐγὼ ἔκλινα γόνυ ἐπὶ τῆς γῆς καὶ ἐπλή‐ ρουν τοὺς ὀφθαλμούς μου δακρύων λέγων· «πάτερ ἅγιε», «ἁγίασον αὐτοὺς» καὶ διατήρησον «ἐκ τοῦ πονηροῦ», καὶ ἵνα γένωνται μεθ’25
40ἡμῶν εἰς ἓν σῶμα καὶ ἓν πνεῦμα. οὐ μόνον δὲ ἐν τῷ τότε καιρῷ δι’ ἐκείνους μόνους παρεκάλουν σε καὶ προσηυχόμην, ἀλλὰ καὶ δι’ ὅλην τὴν ἐκκλησίαν τῶν ἁγίων (ἡ γὰρ μακροθυμία αὐτοῦ καὶ ἡ παράστασις τοῦ αἰῶνος εἰς τοῦτο γέγονεν, διὰ τοὺς μέλλοντας γίνεσθαι διακό‐ νους αὐτοῦ καὶ γενέσθαι αὐτῷ εὐαρέστους καὶ συμπληρωθῆναι αὐ‐
45τῶ〈ν〉 τῇ ἐπουρανίῳ ἐκκλησίᾳ τὴν εἰρηνικὴν αὐτοῦ βασιλείαν). καὶ ὁ πατὴρ ἀγαλλιᾶται ἐπ’ αὐτοῖς λέγων· «κληρονομήσατε τὴν ἡτοιμασ‐ μένην ὑμῖν βασιλείαν», ἐγὼ καὶ ὁ υἱός μου ἅμα ὑμῖν εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κοινωνίαν ἐσόμεθα. καὶ ἀποφέρει τὰς τοιαύτας ψυχὰς εἰς ἀνάπαυσιν καὶ εἰς τοὺς ἐνδόξους θρόνους καὶ εἰς εὐφροσύνην. μαρτυρεῖ

6

.

3

(50)

δὲ τούτοις καὶ ἡ παρεμβολὴ τῶν ἀγγέλων ἡ συνοῦσα αὐτοῖς, ὅτε ἠγωνί‐ ζοντο καὶ ὅτε ἦσαν ἐν τῇ ἀθλήσει παραμένοντες καὶ τὰς εὐχὰς αὐτῶν καὶ τὰς νηστείας καὶ τὰς ἀγρυπνίας προσέφερον τῷ κυρίῳ.

6

.

4

Στήκοντες οὖν ἐν τῇ πτωχείᾳ διὰ ταύτης τῆς πτωχείας ἐπισπάσασθε ἑαυτοῖς τὸν οὐράνιον πλοῦτον. καὶ γὰρ ἐν τῇ χαμευνίᾳ τὰ σώματα ὑμῶν γυμνάζοντες, ἐν τῇ γονυκλισίᾳ, ἐν τῇ προσευχῇ καλλίον〈εσ〉 ἔσεσθε τῶν ἐν πορφύρᾳ διαγόντων. ἐκεῖνοι γὰρ ἐν τῇ πορφύρᾳ διάγοντες οὐ
5λειτουργοῦσι τῷ κυρίῳ, ὑμεῖς δὲ ἐν τῇ σκληραγωγίᾳ καὶ τῷ φαινομένῳ χόρτῳ ἔρχεσθε εἰς τὸ προσκυνεῖν καὶ δοξολογεῖν τὸν θεόν. ἀλλὰ ἐν ταύτῃ ὄντες τῇ πτωχείᾳ καὶ τῇ γυμνότητι μὴ γίνεσθε ἀπρόθυμοι, ἔχοντες ὑπογραμμὸν καὶ σκοπὸν τὸν κύριον τὸν οὕτως διοδεύσαντα τὴν ὁδόν. ὅταν πονέσῃ σου τὸ σῶμα καὶ κοπιάσῃς, μνημόνευσον τοῦ
10σώματος τοῦ κυρίου, πῶς ὑπὸ Πιλάτου ἐτύπτετο καὶ ἔκαμνεν ὁδοι‐ πορίαις. ὅταν λείψῃ σοι οἶκος, μνημόνευσον, ὅτι ὁ κύριος τῶν κτισ‐ μάτων ἐλθὼν ἐπὶ τῆς γῆς τοῦτο εἶπεν· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ» καὶ ἀναπαῇ. ὅταν περιπατήσῃς, μνη‐
15μόνευσον ὅτι οἱ πόδες τοῦ κυρίου κεκονιορτημένοι ἦσαν, ὅσον χρόνον ἐποίησεν ἐπὶ τῆς γῆς, εἰ μὴ μόνον διὰ τὴν προφητείαν ἅπαξ ἐπ’ ὄνου ἐκαθέσθη. ὅταν πληρώσῃς σου τοὺς ὀφθαλμοὺς δακρύων, μνημόνευ‐ σον ὅτι ὁ κύριος ἔκλαιε τὴν πτῶσίν σου προσευχόμενος πρὸς τὸν πατέρα «μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων» πολλῶν, ἵνα ῥυσθῇς ἐκ26
20τοῦ θανάτου. ὅταν μυκτηρίζωσί σε οἱ ἄνθρωποι, πρόσχες τοῖς ῥαπίσ‐ μασιν αὐτοῦ καὶ τοῖς ἐμπτύσμασιν αὐτοῦ, καὶ ὑπόμεινον ἐν τῇ ταπει‐ νώσει σου. ὁμοίως δὲ καὶ ἡ χαμευνία σου οὔκ ἐστι σκληροτέρα τοῦ ἀκανθίνου στεφάνου τοῦ ἐπιτεθέντος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. οὕτω δὲ πάντες οἱ ἄγγελοι καὶ αἱ παρεμβολαὶ χαίρουσι τῶν ἁγίων ἐπὶ τῷ
25νυμφίῳ καὶ τῇ νύμφῃ ἐν σάλπιγξι καὶ κιθάραις. ὥσπερ ἐπὶ φαινομένῳ γάμῳ πλουσίου, ἐν οἷς πᾶσα ἡ πόλις συντρέχει καὶ δῆμοι, αὐτοὶ δὲ μεσῖταί εἰσι συσπεύδοντες τῷ νυμφίῳ καὶ τῇ νύμφῃ, οὕτω καὶ πᾶσα ἡ ἐπουράνιος ἐκκλησία συντρέχει, ψυχὴ δέ ἐστιν ἡ κοινωνοῦσα τῷ ἐπουρανίῳ νυμφίῳ. ὥσπερ δὲ ἐν τῷ καιρῷ τοῦ θέρους ἕκαστος ὃ πρὸ
30καιροῦ ἔσπειρεν ἐκεῖνο προσδοκᾷ θερίσαι καὶ ἀπολαβεῖν ἐκ τῆς γῆς τοὺς καρπούς, οὕτω καὶ εἴ τίς τι εἰργάσατο «ἐν τῷ νῦν καιρῷ» ἐκεῖνο προαπαντᾷ αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. εἰσὶ γὰρ Χριστιανοὶ ἐν λόγῳ καί εἰσι Χριστιανοὶ ἐν ἔργῳ. εὐξώμεθα οὖν ἔργῳ καὶ δυνάμει τὰ λαλούμενα ἐν ἡμῖν καὶ ἐν πάσῃ πληροφορίᾳ ἐπιτελεσθῆναι. ἡ γὰρ
35πεῖρα πολὺ βεβαιοτέρα ἐστὶ τῶν στηκόντων ἐν λόγοις ψιλοῖς. Δόξα τοῖς οἰκτιρμοῖς τοῦ Χριστοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.27

7

.

1

Ὥσπερ τὸ εἰς βρῶσιν προχωροῦν ἀνθρώποις ζῷον πρότερον τυθῆ‐ ναι δεῖ καὶ εἶθ’ οὕτω τὴν δορὰν σὺν ταῖς θριξὶ περιαιρεθῆναι, καὶ τότε διὰ τῆς ἀνατομῆς τὴν ἔνδον ἐγκειμένην ἐν τῇ κοιλίᾳ κόπρον ἐκπλυθῆναι, καὶ πάλιν τὰ τῆς λεγομένης δευτέρας κοιλίας λεπτότερα
5καὶ δυσχερέστερα κόπρια ὑποκρυπτόμενα ἐν τοῖς πτερυγίοις τῆς δευ‐ τέρας κοιλίας ἀκριβῶς διὰ τοῦ ὕδατος πλῦναι, καὶ τότε τὰ κρέα τῷ πυρὶ παραδιδόμενα καὶ κατ’ ὀλίγον ἑψούμενα γλυκαίνεται, καὶ οὕτως εἰς βρῶσιν καὶ ἀπόλαυσιν τῷ οἰκοδεσπότῃ γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστιανὸς ἀναχωρῶν τοῦ κόσμου καὶ ὥσπερ νεκρούμενος ἐκ
10τῆς προτέρας κακίστης ζωῆς καὶ ὡς δορὰν σὺν θριξὶ καὶ αἵματι τὸν κόσμον ἀποδυσάμενος, ἀλλ’ ὅμως ἔτι τὴν δυσώδη κόπρον τῶν πονηρῶν διαλογισμῶν ἔνδον κέκτηται, τὰς τῶν κακῶν ἔργων μνήμας, τὰ πρό‐ δηλά τε καὶ φαῦλα καὶ ἕτερα λεπτότερα καὶ δυσεξεύρετα πάθη, τὰ καὶ δυσχερῶς καταλαμβανόμενα. χρὴ οὖν τὸν τέλειον Χριστιανὸν ἐπι‐
15θυμοῦντα γενέσθαι νεκρῶσαι ἑαυτὸν ἐκ τῶν τοῦ κόσμου πονηρῶν ἔργων, ὧν ἔπραττε πρότερον, καὶ ὥσπερ δορὰν σὺν ταῖς θριξὶ τὸν αἰῶνα τοῦτον ἔξωθεν ἀποδύσασθαι διὰ τῆς τελείας ἀναχωρήσεως καὶ παντελοῦς ἀποτάξεως καὶ εἶθ’ οὕτω διὰ τῆς ἀνατομῆς (τουτέστι τῆς ἐπισκέψεως τῆς θείας χάριτος) τὴν κόπρον τῶν πονηρῶν διαλογισμῶν
20τῶν ἐν τῇ καρδίᾳ ἔνδοθεν ἀποπλῦναι δισσῷ τρόπῳ τὰ πρόδηλα καὶ τὰ λεπτότερα καὶ δυσεξεύρετα πάθη, καὶ τότε τῷ ἐπουρανίῳ πυρὶ τοῦ ἁγίου πνεύματος πυρωθέντα καὶ πᾶσαν ὠμότητα προαιρέσεως ἀπο‐ θέμενον καὶ πᾶσαν μεταβολὴν τελείαν δεξάμενον χρήσιμον καὶ ἡδὺν ἐν τῇ ἐπουρανίῳ τραπέζῃ εἰς ἀπόλαυσιν τοῦ ἐπουρανίου βασιλέως γενέ‐28
25σθαι καὶ κληρονόμον τῆς βασιλείας, καθὼς εἴρηται ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ κυρίου· «ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαν‐ τός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον».

7

.

2

Ἀλλ’ ὥσπερ τὸ πρὶν ἐν τῷ νόμῳ ἐμωμοσκοπεῖτο τὸ πρόβατον, καὶ τότε εἰς θυσίαν προεχώρει καὶ διὰ τῆς λιπασίας τοῦ ζῴου καὶ τῆς κνίσσης τῆς διὰ τοῦ πυρὸς διαχεομένης ὁλοκαύτωμα τῷ θεῷ «εἰς ὀσμὴν εὐωδίας» προσεφέρετο, οὕτω καὶ ἐνταῦθα νῦν μωμοσκοπεῖται
5ψυχὴ ἡ ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς «θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ» προσενέγκαι βουλομένη ὑπὸ τοῦ ἐπουρανίου ἀρχιερέως Χριστοῦ, καὶ εἰ τὴν πιότητα τοῦ πνεύματος ἔχει, ἣν διὰ τῶν καλῶν νόμων τῶν διδασκαλιῶν τῆς χάριτος καὶ τῶν ἀρετῶν προσεκτήσατο ὄντως ὁλοκάρπωμα καὶ θυσία ζῶσα ἐν τῷ πνευματικῷ πυρὶ διὰ τοῦ
10ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τῷ ἐπουρανίῳ πατρὶ εἰς τὴν ζῶσαν τῶν οὐρανῶν βασιλείαν προσκομίζεται, κληρονόμος τῶν αἰωνίων ἀγα‐ θῶν γενέσθαι καταξιωθεῖσα. χρὴ οὖν ἕκαστον ἐν πᾶσι πάντοτε ἑαυτὸν ἀνακρίνειν καὶ δοκιμάζειν, εἰ κατὰ τὸν τῆς ἀληθείας λόγον πολιτεύε‐ ται καὶ «τοῖς ἴχνεσι» τοῦ κυρίου ἀκολουθεῖ (ἤτοι ὑπὸ τῶν πνευμα‐
15τικῶν ἀνδρῶν ἀνακρίνεσθαι δοκιμάζεται), καὶ ἀεὶ ἐκζητεῖν τοὺς τὸν τῆς ἀληθείας λόγον κηρύσσοντας καὶ τὸν Χριστιανισμὸν «ἐν ἔργῳ καὶ ἀληθείᾳ» κατέχοντας. ὥσπερ γὰρ πολλῶν ποτηρίων ἐπιδιδομένων ἀνθρώποις τοῦ πιεῖν φανερά εἰσι τὰ οἴνῳ ἡδυτάτῳ κεκερασμένα καὶ τὰ μόνον ὕδατος πεπληρωμένα (τὰ γὰρ οἴνῳ κεκερασμένα νόστον
20καὶ ἰσχὺν καὶ εὐφροσύνην τῷ πίνοντι παρέχει), οὕτω πολλῶν ἐν κόσμῳ διὰ λόγων ποικίλων καὶ σοφιῶν προπινόντων ἀνθρώποις
ἐκεῖνοί εἰσιν οἱ εὐφραίνοντες ψυχὰς εὐφροσύνην ἐπουράνιον καὶ εἰς μεταβολὴν ἀγαθὴν ἄγοντες, οἱ πνεύματι ἁγίῳ λαλοῦντες καὶ χάριτι ἠρτύμενοι, οἱ ζώσῃ φωνῇ καρδίας φθεγγόμενοι καὶ οὐ ψόφοις καὶ29
25κόμποις χειλέων τοὺς πολλοὺς ἐξυδαρούμενοι ποτίζοντες, οἱ δύναμιν καὶ εὐφροσύνην οὐράνιον τῇ ἀκουούσῃ ψυχῇ παρέχοντες διὰ τῆς ἐν αὐτοῖς λαλούσης χάριτος καὶ μεταβάλλοντες ἀνθρώπους εἰς τὴν ὁμοίαν τῆς χάριτος ἁγιότητα. ὥστε ἐκείνους χρὴ ἀνερευνᾶσθαι καὶ ζητεῖν, καθὼς προείπαμεν, τοὺς ζώσῃ καρδίᾳ ἐν πνεύματι φθεγγομένους,
30κἀκείνοις προσκαρτερεῖν παρ’ ὧν τὴν ὄντως κατὰ θεὸν ὠφέλειαν λαμ‐ βάνειν δύνανται, τοῖς ὄντως σοφοῖς ἐν κυρίῳ καὶ οὐκ ἐν κόσμῳ, περὶ ὧν εἴρηται· σοφὸν «ἐὰν ἴδῃς, ὄρθριζε πρὸς αὐτὸν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου»· ἐξομοιωθῆναι γὰρ αὐτοῖς οἱ ὑπήκοοι διὰ τῆς πρὸς αὐτοὺς παραμονῆς τῷ χρόνῳ δύνανται.

7

.

3

Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ πολλοί, οἵτινες χρυσὸν πολὺν ἔνδον κέκτηνται καὶ οὔκ εἰσι πᾶσι καταφανεῖς, ἀλλ’ ὅσον πρὸς τοὺς πολλοὺς μετριάζουσι μηδὲν κομπάζοντες ἑαυτοὺς ἢ ἐν κτήσεσιν ἢ ἐν οἰκίαις ἢ ἐν σκεύεσι διαφόροις ἢ οἰκέταις ἢ ζῴοις καὶ οὕτω μετὰ πάσης
5ἀσφαλείας τὸν θησαυρὸν αὐτῶν κεκρυμμένον ἔχουσιν, καὶ ἄλλοι εἰσὶ πολλοὶ οἵτινες παντάπασιν χρυσὸν μὴ κεκτημένοι, διὰ δέ τινων πολ‐ λῶν σκευῶν καὶ οἴκων ζωγραφίας ὑπονοεῖσθαι ἑαυτοὺς ποιοῦσιν, ὡς ὅτι πολὺν χρυσὸν κέκτηνται, τῷ φαινομένῳ κόμπῳ τοὺς πολλοὺς ἀπα‐ τῶντες, καὶ ὡς πλούσιοι νομίζονται ὄντες πένητες καὶ ἐνδεεῖς—οὕτω
10καὶ ἐν τοῖς Χριστιανοῖς εἰσὶν ἐν δυνάμει τὸν ἐπουράνιον θησαυρὸν τοῦ πνεύματος ἐν ἑαυτοῖς κεκτημένοι καὶ οὔκ εἰσι τοῖς πᾶσι καταφανεῖς, ἀλλὰ κρύπτουσιν ἑαυτοὺς ὡς μετριάζοντες καὶ μὴ βουλόμενοι ὅ εἰσι γνωρισθῆναι, καί εἰσιν ἕτεροι οἵτινες διά τινων φαινομένων ὀλίγων ἀρετῶν, νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἡσυχίας ἢ λόγου «σοφίας» ἢ διά τινων
15τοιούτων, νομίζεσθαι βούλονται ὡς πνευματικοί, μὴ ἔχοντες τὴν ἐνέργειαν καὶ δύναμιν τοῦ πνεύματος. ὥσπερ γὰρ κατὰ τὸ ὑπόδειγμα, ἐὰν βουληθῇ ὁ κεκρυμμένον ἔχων τὸν πολὺν αὐτοῦ πλοῦτον μέρος τοῦ χρυσοῦ προκομίσαι, ὀλίγου χρήματος ὠνεῖται πᾶσαν τὴν περιου‐
σίαν τοῦ ἐπιδεικνυμένου ἑαυτὸν ὡς πλούσιον καὶ ὃ μή ἐστι νομίζεσθαι30
20βουλομένου· ἀλλ’ ἐὰν τὸν πλοῦτον αὐτοῦ ἀποκαλύψῃ καὶ φανερὸν ἑαυ‐ τὸν πᾶσι καταστήσῃ, εἰς φθόνον πολὺν κατ’ αὐτοῦ ἐγείρονται πολλοὶ θαμβούμενοι, πῶς ὁ ὡς πτωχὸς τοῖς πᾶσι νομιζόμενος αἰφνίδιον τοσοῦτον πλοῦτον κέκτηται, καὶ ἄρχονται εἰς λειτουργίας καὶ πολλὰς ζημίας τοῦτον ἐμβάλλειν, ἀλλὰ καὶ οἱ κλέπται καὶ οἱ λῃσταὶ νύκτα
25καὶ ἡμέραν τοῦτον ἐπιτηροῦσιν ἀναιρῆσαι καὶ ἀφελέσθαι αὐτοῦ τὸν πλοῦτον, καὶ πάντοθεν εἰς κινδύνους καὶ ζημίας καὶ θλίψεις ἀδοκήτους περιπίπτει, ἐπειδὴ ἀξίωμα ἢ ἐξουσίαν τινὰ οὐδέπω παρὰ τοῦ βασιλέως ἔλαβεν. διόπερ ὁ φρόνιμος ἀνὴρ ὁ χρυσὸν πολὺν κεκρυμμένον ἔχων ἀξίωμα δὲ μὴ εἰληφὼς κρύπτει πάσῃ ἀσφαλείᾳ τὸν ἑαυτοῦ πλοῦτον,
30ἵνα μὴ γνωρισθεὶς τοῖς πολλοῖς καὶ φθόνῳ ὑποπεσὼν ἢ ἐπιβούλοις ἀνθρώποις ἀπολέσῃ σὺν τῷ πλούτῳ αὐτοῦ καὶ τὴν ζωήν. εἰ δὲ ἀξίωμα παρὰ χειρὸς βασιλικῆς δέξεται ἀρχῆς τινος ἢ ἐξουσίας, ὁ τοιοῦτος, κἂν ἀποκαλύψῃ αὐτοῦ τὸν πλοῦτον τοῦ θησαυροῦ, οὐ δέδοικεν, μᾶλλον δὲ καὶ ἐν αὐτῷ δοξάζεται, κτήσεις μεγάλας συνωνούμενος καὶ οἴκους
35ἐνδόξους κτίζων, οἰκετῶν τε πλῆθος καὶ διαφόρων ζῴων μυριάδας διὰ τοῦ θησαυροῦ κτώμενος, ἄφοβός τέ ἐστιν ἀπὸ ἐφόδου λῃστρικῆς, τὴν ἐξουσίαν τῆς μαχαίρης κατὰ τῶν ἐπιβούλων καὶ κακοποιῶν ἀν‐ θρώπων παρὰ τοῦ βασιλέως εἰληφώς, καὶ οὕτω διὰ τοῦ ἀξιώματος μᾶλλον πλοῦτον πλούτῳ ἐπισυνάγει καὶ χρυσὸν χρυσῷ διὰ πασῶν
40κτήσεων προστίθησιν, ἕως οὗ ὁλόπλουτος γένηται σχεδὸν μηδὲ εἰδὼς λοιπὸν ὅσα κέκτηται.

7

.

4

Οὕτω καὶ ὁ Χριστιανὸς ὁ εὑρὼν ἐν ἑαυτῷ πνευματικὸν χάρισμα καὶ εὐφραινόμενος ἐν παρακλήσει θείας χάριτος ἀσφαλῶς κρυπτέτω ἐν ἑαυτῷ τὴν τοῦ πνεύματος παράκλησιν ἢ μυστηρίων ἐπουρανίων γνῶ‐ σιν, μὴ καυχώμενος καὶ ἐπιδεικνὺς ἑαυτὸν τοῖς πλησίον, ἵνα μὴ
5φθόνῳ τῷ τῆς κακίας ὑποπεσὼν ὑπὸ τῶν ἀοράτων λῃστῶν εὐλογο‐ φανῶς ὑποκλεπτόμενος συληθῇ μάλιστα, ἕως οὐδέπω εἰς οἰκονομίαν τινὰ πνευματικοῦ ἀξιώματος ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἐτάγη. οἱ γὰρ οἰκονόμοι τῶν «μυστηρίων τοῦ θεοῦ» καὶ οἱ ὄντως ὠφελεῖν
ψυχὰς δυνάμενοι καὶ εἰς τοῦτο ὑπὸ τοῦ πνεύματος προκεχειρισμένοι,31
10οὗτοι τὸν ἐπουράνιον πλοῦτον ἀδιαλείπτως κεκτημένοι ἐν ἐξουσίᾳ φθέγγονται ἀκαυχήτως καὶ ἀκενοδόξως. «οὕτω» (γάρ φησι) «λαλοῦ‐ μεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλ’ ὡς θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν», καὶ πάλιν «κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦ‐ μεν». μετὰ γὰρ τοσούτου πόθου ὀφείλουσιν οἱ Χριστιανοὶ περὶ τὰ
15«κρείττονα» καὶ «μείζονα» τοῦ πνεύματος «χαρίσματα» ἐπείγεσθαι, ἀκορέστως ἔχοντες περὶ τὸν οὐράνιον πλοῦτον καὶ οὕτω πεινᾶν καὶ διψᾶν «τὴν δικαιοσύνην», ἥτις ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος ἀγάπη «τοῦ πνεύματος», εἰς ἣν ὁ μακάριος Παῦλος παραινεῖ καὶ προτρέπεται τοὺς ἐν μεγάλοις χαρίσμασιν ὄντας μὴ ἐναπομένειν ἐν οἷς κέκτηνται
20τοῦ πνεύματος δωρήμασιν, ἀλλ’ ἐκεῖνο σπουδάσαι διὰ πάσης δεήσεως κτήσασθαι, ὅθεν οὐκέτι πεσεῖν δυνατόν, ὅπερ ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος «τοῦ πνεύματος» ἀγάπη, ἥτις πάντα τὰ χαρίσματα ἐν ἑαυτῇ κέκτηται, μᾶλλον δὲ αὐτὴ ὁμοῦ «καθ’ ὑπερβολὴν» ὁδὸς ὑπὸ τοῦ ἀποστόλου τοῖς μαθηταῖς ἀποκαλυφθεῖσα. τοῖς γὰρ ἐν τοιούτοις
25καταντήσασι μέτροις καὶ τὰ πάθη τῆς κακίας κατήργηται (καθὼς εἴρηται· «ἡ ἀγάπη» «οὐ ζηλοῖ», «οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς», «οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς) καὶ ἡ ζῶσα πηγὴ τοῦ πνεύματος ἐκ τῆς ἀβύσσου τῆς θεότητος ἐν αὐτοῖς ἀπαύστως καὶ ἀδιαλείπτως βρύει, καθὼς εἴρηται· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω
30αὐτῷ» «γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», εἰς ἐπουράνια μυστήρια «ἄρρητα» ἁρπάζουσα πάντοτε τὸν νοῦν καὶ πτεροῦσα «ἀπὸ δόξης εἰς δόξαν», ἀπὸ αἰώνων εἰς αἰῶνας, ἀπὸ μυστη‐ ρίων εἰς μυστήρια, ἀπὸ δυνάμεων εἰς δυνάμεις, ἀπὸ ἀναπαύσεων εἰς ἀναπαύσεις ἀνεκδιηγήτους, ἀπὸ ἀρετῶν εἰς ἀρετάς, ἀπὸ ὑπερκοσ‐
35μίων φώτων εἰς ὑπερουράνια φῶτα.

7

.

5

Καὶ τὸ ὅλον περὶ τὰ θεῖα καὶ κρείττονα ἀσχολουμένη ἡ τῆς τοιαύ‐ της ψυχῆς διάνοια εὑρίσκεται ἐκκαιομένη πνευματικῷ ἔρωτι καὶ ἐπι‐ θυμίᾳ κρείττονι ἐπὶ τὰ ἐνδοξότερα καὶ φωτεινότερα κάλλη τοῦ πνεύ‐ ματος, ἀκορέστῳ πόθῳ «τετρωμένη» περὶ τὸν ἐπουράνιον νυμφίον
5καί, ἵν’ οὕτως εἴπω, κατασπαταλῶσα λοιπὸν τῶν ἐλαττόνων περὶ τὰ κρείττονα καὶ μείζονα τὴν ἐπιθυμίαν ἔχει τὰ μηκέτι μήτε λόγῳ ῥηθῆναι δυνατὸν μήτε ἐννοίᾳ ἀνθρωπίνῃ ἐλλαμφθῆναι. καὶ οὕτως ἐστίν, ὥσπερ βασιλέως †υἱὸς ἢ θυγάτηρ† κατασπαταλῶσα τῶν γονέων τὰ τίμια ἀποβάλλει καὶ τὰ τιμιώτερα ἐπιζητεῖ, ὑπόθου ἀντὶ ἀργυρῶν32
10δίσκων χρυσοῦς ἐπιζητεῖ, ἀντὶ λαμπρῶν ἐνδυμάτων καὶ τιμίων ὁλο‐ σηρικῶν διάλιθα καὶ χρυσοϋφῆ ἐπιλέγεται, ἀντὶ παλαιοῦ οἴνου καὶ χρηστοῦ προπάλαιον καὶ τιμιώτερον ἐπιθυμεῖ, αὐτὰ τὰ τίμια τῇ ἐπι‐ θυμίᾳ τῶν κρειττόνων ἐξευτελίζει καὶ ὥσπερ χυδαΐζει ἐπιζητοῦσα τὰ βελτίονα παρὰ τῶν γονέων—οὕτως αἱ βασιλικαὶ ὄντως ψυχαὶ
15αἱ τοῦ βασιλικοῦ καὶ ἡγημονικοῦ πνεύματος τυχεῖν καταξιωθεῖσαι καὶ ἄτρεπτον τὴν τῆς ἀγάπης δύναμιν ἐν ἑαυταῖς δεξάμεναι καὶ τελείῳ ἔρωτι πρὸς τὸν ἐπουράνιον νυμφίον τετρωμέναι οὐκέτι περὶ τὰ πάθη τῆς κακίας ἠσχόληνται. πολλῷ γὰρ πόνῳ καὶ τόνῳ καὶ χρόνῳ καὶ τελείῳ ἀγῶνι διὰ πίστεως τούτων ὑπὸ τοῦ πνεύματος ἐλυτρώθησαν καὶ
20ἡρπαγμέναι εἰσὶ πάντοτε εἰς ἐπουράνια μυστήρια τοῦ πνεύματος καὶ εἰς τὰ διάφορα κάλλη τῆς θεότητος ἀπησχόληνται, τὰ κρείττονα καὶ μεί‐ ζονα ἐν πολλῇ ἐπιθυμίᾳ ἐπιζητοῦσαι. ἔχει γὰρ διάφορα καὶ πολυποίκιλα κάλλη ἄρρητα καὶ ἀνεννόητα ἡ τοῦ πνεύματος θεότης, ἅπερ εἰς τέρψιν καὶ χαρὰν καὶ ζωὴν καὶ ἀνάπαυσιν ταῖς ἀξίαις ψυχαῖς ἐπιδείκνυται
25εἰς τὸ πάντοτε σφοδροτέρῳ καὶ ἐμπυρεστέρῳ ἔρωτι πρὸς τὸν ἐπου‐ ράνιον νυμφίον τὴν ἁγίαν ψυχὴν τιτρωσκομένην μηκέτι τὰ ἐπὶ γῆς περιβλέπεσθαι, ἀλλὰ ὅλην ἐξ ὅλου τῷ πόθῳ πρὸς αὐτὸν ἀσχολεῖσθαι.

7

.

6

Οὐκ ὀφείλει τοίνυν ψυχὴ Χριστιανὴ ἡ χάριτος μέτοχος γεναμένη ἐναπομένειν καὶ ἐμπληροφορεῖσθαι ὡς «ἤδη» τι καταλαβοῦσα, ἀλλὰ πρὸς τὸν προειρημένον σκοπὸν τοῦ ἀποστόλου ἀφορῶσα σπεύδειν πάν‐ τοτε ἀγῶνι καὶ πόνῳ πολλῷ διὰ πίστεως τυχεῖν τῆς ἐπηγγελμένης
5τοῦ πνεύματος τελείας ἀγάπης, ἥτις «ἔξω βάλλει τὸν φόβον», καθὼς Ἰωάννης εἴρηκε, καὶ πεινᾶν καὶ διψᾶν πάντοτε χρὴ «τὴν δικαιοσύνην»
καὶ ὡς ἀρχομένη πάντοτε οὕτως ἐν ἑαυτῇ διακεῖσθαι διὰ «τὸν ὑπερ‐ βάλλοντα» τοῦ πνεύματος «πλοῦτον» τὸν τοῖς πιστεύουσιν ἐπηγγελμένον, ἵνα οὕτως ἔχουσα ἡ εὐλαβὴς ψυχὴ περὶ τὴν πολλὴν τῶν κρειττόνων33
10ἐπιθυμίαν καὶ ἃ κέκτηται καλὰ οὐκ ἀπόλλυσιν, ἀλλὰ καὶ ἃ μηδέπω ἔχει ἐκεῖνα προσλαμβάνει. οὐχ ὡς μίσθιος γὰρ ἢ «δοῦλος» καιροσκοπεῖν ὀφείλει ἐπὶ τῷ καμάτῳ ὑποστελλόμενος ὁ Χριστιανός, ἀλλ’ ὡς «υἱὸς καὶ κληρονόμος» ἐν πάσῃ εὐνοίᾳ καὶ προθυμίᾳ τῷ πατρὶ ἕως τέλους δουλεύσας, τῶν πατρικῶν ὑπαρχόντων οὕτως ἔσται κληρονόμος. πάν‐
15τες γὰρ ἐν τῷ αἰῶνι τούτῳ ζωῆς δοκοῦσιν ἐναπολαύειν ἀπὸ βασιλέως ἕως ἐπαίτου καὶ ἕκαστος πληροφορεῖται ὅτι ζῇ, ἀλλ’ ἐὰν συγκρίνῃς τὴν ζωὴν καὶ τὴν τρυφὴν τῶν πλουσίων πρὸς τὴν τῶν πενήτων, πολλὴν διαφορὰν εὑρήσεις. κατὰ γὰρ τὴν ἀπόλαυσιν τῆς τρυφῆς τῶν διαφόρων ἐδεσμάτων καὶ οἴνου διαφόρου καὶ ἐνδυμάτων διαφόρων
20χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν κτημάτων συγκρίνων τὸν πένητα τῷ πλουσίῳ εὑρήσεις τοῦτον πρὸς ἐκεῖνον νεκρόν· ὁ γὰρ πλούσιος χρυσὸν μόνον μετὰ χεῖρας ψηλαφᾷ καὶ νομίσματα ἀριθμεῖ ὁ δὲ πένης καὶ χαλκοῦν νουμμίον ἐὰν εὕρῃ ἐν κοπρίᾳ οὐκ ἐπαισχύνεται κύψαι καὶ λαβεῖν αὐτὸ διὰ τὴν ἔνδειαν τὴν πολλήν. ἐὰν οὖν συγκρίνῃς
25τὴν τοῦ πένητος πρὸς τὸν πλούσιον ζωήν, εὑρήσεις ὡς μὴ οὖσαν παρὰ οὖσαν, καὶ ὡς νεκρὸν παρὰ ζῶντα. οὕτως καὶ εἰς τὸ πνευματικόν. πάντες Χριστιανοὺς νομίζουσιν ἑαυτοὺς εἶναι διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ἢ καὶ δι’ ὀλίγας τινὰς ἀρετάς, ἀλλὰ οἱ ἀληθινοὶ Χριστιανοὶ ὀλίγοι εἰσίν, οἱ πνεύματι ἁγίῳ πλούσιοι, οἱ ταῖς διαφόροις
30τρυφαῖς τῆς χάριτος ἐναπολαύοντες, οἱ τῷ οὐρανίῳ πόθῳ τοῦ πνεύ‐ ματος εὐφραινόμενοι, οἱ τοῖς διαφόροις τῶν χαρισμάτων οὐρανίοις ἐνδύμασιν τὴν ψυχὴν κεκοσμημένοι, οἱ οὐχ ὁμολογίᾳ καὶ ψιλῇ πίστει ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ πνεύματος τὸν Χριστιανισμὸν κεκτημένοι, οἱ τὸν οὐράνιον χρυσὸν (τουτέστι τὴν τῶν μυστηρίων τοῦ πνεύματος γνῶσιν
35καὶ διήγησιν) μετὰ χεῖρας τῆς ψυχῆς ἀδιαλείπτως τῷ νῷ ψηλαφῶντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ Χριστιανοί. ἐὰν γὰρ συγκρίνῃς τὴν τοῦ νοὸς αὐτῶν διαγωγὴν καὶ ζωὴν τῆς ψυχῆς πρὸς τὴν ἐκείνων, εὑρήσεις πολλὴν διαφορὰν ὡς ζώντων πρὸς νεκρούς. ἐκεῖνοι γὰρ ἐν τῇ δεινῇ πενίᾳ τοῦ ἐγκοσμίου πνεύματος ὄντες καὶ τῆς δυνάμεως τοῦ οὐρανίου
40πλούτου ἐστερημένοι καὶ ὑπὸ τῶν παθῶν τὸν νοῦν συγκεχυμένοι μόλις κἂν ἕνα λογισμὸν καλὸν ἀπὸ πολλῶν κακῶν εὑρίσκοντες ἐν ἑαυτοῖς ἀναπαύονται τῇ πενίᾳ διοικούμενοι καὶ ἐνδύμασι λιτοῖς ἀρετῶν μικρῶν πληροφοροῦνται τὰ διάφορα μὴ ἔχοντες τοῦ πνεύματος ἐν ταῖς θείαις ἀρεταῖς ἐνεργήματα, ὡς καὶ ὁ κύριος πολλὴν τὴν διαφορὰν ἐφανέρωσε34
45τῶν ἀληθινῶν προσκυνητῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν πολλῶν τῶν δοκούντων προσκυνεῖν ἐπιπολαίῳ καὶ ἐξωτέρᾳ προσκυνήσει, μὴ «ἐν πνεύματι» δὲ «καὶ ἀληθείᾳ» προσκυνούντων, εἰπών· «ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς

7

.

6

(50)

προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τοὺς ἐπουρανίους παλατινοὺς καὶ ἐν πνεύματι πλουσίους ἀπὸ τῶν ἐν πενίᾳ δεινῇ τῆς ἁμαρτίας διακρίνων, οἵτινες διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ζῆν δοκοῦσιν, οὐ μέντοι τὴν πλουσίαν ζωὴν τῆς ἐν δυνάμει τοῦ πνεύματος
55ἐνεργείας κεκτημένοι.

7

.

7

Ὥσπερ γὰρ τὴν εἰκόνα τοῦ σώματος πάντες μὲν ἔχουσιν, ἀλλ’ οἱ μὲν ὑγιῆ καὶ ἀσινῆ αὐτὴν κέκτηνται, οἱ δὲ νοσερὰν ἢ καὶ τετραυ‐ ματισμένην. ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσιν τοῦ σώματος πολλή τις διαφορὰ τυγχάνει· οἱ μὲν γὰρ προφανῶς τραύματα ἔχοντες ἀλγοῦσιν,
5οἱ δὲ τραύματα πρόδηλα μὴ ἔχοντες ψυγμὸν δεινὸν ἐν τῷ σώματι ἔχουσιν ὥστε μηδὲ κινεῖσθαι δύνασθαι καὶ κατὰ μὲν τὸ ὁρώμενον ὡς ὑγιὲς εἶναι δοκεῖ τὸ σῶμα, κατὰ δὲ τοὺς πόνους καὶ τὴν κίνησιν τῆς ἐργασίας πολὺ χεῖρον αὐτοῦ ἐστι καὶ δυσθεράπευτον πάθος τοῦ προ‐ δήλως πεπληγμένου. ἐκεῖνος φανερὰ ἔχων τὰ τραύματα, ἐὰν ἔλθῃ πρὸς
10τὸν ἰατρόν, ταχύτερον ἐκείνου θεραπείας ἀξιοῦται. καὶ πάντα δὲ τὰ κρύφια τοῦ σώματος πάθη τῶν προδήλων χείρονα τυγχάνει καὶ δυσ‐ θεράπευτα. οὕτω καὶ οἱ Χριστιανοί. πολλοὶ νομίζονται ὑγιεῖς εἶναι (τουτέστι πνευματικοὶ) διά τινας ἐπιπολαίους καὶ σωματικὰς ἀρετάς, ἔσωθεν δὲ δεινοῖς πάθεσι κρυφίοις κεκράτηνται· καὶ ἄλλοι προδήλοις
15ἁμαρτήμασιν ἐνεχόμενοι καὶ παρὰ τοῖς πολλοῖς ὡς ἀδόκιμοι καὶ ἀπό‐ βλητοι ὄντες (ὥσπερ τῷ Φαρισαίῳ «ὁ τελώνης»), ἐὰν ἐπιστρέψωσι πρὸς
τὸν ἀληθινὸν ἰατρὸν Χριστόν, προσεγγίζοντες αὐτῷ ταχυτέραν τὴν ἴασιν παρὰ τοὺς προειρημένους δέχονται (ὃν τρόπον ὁ τελώνης παρὰ τὸν Φαρισαῖον, «κατέβη», γάρ φησιν, «δεδικαιωμένος»)· οὐκ εἰσὶ γὰρ οὕτω35
20«κατὰ τὸν ἔσω ἄνθρωπον» ὡς οἱ κρυπτοῖς πάθεσι πεπληγμένοι, οἷον ἢ οἰήσει ἢ ἐπάρσει ἢ φυσιώσει ἢ ἀπιστίᾳ ἢ ὑπερηφανίᾳ ἢ δοκήσει ἢ ὑποκρίσει ἢ κενοδοξίᾳ ἢ δειλίᾳ ἢ αἰσχροῖς λογισμοῖς καὶ τοῖς ὁμοίοις. «ἄνθρωπος», γάρ φησιν, «ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν». πλὴν τὸ ζητούμενόν ἐστιν, ἵνα καὶ ἔξωθεν καὶ ἔσωθεν ὑγιὴς
25εὑρεθῇ ὁ ἄνθρωπος διὰ τῆς θείας χάριτος καὶ τοῦ ἰδίου αὐτεξουσίου ἀγῶνος, καὶ τότε κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.
Ἀμήν.36

8

.

1

Αὕτη ἐστὶν «ἡ καινὴ διαθήκη», οὗτός ἐστιν ὁ «νόμος τοῦ πνεύματος», ὁ ἐν «καρδίαις» ἐγγραφόμενος, ὁ προκεκηρυγμένος ὑπὸ τῶν προφητῶν, ἐν τούτῳ τῷ νόμῳ καρποφορεῖ ἡ ψυχὴ καρποὺς «δικαιοσύνης» καὶ ζῇ ἐν θεῷ ζωὴν αἰώνιον. εἴ τις οὖν οὐκ ἐδέξατο τὴν χάριν παρὰ τοῦ
5θεοῦ καὶ εἴ τις οὐκ ἤλπισε καὶ ἔλαβε «τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος», ἠθέτησε «τὴν βουλὴν τοῦ θεοῦ» καὶ ἠρνήσατο ἔργῳ πάσας τὰς γραφάς. εἰ γὰρ ἐνέργειαν οὐκ ἐδέξατο, φαντάζεται ὑπὸ λογισμῶν, τῆς ἐπουρανίου ἐκκλησίας τῶν «πρωτοτόκων» ἀλλότριος ὤν, τοῖς «πνεύμασι» τῶν «δι‐ καίων καὶ τετελειωμένων» οὐκ ἐκοινώνησεν, τῆς «ἄνω Ἰερουσαλὴμ»
10οὐκ ἐγένετο. οὗτος οὐ προσεκύνησε «τῷ πατρὶ ἐν πνεύματι καὶ ἀλη‐ θείᾳ». ἐν ᾧ γὰρ οὔκ ἐστιν ὁ θεὸς κατοικῶν, οὗτος οὐδὲ ἔγνωκε τὸν θεόν· «αὕτη» γάρ «ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν». «τὸ» γὰρ «γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» καὶ «ἡ γέννησις τοῦ θεοῦ» φυλάσσει «αὐτὸν καὶ ὁ πονηρὸς οὐχ
15ἅπτεται αὐτοῦ». οὗτοι δὲ βούλονται χωρὶς θεμελίου στέγην ἐπιθεῖναι τῷ οἴκῳ. χωρὶς μητρὸς υἱὸς οὐ γεννᾶται καὶ χωρὶς κοινωνίας τέκνον οὐ γίνεται, οὕτω καὶ χωρὶς τῆς γεννήσεως τῆς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου υἱὸς θεοῦ οὐδεὶς γίνεται, υἱὸς δὲ θεοῦ μὴ ὢν εἰς ζωὴν αἰώνιον
οὐκ εἰσέρχεται. «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ37
20θεοῦ». οἶκος γὰρ οἰκοδομούμενος θεμελίου χρῄζει. οὐχὶ ἁπλῶς «ἐπὶ τὴν ἄμμον» τις οἰκοδομεῖ ἀλλὰ πρῶτον πᾶσαν ἄμμον ἀνορύσσει καὶ βαθύνει καὶ οὕτω τίθησιν «ἐπὶ τὴν πέτραν» τὸν θεμέλιον, ἵνα δια‐ μείνῃ ἀσάλευτος ἐρχομένων τῶν χειμώνων καὶ ἀνέμων καὶ τῶν κλυ‐ δώνων καὶ τῶν ποταμῶν· οἱ δὲ ἁπλῶς ἐπὶ ἄμμον οἰκοδομοῦντες μάτην
25κοπιῶσιν, εὐθέως γὰρ πίπτει καὶ καταστρέφεται ἡ οἰκία. οὕτω καὶ ψυχὴ φιλαλήθης βουλομένη τὴν οἰκίαν αὐτῆς οἰκοδομῆσαι κατὰ τὸν τοῦ κυρίου λόγον οὐκ οἰκοδομεῖ «ἐπὶ τὴν ἄμμον» τῶν πονηρῶν δια‐ λογισμῶν τῆς ἁμαρτίας, ἀλλὰ ὀρύσσει καὶ βαθύνει τοὺς ἀμμώδεις καὶ κακοὺς διαλογισμοὺς τῆς πονηρίας ὅσον δυνατὸν αὐτῇ ἐκκόπτουσα, ἕως
30οὗ εὕρῃ λογισμοὺς στερεοὺς τοῦ Χριστοῦ τῆς πίστεως ἀσαλεύτους, ἕως οὗ εὕρῃ τὸν Χριστόν, τὴν ἀληθινὴν πέτραν, εἰς ἣν «πύλαι ᾅδου οὐ κατισχύουσιν». καὶ οὕτως ἐποικοδομεῖ διὰ τῆς ἀγαθῆς πολιτείας ἔχουσα καρδίαν καθαράν, συνείδησιν ἀγαθήν, 〈πίστιν〉 ἀνυπόκριτον κατὰ τὸν ἀπόστολον, καὶ οὕτω συμπληροῖ τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
35τὴν πνευματικὴν ἔσωθεν οὖσαν καθαρὰν καὶ ἔξωθεν πολὺ μᾶλλον καθαράν. τὸ πρὶν γὰρ πρὸ τοῦ ἀποκαλυφθῆναι τοῦτο τὸ μυστήριον τοῦ πνεύματος τοῦ Χριστοῦ καὶ πρὸ τῆς ἐλεύσεως καὶ ἐπιφανείας αὐτοῦ ὅλος ὁ καλλωπισμὸς τῆς δικαιοσύνης ἔξωθεν ἦν, καὶ ὁ νόμος καὶ ἡ περιτομὴ καὶ ὁ καθαρισμὸς καὶ αἱ θυσίαι καὶ αἱ προσφοραὶ καὶ
40αἱ λατρεῖαι. ἐξ οὗ δὲ «ἐπεφάνη» ὁ «σωτήριος» λόγος τοῦ Χριστοῦ καὶ ἔδωκε τὸ πνεῦμα τὸ ἅγιον εἰς τὰς καρδίας τῶν ἀνθρώπων, τὸν λόγον τὸν ἐν μέλανι μὴ γραφόμενον, πάντα ἔσωθεν εὑρίσκεται, καὶ λατρεία ἔσωθεν ἀπὸ συνειδήσεως καθαρᾶς καὶ θυσίαι ἔσωθεν (φησὶ γὰρ ὁ ψαλμῳδός· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή») καὶ ἁπαξαπλῶς
45ἡ ἔνδον ζητεῖται καθαρότης καὶ ὁ καλλωπισμὸς τῆς ψυχῆς καὶ οὕτω δύναται καὶ τὸ ἔξωθεν ἐξ ἀληθείας εἶναι καθαρόν, ὡς φησὶν ὁ κύριος· «Φαρισαῖε τυφλέ», «τὸ ἔσωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος πλῦνον», «ἵνα» «καὶ τὸ ἔξωθεν» ᾖ «καθαρόν». «ὁ» γὰρ «ποιήσας τὸ ἔσωθεν καὶ
τὸ ἔξωθεν ἐποίησεν». εἰ γὰρ τὸ πρὶν οἱ ἄνθρωποι μὴ ἔχοντες τὸν38

8

.

1

(50)

ἔσωθεν καθαρισμὸν διὰ τῆς δικαιοσύνης τοῦ νόμου ἐκαλλωπίζοντο, πόσῳ μᾶλλον, ὅταν ἡ ψυχὴ καθαρισθῇ ἐκ τοῦ σκότους ἔχουσα ἐν ἑαυτῇ τὸν ἀληθινὸν Χριστόν, ἐξ ἀληθείας καὶ τὸ σῶμα ἡγίασται καὶ κεκαλλώπισται.

8

.

2

{{Μαργαρίτης μέγας καὶ πολύτιμος καὶ βασιλικός, ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν, βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος δύ‐ ναται τὸν μαργαρίτην τοῦτον φορεῖν, ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. οὕτω καὶ ἐὰν μή τις γεννηθῇ ὑπὸ
5τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος καὶ γένος ἐπουράνιον καὶ βασι‐ λικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»), τὸν ἐπουράνιον καὶ πολύτιμον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλείας μὴ γεννηθεὶς υἱός. οἱ
10γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζήσουσι καὶ συμβασι‐ λεύσουσι τῷ Χριστῷ εἰς τοὺς ἀιῶνας· οὕτω γὰρ εἶπεν ὁ ἀπόστολος· «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου»}}. Χριστὸς ἐστὶν ὁ ἐν ψυχῇ φορούμενος ἐν φωτὶ ἀρρήτῳ μόνον τοῖς φοροῦσιν αὐτὸν ἐξ ἀληθείας γινωσκόμενος καὶ ὁρώμενος
15τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς· ἀμυήτῳ δὲ «〈τὰ〉 τοῦ πνεύματος» γνῶναι ἀδύνατον ἢ μόνον πίστιν δέξασθαι, ἕως οὗ καὶ ἐν αὐτῷ γένηται ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ, καὶ τότε τῇ πείρᾳ ἐξ ἀληθείας γινώσκει τὴν χρηστότητα τοῦ κυρίου. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὸ γένος τῶν ἀνθρώπων καὶ μετόχους τῆς οὐσίας αὐτοῦ εἶναι καταξιώσαντι.
20λέγει γὰρ Πέτρος· «ἵνα» «γένησθε θείας κοινωνοὶ φύσεως». τοιούτων οὖν ἀγαθῶν καὶ θείων χαρισμάτων ἐπηγγελμένων σπουδάσωμεν καὶ ἡμεῖς καὶ παρακαλέσωμεν, ἵνα μέτοχοι γενώμεθα, καθὼς καὶ ὁ ἀπόστολος εἶπε· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». οὐαὶ ὅστις οὐκ ἐζήτησε καὶ εὗρε τὰ πνευματικὰ καὶ ἄρρητα
25ἀγαθά, ὅτι ὁ μὴ γεννηθεὶς ἐκ πνεύματος εἰς «βασιλείαν» εἰσελθεῖν οὐ
δύναται· ὁ γὰρ κύριος οὕτως ἀπεφήνατο.39

8

.

3

Ἐξ ἀρχῆς ὁ ἄνθρωπος πλασθεὶς ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν ἦν ἐν καθαρότητι καὶ ἡμερότητι πολλῇ, ὅτε δὲ παρέβη τὴν ἐντολὴν τοῦ θεοῦ, ὑπὸ τὴν ἀπόφασιν γέγονεν, βασιλευθεὶς ὑπὸ τοῦ πονηροῦ συναπηγρι‐ ώθη τοῖς θελήμασιν αὐτοῦ, καὶ πᾶν τὸ ἐξ αὐτοῦ γένος βασιλευθὲν
5ἐν ἀγριότητι καὶ ἐρημίᾳ ἐξητάσθη, μὴ ὑποτασσόμενον τῷ ζυγῷ τῆς δικαιοσύνης. ὅθεν ὑπὸ τοῦ λόγου τῆς ζωῆς ἀνακαλούμενος ἐν συνη‐ θείᾳ ἀγριότητος τυγχάνων δυσχερῶς ἐπανέρχεται ἐπὶ τὸν ἥμερον καὶ χρηστὸν ζυγόν. ὃν τρόπον βοῦς αἰρόμενος ἀπὸ ἀγρίας ἀγέλης εἰς τὸ ὑπεισελθεῖν ζυγῷ καὶ ἀροτριάσαι τὴν γῆν πρῶτον μὲν ἀγριαίνεται
10καὶ ἀπεχθῶς ἔχει πρὸς τὸν ζυγόν, ἐπὰν δὲ γυμνασθῇ καὶ δαμασθῇ ὑπὸ τοῦ ζευγηλάτου, κατ’ ὀλίγον σὺν τῷ ἐργάτῃ βοΐ, τὸ λοιπὸν ἄνευ ἀνάγκης προθύμως προσέρχεται τῷ ζυγῷ ἐμπονῶν τῇ γῇ—οὕτω καὶ ἡ ψυχὴ ἡ πιστεύουσα τῷ θεῷ ἔτι ὑπὸ τὴν ἁμαρτίαν κρατουμένη καὶ ἔρημος οὖσα ἀγριαίνει πρὸς τὸν ἀληθινὸν ζυγόν, συζευγνυμένη δὲ μετὰ
15ἁγίων ψυχῶν τῶν τὸ ἔργον τῆς ἀληθινῆς γῆς καλῶς εἰδότων ἐργάζεσθαι, λοιπὸν ὑπὸ τῆς χάριτος τοῦ πνεύματος ἡμεροῦται καὶ ὁδηγεῖται εἰς ἀλήθειαν κατ’ ὀλίγον, ἕως οὗ παντελῶς ἡμερωθῇ, καὶ λοιπὸν τὸν χρηστὸν ζυγὸν τοῦ κυρίου ἡδέως ἀναλαμβάνει ἐργαζομένη τὴν γῆν τῆς καρδίας, ἵνα ποιήσῃ καρποὺς «τοῦ πνεύματος», κεντουμένη καὶ
20μαστιζομένη ὑπὸ τῶν πικρῶν πειρασμῶν μᾶλλον εἰς τὸ ἔργον τὸ θεϊκὸν ἀόκνως καὶ σπουδαιοτέρως ἐργάζεται. ἢ πάλιν {{ὥσπερ ἵππος ἐν ἀγέλαις πελάζεται καὶ ἐν ἐρημίαις μετὰ ἀγρίων θηρίων ἔχων τὴν δίαιταν ἄγριος καὶ ἀνυπότακτός ἐστι τοῖς ἀνθρώποις, εἶτα λαμβάνεται ἀπὸ τῆς ἀγρίας ἀγέλης καὶ πρῶτον βασανίζεται ποικίλως, ἕως οὗ τὸ
25ἄγριον αὐτοῦ ἡμερωθῇ καὶ περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν, καὶ γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα ἐν πολέμῳ εὔχρηστος γένηται. εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα ἢ θώρακα ἢ κατάφρακτα καὶ τὰ ἑξῆς, καὶ πρῶτον τὸν χαλινὸν κρεμῶσιν καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ εἰς τὸ
30συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτω διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς (χωρὶς γὰρ ἐπιβάτου καὶ θώρα‐ κος ἵππος πολεμεῖν οὐ δύναται)· ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ ἢ ἀκούσῃ φωνῶν «πολέμου», αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ’ αὐτῆς τῆς φωνῆς πτόησιν40
35ἐμποιεῖν τοῖς πολεμισταῖς. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελα‐ ζομένη μετὰ τῶν θηρίων, τῶν πνευμάτων «τῆς πονηρίας», τὴν δια‐ κονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα ζῇ. ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος ἀποτίθεται τὸ ἄγριον
40ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ. εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν εἰσέρχεται εἰς τὸ δοκι‐ μασθῆναι αὐτήν, ἵνα κατ’ ὀλίγον ἡμερωθῇ διὰ τοῦ πνεύματος, ἐκλει‐ πούσης καὶ ἀφανιζομένης κατ’ ὀλίγον τῆς ἐν αὐτῇ ἁμαρτίας καὶ οὕτως ἐνδυομένη ἡ ψυχὴ «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν
45περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος» διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς, καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» καὶ «τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ» σβέννυσι. χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀναιρεῖται ἡ

8

.

3

(50)

ἁμαρτία, ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου ἡ ψυχή, ὅταν ἀκούσῃ καὶ αἴσθηται τῶν σφοδρῶν πολέμων, «ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκ‐ πορεύεται» (καθὼς ἐν τῷ Ἰὼβ εἴρηται), ὅτι καὶ ἀπὸ «τῆς φωνῆς τῆς δεήσεως» αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον νικηφόρους στεφάνους
55ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτω συνάπτεται τῷ ἐπου‐
ρανίῳ βασιλεῖ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.}}41

9

.

1

Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος «Χριστοῦ» πιστεύων γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακρο‐ θυμίας καὶ ὑπομονῆς δραξάμενος ὀφείλει τὰς ἀπαντώσας διαφόρους
5θλίψεις στενοχωρίας τε καὶ ἀνάγκας γενναίως ὑποφέρειν εἴτε σω‐ ματικὰς νόσους καὶ πάθη εἴτε ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις εἴτε ἀοράτους θλίψεις διαφόρους τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονη‐ ρῶν πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν
εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἄγειν βουλομένων,42
10κατ’ οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος ἑκάστην ψυχὴν δοκιμασ‐ θῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ψυχαὶ αἱ ἐξ ὅλης καρδίας ἀγαπῶσαι τὸν κύριον καὶ δι’ αὐτὸν πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ
15ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πει‐ ρασμόν· οὕτω γὰρ τῆς ἐπαγγελίας «τοῦ πνεύματος» ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίστανται. ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ κυρίου ἐξακολουθοῦσα «τὸν σταυρὸν» τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται, τουτέστιν ἑτοίμως ἔχειν ὑπομένειν διὰ τὸν κύριον πάντα
20ἐπερχόμενον πειρασμὸν εἴτε κρυπτὸν εἴτε φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἐν ἐξουσίᾳ αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ’ αὐτοῦ καὶ τὸ ἀπολυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι’ αὐτοῦ. εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ
25καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ τοῦτο αὐτῆς ἐστι τῆς κακίας τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα) καὶ τῆς ἐλπίδος ἐγκρατὴς ἂν μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται,
30ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ κυρίου περιεπάτησεν. κατανόησον γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες πατριάρχαι προφῆται ἀπόστολοι καὶ μάρτυρες διὰ τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν
εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πᾶσαν θλῖψιν καὶ πειρασμὸν γεν‐43
35ναίως καὶ ἐν ταῖς στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδο‐ κωμένην τῆς μισθαποδοσίας ἐλπίδα, καθώς φησιν ἡ γραφή· «τέκνον, εἰ προσέρχῃ τῷ κυρίῳ δουλεύειν, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει‐ ρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ πάλιν ὁ ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι
40ἐστὲ καὶ οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ» ἐπιφερόμενά «σοι» πάντα «ὡς ἀγαθὰ πρόσδεξαι, εἰδώς, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται». καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό·
45«μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασι‐ λεία τῶν οὐρανῶν», δεδιωγμένοι δὲ εἴτε φανερῶς ὑπὸ ἀνθρώπων εἴτε κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς πονηρίας». ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ εἰς θλίψεις διαφόρους ἐμβάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν, ἅμα δὲ καὶ ἵνα

9

.

1

(50)

δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ εἰ τῆς ἐλπίδος εἰς τέλος κρατήσει τὴν λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα ἀλλ’ ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη, ἵνα ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν
55ἀληθείᾳ. αἱ γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ
αἱ ἄξιαι ψυχαὶ αἱ ἕως τέλους ὑπομείνασαι καὶ τῆς ἐλπίδος βεβαίως κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος44
60δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται. τὴν ἐλπίδα τοίνυν καὶ τὴν ὑπομονὴν πρὸ πάντων ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ γενναίως κρατείτω καὶ οὕτω δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.

9

.

2

Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ’ αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ πα‐ ραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενεγκεῖν, καθώς φησιν ὁ ἀπόστολος· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
5ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν». οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ’ ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ’ αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν. καὶ ἀμήχανον αὐτὴν ἐγ‐
10καταλειφθῆναι, ἀλλ’ ὅσον ἀγωνίζεται διὰ πίστεως καὶ ἐλπίδος προσ‐ φεύγουσα τῷ θεῷ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν καὶ λύτρωσιν ἀδιστάκτως ἐκδεχομένη, τοσοῦτον ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης περιεχούσης θλίψεως. οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ καὶ
15τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ ἐλπίδος ἐγ‐ κρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται· «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ
20τὰ ἑξῆς. καὶ ὁ κύριός φησιν· «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθή‐ σεται» καί· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ λέγει· «τίς ἐπίστευσε τῷ θεῷ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε
τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης συνέσεως καὶ νοὸς μετέχοντες οἱ ἄν‐45
25θρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κερα‐ μεὺς ὁ πλάσας τὰ σκεύη εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρω‐ θέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ γίνεται, ἐπίστα‐
30ται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐνθεῖναι, ἕως οὗ χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν ἐλλειπῶς, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖ—εἰ οὖν ἐπὶ τῶν φαινομένων τοσαύτην γνῶσιν καὶ διάκρισιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφα‐
35τός τις γνῶσις καὶ σύνεσις καὶ ὅλον σοφία ὑπάρχων, ἐπίσταται πό‐ σων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι. καὶ οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν
40καθίστανται. ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται, ἐξινίζεται καὶ τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότε‐ ρον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως κα‐
45θαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον καταξιοῦται κληρονομεῖν. ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ μὴ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος
ὂν πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλεις46

9

.

2

(50)

οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται οὔτε σπόρον καταθέσθαι οὔτε ἕτερόν τι τοῦ κόσμου ἔργον ἐπιτελεῖν (νήπιον «γάρ ἐστιν»), οὕτω ψυχαὶ εἰ καὶ θείας χάριτος μέτοχοι γεγόνασι τροποφορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι
55ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι’ ὧν ἡ πρὸς θεὸν ἀγάπη δείκνυται, ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν’ οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ ἀγύμναστοι ἔτι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί». ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον
60εἰσὶ τῷ ἀνθρώπῳ καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγ‐ γελίας «τοῦ πνεύματος» καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας πα‐
65θῶν καταξιωθῆναι, εἴπερ ὡς δόκιμος καὶ πιστὴ τὴν εἰς τὸν κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσειεν.

9

.

3

Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν καὶ «ἕως θανάτου» ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου «τῆς δικαιοσύνης» τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας
5καὶ χαλεπωτέρας βασάνους ὑπενέγκοντες πλειόνα δόξαν καὶ παρρησίαν
ἐπὶ θεοῦ ἐκομίσαντο καὶ ἐκτήσαντο. ὅσοι δὲ ὑπεστάλησαν τὰς θλίψεις καὶ τὰς μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται—τὸν αὐτὸν τρόπον καὶ αἱ ψυχαὶ αἱ εἰς θλίψεις47
10παραδιδόμεναι, ἵνα δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμά‐ των ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, εἴτε κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς εἴτε δὲ καὶ φανερῶς διὰ σωμα‐ τικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τῆς ἐλπίδος κρατοῦσαι καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ
15στεφάνου «τῆς δικαιοσύνης» καταξιοῦνται καὶ λύτρωσιν ἐντεῦθεν δεχόμεναι τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐν ἡμέρᾳ κρίσεως ἐπὶ θεοῦ εὑρίσκουσιν. τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων ὑπέμειναν, ὅπερ κἀκεῖνοι δι’ ἀνθρώπων, αὗται δι’ αὐτῶν τῶν πνευμάτων τῆς πονηρίας τῶν καὶ ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις
20καὶ ἐπαναστάσεις τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος κρατοῦσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ πορίζονται καὶ ἐντεῦθεν λυτροῦν‐ ται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν τῶν αἰωνίων ἀγαθῶν τῆς βασι‐ λείας κληρονόμοι γενόμεναι. ὅσαι δὲ ψυχαὶ ὑποσταλῶσι δειλίᾳ καὶ
25φόβῳ τὰς θλίψεις μὴ ὑπομένουσαι, ἀλλ’ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονη‐ σίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ ἀποστραφῶσι τῆς ὁδοῦ «τῆς δικαιο‐ σύνης» καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν οὐ δυνή‐
σονται. ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν κύριον τὸν ὑπὲρ48
30ἡμῶν ἀποθανόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω τῆς αἰωνίου σωτηρίας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς μελλούσης γεέννης τῆς τιμωρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς οὐρανίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπα‐
35γομένων παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀπεκδεχόμενοι, καὶ τῶν πειρασ‐ μῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας «τοῦ ἁγίου πνεύματος» καταξιοῦνται καὶ τῆς αἰωνίου γεέννης ἐντεῦθεν ἀπαλλάττονται καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ κληρονομοῦσιν.
40τοιαύτην γὰρ ὁ κύριος τὴν ὁδὸν ἔθετο τὴν εἰς τὴν ζωὴν ἀποφέρουσαν στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο «καὶ ὀλίγοι εἰσὶν» οἱ διοδεύοντες εἰς αὐτήν. τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιού‐ των ἐπαγγελιῶν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπ‐ ανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως ὑπομείνωμεν διὰ τὴν ἐλπίδα
45τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. ὅσας γὰρ θλίψεις ἐὰν ὑπομεί‐ νωμεν διὰ τὸν κύριον, τί ἀντάξιον γενήσεται ἢ πρὸς τὴν μέλλουσαν ἐπηγγελμένην ζωὴν ἢ πρὸς τὴν ἐντεῦθεν γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς «τοῦ ἁγίου πνεύματος» παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλή‐

9

.

3

(50)

θους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται· «κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν
ἀποκαλυφθῆναι εἰς ἡμᾶς».49

9

.

4

Γενώμεθα οὖν ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοί‐ μως ἀποθνῄσκοντες. διὰ τί γὰρ ἐν τῷ κόσμῳ, ὅτε ἐν βιωτικοῖς ἀνεστρε‐ φόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστά‐
5σεις καὶ θλίψεις τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ καὶ πειρωμένου διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγα‐ γεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. ὅσον τοίνυν ὁ πονηρὸς ἐπεγείρε‐ ται καθ’ ἡμῶν, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως
10ἔχοντες «ἕως θανάτου» ἐρχόμενοι ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ’ ἡμῶν μηχαναὶ λύονται. ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, 〈ὃσ〉 καὶ ἡμῖν θλιβο‐ μένοις καὶ ἐλπίζουσιν ἐπ’ αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχύ‐ νεται ἡμῶν τὰ νικητήρια τῶν πόνων (τουτέστι τὴν βασιλείαν τοῦ κυρίου)
15κομιζομένων. γενώμεθα οὖν ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν ἐν ἑαυτοῖς δεχόμενοι, δερόμενοι νικήσωμεν τὸν ἀντί‐ παλον διὰ τῆς ὑπομονῆς. καὶ γὰρ ὁ κύριος ἡμῶν οὕτω τὸν αἰῶνα τοῦ‐ τον διώδευσε μαστιζόμενος ὀνειδιζόμενος διωκόμενος ἐμπτυόμενος,
20ὕστερον δὲ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται. καὶ πάντα ἐκεῖνα ὑπήνεγκε διὰ τὴν ἡμετέραν σωτηρίαν «ἡμῖν κατα‐ λιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι’ ἧς ὁδοῦ πειρασμῶν καὶ θλίψεων
καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρόνομοι» αὐτοῦ γενέσθαι βουλό‐50
25μενοι, ἵνα ὥσπερ αὐτὸς πολλὰ ἔπαθε δι’ ἡμῶν, ὕστερον δὲ θανὼν ἐπὶ τοῦ σταυροῦ ἐνίκησε καὶ σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθα‐ νάτωσε κατακρίνας «τὴν ἁμαρτίαν» «διὰ τῆς σαρκὸς» καὶ καθελὼν τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ τοῦ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας αὐτὰς
30ἐν αὐτῷ», οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν γενναίως καὶ προθύμως καὶ «ἕως θανάτου» ἐλθόντες ὑπομείνω‐ μεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ τῆς ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι εὑρεθέντες τῆς ἀπο‐ λυτρώσεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρού‐
35μεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα. εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. πάσχοντες καὶ θανατούμενοι διὰ τὸν κύριον προθύ‐ μως τότε νικῶμεν τὸν ἀντικείμενον. εἰ οὖν βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ’ εὐχερῶς ὑπο‐
40μένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου «καθ’ ἡμέραν τὸν σταυρὸν» αἴροντες (ὅ ἐστι θάνατος) ἀκο‐ λουθῶμεν αὐτῷ προθύμως ὀπίσω, καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν εἴτε κρυπτὴν εἴτε φανεράν. εἰ γὰρ θάνατον ὑπὲρ τοῦ
45κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπι‐ ποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς
μετὰ χαρᾶς ὑπομενοῦμεν. διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν οὐδὲ ἐν αὐτῷ πάν‐51

9

.

4

(50)

τοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω. ὥστε οἱ τὸν Χριστὸν ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐ‐ τοῖς γενναίως καὶ προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα. Παρακαλέσωμεν τοίνυν τὸν κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρί‐
55ζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι εὑρεθέντες αὐτοῦ σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς
τοὺς αἰῶνας. Ἀμήν.52

10

.

1

Ὥσπερ ἐν τοῖς φαινομένοις οἱ διὰ πείρας καὶ χρόνων παρελθόντες τὸν βίον οὔτε ὅταν λιμὸς γένηται, ἀπελπίζουσιν, ὡς ἤδη τοῦ κόσμου μέλλοντος ἀπόλλυσθαι καὶ μηκέτι εὐφορίαν γίνεσθαι, οὔτε ἐπὰν πολυ‐ καρπία γένηται, ὡς μηκέτι λιμοῦ γινομένου οὕτω διάκεινται, ἀλλὰ
5πάντοτε προσδοκῶσιν, καὶ ἐν εὐφορίᾳ ἀφορίαν καὶ ἐν ἀφορίᾳ εὐφορίαν, οἱ τοιοῦτοι ἴσοι καὶ οἱ αὐτοί εἰσιν—οὕτως ἐν τῷ πνευματικῷ καὶ ἀοράτῳ κόσμῳ καὶ ἐν τῇ τῆς χάριτος τοῦ πνεύματος διαγωγῇ οἱ διὰ πείρας καὶ χρόνων παιδευόμενοι οὔτε ἐπὰν θλίψει τῆς ἁμαρτίας οἱᾳδήποτε ἀπαντήσωσιν, ἀπελπίζουσιν ὡς μηκέτι μέλλοντες τῆς χάριτος τυγ‐
10χάνειν, οὔτε ἐπὰν ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος γένων‐ ται, ὑπτιοῦνται καὶ ἐπαίρονται ὡς μηκέτι θλίψεων ἐπερχομένων, ἀλλά εἰσιν ἴσοι ἀεὶ ἐν τῇ αὐτότητι μένοντες, ἑαυτῶν μὴ ἐξιστάμενοι, τεθε‐ μελιωμένοι, ἑδραῖοι, ἔχοντες τὸν σκόπον τῆς τελειότητος καὶ τὴν ἐλευ‐ θερίαν διὰ τοῦ πνεύματος τῆς «υἱοθεσίας» προσδοκῶντες, ἥτις ἐστὶ
15τοῦ παλαιοῦ ἀνθρώπου παντελὴς ἀπολύτρωσις. {{Μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους τοῦ σκό‐ τους καὶ τὴν δεινὴν νύκτα καὶ τοὺς αὐχμηροὺς καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, οἱ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαράν.}}

10

.

2

{{Εἰσὶ δὲ ἄλλοι νεώτεροι φρόνιμοι, συνετοί, εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς χάρις καὶ ἤδη ἄρχονται λαλεῖν λόγον καὶ ὁ λόγος αὐτῶν καλός
ἐστιν, καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ τιμίους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον θεοῦ. αὐτοὶ δὲ53
5εἰ καὶ ἀπὸ χάριτος λαλοῦσιν, πλὴν τὸ κακὸν σύνεστι τῷ νῷ καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνήδεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν. ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσεται, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ, καὶ εἰ ἀπὸ χάριτος λαλεῖ
10καὶ ἀναγκάζεται ὑπό τινων κηρύττειν αὐτοῦ τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωυσῆς, «ὁ θεράπων» τοῦ κυρίου, ἀναγκαζόμενος λαλεῖν καὶ κηρύσ‐ σειν τὸν λόγον τῷ Ἰσραήλ, παρῃτήσατο λέγων· ὅτι οὔκ εἰμι «ἱκανὸς»
15λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο (ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ «ὡς πῦρ») καὶ παρῃτήσατο εἰπών· ὅτι «νεώτερός» εἰμι, καὶ οὐ δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ ἔπαινον ἀπενέγκωμαι. καὶ Παῦλος· «εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι». ὥσπερ οὖν ἐν τοῖς φαινομένοις ὁ ἀρχιτέκτων
20ἔργον τι ποιεῖ καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ καὶ ποιῶν ἔργον, ὡσαύτως καὶ ὁ οἰκοδομῶν ἔργον τι ἀποτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλῶσι καὶ «δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων», ἀλλ’ ἵνα ὁ λόγος αὐτῶν ἔργον τι ἀποτελέσῃ· οὐ γὰρ ἁπλῶς λόγον κοῦφον καὶ ἀνωφελῆ
25λαλοῦσιν, ἀλλ’ ὠφελοῦσι ψυχὰς καὶ βεβαρημένον νοῦν καὶ καταπεπον‐ τισμένον εἰς τὰ κακὰ φωτίζουσι καὶ ὁδηγοῦσι καὶ μεταβάλλουσιν εἰς «ἤθη χρηστὰ» καὶ τρόπους ἀγαθοὺς καὶ παρασκευάζουσιν αὐτοὺς ἀπ‐ ελθεῖν «εἰς τὴν ζωήν». εἰσὶν οὖν πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία, ἵνα ὥσπερ ἀντιτάσσεταί τις
30τῇ ἡδονῇ ἐν τοῖς λογισμοῖς, οὕτω καὶ τῇ φιλαργυρίᾳ· συμβαίνει γὰρ ὅτι ἔξωθέν ἐστι πτωχὸς καὶ ἀκτήμων καὶ ἔσωθεν συνήδεται τῷ πλού‐
τῳ καί ἐστι φίλος πλουσίων, καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα ἐκτρέπεται. ζητῶ οὖν τρόπον ἀφιλάργυρον, ἵνα καὶ ἐὰν συμβῇ αὐτὸν ἐμπεσεῖν εἰς πλοῦτον, τότε μάλιστα ἀηδισθῇ, μισήσῃ,54
35φύγῃ ὡς ἀπὸ πυρός. μετὰ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενο‐ δοξίας καὶ τῆς τυφώσεως, ἵνα τις δυνηθῇ τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, ἵνα ἔχῃ πόνον ἐν τῇ ψυχῇ, δάκρυα, πεῖναν, δίψαν.}}

10

.

3

Συμβαίνει γὰρ ὅτι εἰσί τινες ἀποταξάμενοι, ἀκτήμονες, νηστεύον‐ τες, καὶ ὡς βίᾳ αὐτὰ ποιοῦντες μεγάλα ἡγοῦνται, καὶ τοῖς δοξάζουσιν αὐτοὺς καὶ ἐπαινοῦσι συνήδονται· εἰσὶ δὲ ἄλλοι οἱ διὰ τῆς τοῦ κυρίου παρακλήσεως συνηδόμενοι καὶ ἀναπαυόμενοι ἐν τῇ πενίᾳ καὶ ἐν τῇ
5κακουχίᾳ (μᾶλλον καὶ τοῦ πλουτοῦντος καὶ τρυφῶντος καὶ ἀναπαυομένου ἐν τοῖς σαρκικοῖς), καὶ ἐὰν ἀναγκάσῃς αὐτοὺς ἀναχωρῆσαι ἀπὸ τῆς κακουχίας, θλίβονται, ὡς πλούσιον ἐν τοῖς φαινομένοις ἐὰν ἀναγκάσῃς πτωχεῦσαι, θλίβεται. ὃν δὲ λέγομεν πόνον, πεῖναν καὶ δίψαν, οὔκ εἰσι μό‐ νον ἀπὸ φύσεως προσγινόμενα, ἀλλὰ τῷ πλείστῳ μέρει ἀπὸ θείας δυνά‐
10μεως. καὶ οἱ εἰσελθόντες εἰς τὴν σαγήνην τῆς χάριτος οὗτοι δύνανται ἔχειν τὸν πόνον καὶ φόβον, τὴν πεῖναν καὶ τὴν δίψαν, ἄνευ δὲ τῆς θείας χάριτος οὐ δύνανται ἔχειν τὸν πόνον καὶ φόβον· οἱ γὰρ ταῦτα κεκτημένοι εἰσῆλθαν εἰς τὴν σαγήνην τῆς χάριτος. πλὴν πολλοὶ εἰσέρχονται εἰς τὴν σαγήνην καὶ οἱ μὲν συμφωνοῦντες τῇ χάριτι ἐξειλοῦσι καὶ εἰσέρ‐
15χονται εἰς τὴν ζωήν, οἱ δὲ ἐκτρέπονται καὶ ἀπέρχονται εἰς ἀπώλειαν. οὐκ ἔστι δὲ ἓν σχῆμα καὶ εἷς τρόπος τῆς χάριτος. οἱ μὲν γάρ εἰσιν ἐν πόνῳ, οἱ δὲ ἐν πείνῃ καὶ δίψῃ, ἄλλοι «ἐν φόβῳ καὶ ἐν τρόμῳ», καὶ ἄλλοι εἰσὶ πάντοτε ἐν τῇ χάριτι ἀναπαυόμενοι, ἐν ἀγάπῃ καὶ χαρᾷ καὶ ἀγαλλιάσει, ὁμοίως καὶ ἐν τρόμῳ· «δουλεύσατε» (γάρ φησιν) «τῷ κυρίῳ
20ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ». πλὴν ὁ καιρὸς οὗτος πέν‐ θους ἐστὶ καὶ δακρύων, ἐκεῖνος ὁ αἰὼν γέλωτος καὶ χαρᾶς· ὁ καιρὸς οὗτος σταυροῦ καὶ θανάτου, ὁ καιρὸς ἐκεῖνος ἀπολυτρώσεως καὶ τρυ‐
φῆς ἀρρήτου· ὁ καιρὸς οὗτος τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ὁ καιρὸς ἐκεῖνος ἀναπαύσεως καὶ εἰρήνης. ὅμως δὲ ὁ ἀρραβὼν «τοῦ55
25πνεύματος» καὶ ἡ παράκλησις σύνεστιν «ἐν τῷ νῦν αἰῶνι» τοῖς θλιβο‐ μένοις, ἡ δὲ τελεία ἀνάπαυσις καὶ ἀνταπόδοσις ἐκεῖθέν ἐστιν «ἐν τῷ μέλλοντι» αἰῶνι. εὑρίσκεις δὲ ἀποταξαμένους νοσερὰν ψυχὴν ἔχοντας τὸν νοῦν αὐτῶν νόσον ὡς ἐν μετεώρῳ εἰσὶ κεχαυνωμένοι, ῥεμβόμενοι. χρὴ δὲ αὐτῶν τὸν νοῦν καὶ «τὸν ἔσω ἄνθρωπον» γενναῖον εἶναι, θαρ‐
30σηρὰν ἔχειν καρδίαν, τὸν λογισμὸν καὶ τὴν προαίρεσιν ἀνδρείαν καὶ γενναίαν, ἵνα λάβῃ ὅπλα πολέμου καὶ τεθαρρηκὼς κατέλθῃ εἰς πόλε‐ μον καὶ ἀνδρίσηται καὶ ποιήσῃ ἐκεῖ ἀγῶνα, ἵνα ἔχῃ τόνον καὶ ἀθλη‐ τικὸν νοῦν. ταῦτα δὲ ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελεῖται· ψυχῆς γάρ ἐστι κινήματα, ζῶσαν ἵνα ἔχῃ καρδίαν. πολλοὶ γάρ εἰσιν ἔξωθεν ἔχοντες
35τὸ σχῆμα καὶ ὁ νοῦς αὐτῶν ἐξυδαρωμένος, ἀνόστως ῥεμβόμενος. δεῖ γὰρ κτήσασθαι καρδίαν καινήν, νοῦν ἐπουράνιον ἐν τῷ ἔσω ἀν‐ θρώπῳ, ψυχὴν θείαν ἐν τῇ ψυχῇ, σῶμα ἐν σώματι, ἵνα γένηται δι‐ πλοῦς ὁ ἄνθρωπος. ἐπίστευσας ἐπιστεύθης, ἠγάπησας ἠγαπήθης, ἐπέγνως ἐπεγνώσθης· προσλαμβάνει γὰρ ὁ ἄνθρωπος ξένα τινὰ τῆς
40φύσεως αὐτοῦ, ἐπουράνια, καὶ γίνεται διπλοῦς.56

11

.

1

Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτην‐ ται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ συνείδησιν οἴδασι καὶ τὰ νομίσματα
5δοκιμάσαι καὶ τὰ παραχαράξιμα. Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι,
10ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλὰ καὶ ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν.
15οὕτω καὶ σὺ ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστίν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει
σοι ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει57
20ὀστέων νεκρῶν. βλέπεις πράγματα ἔνδοξα ὡς ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάν‐ τοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου. τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν
25καὶ μηδέποτε ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον τῶν μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, πάντοτε εὔχονται τῷ κυρίῳ. εἴ τις οὖν λέγει· ὅτε μὲν κλίνω τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντ‐
30ειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει θέλημα τοῦ ἀντιπράττειν καὶ ἀντ‐ αγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε ἕτερόν τι ποιεῖ. ὅπου γὰρ δέδεται ὁ νοῦς, ἐκεῖνο αὐτοῦ
35ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν («ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλω‐ ται»), εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ τῇ παραθύρῳ πάλιν εἰσέλθῃς εἰς τὸν κόσμον, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοι‐ νωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας
40ἐξελθὼν «ἐκ τοῦ κόσμου»; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον «θεοῦ», τί ὠφέλησας ἀποταξάμενος; ἐγένου «ἅλας» μωρὸν καὶ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευμα‐
45τικὰ ἐκληρώσω· λοιπὸν οὐδαμοῦ προχωρεῖς.58

11

.

2

Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκότει ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὀμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν,
5τετύφλωται καὶ οὐδὲν ὁρᾷ, ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύ‐ ματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἵνα ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλὴν καὶ
10πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητι‐ κοί, λοιπὸν δὲ ἡ ὁδός, δι’ ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνος ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ὀλίγον ἐὰν ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτράπου καταποντίζεται ἢ εἰς τὸ
15πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος μέγα πυρὸς τῶν ἀκαθάρτων πνευμάτων. ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι
20καὶ παρελθεῖν τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μεστὴν ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται σὺν τῷ κυρίῳ, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.59

12

.

1

Ἐρώτησις. Τίνος λόγου ἕνεκεν ἀνακαινιζομένου τοῦ ἀνθρώπου οὐ παντελῶς ἀλλάσσεται ἡ ἀρχαία ἕξις; συμβαίνει γάρ τινα εἶναι ἁπλου‐ στέρως φθεγγόμενον ὀξυτέραν ἔχοντα κίνησιν, καὶ μετὰ τὴν χάριν παραμένει ταῦτα.
5 Ἀπόκρισις. Κατὰ παραχώρησιν καὶ οἰκονομίαν τῆς πίστεως γίνε‐ ται. καὶ γὰρ οἱ ἀπόστολοι «εἰς ἣν δ’ ἂν πόλιν» εἰσήρχοντο, δυνάμεις ἐποίουν μεγάλας, εἰς τοσοῦτον ὅτι καὶ αἱ σκιαὶ αὐτῶν πάθη ἀπήλαυνον, καὶ νεκροὺς ἤγειραν. εἰ συνέβαινεν οὖν ἐν ἐκείνῃ τῇ πόλει ἀποθνῄσκειν τινά, ἡ συνοῦσα αὐτοῖς χάρις ἡ ἐγείρασα τὸν νεκρὸν 〈οὐκ〉 ἠδύνατο
10ὅλους ἐγεῖραι τοὺς νεκρούς; ὁμοίως καὶ κακούμενοι ποικίλαις νόσοις προσήρχοντο, οἱ μὲν ἰάσεως ἐτύγχανον, οἷς δὲ οὐκ ἐπέτρεπεν ἡ χάρις, ἴασιν οὐ παρεῖχον. οὐ πάντα οὖν ὅσα ἤθελον ἐποίουν. ὁμοίως ὁ Παῦ‐ λος, ὅτε ἐχαλάσθη «ἐν σαργάνῃ» ὁ θεοφόρος, οὐκ ἠδύνατο διὰ τῆς συνούσης αὐτῷ δυνάμεως διαρρῆξαι τὸ τεῖχος ἢ λόγῳ εἰπεῖν· δὸς
15τόπον; ἀλλ’ οὐκ ἐγένετο τοῦτο, ἵνα φανῇ καὶ ἡ προαίρεσις τῶν πιστευ‐ όντων καὶ ἡ φυσικὴ ἀσθένεια. οὐ πάντες οὖν ἐπετύγχανον, ἵνα πρό‐
δηλοι γένωνται οἱ κακίαν αἱρούμενοι καὶ οἱ ἀγαθοὶ εἶναι θέλοντες. τῷ κυρίῳ ἔλεγον οἱ Φαρισαῖοι· κάτελθε ἐκ «τοῦ σταυροῦ», καὶ οὐ κατῆλθεν. ἡ γὰρ κατ’ οἰκονομίαν ἀσθένεια δοκιμάζει τοὺς ἑδραίους60
20βουλομένους εἶναι πρὸς τὴν πίστιν, εἰ «ἀμετακίνητοί» εἰσιν, εἰ ἀπὸ τῶν ὀλίγων κατορθωμάτων καὶ εἰς τὰ ἀσθενέστερα οὐ σκανδαλίζονται. διὰ τί; «τότε» δύνανται «ὅτε» ἀσθενοῦσιν. ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου». οὕτω καὶ οἱ ἐν χάριτι ὄντες σύνεστιν αὐτοῖς θησαυρὸς καὶ ἀνάπαυσις καὶ ὅμως ἐν καιρῷ
25ὑποστέλλει πρὸς τὸ δοκιμασθῆναι καὶ πολεμηθῆναι.

12

.

2

Ἐρώτησις. Διὰ τί ἐν τῷ αὐτῷ σκεύει τοῦ σώματος ἐνεργούσης τῆς χάριτος πάλιν ἐνεργεῖ καὶ ἡ ἁμαρτία; Ἀπόκρισις. Πρῶτον μὲν ὁ γευσάμενος χάριτος ἀνέψυξεν αὐτοῦ ἡ ψυχὴ καὶ ἀνεπάη ἀναπαύσει ἐπουρανίῳ ξένῃ τοῦ αἰῶνος τούτου, ἵνα
5τὴν γλυκύτητα τοῦ ἀγαθοῦ πείρᾳ γνῷ. ἔπειτα ἐὰν ὀλίγον μετεωρισθῇ ἢ ὁμιλῇ ὁ νοῦς ἢ ἄλλο τι ποιῇ, πάλιν πληροῦται τῆς ἁμαρτίας, ἵνα θλιβῇ καὶ πείρᾳ μάθῃ τὴν πικρότητα αὐτῆς, καὶ τότε ὀξέως καταφύγῃ ζητῶν ἐκείνην τὴν ἄρρητον παράκλησιν καὶ ἀνάπαυσιν. καὶ πάλιν ἐπιτυγχάνει καὶ ἀναψύξας καὶ ἀναπαεὶς ὀλίγον, πάλιν ἐὰν ἀμελήσῃ,
10νομὴν εὑρίσκει ἡ κακία καὶ θλίβει πικρῶς τὸν ἄνθρωπον παραχωρού‐ σης τῆς χάριτος, ἵνα πείρᾳ γνῷ τὴν ταύτης ἡδύτητα καὶ ἀνάπαυσιν καὶ παράκλησιν καὶ τὴν πικρίαν καὶ ὀδύνην καὶ θλῖψιν τῆς ἁμαρτίας, ἵνα σπουδαιοτέρως αὐτὴν (εἴγε βούλεται σωθῆναι) φύγῃ καὶ προσ‐ κολληθῇ ὅλος ἐξ ὅλου τῇ χάριτι, ἀποδιδοὺς ἑαυτὸν πάντοτε καὶ ἀναρ‐
15τῶν τῷ κυρίῳ, ἵνα τῇ ἐκείνης πικρότητι καὶ αἰσχρότητι καὶ θλίψει ἐπιθυμητὴ μᾶλλον καὶ ἐπιπόθητος γένηται ἡ τῆς χάριτος γλυκύτης καὶ ἀντίληψις καὶ ἀνάπαυσις καὶ ἀγαλλίασις, ἵνα αὐτῇ πείρᾳ τῶν δύο φύσεων τῆς ἁμαρτίας τὴν πικρίαν καὶ τῆς χάριτος τὴν γλυκύτητα ἡ
ψυχὴ γευσαμένη πλεονάκις αἰσθητικωτέρα γένηται καὶ νηπτικωτέρα61
20εἰς τὸ παντελῶς φυγεῖν τὴν κακίαν καὶ προσκολληθῆναι ὅλη ἐξ ὅλου τῷ κυρίῳ, ἕως οὗ γένηται μετ’ αὐτοῦ εἰς «ἓν πνεῦμα». εἰ γὰρ ἦν πάντοτε ἡ γλυκύτης καὶ ἡ ἀνάπαυσις καὶ ἡ χαρὰ τῇ ψυχῇ, οὐκ ἐγί‐ νωσκε τὴν διαφοράν, οὐκ ᾔδει τί κέκτηται καὶ ἀμελεστέρα ἐγίνετο, τὴν ὑπερβολὴν τοῦ ἀγαθοῦ ἠγνόει καὶ τὴν ὑπερβολὴν «τῆς χρηστό‐
25τητος» τοῦ κυρίου καὶ τὴν ἀπόλαυσιν οὐκ ἠπίστατο, κἂν ἐκέκτητο αὐτὰ οὐκ ᾔδει τί κέκτηται, καὶ τὴν ὑπερβολὴν τῆς πικρίας καὶ δει‐ νότητα τῆς ἁμαρτίας οὐκ ᾔδει καὶ τὴν πονηρίαν αὐτῆς οὐκ ἠπίστατο. ἀλλ’ οὕτως ἡ σοφία ἡ ἄρρητος τοῦ θεοῦ οἰκονομεῖ τὰ πράγματα, ἵνα καὶ τὸ ἴδιον ἀγαθὸν τῇ πείρᾳ γνωσθῇ συγκρίσει καὶ παραθέσει τῆς
30πικρίας τοῦ πονηροῦ, καὶ αὐτὴ ἡ ψυχὴ κατὰ δύο τρόπους τὴν ὠφέ‐ λειαν δέξηται· ἐν τῷ πεῖραν λαμβάνουσαν τῆς πικρίας καὶ θλίψεως τῆς ἁμαρτίας γεγευμένην τῆς χρηστότητος τοῦ κυρίου. καὶ φεύγειν παντὶ σθένει τὸ πονηρὸν θέλει καὶ σπουδαία εἶναι ἀεὶ καὶ εὔτονος εἰς τὸ ἀγαθὸν καὶ μὴ νηπία καὶ ἄπειρος καὶ ἄγνωστος τοῦ τε καλοῦ
35καὶ τοῦ κακοῦ, ἀλλ’ ἔχει τελείαν τῶν ἀμφοτέρων πείρᾳ καὶ ἐνεργείᾳ καὶ αἰσθήσει τὴν γνῶσιν, καὶ οὕτω παιδευθεῖσα καὶ τέλειον δρόμον δραμοῦσα διὰ τῆς πολλῆς τῆς ἐπὶ τὸ ἀγαθὸν σπουδῆς καὶ ἐπιθυμίας τελείως «τὰ αἰσθητήρια γεγυμνασμένα» ἔχουσα (κατὰ τὸ εἰρημένον) «πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ» τέλειον καὶ «τὸν στέφανον» ἀπο‐
40λήψεται καὶ «εἰς μέτρον ἡλικίας» πνευματικῆς ἐλθοῦσα τῆς βασιλείας κληρονόμος κατασταθήσεται. τοιούτῳ τινὶ τρόπῳ τὸ πρᾶγμα ἔοικε, τούτου γὰρ ἕνεκεν ὀλίγον κατ’ ὀλίγον γεύεται τῆς βασιλείας, ἵνα ὅλῳ θελήματι καὶ ὅλῃ προαιρέσει ἐκ τοῦ αὐτεξουσίου 〈ᾖ〉 ἀγαπήσασα τὸν
θεὸν καὶ ἵνα ἡ αὐτεξούσιος προαίρεσις φανῇ (ποίῳ μέρει προσκολλᾶται62
45καὶ τί αἰδεῖται), ἵνα καὶ δικαίως τὴν βασιλείαν κληρονομήσῃ καὶ αὐτὴ ὅλη ἀγωνισαμένη καὶ δραμοῦσα ἔχῃ μεγάλην παρρησίαν πρὸς
τὸν κύριον εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.63

13

.

1

Δύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου βασιλέως εἶ, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἐὰν φιλιάζῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν». ἔχεις γὰρ ἴδιον θέλημα καὶ
5ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δίδως, ἐκείνου γίνῃ κτῆμα καὶ υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ συνήδῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι σοι καὶ προσκολλῶνται. εὐπερίστατος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ παραγίνεται· ἄρχων γάρ ἐστιν ἐπὶ κακοπραξίᾳ ἀνθρώ‐ πων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ συνήδῃ τῷ ἀγαθῷ, πάλιν
10καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλ’ ὧδε μετὰ ἀγῶνος πολλοῦ προστέτακται, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα «τέλος»· διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι
τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρόκειται καὶ64
15ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, οἱ γὰρ τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ εἰσέρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τῶν ἁγίων καὶ «εἰς τὴν κατάπαυσιν». ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινό‐
20μενος ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων (εἰ καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ ἄγγελοι σωματικοῖς ὁρίοις οὐ περιγράφονται), καὶ ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ
25αἰῶνος τούτου ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ οὖν οὐκ ἐγχωρεῖ τοὺς πάντας τῷ ἔξω ὀφθαλ‐ μῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τὸ στερέωμα τοῦτο, ἵνα μὴ ἐξῇ τινι ἁπλῶς καθορᾶν εἰ μὴ τοῖς καθα‐ ροῖς τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοις, τοῖς συμπολίταις καὶ συμ‐
30μύσταις τῶν ἁγίων. καὶ ὅταν συσταλῇ τοῦτο, τότε ἐκεῖνα τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελει‐ ῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπι‐ βουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς,
35λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες οἱ ἐχθροὶ καὶ ἄφνω ἐπιστάντες τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσωσιν, ἄλλους αἰχμαλώτους λάβωσιν. οὕτω καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα
παρεχρήσατο καὶ τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ τοὺς βρόχους τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ «πάθη» τῆς «ἀτιμίας». πάντες65
40οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, ἐὰν μὴ διὰ τοῦ νόμου «τοῦ πνεύματος» (τουτέστιν διὰ Ἰησοῦ Χριστοῦ) ἐλεύθεροι γένωνται, οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς κατα‐ δυναστείας τοῦ διαβόλου. λέγει γὰρ Παῦλος διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ
45θανάτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ», ὅτι «ὁ νόμος τοῦ πνεύ‐ ματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».

13

.

2

Ὥσπερ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδεῖ, οὕτως οἱ ἔχοντες τὰς προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἐὰν λαλήσωσιν, οἱ μὲν ἀκούσαντες πίστει ὠφελοῦνται, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. τοῖς γὰρ πνευματικοῖς ἀπὸ
5τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ αὐτοῖς καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, καὶ ὅταν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία. λέγει γὰρ ὁ κύριος· «εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ,
10ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν καὶ εἰς μέτρα μεγάλα προχωροῦσιν· εἰσὶ δὲ ἄλλοι οἵτινες λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καὶ οὗτοι καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας
15καὶ εἰς κακὰ πολλά.66

13

.

3

Ἐρώτησις. Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς ἀφίσταται; Ἀπόκρισις. Συμβαίνει ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώ‐ που διὰ τὸ φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ
5χωρισθῇ τοῦ σώματος ἡ ψυχή, τότε καὶ ἡ χάρις ἀφίσταται καὶ ἡ ψυχὴ χωρεῖ εἰς τὸ ἴδιον μέρος παραδιδομένη τοῖς πονηροῖς πνεύμασιν. οἱ γὰρ δύο νόμοι εἰσὶν ἐν τῷ ἀνθρώπῳ, ὁ νόμος τῆς κακίας κλέπτων εἰς τὸ ἴδιον μέρος καὶ ὁ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια. ὅσῳ γὰρ εἰσέρχεταί 〈τισ〉 εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμε‐
10λιοῦται καὶ γίνεται πέτρα ἄπτωτος, καὶ ὁ τοιοῦτος νοῦς, στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς νῶτα τῷ πολεμίῳ ἀλλ’ ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνουσιν αὐτὸν οἱ δεξιοὶ ἄγγελοι εἰς τὸ μέρος τῆς βασιλείας καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν. ὥσπερ ἐν τοῖς φαινομένοις ἵνα ᾖ βασιλεὺς διδοὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ,
15οἱ μὲν λαμβάνοντες εἰς πορνείας καὶ ἀσελγείας καὶ γαστριμαργίας ἀναλίσκουσιν, ἄλλοι δὲ λαμβάνοντες συντηροῦσι καὶ προσκτῶνται ἑαυ‐ τοῖς σκεύη τίμια, οὗτοί εἰσιν ἔνδοξοι οἱ πολυπλασιάσαντες ἐκ τῶν παρασχεθέντων αὐτοῖς χαρισμάτων τὴν ἑαυτῶν οὐσίαν. ἐξ ἀληθείας γὰρ οἱ γευσάμενοι ἐκείνης τῆς γλυκύτητος καὶ ἡδύτητος οὗτοι βλέ‐
20ποντες βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξιώματα καὶ θησαυροὺς ὁρῶντες, ὥσπερ δυσωδίαν ἡγοῦνται καὶ βδελυκτὰ καὶ τα‐ πεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ εἰσῆλθαν εἰς βασιλικοὺς καὶ ἐπου‐
ρανίους οἴκους τοῦ Χριστοῦ καὶ ἀνεῴχθησαν αὐτοῖς θησαυροὶ ἐπου‐ ράνιοι καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον, ἄλλου ἀξιώματος γενό‐67
25μενοι, υἱοὶ φωτὸς ἐπουρανίου, αἰῶνος ἀπεράντου. συγκρίνοντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις τότε γινώσκουσι τὸ χάος τὸ ἐν μέσῳ καὶ τὴν διαφοράν. ὥσπερ γὰρ ἵνα ᾖ τις συνεχόμενος ὑπὸ πυρετοῦ, ἔτι ἀκμαζούσης τῆς κακώσεως ἐὰν προσενέγκῃς τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλύκασμά τι ἢ ἑτέραν τροφήν, σικχαίνει καὶ ἀηδίζηται
30καὶ ἀποστρέφεται, κεκορεσμένος ὢν καὶ μεμεθυσμένος ἐκ τοῦ πυρετοῦ καὶ ὥσπερ τροφὴν αὐτὸν ἔχων. οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καῦσιν τῆς ἐπουρανίου ἀγάπης καὶ τοῦ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃς τὰ φαινόμενα τοῦ κόσμου τούτου, εἴτε ἀξιώματα εἴτε βασιλείαν εἴτε πλοῦτον εἴτε δόξαν, σικχαίνουσι καὶ βδελύσσονται,
35ὥσπερ τις ἀηδίζεται διοδεύων ἔνθα εἰσὶ νεκριμαῖα καὶ δυσωδία πολλή. τὸν αὐτὸν τρόπον πάλιν καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου, οὗτοι λαλουμένου λόγου πνευ‐ ματικοῦ περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου καὶ δυνάμεως θείας, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιῶσι μὴ δυνάμενοι χωρῆσαι τὸν
40λόγον «τοῦ θεοῦ». ἐξ ἀληθείας γὰρ οὗτοί εἰσι σοφοὶ καὶ ἀνδρεῖοι, οὗτοι πολεμισταὶ οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἐπιθυμίαις καὶ ἡδοναῖς καὶ ἀντιπράττοντες τῷ νόμῳ τῆς κακίας καὶ ὑπήκοοι γινόμενοι καὶ συνηδόμενοι «τῷ νόμῳ
τοῦ θεοῦ». τί οὖν ἔστιν ὁ ῥήτωρ ἢ φιλόσοφος; ἐπανίσταται αὐτῷ ἐπι‐68
45θυμία καὶ μοιχεύει †καὶ ἐπὶ πλεονεξίᾳ ἁρπάζεται καὶ† ἐλαύνεται ὁ νοῦς ὑπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ποῦ αὐτῶν ἡ σοφία ἡ πολλή;

13

.

4

Ἐρώτησις. Διὰ τί ὅταν ἀπέρχωμαι εἰς τὴν εὐχήν, πολλοῖς λογισ‐ μοῖς συνέχομαι καὶ ῥεμβασμοῖς; Ἀπόκρισις. Ἀνδρείως καὶ προθύμως προσέρχου καὶ μὴ νωθρῶς καὶ ὡς ἐγκοιμώμενος, ἀλλὰ νηφούσῃ τῇ διανοίᾳ, ὡς ἔργον ἔχων καὶ
5μὴ ὡς μηδὲν πράσσων ῥέμβου τοῖς λογισμοῖς. ὥσπερ γὰρ σαρκικὸν ἔργον ποιῶν ὅλος ἐξ ὅλου ἐκεῖ εἶ τῷ νοῒ καὶ τοῖς λογισμοῖς καὶ τῷ σώματι, τὸν αὐτὸν τρόπον ὀφείλεις τῇ εὐχῇ προσέρχεσθαι ὡς ἔργον πνευματικὸν προσδοκῶν ἐκτελέσαι· ὁ θεὸς γὰρ νοῦν ὁρᾷ καὶ λογισ‐ μοῖς προσέχει. σπούδαζε ἐπισυνάγειν πάντοτε ἑαυτὸν εἰς τὸ ἔργον
10καὶ εἰς τὴν ζήτησιν καὶ εἰς πόθον θεοῦ, ἐκεῖ ἐκτείνου καὶ ἐνθυμοῦ καὶ μελέτα, ὅπου τὸ σῶμα εὔχεται, ἤτοι βοῆς χρεία ἢ σιγῆς ἢ ὡσδη‐ ποτοῦν, μόνον νηφούσῃ καὶ προσεχούσῃ διανοίᾳ. καθάπερ γὰρ ὁ εἰκονογράφος ὁ τὴν εἰκόνα τοῦ βασιλέως γράφων, ὅλα τὰ μέλη ἐὰν καλῶς ποιήσῃ, ἐν τῷ ὀφθαλμῷ δὲ ἐὰν ὀλίγον ἐλλείψῃ ἢ ἀφανίσῃ καὶ
15μὴ ὡς δέοι γράψας, ὅλον ἠφανίσθη τὸ ἔργον· βασιλικὴν εἰκόνα ἠφάνισε καὶ τιμωρίαις ὑπεύθυνος καθίσταται διὰ τὴν ῥαθυμίαν αὐτοῦ—ὡσαύτως καὶ τὴν εἰκόνα τῶν νοημάτων εὐθείως καὶ ὀρθῶς γραφέτω ἕκαστος τοῦ ἐπουρανίου βασιλέως ἐν τῇ ψυχῇ καὶ πᾶσιν ἀγαθοῖς νοήμασι κοσ‐ μείτω. ἢ ὡς ὁ οἰκοδόμος μετρεῖ τὸ εὐθὲς τοῦ κανόνος, μή τι παρα‐
20τραπῇ, ἢ ὡς ὁ γεωργὸς τὴν αὔλακα προσέχων οὐδαμῆ ἀσχολεῖται, ἀλλ’ ὅλος ἐκεῖ ἐστιν, ἵνα ὀρθῶς τὰς αὔλακας ποιήσῃ. εἰ οὖν εἰς τὰ σωματικὰ οὕτως, πόσῳ μᾶλλον ἡ ψυχὴ ὀφείλει ἐν τῇ εὐχῇ ὡς ἀληθινῷ
ἔργῳ προσέχειν καὶ εὐθύνειν μετὰ πολλῆς νήψεως τὰ νοήματα καὶ τοὺς λογισμοὺς πρὸς θεὸν πάντοτε «εἰς τὸ ἀγαθόν». οὕτω γὰρ δυνή‐69
25σεται τὴν εὐθύτητα τοῦ νοὸς ἐμπόνως διορθωσάμενος ἐπαίνου ἀξιω‐ θῆναι καὶ πνευματικῶν δωρεῶν ἐπιτυχεῖν, καὶ οὕτω τοὺς πόνους αὐτοῦ εἰς ἀνάπαυσιν ἐνεγκεῖν δύναται, ὁσημέραι προκόπτων καὶ βελτι‐ ούμενος καὶ πολλῶν «αἴτιος σωτηρίας» γινόμενος, ὡς φιλόθεος δὲ καὶ εὐάρεστος τῷ θεῷ ἀποδειχθεὶς τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος
30καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας. Ἀμήν.70

14

.

1

Ἐρώτησις. Διὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον; Ἀπόκρισις. Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ
5γεννηθέντες ἐκ τῆς μήτρας τοῦ πνεύματος κἂν ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνωνται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ σὺν τῷ κυρίῳ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον παραδοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν,
10οὐ δύνανται λόγον πνευματικὸν παραδοῦναι, ἐπειδὴ οὐκ ἔχουσι ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. ὥσπερ ἵνα ᾖ παιδίον ἐκ μήτρας γινόμενον ἐπίμωμον ἢ τυφλὸν ἀπὸ γενετῆς ἢ χωλόν, ὡς τέρας ἐστὶ καὶ σημεῖον τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες διερμηνευταὶ τῶν γραφῶν εἶναι μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα, μήτε
15κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ τὰ μέλη, ἀλλ’ ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. ὥσπερ ἵνα ᾖ νόμισμα,
ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα, εἰς ἄλλο δὲ μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, οὕτως εἰσὶ καὶ οἱ ὄντες βεβλαμμένοι ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ τοῦ νοὸς αὐτῶν ἤτοι τῆς σοφίας θέλουσι λαλεῖν τὰ71
20ἐπουράνια, ὅθεν οὐκ ἐγεννήθησαν. ἐπεὶ ὑπόστησόν μοι πρόσωπον ἕν, ὅτι ἔστι σοφός, παρθένος καὶ ἐν τοῖς φαινόμενοις ἀνεπίληπτος, νηστεύ‐ ων, ἀγρυπνῶν, ἀποταξάμενος τῷ κόσμῳ, εὐχόμενος. λοιπὸν διαλέγομαι ἐγὼ πρὸς τοῦτον· παρθένος εἶ σύ; μᾶλλον σοῦ ἐγώ. εἰς τὸ φαινόμενον νηστεύεις; μᾶλλον σοῦ ἐγώ. πτωχὸς εἶ; περισσότερον σοῦ ἐγώ. ὅτι
25οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον ἀνακερασθῆναι αὐτῷ καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ ἐπουράνιον δῶρον, τὸ ὑπὲρ τὴν φύσιν σου, τοῖς φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς καθαρῶς
30ᾖς ποιῶν. ὥσπερ ἐὰν ᾖ βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορ‐ φύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς βασιλεύς, οὕτω καὶ σύ, εἰ καὶ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ταῦτα ἔχων ἐνδύσῃ τὴν πορφύραν τοῦ πνεύματος, ὃ ὑπὲρ τὴν φύσιν σοῦ ἐστιν, οὐ στεφανοῦσθαι οὐδὲ εἰς θρόνον βασιλικὸν καθεσθῆναι δύνασαι.

14

.

2

Ἀλλ’ ἀποκρινῇ μοι, ὅτι ἐὰν εἰς τριάκοντα ἔτη ἢ τεσσαράκοντα μὴ δέξωμαι τὴν θείαν δύναμιν καὶ συμβῇ με ἐξελθεῖν τοῦ βίου, τί; Κἀγώ σοι πρὸς τοῦτο ἀποκρίνομαι, ὅτι οὐ κρίνει σε ὁ θεὸς ὡς
βλάσφημον, καθότι περισσοτέραν σπουδὴν ἐνεδείξω εἰς τὸ ἀγαθόν.72
5εἰπεῖν σοι ἔχει ὁ θεός· ἐπειδὴ ἐξῆλθες ὀπίσω μου καὶ ἔκλαυσας καὶ ἐζήτησας νυκτὸς καὶ ἡμέρας καὶ παρ’ ὃ ἦς τὸ πρότερον ἀμεριμνῶν ἐν τοῖς φαινομένοις καὶ φυσιούμενος ἐπ’ αὐτοῖς, νῦν πλέον ἐσπούδασας κατὰ τὰς γραφὰς ζητῶν τὴν ἀλήθειαν καὶ ἐπιθυμῶν δέξασθαι τὴν θείαν δύναμιν ἐν ἑαυτῷ, οὐ κρίνω σε ἐν τούτῳ ὡς βλάσφημον· μὴ
10γένοιτο, ἀλλὰ ἀποδέχομαί σε ὡς καλλίονα ἑαυτοῦ γενόμενον παρ’ ὃ ἦς τὸ πρότερον. καὶ σὺ δὲ αὐτὸς δοκίμασον ἐν ἑαυτῷ καὶ διάκρινον ὅτι ἡ νῦν σου πολιτεία καὶ ἐργασία ἀνωτέρα ἐστίν. ἐγὼ δέ σοι λέγω κατὰ τὰς γραφάς, ὅτι «ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Ἀλλὰ λέγεις μοι ὅτι· ἀπόδειξόν μοι,
15πῶς σύνεστί τισιν ἡ θεία δύναμις ἐν τῷ νῦν αἰῶνι. Ἀποκρίνομαί σοι κἀγώ· πῶς σε πείσω, ὅτι ἡ θεία δύναμις τοῖς πιστοῖς σύνεστιν, ἀπὸ τῆς παλαιᾶς διαθήκης ἢ ἀπὸ τῆς καινῆς; ἔλθωμεν πρῶτον ἐπὶ τὴν σκιάν. τίς ἐνεδυνάμωσε τὸν Ἀβραὰμ γέροντα ὄντα καὶ ἔχοντα τὸ «σῶμα νενεκρωμένον» ἐλθεῖν εἰς ἀνακαινισμὸν καὶ γεννῆσαι τὸν υἱόν; ἀλλὰ
20λέγεις μοι· τὰς μὲν θυσίας αὐτοῦ ἐδέξατο, πρὸς αὐτὸν δὲ οὐκ ἦν. καὶ τίς φίλος βουλόμενος συντυχεῖν τῷ φίλῳ αὐτοῦ πρῶτον εἰς τὴν ὕπαρξιν αὐτοῦ διακινεῖ, εἰς χώραν ἢ εἰς ἄμπελον, καὶ τότε αὐτὸν ὁρᾷ καὶ καταφιλεῖ; καὶ ὁ θεὸς ἄρα τὰς μὲν θυσίας τοῦ Ἀβραὰμ ἐδέξατο καὶ τὰ ὑπάρχοντα, πρὸς αὐτὸν δὲ οὐκ ἦν καὶ οὐκ ᾤκει ἐντὸς
25αὐτοῦ; καὶ ὅτε συνέβαλεν εἰς πόλεμον, τίς ἦν ὁ νικῶν; ἡ φύσις αὐτοῦ μόνη ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ οἰκῶν καὶ ποιῶν τὴν νίκην; ἔλθωμεν ἐπὶ τὸν Νῶε. τίς ἦν ὁ ὑποτάξας ἔμπροσθεν αὐτοῦ ὅλα τὰ γένη τῶν
θηρίων; ἡ φύσις αὐτοῦ ἢ οὐράνιόν τι συνὸν αὐτῷ τὸ ὑπὲρ τὴν φύσιν, ὅπερ ἔκτισεν αὐτὰ τὰ ζῴα καὶ αὐτὸν καὶ ὑπέταξεν ἔμπροσθεν αὐτοῦ73
30τὰ θηρία; ὁ Ἰακὼβ ἄρα ἀπὸ ἰδίας δυνάμεως τοιοῦτον λίθον ἠδύνατο ἀποκυλίσαι ἢ ἡ θεία δύναμις συνῆν αὐτῷ ἡ ἀποκυλίσασα τὸ βάρος τοῦ λίθου; τοσοῦτον δὲ ἀδιαλείπτως συνῆν αὐτῷ ὁ θεός, ὅτι οὐδὲ εἰ ἐκοιμᾶτο ἤφιεν αὐτόν. ἤνοιξε γὰρ τὰς θύρας τῶν οὐρανῶν καὶ ἔδειξεν αὐτῷ τὸν οὐράνιον οἶκον, εἰς τύπον κλίμακος ἐφαίνετο αὐτῷ.
35εἶτα ἐπάλαισεν αὐτῷ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον.74

15

.

1

Οἱ τοῦ Χριστοῦ ἄξιοι Χριστιανοὶ οὐκ ἀπὸ γράμματος μανθάνουσι καὶ λαλοῦσιν, ἀλλὰ ἀπὸ πνεύματος θεοῦ πάντα ἐκδιδάσκονται, «οὐκ ἐν διδακτοῖς» γράμμασιν (ὥς φησιν ὁ ἀπόστολος) «ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου». ἡ διαθήκη γὰρ αὐτῶν
5καὶ ὁ νόμος καὶ ἡ βίβλος αὐτῶν πνεῦμά ἐστιν, καθώς φησι τὸ πνεῦμα διὰ τοῦ προφήτου· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις «διαθήσομαι» «διαθήκην καινὴν» τῷ οἴκῳ Ἰακώβ, «οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν», ἀλλὰ «αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ», «διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ
10τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτοὺς» καὶ τὰ ἑξῆς. ὡς γὰρ οἱ πάλαι ἀπὸ τῆς παλαιᾶς διαθήκης ἀνεγίνωσκον τοῖς σωματικοῖς ὀφθαλμοῖς τὰ σωματικὰ γράμματα, οὕτως οἱ Χριστιανοὶ τοῖς ἔσωθεν ὀφθαλμοῖς τῆς ψυχῆς ἀναγινώσκουσι καὶ μανθάνουσιν ἐκ τῆς διαθήκης τοῦ πνεύ‐ ματος καὶ τῇ ἔσωθεν γλώσσῃ καινῇ λαλοῦσι καὶ τοῖς ἔσωθεν ὠσὶν
15ἀκούουσιν. οὕτω γὰρ καὶ τοὺς ἀποστόλους ὁ κύριος ἐξελέξατο, ἄνδρας ἰδιώτας καὶ ἀγραμμάτους, καὶ ἐπλήρωσε πνεύματος ἁγίου, καὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος ἐλάλουν διδάσκοντες σοφοὺς καὶ γραμ‐ ματεῖς· κἂν γὰρ «οὗτοι» (φησὶ) «σιωπήσουσιν, οἱ λίθοι κεκράξονται». προέλεγε δὲ τοῦτο ὁ κύριος ἤτοι περὶ τῶν ἀποστόλων ἢ περὶ πασῶν
20ψυχῶν τῶν λυτρουμένων ἐκ τοῦ βαρυτάτου λίθου τῆς ἁμαρτίας τοῦ
ἐπικειμένου αὐταῖς, ἐπὰν δὲ ἀρθῇ, κράζουσιν αἰνοῦσαι τὸν θεόν. ὥσπερ γὰρ οἱ λίθοι τότε καὶ «αἱ πέτραι» θεωροῦσαι τὸν κύριον ἐσχί‐ ζοντο καὶ διηνοίγοντο «τὰ μνήματα», οὕτως ἐπὰν ἐπιλάμψῃ καὶ ἐπι‐ φάνῃ «τὸ πρόσωπον αὐτοῦ» τὸ ἀγαθὸν ὁ κύριος Ἰησοῦς Χριστὸς ἐν75
25τῇ ψυχῇ, ἀποσχίζεται ὁ βαρὺς λίθος τῆς ἁμαρτίας διδοὺς τόπον τῷ δεσπότῃ, ἵνα εἰσελθὼν ἐνοικήσῃ αὐτὸς εἰς αὐτήν. ἐπὰν οὖν ἴδωσιν αἱ ὥσπερ λίθος ψυχαὶ τὸ ἐπιθυμητὸν πρόσωπον τοῦ Χριστοῦ, τότε κράζουσιν. καὶ ὥσπερ ὄρος ἐὰν ᾖ μὴ ἔχον ἔνδον οἰκητήρια ἀλλὰ ὂν λίθος, καὶ ἔλθῃ ἀνήρ τις τεχνίτης εἰδὼς λατομεῖν καὶ ἀπεργάσηται
30ἐκεῖ οἴκους καλλίστους, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς καὶ καλὸς τεχνίτης ἔρχεται πρὸς τὰς ἀγαπώσας αὐτὸν ψυχὰς καὶ λατομεῖ καὶ ἀποτέμνει ἐξ αὐτῶν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ καταρ‐ τίζει ἑαυτῷ παλάτια καὶ μονὴν ἐν αὐταῖς ποιεῖται. κράζουσι τοίνυν αἱ ὥσπερ λίθος ψυχαί, ὅταν ἐπιφάνῃ κύριος «τὸ πρόσωπον αὐτοῦ».
35περὶ δὲ τῶν ἀποστόλων ὅτι ἔκραξαν θέλοντες καὶ μὴ θέλοντες ὥσπερ αὐλὸς ἐπὰν πνέῃ τὸ πνεῦμα (ὡς θέλει ὁ πνέων οὕτω λαλεῖ ὁ αὐλός), οὕτω καὶ οἱ ἀπόστολοι καὶ οἱ ὅμοιοι αὐτοῖς γεννηθέντες «ἄνωθεν» καὶ λαβόντες τὸ παράκλητον πνεῦμα, ὡς ἤθελεν αὐτὸ τὸ πνεῦμα ἐν αὐτοῖς ἐλάλει. τῷ γὰρ Νικοδήμῳ ὁ κύριος περὶ τοῦ «ἄνωθεν» γεννω‐
40μένου διηγούμενος ἔλεγε· «τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει». ὡς τοῦ πνεύματος τοῦ ἀνέμου οὐδεὶς οἶδε τὸν οἶκον, πόθεν ἔρχεται, ἢ τὸ πλήρωμα αὐτοῦ, ποῦ καταντᾷ, οὔτε κωλῦσαί τις δύναται οὔτε μετρῆ‐ σαι οὔτε καταλαβεῖν, ὁμοίως 〈ὡσ〉 τὰ τῶν ποταμῶν ῥεύματα οὐδεὶς
45δύναται ἐπισχεῖν ἢ καταλαβεῖν—τὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς· οὐδεὶς δύναται καταλαβεῖν τοὺς λογισμοὺς ἢ πάλιν κωλῦσαι τὰ ῥεύματα τοῦ νοὸς ἢ ἐπισχεῖν ἢ εἰδέναι τὴν πηγὴν τῶν λογισμῶν τῆς διανοίας, πόθεν ἐξέρχεται, ἢ καταλαβεῖν, ποῦ ἀπέρχεται. 〈ὅ〉που γὰρ οὔκ ἐστιν ἐνταῦθα καθέζεται καὶ ἀλλαχοῦ τῷ νῷ καὶ τῇ διανοίᾳ ἐστὶν

15

.

1

(50)

εἰς μακρὰς χώρας. εἰ οὖν, φησί, τὰ ἐπίγεια τὰ ἐνταῦθα ἐν χερσὶ τοι‐
αῦτά ἐστι καὶ τοσοῦτον ἀκατάληπτα, πόσῳ μᾶλλον ὁ γεννηθεὶς «ἄνω‐ θεν» καὶ δεξάμενος τὸ ἐπουράνιον πνεῦμα τοῦ κυρίου καὶ κραθεὶς αὐτῷ «κατὰ τὸν ἔσω ἄνθρωπον» πόσον ἐστὶν ἀκατάληπτος ἡ ψυχὴ ἐκείνου; ὅπου γὰρ βούλεται, ἰδοὺ ἐκεῖ ἐστιν, ἐνταῦθα γὰρ οὖσα, ἐλθὸν τὸ76
55οὐράνιον καὶ θεῖον πνεῦμα ὡδήγησεν αὐτὴν εἰς τὰ ἐπουράνια καὶ ἐδί‐ δαξε καὶ πανταχοῦ ἀκατάληπτός ἐστιν ἐκείνη ἡ ψυχή.
Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.77

16

.

1

〈Ὅ〉 φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «τί στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐ‐ τήν», νοεῖται μὲν κατὰ τὴν ἀκροτάτην ἀρετὴν διὰ τὸ θλιβερὸν καὶ διὰ τὸ πόνῳ καὶ ἀγῶνι προσκτᾶσθαι αὐτὴν ἕκαστον. ὅμως δὲ στενὴν
5ὅταν λέγῃ ὁδὸν τοῖς μὴ βουλομένοις δι’ αὐτῆς πορεύεσθαι, στενὴ ὁδὸς τοῖς ἐχθροῖς αὐτῆς ἐστι, τοῖς μὴ δυναμένοις βαδίζειν εἰς αὐτήν, καθὼς γέγραπται· «ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος»· πολλῆς γὰρ συνέσεως καὶ φρονήσεως καὶ ὑπομονῆς καὶ πίστεως χρεία, ἵνα τις ἑδραίως καὶ ἀσφαλῶς ἐπὶ
10τὴν μακαρίαν φθάσῃ καὶ θείαν «τῆς δικαιοσύνης ὁδόν». ὥσπερ ἐὰν ᾖ ὄρος λίαν ὑψηλὸν καὶ κρημνῶδες καὶ ἔχῃ τρίβον λίαν στενὴν ὡσαν‐ εὶ περίμετρον βήματος ποδός, καὶ δι’ ἐκείνης οὐ δύναται ζῷα τετρά‐ ποδα ἢ ἄλλο τι διοδεῦσαι καὶ παρελθεῖν ἢ τάχα μόνον πετεινὰ τὰ ὑπὸ τῶν ἰδίων πτερῶν κουφιζόμενα, οὕτω καὶ αἱ ἀκρόταται ἐντολαὶ
15τοῦ εὐαγγελίου καὶ «ἡ ὁδὸς» τοῦ θεοῦ «στενὴ καὶ τεθλιμμένη» ἐστὶ τοῖς ἀνθρώποις τοῦ κόσμου τούτου τοῖς μὴ μετέχουσι πνεύματος θεοῦ,
καὶ ἀδύνατον παρελθεῖν τινας (τουτέστιν ὑπηκόους εὑρεθῆναι καὶ ἀμώμους εἰς πάσας τὰς εὐαγγελικὰς ἐντολάς), ἐὰν μὴ πτέρυγας τοῦ ἁγίου πνεύματος κτήσωνται, καὶ τότε κουφιζόμενοι τῷ ἁγίῳ πνεύ‐78
20ματι εὐκόλως δύνανται διοδεῦσαι τὴν εὐαγγελικὴν «τῆς δικαιοσύνης ὁδόν», ἵνα «εἰς τὴν ζωὴν εἰσελθεῖν» καταξιωθῶσιν, καθὼς ὁ κύριος εἴρηκεν· ὅτι «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν», καὶ τότε γνώσονται ὅτι αἱ ἐντολαὶ Ἰησοῦ βαρεῖαι οὔκ εἰσιν, ὅταν πε‐ πτερωμένοι τῷ πνεύματι τῷ ἁγίῳ τὴν στενὴν τοῖς λοιποῖς ἀνθρώποις
25ὁδὸν οὗτοι ἐν κουφότητι πολλῇ καὶ εὐθυμίᾳ διοδεύωσιν· ἀδύνατον γὰρ χωρὶς τῶν ἁγίων πτερύγων τοῦ πνεύματος παρελθεῖν τινα τὴν προειρη‐ μένην ὁδόν (τουτέστι πάσας τὰς ἐντολὰς τοῦ κυρίου καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι), καὶ οὕτω καταξιωθῆναι εἰσελθεῖν εἰς τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.

16

.

2

Πολλοῖς δὲ καὶ ποικίλοις τρόποις τῆς χάριτος κατὰ προκοπὴν καὶ αὔξησιν καὶ χρονικῇ παρατάσει εἰς τὰ τέλεια μέτρα τῆς καθαρό‐ τητος ἡ χάρις τοῦ πνεύματος καταξιοῖ ἐλθεῖν ψυχὰς τὰς ὑπηκόους αὐτῇ κατὰ πάντα. ὃν τρόπον γάρ τινα τῶν ὀρνέων φοβούμενα τὰ ἐπὶ
5γῆς θηρία εἰς ἀκρότερον καὶ ὑψηλότερον μέρος ποιεῖται τὸν φωλεὸν ἢ ἐν στέγει ἢ ἐν δένδρῳ τινὶ ὑψηλῷ, καὶ αὐτὴ ἡ μήτηρ περιερχομένη φέρει τοῖς νεοσσοῖς τρυφερὰν τροφὴν καθὼς δύνανται ἐπιδέξασθαι διὰ τὸ ἔτι νήπια αὐτὰ εἶναι, εἶτα κατὰ καιρὸν στερεωτέραν προσφέρει τὴν τροφὴν κατὰ τὴν αὔξησιν τῆς ἡλικίας τῶν νεοσσῶν, ἅμα καὶ διδάσ‐
10κουσα αὐτὰ φυομένων καὶ αὐξανομένων τῶν πτερύγων γυμνάζεσθαι κατ’ ὀλίγον ἐν τῷ ἀέρι τὴν πτῆσιν καὶ μελετᾶν πρῶτον μὲν περὶ τὴν καλιάν, εἶτα περὶ τοὺς κλάδους τοῦ δένδρου ἀπὸ κλάδου εἰς κλάδον, ἔπειτα ὀλίγον μηκόθεν, ἕως οὗ ἀνδρωθῇ καὶ τὰ πτερὰ στερεοποιηθῇ, καὶ λοιπὸν ἀπὸ βουνοῦ εἰς βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος, εὐμαρῶς
15καὶ ἀκόπως ἐν ἀναπαύσει ἀνίπτανται—οὕτω καὶ τὰ τέκνα τοῦ θεοῦ,
ἅπερ γεννᾷ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῆς αὐτοῦ δυνάμεως, πρῶτον μὲν ἐν ταῖς ἀρχαῖς δίδωσι τροφὴν γάλακτος πνευματικήν, γλυκύτητος καὶ πόθου ἐπουρανίου μεστὴν ἐν τῇ καρδίᾳ· «γάλα» γὰρ «ὑμᾶς ἐπότισα», φησὶν ὁ ἀπόστολος, «καὶ οὐ βρῶμα», καὶ ὁ Πέτρος δὲ οὕτως ἔφη·79
20«ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε». εἶτα κατὰ προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς ἀνακαινιζομένης στερεω‐ τέραν τοῦ πνεύματος δίδωσι τροφήν, ἅμα τε καὶ αἱ τῆς χάριτος πτέρυγες (τουτέστιν ἡ δύναμις τοῦ πνεύματος) προκοπτούσης τε ἐν ἀγαθοῖς ἔργοις τῆς ψυχῆς αὐξάνονται ἐν αὐτῇ. εἶτα διδάσκει ἡ θεία χάρις (ἡ
25ἀγαθὴ καὶ ἐπουράνιος μήτηρ) τὴν διάνοιαν ἵπτασθαι πρῶτον μὲν περὶ τὴν νοσσιὰν τῆς καρδίας ἤτοι τῶν λογισμῶν (τουτέστιν ἀρεμ‐ βάστως κατὰ θεὸν εὔχεσθαι δυνάμει πνεύματος). εἶτα ὅσῳ τροφὴν στερεωτέραν τοῦ πνεύματος τῆς θεότητος λαμβάνει, τοσούτῳ καὶ ἵπτασθαι δύναται μειζόνως καὶ ἀνωτέρως ὑπὸ τοῦ πνεύματος ὁδηγου‐
30μένη καὶ διαβασταζομένη. ἐπὰν δὲ λοιπὸν ἀνδρωθῇ καὶ «εἰς μέτρον» ἔλθῃ τῆς πνευματικῆς «ἡλικίας», ἀπὸ βουνοῦ εἰς βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος (τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου εἰς τὸν ἄνω κόσμον καὶ ἀπὸ τοῦ αἰῶνος τούτου εἰς τὸν μακάριον καὶ ἄφθαρτον καὶ ἄπειρον αἰῶνα) εὐκόλως ὁ νοῦς ἵπταται ἐν πολλῇ ἀμεριμνίᾳ καὶ ἀναπαύσει
35ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος βασταζόμενος καὶ ὁδηγούμενος «εἰς ὀπτασίας καὶ ἀποκαλύψεις» μυστηρίων ἐπουρανίων καὶ εἰς θεω‐ ρίας πνευματικὰς ἀρρήτους, ἅσπερ γλῶσσα σαρκὸς λαλῆσαι οὐ δύνα‐ ται. λοιπὸν γὰρ τὰ τέκνα τοῦ θεοῦ ἀνώτερα καὶ ὑψηλότερα γίνονται τῆς κακίας ὑπὸ τοῦ πνεύματος δυναμωθέντα καὶ εἰς οὐρανοὺς τὴν
40δίαιταν ἔχοντα, μηκέτι φοβούμενα τὴν τῶν ἀκαθάρτων πνευμάτων ἀγριότητα. ὃν τρόπον τὰ νοσσία ἀνδρωθέντα καὶ τῶν πτερύγων τε‐ λείως αὐξηθέντων οὐκέτι δέδοικεν ἐπιβουλὴν θηρίων ἢ ἀνθρώπων διὰ τὸ ἐν τῷ ἀέρι ὡς ἐπὶ τὸ πλεῖστον τὴν δίαιταν αὐτῶν εἶναι, καὶ ὥσπερ οὐδεὶς ἀνθρώπων γινώσκει τὴν τῶν πτηνῶν ὁμιλίαν, οὕτω καὶ
45τὴν γλῶσσαν τοῦ πνεύματος οὐδεὶς ἀνθρώπων τῶν πεπληρωμένων
τοῦ πνεύματος «τοῦ κόσμου» ἐν δυνάμει γινώσκει ἢ μόνον οἱ τοῦ πνεύματος τῆς χάριτος υἱοὶ γινώσκουσι τὴν λαλιὰν τῆς μητρὸς αὐτῶν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος80

16

.

2

(50)

τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». ὥσπερ γὰρ βάρβαρος τοῖς ἀνθρώ‐ ποις ἡ τῶν χελιδόνων καὶ τῶν λοιπῶν πετεινῶν φωνή, οὕτω καὶ τοῖς σαρκικοῖς οἱ τῶν πνευματικῶν λόγοι βάρβαροί εἰσιν. ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς οἱ τῶν σαρκικῶν λόγοι ἤγουν «ἡ σοφία τοῦ κόσμου μωρία» ἐστὶ καὶ γνωρίζουσι μὲν αὐτοὺς ἀλλ’ ἀποστρέφονται ὡς ληρω‐
55δίας καὶ ματαιότητος κόσμου λόγους.

16

.

3

Ταῦτα πάντα διὰ τῶν φαινομένων πραγμάτων ἱστόρηταί μοι διά τε ὀρνέων καὶ ζῴων καὶ πάντων τῶν ὁρωμένων διὰ τὸ ἄλλως ῥηθῆναι τὰ πνευματικὰ ἢ ἑρμηνευθῆναι ἀδύνατον, καθὼς καὶ ὁ κύριος ἐν παραβολαῖς τὰ πλεῖστα ἐλάλησεν ὑποδείγματα ἐκ τῶν ὁρωμένων
5λαμβάνων «κόκκῳ σινάπεως» καὶ «ζύμῃ» καὶ «θησαυρῷ» τὴν βασιλείαν παρεικάζων· «ἀνοίξω» (γάρ φησιν) «ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύ‐ ξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». ἄρρητα γάρ ἐστι τὰ πνευ‐ ματικὰ μὴ δυνάμενα λόγῳ ἀνθρωπίνῳ φρασθῆναι, ἐὰν μὴ αὐτὸ τὸ πνεῦμα πείρᾳ καὶ ἐνεργείᾳ διδάξῃ τὴν ἀξίαν καὶ πιστὴν ψυχήν. τὴν
10γὰρ πνευματικὴν ἀναγέννησιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν ὡς δεῖ εἰπεῖν ἀδύνατόν ἐστι ῥηθῆναι ἢ μόνον πιστεύειν, ὅτι ταῦτα οὕτω ποιεῖ ὁ θεὸς τοῖς ἀνθρώποις τοῖς τὴν εὐάρεστον αὐτῷ ἐπανῃρημένοις πολιτείαν. οὕτως οὖν καὶ ἡ τῶν πνευματικῶν ὁμιλία βάρβαρός ἐστι τοῖς τοῦ κόσμου ἀνθρώποις. ὥσπερ γὰρ οἱ ἰχθύες τῆς θαλάσ‐
15σης πάντα τὰ ἐν αὐτῇ οἴδασι, τὰς τρίβους καὶ τὰ βάθη, καὶ οὐκ ἐγ‐ χωρεῖ ἄνθρωπον ἢ θηρία ἢ τὰ λοιπὰ ζῷα τὰ ἐκεῖ γνωρίσαι ἢ ἐγ‐ χρονίσαι ἐνταῦθα, ἐπεὶ ἀπόλλυνται πνιγέντα, οὕτως ἀδύνατόν ἐστι μὴ γεννηθέντα τινὰ ἐκ τοῦ ἁγίου πνεύματος ἐξ ἐκείνου τοῦ αἰῶνος τὰ ἐκεῖ γνωρίσαι ὡς ἔστι «καὶ τὰ βάθη τοῦ θεοῦ» καὶ τὰς τρίβους
20τοῦ πνεύματος τῆς βασιλείας εἰδέναι, εἰ μὴ οἱ ἐν αὐτῷ τῷ πνεύματι ἀναστρεφόμενοι καὶ ἐξ αὐτοῦ ζῶντες καὶ μετέχοντες καὶ ἐν αὐτῷ
περιπατοῦντες κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· οὐδεὶς ἔγνω «τὰ τοῦ θεοῦ» «εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». «ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύ‐81
25ματος αὐτοῦ», καὶ πάλιν φησίν· τὸ πνεῦμα «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ». οὕτως ἀδύνατον τῷ ἔχοντι «τὸ πνεῦμα τοῦ κόσμου» καὶ μὴ γεγεννημένῳ ἐν πνεύματι ἁγίῳ εἰδέναι τι ἐν πείρᾳ γνώσεως τῶν τοῦ πνεύματος ὡς ἐστίν, κἂν θέλωσιν ἐμβατεύειν, εἰκῇ φυσιοῦνται ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν. σοφίᾳ γὰρ κοσμικῇ ἐπερειδόμενοι καὶ
30οἰόμενοι δύνασθαι καταλαμβάνειν τῇ συνέσει αὐτῶν τὰ πνευματικὰ ἄνευ τῆς ἐπισκέψεως καὶ ἀποκαλύψεως τοῦ πνεύματος, ἐξαποροῦνται καὶ ἀπόλλυνται μὴ ἔχοντες θεμέλιον ἀληθῆ, (ὅς ἐστιν ὁ κύριος, δι’ οὗ οἱ ἄξιοι πᾶσαν πνευματικὴν γνῶσιν περιλαμβάνουσιν). εἰς ἀδηλό‐ τητα γάρ τινα καὶ εἰς φαντασίαν στοχασμῶν ὁ νοῦς αὐτῶν καταντᾷ
35διὰ τῆς ἰδίας συνέσεως καὶ ἰσχύος νομιζόντων πνευματικὴν καταλαμ‐ βάνειν γνῶσιν, ἀλλὰ κἂν πάσας τὰς γραφὰς ἀπὸ στόματος ἀπαγγέλλω‐ σιν, οὐκ οἴδασι τὴν δύναμιν ὧν λαλοῦσιν. ὥσπερ γὰρ παιδία διδασκό‐ μενα παρὰ διδασκάλῳ ἐκμανθάνει τὰ τῶν δεινῶν ῥητόρων διηγήματα καὶ τῷ μὲν στόματι ἀπαγγέλλουσι τοὺς λόγους τῶν σοφῶν, τὴν δὲ
40δύναμιν τῶν λόγων οὐκ ἴσασιν, οὐδὲ ἐπίστανται, τί ἀναγινώσκουσιν ἢ ἀπαγγέλλουσι διὰ τὴν νηπιότητα—οὕτω καὶ οἱ τὰς γραφὰς ἀπαγ‐ γέλλοντες καὶ μελετῶντες ἐὰν μὴ παρὰ πνευματικῶν ἀνδρῶν παρα‐ λάβωσι τὸν ἐγκείμενον ἀληθῆ νοῦν ἐν αὐταῖς καὶ ἐὰν μὴ ἔχωσιν ἐν ἑαυτοῖς τὴν ζῶσαν φωνὴν (τουτέστιν αὐτὴν τὴν θεϊκὴν δύναμιν τὴν
45ὑπαγορεύσασαν τὰς γραφάς), ὡς ἔδει ὠφεληθῆναι οὐκ ὠφελήθησαν. ἔτι γάρ εἰσιν ἐνδεδυμένοι «τὸν παλαιὸν ἄνθρωπον», τουτέστι «τὸ πνεῦμα τοῦ κόσμου» (ὅπερ ἐστὶν ὁ νόμος «τῆς ἁμαρτίας» ὁ ἀντιστρατευό‐ μενος «τῷ νόμῳ τοῦ νοός»). ὥσπερ δὲ ὁ μὴ γεννώμενος ἐν τῷ κόσμῳ τούτῳ οὐκ ἔστιν, ὅταν δὲ γεννηθῇ τότε ἔστιν εἰς τὸν αἰῶνα τοῦτον,

16

.

3

(50)

οὕτω καὶ ὁ μὴ ἐν πνεύματι ἁγίῳ γεννηθεὶς οὐκ ἔστιν εἰς τὸν αἰῶνα τοῦ πνεύματος οὔτε ἐκεῖ καταντῆσαι δύναται. ἐὰν μὴ οὖν τὸ νέον καὶ ἐπουράνιον γέννημα ἀπεντεῦθεν δέξηται (τουτέστιν ἐν τῷ αἰῶνι ἐκείνῳ ἐκ πνεύματος ἡ ψυχὴ γεννηθῇ κἀκεῖθεν τραφῇ καὶ αὐξηθῇ καὶ τελειωθῇ ἐν πνεύματι), εἰς ἐκεῖνον τὸν αἰῶνα οὐ καταντᾷ. οὕτω82
55γάρ εἰσι δεδογματισμένα τὰ δόγματα ὑπὸ τοῦ κυρίου καὶ οὕτως ηὐδόκησε καὶ ἀπεφήνατο· «ἐὰν μή τις ἀναγεννηθῇ ἄνωθεν», οὐ μὴ εἰσέλθῃ «εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· τὸ γὰρ γεννηθὲν «ἐκ πνεύ‐ ματος πνεῦμά ἐστιν», ὥσπερ καὶ «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν». ἠθέλησε γὰρ τὸ πνεῦμα τὸ ἅγιον συγκερασθῆναι τῇ
60ψυχῇ καὶ καθαρίσαι αὐτὴν ἀπὸ τοῦ πνεύματος τῆς ἁμαρτίας τοῦ ὄντος «ἐν τοῖς μέλεσιν» αὐτῆς καὶ γενέσθαι μετ’ αὐτῆς εἰς ἓν πνεῦμα, ἵνα νύμφην καθαρὰν καὶ ἄμωμον αὐτὴν ἑαυτῷ παραστήσῃ—Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν τὴν κατ’ εἰκόνα αὐτοῦ κτισθεῖσαν, τῷ λυτρωσαμένῳ αὐτὴν ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ μεταστή‐
65σαντι αὐτὴν εἰς τὴν βασιλείαν τοῦ φωτὸς τῆς ζωῆς.

16

.

4

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα γεννήσῃ ἡμᾶς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου καὶ λυτρώσηται ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» καὶ εἰσαγάγῃ εἰς κόσμον θεότητος τοῦ ἁγίου πνεύματος ἀπὸ τοῦ νῦν. μήπως ὁ θάνατος (ὅ ἐστιν «τὸ πνεῦμα τοῦ
5κόσμου», «τὸ φρόνημα τῆς σαρκὸς») κατάσχῃ ἡμᾶς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν καὶ γεέννῃ αἰωνίῳ παραδοθῶμεν καὶ τότε ἀνωφέλητα μετα‐ νοήσωμεν, ὅτι ἔχοντες καιρὸν οὐκ ᾐτήσαμεν λύτρωσιν καὶ ἔλεος παρ’ αὐτοῦ, καίπερ ἑτοίμως (ἐάν τις αἰτήσῃ καὶ ζητήσῃ καὶ κρούσῃ) τὰς ἰδίας ἐπαγγελίας φιλανθρώπως παρεχομένου· «πιστὸς γάρ» ἐστι καὶ
10ἀληθὴς «ὁ ἐπαγγειλάμενος» διδόναι τὴν ἑαυτοῦ χάριν καὶ τὴν ζωὴν τοῖς μετὰ πίστεως αἰτοῦσιν αὐτόν. προσδεξώμεθα τοίνυν ἀεὶ τὸν κύ‐ ριον, τὸν ἀληθινὸν ζωοποιόν, ὃς μόνος δύναται ἐλθὼν λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν ἐκ τῶν ἀοράτων ἐχθρῶν, τῶν παθῶν τῆς «ἀτιμίας», τὴν ἀναστροφὴν ἡμῶν ἄσπιλον καὶ ἄμωμον ἐν πάσαις ἀρεταῖς ποιού‐
15μενοι. μὴ γινώμεθα ὥσπερ αἱ πονηραὶ καὶ μίσανδροι γυναῖκες, αἵ‐ τινες ἐπὰν ἔλθῃ ὁ ἀνὴρ κεκοπιακὼς πρὸς τὸ ἀναπαῆναι ἐν τῷ οἴκῳ αὐτοῦ, αὐταὶ τοὺς οἴκους αὐτῶν καταλιμπάνουσαι ἀλλαχοῦ ἀπερχό‐ μεναι ῥέμβονται. πολὺ γὰρ βούλεται ἀναπαῆναι εἰς τὸν ἑαυτοῦ οἶκον, εἰς τὰ σώματα καὶ τὰς ψυχὰς ἡμῶν, αὐτὸς ὁ καλὸς καὶ μόνος ἀνὴρ83
20Χριστός, ὁ κεκοπιακὼς πολλὰ δι’ ἡμᾶς καὶ ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ αὐτοῦ αἵματι, κρούει ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν καὶ «μονὴν» παρ’ ἡμῖν ποιήσῃ, ἵνα μὴ μεμπταῖοι γενώμεθα· ὥσπερ ἐκεῖ ὀνειδίζει ὁ κύριος τῷ μὴ νίψαντι καὶ ἀλείψαντι «τοὺς πόδας» αὐτοῦ καὶ μὴ ἀναπαύσαντι
25αὐτόν, καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ κύριος· «ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις» «ἀνοίξῃ» μοι «εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπ‐ νήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ». τοιγαροῦν ἡμεῖς μακρύνομεν ἑαυτοὺς ἀπ’ αὐτοῦ μὴ κατὰ ἀλήθειαν ζητοῦντες αὐτόν· αὐτὸς γὰρ ἀεὶ ἐγγίζει ταῖς ψυχαῖς ἡμῶν κρούων καὶ ζητῶν εἰσελθεῖν καὶ ἀναπαῆναι
30ἐν ἡμῖν. διὰ τοῦτο γὰρ καὶ πολλὰ παθεῖν ὑπέμεινε δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἀγοράσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ σκότους, ἵνα ἐν ἑκάστῃ ψυχῇ εἰσελθὼν «μονὴν» ποιήσῃ καὶ ἀναπαῇ πολλὰ κεκοπιακὼς δι’ αὐτήν. τοῦτο ἐγένετο θέλημα τῆς εὐδοκίας αὐτοῦ, ἵνα ἔτι ὄντων ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν
35ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ. ἐκείνοις γὰρ τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπὸ τοῦ κυρίου πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου τοῦτό φησιν· «ξένος ἤμην καὶ οὐκ ἐδέξασθέ με, γυμνὸς καὶ οὐ περιεβά‐ λετέ με, ἠσθένησα καὶ οὐκ ἐπεσκέψασθέ με», «ἐπείνων καὶ οὐκ ἐδώ‐ κατέ μοι φαγεῖν, ἐδίψων καὶ οὐκ ἐποτίσατέ με», «ἐν φυλακῇ ἤμην
40καὶ οὐκ ἤλθατε πρός με». τοῦτο μὲν εἰς τὸ προφανὲς περὶ τῶν εὐ‐ ποιιῶν νοεῖται εἰς ἑαυτὸν τοῦ κυρίου ὑποδεχομένου τὴν εἰς τοὺς δούλους αὐτοῦ διακονίαν, τὸ δ’ ἀληθέστερον καὶ βαθύτερον κατὰ τὸν ἔσω ἄνθρωπον ἑκάστου νοεῖται· ἡ γὰρ ἀληθὴς τροφὴ αὐτοῦ καὶ ἡ πόσις
καὶ τὸ ἀμφίον καὶ ἡ στέγη καὶ ἡ ἀνάπαυσις αἱ ψυχαὶ ἡμῶν εἰσιν, ἵνα84
45δεξαμένη ἡ ψυχὴ τὸν κύριον ἐν ἑαυτῇ καὶ κοινωνήσασα τῷ πνεύματι αὐτοῦ γένηται μετ’ αὐτοῦ εἰς «ἓν πνεῦμα», καὶ ἀνακαινισμὸς καὶ ἀλ‐ λοίωσις τῆς καρδίας γένηται καὶ παθῶν κατάργησις καὶ σβέσις, ἐνέρ‐ γεια δὲ πνεύματος ἁγίου καὶ ἀρετῶν ἔργα ἐν ἡμῖν εὑρεθῇ. αὕτη ἐστὶν ἡ ἀληθὴς τοῦ κυρίου βρῶσις καὶ πόσις. πεινᾷ οὖν ὁ κύριος καὶ διψᾷ

16

.

4

(50)

τὰς ψυχὰς ἡμῶν καὶ ὥσπερ ξένος καὶ ἀσθενής ἐστιν ἐν ἡμῖν μηδέπω ἀναπαυσάμενος μηδὲ «μονὴν» ἔχων ἐν ταῖς ψυχαῖς ἡμῶν. ἀεὶ τοίνυν κρούει βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς καὶ ἀναπαῆναι καὶ πᾶσαν πρό‐ νοιαν ἡμῶν ποιεῖται ταύτης ἕνεκα τῆς ὑποθέσεως.

16

.

5

Δεξώμεθα τοίνυν αὐτὸν ἐν πίστει καὶ ἀγάπῃ πολλῇ καὶ εἰσαγάγωμεν αὐτὸν ἔνδον ἡμῶν καὶ ξενίσωμεν καὶ θρέψωμεν αὐτὸν καὶ ποτίσωμεν καὶ ἀμφιάσωμεν αὐτὰς τὰς προαιρέσεις ἡμῶν ἐξ ὅλου αὐτῷ ἐκδότους ἀποδόντες καὶ τῷ θελήματι τοῦ πνεύματος αὐτοῦ ἐξακολουθοῦντες,
5μᾶλλον δὲ τραφῶμεν καὶ ποτισθῶμεν τὸ πνεῦμα αὐτοῦ καὶ ἀμφιασθῶ‐ μεν αὐτὸν τὸν κύριον, αὐτὸς γάρ ἐστιν ἡ τροφὴ καὶ ἡ πόσις καὶ τὸ ἀμφίον ἡμῶν καὶ ὁ θησαυρὸς καὶ ἡ κληρονομία καὶ ἡ κτῆσις ἡμῶν καὶ ἡ ἀνάπαυσις καὶ ὁ οἶκος ἡμῶν καὶ τὸ πᾶν ἡ ζωὴ ἡ αἰώνιος αὐτὸς ἡμῶν ἐστιν, καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀνα‐
10παύσασα διὰ τῶν τῆς ἀρετῆς καρπῶν, μᾶλλον δὲ ἀναπαεῖσα καὶ ζήσασα ζωὴν πνεύματος, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρο‐ νομίαν οὐκ ἔχει καὶ εἰς τὴν ἐπουράνιον πόλιν τῶν «πρωτοτόκων» εἰσελ‐ θεῖν οὐ δύναται. εἰ γὰρ ἐν τῇ συκῇ ἐλθὼν ὁ κύριος τραφῆναι καὶ μὴ εὑρὼν καρπὸν ἐν αὐτῇ τιμωρίαν αὐτῇ κατεδίκασε καὶ παραχρῆμα
15ἐξηράνθη («μηκέτι» γάρ φησιν «ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα»), πόσῳ μᾶλλον ψυχῆς, ἧς μὴ εὑρίσκεται καρπὸς προαιρέσεως καὶ τρό‐ ποι εὐθύτητος πρὸς βρῶσιν τοῦ κυρίου, τί πάθῃ ἢ ποίαν τιμωρίαν ὑποστῇ εἰπεῖν οὐκ ἔστιν· αἰώνιος γάρ ἐστιν, ὥς φησιν ὁ ἀπόστολος· «εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παρά‐
20βασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκ‐ φευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας»; καρπὸν τοίνυν ἀγα‐ θὸν παρ’ ἡμῶν ζητεῖ ὁ κύριος τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν καὶ ὅλον
τὸ θέλημα ἡμῶν τὸ ἐξ ὅλης ψυχῆς αὐτὸν ἀγαπῆσαι, ἵνα λαβὼν ὥσπερ καλὸν βρῶμα τὰς ἀρετὰς τῶν ψυχῶν ἡμῶν καρποὺς ἐν ἡμῖν ἀτρέπτους85
25καὶ ἀληθινοὺς ποιήσῃ φέρειν τοῦ πνεύματος θεϊκοὺς καὶ ζωῆς αἰωνίου μεστούς. ὥσπερ γὰρ «οὐκ ἦν» ἐκεῖ «καιρὸς σύκων» καὶ ἐζητήθη καρπὸς ἐν αὐτῇ, οὕτω καὶ ἐνταῦθα πρὸ τῆς τοῦ πνεύματος κοινωνίας ἔρχεται ὁ κύριος ζητῶν καρπὸν ἀγαθῆς προαιρέσεως παρὰ τῆς ψυχῆς. ἐκεῖ μὲν γὰρ εἰς τὸ προφανὲς ἐν τῷ Ἰσραὴλ νοεῖται, ὅτι «καρπὸν ἄξιον»
30τῷ κυρίῳ οὐκ ἔδωκαν μὴ πιστεύσαντες αὐτῷ. ἐν ἑκάστῃ δὲ ψυχῇ τοῦτο σημαίνει, ὅτι πρὸ τῆς ἐνεργείας τῆς χάριτος καὶ πρὸ τοῦ τοὺς καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν ζητεῖ ὁ κύριος καρπόν τινα ἴδιον αὐτῆς τῆς ψυχῆς, αὐτὸ τὸ θέλημα καὶ τὴν προαίρεσιν καὶ πίστιν καὶ ἀγάπην ὅλην αὐτῷ ἀποδοῦναι καὶ ὅση δύναμίς ἐστιν ἀγα‐
35θῶν ἔργων ἐπιτηδειότητα, ἤτοι ἔνδοθεν ἢ ἔξωθεν. ταῦτα παρ’ ἡμῶν ὁ κύριος ἐπιζητεῖ καὶ τὴν πρὸς αὐτὸν ἀδιάλειπτον ζήτησιν καὶ ὅταν ἴδῃ τὴν τοιαύτην τῆς ψυχῆς ἀγαθὴν προαίρεσιν καὶ ὀρθὴν πρὸς κύριον ζήτησιν, τότε δίδωσιν αὐτῇ τὴν χάριν ἐρχόμενος καὶ κατοικῶν ἐν ἡμῖν, καὶ τότε καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν καταξιοῖ
40εἰς καιρὸν σύκων ὥριμον γενομένην. ἐν ἑκάστῃ γὰρ ψυχῇ περιέρχε‐ ται ὁ κύριος ζητῶν καρπὸν τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν αὐτῇ, ὑπὲρ πάντων γὰρ ἀπέθανεν καὶ πᾶν γένος Ἀδὰμ ἠγόρασεν τῷ ἰδίῳ θανάτῳ. πᾶσα οὖν ψυχὴ χρεωστεῖ ἀποθανεῖν ἑαυτῇ καὶ αὐτῷ ζῆσαι καὶ δέξα‐ σθαι αὐτὸν καὶ καταρτίσαι καὶ ἑτοιμάσαι οἶκον ἑαυτὴν καὶ τὸ σῶμα
45αὐτῆς τῷ κυρίῳ, ἵνα εἰσελθὼν καὶ ἀνάπαυσιν εὑρὼν ἐν τοῖς ἀγαθοῖς τῆς προαιρέσεως ἡμῶν τρόποις καὶ τραφεὶς καὶ ποτισθεὶς καὶ ἀμφι‐ ασθεὶς καὶ ἀναπαεὶς ἐν ταῖς ἀρεταῖς τῆς ψυχῆς ἡμῶν ἐρῇ ἡμῖν τότε· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασ‐ μένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώ‐

16

.

5

(50)

κατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς.

16

.

6

Ἔχοντες τοίνυν τοιαύτην προσδοκίαν καὶ τοιαύτην ἐλπίδα τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι τὸν κύριον εἰς τὰς ψυχὰς ἡμῶν, μᾶλλον δὲ
ἀναπαῆναι τὰς ψυχὰς ἡμῶν ἐν τῷ κυρίῳ, πᾶν ὃ βλέπεις ἐν τῷ κόσμῳ τούτῳ γινόμενον νοερῷ ὀφθαλμῷ καὶ ἀγαθῇ προαιρέσει εἰς τὴν πνευ‐86
5ματικὴν ὠφέλειαν μεταβάλλειν ὀφείλεις. οἷον ἐὰν ἴδῃς πλοῦτον ἐπί‐ γειον, σὺ τὸν πνευματικὸν πλοῦτον ἐννοῶν ἐπιθύμει. ἐὰν ἴδῃς χαρὰν ἐν κόσμῳ καὶ ἑορτὰς γινομένας, εἰπὲ πρὸς ἑαυτόν· πότε καταξιωθῇ ἡ ψυχή μου ἑορτάσαι τὴν πνευματικὴν τῆς χάριτος ἑορτὴν καὶ μετὰ ἁγίων ἀγγέλων καὶ μετὰ οὐρανίων δυνάμεων τὸν ἔσω μου ἄνθρωπον
10ἐγκαταλλαγῆναι; καὶ πάντα τὰ τούτῳ τῷ τρόπῳ ἐχόμενα προσέχων τοῖς φαινομένοις σὺ τὴν τῶν ἀφθάρτων καὶ ἀοράτων ἐπιθυμίαν λάμ‐ βανε, ἵνα καὶ ἀπ’ αὐτῶν τῶν ὁρωμένων οὐ βλάβος ἀλλὰ μᾶλλον ὠφέ‐ λειαν καρπώσῃ, ἐὰν ἀοράτῳ καὶ νοερῷ ὀφθαλμῷ τὴν διάνοιαν εὐθύνῃς, ἐκ τῶν ὁρωμένων πραγμάτων τὴν τῶν ἐπουρανίων ἀγαθῶν κατανόησιν
15λαμβάνων. {{Σπουδάσωμεν τοίνυν ἐν πᾶσιν εὐαρεστοῦντες τῷ κυρίῳ καὶ τὴν προσδοκίαν τῆς χάριτος ἐν πίστει ἀδιαλείπτῳ ἔχοντες, ἐν ἀγαθοῖς τρόποις ἀναστρεφόμενοι ἐξ ὅλης καρδίας πιστεῦσαι ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις (ὅτι ἀληθής ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ ἀγα‐ πῆσαι αὐτὸν καὶ σπουδάσαι παντοίως ἐν πάσῃ ἀρετῇ καὶ αἰτήσει ἐπι‐
20μόνως καὶ ἐνδελεχῶς δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ, ὁλοκλήρως καὶ τελείως, ἵνα ζῳοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν ὡς ἔτι ἐν σαρκί ἐσμεν. ἐὰν γὰρ μὴ ἐν τῷ κόσμῳ τούτῳ ἡ ψυχὴ δέξηται τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως καὶ κοινω‐ νὸς θείας φύσεως γένηται ἀνακερασθεῖσα τῇ χάριτι, δι’ ἧς πᾶσαν
25ἐντολὴν ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστι τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἐκτήσατο ἀγαθόν, αὐτὸ «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» ἔσται αὐτῷ ζωή.}}

16

.

7

Σπουδάσωμεν τοίνυν ἐν ἀδιστάκτῳ πίστει δεόμενοι τοῦ κυρίου τυχεῖν τῆς ἐπαγγελίας «τοῦ πνεύματος», ὅπερ ἐστὶ ζῳοποίησις ψυχῆς. εἰ γὰρ ὁ προσαίτης οὗτος διὰ τὸν σωματικὸν ἄρτον ἀναιδεύεται κρούων τὴν θύραν καὶ αἰτῶν καὶ ἐὰν μὴ λάβῃ ἐνδότερον εἰσέρχεται
5καὶ ἀναιδεστέρως αἰτεῖ ἄρτον ἢ ἔνδυμα ἢ ὑπόδημα εἰς ἀνάπαυσιν τοῦ σώματος αὐτοῦ καὶ ἕως οὗ λάβῃ οὐκ ἀφίσταται κἂν διώκωσιν αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀληθινὸν καὶ ἐπουράνιον ἄρτον
ζητοῦντες λαβεῖν εἰς δυνάμωσιν ψυχῆς καὶ τὰ οὐράνια τοῦ φωτὸς ἐνδύματα ἐνδύσασθαι ἐπιποθοῦντες καὶ τὰ νοερὰ ὑποδήματα τοῦ87
10πνεύματος ὑποδήσασθαι ἐπιθυμοῦντες εἰς ἀνάπαυσιν ἀθανάτου ψυχῆς. πῶς ὀφείλομεν ἀπερικακήτως καὶ ἐνδελεχῶς μετὰ πίστεως καὶ ἀγάπης καὶ μακροθυμεῖν ἀεὶ καὶ κρούειν τὴν πνευματικὴν θύραν τοῦ θεοῦ καὶ αἰτεῖν ἐν πάσῃ ὑπομονῇ ἀξιωθῆναι ἡμᾶς τῆς αἰωνίου ζωῆς, καθὼς καὶ ὁ κύριος «παραβολὴν» ἔλεγε «πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι
15καὶ μὴ ἐκκακεῖν» καὶ διεξελθὼν τὸν λόγον ἐπάγει λέγων· πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν» «τῶν βοώντων» πρὸς αὐτὸν «νυκτὸς καὶ ἡμέρας», καὶ πάλιν περὶ τοῦ φίλου λέγων· κἂν «διὰ τὸ φίλον εἶναι» «οὐ δώσει αὐτῷ», «διά γε τὴν ἀναίδειαν αὐτοῦ» ἀναστὰς «δώσει αὐτῷ ὅσων χρῄζει» καὶ ἐπιφέρει· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε,
20καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμ‐ βάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν». διὰ τοῦτο πάντοτε αἰτεῖν
25ἀπερικακήτως καὶ ἐπιμόνως παραινεῖ ἡμῖν ὁ κύριος καὶ ζητεῖν καὶ κρούειν πάντοτε· τοῖς γὰρ αἰτοῦσι καὶ ζητοῦσι καὶ κρούουσιν ἐπηγγεί‐ λατο δοῦναι, οὐ τοῖς οὐκ αἰτοῦσιν· αἰτούμενος γὰρ καὶ παρακαλού‐ μενος καὶ ἀγαπώμενος θέλει δοῦναι ἡμῖν τὴν αἰώνιον ζωήν.

16

.

8

Προσέλθωμεν αὐτῷ τοίνυν, τῇ πνευματικῇ θύρᾳ, καὶ κρούσωμεν, ἵνα ἀνοίξῃ ἡμῖν, αἰτήσωμεν αὐτόν, τὸν ἄρτον τῆς ζωῆς, εἴπωμεν αὐτῷ· δός μοι, κύριε, ἄρτον τῆς ζωῆς, ἵνα ζήσω, ὅτι λιμῷ κακίας δεινῶς συνεχό‐ μενος ἀπόλλυμαι. δός μοι ἀμφίον τοῦ φωτὸς τῆς σωτηρίας, ἵνα καλύψω
5τὴν ἀσχημοσύνην τῆς ψυχῆς μου, ὅτι γυμνὸς ὢν τῆς δυνάμεως τοῦ πνεύματός σου αἰσχρῶς τοῖς πάθεσιν ἀσχημονῶ. καὶ ἐὰν ἐρῇ σοι· εἶχες ἀμφίον, τί αὐτὸ πεποίηκας; ἀποκρίθητι λέγων· «λῃσταῖς» περι‐
έπεσα καὶ γυμνώσαντές με ἀφῆκαν «ἡμιθανῆ» καὶ «ἐκδύσαντες» ἦραν αὐτὸ ἀπ’ ἐμοῦ. δός μοι ὑποδήματα πνευματικά, ὅτι τοῖς νοεροῖς ποσὶν88
10ἀκάνθαις περιπείρομαι καὶ τριβόλοις ἐν ἐρημίᾳ μου πελαζομένου περι‐ πατῆσαι οὐ δύναμαι. δός μοι βλέψιν καρδίας, ἵνα ἀναβλέψω, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅτι ἐτύφλωσάν με οἱ ἀόρατοι ἐχθροί μου καλύμματι σκότους καλύψαντες καὶ οὐ δύναμαι ἐνορᾶν σου τὸ οὐράνιον καὶ ἐπιθυμητὸν πρόσωπον. δός μοι ἀκοὴν πνευματικήν, ὅτι
15κεκώφωμαι τῇ διανοίᾳ καὶ ἀκούειν σου οὐ δύναμαι τῆς ἡδείας καὶ χρηστῆς ὁμιλίας. δός μοι «ἔλαιον ἀγαλλιάσεως» καὶ οἶνον εὐφροσύνης πνευματικῆς, ἵνα ἐπιθῶ εἰς τὰ τραύματά μου καὶ ἀναψύξαι δυνηθῶ. ἴασαί με καὶ ὑγιῆ με ποίησον, ὅτι «ἡμιθανῆ» με ποιήσαντες οἱ ἐχθροί μου καὶ χαλεποὶ λῃσταὶ ἀφῆκαν με κατακεῖσθαι. μακαρία ἡ ψυχὴ
20ἡ ἀπερικακήτως ἀεὶ αἰτοῦσα καὶ παραμόνως καὶ πιστῶς ὡς πτωχὴ καὶ τετραυματισμένη, ὅτι λήψεται τὰ αἰτήματα αὐτῆς καὶ τεύξεται τῆς αἰωνίου ἰάσεως καὶ θεραπείας καὶ ἐκδικηθήσεται ἐκ τῶν ἐχθρῶν αὐτῆς τῶν παθῶν τῆς «ἁμαρτίας»· «πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος» θεός, ὃς καὶ παράσχοι τὰ αἰτήματα ἡμῶν. Δόξα τῇ ἀγαθότητι αὐτοῦ.

16

.

9

Ὥσπερ γὰρ ἐν πόλει ἄρχων προέρχεται πεπικραμένος κατὰ τῶν κα‐ κοποιῶν καὶ ἐπιβούλων, καὶ ἐὰν προσέλθῃ αὐτῷ τις συληθεὶς ὑπὸ λῃστῶν ἢ κλεπτῶν καὶ εἴπῃ· δέομαι τῆς σῆς βοηθείας, ὁ ἐχθρός μου ἥρπασέ με καὶ ἐσύλησε καὶ ἐτραυμάτισέ με καὶ τάδε καὶ τάδε μοι
5πέπραχε, καὶ καθεζόμενος ἐπὶ τοῦ βήματος ὁ ἄρχων εὐθέως ἀναζητεῖ τὸν ἐχθρὸν καὶ κακοποιὸν καὶ εὑρὼν βασάνοις καὶ τιμωρίαις αἰκίζει— οὕτω καὶ δύνανται οἱ ἄνθρωποι βοηθείας τῆς ἄνωθεν καὶ ἐκδικήσεως τυχεῖν προσελθόντες καὶ ἐντυχόντες τῷ κυρίῳ καὶ παρακαλοῦντες παραμόνως. αὐτὸς γὰρ δύναται καὶ τὴν νοερὰν γῆν τῆς ψυχῆς τὴν
10ὑπὸ τὴν θάλασσαν τῶν παθῶν τῆς πικρίας τοῦ σκότους τῶν πονηρῶν δυνάμεων τυγχάνουσαν κουφίσαι καὶ ἄνωθεν τῆς θαλάσσης ποιῆσαι εἶναι, τῆς ψυχῆς μέντοι πιστευούσης ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ ἀγα‐
πώσης καὶ ἐπικαλουμένης αὐτὸν ἐν ἀληθείᾳ καὶ προσδοκώσης ἀεὶ τὴν διὰ τοῦ πνεύματος λύτρωσιν τῶν παθῶν παντελῆ ἐν αὐτῇ γενέσθαι89
15διὰ τὴν ἄπειρον ἀγάπην αὐτοῦ.
Δόξα τῇ μεγαλειότητι αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.90

17

.

1

Οἱ «ἐπὶ τὴν ἄμμον» τὴν οἰκοδομὴν τῆς ἑαυτῶν καρδίας ποιούμενοι καὶ οἱ ἐπὶ τὴν πετρώδη τῆς σκληρᾶς καρδίας γῆν τὸν σπόρον τοῦ λόγου δεξάμενοι ἀληθινὸν «θεμέλιον» ἐν ἑαυτοῖς οὐ κέκτηνται οὔτε πειρασμοὺς θλίψεων τοῦ πονηροῦ ὑπομένειν δύνανται, ἀλλ’ ἀνυπομο‐
5νήτως πάσας τὰς ἐπερχομένας αὐτοῖς θλίψεις φέρουσι, μὴ δυνάμενοι ὑποφέρειν τὰς ἐπαναστάσεις καὶ τοὺς πειρασμοὺς τῶν πονηρῶν πνευ‐ μάτων τοὺς διὰ τὴν ζήτησιν τῆς βασιλείας αὐτοῖς ἐπερχομένους. αἱ γὰρ τῶν τοιούτων προαιρέσεις τοιαῦταί εἰσιν· ἐὰν μή (φησίν) εὐθέως προσλάβω τὴν χάριν τοῦ πνεύματος,
10ἀπέρχομαι, ἀδυνάτως ἔχω παραμένειν, οὐ δύναμαι μακροθυμῆσαι χρόνοις πολλοῖς· εἰ δὲ λάβω, τότε παραμενῶ. οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ προευτρεπίσας ἑαυτὸν εἰς αὐτὸ τοῦτο.91
15μὴ γὰρ μετὰ τὴν μετάληψιν τῆς χάριτος οὐκέτι πόλεμος, οὐκέτι θλῖψις, οὐκέτι κλύδωνες τοῦ πονηροῦ ἐπεγείρονται; τότε πλείονες δοκιμασίαι, τότε μεγάλοι ἱδρῶτες, τότε μεγάλαι ἐπαναστάσεις. κατὰ γὰρ τὴν τῆς ψυχῆς ἐν χάριτι προκοπὴν τοσοῦτον καὶ οἱ πειρασμοὶ τοῦ πονηροῦ ἐπανίστανται, καὶ τοσοῦτον ἐπαφίεται ἡ τῆς κακίας δύ‐
20ναμις πειράσαι τὴν ψυχήν, καθόσον δυνατῶς ἔχει τοῦ ὑπομεῖναι. οἱ γὰρ προειρημένοι ὡς ἐπὶ μισθῷ δουλεύειν προσῆλθον τῷ κυρίῳ, ὡς ἀλλότριοι καὶ ξένοι, καὶ οὐχ ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι εὐαρεστεῖν καὶ πονεῖν ἐν τῇ δεσποτικῇ οἰκίᾳ προῄρηνται. οὗτοι καὶ μήπω ἐργασάμενοι μισθὸν ἀπαιτοῦσιν, δέον ὡς χρεῶσται καὶ εὐνόητοι καὶ πιστοὶ δοῦλοι
25τοῦ κυρίου αὐτῶν καὶ ἑκόντας καὶ ἄκοντας ἑαυτοὺς ἄγχειν εἰς τὴν ἀγαθὴν καὶ καλὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ δουλείαν καὶ πᾶσαν εὐαρέστησιν τοῦ θεοῦ τὴν ἀδιάλειπτον εἴτε λαμβάνοντας ἤδη τι δόμα παρ’ αὐτοῦ, εἴτε μηδέπω λαμβάνοντας, καὶ δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ’ ἐμοῦ πᾶσα
30εὔνοια τοῦ δουλεύειν καὶ εὐαρεστεῖν πάντοτε, καὶ εἴτε δίδωσί μοι τὴν χάριν τοῦ πνεύματος αὐτοῦ, εἴτε οὐδέπω δίδωσιν, οὐκ ἀφίημί μου τὸν δρόμον καὶ τὴν διακονίαν ὅσον τὸ ἐν ἐμοὶ δυνατόν, καὶ τῆς ἐλπίδος τοῦ κυρίου μου οὐκ ἐξίσταμαι (ἀληθὴς γάρ ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ πάντοτε92
35αὐτῷ εὐχαριστεῖν ὑπὲρ ὧν ἤδη κεχάρισται, αὐτοῦ εἶναί με καὶ ὑπ’ αὐτοῦ οἰκονομεῖσθαι καὶ πάσης προνοίας αὐτοῦ καταξιοῦσθαι καὶ εἰς ταύτην τὴν διαγωγὴν καὶ τὸν βίον τοῦτον τῆς ἀσκήσεως ἐλθεῖν με δι’ αὐτοῦ. δυνατός ἐστι καὶ τῆς χάριτος αὐτοῦ πληρῶσαί με («πιστὸς γάρ» ἐστι καὶ ἀληθὴς) καὶ ἃ ἐπήγγελται παρέχει ἐμοῦ εἰς τέλος μακροθυμοῦντος
40ἐν πίστει καὶ ἐν πάσαις ἀρεταῖς ὅση δύναμις ἀναστρεφομένου. ἔτι δὲ καὶ τοῦτο λογισάμενος· τίς γάρ εἰμι ἐγὼ καὶ ποίας ἀξίας τυγχάνω, ὅτι κἂν τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ’ ἐμοί, ἀχρείου μου κατὰ πάντα τυγχάνοντος; παραμείνας οὖν καὶ εὐαρεστήσας
45προθύμως εἰς τέλος ἐν πάσῃ σπουδῇ καὶ δουλεύσας αὐτῷ ἐν πάσαις ἀρεταῖς χρηστὸς ὢν καὶ δίκαιος ὁτεδήποτε ποιεῖ τὰς ἐπαγγελίας αὐτοῦ, ὅτι ἀψευδὴς τυγχάνει· εἰ δὲ καὶ γεέννῃ βούλεταί με παραδοῦναι διὰ τὰς ἁμαρτίας μου τοῦ κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτὸν

17

.

1

(50)

καὶ τῆς πρὸς αὐτὸν ἀγάπης οὐκ ἐξίσταμαι, ὡς καὶ ὁ μακάριος Ἰώβ φησιν· καὶ ἐὰν ἀποκτενῇς με, οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος ὡς δοῦλος πιστὸς καὶ οἰκονόμος ἀγαθὸς καὶ μόνῳ τῷ ἑαυτοῦ δεσπότῃ εὔνοιαν ἐνδειξάμενος, πολλὰ πονέσας καὶ θλιβεὶς καὶ τῆς ἀγαθῆς δια‐93
55κονίας ἐν πάσαις ἀρεταῖς μηδὲν ἐλλείψας, δίκαιος καὶ ὅσιος ὢν κληρονόμος τῆς ζωῆς γίνεται, ὅτι οὐχ ὡς ἐπὶ μισθῷ προσῆλθε δουλεύειν καὶ εὐαρεστεῖν, ἀλλ’ ἑαυτὸν εἰς τέλος ἐξέδωκε προθύμως εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι τῷ ἑαυτοῦ δεσπότῃ, καὶ διὰ τοῦτο τῆς υἱοθεσίας τοῦ πνεύματος τυχεῖν καταξιοῦται
60καὶ κληρονόμος τῆς βασιλείας γίνεται. «ὁ ποιμὴν» (γάρ φησιν) «ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων» (τουτέστιν ὁ ὑπὲρ τῆς βασιλείας ἀγωνιζόμενος καὶ τὴν ἑαυτοῦ ψυχὴν περιποιούμενος), ἕως θανάτου ἑαυτὸν ἐκδίδωσιν, «ὁ δὲ μισθωτὸς καὶ μὴ ὢν ποιμήν», ἐπὰν ἴδῃ «τὸν λύκον ἐρχόμενον» (τουτέστι θλίψεις καὶ πειρασμούς), ἀφίστα‐
65ται «καὶ φεύγει» τῆς τοῦ θεοῦ λατρείας καὶ παραφυλακῆς τῆς καρδίας αὐτοῦ περὶ τὰς ἁγίας ἐντολάς.

17

.

2

Σπουδάσωμεν τοίνυν ἐν ἐλπίδι καὶ πίστει καὶ πάσῃ ὑπομονῇ τελεί‐ ους ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι ἐν πάσαις ἐντολαῖς ἐνεχόμενοι καὶ παντὶ πρόπῳ ἀγαθῷ καταρτιζόμενοι, καὶ αὐτὸς τὰς ἰδίας ἐπαγγελίας τάχιον ποιεῖ μεθ’ ἡμῶν (ἀψευδὴς γάρ ἐστιν), μόνον ἡμεῖς ὡς πιστοὶ
5καὶ οἰκεῖοι δοῦλοι τὴν ἐξ αὐτεξουσίου προαιρέσεως πᾶσαν εὐαρέστησιν ἐν σπουδῇ ἀδιαλείπτῳ ἐπιτελέσωμεν καὶ οὕτω τῆς χάριτος καταξιω‐ θέντες καὶ θεμέλιον ἀληθῆ ἐν τῇ ἑαυτῶν καρδίᾳ τὴν δύναμιν τοῦ πνεύματος κτησάμενοι πάντας πειρασμοὺς καὶ θλίψεις ὑπομένειν δυ‐ νησόμεθα, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες τῶν
10αἰωνίων ἀγαθῶν ἄξιοι γενησόμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.94

18

.

1

Ὁ τὸν οἰκοδεσπότην ἰδὼν καὶ εὑρὼν πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ εἶδε καὶ εὗρεν. τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν κύριον ζητῶν καὶ εὑρίσκων πάντα τὰ ἐπουράνια ἀγαθὰ εὗρεν· ἐν αὐτῷ γάρ «εἰσι πάντες οἱ θη‐ σαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» οἱ «ἀπόκρυφοι». τί οὖν ἐροῦμεν·
5ποῦ ἐστιν ὁ θεὸς ὁ μὴ ὁρώμενος; ἆρα ἐπὶ γῆς; ἆρα ἐν οὐρανοῖς; ἆρα ὑπὸ τὴν θάλασσαν; ἆρα ὑπὸ τὴν γῆν; τίς δύναται αὐτὸν κρατῆσαι ἢ ἰδεῖν; οὐδὲ ἓν τῶν κτισμάτων. ψυχῇ πιστῇ καὶ ἀγαπώσῃ αὐτὸν κρατητὸν ἑαυτὸν παρέσχεν, «οὕτως ἠγάπησε» τὸ κτίσμα τοῦτο, τὴν ψυχήν. ὡσαύ‐ τως πάλιν ψυχὴν τίς δύναται ἰδεῖν ἢ κρατῆσαι; ἢ ποία ἐστίν; οὐ φαίνεται.
10αὐτὸς ὁ ἄνθρωπος ἑαυτὸν οὐ γινώσκει, ἕως οὗ ὁ κύριος αὐτῷ ἀποκαλύψει. ποῦ γὰρ οὐκ ἔστι τοῖς λογισμοῖς; καθώς φησιν ἡ Σοφία· «ἄβυσσον καὶ καρδίαν τίς ἐξερευνήσει»; καὶ πάλιν ὁ ψαλμῳδός φησίν· «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται». μόνος οὖν ὁ θεὸς συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς δύναται καὶ κρατῆσαι αὐτὴν εἰς τὸ ἴδιον θέλημα.
15ψυχὴ οὖν θεὸν κρατεῖ (ὡς προείρηται) τῇ ἀγάπῃ αὐτῆς· ἑαυτὸν γὰρ κρατητὸν ψυχῇ πιστῇ ὁ κύριος θελήσας ἐποίησε καὶ θεὸς ψυχὴν κρατεῖ
εἰς ἑαυτὸν καὶ τοὺς λογισμοὺς πάντας εὐθύνει καὶ ὁδηγεῖ, καὶ χωρίζει τὸ μεμιγμένον ἀλλότριον αὐτῆς ἐγκόσμιον πνεῦμα. ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶν γένος ἀνθρώπων εἰς τὴν φύσιν αὐτῶν (τὴν95
20ψυχὴν καὶ τὸ σῶμα) ἐδέξαντο φάρμακον πικρὸν θανάτου, σκότους, ἁμαρτίας, ἐξαμαρτάνειν προτρεπόμενον, καὶ ποῦτο οὐδεὶς δύναται θε‐ ραπεῦσαι καὶ ἐξελέσθαι καὶ ἰάσασθαι τὴν ἀνθρωπότητα καὶ φονεῦσαι τὸν φονέα ἡμῶν, ἢ μόνον τὸ τοῦ θεοῦ πνεῦμα· ἰδού (γάρ φησιν) «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἐπειδὴ οὖν οἶδε
25τὸ κακὸν τὸ συνὸν τῷ ἀνθρώπῳ, τίς δύναται μόνος φονεῦσαι αὐτό, χαυνοῖ καὶ ἐξυδαροῖ τὸν νοῦν ἐπὶ κοσμικά τινα πράγματα προτρεπό‐ μενον ἢ καί τινα ἕτερα εὔλογα, μόνον ἵνα ἐκκλίνῃ αὐτὸν ἐξ ἐκείνης τῆς ζητήσεως καὶ ἐξ ἐκείνου τοῦ πόνου. οἶδε γὰρ ὅτι, ἐὰν ἐκεῖνο ζητῇ, ὃ φονεύσει αὐτόν, ἀπολεῖται ταχέως. λοιπὸν οὖν παντὶ τρόπῳ ἀγωνί‐
30ζεται ἐξυδαροῦν τὴν προαίρεσιν καὶ συμβουλίας εὐλογοφανεῖς ὑπο‐ σπείρειν, μόνον ἵνα ἐκεῖθεν ἀποσπάσῃ καὶ ἐκκλίνῃ καὶ μετεωρίσῃ τοῦ μὴ ζητεῖν τὸ φονεῦον τὴν ἁμαρτίαν. ἡμεῖς τοίνυν, ἀγαπητοί, πάντοτε τὸν σκοπὸν ἡμῶν καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον ἐκεῖ ἔχωμεν μηδεμίαν ὥραν διδόντες ἑαυτοῖς ἄνεσιν καὶ μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ
35πράγματι ὑπακούσωμεν ταῖς συμβουλίαις αὐτοῦ, ὅπως ἐκείνη ἡ πνευ‐ ματικὴ καὶ ἐνυπόστατος ἐργασία γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἐν ἡμῖν κακίαν. λόγοι γὰρ μύριοι οὐδὲν ὠφελοῦσιν, ἐργασίας πνευμα‐ τικῆς χρεία ἐνυποστάτου. ἄλλος γάρ ἐστιν ὁ λόγον ἀκούων καὶ χα‐ ροποιούμενος καὶ ἄλλος ὁ ἐνέργειαν θείας δυνάμεως αἰσθανόμενος ἐν
40ἑαυτῷ, δι’ οὗ ἀποκτέννεται ἡ ἁμαρτία. ἄλλος οὗτος καὶ ἄλλος ἐκεῖνος. κἀκεῖνο μὲν καλόν, ἀλλ’ ὁ δυνάμεως θείας 〈ἐνέργειαν〉 αἰσθανόμενος οὗτος ἐγγίζει καὶ κοινωνεῖ φύσει θείᾳ κατὰ τὸ γεγραμμένον· ὅπως «γένησθε φύσεως θείας κοινωνοί», καὶ «σπέρμα» θεοῦ ἔχων ἐν ἑαυτῷ «πνεύματος ἁγίου» μέτοχος τυγχάνει, ὥσπερ υἱὸς ὢν ἤδη
45«τῆς ἀληθείας».

18

.

2

Μόνος οὖν ὁ θεὸς δύναται κρατῆσαι τὴν ψυχὴν καὶ συναγαγεῖν τοὺς
λογισμοὺς αὐτῆς (καθὼς προλαβόντες ἀνωτέρω εἰρήκαμεν), ἄλλῳ δὲ τοῦτο ποιῆσαι ἀδύνατον. ποῦ οὖν ἐστιν ἡ ψυχή; ἰδοὺ γὰρ ὅλη ἐν τῷ σώματί ἐστι καὶ ὅλη ἔξω τοῦ σώματός ἐστιν, νοεῖ τὰ μέλλοντα, περὶ96
5τῶν ἐρχομένων διαλογίζεται. ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ τῇ διανοίᾳ ἐν οὐρανοῖς ἐστιν ἡ ἀξία καὶ πιστή, ὁμοίως καὶ ἡ τοῦ ἁμαρτωλοῦ ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ ἔξω εἰς πορρωτέρας πατρίδας κακὰ ἀποτελεῖ. ἡ δὲ ἀξία ἐπὶ γῆς οὖσα τῷ σώματι «ἐν οὐρανοῖς» πολιτεύεται τῷ φρονήματι, καὶ ὁ κύριος ἐν οὐρανοῖς ὢν τὴν εἰκόνα αὐτοῦ ἐν τῷ σώ‐
10ματι αὐτῆς ἐνέθηκεν. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ τοῦ «οὕτως» ἀγαπήσαντος τὸ γένος τῶν ἀνθρώπων. τίς γὰρ δύναται συνάξαι τὴν ὑδαρότητα τοῦ γάλακτος εἰς ἕνωσιν καὶ πῆξιν, εἰ μὴ τὸ ἐμβαλλό‐ μενον ἡ πυτία; οὕτω τίς δύναται καὶ ψυχὴν ἐσκορπισμένην τοῖς λογισμοῖς καὶ φύσει κτίσμα οὖσαν ἐλαφρῦναι καὶ εἰς οὐρανοὺς
15ἀναγαγεῖν καὶ εἰς σύμπηξιν καὶ στερεότητα καὶ ἕνωσιν τοὺς λογισ‐ μοὺς ἐνέγκαι, ἐὰν μὴ τὸ τοῦ θεοῦ πνεῦμα ὥσπερ πτερὰ γινόμενον κουφίσῃ τὴν ψυχὴν καὶ ὑπὲρ τὴν φύσιν ἐνέγκῃ καὶ συνάξῃ τοὺς λογισ‐ μοὺς εἰς ἕνα λογισμὸν ἔνθεον; «ἐτυρώθη» (γάρ φησιν ὁ προφήτης) «ὡς γάλα ἡ καρδία αὐτῶν». δύο τυρώσεις ἐνταῦθα νόει, ψυχὰς τυρου‐
20μένας εἰς τὸν θεὸν καὶ πηγνυμένας εἰς τὴν χάριν καὶ εἰς τὸν ἄνω κόσμον, καὶ ψυχὰς τυρουμένας εἰς τὴν κακίαν καὶ πηγνυμένας εἰς τὸν αἰῶνα τοῦτον καὶ τὸ ὅλον τῆς κακίας γινομένας. ὥσπερ γὰρ οὗτοι πήγνυνται καὶ στερεοῦνται ἐν τῇ κακίᾳ, οὕτω κἀκεῖνοι πήγνυνται καὶ στερεοῦνται ἐν τῷ κυρίῳ. ὥσπερ γὰρ τοῦ πετεινοῦ ἡ γῆ ὁ ἀήρ ἐστιν
25εἰς ὃν διαιτᾶται, οὕτω καὶ οἱ λογισμοὶ καὶ ὁ νοῦς τῶν ἁμαρτωλῶν· ἐν γῇ σκοτεινῇ καὶ γνοφερᾷ ἐνδιατρίβουσι μετὰ τῶν τῆς πονηρίας πνευμάτων ἐν λογισμοῖς κακοῖς πάντοτε τυγχάνοντες, κἀκεῖ περι‐ πατοῦσι καὶ διαιτῶνται. ὡσαύτως καὶ ὁ νοῦς καὶ οἱ λογισμοὶ τῶν δικαίων ἐν γῇ ζωῆς, ἐν γῇ φωτεινῇ τοῦ πνεύματος ἐνδιατρίβουσι
30κἀκεῖ περιπατοῦσι κἀκεῖ ἀπὸ τοῦ νῦν διαιτῶνται ἐν ἀγαθοῖς λογισ‐ μοῖς καὶ οὐρανίοις πάντοτε τυγχάνοντες. τοῦτο ἔλεγεν ὁ κύριος· «καὶ μείζονα ἔργα ποιήσει» ὁ υἱός, «ἵνα ὑμεῖς θαυμάσητε», ἔργα ζωῆς ἀθά‐
νατα καὶ μὴ παρερχόμενα τῇ ψυχῇ καὶ τῷ νῷ τῶν πιστῶν, ἔνθα ἐμ‐ περιπατοῦσι καὶ ἐρείδουσι τὰ ἴχνη τῶν λογισμῶν. «γῆν καινὴν»97
35φωτὸς καὶ «οὐρανὸν καινὸν» πνεύματος καὶ ἁπαξαπλῶς κόσμον καινὸν κατεσκεύασε (καὶ αἰώνιον βασιλείαν), εἰς ὃν εἰσήνεγκε τὰς αὐτὸν ἐκδεχομένας καὶ ἀγαπώσας ψυχὰς ἀπὸ γῆς θανάτου καὶ σκοτεινῆς πνευμάτων πονηρίας, ἔνθα οἱ λογισμοὶ αὐτῶν διέτριβον, εἰς γῆν ζωῆς καὶ φωτὸς πνευμάτων ἁγίων, εἰς ἣν ἐρείδει τὰ ἴχνη ὁ νοῦς καὶ οἱ
40λογισμοὶ περιπατοῦσιν εἰς ζωὴν αἰώνιον μετατιθέμενοι ἐκ θανάτου. τοῦτο ἐπηγγείλατο ὁ κύριος ποιεῖν «ἔργα μείζονα» ἅπερ ἀκμὴν οὐκ ἦν, ἐπεὶ ὅσον ἐν τοῖς φαινομένοις πᾶσα κατασκευὴ ἐν κόσμῳ ἦν, τὰ ὄρη, δένδρα, νεφέλαι, οὐρανός, ἥλιος, ἄστρα, σελήνη, ἄνθρωποι, ζῷα, ὕδατα, θάλασσα, ποταμοί, καὶ πᾶσα ἡ διακόσμησις ἦν. τὰ ἔργα οὖν
45τὰ καινὰ καὶ αἰώνια τὴν τῆς ψυχῆς μεταβολὴν καὶ ὑγείαν νόει καὶ ἴασιν αἰώνιον καὶ τῶν ἐκ πνεύματος τεκταινομένων αἰωνίων κατασκευῶν, ἃ ἐδωρήσατο τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ. Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει, ὅπως ἡ ἐνυπόστατος ἐργασία τοῦ ἁγίου πνεύματος γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν

18

.

2

(50)

ἁμαρτίαν, ἵνα ἐντεῦθεν καθαρισθέντες καὶ ἁγιασθέντες ἄξιοι τῆς ἐπου‐ ρανίου βασιλείας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.98

19

.

1

Μέγα γὰρ καὶ τίμιον κτίσμα παρὰ θεῷ ἡ ψυχὴ τυγχάνει. τοιούτῳ δέ τινι τρόπῳ τὴν κατασκευὴν τῆς λεπτότητος αὐτῆς παραπλησιάσωμεν, ὥσπερ ἐὰν ᾖ πόλις ἔχουσα πλατείας, βουλευτήρια, δημόσια, ῥύμας, ἀμφόδια, παλάτια καὶ ἕτερα πολλὰ κατασκευάσματα, καὶ εἰσὶ τόποι
5ἐπιτήδειοι πρὸς τὸ συνέρχεσθαι ἐκεῖ τοὺς πρώτους τῆς πόλεως καὶ πᾶν τὸ πολίτευμα, καὶ ἐκεῖ καθέζεται κριτὴς καὶ δικάζει καὶ κατακρίνει πάντας τοὺς ἐν τῇ πόλει κακοποιοὺς καὶ λῃστὰς καὶ κλέπτας ἢ φαρ‐ μακοὺς ἢ μοιχοὺς ἢ ἐπιβούλους, ὁ δὲ κριτὴς ἐν τῇ πόλει ἐξουσίαν λαβὼν βασιλικήν, τουτέστι τὰς βασιλικὰς εἰκόνας καὶ τὰ σίγνα, οὕτω
10δύναται κρίνειν καὶ ἀναιρεῖν διὰ τῆς βασιλικῆς ἐξουσίας τοὺς κακο‐ ποιούς—οὕτω καὶ ἡ μεγάλη νοερὰ πόλις τοῦ θεοῦ, ἡ ψυχὴ καὶ τὸ ἐν αὐτῇ πολίτευμα τῶν λογισμῶν, ἐπὰν λάβῃ τὴν ἄνωθεν ἐξουσίαν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου αὐτῆς πολιτείας «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ εἰκόνα καὶ τὰ οὐράνια
15τοῦ φωτὸς πνευματικὰ σίγνα, τότε δύναται ἀναιρεῖν καὶ κατακρίνειν τοὺς ἐν αὐτῇ ἐχθροὺς καὶ κακοποιοὺς καὶ ἐπιβούλους καὶ λῃστάς (τουτέστι τὰ πνεύματα «τῆς πονηρίας»). ἀλλὰ καὶ ἐπὶ τοῦ κυρίου τοῦτο ἐν ἑτέρῳ τρόπῳ λαμβάνεται· ὥσπερ ἐκ πόλεως καταπονουμένης ὑπὸ ἐχθρῶν καὶ ἐπιβούλων, μὴ ἐχούσης κριτὴν ἢ ἄρχοντα, εὑρεθῇ δὲ εἷς
20ἐκ τοῦ γένους ἐκείνης τῆς πόλεως, καὶ προσελθὼν τῷ βασιλεῖ καὶ δοὺς
ἑαυτοῦ τὰ ὑπάρχοντα ἔλαβεν ἐξουσίαν καὶ οὕτως ἐλθὼν διεχειρίσατο καὶ ἀνῄρησε τοὺς ἐν τῇ πόλει ἐχθροὺς καὶ κακοποιούς—τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος, «ὁ» δεύτερος «Ἀδάμ», ἐκ τοῦ γένους Ἀδὰμ μόνος εὑρέθη καὶ ἔδωκε τὸ ἑαυτοῦ σῶμα ὑπὲρ παντὸς γένους τῶν ἀνθρώπων καὶ99
25ἔλαβε τὴν ἐξουσίαν καὶ τὴν βασιλείαν καὶ τὴν δυναστείαν καὶ ἀνῄρησε πᾶσαν τυραννικὴν δύναμιν τῆς πονηρίας καὶ «τὰς ἀρχὰς καὶ τὰς ἐξου‐ σίας» ἐθριάμβευσε «προσηλώσας» αὐτὰς «τῷ σταυρῷ», ἀναλαβὼν γὰρ τὸ σῶμα καὶ δι’ αὐτοῦ νικήσας τὸν ἐχθρὸν καὶ κατακρίνας αὐτὸν «διὰ τῆς σαρκὸς» ἀνελθὼν ἐκάθισεν ἐν οὐρανοῖς προσκυνούμενος ὑπὸ
30πάντων τῶν «οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω λοι‐ πὸν ταῖς νοεραῖς αὐτοῦ πόλεσιν, ταῖς ζητούσαις αὐτὸν ψυχαῖς καὶ ὑπο‐ τασσομέναις αὐτῷ καὶ ὑπ’ αὐτοῦ βασιλεύεσθαι ἐπιθυμούσαις, ἄνωθεν ἀποστέλλει τὴν ἑαυτοῦ φωτεινὴν καὶ θείαν τοῦ πνεύματος εἰκόνα, τὸν ἐπουράνιον ἄνθρωπον, ἵνα ἐντυπωθέντος καὶ κραθέντος ἐν αὐταῖς εἰρη‐
35νεύωσι καὶ χαίρωσι καὶ ἀγαλλιῶνται ἀγαλλιάσει «ἀνεκλαλήτῳ», καὶ οὕτως οἱ ἐχθροὶ τῆς ψυχῆς ἀναιροῦνται ἐλθόντος τοῦ ἐπουρανίου κριτοῦ καὶ ἡ πόλις ἡ νοητὴ εἰρήνην μεγάλην λαμβάνει. ὥσπερ γὰρ ἐὰν μὴ λάβῃ τις τὴν βασιλικὴν ἐξουσίαν καὶ τὴν μάχαιραν καὶ τὰ σίγνα, κρίνειν τοὺς κακοποιοὺς καὶ ἀναιρεῖν οὐ δύναται, ἀλλ’ ἔστιν ὅμοιος
40πάντων, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ δέξηται ἐν ἑαυτῇ τὴν τοῦ Χριστοῦ ἐπουράνιον εἰκόνα καὶ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα καὶ τὰ ἐπου‐ ράνια τῶν δωρεῶν τοῦ πνεύματος σίγνα, ἀναιρῆσαι καὶ κατακρῖναι τοὺς ἑαυτῆς ἐχθροὺς καὶ ἐπιβούλους οὐ δύναται. καὶ ἤδη ἀκούουσα τὴν ἐπιδημίαν τοῦ ἐπουρανίου ἄρχοντος, χαίρει καὶ ἀγαλλιᾷ, οἱ δὲ ἐχθροὶ
45αὐτῆς τὰ πνεύματα «τῆς πονηρίας» φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ συν‐ έχονται. ὥσπερ ἐν πόλει ἐρχομένου ἄρχοντος κρῖναι καὶ ἀναιρῆσαι τοὺς ἐν αὐτῇ εὑρισκομένους λῃστὰς καὶ κακοποιοὺς χαίρουσι μὲν οἱ πολῖται τῆς πόλεως, οἱ δὲ ἐχθροὶ δειλίᾳ καὶ φόβῳ συνέχονται, καὶ ἐπὰν εἰς πρόσωπον τοῦ ἄρχοντος ἔλθωσιν, αἰσχύνονται καὶ τρέμουσιν,

19

.

1

(50)

οἱ δὲ πολῖται παρρησίαν καὶ χαρὰν μεγίστην ἔχουσιν, ὅτι ἀναιροῦνται τῆς πόλεως οἱ κακοποιοὶ καὶ ἐχθροὶ καὶ ἐπίβουλοι, οὕτως ὅταν ἐνδη‐
μήσῃ καὶ ἐπιφανῇ ὁ ἀληθινὸς καὶ ἐπουράνιος ἄρχων Χριστὸς ἐν τῇ πόλει τῆς ψυχῆς, παρρησίαν καὶ χαρὰν μεγίστην λαμβάνει σὺν παντὶ τῷ πολιτεύματι τῶν ἰδίων αὐτῆς λογισμῶν, οἱ δὲ ἐπίβουλοι αὐτῆς καὶ100
55ἐχθροί, τὰ πάθη τῆς κακίας, ἐν αἰσχύνῃ καὶ τρόμῳ καὶ δειλίᾳ τυγ‐ χάνουσιν. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ὅπως τύχωμεν τῆς «ἐπουρανίου» δωρεᾶς τοῦ «πνεύματος» καὶ τὰ ἐν ἡμῖν ἀλλότρια τῆς κακίας πάθη θανατώσωμεν, ἵν’ οὕτως εὐάρεστοι αὐτῷ καταστάντες καὶ τὰς ἐντολὰς αὐτοῦ ἀμώμως ἐπιτελέσαντες τῆς αὐτοῦ βασιλείας
60ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.101

20

.

1

Ὡς «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα» διδάσκει αὐτὸν αὐτὸς «ὁ πατήρ», οὕτω καὶ οἱ Χριστιανοὶ ἀγαπῶντες τὸν κύριον· αὐτὸς ὁ καιρὸς καὶ τὸ ἔργον καὶ ὁ κύριος διδάσκει αὐτοὺς τὴν ἐπουράνιον διδασκαλίαν καὶ ἐπιστήμην. ὥσπερ γὰρ ἐν βίῳ εἴ τις ἔχει χρυσόν,
5ἄργυρον, κτήματα, πλοῦτον πολύν, οὗτος θέλει γεννῆσαι ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα, ἵνα κληρονομήσῃ τὰ τοῦ πατρός, ἐὰν δὲ μὴ σχῇ κλη‐ ρονόμον, λυπεῖται καὶ θλίβεται—οὕτω καὶ ὁ κύριος, ποιήσας τὸν Ἀδάμ, τὴν γῆν ταύτην καὶ τὸν οὐρανὸν οἶκον αὐτῷ κατεσκεύασε καὶ βασιλέα πάντων αὐτὸν κατέστησε τῶν κτισμάτων, εὐτρεπίσας αὐτῷ
10καὶ τὴν ἐπουράνιον κληρονομίαν, ἵνα γένηται φίλος καὶ ἀδελφὸς Χρι‐ στοῦ, νύμφη καὶ κοινωνὸς τοῦ ἁγίου πνεύματος. ὡς γὰρ ὑμεῖς «ἐξ ὅλης καρδίας» ἀγαπᾶτε τὸν κύριον καὶ ξένοι γίνεσθε καὶ θλῖψιν φέ‐ ρετε, οὕτω καὶ ὁ κύριος ἐξ ὅλης καρδίας ἡμᾶς ἠγάπησε καὶ ἔπαθε καὶ ἐσταυρώθη, ἵνα εἰς τὴν ἑαυτοῦ κληρονομίαν καὶ ζωὴν εἰσαγάγῃ
15τοὺς ἀνθρώπους· διὰ τοὺς ἁμαρτωλοὺς γὰρ κατῆλθεν. καὶ λυπεῖται ὁ κύριος, ὁ ἐπουράνιος πατήρ, ἐὰν μὴ γεννήσῃ τέκνα ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ δῷ αὐτοῖς κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν αὐτοῖς ἡτοίμασεν. πάντες γὰρ οἱ γενόμενοι δίκαιοι, ἄνθρωποι ὄντες ὡς καὶ οἱ λοιποὶ καὶ σάρκα περιβεβλημένοι, ἔργον μέγα παρὰ τοὺς
20λοιποὺς ἀνθρώπους ἐποίησαν ἐπὶ τῆς γῆς· ἐβασίλευσαν γὰρ τῆς κτί‐
σεως καὶ τοῦ θανάτου. εἶπε Μωϋσῆς τῷ ὕδατι καὶ μετεβλήθη εἰς αἷμα, εἶπε τῇ γῇ καὶ ἀνῆλθον βάτραχοι, εἶπε τῷ θανάτῳ· μὴ εἰσέλθῃς εἰς τὰ πρόθυρα, καὶ ὑπετάγη ὁ θάνατος καὶ ἐποίησε τὸ θέλημα Μωϋσέως, καὶ λοιπὸν ἔγνω ὁ θάνατος, ὅτι ἀπὸ τότε οὐκέτι102
25βασιλεύει, ἐξ οὗ ἐφοβήθη τὸ πρόσταγμα Μωϋσέως καὶ ὑπήκουσεν αὐτῷ. καὶ γὰρ καὶ σίγνον ἦν εἰς τὸ πρόσωπον Μωϋσέως τῆς δόξης τοῦ φωτὸς τοῦ θεϊκοῦ, ὅπερ σίγνον ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἦν περιβεβλημένος, δόξαν γὰρ θεοῦ καὶ ἔνδυμα θεϊκὸν ἦν ἠμφιεσμένος αὐτὸς ὁ Ἀδάμ. ἕως οὖν Μωϋσέως οὐδεὶς ἔσχε τοῦτο τὸ σημεῖον εἰς
30τὸ πρόσωπον εἰ μὴ μόνον Μωϋσῆς. ἐξεπλάγη οὖν ὁ θάνατος θεασά‐ μενος τὸ σημεῖον, ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως ἄρτι οὐδεὶς ἔσχε τὸ σημεῖον τοῦτο, καὶ περὶ ἑαυτοῦ προεφήτευσεν, ὅτι μέλλει βασιλεύεσθαι καὶ ὑποτάσσεσθαι τῷ γένει τῶν ἀνθρώπων, ὃ καὶ οὕτω γέγονεν. ἐπεφάνη γὰρ λοιπὸν καὶ ὁ ἐπουράνιος Ἀδὰμ καὶ διὰ τοῦ σταυροῦ κατέκρινε
35τὸν θάνατον καὶ κατῆλθεν εἰς τὰ μνημεῖα καὶ ἐνεφανίσθη τοῖς προ‐ κεκοιμημένοις προφήταις καὶ δικαίοις. ἐπειδὴ ἦσαν λυπούμενοι ὡς μὴ τυγχάνοντες τῶν ἐπαγγελιῶν, ἤγειρεν αὐτοὺς ἐκ τῶν τάφων καὶ περιέβαλεν αὐτοὺς δόξαν θεϊκὴν καὶ «ἐνεφανίσθησαν» ἐν τῇ πόλει Ἰερουσαλὴμ καὶ εἶδον τοὺς ἑαυτῶν φίλους καὶ συγγενεῖς καὶ πάλιν ἐκοι‐
40μήθησαν· ἐκεῖ γὰρ τὰς συμπήξεις καὶ τὰς ἁλύσεις τοῦ πονηροῦ διέρ‐ ρηξεν ὁ κύριος καὶ ἐθανάτωσε τὸν διάβολον. ὁ Ἠλίας ἐξουσιαστικῶς ἔδησε τὰς κλεῖς τῶν οὐρανῶν καὶ οὐκ ἔβρεξεν. πῶς τοῦτο ἴσχυσε ποιῆ‐ σαι; προσέσχε πρὸς τὸν θεόν, ἐπίστευσεν, ἠγάπησεν. οὔτε γὰρ λέγω σοι ὅτι τὰς χεῖρας αὐτοῦ ἐξέτεινεν εἰς τὸν οὐρανόν, οὔτε αὐτὸς τῇ δυ‐
45νάμει αὐτοῦ τὸ οὐράνιον πῦρ ἤνεγκε καὶ ἔκαυσε τὸ θυσιαστήριον καὶ τοὺς ψευδοπροφῆτας, ἀλλὰ τῇ ἀγάπῃ αὐτοῦ καὶ τῇ πίστει συνήργησε θεϊκὴ δύναμις, ἥτις ταῦτα δι’ αὐτοῦ ἐπετέλεσεν. εἶπε λόγον καὶ ἄλλος δίκαιος «καὶ ἔστη ὁ ἥλιος», ἄλλος ἔφραξε «στόματα λεόντων».

20

.

2

Ὁρᾷς πῶς οἱ δίκαιοι βασιλεῖς εἰσι τῶν κτισμάτων καὶ πάντα τὰ κτίσματα τρέχει κατέναντι αὐτῶν. ἡ «αἱμορροοῦσα», «ἥτις οὐκ ἴσχυσε
θεραπευθῆναι» ὑπὸ ἰατρῶν, μὴ ὁ κύριος ἀπῆλθε πρὸς αὐτήν; οὐχὶ αὐτὴ «ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ»; ὁ «ἀπὸ γενετῆς»103
5τυφλὸς οὐχὶ αὐτὸς πρῶτος ἔκραξεν; ὁ Ζακχαῖος οὐχὶ αὐτὸς πρῶτος ἀνῆλθεν εἰς τὸ δένδρον; καὶ νῦν οἱ ἄνθρωποι ζῶντες νεκροί εἰσιν, καὶ εἰς τοὺς πιστεύοντας ἔρχεται ὁ κύριος καὶ κατασκηνοῖ εἰς τὰς ψυ‐ χὰς αὐτῶν καὶ ἐκτινάσσει τὰς καρδίας αὐτῶν ἐκ τῶν λίθων καὶ ἐκ τῶν μνημείων τῶν ἀκαθάρτων πνευμάτων καὶ ἀπαθανατίζει τὰς ψυ‐
10χὰς αὐτῶν καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως αὐτῶν. ὥσπερ οὖν οἱ πρῶτοι δίκαιοι ἐπίστευσαν τῷ κυρίῳ καὶ προσέδραμον αὐτῷ, οὕτω καὶ ἡμεῖς ἀγαπῆσαι ὀφείλομεν τὸν θεὸν «ἐξ ὅλης καρδίας» καὶ πιστεῦ‐ σαι καὶ ἀκοῦσαι, καὶ οὕτως ἔρχεται εἰς τοὺς διαλογισμοὺς καὶ τὰ διανοήματα καὶ πᾶσαν τὴν τοῦ σατανᾶ ἁρμολογίαν καὶ τοὺς δεσμοὺς
15καὶ τὰ συμπήγματα διαλύει καὶ καθαρίζει τὰς καρδίας ἡμῶν ἐκ τῆς λέπρας καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ φωτίζει τὸν νοῦν ἐκ τῆς τυφλώσεως. πάντα γὰρ τὰ κτίσματα, ἃ ἐποίησεν ὁ θεός, ἐξ ἀρχῆς ἦν, καὶ ποταμοὶ καὶ ὄρη καὶ βουνοὶ καὶ τὰ ζῷα καὶ πηγαί. λοιπὸν τί ἐστιν, ὅπερ ἐρχόμενος καὶ ἐνδυόμενος τὸ σῶμα ὁ κύριος ποιεῖ ἔργον
20μεῖζον τούτων, †ὡς† ἐν τοῖς φαινομένοις οὐδὲν ἔλειπε τῇ κτίσει; τί οὖν ἐστιν ὃ εἶπεν· «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά‐ ζομαι», καὶ «μείζονα τούτων» «ἔργα» ποιῶ, εἰ γῆ ἦν ἐσπαρμένη καὶ φυτεῖαι καὶ οὐρανοὶ καὶ ἥλιος καὶ σελήνη; ἀλλὰ δῆλον ὅτι μειζότερον ἔργον τῶν φαινομένων ἔρχεται ποιῆσαι, μὴ φαινόμενον τοῖς σαρκικοῖς
25ὀφθαλμοῖς. τὰς γὰρ διεφθαρμένας διανοίας ἐν τῷ κρυπτῷ ὑπὸ τοῦ σατανᾶ ἔρχεται διορθώσασθαι καὶ σπεῖραι σπόρον οὐράνιον ἐν τῇ γῇ τῆς ψυχῆς, ὥσπερ ὁ γεωργὸς ἐν τοῖς φαινομένοις σπείρει τὴν γῆν. μὴ ἆρα βοῦς ζεύγνυσιν; οὐχ οὕτως. μὴ ἆρα φυτείαν φαινομένην φυτεύει; οὐχ οὕτως. ἄμπελος γάρ ἐστιν ἡ ψυχὴ τῷ κυρίῳ (καὶ ὁ κύριος τῇ ψυχῇ)
30καὶ φυτεύει ἐκεῖ ῥίζας ἀγάπης, χαρᾶς γλυκείας καὶ πηγὰς ζωῆς βρυ‐ ούσας ἐν τῇ καρδίᾳ, «οὐρανοὺς καινοὺς καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους· εἰ γὰρ τὰ ἄνθη τῆς γῆς τοσαύτην δόξαν περιβάλλει καὶ τὰ ἴα ἐνδύει πορφύραν, πόσῳ μᾶλλον τὴν λογικὴν ψυχὴν δοξάζει καὶ καλ‐ λωπίζει διακοσμήσει πνευματικῇ καὶ ἐνδύει τὴν πορφύραν τοῦ πνεύ‐
35ματος. οὕτω γὰρ ηὐδόκησεν, καὶ τοῦτο τὸ ἔργον ἐν ταῖς ψυχαῖς ἐργά‐ ζεται, ἵνα ἡ ψυχὴ κερασθῇ τῷ ἐπουρανίῳ πνεύματι καὶ μῖξις γένηται καὶ κοινωνία τῶν ἐπιγείων μετὰ τῶν ἐπουρανίων, μόνον ἵνα ἀγαπή‐ σωμεν ἀλλήλους καὶ πιστεύσωμεν τῷ θεῷ, καὶ δίδωσιν ἡμῖν τὴν ἑαυτοῦ κληρονομίαν. αὐτὸς γὰρ σβέννυσι τὸ πῦρ τὸ ἐν ἡμῖν, ἡμεῖς104
40μόνον ἀγαπήσωμεν αὐτόν, καὶ ὃ οὐ δυνάμεθα ποιῆσαι, αὐτὸς ἔρχεται καὶ ἐξολοθρεύει τὸν θάνατον. οὔτε γὰρ «τὰ τείχη Ἰεριχὼ» ἴσχυσαν ἄνθρωποι καθελεῖν, ἀλλὰ δυνάμει θεϊκῇ ἔπεσαν. ὥσπερ ἵνα ᾖ ἄρχων καὶ ἔχῃ τὸ σίγνον καὶ τὴν εἰκόνα ἔμπροσθεν αὐτοῦ, λοιπὸν διὰ τὸ προη‐ γεῖσθαι τὴν εἰκόνα ἐξουσιαστικῶς πάντας ἀποκτέννει καὶ ἐξορίζει
45τοὺς ἀτάκτους. καὶ εἰ ἡ νεκρὰ εἰκὼν τοσοῦτον ἔχει φόβον καὶ ἀξίωμα, πόσῳ μᾶλλον ἡ εἰκὼν ἡ ἐπουράνιος καὶ ἡ ζῶσα δύναμις τοῦ θεοῦ καὶ τὸ σίγνον τὸ ἐπουράνιον καὶ θεῖον, ἐὰν ζωγραφηθῇ ἐν ταῖς καρδίαις, ἀναιρεῖ καὶ φονεύει τὰς δυνάμεις τοῦ σκότους τὰς μεμιγμένας κρυπ‐ τῶς ἐν τῇ καρδίᾳ καὶ «πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν» ἐξολοθρεύει.

20

.

2

(50)

Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ εἰς τοὺς
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.105

21

.

1

Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ θεμέλιος καὶ αὐτός ἐστι τὸ συμπλήρωμα, ὁ ἀκρογωνιαῖος. ἀπὸ γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἐστιν ὁ κύριος· ἐξ οὐρανοῦ γὰρ θεὸς ἦλθε καὶ ἔλαβε τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ συνεκεράσθη τῷ ἀνθρώπῳ. ἴδε ἀπ’ οὐρανοῦ καὶ ἴδε
5ἀπὸ γῆς, ἴδε ὁ θεμέλιος καὶ ἴδε ὁ ἀκρογωνιαῖος. οὕτως ηὐδόκησε ποιῆσαι καὶ τοῖς οὖσιν ἀπὸ γῆς ἔδωκε πνεῦμα ἅγιον ἐξ οὐρανοῦ, ἵνα τοὺς ἄνω καὶ τοὺς κάτω ποιήσῃ μίαν ἐκκλησίαν συγκεράσας τὴν θεότητα τῇ ἀνθρωπότητι. ὅταν δὲ ἀκούσῃς θεμέλιον, τὸν κύριον νόησον· αὐτὸς γὰρ ὁ θεμέλιος μεμέτρηται καὶ οἱ ἐποικοδομούμενοι
10λίθοι πρὸς ἰσόμετρον τοῦ θεμελίου ὀφείλουσιν εἶναι, ἵνα ἡ οἰκοδομὴ ὑπὸ μίαν ἁρμολογίαν γένηται· οὔτε γὰρ κολοβοὶ δύνανται προχωρῆσαι ἐκεῖ οὔτε μακροί, ἀλλ’ ἴσοι τοῦ μέτρου τοῦ θεμελίου ἁρμόζουσιν. οὕτω καὶ ὁ Χριστὸς ὢν ἀληθινὸς θεμέλιος καὶ ἀκρογωνιαῖος εἰς ἐκεῖνο τὸ μέτρον τῆς τελειότητος τοῦ Χριστοῦ ἐκάλεσεν ἐλθεῖν πάντας
15ἀνθρώπους. τοῦτο ἔλεγεν ὁ ἀπόστολος· «ἄχρι καταντήσωμεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», καὶ πάλιν· «ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ», καὶ πάλιν· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα» τοῦ Χριστοῦ. εἰς ταῦτα τὰ μέτρα ἐκάλεσεν ὁ Χριστὸς τὸ γένος τῶν ἀνθρώπων ἐλθεῖν,
20εἰς ταύτην τὴν οἰκοδομὴν προσκέκληται πρὸς ἴσον τοῦ θεμελίου, ὅς ἐστιν αὐτὸς ὁ κύριος—Δόξα τῇ μεγαλειότητι αὐτοῦ. ὁ κόσμος ὅλος εἰς τὴν φαινομένην διακονίαν ἕστηκεν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ἀόρατον ἔχουσι τὴν διακονίαν ἐν μυστηρίῳ καὶ οὐκ ἴσασιν οἱ ἄνθρωποι. ὥσπερ γὰρ ἡ ἀγγελικὴ φύσις ἀόρατος οὖσα διακονεῖ ἐν τοῖς ἀοράτοις τῷ106
25ἀοράτῳ θεῷ, οὕτω καὶ ἡ ψυχὴ οὖσα πνεῦμα ἀοράτως διακονεῖ τῷ θεῷ τῷ ἀοράτῳ. καὶ ὁ σατανᾶς πνεῦμα ὢν καὶ αὐτὸς κρυπτῶς ἐν τῷ βάθει τῆς καρδίας πολεμεῖ. οἱ δὲ νῦν ἔχοντες ἔργον πνευματικὸν κατὰ τὸν ἀπόστολον οὐ «πρὸς αἷμα καὶ σάρκα» ἔχουσι τὴν πάλην, ἀλλὰ «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας
30τοῦ σκότους». αὕτη ἡ δύναμις τῆς θεότητος· ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν φαινόμενον. καὶ ἡ ψυχὴ ὁμοίως ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν μὴ φαινόμενον. τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας.

21

.

2

Ἐρώτησις. Τί ἐστιν ὅτι ἐρωτώμενος ὁ διάβολος «πόθεν παραγέγο‐ νας» ἀπεκρίνατο· «ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι»; Ἀπόκρισις. Τὰ μὲν πλείονα τούτων ἐστὶν ἀκατάληπτα, πλὴν τοῦτο ἐκ φήμης ἀκήκοα, ὅτι οἱ γόητες ἐν ὑποταγῇ ἔχουσι τοὺς δαίμονας·
5λοιπὸν συμβαίνει ἐν μίᾳ ὥρᾳ εἴκοσι ἢ καὶ τριάκοντα διὰ τῶν ἐπαοι‐ δῶν καὶ τῆς γοητείας τοὺς αὐτοὺς δαίμονας ἐπικαλεῖσθαι εἰς τὸ κα‐ κοποιῆσαι, καὶ ἕκαστος αὐτῶν, εἰς τὰ μέρη τῆς δύσεως ἢ τῆς ἀνατολῆς ὤν, φθάνει ἐν τῇ αὐτῇ ὥρᾳ τοῖς πᾶσιν ἐμφανισθῆναι καὶ ἐνεργῆσαι εἰς τὸ κακόν. εἰ οὖν τὸ κακὸν οὕτω φθάνει ἐν ῥοπῇ ὥρας πᾶσιν ὑπ‐
10ακούειν, πόσῳ μᾶλλον τὸ ἀγαθὸν δύναται ἐμφανίζεσθαι καὶ βοηθεῖν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτό.

21

.

3

Τὰ οὖν πλείονα τούτων ὑπερβαίνει τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ δὲ σκεῦος βασιλικὸν κατασκευαζόμενον οὐχὶ ἀπὸ μιᾶς τελειοῦται, ἀλλὰ πλεονάκις εἰσέρχεται εἰς τὸ πῦρ, εἶθ’ οὕτω σφυροκοπεῖται καὶ πολυτρόπως κοσμεῖται, καὶ τότε ἀπαρτίζεται σκεῦος τίμιον προχω‐
5ροῦν εἰς τράπεζαν βασιλικήν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ διαφόρως
κοσμουμένη καὶ γυμναζομένη τίμιον σκεῦος τοῦ βασιλέως τοῦ ἐπου‐ ρανίου γίνεται. ἔστι τις ἔχων ἀρετὰς πολλὰς βίου, ἀκτημοσύνας, νηστείας, ἀγρυπνίας, ἀλλ’ ἐπειδὴ διὰ δόξαν ἀνθρωπίνην ποιεῖ καὶ οὐ διὰ θεόν, ὧδε τὸν μισθὸν ἀπολαμβάνει· οἱ γὰρ δοξάζοντες αὐτὸν107
10ἄνθρωποι οὗτοί εἰσιν αὐτοῦ θεοί. καὶ ἔστιν ἄλλος θέλων λανθάνειν ἀνθρώπους καὶ εὐαρεστεῖν θεῷ καὶ πολλάκις τινὰ ἀδιαφόρως ποιεῖ καὶ ἁπλουστάτως παρ’ ἐκεῖνον τὸν δὴ ἐν πᾶσιν ἀκριβῆ, καὶ μᾶλλον οὗτος ἀποδεκτέος ἐστὶ παρὰ θεῷ, ἐπειδὴ διὰ θεὸν ποιεῖ, ἢ ἐκεῖνος ὁ διὰ δόξαν ἀνθρώπων. ἐπειδὴ τοίνυν υἱὸς εἶ ἐκείνου τοῦ παραβάντος τὴν
15ἐντολήν, ἀνάγκη ὅτι υἱὸς ὢν καὶ τὸ παχὺ σκότος καὶ ἡ ἀράχνη καὶ ἡ ἀπείθεια καὶ ἡ μάχαιρα ἐμπέπηκταί σοι ὡς εἰς πάντας τοὺς υἱοὺς αὐτοῦ, καὶ χρὴ ἐκ τῆς δεινῆς συντροφίας καὶ χαλεπῆς συνηθείας τῆς ἁμαρτίας χωρισθῆναι καὶ ἀναλαβεῖν διαγωγὴν καὶ συντροφίαν καὶ ἦθος πνευματικὸν τοῦ δευτέρου Ἀδὰμ τοῦ ἐπουρανίου καὶ «νοῦν
20Χριστοῦ» κτήσασθαι, ἵνα γένῃς τούτου υἱὸς καὶ κληρονόμος. καὶ γὰρ ὅλη ἡ νομοθεσία καὶ προφῆται καὶ ἀπόστολοι καὶ ἄγγελοι καὶ ἡ ἔλευσις κατὰ τοῦ κακοῦ γεγένηται τοῦ παρεισελθόντος καὶ βασιλεύ‐ σαντος, ὅπως ἀποκόψωσι τὰ κακὰ καὶ θριαμβεύσωσιν· οὐ μὴν ἀλλὰ καὶ οἱ νόμοι Ῥωμαίων κωλύουσιν (τὸν δὲ σατανᾶν οὔτε προφῆται
25οὔτε ἀπόστολοι οὔτε γραφαί). ὅμως ὁρᾷς ἕτοιμα τὰ κακὰ τὰ συνέχοντα τὸν κόσμον καὶ τοὺς συνηδομένους καὶ κατεχομένους εἰς τὸν θάνατον, καὶ τὸ ἀγαθὸν σπάνιον, ὥστε ἀπὸ πολλῶν ὀλίγους εἶναι τοὺς σωζο‐ μένους. ἀναγκαῖον οὖν ἐστιν ἡμᾶς τοὺς προσελθόντας τῷ ζῶντι θεῷ δι’ ἐναρέτου πολιτείας τούτῳ συναρμολογεῖσθαι καὶ συγκολλᾶσθαι,
30ἐπειδὴ «ἡ κεφαλὴ αὐτός ἐστιν», ὁ μαργαρίτης, ὁ θεμέλιος· καὶ εἴ τις οὐ κτᾶται τὸν θεμέλιον τοῦτον, οὐκ οἶδε ποῦ οἰκοδομεῖ. εἴ τις γάρ ἐστιν ἐν ἐρημίαις καθεζόμενος καὶ ἀσκεῖ ἔτι ἐγκρατὴς ὢν καὶ μὴ
οἰκοδομῶν ἐπὶ τὸν κύριον, «ἐπὶ τὴν ἄμμον» οἰκοδομεῖ, ἐπὶ πράγματα λυόμενα καὶ εὔφθαρτα. ὃν τρόπον γὰρ ἀποσπασθείσης κεφαλῆς ἀν‐108
35θρώπου οὐκ ἐγχωρεῖ τὰ ἄλλα μέλη συστῆναι, ἀλλ’ εὐθέως λύεται καὶ φθείρεται, οὕτως ἄνευ τῆς κεφαλῆς (τουτέστιν ἄνευ τοῦ Χριστοῦ), ζῆσαι ψυχὴν ἀδύνατον, ὥσπερ οὐδὲ ἰχθὺν ἄνευ ὕδατος ζῆν. ἐκεῖνον γὰρ ἔχων τὸν θεμέλιον ὡς ἐπὶ «πέτραν» ἐστὶν οἰκοδομῶν τὸ ἔργον αὐτοῦ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
40Ἀμήν.109

22

.

1

Αἱ τῶν λόγων συζητήσεις καὶ ἡ πεποίθησις τῆς γνώσεως οὐδὲν κέρδος τῇ ψυχῇ προσποιοῦσιν ὅσον περισπασμὸν καὶ ζημίαν, καὶ οἱ ἐν τούτοις κεκρατημένοι τοῖς πράγμασιν ἐοίκασιν ἀνθρώπῳ χόρτον ἀντὶ ἄρτου ἐσθίοντι, τὸν μὴ ἔχοντα ἡδονήν τινα μηδὲ τῷ σώματι
5δύναμιν ποιοῦντα, ἢ ἀνθρώπῳ ἐν τοίχῳ γεγραμμένῳ καὶ σώζοντι μὲν πᾶσαν τὴν τῶν μελῶν εἰκόνα, μὴ περιπατοῦντι δὲ μηδὲ κινουμένῳ. καὶ γὰρ πᾶσαι αἱ αἱρέσεις ἀπ’ ἀρχῆς ἐντεῦθεν συνέστησαν· οὐ γὰρ ἐπείσθησαν τῷ ἀποστόλῳ λέγοντι· «ὦ βάθος πλούτου». βουληθέντες γὰρ τὴν τοῦ θεοῦ σοφίαν ἐν λόγοις καταλαβεῖν ἐπλανήθησαν. «ὦ»
10(γὰρ) «βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξηρεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν κυρίου»; οὔτε οὖν οἱ διὰ μαθημάτων τὴν ἀκριβῆ τοῦ θεοῦ κατάληψιν ζητοῦντες εὑρεῖν δύνανται, οὔτε οἱ διαβεβαιούμενοι διδάσκαλοι καὶ ἱκανοὺς ἑαυτοὺς λέγοντες εἶναι εἰς τὴν περὶ θεοῦ ἐξήγησιν φράσαι τι
15σαφὲς ἢ καταλαβεῖν ἰσχύουσιν, ἀλλὰ ὑπερβαίνει ὁμοῦ πάντας τοὺς διδασκομένους καὶ τοὺς διδάσκοντας ἡ ἀλήθεια, καὶ λελήθασιν ἑαυ‐ τοὺς ἀμφότεροι πλανώμενοι. ἐὰν γὰρ εἴπῃ σοι ὁ διδάσκαλος ὅτι πῦρ ἐστιν ὁ θεός, εὑρήσεις αὐτὸν «ὕδωρ ζωῆς» γινόμενον. ἐὰν εἴπῃ σοι
ὅτι ὡς βασιλεὺς ὁρᾶται καὶ φαίνεται, εὑρήσεις αὐτὸν ὡς σκιὰν ὀπτα‐110
20νόμενον, ἄλλῳ δὲ ὡς πτωχόν, καὶ οἷς μὲν ὡς θεὸν οἷς δὲ ὡς ἄνθρωπον ταπεινόν. ἐὰν ζητήσῃς αὐτὸν ἐν οὐρανοῖς, ἐπὶ γῆς εὑρίσκεται· ἐὰν δὲ ἐπὶ γῆς ζητήσῃς, εἰς οὐρανοὺς μετέρχεται. καὶ τοῖς μὲν πάλιν εὑρίσκε‐ ται «θλῖψις» κατ’ οἰκονομίαν γινόμενος, τοῖς δὲ «ἄνεσις». διὸ παραι‐ τεῖσθαι προσῆκε τὴν πολυλογίαν καὶ ματαιολογίαν, οὐδὲν γὰρ ἐξ
25αὐτῆς περᾶναί τις δύναται. ὑπὲρ τῆς κατὰ φύσιν ἑκάστῳ προσούσης γνώσεως κρινόμεθα μὴ παραδεξάμενοι τὸν λόγον τοῦ θεοῦ.

22

.

2

Παρεάσαντες οὖν ταῦτα ζητήσωμεν, πῶς δύναται ἄνθρωπος ἐλθεῖν καὶ προσεγγίσαι τῷ θεῷ καὶ μαθεῖν παρ’ αὐτοῦ καὶ δέξασθαί τι ξένον τοῦ αἰῶνος τούτου ἐν τῇ καρδίᾳ, καὶ πεισθῶμεν τῷ εἰρηκότι· οὐδεὶς «ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου
5τὸ ἐν αὐτῷ». εἰ οὖν ἄνθρωπος ὁμοιοπαθὴς τὴν σὴν βουλὴν γνῶναι ἢ καταλαβεῖν οὐ δύναται, πῶς θεοῦ βουλὴν ἐξερευνᾶν ἢ καταλαβεῖν ἄν‐ θρωποι φθαρτοὶ ἐκβιάζονται; καὶ «οὐδεὶς» ἀνθρώπων οἶδε «τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ» τὸ ἐν αὐτῷ. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ θεοῦ, ἵνα γνῶμεν
10τὰ ἀπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν». ζητήσωμεν οὖν τὸν κύριον, καὶ αὐτὸς ἡμᾶς ὁδηγήσει καὶ διδάξει καὶ δυνησόμεθα γνῶναι τὰ τοῦ θεοῦ μυστήρια, ὅσον ἀνθρώπῳ γνῶναι δυνατόν, οὐχ ὅσον ἔστιν ὁ θεός. ἡμέτερον οὖν ἐστι μαθεῖν, πῶς γεννᾶται ἄνθρω‐ πος ἐκ «πνεύματος», πῶς δεῖ ἀνθίστασθαι τοῖς πνεύμασι «τῆς πονη‐
15ρίας», καὶ διδαχθῆναι ζητῆσαι βοήθειαν παρὰ κυρίου καὶ πολεμῆσαι πρὸς τὸν ἀντικείμενον. χαίρει γὰρ ὁ κύριος ἀκεραίῳ ψυχῇ ἀνθρώπου, κἀκείνους ἁρπάζει εἰς τὴν βασιλείαν αὐτοῦ τοὺς φόβῳ καὶ ἀκακίᾳ προσερχομένους αὐτῷ.

22

.

3

Ἓν δέ σοι πάλιν δύναμαι εἰπεῖν, ὅτι ὁ ζητῶν τὸν θεὸν δέχεται δύναμιν πνεύματος ἁγίου καὶ ἀναλύεται ἡ φύσις αὐτοῦ εἰς ἀφανισμὸν τῆς πλάνης καὶ τῆς δειλίας, τροφὴν πεσοῦσαν, φύσιν τοῦ ἁγίου πυρός. ὥσπερ γὰρ ξύλον λεῖον καὶ ξηρὸν καὶ ἄκαρπον ὄζους ἔχον πολλοὺς
5ἄχρηστόν ἐστι καὶ πάντες οἱ παριόντες ἐπικαθεζόμενοι τὰ πεπηλω‐ μένα τῶν ὑποδημάτων ἐπικαθαίρουσιν, ἐὰν δὲ βληθῇ καὶ εἰσενεχθῇ εἰς πῦρ μεταβαλλόμενον ἄνθραξ γίνεται, τοῦ ξύλου δηλαδὴ ἔνδον τοῦ πυρὸς ἐνδιαμένοντος ὑποστάσει, καὶ οὐδεὶς λοιπὸν ἅπτεσθαι ἢ ἐπικαθέζεσθαι δύναται—τοιαύτην μοι νόει τὴν ἡμετέραν φύσιν ἀπὸ τῆς111
10παραβάσεως ἄκαρπον καὶ ξηρὰν καὶ ὄζους ἔχουσαν τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλοιοῦται δὲ εἰς τὴν δύναμιν τοῦ θεοῦ καὶ ἀνάπτεται εἰς πῦρ καὶ φῶς, καὶ ἐὰν θελήσωσιν οἱ δαίμονες κατὰ τὴν ἀρχαίαν συνήθειαν προσεγγίσαι τῇ ψυχῇ καὶ κακῶσαι, κατακαίονται ὑπὸ τοῦ πυρὸς καὶ φυγαδεύονται ὑπὸ τοῦ φωτὸς τοῦ βάψαντος καὶ
15περισχόντος τὴν ψυχήν. ἀλλοιοῦται γὰρ οὕτως ὡς αὐτὸν αἰσθέσθαι τὸν ἄνθρωπον τὴν μεταβολὴν καὶ γνῶναι ὅτι οὔκ ἐστιν ἔχων τὸν πρῶ‐ τον νοῦν τοῦ χοϊκοῦ φρονήματος. τοῦτο δὲ γίνεται, ἐπειδὴ κοινωνεῖ ἡ ψυχὴ τῷ θεῷ καὶ ἀλλάσσει τὴν φύσιν εἰς τὴν τοῦ θεοῦ μόρφωσιν. ὥσπερ γὰρ μήτηρ νήπιον ἔχουσα ἀγαπᾷ καὶ ἐν πολλῷ πόθῳ ἐναγκαλί‐
20ζεται εἰς τοὺς κόλπους λαμβάνουσα, οὕτω τὸ πνεῦμα ἔρχεται εἰς τὴν ψυχὴν καὶ ἐναγκαλίζεται εἰς τοὺς κόλπους ἐν πολλῇ ἀναπαύσει καὶ χαρᾷ, καὶ ἐνεργείᾳ δυνάμεως θεϊκῇ καταποθεῖται ὑπὸ τοῦ πνεύματος ὁ τοιοῦτος ἄνθρωπος καὶ ἁρπάζεται καὶ αἰχμαλωτίζεται εἰς αἰχμαλω‐ σίαν μυστηρίων ἐπουρανίων καὶ γίνεται εἰς αὐτὸν νοῦς ἔνθεος. τὰ γὰρ
25ῥαθύμως ἀποκείμενα σκεύη ἐν τῇ ψυχῇ τότε διαλύει καὶ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην τὴν ἐμπολιτευσαμένην εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπελαύνει καὶ καθαιρεῖ, καὶ τότε γίνεται ὅλος περιφερόμενος καὶ μεθύων εἰς ἀγάπην καὶ χαρὰν καὶ ταπείνωσιν πολλήν. ὅσοι οὖν ἀφῆκαν τὴν τῶν λόγων ματαιότητα καὶ ἦλθαν ἁπλότητι ζητῆσαι θεὸν
30καὶ ὅλην «τὴν μέριμναν» καὶ τὸν νοῦν ἐπέρριψαν «ἐπ’ αὐτὸν» ἀληθῶς εὗρόν τι ξένον τοῦ αἰῶνος τούτου καὶ τῆς φύσεως αὐτῶν συναφθὲν αὐτοῖς, καὶ κατὰ μικρὸν ἐπλούτησαν καὶ ἐγένοντο βασιλεῖς· ἡ γὰρ ἐν σαρκὶ τοῦ κυρίου παρουσία καὶ οἱ ἀπόστολοι καὶ πᾶς ὁ ἀπ’ ἀρχῆς γενόμενος κόπος τοῖς ἁγίοις τοῦτο κατώρθωσε καὶ τοῦτο μέγα κέρδος
35τοῖς ἀνθρώποις ἐδωρήσατο, ἵνα ναοὶ θεοῦ γένωνται οἱ ἄνθρωποι καὶ ἵνα ἔλθῃ ὁ θεὸς καὶ κατοικήσῃ ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ τὸ μέρος τοῦ θανάτου τὸ ἐπεισελθὸν καὶ ἐκδιωχθῇ καὶ ἐκ μέσου γένηται. Ἀποδῶμεν οὖν ἑαυτοὺς τῷ κυρίῳ καὶ ζητήσωμεν εὑρεῖν τι παρὰ τοῦ θεοῦ διδόμενον, καὶ ὅταν εὕρωμεν, πάντα δι’ αὐτοῦ μανθάνομεν,112
40ἃ οὔτε οἱ νομοδιδάσκαλοι οὔτε οἱ λογομάχοι διδάσκειν δύνανται.113

24

.

1

Πολὺ διαφέρουσι καὶ κρείττους τυγχάνουσιν αἱ τοιαῦται ψυχαὶ παρὰ τὰς λοιπὰς τὰς ἐν κόσμῳ οὔσας, ὡς ἂν εἴποιμι φῶς σκότους ἢ οἱ ζῶντες τῶν νεκρῶν. οὐ μόνον δὲ αὗται ἀλλὰ καὶ αἱ διὰ τῆς ἀκοῆς τὸν τῆς ἀληθείας λόγον ὑποδεχόμεναι καὶ ἐν ἁπλότητι πολλῇ
5πιστεύουσαι καὶ εἰς ταύτην τὴν ἐλπίδα ἑστῶσαι τῇ προσδοκίᾳ τῆς χάριτος, κἂν αὐτῶν τῶν χαρισμάτων ἀκμὴν οὐ τετυχήκασιν, πολὺ τῶν λοιπῶν διαφέρουσιν ἀνθρώπων διά τε τῆς πίστεως καὶ ἐλπίδος καὶ πάσης ἐν ἀρεταῖς σπουδῆς. αὗται γὰρ ὡς εἰπεῖν ἐντὸς ἤδη τῆς αὐλῆς εἰσι διὰ τῆς ἐλπίδος τοῦ λόγου παραδεχθέντος καὶ καταυλιζομένου ἐν
10αὐταῖς. οὐ μικρὸν γὰρ τυγχάνει καὶ αὐτὸν τὸν τῆς ἀληθείας ἀκρό‐ τατον λόγον παραδέξασθαι καὶ εἰσοικῆσαι ἔνδον καὶ καθαρίσαι πάσας τὰς ἰδίας ἐν ὑπονοίᾳ δοκήσεως οἰκοδομὰς καὶ ἀναθεῖναι τὴν ψυχὴν ἑαυτὴν τῇ ἐλπίδι τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ καὶ οὕτως ἀγωνίσασθαι σὺν τῇ τοῦ κυρίου βοηθείᾳ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». οὐ
15μικρὸς οὖν ἀγὼν καὶ προκοπὴ τὸ κἂν ἐν τῷ λόγῳ τοῦ θεοῦ δυνηθῆναι στῆναί τινα καὶ πᾶσαν τὴν ἐλπίδα ἔχειν εἰς τὸ ἔλεος τοῦ κυρίου καὶ κατὰ χάριν ἀγωνιζόμενον πιστεύειν σῴζεσθαι καὶ διὰ τῆς δυνάμεως καὶ βοηθείας τοῦ κυρίου ἐλπίζειν νικῆσαι τὰ «τῆς πονηρίας» πνεύματα καὶ πάντων τῶν παθῶν περιγενέσθαι διὰ τοῦ πνεύματος. πολὺ γὰρ
20καὶ αἱ τοιαῦται ψυχαὶ ἤδη τῶν λοιπῶν διαφέρουσιν, μόνον ἐὰν «ἕως τέλους» ἐμμείνωσι τῇ ἐλπίδι καὶ πίστει καὶ δρόμῳ καὶ σπουδῇ καὶ
σκοπῷ, ἵνα αὐτῇ τῇ πείρᾳ τῶν εὐεργεσιῶν τῆς χάριτος καὶ ἀπαλλαγῆς τῆς κακίας τῶν παθῶν τὴν ἐπίγνωσιν λαβοῦσαι «σωτηρίας αἰωνίου» τύχωσιν. οἱ γὰρ τῆς «ἡμέρας υἱοὶ» τὰ τῆς ἡμέρας ἐπιτελοῦσι πράγματα128
25καὶ τὰ τῆς νυκτὸς τέκνα (τουτέστι μοιχοὶ καὶ κλέπται καὶ φαρμακοὶ) ὁμοίως τὰ τῆς νυκτὸς ἔργα ἐκτελοῦσιν, ἐν μὲν τῇ ἡμέρᾳ καθεύδοντες τὴν δὲ ἐργασίαν ἐν τῇ νυκτὶ ἔχοντες. οὕτω καὶ τοῦ Ἀδὰμ πεσόντος ἐκ τῆς ἐντολῆς καὶ ἐν τῇ παραβάσει γεγονότος συνέτριψαν τὰ τῆς νυκτὸς τέκνα (τουτέστι τὰ «τῆς πονηρίας» πνεύματα) τὰ καλὰ καὶ
30ἐράσμια τῆς ψυχῆς μέλη καὶ ἄτονον καὶ ἀσθενῆ αὐτὴν ἀπὸ τοῦ ἀγαθοῦ πεποιήκασι σκοτίσαντες καὶ ἀνιάτως συντρίψαντες, ὡς μηδενὶ τῶν πατέρων ἢ προφητῶν ἰάσασθαι δυνατὸν 〈εἶναι〉 εἰ μὴ μόνον τῷ κυρίῳ τῷ κατασκευάσαντι αὐτήν. {{διὸ καὶ ἡ ἔλευσις τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος ἐν τοσαύτῃ ἐλαττώσει καὶ ταπεινότητι γεγένηται, τοῦ
35ἀνορθῶσαι τὴν πεπτωκυῖαν ἐν τῇ πονηρίᾳ ψυχήν· «ἀνορθώσω» (γάρ φησιν) «καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω» καὶ τῇ ἐν νυκτὶ καὶ σκότει δι‐ αιτωμένῃ καὶ τὰ ἔργα τῆς νυκτὸς ἐπιτελούσῃ ἔν τε ταῖς πονηρίαις τῶν παθῶν 〈πιπτούσῃ〉 ἔλαμψεν εἰς αὐτὴν τὴν ἁγίαν τοῦ φωτὸς αὐτοῦ
40ἡμέραν, ἵνα λοιπὸν ἀνανήψασα ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ τοῦ φωτὸς ἔργα τῆς ζωῆς ἐπιτελοῦσα, ἵν’ οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν εὑρεθῇ. ἐκεῖθεν γὰρ τρέφεται ψυχὴ ἔνθα καὶ ἔστιν, ἔνθα καὶ προσκολλᾶται, ἤτοι ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ ὅθεν τρέφεται ἐκεῖθεν καὶ ζῇ. τὸ λοιπὸν
45ἕκαστος εἰ βούλεται δοκιμάσαι ἑαυτὸν καὶ ἐπιγνῶναι, πόθεν τρέφεται καὶ ἐν οἷς ἡ καρδία ἐστίν, ἵν’ οὕτω συνήσας καὶ τὴν διάκρισιν κτησά‐ μενος τῇ ἐπὶ τὸ ἀγαθὸν ὁρμῇ ἑαυτὸν ἐκδῷ, πορευόμενος ἕκαστος εἰς τὴν προσευχὴν καταμανθανέτω τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰ ἐνεργήματα τῆς διανοίας πόθεν ἐστίν, ἐκ τοῦ πνεύματος «τοῦ κόσμου»

24

.

1

(50)

ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ τίνες προσφέρουσι τῇ καρδίᾳ τροφάς, οἱ ἄνωθεν ἢ οἱ ἐκ τοῦ αἰῶνος τούτου. καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα,
ὦ ψυχή, αἰτοῦ τὸν κύριον μετὰ πολλοῦ πόνου ἐκείνην τὴν ἐπουράνιον τροφὴν μόνον τρέφεσθαι τὴν καρδίαν, ἵνα ἐκεῖ αὐξάνῃ κἀκεῖ ἐργάζηται κἀκεῖ διαιτᾶται ὅλη ἐξ ὅλου τῷ οὐρανίῳ τοῦ πνεύματος φρονήματι,129
55ὅθεν καὶ χορηγεῖται αὐτῇ ἡ ἐπουράνιος βρῶσις κατὰ τὸ εἰρημένον· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει»}}, ἵνα καὶ τῆς ἐκεῖ κληρο‐ νομίας εὐαρεστήσασα τελείως ἀξία καταστῇ τῶν αἰωνίων ἀγαθῶν
ἐφιεμένη εἰς τοὺς αἰῶνας. Ἀμήν.130

25

.

1

Πάντες οἱ ἄνθρωποι ὑπὲρ τῶν καλῶν ἐπιτηδευμάτων τὸν λόγον ποιοῦνται καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ νόμου ἢ προφητῶν ἢ οἱ εὐαγγελικοὶ τοῦ κυρίου λόγοι καὶ τῶν ἀποστόλων κατὰ τῶν κακοποιῶν τιμωρίας ὡρίσαντο καὶ τοὺς τὰ καλὰ καὶ ἀγαθὰ ἔργα πράττοντας
5ἀποδέχονται καὶ τούτοις αἰώνιον βασιλείαν ἐπαγγέλλονται, οἵ τε ἔξω‐ θεν τῶν ἐθνῶν νόμοι καὶ οἱ ἄρχοντες αὐτῶν τιμωροῦνται τοὺς ἁμαρ‐ τάνοντας ἐνώπιον πάντων πρὸς φόβον τῶν λοιπῶν, ἀναστέλλειν καὶ ἀνακόπτειν τὴν τῶν κακῶν ἐργασίαν βουλόμενοι. τῶν δὲ κακῶν ἔργων εἰς τὸ προφανὲς διδάσκαλος καὶ κῆρυξ οὐδεὶς τυγχάνει, ἀλλὰ πάντες
10τῶν καλῶν ἔργων τὸν ἔπαινον ποιοῦνται—καὶ ἰδού, ὡς ὁρῶμεν, τὰ κακὰ ἐπὶ τὸ πλεῖστον ἐπικρατεῖ καὶ αὐτὰ ἐπιτελεῖται καὶ αὐτὰ ἐν κόσμῳ βασιλεύει. ἔνθεν οἱ φρόνιμοι καὶ συνετοὶ νοῆσαι δύνανται διὰ πείρας, ἅπερ καὶ διὰ τῶν γραφῶν παραλαμβάνουσιν, ὅτι δύναμίς τίς ἐστιν ἐναντία κακίας, ἐν κρυπτῷ ποιμαίνουσα καὶ ἀποπλανῶσα τὸ γένος
15τῶν ἀνθρώπων εἰς τὰ κακὰ καὶ ἐπὶ καρδίᾳ ἀοράτως διδάσκουσα πᾶσαν ἀσέβειαν. πάντας λοιπὸν ἔστιν ἐπιτελεῖν τὰ κρυπτῶς δι’ αὐτῶν ὑπο‐ σπειρόμενα κατὰ τὸ ἴδιον τῆς ἐξουσίας βούλημα, ἅπερ οἱ πλεῖστοι
οὐκ ἐπίστανται πόθεν ὑποσπείρεται, ἀλλὰ φυσικήν τινα ἀγωγὴν ὑπο‐ λαμβάνουσι διὰ τὴν συνήθειαν τοὺς παρὰ φύσιν πονηροὺς διαλογισ‐131
20μοὺς ἐκ τῆς καρδίας ἀναδίδοσθαι. τὰ δὲ φρονήματα τῶν νοημάτων τῶν ψυχῶν διαφόρως ὑπὸ τοῦ δημιουργοῦ ἐν τῇ ἀνθρωπότητι κατε‐ σκεύασται. ὥσπερ ἐάν τις ἔχῃ μεγάλην οὐσίαν ἔν τε χρήμασι καὶ σκεύεσι, χρυσῷ τε καὶ ἀργύρῳ καὶ πάσῃ ἐνδυμενίᾳ, καὶ ἕτερος κεκτῆται οὐσίαν ἐλαχίστην ἐν πᾶσιν, ἄλλος δὲ σύμμετρον οὐσίαν κεκτῆται—
25οὕτω καὶ αἱ ψυχαί εἰσι τῶν ἀνθρώπων· διαφορὰν γὰρ πολλὴν κέ‐ κτηνται ἐν τῇ ἀοράτῳ οὐσίᾳ καὶ τῇ τῶν λογισμῶν διακρίσει. οἱ μὲν γὰρ πλατεῖς τῷ νῷ, οἱ δὲ ἐν στενότητι τυγχάνουσιν.

25

.

2

Ἐπειδὴ τοίνυν ἔστιν οὐσία φωτὸς ἀγαθὴ λογική τε καὶ νοερά, ἥτις ἐστὶν ὁ θεός, καὶ ἔστιν οὐσία ἐκ προαιρέσεως σκοτεινή, ἥτις ἐστὶ τὰ πνεύματα «τῆς πλάνης» καὶ «ὁ ἄρχων» «τοῦ αἰῶνος τούτου». τῇ ψυχῇ τῇ ἐχούσῃ ὀλίγην ὑπόστασιν νοὸς καὶ διακρίσεως ἢ πάλιν τῇ πλουσίᾳ
5ἐν τῇ τῶν λογισμῶν καὶ συνέσεως καὶ διακρίσεως κτήσει ὁ ἀγὼν καὶ ἡ σπουδὴ καὶ ὁ δρόμος γενέσθω καὶ τοῦτο ζητήσει, ὅπως τῇ οὐσίᾳ τοῦ θείου καὶ ἐπουρανίου καὶ νοεροῦ φωτὸς κολληθῆναι κατ‐ αξιωθῇ, ἵνα ὑπ’ αὐτοῦ φυλάσσεσθαι ἀπὸ τῆς τῶν παθῶν νόσου δύνηται, καὶ ἵνα ὑπ’ αὐτοῦ διδάσκηται καὶ ὁδηγῆται εἰς πᾶσαν ἀγαθὴν τῶν
10ἁγίων ἐντολῶν ἐργασίαν· διὰ γὰρ τῆς θείας δυνάμεως ἁγιασθεῖσα ἁγία καὶ καθαρὰ ἀποδειχθήσεται. καὶ αὖθις ἀγὼν μέγας καὶ σπουδὴ γενέσθω ἑκάστῃ ψυχῇ «τῆς ἐξουσίας τοῦ σκότους» τοῦ λογικοῦ καὶ πονηροῦ, τῶν πνευμάτων «τῆς πονηρίας» καὶ παθῶν κακίας λυτρωθῆναι, ἐπειδὴ ἀπὸ «τῆς παραβάσεως Ἀδὰμ» σύνεστι τῇ ψυχῇ τὰ προειρημένα
15κακὰ πολεμοῦντα. οὗτος οὖν ὁ σκοπὸς παντὶ τῷ βουλομένῳ τῆς βασι‐
λείας καταξιωθῆναι γενέσθω, ἤτοι ἐν πλάτει ἢ ἐν στενότητι τοῦ νοὸς ὑπάρχοντι, ἵνα τῆς κακίας τῶν παθῶν λυτρωθῇ καὶ τῆς τοῦ πνεύματος οὐσίας κοινωνὸς γενέσθαι καταξιωθῇ. ἡ νίκη γὰρ καὶ ἡ ἧττα διὰ τοῦ αὐτεξουσίου θελήματος γίνεται, ἤτοι τῶν ἐναντίων ὑπεύ‐132
20θυνον ἑαυτὸν καταστῆσαι ἢ διὰ τῆς χάριτος ἀγωνίσασθαι καὶ νικῆσαι τὰ πάθη καὶ τῷ πνεύματι κοινωνῆσαι τὴν ψυχὴν ἁγιασθεῖσαν καὶ ἑνωθεῖσαν τῇ χάριτι ἀξίαν τοῦ κυρίου γενέσθαι, καὶ οὕτω τὴν βασι‐ λείαν κληρονομεῖν καταξιοῦται. ᾗπερ γὰρ ἂν ψυχῇ σύνεστιν ἡ δύνα‐ μις τοῦ σκότους τῶν παθῶν καὶ τῆς κακίας τῶν πονηρῶν πνευμάτων
25καὶ οἵᾳ ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ τὰ «τῆς πλάνης» ἀόρατα πνεύματα ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν διὰ τῶν παθῶν τὴν ἐνέργειαν ἐπιτελοῦντα καὶ συγκοινωνὸς αὐτῶν γινομένη, ἐν τῷ ἐξελθεῖν αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα «τῆς πλάνης» καὶ ὁ κακοῖς χαίρων ἄρχων, ὁ κοσμοκράτωρ «τοῦ σκότους», ἀποδέχεται καὶ
30ἀπολαμβάνει αὐτὴν καὶ κατέχει πρὸς ἑαυτὸν ὡς ἰδίαν καὶ οἰκείαν αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ ἐργασαμένην καὶ μετ’ αὐτοῦ ἐν σαρκὶ εἰς τέλος συναναστραφεῖσαν. καὶ πάλιν ᾗπερ ἂν ψυχῇ σύνεστιν ἡ οὐσία τοῦ ἐπιθυμητοῦ καὶ ἀνεκλαλήτου κάλλους τοῦ φωτὸς τοῦ θεϊκοῦ πνεύ‐ ματος, καὶ ᾗπερ ἂν ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ ἡ τῆς
35ἀληθείας τοῦ Χριστοῦ χάρις καὶ ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν καὶ τοῦ ἁγιασμοῦ τῆς καρδίας καὶ ἐνοικήσεως Χριστοῦ ἐντεῦθεν κατ‐ αξιωθῇ, ἐν τῷ ἐξέρχεσθαι αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα τῶν ἁγίων τοῦ φωτὸς καὶ ὁ «βασιλεὺς» τῆς «εἰρήνης» Χριστὸς ὁ ἀγαθαῖς ψυχαῖς χαίρων ταύτην ἀποδέχεται καὶ ἀπολαμβάνει πρὸς ἑαυτὸν ὡς
40ἰδίαν νύμφην καὶ οἰκείαν αὐτοῦ καὶ τὸ ἐκείνου θέλημα ἐπὶ γῆς μόνον
ἐργασαμένην.133

25

.

3

Τὸ λοιπὸν ἕκαστος τῶν ἀνθρώπων ἐπισκεψάμενος τὴν ἑαυτοῦ καρ‐ δίαν καὶ ἐγκύψας τοῖς ἰδίοις λογισμοῖς προσχεῖν ὀφείλει ἀκριβέστατα, ποῦ ἡ ψυχή, ποῦ ὁ νοῦς ῥέπει καὶ ποῖα κοινωνία σύνεστιν αὐτῷ, ἢ τοῦ πνεύματος τοῦ θεοῦ ἢ τοῦ πνεύματος τοῦ κόσμου, καὶ ποῦ δέδεται
5καὶ ποῦ ἀγαπᾷ, ἄρα ἐν ταῖς ἐντολαῖς τῆς ζωῆς καὶ τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ ἀγαπᾶν αὐτὸν μόνον «ἐξ ὅλης καρδίας» καὶ «ψυχῆς» κατὰ τὸν λόγον τῶν γραφῶν καὶ μηδὲν ἕτερόν τι περιβλέπεσθαι μηδὲ εἰς ἕτερόν τι ἀναπαύεσθαι ἢ μόνον εἰς αὐτὸν τῇ ἀγάπῃ ἐκκρέμασθαι καὶ τὴν παράκλησιν τοῦ «πνεύματος» ἀνάπαυσιν ἀληθινὴν ἡγεῖσθαι—ἢ ἐν
10τῇ γῇ καὶ ἐν τῇ ὕλῃ καὶ ἐν τῇ τῶν ἐντολῶν παραβάσει καὶ χοϊκοῖς τοῦ αἰῶνος τούτου λογισμοῖς κατέχεται καὶ ἀπάγεται καὶ ἀγαπᾷ. καὶ ἐπισκεψάμενος ἕκαστος ἑαυτὸν ἐν τίσιν καὶ ποίοις ἐστίν, μετα‐ νοησάτω καὶ πενθησάτω καὶ βοησάτω πρὸς κύριον «νυκτὸς καὶ ἡμέ‐ ρας» καθῶς παρήγγειλεν, ἕως οὗ εὕρῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ τὸν νοῦν
15καὶ τοὺς λογισμοὺς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ φυλασσομένους εἰς τὸ εἶναι αὐτὸν παρεκτὸς κακίας. ἡ σπουδὴ γὰρ πᾶσα ἡ παρὰ τῷ θεῷ γεναμένη διὰ πατέρων, διὰ προφητῶν, διὰ πατριαρχῶν, διὰ νόμου, ἔσχατον καὶ δι’ αὐτῆς τῆς τοῦ κυρίου ἐπιδημίας καὶ ἐλεύσεως διὰ τὴν νοερὰν καὶ λογικὴν οὐσίαν τῆς τιμίας καὶ «κατ’ εἰκόνα» αὐτοῦ
20ποιηθείσης ψυχῆς γεγένηται καὶ τὴν τοῦ νοὸς καὶ τῶν λογισμῶν δι‐ όρθωσιν καὶ ἴασιν ἐκ τῆς μεγάλης πτώσεως τῶν παθῶν, ὧν πέπονθεν ἡ ψυχὴ εἰς πνεύματα «πονηρίας» καὶ «ἀρχὰς» καὶ «ἐξουσίας» καὶ «κοσ‐ μοκράτορας σκότους» ἐμπεσοῦσα διὰ τὴν τοῦ Ἀδὰμ γεναμένην ἐν ἀρχῇ παράβασιν, δι’ ἧς τὰ τῶν ἁμαρτημάτων τῆς κακίας πάθη ἐνεδύσατο
25καὶ δι’ αὐτὰ ἀλλοτρία τοῦ θεοῦ κατέστη. τὴν γὰρ ἴασιν καὶ λύτρωσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς ἐμφαίνων ὁ ἀπόστολός φησιν· «ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν» καὶ τοὺς διαλογισμοὺς «ἐν Χριστῷ», ὥστε ἡ ἴασις τῶν τραυμάτων τῆς ψυχῆς καὶ ἡ ἀνάστασις τῆς πτώσεως τοῦ νοῦ αὕτη ἐστίν· τὰ διανο‐
30ήματα καὶ τὰ φρονήματα καὶ τοὺς λογισμοὺς τῆς ψυχῆς εἰς Χριστὸν
δεθῆναι καὶ ἐν τῷ οὐρανίῳ φωτὶ τοῦ πνεύματος τῆς εἰρήνης αὐτοῦ φυλάσσεσθαι καὶ φρουρεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς σὺν τῇ κτήσει τῶν ἑαυτῆς λογισμῶν ἀπὸ τῶν πνευμάτων τοῦ σκότους, τῶν πονηρῶν καὶ ὑλικῶν καὶ ματαίων λογισμῶν. αὕτη ἐστὶν ἡ λύτρωσις τοῦ κυρίου134
35καὶ ἡ ἔλευσις καὶ ἡ ἐπιδημία ἐπὶ τὸ γένος τῶν ἀνθρώπων, ὅπως τὴν νοερὰν οὐσίαν καὶ λογικὴν καὶ τιμίαν τῆς ψυχῆς ἀποκαταστήσῃ νῦν ἐν τῇ εὐγενείᾳ τῆς ἰδίας ἐξ ἀρχῆς καθαρότητος, πρὸς τούτοις καὶ κοι‐ νωνὸν τῆς ἰδίας τοῦ πνεύματος οὐσίας ταύτην καταστήσῃ ὡς εὐγενίδα τινὰ καὶ βασιλικὴν νύμφην ἑαυτοῦ.

25

.

4

Πῶς τοίνυν τὴν τιμίαν ταύτην καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς, τὴν ἐράσμιον καὶ ὑπὲρ πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἀξιολογωτέραν τυγχάνουσαν, δι’ ἄγνοιαν καὶ ῥαθυμίαν καὶ ἀμέλειαν καὶ λήθην ἀνταλλάσσομεν λεπροῖς καὶ ταλαιπώροις καὶ φθαρτοῖς ὑλικοῖς πράγμα‐
5σι τῷ ἐν γῇ καὶ ὕλῃ καὶ κόσμῳ καὶ δόξῃ δεδέσθαι καὶ τὰ φαινόμενα ἀγαπᾶν καὶ τοῖς παρερχομένοις τοῦ αἰῶνος τούτου προσέχειν καὶ τῇ περὶ ταῦτα στοργῇ διακεῖσθαι, δέον ἀφ’ ἑαυτῶν πάντα ῥίψαντας καὶ ἐκτιναξαμένους τὰ τῆς γῆς παρερχόμενα πράγματα καὶ τὰ τῆς ὕλης καὶ χοὸς φθαρτὰ διανοήματα Χριστῷ μόνῳ δεθῆναι τῇ ἀγάπῃ καὶ
10οὐρανίῳ ἔρωτι πρὸς αὐτὸν μόνον τετρῶσθαι καὶ πνευματικῷ φίλτρῳ αὐτοῦ μόνου ἐρᾶν; Μέγα γὰρ καὶ τίμιον καὶ εὐγενὲς καὶ ἐράσμιον τὸ τῆς νοερᾶς καὶ λογικῆς οὐσίας τῆς ψυχῆς ἀξίωμα τυγχάνει, δι’ ἣν ἀγὼν θεῷ καὶ ἀγγέλοις καὶ ἁγίαις δυνάμεσι, διὰ πατέρων καὶ πατρι‐ αρχῶν, διὰ προφητῶν, δι’ αὐτοῦ τοῦ κυρίου εἰς πρεσβείαν καὶ ἐπι‐
15στροφὴν ταύτης ἐλθόντος, δι’ ἀποστόλων, διὰ διδασκάλων, ἐργατῶν ἀληθείας ταύτην ἐπιστρεφόντων εἰς τὸ τοῦ κυρίου θέλημα καὶ ταύτην οἰκειώσασθαι καὶ παρ’ ἑαυτοῖς ἔχειν εἰς τὴν αἰώνιον ζωὴν σπουδαζόν‐ των, δι’ ἣν ἀγὼν ὁμοίως καὶ σπουδὴ καὶ πόλεμος καὶ κόπος σατανᾷ καὶ ἀρχαῖς καὶ ἐξουσίαις δυνάμεων πονηρῶν, διὰ ψευδοπροφητῶν, ψευδ‐
20αποστόλων, διὰ πλάνων ἀνθρώπων, διὰ δολίων ἐργατῶν καὶ αἱρέσεων, ἔσχατον καὶ δι’ αὐτοῦ τοῦ Ἀντιχρίστου, ταύτην οἰκειώσασθαι εἰς τέλος τοῦ μὴ ἐξειλῆσαι αὐτῶν ἀλλ’ εἰς ἀεὶ μετ’ αὐτῶν ἐν τῷ σκότει
τῆς κατακρίσεως ταύτην ἔχειν ἀγωνιζομένων. τὴν γὰρ ψυχὴν ταύτην τὴν τιμίαν εἰκόνα Χριστοῦ, τὴν ἐμπεσοῦσαν εἰς βυθὸν παθῶν κακίας,135
25σκότους, δυνάμεων πονηρῶν, τῇ προαιρέσει προσκολληθῆναι βουλο‐ μένην Χριστῷ, ἀλλαγῆναι καὶ μεταβληθῆναι καὶ ἀλλοιωθῆναι καὶ ἀνακαινισθῆναι καὶ ἀνακτισθῆναι δεῖ νῦν, ἕως ἐν σαρκὶ τυγχάνει, τοιούτῳ τινὶ τρόπῳ, κατὰ τὴν τῶν γραφῶν παράδοσιν. ὥσπερ ἐὰν ᾖ τόπος ἐν ᾧ πολλὴ δυσωδία καὶ βόρβορος τυγχάνει ἀποθήκης τε
30κοπριῶν μεμέστωται καὶ «πάσης ἀκαθαρσίας» καὶ σηπεδόνος καὶ αἰσχρότητος πεπλήρωται, ἔλθῃ δέ τις δυνάστης καὶ πλούσιος ἀνὴρ καὶ κελεύσῃ καθαρισθῆναι τὸν τόπον ἐκεῖνον ἀπὸ τῆς πολλῆς αἰσχρότητος καὶ ῥυπαρίας καὶ πάσῃ ἐπιμελείᾳ ἐκείνου τοῦ δυσωδεστάτου τόπου κάθαρσιν ποιήσηται καὶ λοιπὸν οἰκοδομήσῃ ἐκεῖ παλάτιον βασιλικὸν
35κοιτῶνάς τε χρυσορόφους καὶ μεμαρμαρωμένους τρικλίνους καὶ δια‐ φόρους οἴκους ἐνδόξους κατασκευάσῃ πρὸς μονὴν καὶ ἀνάπαυσιν βασι‐ λέως—τὸ λοιπὸν ἐκεῖ θυμιάματα καὶ εὐωδία καὶ καθαρότης πολλὴ ἀπ’ ἐκείνης τῆς δυσωδίας καὶ ἀκαθαρσίας γίνεται. ἢ ὥσπερ ἵνα ᾖ γῆ ἔρημος καὶ ἄνυδρος καὶ ἀκανθῶν καὶ τριβόλων μεμεστωμένη,
40ἔλθῃ δὲ ἀνὴρ γεωργὸς ἀγαθὸς καὶ ἐργάσηται ἐπιμελῶς ἐκείνην τὴν ἔρημον τυγχάνουσαν γῆν καὶ τὰς ἀκάνθας καὶ τριβόλους ἄρας ἐκ μέσου πυρὶ καύσῃ καὶ ἀνανεώσας καὶ ἐργασάμενος αὐτὴν ἐξαγάγῃ ἐκεῖ ὕδατα πλουσιώτατα καὶ καταφυτεύσῃ ἀμπελῶνας καὶ παραδείσους ῥόδα τε καὶ παντοῖα ἄνθη καὶ παντοδαπὰ φυτὰ καρποφόρα, καὶ
45λοιπὸν γένηται ἐκεῖ τόπος ἀναπαύσεως ἥμερος, καρποφόρος καὶ ἔνυ‐ δρος καὶ εὔκαρπος—ἴδε πόση μεταβολὴ καὶ ἀλλαγὴ γέγονεν, ἀπὸ ποίας ἀγριότητος καὶ ἐρημίας εἰς ποίαν ἡμερότητα καὶ ἐπιτηδειότητα μετεκοσμήθη. ἢ ὥσπερ ἵνα ᾖ γυνὴ ἐπαίτης καὶ πενιχρά, εἰς ἣν πάντες οἱ βουλόμενοι καὶ παριόντες ἐμπαίζουσι καὶ παρακέχρηνται,

25

.

4

(50)

ἐραστὴς δὲ αὐτῆς γένηται βασιλεύς τις ἔνδοξος καὶ ἀναλάβῃ αὐτὴν πρὸς ἑαυτὸν καὶ ἀπ’ ἐκείνης τῆς αἰσχρότητος καὶ πορνείας εἰς σωφροσύνην τιμίαν καὶ ἐλευθέραις πρέπουσαν κατάστασιν ἐνέγκῃ καὶ ἀντ’ ἐκείνων τῶν δυσωδεστάτων ῥακίων βασιλικὰ φορή‐
ματα καὶ διάχρυσα καὶ διάλιθα ἐνδύματα ἀμφιάσῃ διαδήματί τε136
55βασιλικῷ ταύτην περιδησάμενος τιμήσῃ εἰς τὸ γενέσθαι αὐτοῦ κοι‐ νωνικὴν καὶ τιμίαν νύμφην βασιλέως—ἰδοὺ πόση μεταβολὴ καὶ ἀλ‐ λαγὴ γεγένηται ταύτῃ καὶ ἐξ οἵας αἰσχρότητος καὶ πενίας εἰς οἵαν τιμὴν δόξης καὶ πλοῦτον μετηνέχθη.

25

.

5

Τὸν αὐτὸν τρόπον τὸν νοῦν καὶ τὴν ψυχὴν ταύτην σὺν τῷ σώματι ἐν ἁμαρτίᾳ κακίας ἐμπεσοῦσαν καὶ ἐν τῇ ὄντως πτωχείᾳ τοῦ σκότους τῶν παθῶν τῆς πονηρίας κατενεχθεῖσαν ἐκ τῆς τοῦ Ἀδὰμ παρα‐ βάσεως καὶ ἐν πορνείᾳ καὶ ἀκαθαρσίᾳ καὶ μιασμῷ τῶν πονηρῶν πα‐
5θῶν μιανθεῖσαν καὶ ἐνυβρισθεῖσαν καὶ ἐν ἀγριότητι καὶ ἐρημίᾳ τοῦ πονηροῦ καὶ αἰσχροῦ πνεύματος τοῦ κόσμου γεγενημένην, πιστεύσα‐ σαν καὶ προσελθοῦσαν εἰλικρινῶς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι τῷ κυρίῳ ἐν ἀγάπῃ τοῦ πνεύματος αὐτοῦ ἀλλαγῆναι καὶ μεταβλη‐ θῆναι δεῖ ἀπὸ τῆς ἀγριότητος καὶ ἐρημίας ἐκείνης τῆς προτέρας καὶ
10ἐκ τῆς δυσωδίας τῶν ἁμαρτημάτων καὶ παθῶν τῆς κακίας καὶ αἰσχ‐ ρῶν καὶ ῥακώδων ἐνδυμάτων τῶν πνευμάτων «τῆς πονηρίας», ἀπιστίας, φιλαργυρίας, μίσους, κακίας, ὀργῆς, δόλου, ἀνοίας, ἐπιθυμίας κακῆς καὶ πάσης ἀκαθαρσίας ἀλλοιωθῆναι δεῖ καὶ ἀνακαινισθῆναι καὶ μετα‐ βληθῆναι καὶ ἀναπλασθῆναι νῦν διὰ τῆς χάριτος. καὶ ἀντὶ μὲν τῶν
15τριβόλων καὶ ἀκανθῶν τῶν πονηρῶν διαλογισμῶν καὶ τῶν ἁμαρτη‐ μάτων τῆς κακίας, ὧν ἡ γῆ τῆς καρδίας αὐτῆς βρύουσα ἐκαρποφόρει, δικαιοσύνην καὶ ὁσιότητα τοῦ θείου καὶ ἐπουρανίου πνεύματος τῆς ἀγαθότητος ἐν αὐτῇ βρύειν καὶ καρποφορεῖν δεῖ· ἀντὶ δὲ δυσωδίας καὶ βορβόρου καὶ οἰκοπέδων καὶ αἰσχρῶν τόπων, ὧν τὰ πνεύματα «τῆς
20πονηρίας» ἐν τῷ ἀοράτῳ τῆς ψυχῆς χώρῳ διὰ τῶν παθῶν ἐγκατεσκεύ‐ ασεν, νῦν παλάτιον ἐπουράνιον καὶ μονὴν καὶ ἀνάπαυσιν ἐπουρανίου βασιλέως κατασκευασθῆναι δεῖ· ἀντὶ δὲ ἐνδυμάτων μιαρῶν καὶ σκο‐ τεινῶν, ὧν ἡ ψυχὴ ἐφόρει, νῦν ἐνδύματα τοῦ πνεύματος τῆς θεότητος φωτεινὰ πίστεως, ἀγάπης, ἀγαθωσύνης καὶ πάσης ἀρετῆς ἀμφιέννυ‐
25ται· ἀντὶ δὲ ἐκείνης τῆς δεινῆς αἰσχρότητος καὶ πορνείας τῶν πονη‐ ρῶν πνευμάτων, μεθ’ ὧν ἡ ψυχὴ ἐν τοῖς πονηροῖς λογισμοῖς ἐπόρνευεν, νῦν εἰς σωφροσύνην καὶ ἁγιασμὸν καὶ καθαρότητα καὶ κοινωνίαν
τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ ἄγεται καὶ διαδήματι ἐπουρανίῳ τῆς τοῦ πνεύματος δόξης ἐν τιμῇ χάριτος περιδεσμεῖται· ἀντὶ δὲ137
30τοῦ πνεύματος τῆς πονηρίας τοῦ κόσμου τοῦ ῥέμβοντος καὶ αἰχμαλω‐ τίζοντος τὸν νοῦν τῆς ψυχῆς ἐν ὕλῃ καὶ ἐν γῇ καὶ ἐν κακίᾳ καὶ ἐν παντὶ περισπασμῷ πονηρῷ, νῦν τὸ πνεῦμα τῆς ἀγαθότητος τοῦ Χρι‐ στοῦ ἐξ οὐρανοῦ αἰχμαλωτίζον τὸν νοῦν τῆς ψυχῆς εἰς μυστήρια θεοῦ ἀλάλητα καὶ ἐν πᾶσι τοῖς ἁγίοις καρποῖς τῆς ἀγαθωσύνης τοῦ πνεύ‐
35ματος, ἐν οἷς διαιτᾶται ὁ νοῦς καὶ πάντες οἱ τῆς ψυχῆς διαλογισμοὶ εἰς θείους καὶ ἐπουρανίους τοῦ πνεύματος λογισμοὺς αἰχμαλωτιζό‐ μενοι, καθ’ ὃν τρόπον τὸ πνεῦμα τῆς κακίας τῶν παθῶν τὴν ψυχὴν ἄκουσαν αἰχμαλωτίζει εἰς διαλογισμοὺς κόσμου καὶ ματαιότητος ὕλης. καὶ γὰρ τὸ πνεῦμα διὰ τοῦ προφήτου ἐν ἀληθείᾳ λέγει· «ὡς τὸ
40σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς».

25

.

6

Οὕτως ἀλλαγῆναι δεῖ καὶ τὴν πιστεύσασαν ψυχὴν Χριστῷ καὶ ἀγα‐ πῶσαν αὐτὸν εἰλικρινῶς καὶ οὕτως ἀνακαινισθῆναι καὶ μεταβολὴν ἔχειν ἐν πᾶσιν ἔν τε τοῖς κρυπτοῖς τῆς καρδίας λογισμοῖς ὑπὸ τοῦ πνεύ‐ ματος ἁγιασθεῖσαν καὶ τοῖς ἀγαθοῖς ἔργοις τῆς δικαιοσύνης ἐν ἀλη‐
5θείᾳ καὶ πληροφορίᾳ καὶ αἰσθήσει καὶ ἐνεργείᾳ τοῦ πνεύματος τῆς ἀγαθότητος ἐνεργοῦντος, καθ’ ὃν τρόπον τὰ πνεύματα τοῦ σκότους τῶν παθῶν ἐνεργεῖ τὰ κακὰ ἐν αἰσθήσει καὶ πληροφορίᾳ ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι. πᾶσαι γὰρ αἱ αἱρέσεις διακένοις λόγοις ὑπο‐ λήψει φρονήματος ὀρθοῦ καὶ ματαίᾳ οἰήσει δικαιοσύνης πληροφοροῦν‐
10ται, τὰ δὲ ὄντως τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐν ἔργοις ἀληθείας καὶ πίστεως ἀποδείκνυνται καὶ ἐνεργείᾳ τινὶ θείου πνεύματος ἐπιφοι‐ τῶντος καὶ ἐπισκιάζοντος τῇ ψυχῇ, καὶ «καρποὺς ἀξίους» τῆς χάριτος ἐπιδεικνυούσης ἐν δυνάμει καὶ αἰσθήσει καὶ πληροφορίᾳ καὶ τῇ «τοῦ νοὸς» «ἀνακαινίσει» καὶ ἀλλαγῇ καὶ καινῇ καὶ νέᾳ κτίσει «κατὰ τὸν
15ἔσω» τῆς καρδίας «ἄνθρωπον». οὗτός ἐστιν ὁ ἀληθὴς Χριστιανισμὸς καὶ πασῶν τῶν ἁγίων γραφῶν ἀκριβὴς ἐν ἀληθείᾳ ἀποστολικὴ παρά‐ δοσις, καὶ αὕτη ἡ τοῦ κυρίου ἔλευσις καὶ ἡ λύτρωσις τοῦ πεσόντος ὑπὸ τὴν ἁμαρτίαν ἀνθρώπου, καὶ αὕτη ἐστὶν ἡ τῶν ἐν ἀληθείᾳ Χριστῷ
πιστευόντων ἐλπίς. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς διὰ πασῶν τῶν138
20ἀρετῶν τῆς ἐλπίδος ταύτης πληροφορίαν ἐν ἑαυτοῖς δέξασθαι, ὅπως τῶν «ἐλπιζομένων» ἀγαθῶν καταξιωθέντες, τουτέστι τῆς ἐνοικήσεως τοῦ κυρίου, καὶ τὸν ἁγιασμὸν τοῦ «πνεύματος» ἐν τῇ ἑαυτῶν καρδίᾳ κτησάμενοι καὶ τὸν ἐπουράνιον «θησαυρὸν» ἐν τοῖς ἑαυτῶν «σκεύεσιν» ἐναποθέντες καὶ ἐν πάσαις ταῖς ἐντολαῖς ἄμωμοι διὰ τῆς χάριτος
25καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν σὺν Χριστῷ καταξιωθείημεν
ἀπολαῦσαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.139

26

.

1

Ἡ διάκρισιν ψυχὴ κεκτημένη ἐν τῇ ἀκοῇ τοῦ λόγου ἐκ θείας χάρι‐ τος ταύτην κέκτηται, καὶ γὰρ ἡ τῶν Χριστιανῶν ἐλπὶς καὶ ἀνάπαυ‐ σις καὶ κτῆσις οὐκ ἔστιν ἐν τῷ αἰῶνι τούτῳ· οὐδὲ γάρ ἐστι κάλλος πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ γεγενημένων ἀγαθῶν καὶ τοῦ οὐρανοῦ
5καὶ τῶν ἐν αὐτῷ φώτων ὃ ζητοῦσι Χριστιανοί. ἰδοὺ γὰρ πόσα ἀγαθά ἐστιν ἐν τῇ γῇ διάφορα καὶ ποικίλα κάλλη καὶ ἀναπαύσεις, ὁμοίως καὶ ἐν τῷ οὐρανῷ ὅση ποικιλότης ἄστρων, κάλλος φώτων, καὶ οὐδέν ἐστιν ἐκ τούτων, ὃ ζητοῦσι καὶ χρῄζουσι Χριστιανοί. ἀλλ’ ἔστι τι ὃ οὔτε ἐν τῇ γῇ οὔτε ἐν τῷ οὐρανῷ ἐστιν, ἐν ᾧ ζῶσι καὶ ὃ χρῄζουσιν
10οἱ τὸν κύριον ἀγαπῶντες. πόσαι γλῶσσαι ἐν κόσμῳ, πόσαι σοφίαι, πόσαι φρονήσεις, πόσαι τέχναι, πόσαι ἐπιστῆμαι καὶ ἐπιτηδεύματα καὶ σπουδὴ καὶ πλοῦτος ἐν τῇ γῇ, καὶ οὐδὲν τούτων ἐστὶν ὃ χρῄζουσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί. ἔστιν οὖν τι ὃ ζητοῦσι μεῖζον οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ πάντων καὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἀγαθῶν καὶ καλῶν, καὶ
15ἅπαξ πάντων τῶν φαινομένων ἀγαθῶν καὶ καλῶν, μηδενὶ τούτων συγκρινόμενον. τοιγαροῦν τοιαύτης καὶ διανοίας καὶ ψυχῆς χρεία πρὸς τὴν ζήτησιν καὶ τὴν ἔρευναν τούτου τοῦ ἀσυγκρίτου καὶ μόνου καλοῦ
καὶ ἀγαθοῦ, ἥτις καὶ αὐτὴ μείζων καὶ ἀνωτέρα τυγχάνει πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ, καὶ πάσης σοφίας ἀνθρωπίνης καὶ φρονήσεως καὶ140
20γνώσεως κοσμικῆς, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ λέγω· τὰ γὰρ ἀπὸ τοῦ οὐρανοῦ ἕως τῆς γῆς οὐδὲν τὴν ψυχὴν ὠφελεῖ. ὥσπερ γὰρ πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ἀέρι ποικίλων τερπνῶν ἀρετὴ μείζων καὶ ἀνωτέρα καὶ κρείττων τυγχάνει, μᾶλλον δὲ ἐκεῖνο μόνον ἀγαθὸν καὶ καλόν ἐστιν ὃ χρῄζουσιν καὶ ἐν ᾧ δύνανται ζῆσαι Χριστια‐
25νοί, τὸν αὐτὸν τρόπον τοιαύτη καὶ ἡ ψυχὴ ὀφείλει εἶναι πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ καλοῦ τούτου ἔρευναν καὶ ζήτησιν ἐπειγομένη, ὑπερβαί‐ νουσα πασῶν τῶν ἐν τῷ κόσμῳ σοφιῶν καλλονὴν καὶ γλωσσῶν ποικι‐ λότητα καὶ γηΐνην φρόνησιν καὶ δόξαν καὶ τρυφὴν καὶ τέρψιν, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ πρὸς τὸ μόνον καὶ ἀσύγκριτον
30καλόν, πάντων ὑπερπηδῶσα καὶ μηδενὶ δεθεῖσα, ἀλλ’ αὐτὸ μόνον ποθήσασα.

26

.

2

Τί τοίνυν ἐστὶ τὸ μηδενὶ συγκρινόμενον ἀγαθὸν καὶ καλόν, ὃ ζη‐ τοῦσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί; αὐτός ἐστιν ὁ κύριος. αὐτὸς γάρ ἐστιν ὁ μηδενὶ συγκρινόμενος, πάντα γὰρ ὅσα ἐστὶ καλὰ ἀπ’ αὐτοῦ γεγένηνται, καὶ αὐτός ἐστιν ἡ κληρονομία καὶ ἡ ζωὴ τῶν Χριστιανῶν·
5«κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». οὐδὲν γὰρ ἄλλο ζητεῖ παρὰ τῶν ἀνθρώπων τὸ μόνον ἀγαθὸν καὶ κα‐ λόν, ὅπερ ἐστὶν ὁ θεός, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐ ζῷα οὐδὲ ἕτερόν τι τῶν ἐν τῇ γῇ, ἅπερ πάντα αὐτὸς ἔκτισεν, ἢ μόνον πίστιν ἀληθῆ καὶ τὴν ἐκ καρδίας ἀγάπην πρὸς αὐτόν. καὶ τότε καταξιοῦταί
10τις τῆς κτήσεως τοῦ καλοῦ καὶ μόνου ἀγαθοῦ τούτου· πνεύματος γὰρ ἁγίου μετουσίαν ἡ τοιαύτη ψυχὴ κομίσασθαι καταξιοῦται καὶ κοινωνεῖν Χριστῷ ἀπεντεῦθεν ἀξία καθίσταται. ἐὰν μὴ γὰρ πρότερον πρόφασις γένηται ὁ ἄνθρωπος τῇ ἑαυτοῦ ἀγάπῃ ἑλκύσας τὴν ἀγάπην τοῦ θεοῦ πρὸς ἑαυτόν, οὐκ ἀνελεύσεται εἰς τὴν ψυχὴν αὐτοῦ ἡ ζωὴ
15καὶ ἡ κτῆσις τοῦ ἀγαθοῦ καὶ μόνου καλοῦ. πρόφασις οὖν γίνεται ἕκαστος τῆς ἑαυτοῦ ζωῆς καὶ τοῦ ἑαυτοῦ θανάτου διὰ τὸ αὐτεξούσιον
θέλημα τῆς ψυχῆς· ὅπου γὰρ ἂν δῷ τὴν φυσικὴν ἀγάπην αὐτῆς ἡ ψυχή, ἕλκει πρὸς ἑαυτὴν ἤτοι τὴν ζωὴν ἢ τὸν θάνατον, καθὼς καὶ ἡ γραφὴ φησίν· «ἔναντι ἀνθρώπου ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδο‐141
20κήσῃ δοθήσεται αὐτῷ», ἐπειδὴ καὶ ἄτιμοι πάντες οἱ ἄνθρωποι μετα‐ βληθέντες ἐκτήσαντο τὴν ζωὴν ταύτην. ἰδοὺ γὰρ (ὥς φησιν ὁ ἀπό‐ στολος) ὁ θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». οὐχ ὅτι οὐ διδόασι τὴν φυσικὴν ἀγάπην αὐτῶν καὶ προαίρεσιν ἀγαθὴν πρὸς τὸν θεόν· οὐ βιάζεται γὰρ τὰς προαιρέσεις
25ἀκούσας ὁ κύριος, ἀλλὰ ἀποσκοπεῖ καὶ θεωρεῖ τὴν προαίρεσιν καὶ ἀγάπην τοῦ ἀνθρώπου, ποῦ ῥέπει καὶ ποῦ ἀγαπᾷ. ἐὰν πρὸς αὐτὸν ἴδῃ τὴν ἀγάπην τῆς ψυχῆς κολλωμένην, ἰδοὺ ἔρχεται καὶ κατασκηνοῖ καὶ κληρονομεῖται ὑπὸ τῆς ἀγαπώσης αὐτὸν ψυχῆς καὶ κληρονομεῖ αὐτήν, ἐπεὶ ἀδύνατον ἄλλως γενέσθαι· ἐὰν γὰρ μὴ πρόφασιν λάβῃ ὁ
30θεὸς τοῦ ἀνθρώπου τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, οὐ γίνεται αὐτὸς ζωὴ τοῦ ἀνθρώπου καὶ κτῆμα τὸ μόνον τίμιον καὶ καλόν. ἕκαστος τοίνυν, ὡς προείρηται, πρόφασις γίνεται τοῦ ἐλθεῖν πρὸς αὐτὸν τὴν ζωὴν καὶ τὴν ἐπαγγελίαν ἐν τῷ πιστεύειν καὶ ἀγαπᾶν αὐτὸν παρὰ πάντα τὰ βλεπόμενα, τοῦτο γὰρ μόνον ἐξαιρέτως ζητεῖ
35παρὰ τοῦ ἀνθρώπου ὁ θεός· ἡ τοιαύτη γὰρ ψυχὴ μείζων ἐστὶ καὶ ἀνωτέρα παντὸς τοῦ κόσμου καὶ πάσης τῆς σοφίας αὐτοῦ καὶ δόξης καὶ πλούτου καὶ ἀναπαύσεως καὶ πάσης τῆς φρονήσεως αὐτοῦ καὶ πάντων τῶν ἐν αὐτῷ καλῶν, ὅτι τῷ μόνῳ καλῷ ἐπίστευσε καὶ τὸν μόνον ἀγαθὸν ἠγάπησεν ὑπεριδοῦσα πᾶσαν καλλονὴν καὶ δόξαν καὶ
40τερπνότητα καὶ σοφίαν γλωσσῶν κόσμου ἀρνησαμένη, καὶ οὕτως ἐπιτυγχάνει καὶ ἀπολαύει τοῦ ἀληθινοῦ καλοῦ καὶ ἀγαθοῦ καὶ μόνου ὡραίου.

26

.

3

Μή τις τοίνυν λεγέτω, ὅτι ἀδυνάτως ἔχω ἀγαπῆσαι ἢ διαλογίσασθαι ἢ πιστεῦσαι τῷ μόνῳ ἀγαθῷ, ὑπὸ δουλείαν καὶ δεσμοὺς ἁμαρτίας τυγ‐ χάνων. τὸ μὲν γὰρ δύνασθαί σε τελείως τὰ ἔργα τῆς ζωῆς ἐργάζεσθαι
καὶ τὸ ἑαυτὸν τῇ σῇ ἰσχύι ἐξελέσθαι καὶ ἐλευθερῶσαι τῆς ἐνοικούσης σοι142
5ἁμαρτίας οὔκ ἐστιν εἰς τὴν σὴν ἐξουσίαν, ἐπειδὴ τοῦτο ἑαυτῷ ἀπένειμεν ὁ κύριος· αὐτὸς γὰρ μόνος «κατέκρινε τὴν ἁμαρτίαν» καὶ αὐτὸς μόνος ἐστὶν «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς ἐλευθερῶσαι ἐπηγγείλατο τοὺς ἀγαπῶντας αὐτὸν καὶ πιστεύοντας αὐτῷ ἐκ τῆς δουλείας τῆς ἁμαρτίας τῶν παθῶν, καὶ οὓς ἂν αὐτὸς ἐλευθερώσῃ
10«ὄντως ἐλεύθεροι» τυγχάνουσιν. τὸ δὲ διαλογίσασθαί σε καὶ πιστεῦ‐ σαι ἢ ἀγαπῆσαι τὸν κύριον ἢ ζητῆσαι αὐτὸν ἔχεις καὶ δύνασαι καὶ τὸ μὴ συνήδεσθαι μηδὲ συνεργάζεσθαι τῇ ἐνοικούσῃ ἁμαρτίᾳ, μόνον πρό‐ φασις γενοῦ σὺ τῆς ἑαυτοῦ ζωῆς ἐν τῷ ζητεῖν τὸν κύριον, ἐν τῷ διαλογί‐ ζεσθαι καὶ ἀγαπᾶν καὶ προσδοκᾶν αὐτόν, καὶ αὐτὸς τὴν δύναμιν καὶ
15τὴν λύτρωσιν παρέχει. τοῦτο γὰρ μόνον παρὰ σοῦ ἐκδέχεται. ὥσπερ γὰρ σῶμα ὑπὸ θερμότητος πυρετοῦ κατεχόμενον ἐμπεπόδισται καὶ ἐπέχεται τοῦ ποιῆσαι ἢ ἐργάσασθαι τὰ τῆς γῆς ἔργα, ὁ μέντοι νοῦς τοῦ κατακειμένου οὐκ ἐπέχεται οὐδὲ ἠρεμεῖ, ἀλλὰ πολλῷ πλέον φρον‐ τίζει καὶ μεριμνᾷ περὶ τῶν ἔργων αὐτοῦ καὶ ἡ διάνοια αὐτοῦ διαλογί‐
20ζεται περὶ τοῦ θέρους, εἰ τύχοι, ἢ περὶ ἀμπέλου ἢ περὶ ὁδοιπορίας ἢ περὶ ἐμπορίας ἢ περὶ ἄλλων τινῶν τοιούτων, καὶ τὸ μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ ὑπὸ τοῦ πυρετοῦ κατεχόμενον, ὁ δὲ νοῦς οὐκ ἠρεμεῖ οὐδὲ ἐπέχεται τῶν ἔργων αὐτοῦ (διαλογιζόμενος δι’ αὐτὰ) καὶ τοῦ ζητεῖν τὸν ἰατρὸν καὶ ἀξιοῦν τοὺς ἰδίους αὐτοῦ καὶ ἀποστέλ‐
25λειν πρὸς αὐτὸν τοῦ ἐλθεῖν καὶ ἐπισκέψασθαι αὐτόν, καὶ προσδοκίαν ἔχει τοῦ ὑγιᾶναι. ἐάν τε γὰρ οὔτε λαλῇ οὔτε διαλογίζηται οὗτος, παντελῶς τέθνηκεν, ἕως οὗ δὲ ὁ πυρετὸς ἐπίκειται, τὸ σῶμα ἐμπεπό‐ δισται καὶ ἐπέχεται ἀπὸ τῶν ἔργων, ὁ δὲ νοῦς ἰδοὺ περὶ αὐτῶν σφο‐ δρῶς διαλογίζεται καὶ φροντίζει—τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ὑπὸ
30δουλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας πεσοῦσα
καὶ ὑπὸ τοῦ πυρετοῦ «τοῦ νόμου τῆς ἁμαρτίας» κατεχομένη ἀπὸ μὲν τῶν ἔργων τῆς ζωῆς, τῶν τοῦ πνεύματος τελείων ἀρετῶν, ἐμπεπόδι‐ σται καὶ ἐπέχεται ἀδυνάτως ἔχουσα ἀμώμως ταῦτα ἐπιτελεῖν, ἀπὸ δὲ τοῦ διαλογίζεσθαι ἢ μεριμνᾶν περὶ αὐτῶν καὶ κατὰ δύναμιν ἐπι‐143
35τελεῖν ἐργασίαν ἐντολῶν καὶ ἀγαπᾶν τὴν ζωὴν οὐκ ἐπέχεται, ἐὰν ὄντως θέλῃ τῆς αἰωνίου ζωῆς ὀρέγεσθαι. ἀπὸ τοῦ βοᾶν τοιγαροῦν καὶ καλεῖν τὸν μόνον ἰατρὸν πρὸς τὴν ἑαυτῆς βοήθειαν καὶ προσδοκᾶν τὴν ὑγείαν αὐτῆς οὐκ ἐμποδίζεται. εἰ γὰρ καὶ ἀπέθανεν ἀπὸ τοῦ θεοῦ ἡ ψυχή, τουτέστι χωρισθεῖσα ἀπὸ τῆς ἀπολαύσεως τῆς δόξης τοῦ
40φωτὸς αὐτοῦ διὰ τὴν παράβασιν καὶ καλύμματι κακίας παθῶν καλυφ‐ θεῖσα, ἀλλ’ ἀπὸ τῆς ἰδίας γνώσεως καὶ τῶν διανοημάτων οὐκ ἀπέ‐ θανεν, ἀλλ’ ἔχει τὸ μεριμνᾶν περὶ τῶν ἔργων τῆς ζωῆς καὶ τὸ ἀγαπῆσαι καὶ καλεῖν καὶ βοᾶν πρὸς τὸν ἀληθινὸν ἰατρόν. ἀπὸ τῆς ἰδίας οὖν γνώ‐ σεως οὐ νενέκρωται. τοῦτο τοίνυν ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός,
45ὅπερ ἔχει ἐλεύθερον διαλογίζεσθαι περὶ τῆς ζωῆς, τὸ ἀγαπῆσαι καὶ καλεῖν τὸν μόνον ἀληθινὸν ἰατρόν, καὶ μὴ συντίθεσθαι τῇ κακίᾳ, ἀλλὰ κατὰ δύναμιν ἐν ἔργοις ἀγαθοῖς πολιτεύεσθαι. ταύτην τὴν πρό‐ φασιν μόνον παρὰ τῶν ἀνθρώπων ζητεῖ ὁ θεός· τὸ γὰρ δυναμῶσαι τὴν ψυχὴν καὶ ἰάσασθαι ἐκ τοῦ πυρετοῦ τῆς ἁμαρτίας καὶ ῥύσασθαι

26

.

3

(50)

ἐκ τῆς δουλείας καὶ ἐνεργείας τῶν παθῶν αὐτοῦ ἐστι καὶ αὐτῷ μόνῳ ἀπόκειται, «ὅτι τὸ κράτος» (γάρ φησιν) «τοῦ θεοῦ, καὶ σοῦ, κύριε, τὸ ἔλεος». ἐπίσταται γὰρ αὐτὸς ἐν ποίοις κακοῖς ἐστιν ἡ ψυχὴ καὶ πῶς ἐπέχεται τοῦ μὴ ποιεῖν τὰ ἔργα τῆς ζωῆς καὶ πῶς ἔρριπται ἐν νόσῳ χαλεπῇ τῶν παθῶν τῆς «ἀτιμίας»· μόνον ἐν τῷ νῷ καὶ ἐν τῇ ἀγάπῃ
55ἀρέσαι τὴν ψυχὴν αὐτῷ περιμένει. τὸ γὰρ δύνασθαι αὐτὸς «ἐν τάχει» ποιεῖ, καθὼς εἴρηται· πόσῳ μᾶλλον «ποιήσει τὴν ἐκδίκησιν τῶν βοών‐
των πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας».144

26

.

4

Ἀλλ’ ὥσπερ πάλιν τὸ σῶμα ὑπὸ τοῦ πυρετοῦ κρατούμενον ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς, καὶ ἡ ψυχὴ ἐν τῇ ἁμαρτίᾳ κρατου‐ μένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν ἐπέχεται καὶ ἐμποδίζεται ἀπὸ τῶν ἔργων τῆς ζωῆς, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἡ καταξιωθεῖσα τοῦ ἐπου‐
5ρανίου πυρὸς τοῦ πνεύματος τῆς ζωῆς καὶ κατεχομένη ὑπὸ τῆς δυνά‐ μεως τοῦ πυρὸς τοῦ θείου ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, τῷ φίλτρῳ καὶ τῷ πόθῳ πρὸς τὸν ἐπουράνιον νυμφίον πάν‐ τοτε ἑλκομένη. εἰ γὰρ ὁ τοῦ σώματος πυρετὸς ἐπέχει τὸ σῶμα τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς καὶ ὁ πυρετὸς τῆς ἁμαρτίας τῶν πα‐
10θῶν ἐπέχει τὴν ψυχὴν ἀπὸ τῶν ἔργων τῆς ζωῆς, πόσῳ μᾶλλον τὸ ἐπουράνιον τοῦ πνεύματος πῦρ ἐκκαῖον καὶ φλέγον τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν εἰς τὸν ἄνω τῆς βασιλείας ἔρωτα καὶ πόθον ἐπισχῇ καὶ ἐμποδίσῃ τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, ἀλλὰ λήθην πάσης ματαιότητος τοῦ αἰῶνος τούτου ποιήσεται. αὕτη γὰρ ἡ ψυχὴ ἡ ζητή‐
15σασα τὸν θεὸν τῷ ἑαυτῆς θελήματι καὶ τῇ ἑαυτῆς ἀγάπῃ ἕλκει αὐτὸν πρὸς ἑαυτὴν τοῦ βασιλευθῆναι καὶ ἡγημονευθῆναι καὶ ὁδηγηθῆναι ὑπ’ αὐτοῦ κατὰ τὸ αὐτοῦ θέλημα. καὶ γὰρ αὐτὸς ὁ κύριος οὕτω βούλε‐ ται ζητηθεὶς καὶ ἀγαπηθεὶς καὶ πιστευθεὶς καὶ ἑλκυσθεὶς ὑπὸ τῆς ἀγάπης τῆς ψυχῆς ἐλθεῖν καὶ κατασκηνῶσαι καὶ βασιλεῦσαι καὶ ἡγε‐
20μονεῦσαι παντὸς τοῦ φρονήματος αὐτῆς καὶ ὁδηγῆσαι αὐτὴν εἰς πᾶν τὸ τοῦ θεοῦ θέλημα. μὴ γάρ τις νομίσῃ μικράν τινα εἶναι τὴν ψυχὴν ἅτε ἐν μικρῷ σώματι κατοικοῦσαν καὶ ἐν σώματι ὅλην οὖσαν. ἰδοὺ καὶ ἐν τῷ σώματί ἐστι καὶ ἔξωθεν τοῦ σώματός ἐστι καὶ ὅλη ἐν αὐτῷ ἐστι καὶ ὅλη ἔξωθεν αὐτοῦ ἐστι τῷ φρονήματι καὶ τοῖς λογισμοῖς.
25Μέγα γάρ τι σκεῦος καὶ δημιούργημα ἐποίησεν ὁ θεὸς τὴν ψυχήν, τίμιόν τι καὶ ὡραῖον καὶ ὑπὲρ πάντα τὰ κτίσματα ὄν, τοιοῦτον τίμιον ἔργον ὡς «εἰς κατοικητήριον θεοῦ» ἡτοιμασμένον καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ πεποιημένον. εἰκόνα γὰρ πνευματικὴν καὶ νοερὰν κατὰ τὴν
ἰδίαν λεπτότητα τὴν φυσικὴν ἔχει ἡ ψυχή, ὥσπερ τὸ σῶμα ἰδίαν ἔχει145
30εἰκόνα. ἀλλ’ ἡ ἀληθὴς εἰκὼν τοῦ θεοῦ ἡ ψυχή ἐστιν, καὶ ἐκείνη ἡ εἰκὼν ἡ ζῶσα καὶ ἀθάνατος βαστάζει καὶ φέρει τὴν εἰκόνα ταύτην. ἀόρατος δὲ καὶ ἀνεύρετος ἑαυτῇ τυγχάνει παρὰ τὴν αἰτίαν ταύτην· κάλυμμά τι σκότους κακίας ἐπίκειται αὐτῇ καλύπτον αὐτὴν τοῦ μὴ καταλαμβάνειν καὶ τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὴν ἰδίαν ἐνορᾶν
35ὑπόστασιν καὶ μὴ κατανοεῖν καὶ θεωρεῖν τὸν ἑαυτῆς ποιητήν, τοῦ μὴ ἀπολαύειν καὶ ζῆν καὶ ἀναψύχειν τῷ φωτὶ τῆς δόξης τῆς χρηστό‐ τητος αὐτοῦ, τοῦ μὴ ἐντρυφᾶν ἐν τῇ ἀγαθότητι καὶ ἀγάπῃ αὐτοῦ. τοῦτο δὲ τὸ κάλυμμα ἀπὸ τῆς παραβάσεως Ἀδὰμ ἐκτησάμεθα δια‐ δεξάμενοι τὴν κληρονομίαν τοῦ θανάτου.

26

.

5

Συγκέκλεισται τοίνυν καὶ κεκάλυπται ἡ ψυχὴ σκότει παθῶν ἀπὸ τῆς ἀπολαύσεως καὶ κατανοήσεως τοῦ θεοῦ καὶ ἀπὸ τῆς ἰδίας κατα‐ λήψεως. ἐπιμένει δὲ τὸ ἔργον σῶον καὶ τὸ κτίσμα τέλειον τῆς ψυχῆς ὑπὸ τὸ κάλυμμα καὶ ἐν τῇ φυλακῇ ἠγμένης, ἔχον τὴν νοερὰν εἰκόνα καὶ
5τὴν κατασκευὴν ἣν ἐξ ἀρχῆς ὁ δημιουργὸς ἐποίησε σῶαν. ὥσπερ γάρ τις συγκέκλεισται ἐν οἴκῳ φυλακῆς, ἐν ᾧ οὔκ ἐστι θύρα, οὔτε ὀπή, οὔτε θυρίς, οὔτε ὅλως ἔξοδός τις, καὶ ἔνδοθεν τῆς φυλακῆς ἐστιν ὁ ἄνθρωπος—οὐδὲν δύναται ὁ ἔσω ἐγκεκλεισμένος ποιῆσαι εἰς τὸ ἐξελθεῖν ἢ μόνον καλέσαι καὶ βοῆσαι πρὸς τοὺς ἔξω, ἵνα ἀνοίξωσιν
10αὐτῷ, καὶ τὴν διάνοιαν αὐτοῦ ἐκτείνας πρὸς τοὺς ἔξω τοῦ οἴκου ὄντας πρὸς τὴν βοήθειαν αὐτοῦ ἐπικαλέσασθαι—τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κεκαλυμμένη ἀπὸ θεοῦ καλύμματι παθῶν καὶ συγκεκλεισ‐ μένη ἐν φυλακῇ σκότους ἁμαρτίας μένει τὸ δημιούργημα καὶ τὸ κτίσμα τὸ τίμιον ἔνδον τοῦ καλύμματος σῶον, οἷον ἐκτίσθη, καὶ
15οὐδὲν δύναται ποιῆσαι πρὸς τὸ ἐξελθεῖν ἢ μόνον διανοηθῆναι καὶ δια‐ λογίσασθαι καὶ φροντίσαι περὶ τῆς ζωῆς τοῦ φωτὸς καὶ βοῆσαι πρὸς τὸν ἔξωθεν τοῦ καλύμματος τοῦ σκότους ὄντα κύριον καὶ λυτρωτήν, ἵν’ οὗτος τῇ ἑαυτοῦ δυνάμει ὁρῶν ἡμῶν τὴν πρὸς αὐτὸν βοὴν καὶ
πίστιν καὶ ἀγάπην διαρρήξῃ τὸ κάλυμμα τοῦ σκότους καὶ φωτίσῃ τῷ146
20ἑαυτοῦ φωτὶ τὴν ψυχὴν καὶ λυτρώσηται ἐκ τοῦ σκότους τῆς ἁμαρ‐ τίας τῶν παθῶν καὶ ὁδηγήσῃ αὐτὴν κατὰ τὸ ἑαυτοῦ θέλημα. αὕτη γὰρ ἔνδοθεν τοῦ καλύμματος οὖσα ἐκτείνει τὴν διάνοιαν αὐτῆς πρὸς αὐτὸν τῇ ζητήσει καὶ τῷ πόθῳ πάντα τὰ βλεπόμενα παριδοῦσα καὶ πρὸς τὴν ἀόρατον θείαν δύναμιν μετὰ πίστεως καὶ πόθου τῇ ζητήσει ἑαυ‐
25τὴν ἐπείγουσα καὶ προσδοκῶσα τὴν ἐπίσκεψιν τῆς χάριτος. καὶ αὐτὸς ἄνω ὢν ἐκτείνει τὴν διάνοιαν αὐτοῦ πρὸς αὐτὴν εὑρισκόμενος αὐτῇ καὶ φανερούμενος καὶ ἀναπαύων ἀναπαύσει πνευματικῇ καὶ ὁδηγῶν αὐτὴν εἰς πᾶν τὸ ἑαυτοῦ θέλημα.

26

.

6

Ἐὰν μὴ γὰρ ἡ διάνοια τοῦ κυρίου ἔλθῃ πρὸς τὴν αὐτῆς διάνοιαν καὶ ὁδηγήσῃ αὐτήν, οὐκ οἶδε ποιῆσαι τὸ θέλημα τοῦ θεοῦ. ὅσον γὰρ αὐτὴ καὶ τὸ φρόνημα αὐτῆς καὶ τὸν νοῦν ἀεὶ κολλᾷ πρὸς αὐτὸν τῇ ζητήσει καὶ πίστει καὶ πόθῳ, {{αὐτὸς πολὺ μᾶλλον τῇ ἑαυτοῦ χρηστό‐
5τητι προσέχων τῇ ἐνδιαθέτῳ αὐτῆς ἀγάπῃ κολλᾶται τῇ διανοίᾳ αὐ‐ τῆς καὶ γίνεται μετ’ αὐτῆς εἰς «ἓν πνεῦμα» κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος αὐτὴν καὶ ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ καὶ λοιπὸν τῆς διανοίας παραμενούσης ἀδιαλείπτως τῇ χάριτι
10τοῦ κυρίου εἰς «ἓν πνεῦμα» καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίνονται ἡ ψυχὴ καὶ ὁ κύριος. καὶ τὸ μὲν σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ, ἡ δὲ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου ἐν τῇ «ἐπουρανίῳ» «Ἱερουσαλὴμ» πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ καὶ διακονοῦσα αὐτῷ. καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλω‐
15σύνης» καθεζόμενος ἐν οὐρανοῖς ἐν τῇ «ἐπουρανίῳ» πόλει ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστιν. τὴν αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ «ἐπουρανίῳ» πόλει τῶν ἁγίων «Ἱερουσαλὴμ» καὶ τὴν ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ ἔθετο ἐν τῷ σώματι αὐτῆς. αὐτὴ αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει καὶ αὐτὸς αὐτῇ διακονεῖ
20ἐν τῇ τοῦ σώματος πόλει. αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς καὶ
αὐτὸς αὐτὴν ἐκληρονόμησεν ἐπὶ γῆς. ὁ κύριος γὰρ κληρονομία τῆς ψυχῆς γίνεται καὶ ἡ ψυχὴ τοῦ κυρίου. εἰ γὰρ καὶ τῶν ἐν σκότει ἁμαρ‐ τωλῶν ὄντων ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς πορρωτέρας πατρίδας ῥοπῇ ὥρας147
25ἐξελθεῖν δύναται καὶ πολλάκις ἔρριπται ἐν τῇ γῇ τῷ σώματι καὶ ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν αὐτῆς τυγχάνει ἢ πρὸς τὴν ἀγαπητήν, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ—εἰ οὖν ἡ τοῦ ἁμαρ‐ τωλοῦ ψυχὴ οὕτως εὔπτερος καὶ ἐλαφρά 〈ἐστιν〉 ὥστε τὸν νοῦν αὐτῆς μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πορρωτέρων τόπων, πόσῳ μᾶλλον ψυχή,
30ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς ὑπὸ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως τῶν παθῶν τῆς «ἀτιμίας» καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Χριστῷ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ καὶ τοσοῦτον πλα‐
35τύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καὶ ὅπου βούλεται καὶ ἔνθα βούλεται διακονεῖν τῷ κυρίῳ.

26

.

7

Τοῦτό φησιν ὁ ἀπόστολος· «ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρω‐ θῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ». θεώρησον ἄρρητα μυστήρια
5ψυχῆς, ἧς περιαιρεῖ ὁ κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ, πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. Μέγα τοίνυν καὶ θαυμαστόν τι καὶ θεῖον ἔργον ἐστὶν ἡ ψυχή. καὶ ὡς φαίνεται καὶ πρὸ τῆς τοῦ σώματος δια‐
10πλάσεως ἐδημιούργησεν αὐτήν· ἐν γὰρ τῷ εἰπεῖν· «ποιήσωμεν ἄνθρω‐ πον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν» παρὰ θεοῦ ἡ ψυχὴ πεποίηται καὶ οὕτω λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἔπλασε τὸ σῶμα «καὶ ἐνεφύσησε» διὰ τοῦ πνεύματος ἣν ἔκτισε ψυχὴν ἐν τῷ σώματι. ἐν δὲ τῷ δημιουρ‐ γῆσαι τὴν ψυχὴν τοιαύτην αὐτὴν πεποίηκεν· ἐν τῇ φύσει αὐτῆς κακίαν148
15οὐκ ἐνέθηκεν, οὐκ ᾔδει κακίαν ἡ φύσις αὐτῆς, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν. ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετὰς κατὰ τὴν «εἰκόνα» τοῦ πνεύματος. ἔτι γὰρ καὶ νῦν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ
20ὁ κύριος. ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγε‐ μόνα, ἐνθρονίσας ἐν αὐτῇ καὶ ἄλλην τινὰ πολλὴν †ἔχουσα ἐν αὐτῇ† λεπτότητα. ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ τοῖς φρονήμασιν διακονεῖν αὐτῷ ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην τοῦ γενέσθαι αὐτὴν νύμφην
25καὶ κοινωνικὴν ἑαυτοῦ, τοῦ αὐτὸν μετ’ αὐτῆς κεκρᾶσθαι καὶ εἰς «ἓν πνεῦμα» μετ’ αὐτοῦ αὐτὴν γενέσθαι, ὥς φησιν· «ὁ κολλώμενος τῷ κυρίῳ» εἰς «ἓν πνεῦμά ἐστιν».}}

26

.

8

{{Οὔτε γὰρ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ πνεύματος ἀποκαλύπτεται ἡ κατά‐ ληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ’ ἐνταῦθα θεώ‐
5ρει καὶ διάκρινον καὶ συνετῶς ἄκουσον· οὗτος θεὸς αὕτη οὐ θεός, οὗτος κύριος αὕτη δούλη, οὗτος κτίστης αὕτη κτίσμα, οὗτος ποιητὴς αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ καὶ αὐτῆς φύσεως τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ ηὐδόκησε τοιοῦτον ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ
10ἐξαίρετον ποιῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων», εἰς τὴν ἑαυτοῦ συνάφειαν καὶ τὴν ἑαυ‐ τοῦ κοινωνίαν, εἰς ἴδιον «κατοικητήριον», εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην. τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιαύτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ θεοῦ εἰς ἡμᾶς γεγενημένης149
15μὴ ἀμελήσωμεν, ὦ τέκνα, μηδὲ ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώ‐ νιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἀπο‐ δοῦναι. Παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς «ἀτιμίας» καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀνα‐
20λάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, ἵνα τυχόντες καὶ καταξιωθέντες τῆς κοινωνίας τοῦ «πνεύματος» αὐτοῦ σὺν αὐτῷ ἀπολαῦσαι καταξιωθῶμεν εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.}}150

27

.

1

Οἱ ἀγαπητοὶ ἡμῶν ἀδελφοὶ τὸν λόγον τῆς ἀληθείας πεινῶσι καὶ διψῶσιν, ἐν ἀγάπῃ πολλῇ ἐπιθυμοῦντες αὐτὸν ἀκούειν. κἂν ἡμεῖς τοί‐ νυν ἰδιῶται τυγχάνωμεν, ἀλλ’ αὐτοὶ ἐν πόθῳ καὶ στοργῇ δεχόμενοι τὸν λόγον τοῦ θεοῦ εὐφραίνονται καὶ ἐν τούτῳ τὸ ἅγιον πνεῦμα χαίρει,
5ὅταν ὁ ἴδιος λόγος ἐν τῷ κόσμῳ τούτῳ λαλῆται. κἂν γὰρ νήπιόν ἐστι τὸ βρέφος μὴ δυνάμενον κατὰ τὴν τῆς μητρὸς ὁμιλίαν λαλεῖν, ἀλλ’ αὐτὴ ἡ μήτηρ συγκατερχομένη τῷ παιδίῳ καὶ συμψελλίζουσα συλλαλεῖ αὐτῷ, καὶ χαίρει ἡ μήτηρ ἐπὰν πρὸς αὐτὴν τὸ βρέφος προσλαλῇ τῇ στοργῇ τοῦ νηπίου ἀποσκοποῦσα. καὶ ἡμεῖς τοίνυν, κἂν
10νήπιοι τυγχάνωμεν πρὸς τὴν ἄπειρον καὶ ἀκατάληπτον τοῦ κυρίου δόξαν καὶ κράτος καὶ γνῶσιν, μὴ δυνάμενοι κατ’ ἀξίαν ὑφηγήσασθαι ἢ ἐξειπεῖν τὰ τοῦ πνεύματος μυστήρια, ὅμως ἡ χάρις τοῦ πνεύματος, ἡ μήτηρ τῶν ἁγίων, χαίρει, ὅταν ὁ περὶ αὐτῆς λόγος ἐν τῷ κόσμῳ λαλῆται. τὰ γὰρ ἐκ πνεύματος γεννώμενα τέκνα ἐν οὐδενὶ τὴν ἀνά‐
15παυσιν καὶ τὴν ἀγαλλίασιν ἔχουσιν εἰ μὴ ἐν τῷ λόγῳ ἐκείνῳ ὅθεν γεννῶνται. ἕκαστον γὰρ τῶν ὄντων εἰς ἣν πατρίδα καὶ ἐν ᾧ τόπῳ γεννᾶται, ἐκεῖ καὶ ἀναπαύεται καὶ χαίρει. ἔστι κτίσματα διάφορα καὶ ἕκαστον κτίσμα ἔχει ἴδια γεννήματα. ἡ γῆ ἔχει πάντα τὰ ἐν αὐτῇ φυόμενά τε καὶ γεννώμενα ζῷα, θηρία τε καὶ ἑρπετὰ καὶ κτήνη
20ἢ καὶ ἕτερά τινα. τὰ ὕδατα ὁμοίως ἴδια γεννήματα ἔχει, τῶν ἰχθύων τὴν πολλὴν διαφοράν. ὡσαύτως καὶ ὁ ἀὴρ τὴν πολλὴν τῶν πετεινῶν πληθὺν καὶ διαφορὰν ἐν αὐτῷ κέκτηται, καὶ πάλιν ὁ οὐρανὸς ἴδια τὰ
τῶν ἀστέρων ἔχει γεννήματα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν, καὶ οὐκ ἐοίκασιν ἀλλήλοις ἄλληλα οὔτε τὰ τούτων κτίσματα· ἄλλη γὰρ ἰδέα151
25καὶ διαγωγὴ τῶν οὐρανίων καὶ ἄλλη τῶν ἐπιγείων, καὶ ἐξ ἧς οὐσίας οὐ γεγέννηταί τι, ἐὰν βουληθῇ ἀπελθεῖν κἀκεῖ διαιτᾶσθαι ὅθεν οὐκ ἐγεννήθη, πνιγμὸς καὶ θάνατος καὶ ἀφανισμὸς αὐτῷ συμβήσεται. οἷον οἱ ἰχθύες τῆς θαλάσσης ἐὰν ἐν τῇ γῇ διαιτᾶσθαι βούλωνται θανατω‐ θήσονται, ἐπειδὴ ἐξ αὐτῆς οὐκ ἐγεννήθησαν· τὰ τετράποδα τῆς γῆς
30ἐὰν τὴν διαγωγὴν ἐν τοῖς ὕδασιν ἔχειν θελήσωσιν πνίγονται καὶ θανα‐ τοῦνται, ἐπειδὴ ἐκεῖ οὐκ ἐγεννήθησαν· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐὰν ἀφέντα τὴν ἐν τῷ ἀέρι πορείαν ἐπὶ γῆς τὴν διατριβὴν ποιῶνται ὑπὸ θηρίων καὶ ἑρπετῶν ἢ καὶ ὑπὸ ἀνθρώπων ἀναλίσκονται. ἕκαστον γὰρ εἰς ἣν φύσιν καὶ οὐσίαν καὶ κόσμον ἐγεννήθη, ἐκεῖ ζῇ καὶ ἀναπαύεται.
35οὕτω τοίνυν καὶ τὰ τέκνα τοῦ πνεύματος ὁ ἐκεῖθεν λόγος τοῦ θεοῦ θάλπει καὶ ἀναπαύει καὶ τροφοφορεῖ, ὁ δὲ τοῦ κόσμου λόγος συμπνίγει καὶ ἐξαφανίζει καὶ θανατοῖ. οὐδὲν γὰρ κοινωνεῖ καὶ οὐδὲν ἔοικεν ὁ λόγος τοῦ θεοῦ καὶ ὁ λόγος τοῦ κόσμου.

27

.

2

{{Ὁ γὰρ τοῦ θεοῦ «λόγος» «θεός» ἐστι καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί, καὶ πολλὴ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου, καὶ ἕκαστον γέννημα τοῖς ἰδίοις γονεῦσιν ἔοικεν.
5ἐὰν θελήσῃ τὸ ἐκ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸ εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται ἀνάπαυσιν ἀληθινῆς ζωῆς εὑρεῖν μὴ δυνάμενον. ἡ γὰρ ὄντως ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν ὅθεν ἐγεννήθη· συμπνίγεται γὰρ (ὥς φησιν) «καὶ ἄκαρπος γίνεται» ἀπὸ τοῦ λόγου
10τοῦ θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ γηίνοις δεσμοῖς δεσμού‐ μενος. ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει ἐνεχόμενος (τουτέστιν ἄν‐
θρωπος τοῦ κόσμου), ἐπὰν ἐπακούῃ τοῦ λόγου τοῦ θεοῦ συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. ἐθισθέντες γὰρ ταῖς κακαῖς ἀπάταις ὁπόταν περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ καταυγαζό‐152
15μενοι τὸν νοῦν ἀηδίζονται. ὡς καὶ ὁ ἀπόστολος φησίν· «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν», καὶ ὁ προφήτης· ἐγένετο φησὶν αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς «ἔμετος». ὁρᾷς, ὅτι εἰς ὃν αἰῶνά τις οὐ γεγέννηται, ζῆν αὐτὸν ἐκεῖ οὐκ ἐνδέχεται. καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τοῦ αὐτοῦ. ἐὰν ἐπιδῷ
20ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρό‐ τερον ἐκεῖθεν «καὶ ἄκαρπος γίνεται» τῆς προτέρας καὶ παλαιᾶς τῆς εἰς τὴν πονηρίαν τοῦ κόσμου ζωῆς, καὶ τότε ζῆσαι δύναται εἰς τὸν τοῦ θεοῦ λόγον. ἀναγεννηθῆναι γὰρ δεῖ ἀπὸ τῆς προτέρας κακίστης ζωῆς τὸν βουλόμενον ἐν ἑτέρᾳ ζωῇ ἑαυτὸν ἐπιδοῦναι. καὶ ὥσπερ ἐάν
25τις νόσῳ ἢ πυρετῷ κατέχεται, καὶ τὸ μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, ἀλλ’ ὅμως ἡ γλῶσσα λαλεῖ περὶ αὐτῶν τῶν ἔργων καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περι‐ σπώμενος καὶ μεριμνῶν περὶ τῆς ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ
30ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη δὲ τῷ κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως τυχεῖν καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ ἀσθενείᾳ τῆς ἁμαρτίας κατάκειται ἡ ψυχὴ μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ’ ὅμως τὸ μεριμνῆσαι
35περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.

27

.

3

Καὶ οὐχ ὥς φασί τινες πλάνῳ διδασκαλίας ἀπαγόμενοι, ὅτι καθ‐ άπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐδὲν δύναται ἀγαθὸν διαπράξασ‐ θαι. καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἔργον ἀκμὴν δύναται διαπράξασθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται,153
5βοᾷ, κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡδο‐ μένη ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἀπελθεῖν πρὸς αὐτήν, ὅμως διὰ τὴν πολλὴν τοῦ παιδὸς ζήτησιν καὶ πόθον αὐτὴ ἡ μήτηρ ἀπέρ‐ χεται πρὸς αὐτὸ ὑπὸ τῆς πρὸς τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη
10καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ.}} ὅμως καὶ προσ‐ λαμβανομένη ἡ μήτηρ τὸ βρέφος, ἀκμὴν οὐκ ἀναπαύεται ἀλλ’ ὀδύρεται, ἕως θῇ αὐτὸ ἐν ταῖς ἀγκάλαις αὐτῆς καὶ τὸν μαστὸν τῆς ἰδίας τοῦ γάλακτος τροφῆς προσαγάγῃ, καὶ οὕτω λοιπὸν αἱ πηγαὶ τοῦ γάλακτος ῥέουσαι εὐφραίνουσι τὸ νήπιον. ὅμως τὸ βρέφος καὶ ἀναπαὲν καὶ
15ἀναληφθὲν ὑπὸ τῆς μητρὸς καὶ τῷ μαστῷ προσεγγίσαν καὶ τῆς ἰδίας τοῦ γάλακτος τροφῆς ἀπολαῦον ἀκμὴν κλαίει, ὅτι μὴ ταχέως ἡ μήτηρ προσελάβετο καὶ ἀνέπαυσεν ἀλλ’ εἴασεν αὐτὸ ἐπὶ πολὺ θλιβῆναι. κἂν μυρία γὰρ παραθῇ τις τῷ βρέφει ἐδέσματα ἢ χρυσὸν ἢ ἄργυρον ἢ ἕτερά τινα, ἐπ’ οὐδενὶ τούτων χαίρει ἢ ἐπαναπαύεται ἢ περισπᾶται,
20ἢ μόνον ἐν τῇ τῆς μητρὸς θηλῇ καὶ ἐπὶ τῇ ταύτης ὁράσει τέρπεται καὶ ἐξ αὐτῆς τροφὴν λαμβάνον εὐφραίνεται καὶ αὐτὴν ὁρῶν χαίρει καὶ ἀγαλλιᾷ.

27

.

4

Ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὁρωμένων ἕως καὶ τῶν ἀλόγων, ἤτοι τετραπόδων ἢ πετεινῶν, τὴν πρὸς τὰ τέκνα στοργὴν καὶ ἀναστροφὴν καὶ τῶν τέκνων πρὸς τὰς ἰδίας μητέρας οἰκείωσιν καὶ ἀγάπην ἡ φύσις φυλάττει ἀκολούθῳ τάξει. οἷον, ὡς ἐπὶ τῶν πετεινῶν τὸ ὑπόδειγμα
5καταμάθωμεν, ἡ χελιδὼν τὴν ἰδίαν καλιὰν ἄνω που ποιεῖται εἰς ὑψη‐ λωτέρους τόπους ἀπὸ ἑρπετῶν παραφυλαττομένη κἀκεῖ τὰ ἑαυτῆς τέκνα ἀνατρέφει καὶ θάλπει, καὶ οὐδεμιᾷ φωνῇ ἀνθρώπων ἢ ζῴων
ἢ ἑτέρων τινῶν προσέχουσιν ἢ περισπῶνται τὰ νοσσία, μόνον δὲ τῆς μητρὸς τὴν φωνὴν ἂν ἀκούσωσιν, εὐθέως προσεπεγείρονται καὶ κεκρά‐154
10γασι ζητοῦντα αὐτήν. ἡ δὲ χελιδὼν πανταχοῦ περιερχομένη τῷ θελή‐ ματι αὐτῆς τὴν τροφὴν τοῖς τέκνοις προσκομίζει καὶ διαμασωμένη καὶ εἰς τρυφερότητά τινα καθιστῶσα προσδίδωσιν, ἵνα τὰ τέκνα αὐτῆς ἀκολούθως καὶ χρησίμως τραφῆναι δυνηθῶσιν. τὸν αὐτὸν οὖν τρόπον καὶ αἱ ψυχαὶ αἱ ἐν τῇ νηπιότητι τοῦ κόσμου τυγχάνουσαι καὶ ὑπὸ
15τῶν παθῶν συνεχόμεναι καὶ τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ ποιεῖν ἀδυνατοῦσαι διὰ τὴν συνοῦσαν αὐταῖς τῆς κακίας δύναμιν, βοῶσαι δὲ καὶ ζητοῦσαι τὴν ἐκ θεοῦ ἀντίληψιν καὶ πόνον πολὺν καὶ πόθον ἔχουσαι πρὸς τὴν αἰώνιον ζωήν, τὴν ἐπουράνιον μητέρα, τὸ πνεῦμα τὸ ἅγιον, κλαυθμῷ καὶ βοῇ ταύτην ζητοῦσαι ἐπὶ μηδενὶ ἐπαναπαυόμεναι τοῦ
20κόσμου τούτου, εἰ μὴ μόνον τὴν ἀνάπαυσιν ἐν τῇ τοῦ πνεύματος με‐ τουσίᾳ καὶ ἀνατροφὴν τὴν ἐπιπόθησιν ἔχουσαι—αὐτὴ ἡ χρηστὴ καὶ οὐράνιος μήτηρ, ἡ χάρις τοῦ πνεύματος, ἐρχομένη πρὸς τὰς ζητούσας αὐτὴν ψυχὰς ἀναλαμβάνει ἐν ταῖς ἰδίαις τῆς ζωῆς ἀγκάλαις καὶ ἀνα‐ θάλπει τῇ πνευματικῇ καὶ οὐρανίῳ τοῦ τρυφεροῦ καὶ ἐπιθυμητοῦ καὶ
25ἁγίου καὶ λογικοῦ καὶ ἀδόλου γάλακτος τροφῇ εἰς αἴσθησιν καὶ ἐπί‐ γνωσιν τοῦ οὐρανίου πατρὸς ὁσημέραι ἐν προκοπῇ τῆς νοητῆς ἡλικίας αὐξανόμεναι, ἕως οὗ εἰς τέλειον μέτρον ἐλθοῦσαι καὶ «εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ» καταντήσασαι κατὰ τὸν τοῦ ἀποστόλου λόγον τῆς αἰωνίου ζωῆς τὴν μετουσίαν κομί‐
30σωνται.

27

.

5

Αὐτὸς γὰρ μόνος ὁ κύριος τῇ ἰδίᾳ χρηστότητι καὶ εὐδοκίᾳ τοὺς διεσκορπισμένους ἐν τῷ κόσμῳ τῆς ψυχῆς λογισμοὺς συνάγειν εἰς ἕνα ἔνθεον καὶ ἄνω προσέχοντα λογισμὸν δύναται. ὥσπερ γὰρ τὸ γάλα λύεται ἐν ἁπαλότητι καὶ κέχυται ἐν τῷ ἀγγείῳ ἐν χαυνότητι,
5πυτίας δὲ βληθείσης συνάγεται εἰς μίαν τινὰ στερρότητα καὶ παγιότητα,
καὶ τὸ ἄλευρον ὁμοίως ἐν πολλῇ κέχυται τῇ λεπτότητι, ζύμης δὲ βληθείσης (ὡς ὁ κύριος ὑπέθετο τῇ βασιλείᾳ τῶν οὐρανῶν παρεικάσας τὰ «τρία σάτα τοῦ ἀλεύρου», «ἕως οὗ», φησίν, «ζυμωθῇ ὅλον») συν‐ άγεται εἰς ἑνότητα διὰ τοῦ ὕδατος τὸ πολύχουν ἄλευρον, καὶ τίς δύναται155
10εἰς στερρότητα καὶ χρησιμότητα εἰς τὴν τῶν ἀνθρώπων τροφὴν ἀπερ‐ γάσασθαι ὥστε ἄρτον γενέσθαι, εἰ μὴ τὸ πῦρ μόνον; τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἐν πολλῇ χαυνότητι καὶ ὑδαρότητι τοῦ κόσμου κεχυμένη διὰ τὴν πρόληψιν τῆς πρὸς τὰ πάθη συνηθείας καὶ τὴν τῶν λογισμῶν λεπτότητα ἀλεύρου τρόπον ἐν τῷ αἰῶνι τούτῳ καταμεμερισμένη—τίς
15δύναται ἑνῶσαι τὰ ἐσκορπισμένα αὐτῆς νοήματα καὶ στερρὸν καὶ θεῖον καὶ εὐθῆ λογισμὸν ἀποκαταστῆσαι, εἰ μὴ διὰ πίστεως τῆς ψυχῆς ἡ δύναμις τῆς χάριτος καὶ τὸ ἐπουράνιον πῦρ τοῦ πνεύματος τῇ ἰδίᾳ δοκιμασίᾳ εἰς χρησιμότητα καὶ σωφροσύνην τῷ ἐπουρανίῳ πατρὶ ἀπο‐ καταστήσει, καὶ οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι
20δύναται; ὁμοίως καὶ ὁ ποιμὴν «τὰ διεσκορπισμένα» πρόβατα συνάγει τῇ ἰδίᾳ φωνῇ εἰς μίαν ποίμνην, καὶ αὐτῷ ἀκολουθοῦσιν συνηγμένα ἀλλήλοις καὶ ὑπ’ αὐτοῦ ὁδηγούμενα. οὐαὶ ἐκείνῳ τῷ ποιμνίῳ τῷ μὴ ἔχοντι τὸν ὁδηγοῦντα εἰς τὰς καλὰς νομὰς ἃς αὐτὸς ἐπίσταται, ὅτι ὑπὸ λύκων καὶ θηρίων διαφθείρεται. οὐαὶ ψυχῇ τῇ μὴ ἐχούσῃ ἐν
25αὐτῇ ἐν πληροφορίᾳ τὸν ὁδηγὸν καὶ ποιμένα τῶν λογισμῶν αὐτῆς Χριστόν, ὅτι ὑπὸ τῶν δεινῶν λύκων καὶ τῶν θηρίων, τῶν πνευμάτων «τῆς πονηρίας», διεσκορπισμένη τοῖς λογισμοῖς καταναλίσκεται.

27

.

6

Πρόσωπα δὲ ἔχει ὁ λόγος σωματικῶς καὶ πνευματικῶς, ἐπειδὴ καὶ σῶμα καὶ ψυχὴν ἔχομεν· πάντα γὰρ τὰ ὁμοιώματα ὥσπερ ἔξωθεν σωματικῶς κατὰ τὴν ἐκκλησίαν καλεῖται, οὕτω δύναται καθ’ ἕνα ἕκαστον πνευματικῶς νοεῖσθαι ἐν τῇ τῶν λογισμῶν τῆς ψυχῆς συνάξει
5καὶ ἑνώσει. ὁμοίως πάλιν τὸ πολύχουν τοῦ σίτου τῶν σταχύων εἰς ἕτερον πρόσωπον ἔστι νοεῖν. ἰδοὺ γὰρ ὁρῶμεν, ὅτι πανταχόθεν συν‐ άγεται διεσκορπισμένον ἐν πολλαῖς γαίαις καὶ ἀρούραις εἰς μίαν ἅλωνα,
εἶτα συνθλιβόμενον καὶ συμπατούμενον ὑπὸ ζῴων λεπτύνεται ἡ καλάμη σὺν τῷ σίτῳ· καὶ τίς δύναται τὸ ἄχυρον τοῦ σίτου χωρίσαι, εἰ μὴ156
10τὸ πνεῦμα τοῦ ἀνέμου πνεύσει καὶ διαχωρίσει αὐτὰ ἀπ’ ἀλλήλων; τὸν αὐτὸν τρόπον τίς δύναται ψυχὴν ἐσκορπισμένην καὶ κεχυμένην ἐν τῇ τοῦ κόσμου γῇ, τοῦ αἰῶνος τούτου τῶν παθῶν πλάνῃ, συνα‐ γαγεῖν ἐν τῇ ἀλωᾷ τῆς καρδίας καὶ χωρίσαι ἐξ αὐτῆς τὴν μεμιγμένην ἁμαρτίαν τῶν λογισμῶν τῆς κακίας, εἰ μὴ μόνον τὸ οὐράνιον τοῦ
15Χριστοῦ πνεῦμα πνεύσει ἐν αὐτῇ; φησὶ γὰρ ὁ εὐαγγελιστής· «οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει ἐν ἀποθήκῃ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ».

27

.

7

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ δεηθῶμεν τοῦ κυρίου ἡμέρας καὶ νυκτὸς ἐν πόνῳ καρδίας καὶ πόθῳ στοργῆς ζητοῦντες αὐτὸν μόνον, ἐπὶ μηδενὶ τοῦ κόσμου (ἡδονῇ ἢ δόξῃ ἢ ἀρχῇ ἢ ἑτέρῳ τινί) ἐπανα‐ παυόμενοι ἢ μόνον πρὸς αὐτὸν τὴν ἐπιπόθησιν ἔχοντες, ἵνα συναγάγῃ
5τοὺς ἐσκορπισμένους ἡμῶν λογισμούς, ἵνα τῆς ἐπισκέψεως καὶ τῆς ἐπιμελείας αὐτοῦ καταξιωθέντες καὶ ὑπ’ αὐτοῦ προσληφθέντες καὶ τροποφορηθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, ἵν’ ὡς σῖτος κα‐ θαρὸς καθαρισθέντες ἐν τῇ τῶν οὐρανῶν χώρᾳ ὑπ’ αὐτοῦ ἀποτεθῶμεν. ὥσπερ γὰρ ἐργάτης ἢ γεωργὸς πᾶσαν ὕλην καὶ βοτάνας καὶ χόρτον
10καταλιμπάνων ἐπὶ τὴν ἐργασίαν καὶ συλλογὴν τοῦ σίτου πορεύεται (οἶδε γὰρ ὅτι ἐκεῖθεν τὸ κέρδος καὶ τὴν ἀνάπαυσιν ἔχει), οὕτω καὶ ὁ καλὸς καὶ ἀληθινὸς γεωργὸς τῆς ζωῆς ἡμῶν ὁ κύριος ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ πάντα τὰ ἔθνη καὶ πάσας προαιρέσεις ὑλικὰς καὶ κοσμικάς, ὡς μὴ χρησιμευούσας αὐτῷ καταλιμπάνων καὶ παριδών, 〈ἐπὶ〉 τοὺς
15οἰκείους αὐτοῦ καὶ πιστοὺς καὶ φίλους καὶ μόνον αὐτὸν ἀγαπῶντας καὶ ὡς σῖτος καλὸς «εἰς τὴν ἀποθήκην» τῆς ζωῆς αὐτοῦ καταρτισθέντας ἔρχεται καὶ τούτους συνάγει μόνους εἰς τὴν ἐπουράνιον τοῦ πατρὸς βασιλείαν, τοὺς δὲ λοιποὺς τῶν ἀκάρπων ἀνθρώπων παριδὼν ὡς χόρτον ἄκαρπον «πυρὶ» παραδώσει, τοὺς τὸ θέλημα αὐτοῦ μὴ πεποιηκότας.
20Σπουδάσωμεν οὖν καὶ ἡμεῖς ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ καὶ τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν παραφυλακῇ καὶ πάσαις ταῖς τῆς ζωῆς ἐντολαῖς πάντοτε ἐνέχεσθαι καὶ τὴν τοῦ πνεύματος μετουσίαν κομίσασθαι, ἵν’ ὥσπερ σῖτος καθαρὸς γενόμενοι ὑπ’ αὐτοῦ συναχθῆναι εἰς τὴν βασι‐157
λείαν ἄξιοι γενώμεθα. Ἀμήν.158