TLG 2109 002 :: Pseudo–MACARIUS :: Homiliae spirituales 50 (collectio H) Pseudo–MACARIUS Scr. Eccl., vel Symeon
vel Macarius–Symeon Homiliae spirituales 50 (collectio H) Citation: Homily — (line) | ||
t | ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ ΟΜΙΛΙΑΙ ΠΝΕΥΜΑΤΙΚΑΙ Πάνυ πολλῆς ὠφελείας πεπληρωμέναι | |
5 | Περὶ τῆς ὀφειλομένης καὶ σπουδαζομένης Χριστιανοῖς τελειότητος | |
---|---|---|
1(7t) | ΟΜΙΛΙΑ Α. | |
8 | Ἰεζεκιὴλ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλή‐ | |
10 | των γέμουσαν. εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβείμ, τέσσαρα ζῷα πνευματικά, ἐν ἑκάστῳ ζῴῳ τέσσαρα πρόσωπα ἔχοντα, τὸ ἓν πρόσωπον λέοντος καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἕτερον μόσχου καὶ τὸ ἄλλο πρόσωπον ἀνθρώπου· καὶ πτέρυγες καθ’ ἕκαστον πρόσωπον ὡς μὴ εἶναι ὕστερά τινι ἢ ὀπίσθια. καὶ οἱ νῶτοι αὐτῶν ὀφθαλμῶν ἔγεμον καὶ | |
15 | αἱ κοιλίαι ὁμοίως πεπλήρωντο ὀμμάτων, καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν. καὶ τροχοὶ καθ’ ἓν πρόσωπον, τροχὸς ἐν τροχῷ, καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα. καὶ εἶδεν ὡς ὁμοίωμα ἀνθρώπου καὶ ἐπ’ αὐτῶν καθεζόμενον ὡς ὁμοίωμα ἀνθρώπου καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡς ἔργον σαπφείρου. καὶ ἔφερε τὸ ἅρμα τὸ Χερουβεὶμ καὶ τὰ | |
20 | ζῷα τὸν ἐποχούμενον δεσπότην· οὗ ἐὰν ἐβούλετο πορεύεσθαι κατὰ πρόσ‐ ωπον ἀπῄεσαν. καὶ εἶδεν ὑποκάτω τοῦ Χερουβεὶμ ὡς χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν. Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ὑποστάσει, ἀληθινὸν ἦν καὶ βέβαιον. ὑπεδείκνυτο δέ τι ἕτερον καὶ προετυποῦτο μυστικὸν καὶ θεϊκὸν | |
25 | πρᾶγμα, ‹μυστήριον ἀποκεκρυμμένον ἀληθῶς ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν›, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπι‐ | |
φανείας τοῦ Χριστοῦ. ψυχῆς γὰρ μυστήριον ἐθεώρει τῆς μελλούσης δέχεσθαι τὸν ἑαυτῆς κύριον καὶ θρόνος δόξης αὐτῷ γενέσθαι. ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ πνεύματι τοῦ φωτὸς αὐτοῦ καὶ κατα‐ | 1 | |
30 | λαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀρρήτου δόξης αὐτοῦ, ἑτοιμάσαντος αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον, ὅλη φῶς γίνεται καὶ ὅλη πρόσωπον καὶ ὅλη ὀφθαλμός· καὶ οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός, τουτέστιν οὐδὲν ἐσκοτισμένον, ἀλλ’ ὅλη δι’ ὅλου φῶς καὶ πνεῦμα ἀπεργασθεῖσα καὶ ὅλη ὀφθαλμῶν | |
35 | γέμουσα, μὴ ἔχουσα δὲ ὕστερόν τι ἢ ὄπισθεν μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνει οὖσα ἐπιβεβηκότος ἐπ’ αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ Χριστοῦ. καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων τι μέρος ὕστερον ἢ ἐλλεῖπον, ἀλλ’ ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ καὶ ὅλος φῶς ἐστιν, ὁμοιομελὴς τυγ‐ | |
40 | χάνων· ἢ ὥσπερ πῦρ, αὐτὸ τὸ φῶς τοῦ πυρός, ὅλον ὅμοιον αὐτῷ ἐστι καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον ἢ ἔσχατον ἢ μεῖζον καὶ ἔλαττον, —οὕτω καὶ ψυχὴ ἡ καταλαμφθεῖσα τελείως ὑπὸ τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου Χριστοῦ καὶ κοινωνήσασα πνεύματι ἁγίῳ τελείως καὶ κατοικητήριον καὶ θρόνος θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη | |
45 | ὀφθαλμὸς καὶ ὅλη φῶς καὶ ὅλη πρόσωπον καὶ ὅλη δόξα καὶ ὅλη πνεῦμα γίνεται, οὕτως αὐτὴν κατασκευάζοντος Χριστοῦ τοῦ φέροντος καὶ ἄγοντος καὶ βαστάζοντος καὶ φοροῦντος αὐτὴν καὶ οὕτως εὐτρεπίζοντος καὶ κατακοσμοῦντος κάλλει πνευματικῷ. καὶ γὰρ ‹χεὶρ› φησὶν ‹ἀν‐ θρώπου ὑποκάτω ἦν τοῦ Χερουβείμ›, ὅτι αὐτός ἐστιν ὁ ἐν αὐτῇ βαστα‐ | |
1(50) | ζόμενος καὶ ὁδηγῶν αὐτήν. Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῷα τὰ φέροντα τὸ ἅρμα αὐτῶν τῶν | |
ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς. ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν ὀρνέων καὶ ὁ λέων τῶν ἀγρίων θηρίων καὶ ὁ ταῦρος τῶν ἡμέρων ζῴων καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων, οὕτως εἰσὶ καὶ οἱ βασιλικώτεροι λο‐ | 2 | |
55 | γισμοὶ τῆς ψυχῆς, λέγω δὴ τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς, ἡ ἀγαπητικὴ δύναμις· δι’ αὐτῶν γὰρ τὸ ἅρμα τῆς ψυχῆς κυβερνᾶται καὶ εἰς τούτους ἐπαναπαύεται ὁ θεός. κατ’ ἄλλον δὲ τρόπον εἰς τὴν ἐκκλησίαν τῶν ἁγίων τὴν ἐπουράνιον λαμβάνεται. καὶ ὥσπερ ἐκεῖ λέγει ὅτι τὰ ζῷα ἦν ὑψηλὰ λίαν, γέμοντα ὀφθαλμῶν, καὶ οὐκ ἦν δυνατόν τινι καταλαβεῖν | |
60 | τὸν ἀριθμὸν τῶν ὀφθαλμῶν ἢ τὸ ὕψος, ὅτι οὐκ ἐδόθη τούτων ἡ γνῶσις· καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα, τὸ μὲν θεωρεῖν καὶ θαυμάζειν ἐδόθη πᾶσιν ἀνθρώποις, τὸ δὲ γινώσκειν τὸν ἀριθμὸν ἢ καταλαβεῖν οὐκ ἐδόθη· καὶ τῶν τῆς γῆς φυτῶν τὸ μὲν ἀπολαύειν ἐδόθη πᾶσι, τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν, —τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου | |
65 | ἐκκλησίας τῶν ἁγίων τὸ μὲν εἰσελθεῖν εἰς αὐτὴν καὶ ἀπολαύειν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη, τὸ δὲ ἰδεῖν καὶ καταλαβεῖν τὸν | |
ἀριθμὸν αὐτῷ μόνῳ ἀπονενέμηται γινώσκειν. Ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζῴων (ἤτοι ὑφ’ ἑκάστης ψυχῆς γιγνομένης αὐτῷ | 3 | |
70 | θρόνου καὶ καθέδρας καὶ οὔσης ὀφθαλμοῦ καὶ φωτός), ἐπιβεβηκὼς αὐτῇ καὶ ἡνιοχῶν ταῖς ἡνίαις τοῦ πνεύματος καί, καθὼς ἐπίσταται, ὁδηγῶν αὐτήν. ὥσπερ γὰρ τὰ ζῷα τὰ πνευματικὰ οὐχ ὅπου ἠβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ’ ὅπου ᾔδει καὶ ἤθελεν ὁ ἐπικαθήμενος καὶ εὐθύνων, οὕτω καὶ ἐνταῦθα αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ πνεύ‐ | |
75 | ματι αὐτοῦ, οὕτως καὶ πορεύονται οὐ κατὰ τὸ αὐτῶν θέλημα· ὅτε βούλεται ἐν τῷ οὐρανῷ καὶ ἐρριμμένου τοῦ σώματος ἡνιοχεῖ καὶ ἐλαύνει ἐν τοῖς οὐρανοῖς τῷ φρονήματι τὴν ψυχήν· καὶ πάλιν ὅτε βούλεται, ἔρχεται ἐν τῷ σώματι καὶ τοῖς λογισμοῖς· ὅτε δὲ βούλεται, εἰς τὰ πέρατα τῆς γῆς, καὶ ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ. ὢ τοῦ καλοῦ | |
80 | καὶ χρηστοῦ καὶ μόνου ἡνιόχου ἀληθινοῦ. Οὕτω δὲ καταξιωθήσονται καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς οὕτω νῦν προδοξαζομένης καὶ τῷ πνεύματι ἀνακιρνωμένης. ὅτι δὲ οὐράνιον φῶς γίγνονται αἱ ψυχαὶ τῶν ἁγίων, αὐτὸς ὁ κύριος τοῖς ἀποστόλοις ἔλεγεν· «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου». αὐτὸς γὰρ ἀπερ‐ | 4 |
85 | γασάμενος αὐτοὺς φῶς δι’ αὐτῶν φωτίζειν τὸν κόσμον προσέταξεν, καὶ ‹οὐ καίουσι› φησὶ ‹λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων›, ἀντὶ τοῦ· „μὴ κρύψητε τὸ δόμα ὃ ἐλάβετε παρ’ ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοισ“. Καὶ πάλιν· ‹ὁ λύχνος τοῦ | |
90 | σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν ᾖ ὁ ὀφθαλμός σου φωτεινός, ὅλον τὸ σῶμά σου πεφώτισται· εἰ δὲ ὁ ὀφθαλμός σου πονηρός, ὅλον τὸ σῶμά σου σκοτεινόν ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον;› ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ ὑγιεῖς ὦσιν, ὅλον τὸ σῶμα πεφώτισται· ἐπὰν δὲ παρεμπέσῃ τι καὶ σκοτι‐ | |
95 | σθῶσιν, ὅλον τὸ σῶμα σκοτεινόν ἐστιν, —οὕτως οἱ ἀπόστολοι ὀφ‐ θαλμοὶ καὶ φῶς ὅλου τοῦ κόσμου ἐτέθησαν. ἔλεγεν οὖν αὐτοῖς παραγ‐ γέλλων ὁ κύριος· „ἐὰν ὑμεῖς στῆτε καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ σώματος, ἰδοὺ ὅλον τὸ σῶμα πεφώτισται τοῦ κόσμου. εἰ δὲ ὑμεῖς οἱ ὄντες φῶς σκοτισθῆτε, τὸ σκότος πόσον, ὅ ἐστιν ὁ κόσμος;“ | |
1(100) | Φῶς οὖν γενόμενοι οἱ ἀπόστολοι φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς καρδίας αὐτῶν φωτίσαντες τῷ ἐπουρανίῳ τοῦ πνεύματος φωτί, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον. καὶ ἅλας αὐτοὶ ὑπάρχον‐ τες ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ ἁγίου πνεύματος. ἔλεγε γὰρ αὐτοῖς ὁ κύριος· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς», | |
105 | γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. διηκόνησαν γὰρ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ πνεύματος, ἀρτύσαντες αὐτοὺς | |
καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας. ὥσπερ γὰρ κρέας ἐὰν μὴ ἔχῃ ἅλας, σέσηπται καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς, καὶ σκώληκες ἕρ‐ | 5 | |
110 | πουσιν εἰς τὸ σεσηπὸς κρέας καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φω‐ λεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες καὶ ἡ ὀσμὴ τῆς δυσωδίας παύεται (ἡ γὰρ φύσις τοῦ ἅλατος ἀναιρετική ἐστι τῶν σκωλήκων καὶ τῆς δυσωδίας ἀφανιστική), — τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι καὶ | |
115 | μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τουτέστι τῆς δυνάμεως τοῦ θεοῦ, σέσηπται καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν τοῦ σκότους καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα | |
120 | τῆς πονηρίας καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι κἀκεῖ ἐννέμονται καὶ φωλεύουσι καὶ ἕρπουσι καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι. | |
«προσώζεσαν» γάρ φησι «καὶ ἐσάπησαν οἱ μώλωπές μου». ἐπὰν δὲ προσφύγῃ τῷ θεῷ καὶ πιστεύσῃ καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς | 6 | |
125 | δεινοὺς σκώληκας καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν καὶ καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ, καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ δεσπότῃ ἀποκαθίσταται. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ ὑποδείγματι χρώμενος ὁ θεὸς ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι. | |
130 | Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως καὶ ἀποθανεῖν καὶ τότε ἁλι‐ σθῆναι μελισθέν, εἶθ’ οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. ἐὰν γὰρ μὴ πρῶτον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεύς, οὐχ ἁλίζεται οὔτε εἰς ὁλοκάρπωσιν τῷ δεσπότῃ προσάγεται. οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ δεῖ τυθῆναι ὑπ’ αὐτοῦ καὶ τῷ φρονήματι | |
135 | ἀποθανεῖν καὶ τῇ κακίστῃ ζωῇ, ἐν ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ ὥσπερ ζωὴν αὐτῆς ἐξελθεῖν δεῖ ἐξ αὐτῆς τὴν τῶν παθῶν πονηρίαν. ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχή, ἀπέθανε καὶ οὐκέτι ζῇ τῇ ζωῇ, ἐν ᾗ ἔζη, οὔτε ἀκούει οὔτε περιπατεῖ, οὕτως ἐπὰν θύσῃ καὶ θανα‐ τώσῃ τῷ κόσμῳ τὴν ζωὴν ἡμῶν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ | |
140 | χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνῄσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη, | |
καὶ οὐκέτι οὔτε ἀκούει οὔτε λαλεῖ οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται ὥσπερ ψυχὴ αὐτῆς ἡ πονηρία τῶν παθῶν. καὶ ὁ ἀπόστολος βοᾷ λέγων· «ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ». ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ καὶ τῷ σκότει | 7 | |
145 | τῆς ἁμαρτίας καὶ μὴ θανατωθεῖσα ἀπ’ αὐτοῦ, ἀλλ’ ἔτι τὴν ψυχὴν τῆς κακίας, τουτέστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας, ἐν ἑαυτῇ ἔχουσα καὶ ὑπ’ αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός, ἀλλ’ ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν· ὥσπερ γὰρ καὶ | |
1(150) | πάλιν οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτός, τουτέστι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός. Ἀλλ’ ἐρεῖ τις· „πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν μὴ οὖσαν αὐτοῦ κτίσμα“; ὧδε προσεχόντως καὶ ὀρθῶς νόησον. ὥσπερ ἔνδυμα ἱμά‐ τιον ὃ φορεῖς ἄλλος κατεσκεύασε καὶ ἐποίησε καὶ σὺ αὐτὸ ἐνδύεσαι· ὁμοίως | |
155 | καὶ οἶκον ἕτερος ᾠκοδόμησε καὶ ἔκτισε καὶ σὺ οἰκεῖς ἐν αὐτῷ, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν τοῦ θεοῦ καὶ ἀκούσας τοῦ πονηροῦ ὄφεως ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ, καὶ ἐνεδύσατο | |
τὴν ψυχὴν ὁ πονηρός, τὸ «καλὸν κτίσμα», ὃ κατεσκεύασεν ὁ θεὸς πρὸς τὴν αὐτοῦ εἰκόνα, ὡς καὶ ὁ ἀπόστολος λέγει· ‹ἀπεκδυσάμενος τὰς ἀρχὰς | 8 | |
160 | καὶ ἐξουσίας ἐθριάμβευσεν αὐτοὺς ἐν τῷ σταυρῷ›. διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, ἵνα ἐκβάλῃ αὐτοὺς καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ ναόν, τὸν ἄνθρωπον. τούτου τοίνυν ἕνεκε σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους καὶ ἐκεῖ | |
165 | κεκράτηται, καθὼς καὶ Παῦλος σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν λέγει· «ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας», καὶ πάλιν· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους καὶ τὸ φῶς τοῦ ἁγίου πνεύματος ὥσπερ ζωὴν λαβοῦσα καὶ | |
170 | ἐκεῖθεν ζήσασα ἐκεῖ λοιπὸν διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος. οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλ’ ἔστι κτίσμα τι νοερὸν καὶ ὡραῖον καὶ μέγα καὶ θαυμαστὸν καὶ καλόν, ὁμοίωμα καὶ εἰκὼν θεοῦ, καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους. | |
175 | Τὸ λοιπὸν ᾧ συγκέκραται, καὶ συνήνωται ἡ ψυχὴ ἐν τοῖς θελήμασιν· ἤτοι οὖν τὸ φῶς τοῦ θεοῦ ἐν αὐτῇ ἔχουσα καὶ ἐν αὐτῷ ζῶσα ἐν πάσαις ταῖς ἀρεταῖς τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστιν, ἤτοι τὸ σκότος τῆς ἁμαρτίας ἔχουσα τῆς κατακρίσεως τυγχάνει. ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ θεῷ ἐν ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ προσελθεῖν δεῖ, ὡς | |
180 | προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀναστροφῇ θείᾳ. ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε φωνῆς τῶν ἐκεῖ ἀκούει οὔτε λαλιᾶς οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὔκ εἰσι φωναὶ καὶ κραυγαὶ τῆς πόλεως | |
185 | ἐκείνης, οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν, οὐκέτι ἀκούει τῆς φωνῆς τῶν διαλογισμῶν | |
τοῦ σκότους· οὐκέτι ἀκούεται ἐν αὐτῇ λαλιὰ καὶ κραυγὴ ματαίου διαλο‐ γισμοῦ καὶ ταραχῆς πνευμάτων σκότους, ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγα‐ θότητος καὶ εἰρήνης μεστήν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ ἀκούει, | 9 | |
190 | κἀκεῖ πολιτεύεται καὶ λαλεῖ καὶ διαλογίζεται κἀκεῖ ἐργάζεται ἔργα πνευ‐ ματικὰ καὶ θεοῦ ἄξια. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν πνεύ‐ | |
195 | ματος οὐρανίου καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ καὶ ἀναπαῆναι ἐν ζωῇ ὅλους αἰῶνας. ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ τὸ προλαμβάνον ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον τοῦ μὴ προκόψαι καὶ προλαβεῖν εἰς νῖκος, οὕτως οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ. ἐὰν οὖν τύχῃ | |
1(200) | προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἐπέχει καὶ ἀνακόπτει καὶ κωλύει τὴν ψυχὴν τοῦ μὴ προσεγγίσαι τῷ θεῷ καὶ τὸ κατ’ αὐτῆς νῖκος ἄρασθαι. ὅπου δὲ αὐτὸς ὁ κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντός. οὔτε | |
205 | γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ’ αὐθέντης καὶ ἐξουσιαστὴς ὑπάρχων ἀεὶ τὴν νίκην αὐτὸς ἐργάζεται. ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσι πορεύεσθαι, ἀλλ’ ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται καὶ αὐτὰ βαστάζει· ‹χεὶρ› γάρ φησιν ‹ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν›. ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδη‐ | |
210 | γοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται· ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται, ἐν τῷ σώματι· ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά εἰσιν, οὕτως τὸ οὐράνιον φῶς τοῦ πνεύματος ἀναλαμβάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς | |
215 | οἶδεν αὐτό. Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα | |
ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου. οὐ γάρ εἰσιν ἁπλῶς λόγοι λα‐ λούμενοι, ἀλλ’ ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γινόμενον. καὶ εἰ οὐ κέ‐ κτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην | 10 | |
220 | καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν ὡς ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν κύριον καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ θεὸς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν | |
225 | πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν αὐτόν, καθ’ ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιή‐ σας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν προσλαβόν, διαφθείρεται | |
230 | καὶ ἀπόλλυται, —τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ’ εἰκόνα θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ’ ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς ἔχειν βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια, ἅ ἐστιν ἡ ὄντως | |
235 | ζωὴ τῆς ψυχῆς. ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ’ ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ ἡ | |
ψυχή, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ τῷ κυρίῳ προκόπτουσα καὶ | 11 | |
240 | ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄρρητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκεί‐ νης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφθάρτῳ ἀδύνατον. ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ «ὕδωρ ζῶν» καὶ ‹οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου› καὶ ‹ἀγαλλιάσεως ἔλαιον› καὶ παμποίκιλον τροφὴν | |
245 | οὐρανίου πνεύματος καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ θεοῦ τυγ‐ χάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀπο‐ | |
1(250) | θνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπί‐ ζουσιν αὐτοὺς καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. ταῦτα δὲ | |
255 | καὶ πάλιν φημί· οὔκ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ’ ἔργον πνευματι‐ κῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον. Εἰ τοίνυν ἐγένου θρόνος τοῦ θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη φῶς, καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ πνεύματος τροφὴν καὶ εἰ ἐποτίσθης | |
260 | ἐκ τοῦ ζῶντος ὕδατος καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα, εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς καὶ τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ τοῦ κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου· ἰδοὺ κέκτησαι καὶ ἔλαβες ταῦτα παρὰ τοῦ κυρίου ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν. εἰ δὲ μηδὲν | |
265 | τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ τὴν ὄντως ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ κυρίου νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. εἴθε δὲ κἂν πόνον τις ἐκέκτητο διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένοι ἐν | 12 |
270 | ἀμεριμνίᾳ διήγομεν. ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν κύριον ἀδιαλείπτως ταχέως τεύξεται τῆς ἀπολυτρώσεως καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον· ‹πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν | |
275 | ἐκδίκησιν αὐτῶν ἐν τάχει›. ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
2(1t) | ΟΜΙΛΙΑ Β. | |
2 | Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄν‐ θρωπον ἀπ’ ἀρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ τοῦ σκότους. ὡς ἂν ᾖ ἄνθρωπος καὶ ποιήσωσιν αὐτὸν βασιλέα καὶ | |
5 | ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικὰ καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων βασιλικὰ φορῇ, οὕτως τὴν ψυχὴν καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς καὶ ὅλην ἐμίανε καὶ ὅλην ᾐχμα‐ λώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ. οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς ἐλεύθερον ἀπ’ αὐτοῦ, οὐ λογισμούς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ’ ἐνέδυσεν | |
10 | αὐτὴν πορφυρίδα τοῦ σκότους. ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος ἢ μέλος πάσχει, ἀλλ’ ὅλον ἐξ ὅλου παθητόν ἐστιν, οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔ‐ παθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος, ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ, τουτέστι τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν | 13 |
15 | ἐγένετο. Ὅταν γὰρ λέγει ὁ ἀπόστολος· „ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον“, τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμούς, κεφαλὴν πρὸς κεφαλήν, ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας· ὅλον γὰρ τὸν ἄνθρωπον, ψυχὴν καὶ σῶμα, ἐμίανεν ὁ πονηρὸς καὶ κατέσπασε, καὶ | |
20 | ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν καὶ μιαρὸν ἄνθρωπον, ἀκάθαρτον καὶ θεομάχον, μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν, ἵνα μηκέτι βλέπῃ ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ’ ἵνα πονηρῶς ὁρᾷ καὶ πονηρῶς ἀκούῃ καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιΐαν καὶ χεῖρας ἐργαζομένας ἀνομίαν καὶ καρδίαν πονηρὰ διαλογιζομένην. παρακαλέσωμεν οὖν καὶ | |
25 | ἡμεῖς τὸν θεόν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος ἆραι ἀφ’ ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ | |
αἰχμαλωτεύσαντες ἡμᾶς καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. αὐτὸς δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς κακῆς δουλείας ταύτης. ὥσπερ γὰρ ὅταν ἥλιος ᾖ καὶ ἄνεμός τις πνέῃ· ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ | 14 | |
30 | ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα, καὶ οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ θεὸς παύσει, ἵνα μηκέτι πνέῃ, —οὕτως καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη ἐστίν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν. ἀδύνατον οὖν ἐστι χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ θεὸς παύσῃ καὶ στείλῃ τὸν πονηρὸν | |
35 | τοῦτον ἄνεμον τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ τῷ σώματι. καὶ πάλιν· ὥσπερ τις θεωρεῖ πετεινὸν πετόμενον καὶ βούλεται καὶ αὐτὸς πτῆναι, μὴ ἔχων δὲ πτερά, ἀδυνάτως ἔχει πέτασθαι, οὕτως καὶ τῷ ἀνθρώπῳ ‹τὸ μὲν θέλειν παράκειται› τοῦ εἶναι καθαρὸν καὶ ἄμωμον καὶ ἄσπιλον καὶ μὴ ἔχειν ἐν ἑαυτῷ τὴν κακίαν, ἀλλ’ ἀεὶ μετὰ τοῦ θεοῦ εἶναι· τὸ δύ‐ | |
40 | νασθαι δὲ οὐκ ἔχει. πετασθῆναι μὲν εἰς τὸν ἀέρα τὸν θεϊκὸν καὶ τὴν | |
ἐλευθερίαν τοῦ ἁγίου πνεύματος θέλει, ἀλλ’ ἐὰν μὴ λάβῃ πτέρυγας, οὐ δύναται. παρακαλέσωμεν οὖν τὸν θεόν, ἵνα δῷ ἡμῖν πτέρυγας περιστε‐ ρᾶς τοῦ ἁγίου πνεύματος, ἵνα πετασθῶμεν πρὸς αὐτὸν καὶ καταπαύ‐ σωμεν, καὶ ἵνα διαχωρίσῃ καὶ παύσῃ ἀπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος | 15 | |
45 | ἡμῶν τὸν πονηρὸν ἄνεμον, αὐτὴν τὴν ἁμαρτίαν τὴν κατοικοῦσαν ἐν τοῖς μέλεσι τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν· αὐτῷ γὰρ μόνῳ δυνατὸν τοῦτο ποιῆσαι. «ἴδε» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν | |
τοῦ κόσμου». αὐτὸς μόνος τὴν ἐλεημοσύνην ταύτην ἐποίησε τῶν ἀν‐ θρώπων τοῖς πιστεύουσιν αὐτῷ, ὅτι λυτροῦται ἀπὸ τῆς ἁμαρτίας· | 16 | |
2(50) | καὶ τοῖς προσδοκῶσιν ἀεὶ καὶ ἐλπίζουσι καὶ αἰτοῦσιν ἀδιαλείπτως ποιεῖ τὴν σωτηρίαν ταύτην τὴν ἀνεκδιήγητον. Ὥσπερ ἐν νυκτὶ ζοφερᾷ καὶ μελανῇ πνέει ἄνεμός τις ἄγριος καὶ πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα κινεῖ καὶ ἐρευνᾷ καὶ σείει, οὕτως καὶ ὁ ἄν‐ θρωπος πεσὼν ὑπὸ τὴν ἐξουσίαν τῆς νυκτὸς τοῦ σκότους, τοῦ διαβόλου, | |
55 | καὶ ὢν ἐν νυκτὶ καὶ σκότει κλονεῖται τῷ δεινῷ ἀνέμῳ τῆς ἁμαρτίας πνέοντι, καὶ σείεται καὶ κινεῖται καὶ ἐρευνᾶται πᾶσαν τὴν φύσιν, τὴν ψυχήν, τοὺς λογισμοὺς αὐτοῦ καὶ τὸν νοῦν, καὶ πάντα σείεται τὰ σω‐ ματικὰ μέλη, καὶ οὐδὲν ἐλεύθερον οὐδὲ ἀπαθὲς μέλος ψυχῆς ἢ σώματός ἐστιν ἀπὸ τῆς ἐνοικούσης ἐν ἡμῖν ἁμαρτίας. ὁμοίως ἐστὶν ἡμέρα φωτὸς | |
60 | καὶ ἄνεμος θεῖος τοῦ ἁγίου πνεύματος, πνέων καὶ ἀναψύχων τὰς ψυχὰς τὰς οὔσας ἐν ἡμέρᾳ φωτὸς θεϊκοῦ καὶ διϊκνούμενος πᾶσαν τὴν ὑπόστασιν | |
τῆς ψυχῆς καὶ τοὺς λογισμούς, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀναψύχων καὶ ἀναπαύων ἀναπαύσει θεϊκῇ καὶ ἀλαλήτῳ. τοῦτο ἔλεγεν ὁ ἀπόστολος· ‹ἡμεῖς δὲ οὔκ ἐσμεν τέκνα νυκτὸς οὐδὲ σκότους· πάντες γὰρ ὑμεῖς υἱοὶ | 17 | |
65 | φωτός ἐστε καὶ υἱοὶ ἡμέρασ›. καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον τέλειον ἐνεδύσατο ὁ παλαιὸς ἄνθρωπος καὶ φορεῖ ἔνδυμα βασιλείας σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφα‐ νίας, φιλαργυρίας, ἐπιθυμίας, καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα καὶ μιαρά, οὕτως πάλιν ἐνταῦθα | |
70 | ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον καὶ ὅσους ἂν ἐξέδυσεν Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύ‐ σαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστόν (πάλιν ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμούς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφα‐ λήν), ἵνα ὅλος καθαρὸς ᾖ καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα. καὶ | |
75 | ἐνέδυσεν αὐτοὺς ὁ κύριος ἐνδύματα βασιλείας φωτὸς ἀρρήτου, ἐνδύματα πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος, καὶ πάντα ὁμοίως τὰ ἑξῆς, ἐνδύματα φωτός, ζωῆς, θεϊκά, ζῶντα, ἀνα‐ παύσεως ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ χρηστότης καὶ ἀγαθωσύνη, οὕτω καὶ ὁ νέος ἄνθρωπος γένηται | 18 |
80 | κατὰ χάριν. Καὶ ὥσπερ ἡ βασιλεία τοῦ σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν ψυχὴν ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα τῶν ἁμαρ‐ τωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν κεκρυμμένῳ εἰς τὴν ψυχήν, οὕτω καὶ ἡ βασιλεία τοῦ φωτὸς καὶ ἡ ἐπουράνιος εἰκών, Ἰησοῦς Χριστός, | |
85 | μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει καὶ βασιλεύει εἰς τὴν ψυχὴν τῶν ἁγίων. | |
κεκρυμμένος δὲ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων μόνοις ἐστὶ Χριστὸς τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως ἡμέρας τῆς ἀναστά‐ σεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ κυρίου φωτὶ τῷ ὄντι ἀπὸ τοῦ νῦν ἐν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχήν, ἵνα | 19 | |
90 | καὶ αὐτὸ τὸ σῶμα συμβασιλεύσῃ τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν λαμβανούσῃ τὴν βασιλείαν τοῦ Χριστοῦ, ἀναπαυομένῃ καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ. δόξα τοῖς οἰκτιρμοῖς καὶ τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὅτι ἐλεεῖ τοὺς δούλους αὐτοῦ καὶ φωτίζει καὶ ῥύεται αὐτοὺς ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ χαρίζεται αὐτοῖς τὸ ἑαυτοῦ φῶς καὶ τὴν αὐτοῦ βασιλείαν, ᾧ ἡ δόξα | |
95 | καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
3(1t) | ΟΜΙΛΙΑ Γ. | |
2 | Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. καὶ οὕτως δύναται | |
5 | εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ’ ἀλλήλων ὠφεληθῆναι. τί γὰρ γέγραπται; «γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἵνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις ἐν ὁμονοίᾳ πολλῇ, ἐν ἀγάπῃ | |
10 | καὶ εἰρήνῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος, ἀλλ’ ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ’ ἀλλήλων εἰσίν, οὕτως καὶ οἱ ἀδελφοὶ ὦσι μετ’ ἀλλή‐ λων. Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἕν. ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες μὲν αὐτῶν σχολάζουσι | |
15 | τῇ εὐχῇ ὥρας ἓξ καὶ βούλονται ἀναγνῶναι, ἄλλοι δὲ προθύμως δια‐ κονοῦσιν, ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον. ὀφείλουσιν οὖν οἱ ἀ‐ δελφοί, εἴ τι ποιοῦσιν, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ’ ἀλλήλων. καὶ ὁ ἐργαζόμενος περὶ τοῦ εὐχομένου οὕτω λεγέτω ὅτι „ὃν ὁ ἀδελφός μου κτᾶται θησαυρόν, ἐπεὶ κοινός ἐστι, κἀγὼ ἔχω“· καὶ ὁ εὐχόμενος περὶ | 20 |
20 | τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω ὅτι „ὃ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνά‐ γνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ“· καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο λεγέτω ὅτι „τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια“. ὥσπερ γὰρ «τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα», καὶ βοηθοῦσιν ἀλλήλοις καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου | |
25 | τοῦ σώματος βλέπει καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει, —οὕτω καὶ οἱ ἀδελφοὶ μετ’ ἀλλήλων ἤτωσαν. καὶ μήτε ὁ εὐχόμενος κρινέτω τὸν ἐργαζόμενον· „διὰ τί οὐκ εὔχεται“· μήτε ὁ ἐργαζόμενος κρινέτω τὸν εὐχόμενον ὅτι „ἐκεῖνος παραμένει κἀγὼ ἐργάζομαι“, μήτε ὁ δια‐ | |
30 | κονῶν κρινέτω τὸν ἕτερον. ἀλλ’ ἕκαστος εἴ τι ποιεῖ, «εἰς δόξαν θεοῦ». ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχει ἐν ἀγάπῃ καὶ χαρᾷ τοῦτο λογιζό‐ μενος ὅτι „ὑπὲρ ἐμοῦ εὔχεται“, καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογιζέσθω ὅτι „ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ“. καὶ οὕτω δύναται ὁμοφωνία πολλὴ καὶ εἰρήνη καὶ συμφωνία «ἐν τῷ συνδέσμῳ | |
35 | τῆς εἰρήνης» κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ’ ἀλλήλων ἐν ἀκεραιό‐ τητι καὶ ἀφελότητι καὶ εὐδοκίᾳ θεοῦ. τὸ δὲ κεφαλαιωδέστερον πάντων | |
δηλονότι ἡ προσκαρτέρησίς ἐστι τῆς εὐχῆς. πλὴν δὲ ἓν ζητεῖται, ἵνα ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ καὶ τὴν ζωήν, ἥτις ἐστὶν ὁ κύριος, ἐν τῷ νῷ· εἴτε ἐργάζεται εἴτε εὔχεται εἴτε ἀναγινώσκει, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα | 21 | |
40 | τὸ μὴ παρερχόμενον, ὅ ἐστι τὸ ἅγιον πνεῦμα. Εἰσὶ δέ τινες τοῦτο λέγοντες ὅτι „ὁ κύριος μόνους φανεροὺς καρποὺς ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ ὁ θεὸς κατορθοῖ“. οὐχ οὕτως δέ εἰσι τὰ πράγματα, ἀλλ’ ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεται, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον. ἀπαιτεῖ | |
45 | σε γὰρ ὁ κύριος, ἵνα ὀργισθῇς σεαυτῷ καὶ μάχην ποιήσῃς μετὰ τοῦ νοός σου, μήτε συμφωνήσῃς μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. λοι‐ πὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, τοῦτο τῇ θείᾳ δυ‐ νάμει μόνον δυνατόν ἐστι κατορθῶσαι. οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀν‐ θρώπῳ ἐξ ἰδίας δυνάμεως ἐκριζῶσαι τὴν ἁμαρτίαν. τὸ ἀντιπαλαῖσαι, | 22 |
3(50) | ἀντιμαχεσθῆναι, δεῖραι, δαρῆναι σόν ἐστιν· ἐκριζῶσαι δὲ θεοῦ ἐστιν. εἰ γὰρ σὺ ἠδύνου τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ κυρίου; ὡς γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς βλέπειν ἢ λαλεῖν ἄνευ γλώττης ἢ ἀκούειν ἄνευ ὤτων ἢ περιπατεῖν ἄνευ ποδῶν ἢ ἐργάζεσθαι ἄνευ χει‐ ρῶν, οὕτως οὐ δύναταί τις ἄνευ τοῦ Ἰησοῦ σωθῆναι ἢ εἰσελθεῖν εἰς βασι‐ | |
55 | λείαν οὐρανῶν. Εἰ δὲ λέγεις ὅτι „ἐν τοῖς φαινομένοις οὐ πορνεύω, οὐ μοιχεύω, οὔκ εἰμι φιλάργυρος, λοιπὸν δίκαιός εἰμι“, πεπλάνησαι ἐν τούτῳ νομίσας ὅτι πάντα ἐξετέλεσας. οὔκ εἰσι μόνον τρία μέρη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία· ἡ ἀφοβία, ἡ τύφωσις, ἡ ἀπιστία, τὸ | 23 |
60 | μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις—πόθεν ἐστίν; οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην καὶ τὸν ἀγῶνα ἐν τοῖς λεληθόσιν, ἐν τοῖς λογισμοῖς; ὥσπερ ἐὰν ᾖ λῃστὴς ἐν οἰκίᾳ, τὸ λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἐᾷ σε ἀμεριμνεῖν, ἄρχῃ δὲ καὶ σὺ ἀντιτύπτειν αὐτόν, δέρεις, δέρῃ, — οὕτως ὀφείλει καὶ ἡ ψυχὴ ἀντιπίπτειν καὶ ἀντιμάχεσθαι καὶ ἀντι‐ | |
65 | κρούειν. λοιπὸν ἡ προαίρεσις ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν ἄρχεται ἀνωτέρα γίγνεσθαι· πίπτει, ἐγείρεται, πάλιν ῥίπτει ἡ ἁμαρτία, εἰς δέκα ἢ εἰς εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχὴν καὶ ῥίπτει, καὶ ἡ ψυχὴ διὰ χρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν ἁμαρτίαν. πάλιν ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν | |
70 | καὶ διακρίνειν καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας. ἀλλ’ εἰ καὶ ἐν τούτοις ἐξετάζεται, ἀκμὴν ἡ ἁμαρτία καταστρέφει τὸν ἄνθρωπον, ἕως οὗ ἔλθῃ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ τελείως νικήσῃ τὸν θάνατον· γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». καὶ οὕτως ἀνώτεροι γίγνονται καὶ νικηταὶ τοῦ διαβόλου. εἰ δέ, καθὼς | |
75 | προείπομεν, λέγει τις· „οὐ πορνεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ, ἀρκεῖ μοι“, οὗτος εἰς τρία μέρη ἠγωνίσατο, καὶ εἰς ἄλλα εἴκοσιν, ἅπερ ἔχει ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς, οὐκ ἠγωνίσατο, ἀλλ’ ἡττήθη. ὀφείλει οὖν εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολλάκις εἴπομεν, ἀντίπαλός ἐστι καὶ ἔχει ἰσόρροπον δύναμιν πρὸς τὴν ἁμαρτίαν τοῦ | |
80 | ἀντιλέγειν καὶ ἐναντιοῦσθαι τοῖς λογισμοῖς. Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν καὶ βασιλεύειν τὸ ὅλον τὴν κακίαν κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν θεὸν κατα‐ | |
κρίνοντα τὴν ἀνθρωπότητα· διότι ὑπήκουσε τῷ σατανᾷ, ὁπότε ἰσχυρό‐ τερός ἐστι καὶ ἀναγκαστικῇ τινι δυνάμει ὑποτάσσει· „μειζότερον καὶ | 24 | |
85 | ἰσχυρότερον αὐτὸν ἐποίησας τῆς ψυχῆς καὶ ἐντέλλῃ μοι· μὴ ὑπακούσῃς;“ ὥσπερ ἐὰν ᾖ νεανίσκος καὶ ἔχῃ πάλην πρὸς παιδίον, καὶ ἐὰν ἡττηθῇ τὸ παιδίον, κατακρίνεται, διὰ τί ἡττήθη. τοῦτο πολλῆς ἀδικίας ἐστίν. ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον, καὶ ἡ τοιαύτη ψυχὴ ἐπιζητοῦσα τυγχάνει βοηθείας καὶ ἀντιλήψεως καὶ καταξιοῦται | |
90 | τῆς λυτρώσεως. ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται. δοξάζομεν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
4(1t) | ΟΜΙΛΙΑ Δ. | |
2 | Οἱ τὸν βίον τοῦ Χριστιανισμοῦ ἐν πολλῇ ἀκριβείᾳ κατορθῶσαι βουλό‐ μενοι πρὸ πάντων τοῦ διανοητικοῦ καὶ διακριτικοῦ μέλους τῆς ψυχῆς ἐν πάσῃ δυνάμει ἐπιμελεῖσθαι ὀφείλουσιν, ἵνα τὴν διάκρισιν τοῦ καλοῦ | 25 |
5 | καὶ τοῦ κακοῦ ἐν ἀκριβείᾳ κτησάμενοι καὶ τὰ παρὰ φύσιν εἰσαχθέντα πάθη τῇ καθαρᾷ φύσει πάντοτε διακρίνοντες εὐθέτως καὶ ἀπροσκόπως πολιτευσώμεθα, ἵνα ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέλει χρώμενοι ἀσυνδύαστοι καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνη‐ θῶμεν καὶ οὕτως τῆς θείας δωρεᾶς καταξιωθέντες ἄξιοι τοῦ κυρίου γενώ‐ | |
10 | μεθα. Ἀπὸ δὲ τῶν ὁρωμένων ὑπόδειγμα λάβωμεν. ἔοικε γὰρ τὸ σῶμα τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος πράγματα τοῖς τῆς ψυχῆς καὶ τὰ φαινό‐ μενα τοῖς κρυφίοις. ὥσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τὸν ὀφθαλμὸν καὶ αὐτὸς ὁρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα· ὑπόθου δέ μοι διέρ‐ | 26 |
15 | χεσθαί τινα διὰ τόπων ὑλωδῶν καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορ‐ βόρων, ἔνθα καὶ πῦρ ἀναβάλλει καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖ τυγχάνει. τὸ λοιπὸν ὁ γοργὸς καὶ σπουδαῖος καὶ εὐκίνητος ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν χερσὶ καὶ ποσὶ | 27 |
20 | τὸν χιτῶνα αὐτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ ἢ ὑπὸ τοῦ βορβόρου ἀφανισθῇ ἢ ὑπὸ ξίφους διακοπῇ. καὶ ὁ ὀφθαλμὸς ὅλον | |
ὁδηγεῖ τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταρραγῇ ἢ ὕδασι καταποντισθῇ ἤ τινι χαλεπῷ καταβλαβῇ. ὁ οὕτως γοργὸς καὶ συνετὸς καὶ μετὰ πάσης νήψεως παρερχόμενος, συσφίγγων τὸν χιτῶνα αὐτοῦ, | 28 | |
25 | ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος φυλάσσει καὶ ἑαυτὸν ἀβλαβῆ καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ. ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς καὶ ῥάθυμος καὶ βαρὺς καὶ χαῦνος διὰ τῶν τοιούτων παρερχόμενος τόπων, περιρρέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ ἔνθεν εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται ἢ ὑπὸ τοῦ πυρὸς κατα‐ | |
30 | καίεται διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως τὸ ἔνδυμα ἢ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται ἢ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν τοῦ ἐνδύματος χιτῶνα διὰ τὴν ἀπροσεξίαν καὶ χαυνότητα καὶ ὀκνηρίαν αὐτοῦ. εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ αὐτὸς εἰς φάραγγα | |
35 | πεσεῖται ἢ ἐν τοῖς ὕδασι καταποντισθήσεται. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα καλόν, τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα διακριτικὸν μέλος εὐθῦνον ὅλην τὴν ψυχὴν μετὰ τοῦ σώματος, παρερχομένη διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ βίου καὶ βορβόρου καὶ πυρὸς καὶ κρημνῶν, τουτέστιν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ | |
40 | τῶν λοιπῶν ἀτόπων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νήψεως καὶ ἀνδρείας καὶ σπουδῆς καὶ προσοχῆς συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν καὶ τὸν χιτῶνα τοῦ σώματος, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις μεριμνῶν καὶ ἀσχολιῶν καὶ περισπασμῶν γηΐνων, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας κατακαυθῇ. οἷον ἐνδεδυμένη | |
45 | τὸν ὀφθαλμὸν ἀποστρέφει τοῦ μὴ ἰδεῖν πονηρά, τὸ οὖς ὁμοίως ἀποστρέ‐ φει τοῦ μὴ ἀκούειν καταλαλιάν, τὴν γλῶσσαν τοῦ μὴ λαλεῖν μάταια, χεῖρας καὶ πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν. ἔχει γὰρ θέλημα ἡ ψυχὴ τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θεαμάτων καὶ ἀκοῆς πονηρᾶς καὶ αἰσχρᾶς καὶ λόγων ἀπρεπῶν καὶ | |
4(50) | ἐπιτηδευμάτων κοσμικῶν καὶ πονηρῶν. Ἀποστρέφει δὲ καὶ ἑαυτὴν ἡ ψυχὴ ἀπὸ ῥεμβασμῶν, φυλάττουσα | |
τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν αὐτῆς. καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ συνέχουσα πάντο‐ θεν ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον καὶ | 29 | |
55 | ἄκαυστον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει. καὶ αὐτὴ διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ θελήματος αὐτῆς, τὸ δὲ πᾶν διὰ τῆς τοῦ κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέ‐ φουσα καὶ οὕτως ὑπὸ κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι | |
60 | αὐτὴν ἀπὸ τῶν προειρημένων κακῶν. ἐπὰν γὰρ ἴδῃ ὁ κύριός τινα γεν‐ ναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς καὶ περισπασμοὺς καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων, δίδωσι τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα. καὶ οὕτως | |
65 | ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ θεοῦ καὶ ἀγγέλων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δυνατόν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα καὶ ὑπ’ αὐτοῦ βοηθηθεῖσα τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξελήλυθεν. | |
70 | Εἰ δέ τις ἐν χαυνότητι καὶ ῥαθυμίᾳ μὴ προσεχόντως ἐν τῷ βίῳ τούτῳ πορεύεται καὶ ἐκ θελήματος ἰδίου οὐκ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου καὶ τὸν κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ζητεῖ, εἰς τὰς ἀκάνθας καὶ ὕλας τοῦ κόσμου τούτου περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπι‐ θυμίας ὁ χιτὼν τοῦ σώματος παρακαίεται καὶ ὑπὸ τοῦ βορβόρου τῶν | |
75 | ἡδονῶν σπιλοῦται, καὶ οὕτως ἀπαρρησίαστος ἡ ψυχὴ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκεται, τὸ ἔνδυμα αὐτῆς ἄσπιλον μὴ δυνηθεῖσα τηρῆσαι, ἀλλὰ καταφθείρασα αὐτὸ ταῖς ἀπάταις τοῦ αἰῶνος τούτου· καὶ διὰ τοῦτο ἀπόβλητος τῆς βασιλείας γίνεται. τί γὰρ ποιήσει ὁ θεὸς τῷ θελήματι ἰδίῳ παραδιδόντι ἑαυτὸν τῷ κόσμῳ καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ | |
80 | ἢ ῥεμβασμοῖς ὑλικοῖς ἐκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν δίδωσι τῷ ἀποστρεφομένῳ τὰς ὑλικὰς ἡδονὰς καὶ προτέρας συνηθείας καὶ βίᾳ τὴν διάνοιαν πάντοτε πρὸς κύριον ἕλκοντι ἀρνουμένῳ τε ἑαυτὸν καὶ τὸν κύριον μόνον ἐπιζητοῦντι. τοῦτον διατηρεῖ τὸν φυλασσόμενον παντα‐ χόθεν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης τοῦ κόσμου, τὸν «μετὰ | 30 |
85 | φόβου καὶ τρόμου» τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον καὶ μετὰ πάσης προσεχείας διὰ τῶν παγίδων καὶ βρόχων καὶ ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου παρερχόμενον καὶ τὴν τοῦ κυρίου βοήθειαν ἐπιζητοῦντα καὶ τῷ ἐλέει αὐτοῦ διὰ τῆς χάριτος σῴζεσθαι ἐλπίζοντα. Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι αἱ φρόνιμοι, νήψασαι καὶ γοργευσάμεναι | |
90 | τὸ ξένον τῆς ἑαυτῶν φύσεως, λαβοῦσαι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις τῆς καρ‐ δίας αὐτῶν, τουτέστι τὴν ἄνωθεν χάριν τοῦ πνεύματος, ἠδυνήθησαν συν‐ εισελθεῖν τῷ νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα. αἱ δὲ ἄλλαι, αἱ μωραί, αἱ ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέξασθαι τὸ ‹ἔλαιον τῆς ἀγαλλιάσεωσ› ἐν τοῖς ἀγγείοις αὐτῶν, ὡς ἔτι ἐν σαρκὶ ἦσαν. | |
95 | ἀλλ’ ὥσπερ ἀπεκοιμήθησαν δι’ ἀμέλειαν καὶ χαυνότητα καὶ ῥαθυμίαν καὶ ἀγνωσίαν ἢ καὶ οἴησιν δικαιοσύνης. διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας ἀπεκλείσθησαν μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ. δεσμῷ γὰρ κόσμου καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατασχεθεῖσαι τὴν ἀγάπην αὐτῶν ὅλην καὶ τὸν ἔρωτα πρὸς τὸν οὐράνιον νυμφίον οὐκ ἔδωκαν οὔτε τὸ | |
4(100) | ἔλαιον ἐκομίσαντο. καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως, τὸν ἁγιασμὸν τοῦ πνεύματος ζητοῦσαι ψυχαὶ ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς κύριον ἀποδε‐ σμοῦσι κἀκεῖ περιπατοῦσι κἀκεῖ εὔχονται κἀκεῖ λογίζονται, πάντα | |
ἀποστρεφόμεναι. διὸ καταξιοῦνται λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου χάριτος καὶ οὕτως ἄπτωτοι διεξελθεῖν δύνανται, τελείως τῷ πνευματικῷ | 31 | |
105 | νυμφίῳ εὐαρεστοῦσαι. αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ τῷ λογισμῷ ἐπὶ τῆς γῆς ἕρπουσιν, ἐπὶ γῆς λογίζονται, ἐπὶ γῆς τὴν δίαιταν ὁ νοῦς αὐτῶν ἔχει· καὶ τῷ μὲν δοκεῖν νομίζουσι τοῦ νυμφίου εἶναι καὶ δικαιώμασι κεκοσμῆσθαι σαρκός, ἄνωθεν δὲ ἐκ τοῦ πνεύματος οὐκ ἐγεννήθησαν, τὸ ‹ἔλαιον τῆς ἀγαλλιάσεωσ› μὴ δεξάμεναι. | |
110 | Αἱ γὰρ πέντε λογικαὶ αἰσθήσεις τῆς ψυχῆς, ἐὰν δέξωνται τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι τυγχάνουσι, τὴν ἄνωθεν τῆς χάριτος δεξάμεναι φρόνησιν. εἰ δὲ εἰς τὴν φύσιν αὐτῶν μόνην ἀπομείνωσι, μωραὶ εὑρίσκονται καὶ τέκνα τοῦ κόσμου ἀποδείκνυνται· οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ | |
115 | δοκεῖν νομίζουσι δι’ εὐλογοφανείας τινὰς καὶ σχῆμα τοῦ νυμφίου εἶναι νύμφαι. ὥσπερ γὰρ αἱ ὅλαι ἐξ ὅλου τῷ κυρίῳ προσκολλώμεναι ψυχαὶ ἐκεῖ εἰσι τῷ λογισμῷ κἀκεῖ εὔχονται κἀκεῖ περιπατοῦσι κἀκεῖ ἐπιποθοῦ‐ σιν εἰς τὴν τοῦ κυρίου ἀγάπην, οὕτω πάλιν ψυχαὶ αἱ ἐν τῇ ἀγάπῃ τοῦ κόσμου δεθεῖσαι καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι ἐκεῖ περι‐ | |
120 | πατοῦσι καὶ ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς ἐνδιαιτᾶται· διὸ καὶ ἀμετά‐ τρεπτοι πρὸς τὸ ἀγαθὸν «φρόνημα τοῦ πνεύματος» τυγχάνουσι. Ξένον οὖν τι τῆς φύσεως ἡμῶν (λέγω δὴ τὴν ἐπουράνιον χάριν) χρεὼν συστῆναι καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουρά‐ νιον νυμφῶνα τῆς βασιλείας τῷ κυρίῳ συνεισελθεῖν καὶ τῆς αἰωνίου | |
125 | σωτηρίας τυχεῖν. ξένον γὰρ τῆς φύσεως ἡμῶν, τὴν κακίαν τῶν παθῶν, ‹διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου› ἐν ἑαυτοῖς ἐδεξάμεθα, ἣν καὶ ὥσπερ φύσιν ἡμῶν καταστᾶσαν συνηθείᾳ καὶ προλήψει πολλῇ | |
διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν, τῆς ἐπουρανίου δωρεᾶς τοῦ πνεύματος, ἐξωσθῆναι πάλιν χρὴ καὶ εἰς τὴν ἀρχαίαν καθαρότητα ἀποκαταστῆναι. | 32 | |
130 | καὶ εἰ μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ πνεύματος δεξόμεθα νῦν ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσευχῇ καὶ ἀποστροφῇ τοῦ κόσμου, καὶ προσκολληθῇ τῇ ἀγάπῃ, ἥτις ἐστὶν ὁ κύριος, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης τοῦ πνεύματος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς | |
135 | ἐντολαῖς αὐτοῦ ἀκριβῶς ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα. Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσάν μοι δύναμιν εἰπεῖν βούλομαι· διὸ συνετῶς ἀκούσατε. ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀπρόσιτος καὶ ἀποίητος θεὸς δι’ ἄπειρον καὶ ἀνεννόητον | |
140 | χρηστότητα, καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν ἐκ τῆς ἀπροσίτου δόξης, ἵνα συνενωθῆναι δυνηθῇ τοῖς ἀοράτοις αὐτοῦ κτίσμασιν (οἷον ψυχαῖς ἁγίων καὶ ἀγγέλων λέγω), ἵνα δυνηθῶσι ζωῆς θεότητος μετασχεῖν. ἕ‐ | |
καστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων· ὅτι κἂν λεπτά ἐστιν, ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ | 33 | |
145 | εἰκόνι κατὰ τὴν λεπτότητα τῆς φύσεως αὐτῶν σώματα τυγχάνει λεπτά. ὥσπερ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ λεπτὴ οὖσα περιέλαβε τὸν ὀφθαλμὸν δι’ οὗ ὁρᾷ, τὸ οὖς δι’ οὗ ἀκούει, ὁμοίως τὴν γλῶσσαν δι’ ἧς λαλεῖ, τὴν χεῖρα, καὶ ἁπαξαπλῶς πᾶν τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιλαβοῦσα ἡ ψυχὴ συγκέκραται, δι’ οὗ | |
4(150) | ἀπεργάζεται πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα. Τὸν αὐτὸν τρόπον καὶ ὁ ἄπειρος καὶ ἀνεννόητος θεὸς τῇ χρηστότητι αὐτοῦ ἐσμίκρυνεν ἑαυτὸν καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου καὶ περιέλαβεν ἑαυτὸν ἀπὸ τῆς ἀπροσίτου δόξης, καὶ διὰ ἡμερότητα καὶ φιλανθρωπίαν μεταμορφούμενος σωματοποιεῖ ἑαυτὸν καὶ ἀναμί‐ | |
155 | γνυται καὶ παραλαμβάνει τὰς ἁγίας καὶ εὐαρέστους καὶ πιστὰς ψυχὰς καὶ γίγνεται μετ’ αὐτῶν εἰς «ἓν πνεῦμα» κατὰ τὸ λόγιον Παύλου· ψυχὴ | |
ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἡ ψυχὴ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς, καὶ δόξης ἀφθάρτου μέτοχος γένηται ἥ γε ἀξία αὐτοῦ καὶ εὐάρεστος. εἰ γὰρ ἐξ | 34 | |
160 | οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν τοιαύτην ἐν πολλῇ τινι διαφορᾷ καὶ ποικιλίᾳ, καὶ πρὶν γενέσθαι οὐκ ἦν, ἠθέλησε δὲ καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω, ὄρη, δένδρα· ὁρᾷς οἵα σκληρότης φύσεως), καὶ πάλιν μέσα ὕδατα καὶ ἐξ αὐτῶν γεννᾶσθαι πετεινὰ προσέταξε καὶ πάλιν | |
165 | λεπτότερα, πῦρ καὶ ἀνέμους, καὶ διὰ λεπτότητα μὴ ὁρώμενα τῷ τοῦ σώματος ὀφθαλμῷ. Πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ τέχνη ἔκτισεν ἐκ μὴ ὄντων παχύτερα καὶ λεπτότερα καὶ ἁπαλώτερα | |
σώματα ἐνυπόστατα τῷ θελήματι αὐτοῦ, πόσῳ μᾶλλον αὐτὸς ὢν ὡς | 35 | |
170 | θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον μεταβάλλει καὶ σμικρύνει, καὶ ἐξομοιοῖ ἑαυτὸν σωματοποιῶν κατὰ χώ‐ ρησιν ταῖς ἁγίαις καὶ ἀξίαις πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ αὐταῖς ὁ ἀόρατος καὶ ψηλαφηθῇ κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς ὁ ἀψηλάφητος, καὶ αἴσθωνται αὐτοῦ τῆς γλυκύτητος, καὶ τῆς χρηστότητος τοῦ φωτὸς | |
175 | τῆς ἀρρήτου ἀπολαύσεως αὐτῇ πείρᾳ ἀπολαύσωσιν. ὅτε βούλεται, πῦρ γίνεται πᾶν φαῦλον καὶ ἐπείσακτον πάθος τῆς ψυχῆς κατακαῖον· «καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον» φησίν. ὅτε βούλεται, ἀνά‐ παυσις ἄρρητος καὶ ἄφραστος, ἵνα ἀναπαῇ ἀναπαύσει θεότητος ἡ ψυχή· ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη, θάλπων καὶ περιέπων αὐτήν. | |
180 | Εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων ἑαυτὸν ἀφομοιῶσαι βούλεται διὰ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν νοερῶν κτισμάτων, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει πάντα καθὼς εἴρηται· ‹ὑμεῖς δὲ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ›. πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ | |
185 | θέλει, μεταμορφουμένῳ ταῖς ἀξίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς. μόνον τις ἀγωνιζέσθω φίλος καὶ εὐάρεστος αὐτῷ γίγνεσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, —ἀληθῶς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», τὸ πνεῦμα τοῦ κυρίου, | |
190 | γιγνόμενον εἰς ἀνάπαυσιν τῶν ἀξίων ψυχῶν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον. σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν καὶ πόσιν | |
ὁ κύριος, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ· ‹ὁ τρώγων τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα›, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἐμ‐ πλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ψυχήν· καὶ γάρ φησιν· «ἐγώ εἰμι | 36 | |
195 | ὁ ἄρτος τῆς ζωῆς»· ὁμοίως καὶ εἰς πόσιν νάματος ἐπουρανίου, καθώς φησιν· ‹ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον›, ‹καὶ πάντεσ› φησὶ ‹τὸ αὐτὸ πόμα ἐποτίσθημεν›. Οὕτως ἑκάστῳ τῶν ἁγίων πατέρων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφε‐ | |
4(200) | ρεν· ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλως τῷ Νῶε, τῷ Δανιήλ, τῷ Δαβίδ, τῷ Σολομῶν, τῷ Ἠσαΐᾳ, καὶ ἑκάστῳ τῶν ἁγίων προφητῶν· ἄλλως τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ. καὶ ἐγὼ νομίζω, ὅτι Μωϋσῆς κατὰ πᾶσαν ὥραν ἐν τῷ ὄρει ἐν τῇ τῶν τεσσαρά‐ κοντα ἡμερῶν νηστείᾳ εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχό‐ | |
205 | μενος ἐνετρύφα καὶ ἀπέλαυεν. ἑκάστῳ οὖν τῶν ἁγίων ὡς ἠθέλησεν ὤφθη εἰς τὸ ἀναπαῦσαι καὶ σῶσαι καὶ εἰς ἐπίγνωσιν θεοῦ ἀγαγεῖν. πάντα γὰρ αὐτῷ εὐχερῆ ἐστιν ἃ βούλεται, καὶ ὡς θέλει σμικρύνων ἑαυτὸν σωματοποιεῖ καὶ μεταμορφοῦται ὀπτανόμενος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀπροσίτῳ δόξῃ φωτός, κατὰ πολλὴν καὶ ἄφραστον ἀγάπην φανερού‐ | |
210 | μενος τοῖς ἀξίοις κατὰ τὴν αὐτοῦ δύναμιν. ψυχὴ γὰρ ἡ καταξιωθεῖσα ἐν πολλῇ ἐπιθυμίᾳ καὶ προσδοκίᾳ καὶ πίστει καὶ ἀγάπῃ δέξασθαι ἐκεί‐ νην τὴν «ἐξ ὕψους δύναμιν», τὴν ἐπουράνιον τοῦ πνεύματος ἀγάπην καὶ τὸ ἐπουράνιον πῦρ τῆς ἀθανάτου ζωῆς λαβοῦσα, πάσης ἀγάπης κοσμι‐ κῆς ἐξ ἀληθείας λύεται καὶ παντὸς δεσμοῦ κακίας ἐλευθεροῦται. ὥσπερ | |
215 | γὰρ σίδηρος ἢ μόλιβδος ἢ χρυσὸς ἢ ἄργυρος ἐπὶ πῦρ βληθέντα λύεται ἐκ τῆς φύσεως τῆς σκληρᾶς, εἰς ἁπαλότητα μεταβαλλόμενα, καὶ ἐφ’ ὅσον ἐν τῷ πυρὶ τυγχάνει, λύεται καὶ ἠλλοίωται τῆς φυσικῆς σκλη‐ ρότητος διὰ τὴν τοῦ πυρὸς θερμὴν δύναμιν, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν κύριον μόνον ποθήσασα ἐν πολλῇ ψυχῆς | |
220 | ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι, καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἔχουσα πρὸς αὐτὸν ἐλπίδι καὶ πίστει καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον πῦρ τῆς θεότητος καὶ ἀγάπης τοῦ πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς ποιεῖται καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρ‐ | |
225 | τίας μεταβάλλεται, καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον νυμφίον ὃν ἐδέξατο ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ. Λέγω σοι δέ, ὅτι αὐτοὺς τοὺς περιποθήτους ἀδελφούς, οὓς ἔχει πρὸ ὀφθαλμῶν, ἐὰν ἐμποδίζωσιν ἀπ’ ἐκείνης τῆς ἀγάπης, ὥσπερ εἰπεῖν | 37 |
230 | ἀποστρέφεται· ἐκεῖνο γάρ ἐστιν αὐτῆς ζωὴ καὶ ἀνάπαυσις, ἡ τοῦ ἐπουρα‐ νίου βασιλέως μυστικὴ καὶ ἄρρητος κοινωνία. εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη χωρίζει πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτῶν γίγνεται ἐν τῷ νῷ, καὶ εἰ ἀγαπᾷ, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ πᾶσαν εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται, — ‹ἀντὶ τούτου› γάρ | |
235 | φησι ‹καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολλη‐ θήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν›. εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης, πόσῳ μᾶλλον ὅσοι κατηξιώ‐ θησαν ἐκείνου τοῦ ἁγίου καὶ ἐπουρανίου καὶ ἀγαπητοῦ πνεύματος, ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ πάντα | |
240 | περισσὰ αὐτοῖς καταφανήσεται τῷ νενικῆσθαι αὐτοὺς τῷ οὐρανίῳ πόθῳ καὶ τῇ τρώσει αὐτοῦ ἡνῶσθαι. ἐκεῖ γὰρ ἐπιποθοῦσιν, ἐκεῖ λογί‐ ζονται, ἐκεῖ ζῶσιν, ἐκεῖ οἱ λογισμοὶ αὐτῶν περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς πάντοτε τὴν διατριβὴν ἔχει νενικημένος τῷ θείῳ καὶ οὐρανίῳ ἔρωτι καὶ πόθῳ πνευματικῷ. | |
245 | Τὸ λοιπόν, ὢ ἀγαπητοὶ ἀδελφοί, τοιούτων ἀγαθῶν προκειμένων καὶ τοσούτων ἐπαγγελιῶν ἡμῖν ὑπὸ τοῦ κυρίου ἐπηγγελμένων πάντα τὰ ἐμπόδια ἀφ’ ἑαυτῶν ἀπορρίψωμεν καὶ πᾶσαν ἀγάπην τοῦ κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνο μόνον τὸ ἀγαθὸν τῇ ζητήσει καὶ πόθῳ | |
ἑαυτοὺς ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης | 38 | |
4(250) | τοῦ πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος παρῄνεσε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν λέγων· «διώκετε τὴν ἀγάπην», ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρό‐ τητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν, ἔρωτι θείου πνεύματος τρωθέντες. ὁ γὰρ κύριος πολὺ φιλανθρωπεύεται σπλαγχνιζόμενος, | |
255 | πότε ἐπιστρέψομεν ὅλοι ἐξ ὅλου πρὸς αὐτόν, πάντων τῶν ἐναντίων ἑαυτοὺς ἐξαίροντες. εἰ γὰρ καὶ ἡμεῖς διὰ πολλὴν ἀγνωσίαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοεῖν, ἀλλ’ αὐτὸς πολὺ σπλαγχνίζεται ἐφ’ ἡμᾶς μακροθυμῶν, πότε ἐπιστρέψαντες προσέλ‐ | |
260 | θωμεν πρὸς αὐτὸν καὶ τὸν ἔσω ἡμῶν ἄνθρωπον φωτισθῶμεν, ἵνα μὴ καταισχυνθῶσι τὰ πρόσωπα ἡμῶν ἐν ἡμέρᾳ κρίσεως. Εἰ δὲ καὶ δύσκολον ἡμῖν καταφαίνεται διὰ τὴν σκληρὰν τῆς ἀρετῆς ἄσκησιν, μᾶλλον δὲ διὰ τὴν ὑπόθεσιν καὶ συμβουλίαν τοῦ ἀντικειμένου, ἰδοὺ αὐτὸς σπλαγχνίζεται καὶ μακροθυμεῖ ἐκδεχόμενος τὴν ἡμετέραν | |
265 | ἐπιστροφήν, καὶ ἁμαρτανόντων ἡμῶν ἀνέχεται· ἀνέχεται ἀναμένων τὴν μετάνοιαν ἡμῶν, καὶ πίπτοντας ἡμᾶς οὐκ ἐπαισχύνεται πάλιν δέχεσθαι, καθὼς εἶπεν ὁ προφήτης· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» μόνον ἡμεῖς διανήψωμεν ἔννοιαν ἀγαθὴν κτησάμενοι καὶ ἐπιστρέψωμεν εὐθέως καὶ ὀρθῶς βοήθειαν παρ’ αὐτοῦ ἐπιζητοῦν‐ | |
270 | τες· καὶ αὐτὸς ἕτοιμός ἐστι σῶσαι ἡμᾶς. ἐκδέχεται γὰρ τοῦ θελήμα‐ τος ἡμῶν τὴν πρὸς αὐτὸν ζέουσαν ὁρμὴν (ὅσον ἔχομεν δυνάμεως) καὶ τὴν ἐκ προαιρέσεως ἀγαθῆς πίστιν καὶ προθυμίαν· τὴν δὲ κατόρ‐ θωσιν πᾶσαν αὐτὸς ἐν ἡμῖν ἐργάζεται. σπουδάσωμεν τοίνυν, ἀγαπη‐ τοί, ὡς τέκνα θεοῦ ἀποδυσάμενοι πᾶσαν πρόληψιν καὶ ἀμέλειαν καὶ | |
275 | χαύνωσιν γενναῖοι καὶ ἕτοιμοι γενέσθαι ἀκολουθεῖν ὀπίσω αὐτοῦ μὴ ἀναβαλλόμενοι ἡμέραν ἐξ ἡμέρας, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενοι· οὐ | |
γὰρ οἴδαμεν, πότε ἡ ἀπὸ τῆς σαρκὸς ἡμῶν ἔξοδος γίνεται. μεγάλαι γὰρ καὶ ἄρρητοί εἰσιν αἱ τῶν Χριστιανῶν ἐπαγγελίαι τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πίστει καὶ πλούτῳ οὐκ ἀναλογεῖ πᾶσα ἡ δόξα καὶ τὸ κάλλος τοῦ | 39 | |
280 | οὐρανοῦ καὶ τῆς γῆς καὶ ἡ λοιπὴ διακόσμησίς τε καὶ ποικιλία καὶ ὡραιό‐ της καὶ πλοῦτος καὶ τρυφὴ τῶν ὁρωμένων. Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις προτροπαῖς καὶ ἐπαγγελίαις τοῦ κυρίου ὅλοι ἐξ ὅλου προσελθεῖν καὶ ἐκδότους ἑαυτοὺς αὐτῷ καταστῆσαι, ἀρνησάμενοι κατὰ τὸ εὐαγγέλιον μετὰ πάντων καὶ τὴν ἑαυτῶν ψυχήν, | |
285 | καὶ μόνον αὐτὸν ἀγαπῆσαι καὶ σὺν αὐτῷ ἄλλο οὐδέν; ἀλλ’ ἰδοὺ καὶ ταῦτα πάντα, καὶ πόση δόξα ἐδόθη, πόσαι οἰκονομίαι τοῦ κυρίου ἀπὸ πατέρων καὶ προφητῶν γεγόνασι, πόσαι ἐπαγγελίαι ἐπηγγέλθησαν, πόσαι προτροπαί, πόση εὐσπλαγχνία τοῦ δεσπότου ἐξ ἀρχῆς ἐφ’ ἡμᾶς γέγονεν. ἔσχατον δὲ καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄρρητον | |
290 | χρηστότητα ἐφ’ ἡμᾶς διὰ τῆς σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν μετενέγκῃ ἐπιστρέψαντας. καὶ ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου καὶ τῶν προλήψεων καὶ συνηθειῶν κακῶν οὐκ ἀναχωροῦμεν; διὸ ὀλιγόπιστοι ἢ καὶ ἄπιστοι δεικνύμεθα. καὶ ἐπὶ τού‐ τοις πᾶσιν ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ περιθάλ‐ | |
295 | πων, μὴ κατὰ τὰ ἁμαρτήματα παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ καὶ τῇ τοῦ κόσμου ἀπάτῃ ἀφιὼν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ μακροθυμίαν ἀποσκοπῶν, πότε πρὸς αὐτὸν ἐπιστρέψομεν. Ἀλλὰ δέδοικα μήποτε τὸ τοῦ ἀποστόλου ῥητὸν πληρωθῇ εἰς ἡμᾶς τῇ καταφρονητικῇ ἐννοίᾳ συζῶντας καὶ ταῖς προλήψεσι συναπα‐ | |
4(300) | γομένους, τὸ λέγον· «ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει;» εἰ δὲ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι καὶ τῇ ἀνοχῇ αὐτοῦ πλείονα προστιθέαμεν ἁμαρτήματα καὶ κατακρίσεις μείζους διὰ τῆς ἀμελείας καὶ καταφρονήσεως ἡμῶν ἑαυτοῖς πορισόμεθα, | |
305 | πληρωθήσεται τὸ λόγιον· ‹κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα‐ νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο‐ καλύψεως τῆς δικαιοκρισίας τοῦ θεοῦ›. πολλῇ γὰρ ἀγαθότητι ἀνεκ‐ διηγήτῳ καὶ μακροθυμίᾳ ἀνεκφράστῳ κέχρηται ὁ θεὸς περὶ τὸ γένος τῶν ἀνθρώπων, μόνον ἡμεῖς διανῆψαι θελήσωμεν καὶ ἐξ ὅλου ἐπιστρα‐ | |
310 | φῆναι πρὸς αὐτὸν σπουδάσωμεν, ἵνα σωτηρίας τυχεῖν δυνηθῶμεν. Εἰ δὲ βούλει ἐπιγνῶναι τὴν τοῦ θεοῦ μακροθυμίαν καὶ τὴν πολλὴν χρηστότητα, ἀπὸ τῶν θεοπνεύστων γραφῶν καταμάθωμεν. ἀπόβλεψον εἰς τὸν Ἰσραήλ, ἐξ ὧν οἱ πατέρες, οἷς αἱ ἐπαγγελίαι ὡρίσθησαν, «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», οἷς αἱ λατρεῖαι καὶ διαθήκη. πόσα | 40 |
315 | ἥμαρτον, ποσάκις ἐξετράπησαν, καὶ αὐτὸς οὐκ εἴασεν αὐτοὺς εἰς τέλος, ἀλλὰ πρόσκαιρον χρόνον πρὸς τὸ συμφέρον αὐτοῖς παιδείαις παρεδίδου, τὸ σκληρὸν τῆς καρδίας αὐτῶν διὰ τῆς θλίψεως μαλάξαι βουλόμενος ἐπέστρεφε, παρεκάλει, προφήτας ἀπέστελλε. καὶ πόσοις χρόνοις ἐμακρο‐ θύμει ἁμαρτανόντων καὶ προσκοπτόντων αὐτῶν, καὶ ἐπιστρέφοντας | |
320 | μετὰ χαρᾶς προσεδέχετο, καὶ πάλιν ἐκτρεπομένων αὐτῶν αὐτὸς οὐκ ἀφίστατο, ἀλλὰ διὰ τῶν προφητῶν εἰς ἐπιστροφὴν αὐτοὺς μετεκαλεῖτο. καὶ πλεονάκις ἐκτραπέντων καὶ ἐπιστρεφομένων ἡδέως ἀντείχετο καὶ φιλανθρώπως προσεδέχετο, ἕως οὗ ὕστερον ἐν τῷ μεγάλῳ παραπτώ‐ ματι εὑρέθησαν, χεῖρας ἐπιβαλόντες ἐπὶ τὸν ἴδιον δεσπότην, ὃν προσ‐ | |
325 | εδόκων διὰ παραδόσεων πατέρων καὶ προφητῶν ἁγίων λυτρωτὴν καὶ σωτῆρα καὶ βασιλέα καὶ προφήτην. ἐλθόντα γὰρ οὐ παρεδέξαντο, ἀλλὰ τοὐναντίον πολλὰ αὐτῷ ἐνδειξάμενοι ἀτιμίας ἄξια ὕστερον σταυρῷ θανάτου ἐτιμωρήσαντο, καὶ ἐν τούτῳ τῷ μεγάλῳ προσκόμματι καὶ ὑπερ‐ βάλλοντι παραπτώματι αἱ ἁμαρτίαι αὐτῶν ὑπερπληθύνασαι ἀνεπλη‐ | |
330 | ρώθησαν. καὶ οὕτω λοιπὸν εἰς τέλος ἀφείθησαν, τοῦ ἁγίου πνεύματος ἐκεῖθεν ἀναχωρήσαντος, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη» καὶ οὕτως αὐτῶν ὁ ναὸς ἔθνεσι παραδοθεὶς κατεσκάφη καὶ ἠρημώθη κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν· ‹οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε ὃς οὐ κατα‐ λυθήσεται›, καὶ οὕτως εἰς τέλος παρεδόθησαν τοῖς ἔθνεσι καὶ διεσκορπί‐ | |
335 | σθησαν ἐν πάσῃ τῇ γῇ, ὑπὸ τῶν αἰχμαλωτισάντων αὐτοὺς τότε βασιλέων μηκέτι εἰς τοὺς ἰδίους ἀνακάμψαι τόπους κελευσθέντες. Οὕτως οὖν καὶ νῦν ἐφ’ ἑκάστῳ ἡμῶν χρηστὸς ὢν καὶ ἀγαθὸς μα‐ | |
κροθυμεῖ, ὁρῶν πόσα ἕκαστος προσκόπτει, καὶ ἡσυχάζει ἐκδεχόμενος, πότε διανήψει καὶ ἀποστραφήσεται τοῦ μηκέτι προσκόπτειν, ἐν πολλῇ | 41 | |
340 | ἀγάπῃ καὶ χαρᾷ τὸν ἐπιστρέφοντα ἀπὸ τῆς ἁμαρτίας δεχόμενος· ‹οὕτωσ› γάρ φησι ‹χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι›, καὶ πάλιν· ‹οὐκ ἔστι θέλημα τοῦ πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων›. εἰ δέ τις τῆς χρηστότητος καὶ τῆς μακροθυμίας τοῦ θεοῦ πολλῆς ἐπικειμένης ἐπ’ αὐτόν, μὴ ἐπεξερχομένου εἰς ἄμυναν τοῖς | |
345 | κατὰ μέρος τῶν ἁμαρτημάτων προσκόμμασιν εἴτε κρυπτοῖς εἴτε φανεροῖς, ὁρῶντος καὶ ἡσυχάζοντος ὡς εἰς μετάνοιαν ἐκδεχομένου τοῦ θεοῦ, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν ἁμαρτήματα προστίθησιν ἐπὶ ἁμαρτή‐ ματα, καὶ ῥαθυμίαν ἐπὶ ῥαθυμίᾳ συνάπτει καὶ πρόσκομμα ἐπὶ πρόσκομμα οἰκοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν καὶ εἰς τοιοῦτον λοιπὸν | |
4(350) | πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐκέτι δύναται ἀνανεῦσαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῷ πονηρῷ παραδοθεὶς ἀπόλλυται. Οὕτως ἐπὶ Σοδόμων γέγονε· πολλὰ γὰρ ἁμαρτάνοντες καὶ οὐκ ἐπιστρέ‐ φοντες ὕστερον οὕτω προσέκοψαν, ἐπὶ τῇ τῶν ἀγγέλων κακῇ βουλῇ ἀρρενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι θελήσαντες, ὥστε μηκέτι αὐτοὺς | |
355 | ἔχειν μετάνοιαν, ἀλλ’ εἰς τέλος ἀπεδοκιμάσθησαν. ἀνεπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερέβησαν· διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν. οὕτως καὶ ἐπὶ Νῶε γέγονε· πολλὰ προσκό‐ πτοντες καὶ μὴ μετανοοῦντες εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν καταφθαρῆναι. οὕτως ἐπὶ τῶν Αἰγυπτίων | |
360 | πολλὰ προσκοψάντων καὶ εἰς τὸν λαὸν τοῦ θεοῦ ἁμαρτησάντων ἐχρη‐ στεύετο ὁ θεὸς μὴ τοιαύτας αὐτοῖς μάστιγας ἐπιφέρειν, ὥστε εἰς τέλος αὐτοὺς διαφθεῖραι, ἀλλ’ εἰς παιδείαν καὶ ἐπιστροφὴν καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων, μακροθυμῶν καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος. οἱ δὲ πολλὰ ἁμαρτήσαντες εἰς | |
365 | τὸν λαὸν τοῦ θεοῦ καὶ ἐπιστρέφοντες καὶ πάλιν μεταμελόμενοι καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως καθιστάμενοι καὶ τὸν λαὸν τοῦ θεοῦ καταπονήσαντες, ὕστερον ὅτε διὰ θαυμασίων πολλῶν | |
ὁ θεὸς τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως ἐξέβαλε, μέγα προσέκοψαν καταδιώξαντες ὀπίσω τοῦ λαοῦ τοῦ θεοῦ. διὸ καὶ εἰς τέλος ἡ θεία δίκη | 42 | |
370 | τούτους ἀνάλωσε καὶ διέφθειρε καὶ ἐν τοῖς ὕδασι κατεπόντισε μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνασα. Ὁμοίως ὁ Ἰσραήλ, ὡς προείρηται, πολλὰ προσκόπτων καὶ ἁμαρτά‐ νων, τοὺς προφήτας τοῦ θεοῦ ἀποκτένων καὶ ἄλλα πολλὰ κακὰ ποιῶν, ἐπεὶ ὁ θεὸς ἐμακροθύμει ἡσυχάζων καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος. | |
375 | ἔσχατον οὕτω προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἠγέρθησαν· εἰς τὸ δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον. διὸ καὶ εἰς τέλος καταλειφθέντες ἀπεβλήθησαν, καὶ ἤρθη ἀπ’ αὐτῶν ἡ προφητεία καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ κύριος· ‹ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει | |
380 | ποιοῦντι τοὺς καρποὺς αὐτῆσ›. μέχρι γὰρ τότε ἠνείχετο αὐτῶν καὶ ὁ θεὸς ἐμακροθύμει καὶ οὐκ ἀφίστατο, σπλαγχνιζόμενος ἐπ’ αὐτούς. ὅτε δὲ ἀνεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερεπλεόνασαν, εἰς τὸ δεσποτικὸν ἀξίωμα τὰς χεῖρας αὐτῶν ἐπιβαλόντες, εἰς τέλος ὑπὸ τοῦ θεοῦ κατελείφθησαν. | |
385 | Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοί, ἀπὸ γραφικῶν ἐν‐ νοιῶν συνιστῶντες τὸ δεῖν ἡμᾶς ἐπιστρέφειν τάχιον καὶ σπεύδειν πρὸς τὸν κύριον χρηστευόμενον καὶ ἐκδεχόμενον ἡμᾶς ἀπὸ πάσης πονηρίας καὶ προλήψεως κακῆς τελείως ἀναχωροῦντας καὶ ἐπιστρέφοντας μετὰ πολλῆς χαρᾶς προσδεχόμενον, ἵνα μὴ ἐπαυξήσῃ ἡ καταφρόνησις ἡμῶν ἡμέραν | |
390 | ἐξ ἡμέρας καὶ τὰ προσκόμματα τιθέμενα πλεονάσῃ εἰς ἡμᾶς καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς. σπουδάσωμεν τοίνυν ἐπιστρα‐ φέντες ἐν ἀληθινῇ καρδίᾳ προσελθεῖν αὐτῷ, μὴ ἀπελπίζοντες τὴν σω‐ τηρίαν· ὅπερ καὶ αὐτὸ τῆς κακίας πανουργία τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν εἰς ἀπελπισμὸν φέρουσα τὸν ἄνθρωπον καὶ | |
395 | εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ῥαθυμίαν, ἵνα μὴ ἐπιστρέψας καὶ προσελ‐ θὼν τῷ κυρίῳ σωτηρίας τύχῃ, πολλῆς χρηστότητος τοῦ κυρίου ἐπι‐ κειμένης τῷ ἀνθρωπίνῳ γένει. Εἰ δὲ ὥσπερ δύσκολον ἡμῖν καταφαίνεται καὶ ἀδύνατον ἐκ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαι ὡς προειλημμένους (ὅπερ ὡς προειρήκαμεν | |
4(400) | ὑπόθεσις τυγχάνει τῆς κακίας καὶ τῆς σωτηρίας ἡμῶν ἐμπόδιον), μνη‐ μονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ κύριος ἐπιδημήσας τῇ ἀγαθότητι | |
αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς τοὺς εἰς διαφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνον‐ τας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε, λεγεῶνα δαιμόνων ἀπὸ ἑνὸς | 43 | |
405 | ἀνθρώπου ἐξέβαλε καὶ εἰς σωφροσύνην κατέστησε τὸν εἰς τοσαύτην μανίαν κεχωρηκότα. πόσῳ οὖν μᾶλλον ψυχὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν καὶ παρ’ αὐτοῦ τὸ ἔλεος ἐπιζητοῦσαν καὶ δεομένην τῆς αὐτοῦ βοηθείας οὐκ ἐπιστρέψει καὶ εἰς εὐφροσύνην ἀπαθείας καὶ κατάστασιν πάσης ἀρετῆς καὶ νοὸς ἀνακαινισμὸν ἐνέγκῃ καὶ μεταβάλῃ εἰς ὑγιότητα καὶ | |
410 | ἀνάβλεψιν διανοίας καὶ λογισμὸν εἰρήνης, ἀπὸ τῆς τυφλώσεως καὶ κωφώ‐ σεως καὶ νεκρώσεως τῆς ἀπιστίας καὶ ἀγνωσίας καὶ ἀφοβίας εἰς σωφρονι‐ σμὸν ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνεγκών· ὁ γὰρ κτίσας τὸ σῶμα αὐτὸς καὶ τὴν ψυχὴν πεποίηκε. καὶ ὥσπερ ἐπιδημήσας ἐν τῇ γῇ τοῖς προσερ‐ χομένοις καὶ ζητοῦσι τὴν παρ’ αὐτοῦ βοήθειαν καὶ ἴασιν ἀφθόνως τῇ | |
415 | χρηστότητι αὐτοῦ παρείχετο καθὼς ἔχρῃζον, ὡς ἀγαθὸς καὶ μόνος ἰατρός, οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν. εἰ γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει πεποίηκε προθύμως καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας (τῆς | |
420 | κακίας ἀπιστίας τε καὶ ἀφοβίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν), προσερχομένῃ δὲ τῷ κυρίῳ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ πνεύματος παρ’ αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγήν, οὐ δωρήσεται τάχιον καὶ ἑτοιμο‐ | |
425 | τέρως τὴν ἀπολύτρωσιν τῆς ἰάσεως; κατὰ τὸν αὐτοῦ λόγον· ‹πόσῳ μᾶλλον ὁ οὐράνιος πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτόσ›, καὶ ἐπάγει λέγων· ‹ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει›. καὶ πάλιν ἐν ἑτέρῳ παραινεῖ· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται | |
430 | ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται», καὶ διεξελθὼν ἐπιφέρει ‹πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν›, ‹ἀμὴν λέγω ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν | |
αὐτοῦ δώσει αὐτῷ ἀναστὰς ὅσον χρῄζει›. | 44 | |
435 | Ἀναιδῶς οὖν καὶ ἀδιαλείπτως καὶ ἀπερικακήτως αἰτεῖν ἡμᾶς τὴν παρ’ αὐτοῦ τῆς χάριτος ἀντίληψιν διὰ τούτων πάντων προετρέψατο. διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψῃ πρὸς αὐτὸν καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ. μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ἀποστή‐ σωμεν ἑαυτούς, ὅσον τὸ ἐν ἡμῖν δυνατόν, καὶ μισήσωμεν τὰ φαῦλα | |
440 | ἐπιτηδεύματα καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ μα‐ ταίους λογισμοὺς ἀποστραφῶμεν καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις προσκολληθῶμεν. καὶ αὐτὸς ἑτοίμως ποιεῖ ἡμῖν τὴν παρ’ αὐτοῦ βοήθειαν· εἰς τοῦτο γάρ ἐστιν ἐλεῶν καὶ ζωοποιῶν καὶ ἰώμενος τὰ ἀνίατα πάθη καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ πρὸς αὐτὸν ἐπιστρέ‐ | |
445 | φουσι πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις ἐκ θελήματος καὶ προαιρέ‐ σεως ἀναχωροῦσι καὶ τὴν διάνοιαν ἀπὸ γῆς ἕλκουσι καὶ πρὸς αὐτὸν τῇ ζητήσει καὶ ἐπιποθήσει ἀποκρεμαμένοις. ἡ τοιαύτη ψυχὴ τῆς παρ’ αὐτοῦ βοηθείας ἀξιοῦται ἡ πάντα περισσὰ ἡγουμένη καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου ἀναπαυομένη, ἀλλ’ εἰς τὴν αὐτοῦ ἀνάπαυσιν τῆς χρηστό‐ | |
4(450) | τητος ἀναπαῆναι καὶ εὐφρανθῆναι ἐκδεχομένη. καὶ οὕτως διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ διὰ τῆς χάριτος ἀναπαύσασα καὶ λοιπὸν συμ‐ φώνως καὶ ἀκολούθως τῷ πνεύματι τῷ ἁγίῳ διακονήσασα καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα | |
455 | καὶ εἰς τὸ τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ κακίας μέρος διαμείνασα καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι τοῖς ἁγίοις καταξιοῦται, ἅτε δὴ κοινωνὸς καὶ σύνδρομος κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ ἀναστραφεῖσα. ἀμήν. | |
5(1t) | ΟΜΙΛΙΑ Ε. | |
2 | Ὁ τῶν χριστιανῶν κόσμος ἕτερός ἐστι, καὶ διαγωγὴ καὶ νοῦς καὶ | |
λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα. ἄλλο τί εἰσιν | 45 | |
5 | ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων κἀκείνων. οἱ γὰρ τῆς γῆς οἰκήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου τούτου καὶ σάλῳ ἀπαύστῳ τῶν γηΐνων πραγ‐ μάτων καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος | |
10 | τοῦ σινιάζοντος σατανᾶ διὰ τοῦ σινίου (τουτέστι τῶν γηΐνων πραγ‐ μάτων) πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων, ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως, παραβάντος τὴν ἐντολὴν καὶ ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας γεγονότος, λαβόντος αὐτοῦ τὴν ἐξουσίαν καὶ λοιπὸν ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζοντος καὶ προσκρούοντος τῷ σινίῳ τῆς γῆς | 46 |
15 | πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου. Ὥσπερ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος στρέφεται, οὕτως διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων καὶ δι’ αὐτῶν σαλεύει καὶ κλονεῖ καὶ σείει καὶ προσκόπτειν ποιεῖ δια‐ | 47 |
20 | λογισμοῖς ματαίοις καὶ αἰσχραῖς ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ κλονῶν καὶ δελεάζων πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς ὁ κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ’ αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν· ‹ἐξῃ‐ τήσατο ὑμᾶς ὁ σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἀλλ’ ἐγὼ ἐδεήθην τοῦ | |
25 | πατρός μου, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν›. ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ δημιουργοῦ ῥηθεὶς λόγος καὶ ἡ ἀπόφασις εἰς τὸ προφανές, τὸ ‹στένων καὶ τρέμων καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆσ›, τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν. οὕτως γὰρ ἐκπεσὸν τῆς ἐν‐ τολῆς τὸ γένος Ἀδὰμ καὶ ἁμαρτωλὸν καταστὰν ἐκείνην τὴν εἰκόνα | |
30 | κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς παντοδαπαῖς καὶ ποικίλαις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου πᾶσαν ψυχὴν κλυδωνί‐ ζοντος τὴν μὴ γεγεννημένην ἐκ τοῦ θεοῦ καὶ ὡς σῖτον ἐν σινίῳ στρεφό‐ μενον ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως κλυδωνίζοντος, | |
35 | ἐν ἀπάταις κοσμικαῖς καὶ ἡδοναῖς σαρκὸς καὶ φόβοις καὶ ταραχαῖς πάντας σαλεύοντος καὶ δελεάζοντος. Καὶ γὰρ ὁ κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φοροῦσιν, ἐλέγχων αὐτοὺς ἔλεγεν· ‹ὑμεῖσ› φησι ‹τὰς ἐπιθυμίας τοῦ | |
40 | πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν›. ὥστε πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδὰμ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηνται, τὸ ‹στένοντες καὶ τρέμοντες ἔσεσθε καὶ σειόμενοι ἐν τῷ σινίῳ τῆς γῆς ὑπὸ τοῦ σινιάζοντος σατανᾶ›. ὥσπερ γὰρ ἐξ ἑνὸς τοῦ Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων | |
45 | ἐπὶ τῆς γῆς ἐφηπλώθη, οὕτω μία τις κακία τῶν παθῶν εἰς τὸ ἁμαρτωλὸν | |
γένος τῶν ἀνθρώπων ἐγκατέδυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις καὶ ὑλικοῖς καὶ ματαίοις καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν ἐπαρκεῖ. ὥσπερ γὰρ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν ἢ ὥσπερ ἓν σκότος τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκου‐ | 48 | |
5(50) | μένην ἐφαπλοῦται, οὕτως ὁ τῆς πονηρίας ἄρχων, σκότος τι λογικὸν κακίας καὶ θανάτου ὑπάρχων καὶ ἄνεμός τις κρυπτὸς καὶ ἄγριος τυγ‐ χάνων, πᾶν τὸ ἐπὶ γῆς γένος τῶν ἀνθρώπων κλυδωνίζει καὶ περιφέρει ἀστάτοις λογισμοῖς καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας, πηρώσεως καὶ λήθης ἐμπίπλησι | |
55 | πᾶσαν ψυχὴν τὴν μὴ ἄνωθεν γεγεννημένην καὶ τῷ φρονήματι καὶ τῷ νῷ ἐν ἄλλῳ αἰῶνι μεταβεβηκυῖαν, καθὼς εἴρηται· ‹ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει›. Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ἀληθεῖς Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων καὶ πολλὴ διάστασις μεταξὺ ἀμφοτέρων τυγχάνει, ὡς | |
60 | προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν πάντοτε ἐν τῷ οὐρανίῳ φρονήματι τυγχάνειν καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ πνεύματος τοῦ ἁγίου, τῷ ἄνωθεν αὐτοὺς ἐκ θεοῦ γεγεννῆσθαι καὶ τέκνα θεοῦ ἐν ἀληθείᾳ καὶ δυνάμει γενέσθαι κατηξιῶσθαι καὶ εἰς στάσιν καὶ ἑδραιότητα καὶ ἀταραξίαν καὶ κατά‐ | |
65 | παυσιν αὐτοὺς διὰ πολλῶν ἀγώνων καὶ κόπων καὶ χρόνων κατηντηκέ‐ ναι, μηκέτι σινιαζομένους καὶ κυμαινομένους ἐν ἀστάτοις καὶ ματαίοις λογισμοῖς. ἐν τούτῳ εἰσὶ μείζους καὶ κρείττονες τοῦ κόσμου διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ καὶ ἐν τῇ τοῦ πνεύματος ἀγάπῃ τυγχάνειν, ὥσπερ καὶ ὁ κύριος περὶ τῶν | |
70 | τοιούτων διεξερχόμενος ἔλεγε ‹μεταβεβηκέναι ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν›. Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ διάκρισιν μεταξὺ τοῦ κόσμου καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις. καὶ | |
75 | ἰδοὺ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, τὸν σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν καὶ ἀπιστίαν καὶ σύγχυσιν καὶ ταραχὴν καὶ δειλίαν ὡς πάντες οἱ ἄνθρωποι ἔχοντες· καὶ τῷ μὲν σχήματι καὶ τῷ δοκεῖν τοῦ κόσμου διαφέρουσι καί τισιν ἐξωτέροις κατορθώμασι, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν ἐκ τοῦ | |
80 | θεοῦ καὶ εἰρήνην τὴν τοῦ πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτη‐ | |
μένοι, ἐπεὶ οὐκ ἐζήτησαν παρὰ θεοῦ καὶ οὐκ ἐπίστευσαν τούτων καταξι‐ ωθῆναι. ἐν γὰρ ‹τῇ τοῦ νοὸς ἀνακαινώσει› καὶ τῇ τῶν λογισμῶν εἰ‐ ρήνῃ καὶ τῇ τοῦ κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι ἡ «καινὴ κτίσις» τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει· διὸ καὶ ἡ ἔλευσις | 49 | |
85 | τοῦ κυρίου γέγονε, τούτων τῶν πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν. Χριστιανῶν γὰρ ἡ δόξα καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι καὶ μετὰ πόνου καὶ ἱδρώτων καὶ δοκιμασιῶν καὶ ἀγώνων πολλῶν ποριζόμενος, τὸ δὲ ὅλον χάριτι θεοῦ. εἰ γὰρ ἡ τοῦ ἐπιγείου | |
90 | βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως ἐπιθυμεῖ κἂν μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα, ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ | |
95 | ἐξουδενοῦσιν αὐτὰ διὰ τὸ ἄλλης δόξης ἐπουρανίου καὶ ἀσωμάτου πεπειρᾶσθαι καὶ ἄλλῳ κάλλει ἀρρήτῳ τετρῶσθαι καὶ ἄλλου πλούτου κεκοινωνηκέναι καὶ τῷ ἔσω ἀνθρώπῳ αἰσθέσθαι καὶ ἄλλου πνεύματος μετέχειν· ἐπεὶ οἱ τοῦ κόσμου τούτου ἄνθρωποι οἱ τὸ πνεῦμα τοῦ κό‐ σμου ἔχοντες ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τοῦ τὸν ἐπίγειον βασιλέα θεάσασθαι | |
5(100) | μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ δόξῃ αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινο‐ μένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας τοὺς ἀνθρώπους (οὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων κἂν τὸ θεαθῆναι μόνον) καὶ ἕκαστος ἐν ἑαυτῷ λέγει· „εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα“, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον | |
105 | αὐτοῦ γήϊνον καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον εὐπρέπειαν καὶ δόξαν ἐπιθυμητόν, —εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρω‐ ποι ἐπιθυμοῦσι τῆς δόξης τοῦ γηΐνου βασιλέως, πόσῳ μᾶλλον οἷς ἐνέστα‐ ξεν ἐκείνη ἡ ῥανὶς τοῦ πνεύματος τῆς ζωῆς τῆς θεότητος καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ πρὸς τὸν ἐπουράνιον βασιλέα Χριστόν, εἰς | |
110 | ἐκεῖνο τὸ κάλλος δέδενται καὶ τὴν ἀνεκλάλητον δόξαν καὶ ἄφθαρτον εὐπρέπειαν καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ, οὗ τῇ ἐπιθυμίᾳ καὶ τῷ πόθῳ αἰχμαλωτίζονται, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων, ὧν | |
ἐνοπτρίζονται διὰ τοῦ πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκε πάντα | 50 | |
115 | τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας καὶ δόξας καὶ τιμὰς καὶ πλοῦτον βασι‐ λέων καὶ ἀρχόντων ἐξουδενοῦσι· θείῳ γὰρ κάλλει ἐτρώθησαν καὶ ζωὴ ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην τοῦ ἐπουρανίου βασιλέως ἐπιποθοῦσι καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες, δι’ αὐτοῦ πάσης ἀγάπης | |
120 | κόσμου λύουσιν ἑαυτοὺς καὶ ἀναχωροῦσι παντὸς γηΐνου δεσμοῦ, ἵνα δυνηθῶσιν ἐκεῖνον μόνον τὸν πόθον ἐν ταῖς ἑαυτῶν καρδίαις ἔχειν πάντοτε καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ μιγνύειν. Ὀλίγοι δέ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ διεξερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον | |
125 | τὸν θεὸν ἔχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες. πολλοὶ γὰρ κατανύσ‐ σονται καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται καὶ ἔρωτι οὐρα‐ νίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι διὰ τὸ θέλημα | |
130 | ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ διὰ ἰδίου θελήματος ἀνανδρίαν καὶ χαύνωσιν ἢ δειλίαν ἢ δι’ ἀγάπην τινὰ γηΐνην. Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι | |
135 | ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν καὶ στραφῶσιν εἰς τὰ ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα παρὰ θεῷ τυγ‐ χάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία | |
140 | καὶ πολλῆς δοκιμασίας· οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ὁ ἄνθρωπος. βασιλείας οὐρανῶν ἐπιθυμῶν συμβασιλεῦσαι | |
Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης ἀναδέξασθαι προ‐ θύμως ἕως θανάτου οὐ καταδέχῃ; τοῦ κυρίου βοῶντος· ‹εἴ τις θέλει | 51 | |
145 | ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν χαίρων καὶ ἀκολουθείτω μοι›, καὶ πάλιν· ‹ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητήσ›. οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται καὶ τὴν αἰώνιον ζωὴν | |
5(150) | κληρονομῆσαι θέλουσι, ζῆν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν θελήμασι καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀναίνονται, μᾶλλον δὲ τῷ σπείροντι τὰ μάταια, καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον κληρονομῆσαι ζωήν, | |
ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ λόγος τοῦ κυρίου ἀληθὴς τυγχάνει. οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν τοῦ κυρίου ἀρνησάμενοι | 52 | |
155 | ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δε‐ σμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες. ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος τῆς βασιλείας τῷ ἐξ ἀλη‐ θείας μὴ θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ ἀγαπᾶν τι σὺν | |
160 | ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυ‐ μίαις καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατόν, πρὸς κύριον ἔχειν. Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα. διακρίνων μὲν ἐνίοτε διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν ὃ θέλει ποιῆσαι, ἀλλ’ | |
165 | ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται, ἥττηται αὐτῷ. πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται καὶ ὁ ἀγὼν καὶ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ θεοῦ καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται καὶ διακρίνει ἕκαστος, εἰ τύχῃ εἰς μάχην καὶ δια‐ πληκτισμὸν πρὸς τὸν ἀδελφόν, λέγων ἐν ἑαυτῷ· „εἴπω; ἀλλὰ μὴ | |
170 | εἴπω; λαλήσω; ἀλλὰ μὴ λαλήσω;“ μνημονεύων μὲν καὶ τοῦ θεοῦ, ἀλλὰ τὴν ἰδίαν δόξαν περιποιούμενος καὶ μὴ ἑαυτὸν ἀρνούμενος. ἀλλ’ ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγίῳ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μεχρὶ τῶν χειλέων. εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ τῆς | |
175 | γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν ἐν θελήματι ἑκουσίῳ, τὴν ἑαυτοῦ δόξαν περιποιούμενος. εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας. ἐνίοτε καὶ τραύματα διὰ τοῦ σώματος ἄλληλα τὰ μέλη πολεμοῦντα ἀπεργάζεται, ἐνίοτε καὶ ἕως φόνου καὶ θανάτου ἀπαρ‐ | |
180 | τίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. ἴδε, πόθεν ἤρξατο καὶ ποῖον ἔσχε | |
τὸ τέλος ἀγάπη δόξης κοσμικῆς βαρηθεῖσα τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγίου ἐξ ἰδίου θελήματος· διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι ἑαυτὸν καὶ ἀγαπᾶν τι τοῦ κόσμου ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίγνεται. Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον | 53 | |
185 | τῆς κακίας κολακευούσης καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς ἐπι‐ θυμίαις κοσμικαῖς καὶ ἀπάτῃ καὶ ἡδονῇ σαρκός. οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται, οὕτω μοιχεία καὶ κλοπή, οὕτω πλεονεξία καὶ μέθη, οὕτως φιλαργυρία καὶ κενοδοξία, οὕτως ζῆλος καὶ φιλαρχία καὶ πᾶν ὁτιοῦν ἐστι τῆς κακίας ἐπιτήδευμα. ἐνίοτε καὶ καλὰ δοκοῦντα ἐπιτηδεύ‐ | |
190 | ματα διὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἐστὶ παρὰ θεῷ ἴσα ἀδικίας καὶ κλοπῆς καὶ τῶν λοιπῶν ἁμαρτημάτων. «ὁ θεὸς» γάρ φησι «διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων», ὥστε διὰ τῶν δοκούν‐ των καλῶν ὁ πονηρὸς ὑπηρετεῖσθαι βούλεται· πολυποίκιλος γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ | |
195 | σαρκικήν, εἰς ἣν δεσμεῖται ἄνθρωπος θελήματι ἰδίῳ, δελεάζεται ὑπὸ τῆς κακίας, ὅπερ γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς καὶ φορτίον βαρὺ κατα‐ βυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι καὶ πρὸς θεὸν ἀπελθεῖν· ἐπειδὴ ὅπερ τις ἠγάπησε τοῦ κόσμου, κατα‐ βαρεῖ τὸν νοῦν αὐτοῦ καὶ κατωκρατεῖ καὶ οὐκ ἐᾷ ἀνακύψαι. | |
5(200) | Εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ τὴν ῥοπὴν καὶ τὸ τῆς κακίας ζύγιον κρέμαται καὶ δοκιμάζεται πᾶν τὸ γένος τῶν ἀνθρώπων ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων ἢ ἐν ὄρεσιν ἢ ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος ὁ ἄνθρωπος ἀγαπᾷ τι καὶ ὁπουδήποτε δέδεται αὐτοῦ ἡ ἀγάπη καὶ οὐκ ἔστιν ὅλη πρὸς τὸν θεόν. | |
205 | ἠγάπησε γάρ τις εἰ τύχοι κτήματα, ἄλλος χρυσὸν καὶ ἄργυρον, ἄλλος γαστρὶ δουλεύειν, ἄλλος τις ἐπιθυμίαις σαρκός, ἄλλος σοφίαν λόγων κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχήν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνιν (διὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐπιδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτό), ἄλλος ἀκαίρους συντυχίας, ἄλλος | |
210 | ζῆλον, ἄλλος πᾶσαν ἡμέραν μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λογισμοῖς ἀπατᾶται, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν δίδωσιν, ἄλλος ὕπνον ἢ εὐτραπελίαν ἢ αἰσχρολογίαν ἀγαπᾷ. καὶ μικρῷ γάρ τις καὶ μεγάλῳ | |
215 | τοῦ κόσμου δεσμούμενος, ἐκείνῳ κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι. πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν καὶ βαρύνει καὶ γίγνεται αὐτῷ ἐμπόδιον καὶ ἅλυσις τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν θεὸν καὶ εὐαρεστῆσαι αὐτῷ καὶ αὐτῷ μόνῳ λατρεύσαντα χρησιμεῦσαι τῇ βασιλείᾳ καὶ ζωῆς αἰωνίου τυχεῖν. | 54 |
220 | Ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς κύριον τὴν ὁρμὴν ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς αὐτὸν ἕλκει καὶ πρὸς αὐτὸν μόνον ἐκ προαιρέσεως ὅση δύναμις δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται καὶ ἑαυτὴν ἀρνεῖται καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖ (ὅτι δολίως πορεύεται μεθ’ ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακόν), ἀλλὰ | |
225 | τῷ τοῦ κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι καὶ παντὸς φαινομένου δεσμοῦ λύει ἑαυτήν, ὅσον ἐκ θελήματος δυνατόν, καὶ τῷ κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν εὐχερῶς δυνήσεται τοὺς ἀγῶνας καὶ πόνους καὶ θλίψεις. ὅπου γὰρ ἀγαπᾷ τις, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν βαρεῖται. ἐάν τι τοῦ κόσμου ἀγαπᾷ, αὐτὸ ἐκεῖνο γίγνεται αὐτῷ φορ‐ | |
230 | τίον καὶ δεσμοὶ καθέλκοντες κάτω καὶ μὴ συγχωροῦντες ἄνω πρὸς θεὸν ἀπελθεῖν. ἐὰν δὲ τὸν κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοη‐ θεῖται κἀκεῖθεν κουφίζεται καὶ εὔκολα αὐτῷ πάντα γίγνεται τὰ τοῦ κυρίου παραγγέλματα τῷ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσῴζειν ὁλοκλήρως, καὶ βαρεῖ εἰς τὸ ἀγαθόν, μᾶλλον δὲ καὶ κουφίζει καὶ ἐλαφρύνει | |
235 | πάντα πόλεμον καὶ πᾶσαν θλῖψιν, καὶ διὰ τῆς θείας δυνάμεως τὸν κόσμον διακόπτει καὶ τὰς δυνάμεις τῆς κακίας τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν ἐν τῷ τοῦ κόσμου βυθῷ καταδεσμούσας· καὶ οὕτως ἐξειλῆσαι ἐξ αὐτῶν διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς πολλῆς καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς | |
240 | αἰωνίου βασιλείας ἀξιοῦται, ἣν ἰδίῳ θελήματι ἀγαπήσας ἐξ ἀληθείας καὶ ὑπὸ τοῦ κυρίου βοηθηθεὶς τῆς αἰωνίου ζωῆς οὐκ ἐκπίπτει. Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ πολλοὶ ἀπόλλυνται καὶ ἐν θαλάσσῃ βυθίζονται καὶ ἐν αἰχμαλωσίᾳ ἁρ‐ πάζονται, ὑπόθου μοί τινα οἶκον ἐμπίπρασθαι πυρί, καὶ ὃς μὲν σῶσαι | |
245 | ἑαυτὸν βουλόμενος αἰσθηθεὶς τοῦ ἐμπρησμοῦ γυμνὸς ἔφυγε καταλιπὼν πάντα, καὶ ἑαυτοῦ τὴν ψυχὴν μόνον περιποιήσασθαι βουληθεὶς διεσώθη. ἄλλος δὲ βουλόμενος λαβεῖν τινα τοῦ οἴκου σκεύη ἢ ἱμάτια ἢ ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἐλάμβανε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου καὶ συνέλαβεν αὐτὸν ἔνδον καὶ κατέκαυσεν. ὁρᾷς ὅτι ἰδίῳ θελήματι δι’ | |
5(250) | ἀγάπην τινὰ πρόσκαιρον παρ’ ἑαυτὸν ἀγαπήσας ἐν τῷ πυρὶ ἀπώλετο. ὁμοίως πάλιν ἐν τῇ θαλάσσῃ εἰς στάσιν τινὲς κλύδωνος περιπεσόντες | |
ἐναυάγησαν· καὶ ὃς μὲν γυμνὸς ἀποδυσάμενος εἰσῆλθεν ἐν τοῖς ὕδασιν ἑαυτὸν μόνον βουλόμενος σῶσαι καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτό‐ μενος καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν διὰ τὸ εὔλυτον αὐτὸν εἶναι ἠδυνήθη | 55 | |
255 | διεξελθεῖν τὴν πικρὰν θάλασσαν καὶ οὕτως τὴν ψυχὴν αὐτοῦ περιεποιή‐ σατο. ἄλλος δὲ βουλόμενος σῶσαί τι τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι ἐκκολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ἦρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε κατεβάρησαν αὐτὸν καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι’ ὀλίγον κέρδος μὴ τὴν ἑαυτοῦ | |
260 | ψυχὴν περιποιησάμενος. ὁρᾷς ὅτι ἰδίῳ θελήματι αὐτοῦ ἐθανατώθη. πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἔρχεσθαι. καὶ ὃς μὲν ἅμα τῷ ἀκοῦσαι ἔφυγεν εὐθέως μὴ ἀναβαλόμενος, αὐτὸς γυμνὸς ἐξελθών. ἄλλος δὲ δυσ‐ πιστῶν ὅτι ἔρχονται οἱ ἐχθροὶ ἢ θέλων τινὰ τῶν ἰδίων πραγμάτων καὶ βουλόμενος ἆραι μεθ’ ἑαυτοῦ ἐβράδυνε φυγεῖν, καὶ ἐπελθόντες οἱ | |
265 | πολέμιοι κατέλαβον καὶ ᾐχμαλώτευσαν αὐτὸν εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα κἀκεῖ δουλεύειν κατηνάγκασαν. ὁρᾷς ὅτι τῷ θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἀνανδρίαν καὶ ἀγάπην τινὰ πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη. ὁμοίως καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐξακολουθοῦντες καὶ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν κύριον ἀγα‐ | |
270 | πῶντες, ἀλλὰ δεσμοῖς γηΐνοις ἑκουσίως δεσμούμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου ὡς εὑρισκόμενοι ἐν τῇ ἀγάπῃ τοῦ κόσμου κατακαυ‐ θήσονται καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρίας καταβυθίζονται καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων, τουτέστι τῶν πνευμάτων | |
τῆς πονηρίας, αἰχμαλωτιζόμενοι ἀπόλλυνται. | 56 | |
275 | Εἰ δὲ βούλει ἀγάπης ἀπηρτισμένης εὐθύτητα πρὸς κύριον ἐκ τῶν ἁγίων καὶ θεοπνεύστων γραφῶν καταμαθεῖν, ἴδε τὸν Ἰὼβ πῶς ἀπεδύ‐ σατο πάντα ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῷα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα· πῶς ἀπεκδυσάμενος ἔφυγε καὶ διέσωσεν ἑαυτὸν καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ προσρίψας τῷ σατανᾷ καὶ μήτε | |
280 | ἐν λόγῳ βλασφημήσας μήτε τῇ καρδίᾳ μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ κυρίου, ἀλλὰ τοὐναντίον εὐλόγησε τὸν κύριον εἰπών· «ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον». κἂν ἐνομίζετο γὰρ κεκτῆσθαι πολλά, δοκιμασθεὶς ὑπὸ τοῦ κυρίου ἐφανερώθη μηδὲν κεκτημένος ἢ | |
285 | μόνον τὸν θεόν. ὁμοίως ὁ Ἀβραὰμ κελευσθεὶς ὑπὸ τοῦ κυρίου ἐξελθεῖν ‹ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ›, εὐθέως ὥσπερ εἰπεῖν ἀπεδύσατο πάντα, πατρίδα, γῆν, συγγένειαν, γονεῖς, καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ κυρίου. εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γινομένων, τοῦτο μὲν τῆς γυναικὸς | |
290 | αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐπὶ ξένης διάγων καὶ ἀδικούμενος, καὶ διὰ πάντων ἀποδειχθείς, ὅτι θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα, ὕστερον ἐπεὶ δι’ ἐπαγγελίας καὶ δι’ ἐτῶν πολλῶν μονογενῆ υἱὸν κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο, αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι’ ἑαυτοῦ ἀνέφερεν, ἀποδυσάμενος ἑαυτὸν καὶ ἀληθῶς ἀρνησάμενος· ἀπέδειξε | |
295 | γὰρ ὅτι παρὲξ θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ μονογενοῦς προσ‐ κομιδῆς. εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ’ ἓν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν. ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς κύριον εὐθύτητα; | |
5(300) | Οὕτως καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι παρὲξ θεοῦ οὐδὲν ὀφείλουσιν ἀγαπῆσαι, ἵνα ὅταν δοκιμασθῶσι χρήσιμοι καὶ δόκιμοι εὑρεθῶσι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς κύριον ἀποσῴ‐ ζοντες. Οἱ τοιοῦτοι ἕως τέλους διεξελθεῖν τὸν ἀγῶνα δυνήσονται οἱ ἐκ θελήματος θεὸν μόνον ἀγαπήσαντες πάντοτε καὶ πάσης ἀγάπης | |
305 | κόσμου ἑαυτοὺς λελυκότες. ὀλίγοι δὲ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαβόντες καὶ πάσας τὰς τοῦ κόσμου ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομενόντες. μὴ γὰρ ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὔκ εἰσιν οἱ διαπερῶντες τοὺς θολεροὺς | |
310 | ποταμοὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν παντοδαπῶν καὶ ποικίλων πειρα‐ | |
σμῶν τῶν πνευμάτων τῆς πονηρίας; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζεται, οὔκ εἰσι τὰ δια‐ περῶντα καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος | 57 | |
315 | καὶ ὑπομονῆς καὶ πόνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἀγώνων καὶ ἱδρώτων ἐπιτυχεῖν τῆς βασιλείας βούλονται, ὅπερ ἀδύνατόν ἐστιν. Ὥσπερ οὖν ἐν κόσμῳ ἀπέρχονταί τινες ἄνδρες πρός τινα πλούσιον | |
320 | ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται ἃ χρῄζουσιν ἔχειν εἰς τὴν διατροφὴν αὐτῶν, εἰσὶ δέ τινες ἐν αὐτοῖς ὀκνηροὶ καὶ χαῦνοι καὶ ἀργοὶ μὴ κάμνοντες δεόντως μήτε ἁρμοζόντως ἐργαζόμενοι, οὗτοι μηδὲν κοπιάσαντες μήτε καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου βούλονται τὸν μισθὸν ἐξ ἴσου λαβεῖν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ | |
325 | αὐτῶν καμοῦσιν ἰσχύϊ, ὡς ἤδη τὸ αὐτῶν ἔργον πεποιηκότες, —τὸν αὐτὸν τρόπον ἐπὰν ἀναγινώσκωμεν τὰς γραφάς, πῶς ὁ δεῖνα δίκαιος εὐηρέστησε τῷ θεῷ, πῶς φίλος καὶ συνόμιλος θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνί‐ | |
330 | σαντο, μακαρίζομεν αὐτοὺς καὶ τῶν ἴσων αὐτοῖς δωρεῶν καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα καὶ ἐπιθυμοῦμεν προθύμως λαβεῖν τὰ ἔνδοξα ἐκεῖνα χαρίσματα, ὑπερβαίνοντες αὐτῶν τοὺς πόνους καὶ ἀγῶνας καὶ τὰς θλίψεις καὶ τὰ παθήματα καὶ τὰς μὲν τιμὰς αὐτῶν καὶ τὰ ἀξιώματα. οἷα ἀπὸ θεοῦ κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους καὶ πόνους | |
335 | καὶ ἀγῶνας αὐτῶν οὐ καταδεχόμεθα. λέγω δέ σοι, ὅτι τοῦτο καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι εὐκόλως βούλονται ἄνευ κόπων καὶ ἀγώνων τυχεῖν τῆς βασι‐ λείας. ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ καὶ δοκιμασίαι πολλαὶ καὶ θλίψεις καὶ ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται. | |
340 | τινὲς ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ δυνά‐ μεως τὸν κύριον μόνον ἠγάπησαν καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον. διὸ καὶ δικαίως εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ κυρίου λόγον καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν κύριον μόνον ἠγαπηκότες. διὸ καὶ ἄκροις | |
345 | δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται. Εἰς γὰρ τὰς θλίψεις καὶ παθήματα καὶ ὑπομονὴν καὶ πίστιν ἐγκεκρυμ‐ μέναι εἰσὶν αἱ ἐπαγγελίαι καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπός, ἢ δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ | 58 |
5(350) | καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυ‐ πλασιάζοντα καρπὸν ἀναφαίνοντι. εἰ μὴ γὰρ δι’ ἐκείνων τῶν ἀτι‐ μίας ἀξίων καὶ ἀφανισμοῦ διῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κο‐ σμήσεως καὶ τὸ κάλλος τῆς θέας καὶ τὸν πλεονάζοντα καρπὸν ἀπε‐ δείχθησαν ἔχειν. ὡς καὶ ὁ ἀπόστολος ‹διὰ πολλῶν θλίψεων› φησὶν | |
355 | ‹δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν›, καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ πάλιν· «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε». πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία καὶ ὀξύτητος καὶ ἀναιδείας ἐν τῇ πρὸς κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ | |
360 | βρόχους τῶν ἡδονῶν καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν καὶ γνῶναι καλῶς, ἐν ποίᾳ νήψει καὶ γοργότητι πίστεως καὶ ἀγάπης οἱ ἅγιοι τὸν ἐπουράνιον θησαυρόν, τουτέστι τὴν τοῦ πνεύματος δύναμιν, ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν ἀρραβὼν τῆς βασιλείας. ὁ γὰρ μακάριος | |
365 | ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ, τουτέστι τῆς χάριτος τοῦ πνεύματος, διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ ὑποδεικνύων, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, λέγει· «οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειρο‐ | |
370 | ποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς». Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον. ἐὰν γὰρ καταλυθῇ ἡμῶν ὁ οἶκος τοῦ σώματος, [οὐκ] ἔχομεν ἄλλον οἶκον, εἰς ὃν καταλύσει ἡμῶν ἡ ψυχή. «εἴγε» φησὶ «καὶ ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα», | |
375 | τουτέστιν ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου πνεύματος, εἰς ἣν μόνον ἡ πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται. διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερ‐ χόμενοι τῆς σαρκός, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, | |
ὅς ἐστιν οἶκος ἡ οἰκοῦσα ἐν αὐτοῖς τοῦ πνεύματος δύναμις. κἂν κατα‐ | 59 | |
380 | λυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται· ἔχουσι γὰρ τὴν ἐπουρά‐ νιον τοῦ πνεύματος οἰκίαν καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει καὶ τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος | |
385 | αὐτοῦ πνεύματος ἐν ὑμῖν», καὶ πάλιν· ‹ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερω‐ θῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν› καὶ «ἵνα» φησὶ «καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς». Ἀγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐν‐ τεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐκδυσάμενοι τὸ σῶμα γυμνοὶ | |
390 | εὑρεθῶμεν, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα. ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος πνεύματος ἁγίου γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. ὃ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδον ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν τοῦ σώματος. ὥσπερ τὰ δένδρα | |
395 | παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου ἔκ τε τοῦ ἡλίου καὶ τῶν ἀνέμων ἔσωθεν ἐκφύει καὶ ἐκβάλλει ὥσπερ ἐν‐ δύματα φύλλα καὶ ἄνθη καὶ καρπούς, ὁμοίως τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχονται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ κύριος εἶπεν | |
5(400) | ὅτι «οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων» | |
(ταῦτα γὰρ πάντα ὑποδείγματα καὶ τύποι καὶ εἰκόνες εἰσὶ τῶν Χριστια‐ νῶν ἐν τῇ ἀναστάσει), —οὕτως γὰρ πάσαις ταῖς φιλοθέοις ψυχαῖς, τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς, ἔστι μὴν πρῶτος Ξανθικὸς ὁ καλούμενος Ἀπρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως, καὶ διὰ | 60 | |
405 | τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου πνεύματος, καλύπτουσα καὶ σκεπάζουσα τὰ σώματα τῶν ἁγίων, ἥνπερ δόξαν εἶχον ἔνδον ἐγκεκρυμμένην ἐν ταῖς ψυχαῖς. ὅπερ γὰρ ἔχει 〈τισ〉 νῦν, αὐτὸ προέρχεται ἔξωθεν τοῦ σώματος τότε, ‹οὗτοσ› φησὶν ‹ὁ μὴν πρῶτος ἔστω τοῖς μησὶ τοῦ ἐνιαυτοῦ›· οὗτος χαρὰν προφέρει | |
410 | πάσῃ τῇ κτίσει· οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, τὴν γῆν διανοίγων· οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προφέρει· οὗτος τὴν ἱλαρότητα πᾶσι δεικνύει· οὗτός ἐστι τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου, τουτέστι τῆς δυνάμεως | |
415 | τοῦ πνεύματος, ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλία‐ σις, χαρά, εἰρήνη, ἄμφιον, ζωὴ αἰώνιος. πᾶσα γὰρ καλλονὴ λαμπρό‐ τητος καὶ ὡραιότητος οὐρανίου εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος γίνεται τότε, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι κατηξιώθησαν. πῶς τοίνυν | |
〈οὐκ〉 ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι καὶ ἀγωνίσασθαι καὶ σπου‐ | 61 | |
420 | δάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν σω‐ μάτων ἔχωμεν ὃ ἀμφιάσει καὶ ζωοποιήσει ἡμᾶς; ‹εἴγε› φησὶν ‹ἐκδυσά‐ μενοι οὐ γυμνοὶ εὑρεθησόμεθα›, καὶ ‹ζωοποιήσει τὰ θνητὰ σώματα | |
425 | ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν›. Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς ἐπὶ τοῦ προσ‐ ώπου αὐτοῦ ἐπικειμένης τοῦ πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα τῶν ἀξίων, ἥνπερ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐπὶ τῷ ἔσω | |
430 | ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν καταξιοῦνται ἔχειν· ‹ἡμεῖσ› γάρ φησι ‹πάντες ἀνακεκαλυμμένῳ προσώπῳ›, τουτέστι τῷ ἔσω ἀνθρώπῳ, ‹τὴν δόξαν κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν›, ὁμοίως πάλιν· «τεσσαράκοντα ἡμέρας καὶ τεσ‐ σαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν», ὡς γέγραπται, «καὶ ὕδωρ οὐκ | |
435 | ἔπιεν». ἀδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου τοσοῦτον ζῆσαι, εἰ μὴ τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν, ἧσπερ τροφῆς ἀπὸ τοῦ νῦν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ πνεύματος μεταλαμβάνου‐ σι. κατὰ δύο οὖν τρόπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσι δόξαν φωτὸς καὶ τροφὴν νοερὰν τοῦ πνεύματος οἱ | |
440 | ἀληθινοὶ Χριστιανοί, ἧς καὶ κρυπτῶς ἀπὸ τοῦ νῦν καταξιοῦνται· διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσεται. ἣν γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι δόξαν, ὡς προείρηται, ἐκείνη καλύψει καὶ ἀμφιάσει καὶ τὰ γυμνὰ σώματα καὶ εἰς οὐρανοὺς ἁρπάσει, καὶ τὸ λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν τῷ κυρίῳ ἀνα‐ | |
445 | παυσόμεθα. τὸν γὰρ Ἀδὰμ κτίσας ὁ θεὸς οὐ κατεσκεύασεν αὐτῷ σω‐ ματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, τουτέστιν ἃς μέλλει διδόναι αὐτῷ ἐν τῇ ἀναστάσει, ἵνα αὐτὸν κουφίσωσι καὶ ἁρπάσωσιν ἔνθα τὸ πνεῦμα βούλεται· ἃς πτέρυγας ἀπὸ τοῦ νῦν ψυχαὶ ἁγίων καταξιοῦνται ἔχειν | |
5(450) | εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι. Χριστιανῶν γὰρ κόσμος ἕτερός ἐστι καὶ ἄλλη τράπεζα καὶ ἄλλα | |
ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα· διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον ἐν ταῖς ψυχαῖς καταξιοῦνται λαβεῖν διὰ τοῦ ἁγίου | 62 | |
455 | πνεύματος· διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα καταξιωθήσονται τῶν αἰωνίων ἐκείνων τοῦ πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθή‐ σονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο. Ὀφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπου‐ δάσαι ἐν πάσαις ἀρεταῖς καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ κυρίου ἐξ | |
460 | ἐκείνης τῆς δόξης ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι τὸν ἔσω ἄνθρωπον καὶ ἐν ἐκείνῃ τῇ ἁγιότητι τοῦ πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρισθέντες τῶν ῥύπων τῆς κακίας ἔχωμεν κἂν τῇ ἀναστάσει ὃ ἀμ‐ φιάσει γυμνὰ τὰ σώματα ἡμῶν ἀνιστάμενα καὶ τὴν ἀσχημοσύνην ἐν‐ δύσει καὶ ζωοποιήσει καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ ἀναπαύσει τῶν | |
465 | οὐρανῶν. μέλλει γὰρ ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν κατέρχεσθαι καὶ πάν‐ τα τὰ φῦλα τοῦ Ἀδὰμ ἀναστήσει τοὺς ἀπ’ αἰῶνος κοιμηθέντας, κατὰ τὰς ἁγίας γραφάς· καὶ εἰς δύο μέρη στήσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον, τουτέστι τὴν σφραγῖδα τοῦ πνεύματος, τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει· ‹τὰ ἐμὰ› γάρ φησι ‹πρόβατα τῆς | |
470 | ἐμῆς φωνῆς ἀκούουσι› καὶ ‹γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν›. καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων, καὶ δόξης πνεύματος ἔσονται πλήρεις, ἧς ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς. καὶ οὕτω δοξασθέντες ἐν τῷ θείῳ φωτὶ καὶ εἰς οὐρανοὺς ἁρπαχθέντες «εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα», κατὰ | |
475 | τὸ γεγραμμένον, «πάντοτε σὺν κυρίῳ ἐσόμεθα», σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας. ἀμήν. | |
6(1t) | ΟΜΙΛΙΑ ϛʹ. | |
2 | Οἱ προσερχόμενοι τῷ κυρίῳ ὀφείλουσι τὰς εὐχὰς ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ | |
καὶ καταστάσει πολλῇ ποιεῖσθαι καὶ οὐχὶ ἀπρεπέσι κραυγαῖς καὶ συγ‐ κεχυμέναις, ἀλλὰ πόνῳ καρδίας καὶ λογισμοῖς νήφουσι προσέχειν τῷ | 63 | |
5 | κυρίῳ. καὶ ὥσπερ ἐὰν ᾖ τις ἔχων πάθη καὶ καυτηριάζηται ἢ χειρουρ‐ γῆται, οὕτως ἀνδρείως καὶ ὑπομονητικῶς φέρει τὸν προσφερόμενον πόνον ἄνευ θορύβου καὶ ταραχῆς κρατῶν ἑαυτοῦ· εἰσὶ δὲ ἄλλοι τὸν αὐτὸν πόνον ἔχοντες, καὶ ἐν τῷ καυτηριάζεσθαι ἢ χειρουργεῖσθαι κραυ‐ γαῖς ἀπρεπέσι κέχρηνται, καὶ ὁ αὐτός ἐστι πόνος τοῦ βοῶντος καὶ τοῦ | |
10 | μὴ βοῶντος, τοῦ ταρασσομένου καὶ τοῦ μὴ ταρασσομένου, —οὕτως εἰσί τινες ἔχοντες θλῖψιν καὶ πόνον καὶ εὐκαταστάτως φερόμενοι, ἄνευ ταραχῆς κρατοῦντες ἑαυτῶν τὸν νοῦν ἐν τοῖς λογισμοῖς· εἰσὶ δὲ ἄλλοι τὴν αὐτὴν θλῖψιν ἔχοντες καὶ ἀνυπομονήτως φερόμενοι, μετὰ θορύβου καὶ ταραχῆς τὰς προσευχὰς ποιοῦντες εἰς τὸ καὶ τοὺς ἀκούοντας σκαν‐ | |
15 | δαλίζεσθαι· εἰσὶ δὲ ἄλλοι μὴ ἔχοντες πόνον, εἰς δὲ ἐπίδειξιν ἢ ἰδιωτείαν φερόμενοι κραυγαῖς ἀτάκτοις κέχρηνται ὡς διὰ τούτων δυνάμενοι εὐα‐ ρεστῆσαι τῷ θεῷ. Οὐ χρὴ δὲ τὸν τοῦ θεοῦ δοῦλον ἐν τοιαύτῃ ἀκαταστασίᾳ εἶναι, ἀλλ’ ἐν πάσῃ ἡμερότητι καὶ σοφίᾳ, καθὼς εἶπεν ὁ προφήτης· ‹ἐπὶ τίνα | 64 |
20 | ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;› καὶ ἐπὶ τοῦ Μωσέως δὲ καὶ τοῦ Ἠλία εὑρίσκομεν, ὅτι ἐν τῇ γιγνομένῃ αὐτοῖς ἐπιφανείᾳ, πολλῆς διακονίας γενομένης σαλπίγγων καὶ δυνάμεων ἔμπροσθεν τῆς δεσποτικῆς ἀξίας, ἐν ἐκείνοις πᾶσι διεκρίθη καὶ ἐφανερώθη ἡ τοῦ κυρίου παρουσία ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ καὶ ἀνα‐ | |
25 | παύσει. ‹ἰδοὺ› γάρ φησι ‹φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ ὁ κύριοσ›. δείκνυται τοίνυν ὅτι ἡ τοῦ κυρίου ἀνάπαυσις ἐν εἰρήνῃ καὶ καταστάσει ἐστί· θεμέλιον γὰρ ὃν τίθησιν ἄνθρωπος καὶ ἀρχὴν ἣν ἄρχεται, ἐν αὐτῇ μέχρι τέλους διαμένει. ἐὰν ἐν φωνῇ καὶ ταραχῇ ἄρξηται τὴν προσευχὴν ποιεῖσθαι, μέχρι τέλους τὴν αὐτὴν συνήθειαν κρατεῖ. ἐπειδὴ δὲ ὁ κύριος | |
30 | φιλάνθρωπός ἐστι, συμβαίνει ὅτι καὶ τούτῳ δίδωσι βοήθειαν. Οὗτοι οὖν διὰ τὴν προτροπὴν τῆς χάριτος ἕως τέλους τῇ αὐτῇ συνηθείᾳ ἀπο‐ κέχρηνται. ἀλλ’ ὁρῶμεν ὅτι τὸ μέρος τοῦτο ἰδιωτῶν ἐστι, διὰ τὸ καὶ ἄλλους σκανδαλίζειν καὶ αὐτοὺς τεταραγμένους ποιεῖσθαι τὴν προσ‐ ευχήν. | |
35 | Ὁ δὲ ἀληθινὸς θεμέλιος τῆς προσευχῆς οὗτός ἐστι, τὸ προσέχειν τοῖς λογισμοῖς καὶ ἐν πολλῇ ἡσυχίᾳ καὶ εἰρήνῃ ποιεῖσθαι τὴν προσευχήν, ὡς μήτε τοὺς ἔξωθεν σκανδαλίζεσθαι. οὗτος γὰρ ἐὰν ἐπιδέξηται τὴν χάριν τοῦ θεοῦ καὶ τὴν τελείωσιν ἄχρι τέλους ἐν ἡσυχίᾳ ποιήσῃ, πλέον τοὺς πολλοὺς οἰκοδομήσει· «οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ’ | |
40 | εἰρήνης». οἱ γὰρ ταῖς κραυγαῖς κεχρημένοι κελευσταῖς ἐοίκασι, μὴ δυνά‐ μενοι πανταχοῦ εὔξασθαι μήτε ἐν ἐκκλησίαις μήτε ἐν κώμαις, εἰ μὴ τάχα ἐν ἐρημίαις κατὰ τὸ θέλημα αὐτῶν· οἱ δὲ ἐν ἡσυχίᾳ προσευχόμενοι πάντας οἰκοδομοῦσιν ἐν παντὶ τόπῳ. χρὴ γὰρ ὅλον τὸν ἀγῶνα τοῦ ἀνθρώπου ἐν τοῖς λογισμοῖς ἐκτελεῖν καὶ τὴν περικειμένην ὕλην τῶν | 65 |
45 | πονηρῶν λογισμῶν ἀποκόπτειν καὶ ἐπείγειν ἑαυτὸν πρὸς τὸν θεὸν καὶ μὴ ποιεῖν τὰ θελήματα τῶν λογισμῶν, ἀλλὰ πανταχόθεν ῥεμβομένους αὐτοὺς συνάγειν, διακρίνοντα τοὺς φυσικοὺς λογισμοὺς ἀπὸ τῶν πονη‐ ρῶν. πελάζεται γὰρ ἡ ψυχὴ οὖσα ὑπὸ ἁμαρτίαν, ὥσπερ ἐὰν ᾖ ἐν ὄρει ὕλη μεγάλη ἢ ἐν ποταμῷ καλαμῶνες ἢ δάση τινὰ ἀκανθῶν καὶ ὑλῶν· | |
6(50) | οἱ οὖν βουλόμενοι δι’ ἐκείνου τοῦ τόπου παρελθεῖν ὀφείλουσιν ἐκτείνειν τὰς χεῖρας καὶ μετὰ βίας καὶ καμάτου ἀπωθεῖσθαι τὴν περικειμένην ὕλην. οὕτως καὶ ἡ τῶν λογισμῶν τῆς ἐναντίας δυνάμεως ὕλη περί‐ κειται τῇ ψυχῇ. Πολλῆς οὖν σπουδῆς καὶ προσοχῆς νοὸς χρεία, ἵνα τις διακρίνῃ τοὺς | |
55 | ἀλλοτρίους λογισμοὺς τῆς ἐναντίας δυνάμεως. ἔστι γάρ τις θαρρῶν τῇ ἑαυτοῦ δυνάμει, νομίζων ἀφ’ ἑαυτοῦ ἐκκόπτειν τὰ περικείμενα ὄρη· ἔστι δὲ ἄλλος ἀπὸ καταστάσεως καὶ διακρίσεως διοικῶν τῷ νοῒ αὐτοῦ καὶ ἀκαμάτως πλέον ἐκείνου τὸ ἔργον αὐτοῦ διανύων. οὕτω καὶ ἐν ταῖς προσευχαῖς εἰσί τινες κραυγαῖς κεχρημένοι ἀπρεπέσιν, ὡς δὴ τῇ σωμα‐ | 66 |
60 | τικῇ ἰσχύϊ πεποιθότες, μὴ εἰδότες τὰς κλοπὰς τῶν λογισμῶν, ἀλλὰ νο‐ μίζοντες τῇ ἰδίᾳ δυνάμει τὸ τέλειον κατόρθωμα ποιεῖσθαι. εἰσὶ δὲ ἄλλοι οἱ τοῖς λογισμοῖς προσέχοντες καὶ ὅλον τὸν ἀγῶνα ποιούμενοι ἔσωθεν· οὗτοι διὰ τῆς συνέσεως αὐτῶν καὶ διακρίσεως δύνανται κατορ‐ θῶσαι καὶ ἀποσείσασθαι τοὺς ἐπανισταμένους λογισμοὺς καὶ κατὰ τὸ | |
65 | θέλημα τοῦ κυρίου πορεύεσθαι. εὑρίσκομεν δὲ ἐν τῷ ἀποστόλῳ, ὅτι τὸν οἰκοδομοῦντα τὸν ἄλλον μείζονα λέγει· φησὶ γάρ· ‹ὁ λαλῶν γλώσ‐ σαις ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαισ›. ἕκαστος οὖν ἐπιλέξεται τὸ ἄλλους οἰκοδομῆσαι, καὶ καταξιοῦται τῆς βασιλείας τῶν οὐρανῶν. | |
70 | Ἐρώτησις: ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι | |
κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι; Ἀπόκρισις: ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα. ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ οἱ ἄρχοντες τοῦ σκότους ἀπὸ τῆς παραβάσεως τῆς | 67 | |
75 | ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον. λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ κύριος καὶ ἔλαβεν ἐκ τῆς παρθένου τὸ σῶμα. εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι | |
κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος ἐλάλει τοῖς ἀνθρώποις. λοιπὸν οὖν τὰ πνεύματα τῆς πονηρίας, ἃ ἐνεκαθ‐ | 68 | |
80 | έζοντο εἰς τὸ σῶμα, καθεῖλεν ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, οἷς ἐνεπολιτεύοντο, καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ τὸ σῶμα. Ἐρώτησις: τί οὖν ἐστιν ὃ εἶπε· ‹καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ›; | |
85 | Ἀπόκρισις: τοῦτο εὑρίσκομεν, ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ὁ κύριος ἀνελήφθη εἰς τοὺς οὐρανούς. ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ παράκλητον εἰς τοὺς δώδεκα ἀποστόλους καὶ τὴν ἁγίαν δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκάθισεν εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν. ἐπεὶ δὲ οἱ παρεστηκότες εἶπον ὅτι ‹οὗτοι γλεύκους εἰσὶ μεμεστωμένοι›, | |
90 | λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτοὺς λέγων περὶ τοῦ Ἰησοῦ ὅτι „ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαν‐ τες ἐπὶ ξύλου“. καὶ ἴδε, ἐκεῖ ποιεῖ θαυμάσια, διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς. γέγραπται γάρ· «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφη‐ | 69 |
95 | τεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν». ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὥστε γενέσθαι κόσμον καινόν, ἐκλεκτὸν θεοῦ. Ὁρᾷς πῶς ἐφάνη ἀρχὴ κρίσεως· ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός. ὧδε γὰρ ἐδόθη αὐτοῖς ἐξουσία καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι, | |
6(100) | καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ἐν τῇ ἀναστάσει τῶν νεκρῶν· καὶ ὧδε γίγνεται τοῦ ἁγίου πνεύματος καθεσθέντος ἐν τοῖς θρόνοις τῶν νοημάτων αὐτῶν. ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὔκ εἰσι κτίσματα (καὶ οἱ λέγοντες κακῶς λέγουσιν), ἀλλὰ ταῦτα τὸ | |
105 | πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. τί λέγει ὁ ἀπόστολος Παῦλος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου; ὅτι ‹αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν›, εἰς ἣν ὁμολογοῦμεν. περὶ δὲ τοῦ ἐνδύματος, ὃ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
7(1t) | ΟΜΙΛΙΑ Ζ. | |
2 | Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας | |
καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ | 70 | |
5 | ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπα‐ σθῇ ἐκεῖθεν καὶ εὑρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐὰν ᾖ τις ὡραία κόρη καὶ σοφωτέρα καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρόν, ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ ἐπιθῇ | |
10 | αὐτῷ διάδημα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· „ἐμοὶ τῷ ταλαιπώρῳ καὶ πτωχῷ καὶ μετρίῳ καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη;“ —οὕτως καὶ ὁ θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, | |
15 | ἐπουράνια, καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων. ἐπειδὴ γὰρ ὁ θεὸς ἀγάπη ἐστίν, ἐδέξατο τὸ οὐράνιον καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπάη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος. | |
20 | Ἐρώτησις: εἰ σύνεστιν ὁ σατανᾶς τῷ θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν | |
τοῖς ἀνθρώποις; Ἀπόκρισις: ὁ ἥλιος οὗτος, κτίσμα ὢν καὶ καταλάμπων εἰς τόπους βορβορώδεις, τί βλάπτεται; πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται· ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν | 71 | |
25 | τῶν ἀνθρώπων. πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ θεοῦ. εἰ δὲ λέγει τις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν θεόν, ποιεῖ αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ πονηρός. πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερί‐ γραπτον εἶναι καὶ ἀκατάληπτον καὶ τὰ πάντα ἐν αὐτῷ εἶναι καὶ μὴ | |
30 | μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ; μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ θεῷ εἰσι καὶ δι’ αὐτοῦ συνέστηκε, μὴ καὶ αὐτὰ θεὸς ἐγένετο; τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι θεός ἐστιν. Ἐρώτησις: ἐπειδὴ ἡ ἁμαρτία ‹μεταμορφοῦται εἰς ἄγγελον φωτόσ› | |
35 | καὶ παρομοία τῆς χάριτός ἐστι, πῶς ἵνα νοήσῃ ἄνθρωπος «τὰς μεθοδείας τοῦ διαβόλου», καὶ πῶς δέξεται καὶ διακρινεῖ τὰ τῆς χάριτος; Ἀπόκρισις: τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην ἔχει, ἀλήθειαν ἔχει· αὐτὴ ἡ ἀλήθεια ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπι‐ ζητεῖν. τὰ δὲ τῆς ἁμαρτίας εἴδη ἐστὶ τεταραγμένα, οὐκ ἔχει ἀγάπην | |
40 | καὶ χαρὰν πρὸς τὸν θεόν. ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακος | |
(τὸ μὲν ἓν γλυκύ, τὸ δὲ ἓν πικρόν, εἰ καὶ παρόμοια), καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί ἐστιν ὅμοια ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀλη‐ θείας. οἷόν ἐστιν αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος· ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ. ἔστι λύχνος | 72 | |
45 | ἅπτων εἰς οἶκον· ἄλλη ἐστὶν ἡ αὐγὴ ἡ πανταχοῦ λάμπουσα καὶ ἄλλο ἐστὶ τὸ φῶς τὸ ἐν αὐτῷ τῷ λύχνῳ λαμπρότερον καὶ φαιδρότερον. οὕτως ἐστί τινα τῆς χάριτος, ὅτι μακρόθεν αὐτοῦ ὡς ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρεται εἰς αὐτὰς τὰς ὁράσεις· καὶ ἔστιν ἄλλος, ὅτι εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ θεοῦ καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ | |
7(50) | τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν εἰς ἀγάπην θεοῦ. ὅτε τὸν Πέτρον ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ ἔρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι. | |
Ἐρώτησις: καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος θεοῦ; | 73 | |
55 | Ἀπόκρισις: αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει ὀλισθαί‐ νουσι καὶ πίπτουσιν. ἄρχεται γὰρ ἐπαίρεσθαι, κατακρίνειν, λέγειν· „σὺ ἁμαρτωλὸς εἶ, ἔχειν ἑαυτὸν δίκαιον“. οὐκ οἶδας τί λέγει Παῦλος· «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι»; ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ὑπεραίρεσθαι. | |
60 | Ἐρώτησις: εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι διὰ γνώσεως καὶ αἰσθήσεως | |
εἶναι τὴν ὅρασιν; Ἀπόκρισις: ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός. καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴ‐ | 74 | |
65 | σθησιν. ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὡς ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδεν ἐν ἑαυτῷ τινα πληρο‐ φορίαν ὁράσεων. πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις· ὅτι πράγματα μεγάλα καὶ μυστήρια θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ. Ἐρώτησις: εἰ βλέπει τις δι’ ἀποκαλύψεως καὶ φωτὸς θεϊκοῦ τὴν | |
70 | ψυχήν; Ἀπόκρισις: ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι | |
ὁρῶσι Χριστιανοί. Ἐρώτησις: εἰ ἔχει μορφὴν ἡ ψυχή; | 75 | |
75 | Ἀπόκρισις: ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ. ὥσπερ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφὴν καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτως καὶ ὁ ἔσω εἰκόνα ἔχει ὁμοίαν τῷ ἀγγέλῳ καὶ τῷ ἔξω ἀνθρώπῳ μορφήν. Ἐρώτησις: εἰ ἄλλος ἐστὶν ὁ νοῦς καὶ ἄλλο ἡ ψυχή; | |
80 | Ἀπόκρισις: ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτως καὶ μέλη ψυχῆς εἰσι πολλά, νοῦς, συνείδησις, θέλημα, λογισμοὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, ἀλλὰ ταῦτα πάντα εἰς ἕνα λο‐ γισμόν εἰσιν ἀποδεδεμένα· μέλη δέ ἐστι ψυχῆς, μία δέ ἐστι ψυχὴ ὁ ἔσω ἄνθρωπος. ὥσπερ δὲ οἱ ἔξωθεν ὀφθαλμοὶ προβλέπουσι μακρόθεν τὰς | |
85 | ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει, γοργότερος ὤν, τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. δόξαν ἀναπέμψωμεν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
8(1t) | ΟΜΙΛΙΑ Η. | |
2 | Εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται τῆς θείας ἐνεργείας | |
καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ κυρίου ὡς νύμφη μετὰ νυμφίου, κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· ‹ὃν τρόπον εὐφραίνεται | 76 | |
5 | νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπί σοι›. καὶ συμβαίνει ὅτι ἀσχολούμενος οὗτος πᾶσαν ἡμέραν ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται εἰς προσευχὴν ὁ ἔσω ἄνθρωπος, εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ’ ἐκεῖνον τὸν καιρὸν | |
10 | λήθην ἐγγενέσθαι τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατα, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὡς „εἴθε συναπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ“. | |
15 | Ἐρώτησις: εἰ πάντοτε εἰσέρχεταί τις εἰς ἐκεῖνα τὰ πράγματα; Ἀπόκρισις: ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι, καὶ ἐρρίζωται καὶ | |
ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πηκτὸν ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ ὡς μία οὐσία, πολυτρόπως δὲ ὡς θέλει πρὸς τὸ συμφέρον οἰκονομεῖ τὸν ἄνθρωπον. ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἅπτεται | 77 | |
20 | τὸ πῦρ, ποτὲ δὲ ὡς μαλθακώτερον καὶ πραΰτερον. καὶ αὐτὸ τὸ φῶς κατὰ καιρούς τινας πλέον ἐξάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει. καὶ αὕτη ἡ λαμπὰς πάντοτε καιομένη καὶ λάμπουσα, ὅταν φαιδρυνθῇ πλέον, ἐν μέθῃ ἐξάπτεται τῆς ἀγάπης τοῦ θεοῦ· αὖθις δὲ κατ’ οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι. | |
25 | Πλὴν ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. ἄλλοτε πάλιν ἐν τῇ εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ, καὶ προσ‐ | |
ηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι’ ἐλαίου ἐζυμωμένοι, καὶ ὅσον ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο. ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά | 78 | |
30 | τι φωτεινόν, οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι (ὃν γὰρ τρόπον εἰς τὸ ὄρος ἀνελθὼν ὁ κύριος μετὰ Ἰωάννου καὶ Πέτρου μετήμειψεν αὐτοῦ τὰ ἱμάτια καὶ ἐξαστράψαι πεποίηκεν), οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβεῖτο καὶ ἐθαύμαζεν ὁ ἐνδεδυμένος ἄνθρωπος. ἐν ἄλλῳ δὲ καιρῷ | |
35 | αὐτὸ τὸ φῶς ἐν τῇ καρδίᾳ φαῖνον ἤνοιγε τὸ ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν ἑαυτόν, ἀλλ’ εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ γλυκύτητα, διὰ τὰ ἀπόκρυφα μυστήρια, ὥστε τὸν ἄνθρωπον κατ’ | |
40 | ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι | |
καθαρὸν καὶ ἐλεύθερον ἐκ τῆς ἁμαρτίας. Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναν‐ τίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς ἕνα βαθμὸν τὸν κατώτερον τῆς τελειότητος. ὡς ἵνα εἴπωμεν, χρὴ δώδεκα βαθμοὺς παρ‐ | 79 | |
45 | ελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. ἐν καιρῷ τις ἔφθασε κατα‐ λαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρ’ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρός, πάντοτε αἰχμάλωτος καὶ μετ‐ | |
8(50) | έωρος. καὶ νῦν ᾧ ἐδείχθη ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν | |
ὁ ἄνθρωπος, εἰ συνῆν αὐτῷ πάντοτε, οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν ἢ μεριμνᾶν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον καθῆσθαι ἐν μιᾷ γωνίᾳ μετέωρον καὶ μεμεθυσμένον. ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, | 80 | |
55 | ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακο‐ νίαν τοῦ λόγου, πλὴν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται καὶ | |
νενίκηται ὁ θάνατος. Τὰ δὲ πράγματα οὕτως ἐστίν. ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος | 81 | |
60 | καιομένης καὶ φαινούσης ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα· ὅθεν ὁμολογεῖ οὗτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν ὅτι διαλέλυται καὶ τέθραυσται «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον οὔτε πάντοτε. ἔστι γὰρ καιρός, ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει· ἔστι | |
65 | καιρός, ὅτι ὑποστέλλεται καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. τίς δὲ ὁ ἐλθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος; ἀκμὴν γὰρ οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον. ἀλλ’ εἰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς | |
70 | ἡδύτητα πολλὴν τῆς χάριτος, ὅμως καὶ ἡ ἁμαρτία σύνεστιν ἀκμὴν ἔσω. αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι εἶναι καὶ τέλειοι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσιν ἐνέργειαν τῆς χάριτος. ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς ἐκεῖνο τὸ μέτρον καὶ οἶδα κατα‐ | 82 |
75 | μαθών, πῶς οὐκ ἔστι τέλειος ὁ ἄνθρωπος. Ἐρώτησις: εἰπὲ ἡμῖν σύ, ἐν ποίοις εἶ μέτροις; Ἀπόκρισις: μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ, εἰρηνεύει ὅλα τὰ μέλη καὶ τὴν καρδίαν, ὥστε τὴν ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον φαίνεσθαι καὶ οὐκέτι κατακρίνει | |
80 | ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν. ἀλλ’ ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ, καὶ χαίρει ὁ ἄνθρωπος ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ ἀγαπᾶν, Ἕλληνας, Ἰουδαίους. ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτως θαρρεῖ τῷ υἱῷ τοῦ θεοῦ ὡς πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς | |
85 | πολλὰς μονάς, καὶ ὅσον εἰσέρχεται πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονάς, καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα θαυμάσια δείκνυνται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱῷ καὶ κληρονόμῳ πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι. δόξα τῷ θεῷ. ἀμήν. | |
9(1t) | ΟΜΙΛΙΑ Θ. | |
2 | Ἡ τοῦ θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια ἐν ψυχῇ γιγνομένη μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας νοὸς μυστικῆς | |
κατεργάζεται καὶ μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀν‐ | 83 | |
5 | θρώπου ἀγωνιζομένου. καὶ τότε τὸ ἔργον τῆς χάριτος τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὰς δοκιμασίας εὐαρέστου τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης. ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεο‐ πνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστή‐ | |
10 | σωμεν. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν, οἷον ὡς ἐπὶ τοῦ Ἰωσήφ. ἐν πόσοις καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ τὰ ὁράματα ἐπληρώθη, καὶ ἐν πόσοις πρότερον πόνοις καὶ θλίψεσι καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος | 84 |
15 | καὶ πιστὸς τῷ θεῷ εὑρεθεὶς δοῦλος. τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετε‐ λέσθη καὶ τὸ βούλημα τοῦ θεοῦ, διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πρόρρησιν εἰληφός. Ὁμοίως περὶ τοῦ Δαβίδ. ὁ θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σα‐ | |
20 | μουὴλ τοῦ προφήτου· καὶ ὅτε ἐχρίσθη, τότε ἔφυγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι. καὶ ποῦ ἡ χρῖσις τοῦ θεοῦ καὶ ποῦ ἡ ἐπαγγελία, ὡς πρὸς τὸ τάχος; μετὰ γὰρ τὸ χρισθῆναι τότε δεινῶς ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος καὶ ὑστερούμενος ἕως ἄρτου καὶ εἰς ἔθνη κατα‐ φεύγων διὰ τὴν τοῦ Σαοὺλ πρὸς αὐτὸν ἐπιβουλὴν γιγνομένην. ὃν ὁ | |
25 | θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιείχετο θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ πεπιστευ‐ κὼς τῷ θεῷ καὶ ἑαυτὸν πληροφορήσας ὅτι „ὃ ἐποίησε διὰ τῆς τοῦ προ‐ φήτου χρίσεως εἰς ἐμὲ καὶ ὃ εἶπεν ὁ θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ“. καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ | |
30 | θεοῦ βούλημα, καὶ ἐβασίλευσεν ὁ Δαβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου γεγενη‐ μένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη. Ὁμοίως καὶ περὶ Μωϋσέως. ὁ θεὸς τοῦτον προγνοὺς καὶ προορίσας | |
εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι θυγατρὸς | 85 | |
35 | Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ εἰς δόξαν καὶ τρυφὴν ηὐξήθη πά‐ σῃ σοφίᾳ παιδευθεὶς Αἰγυπτίων, καὶ ἀνδρωθεὶς καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ Χριστοῦ ‹μᾶλλον ἑλόμενοσ› κατὰ τὸν ἀποστολικὸν λόγον ‹ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν›· καὶ φυγὰς Αἰγύπτου γεγονὼς πόσον χρόνον | |
40 | ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ βασιλέως υἱὸς καὶ εἰς τοσαύτην ἀπόλαυ‐ σιν καὶ τρυφὴν βασιλικὴν ἀνατραφείς. καὶ οὕτως ὕστερον δόκιμος τῷ θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας εὑρεθείς, οἷα πολλοὺς πει‐ ρασμοὺς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, καὶ θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ θεοῦ προσηγορεύθη· δι’ αὐτοῦ | |
45 | γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ θεὸς δι’ αὐτοῦ εἰς Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόν‐ τισεν. ἰδοὺ τὸ τοῦ θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσας δοκιμασίας καὶ θλίψεις ἐτελέσθη. Ὁμοίως καὶ ἐπὶ τοῦ Ἀβραάμ. πρὸ πόσων χρόνων ἐπηγγείλατο ὁ | |
9(50) | θεὸς χαρίσασθαι υἱὸν καὶ οὐ παραυτὰ δέδωκεν, ἀλλὰ μεταξὺ πόσοις ἔτεσι δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. αὐτὸς δὲ μακρο‐ θύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφο‐ ρήσας ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτως πιστὸς εὑρεθεὶς ἐπέτυχε τῆς ἐπαγγελίας. | |
55 | Ὡσαύτως καὶ Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ θεοῦ τὴν κιβωτὸν κατασκευάζειν ἐπαγγειλαμένου κατακλυσμὸν ἐπαγαγεῖν τῇ οἰκουμένῃ καὶ ἑξακοσιοστῷ ἔτει ἐπαγαγόντος, ἑκατὸν ἔτη ἐμακροθύμησεν ἐν μηδενὶ διστάσας, ἆρα ποιεῖ ἅπερ εἶπεν ὁ θεὸς ἢ μὴ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς ὅτι ἅπερ ἐλάλησεν ὁ θεός, ἀναμφιβόλως | |
60 | γενέσθαι δεῖ. καὶ οὕτως δόκιμος τῇ προαιρέσει ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθεὶς διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας. Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀπο‐ δεῖξαι, ὅτι ἡ τοῦ θεοῦ τῆς χάριτος ἐν ἀνθρώπῳ γινομένη ἐνέργεια καὶ | |
65 | τὸ χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, ὅπερ πιστὴ ψυχὴ λαμβάνειν | |
καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς πολλῆς καὶ μακρο‐ θυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίγνεται, τῆς αὐτεξουσίου προ‐ αιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. καὶ ἐπὰν ἐν μηδενὶ τὸ πνεῦμα λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, | 86 | |
70 | τότε τῆς ἐκ τῶν παθῶν ἐλευθερίας τυχεῖν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ πνεύματος πλήρωσιν λαμβάνει καὶ τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας καὶ τοῦ πνευματικοῦ πλούτου καὶ τῆς συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου, ἧς οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται. διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, συνετῶν, | |
75 | σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν. ὁ τοιοῦτος γὰρ πάντας ἀν‐ θρώπους «ἀνακρίνει» κατὰ τὸ γεγραμμένον, γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις μέτροις ἐστίν. αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γιγνώσκει | |
80 | τὸν ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος· «πνευματικοῖς πνευματικὰ συγ‐ κρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». «ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται». ὁ τοιοῦτος πάντα τὰ τοῦ κόσμου πράγματα ἔνδοξα, πλοῦτον καὶ τρυφὴν καὶ πᾶσαν ἀπόλαυσιν αὐτήν | |
85 | τε τὴν γνῶσιν καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται καὶ μισητά. Ὥσπερ γὰρ ὁ φλεγόμενος καὶ κατεχόμενος πυρετῷ, ὅπερ ἂν προσ‐ ενέγκῃς αὐτῷ βρῶμα ἢ πόμα ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλει διὰ τὸ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ’ αὐτοῦ σφοδρῶς ἐνεργεῖσθαι, τὸν | |
90 | αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ πνεύματος ἱερῷ καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ θεοῦ τὴν ψυχὴν τρω‐ θέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν καὶ θέλει ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν οὐράνιον τοῦ Χριστοῦ πόθον, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος | 87 |
95 | τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ μισητὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς τὸν θεὸν διαθέσει καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τῆς ἀγάπης· ἐξ ἧς ἀγάπης οὐδὲν τῶν ἐπουρανίων ἢ ἐπιγείων ἢ καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος ὅτι «τίς | |
9(100) | ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» καὶ τὰ ἑξῆς. Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων | |
105 | ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα καὶ ἡ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς καὶ τῷ ἐπουρανίῳ τοῦ πνεύματος κόσμῳ καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ | |
110 | καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος καὶ πάντα | |
ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης ἢ προσπαθείας γονέων ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίαις σαρκικαῖς κόσμου ἢ ἑτέραις τισὶ φροντίσι | 88 | |
115 | γηΐναις· ἀλλ’ ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθώς φησιν ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· ‹ζητεῖτε τὴν βασιλείαν καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν›. | |
120 | Γένοιτο δέ, ἵνα οὕτως τις ἀγωνιζόμενος καὶ πάντοτε προσέχων ἑαυτῷ, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε κατὰ θεὸν γιγνομένῳ, τὸ σκότος τῶν πονηρῶν δυνάμεων ἀποφυγεῖν δυνη‐ θῇ. ὁ γὰρ νοῦς τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς κύριον ζητήσεως ἐκτὸς μὴ γινόμενος τὴν ἑαυτοῦ ψυχὴν κτήσασθαι δύναται οὖσαν ἐν ἀπωλείᾳ | |
125 | παθῶν, τῷ πρὸς κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ αἰχμαλωτίζειν ἑαυτὸν καὶ αὐτῷ μόνῳ προσκολλᾶσθαι, καθὼς εἴρηται· «αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ», ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως ὁ νοῦς καταξιωθῇ γενέσθαι μετὰ τοῦ κυρίου εἰς ἓν πνεῦμα, τῆς δωρεᾶς καὶ χάριτος τοῦ Χριστοῦ ἀναπαυσαμένης ἐν τῷ ἀγγείῳ | |
130 | τῆς ψυχῆς, εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης αὐτῆς καὶ μὴ ἐνυβριζούσης τὸ τοῦ κυρίου πνεῦμα ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ τῶν πονηρῶν ἀνθρώπων συνδυασμοῖς καὶ κοινω‐ νίαις. ἀγαπητὸν γὰρ εἰ ὅλη ἐξ ὅλου ἑαυτὴν τῷ κυρίῳ ἀναθεῖσα καὶ | 89 |
135 | αὐτῷ μόνῳ προσκολλωμένη καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀνεπιλήστως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν καὶ ἐπισκιάσαν τοῦ Χριστοῦ πνεῦμα ἀξίως τιμήσασα καταξιωθῇ μετ’ αὐτοῦ εἰς ἓν πνεῦμα καὶ μίαν κρᾶσιν γενέσθαι, καθώς φησιν ὁ ἀπόστολος· ‹ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν›· ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξαν ἢ ἀρχήν, ἢ τιμῶν | |
140 | ἀνθρωπίνων ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν γηΐνοις λογισμοῖς ἡ ψυχὴ ἀναφύρηται καὶ συγχέηται ἢ ἔν τινι τοῦ αἰῶνος τούτου δέδεται καὶ κεκράτηται, καὶ ποθῇ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τὸ σκότος τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους | |
145 | καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας. Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι πρὸς κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γίνεσθαι, εἰς τὸ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι πασῶν τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες αὐτῷ | |
9(150) | μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσωμεν καὶ τὴν ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν αὐτοῦ μόνου ἐν νῷ ἔχωμεν. εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀ‐ σχολίαν ἐντολῶν καὶ διὰ θεὸν ὑπακοὴν ὀλίγον ἀσχοληθῶμεν, ὁ νοῦς τῆς | |
πρὸς κύριον ἀγάπης καὶ ζητήσεως καὶ πόθου μὴ χωριζέσθω, ὅπως τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύον‐ | 90 | |
155 | τες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς ἐπαγγελίας τοῦ πνεύματος αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ’ ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς | |
160 | αἰῶνας. ἀμήν. | |
10(1t) | ΟΜΙΛΙΑ Ι. | |
2 | Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ’ ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς κύριον | |
5 | ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ’ ὅλαι ἐξ ὅλου | |
τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέ‐ | 91 | |
10 | στῳ ἔχουσιν. εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπί‐ γνωσιν λαβεῖν ἀξιοῦνται εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτ‐ | |
οχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ’ ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματι‐ | 92 | |
15 | κῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσούτῳ μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι, καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναί εἰσι παρ’ ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· ‹οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ | |
20 | πίνοντές με ἔτι διψήσουσιν›. Αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἀρ‐ | |
ρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος ἔκλαμψιν καὶ | 93 | |
25 | μετουσίαν τελείως κομίζονται. ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαί, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως δι’ ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τῷ παρακλήτῳ πνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κα‐ | |
30 | κίας λυτρωθῆναι διὰ τοῦ πνεύματος μὴ ἐκδεξάμεναι ἢ πάλιν χάριτος θείας καταξιωθεῖσαι, εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτό‐ μεναι, ἑαυτὰς ἐξέδωκαν ὡς ὅτι λαβοῦσαι τὴν χάριν τοῦ πνεύματος καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ. καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, | |
35 | μὴ συντριβόμεναι τὴν καρδίαν καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ’ ἐπληροφορήθησαν καὶ ἐπανεπάησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι. αἱ τοιαῦται | 94 |
40 | ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον. Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη οὕτως ἔχει παρ’ ἑαυτῇ διὰ τὸν πρὸς κύριον ἀκόρεστον πόθον· κἂν νηστείαις κἂν ἀγρυπνίαις τὸ σῶμα κατα‐ | |
45 | δαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ πνεύματος διαφόρων ἢ καὶ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς κύριον ἀγάπην. ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν | |
10(50) | προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια καὶ εἰς πᾶσαν κατά‐ στασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι πνεύματος οὐρανίῳ τετρωμένη καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀρρήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας, ἀποκεκαλυμ‐ | |
55 | μένη τῷ τῆς ψυχῆς προσώπῳ καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ, πρόσωπον πρὸς πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρ‐ νωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ | |
60 | πνεύματος ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρισθεῖσα διὰ τοῦ πνεύ‐ ματος ψυχῇ καὶ σώματι ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ | |
ἐπουρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέ‐ σθαι καταξιωθῇ. καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν πνεύματος ἁγίου ἐντεῦθεν γενομένη. εἰς ταῦτα | 95 | |
65 | δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν οὔτε ὑφ’ ἓν οὔτε ἀδοκιμάστως ἐστίν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκι‐ μασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προ‐ κοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ | |
70 | γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γέ‐ νηται κληρονόμος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
11(1t) | ΟΜΙΛΙΑ ΙΑ. | |
2 | Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται καὶ | |
5 | πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν. ὥσπερ γὰρ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ χωσθὲν ἦν ἐν λάκκῳ, καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πλησίον | |
10 | σῶμα, ὃ μετὰ τὸ λυθῆναι γίνεται βόρβορος, ἐργάζεται τὸ οὐράνιον | |
πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ ἐφθαρμένα σώματα. τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων. Καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, | 96 | |
15 | ἀλλ’ ἦν κτίσμα. οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ οὐράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς. καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀναμέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπεῖχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τι τοὺς δικαίους. ὁμοίως δὲ καὶ | |
20 | ἐπὶ τοῦ Ἰσραήλ, ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τοῦ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρίαν τραπῆναι, ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια. λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο, καὶ ὥσπερ ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. τοῦτο | |
25 | δὲ θαυμαστὸν πρᾶγμα. ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ καὶ τοῖς λογισμοῖς αὐτῶν ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως τὰ ἐμβληθέντα σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν ἐν τῷ φαινομένῳ εἰδωλολάτρησαν. ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ τοῦ θεοῦ πῦρ καὶ προσεκύνησαν | |
30 | τῷ κυρίῳ ἐν ἀληθείᾳ, οὕτως καὶ νῦν αἱ πισταὶ ψυχαὶ δέχονται ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα. Ὥσπερ οὖν ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένετο εἴδωλον, οὕτως καὶ ὁ κύριος, ὃς μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς | |
35 | προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν ἐν τῇ ψυχῇ, καὶ ἐν τῇ ἀναστάσει ἐξώτερον αὐτῶν φαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν ἔσωθεν καὶ ἔξωθεν. ἀλλ’ ὃν τρόπον τὰ σώματα αὐτῶν ἐφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοί τινων ὑπὸ τοῦ σατανᾶ ἐφθαρμένοι καὶ νεκροὶ ἀπὸ | |
40 | τῆς ζωῆς καὶ κεχωσμένοι εἰς βόρβορον καὶ γῆν· ἀπώλετο γὰρ αὐτῶν ἡ ψυχή. ὥσπερ οὖν οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ | |
ἐγένετο εἴδωλον, οὕτω νῦν τοὺς καθαροὺς λογισμοὺς καὶ καλοὺς ἐπέ‐ δωκε τῇ κακίᾳ ὁ ἄνθρωπος, καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας καὶ ἐγένοντο εἴδωλον. | 97 | |
45 | Καὶ πῶς τις, ἵνα αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου πυρός; ὧδε λύχνου θεϊκοῦ χρείαν ἔχει ἡ ψυχή, πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον, τοῦ φωτεινοῦ ἡλίου τῆς δικαιο‐ σύνης τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν· ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον. καὶ γὰρ ἐκεῖ ἡ χήρα ἡ ἀπολέσασα | |
11(50) | τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτως κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἁφθέντος εὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη. καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ’ ἑαυτῆς εὑρεῖν τοὺς ἰδίους αὐτῆς διαλογισμοὺς καὶ χωρίσαι, ἀλλ’ ὅταν ἁφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον | |
55 | καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσι κεχωσμένοι εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας. ἀνατέλλει ὁ ἥλιος καὶ τότε βλέπει ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν. | |
60 | Ὥσπερ ἐὰν ᾖ τις βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ’ ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ τῶν ἐχθρῶν παραλη‐ φθῆναι καὶ αἰχμαλωτισθῆναι· τούτου παραληφθέντος καὶ αἰχμαλωτι‐ σθέντος ἀνάγκη καὶ τοὺς διακόνους αὐτοῦ καὶ ὑπηρέτας ὀπίσω αὐτοῦ ἀκολουθεῖν, —οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς | |
65 | διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη· κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων. ἀλλ’ ἐξ | |
οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρό‐ τερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν | 98 | |
70 | αὐτοῦ παραληφθέντος συμπαρελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετοῦσα αὐτῷ κτίσις. δι’ αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν «ἐβασίλευσεν ὁ θάνατος» καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες προσφέρονται | |
75 | τοῖς δαίμοσιν, ἄρτος καὶ οἶνος καὶ ἔλαιον, καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν ἐπιτιθέασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις. Νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ | |
80 | ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουρά‐ νιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν βασιλεὺς ὁ Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων. καὶ ἐν τῇ σκιᾷ δὲ τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐπεκαλεῖτο τοῦ Ἰσραήλ· ἐξέβαλε γὰρ αὐτοὺς ἐκ τῆς Αἰγύπτου. οὕτω καὶ νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς διέρχεται εἰς τὰ κρύφια τῆς | |
85 | ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας. ἐντέλλεται οὖν ἡμῖν ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι ἀπὸ πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξει τὰς συγκεκλεισμένας καρδίας καὶ | 99 |
90 | ἐπιχεεῖ ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος. Εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον, συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ καὶ ζητεῖν εἰς τοὺς οὐρανούς· ‹ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία | |
σου›. ᾔδει γὰρ ὁ κύριος ὅτι ἐντεῦθεν ὁ σατανᾶς κατισχύει τῶν λογισμῶν | 100 | |
95 | τοῦ καταφέρειν αὐτοὺς εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμά‐ των. διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι πᾶσιν, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐράνιον πλοῦτον καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν. ἐὰν γὰρ καὶ θελήσῃς ἐπιστραφῆναι πρὸς τὰ κτήματα, οὐδὲν 〈εὑρίσκῃ〉 τῶν φαινομένων κεκτημένος. θέλεις οὐ θέλεις· ὅπου | |
11(100) | ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ πέμψαι τὸν νοῦν σου πρὸς τὸν οὐράνιον· ‹ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου›. Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ, ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου· καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, | |
105 | ἰάσεως ἐτύγχανον. τοῦτο οἰκονομικῶς ἐγένετο, ἵνα οἱ κατεχόμενοι εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρίας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τούτου τοῦ τρόπου μερικῶς πως ἀνακύ‐ ψωσιν ἐπὶ τὰ ἄνω καὶ ἀναψύξαντες ἀπὸ τῶν κάτω προσέχωσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ’ ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ | |
110 | οὕτως κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότερον καὶ ἀνώτερον γένος ἐπιγινώσκωσιν, ὅτι ἔστιν ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν. οὕτως καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα δοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ῥέψαι ἐπὶ τῆς γῆς, μὴ δυνηθῇς. ἐρευνήσας γὰρ εἰς τὴν καρδίαν σου ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι· „παρ’ | |
115 | ὃ ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα“. ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος, ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ. Τί δέ ἐστιν· „ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένουσ“; ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε | |
120 | τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου. τὸ σῶμα γὰρ ὃ ἔλαβεν ἐκ τῆς Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ ἐκρέμασε καὶ προσέπηξεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν. ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις | |
τὸν ζῶντα ἀπέκτεινεν. ἀλλ’ ὃν τρόπον ἐποίησε Μωϋσῆς καινὸν ἔργον | 101 | |
125 | (ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησεν), οὕτως καὶ ὁ κύριος καινὸν ἔργον ἐκ τῆς Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο· ἀλλ’ οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ. τὸ πνεῦμα τὸ οὐράνιον ἐν τῷ Ἀδὰμ εἰσελθὸν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο ἀνθρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. ὥσπερ οὖν ὄφις χαλκοῦς ἕως τοῦ Μωσέως | |
130 | οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου ἐν κόσμῳ γενέσθαι, οὕτως οὐδὲ σῶμα καινὸν καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου οὐκ ἐφάνη ἐν τῷ κόσμῳ. παρα‐ βάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ. ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν. Καὶ τοῦτο τὸ θαυμάσιον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. | |
135 | τί δὲ λέγει ὁ ἀπόστολος; ‹ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.› ‹ἡμῖν δὲ τοῖς σῳζομένοις Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.› ἐν γὰρ τῷ νεκρῷ σώματι ἡ ζωή· ὧδε ἡ ἀπολύτρωσις, ὧδε τὸ φῶς, ὧδε ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει | |
140 | τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι αὐτῷ. ἰδοὺ οὖν οὗτος πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται πρὸς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις καὶ προφέρει ὁ ἄρχων τῆς πονηρίας τὰ χειρόγραφα καὶ λέγει· „ἴδε οὗτοι ὑπήκουσαν τῷ λόγῳ μου· ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι“. ὁ δὲ θεός, δικαιοκρίτης ὤν, κἀκεῖ | |
145 | δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει αὐτῷ· „ὑπήκουσέ σοι ὁ Ἀδὰμ καὶ κατέσχες αὐτοῦ πάσας τὰς καρδίας· ὑπήκουσέ σοι ἡ ἀνθρωπό‐ της. τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; τοῦτο ἀναμάρτητόν ἐστιν. ἐκεῖνο τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατ‐ | |
έχεις τὰ χειρόγραφα. ἐμοὶ δὲ πάντες μαρτυροῦσιν ὅτι οὐχ ἥμαρτον· | 102 | |
11(150) | οὐ χρεωστῶ σοι οὐδέν. καὶ ὅτι υἱός εἰμι τοῦ θεοῦ, πάντες μοι μαρτυ‐ ροῦσιν. ἐπάνω γὰρ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε». Ἰωάννης μαρτυρεῖ· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ πάλιν ἡ γραφή· ‹ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν | |
155 | αὐτῷ›, καὶ ὅτι ‹ἔρχεται ὁ ἄρχων τοῦ κόσμου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν›. καὶ σὺ δὲ αὐτὸς ὁ σατανᾶς μαρτυρεῖς μοι λέγων· ‹οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ›, καὶ πάλιν· ‹τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;› τρεῖς μοι μαρτυροῦσιν· ὁ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίησιν, οἱ ἐπὶ τῆς γῆς καὶ σὺ αὐτός. ἐξαγοράζω οὖν τὸ σῶμα τὸ πραθέν | |
160 | σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σου τὰ χειρόγραφα. ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν ἐν τῷ ᾅδῃ. καὶ κελεύω σοι, Ἅιδη καὶ Σκότος καὶ Θάνατε, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τοῦ Ἀδάμ“. καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρομάξασαι ἀπο‐ διδοῦσι τὸν ἐγκεκλεισμένον Ἀδάμ. | |
165 | Ἀλλ’ ὅταν ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγ‐ ματα ταῦτα εἶναι νομίσῃς. ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ καὶ ἐντὸς | |
170 | τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σοῦ ἐστιν. ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν | |
175 | νοῦν σου καὶ εἰς τοὺς λογισμούς σου, —οὐχὶ ᾅδης καὶ τάφος καὶ μνημεῖον καὶ νεκρὸς εἶ τῷ θεῷ; ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν, ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. ἔρχεται οὖν ὁ κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν | |
ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ | 103 | |
180 | λέγων· „ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέ‐ χεις βιαίωσ“. διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν. Ὃν τρόπον ἐὰν ᾖ ἄνθρωπος δεδεμένος χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ | |
185 | ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμὰ καὶ ἀφῇ αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτως τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν τοῦ ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. ὥσπερ ἐὰν ᾖ ἄνθρωπος ἐν πλησμονῇ ποταμοῦ ἐν μέσῳ, καὶ καταβυθισθεὶς ἐν τῷ | |
190 | ὕδατι κεῖται νεκρὸς πεπνιγμένος ἀναμέσον θηρίων δεινῶν· καὶ εἰ θελήσει ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασῶσαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται· λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμ‐ βητοῦ καὶ τεχνίτου χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσῃ καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ ὄντα | |
195 | ἀναμέσον θηρίων· καὶ αὐτὸ δὲ τὸ ὕδωρ ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλέειν, βοηθεῖ τούτῳ καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα μέρη, —οὕτως ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ θανάτου καταποντι‐ σθεῖσα πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ θεοῦ ἀναμέσον θηρίων δεινῶν. καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου καὶ τοῦ θανάτου | |
11(200) | κατελθεῖν εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη, εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ. καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ | |
205 | τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι. Τί γὰρ δυσχερές ἐστι τῷ θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκίαι καὶ οἰκοδομαί, ὅπου ἡ ἀν‐ θρωπότης κατοικεῖ· καί εἰσιν, ὅπου θηρία, λέοντες ἢ δράκοντες καὶ ἄλλα | |
210 | ἰοβόλα θηρία. εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν διὰ | |
τῶν θυρίδων ἤτοι θυρῶν καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ θεὸς καὶ δεσπότης πάντων εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμε‐ | 104 | |
215 | νος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου. καὶ ὁ ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι «εἰς τὰ κατώτερα μέρη τῆς γῆς» κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ἀνύγρανε καὶ ἀνεκαίνισε καὶ ἐποίησεν ἐκεῖ γέν‐ νημα καινόν. Ἄλλος ἐστὶν ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν. | |
220 | οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. εἰς δύο πρόσωπα στήκει ὁ τοιοῦτος. εἰ τοίνυν ἐν τοιούτοις πράγμασι στήκει οὗτος, εἰς τὸν πόλεμον μετ’ αὐτοῦ ἐστιν ὁ κύριος καὶ φυλάσσει αὐτόν· ἐπιζητεῖ γὰρ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. πάλιν δὲ εἰ φαίνεταί σοι ἀδελφὸς ἀγαθός, | |
225 | ὧδε ὑπὸ τῆς χάριτός ἐστιν ἐστηριγμένος. ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον θεοῦ, οὐ συντέτριπται αὐτοῦ ἡ καρδία, οὔτε ἐστὶν ἐν φόβῳ οὔτε ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ μέλη τοῦ μὴ ἀτάκτως περιπατεῖν. οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ | |
230 | ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος. καὶ γὰρ τὰ σπέρματα ὅταν βληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τὸν χειμῶνα, εἰς τὴν ψυχρό‐ τητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα. Συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· „ἴδε πόσα | |
κακὰ ἐποίησας, ἰδοὺ πόσων μανιῶν πεπλήρωταί σου ἡ ψυχή, καὶ βε‐ | 105 | |
235 | βαρημένος εἶ ἀπὸ ἁμαρτιῶν, ὅτι οὐκέτι δύνασαι σωθῆναι“. ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, καὶ ὅτι οὐκ ἔστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου. ἐπειδὴ γὰρ παρεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ’ ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. ἀποκρίθητι αὐτῷ καὶ σὺ ὅτι „ἔχω τὰς μαρτυρίας τοῦ κυρίου | |
240 | ἐγγράφωσ“, καὶ ὅτι ‹οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν καὶ τὸ ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν›. διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ. ἀληθῶς γὰρ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσεν, εἰς πόλιν ἁγίαν | |
245 | εἰρηνευομένην, εἰς ζῶσαν, τὴν μηδέποτε ἀποθνῄσκουσαν, εἰς δόξαν ἄ‐ φθαρτον. μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν τῇ πτωχείᾳ, τῇ ξενιτείᾳ, τῇ κακουχίᾳ, τῇ αἰτήσει τῇ πρὸς τὸν θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερος ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλει‐ | |
11(250) | σμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον. ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγ‐ γελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. δόξα τοῖς οἰκτιρμοῖς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. ἀμήν. | 106 | |
12(1t) | ΟΜΙΛΙΑ ΙΒ. | |
2 | Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς κατὰ δύο τρόπους ἀπώλετο· ἕνα μὲν ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, | |
τὸ ‹κατ’ εἰκόνα καὶ ὁμοίωσιν› τοῦ θεοῦ· ἕτερον δὲ ὅτι ἀπώλεσεν αὐτὴν | 107 | |
5 | τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ’ ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία. ὥσπερ ἐὰν ᾖ νόμισμα τὴν εἰκόνα τοῦ βασιλέως ἔχον καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, — τοιοῦτον ἔπαθε καὶ ὁ Ἀδάμ· μέγας γὰρ πλοῦτος καὶ μεγάλη κληρονομία εὐτρέπιστο αὐτῷ. ὥσπερ ἐὰν ᾖ χωρίον μέγα καὶ τοῦτο ἔχῃ προσόδους | |
10 | πολλάς, ἐκεῖ ἄμπελος εὐθηνοῦσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος, —οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρ‐ ακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ Ἀδάμ. ἀλλ’ ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμούς, ἀπώλετο ἀπὸ τοῦ θεοῦ. οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἠφανίσθη καὶ ἀπέθανεν· ἀπὸ τοῦ θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ | |
15 | φύσει ζῇ. ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ καὶ πραγματεύεται, ἀλλ’ ὁ ὀφθαλμὸς τοῦ θεοῦ βλέπει αὐτῶν τὸν νοῦν καὶ τὰς ἐνθυμήσεις, καὶ ὡσπερεὶ βλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ θεῷ λογίζονται. ὥσπερ ἐὰν ὦσι πανδοχεῖα καὶ πορνεῖα καὶ τόποι, ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι· λοιπὸν | |
20 | οἱ θεοσεβεῖς παρερχόμενοι βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν· ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν, —οὕτω καὶ ὁ θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας ἀπὸ τοῦ λόγου αὐτοῦ καὶ ἀπὸ τῆς ἐντολῆς ἐπιβλέπει μέν, ἀλλὰ παρα‐ βλέπει αὐτοὺς καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ κύριος. | |
25 | Ἐρώτησις: πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἰσθανθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε καὶ ἦλθεν εἰς γνῶσιν καὶ σύνεσιν, ἣν τὸ πρότερον οὐκ εἶχεν; Ἀπόκρισις: ἕως οὗ ταῦτά τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ’ οἴεται περὶ ἑαυτοῦ. ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύν‐ | |
30 | εσιν καὶ τὴν προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι. 〈Ἐρώτησις: τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι πτωχὸν τῷ πνεύματι; Ἀπόκρισις:〉 τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν θεοῦ μὴ ἡγεῖσθαί τι | |
ἑαυτὸν εἶναι, ἀλλ’ ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην, ὡς | 108 | |
35 | μηδὲν εἰδότα ἢ ἔχοντα καίτοι εἰδότα καὶ ἔχοντα. τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νοῒ τῶν ἀνθρώπων. οὐχ ὁρᾷς; ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ὢν ἐκλεκτὸς γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε. καὶ ὁ Δαβὶδ χρισθεὶς εἰς βασιλέα θεὸν εἶχε μεθ’ ἑαυτοῦ, καὶ τί λέγει; ‹σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαῶν›. | |
40 | Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ’ ἔχειν συντετριμμένην τὴν καρδίαν. εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη, ὅμως δὲ μιᾶς εἰσι | |
45 | πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους. ὥσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δέ εἰσι πόλεως, μιᾶς γλώσσης, μιᾶς ὁδοῦ· πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμ‐ μένην ὁδὸν διώδευσαν διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις | |
12(50) | δέρμασι ζῶντες, ἐν σπηλαίοις, ἐν ταῖς ὀπαῖς τῆς γῆς. ὁμοίως δὲ καὶ οἱ ἀπό‐ στολοι ‹ἕως τῆς ἄρτι ὥρασ› φασὶ ‹καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύο‐ μεν καὶ ὀνειδιζόμεθα καὶ ἀστατοῦμεν›. ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι δὲ διαφόρως ἐθλίβησαν. αὐτὸς δὲ ὁ δεσπότης προφητῶν καὶ ἀποστόλων ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης πῶς | |
55 | διώδευσε, τύπος ἡμῖν γιγνόμενος. διὰ ὕβρεων στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσεν, ἐμπτύσματα ὑπέστη, ῥαπίσματα, σταυρόν. εἰ ὁ θεὸς οὕτως διώδευσεν ἐπὶ τῆς γῆς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι· καὶ γὰρ οἱ ἀπόστολοι καὶ προφῆται οὕτως διώδευσαν. καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, | |
60 | ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι. λέγει γὰρ ὁ ἀπόστολος ἐν πνεύματι ἁγίῳ· «μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ». εἰ δὲ ἀγαπᾷς δόξας ἀνθρώπων καὶ προσκυνεῖσθαι θέλεις καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ. χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συμπαθεῖν τῷ παθόντι, ἵνα οὕτω συνδοξασθῇς τῷ δοξασθέντι. ἀνάγκη γὰρ τὴν | 109 |
65 | νύμφην συμπαθεῖν τῷ νυμφίῳ καὶ οὕτω γενέσθαι κοινωνὸν καὶ συγ‐ κληρονόμον Χριστοῦ. οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων καὶ τῆς τρα‐ χείας καὶ στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων καὶ ἀναπαῆναι καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας. | |
70 | Ἐρώτησις: ἐπειδὴ εἶπες ὅτι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον ἀπώλεσεν ὁ Ἀδάμ, οὐκοῦν εἰ ἐκοινώνησε τῇ εἰκόνι τῇ ἐπουρανίῳ, εἶχε πνεῦμα ἅγιον; Ἀπόκρισις: ἕως ὅτε ὁ λόγος τοῦ θεοῦ συνῆν αὐτῷ καὶ ἡ ἐντολή, εἶχε πάντα· αὐτὸς γὰρ ὁ λόγος ἦν αὐτῷ κληρονομία, αὐτὸς ἔνδυμα καὶ | |
75 | δόξα σκέπουσα αὐτούς, αὐτὸς διδασκαλία. ὑπετίθετο γὰρ αὐτῷ καλέσαι πάντα· „τοῦτο εἰπὲ οὐρανόν, τοῦτο ἥλιον, τοῦτο σελήνην, τοῦτο γῆν, τοῦτο πτηνόν, τοῦτο θηρίον, τοῦτο δένδρον“. καθὼς ἐδιδάσκετο, οὕτως καὶ ἔλεγεν. Ἐρώτησις: αἴσθησιν εἶχε καὶ κοινωνίαν τοῦ πνεύματος; | |
80 | Ἀπόκρισις: αὐτὸς ὁ λόγος συνὼν πάντα ἦν αὐτῷ, εἴτε γνῶσις εἴτε αἴσθησις εἴτε κληρονομία εἴτε διδασκαλία. καὶ Ἰωάννης τί λέγει περὶ τοῦ λόγου; «ἐν ἀρχῇ ἦν ὁ λόγος». ὁρᾷς ὅτι ὁ λόγος πάντα ἦν. εἰ δὲ καὶ ἔξωθεν συνῆν αὐτῷ δόξα, οὐ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· καὶ γὰρ λέγει, ὅτι γυμνοὶ ἦσαν καὶ οὐκ ἔβλεπον ἀλλήλους, καὶ μετὰ τὸ πα‐ | |
85 | ραβῆναι τὴν ἐντολὴν τότε εἶδον ἑαυτοὺς γυμνοὺς καὶ ᾐσχύνθησαν. Ἐρώτησις: οὐκοῦν πρὸ τούτου ἦσαν ἀντὶ περιβολαίου ἐνδεδυμένοι δόξαν θεοῦ; Ἀπόκρισις: ὥσπερ ἐπὶ τῶν προφητῶν ἐνήργει τὸ πνεῦμα καὶ | |
ἐδίδασκεν αὐτοὺς καὶ ἔσωθεν αὐτῶν ἦν καὶ ἔξωθεν αὐτοῖς παρεφαίνετο, | 110 | |
90 | οὕτως καὶ εἰς τὸν Ἀδάμ. ὅτε ἤθελε τὸ πνεῦμα, σὺν αὐτῷ ἦν καὶ ἐδίδασκε καὶ ὑπετίθετο· „οὕτως εἰπέ“, καὶ ἔλεγε. πάντα γὰρ ἦν ὁ λόγος αὐτῷ, καὶ ἕως ὅτε ἐνέμενε τῇ ἐντολῇ, φίλος ἦν θεοῦ. καὶ τί θαυμαστόν, εἰ ἐν τούτοις ὢν παρέβη τὴν ἐντολήν, ὁπότε καὶ οἱ πεπληρωμένοι πνεύματος ἁγίου ἔχουσι τοὺς φυσικοὺς λογισμοὺς καὶ ἔχουσι θέλημα τοῦ συμ‐ | |
95 | φωνῆσαι; οὕτως καὶ αὐτὸς συνὼν τῷ θεῷ ἐν παραδείσῳ ἀφ’ ἑαυτοῦ ἰδίῳ θελήματι παρέβη καὶ ὑπήκουσε μέρει πονηρῷ. πλὴν καὶ μετὰ τὴν παράβασιν ἔσχε γνῶσιν. Ἐρώτησις: ὁποίαν; Ἀπόκρισις: ὥσπερ ὅταν συλληφθῇ λῃστὴς εἰς δικαστήριον καὶ | |
12(100) | ἄρχηται κρίνεσθαι, λέγει αὐτῷ ὁ ἄρχων· „ὅτε ἐποίεις τὰ κακά, οὐκ ᾔδεις ὅτι συλληφθῆναι ἔχεις καὶ ἀποθανεῖν;“ ἐκεῖνος οὐ τολμᾷ εἰπεῖν ὅτι „οὐκ ᾔδειν“ (οἶδε γάρ) καὶ τιμωρούμενος πάντα μνημονεύων ἐξομολο‐ γεῖται. καὶ ὁ πορνεύων οὐκ οἶδεν ὅτι κακῶς ποιεῖ; καὶ ὁ κλέπτων οὐκ οἶδεν ὅτι ἁμαρτάνει; οὕτως καὶ ἄνευ γραφῶν οἱ ἄνθρωποι ἀπὸ τοῦ | |
105 | φυσικοῦ λογισμοῦ οὐκ οἴδασιν ὅτι θεός ἐστιν; ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ δύνανται εἰπεῖν· „οὐκ ᾔδειμεν ὅτι θεὸς εἶ“. λέγει γὰρ αὐτοῖς· „〈διὰ〉 τὰς γιγνομένας ἐκ τοῦ οὐρανοῦ βροντὰς καὶ ἀστραπὰς οὐκ ᾔδειτε, ὅτι ἐστὶ θεὸς διοικῶν τὴν κτίσιν;“ τί οὖν ἔκραζον οἱ δαίμονες; ‹σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. τί πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς;› καὶ ἔτι ἐν τοῖς μαρτυρίοις | 111 |
110 | λέγουσι· „καίεις με, καίεις με“. οὐκ ᾔδεισαν οὖν τὸ ξύλον τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ; ἡ παράβασις τοῦ Ἀδὰμ τὴν γνῶσιν ἔδωκεν. ἕκα‐ στος γὰρ ἄρχεται ἐπερωτᾶν ὡς „ἐν τίνι ἦν ὁ Ἀδὰμ καὶ τί ἔπραξεν;“ αὐτὸς γὰρ ὁ Ἀδὰμ τὴν γνῶσιν ἐδέξατο καλοῦ τε καὶ κακοῦ. λοιπὸν ἀκούομεν ἐκ τῶν γραφῶν, ὅτι ἐν τιμῇ καὶ ἐν καθαρότητι ἦν, καὶ παραβὰς | |
115 | τὴν ἐντολὴν ἐξεβλήθη τοῦ παραδείσου καὶ ὠργίσθη αὐτῷ ὁ θεός. λοιπὸν καὶ τὰ καλὰ αὐτοῦ μανθάνει καὶ τὰ κακὰ μαθὼν ἀσφαλίζεται ἑαυτόν, ἵνα μηκέτι ἁμαρτήσας ἐμπέσῃ εἰς κρίμα θανάτου. Γινώσκομεν δὲ ὅτι πᾶσα ἡ κτίσις τοῦ θεοῦ δι’ αὐτοῦ οἰκονομεῖται· αὐτὸς γὰρ ἐποίησεν οὐρανόν, γῆν, ζῷα, ἑρπετά, θηρία, ἃ βλέπομεν· | |
120 | τὸν δὲ ἀριθμὸν ἀγνοοῦμεν. τίς γὰρ ἀνθρώπων οἶδεν, εἰ μὴ μόνος ὁ θεὸς ὁ ὢν ἐν πᾶσι, καὶ τοῖς ἐμβρύοις δὲ τῶν ζῴων; οὐχὶ αὐτὸς ἐπίσταται τὰ ὄντα ὑποκάτω τῆς γῆς καὶ ἐπάνω τῶν οὐρανῶν; Παραλιπόντες οὖν ταῦτα μᾶλλον ζητήσωμεν ὡς καλοὶ ἔμποροι κληρονο‐ μίαν κτήσασθαι ἐπουράνιον καὶ τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν. μάθωμεν | |
125 | κτήσασθαι κτήματα ἅπερ συμπαραμένει ἡμῖν. ἐὰν γὰρ ἄρξῃ, ἄνθρωπος ὤν, ἐρευνᾶν τὸν λογισμὸν τοῦ θεοῦ καὶ λέγειν· „εὗρόν τι καὶ κατέλαβον“, εὑρεθήσεται ὁ ἀνθρώπινος νοῦς ὑπερβαίνων τὸν λογισμὸν τοῦ θεοῦ. ἐν τούτῳ δὲ πολὺ πλανᾷ, καὶ ὅσῳ θέλεις διὰ γνώσεως ἐρευνῆσαι καὶ εἰσελθεῖν, χωρεῖς εἰς βάθος καὶ οὐδὲν καταλαμβάνεις. αὐτὰς γὰρ τὰς | |
130 | ἐπισκέψεις τὰς γιγνομένας σοι τί ἐργάζεται καθ’ ἡμέραν ἔν σοι; καὶ πῶς ἄρρητά ἐστι καὶ ἀκατάληπτα! ἢ μόνον δέξασθαι μετὰ εὐχαριστίας καὶ πιστεύειν; τὴν γὰρ σὴν ψυχήν, ἐξ οὗ ἐγεννήθης καὶ ἕως ἄρτι, ἠδυνήθης γνωρίσαι; ἐπεὶ ἀπάγγειλόν μοι ἀπὸ πρωῒ καὶ ἕως ὀψὲ τοὺς βρύοντας ἐν σοὶ λογισμούς, εἰπέ μοι τὰς ἐνθυμήσεις τριῶν ἡμερῶν. ἀλλ’ οὐ δύνα‐ | 112 |
135 | σαι. εἰ οὖν τοὺς λογισμοὺς τῆς ψυχῆς σου καταλαβεῖν οὐκ ἠδυνήθης, τοὺς λογισμοὺς τοῦ θεοῦ καὶ τὸν νοῦν πῶς δύνασαι εὑρεῖν; Ἀλλὰ σὺ ὅσον εὑρίσκεις ἄρτον, φάγε καὶ ἄφες ὅλην τὴν γῆν, καὶ ἄπελθε εἰς τὸ χεῖλος τοῦ ποταμοῦ καὶ πίε ὅσον χρείαν ἔχεις, καὶ πάρελθε, καὶ μὴ ζητήσῃς πόθεν ἔρχεται ἢ πῶς ῥέει. σπούδασον θεραπευθῆναι | |
140 | τὸν πόδα ἢ τὸν πόνον τοῦ ὀφθαλμοῦ σου, ἵνα ἴδῃς τὸ φῶς τοῦ ἡλίου. μὴ ζητήσῃς δὲ πόσον ἔχει φῶς ὁ ἥλιος ἢ πόσον ἀνατέλλει. ζῷον ὃ προ‐ χωρεῖ σοι εἰς χρῆσιν, λάβε. καὶ τί ἀπέρχῃ εἰς ὄρη καὶ ζητεῖς, πόσοι ἐκεῖ νέμονται ὄναγροι ἢ θηρία; καὶ τὸ παιδίον ὅτε προσέρχεται τῷ μαζῷ τῆς μητρός, λαμβάνει τὸ γάλα καὶ τρέφεται, οὐκ οἶδε δὲ ἐρευνᾶν τὴν | |
145 | ῥίζαν ἢ τὴν πηγήν, πόθεν οὕτως ἐπιρρέει· θηλάζει γὰρ τὸ γάλα καὶ τὸν ὀρρὸν ὅλον ἀποκενοῖ· καὶ πάλιν ἄλλῃ ὥρᾳ μεστοῦται ὁ μαζός. τοῦτο οὔτε τὸ παιδίον οἶδεν οὔτε ἡ μήτηρ αὐτοῦ, εἰ καὶ τὰ μάλιστα ἀπὸ ὅλων τῶν μελῶν τῆς μητρὸς ἐξέρχεται τὸ γάλα. εἰ ζητεῖς οὖν τὸν κύριον εἰς βάθος, ἐκεῖ εὑρίσκεις αὐτόν. εἰ ζητεῖς εἰς ὕδωρ, ἐκεῖ εὑρίσκεις αὐτὸν | |
12(150) | ποιοῦντα σημεῖα. εἰ ζητεῖς αὐτὸν ἐν λάκκῳ, ἐκεῖ εὑρίσκεις αὐτὸν ἐν μέσῳ δύο λεόντων φυλάσσοντα τὸν δίκαιον Δανιήλ. εἰ ζητεῖς αὐτὸν εἰς πῦρ, ἐκεῖ εὑρίσκεις αὐτὸν βοηθοῦντα τοῖς δούλοις αὐτοῦ. εἰ ζητεῖς αὐτὸν ἐν ὄρει, ἐκεῖ εὑρίσκεις αὐτὸν μετὰ τοῦ Ἠλία καὶ Μωσέως. πανταχοῦ οὖν ἐστι, καὶ ὑποκάτω τῆς γῆς καὶ ὑπεράνω τῶν οὐρανῶν, εἴτε ἐν ἡμῖν· πανταχοῦ | |
155 | ἐστιν. οὕτως καὶ ἡ ψυχὴ ἐγγύς σοῦ ἐστι, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστιν· ὅπου γὰρ θέλεις εἰς μακρὰς πατρίδας, ἐκεῖ ἐστιν ὁ νοῦς σου· εἴτε ἐπὶ δυσμὰς εἴτε ἐπὶ ἀνατολὰς εἴτε εἰς τοὺς οὐρανούς, ἐκεῖ εὑρί‐ σκεται. Ζητήσωμεν οὖν προηγουμένως τὸν καυτῆρα τοῦ κυρίου καὶ τὴν | |
160 | σφραγῖδα ἐν ἑαυτοῖς ἔχειν. ὅτι ἐν τῷ καιρῷ τῆς κρίσεως, γινομένης τῆς ἀποτομίας τοῦ θεοῦ καὶ συναγομένων ὅλων τῶν φυλῶν τῆς γῆς ὅλου τοῦ Ἀδάμ, ὅταν καλέσῃ ὁ ποιμὴν τὴν ἰδίαν ποίμνην, ὅσοι ἔχουσι τὸν καυτῆρα, ἐπιγινώσκουσι τὸν ἴδιον ποιμένα, καὶ ὁ ποιμὴν τοὺς ἔχοντας τὴν ἰδίαν σφραγῖδα γνωρίζει καὶ ἐπισυνάγει ἀπὸ πάντων τῶν ἐθνῶν. | 113 |
165 | τῆς φωνῆς γὰρ αὐτοῦ ἀκούουσιν οἱ ἴδιοι καὶ ὑπάγουσιν ὀπίσω αὐτοῦ. εἰς δύο γὰρ μέρη ἵσταται ὁ κόσμος, καὶ γίνεται μία ποίμνη σκοτεινὴ ἡ χωροῦσα εἰς πῦρ αἰώνιον, καὶ μία πλήρης φωτὸς ἡ πρὸς τὴν οὐρά‐ νιον λῆξιν ἀναγομένη. αὐτὸ οὖν ὃ νῦν κτώμεθα ἐν ταῖς ψυχαῖς, αὐτὸ ἐκεῖνο λάμπει καὶ φανεροῦται καὶ τὰ σώματα ἐνδύει δόξαν. ὥσπερ | |
170 | ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνὸς αἱ ῥίζαι κεχωσμέναι ἐν τῇ γῇ τοὺς ἰδίους καρποὺς καὶ τὰ ἴδια ἄνθη καὶ κάλλη ἐκβλαστάνουσι καὶ καρπο‐ φοροῦσι, καὶ φανεροῦνται αἱ καλαὶ ῥίζαι καὶ αἱ τὰς ἀκάνθας ἔχουσαι φανεραὶ γίνονται, —οὕτως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἕκαστος διὰ τοῦ ἰδίου σώματος ἅπερ ἔπραξεν, ἐμφανίζει, καὶ φανεροῦται τά τε καλὰ καὶ τὰ | |
175 | κακά. ἐκεῖ γάρ ἐστι πᾶσα ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις. ἔστι γὰρ ἄλλη τροφὴ παρὰ ταύτην τὴν φαινομένην καὶ ἔστιν ἄλλη τράπεζα ἐπουράνιος παρὰ τὴν φαινομένην. καὶ γὰρ Μωϋσῆς ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, ἡμέρας τεσσαράκοντα ἐνήστευσεν· ἀνῆλθεν ἄνθρωπος, κατῆλθε θεὸν ἔχων. καὶ ἴδε, βλέπομεν ἐν ἡμῖν, ὅτι ἐν ὀλίγαις ἡμέραις, ἐὰν μὴ ὑποστηριχθῇ τὸ | |
180 | σῶμα βρώμασι, φθείρεται. καὶ αὐτὸς ἐν τεσσαράκοντα ἡμέραις νηστεύ‐ σας πλεῖον ὅλων ἐνδυναμώτερος κατῆλθεν· ἐτρέφετο γὰρ ὑπὸ θεοῦ καὶ ᾠκονομεῖτο αὐτοῦ τὸ σῶμα ἄλλῃ τροφῇ ἐπουρανίῳ· ὁ γὰρ λόγος τοῦ θεοῦ τροφὴ αὐτῷ ἐγίγνετο καὶ εἶχε δόξαν εἰς τὸ πρόσωπον. τὸ γενό‐ μενον τύπος ἦν. ἐκείνη γὰρ ἡ δόξα νῦν ἔσωθεν εἰς τὰς καρδίας τῶν | |
185 | Χριστιανῶν λάμπει· ἀνιστάμενα γὰρ τὰ σώματα ἐν τῇ ἀναστάσει ἄλλῳ ἐνδύματι θεϊκῷ σκεπάζεται καὶ βρώσει ἐπουρανίῳ τρέφεται. Ἐρώτησις: τί ἐστι ‹γυνὴ ἀκατακαλύπτῳ κεφαλῇ προσευχομένη›; Ἀπόκρισις: ἐπειδὴ ἐν τῷ καιρῷ τῶν ἀποστόλων ἀφιεμένας εἶχον | |
τὰς τρίχας ἀντὶ σκεπάσματος, διὰ τοῦτο ὁ κύριος καὶ οἱ ἀπόστολοι ἦλθον | 114 | |
190 | εἰς τὴν κτίσιν καὶ ἐσωφρόνισαν αὐτήν. πλὴν ἡ γυνὴ κεῖται εἰς τύπον τῆς ἐκκλησίας. καὶ ὥσπερ εἰς τὸ φαινόμενον ἐν ἐκείνῳ τῷ καιρῷ ἐκεῖναι εἶχον ἐξηπλωμένας τὰς τρίχας ἀντὶ σκεπάσματος, οὕτω καὶ ἡ ἐκκλησία τὰ τέκνα αὐτῆς ἐνδύει καὶ περιβάλλει ἐνδύμασι θεϊκοῖς καὶ δεδοξασμένοις. καὶ εἰς τὸ παλαιὸν δὲ τῆς ἐκκλησίας Ἰσραὴλ μία ἦν ἡ συναγωγὴ καὶ | |
195 | ἐσκέπετο ὑπὸ τοῦ πνεύματος, καὶ ἦσαν ἀντὶ δόξης περιβεβλημένοι τὸ | |
πνεῦμα, εἰ καὶ αὐτοὶ οὐκ ἐστοίχησαν. ἐκκλησία οὖν λέγεται καὶ ἐπὶ πολλῶν καὶ ἐπὶ μιᾶς ψυχῆς. αὐτὴ γὰρ ἡ ψυχὴ συνάγει ὅλους τοὺς λογισμοὺς καὶ ἔστιν ἐκκλησία τῷ θεῷ· ἡρμόσθη γὰρ εἰς κοινωνίαν ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ καὶ κιρνᾶται τῷ ἐπουρανίῳ. τοῦτο δὲ | 115 | |
12(200) | καὶ ἐπὶ πολλῶν νοεῖται καὶ ἐπὶ ἑνός. καὶ γὰρ ὁ προφήτης λέγει περὶ τοῦ Ἰσραήλ· ‹εὗρόν σε ἔρημον καὶ γυμνὴν καὶ ἐνέδυσά σε› καὶ τὰ ἑξῆς, ὡς ἐπὶ ἑνὸς προσώπου εἶπεν. Ἐρώτησις: τί ἐστιν ὃ ἡ Μάρθα εἶπε τῷ κυρίῳ περὶ τῆς Μαρίας ὅτι „ἐγὼ κάμνω εἰς πολλὰ καὶ αὕτη παρακαθέζεταί σοι“; | |
205 | Ἀπόκρισις: ὃ ὤφειλεν εἰπεῖν ἡ Μαρία τῇ Μάρθᾳ, ὁ κύριος προλαβὼν εἶπεν αὐτῇ, ὅτι πάντα ἀφῆκεν ἐκείνη καὶ παρὰ τοὺς πόδας ἐκάθητο τοῦ κυρίου καὶ τὸν θεὸν εὐλόγει ὅλην τὴν ἡμέραν. ὁρᾷς προσεδρείαν ὑπὲρ ἀγάπης; ἵνα δὲ σαφέστερον ὁ λόγος τοῦ θεοῦ φωτισθῇ, ἄκουσον. εἴ τις ἀγαπᾷ τὸν Ἰησοῦν καὶ προσέχει αὐτῷ ὀρθῶς, καὶ οὐχ ἁπλῶς προσέχει, | |
210 | ἀλλὰ καὶ παραμένει ἐν τῇ ἀγάπῃ, ἤδη καὶ ὁ θεὸς λογίζεται ἀντὶ τῆς ἀγάπης ἐκείνης δοῦναί τι ἐκείνῃ τῇ ψυχῇ, εἰ καὶ ὁ ἄνθρωπος οὐκ οἶδε, τί μέλλει λαμβάνειν ἢ ποῖον μέρος μέλλει ὁ θεὸς διδόναι τῇ ψυχῇ. καὶ τῇ Μαρίᾳ γὰρ ἀγαπώσῃ αὐτὸν καὶ παρακαθεζομένῃ παρὰ τοὺς πόδας αὐτοῦ οὐχ ἁπλῶς προσετέθη, ἀλλὰ δύναμίν τινα κρυφιμαίαν ἐκ τῆς | |
215 | αὐτοῦ οὐσίας ἔδωκεν αὐτῇ. αὐτοὶ γὰρ οἱ λόγοι, οὓς ἐλάλει ὁ θεὸς μετὰ εἰρήνης τῇ Μαρίᾳ, πνεῦμα ἦσαν καὶ δύναμίς τις· καὶ οὗτοι οἱ λόγοι εἰσερχόμενοι εἰς τὴν καρδίαν ἐγίγνοντο ψυχὴ εἰς ψυχὴν καὶ πνεῦμα εἰς πνεῦμα, καὶ δύναμις θεϊκὴ ἐπληροῦτο εἰς τὴν καρδίαν αὐτῆς. ἐξ ἀνάγκης γὰρ ἐκείνη ἡ δύναμις ὅπου καταλύσει, παραμόνως γίγνεται ὡς κτῆμα | 116 |
220 | ἀναφαίρετον. διὰ τοῦτο ὁ κύριος εἰδὼς τί ἔδωκεν αὐτῇ, εἶπε· ‹Μαρία τὴν καλὴν μερίδα ἐξελέξατο›. μετὰ δὲ καιρὸν ἐκεῖνα ἃ ἐποίει προθύμως περὶ τὴν διακονίαν ἡ Μάρθα, ἤνεγκεν αὐτὴν εἰς τὸ χάρισμα ἐκεῖνο· καὶ αὐτὴ γὰρ ἐδέξατο δύναμιν θεϊκὴν ἐν τῇ ψυχῇ αὐτῆς. Καὶ τί θαυμαστόν, εἰ οἱ προσερχόμενοι τῷ κυρίῳ καὶ προσκολλώμενοι | |
225 | σωματικῶς ἐλάμβανον δύναμιν, ὁπότε οἱ ἀπόστολοι ἐλάλουν λόγον καὶ ἔπιπτεν ἐπὶ τοὺς πιστεύοντας τὸ πνεῦμα τὸ ἅγιον; ὁ Κορνήλιος ἐκ τοῦ λόγου οὗ ἤκουσεν, ἔλαβε δύναμιν. πόσῳ μᾶλλον ὁ κύριος, ὅτε ἐλάλει λόγον τῇ Μαρίᾳ ἢ τῷ Ζακχαίῳ ἢ τῇ ἁμαρτωλῷ, ἥτις λύσασα τὰς τρίχας ἀπέμασσε τοὺς πόδας τοῦ κυρίου, ἢ τῇ Σαμαρείτιδι ἢ τῷ | |
230 | λῃστῇ, ἐγίγνετο δύναμις, καὶ συνεκεράσθη ταῖς ψυχαῖς αὐτῶν τὸ πνεῦμα τὸ ἅγιον. καὶ νῦν οἱ ἀγαπῶντες τὸν θεὸν καὶ καταλιμπάνοντες πάντα καὶ τῇ εὐχῇ προσκαρτεροῦντες διδάσκονται ἐν κρυπτῷ, ἃ οὐκ οἴδασιν. αὐτὴ γὰρ ἡ ἀλήθεια κατὰ τὴν προαίρεσιν αὐτῶν φανεροῦται αὐτοῖς καὶ διδάσκει αὐτοὺς ὅτι ‹ἐγώ εἰμι ἡ ἀλήθεια›. | 117 |
235 | Καὶ αὐτοὶ γὰρ οἱ ἀπόστολοι πρὸ τοῦ σταυροῦ παραμένοντες τῷ κυρίῳ ἔβλεπον σημεῖα μεγάλα, ὅπως τε λεπροὶ ἐκαθαρίζοντο καὶ νεκροὶ ἠγείροντο, οὐκ ᾔδεισαν δὲ πῶς ἀναστρέφεται θεία δύναμις καὶ διακονεῖ ἐν καρδίᾳ, καὶ ὅτι ἔμελλον πνευματικῶς ἀναγεννᾶσθαι καὶ συγκιρνᾶσθαι | |
τῇ ἐπουρανίῳ ψυχῇ καὶ γίγνεσθαι καινὴ κτίσις. ἀλλὰ διὰ τὰ σημεῖα | 118 | |
240 | ἃ ἐποίει, ἠγάπων τὸν κύριον. λοιπὸν ὁ κύριος ἔλεγεν αὐτοῖς· „τί θαυμά‐ ζετε τὰ σημεῖα; κληρονομίαν μεγάλην δίδωμι ὑμῖν, ἣν οὐκ ἔχει ὅλος ὁ κόσμοσ“. λοιπὸν αὐτοὶ ἐξενίζοντο εἰς τοὺς λόγους αὐτοῦ, ἕως ὅτου ἀνέστη ἐκ νεκρῶν καὶ ἀνήνεγκε τὸ σῶμα ὑπὲρ ἡμῶν ὑπεράνω τῶν οὐρανῶν· καὶ τότε εἰσῆλθε καὶ συνεκεράσθη ἐν ταῖς ψυχαῖς αὐτῶν | |
245 | τὸ πνεῦμα τὸ παράκλητον. καὶ αὐτὴ ἡ ἀλήθεια φανεροῖ ἑαυτὴν εἰς τὰς ψυχὰς τὰς πιστάς, καὶ ἔρχεται ὁ ἐπουράνιος ἄνθρωπος μετὰ τοῦ ἀν‐ θρώπου σου καὶ γίγνεται εἰς μίαν κοινωνίαν. ὅσοι οὖν εἰσιν εἰς διακονίαν καὶ προθύμως πάντα ποιοῦσι διὰ ζῆλον καὶ ἀγάπην θεοῦ, αὐτὸ ἐκεῖνο μετὰ καιρόν τινα φέρει αὐτοὺς εἰς γνῶσιν αὐτῆς τῆς ἀληθείας· ὁ γὰρ | |
12(250) | κύριος φανεροῦται ταῖς ψυχαῖς αὐτῶν καὶ διδάσκει αὐτοὺς τὴν ἀναστρο‐ φὴν τοῦ ἁγίου πνεύματος. δόξα καὶ προσκύνησις τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
13(1t) | ΟΜΙΛΙΑ ΙΓ. | |
2 | Πάντα τὰ φαινόμενα ἔκτισεν ὁ θεὸς καὶ ἔδωκε τοῖς ἀνθρώποις εἰς ἀνάπαυσιν καὶ τρυφήν, καὶ νόμον δικαιοσύνης ἔδωκεν αὐτοῖς. ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας ἄλλον καρπὸν ζητεῖ ὁ θεὸς καὶ ἄλλην δι‐ | |
5 | καιοσύνην, τὴν καθαρότητα τῆς καρδίας, συνείδησιν ἀγαθήν, λόγους χρηστούς, ἐνθυμήσεις σεμνὰς καὶ ἀγαθὰς καὶ πάντα τὰ τῶν ἁγίων κατορθώματα. λέγει γὰρ ὁ κύριος· ‹ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δι‐ καιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν τῷ νόμῳ γέγραπται· μὴ πορνεύσῃς. | |
10 | ἐγὼ δὲ λέγω ὑμῖν, μήτε ἐπιθυμήσῃς μήτε ὀργισθῇσ›. χρὴ γὰρ τὸν βουλό‐ | |
μενον φίλον καὶ ἀδελφὸν καὶ υἱὸν Χριστοῦ γενέσθαι περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ποιεῖν, τουτέστιν αὐτὴν τὴν καρδίαν, αὐτὸν τὸν νοῦν ἀφιεροῦν καὶ τοὺς λογισμοὺς ἀνατείνειν πρὸς τὸν θεόν. καὶ οὕτως ὁ θεὸς δίδωσι κρυπτῶς ζωὴν καὶ βοήθειαν εἰς τὴν καρ‐ | 119 | |
15 | δίαν καὶ ἑαυτὸν ἐμπιστεύει αὐτῇ. ὅτε γὰρ τὰ κρυπτά, τουτέστι τὸν νοῦν καὶ τοὺς λογισμούς, δίδωσι τῷ θεῷ μὴ ἀσχολούμενος μήτε ῥεμ‐ βόμενος ἀλλαχοῦ, ἀλλ’ ἑαυτὸν βιαζόμενος, τότε ὁ κύριος μυστηρίων ἀξιοῖ τοῦτον ἐν ἁγιότητι καὶ καθαρότητι πλείονι, καὶ τροφὴν ἐπουρά‐ νιον δίδωσιν αὐτῷ καὶ πόμα πνευματικόν. | |
20 | Ὥσπερ ἐὰν ᾖ τις κεκτημένος πολλὴν περιουσίαν καὶ δούλους καὶ τέκνα, ἄλλην τροφὴν δίδωσι τοῖς δούλοις καὶ ἄλλην τοῖς ἰδίοις τέκνοις τοῖς ἐκ τοῦ σπέρματος γεγεννημένοις (ἐπειδὴ τὰ τέκνα κληρονομοῦσι τὸν πατέρα καὶ μετ’ αὐτοῦ ἐσθίουσιν, ἀφωμοιωμένα τῷ πατρὶ αὐτῶν), — οὕτως καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς δεσπότης πάντα αὐτὸς ἔκτισε καὶ τρέφει | |
25 | τοὺς πονηροὺς καὶ ἀχαρίστους, τὰ δὲ τέκνα, ἃ ἐγέννησεν ἐκ τοῦ σπέρ‐ ματος αὐτοῦ καὶ οἷς μετέδωκεν ἐκ τῆς χάριτος αὐτοῦ, ἐν οἷς ἐμορφώθη ὁ κύριος, ἰδίαν ἀνάπαυσιν καὶ τροφὴν καὶ βρῶσιν καὶ πόσιν παρὰ τοὺς | |
λοιποὺς ἀνθρώπους ἐκτρέφει καὶ δίδωσιν αὐτοῖς ἀναστρεφομένοις μετὰ τοῦ πατρὸς αὐτῶν Ἰησοῦ, ὥς φησιν ὁ κύριος· «ὁ τρώγων μου τὴν σάρκα | 120 | |
30 | καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ», καὶ «θάνατον οὐ μὴ θεωρήσῃ». οἱ γὰρ ἔχοντες τὴν ἀληθινὴν κληρονομίαν ὡς υἱοὶ ἐκ πατρὸς ἐπουρανίου γεγεννημένοι εἰσὶ καὶ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῶν διάγουσιν, ὥς φησιν ὁ κύριος· ‹ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα›. εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα ἐκ τοῦ πα‐ | |
35 | τρὸς τοῦ ἐπουρανίου γεννηθῆναι, περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώ‐ πους ὀφείλομεν ποιεῖν, σπουδήν, ἀγῶνα, ζῆλον, ἀγάπην, πολιτείαν ἀγαθήν, ἐν πίστει καὶ φόβῳ εἶναι, ὡς βουλόμενοι τυχεῖν τηλικούτων ἀγαθῶν καὶ θεὸν κληρονομῆσαι· ‹κύριος γὰρ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου›. καὶ οὕτως βλέπων ὁ κύριος τὴν ἀγαθὴν προαίρεσιν | |
40 | καὶ τὴν ὑπομονὴν ποιεῖ τὸ ἔλεος αὐτοῦ, καὶ καθαρίσας ἡμᾶς ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας καὶ τοῦ πυρὸς τοῦ αἰωνίου τοῦ ὄντος ἐν ἡμῖν ἀξίους τῆς βασιλείας καθίστησιν ἡμᾶς. δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ | |
γενομένῃ εὐδοκίᾳ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἀμήν. | 121 | |
14(1t) | ΟΜΙΛΙΑ ΙΔ. | |
2 | Πάντα τὰ ἐν τῷ κόσμῳ φαινόμενα ἔργα ἐπ’ ἐλπίδι γίγνεται εἰς τὸ μεταλαβεῖν τῶν καμάτων, καὶ εἰ μή τις ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσει τῶν πόνων, οὐδὲν ὠφελεῖται. καὶ γὰρ ὁ γεωργὸς σπείρει ἐπ’ ἐλπίδι | |
5 | καρπῶν καὶ καμάτους ὑποφέρει διὰ τὴν προσδοκίαν (‹ἐπ’ ἐλπίδι› φησὶν ‹ὁ ἀροτριῶν ἀροτριᾷ›) καὶ ὁ λαμβάνων γυναῖκα ἐπ’ ἐλπίδι τοῦ ἔχειν κληρονόμους καὶ ὁ ἔμπορος δίδωσιν ἑαυτὸν εἰς θάλασσαν καὶ θάνατον ἕτοιμον διὰ τὸ κέρδος. οὕτως καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπ’ ἐλπίδι τοῦ φωτισθῆναι τοὺς ὀφθαλμοὺς τῆς καρδίας δίδωσί τις ἑαυτόν, ἀναχω‐ | |
10 | ρῶν τῶν βιωτικῶν πραγμάτων καὶ σχολάζων ἐν εὐχαῖς καὶ δεήσεσι, προσδεχόμενος τὸν κύριον, πότε ἐλθὼν ἐμφανίσει αὐτῷ ἑαυτὸν καὶ καθαρίσει αὐτὸν ἐκ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας. οὐκ ἐπελπίζει δὲ ἐπὶ τοῖς καμάτοις αὐτοῦ καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζο‐ μένων, ἕως οὗ ἐλθὼν ὁ κύριος οἰκήσῃ ἐν αὐτῷ ἐν πάσῃ αἰσθήσει καὶ | |
15 | ἐνεργείᾳ πνεύματος. καὶ ὅταν γεύσηται τῆς χρηστότητος τοῦ κυρίου καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσῃ καὶ περιαιρεθῇ τὸ κάλυμμα | |
τοῦ σκότους καὶ τὸ φῶς τοῦ Χριστοῦ ἐλλάμψῃ καὶ ἐνεργήσῃ ἐν χαρᾷ ἀνεκλαλήτῳ, τότε πληροφορεῖται ἔχων μεθ’ ἑαυτοῦ τὸν κύριον ἐν πολλῇ στοργῇ. ὥσπερ ἐκεῖ ὁ ἔμπορος κερδήσας χαίρει, ἀγῶνα δὲ ἔχει καὶ | 122 | |
20 | φόβον τὸν ἀπὸ τῶν λῃστῶν καὶ τῶν πνευμάτων τῆς πονηρίας, μήπως χαυνωθεὶς ἀπολέσῃ τὸν κάματον, ἕως οὗ καταξιωθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ ἄνω Ἱερουσαλήμ. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, ἵνα ἀποδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσῃ τὸν ἐπουράνιον Χριστὸν ἀπὸ τοῦ νῦν, ὅπως ἐν | |
25 | ἀγαλλιάσει τοῦ πνεύματος γενόμενοι καὶ οὕτως ὑπ’ αὐτοῦ ὁδηγούμενοι ἐν πολλῇ γαλήνῃ ἐσόμεθα. φησὶ γὰρ ὁ κύριος, πληρῶσαι ἡμᾶς τῆς | |
γεύσεως τῆς βασιλείας βουλόμενος· «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». καίτοι γε διὰ τῶν ἀποστόλων πολλοὺς οἶδε φωτίζειν· κτίσματα γὰρ ὄντες τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ | 123 | |
30 | νοήματα νενεκρωμένα καὶ διεφθαρμένα διὰ τῆς καλῆς αὐτῶν ἀναστροφῆς καὶ διδασκαλίας ἀνεζωοποίουν καὶ ἀνήγειρον. κτίσμα γὰρ ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, ὥσπερ τὰ σπέρματα τοῦ σίτου ἢ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα· ὁ ὑετός τε καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα. Ὥσπερ δέ ἐστι φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ | |
35 | οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου μόνον φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι ἦσαν ἐκλάμ‐ ποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τοῦ κόσμου. Ἔστιν οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, | |
ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ | 124 | |
40 | γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά· καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνά‐ παυσιν. οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπερι‐ πατοῦσι καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα | |
45 | τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευ‐ μάτων. καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινὴ ψηλαφᾶται ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς. τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ | |
14(50) | ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ τῆς θεότητος. Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει· „ἔστιν ὄρη πύρινα“ (ὅτι ἐκεῖ πῦρ | |
ἐστι), καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων· λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμ‐ | 125 | |
55 | πουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται· καὶ τὰ ἐν‐ δύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα, —οὕτως καὶ οἱ Χριστιανοὶ | |
60 | τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει καὶ πλύνει καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ καὶ ζωή. εἰ δὲ ἐκεῖθεν ἐξέλ‐ θωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν | |
65 | ὑδάτων· ὥσπερ τὰ τετράποδα ζῷα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευ‐ τῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ συμπνίγεται καὶ ἀπόλλυται· καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, | |
70 | κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ διαφθείρεται. ἡμεῖς δὲ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ. ἀμήν. | |
15(1t) | ΟΜΙΛΙΑ ΙΕ. | |
2 | Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον | |
5 | αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆς ὑπαρχόντων. ἐὰν δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον πράξῃ καὶ μὴ ἁρμοζόντως ἀναστρέφηται ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς, τότε μετὰ | 126 |
10 | ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται, τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς θεῖσα, καθάπερ καὶ ἐν τῷ νόμῳ Μωσέως αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ αὐτῆς ἀνδρί. καὶ τότε λοιπὸν ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου ἐξέπεσε καὶ οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμασθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς. οὕτως καὶ | |
15 | ψυχή, ἣν ἂν μνηστεύσηται νύμφην ὁ ἐπουράνιος νυμφίος Χριστὸς πρὸς τὴν ἑαυτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν, καὶ γεύσηται ἐπουρανίου πλούτου, ἐν πολλῇ σπουδῇ γνησίως ἀρέσκειν ὀφείλει τῷ αὐτῆς μνη‐ στῆρι Χριστῷ καὶ τὴν τοῦ πνεύματος διακονίαν, ἣν ἐμπεπίστευται, δεόντως καὶ ἁρμοζόντως ἐκπληροῦν τῷ ἀρέσκειν τῷ θεῷ ἐν πᾶσι καὶ τὸ | |
20 | πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ τὴν καλὴν πρὸς αὐτὸν σωφροσύνην καὶ ἀγάπην προσηκόντως τηρεῖν καὶ ἐν τῷ οἴκῳ τοῦ ἐπουρανίου βασιλέως καλῶς ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ τῆς δοθείσης χάριτος. ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ κυρίου ἀγαθῶν δέσποινα καθίσταται, αὐτὸ τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ σῶμα αὐτῆς τυγχάνει. εἰ δὲ σφαλῇ | |
25 | τι καὶ παρὰ τὸ δέον πράξει ἐν τῇ διακονίᾳ αὐτῆς καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἐξακολουθεῖ οὔτε συνεργὸς τῆς συνούσης τοῦ πνεύματος χάριτος γίγνεται, τότε μετὰ ὕβρεως ἀπρεπῶς ἀτιμάζεται καὶ ἀφορίζεται τῆς ζωῆς, ὡς ἀχρεία γενομένη καὶ ἀνεπιτή‐ δειος τῇ κοινωνίᾳ τοῦ ἐπουρανίου βασιλέως. | |
30 | Καὶ λοιπὸν ἐπ’ ἐκείνῃ τῇ ψυχῇ λύπη καὶ ὀδύνη καὶ κλαυθμὸς πᾶσιν | |
ἁγίοις καὶ νοεροῖς πνεύμασι γίγνεται· ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται, μάρτυρες κλαίουσιν ἐπ’ αὐτῇ. ὥσπερ γὰρ χαρὰ γίνεται ἐν οὐρανῷ, ὡς ὁ κύριος εἶπεν, «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», οὕτως λύπη πολλὴ καὶ κλαυθμὸς ἐν τῷ οὐρανῷ γίγνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπι‐ | 127 | |
35 | πτούσῃ τῆς αἰωνίου ζωῆς. καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ, μετὰ μελῳδιῶν καὶ θρήνου καὶ κοπετοῦ ἐκκομίζεται τοῦ βίου ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ προσγενῶν καὶ φίλων καὶ γνωρίμων, οὕτως καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ πάντες οἱ ἅγιοι πενθοῦσι μετὰ θρήνων καὶ μελῳδιῶν. | |
40 | Καὶ γὰρ ἀλλαχοῦ τοῦτο ἡ γραφὴ αἰνίττεται λέγουσα· ‹πέπτωκε πίτυς, πενθεῖτε κέδροι›. ὥσπερ γὰρ ὁ Ἰσραὴλ ὅτε ἐδόκει εὐαρεστεῖν τῷ δεσπότῃ (εἰ καὶ μηδέποτε ὃν δεῖ τρόπον εὐηρέστησε), στῦλον νεφέλης εἶχεν ἐπισκιάζοντα καὶ στῦλον πυρὸς καταυγάζοντα, θάλασσαν ἑώρα σχιζομένην ἔμπροσθεν αὐτοῦ, ὕδωρ ἐκ πέτρας διαυγὲς ἐξερχόμενον. | |
45 | ἐπὰν δὲ ἐστρέφετο ὁ νοῦς αὐτῶν καὶ ἡ προαίρεσις ἀπὸ τοῦ θεοῦ, τότε ὄφεσι παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν, ἐν αἰχμαλωσίαις δειναῖς ἀπαγόμενοι καὶ δουλείαις πικραῖς ἐξεταζόμενοι. τὸ αὐτὸ πάντως καὶ | |
ἐπὶ τῶν ψυχῶν ἡμῶν γίνεται. τοῦτο δὲ καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα περὶ τῆς τοιαύτης ψυχῆς ὡς περὶ Ἱερου‐ | 128 | |
15(50) | σαλὴμ ἔλεγεν· ‹εὗρόν σε› φησὶν ‹ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔλουσά σε ἐκ τοῦ ὕδατος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα καὶ ψέλλια περιέ‐ θηκα ἐν ταῖς χερσί σου καὶ μανιάκια περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου, καὶ ἐγένου μοι ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι. σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ εἰς ὕστερον ἐπελάθου τῶν εὐεργεσιῶν μου | |
55 | καὶ ἐπορεύθης ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν αἰσχύνῃ›. οὕ‐ τως καὶ ψυχῇ τῇ διὰ τῆς χάριτος ἐπιγινωσκούσῃ τὸν θεὸν τὸ πνεῦμα παραινεῖ, ἥτις καθαρισθεῖσα ἀπὸ τῶν προτέρων ἁμαρτιῶν καὶ τοῖς τοῦ ἁγίου πνεύματος κοσμίοις κοσμηθεῖσα καὶ μεταλαβοῦσα θείας καὶ ἐπουρανίου τροφῆς, μὴ δεόντως δὲ ἐν πολλῇ γνώσει ἀναστρεφομένη | |
60 | καὶ ἁρμοζόντως μὴ τηροῦσα τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ εὔνοιαν καὶ ἀγάπην ἀπορρίπτεται καὶ ἐκβάλλεται τῆς ζωῆς, ἧς ποτε μέτοχος γέγονε. δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν ἐχόντων τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, καὶ κατὰ τῶν τὸν θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται | |
65 | καταρράξαι. ἀγωνιστέον τοίνυν καὶ παραφυλακτέον ἡμᾶς πάσῃ συν‐ έσει ‹μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι›, καθὼς γέγραπται. ὅσοι οὖν μέτοχοι τοῦ πνεύματος Χριστοῦ γεγόνατε, ἐν μηδενὶ πράγματι, μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ, καταφρονητικῶς διατεθῆτε καὶ τὴν χάριν τοῦ πνεύματος μὴ ἐνυβρίσητε, ἵνα μὴ τῆς ζωῆς | |
70 | ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε. Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ λέξω. ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι, τὰ σκεύη τῆς ὑπηρεσίας ἐκ τῶν τοῦ βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς τοῦ βασι‐ λέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· λοιπὸν ὧδε πολλῆς συνέσεως καὶ δια‐ | |
75 | κρίσεως χρεία, ἵνα μή τι παρὰ τὸ δέον διακονήσῃ, ἄλλα ἀντὶ ἄλλων ἐδέ‐ σματα εἰσαγαγὼν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ κατὰ ἀκολουθίαν τὰ πρῶτα καὶ τὰ ἔσχατα παραθῇ σιτία· εἰ δὲ κατὰ ἄγνοιαν καὶ ἀδιακρισίαν μὴ διακονήσει τῷ βασιλεῖ καθεξῆς, κινδύνου καὶ θανάτου ἔνοχος τυγχάνει, — οὕτως καὶ ψυχὴ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονοῦσα τῷ θεῷ πολλῆς | |
80 | διακρίσεως καὶ γνώσεως χρῄζει, ὅπως μή τι σφαλῇ ἐν τοῖς τοῦ θεοῦ σκεύεσιν, ἤγουν τῇ τοῦ πνεύματος διακονίᾳ, τὴν ἰδίαν προαίρεσιν μὴ συμφωνοῦσαν τῇ χάριτι ἔχουσα. ἔστι γὰρ ἐν τῇ τοῦ πνεύματος δια‐ κονίᾳ κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένῃ καὶ ἐν τοῖς ἰδίοις | |
σκεύεσι, τουτέστι τῷ πνεύματι αὐτοῦ, διακονεῖσθαι τὸν κύριον ὑπὸ | 129 | |
85 | τῆς ψυχῆς. ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν, τουτέστι τῆς χάριτος, ἀδύνατόν τινα τῷ θεῷ διακονῆσαι, τουτέστιν εὐαρεστῆσαι εἰς πάντα τὰ τοῦ θεοῦ θελήματα. καὶ ὅτε λάβῃ τὴν χάριν, καὶ τότε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσιν αὐτῇ ζητούσῃ παρὰ θεοῦ, ὅπως εὐαρέστως αὐτῷ διακονήσῃ ἐν τῷ πνεύματι ᾧ λαμβάνει, | |
90 | καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ τῆς κακίας καὶ σφαλῇ ὑπὸ ἀγνοίας καὶ ἀφοβίας καὶ ἀμελείας παρατραπεῖσα, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ δια‐ πραξαμένη θελήματος. ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ἔσται ψυχῇ, ὃ καὶ ὁ θεῖός φησιν ἀπόστολος· «μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». ὁρᾷς, ἀπόστολος ὢν τοῦ θεοῦ οἷον εἶχε φόβον. | |
95 | παρακαλέσωμεν τοίνυν τὸν θεόν, ὅπως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα διακονήσωμεν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ ἐτύχομεν, καὶ μὴ τῇ καταφρονητικῇ συζῶμεν ἐννοίᾳ, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ θέλημα αὐτοῦ λατρεύσαντες αὐτῷ τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. | |
15(100) | Ἀσθένειαν περίκειταί τις, καὶ συμβαίνει τινὰ μέλη ἔχειν αὐτὸν ὑγιῆ, ὀφθαλμὸν ἴσως ὄψεως ἤ τι ἕτερον, ἀλλὰ τὰ λοιπὰ μέλη ἠφάνισται· ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισται. οὕτως ἐστὶ καὶ εἰς τὸ πνευ‐ ματικόν· εἰκός τινα ἔχειν ὑγιῆ μέλη τοῦ πνεύματος τρία, ἀλλ’ οὐ παρὰ τοῦτο τέλειός ἐστιν. ὁρᾷς πόσοι βαθμοί εἰσι καὶ μέτρα τοῦ πνεύματος, | |
105 | πῶς κατὰ μέρος διϋλίζεται καὶ λεπτύνεται τὸ κακὸν καὶ οὐχ ἅπαξ. ὅλη | |
ἡ πρόνοια καὶ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονο‐ μεῖν οἱ ἐκλεκτοί, γεγόνασι, διὰ τὸ τὴν εἰρηνικὴν καὶ καθ’ ὁμόνοιαν συστῆναι βασιλείαν. | 130 | |
110 | Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ εἰς πάντα ἀγωνίζεσθαι καὶ μήτε κρίνειν ὅλως τινά, μὴ πόρνην προεστῶσαν, μὴ ἁμαρτωλοὺς ἢ ἀτάκτους, ἀλλ’ ἁπλῇ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾶν, ἵν’ ὑπάρχῃ τοῦτό τινι ὡς φυσικὸν καὶ πηκτόν, μηδένα ἐξουδενεῖν μήτε ἀνακρίνειν ἢ βδελύσσεσθαι ἢ ἔχειν αὐτοὺς ἐν διακρίσει. μονόφθαλμον ἐὰν ἴδῃς, μὴ | |
115 | διακριθῇς ἐν τῇ καρδίᾳ σου, ἀλλ’ ὡς ὑγιεῖ αὐτῷ πρόσχες· τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς μὴ 〈κεκυλλωμένον〉. ἴδε τὸν χωλὸν ὡς ὀρθόν, τὸν παραλυτικὸν ὡς ὑγιαίνοντα. αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα ἰδὼν τοὺς ἁμαρτωλοὺς ἢ ἀσθενεῖς συμπαθήσῃς καὶ σπλαγχνισθῇς ἐπ’ αὐτοῖς. συμβαίνει γὰρ καὶ ἁγίους κυρίου καθέζεσθαι εἰς θέατρα καὶ | |
120 | βλέπειν τὴν ἀπάτην τοῦ κόσμου· αὐτοὶ δὲ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ καὶ κατὰ τὸν ἔξω ἄνθρωπον φαίνονται τοῖς ἀνθρώποις ὡς θεωροῦντες τὰ ἐν τῷ κόσμῳ γινόμενα. Ἄλλην οὖν ἔχουσιν οἱ κοσμικοὶ ἐνέργειαν ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ γήϊνα. οἱ δὲ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, | 131 |
125 | ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ θεοῦ κοινω‐ νεῖ ταῖς ψυχαῖς αὐτῶν, καὶ καταπατοῦσι τὸν ἀντικείμενον. γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος»· οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται. πάλιν δὲ οἱ χαῦνοι τῇ πίστει καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος καὶ ξίφος ἀποκτένει, καὶ τελευ‐ | |
130 | ταῖον δαίμονες αὐτῶν κατακυριεύουσιν. Ἐρώτησις: εἰ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται; Ἀπόκρισις: τῷ θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο· ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ὥσπερ ἀδύνατον τοῦτο καταφαί‐ νεται. ὥσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὁ θεὸς ὡς ἄλλην | |
135 | τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος, μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν οἷον τρίχας καὶ δέρμα καὶ ὀστέα καὶ νεῦρα· καὶ ὃν τρόπον βαλλομένη ῥαφὶς εἰς πῦρ ἀλλάσσει τὴν χρόαν καὶ μεταβάλλεται εἰς πῦρ (μέντοι γε ἡ φύσις τοῦ σιδήρου οὐκ ἀνῃρέθη, ἀλλὰ συνέστηκεν), οὕτως καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται καὶ θρὶξ οὐκ ἀπόλλυται, | |
140 | καθὼς γέγραπται, καὶ ὅλα γίγνονται φωτοειδῆ, ὅλα εἰς φῶς καὶ πῦρ βάπτονται καὶ μεταβάλλονται· ἀλλ’ οὐχ, ὥς τινες λέγουσιν, ἀναλύεται | |
καὶ γίνεται πῦρ καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις. Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ Παῦλος Παῦλος καὶ Φίλιππος Φίλιππος· ἕκαστος ἐν τῇ ἰδίᾳ φύσει καὶ ὑποστάσει μένει, πεπληρωμένος τοῦ πνεύματος. εἰ δὲ λέγεις, ὅτι | 132 | |
145 | ἀνελύθη ἡ φύσις, οὐκέτι Πέτρος ἢ Παῦλος, ἀλλὰ πάντῃ καὶ πανταχοῦ ὁ θεός, καὶ οὔτε οἱ εἰς γέενναν ἀπερχόμενοι αἴσθονται τῆς κολάσεως οὔτε οἱ εἰς βασιλείαν τῆς εὐεργεσίας. ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα καὶ 〈ᾖ〉 ἐκεῖ ἄπιος ἢ μῆλον καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν καὶ τὰ φύλλα, συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα | |
15(150) | τὰ δένδρα καὶ τὰ φύλλα μεταβληθῆναι καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν καὶ γενέσθαι τὰ πάντα φωτοειδῆ, —οὕτως καὶ οἱ ἄνθρωποι ἀλλάσ‐ σονται ἐν τῇ ἀναστάσει καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φω‐ τοειδῆ. Οἱ οὖν τοῦ θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα | |
155 | καὶ ἄθλησιν. ὥσπερ δὲ νεανίας γενναῖος τὰς ἐπιφερομένας πληγὰς καὶ τὴν πάλην βαστάζει καὶ ἀντιτύπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις τάς τε ἔξωθεν καὶ τοὺς ἔνδοθεν πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς τυπτόμενοι νικήσωσιν· ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν. ὅπου γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον, ἐκεῖ ἐπακολουθεῖ ὁ διωγμὸς | |
160 | καὶ ἡ πάλη. ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων δι’ ὅλου, εἰς οὓς ἐνήργει τὸ πνεῦμα. ὁρᾷς πῶς ὁ κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους ἐδιώχθη, ἀλλ’ ὑπὸ τῶν ἰδίων, ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη· ὁμοίως καὶ οἱ ἀπόστολοι. ἐξ οὗ γὰρ ὁ σταυρὸς μετῆλθε τὸ πνεῦμα τὸ παράκλητον | |
165 | καὶ ἐχώρησεν εἰς τοὺς Χριστιανούς, λοιπὸν οὐδεὶς Ἰουδαίων ἐδιώχθη, ἀλλὰ Χριστιανοὶ ἐμαρτύρησαν. διὸ οὐκ ὀφείλουσι ξενίζεσθαι· ἀνάγκη γὰρ διώκεσθαι τὴν ἀλήθειαν. Ἐρώτησις: τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακόν, καὶ | |
ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ’ ἀποπέμπεται αὐτό. | 133 | |
170 | Ἀπόκρισις: ὥσπερ ὁ ὄφις ἔξωθεν λαλήσας τῇ Εὔᾳ διὰ τὴν ὑπακοὴν ἔνδοθεν ὑπεισῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς τοῦ ἀνθρώπου ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα. ἔχει γὰρ ἐξουσίαν καὶ παρρησίαν | |
εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν· οἱ γὰρ λογισμοὶ οὔκ εἰσιν ἔξωθεν ἀλλ’ ἔνδοθεν ἐκ τῆς καρδίας. λέγει γὰρ ὁ ἀπόστολος· ‹βούλομαι τοὺς | 134 | |
175 | ἄνδρας προσεύχεσθαι χωρὶς ὀργῆς καὶ διαλογισμῶν πονηρῶν›. εἰσὶ γὰρ λογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας κατὰ τὸ εὐαγγέλιον. ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχήν σου καθαρὰν ἀναπέμψαι τῷ θεῷ καὶ βλέπε ἐκεῖ, εἰ οὐδέν ἐστι τὸ ἐμποδίζον, εἰ γίγνεται εὐχὴ καθαρά, εἰ ἠσχόληταί σου ὁ νοῦς περὶ τὸν | |
180 | κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα, τοῦ ἐμπόρου περὶ τὴν ἐμπορίαν· εἰ κλίνεις τὰ γόνατά σου εἰς εὐχὴν καὶ τοὺς λογισμούς σου ἄλλοι μὴ διαρπάζουσιν. Ἀλλὰ λέγεις ὅτι ὁ κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ «κατέκρινε τὴν ἁμαρ‐ τίαν», καὶ οὐκέτι ἐστὶν ἔσω. ἀλλ’ ὥσπερ ἐὰν ᾖ στρατιώτης καὶ ἀπο‐ | |
185 | θῆται τὸ ἅρμα αὐτοῦ εἰς οἰκίαν τινός, ὅτε θέλει ἐξουσίαν ἔχει εἰσιέναι καὶ ἐξιέναι ἐν τῇ οἰκίᾳ ἐκείνῃ, οὕτως καὶ ἡ ἁμαρτία ἔχει ἐξουσίαν δια‐ λογίζεσθαι ἐν τῇ καρδίᾳ. γέγραπται γάρ· ‹εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα›. εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ Χριστοῦ | |
κατεκρίθη ἡ ἁμαρτία καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν | 135 | |
190 | τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, ἀγνοεῖς ὅτι ἐκ τῆς παρουσίας τοῦ κυρίου μέχρι τοῦ νῦν ὅσοι ἐβαπτίσθησαν καὶ πονηρά ποτε ἐλογί‐ σθησαν; ἢ οὐκ εἰς κενοδοξίαν τινὲς αὐτῶν ἢ πορνείαν ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ ὅλοι οἱ κοινωνοῦντες τῇ ἐκκλησίᾳ κοσμικοὶ ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν ὅτι καὶ μετὰ τὸ βά‐ | |
195 | πτισμα πολλαὶ ἁμαρτίαι γίγνονται καὶ πολλοὶ ἁμαρτάνουσιν; ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς καὶ πράττειν ἃ θέλει. γέγραπται γάρ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου». ἀλλὰ λέγεις ὅτι „ἀγαπῶ καὶ ἔχω πνεῦμα ἅγιον“. ἔχεις τὴν μνήμην καὶ τὸν ἔρωτα καὶ τὴν καῦσιν πρὸς τὸν κύριον; νυκτὸς καὶ ἡμέρας | |
15(200) | ἐκεῖ ἀποδέδεσαι; καὶ εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ; εἰ δὲ οὐκ ἔχεις, ζήτησον ἔτι, ὅταν ἔλθωσιν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν λογισμῶν, εἰ μὴ πρὸς ταῦτα ὑποκλίνῃ, ἀλλὰ πάντοτε εἰς ἀγάπην καὶ πόθον θεοῦ ἕλκεταί σου ἡ ψυχή. οἱ γὰρ λογισμοὶ τοῦ κόσμου κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτά, | |
205 | καὶ οὐκ ἐῶσιν ἀγαπῆσαι θεὸν ἢ μνημονεῦσαι τοῦ κυρίου. Καὶ πολλάκις ἀπέρχεται εἰς προσευχὴν ὁ ἰδιώτης καὶ κλίνει γόνυ καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσον σκάπτει καὶ βα‐ θύνει, ῥήσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον καὶ εἰσέρχεται εἰς ὅρασιν καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ ἢ ῥήτορες | |
210 | καταλαβεῖν ἢ γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ, ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας οὐκ οἶδε διατιμήσασθαι τούτους διὰ τὸ ἄπειρον αὐτὸν τυγχάνειν. οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται καὶ ἡγοῦνται ταῦτα ὡς κοπρίαν πρὸς ἐκείνην τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης | |
215 | ἐν αὐτοῖς. Ἐρώτησις: εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα; Ἀπόκρισις: ἐὰν ἀμελήσῃ, πίπτει. οἱ γὰρ πολέμιοι οὐδέποτε ἀρ‐ | |
γοῦσιν οὔτε ὀκνοῦσι πολεμοῦντες. πόσῳ μᾶλλον σὺ οὐκ ὀφείλεις παύ‐ σασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς θεόν· πολλὴ γάρ σοι ζημία γίγνεται | 136 | |
220 | ἀμελοῦντι, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος δοκεῖς ἐξετάζεσθαι. Ἐρώτησις: εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν; Ἀπόκρισις: ὁ θεὸς θέλει τὸν ἄνθρωπον εἰς ζωὴν πάλιν ἀγαγεῖν καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄν‐ θρωπον, εἰ δὲ καὶ παραμείνῃς ἐπὶ τῷ πάλιν σὲ ποιῆσαι ἀσφαλέστερον | |
225 | ἐργάτην, μετανοοῦντα ἐφ’ οἷς πάλαι ἐπλημμέλησας. Ἐρώτησις: εἰ τοῖς τελείοις ἐπίκειται θλῖψις ἢ πόλεμος, ἢ τὸ ὅλον ἀμεριμνοῦσιν; Ἀπόκρισις: ὁ πόλεμος κατ’ οὐδενὸς παύεται πολεμῶν· ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος, διὸ καὶ παντὶ ἀνθρώπῳ πολε‐ | |
230 | μεῖν οὐκ ὀκνεῖ· ἀλλ’ οὐ τοῖς αὐτοῖς μέτροις φαίνεται πᾶσιν ἐπιών. καὶ γὰρ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ· ἀλλ’ οὗτος θαρ‐ ρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ ὡς ἐκ τῶν περισ‐ σευμάτων αὐτοῦ ποιεῖται τὰς συντελείας, μὴ ζημίαν ἡγούμενος. ὥσπερ γὰρ ὁ ποιῶν ἐλεημοσύνην οὐδέποτε ἡγεῖται ζημίαν, οὕτω καὶ ὁ σατανᾶς | |
235 | ὡς ἐκ παρέργου ταῦτα ἡγεῖται. ἔστι δὲ πτωχὸς ‹λειπόμενος τροφῆς ἐφημέρου›· οὗτος μαστίζεται καὶ βασανίζεται, μὴ δυνάμενος ἐκεῖνο τὸ συντέλεσμα ἀποπληρῶσαι· καὶ ἔστι ξεόμενος καὶ βασανιζόμενος χαλε‐ | |
πῶς καὶ οὐκ ἀποθνῄσκει· καὶ ἔστιν ἄλλος, ὅτι ἀπὸ μιᾶς φάσεως κελεύεται ἀποκεφαλισθῆναι καὶ ἀπόλλυται. οὕτως καὶ εἰς τοὺς Χριστιανούς. εἰσὶν | 137 | |
240 | ἰσχυρῶς πολεμούμενοι καὶ ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως, καὶ οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλίζονται περὶ τῆς ἑαυτῶν σωτηρίας διὰ τὸ πολλάκις γεγυμνᾶσθαι ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι· | |
245 | ἔχοντες δὲ τὸν θεὸν μεθ’ ἑαυτῶν ὁδηγοῦνται καὶ ἀναπαύονται. ἄλλοι δὲ μηδέπω γυμνασθέντες εἰς μίαν θλῖψιν ἐὰν ἐμπέσωσι καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὥσπερ οἱ διοδεύοντες ἐν πόλει, θέλοντες ἰδεῖν τοὺς ἀγαπητοὺς αὐτῶν καὶ γνωρίμους, εἰ καὶ πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς, οὐκ ἐμ‐ | |
15(250) | ποδίζονται ὑπ’ αὐτῶν· ἔχουσι γὰρ σκοπὸν τοῦ τοῖς φίλοις ἐντυχεῖν· καὶ ὅταν ἔξωθεν κρούσωσι τὴν θύραν καὶ καλέσωσι, χαίροντες ἀνοίγουσιν οἱ ἀγαπητοὶ αὐτῶν· εἰ δὲ ἀπομείνωσιν ἐν ταῖς ἀγοραῖς καὶ χλευάζονται ἤτοι ἐπέχονται ἀπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα καὶ οὐδεὶς αὐτοῖς ἀνοίγει, —οὕτω καὶ οἱ πρὸς τὸν δεσπότην ἡμῶν Χριστὸν τὸν | |
255 | ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν. ὃν δὲ τρόπον οἱ εἰσερχόμενοι εἰς τὸ παλάτιον πρὸς τὸν βασιλέα, κόμητες μὲν ὄντες ἢ ἔπαρχοι, ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσαντες εἰς λόγον καὶ τιμωρίαν ὑποβληθῶσιν· ἄγροικοι δὲ καὶ ἰδιῶται ὄντες οἱ | |
260 | μηδέποτε θεασάμενοι ἄρχοντα ἐν ἀμεριμνίᾳ διάγουσιν, —οὕτω δὴ καὶ | |
ὁ κόσμος οὗτος ὁ ὑπὸ τὸν οὐρανὸν ἀπὸ βασιλέων ἕως πτωχῶν τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦντες τὴν μέριμναν ἔχουσι περὶ τῶν βιωτικῶν πραγμάτων· οὐ ταχέως δέ τις μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. οἱ δὲ εἰσερχόμενοι τῷ λογισμῷ εἰς τὸ ‹βῆμα τοῦ Χριστοῦ›, ὅπου ἐστὶν ὁ | 138 | |
265 | θρόνος αὐτοῦ, καὶ κατέναντι αὐτοῦ διὰ παντὸς ὄντες ὑπὸ φόβον καὶ τρόμον εἰσὶν ἀεὶ τοῦ μή τι σφαλῆναι περὶ τὰς ἁγίας αὐτοῦ ἐντολάς. Καὶ ὥσπερ οἱ πλούσιοι τῆς γῆς ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας αὐτῶν, πάλιν ἐργάζονται καθ’ ἑκάστην ἡμέραν πλεῖον, ἵνα εὐπορῶσι καὶ μὴ ἐλλείπωνται· εἰ δὲ θαρρήσουσι τῷ ἐναποκειμένῳ | |
270 | ταῖς ἀποθήκαις πλούτῳ καὶ ἀμελήσουσι μὴ ἐπισυνάγοντες ἕτερον, ἀλλὰ καταναλίσκοντες τὰ ἀποκείμενα, ταχέως εἰς πενίαν καὶ πτωχείαν ἐμ‐ πίπτουσιν· ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐπισυνάγειν, ἵνα μὴ ὑστερηθῶσιν, —οὕτως ἐστὶν ἐν τῷ Χριστια‐ νισμῷ τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ θεοῦ· «γεύσασθε» γάρ φησι | |
275 | «καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος». ἔστι δὲ ἡ γεῦσις αὕτη ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις πνεύματος διακονοῦσα ἐν καρδίᾳ. ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδί‐ δακτοι γάρ εἰσιν. αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς | |
280 | νόμους τοῦ πνεύματος. οὐκ ὀφείλουσιν οὖν εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια. ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει | |
285 | ὅλων τῶν μελῶν καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς, διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος. οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ | |
σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία καὶ διέρχεται εἰς ὅλα τὰ μέλη (‹ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί›) καὶ οὕτως | 139 | |
290 | ὑπεκχεομένη σκοτίζει τὸν ἄνθρωπον. Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον καὶ συναυξάνον τῷ ἀνθρώπῳ, μήτε μεριμνήσωσι περὶ τῆς αὔριον μήτε ἐπιθυμήσωσι· καιρῷ γάρ τινι ἐπαύσατο ἐν αὐτοῖς ἐνοχλοῦν τὸ κακόν, τινὰ ἐπιθυμίαν ὑποβάλ‐ λον, ὥστε ἐν ὅρκῳ διαβεβαιοῦσθαι τὸν ἄνθρωπον ὅτι „οὐκέτι ἐπανίστα‐ | |
295 | ταί μοι τὸ τοιοῦτον πάθοσ“. καὶ μετ’ ὀλίγον καιρὸν κατεκάη τῇ ἐπι‐ θυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. ὥσπερ γὰρ δι’ ὀχετοῦ διέρχεται ὕδωρ, οὕτω καὶ διὰ τῆς καρδίας καὶ τῶν λογι‐ σμῶν ἡ ἁμαρτία. ὅσοι δὲ τοῦτο ἀναιροῦσιν, ὑπ’ αὐτῆς τῆς ἁμαρτίας μὴ θελούσης θριαμβεύεσθαι ἐλέγχονται καὶ χλευάζονται· σπουδάζει | |
15(300) | γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι ἐν τῇ διανοίᾳ τοῦ ἀνθρώπου. Εἰ οὖν ἀγαπᾷ τις τὸν θεόν, καὶ αὐτὸς συγκιρνᾷ τούτῳ τὴν ἑαυτοῦ ἀγάπην· πιστευθεὶς δὲ ἅπαξ ὑπ’ αὐτοῦ προστιθεῖ τούτῳ τὴν ἐπουράνιον πίστιν, καὶ γίγνεται διπλοῦς ὁ ἄνθρωπος. ὅσα οὖν ἐκ τῶν μελῶν σου προσφέρεις αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὅμοια μελῶν συγκιρνᾷ τῇ | |
305 | ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν καὶ ἀγαπῶν καὶ προσευχό‐ μενος. μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος. ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ ἐπαναπαύεται. τιμιώτερος οὖν ἐστιν ὁ ἄνθρωπος ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω | |
310 | λέγειν ὅτι μὴ μόνον τῶν ὁρατῶν δημιουργημάτων, ἀλλὰ καὶ τῶν ἀορά‐ των ἤγουν τῶν λειτουργικῶν πνευμάτων. οὐ γὰρ περὶ Μιχαὴλ καὶ Γαβριὴλ τῶν ἀρχαγγέλων εἶπεν ὅτι ‹ποιήσωμεν κατ’ εἰκόνα καὶ ὁμοίωσιν | |
ἡμετέραν›, ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου, τῆς ἀθανάτου λέγω ψυχῆς. καὶ γὰρ γέγραπται ὅτι ‹παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν | 140 | |
315 | φοβουμένων αὐτόν›. Τὰ μὲν οὖν κτίσματα τὰ φαινόμενα φύσει τινὶ ἀμεταβλήτῳ δέδεται. ὁ οὐρανὸς ἅπαξ τέτακται, ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ[, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος]· ἀλλ’ οὐδὲ παρ’ ὃ ἐκτίσθησαν μετατραπῆναι δύναν‐ ται οὔτε ἔχουσι θέλημα. σὺ δὲ διὰ τοῦτο εἶ ‹κατ’ εἰκόνα καὶ ὁμοίωσιν› | |
320 | θεοῦ, ἐπειδὴ ὥσπερ ὁ θεὸς αὐτεξούσιός ἐστι καὶ ὃ θέλει ποιεῖ (ἐὰν θέλῃ, κατὰ τὴν ἐξουσίαν αὐτοῦ πέμψει τοὺς δικαίους εἰς γέενναν καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν· ἀλλ’ οὐχ αἱρεῖται οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ κύριος), —οὕτως καὶ σὺ αὐτεξούσιος εἶ καί, ἐὰν θέλῃς, ἀπολέσθαι. τρεπτῆς φύσεως εἶ· εἰ θέλεις βλασφημῆσαι, ποιῆσαι | |
325 | φάρμακα καὶ ἀποκτεῖναί τινα, οὐδείς σοι ἀντίκειται ἢ κωλύει σε. εἰ θέλει τις, ὑποτάσσεται τῷ θεῷ καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ κρατεῖ τῶν ἐπιθυμιῶν· ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐρρωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς. | |
330 | Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου ἐστὶ χρυσώματα καὶ ἀργυρώματα καὶ ἐσθὴς διάφορος, χρυσός τε καὶ ἄργυρος, νεανίσκοι καὶ νεάνιδες δια‐ τρίβοντες ἄγχουσι τὸν ἑαυτῶν νοῦν (εἰ καὶ ἡ φύσις διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμεῖ) καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσπότων ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν, πόσῳ μᾶλλον ὅπου ἐστὶ φόβος | |
335 | θεοῦ, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν ὀφείλει τῇ συνούσῃ κακίᾳ· τὰ γὰρ δυνατά σοι προσέταξεν ὁ θεός. ἡ μὲν οὖν τῶν ἀλόγων ζῴων φύσις δετή ἐστιν. οἷον ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος, ὅλοι οὖν οἱ ὄφεις τοιοῦτοί εἰσιν. ὁ λύκος ἁρπάζειν εἴωθεν, ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται, ὅλα τὰ ἀρνία τῆς αὐτῆς | |
340 | εἰσι φύσεως. ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκέραιος, ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. εἷς ἐστιν ὡς λύκος ἁρπάζων καὶ εἷς ἐστιν ὡς ἀρνίον ἁρπαζόμενος· ἐκ τοῦ αὐτοῦ γένους τῆς ἀνθρωπότητος ἀμφότερα γίγνεται. ἔστι τις μὴ ἀρ‐ κούμενος τῇ ἰδίᾳ γυναικί, ἀλλὰ καὶ πορνεύων· καὶ ἔστιν ἄλλος, ὅτι | 141 |
345 | οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἀνελθεῖν ἐπὶ τὴν καρδίαν αὐτοῦ. ἔστι τις διαρ‐ πάζων τὰ τοῦ πλησίον· καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διαδιδούς. ὁρᾷς πῶς τρεπτή ἐστιν αὕτη ἡ φύσις. ἔστιν ἐπὶ τὸ κακὸν ῥέπουσα καὶ ἔστιν ἐπὶ τὸ καλὸν αὖθις· καὶ δι’ ἀμφοτέρων ἐπιτηδείως ἔχει νεῦσαι πρὸς ἃς βούλεται πράξεις. δεκτικὴ οὖν ἐστιν ἡ φύσις τοῦ | |
15(350) | καλοῦ τε καὶ τοῦ κακοῦ, ἤτοι θείας χάριτος ἤτοι ἐναντίας δυνάμεως, ἀλλ’ οὐκ ἀναγκαστική. Ἐπειδὴ τὸ πρὶν αὐτὸς ὁ Ἀδὰμ ἐν καθαρότητι ὢν ἐβασίλευε τῶν λογι‐ σμῶν αὐτοῦ· ἀφ’ οὗ δὲ παρέβη τὴν ἐντολήν, ὄρη δυσβάστακτα ἐπίκειται τῷ νῷ αὐτοῦ, καὶ οἱ τῆς κακίας λογισμοὶ παραμιγέντες ὅλοι ὡς ἴδιοι | |
355 | αὐτοῦ ἐγένοντο καὶ οὐδὲ εἷς αὐτοῦ ἴδιός ἐστιν, ἐπειδὴ κατέχονται ὑπὸ τῆς κακίας. λοιπὸν ὀφείλεις ζητῆσαι λύχνον ἵνα ἁφθῇ, καὶ εὕρῃς τοὺς καθαροὺς λογισμούς· οὗτοι γάρ εἰσιν οἱ φυσικοί, οὓς ἐποίησεν ὁ κύριος. Οἱ ἀνατραφέντες εἰς θάλασσαν ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπανα‐ στῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται· οἱ δὲ ἀσυνήθεις τούτων καὶ | |
360 | μικρᾶς ζάλης ἐπελθούσης δειλιῶσι καὶ καταποντίζονται. οὕτως εἰσὶν οἱ Χριστιανοί. ὥσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλα‐ βεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος, οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, | |
ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος· ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. | 142 | |
365 | ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν. ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ πνεύματος, δάκρυα καὶ πένθος καὶ στεναγμόν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν· ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει. καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς ἢ οἰόμενοί τι εἶναι, | |
370 | ἀλλ’ ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀν‐ θρώπους. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ πτωχῷ τινι παράθηται τὸν ἑαυτοῦ θησαυ‐ ρόν· ὁ παραλαβὼν φυλάξαι οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ’ ὁμολογεῖ πάν‐ τοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ ἀλλοτρίου | |
375 | θησαυροῦ. τοῦτο γὰρ ἐνθυμεῖται πάντοτε ὡς „οὐ μόνον ἀλλότριός ἐστιν ὁ θησαυρόσ“, ἀλλὰ καὶ „βασιλεὺς δυνάστης παρέθετό μοι αὐτὸν καὶ ὅταν θέλῃ λαμβάνει αὐτὸν ἀπ’ ἐμοῦ“, —οὕτως ἑαυτοὺς ὀφείλουσιν ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτω‐ χείαν αὐτῶν. ὥσπερ γὰρ ὁ πτωχὸς ὁ λαβὼν τὴν παραθήκην τοῦ | |
380 | θησαυροῦ παρὰ τοῦ βασιλέως, ἐὰν πεποιθὼς ἐπὶ τῷ ἀλλοτρίῳ θησαυρῷ ὡς ἰδίῳ πλούτῳ ἐπαρθῇ καὶ τῦφον λάβῃ ἡ καρδία αὐτοῦ, αἴρει ἀπ’ αὐτοῦ ὁ βασιλεὺς τὸν θησαυρὸν αὐτοῦ, καὶ μένει ὁ ἐσχηκὼς αὐτὸν ἐν παρακαταθήκῃ οἷος ἦν πρὸ τούτου πτωχός, —οὕτως καὶ οἱ ἔχοντες τὴν χάριν ἐὰν ἐπαρθῶσι καὶ τῦφον λάβωσιν αἱ καρδίαι αὐτῶν, αἴρει | |
385 | ἀπ’ αὐτῶν ὁ κύριος τὴν χάριν αὐτοῦ, καὶ μένουσι τοιοῦτοι οἷοι ἦσαν πρὸ τοῦ λαβεῖν τὴν χάριν παρὰ κυρίου. Ἀλλὰ πολλοὶ καίτοι συνούσης τῆς χάριτος κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν. ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινί, ὁμοίως καὶ νεώτερος· καὶ λοιπὸν κολακευομένη ὑπ’ ἐκείνου αὕτη συνθῆται αὐτῷ, | |
390 | μοιχᾶται καὶ ἀπόβλητος γίνεται, —οὕτω καὶ ὁ δεινὸς ὄφις τῆς ἁμαρτίας σύνεστι τῇ ψυχῇ γαργαλίζων καὶ προτρεπόμενος, καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ κακίᾳ τοῦ πνεύματος, τουτέστι πνεῦμα πνεύματι κοινωνεῖ, καὶ μοιχεύει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ συντιθέ‐ μενος καὶ καταδεχόμενος τὸν λογισμὸν τοῦ πονηροῦ. τὸ οὖν μέτρον | |
395 | τοῦ ἀγῶνός σου τοῦτό ἐστιν, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς, ἀλλ’ ἵνα ἀντιστῇς τῷ νῷ καὶ ἔσωθεν ποιήσῃς πόλεμον καὶ ἀγῶνα καὶ μὴ ὑπακούσῃς μηδὲ συνηδυνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς. καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν εὕρῃ ὁ κύριος ἐν σοί, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμ‐ | |
βάνει σε ἐν τῇ βασιλείᾳ αὐτοῦ. | 143 | |
15(400) | Ἔστι γάρ τινα πράγματα ἃ οἰκονομεῖ ὁ κύριος, ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς θείας χάριτος καὶ τῆς κλήσεως αὐτοῦ· καὶ ἔστι τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδειχθῇ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγ‐ | |
405 | χάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. οἱ οὖν Χριστιανοὶ ἐν τοῖς θλιβεροῖς πράγμασιν οὐκ ἄχθονται ἢ λυποῦνται. ἐὰν ἐν πενίᾳ ἢ κακουχίᾳ ἐξετα‐ σθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνηδύνεσθαι τῇ πτωχείᾳ καὶ ἡγεῖσθαι ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀτιμίαν καὶ ἀδοξίαν ἀντὶ δόξης. πάλιν δὲ ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα ἐν | |
410 | τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικὴν ἢ πλοῦτον ἢ δόξαν ἢ τρυφήν, ὀφείλουσι μὴ συνηδύνεσθαι τούτοις, ἀλλ’ ἀποφεύγειν ὡς ἀπὸ πυρός. Εἰς τὸ φαινόμενον, ἐὰν ἐλάχιστον ἔθνος ἐπικινηθῇ τῷ βασιλεῖ πρὸς πόλεμον, οὐ κάμνει πολεμῶν αὐτός, ἀλλ’ ἀποστέλλει στρατιώτας μετὰ | |
415 | τῶν ἀρχόντων αὐτῶν, καὶ ποιοῦνται τὸν πόλεμον. ἐὰν δὲ ἔθνος μέγιστον ᾖ τὸ ἐπικινηθὲν δυνάμενον ἐκπορθῆσαι τὴν βασιλείαν αὐτοῦ, ἀναγκά‐ ζεται αὐτὸς ὁ βασιλεὺς σὺν τοῖς ἐν τῷ παλατίῳ καὶ τοῖς στρατοπέδοις αὐτοῦ ἀπελθεῖν καὶ συγκροτῆσαι τὸν πόλεμον. βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, τῶν ἀγγέλων | |
420 | λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι’ ἑαυτοῦ ἐλθών, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ἀσφάλισαι οὖν σεαυτὸν καὶ ἐν‐ νοήθητι, οἵα πρόνοια διὰ σὲ γεγένηται. Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ. ὥσπερ ἂν ᾖ βασι‐ λεὺς καὶ εὕρῃ τινὰ ἐνδεῆ ἔχοντα πάθη, καὶ μὴ ἐπαισχυνθῇ αὐτόν, ἀλλὰ | |
425 | φαρμάκοις ἰαματικοῖς θεραπεύσῃ αὐτοῦ τὰ τραύματα καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ ἑαυτοῦ παλάτιον καὶ ἐνδύσῃ αὐτὸν τὴν πορφυρίδα καὶ τὸ διά‐ δημα καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ, —οὕτως καὶ ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη | |
ἰάσατο καὶ ἐποίησε κοινωνὸν τῆς βασιλικῆς αὐτοῦ τραπέζης, καὶ τοῦτο | 144 | |
430 | οὐ βιασάμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεψάμενος αὐτὸν εἰς τὴν τοιαύτην ἵστησι τιμήν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται ὅτι ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας, δηλώσας αὐτοῖς ὅτι ‹τὸ ἄριστον ἡτοίμασται›· αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτή‐ σαντο λέγοντες, ὃς μὲν ‹ἠγόρασα› φησὶ ‹ζεύγη βοῶν›, ἄλλος ‹γυναῖκα | |
435 | ἡρμοσάμην›. ὁρᾷς ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. ἄρα αὐτοὶ ἑαυτῶν αἴτιοι γεγόνασι. τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν. βλέπε ὅτι ὁ κύριος ἡτοίμασεν αὐτοῖς τὴν βασιλείαν καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, αὐτοὶ δὲ οὐ θέλουσι. Πρὸς τὸ δόμα οὖν ὃ μέλλουσι κληρονομεῖν (τοῦτο ἄν τις εἴποι), —εἰ | |
440 | ἕκαστος, ἀφ’ οὗ ἐκτίσθη ὁ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ κόσμου, ἐπολέμει πρὸς τὸν σατανᾶν καὶ ὑπέμεινε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν· συμβασιλεύει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Χριστοῦ. δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν τοιαύτην ψυχήν, ὅτι αὐτὸς ἑαυτὸν καὶ τὴν χάριν αὐτοῦ ἔδωκε καὶ ἐνεπίστευσε | |
445 | τῇ ψυχῇ. δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ. Κατὰ τὰ φαινόμενα πράγματα ἰδοὺ πάντες οἱ καθεζόμενοι ἀδελφοὶ μίαν εἰκόνα ἔχομεν καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ. ἆρα καὶ εἰς τὸ κρυπτὸν καὶ εἰς τὰ ἐνδότατα πράγματα μία ἐστὶν ἡ προαίρεσις πάντων καὶ μία καρδία; πάντες ἆρα ἕν ἐσμεν ἀγαθοὶ καὶ θεοσεβεῖς; ἢ ἆρα εἰσί τινες ἐξ | |
15(450) | ἡμῶν, ὅτι οἱ μὲν κοινωνοῦσι Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ σατανᾷ καὶ τοῖς δαίμοσι, καὶ ὅλοι ὡς εἷς φαινόμενοι ὁμοῦ καθεζόμεθα, ἓν πρόσωπον τοῦ Ἀδὰμ πάντες ἔχομεν; ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ | |
οὐσία, ὁ ἔσω ἄνθρωπος, παρὰ τὸν ἔξω. ὅτι εἷς φαινόμεθα οἱ πάντες· καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν, οἱ δὲ μετὰ τοῦ σατανᾶ | 145 | |
455 | καὶ τῶν ἀκαθάρτων πνευμάτων. εἰ οὖν ἡ καρδία βάθος τι ἔχει ἀπέραντον, ἐκεῖ εἰσι τρίκλινοι καὶ κοιτῶνες, θύραι καὶ πρόθυρα, καὶ διακονίαι πολλαὶ καὶ διέξοδοι· ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης καὶ ἀδικίας, ἐκεῖ ἐστιν ὁ θάνατος, ἐκεῖ ἐστιν ἡ ζωή, ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία καὶ ἡ ἐναντία. | |
460 | Ὥσπερ ἐὰν ᾖ παλάτιον μέγιστον καὶ τοῦτο ἐρημωθῇ καὶ πληρωθῇ πάσης δυσωδίας καὶ νεκρῶν πολλῶν, οὕτω καὶ τὸ παλάτιον τοῦ Χριστοῦ ἡ καρδία ἐστὶ καὶ γέμει πάσης ἀκαθαρσίας καὶ ὄχλων πολλῶν πονηρῶν πνευμάτων. χρὴ οὖν τοῦτο ἀνακτισθῆναι καὶ ἀνοικοδομηθῆναι καὶ εὐτρεπισθῆναι τὰ ταμιεῖα καὶ τὰ κουβούκλια· ἐκεῖ γὰρ ὁ βασιλεὺς | |
465 | Χριστὸς μετὰ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπανα‐ παῆναι καὶ οἰκῆσαι καὶ ἐμπεριπατῆσαι καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν. Λέγω δή, ὥσπερ ἐὰν ᾖ πλοῖον ἔχον πολλὴν κατασκευήν, ἐκεῖ ὁ κυβερ‐ νήτης διοικεῖ τοὺς πάντας καὶ οἰκονομεῖ, τοῖς μὲν ἐπιπλήττων, ἄλλους δὲ ὁδηγῶν, —οὕτως ἐστὶ καὶ ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, | |
470 | τὴν συνείδησιν ἐλέγχουσαν, λογισμοὺς κατηγοροῦντας καὶ ἀπολογου‐ μένους· λέγει γάρ· «μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων». ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρύβει τοὺς τοιούτους λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ’ εὐθὺς ἐλέγχει· οὐ ψεύδεται γάρ. ἐπεὶ τί εἴπῃ ἐνώπιον τοῦ θεοῦ; ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως | |
475 | μαρτύρεται ὡς πάντοτε ἐλέγχουσα. ὥσπερ ἐὰν ᾖ ἅρμα καὶ ἡνίαι, τὰ ζῷα καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι· λοιπὸν ὅτε θέλει ἐκεῖνος, ὀξυτάτῃ ὁρμῇ φέρεται ὑπὸ τοῦ ἅρματος, ὅτε δὲ θέλει, ἐπέχει | |
αὐτό· πάλιν ὅπου θέλει μεταστρέψαι αὐτό, ἐκεῖ αὐτῷ συνέρχεται· ὅλον οὖν τὸ ἅρμα ἐν τῇ ἐξουσίᾳ τοῦ ἡνιοχοῦντος κεῖται, —οὕτως καὶ | 146 | |
480 | ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς φυσικοὺς συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς ἐστι καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα τὴν καρδίαν καὶ διϋπνίζουσα τοὺς φυσικοὺς λογισμοὺς βρύοντας ἐν τῇ καρδίᾳ. μέλη γὰρ πολλὰ ἔχει ἡ ψυχή, κἂν μία ἐστίν. Ἀφ’ οὗ γὰρ παρέβη ὁ Ἀδὰμ τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις δεσπότης | |
485 | γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἑτέρα μετὰ τῆς ψυχῆς ἐστι. λέγει γὰρ ὁ κύριος· ‹πᾶς ὅστις οὐκ ἀρνεῖται ἑαυτὸν καὶ οὐ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, οὐκ ἔστι μου μαθητήσ› καί· ‹ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν›. ἐπεὶ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ μέλος αὐτῆς γέγονε καὶ αὐτῷ τῷ σωματικῷ ἀνθρώπῳ κεκόλληται, καὶ βρύουσι πολλοὶ καὶ | |
490 | ἀκάθαρτοι λογισμοὶ ἐν τῇ καρδίᾳ. ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα τῆς καρδίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται καὶ συγ‐ κέκραται τῇ ψυχῇ. ὁ οὖν ὑποτάσσων τὴν ψυχὴν ἑαυτοῦ καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, 〈οὗτοσ〉 ἐστὶν ὡς ὁ ὑποτάσ‐ σων πόλιν ἐχθρῶν αὐτοῦ, καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα ἀγαθὰ | |
495 | πνεύματος καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄν‐ θρωπον καὶ γίγνεται ἑαυτοῦ μειζότερος· ἀποθεοῦται γὰρ λοιπὸν ὁ τοιοῦτος καὶ γίγνεται υἱὸς θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ αὐτοῦ. οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ | |
γίγνονται ἀξιωματικοὶ καὶ βασιλεῖς. | 147 | |
15(500) | Ἔχει γὰρ τὴν φύσιν ὁ ἄνθρωπος τοιαύτην, καὶ ὁ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι ἐπὶ τὸ ἀγαθόν· καὶ ὁ δεδεμένος πνεύματι ἁγίῳ καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια ἔχει ἐξουσίαν τοῦ τραπῆναι ἐπὶ τὸ κακόν. ὥσπερ ἵνα ᾖ γυνὴ ἱμάτια ῥακώδη περιβε‐ βλημένη, λιμώσσουσα, ἐρρυπωμένη, καὶ αὕτη μετὰ πολλοῦ καμάτου | |
505 | ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται πορφύραν καὶ στέφανον καὶ γένηται νύμφη βασιλέως, αὕτη μέμνηται τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα ἐπανελθεῖν εἰς τὸ ἀρχαῖον, ἀλλ’ οὐχ αἱρεῖται εἰς τὴν προτέραν αἰσχύνην ἐλθεῖν· μωρὸν γάρ ἐστι. καὶ αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χά‐ ριτος τοῦ θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος ἐὰν μὴ ἀσφαλίσωνται, | |
510 | κατασβέννυνται καὶ γίγνονται χείρους οὗ ἦσαν, κοσμικοὶ ὄντες. οὐχ ὅτι ὁ θεὸς τρεπτός ἐστι καὶ ἀσθενὴς ἢ τὸ πνεῦμα σβέννυται, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι. διὰ τοῦτο ἐκτρέπονται καὶ πίπτου‐ σιν εἰς μυρία κακά. οἱ γὰρ γευσάμενοι ἐκείνης τῆς δωρεᾶς ἔχουσι τὰ ἀμφότερα συνόντα αὐτοῖς, χαρὰν καὶ παράκλησιν, φόβον καὶ τρόμον, | |
515 | ἀγαλλίασιν καὶ πένθος. πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστὶν ἡ φύσις τῶν ἀνθρώπων. καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις. Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν | 148 |
520 | αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυ‐ κτός, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ θεοῦ σπουδάζειν λανθάνειν ἀνθρώπους· καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς καὶ πάν‐ | |
525 | τοτε λέγειν ὅτι „οὐκ ἔστιν ἐμόν, ἄλλος μοι παρέθετο τὸν θησαυρὸν τοῦτον, ἐγὼ γὰρ πτωχός εἰμι, καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ’ ἐμοῦ“. εἰ δέ τις λέγει· „πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρῄζω“, ὁ τοιοῦ‐ τος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. ἡ γὰρ ἀπόλαυσις τοῦ θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί | |
530 | τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι· καὶ ὅσῳ σπουδάζουσι προκόπτειν καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχούς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν ὅτι „οὔκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι“. τοῦτό ἐστι τὸ σημεῖον τοῦ | |
535 | Χριστιανισμοῦ, αὕτη ἡ ταπείνωσις. εἰ δέ τις λέγει ὅτι „ἀρκοῦμαι καὶ πεπλήρωμαι“, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. ὡς γὰρ ἔσωθεν ἡ | |
540 | δόξα τοῦ Χριστοῦ οὖσα ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε, τὸν αὐτὸν τρόπον κἂν τοῖς ἁγίοις ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν | |
ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται. καὶ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν. γέγραπται γάρ· ‹ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνόσ› καί· «δόξαν | 149 | |
545 | ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς». ὥσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός. Ἐρώτησις: πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἐκεῖνος γὰρ ἀθάνατος ἦν καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος· οἱ δὲ | |
15(550) | ἀποθνῄσκουσι καὶ φθείρονται. Ἀπόκρισις: ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ καὶ κέ‐ κρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται. εἴ τις οὖν «μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν» κατὰ τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει. ἀλλ’ εἰ καὶ τὰ σώματα τῶν τοιούτων | |
555 | λύεται πρὸς καιρόν, ἐγείρεται αὖθις ἐν δόξῃ· ἡγιασμένα γάρ εἰσιν. ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνατον. εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστια‐ νῶν, ἀνάγκῃ τινὶ λοιπόν, ἀλλ’ οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἂν | |
560 | ἤρχετο. ἀλλ’ ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγ‐ ματα διοικεῖται καὶ γίγνεται λύσις σωμάτων, ἵν’ ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν. οὔτε γὰρ | |
ὁ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν καὶ ποιῶν ἑαυτὸν σκεῦος | 150 | |
565 | τοῦ διαβόλου, ὑφ’ οὗ τὸ ὅλον κατεκυριεύθη, ἀνάγκῃ τινὶ δέδεται, ἀλλ’ ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι «σκεῦος ἐκλογῆς» καὶ ζωῆς. ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδε‐ μένοι πνεύματι ἁγίῳ οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ’ ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς καὶ ποιεῖν ὃ θέλουσιν εἰς τὸν αἰῶνα | |
570 | τοῦτον. Ἐρώτησις: κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν, ἢ εὐθέως, εἰ τύχοι ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις: καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται | |
575 | εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δέ ἐστι τέλειος ἄνθρωπος, ἀλλ’ αὐξάνει ἐν ἔτεσι πολλοῖς καὶ γίγνεται ἀνήρ· ἔτι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι | |
καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες, καὶ ὁ φυτεύων ἄπιον οὐκ | 151 | |
580 | εὐθέως μεταλαμβάνει τῶν καρπῶν, —ὡσαύτως κἂν τοῖς πνευματικοῖς (ὅπου τοσαύτη σοφία καὶ λεπτότης) κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει καὶ γίνεται «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», οὐχ ὥς τινες λέγουσιν· „ἔνδυσαι, ἔκδυσαι“. ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται πρῶτον καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς | |
585 | τὴν σχολὴν τῶν Ῥωμαϊκῶν καὶ ἔστιν ὅλων ἔσχατος. πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὴν σχολὴν τῶν γραμματικῶν καὶ ἔστι πάλιν ἐκεῖ ὅλων ἔσχατος ἀρχάριος. εἶτα ὅταν γένηται σχολαστι‐ κός, ὅλων τῶν δικολόγων ἀρχάριος καὶ ἔσχατός ἐστι. πάλιν ὅταν ἐκεῖ γένηται πρῶτος, τότε γίνεται ἡγεμών· καὶ ὅτε γένηται ἄρχων, λαμ‐ | |
590 | βάνει ἑαυτῷ βοηθὸν τὸν συγκάθεδρον. εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς αὐξάνει· καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολ‐ λῶν πειρατηρίων ὁ διαφυγὼν γίνεται τέλειος. Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι τῆς χάριτος ἐξ ἀληθείας καὶ τὸ | |
595 | σημεῖον ἔχοντες τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασι‐ λέων ἕως πτωχῶν κοπρίαν καὶ δυσωδίαν ἡγοῦνται τὰ πάντα καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ κόσμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ τῆς σοφίας λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα. καὶ εἴ τί ἐστιν | |
15(600) | ὑπὸ τὸν οὐρανόν, τούτοις ἐστὶν εὐκαταφρόνητα. διὰ τί; ὅτι ξένα καὶ θαυμαστὰ τὰ ἐπάνω τῶν οὐρανῶν, τὰ μὴ ὄντα μήτε εἰς θησαυροὺς βασιλέων μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν καὶ ἀξιώματα ἢ πλοῦτον οἷον ἐκεῖνοι ἐκτήσαντο, τὸν κύριον καὶ κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ | |
605 | παραμένον. Οἱ γὰρ Χριστιανοὶ τιμίαν οἴδασι τὴν ψυχὴν ὑπὲρ πάντα τὰ δημιουρ‐ γήματα· μόνος γὰρ ὁ ἄνθρωπος ‹κατ’ εἰκόνα καὶ ὁμοίωσιν› θεοῦ ἐγένετο. ἰδοὺ ὁ οὐρανὸς πόσον ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, καὶ τὰ ἐν αὐτοῖς κτίσμα‐ τα τίμια καὶ μεγάλα τὰ σκεύη αὐτῶν. ὁ δὲ ἄνθρωπος ὑπὲρ πάντα τὰ σκεύη | |
610 | τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ κύριος, καὶ τὰ κήτη δὲ τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζονά εἰσι | |
τοῦ ἀνθρώπου. βλέπε οὖν σου τὸ ἀξίωμα, πῶς εἶ τίμιος. ὅτι ὑπὲρ ἀγγέλους ἐποίησέ σε ὁ θεός, ὁπότε καὶ αὐτὸς δι’ ἑαυτοῦ εἰς σὴν πρε‐ σβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς. | 152 | |
615 | Ὁ θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν σωτηρίαν ἦλθον. βασιλεὺς γάρ, υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο μετὰ τοῦ πατρὸς αὐτοῦ, καὶ ἀπεστάλη ὁ λόγος καὶ σάρκα ἐνδυσάμενος καὶ κρύψας τὴν ἑαυτοῦ θεότητα, ἵνα διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σώσῃ, ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ. τοσαύτη ἀγάπη τοῦ θεοῦ ἐστι πρὸς τὸν ἄνθρωπον· ᾑρετίσατο | |
620 | ὁ ἀθάνατος σταυρωθῆναι διὰ σέ. βλέπε οὖν πῶς ‹ὁ θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν μονογενῆ αὐτοῦ υἱὸν ἔδωκεν ὑπὲρ αὐτῶν›· ‹πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;› καὶ πάλιν ἀλλαχοῦ λέγει· ‹ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν›. δεί‐ κνυσι δὲ καὶ ἀλλαχοῦ τοὺς ἀγγέλους λειτουργοὺς εἶναι τῶν ἁγίων. | |
625 | καὶ γὰρ Ἠλίας ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ’ αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε· „πολλοὶ ἔρχονται καθ’ ἡμῶν καὶ ἡμεῖς μόνοι ἐσμέν“· τότε ἀποκρίνεται Ἠλίας· „οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων μεθ’ ἡμῶν κύκλῳ βοηθούντων ἡμῖν;“ ὁρᾷς ὅτι ὁ δεσπότης καὶ τὰ πλήθη τῶν ἀγγέλων σύνεστι τοῖς δούλοις αὐτοῦ. πόση οὖν ἐστιν ἡ ψυχὴ καὶ | |
630 | πῶς τετίμηται ὑπὸ τοῦ θεοῦ, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπι‐ ζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς βασιλείαν. ὁ δὲ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος. Ὡς γὰρ ἐν τοῖς φαινομένοις ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων ἀνθρώπων, ἀλλ’ ὑπὸ ὡραίων καὶ καλῶς πεπαιδευμένων, οὕτω καὶ εἰς | |
635 | τὸ ἐπουράνιον παλάτιον ἐκεῖνοι διακονοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τὴν καρδίαν. καὶ ὥσπερ ἐν τῷ παλατίῳ ὡραῖαι κόραι καὶ μὴ ἔχουσαι μῶμόν τινα, εὐειδέσταται, ἐκεῖναι εἰς κοινωνίαν βασιλέων ἀπέρχονται, οὕτως καὶ εἰς τὸ πνευματικόν· ψυχαὶ αἱ ἐν πᾶσι τρόποις ἀγαθοῖς κεκοσμημέναι, αὗται κοινωνοῦσι τῷ | |
640 | ἐπουρανίῳ βασιλεῖ. Εἰς τὸ φαινόμενον, ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν τινά, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα ἐκχεῖται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ κύριος | |
ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν | 153 | |
645 | καὶ ἀναπαῆναι ὁ ἄσπιλος καὶ ἄμωμος· εἰς γὰρ τοιαύτην καρδίαν ὁ θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται. Ἐν τοῖς φαινομένοις, ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύπτει καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ κἀκείνῳ δίδωσιν αὐτά. οὕτως καὶ ὁ θεὸς τὴν | |
15(650) | ἑαυτοῦ κτῆσιν μετὰ τῶν ἰδίων τιμίων ἐνεπίστευσε τῇ ψυχῇ. Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος καὶ ἔλθῃ βασιλεὺς μετὰ τοῦ στρατο‐ πέδου ἐπὶ τὸ πολεμῆσαι καὶ ὑπάρχῃ τὸ μέρος αὐτοῦ ἔλαττον ἢ ἀ‐ σθενέστερον, εὐθέως ‹ἀποστέλλει πρεσβείαν ἐρωτῶν τὰ πρὸς εἰρήνην›· εἰ δὲ ἔθνος μέγιστον πρὸς ἔθνος ἴσον ᾖ καὶ ὁ βασιλεὺς πρὸς βασιλέα (λέγω | |
655 | δὴ ὁ Περσῶν καὶ ὁ Ῥωμαίων), ἀνάγκη πᾶσα τοὺς δύο βασιλεῖς κινηθῆναι μετὰ τῶν στρατοπέδων ὅλων. βλέπε οὖν οἷον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τῶν ἰδίων στρατοπέδων (λέγω δὴ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων) συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ὁ θεὸς οὖν παρεγένετο διὰ σέ. | |
660 | Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχόν τινα ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλ’ ἐπιθῇ φάρμακα ἐν τοῖς τραύμασιν αὐτοῦ καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπα‐ γάγῃ αὐτὸν καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτως καὶ ὁ θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων· ἀπέπλυνεν αὐτῶν | |
665 | τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσήγαγεν εἰς τὸν ἐπουράνιον νυμ‐ φῶνα. μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοσοῦτον, ὡς μηδὲ σύγκρισιν ἔχειν. Εἰ δὲ μετεωρισθῇ καὶ κλαπῇ ὑπὸ τῆς κακίας, ἔοικε τοιούτῳ τινί, ὥσπερ ἐὰν ᾖ πόλις μὴ ἔχουσα τεῖχος, καὶ οἱ λῃσταὶ εἰσέρχονται δι’ αὐτῆς ὅθεν | |
670 | θέλουσι, μὴ ἐμποδιζόμενοι, καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν αὐτήν, — οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ προσέχοντος ἐπεισέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορ‐ πίζοντες τοὺς λογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον. Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες | |
675 | καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά. ἐπειδὴ κατὰ τὸν τῆς κακίας ἐσώτερον νοῦν ῥίζα ἐστὶν ἐν τοῖς μέλεσι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τουτέστιν ἡ ἐναντία δύναμις. ἀντιστατικὴ οὖν καὶ νοερά ἐστι· καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς | |
680 | ἁμαρτίας, κατὰ μέρος ὑπεκχεομένη ἡ ἔσω κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον εἰς φανερὰς ἁμαρτίας ἐπὶ τὸ κατεργάζεσθαι αὐτάς. τὸ γὰρ κακὸν ὥσπερ πηγῆς ὀφθαλμός ἐστι, πάντοτε βρύον. καὶ σὺ οὖν γίνου ἐπὶ τῷ ἐπισχεῖν τὰ ῥεύματα τῆς κακίας, ἵνα μὴ εἰς μυρία κακὰ ἐμπίπτων ὡς θαμβούμενος ᾖς. | 154 |
685 | Ὃν τρόπον ἐὰν ᾖ τις εὐγενής, ἀμέριμνος, πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος καὶ οἱ ταξεῶται ἁρπάσωσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι „κατηγορήθης ἐπὶ ἐγκλήματι, καὶ θανάτῳ ὑπόκεισαι“. λοιπὸν ἐκ τῆς φήμης τοῦ φόβου ἀπώλεσεν αὐτοῦ πάσας τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβημένος ἐστίν. ὑπολάμβανε οὖν | |
690 | οὕτως καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας. ὁ γὰρ φαινόμενος κόσμος ἀπὸ βασιλέων ἕως πτωχῶν ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἤγουν φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, «τὸ κέντρον τοῦ θανάτου». ἡ γὰρ ἁμαρτία ἡ παρεισελθοῦσα, δύναμίς τις οὖσα | |
695 | λογικὴ τοῦ σατανᾶ καὶ οὐσία, ἐνέσπειρε τὰ κακὰ πάντα, ἐπειδὴ λελη‐ θότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς. οὐκ ἴσασι δὲ οἱ ἄνθρωποι, ὅτι ἀπὸ ἀλλοτρίας τινὸς δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φρονήσεως ταῦτα ποιεῖν. οἱ δὲ τὴν εἰρήνην τοῦ | |
15(700) | Χριστοῦ ἔχοντες ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ, ἴσασι πόθεν ταῦτα κινεῖται. πάσχει γὰρ ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἶδεν. Καὶ ἔστι πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν, καὶ οὕτως δια‐ τρέχει εἰς ὅλα τὰ μέλη καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας καὶ μυρία κακά. οἱ οὖν γαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ | |
705 | καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτως νεμομένου τοῦ κακοῦ κατα‐ | |
πίπτουσι καὶ εἰς φανερὰν πορνείαν. τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυ‐ ρίας, κενοδοξίας, τύφου, ζήλου, θυμοῦ· ὥσπερ ὅταν τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ αὐτῷ ἐδέσματα πολλά. λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι, καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται. ὄρη γὰρ | 155 | |
710 | δυσβάστακτά ἐστι τὰ πάθη, ὧν ἐν μέσῳ ποταμοὶ δρακόντων καὶ ἰοβό‐ λων θηρίων καὶ ἑρπετῶν. ὥσπερ ἐὰν ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς. φλόγες πυρός εἰσι καίουσαι καὶ βέλη πεπυρωμένα τοῦ πονηροῦ· λέγει γὰρ ὁ ἀπόστο‐ λος· ‹πρὸς τὸ δυνηθῆναι ἡμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα | |
715 | σβέσαι›. ἐνεμήθη γὰρ τὸ κακὸν καὶ τεθεμελίωται περὶ τὴν ψυχήν. οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλ’ ὀργί‐ ζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐχθροὶ ἑαυτῶν γίγνονται. ὁ γὰρ σατανᾶς πολὺ θέλει ἐπαναπαῆναι τῇ ψυχῇ καὶ ἐφαπλωθῆναι, καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης τῆς ψυχῆς. εἰσὶ δέ τινες | |
720 | κρατούμενοι ὑπὸ θείας δυνάμεως, ὅτι ἐὰν ἴδωσί τινα μετὰ γυναικὸς νέον, οὗτοι εἰ καὶ διαλογίζονταί τινα, ὅμως οὐ μιαίνεται ὁ νοῦς αὐτῶν οὔτε ἐπιτελεῖ ἔνδον ἁμαρτίαν· ἀλλ’ οὔπω ἔστι τῷ τοιούτῳ θαρσῆσαι. εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται καὶ κατεσβέσθη καὶ ἐξηράνθη· ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν. | |
725 | Ὥσπερ οἱ ἔμποροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης, εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας εἰς στέφανον ποιοῦντας βασιλικὸν καὶ πορφύραν, οὕτως καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι | |
730 | τιμίους λίθους προχωροῦντας εἰς στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκ‐ κλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν. Ὥσπερ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἰχθύων ἐμπίπτει, καὶ τὰ ἀχρη‐ στότερα πάλιν εὐθέως εἰς θάλασσαν ῥίπτουσιν, οὕτως καὶ ἡ σαγήνη τῆς | |
735 | χάριτος ἐφαπλοῦται ἐπὶ πάντας καὶ ζητεῖ ἀνάπαυσιν, ἀλλ’ οἱ ἄνθρωποι οὐχ ὑπακούουσι· διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βόθυνον τοῦ σκότους καταρρίπτονται. Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται, καὶ ταῦτα ἐλάχιστα ὡς κεγχρίδες, οὕτως καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ | |
740 | δόκιμοι. Καὶ γὰρ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κο‐ σμοῦντες τὸν λόγον αὐτῶν φαίνονται. ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ φαίνονται καὶ οἱ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λα‐ λοῦντες· „φαίνεται τὰ σκεύη, ἐν οἷς ὁ θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ | 156 |
745 | χάριν“. καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ κύριος θέλει πολυτρόπως. ὁ οὖν λαλῶν, εἰ μὴ ᾖ ὁδηγού‐ μενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, οἱ μὲν ἐν πολέμῳ, ἄλλοι ἐν ἀναπαύσει. ὥσπερ ὅταν ᾖ πόλις ἠρημωμένη, καὶ θελήσῃ | |
15(750) | τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ καταρρεύσαντα καὶ πεσόντα τελείως καταβάλλει καὶ οὕτως ἄρχεται σκάπτειν καὶ ἐν τῷ σκάμματι τοὺς θεμε‐ λίους τιθέναι καὶ προβάλλεσθαι τὴν οἰκοδομήν, οὐδέπω δέ ἐστιν οἰκία· καὶ ὁ θέλων παράδεισον ποιῆσαι εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ | |
755 | οὕτως φυτεύει, καὶ αὔξονται τὰ φυτά, ἵνα οὕτως μετὰ πολὺν χρόνον ἐνέγκῃ καρποὺς ὁ παράδεισος, —οὕτως καὶ αἱ προαιρέσεις τῶν ἀν‐ θρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσὶ καὶ ἠρημωμέναι καὶ ἀκανθώδεις· εἶπε γὰρ ὁ θεὸς τῷ ἀνθρώπῳ· ‹ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ›. χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις | |
760 | ζητήσῃ καὶ ἀποθῆται τὸν θεμέλιον, ἕως ὅτε ἔλθῃ εἰς τὰς καρδίας τῶν ἀνθρώπων πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθας· καὶ οὕτως ἄρχονται ἁγιάζεσθαι, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
16(1t) | ΟΜΙΛΙΑ Ιϛʹ. | |
2 | Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν. τὸ δέ | |
τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο | 157 | |
5 | αὐτοῖς· ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς πῦρ τὸν σατανᾶν. εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν καὶ ἰσοδυνα‐ μίαν. πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι „ποία ἐστὶ λοιπὸν | |
10 | ἡ νικῶσα δύναμις;“ ἀνάγκη δὲ ὅτι ἡ τοῦ θεοῦ. λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος. οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν οὐδὲν ἴσασι. θεῷ γὰρ οὐδέν ἐστι κακὸν ἐνυπόστατον κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν. ἡμῖν δέ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον. οὐ συνεκράθη δὲ οὕτως, | |
15 | ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ’ ὥς ἐστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ’ ἑαυτὸν καὶ τὰ ζιζάνια καθ’ ἑαυτά· ὥς ἐστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ’ ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ’ ἰδίαν. Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν | |
ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. οὕτως καὶ ἡ ψυχὴ | 158 | |
20 | ὅταν ταράσσηται, θολοῦται καὶ κιρνᾶται τῇ κακίᾳ, καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνεύματα ἀμφότερα), κατὰ τὴν πορνείαν ἢ τὸν φόνον· διὰ τοῦτο «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι». πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ’ ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ’ οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται καὶ μνημονεύει θεοῦ. εἰ γὰρ πάντο‐ | |
25 | τε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει. καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἓν μετ’ αὐτοῦ. ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ὁ ἕτερος ζῇ. τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ | |
30 | ἁγίου πνεύματος. ἓν πνεῦμα γίνονται· ‹ὁ κολλώμενος γὰρ τῷ κυρίῳ ἓν πνεῦμά ἐστι›. τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι. Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ θεοῦ ἐνεργοῦσι | |
35 | λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅτε γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ’ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν, — | |
40 | οὕτως καὶ εἰς τὸ πνευματικόν. ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας· οὔτε δὲ πάλιν ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ’ ἐκδέχεται τὴν μεταβολήν. καὶ ὁ ἥλιος, σῶμα καὶ δημιούργημα ὤν, καταλάμπων | |
45 | δὲ εἰς τόπους δυσώδεις ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλά‐ πτεται ἢ μολύνεται, —πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα, συνὸν | |
τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ’ αὐτῶν· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». | 159 | |
16(50) | Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λείψανον ἔτι παρ’ αὐτῷ τῆς κακίας, ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. ὅταν οὖν τις ἐν θλίψεσιν ᾖ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι· ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρ‐ χεται. ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται | |
55 | καὶ ἐξυδαροῦται τὸ κακόν. τὸ οὖν εἶναί τινας παραλελυμένους ἢ λελω‐ βημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσε‐ γένετο· αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν. ὥσπερ ἐὰν ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νο‐ | |
60 | τερούς, θέρμης δὲ γενομένης καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, —οὕτως καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραί‐ νει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικήν, ἐπειδὴ νῦν οἱ τοῦ θεοῦ ἄνθρωποι μειζότεροι γίγνονται τοῦ πρώτου Ἀδάμ. Ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινό‐ | |
65 | μενος, καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου, καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· ἔστι γὰρ ἐν οὐρανῷ καὶ ἔστιν ὧδε. ἀλλ’ ἐρεῖς μοι· „πῶς δύναται ὁ θεὸς ἐν τῇ γεέννῃ εἶναι ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι ἢ | |
ἐν τῷ σατανᾷ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία;“ ἀποκρίνομαί σοι κἀγὼ | 160 | |
70 | ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σα‐ τανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται. τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται οὔτε σκοτίζεται. εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πονηρός, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ· ἀνάγκη γὰρ | |
75 | τὸν θεὸν πανταχοῦ εἶναι. διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν | |
λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται. Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον | 161 | |
80 | λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσ‐ εύχεσθαι, ἀλλ’ αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. ἐνδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ μυελῶν. ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία· ὁμοίως δὲ καὶ χάρις θεοῦ σύν‐ | |
85 | εστι μηδὲν ἀδικουμένη. ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτως καὶ ἡμεῖς τῷ δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ’ αὐτόν, ὅτι „αὐτός μοῦ ἐστι πλοῦτος | |
90 | καὶ αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα“. πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ὥστε νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ τὸ καθ’ ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά, | |
95 | ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον. Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύ‐ | |
16(100) | τητος εἰς λειότητα. ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύ‐ φων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζῴδια· ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί, —οὕτως καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναγλύφει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται | |
105 | τῆς ψυχῆς τὸ κάλλος. οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ’ ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ’ ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα, —οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς | |
πολλάς. ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῴδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ | 162 | |
110 | μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος. καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν «ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας» καὶ δυσωδίας. | |
115 | Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ ὅμοιοι τῷ πατρὶ αὐτῶν Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· ‹οὔκ ἐστε | |
120 | ἐκ τοῦ κόσμου τούτου, ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου›. Ἀλλ’ ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλα‐ σιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτι‐ σθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται, μετὰ πολλῆς δὲ | |
125 | χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς, —οὕτω κἂν τοῖς πνευματικοῖς. εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγ‐ γέλων, καὶ θαυμάζουσι λέγοντες· „εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆσ“. ἔχοντες οὖν οὗτοι μεθ’ ἑαυτῶν τὸν κύριον ἐν τῇ | |
130 | ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ. Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθά, πρὸς βλάβην ἡμῶν γένωνται. καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν ἐὰν μὴ ἀσφα‐ | |
135 | λίσωνται, κατὰ μικρὸν δι’ αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι’ αὐτῆς τῆς σοφίας κλέπτονται. δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ κύριον καὶ μὴ ἐφ’ ἑαυτόν. ἡ γὰρ ἀρετὴ διὰ | |
140 | πολλῶν εἰδῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινός, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον. Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ τοῦτο μὴ | 163 |
145 | ὁμολογοῦντες, ἀλλὰ λέγοντες· „ἦχον ὑδάτων ἠκούσαμεν“. οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν. Ἄλλοι οὖν εἰσιν οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν | |
16(150) | φαγόντες ἢ κτησάμενοι. ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν. Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ’ ᾧ ἔχει πάσας τὰς ἐλπίδας· καὶ συμβῇ | |
155 | τοῦτον ταφῆναι ὑπ’ αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος καὶ πένθος ἀπαραμύθητον, —οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ θεοῦ τῆς ψυχῆς ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. τὸν τοιοῦτον λοιπὸν | |
160 | διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρόν, καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν· ἐπέρχονται γὰρ οἱ λῃσταί. Ὥσπερ ἐάν τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην | |
165 | καὶ ὑπόστασιν πολλήν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, —οὕτως καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις, εἶτα χάριτος πληρωθέντες καὶ μεμεστω‐ μένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος. ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν | |
170 | ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρί‐ σματα. ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας ἁμαρ‐ τωλοὺς καὶ ἀτάκτους ἀνθρώπους, καὶ ὅσον εἰς ἄβυσσον τῆς χάριτος τοῦ φωτός ἐστι, τοσοῦτον ἑαυτὸν ἔχει πένητα καὶ πτωχὸν ἐν πᾶσι | |
175 | παρὰ πάντας ἁμαρτωλούς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικόν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν θεοῦ, τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, ὡς μηδὲν εἰδώς ἐστι. ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται. Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον, καὶ ὁ βαστάζων | 164 |
180 | αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ ἡ κατὰ βάθους ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανούς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν. Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα. ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρρησίαν πρὸς τὸν βασιλέα καὶ ἄλλος ἐστὶν ὁ | |
185 | ἡγεμών. Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον καὶ εἰς τὸν ἔξω ἀέρα, οὕτως κἂν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς. Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος ἢ θησαυρῶν βασιλικῶν | |
190 | πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσί, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ, οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσί, καὶ ἔχοντες ἀνάπαυσιν ὥσπερ οὔκ εἰσιν ἀναπεπαυμένοι. Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς ἐξωθοῦνται | |
195 | ἀπ’ αὐτῆς. ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως καὶ δεσμεῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ εἰς πατρίδα ἰδίαν. Καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ δια‐ τρέχουσιν εἰς ὅλα τὰ μέλη, καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη βασι‐ | |
16(200) | λεύουσα. ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις καὶ ἡ δοκιμασία καὶ ἡ πρὸς θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν θεόν. Ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων καὶ στόματα λεόντων καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ καὶ πῦρ φλέγον καὶ καχλάζον | |
205 | ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡγῇ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀρραβῶνα τοῦ πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί | |
σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς; ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως | 165 | |
210 | τό· ‹ποιήσωμεν κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν›, καὶ ὅτι ‹ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται›, σὺ δὲ εἰς ἀθανασίαν ἐκλήθης, εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως; ἐν γὰρ τοῖς φαινομένοις πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσί, καὶ πάντα τὰ τοῦ κυρίου ὅσα εἰσίν, ἐμπιστεύει σοι. ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι’ ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται. καὶ | |
215 | σὺ οὐ νοεῖς οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; δικαίως ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν λέγων· «ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρα‐ συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
17(1t) | ΟΜΙΛΙΑ ΙΖ. | |
2 | Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν. ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα | |
5 | ἦν ὅλων τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων | |
μυστηρίων. οὗτοί εἰσι καὶ υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι, ᾐχμα‐ λωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι. εἰ γὰρ τὸ | 166 | |
10 | χρῖσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου καὶ ξύλου ὁρατοῦ, τοσαύ‐ την εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιρρήτως ἀξίωμα λαμ‐ βάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς· ὃ καὶ Δαβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς), —πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ | |
15 | τὸν ἔσω ἄνθρωπον τὸ ἁγιαστικὸν καὶ χαροποιὸν ‹ἔλαιον τῆς ἀγαλ‐ λιάσεωσ›, τὸ οὐράνιον καὶ πνευματικόν, δέχονται τὸ σίγνον τῆς βασι‐ λείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ ἅγιον καὶ παράκλητον (ἀκούει δὲ παράκλητον διὰ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας). | |
20 | Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς, Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως, ἔχοντες παρρησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ (ἔνθα οἱ ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων), | |
25 | καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ. μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀρραβῶνος, οὗ ἐδέξαντο νῦν ὡς ἤδη ἐστεφανωμένοι καὶ βασι‐ λεύοντες, καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ ἐπὶ τῷ πλεονασμῷ καὶ τῇ παρουσίᾳ τοῦ πνεύματος. διὰ τί; ἐπειδὴ ὄντες ἔτι | 167 |
30 | ἐν σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως. Ὃν γὰρ τρόπον ὅταν ᾖ τις φίλος βασιλέως σχολάζων τῷ παλατίῳ, γνωρίζων τὰ μυστήρια καὶ ὁρῶν αὐτοῦ τὴν πορφύραν, συμβῇ δὲ τοῦτον γενέσθαι βασιλέα καὶ στεφανωθῆναι, οὐ ξενίζεται οὔτε πτοεῖται, ἐπειδὴ | |
35 | ἐν πολλῷ χρόνῳ ἐνεγυμνάσθη εἰς τὰ μυστήρια τοῦ παλατίου (οὐ γὰρ ἐνδέχεταί τινα τῶν ἀγελιμαίων καὶ ἰδιωτῶν καὶ ξένων τοῦ μυστηρίου εἰσελθεῖν καὶ βασιλεῦσαι εἰ μὴ τοὺς ἐμπείρους καὶ πεπαιδευμένους), — οὕτως καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται, ἤδη προεγνωκότες τὰ μυστήρια τῆς χάριτος. ἐπειδὴ γὰρ | |
40 | ὁ ἄνθρωπος παρέβη τὴν ἐντολήν, ὁ διάβολος ὅλην τὴν ψυχὴν ἐκά‐ λυψε καλύμματι σκοτεινῷ. λοιπὸν οὖν ἔρχεται ἡ χάρις καὶ ἀπεκδύεται ὅλον τὸ σκέπασμα, ὥστε λοιπὸν τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, πάντοτε λοιπὸν καθαρῶς ἐν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ | |
45 | φωτὸς τοῦ ἀληθινοῦ καθορᾶν καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ. Ὥσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ | |
17(50) | τοῦ πατρός, οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαχ‐ θέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς θαυματουρ‐ γίας ὁρῶσιν. ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς | |
55 | καθαρὸς ὢν καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον, οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ σύνεστι | |
τῷ κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ ἁγίῳ πνεύματι. ἀλλὰ ταῦτα τὰ μέτρα οὐκ εὐθέως καταλαμβάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ διὰ καμάτου καὶ θλίψεως | 168 | |
60 | καὶ ἀγῶνος πολλοῦ. Εἰσὶ γάρ τινες, ὅτι σύνεστιν αὐτοῖς ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα, σύνεστι δὲ καὶ ἡ κακία ἔνδον, καὶ τὰ δύο πολιτεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν τοῦ φωτὸς καὶ τοῦ σκότους. ἀλλὰ πάντως ἐρεῖς μοι· «τίς κοινωνία φωτὶ πρὸς σκότος;» 〈ἢ ‹τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ | |
65 | εἰδώλων;› ἀποκρίνομαι σοὶ κἀγὼ τὸ αὐτό· ‹τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότοσ› ἢ〉 ποῦ [γὰρ] τὸ θεῖον φῶς ἐπισκοτίζεται ἢ θολοῦται; καὶ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ· «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». μονοτρόπως οὖν οὐ χρὴ τὰ πράγματα νοεῖσθαι οὔτε μονομερῶς. εἰς τοσοῦτον γάρ | |
70 | τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι γίνονται τῆς συνούσης αὐτοῖς κακίας, καὶ ἔχοντες εὐχὴν καὶ ἀνάπαυσιν πολλὴν πρὸς τὸν θεόν, ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ λογισμῶν πονηρῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν τῇ χάριτι τοῦ θεοῦ· οἱ δὲ ἐλαφροὶ καὶ ἰδιῶται μερικῶς ἐνεργούσης ἐν αὐτοῖς τῆς χάριτος νομίζουσι | |
75 | μηκέτι εἶναι τὴν ἁμαρτίαν. οἱ δὲ ἔχοντες διάκρισιν καὶ ὄντες φρόνιμοι οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι „ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργού‐ μεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν“. πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς, ὅτι τοσαύτην εὗρον χαρὰν καὶ χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι „ἐξηράνθη ἡ ἐπιθυμία“· καὶ μετὰ | |
80 | ταῦτα ὡς ἐνόμισαν ἠλευθερῶσθαι ἀπ’ αὐτῆς, ἐγκρυβεῖσα ἡ κακία ἐπεκι‐ νήθη αὐτοῖς καὶ κατεκαύθησαν τῇ ἐπιθυμίᾳ, ὥστε ξενίζεσθαι αὐτοὺς καὶ λέγειν ὅτι „μετὰ τοσοῦτον χρόνον πόθεν ἡμῖν ἐπανέστη τοσαύτη κακία“; οὐδεὶς οὖν τῶν ἐχεφρόνων τολμᾷ εἰπεῖν ὅτι „συνούσης μοι τῆς | |
χάριτος τὸ ὅλον ἠλευθέρωμαι τῆς ἁμαρτίασ“, ἀλλὰ τὰ δύο πρόσωπα | 169 | |
85 | ἐν τῷ νῷ ἐνεργεῖται. οἱ γὰρ ἄπειροι τῶν πραγμάτων, μικρόν τι ἐνερ‐ γησάσης εἰς αὐτοὺς τῆς χάριτος, νομίζουσιν ὅτι ἤδη ἐνίκησαν καί εἰσι Χριστιανοὶ τέλειοι. ἐγὼ δὲ οὕτως φημὶ τὰ πράγματα εἶναι, ὥσπερ ὅταν ᾖ ἐν οὐρανῷ ἥλιος ἐν καθαρῷ ἀέρι καταλάμπων, καὶ ἔλθωσι περὶ αὐτὸν νεφέλαι καὶ καλύπτωσιν αὐτὸν καὶ παχύνωσι τὸν ἀέρα, οὐδὲν | |
90 | ἠδίκηται αὐτὸς ἐνδότερος ὢν ἐκ τοῦ φωτὸς αὐτοῦ καὶ τῆς ἰδίας ὑποστά‐ σεως, —οὕτως εἰσὶν οἱ μὴ τελείως καθαρισθέντες· ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ φυσικὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτοὺς ἐρρωμένους πρὸς τὸν θεόν, καίτοι μὴ ὄντες τοῦ ἀγαθοῦ ὁλοτελῶς. οὕτως πάλιν οἱ κατεχόμενοι ἐν | |
95 | βάθει ὑπὸ τοῦ ἀγαθοῦ μέρους (τῆς χάριτος λέγω) ἔτι εἰσὶ δοῦλοι καὶ ὑποχείριοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας. Πολλῆς οὖν χρεία διακρίσεως, ἵνα διὰ πείρας τις γνῷ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παρά‐ κλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι· συνῆν γὰρ τῇ χαρᾷ καὶ τῇ ἀγαλ‐ | |
17(100) | λιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας. ἀλλ’ αὐτὴ ἡ χάρις ἠσφαλίζετο αὐτούς, ἵνα μὴ κἂν εἰς μικρόν τι ἐκτρα‐ πῶσιν. ὥσπερ γὰρ εἴ τις βιζάκιον λίθου ῥίψας εἰς τεῖχος, οὐδὲν ἔβλαψεν ἢ παρεκίνησε τὸ τεῖχος· ἢ ὥσπερ βέλος ἀποστελλόμενον κατὰ τοῦ φο‐ ροῦντος κλίβανον οὐδὲν ἠδίκησεν ἢ τὸν σίδηρον ἢ τὸ σῶμα (ἀντικρούει | |
105 | γὰρ καὶ ἀντιπίπτει), —οὕτως εἰ καὶ προσήγγιζέ τι μέρος κακίας τοῖς ἀποστόλοις, οὐκ ἔβλαπτεν αὐτούς, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ. καὶ οὗτοι δὲ αὐτοὶ τέλειοι ὄντες εἶχον τὴν ἐλευ‐ | |
θερίαν τοῦ ἐπεργάσασθαι τὰς δικαιοσύνας. Ἐπειδὴ οὖν τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία ἐστὶ τῆς | 170 | |
110 | ψυχῆς, ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς, εἰς δια‐ κονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι· λέγει γὰρ ὁ ἀπόστολος· «τὸ πνεῦμα μὴ σβέννυτε». τινὲς μὲν οὖν ἐν αὐτοῖς οὐκ ἤθελον ἐπιβαρεῖς ἄλλοις γίνεσθαι, τινὲς δὲ ἑαυτοῖς ἐστοίχουν, ἄλλοι δὲ λαμβάνοντες παρὰ κοσμικῶν διεδίδοσαν τοῖς πτωχοῖς· τοῦτο δὲ ἀξιώτερόν ἐστιν. οἱ μὲν | |
115 | γὰρ ἔχοντες τὴν χάριν τὸ ἑαυτῶν μόνον μεριμνῶσιν, ἄλλοι δὲ καὶ ἑτέρας ψυχὰς ὠφελῆσαι σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. ἄλλοι δὲ τὴν χάριν ἔχοντες ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὰ σώματα αὐτῶν παραδιδόασιν εἰς ὕβρεις καὶ πάθη· πάλιν οὗτοι ἐκείνων ἀνώτεροί εἰσιν. τινὲς ἀρετὴν μετιόντες θέλουσι κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν | |
120 | ἀνθρώπων, λέγοντες Χριστιανοὶ εἶναι καὶ μετέχειν πνεύματος ἁγίου, ἄλλοι δὲ κρύπτειν ἑαυτοὺς καὶ ἀπὸ συντυχίας ἀνθρώπων σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. ὁρᾷς πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη, ἀνωτέρα καὶ πλεονάζουσα. | |
125 | Ὥσπερ εἴ τις πενιχρὰ ἐνδύματα περιβεβλημένος ἐν ὁράματι ἑαυτὸν ἴδῃ πλούσιον, ἀναστὰς δὲ ἐξ ὕπνου πάλιν ἴδῃ ἑαυτὸν πένητα καὶ γυμνόν, | |
οὕτως καὶ οἱ λόγον πνευματικὸν λαλοῦντες τῇ ἀκολουθίᾳ δοκοῦσι λαλεῖν, μὴ ἔχοντες δὲ τὸ ἔργον τῶν λόγων ἐν γεύσει τινὶ καὶ δυνάμει καὶ πληρο‐ φορίᾳ ἐν τῷ νῷ κεκυρωμένον· ἐν φαντασίᾳ τινὶ στήκουσιν. ἢ ὥσπερ | 171 | |
130 | γυνὴ ἔχουσα ὁλοσηρικὰ καὶ μαργαρίτας περιβεβλημένη εἰς πορνεῖον προέστηκεν, οὕτως καὶ ἐπὶ τῶν τοιούτων ἡ καρδία αὐτῶν πορνεῖόν ἐστιν ἀκαθάρτων πνευμάτων, καὶ λαλεῖν θέλουσι περὶ δικαιοσύνης μὴ παρακύψαντες εἰς τὰ πράγματα. Ὥσπερ γὰρ οὐκ ἔστι δυνατὸν ἰχθὺν ἄνευ ὕδατος ζῆσαι ἢ ἄνευ πο‐ | |
135 | δῶν περιπατῆσαί τινα ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λα‐ λεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως ἄνευ τοῦ κυρίου Ἰησοῦ καὶ τῆς ἐνερ‐ γείας τῆς θείας δυνάμεως οὐκ ἔστι γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ | |
ἢ εἶναί τινα πλούσιον καὶ Χριστιανόν. οὗτοι γάρ εἰσι σοφοὶ καὶ πολε‐ μισταὶ καὶ ἀνδρεῖοι καὶ φιλόσοφοι θεοῦ οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι | 172 | |
140 | κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θεϊκῆς δυνάμεως. οἱ γὰρ φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι, καὶ ἄλλοι εἰσὶν ‹ἰδιῶται τῷ λόγῳ›, εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐπὶ τῇ τοῦ θεοῦ χάριτι, ἄνδρες θεοσεβεῖς. διακρίνωμεν οὖν ποῖοί εἰσι βελτίονες. ‹ἐν ἔργῳ καὶ δυνάμει› φησὶ ‹ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ›· οὐκ ἐν λόγῳ, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει. | |
145 | Τὸ οὖν εἰπεῖν τινα ὅτι „ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται“, εὔκολόν ἐστι· πῶς δὲ λεπτῶς κατασκευάζεται καὶ πέττεται ἄρτος, χρὴ εἰπεῖν. τὸ οὖν λαλῆσαι περὶ ἀπαθείας καὶ τελειότητος εὔκολον· πείρᾳ δὲ διελθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστί. τὸ γὰρ εὐαγγέλιον ἐν συντόμῳ ἀπεφήνατο· ‹μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἐάν τίς σε ῥαπίσῃ | |
17(150) | εἰς τὴν σιαγόνα, παράθες καὶ τὴν ἄλλην· ἐάν τις κρίνῃ ἆραί σου τὸ ἱμάτιον, δὸς αὐτῷ καὶ τὸν χιτῶνα›. ὁ δὲ ἀπόστολος ἐπακολουθῶν, πῶς χρὴ κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακρο‐ θυμίας γίνεσθαι, διδάσκει, πρῶτον γαλακτοτροφῶν ὡς νηπίους, εἶτα | |
φέρων εἰς αὔξησιν καὶ τελειότητα· εἶπε γὰρ τὸ εὐαγγέλιον γενέσθαι | 173 | |
155 | ἀπὸ ἐρέας στιχάριον· ὁ δὲ ἀπόστολος ἐμήνυσε τὴν λεπτότητα πῶς κατασκευάζεται. Οἱ οὖν λόγους πνευματικοὺς λαλοῦντες ἄνευ τῆς γεύσεως τοιούτῳ τινὶ ἐοίκασιν, ὥσπερ ἵνα τις ἐπιβαλόντος καύσωνος διοδεύῃ ἐν πεδίῳ ἐρήμῳ, καὶ ὢν ἔκδιψος διαγράφῃ πηγὴν ῥέουσαν ὕδωρ, σκιογραφῶν | |
160 | ἑαυτὸν πίνοντα, ὁπότε τὰ χείλη αὐτοῦ κατεξήρανται καὶ ἡ γλῶσσα ἐκ τῆς καταλαβούσης δίψης· ἢ ἵνα τις λαλήσῃ περὶ μέλιτος ὅτι γλυκύ ἐστι, μὴ γευσάμενος δὲ οὐκ οἶδε τὴν δύναμιν τῆς γλυκύτητος, —οὕτως καὶ οἱ λόγον λαλοῦντες περὶ τελειότητος καὶ ἀγαλλιασμοῦ ἤτοι ἀπα‐ θείας, μὴ ἔχοντες δὲ ἐνεργείᾳ καὶ πληροφορίᾳ τὰ πράγματα· οὐχ ὡς | |
165 | λαλοῦσιν, οὕτως εἰσὶν ἅπαντα. ὅταν γὰρ ὁ τοιοῦτος καταξιωθῇ ποτε μερικῶς ἐν ἔργῳ εὑρεθῆναι, διακρίνει καθ’ ἑαυτὸν ὅτι „οὐ καθὼς ὑπελάμ‐ βανον οὕτως εὗρον“· ἄλλως γὰρ ἐλάλουν καὶ ἄλλως τὸ πνεῦμα ἐρ‐ γάζεται. Ὁ γὰρ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσῳ τις ἐσθίει ἀπ’ | |
170 | αὐτοῦ, ἐκ τῆς ἡδύτητος ἐπὶ πλεῖον ἐρεθίζεται ὁ νοῦς, ἀκατάσχετος καὶ ἀκόρεστος ὑπάρχων καὶ ἀπλήστως ἐπιζητῶν καὶ ἐσθίων. ἢ ὥσπερ ἐὰν ᾖ τις διψῶν καὶ ἐπιδοθῇ αὐτῷ πόμα γλυκύ, εἶτα ἀρξάμενος τῆς γεύσεως σφοδροτέρως ἐγγίζῃ τῷ ποτῷ μειζόνως ἐκκαιόμενος, καὶ σχεδὸν ἄπαυ‐ στός ἐστιν ἡ γεῦσις τοῦ πνεύματος, ὡς τοιούτῳ τινὶ ἀπεικάζεσθαι. καὶ | |
175 | ταῦτα οὐ λόγοι ψιλοί· ἐργασία γάρ ἐστι τοῦ ἁγίου πνεύματος ἐν μυστη‐ | |
ρίῳ διακονοῦσα τῷ νῷ. νομίζουσι δέ τινες ὅτι ἀπεχόμενοι γυναικὸς καὶ πάντων τῶν φαινομένων ἤδη ἅγιοί εἰσιν. ἀλλ’ οὐχ οὕτως ἐστίν. ἔτι γὰρ ἡ κακία ἐν τῷ νῷ καὶ ἐν τῇ καρδίᾳ ζῇ καὶ ἐπαίρεται. οὗτος δέ ἐστιν ἅγιος ὁ καθαρθεὶς καὶ ἁγιασθεὶς κατὰ τὸν ἔσω ἄνθρωπον. ὅπου | 174 | |
180 | γὰρ ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχεται ἡ πλάνη σπουδάζουσα καλύψαι καὶ θολῶσαι. Ὅτε οἱ Ἰουδαῖοι ἐκράτουν τὴν ἱερωσύνην, καὶ ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἐπειδὴ εἱστήκεισαν ἐν τῇ ἀληθείᾳ, Ἐλεάζαρος καὶ οἱ Μακκαβαῖοι. νῦν δὲ ἐπειδὴ ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ καταπετά‐ | |
185 | σματος ἀνεχώρησεν ἐξ αὐτῶν τὸ πνεῦμα, λοιπὸν ὧδε ἀπεκαλύφθη καὶ ἐνεργεῖ ἡ ἀλήθεια. πάλιν οὖν ἐξ αὐτοῦ τοῦ ἔθνους διώκονται. ἐξ αὐτοῦ δὲ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἵνα γένωνται μάρτυρες οἱ φιλαλήθεις. πῶς γὰρ φανήσεται ἡ ἀλήθεια, εἰ μὴ ἔχοι τοὺς ὑπεναντίους, ψευδεῖς ὄντας καὶ κατὰ ἀληθείας τρέχοντας; εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελ‐ | |
190 | φοῖς βαστάζοντες πάθη καὶ θλίψεις, πολλῆς δὲ χρῄζουσιν ἀσφαλείας, ἵνα μὴ πέσωσιν. εἷς γάρ τις τῶν ἀδελφῶν συνευχόμενός τινι ᾐχμα‐ λωτίσθη ὑπὸ θείας δυνάμεως, καὶ ἁρπαχθεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης· „οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων“. | |
195 | καὶ μετὰ μικρὸν φυσιωθεὶς καὶ νομίσας περὶ ἑαυτοῦ ἑωρακέναι, μετὰ τοῦτο εὑρέθη ἐμπεσὼν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας, εἰς μυρία κακά. εἰ οὖν ὁ ἐσώτερος καὶ ὑψηλὸς ἔπεσε, πῶς δύναται | |
λέγειν ὁ τυχὼν ὅτι „νηστεύων καὶ ξενιτεύων καὶ διασκορπίζων τὰ ὑπάρχοντα ἤδη ἅγιός εἰμι“, οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν αὕτη ἐστὶν | 175 | |
17(200) | ἡ τελείωσις, ἀλλ’ εἰ εἰσῆλθες εἰς τὸν νοῦν τὸν ἠφανισμένον καὶ ἀπέ‐ κτεινας τὸν ὄφιν τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα καὶ ἀποθήκας τῆς ψυχῆς φωλεύοντα καὶ φονεύον‐ τά σε (ἄβυσσος γάρ ἐστιν ἡ καρδία)· εἰ τοίνυν ἐκεῖνον ἐφόνευσας, καὶ πᾶσαν τὴν ἔν σοι ἀκαθαρσίαν ἐξέβαλες. ὅλοι γὰρ οἱ φιλόσοφοι καὶ ὁ | |
205 | νόμος καὶ οἱ ἀπόστολοι καὶ ἡ τοῦ σωτῆρος ἔλευσις περὶ καθαρότητος τὸν λόγον ποιοῦνται. πᾶς γὰρ ἀνθρώπων, εἴτε Ἰουδαίων εἴτε Ἑλ‐ λήνων, ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ οὐ δύνανται καθαρεύειν. χρὴ οὖν ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνων δύναται τὸ καθαρὸν τῆς καρδίας γενέσθαι. οὐδαμῶς ἑτέρωθεν εἰ μὴ διὰ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος· | |
210 | αὐτὸς γάρ ἐστιν ‹ἡ ὁδός, ἡ ζωή, ἡ ἀλήθεια›, «ἡ θύρα», ὁ μαργαρίτης, ‹ὁ ζῶν καὶ οὐράνιος ἄρτοσ›. καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀλη‐ θείας ἀλήθειαν γνῶναι ἢ σωθῆναι. ὥσπερ οὖν εἰς τὸν ἔξω ἄνθρωπον καὶ εἰς τὰ φαινόμενα πράγματα ἀπετάξω πᾶσι καὶ διέδωκας τὴν ὕπαρξίν σου, οὕτω καὶ ἐν τῇ σοφίᾳ τῇ κοσμικῇ εἰ γνῶσιν ἔχεις καὶ λόγων ἰσχύν, | |
215 | ἀπορρίψασθαι πάντα ὀφείλεις καὶ μηδὲν ἡγήσασθαι, ἵν’ οὕτω δυνηθῇς τῇ ‹μωρίᾳ τοῦ κηρύγματοσ› οἰκοδομηθῆναι, ὅπερ κήρυγμά ἐστιν ἡ ἀληθὴς σοφία, οὐκ ἔχουσα κόμπον λόγων, ἀλλὰ δύναμιν δι’ ἁγίου σταυροῦ ἐνεργουμένην. δόξα τῇ ὁμοουσίῳ τριάδι εἰς τοὺς αἰῶνας. | |
ἀμήν. | 176 | |
18(1t) | ΟΜΙΛΙΑ ΙΗ. | |
2 | Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπό‐ κρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ ἐξαίρετα κτήματα εὐχερῶς | |
5 | ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι’ αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐκόλως κτᾶται. οὕτως καὶ οἱ ζητοῦντες παρὰ θεοῦ καὶ εὑρόν‐ τες καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, αὐτὸν τὸν κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ κυρίου ἐκ τοῦ θησαυροῦ | |
10 | τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι καὶ δι’ αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι. διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου | |
15 | ἐργάζονται. φησὶ δὲ καὶ ὁ ἀπόστολος· ‹ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι›, τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν ἑαυ‐ τοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν· «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπο‐ λύτρωσις». ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦτον | |
20 | τοῦ πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιά‐ στως λοιπὸν καὶ εὐκόλως. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ | 177 |
25 | οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστρα‐ φῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην τοῦ πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. ὁ γὰρ πένης καὶ γυμνὸς καὶ πτωχὸς καὶ λιμώττων ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης· ὁ δὲ ἔχων θησαυρόν, | |
30 | ὡς προείρηται, εὐχερῶς οἷα βούλεται κτήματα καὶ ἀνωδύνως κτᾶται. οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται κἂν θέλῃ, τῶν καρπῶν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ πνεύματος. | |
35 | Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ πνεύματος θη‐ σαυρόν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας πνεύματος ὑπάρχων, | |
40 | πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως πνεύματος καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς· πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, τὸ πνεῦμα | |
45 | ἐν αὐτῇ καὶ δι’ αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως. Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. ὥσπερ ἐάν τις ᾖ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελές· ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσῃ πλοῦτον ἔχοντι μέγαν, καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ | |
18(50) | λαμπρῶς τοὺς κληθέντας ὑπ’ αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ εἶθ’ οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος | |
55 | ἀργυροῦν ἢ ἱμάτιον ἢ ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων | |
πάντων αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται. οὕτως καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ | 178 | |
60 | ἐπάν τισι κοινωνῶσι λόγων πνευματικῶν καὶ εὐφρᾶναι ψυχὰς θελή‐ σωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μὴ ἐνδεήσῃ αὐτοῖς· ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι | |
65 | καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους. ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ’ ἐν | |
70 | δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, —ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος πρὸς τὰ ἴδια, ἀφ’ ὧν ἤρθη, | |
75 | ἀπέρχεται καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν πνεύματος, ἀφ’ οὗ προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος μηδὲ ἀγαλλιώμενος τῷ πνεύματι. Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν | |
80 | τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος. καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι | |
85 | διήγησιν. οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πατρὸς τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν· ‹ὁ γὰρ ἀγαπῶν με› φησὶν ‹ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγα‐ πήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν›, καὶ πάλιν· ‹ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν›. οὕτως ἡ ἄπειρος | |
90 | χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ πνεύματος ἐπηγ‐ γείλατο. δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας τριάδος. Οἱ γὰρ καταξιωθέντες ‹τέκνα γενέσθαι θεοῦ› καὶ ἐκ πνεύματος ἁγίου ‹ἄνωθεν γεννηθῆναι› καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα | 179 |
95 | καὶ ἀναπαύοντα αὐτούς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύ‐ ματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευ‐ ματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. ἔστιν ὅτε γίνονται ὡς ἐν | |
18(100) | βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφρο‐ σύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος. ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ εὐφραινόμενοι καὶ | |
105 | μεθύοντες τῷ πνεύματι μέθην θείαν μυστηρίων πνευματικῶν. ἄλ‐ λοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενοι ὑπὲρ ὅλου τοῦ Ἀδὰμ πένθος καὶ κλαυθμὸν ἀναλαμβάνου‐ σιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ πνεύματος ἐκπυ‐ | |
110 | ροῦνται, ὡς, εἰ δυνατόν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ. ἄλλοτε τοσοῦτον ταπει‐ | |
νοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται. ἄλλοτέ εἰσιν | 180 | |
115 | ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας· ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ πνεύματος καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ | |
120 | εἰρήνῃ ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην πνευματικὴν ἡδονὴν καὶ ἀνάπαυσιν ἄρρητον οὖσα καὶ εὐθηνίαν. ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται | |
125 | καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχήν, ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ. Ταῦτα δὲ τὰ προειρημένα τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων· αἱ γὰρ προειρημέναι | |
130 | τῆς χάριτος ποικίλαι ἀναπαύσεις διαφόρως μὲν λαλοῦνται, ἀδια‐ λείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τῷ παρακλήτῳ πνεύματι διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ | |
135 | καταξιωθῇ πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμός, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρη‐ στότης γίνεται. ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ πνεύματι ἁγίῳ ἀνακεκρα‐ | |
140 | μένοι ἀφωμοίωνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν καὶ ἔξωθεν ὄντες ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροί. διὰ γὰρ τοῦ πνεύματος καταρτισθέντες, πῶς δύνανται καρποὺς ἔξωθεν κακίας προαγαγεῖν; ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ πνεύματος ἐν αὐτοῖς διαλάμπουσι. | 181 |
145 | Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῷ ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀνα‐ παύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ | |
18(150) | τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ ἀπόστολος· ‹ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ›, καὶ πάλιν· «μέχρι καταν‐ τήσομεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώ‐ ματος τοῦ Χριστοῦ». ἐπηγγείλατο ὁ κύριος πᾶσι τοῖς πιστεύουσιν | |
155 | αὐτῷ καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ πνεύματος. καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν. ψυχῇ καὶ σώματι ἀφιερωθέντες καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ | |
160 | ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
19(1t) | ΟΜΙΛΙΑ ΙΘ. | |
2 | Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρω‐ θῆναι, ἵνα τοὺς καρποὺς τοῦ πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ | |
5 | δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι· πρῶτον πιστεύειν τῷ κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλως ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν | |
πάντοτε χρὴ αὐτὸν προσκαρτερεῖν ἐν πίστει προσδοκίας τοῦ κυρίου, | 182 | |
10 | τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός. εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν | |
15 | τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ· εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ κύριος· «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». ὁμοί‐ | |
20 | ως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ κύριος· ‹γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί›, καὶ πάλιν φησίν· ‹ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε›, καὶ πάλιν· ‹βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν› καί· «ἀγωνίζεσθε εἰσελ‐ | |
25 | θεῖν διὰ τῆς στενῆς θύρας». ἐπὶ πᾶσι τὴν τοῦ κυρίου ταπείνωσιν καὶ τὴν πολιτείαν καὶ τὴν πραότητα καὶ τὴν ἀναστροφὴν ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω. ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ | |
30 | ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς, καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκουούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξῃ ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου μνημονεύων ἀεὶ καὶ προσδοκῶν αὐτὸν ἐν πολλῇ ἀγάπῃ. τότε θεωρῶν ὁ κύριος τὴν τοιαύτην προαίρεσιν καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς | 183 |
35 | μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγχει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ’ αὐτοῦ τὸ ἔλεος αὐτοῦ καὶ λυ‐ τροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιμπλῶν αὐτόν. καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ | |
40 | καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείας (μᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολάς) καὶ τοὺς καρποὺς τοῦ πνεύ‐ ματος τότε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς | |
45 | ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονού‐ μενον μακροθυμεῖν καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, | |
19(50) | κατὰ τὸ εἰρημένον· «μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί», βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μὴ ἔχοντα εὐχὴν πνευματικήν. καὶ οὕτως ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγχοντα μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν πνεύματος, δίδωσιν ἀγάπην ἀληθινήν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα | |
55 | ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος. Εἰ δέ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαι‐ | |
60 | ρέσεως καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ. τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ’ ὃ καὶ πρὶν ἦν· οὐκ ἔχει πραότη‐ τα, ὅτι οὐκ ἐζήτησε πόνῳ, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι· | |
οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο | 184 | |
65 | εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου· οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνωκεν ἑαυτόν, οὐκ ἐδοκίμασε μὴ ἔχειν, καὶ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν τὴν πρὸς αὐτὸν βεβαίαν πίστιν καὶ πεποίθησιν | |
70 | ἀληθινήν. Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτως καὶ εἰς τὴν πεποίθησιν, οὕτως καὶ εἰς τὴν ταπεινοφροσύνην, οὕτως εἰς τὴν ἀγάπην, οὕτως εἰς τὴν πραότητα, ἀκεραιότητά τε καὶ ἁπλότητα, οὕτως «εἰς πᾶσαν ὑπομονὴν καὶ μακρο‐ | |
75 | θυμίαν» κατὰ τὸ γεγραμμένον «μετὰ χαρᾶς», οὕτως βιάζεσθαι εἰς τὸ ἑαυτὸν ἐξουθενεῖν καὶ πτωχὸν καὶ ἔσχατον λογίζεσθαι, οὕτως εἰς τὸ μὴ ὁμιλεῖν τὰ μὴ ὄντα χρήσιμα, ἀλλ’ ἀεὶ τὰ τοῦ θεοῦ μελετᾶν καὶ λαλεῖν στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι καὶ κραυγάζειν, κατὰ τὸ εἰρημένον· ‹πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν | |
80 | σὺν πάσῃ κακίᾳ›. εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος, εἰς τὸ μὴ ἐπαίρεσθαι καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, —εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι | 185 |
85 | Χριστῷ, ἵν’ οὕτως ὁ κύριος, ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ προαίρεσιν τοῦ οὕτως εἰς πᾶσαν ἀγαθότητα καὶ ἁπλότητα καὶ χρηστότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος ἑαυτὸν καὶ ἄγοντος μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, αὐτὸς ὁ κύριος ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ, ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυ‐ | |
90 | λάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν. καὶ γίνεται αὐτῷ τὰ τῆς ἀρετῆς πάντα ἐπιτηδεύματα ὡς φύσις. τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ κύριος καὶ γενόμενος ἐν αὐτῷ (καὶ αὐτὸς ἐν τῷ κυρίῳ), αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τῶν καρπῶν τοῦ πνεύ‐ ματος. | |
95 | Εἰ δὲ εἰς εὐχὴν μόνον βιάζεταί τις ἑαυτόν, ἕως οὗ λάβῃ χάρισμα παρὰ θεοῦ, εἰς ταῦτα δὲ τὰ προειρημένα ὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἄγχει καὶ ἐθίζει, οὐ δύναται ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως αὐτὰ ποιῆσαι. ἀλλ’ οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὅσον δυνατὸν εἰς τὸ ἀγαθόν· ἐνίοτε γὰρ γίνεται πρὸς αὐτὸν ἡ θεία χάρις αἰτοῦντα καὶ δεόμενον· | |
19(100) | ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν. μὴ ἔχων δὲ μήτε ἐθίσας μήτε προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετάς, εἴγε λάβῃ, ἀπόλλει τὴν χάριν ἣν ἔλαβε, καὶ πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν τῇ χάριτι τῇ πρὸς αὐτὸν γενομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐκ προαιρέσεως | |
105 | ἑαυτὸν οὐ δίδωσι. τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύ‐ ματος ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε καὶ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί. Ὀφείλει οὖν ὁ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέ‐ ξασθαι παρ’ αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι | |
110 | καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ θεοῦ βιάζεσθαι ἑαυτὸν καὶ μὴ θέλουσαν τὴν καρδίαν ὑποτάσσειν κατὰ τὸ | |
εἰρημένον· ‹διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα›. ὥσπερ γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ τοῦτο κατορθώσῃ, ὁμοίως | 186 | |
115 | ἐὰν θέλῃ, καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει καὶ ἐθίζει ἔθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου διὰ παντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν γεύσεως θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος, αὔξειν ποιεῖ καὶ θάλλειν τὸ χάρισμα τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, | |
120 | ἐν τῇ ἀγάπῃ, ἐν τῇ πραότητι. Αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ ταῦτα καὶ διδάσκει αὐτὸν ἀληθινὴν εὐχήν, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἃ προεβιάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐμελέτησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τε‐ λειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται. ὁ γὰρ | |
125 | ταπεινὸς οὐδέποτε πίπτει. πόθεν γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, καὶ μεγάλη ὕψωσις καὶ τιμιότης καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη. Καὶ ἡμεῖς τοίνυν βιασώμεθα καὶ ἄγξωμεν ἑαυτοὺς εἰς τὴν ταπει‐ νοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ | |
130 | εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλ‐ πίδι καὶ ἀγάπῃ ἀδιαλείπτως, ἐν προσδοκίᾳ τοιαύτῃ καὶ σκοπῷ, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν τῷ θεῷ «ἐν πνεύματι καὶ ἀληθείᾳ». καὶ αὐτὸ τὸ πνεῦμα ἐν ἡμῖν εὔξηται, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀλη‐ | |
135 | θινήν, ἣν νῦν καὶ βιαζόμενοι οὐκ ἔχομεν ταπεινοφροσύνην ἀληθινήν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστό‐ τητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀλη‐ θείας ἀκόπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τῶν καρπῶν αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ θεοῦ πληρωθεισῶν | |
140 | ὑφ’ ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ κυρίου καὶ τελειώσαντος ἡμᾶς τοῦ πνεύματος εἰς ἑαυτὸ καὶ τελειω‐ θέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ | |
145 | αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων· υἱοὺς πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν. | |
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 187 | |
20(1t) | ΟΜΙΛΙΑ Κ. | |
2 | Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος δύναμις (καθὼς εἴρηται· «εἰ δέ τις πνεῦ‐ μα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»), κλαιέτω καὶ παρακαλείτω | |
5 | τὸν κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ πνεύματος ἔν‐ δυμα. ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐάν τις γυμνὸς ᾖ, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι | |
10 | ἰδίους, καὶ τέκνα ἰδόντα γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἐνατενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρός, καὶ ὀπισθοφα‐ νῶς ἀπελθόντες ἐπεκάλυψαν αὐτὸν καὶ οὕτως ἐπέστρεψαν τὰς ὄψεις, — οὕτω καὶ ὁ θεὸς ἀπέστραπται τὰς ψυχὰς τὰς μὴ ἐνδεδυμένας τὸ τοῦ πνεύματος ἔνδυμα ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους τὸν κύριον | |
15 | Ἰησοῦν Χριστὸν ἐν δυνάμει καὶ ἀληθείᾳ. Αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος ἑαυτὸν γυμνὸν ᾐσχύνθη· τοσαύτη ἀτιμία τῇ γυμνότητι πρόσεστιν. εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχὴ ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον καὶ | |
20 | ἄφθαρτον καὶ πνευματικὸν ἔνδυμα, αὐτὸν τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πλείονα αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὢν γυμνὸς ἀπὸ τῆς θείας ἐκείνης δόξης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὤν· κἂν ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων | |
25 | περίβλημα, ὅμως τὴν αἰσχύνην ἐφόρει, τὴν πτωχείαν καὶ γυμνητείαν ἑαυτοῦ ἐπιγινώσκων. Αἰτείτω οὖν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ διδόντος καὶ ἀμφιεννύντος δόξαν Χριστοῦ ἐν φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίων, δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένη καὶ νομίζουσα ἔχειν | |
30 | ἄμφιον σωτηρίου. εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ δικαιοσύνην (ἥτις ἐστὶν ὁ κύριος, ‹ὃσ› | |
φησὶν ‹ἐγενήθη ἡμῖν δικαιοσύνη καὶ ἀπολύτρωσισ›), ματαίως καὶ κενῶς κοπιᾷ. πᾶσα γὰρ ἡ οἴησις τῆς δικαιοσύνης αὐτοῦ ὡς ῥάκος ἀποκαθη‐ μένης φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὥς φησιν Ἠσαΐας ὁ προφήτης· | 188 | |
35 | ‹ἐγενήθη πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένησ›. αἰτήσω‐ μεν οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτη‐ ρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς· ὃν φο‐ ρέσασαι ψυχαὶ οὐκ ἀποδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλ’ ἐν τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, οὗ | |
40 | περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς ψυχαί, καθώς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ καὶ τῷ ἀφράστῳ ἐλέει αὐτοῦ. Καὶ πάλιν ὥσπερ ἡ αἱμορροοῦσα γυνὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ | |
45 | ἁψαμένη τοῦ κρασπέδου τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ ἐξηράνθη ἡ ῥύσις τῆς ἀκαθάρτου πηγῆς τοῦ αἵματος, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονη‐ ρῶν διαλογισμῶν, ἐὰν προσέλθῃ τῷ Χριστῷ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν | |
20(50) | παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ μόνου. ἄλλῳ δέ τινι ἰάσασθαι τὸ τραῦμα τοῦτο ἀδύνατον. Οὕτως γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν | |
55 | ὁρῶντα θεόν. διέβλεψαν λοιπὸν οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. οὕτως οὖν ἐτραυ‐ ματίσθη, ὥστε μηδενὶ δυνατὸν εἶναι ἰάσασθαι, εἰ μὴ μόνῳ τῷ κυρίῳ· τούτῳ μόνῳ δυνατόν ἐστιν. αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ | |
κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν διαλογισμῶν τῆς ψυχῆς | 189 | |
60 | ἐξήρανεν. ὥσπερ γὰρ ἐκείνη ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανή‐ σασα τοῖς ἰατρεύσειν ἐπαγγελλομένοις, παρ’ οὐδενὸς ἐθεραπεύθη τούτων, ἕως οὗ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, καὶ οὕτως εὐθέως ᾔσθετο τῆς ἰάσεως καὶ ἔστη ἡ ῥύσις τοῦ αἵματος, οὕτω τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα | |
65 | ἀνίατον παθῶν κακίας οὐδεὶς οὔτε δικαίων οὔτε πατέρων οὔτε προ‐ φητῶν οὔτε πατριαρχῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς ἦλθεν, ἀλλ’ οὐκ ἠδυνήθη ἴασιν παντελῆ δοῦναι. ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νεομηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι καὶ | |
70 | καθαρισθῆναι ἀπὸ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῆς θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον λύτρωσιν καὶ ἴασιν τῆς ψυχῆς ἐποίησεν. | |
75 | αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν. αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων λογισμῶν· «ἰδοὺ» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Οὐ γὰρ ἠδύνατο τὰ ἴδια ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἑαυτῆς δικαιώ‐ | |
80 | ματα μόνον, θεραπεῦσαι καὶ ἰάσασθαι αὐτὴν ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου τοῦ φαρμάκου μόνου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς ἐφικέσθαι, καθαρισθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος τὴν καρδίαν. ἀλλ’ ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδυνήθη καὶ | |
85 | τετραυμάτιστο, ἀλλ’ ὅμως πόδας εἶχε τοῦ ἐλθεῖν πρὸς τὸν κύριον καὶ ἐλθοῦσα τυχεῖν ἰάσεως· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν ὑπερβῆναι οὐκ | |
ἠδύνατο καὶ ἐλθεῖν πρὸς τὸν κύριον διὰ τὸ μὴ βλέπειν, ἀλλ’ ὀξυτέραν ἀγγέλων ἀπέστειλε τὴν φωνήν (ἔλεγε γάρ· «υἱὲ Δαβίδ, ἐλέησόν με»), καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος τοῦ κυρίου πρὸς αὐτὸν | 190 | |
90 | καὶ διαβλέψαι ποιήσαντος, —οὕτως καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας κἂν τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρ‐ τίας, ἀλλ’ ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐ‐ τὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ. Ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόησε καὶ ἡ αἱμορροοῦσα προσ‐ | |
95 | ῆλθε τῷ κυρίῳ, οὐκ ἂν ἐτύγχανον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν κύριον καὶ μετὰ πληροφορίας πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει. διὰ τί γὰρ ἐκεῖνοι πιστεύσαντες ἰῶντο εὐθέως, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν ἐκ τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ κύριος φροντίδα | |
20(100) | ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν δια‐ βλέψῃ κατὰ τὸν λέγοντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου», οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται. εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ κύριος ἐποιήσατο ἐλθὼν ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τῆς ἀθανάτου καὶ κατ’ εἰκόνα αὐτοῦ πεποιη‐ | |
105 | μένης ψυχῆς. ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν, διὰ τὴν διχοστασίαν ἡμῶν, διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας μήτε ἐξ ἀληθείας αὐτῷ πιστεύειν, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν. πιστεύσωμεν | |
οὖν αὐτῷ καὶ προσέλθωμεν ἐν ἀληθείᾳ, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ἐν ἡμῖν ποιήσῃ. ἐπηγγείλατο γὰρ διδόναι ‹τοῖς αἰτοῦσιν αὐτὸν πνεῦμα | 191 | |
110 | ἅγιον› καὶ τοῖς κρούουσιν ἀνοίγειν καὶ τοῖς ζητοῦσιν εὑρίσκεσθαι, καὶ ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
21(1t) | ΟΜΙΛΙΑ ΚΑ. | |
2 | Ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ ἐξ ἀληθείας καὶ κατ’ ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην· ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου | |
5 | πράγμασι περισπασμῶν γηΐνων ἀφιστάμενος καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας, καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς | |
10 | τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Κατὰ δύο γὰρ τρόπους καὶ δεσμοὺς ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ βίῳ τούτῳ, ἐν τοῖς βιωτικοῖς πράγμασι καὶ ἐν τῇ τοῦ κόσμου ἀγάπῃ ἤγουν τῶν σαρ‐ κικῶν ἡδονῶν καὶ παθῶν, πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικὸς | |
15 | καὶ τέκνων, συγγενείας, πατρίδων, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ’ ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει. ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐν‐ τολῆς ἐγκρατὴς γενέσθαι. καὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περι‐ | |
20 | πέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι. παντὶ γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν. | |
25 | Ἐπάν τις τοίνυν ἀκούσας τὸν λόγον τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορ‐ ρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου, καὶ πάσας τὰς σαρ‐ | |
κικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων δύναται γνῶναι, ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν πνευ‐ | 192 | |
30 | μάτων πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. καὶ οὕτως δύναται παρα‐ μένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι. | |
35 | Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ καταργεῖσθαι δύναται. δι’ ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ ἀδυνατεῖ. εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται καὶ τοῖς πάθεσι | |
40 | τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον. γένοιτο γάρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσ‐ καρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἂν τότε δυνηθῇ | |
45 | ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην καὶ τὸν ἔνδον πόλεμον καὶ τοὺς πονηροὺς λογισμούς. ἐὰν μὴ γάρ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν | |
21(50) | πλάνην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ’ ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν· ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών. Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισάμενος καὶ ἀπορρίψας ἀφ’ ἑαυτοῦ τὸ φορτίον τῆς γῆς καὶ τῶν ματαίων ἐπι‐ | |
55 | θυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπί‐ νων, ἄρας ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων ἀπαγαγών, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι καὶ ψυχῇ λέγω), | |
60 | ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν· καὶ οὕτως δεηθεὶς | |
τοῦ κυρίου καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περι‐ κεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μά‐ | 193 | |
65 | χαιραν τοῦ πνεύματος», καὶ διὰ τούτων ὁπλισάμενος δυνήσεται ‹στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου› ἐν ταῖς ἐνεστώσαις πονηρίαις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι | |
70 | δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργίας τοῦ πνεύματος καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
22(1t) | ΟΜΙΛΙΑ ΚΒ. | |
2 | Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμό‐ νων καὶ ἄγγελοι ἀριστεροί, καὶ δυνάμεις σκότους παραλαμβάνουσι | |
5 | τὴν ψυχὴν ἐκείνην καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος. καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι. εἰ γὰρ ζῶν καὶ ὢν ἐν τῷ αἰῶνι τούτῳ ὑπε‐ τάγη καὶ ὑπήκουσε καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ’ αὐτῶν. ἀπὸ δὲ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγ‐ | |
10 | ματα· καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ θεοῦ ἀπὸ τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα, καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμ‐ βάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα, | |
καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ κυρίῳ. | 194 | |
23(1t) | ΟΜΙΛΙΑ ΚΓ. | |
2 | Ὁ μαργαρίτης ὁ μέγας καὶ πολύτιμος καὶ βασιλικὸς ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος τὸν μαργαρίτην τοῦτον δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν | |
5 | τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»), τὸν ἐπουράνιον καὶ πολυτί‐ μητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτός, τοῦ φωτὸς τοῦ ἀλαλήτου, | |
10 | ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος. οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας· οὕτως γὰρ εἶπεν ὁ ἀπόστολος· «καθὼς ἐφορέσα‐ μεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». Ὥσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζῴοις συν‐ | |
15 | νέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν· ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν. εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται· εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώρακα λέγω καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι καὶ | |
20 | συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς· χωρὶς γὰρ ἐπιβάτου καὶ θώρακος ἵππος πολεμεῖν οὐ δύναται. ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀ‐ σφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς | |
25 | ἐχθρούς, ὥστε καὶ ἀπ’ αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιήσῃ τοῖς πολε‐ μίοις. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα. ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύ‐ | |
30 | ματος ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχου‐ μένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ. εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν ἔρχεται εἰς τὸ δοκιμασθῆναι αὐτήν, ἵνα κατ’ ὀλίγον ἡμερω‐ | |
θῇ ὑπὸ τοῦ πνεύματος, ἐκλειπούσης κατ’ ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη «τὸν θώρακα τῆς δι‐ | 195 | |
35 | καιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος» διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς. καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι· χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀνέρ‐ | |
40 | χεται εἰς παράταξιν. ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, ‹ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται›, καθὼς ἐν τῷ Ἰὼβ εἴρηται· ὅτι καὶ ἀπ’ αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ | |
45 | παρρησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
24(1t) | ΟΜΙΛΙΑ ΚΔ. | |
2 | Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις. ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως | |
οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι | 196 | |
5 | τούτῳ διὰ πασῶν ἀρετῶν καὶ διὰ τῆς τοῦ πνεύματος δυνάμεως ἐπισυλ‐ λέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. δεῖ τοίνυν τὸν Χριστιανὸν κατὰ τὰς ἁγίας γρα‐ φὰς ἀρνησάμενον τὸν κόσμον μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ ἐκ τού‐ | |
10 | του τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παρα‐ βάσεως Ἀδάμ, εἰς αἰῶνα ἕτερον καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρα‐ νοῖς ὑπάρχει». Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει | |
15 | ἐξ ὅλης καρδίας τῷ κυρίῳ, ἀρνησαμένη τὸν αἰῶνα τοῦτον. καὶ ἡ δύ‐ ναμις τοῦ θεϊκοῦ πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ εἰς τὴν τοῦ κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μεταθεῖναι. ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς εἰς | |
20 | τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς. ἀλλ’ ὥσπερ ὁ Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν εἰς ἑαυτὸν ὑπεδέξατο, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες καὶ πᾶν τὸ γένος Ἀδὰμ ἐκείνης τῆς ζύμης μετέσχε· καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως | |
25 | πορνειῶν καὶ ἀσελγειῶν καὶ εἰδωλολατριῶν καὶ φόνων καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης· καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακόν, ὡς νομίζειν μήτε εἶναι θεόν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας θεὸν λαμβάνειν δύνασθαι (εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν | |
30 | ζύμη τὸ γένος τοῦ παλαιοῦ Ἀδάμ), —τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ κύριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πάσας | |
35 | ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ καὶ γένωνται μετὰ τοῦ κυρίου εἰς «ἓν πνεῦμα» κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ἐζυμω‐ | |
μένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ πνεύματι, καθὼς εἴρηται· ‹ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν› καὶ τὰ ἀκόλουθα. ἄνευ δὲ τοῦ προζυμίου τοῦ | 197 | |
40 | ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ κυρίου καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν ἀδύνατον, ὥσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκ‐ τραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρ‐ τία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ σατᾶν. | |
45 | Ὥσπερ γὰρ ἐάν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα καὶ ἀνεπιτήδειον εἰς βρῶσιν· ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς ἑαυτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ κύριος παρείκασε τὴν βασιλείαν εἰπών· «ὁμοία ἐστὶν ἡ | |
24(50) | βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον»· ἢ ὥσπερ ἐὰν ᾖ κρέα, καὶ πᾶσαν μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἅλας τὸ τῶν σκωλήκων ἀναιρετικὸν καὶ δυσωδίας ἀφανιστικόν, ὄζει καὶ σέσηπται τὰ κρέα καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις, —τὸν αὐτὸν τρόπον ὑπόθου | |
55 | μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα, τὸ δὲ ἅλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν φύσιν τοῦ ἁγίου πνεύματος. ἐὰν οὖν μὴ μιγῇ καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων ἐξ ἐκείνου τοῦ αἰῶνος καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ πνεύματος ζύμη καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μετ‐ | |
60 | αλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας οὐδ’ οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος καὶ ἀζυμότητος τῆς πονηρίας. Ὅσα γὰρ ἀφ’ ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν καὶ ἐπιμελεῖσθαι καὶ ἐπι‐ τηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι’ ἑαυτῆς ἄνευ τῆς συνεργίας τοῦ πνεύματος | |
65 | κατεργάσασθαι, πολὺ πλανᾶται. οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους, οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ’ ἑαυτῆς καὶ δι’ ἑαυτῆς μόνον ἄνευ τοῦ πνεύματος οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι. ἐὰν γὰρ μὴ προσέλθῃ τῷ θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, ἀρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι | |
70 | ξένον τι τῆς ἰδίας φύσεως ἀγαθόν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ ἁγίου πνεύ‐ ματος, καὶ ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος οὐδ’ οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης οὐδ’ οὐ μὴ αὐγάσῃ ὁ φωτισμὸς τοῦ πνεύματος ἐν τῇ ἐσκοτισμένῃ | |
ψυχῇ καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου | 198 | |
75 | τῆς ἀγνοίας ἐξυπνισθῇ καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ θεὸν διὰ δυνά‐ μεως θεοῦ καὶ ἐνεργείας χάριτος. Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, ἀνεπιτήδειός ἐστι καὶ ἀνεύθετος τῇ βασιλείᾳ. καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ πνεύματος, ἐν μηδενὶ παρατρεπόμενος καὶ τὴν χάριν μὴ | |
80 | ἐνυβρίζων δι’ ἀμελείας καὶ κακοπραγίας καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισά‐ μενος μὴ λυπήσει τὸ πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. ὥσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν (θυμοῦ λέγω καὶ ἐπιθυμίας καὶ φθόνου καὶ βάρους καὶ πονηρῶν λογι‐ σμῶν καὶ τῶν λοιπῶν ἀτοπημάτων), οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς | |
85 | χάριτος καὶ δυνάμεως τοῦ θεοῦ ἐν ταῖς ἀρεταῖς (ἀγάπῃ λέγω καὶ χρηστό‐ τητι καὶ ἀγαθότητι καὶ χαρᾷ καὶ ἐλαφρότητι καὶ ἀγαλλιάσει θείᾳ), ἵνα ἐξομοιωθῆναι δυνηθῇ καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ. κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται | |
90 | πάντοτε τῇ χάριτι καὶ εὐάρεστος εὑρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ πνεύ‐ ματος ἐξεργασθεῖσα τῆς βασιλείας ἀξία καθίσταται. δόξα καὶ προσ‐ κύνησις τῷ ἀχράντῳ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
25(1t) | ΟΜΙΛΙΑ ΚΕ. | |
2 | Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμ‐ μένος, ἀλλ’ ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς δια‐ νοίας ὀφθαλμοὺς φωτισθέντες καὶ ἀεὶ ὀρεγόμενοι οὐ τῆς αἰσθητῆς καὶ | |
5 | βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν | |
τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἐκ τῆς ἀητ‐ τήτου δυνάμεως. οἱ δὲ μὴ λόγῳ θεοῦ τετιμημένοι μήτε νόμῳ θείῳ πεπαι‐ δευμένοι, εἰκῆ φυσιούμενοι, οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου | 199 | |
10 | κατακρινομένης. τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ’ οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν· ‹ἐὰν γὰρ μὴ ὁ κύριος οἰκοδομήσῃ› φησὶν ‹οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν›. | |
15 | Ἀμήχανον γὰρ ‹ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον καὶ κατα‐ πατῆσαι λέοντα καὶ δράκοντα›, μὴ πρότερον, καθ’ ὅσον δυνατὸν ἀν‐ θρώπῳ, ἐκκαθάραντα ἑαυτὸν καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις· ‹ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ›. εἴπερ γὰρ ἴσχυεν | |
20 | ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου πνεύματος «στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου», οὐκ ἂν εἴρητο ὑπὸ τοῦ ἀποστόλου· «ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει», καὶ πάλιν· «ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ». διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ κυρίου· «μὴ | |
25 | εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ». ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευό‐ μεθα, ὡς πόρρω τῆς δυνάμεως τοῦ θεοῦ τυγχάνοντες. ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης καὶ ὥσπερ ἐν κατόπτρῳ | |
30 | τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ’ ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετα‐ σχεῖν, εἰ μή, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία | |
35 | ἐστὶ καὶ ἐνέργεια πονηρίας, ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι καὶ πάντῃ ἀπεξενωμένη. Τοιγαροῦν εἰ βούλει μαθεῖν, τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικι‐ σθέντες ἐν παραδείσῳ τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις | |
κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, | 200 | |
40 | γίνωσκε ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῶν τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμα‐ λωσίᾳ γενόμενοι ἔτι «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» καθεζόμεθα, καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι οὔπω ἐκληρονομήσαμεν τὴν «γῆν τῆς ἐπαγγελίας» τὴν «ῥέουσαν γάλα καὶ μέλι». οὔπω συνεφυρά‐ | |
45 | θημεν τῇ ζύμῃ τῆς εἰλικρινείας, ἀλλ’ ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ. οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ θεοῦ, ἔτι γὰρ τὸ ‹πέ‐ ταυρον τοῦ ᾅδου› καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ. οὔ‐ πω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ, ἔτι γὰρ «τὸ κέντρον τοῦ θανάτου» ἐγκατερρίζωται ἡμῖν. οὔπω ἐνεδυσάμεθα | |
25(50) | ‹τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι›, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα «τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης». οὔπω φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ‹σύμμορφοι τῆς δόξης αὐτοῦ› γεγόναμεν. οὔπω προσεκυνήσαμεν «ἐν πνεύματι καὶ ἀληθείᾳ» θεῷ διὰ τὸ βασιλεύειν ‹τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ | |
55 | ἡμῶν σώματι›. οὔπω «ἐθεασάμεθα τὴν δόξαν» τοῦ ἀφθάρτου, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα. οὔπω ἐνεδυσάμεθα «τὰ ὅπλα τοῦ φωτός», ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα. οὔπω μετεμορφώθημεν «τῇ ἀνακαινίσει τοῦ νοός», ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ ‹τοῦ νοὸς ματαιότητι›. οὔπω | |
60 | Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ. οὔπω «τὰ στίγματα» αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν. οὔπω ‹κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ› γεγόναμεν· ἔτι γὰρ «πνεῦμα δουλείας» ἡμῖν ἐνυπάρχει καὶ οὐχ «υἱο‐ | |
65 | θεσίας». οὔπω γεγόναμεν ναὸς θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν. ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα. οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως. οὔπω ἡμῖν | 201 |
70 | ‹ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν›. οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν. οὔπω ἀπειλήφαμεν τὴν τοῦ κυρίου ὁμοίωσιν οὔτε γεγόναμεν τῆς ‹θείας φύσεως κοινωνοί›. οὔπω γεγόναμεν ἄδολος πορ‐ φύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή. οὔπω ἐτρώθημεν τῷ θείῳ | |
75 | ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου. οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν. καὶ ἵνα συνελὼν πάντα εἴπω, οὔπω ἐσμὲν «γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν», ἐπειδὴ ἔτι ἐσμὲν «ὄφεις, γεννήματα ἐχιδνῶν». πῶς δὲ οὐκ ὄφεις οἱ μὴ | |
80 | ἐν τῇ ὑπακοῇ τοῦ θεοῦ εὑρισκόμενοι, ἀλλ’ ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ; Ἐπὶ τούτοις τοίνυν πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν, οὐχ εὑρίσκω. πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην, ἀγνοῶ. πῶς δὲ ᾄσω «τὴν ᾠδὴν κυρίου | |
85 | ἐπὶ γῆς ἀλλοτρίας»; πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ; πῶς καταλίπω τὴν αἰσχρὰν | |
παροικίαν; πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα; πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν; πῶς παρέλθω τὴν μεγάλην ἔρημον; πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; πῶς νικήσω | 202 | |
90 | τοὺς ἀλλοφύλους; πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; πῶς ὄψομαι τὸν ἀλη‐ θινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης; πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς; πῶς πίω τὸ ἐκ τῆς ζωο‐ ποιοῦ πέτρας ὕδωρ; πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν | |
95 | ἀγαθὴν «γῆν τῆς ἐπαγγελίας»; πῶς ἴδω τὸν ἀρχιστράτηγον κυρίου, ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν; ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης. | |
25(100) | Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον θεοῦ γενέσθαι καὶ «εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν», ‹ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστόσ›. σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρω‐ τοτόκων, ὅπως εὑρεθῇς «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ ὑψίστου. σπού‐ δασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλὴμ | |
105 | καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος. Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ | |
ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα· «λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω». οὐ γὰρ ἀγνοεῖς ὅτι «οἱ σπεί‐ | 203 | |
110 | ροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι»; διό φησιν ὁ προφήτης μετὰ παρρησίας· «τῶν δακρύων μου μὴ παρασιωπήσῃς», καὶ πάλιν· ‹ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου› καί· ‹ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτόσ›, καὶ ἐν ἑτέρῳ ψαλμῷ· «τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων». τὸ γὰρ ὄντως ‹ἐκ πολλῆς | |
115 | θλίψεως καὶ συνοχῆς καρδίασ› προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος· φησὶ γάρ· «Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις | |
120 | οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς». ὢ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων. ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπει‐ θοῦς ἀκοῆς. ὢ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας. ὢ ὀξύτης πνεύματος κυρίου, ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου. ὢ κέντρον πόθου ψυχῆς πρὸς τὸν θεὸν λόγον. ὢ σύντομος κοινωνία | |
125 | νύμφης πρὸς τὸν οὐράνιον νυμφίον. Μίμησαι ταύτην ὡς τέκνον, μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα, εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα· ‹πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη›· ἔστι γὰρ πύρωσις τοῦ πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας. διότι τὸ ἄϋλον καὶ θεῖον πῦρ φωτίζειν μὲν ψυχὰς καὶ δοκι‐ | |
130 | μάζειν εἴωθεν ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ, κακίαν δὲ ἀναλίσκειν ὥσπερ ἀκάνθας καὶ καλάμην. ‹ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί›, διδοὺς ‹ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ›. τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν | |
τοῖς ἀποστόλοις, ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις. τοῦτο τὸ πῦρ | 204 | |
135 | διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν· οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν. τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ. τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε. τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαβὶδ ἔλεγε· «δοκί‐ | |
140 | μασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμ‐ πρότητος μετέχουσι κατὰ τὸ εἰρημένον· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ | |
145 | πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον». τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστη‐ σιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα· ‹ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου›. τοῦτο τοιγαροῦν | |
25(150) | τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστά‐ σεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις. τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ’ ‹ὡς φωστῆρες ἐν | |
155 | κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν› ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ θεοῦ σὺν τῷ κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξά‐ ζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
26(1t) | ΟΜΙΛΙΑ Κϛʹ. | |
2 | Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς, ἀγαπητέ, τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή. ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ | |
εὐδόκησεν ἐν αὐτοῖς ὁ θεός, εἰ μὴ μόνον εἰς σέ. βλέπε σοῦ τὸ ἀξίωμα καὶ | 205 | |
5 | τὴν εὐγένειαν, ὅτι μὴ δι’ ἀγγέλων, ἀλλὰ δι’ ἑαυτοῦ ἦλθεν ὁ κύριος εἰς σὴν πρεσβείαν, ὥστε σὲ τὸν ἀπολωλότα ἀνακαλέσασθαι, τὸν τετραυ‐ ματισμένον, καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω, καὶ διακριτικὸς παθῶν καὶ δαιμόνων ἀλλότριος, καθαρὸς ἀπὸ ἁμαρτίας, | |
10 | ‹εἰκὼν καὶ ὁμοίωμα› θεοῦ, διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι καὶ τετραυματισμένος καὶ νενεκρωμένος· ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ σατα‐ νᾶς. ἔν τινι οὕτως ἐστὶ καὶ ἔν τινι ζῇ καὶ διακρίνει καὶ ἔχει θέλημα. Ἐρώτησις: οὐχὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; | |
15 | Ἀπόκρισις: προεῖπον ὅτι καὶ ἡ ἁμαρτία συνεκριζοῦται, καὶ ἀπολαμ‐ βάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. οὕτως μέντοι διὰ τῆς δυνάμεως τοῦ πνεύματος καὶ τῆς ἀναγεννήσεως τῆς πνευ‐ ματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίγνεται· ἀποθεοῦται γὰρ ὁ ἄνθρωπος. | |
20 | Ἐρώτησις: εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει πολεμεῖ; Ἀπόκρισις: αὐτοῦ ἡ ὁρμὴ οὐ μόνον εἰς τοὺς Χριστιανούς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον. εἰ οὖν παρεχωρεῖτο ὡς θέλει πολεμεῖν, πάντας ἂν ἠφάνισε. διὰ τί; ὅτι τὸ ἔργον αὐτοῦ καὶ τὸ θέλημα τοῦτό ἐστιν. ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ | |
25 | ὑποκαίει τὴν κάμινον, οὐ πλέον ἵνα μὴ ὀπτηθέντα ὑπὲρ τὸ δέον ψο‐ φήσῃ, οὐκ ἔλαττον ἵνα μὴ ἔνωμα ὄντα ἀπόληται· καὶ εἰ ὁ ἀργυροκόπος καὶ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρ, ἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται· καὶ εἰ ὁ ἀν‐ θρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει καὶ τῷ καμήλῳ ἢ | |
30 | ἄλλῳ τινὶ τῶν ζῴων, ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι, — πόσῳ μᾶλλον ὁ θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως. ὥσπερ δὲ μία οὖσα ἡ γῆ, ἡ μέν ἐστι τραχώδης, ἡ δὲ λεπτόγεως, καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν | |
ἀμπελῶνος, ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν, —οὕτως εἰσὶ διά‐ | 206 | |
35 | φοροι καὶ αὗται τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων· οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται· ᾧ μὲν δίδοται διακονία λόγου, ᾧ δὲ διάκρισις, ἄλλῳ «χαρίσματα ἰαμάτων». οἶδε γὰρ ὁ θεός, πῶς τις δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διά‐ φορα. ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύναται ὑποδέξασθαι | |
40 | καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις. Ἐρώτησις: εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; Ἀπόκρισις: ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ συμφωνεῖ, μένει ἐν τῇ ταὐτότητι ἡ φύσις, ὁ σκληρὸς ἐν τῇ | |
45 | σκληρότητι καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι. συμβαίνει δὲ ὅτι ἰδιώτης ὤν τις ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρί‐ ζεται αὐτῷ ἀπόκρυφα μυστήρια, καὶ ἰδιώτης ἐστὶ τῇ φύσει. ἄλλος ἀπὸ φύσεως σκληρὸς ὢν δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχε‐ ται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι καὶ εὐδοκεῖ εἰς αὐτὸν | |
26(50) | ὁ θεός. ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται μὲν αὐτὸν ὁ κύριος. μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ, ἐπειδὴ ἡ φύσις ὅλη τοῦ Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ τοῦ κακοῦ, ἀλλ’ εἰ θέλει οὐκ ἀποτε‐ λεστική. ὥσπερ σωμάτιον γραφόμενόν ἐστι διαφόρως· ἠθέλησας | |
55 | ἔγραψας, πάλιν ἀπήλειψας, δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γρα‐ φήν, —οὕτως καὶ ὁ σκληρὸς ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ. ὁ γὰρ θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. οἱ ἀπόστολοι εἰς ἣν ἂν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ ἐκ τῶν κακουμένων | |
60 | τινὰς ἰῶντο, τινὰς δὲ οὔ· ἤθελον δὲ αὐτοὶ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ | |
ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα· οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν. ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην 〈ἀπολιθωθῆναι〉 καὶ | 207 | |
65 | τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον· ἀλλὰ διὰ σαρ‐ γάνης χαλᾶται ὁ ἀπόστολος. καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυ‐ μάσια καὶ εἴς τινα ἀσθενεῖν αὐτούς, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν, καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ καὶ φανε‐ | |
70 | ρωθῇ, εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται. εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὐ τὸ αὐτεξούσιον καὶ οὐκέτι πίστις καὶ ἀπιστία· ὁ γὰρ Χριστιανισμὸς «λίθος» ἐστὶ «προσ‐ κόμματος καὶ πέτρα σκανδάλου». | |
75 | Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς· οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ’ ἑαυτοῦ τι ποιῆσαι. ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος; „δός μοι αὐτὸν εἰς χεῖρας, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει».“ οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς διάβολος. ἐν ὅσῳ οὖν τυγχάνει τις τῆς | |
80 | ἀντιλήψεως θεοῦ καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι, ἐξαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ· „ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνεις αὐτοῦ, δουλεύει σοι. ἄφες αὐτὸν καὶ παράδος μοι, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει».“ λοιπὸν ὡς ὅτι παρακαλεῖται ἡ ψυχή, ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων | |
85 | μυρία κακά, ἀπελπισμόν, ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβων τὴν ψυχήν, ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ θεοῦ. Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει, οὐκ ἀπελ‐ πίζει, ἀλλὰ κρατεῖ ὃ κρατεῖ, καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτῇ διὰ μυρίων πειρασμῶν, ὑπομένουσα λέγει· „ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ | |
90 | ἀφίω“. καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ· „ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκες αὐτῷ, | |
καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ’ ἐμοὶ δουλεύει καὶ ἐμὲ φοβεῖται;“ τότε καται‐ σχύνεται ὁ διάβολος καὶ οὐκέτι ἔχει τι εἰπεῖν. καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, | 208 | |
95 | οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ καταισχυνθῇ. οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι μηδὲν ἤνυσεν. ἄρχεται γὰρ ὁ κύριος λόγον αὐτῷ ποιεῖν· „ἴδε παρεχώρησά σοι, ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτόν. μή τι ἠδυνή‐ θης; μὴ ὑπήκουσέ σοι;“ | |
26(100) | Ἐρώτησις: εἰ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; Ἀπόκρισις: εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; ἑξακισχιλίων | |
105 | γὰρ ἤδη ἐστὶν ἐτῶν. καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄν‐ θρωπον εἰδέναι, τί μέλλει ποιεῖν. πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δέ, εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή. οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος. | |
110 | Ὥσπερ γὰρ ἐὰν ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη· πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν, οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη. λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ. ἔν | |
115 | τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογι‐ σμούς· ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ, λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ· ἔν τινι κε‐ κράτηται καὶ ἔν τινι ἔχει θέλημα. προσέρχεται γάρ, ἔστιν ὅτε τῷ θεῷ ζέων, καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ’ αὐτοῦ ποιεῖ, καὶ οὐ δύ‐ | |
120 | ναται ἐπισχεῖν τὸν ἄνθρωπον. διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι θεόν, τοῦ πιστεῦ‐ σαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν. καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, πλὴν εἰ καὶ ἐργάσεται, χρῄζει ἄνωθεν ὑετῶν καὶ ὄμβρων· ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς | |
125 | ἐργασάμενος τὴν γῆν. οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωρ‐ γῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ καὶ πονῆσαι. ζητεῖ γὰρ ὁ θεὸς τὸν | |
πόνον καὶ κάματον καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. ἀλλ’ ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς | 209 | |
130 | καμών. Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι καὶ νηστεύων λέγειν· „οὐκ ἐνήστευσα εὐχόμενος, οὐκ ηὐξάμην παραμένων τῇ εὐχῇ, οὐ παρέμεινα, καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν καὶ κάμνειν“. κἂν δίκαιός | |
135 | ἐστι παρὰ θεῷ, ὀφείλει λέγειν· „ἐγὼ οὔκ εἰμι δίκαιος οὔτε κάμνω, ἀλλὰ καθ’ ἡμέραν ἄρχομαι“. ὀφείλει δὲ ἔχειν καθ’ ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγειν· „ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι“. ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐνάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν | |
140 | ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον, ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει· ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα | |
145 | τῆς μελλούσης προσόδου, —οὕτω κἀνταῦθα ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι „μέλλω λυτρώσεως τυγχάνειν καὶ ζωῆσ“, οὐ δύναται ὑπομένειν τὰς θλίψεις οὔτε τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι· ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν καὶ ὑπομένειν τὰς θλίψεις. | |
26(150) | Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν φυγεῖν ἀπὸ πυρός, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου, εἰ μὴ διὰ πολλοῦ καμάτου. ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς, ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν ὅτι „ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ θεῷ“ ὑποβάλλει τῇ ψυχῇ καὶ ὑποκλέ‐ πτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτο‐ | |
155 | μένη διακρῖναι καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου. τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ ἑαυτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ, ὀργισθῇ τε καὶ ἐπι‐ πλήξῃ, καὶ ταῖς συνούσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ | |
160 | τοῖς λογισμοῖς καὶ μαχεσθῇ αὐτῷ. Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά σου ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύεις τῷ θεῷ, ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου, καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον. ὥσπερ ἐὰν ᾖ νεᾶνις | |
καὶ νεανίσκος, καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ, λοιπὸν βδελυκτή | 210 | |
165 | ἐστι τῷ νυμφίῳ, ὅτι ἐμοιχεύθη, —οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐν‐ δομυχοῦντι ὄφει κοινωνοῦσα, τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ θεοῦ, καὶ γέγραπται· «πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοί‐ χευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ». ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη, καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ· ἡ αὐτὴ γὰρ ψυχὴ | |
170 | κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων ἢ θεοῦ καὶ ἀγγέλων. καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ. Ἐρώτησις: εἰ ἡσυχάζει ποτὲ ὁ σατανᾶς, καὶ ἐλευθεροῦται ὁ ἄν‐ θρωπος ἐκ τοῦ πολέμου ἤ, ἕως ὅτε ζῇ, ἔχει πόλεμον; Ἀπόκρισις: ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν· ἕως ἂν ζῇ | |
175 | τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορῇ τὴν σάρκα, πολεμεῖται. ἀλλ’ ὅταν «τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα» σβεσθῇ, λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ σατανᾶς; πρὸς λόγον, ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον· ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιρρεπῆ καὶ φίλον αὐτοῦ, ὅστις βοηθεῖ αὐτῷ, οὐδὲν βλάπτεται. ὅτε | |
180 | γάρ τις φθάσει ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως, οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς τὸ φαινόμενόν εἰσι πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως· εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν, οὐδὲν ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως. οὕτως καὶ οἱ Χριστιανοί, εἰ καὶ πολε‐ | |
185 | μοῦνται παρὰ τοῦ ἐχθροῦ, ἀλλ’ αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν «ἐξ ὕψους δύναμιν» καὶ ἀνάπαυσιν καὶ οὐδὲν φροντίζουσι | |
τοῦ πολέμου. Ὥσπερ γὰρ ὁ κύριος ἐνεδύσατο σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν | 211 | |
190 | ἀναπαύσει εἰσίν. εἰ δὲ καὶ ἔρχεται πόλεμος, ἔξωθεν κρούει ὁ σατανᾶς, ἀλλ’ αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ κυρίου δυνάμει καὶ οὐ φροντίζουσι τοῦ σατανᾶ. καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείρασε τὸν κύριον ἡμέρας τεσσαράκοντα, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; ἔσωθεν γὰρ θεὸς ἦν, —οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ | |
195 | ἔξωθεν πειράζονται, ἀλλ’ ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται. εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν, εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ καὶ εἰς τὸ «πλήρωμα τῆς θεότητος» κατήντησεν. ὁ δὲ μὴ τοιοῦτος ἀκμὴν ἔσωθεν ἔχει πόλεμον· ὥραν ἀναπαύεται εἰς τὴν εὐχὴν καὶ ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ στήκει. οὕτως γὰρ θέλει | |
26(200) | ὁ κύριος· ἐπειδὴ ἀκμὴν νήπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους, καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις. εὔχονται ἐν ἀναπαύσει καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν. Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος; ‹ἐὰν ἔχω πάντα τὰ χαρίσματα, ἐὰν | |
205 | παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἐὰν ταῖς γλώσσαις τῶν ἀγ‐ γέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι·› ἐπειδὴ ταῦτα τὰ χαρί‐ σματα προτρεπτικά εἰσι, καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτί, νήπιοί εἰσι. πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τοιαῦτα μέτρα καὶ ἔσχον χαρίσματα ἰαμάτων καὶ ἀποκάλυψιν καὶ προφητείαν, καὶ ἐπειδὴ | |
210 | οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ «σύνδεσμος τῆς τελειό‐ τητος», ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον. εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτι‐ σμένος εἰς τὴν χάριν. εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ | |
215 | φόβον ἐστὶ καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ σατανᾶς. οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν· χάριτος εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον· „ἀρκεῖ ἡμῖν, οὐ χρῄζομεν“. ἀλλ’ ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι „κατελάβομεν“, ἀλλὰ τεταπεινω‐ | |
220 | μένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες. ἐν τοῖς φαινομένοις τὰ γράμ‐ ματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο εἰ μὴ σχολαστικὸς ὁ μετρίως μαθὼν γράμματα. οὕτως καὶ ὧδε οὐδενί ἐστιν καταληπτὸς ὁ θεὸς καὶ μετρητός, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν. εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα | 212 |
225 | γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ’ αὐτῶν ὡς σχολαστι‐ κός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι. αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς οὔτε λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν. | |
230 | Ἐρώτησις: εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μεταστῇ ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη; Ἀπόκρισις: ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ. μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις | |
235 | καὶ μισεῖν· τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι. καὶ τότε βλέπων ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ (οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές) καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς· ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ | |
240 | στόματος τοῦ σκότους, καὶ εὐθέως μετατιθεῖ σε εἰς τὴν βασιλείαν αὐτοῦ· τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν. χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, | |
ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος. Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν | 213 | |
245 | καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν· ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ, ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται, —τοῦτο ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται | |
26(250) | καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι. τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀν‐ θρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς· τοῦτο ἴδιον αὐτοῦ ἐστιν. ἀλλ’ ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος | |
255 | τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ κυρίῳ. γέγραπται δέ, ὅτι ὁ γεωργὸς ὅταν ἴδῃ τὸ ‹κλῆμα φέρον καρπόν›, καθαρίζει αὐτό, ἵνα πλείονα ἐξενέγκῃ· τὸ δὲ «μὴ φέρον καρπὸν» ἐκριζοῖ καὶ εἰς καῦσιν δίδωσι. πλὴν τοῦ ἀνθρώπου | |
260 | τοῦτό ἐστιν ἵνα, εἴτε νηστεύει εἴτε ἀγρυπνεῖ εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφει ἅπαντα τῷ κυρίῳ, τοῦτο λέγων ὅτι „εἰ μὴ ὁ θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐκ τοῦ κόσμου ἐξελθεῖν“. καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἅπερ ἀπὸ φύσεως ποιεῖς τῷ θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ | |
265 | ἴδια αὐτοῦ, τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται. | |
τίνα δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη. Ἐρώτησις: ἀλλ’ ἐπειδή εἰσι φυσικοὶ καρποὶ τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικὰ καὶ πῶς ἐστι τὰ πνευ‐ ματικά; | 214 | |
270 | Ἀπόκρισις: τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα, ἀλλ’ οὐκ ἔστι καθαρά. οἷον ἀγαπᾷς τὸν θεόν, ἀλλ’ οὐ τελείως· ἔρχεται ὁ κύριος διδούς σοι ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον. εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ θεὸς τὴν καθαρὰν εὐχὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ». ἐν τοῖς φαινομένοις ἡ γῆ ὡς ἐπὶ τὸ | |
275 | πλεῖστον ἀφ’ ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας, ὁ δὲ γεωργὸς σκάπτει, ἐρ‐ γάζεται ἐπιμελῶς, βάλλει σπόρον, ἀλλ’ αἱ ἄκανθαι μὴ σπειρόμεναι ἀναφύουσι καὶ πληθύνονται· μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη τῷ Ἀδάμ· ‹τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ›. πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται. ἀνάλαβε | |
280 | τοῦτο πνευματικῶς. μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ τῆς καρδίας ἐκ‐ φέρει ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ ἄνθρωπος, ἐμπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται. εἶτα αὐτὸ τὸ ἅγιον ‹πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείασ› τῶν ἀνθρώπων, καὶ ὁ κύ‐ ριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον καὶ ἐργάζεται | |
285 | αὐτήν, καὶ πεσόντος τοῦ σπόρου ἀκμὴν οἱ τρίβολοι καὶ αἱ ἄκανθαι ἀναφύονται. πάλιν αὐτὸς ὁ κύριος καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἔτι τὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι. εἰ γὰρ καὶ | |
290 | σύνεστι κακία τῇ φύσει, ἀλλ’ οὐχ οὕτω κατακυριεύει ταύτης ἢ ἔχει νομήν. τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνί‐ γειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον. καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι καθαροῦ σίτου, ἔστι δὲ μῖξις ἐκεῖ ζιζανίων ὡς χοίνικος, τί παρα‐ | |
295 | φαίνεται; κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου. οὕτω καὶ ἐν τῇ χάριτι. ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄν‐ θρωπον, καὶ πλουτῇ εἰς τὸν κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς, οὐ δύναται βλάψαι τὸν ἄνθρωπον οὔτε ἔχει ἰσχύν τινα ἢ νομὴν κατ’ αὐτοῦ. | |
ἡ γὰρ τοῦ κυρίου ἔλευσις καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς | 215 | |
26(300) | τῇ κακίᾳ δεδουλωμένους ὄντας καὶ ἐνόχους καὶ ὑποτεταγμένους ἐλευ‐ θερώσῃ καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ ξενίζεσθαι, εἴγε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι. καὶ γὰρ εἰς τὸ παλαιόν, Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην πολλὰ ἔπαθον. Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν | |
305 | ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον· ὅμως δὲ τὴν ἱερωσύνην ὁ κύριος τιμῶν ἀφῆκεν αὐτὸν ἱερᾶσθαι. ὁμοίως οἱ προφῆται ὑπ’ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο. λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν Χρι‐ στοῦ καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς. νῦν γὰρ ἔστι βάπτισμα πυ‐ ρὸς καὶ πνεύματος καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη, τὸ γὰρ θεῖον καὶ | |
310 | ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ. πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ’ ἔμφοβοί εἰσι, διὸ καὶ παραχωροῦνται πειράζεσθαι. εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρα‐ τηρίων εἶναι· ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατα‐ | |
315 | νᾶς ἢ πόλεμος, ἀλλ’ ἀνάπαυσις, χαρά, εἰρήνη καὶ σωτηρία. ὁ γὰρ κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται σωτὴρ διὰ τὸ σῴζειν τοὺς αἰχμαλώ‐ τους, ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσι καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς· ἔν τισι γὰρ κυριεύουσιν ἔτι τοῦ ἀνθρώπου. πρὸς λόγον δὲ εἰπεῖν· ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, τύραννος δὲ | |
320 | καὶ ἄρχων κακὸς ὁ σατανᾶς. λοιπὸν ὁ θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ’ ἑαυτῶν εἰς τὴν βασιλείαν· ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώ‐ σασθαι τοῦτον εἰς ἑαυτούς. μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται | |
325 | κτῆμα καὶ υἱός. Ὥσπερ δὲ εἰ ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱόν, ὅπου ἀπαντῶσιν αὐτὸν καθ’ ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρ‐ μακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπι‐ | |
δῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ αὐτά, —οὕτως καὶ ὑμεῖς σπουδάσατε | 216 | |
330 | λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι’ αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευ‐ μάτων. οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν. | |
335 | Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν. πάντες δὲ οἱ δίκαιοι διὰ | |
τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ μέχρι τέλους εὐηρέστησαν τῷ θεῷ. ὁ Ἀβραὰμ κατὰ θεὸν πλούσιος ὢν καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ | 217 | |
340 | σποδὸν ὠνόμαζε, καὶ ὁ Δαβὶδ ‹ὄνειδος ἀνθρώπων› φησὶ ‹καὶ ἐξουδένωμα λαῶν, σκώληξ καὶ οὐκ ἄνθρωποσ›. ὁμοίως πάντες οἱ προφῆται καὶ ἀπόστολοι κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν. Αὐτὸς ὁ κύριος, ὅς ἐστιν ὁδὸς καὶ θεός, ἐλθὼν οὐ δι’ ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν | |
345 | ἦλθε, «μορφὴν δούλου λαβών», θεὸς υἱὸς θεοῦ, βασιλεὺς υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα καὶ θεραπεύων τοὺς τετραυματι‐ σμένους, ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τετα‐ πεινωμένον ὡς ὅμοιον ἡμῖν. δι’ ἡμᾶς οὕτως ἐφάνη, οὐ δι’ ἑαυτόν. ἐν‐ | |
26(350) | νόησον, ἐν ᾗ ὥρᾳ ἔκραζον· «σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. ὥσπερ ἐν τοῖς φαινομένοις ἐὰν ᾖ κακοποιὸς καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτως ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ, ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν, | |
355 | κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον καὶ ἐρ‐ ράπισαν αὐτόν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν; γέγραπται γὰρ ὅτι ‹τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρε‐ ψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων›. | |
360 | εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ δεσπότῃ σου ποιήσεις; ὁ θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ’ ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰς σὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ | |
365 | σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν; δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ εἰς | |
τοὺς αἰῶνας. ἀμήν. | 218 | |
27(1t) | ΟΜΙΛΙΑ ΚΖ. | |
2 | Γνῶθί σου τὴν εὐγένειαν, ὢ ἄνθρωπε, καὶ τὸ ἀξίωμα, πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου. ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται | |
5 | ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος καὶ μᾶλλον ἐν‐ τεῦθεν ταπεινωθῆναι· ἐπειδὴ διὰ δυνάμεως θεοῦ βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ. ἀλλ’ ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, οὕτω χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἀνελθεῖν καὶ συγκαθίσαι | |
10 | καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι, «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν». ὅσοι γὰρ δυνηθῶσι περιγενέσθαι καὶ παρελθεῖν τοὺς θρίγγους τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, τὴν εἰρηνευομένην καὶ μεστὴν πολλῶν ἀγαθῶν, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται. δεῖ | |
15 | οὖν ὑπὲρ τούτου μεγάλως πονῆσαι καὶ ἀγωνίσασθαι· οὐ γάρ ἐστι δίκαιον τὸν νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι, καὶ τὴν νύμφην, δι’ ἣν ὁ νυμφίος παρεγένετο, κεχαυνωμένην εἶναι καὶ ῥέμβεσθαι. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἐὰν ᾖ τις πόρνη, πᾶσιν ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως, οὕτω καὶ ἡ ψυχὴ παντὶ ἐπιδέδωκεν ἑαυτὴν δαίμονι | |
20 | καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων. εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν, τινὲς δὲ παρὰ προαίρεσιν. καὶ τί ἐστι ταῦτα; οἱ μὲν κατὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ καὶ συνηδόμενοι καὶ φιλιάζοντες· οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ σατανᾶ καὶ οὐ ποιοῦσι πόλεμον ἐν τοῖς λογι‐ | 219 |
25 | σμοῖς μετὰ τοῦ διαβόλου. οἱ δὲ παρὰ προαίρεσιν, οὗτοι ἔχουσι τὴν ἐν αὐτοῖς ἁμαρτίαν ‹ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν› αὐτῶν κατὰ τὸν ἀπόστολον. καὶ ἔστιν ἡ ὀμιχλώδης δύναμις καὶ τὸ κάλυμμα παρὰ προαίρεσιν, καὶ οὐ συμφωνοῦσιν ἐν τοῖς λογισμοῖς οὔτε συνήδονται ἢ ὑπακούουσιν, ἀλλ’ ἀντιλέγουσι καὶ ἀντιπράττουσιν, ἀντιπίπτουσιν, | |
30 | ὀργίζονται ἑαυτοῖς· οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ θεῷ ὑπὲρ ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα κόρην ῥάκη ἐνδεδυ‐ μένην, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἐνδύματα καὶ | |
35 | ἀποπλύνῃ τὴν μελανίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλέως καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτως καὶ ὁ κύριος εὗρε τὴν ψυχὴν τετραυματι‐ σμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον καὶ ἐξέδυσεν αὐτὴν τὰ μέλανα ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν | |
40 | ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα, καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλι‐ κῆς εἰς χαρὰν καὶ ἀγαλλίασιν· καὶ ὥσπερ ὅταν ᾖ παράδεισος καὶ ἔχῃ ἐκεῖ δένδρα καρποφόρα καὶ ὅλα εὐώδη, καὶ ὦσιν ἐκεῖ τόποι πολλοῖς ἐπιτερπεῖς, ὅλοι ὡραῖοι καὶ πεπληρωμένοι εὐωδίας καὶ ἀναπαύσεως, | |
45 | καὶ ὅστις ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται καὶ ἀναπαύεται, —οὕτως γίγνον‐ ται αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ. ὅλοι εἰσὶν ἐν χαρᾷ, ἐν εὐφροσύνῃ καὶ εἰρήνῃ βασιλεῖς καὶ κύριοι καὶ θεοί· γέγραπται γάρ· ‹βασιλεὺς τῶν βασιλευόν‐ | |
των καὶ κύριος τῶν κυριευόντων›. Οὐκ ἔστιν οὖν τὸ τυχὸν ὁ Χριστιανισμός· ‹τὸ γὰρ μυστήριον τοῦτο | 220 | |
27(50) | μέγα ἐστίν›. ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, ‹γένος ἐκλεκτόν, ἱεράτευμα καὶ ἔθνος ἅγιον›· τὸ γὰρ μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου. ἡ μὲν φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειά ἐστι καὶ φθαρτὰ καὶ παρερ‐ χόμενα, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγ‐ | |
55 | ματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε παρερχόμενα ἢ λυόμενα· συμ‐ βασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. καὶ ‹πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν›, πρωτότοκοι δὲ καὶ αὐτοί. ἀλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ θεῷ, παρ’ ἑαυτοῖς εἰσιν ἐλάχιστοι καὶ λίαν ἀποδεδοκιμασμένοι. καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν | |
60 | καὶ πηκτόν ἐστι, τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι. Ἐρώτησις: οὐκ οἴδασιν οὖν ὅτι προσθήκην ἔλαβον, καὶ ὃ οὐκ εἶχον, ἐκτήσαντο ξένον τῆς φύσεως αὐτῶν; Ἀπόκρισις: ἐγὼ γάρ σοι λέγω, ὅτι οὔκ εἰσι δεδοκιμασμένοι καὶ οὔκ εἰσιν ἐν προκοπῇ καὶ ἀγνοοῦσιν, ὡς ὃ οὐκ εἶχον ἐκτήσαντο. ἀλλὰ | |
65 | τοιούτους ὄντας αὐτὴ ἡ χάρις ἐλθοῦσα διδάσκει μὴ ἔχειν τὴν ψυχὴν αὐτῶν τιμίαν, ὄντας ἐν προκοπῇ, ἀλλὰ φυσικῶς ἀτίμους ἑαυτοὺς ἡγεῖσθαι· καὶ παρὰ θεῷ τίμιοι ὄντες παρ’ ἑαυτοῖς οὔκ εἰσι. καὶ ἐν προκοπῇ καὶ γνώσει θεοῦ ὄντες ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ θεῷ πλούσιοι ὄντες παρ’ ἑαυτοῖς εἰσι πένητες. ὥσπερ δὲ ὁ Χριστὸς «μορφὴν δούλου λαβών» | |
70 | διὰ τῆς ταπεινοφροσύνης ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ. καὶ νῦν ὁ αὐτὸς ὄφις ἐνδομυχῶν ταῖς καρδίαις διὰ τυφώσεως, καταβάλλει καὶ ἀπολλύει τὸ γένος τῶν Χριστιανῶν. ὥσπερ γὰρ ἐὰν ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ πλοῦτον ἔχων πολύν, ἔτι προσοδεύηται | |
75 | καὶ εἰσάγῃ καρπούς, οὗτος ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτος ὢν πάντας λακτίζει καὶ κολαφίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικρὰν δὲ ἀνάπαυσιν εὑρόντες καὶ εὐχήν, ἤρξαντο τυφοῦσθαι καὶ ἀπονο‐ εῖσθαι καὶ κατακρίνειν, καὶ οὕτω κατέπεσον «εἰς τὰ κατώτατα τῆς γῆς». ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης εἰπὼν | 221 |
80 | ὅτι ‹ὡς θεοὶ γενήσεσθε›, οὗτος καὶ νῦν ἐν ταῖς καρδίαις ὑποβάλλει ὑψηλοφροσύνην λέγων· „τέλειος εἶ, ἀρκεῖ σοι, ἐπλούτησας, οὐ χρείαν ἔχεις, μακάριος εἶ“. εἰσὶ δὲ ἕτεροι κατὰ κόσμον οἱ πλοῦτον μὲν ἔχοντες, τὸν δὲ προσοδεύοντες ἐν καρποῖς πολλοῖς κατέχουσιν ἑαυτοὺς ἐν δια‐ κρίσει καὶ οὔτε καυχῶνται οὔτε ἐπαίρονται, ἀλλ’ εἰσὶν ἴσοι· οἴδασι γὰρ | |
85 | ὅτι μετὰ τὴν πρόσοδον ἔρχεται ἀφορία. καὶ πάλιν, ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ’ ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι πάλιν διαδέχεται εὐφορία. καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες, οὐ ξενίζονται οὔτε ἐν προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ ζημία, ξενίζονται. | |
90 | Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτόν τί ἐστι· γεῦσις ἀλη‐ θείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. ὥσπερ ἐὰν ᾖ πηγή, καὶ ὤν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν καὶ μὴ δώῃ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος καὶ ἐπιζητεῖ | |
95 | σπουδαιότερον, —οὕτως καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μετα‐ λαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι. Ἐρώτησις: διὰ τί οὐ δίδωσιν ἐμπλησθῆναι; Ἀπόκρισις: ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι | |
27(100) | ταχέως ὑπεραίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ’ ἕν σοί τις ἐδίδου ἐμ‐ πλησθῆναι, οὐκ ἄν σε οὐδεὶς ἔφερεν. ἀλλ’ εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ καὶ σπουδαιότερος τοῦ | |
105 | ἐπιζητεῖν τὸν θεόν. καὶ γὰρ κατὰ κόσμον πτωχός τις εὑρὼν βαλάντιον χρυσοῦ, ἀπὸ ἐλαφρίας ἤρξατο κηρύσσειν· „εὗρον βαλάντιον, πλούσιός εἰμι“. τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἔλαβεν αὐτό. ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισε καὶ ἤρξατο πάντας ὑβρίζειν καὶ | |
ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρ‐ | 222 | |
110 | χοντα. οὕτως καὶ εἰς τὸ πνευματικόν. μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλ’ ἀπολλοῦσι καὶ αὐτὸ ὃ ἔλαβον· πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτίζει αὐτῶν τὸν νοῦν. Ἐρώτησις: μετὰ τὸ ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πῶς πίπτουσί τινες; οὐχὶ ὁ σατανᾶς ἀσθενέστερος ἀποδείκνυται πολύ; ὅπου γὰρ | |
115 | ἡμέρα, πῶς δύναται νὺξ εἶναι; Ἀπόκρισις: οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ’ ἵνα τὸ αὐτεξού‐ σιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπει, παραχωρεῖ τῇ κακίᾳ. καὶ πάλιν σὺ τῷ σῷ θελήματι προσεγγίζων τῷ κυρίῳ προτρέπῃ τοῦ ἐπισκέψασθαί σε τὴν χάριν· ἐπεὶ πῶς γέγραπται· «τὸ πνεῦμα μὴ σβέν‐ | |
120 | νυτε». ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν, ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος. ὁμοίως λέγει· ‹μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεωσ›. ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξου‐ σιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι. ἐγὼ δέ | |
125 | σοι λέγω, ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται ἐπὶ τὸ ἀγαθόν. Ὥσπερ ὅταν ὦσί τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὴν | |
130 | εὐγένειαν αὐτῶν καὶ τὰ ἀξιώματα, καὶ ἀπέλθωσι καὶ ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης, καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι· τοῦτο καταλέλειπται τῷ ἰδίῳ αὐτῶν θελήματι. ἐγὼ δέ σοι λέγω, ὅτι καὶ τοὺς ἀποστόλους τοὺς τετελειωμένους ἐν τῇ χάριτι οὐ κεκώλυκεν ἡ χάρις ἃ ἐβούλοντο πρᾶξαι, εἴγε ἤθελον αὐτοὶ ἐκεῖνοι | |
135 | μὴ ἀρέσκοντά τινα τῇ χάριτι διαπράττεσθαι. καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτικὴ καλοῦ καὶ κακοῦ ἐστι, καὶ ἡ ἐναντία δύναμις προτρεπτική, οὐκ ἀναγκαστική. λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει. οὐχ ὁρᾷς ὅτι Πέτρος «κατεγνωσμένος ἦν», καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν; καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν. καὶ ὁ Παῦλος, πνευ‐ | |
140 | ματικὸς ὤν, ἐκ τοῦ ἰδίου θελήματος διάλεκτον ἐποιήσατο μετὰ Βαρνάβα, καὶ παροξυνθέντες ἀνεχώρησαν ἀπ’ ἀλλήλων. καὶ πάλιν ὁ αὐτὸς λέγει· ‹ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇσ›. ἰδοὺ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν ἔτι τὸ αὐτεξούσιον, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως ὅτου ἐστὶν ἐν τῷ αἰῶνι | 223 |
145 | τούτῳ. Ἐρώτησις: οὐκ ἠδύναντο ἁμαρτάνειν οἱ ἀπόστολοι εἰ ἤθελον, ἢ καὶ αὐτοῦ τοῦ θελήματος ἰσχυροτέρα ἦν ἡ χάρις; Ἀπόκρισις: ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο· οὔτε γὰρ ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ. πλὴν οὐ λέγομεν ὅτι ἡ χάρις ἐν | |
27(150) | αὐτοῖς ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείοις πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ τὴν ἐξουσίαν τοῦ ποιεῖν ἃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται. καὶ αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη, ἀσθενὴς οὖσα, ἔχει ἐξουσίαν καὶ συνόντος τοῦ ἀγαθοῦ τρέπεσθαι. ὥσπερ ἐὰν ὦσί τινες, ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, τὸ λοιπὸν ἔσωθέν εἰσιν | |
155 | ἠσφαλισμένοι καὶ ἐχθροὶ οὐκ ἐπέρχονται αὐτοῖς· ἢ ἐπέρχονται μέν, λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστιν ἢ χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι καὶ ἀντιπαλαῖσαι τοῖς ἐχθροῖς καὶ τὰ νικητήρια ἀπενέγ‐ κασθαι, ἢ συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τῶν ἐχθρῶν καὶ μὴ πολεμῆ‐ σαι, καίτοι ἔχοντες ὅπλα, —οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν | |
160 | τελείαν δύναμιν καὶ ἔχοντες τὰ ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνήδονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ’ αὐτοῦ καὶ οὐ πολεμοῦσι· τρεπτὴ γάρ ἐστιν ἡ φύσις. καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ θεοῦ, εἴτε πάλιν υἱὸς ἀπωλείας διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον. Ἄλλο ἐστὶ τὸ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, καὶ ἄλλο ἐστὶ | |
165 | φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέ‐ λη. ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου λόγοις, καὶ ἄλλο ἐστὶν ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι αὐτῆς τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ. ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα | |
170 | εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια. οὕτω κἂν τοῖς πνευματικοῖς, ἄλλο ἐστὶ τὸ γνώσει τινὶ καὶ νοῒ διηγεῖσθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ ἐν πληροφορίᾳ καὶ ἐν τῷ ἔνδον ἀνθρώπῳ καὶ τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν | |
175 | καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ ἁγίου πνεύματος. οἱ γὰρ ψιλοὺς | |
λόγους λέγοντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. ‹ὁ γὰρ λόγοσ› φησὶν ‹ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρω‐ πίνης σοφίας λόγων, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεωσ›, καὶ πάλιν ἀλλαχοῦ λέγει· ‹τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ | 224 | |
180 | καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου». ὁ τοιοῦτος οὐ πίπτει. πολλοῖς γὰρ ἐκζητήσασι τὸν θεὸν ἠνοίγη θύρα, καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον εἰς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες· „εὕρομεν θησαυρόν“. ἀπέκλεισεν αὐτοῖς τὰς θύρας, ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν· „θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν“. οἰκονομικῶς | |
185 | γὰρ ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωμεν· ὁ γὰρ θησαυρὸς δείκνυται πρὸς προτροπὴν τῆς ζητήσεως. Ἐρώτησις: ἐπειδή τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν μετέβη τις ‹ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν›, εἰ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμούς; | |
190 | Ἀπόκρισις: γέγραπται ὅτι ‹πνεύματι ἐναρξάμενοι ἐν σαρκὶ νῦν ἐπιτελεῖσθε;› λέγει δὲ πάλιν· ‹ἐνδύσασθε τὴν πανοπλίαν τοῦ πνεύματος πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου›. πρὸς λόγον, εἰσὶ δύο τόποι, ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ ‹πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίασ›· ἐν φωτὶ ὢν ἢ ἐν σκότει. καὶ | |
195 | πάλιν· ‹πρὸς τὸ δύνασθαι ὑμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι›, καὶ πάλιν· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν· ‹ἀδύ‐ νατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ θεοῦ καὶ μετόχους γενομένους πνεύματος ἁγίου καὶ παραπεσόντας ἀνακαινίζειν›. ἰδοὺ οἱ φωτισθέντες καὶ γευσάμενοι παραπίπτουσιν. ὁρᾷς ὅτι ἔχει θέ‐ | |
27(200) | λημα τοῦ συμφωνῆσαι τῷ πνεύματι, καὶ ἔχει θέλημα τοῦ λυπῆσαι. πάντως γὰρ λαμβάνει ὅπλα τοῦ ἀπελθεῖν εἰς πόλεμον καὶ ἀγωνίσασθαι κατὰ τῶν ἐχθρῶν· πάντως ἐφωτίσθη, ἵνα στρατεύσηται κατὰ τοῦ σκότους. Ἐρώτησις: πῶς λέγει ὁ ἀπόστολος· ‹ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν | |
205 | καὶ πᾶσαν προφητείαν καὶ λαλῶ ταῖς γλώσσαις τῶν ἀγγέλων, οὐδέν εἰμι›; Ἀπόκρισις: οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν ὁ ἀπόστολος, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην ἥτις ἐστὶ τελεία, ταῦτα μικρά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις πίπτει· ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός | |
210 | ἐστιν. ἐγὼ δέ σοι λέγω, ὡς εἶδον ἀνθρώπους εἰς ὅλα τὰ χαρίσματα γενομένους καὶ μετόχους πνεύματος, καὶ οὗτοι μὴ φθάσαντες εἰς τὴν τελείαν ἀγάπην ἔπεσον. εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώ‐ λησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός. λοιπὸν περιβόητος ἦν ἐπὶ σεμνῷ βίῳ, καὶ ἐν τῷ μεταξὺ οἰηθεὶς | 225 |
215 | περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ μυρία κακά. ἄλλος ἐπὶ διωγμοῦ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολο‐ γητής, μετὰ ταῦτα εἰρήνης γενομένης, ἀπελύθη καὶ ἦν ὀνομαστός· τὰ γὰρ βλέφαρα αὐτοῦ ἦν βλαβέντα, ἐπειδὴ ὑπεκαπνίσθη. οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων σιτίον ἐδίδου τῷ | |
220 | παιδὶ αὐτοῦ· καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον θεοῦ. ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοῦ καὶ ἐκρεμάσθη καὶ ἐξέσθη, εἶτα ἐβλήθη εἰς τὴν φυλακήν. ὑπηρέτει οὖν αὐτῷ κατὰ πίστιν κανονική τις, καὶ ποιήσας συνήθειαν μετ’ αὐτῆς, ὢν ἐν τῇ φυλακῇ, ἐξέπεσεν εἰς πορνείαν. ἴδε ὁ πλούσιος ὁ πωλήσας τὰ ὑπάρχοντα αὐτοῦ καὶ ὁ δοὺς | |
225 | τὸ σῶμα αὐτοῦ εἰς μαρτύριον, πῶς ἔπεσον. Ἄλλος δέ τις φρόνιμος ἀσκητής, συνών μοι ἐν τῇ οἰκίᾳ καὶ μετ’ ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὡς εὐχόμενος ἐγγύς μου κατανύττεσθαι· ἔβρασσε γὰρ ἐν αὐτῷ ἡ χάρις. ἐδόθη δὲ αὐτῷ καὶ τὸ χάρισμα τῶν ἰαμάτων, καὶ οὐ μόνον τοὺς δαίμονας ἀπήλαυνεν, ἀλλὰ | |
230 | καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας καὶ ἔχοντας πάθη δεινὰ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευεν. εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου καὶ συνηδόμενος αὐτῷ, ἐτυφώθη καὶ ἐξέπεσεν εἰς αὐτὰ τὰ βαθύτατα τῆς ἁμαρτίας. ἴδε καὶ ὁ ἔχων χάρισμα ἰαμάτων ἔπεσεν. ὁρᾷς πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς τὰ μέτρα τῆς ἀγάπης πίπτουσιν; ὁ γὰρ φθάσας | |
235 | εἰς τὴν ἀγάπην, δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον κόσμον, ὡς τῆς ἰδίας φύσεως οὐκ αἰσθανό‐ μενος. Ἐρώτησις: τί ἐστιν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; | 226 |
240 | Ἀπόκρισις: κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι καὶ δίκαιοι καὶ βασιλεῖς καὶ προφῆται, ὅτι μὲν ἔρχεται ὁ λυτρωτής, ᾔδεισαν. ὅτι δὲ πάσχει καὶ σταυροῦται καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν οὔτε ἤκουσαν, οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν, ὅτι ἔσται βάπτισμα πυρὸς καὶ πνεύματος ἁγίου καὶ ὅτι ἐν τῇ ἐκκλησίᾳ προσφέρεται ἄρτος | |
245 | καὶ οἶνος ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος, καὶ οἱ μεταλαμ‐ βάνοντες ἐκ τοῦ φαινομένου ἄρτου πνευματικῶς τὴν σάρκα τοῦ κυρίου ἐσθίουσι, καὶ ὅτι οἱ ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν παράκλη‐ τον καὶ ἐνδύονται «δύναμιν ἐξ ὕψους» καὶ πληροῦνται τῆς θεότητος, καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῷ ἁγίῳ πνεύματι. τοῦτο οὐκ ᾔδεισαν | |
27(250) | οἱ προφῆται καὶ βασιλεῖς οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν. νῦν γὰρ | |
οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι καὶ ἐπιποθοῦσιν εἰς τὴν θεότητα, ἀλλὰ καὶ τοιαύτην χαρὰν καὶ παράκλησιν ἔχοντες ὑπὸ φόβον καὶ τρόμον εἰσίν. Ἐρώτησις: ὑπὸ ποῖόν εἰσι φόβον καὶ τρόμον; | 227 | |
255 | Ἀπόκρισις: τοῦ μὴ σφαλῆναι ἔν τινι, ἀλλὰ συμφωνεῖν τῇ χάριτι. ὥσπερ ἐὰν ᾖ τις ἔχων θησαυροὺς καὶ ὁδεύῃ εἰς τόπους ἔνθα εἰσὶ λῃσταί, λοιπὸν χαίρει μὲν διὰ τὸν πλοῦτον καὶ τὸν θησαυρόν, ὑπὸ φόβον δέ ἐστι, μήπως ἐπελθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτόν, καὶ ὡς βαστάζων εἰς τὰς χεῖρας αὐτοῦ τὸ ἴδιον αἷμα, οὕτως ἐστίν. | |
260 | Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα καί ἐσμεν ξένοι καὶ ἀκτήμονες καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι. λοιπὸν ἴδε τὸ σῶμα κεῖται εἰς εὐχήν. ὀφείλουσιν εἰπεῖν οἱ ἀδελφοί, εἰ ἄρα σὺν τῷ σώματι καὶ ὁ νοῦς συμφωνεῖ. ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται κατὰ κόσμον καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, | |
265 | ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας. λοιπὸν σὺ ἐπίσκεψαι σεαυτόν, ἔχων τὸ σῶμα ξένον τοῦ κόσμου τούτου, ἆρα ἔχεις καὶ τὸν νοῦν ἀλ‐ λότριον τούτου τοῦ αἰῶνος καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον. καὶ γὰρ ἕκαστος κοσμικὸς ἢ στρατιώτης ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει καὶ τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ αὐτῷ ἐστιν ὁ θησαυρός· γέγραπται γάρ· | |
270 | ‹ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία›. Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖόν ἐστι θησαυρόν, ἆρα ὅλος διόλου πρὸς τὸν θεόν ἐστιν ἢ οὔ; εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμ‐ ποδίζον. πάντως πνεύματά εἰσι πονηρά, ὁ σατανᾶς καὶ οἱ δαίμονες, κατέχοντες τὸν νοῦν καὶ περισκελίζοντες τὴν ψυχήν. ὁ γὰρ πολύπλοκος | |
275 | διάβολος, ἔχων μάγγανα καὶ τρίθυρα καὶ ποικιλίαν πολλήν, κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς καὶ οὐκ ἐᾷ ὀρθῶς προσεύχεσθαι καὶ προσεγγίζειν θεῷ. ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι τῶν δαιμό‐ νων καὶ πνευμάτων τῆς πονηρίας, ὁμοίως καὶ ἀγγέλων καὶ πνεύματος ἁγίου· ναός ἐστι τοῦ σατανᾶ καὶ ναὸς τοῦ ἁγίου πνεύματος. λοιπὸν | |
280 | ἐπισκέψασθε τὸν νοῦν ἡμῶν, ἀδελφοί, τίνος ἐστὲ κοινωνοί, ἀγγέλων | |
ἢ δαιμόνων· τίνος ἐστὲ ναὸς καὶ οἰκητήριον, θεοῦ ἢ διαβόλου· ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος ἢ τοῦ σατανᾶ· ὥσπερ οὖν οἰκίαν μεμεστωμένην δυσωδίας καὶ κοπρίας, χρὴ ταύτην καθαρισθῆναι τὸ ὅλον καὶ κοσμηθῆναι καὶ πληρωθῆναι πάσης εὐωδίας καὶ θησαυρῶν, | 228 | |
285 | ὥστε πνεῦμα ἅγιον ἐλθεῖν ἀντὶ τοῦ σατανᾶ καὶ ἐπαναπαῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν. Πλὴν οὐκ εὐθύς τις ἀκούσας λόγον θεοῦ ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους. εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι ἐγίγνετο τοῦ ἀγαθοῦ μέρους, οὐκέτι ἂν ἦσαν ἀγῶνες ἢ καιροὶ πολέμων ἢ δρόμος, ἀλλ’ ἀκαμάτως, εἰ μόνον | |
290 | ἤκουσεν, ἦλθεν ἂν εἰς κατάπαυσιν καὶ τὰ τέλεια μέτρα. οὐχ οὕτως δέ ἐστι τὰ πράγματα. περιαίρεις γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις εἶναι παλαίουσαν τῷ νῷ. ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο, ὑποστελλούσης τῆς χάριτος κατ’ οἰκονομίαν πρὸς τὸ συμ‐ | |
295 | φέρον τῷ ἀνθρώπῳ, εἰσέρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου καὶ ἀγῶνος ἀποφέρεται τὰ νικητήρια καὶ γίνεται Χριστιανός. Εἰ γάρ τις ἀκούων μόνον ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ καὶ οἱ πόρνοι πάντες μέλλουσιν ἀπελθεῖν εἰς βασιλείαν καὶ ζωήν. ἀλλ’ οὐδεὶς αὐ‐ | |
27(300) | τοῖς δώσει ταύτην ἄνευ καμάτου καὶ ἀγῶνος, ἐπειδὴ ‹στενή ἐστι καὶ τεθλιμ‐ μένη ἡ ὁδόσ›, καὶ δι’ αὐτῆς τῆς τραχείας ὁδοῦ διοδεῦσαι χρὴ καὶ ὑπο‐ μεῖναι καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν. Εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι «λίθος προσκόμματος καὶ πέτρα σκανδάλου» ἦν ὁ Χριστιανισμός, οὔτε πίστις καὶ ἀπιστία. | |
305 | ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον δετὸν καὶ ἄτρεπτον εἰς τὸ ἀγαθόν τε καὶ κακόν. τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα τὰ μέρη νόμος δέδοται, τῷ ἔχοντι τὸ αὐτεξούσιον ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν· δετῇ γὰρ φύσει «νόμος οὐ κεῖται». οὔτε γὰρ ὁ ἥλιος οὔτε ὁ οὐρανὸς καὶ ἡ γῆ νενομοθέτηται. ἐπειδὴ τὰ κτίσματα δετῆς εἰσι φύσεως· | |
310 | ὅθεν οὔτε τιμῇ οὔτε κολάσει ὑπόκεινται. ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοί‐ μασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν. πάλιν δὲ ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος. εἰ δὲ οὐ λέγεις αὐτὸν λυτῆς φύ‐ σεως, λοιπὸν τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου. ὁ γὰρ ἀπὸ | |
315 | φύσεως χρηστὸς καὶ ἀγαθὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός | |
ἐστιν· οὐ γὰρ ἐπαινετόν, εἰ καὶ ἐπιθυμητὸν τὸ μὴ προαιρέσει ἀγαθόν. ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν ἐξ αὐτεξουσίου προαιρέσεως. Ὥσπερ ὅταν ᾖ παρεμβολὴ Περσῶν καὶ παρεμβολὴ Ῥωμαίων, καὶ ἐξέλθω‐ | 229 | |
320 | σιν ἀπ’ αὐτῶν πτερωτοὶ δύο νεανίσκοι ἰσοδύναμοι, καὶ ποιήσωσι πάλην, οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόρροπον κατ’ ἀλλήλων. καὶ τὴν ἰσοδυναμίαν ἔχει ὁ σατανᾶς τοῦ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα· καὶ ἡ ψυχὴ πάλιν ἔχει τοῦ ἀντιλέγειν καὶ ἐν μηδενὶ αὐτῷ ὑπακούειν· προτρεπτικαὶ γάρ εἰσιν αἱ ἀμφοτέραι δυνάμεις | |
325 | τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὐκ ἀναγκαστικαί. τῇ οὖν τοιαύτῃ προαιρέσει δίδοται θεία ἀντίληψις, καὶ δύναται παλαίουσα λαβεῖν ὅπλα ἐξ οὐρανοῦ καὶ δι’ αὐτῶν ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, ἄνευ δὲ θεοῦ νικῆσαι ἢ ἐκριζῶσαι τὸ κακὸν οὐ δύναται. οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν εἶναι ὡς | |
330 | γίγαντα γενναῖον καὶ τὴν ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν. εἰ γὰρ οὕτως ἐστὶ τὰ πράγματα ἀνόμοια, ὡς γίγας ἡ ἁμαρτία καὶ ὡς παιδίον ἡ ψυχή, ἄδικος ὁ νομοθέτης, νόμον δεδωκὼς τῷ ἀνθρώπῳ ποιεῖν πάλην πρὸς τὸν σατανᾶν. Οὗτος δέ ἐστιν ὁ θεμέλιος τῆς πρὸς θεὸν ὁδοῦ, τὸ ἐν ὑπομονῇ πολλῇ, | |
335 | ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ πνεύματος, ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς καὶ διὰ τούτων κτήσασθαι δύναταί τις τὴν δικαιοσύνην ἐν ἑαυτῷ· λέγομεν δὲ δικαιοσύνην αὐτὸν τὸν κύριον. αὗται γὰρ αἱ ἐντολαὶ οὕτως προστάσσουσαι ὥσπερ μίλιά εἰσι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀναγούσης εἰς τὴν ἐπουράνιον πόλιν τοὺς | |
340 | διοδεύοντας. λέγει γάρ· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι»· «μακάριοι οἱ πραεῖς»· «μακάριοι οἱ ἐλεήμονες»· «μακάριοι οἱ εἰρηνοποιοί». τοῦτον εἶπεν εἶναι Χριστιανιαμόν. εἰ δέ τις ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ πεπλάνηται καὶ κακῷ θεμελίῳ κέχρηται. δόξα τοῖς οἰκτιρμοῖς πατρὸς | |
καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν. | 230 | |
28(1t) | ΟΜΙΛΙΑ ΚΗ. | |
2 | Ὥσπερ ὀργισθεὶς ὁ θεός ποτε Ἰουδαίοις παρέδωκε τὴν Ἱερουσαλὴμ εἰς τὸ προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτούς, καὶ οὐκ ἦν ἔτι ἐκεῖ ἑορτὴ οὔτε προσφορά, οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς διὰ | |
5 | τὴν παράβασιν τῆς ἐντολῆς παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ πάθεσι, καὶ οὕτω πλανήσαντες αὐτὴν τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ οὔτε ἑορτὴ οὔτε θυμίαμα οὔτε προσφορὰ δι’ αὐτῆς τῷ θεῷ ἀνα‐ πεμπομένη, πλησθέντων ἐν ταῖς ὁδοῖς τῶν γνωρισμάτων αὐτῆς θηρίων δεινῶν, καὶ ἑρπετῶν πνευμάτων πονηρίας ἐν αὐτῇ καταλυόντων. καὶ | |
10 | ὥσπερ οἶκος ἐὰν μὴ ἔχῃ τὸν δεσπότην κατοικοῦντα, σκότος καὶ ἀτιμίαν καὶ ὕβριν ἐνδύεται καὶ ῥυπαρίας καὶ κοπριῶν ἐμπέπλησται, οὕτω καὶ ψυχὴ ἡ μὴ ἔχουσα τὸν δεσπότην αὐτῆς μετὰ τῶν ἀγγέλων ἐν ἑαυτῇ χορεύοντα, σκότους ἁμαρτίας καὶ αἰσχύνης παθῶν καὶ πάσης ἀτιμίας ἐμπίπλαται. | |
15 | Οὐαὶ ὁδῷ, ἐπὰν μηδεὶς ἐν αὐτῇ περιπατῇ μήτε ἀκούῃ ἐν αὐτῇ φωνῆς ἀνθρώπου· ὅτι καταλυτήριον θηρίων τυγχάνει. οὐαὶ ψυχῇ, ὁπόταν μὴ διοδεύῃ ἐν αὐτῇ ὁ κύριος, καὶ τῇ φωνῇ αὐτοῦ φεύγῃ ἐξ αὐτῆς τὰ πνευ‐ ματικὰ τῆς πονηρίας θηρία. οὐαὶ οἰκίᾳ, ὁπότε ὁ δεσπότης οὐκ οἰκεῖ ἐν αὐτῇ. οὐαὶ γῇ, ὁπότε μὴ ἔχει τὸν ἐργαζόμενον αὐτὴν γεωργόν. οὐαὶ | |
20 | πλοίῳ, ὁπόταν μὴ ἔχῃ τὸν κυβερνήτην, ὅτι ὑπὸ τῶν κυμάτων καὶ τοῦ σάλου τῆς θαλάσσης φερόμενον ἀπόλλυται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἀληθινὸν κυβερνήτην Χριστὸν ἐν αὐτῇ, ὅτι ἐν τῇ θαλάσσῃ τῆς πικρίας τοῦ σκότους τυγχάνουσα καὶ ὑπὸ τοῦ σάλου τῶν παθῶν κυματου‐ μένη καὶ ὑπὸ τῶν πονηρῶν πνευμάτων χειμαζομένη τὸ τέλος ἀπώλειαν | 231 |
25 | κτᾶται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἐργαζόμενον αὐτὴν ἐπιμελῶς Χριστόν, ἵνα καρποὺς ἀγαθοὺς τοῦ πνεύματος ἐνεγκεῖν δυνηθῇ, ὅτι ἔρημος οὖσα καὶ ἀκανθῶν καὶ τριβόλων μεστὴ τὸ τέλος καῦσιν πυρὸς καρποῦται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν δεσπότην αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα, ὅτι ἔρημος οὖσα καὶ δυσωδίας παθῶν ἐμπεπλη‐ | |
30 | σμένη καταλυτήριον κακίας τυγχάνει. Ὥσπερ γὰρ ὁ γεωργὸς ἐπὰν πορεύηται ἐργάσασθαι τὴν γῆν, δέον‐ τα ἐργαλεῖα καὶ ἄμφια πρὸς τὴν ἐργασίαν λαμβάνει, οὕτως καὶ Χριστὸς ὁ βασιλεὺς ὁ ἐπουράνιος καὶ ἀληθινὸς γεωργός, ἐλθὼν ἐπὶ τὴν ἐρημω‐ θεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα, ἐνδυσάμενος τὸ σῶμα καὶ ὡς | |
35 | ἐργαλεῖον τὸν σταυρὸν βαστάσας, εἰργάσατο τὴν ἔρημον ψυχὴν καὶ ἔλαβεν ἐξ αὐτῆς τὰς «ἀκάνθας καὶ τριβόλους» τῶν πονηρῶν πνευμάτων καὶ τὰ ζιζάνια τῆς ἁμαρτίας ἐξέτιλε καὶ πάντα χόρτον ἁμαρτημάτων αὐ‐ τῆς πυρὶ κατέκαυσε, καὶ οὕτως ἐργασάμενος αὐτὴν τῷ ξύλῳ τοῦ σταυ‐ ροῦ ἐφύτευσεν ἐν αὐτῇ τὸν παγκάλλιστον παράδεισον τοῦ πνεύματος, | |
40 | πάντα καρπὸν ἡδὺν καὶ ἐπιθυμητὸν φέροντα τῷ δεσπότῃ θεῷ. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ, τριημέρου σκότους γενομένου, οὐκ ἔβλεπεν υἱὸς πατέρα οὔτε ἀδελφὸς ἀδελφὸν οὔτε φίλος γνήσιον φίλον, τοῦ σκότους καλύψαντος αὐτούς, οὕτω τοῦ Ἀδὰμ παραβάντος τὴν ἐντολὴν καὶ πεσόντος ἀπὸ τῆς προτέρας δόξης καὶ ὑπὸ τὸ πνεῦμα τοῦ κόσμου γε‐ | |
45 | γονότος, καὶ τοῦ καλύμματος τοῦ σκότους ἐλθόντος ἐν τῇ ψυχῇ αὐτοῦ, | |
ἀπ’ αὐτοῦ καὶ μέχρι τοῦ ἐσχάτου Ἀδάμ, τοῦ κυρίου, οὐκ ἔβλεπον τὸν ἀληθινὸν πατέρα τὸν ἐπουράνιον καὶ τὴν ἀγαθὴν καὶ χρηστὴν μητέρα, τὴν χάριν τοῦ πνεύματος, καὶ τὸν γλυκὺν καὶ ποθούμενον ἀδελφόν, τὸν κύριον, καὶ τοὺς φίλους καὶ γνησίους ἀγγέλους ἁγίους, μεθ’ ὧν ἔχαιρε | 232 | |
28(50) | χορεύων καὶ ἑορτάζων. οὐ μόνον δὲ ἕως τοῦ ἐσχάτου Ἀδάμ, ἀλλ’ ἔτι καὶ νῦν ἐφ’ οὓς οὐκ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστός, καὶ ὧν οὐκ ἠνοίγησαν οἱ τῆς ψυχῆς ὀφθαλμοί, ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς φω‐ τισθέντες, ὑπὸ τὸ αὐτὸ σκότος τῆς ἁμαρτίας ἔτι τυγχάνουσι, τὴν αὐτὴν τῶν ἡδονῶν ἐνέργειαν ἔχοντες, τῇ αὐτῇ τιμωρίᾳ ὑποκείμενοι, ὀφθαλμοὺς | |
55 | βλέποντας τὸν πατέρα μηδέπω ἔχοντες. Τοῦτο γὰρ ὀφείλει γινώσκειν ἕκαστος, ὅτι εἰσὶν ὀφθαλμοὶ ἐνδότεροι τῶν ὀφθαλμῶν τούτων καὶ ἔστιν ἀκοὴ ἐνδοτέρα τῆς ἀκοῆς ταύτης. καὶ ὥσπερ οὗτοι οἱ ὀφθαλμοὶ αἰσθητῶς βλέπουσι καὶ κατανοοῦσι τὸ πρόσ‐ ωπον τοῦ φίλου ἢ τοῦ ἀγαπητοῦ, οὕτως καὶ οἱ τῆς ἀξίας καὶ πιστῆς | |
60 | ψυχῆς ὀφθαλμοὶ πνευματικῶς φωτισθέντες φωτὶ θεϊκῷ βλέπουσι καὶ κατανοοῦσι τὸν ἀληθινὸν φίλον καὶ γλυκύτατον καὶ πολυπόθητον | |
νυμφίον, τὸν κύριον, καταλαμπομένης τῆς ψυχῆς ὑπὸ τοῦ προσκυνητοῦ πνεύματος, καὶ οὕτω βλέπουσα νοερῶς τὸ ἐπιθυμητὸν καὶ μόνον ἀνεκλά‐ λητον κάλλος, εἰς ἔρωτα θεῖον τιτρώσκεται καὶ εἰς πάσας ἀρετὰς ὑπὸ | 233 | |
65 | τοῦ πνεύματος κατευθύνεται, καὶ οὕτως ἀόριστον καὶ ἀνέκλειπτον κέκτηται ἀγάπην πρὸς τὸν ὑπ’ αὐτῆς ποθούμενον κύριον. Τί τοίνυν μακαριώτερον τῆς ἀϊδίου φωνῆς ἐκείνης Ἰωάννου δεικνύ‐ οντος πρὸ ὀφθαλμῶν τὸν κύριον λέγοντος· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»; ἀληθῶς ‹ἐν γεννητοῖς γυναικῶν | |
70 | οὐδεὶς μείζων Ἰωάννου τοῦ βαπτιστοῦ›· πλήρωμα γὰρ πάντων τῶν προφητῶν τυγχάνει. καὶ πάντες μὲν προεφήτευσαν περὶ τοῦ κυρίου, μήκοθεν δεικνύοντες αὐτὸν παραγινόμενον. αὐτὸς δὲ προφητεύων περὶ τοῦ σωτῆρος ἐδείκνυε παρ’ ὀφθαλμοῖς, πᾶσι βοῶν καὶ λέγων· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ». τί ἡδεῖα καὶ καλὴ ἡ φωνὴ εὐθὺ δεικνύοντος τὸν ὑπ’ | |
75 | αὐτοῦ κηρυσσόμενον. ‹μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν›. οἱ ἄνωθεν ἐκ τοῦ θεοῦ γεννηθέντες ἀπόστολοι οἱ τὴν ἀπαρχὴν τοῦ παρα‐ κλήτου πνεύματος λαβόντες, οὗτοι γὰρ συνδικασταὶ καὶ σύνθρονοι κατηξιώθησαν γενέσθαι· οὗτοι λυτρωταὶ τῶν ἀνθρώπων γεγόνασιν. | |
80 | εὑρίσκεις αὐτοὺς σχίζοντας θάλασσαν δυνάμεων πονηρῶν καὶ διαγαγόν‐ τας ψυχὰς πιστευούσας. εὑρίσκεις αὐτοὺς γεωργοὺς τὴν ἄμπελον τῆς ψυχῆς ἐργαζομένους. εὑρίσκεις αὐτοὺς παρανύμφους νυμφεύοντας ψυχὰς Χριστῷ· «ἡρμοσάμην γὰρ» φησὶν «ὑμᾶς ἑνὶ ἀνδρί». εὑρίσκεις αὐτοὺς | |
διδόντας ζωὴν τοῖς ἀνθρώποις. καὶ ἁπαξαπλῶς εὑρίσκεις αὐτοὺς «πολυ‐ | 234 | |
85 | μερῶς καὶ πολυτρόπως» διακονοῦντας τῷ πνεύματι. οὗτος οὖν ἐστιν ὁ μικρός, ὁ μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. ὥσπερ γὰρ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος Ἰησοῦς, ὁ καλὸς καὶ ἀληθινὸς γεωργός, δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτούς, μετ’ αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόν‐ | |
90 | των καὶ ἐν ἀληθείᾳ πιστευόντων. Πλὴν καὶ τοῦτο εἰπεῖν ἄξιον, ὡς ‹οὐκ ἐν λόγῳ› μόνον ἀκοῆς ἡ βασιλεία τοῦ θεοῦ καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, ὡς ἄν τις εἰδὼς λόγους καὶ ἑτέροις ἐκδιηγούμενος, «ἀλλ’ ἐν δυνάμει» καὶ ἐνεργείᾳ πνεύ‐ ματος ἡ βασιλεία τυγχάνει. ταῦτα γὰρ πεπόνθασι καὶ Ἰσραηλιτῶν | |
95 | παῖδες, μελετῶντες τὰς γραφὰς ἀεὶ καὶ περὶ τοῦ κυρίου δῆθεν τὴν μελέτην ἔχοντες, καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ δεξάμενοι, ἑτέροις τὴν αὐτῶν κληρονομίαν ἀπέδοντο. οὕτως καὶ οἱ λόγους τοῦ πνεύματος διηγού‐ μενοι ἐτέροις, αὐτοὶ τὸν λόγον ἐν δυνάμει μὴ κεκτημένοι, ἄλλοις ἀποδί‐ δονται τὴν κληρονομίαν. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς | |
28(100) | τοὺς αἰῶνας. ἀμήν. | |
29(1t) | ΟΜΙΛΙΑ ΚΘ. | |
2 | Ἡ τοῦ θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπό‐ τητος ἐξεργάζεται ποικίλως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος | |
5 | δοκιμασίαν, ὥστε φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτὸν καὶ πάντα κίνδυνον καὶ πόνον διὰ τὸν θεὸν ὑπομένοντας. Οἷς μὲν γὰρ προαπαντῶσι τὰ χαρίσματα καὶ τὰ τοῦ ἁγίου πνεύ‐ ματος δωρήματα εὐθὺς ἅμα τῷ προσελθεῖν μετὰ πίστεως καὶ αἰτήσεως· ἄνευ καμάτων καὶ ἱδρώτων καὶ πόνων ἔστι δ’ ὅτε ἐν τῷ κόσμῳ τυγχά‐ | |
10 | νουσιν ἔτι δίδωσι τὴν χάριν ὁ θεὸς οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς | |
ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ καὶ ἀκαταλήπτῳ, εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν καὶ τὸ αὐτεξούσιον θέλημα τῶν ταχέως ἐπιτυχόντων τῆς θείας χάριτος, εἰ ᾔσθοντο τῆς εὐεργεσίας καὶ τῆς πρὸς αὐτοὺς γενο‐ μένης χρηστότητος καὶ γλυκύτητος τοῦ θεοῦ, κατὰ ἀναλογίαν τῆς ἄνευ | 235 | |
15 | πόνων ἰδίων χάριτος. ἧς καταξιωθέντες ὀφείλουσι σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπης καρπὸν ἐπι‐ δείξασθαι καὶ τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδοῦναι, τουτέστιν ὅλους ἑαυτοὺς διδόντες ἐκδότους εἰς τὴν τοῦ κυρίου ἀγάπην καὶ τὸ αὐ‐ τοῦ θέλημα μόνον ἐπιτελοῦντες καὶ πάσης σαρκικῆς ἐπιθυμίας τελείως | |
20 | ἀναχωροῦντες. οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον κατὰ τὸ εὐαγγέλιον καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας καὶ σπουδῆς καὶ τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν οὐκ εὐθὺς ὁ θεὸς δίδωσι τὴν χάριν καὶ τὴν ἀνάπαυσιν καὶ ἀγαλλίασιν τοῦ πνεύματος, μακροθυμῶν ἐπ’ αὐτοῖς καὶ τὴν δωρεὰν ἐπέχων, καὶ τοῦτο | |
25 | οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ, εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν εἰ πιστὸν καὶ ἀληθῆ ἥγηνται τὸν θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν εἰ πιστεύσαντες ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ ἕως τέλους παραμένουσιν ἐν πληροφορίᾳ πίστεως καὶ | |
30 | σπουδῆς αἰτοῦντες καὶ ζητοῦντες, εἰ μὴ περικακήσαντες καὶ ὑποστεί‐ λαντες ἀποστραφῶσι, καὶ ἀπιστήσαντες καὶ ἀπελπίσαντες ὀλιγω‐ ρήσουσι, μὴ εἰς τέλος ὑπομείναντες διὰ τὴν παρολκὴν τοῦ χρόνου καὶ τὸ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν. Ὁ γὰρ μὴ τάχιον λαμβάνων διὰ τῆς ἀναβολῆς καὶ μακροθυμίας τοῦ | |
35 | θεοῦ πλέον ἐκκαίεται καὶ πλέον ὀρέγεται τῶν οὐρανίων ἀγαθῶν, καὶ πλείονα πόθον καὶ σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ πᾶσαν ἀρετῆς κατάστασιν καὶ πεῖναν καὶ δίψαν εἰς τὸ ἀγαθὸν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῶν τῆς κακίας λογισμῶν τῶν συνόντων τῇ ψυχῇ | |
καὶ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἐκτρεπόμενος ἢ | 236 | |
40 | πάλιν προφάσει μακροθυμίας εἰς χαύνωσιν ἑαυτὸν ἐπιδώσει, λογισμῷ τοιούτῳ χρώμενος ὡς ὅτι „ὁτεδήποτε λαμβάνω τὴν χάριν τοῦ θεοῦ“, κἀντεῦθεν εἰς ἀμέλειαν ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος. ἀλλ’ ἐφ’ ὅσον αὐτὸς ὁ κύριος διὰ τῆς ἀναβολῆς μακροθυμεῖ ἐπ’ αὐτῷ, δοκιμάζων τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως καὶ | |
45 | ἐμπονεστέρως καὶ ἀνενδεῶς καὶ ἀπερικακήτως ὀφείλει ζητεῖν τὴν δωρεὰν τοῦ θεοῦ, ἅπαξ πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτόν, ὅτι θεὸς ἀψευδὴς καὶ ἀληθινός ἐστιν ὁ ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτοῦσι τὴν χάριν αὐτοῦ ἕως τέλους ἐν πάσῃ ὑπομονῇ. ταῖς γὰρ πισταῖς ψυχαῖς πιστὸς καὶ ἀληθὴς ἡγεῖται ὁ θεός, καὶ ‹ἐσφράγισαν ὅτι ἀληθής ἐστι› | |
29(50) | κατὰ τὸν ἀληθῆ λόγον. Ἀκολούθως οὖν τῇ προειρημένῃ τῆς πίστεως ἐννοίᾳ ἀνακρίνουσιν ἑαυτάς, ἐν τίσιν ὑστεροῦσι τὸ ὅσον ἐξ αὐτῶν, ἢ πόνῳ ἢ ἀγῶνι ἢ σπουδῇ ἢ πίστει ἢ ἀγάπῃ ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει. καὶ ἀνακρίνουσαι ἐν πάσῃ ἀκριβείᾳ λεπτότητος βιάζονται ὅση δύναμις, καὶ ἄγχουσιν εἰς | |
55 | τὴν εὐαρέστησιν τοῦ κυρίου, ἅπαξ πιστεύσασαι ὅτι ὁ θεός, ἀληθὴς ὤν, οὐ στερήσει τῆς τοῦ πνεύματος δωρεᾶς αὐτάς, εἰ παραμείνωσιν ἕως τέλους εἰς τὴν πρὸς αὐτὸν διὰ πάσης σπουδῆς λατρείαν καὶ ἀναμονήν, ἀλλὰ καταξιωθήσονται τῆς οὐρανίου χάριτος ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι καὶ τῆς αἰωνίου ζωῆς τεύξονται. | |
60 | Καὶ οὕτως κινοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς τὸν κύριον, ἀρνη‐ σάμεναι πάντα καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πείνῃ καὶ δίψῃ προσδοκῶσαι, καὶ τὴν ἀνάπαυσιν καὶ παράκλησιν τῆς χάριτος ἐκδεχό‐ μεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου παρακαλούμεναι καὶ ἀναπαυόμεναι καὶ δεσμούμεναι ἑκουσίως, ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς | |
65 | λογισμοῖς ἀντιλέγουσαι τὴν τοῦ θεοῦ βοήθειαν καὶ ἀντίληψιν μόνον προσδοκῶσιν, ὁπότε ταῖς τοιαύτην σπουδὴν καὶ προαίρεσιν καὶ ὑπο‐ μονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ὁ κύριος ἤδη κρυπτῶς σύνεστι καὶ βοηθεῖ καὶ διαφυλάττει καὶ ὑποστηρίζει εἰς ἕκαστον τῆς ἀρετῆς καρπόν. κἂν ἐν πόνῳ καὶ θλίψει τυγχάνωσι, κἂν ἐν ἐπιγνώσει ἀληθείας καὶ φανε‐ | |
70 | ρώσει ψυχῆς, οὐδέπω ἐκομίσαντο τὴν χάριν τοῦ πνεύματος καὶ τὴν | |
ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς, καὶ ἐν πληροφορίᾳ οὐκ ᾔσθοντο ταύτης διὰ τὴν τοῦ θεοῦ ἄρρητον σοφίαν καὶ τὰ ἀνεκδιήγητα κρίματα, δοκιμάζοντος διαφόρως τὰς πιστευούσας ψυχὰς καὶ εἰς τὴν ἐκ θελή‐ ματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος. ὅροι γὰρ καὶ μέτρα | 237 | |
75 | καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεώς εἰσι καὶ τοῦ θελήματος τῆς ἀγάπης καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς ὅση δύναμις δια‐ θέσεως· καὶ οὕτως ἀναπληροῦσαι αἱ ψυχαὶ τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς μέτρον, τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦνται. Δίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ ‹προσω‐ | |
80 | ποληψία παρ’ αὐτῷ οὐκ ἔστιν›, ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν, ἤτοι σωματικῶν ἤτοι πνευματικῶν ἤτοι γνώσεως ἤτοι συνέσεως ἢ δια‐ κρίσεως, ἃ καὶ ἐν τῇ φύσει τῶν ἀνθρώπων ὁ θεὸς διαφόρως ἐνέθηκεν. ἕκαστον κρίνων τοὺς καρποὺς τῆς ἀρετῆς ἐπιζητήσει καὶ κατ’ ἀξίαν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· ‹ἥξει γὰρ› | |
85 | φησὶ ‹καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ›· καὶ ‹δυνατοὶ δυ‐ νατῶς ἐτασθήσονται· ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέουσ›. καὶ ὁ κύριος λέγει· ‹δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, | |
δαρήσεται ὀλίγας. καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν | 238 | |
90 | αὐτόν›. τὴν δὲ γνῶσιν καὶ σύνεσιν διαφόρως νόει, ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον τοῦ πνεύματος ἤτοι κατὰ φυσικὴν ἀκολουθίαν συν‐ έσεως ἢ διακρίσεως καὶ διὰ τῶν θείων γραφῶν παιδεύσεως. ἕκαστος γὰρ τοὺς καρποὺς ἀπαιτηθήσεται τῆς ἀρετῆς κατὰ ἀναλογίαν τῶν παρὰ θεοῦ γενομένων εἰς αὐτὸν εὐεργεσιῶν ἤτοι φυσικῶν ἤτοι ἐκ θείας χάριτος | |
95 | δεδομένων. ἀναπολόγητος τοίνυν ἐστὶ πᾶς ἄνθρωπος παρὰ θεῷ ἐν ἡμέρᾳ κρίσεως· ἕκαστος γὰρ καθ’ ὃ ἔγνω τοὺς καρποὺς τῆς πίστεως καὶ ἀγάπης καὶ πάσης ἀρετῆς τῆς πρὸς αὐτὸν ἐκ προαιρέσεως καὶ θελή‐ ματος ἀνταπόδοσιν ἀπαιτηθήσεται, ἤτοι δι’ ἀκοῆς ἤτοι μηδέποτε λόγον ἀκούσας θεοῦ. | |
29(100) | Ἀποσκοποῦσα γὰρ ἡ πιστὴ καὶ φιλαλήθης ψυχὴ εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις καὶ εἰς τὴν ἄρρητον τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ πόνον καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀρρήτους ἐπαγγελίας τοῦ πνεύ‐ ματος. οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ κύριος μακαρίζει· οὗτός | |
105 | ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην· οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν. οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον ἀρετῆς καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται. μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ καὶ εἰς οἴησιν προκοπτέτω, | |
110 | ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι „ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι“· οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι. τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον, οὐκ οἶδας· καὶ ποῖον τέλος ἐκείνου καὶ ποῖον τὸ σόν, ἀγνοεῖς. ἀλλ’ ἕκαστος ἑαυτῷ προσέχων ἀνακρινέτω τὴν ἰδίαν | |
συνείδησιν πάντοτε καὶ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ τῆς καρδίας, ποίαν | 239 | |
115 | σπουδὴν καὶ ἀγῶνα ὁ νοῦς ἔχει πρὸς τὸν θεόν. καὶ εἰς τὸν τέλειον σκοπὸν τῆς ἐλευθερίας καὶ ἀπαθείας καὶ τῆς καταπαύσεως τοῦ πνεύματος ἀπο‐ σκοπῶν, ἀπαύστως τρεχέτω καὶ ἀόκνως, ἐν μηδενὶ χαρίσματι ἢ καὶ δικαιώ‐ ματι πληροφορούμενος. δόξα καὶ προσκύνησις πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
30(1t) | ΟΜΙΛΙΑ Λ. | |
2 | Οἱ τὸν λόγον ἀκούοντες ἔργον τοῦ λόγου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὀφεί‐ λουσιν ἐπιδείξασθαι· ὁ λόγος γὰρ τοῦ θεοῦ οὐκ ἔστι λόγος ἀργός, ἀλλ’ ἔργον ἔχει εἰς τὴν ψυχὴν γιγνόμενον· διὰ τοῦτο γὰρ καὶ ἔργον λέγεται, | |
5 | ἵνα τὸ ἔργον εὑρεθῇ ἐν τοῖς ἀκούουσι. παράσχοι τοίνυν ὁ κύριος τὸ ἔργον τῆς ἀληθείας ἐν τοῖς ἀκούουσιν, ἵνα ὁ λόγος ἔγκαρπος εὑρεθῇ εἰς ἡμᾶς. ὥσπερ γὰρ σκιὰ προάγει τὸ σῶμα (ἡ σκιὰ δὲ τὸ σῶμα δηλοῖ, καὶ ἡ ἀλήθεια τὸ σῶμά ἐστι), τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὥσπερ σκιὰ τυγχάνει τῆς ἀληθείας τοῦ Χριστοῦ· προάγει δὲ ὁ λόγος τὴν | |
10 | ἀλήθειαν. Οἱ ἐπὶ γῆς πατέρες ἐκ τῆς ἑαυτῶν φύσεως γεννῶσι τέκνα ἐκ τοῦ σώ‐ ματος αὐτῶν καὶ τῆς ψυχῆς καὶ γεννηθέντα πάσῃ σπουδῇ ἐπιμελῶς | |
παιδεύουσιν ὡς ἑαυτῶν τέκνα, ἕως τέλειοι ἄνδρες γένωνται καὶ διά‐ δοχοι καὶ κληρονόμοι. τοῖς γὰρ πατράσιν ἐξαρχῆς σκοπὸς καὶ σπουδὴ | 240 | |
15 | πᾶσα γίγνεται πρὸς τὸ γεννῆσαι τέκνα καὶ σχεῖν κληρονόμους, καὶ εἰ μὴ ἐγέννησαν, μεγίστην λύπην καὶ ὀδύνην ἂν εἶχον, ὥστε πάλιν γεννή‐ σαντες χαρὰν ἔσχον· χαίρουσι δὲ καὶ οἱ συγγενεῖς καὶ οἱ γείτονες. τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ τῆς τοῦ ἀνθρώ‐ που σωτηρίας φροντίσας πᾶσαν οἰκονομίαν καὶ σπουδὴν ἐπετέλεσεν ἐξ | |
20 | ἀρχῆς διὰ πατέρων, πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν. ἔσχατον καὶ αὐτὸς παραγενόμενος καὶ σταυροῦ αἰσχύνης καταφρονήσας ὑπέμεινε θάνατον. καὶ οὗτος ὅλος ὁ κάματος καὶ ἡ σπουδὴ αὐτοῦ γέγονεν, ὅπως γεννήσῃ ἐξ ἑαυτοῦ, ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα ἐκ τοῦ πνεύματος, ἄνω‐ θεν εὐδοκήσας γεννηθῆναι ἐκ τῆς ἑαυτοῦ θεότητος. καὶ ὥσπερ οἱ πατέ‐ | |
25 | ρες οὗτοι, ἐὰν μὴ γεννήσωσι λυποῦνται, οὕτως καὶ ὁ κύριος ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων, ὡς ἰδίαν εἰκόνα ἠθέλησεν αὐτοὺς ἐκ τοῦ ἑαυτοῦ σπέρματος γεννῆσαι τῆς θεότητος. εἴ τινες οὖν μὴ θελήσωσιν εἰς τοι‐ αύτην γέννησιν ἐλθεῖν καὶ ἐκ τῆς γαστρὸς τοῦ πνεύματος τῆς θεότητος γεννηθῆναι, πολλὴν λύπην ὁ Χριστὸς ἀναδέχεται, παθὼν δι’ αὐτοὺς καὶ | |
30 | ὑπομείνας, ἵνα τούτους σώσῃ· πάντας γὰρ ἀνθρώπους θέλει ὁ κύριος τῆς γεννήσεως καταξιωθῆναι ταύτης. ὑπὲρ πάντων γὰρ ἀπέθανε καὶ πάντας εἰς ζωὴν ἐκάλεσε. ζωὴ δέ ἐστιν ἡ ἄνωθεν ἐκ τοῦ θεοῦ γέννησις. ἄνευ γὰρ ταύτης ζῆσαι ψυχὴν ἀδύνατον, ὥς φησιν ὁ κύριος· «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ». ὥστε | |
35 | πάλιν ὅσοι πιστεύουσι τῷ κυρίῳ καὶ προσερχόμενοι καταξιοῦνται | |
τῆς γεννήσεως ταύτης, χαρὰν ἐμποιοῦσι καὶ μεγίστην ἀγαλλίασιν ἐν οὐρανοῖς τοῖς γεννήσασι γονεῦσι, πάντες τε ἄγγελοι καὶ δυνάμεις ἁγίαι χαίρουσιν ἐπὶ τῇ ψυχῇ τῇ ἐκ πνεύματος γεννηθείσῃ καὶ γενομένῃ πνεῦμα. τοῦτο γὰρ τὸ σῶμα ὁμοίωμα τυγχάνει τῆς ψυχῆς, ἡ δὲ ψυχὴ | 241 | |
40 | εἰκὼν τοῦ πνεύματος ὑπάρχει. καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι, οὕτως χωρὶς τῆς ἐπου‐ ρανίου ψυχῆς, τοῦ θεϊκοῦ πνεύματος, νεκρὰ τυγχάνει ἀπὸ τῆς βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ θεοῦ ἄνευ τοῦ πνεύ‐ ματος. | |
45 | Ὥσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως καὶ γράφει, καὶ ἐπὰν ἐξ ἐναντίας ᾖ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐ‐ τῷ γράφοντι, εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα· ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον, οὐ δύναται γράψαι διὰ τὸ μὴ ἀτενίζειν αὐτὸ τῷ γράφοντι, —τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς τοῖς | |
30(50) | πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσι διαπαντὸς πρὸς αὐτὸν εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον· ἐκ τοῦ αὐτοῦ πνεύματος, ἐκ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου, γράφει εἰκόνα οὐράνιον καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον. εἴ τις οὖν οὐκ ἀτενίζει διαπαντὸς πρὸς αὐτόν, τῶν πάντων ὑπεριδών, οὐ μὴ | |
55 | γράψῃ ὁ κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός. χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν, πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν, πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας, ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν, καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπα‐ | |
60 | ῶμεν. Ὥσπερ τὸ νόμισμα τοῦ χρυσίου ἐὰν μὴ λάβῃ καὶ ἐντυπωθῇ τὴν βασιλικὴν εἰκόνα, οὔτε εἰς ἐμπορίαν ἀπέρχεται οὔτε εἰς βασιλέως θη‐ σαυροὺς ἀποτίθεται, ἀλλὰ ἀπόβλητον τυγχάνει, οὕτως καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ εἰκόνα τοῦ ἐπουρανίου πνεύματος, ἐν φωτὶ ἀρρήτῳ Χριστὸν | |
65 | ἐντετυπωμένον ἐν αὐτῇ, οὐ χρησιμεύει εἰς τοὺς ἄνω θησαυροὺς καὶ ὑπὸ | |
τῶν ἐμπόρων τῆς βασιλείας, τῶν καλῶν ἀποστόλων ἀπόβλητος γίνεται. καὶ γὰρ ὁ κληθεὶς καὶ μὴ φορῶν τὸ ἔνδυμα τοῦ γάμου ὡς ἀλλότριος ἐξεβλήθη εἰς τὸ ἀλλότριον σκότος, μὴ φορῶν τὴν εἰκόνα τὴν ἐπου‐ ράνιον. τοῦτο γὰρ τὸ σημεῖον καὶ σίγνον τυγχάνει τοῦ κυρίου, ἐντυ‐ | 242 | |
70 | πούμενον ταῖς ψυχαῖς, πνεῦμα φωτὸς ἀρρήτου ὑπάρχον. καὶ ὥσπερ ἐν πόλει ὁ νεκρὸς ἀχρεῖος καὶ ὅλως μὴ χρησιμεύων τοῖς ἐκεῖ ἐστι, διὸ καὶ ἐκκομίζουσιν αὐτὸν ἔξω τῆς πόλεως καὶ κατατίθενται, οὕτως καὶ ψυχὴ ἡ μὴ φέρουσα τὴν ἐπουράνιον τοῦ θεϊκοῦ φωτὸς εἰκόνα, τὴν ζωὴν τῆς ψυχῆς, ὥσπερ ἀδόκιμος καὶ πάντῃ ἀπόβλητος τυγχάνει· οὐ χρησιμεύει | |
75 | γὰρ εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων νεκρὰ ψυχὴ μὴ φοροῦσα φωτεινὸν καὶ θεϊκὸν πνεῦμα. ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν, οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ τὸ πνεῦμα τῆς θεότητος ὑπάρχει· ἄνευ γὰρ τῆς ψυχῆς τοῦ πνεύματος ἡ ψυχὴ αὕτη νεκρὰ τοῖς ἄνω καὶ ἀχρεία ὑπάρχει. χρὴ τοίνυν τὸν ζητοῦντα | |
80 | πιστεῦσαι καὶ προσελθεῖν τῷ κυρίῳ, παρακαλεῖν, ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν πνεῦμα. αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ πνεῦμα αὐτοῦ. ‹ἕωσ› γάρ φησιν ‹ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶσ›. ‹ἔρχεται νύξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι›. εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε | |
85 | ζωὴν τῇ ψυχῇ, τὸ θεϊκὸν φῶς τοῦ πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ | |
διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ. Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρί, καθαρώτερον | 243 | |
90 | καὶ δοκιμώτερον γίνεται καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτό, οἷον ξύλα ἢ χόρτος (πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται), οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊ‐ κῷ φωτί, ὑπ’ οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων· εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ | |
95 | πνεύματος. ἢ ὥσπερ πετεινὸν ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν ὡς μηδὲν δεδοικὸς θηρευτὰς ἢ θηρία πονηρά (ἄνω γάρ που ὂν πάντων καταγελᾷ), οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ πνεύματος καὶ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ. καὶ ὁ μὲν ‹κατὰ σάρκα Ἰσραήλ›, τότε σχίσαντος Μωσέως | |
30(100) | τὴν θάλασσαν, διήρχοντο κάτω. οὗτοι δὲ τέκνα θεοῦ ὄντες ἐπάνω περιπα‐ τοῦσιν ἐπὶ τὴν θάλασσαν τῆς πικρίας τῶν πονηρῶν δυνάμεων· τὸ σῶμα | |
γὰρ καὶ ἡ ψυχὴ αὐτῶν οἶκος θεοῦ γεγόνασιν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε ἔπεσεν ὁ Ἀδάμ, ἦλθεν ὁ θεὸς περιπατῶν ἐν τῷ παραδείσῳ, ἔκλαυσεν, ὡς εἰπεῖν, ἰδὼν τὸν Ἀδάμ, καὶ εἴρηκεν· „ἐκ | 244 | |
105 | ποίων ἀγαθῶν ποῖα ᾑρετίσω κακά; ἐκ ποίας δόξης ποίαν αἰσχύνην φορεῖς; τί σκοτεινὸς εἶ νῦν; τί δυσειδής; τί σαπρός; ἐκ ποίου φωτὸς 〈ποῖον〉 σκότος ἐκάλυψέ σε;“ καὶ πεσόντος τοῦ Ἀδὰμ καὶ ἀποθανόντος ἀπὸ τοῦ θεοῦ, ἔκλαυσεν αὐτὸν ὁ ποιητής, ἄγγελοι, πᾶσαι αἱ δυνάμεις, οὐρανοί, γῆ, καὶ πάντα τὰ κτίσματα ἐπένθησαν ἐπὶ τῷ θανάτῳ καὶ τῇ | |
110 | πτώσει αὐτοῦ· τὸν γὰρ δοθέντα αὐτοῖς βασιλέα δοῦλον εἶδον γεγονότα ἐναντίας καὶ πονηρᾶς δυνάμεως. σκότος τοίνυν ἐνεδύσατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, σκότος πικρὸν καὶ πονηρόν· ἐβασιλεύθη γὰρ ὑπὸ τοῦ ἄρχοντος τοῦ σκότους. οὗτος ἦν ὁ τραυματισθεὶς ὑπὸ τῶν λῃστῶν καὶ ἡμιθανὴς γεγονώς, κατερχόμενος «ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ». καὶ γὰρ καὶ Λά‐ | |
115 | ζαρος, ὃν ὁ κύριος ἀνέστησεν, ὁ πολλῆς δυσωδίας γέμων ὥστε μηδένα δύνασθαι τῷ μνήματι προσεγγίσαι, σύμβολον ἦν τοῦ Ἀδὰμ τοῦ πολλὴν δυσωδίαν ἐν τῇ ψυχῇ προσλαβόντος καὶ μελανίας καὶ σκότους πληρω‐ θέντος. Ἀλλὰ σύ, ὅταν ἀκούσῃς περὶ Ἀδὰμ καὶ περὶ τοῦ τετραυματισμένου | |
120 | καὶ τοῦ Λαζάρου, μὴ ἀπολύσῃς σου τὸν νοῦν ὥσπερ εἰς ὄρη, ἀλλ’ ἔνδον ἐν τῇ ψυχῇ σου γίγνου, ὅτι καὶ σὺ τὰ αὐτὰ τραύματα καὶ τὴν αὐτὴν δυσωδίαν καὶ τὸ αὐτὸ σκότος φορεῖς. ἐκείνου γὰρ πάντες ἐσμὲν υἱοὶ τοῦ σκοτεινοῦ γένους καὶ πάντες τῆς αὐτῆς δυσωδίας μετέχομεν. ὅπερ οὖν πέπονθε πάθος ἐκεῖνος, τοῦτο πάντες ἐκ τοῦ σπέρματος Ἀδὰμ ὄντες | |
125 | πεπόνθαμεν. τοιοῦτο γὰρ πάθος συμβέβηκεν, ὥς φησιν Ἠσαΐας· ‹οὐκ ἔστι τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον, οὔτε καταδέσμους ποιῆσαι›. οὕτως ἀνίατον τραῦμα ἐτραυματίσθημεν, μόνῳ τῷ κυρίῳ δυνατὸν θεραπεῦσαι αὐτό. διὰ τοῦτο γὰρ καὶ δι’ ἑαυτοῦ ἦλθεν, ὅτι μηδεὶς τῶν ἀρχαίων, οὔτε ὁ νόμος αὐτὸς | 245 |
130 | οὔτε οἱ προφῆται τοῦτο ἠδυνήθησαν θεραπεῦσαι· οὗτος δὲ μόνος ἐλθὼν ἐθεράπευσε τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον τῆς ψυχῆς. Προσδεχώμεθα τοίνυν τὸν θεὸν καὶ κύριον, τὸν ἀληθινὸν θεραπευτήν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι’ ἡμᾶς. κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξω‐ | |
135 | μεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ’ ἡμῖν ποιήσῃ. καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ, καὶ πάλιν ἀλλαχοῦ λέγει· ‹ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελεύσομαι πρὸς αὐτόν›. διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς | |
140 | τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν ἐν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ’ αὐτῇ. διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ’ αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ δια‐ βόλου φησὶν ὁ κύριος· ‹ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων καὶ οὐκ ἐποτίσατέ με›· ἡ γὰρ τροφὴ | |
145 | αὐτοῦ καὶ ἡ πόσις καὶ ἄμφιον καὶ στέγη καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν. ἀεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς. δεξώμεθα τοίνυν αὐτὸν καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν· ὅτι καὶ ἡμῶν ἡ τροφὴ καὶ ἡ πόσις καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστι. καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ | |
30(150) | βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται. αὐτὸς δέ, κύριε Ἰησοῦ Χριστέ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν δοξάζοντάς σου τὸ ὄνομα σὺν πατρὶ καὶ ἁγίῳ | |
πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | 246 | |
31(1t) | ΟΜΙΛΙΑ ΛΑ. | |
2 | Δεῖ τὸν πιστεύοντα αἰτεῖν τὸν θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ | |
5 | κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. ὅτι τὸ ἄκρως καλὸν ὁ θεός ἐστι. πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν. Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα καὶ νουθετοῦσα | |
10 | τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμούς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν. ἀδήλου δὲ τοῦ μέλ‐ λοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν | |
15 | Ἰσραηλίταις καὶ μετ’ αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ’ ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλι‐ τῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρω‐ τὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυ‐ | 247 |
20 | χῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον. ‹μὴ φοβοῦ,› φησιν ‹ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω›, καὶ πάλιν· ‹πρόσεχε› φησὶ ‹σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα›· ‹μὴ εἴπῃς | |
25 | ἐν τῇ καρδίᾳ σου· τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν›. Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζό‐ μενοι τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πάντως ὁ κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν· | |
30 | πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν. ὥστε σπούδασον ἀρέσαι τῷ κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί. ὅσον γὰρ συνάγεις τὸν | |
35 | νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί | |
σε. ἕστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς. καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, | 248 | |
40 | τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου. θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, | |
45 | παράδεισος, ‹ξύλον ζωῆσ›, μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, θεός, οἶνος, ‹ὕδωρ ζῶν›, πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, «πάντα ἐν πᾶσι» Χριστός. καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, | |
31(50) | οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δι‐ καιοσύνην αὐτῷ ἀπονέμουσαι. ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. ὡς ‹ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων›, ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος. | |
55 | Ἄρωμεν οὖν τὸ σῶμα τοῦτο καὶ ποιήσωμεν θυσιαστήριον καὶ ἐπι‐ | |
θῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν. δεηθῶμεν τοῦ κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ καὶ καταφάγῃ τὸ θυσιαστή‐ ριον καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ πάντες οἱ ἱερεῖς τῆς Βάαλ πέσωσιν, αἵ‐ τινές εἰσιν αἱ ἀντικείμεναι ἐνέργειαι, καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν | 249 | |
60 | ὑετὸν ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· ‹ἀνορθώσω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω›· ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας τῇ ἰδίᾳ χρηστότητι ὁ κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν | |
65 | ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα· ἐκεῖθεν γὰρ τρέφεται ψυχή, ἔνθα καὶ ἐσθίει, ἤτοι ἐκ τοῦ αἰῶνος τούτου ἤτοι ἐκ τοῦ πνεύματος τοῦ θεοῦ. καὶ ὁ θεὸς ἐκεῖ τρέφεται καὶ ζῇ καὶ ἀναπαύεται καὶ ἀναστρέφεται. Τὸ λοιπὸν ἕκαστος εἰ βούλεται, δοκιμάσει ἑαυτόν, πόθεν τρέφεται καὶ | |
70 | ποῦ ζῇ καὶ ἐν οἷς ἐστιν, ἵν’ οὕτως νοήσας καὶ τὴν ἀκριβῆ διάκρισιν κτησάμενος τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τελείως ἑαυτὸν ἐπιδῷ. λοιπὸν προσευχόμενος ἐν τῇ εὐχῇ πρόσεχε σεαυτῷ, ἐπέχων τοῖς λογισμοῖς καὶ ταῖς ἐνεργείαις πόθεν εἰσίν, ἐκ τοῦ θεοῦ ἢ ἐκ τοῦ ἐναντίου, καὶ τίς προσ‐ φέρει τροφὴν τῇ καρδίᾳ, ὁ κύριος ἢ οἱ κοσμοκράτορες τοῦ αἰῶνος | |
75 | τούτου. καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὢ ψυχή, αἰτοῦ τὸν κύριον ἐν πόνῳ καὶ πόθῳ τροφὴν οὐράνιον καὶ αὔξησιν καὶ ἐργασίαν Χριστοῦ κατὰ τὸ εἰρημένον· ‹ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει›, καὶ | |
οὐκ ἐν σχήματι καὶ τύπῳ ὥς τινες νομίζουσιν. ἰδοὺ γὰρ τῶν μόρφωσιν εὐσεβείας μόνον ἐχόντων ὁ νοῦς καὶ ἡ διάνοια ἔοικε τῷ κόσμῳ. ἰδοὺ ὁ | 250 | |
80 | σεισμὸς καὶ ὁ σάλος τῆς προαιρέσεως αὐτῶν, ἡ ἄστατος γνώμη, ἡ δειλία καὶ ὁ φόβος, κατὰ τὸ εἰρημένον· «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς», κατὰ τὴν ἀπιστίαν καὶ σύγχυσιν τῶν ἀστάτων λογισμῶν· ὅσαι ὧραι σαλευόμενοι ὡς οἱ λοιποὶ πάντες ἄνθρωποι. σχήματι δὲ μόνῳ καὶ νοή‐ ματι διαφέρουσιν οἱ τοιοῦτοι τοῦ κόσμου καὶ σωματικοῖς κατορθώμασι | |
85 | τοῦ ἔξω ἀνθρώπου, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῷ κόσμῳ σύρονται, καὶ δεσμοῖς γηΐνοις καὶ μεριμνῶν ἀνωφελῶν ἐμπεριέχονται, τὴν ἐξ οὐρανοῦ εἰρήνην ἐν καρδίᾳ μὴ κτησάμενοι, καθώς φησιν ὁ ἀπόστολος ὅτι «ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν», ἥτις ἐστὶ βασιλεύουσα καὶ ἀνακαινίζουσα τὰς τῶν πιστῶν διανοίας ἐν ἀγάπῃ θεοῦ καὶ πάσης | |
90 | τῆς ἀδελφότητος. δόξα καὶ προσκύνησις πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύ‐ ματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
32(1t) | ΟΜΙΛΙΑ ΛΒ. | |
2 | Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν. οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, θεοῦ σοφίαν, οὐ τοῦ κόσμου | |
5 | τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου. καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοί, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι καὶ εἰς δόξας καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς. Ἔστι γένη ζῴων ἡμέρων, οἷον ἵππος καὶ βοῦς· ἕκαστον αὐτῶν ἴδιον | |
σῶμα ἔχει καὶ ἰδίαν φωνήν. τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις· ὁ λέων ἴδιον | 251 | |
10 | σῶμα ἔχει καὶ ἰδίαν φωνήν, ὁ ἔλαφος ὁμοίως, καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλή. καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα, ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου. τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστὶ σώματα πολλά, μὴ ἐοικότα ἀλλήλοις. καὶ ἐν τῇ γῇ σπέρματα πολλά εἰσιν, ἀλλ’ ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν. καὶ δένδρα πολλά εἰσιν, | |
15 | ἀλλ’ εἰσὶ δένδρα μείζονα καὶ εἰσὶ δένδρα μικρότερα, καὶ αὗται αἱ ὀπῶραι διαφορὰν ἔχουσι πολλήν· ἕκαστον γὰρ αὐτῶν ἰδίαν ἔχει γεῦσιν. καὶ εἰσὶ βοτάναι καὶ ἐν αὐταῖς διαφοραὶ πολλαί, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνην. Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, | |
20 | φύλλα καὶ ἄνθη καὶ καρπούς· ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα· καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην. οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον. καὶ ἐπειδὴ ἀπὸ θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην | |
25 | καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδῦσαν καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχήν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα, ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν, ὃ ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον | |
30 | καὶ οὐράνιον. ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, —οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς | |
35 | ἐπουρανίου βρώσεως, ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη. Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρό‐ | |
40 | τερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ πνεύματος. ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή· τὰ μὲν γὰρ | |
προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται· ἢ ὥσπερ ὁ οὐρανὸς | 252 | |
45 | εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, — οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν. ὁμοίως δὲ καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ οἱ λογισμοὶ ἐρχόμενοι διάφοροί εἰσι, τὸ δὲ πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον ἕνα λογισμὸν | |
32(50) | ποιεῖ καὶ μίαν καρδίαν· οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς πνεύματος κυβερνῶνται. Τί δέ ἐστι τὰ διχηλοῦντα ζῷα; ἐπειδὴ τοῖς δυσὶν ὄνυξιν εὐθέτως περι‐ πατεῖ τὴν ὁδόν, εἰς τύπον κεῖται τῶν ἐν νόμῳ πορευομένων ὀρθῶς. ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ δια‐ | |
55 | κονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται (σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι ἢ λαλῆσαι) ἐξ αὐτοῦ δέ ἐστι τοῦ σώματος καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος, οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης. προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ ‹διακονίαν πνεύματοσ› οὐκ εἶχεν. οὐ γὰρ ἠδύνατο | |
60 | Μωϋσῆς, σάρκα περιβεβλημένος, εἰσελθεῖν εἰς τὴν καρδίαν καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους. περιτομὴ γὰρ ἡ ἐν τῇ | |
σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγ‐ | 253 | |
65 | μάτων. ἐκεῖνο γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐρρυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ πνεύματος καθαρίζει καὶ ἀποπλύνει. ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίας, ὧδε ἀληθινὸς ἀρχιερεὺς ὁ Χριστὸς ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς | |
70 | αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι καὶ τὴν μεμολυσμένην συνείδησιν. λέγει γάρ· ‹μεθ’ ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνοσ›. εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν. τὸ γενόμενον ἐκεῖ τύπος ἐστίν. οὕτως γὰρ καὶ ὁ κύριος, ἐνδυσάμενος τοὺς ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς | |
75 | καὶ κήρυκας ὅλου τοῦ κόσμου. ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσαν τὴν ἀλήθειαν δείκνυσιν. ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει οὔτε πόνους ἰᾶται, οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη· οὐδὲ γὰρ εἶχε ζωήν. Δύο γὰρ πρόσωπα συναπτόμενα τέλειόν τι πρᾶγμα ἀπεργάζεται, | |
80 | οἷον δύο διαθῆκαι. ‹κατ’ εἰκόνα καὶ ὁμοίωσιν› θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι ἢ μονόχειρα ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἕν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται, — οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος ἐὰν καθ’ ἑαυτὴν γυμνὴ ἀπομείνῃ | 254 |
85 | καὶ μὴ λάβῃ τὴν μῖξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη, ἀλλ’ ἔμεινε γυμνὴ καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ. αὕτη γὰρ ἡ ψυχὴ ναὸς θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη καὶ νύμφη βασιλέως· λέγει γάρ· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω». οὕτως εὐδόκησεν ὁ θεός, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν συμπεριέλαβε τὴν | |
90 | φύσιν σου τὴν λογικήν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θεϊκῷ αὐτοῦ πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν. καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ πνεύματι καὶ εἰσέλθῃ ψυχὴ ἐπου‐ ράνιος εἰς τὴν ψυχήν σου, τότε εἶ τέλειος ἄνθρωπος ἐν θεῷ καὶ κληρο‐ νόμος καὶ υἱός. ὥσπερ δὲ τὸ μέγεθος τοῦ θεοῦ καὶ τὸ ἀκατάληπτον | |
95 | αὐτοῦ οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν οὔτε οἱ κάτω, οὕτως πάλιν τὸ | |
λεπτὸν τοῦ θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται. ὥσπερ γὰρ τὸ μέ‐ γεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ. Καὶ συμβαίνει ὅτι οἰκονομεῖ σε εἰς θλίψεις εἶναι καὶ πάθη καὶ στίγματα, | 255 | |
32(100) | καὶ ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται. εἰ ἐν κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι ἀτυχία. ἄρχῃ καθ’ ἑαυτὸν λογί‐ ζεσθαι „παρ’ ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν κἂν ἀποτάσσομαι καὶ τῷ θεῷ δουλεύω“. λοιπὸν ἐρχόμενος ὧδε ἀκούεις τῆς ἐντολῆς λε‐ γούσης „«πώλησόν σου τὰ ὑπάρχοντα», μίσησον κοινωνίαν σαρκικήν, | |
105 | δούλευσον τῷ θεῷ“· τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ ὅτι „διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ“. λοιπὸν ἐν μέρει ἐν τοῖς φαινομένοις ἤλλαξάς σου τὸν νοῦν καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς· οὕτως οὖν χρὴ σὲ καὶ εἰς τὸν νοῦν ἀλ‐ λαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον. λοιπὸν εἰς | |
110 | αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν καὶ οὐκέτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον τὴν μέριμναν καὶ τὸν πόνον, ἵνα κτήσῃ ὃ ἤκουσας. καὶ ὅτε νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετά σου ὁ κύριος· „τί καυχᾶσαι; οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα; τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐκ ἐγὼ ἐποίησα; τί ἐποίησας σύ;“ ἄρχεται ἡ ψυχὴ | |
115 | ἐξομολογουμένη δέεσθαι τοῦ κυρίου καὶ λέγειν ὅτι „πάντα σά ἐστιν· ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι· τὰ ἐνδύματά μου σά ἐστιν. ἐκ σοῦ τρέφομαι | |
καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν“. τότε ἄρχεται ὁ κύριος πρὸς ταῦτα λέγειν· „χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σά ἐστι, τὸ θέλημα τὸ ἀγαθὸν σόν ἐστι. καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσέφυγές | 256 | |
120 | μοι, δεῦρο λοιπὸν δώσω σοι ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω οὔτε ἐπὶ γῆς ἄν‐ θρωποι ἔχουσιν. ἐμὲ λάβε τὸν κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ᾖς πάντοτε μετ’ ἐμοῦ εὐφραινομένη καὶ ἀγαλλιῶσα“. ὥσπερ γὰρ γυνὴ με‐ μνηστευμένη ἀνδρὶ πάντα τὰ ὑπάρχοντα αὐτῆς καὶ ὅλην τὴν προῖκα ἀ‐ ποφέρει ἐκ πολλῆς ἀγάπης, εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρός, καὶ τοῦτο | |
125 | λέγει· „ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σά ἐστι καὶ ἡ προὶξ σή ἐστι καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμὸν σόν ἐστιν“, —οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ πνεύματι. Χρὴ δέ σε, ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν. ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου καὶ ἄρξῃ ζητεῖν τὸν θεὸν | |
130 | καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ᾗ συνεγεννήθης. καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον. ἄρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμούς, νοῦν πρὸς | |
135 | νοῦν, ψυχὴν πρὸς ψυχήν, πνεῦμα πρὸς πνεῦμα. καὶ λοιπὸν ἐκεῖ ἀγωνιᾷ ἡ ψυχή. ἀποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτὴ δύναμις τοῦ σκότους ἐγκαθεζομένη τῇ καρδίᾳ. καὶ ὁ κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σου ἐστίν, ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμοὺς οὐρανίους ἐντίθησί σοι καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ κρυπτῷ. ἀφίησι | |
140 | δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις. καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναί σε. ὥσπερ ὅταν ᾖ πλουσίου παιδίον καὶ ἔχῃ παιδαγωγόν, τέως μὲν λώροις αὐτὸν βα‐ σανίζει καὶ ἡ παιδεία καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, | |
145 | ἕως ὅτε γένηται ἀνήρ· τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ, —οὕτως καὶ ἡ χάρις οἰκονομικῶς σε παιδεύει, ἕως ὅτε φθάσῃς ‹εἰς τέλειον ἄνδρα›. Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον θέλει, ἵνα ὅλη καρποφορήσῃ· λοιπὸν οὖν ἀποφέρει τὸ δρέπανον, καὶ | |
32(150) | εἰ μὴ εὕρῃ καρπόν, λυπεῖται. οὕτως καὶ ὁ κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων. ἀλλ’ ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπεῖται, οὕτως καὶ ὁ κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπεῖται. ὥσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος τῇ οἰκουμένῃ ἐπιλάμπει, οὕτως ἡ | |
155 | θεότης πανταχοῦ ἐστι καὶ πανταχοῦ εὑρίσκεται. εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων. εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί. δόξα καὶ μεγαλοπρέπεια πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. | 257 |
160 | ἀμήν. | |
33(1t) | ΟΜΙΛΙΑ ΛΓ. | |
2 | Δεῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πα‐ | |
5 | σῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύ‐ χεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν θεόν. ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι’ ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ | |
10 | ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβο‐ μένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ’ ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσ‐ ανακειμένη Χριστοῦ. καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν πνευματικήν, θεοῦ ἀξίαν, καὶ τὴν «ἐν | |
15 | πνεύματι καὶ ἀληθείᾳ» προσκύνησιν. Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ’ ἑτέραν μετιῶν ἐπίνοιαν καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν | |
20 | ἐπὶ τὸ κερδαλεώτερον τρέχει, οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδήσωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. οὕτως γὰρ ἐπαναπαύσεται ὁ κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον | |
δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ’ | 258 | |
25 | αὐτήν. οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζῴων τῶν ὑπεζευγμένων τῷ δεσποτικῷ ἅρματι· ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν θεόν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ θεοῦ· γίγνεται γὰρ ὅλη ὀφθαλμός. Καὶ ὃν τρόπον οἶκος, τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει | |
30 | εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας, οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα πάσης ὡραιότητος γέμει· τὸν γὰρ κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θη‐ σαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. οὐαὶ δὲ οἰκίᾳ, ἦς ὁ δεσπότης ἀποδημεῖ καὶ ὁ κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης | |
35 | ἀκαθαρσίας καὶ ἀκαταστασίας· ἐκεῖ ‹σειρῆνες καὶ δαιμόνια› κατὰ τὸν προφήτην οἰκοῦσιν· ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ αἴλουροι καὶ κύνες καὶ πᾶσα ἀκαθαρσία ἐστίν. οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς καὶ ἀπολαμβανούσῃ τὸν καλὸν οἰκοδεσπότην Χριστὸν ἔνοικον, ἀλλὰ μενούσῃ ἐν τῇ ἀκαθαρσίᾳ αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ | |
40 | τοὺς πείθοντας αὐτὴν καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ. Ὅταν δὲ ἴδῃ ὁ κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας καὶ βοῶσα πρὸς αὐτόν, καθὼς ἐνετείλατο ἀδιαλείπτως προσεύχεσθαι ἐν παντί, | |
45 | «ποιήσει τὴν ἐκδίκησιν» αὐτῆς ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον καὶ ἄσπιλον νύμφην ‹αὐτὸς ἑαυτῷ παραστή‐ σει› αὐτήν. εἰ οὖν πιστεύεις ταῦτα ἀληθῆ εἶναι ὥσπερ καὶ εἰσί, πρόσεχε | |
σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ κύριος. εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς | 259 | |
33(50) | καὶ ἡμέρας, ἵνα λάβῃς. ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἶ. ὅταν θεωρῇς φῶς, βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς καὶ ἀγαθόν· σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ σατανᾶς, καὶ ὦτα | |
55 | ἃ ἐκώφευσε· καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι. ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
34(1t) | ΟΜΙΛΙΑ ΛΔ. | |
2 | Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεό‐ τητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. ἀλλὰ τοῖς σωμα‐ | |
5 | τικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρ‐ τίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ «οὐρανὸν και‐ νὸν καὶ γῆν καινὴν» καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. ἔστι κόσμος ἀληθινὸς καὶ γῆ ζῶσα καὶ ἄμπελος καρ‐ | |
10 | ποφόρος καὶ ἄρτος ζωῆς καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται· «πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων», καὶ πάλιν· ‹ἀνατελεῖ τοῖς φοβουμένοις τὸν κύριον ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν | |
αὐτοῦ›, καὶ ὁ κύριος εἶπεν· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή», καὶ πάλιν· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ πάλιν· ‹ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ | 260 | |
15 | δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον›. Ἡ γὰρ ἔλευσις τοῦ κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ | |
20 | τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προ‐ εδοξάσθησαν αἱ ψυχαί, τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζον‐ ται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ | |
25 | αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ κύριος. ‹τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ› τὸ ἀχειροποίητον περιβέβληνται, δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι. οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. ‹οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθεροσ›, εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, Χριστοὶ καὶ θεοὶ καὶ τέκνα θεοῦ | |
30 | γενόμενοι. ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι. ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου. οὕτως πολλοῖς σχήμα‐ σι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος | |
35 | ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ | |
ἑτέρου δόξῃ. Ὁρᾷς πῶς αἱ τοῦ θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀρρήτου καὶ ἀϊδίων μυστηρίων καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσαι. ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ ἢ σπέρματα ἢ ἄνθη | 261 | |
40 | ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ καὶ τὸν πάντα πλοῦτον τῆς γῆς ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι, ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῷα ἢ τὸν ἀριθμὸν ἢ τὰ γένη ἢ τὴν διαφορὰν ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν, ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν ἢ τὰ γένη | |
45 | ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι, ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος ἢ τὰς θέσεις τῶν ἄστρων ἢ τὸν δρόμον αὐτῶν ὥς ἐστιν ἀδύνατον καταλα‐ βεῖν, —οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀπέραντον καὶ ἀκατάληπτον. εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ | |
34(50) | μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά. ὀφείλει οὖν τις μᾶλλον ἀγαλλια‐ θῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστια‐ νοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν ἢ ἐξαγορεῦσαι. μετὰ πάσης οὖν σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον· κληρονομία γὰρ καὶ | |
55 | μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ θεός· ‹κύριοσ› γάρ φησι ‹μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου›. δόξα τῷ ἑαυτὸν διδόντι καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας. ἀμήν. | |
35(1t) | ΟΜΙΛΙΑ ΛΕ. | |
2 | Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ | |
5 | κυρίου. ἡ γὰρ καταξιωθεῖσα ψυχὴ τοῦ ἀληθινοῦ σαββάτου ἀργεῖ καὶ ἀναπαύεται ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν σάββατον σαββατίζει καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν σάββατον, εἰ καὶ σωματικῶς, ἀνεπαύοντο, ἀλλ’ αἱ ψυχαὶ | 262 |
10 | εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. τοῦτο δὲ τὸ ἀληθινὸν σάβ‐ βατον ἀνάπαυσις ἀληθινή ἐστι ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ σατανᾶ καὶ ἀναπαυομένης εἰς τὴν τοῦ κυρίου ἀνάπαυσιν αἰωνίαν καὶ χαράν. Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῷα τῷ σαββάτῳ | |
15 | ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῷα ἀπὸ τῶν βαρέων ἔργων), —οὕτως ἐλθὼν ὁ κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον σάββατον δοὺς ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας ἀκαθάρτων διαλογισμῶν καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης, | |
20 | ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν. καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων τῆς ἀδικίας καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας. ὁ γὰρ κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων· ‹δεῦτε πάντες οἱ κοπιῶντες καὶ | |
25 | πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶσ›. καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατί‐ ζουσαι σάββατον ἀληθινόν, τρυφερόν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν πνεύματος, χαρᾶς καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου· καὶ λατρεύουσι | |
30 | λατρείαν καθαρὰν καὶ εὐάρεστον τῷ θεῷ ἐκ καθαρᾶς καρδίας. τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον σάββατον. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ θεῷ ἐκ καθαρᾶς καρδίας καὶ ἑορτάσαι ἑορτὴν πνεύματος | |
35 | ἁγίου. μακάριος οὖν ‹ὁ εἰσελθὼν εἰς ἐκείνην τὴν κατάπαυσιν›. δόξα | |
τῷ οὕτως εὐδοκήσαντι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀμήν. | 263 | |
36(1t) | ΟΜΙΛΙΑ Λϛʹ. | |
2 | Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ’ εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ | |
5 | λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέ‐ τρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. καὶ ἡ γραφὴ λέγει ὅτι ‹ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι θεοῦ λαλεῖ›. οὗτος πνευματικός ἐστι, ‹θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλη‐ σίαν οἰκοδομεῖ›· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. ὁ μὲν γὰρ ‹ἑαυτὸν | |
10 | μόνον οἰκοδομεῖ›, ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος. | |
15 | Ἢ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ νεανίσκοι· πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες· ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ’ ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως φωτίζει, —οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται | |
20 | εἶναι ἐν σκότει, ἀλλὰ διαφορὰ πολλή ἐστιν. ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχοι δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν | |
δύναται ποιεῖν. δόξα τῷ θεῷ. ἀμήν. | 264 | |
37(1t) | ΟΜΙΛΙΑ ΛΖ. | |
2 | ‹Ἡ φιλία τοῦ κόσμου› κατὰ τὸ γεγραμμένον ‹ἔχθρα ἐστὶν εἰς θεόν›. διὸ ἡ γραφὴ κελεύει ‹πάσῃ φυλακῇ τηρεῖν› ἕκαστον τὴν ἑαυτοῦ ‹καρδίαν›, ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς | |
5 | χάριτος, μὴ ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι’ ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ’ ἀκούων τοῦ κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι’ ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν | |
10 | ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν θεοῦ ἤκουσε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. ὁμοίως Δαβὶδ τοῦτον φυ‐ λάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν. ἀλλὰ καὶ Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο· ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος | |
15 | ἐγκατελήφθη. ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ θεοῦ· ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται. Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, | |
20 | ἀλλὰ τὸ τοῦ πνεύματος φιλόθεον καὶ ἀγαθὸν πάντων προκρίνοντες, οὐ λόγῳ μόνον ἢ γνώσει ψιλῇ, ἀλλ’ ἐν λόγῳ καὶ ἔργῳ δι’ αὐτῶν τῶν πραγμάτων· ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ τοῦ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου, τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνερ‐ | |
25 | γοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὔτε γὰρ τοὺς ἀγαθοὺς ἠρνοῦντο οὔτε τοὺς κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν εἶχον ἐνδιάθετον εὔνοιαν. ὅτε γὰρ ἤκουον τοῦ κυρίου· ‹ἄφετε καὶ ἀφεθήσεται ὑμῖν›, τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο, εἰς | |
30 | ἄφεσιν ἔχοντες τὰς παρ’ αὐτῶν ἀφορμάς. ὅτε δὲ πάλιν ἤκουον· «καθὼς | |
θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητήσαντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. | 265 | |
35 | Καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, τὴν δικαιοσύνην ἐκέλευσε ζητεῖν τοῦ θεοῦ· οἶδε γὰρ ταύτην μητέρα τῆς ἀγάπης ὑπάρχειν. οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον, καθὼς ἐνετείλατο· ‹ἄφετε καὶ ἀφεθήσεται ὑμῖν›. οὗτός ἐστιν ὁ πνευματικὸς νόμος ὁ ἐν καρ‐ δίαις πισταῖς γραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· ‹οὐκ ἦλθον› | |
40 | γάρ φησι ‹καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι›. πῶς δὲ πληροῦται, μάθε. Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέ‐ κρινε περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ» φησὶ «κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις»· ἐν ᾧ δὲ ἀφίησιν, ἀφεθήσεται αὐτῷ. οὕτως γὰρ ὁ νό‐ | |
45 | μος λέγει· ‹ἀνὰ μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή›. πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ’ ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέρων ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφιέντι ἀφίησι καὶ τῷ παραζηλοῦντι παραζηλοῖ· φησὶ γάρ· «μετὰ | |
37(50) | ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀγάπην ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. ἀγαθῶν δὲ λέγω, οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ’ | |
55 | ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι’ αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνοντες, καθώς φησι· «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν». ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο. Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραότητα τηρούντων ὁ | |
60 | κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρησσε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τελείως τὴν ἔχθραν ἀπεβάλλοντο καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην· ὁ γὰρ κύριος λοιπὸν κατήργει ‹τὴν στρεφομένην ῥομ‐ φαίαν› τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο ‹εἰς τὸ ἐσώτερον | 266 |
65 | τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριοσ›. καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι, καὶ κατὰ τὸν ἀπόστολον οὐκέτι ‹ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι› ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν | |
70 | αὐτόν». Ἐρώτησις: ἀλλ’ ἐγὼ τοῦτο θαυμαστὸν ἐπερωτήσω. Εἰ «ἐπὶ καρ‐ δίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ὁμολογή‐ σαντες ἐν ταῖς Πράξεσιν «ὁμοιοπαθεῖς» ἡμῖν εἶναι ἄνθρωποι; Ἀπόκρισις: ἀλλ’ ἀκούετε, τί πρὸς ταῦτα ἀποκρίνεται Παῦλος· | |
75 | «ἡμῖν δὲ» φησὶν «ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ». ἀλλ’ ἵνα μή τις εἴπῃ ὅτι „αὐτοῖς ἐδόθη τὸ πνεῦμα ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον“ τοῦτο ἀλλαχοῦ ἐπευχόμενος λέγει· ‹ἵνα δώῃ ὑμῖν ὁ θεὸς δύναμιν, κρα‐ ταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρ‐ | |
80 | δίαις ὑμῶν›, καὶ πάλιν· ‹ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία›, καὶ πάλιν· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πληροφορίᾳ καὶ αἰσθήσει μεταλαβεῖν τοῦ ἁγίου πνεύματος, καὶ εἰσελθεῖν ὅθεν ἐξεληλύθημεν, καὶ τοῦ λοιποῦ | |
85 | ἀποστραφῆναι ἀφ’ ἡμῶν τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, | |
τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ’ ἐν πληροφορίᾳ τοῦ πνεύματος εἶναι καὶ μὴ ἀπιστεῖν, | 267 | |
90 | ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετανοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ. τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, ‹ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρισ›, ἀλλὰ τῷ παντο‐ δυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τὴν μετουσίαν τοῦ πνεύματος χαριζομένῳ, καὶ οὐ διὰ | |
95 | παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· ‹οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλὰ δι’ ἀκοῆς πίστεωσ›. Ἐρώτησις: τί ἐστι ‹θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι›; Ἀπόκρισις: ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, τῷ συστήματι | |
37(100) | τῶν πιστῶν καὶ τῷ συγκρίματι τῆς ψυχῆς. ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία ἐστὶν ὅλον αὐτοῦ τὸ σύγκριμα· πέντε δὲ λόγοι εἰσὶν αἱ περιεκτικαὶ ἀρεταὶ ὅλον τὸν ἄνθρωπον οἰκοδο‐ μοῦσαι, πολυτρόπως διαιρούμεναι. ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ | |
τῶν πέντε λόγων πᾶσαν 〈σοφίαν〉 περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ | 268 | |
105 | κυρίῳ διὰ τῶν πέντε ἀρετῶν πολλὴν οἰκοδομεῖ τὴν εὐσέβειαν. πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι· ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον | |
110 | ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. Αἱ δὲ ἀρεταὶ ὅσον εἰσὶ περιεκτικαὶ πασῶν, τοσοῦτον ἀλλήλων γενικαί. τῆς πρώτης γὰρ ἀπούσης ἀναιροῦνται πᾶσαι. ὁμοίως διὰ τῆς δευτέρας αἱ ἀκόλουθοι ὡσαύτως αἱ καθεξῆς. πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ μοι ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν | |
115 | κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ». πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ ἀδικοῦντα; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. ἡ δὲ ἐνάρετος ψυχὴ οὕτως | |
120 | προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ’ ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ’ ὁ χαρισάμενος τὴν δύναμιν. εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν πεποίηκεν, ἀλλ’ ἢ μόνον τῷ ἀγαπῆσαι καὶ ἐπιτη‐ δεῦσαι πρὸς τὰς ἐνεργείας. μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν | |
125 | κύριον κατὰ τὸν λέγοντα ὅτι αὐτός ἐστιν ‹ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίασ›. Ἐρώτησις: τί οὖν ἡ γραφὴ παραγγέλλει τῷ ἀνθρώπῳ ποιεῖν; Ἀπόκρισις: προείπομεν ὅτι τὴν ἐπιτήδευσιν ἔχει ὁ ἄνθρωπος κατὰ | |
φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοή‐ | 269 | |
130 | σῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ. τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελέσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. Τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρ‐ όντος δὲ τοῦ θελήματος, οὐδὲ αὐτὸς ὁ θεός τι ποιεῖ, καίπερ δυνάμενος, | |
135 | διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ ἀνθρώπου κεῖται. πάλιν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος τὸ σύνολον. ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ’ αὐτῆς συνετιζόμενοι. «τίς» γάρ | |
140 | φησιν «ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· ‹ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε›, ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει· ἡμῶν δὲ μόνον παραζητεῖ τὸ θέλημα. τίς δὲ ἡ φανέ‐ ρωσις τοῦ θελήματος, εἰ μὴ πόνος ἑκούσιος; ὥσπερ γὰρ σίδηρος πρίζων, ἐκκόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, | |
145 | πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, —οὕτως καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν· ἀλλ’ ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλεῖ καὶ ἀνα‐ καινίζει, καθὼς καὶ ὁ προφήτης λέγει· ‹μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ | |
37(150) | κόπτοντος ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος;› οὕτως δέ ἐστι καὶ εἰς τὸ κακόν. ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε καὶ ὁ σα‐ τανᾶς ἐλαύνει καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. σιδήρῳ δὲ παρεικά‐ σαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα. οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ἀναίσθητος | |
155 | σίδηρος, ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολέμου λογισμὸν οὐ μετεπίπτομεν, ἀλλὰ μᾶλλον ὡς ὁ βοῦς καὶ ὁ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω». εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ πνευματικῷ | 270 |
160 | παιδευθῆναι νόμῳ εἰς ὑπούργησιν τῶν ἁγίων αὐτοῦ ἐντολῶν, δοξά‐ ζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
38(1t) | ΟΜΙΛΙΑ ΛΗ. | |
2 | Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνι‐ | |
5 | τῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. εἰ δὲ μὴ ὦσι τεχνῖ‐ ται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπι‐ φέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν. καὶ γὰρ οἱ ψευδαπόστο‐ λοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐ‐ ρανῶν. διὰ τοῦτο λέγει ὁ ἀπόστολος· ‹ἐν κινδύνοις περισσοτέρως, ἐν | |
10 | θλίψεσιν ὑπερβαλλόντωσ›, θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε. Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχω‐ ροῦντες εἰς διάδημα βασιλέως σπανίως εὑρίσκονται· πολλάκις γὰρ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες. οὕτως καὶ οἱ Χριστιανοὶ ἐποικο‐ δομοῦνται εἰς τὸν στέφανον τοῦ Χριστοῦ, ἵνα κοινωνοὶ γένωνται τῶν | 271 |
15 | ἁγίων αἱ ψυχαὶ ἐκεῖναι. δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ νεκρῶν. ὥσπερ δὲ τῷ Μωϋσῇ ‹κάλυμμα ἐπετίθετο εἰς τὸ πρόσωπον› πρὸς τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ νῦν ‹ἐπὶ τὴν καρ‐ δίαν σου κεῖται› κάλυμμα πρὸς τὸ μὴ βλέπειν τὴν δόξαν τοῦ θεοῦ. | |
20 | ὅταν δὲ περιαιρεθῇ τοῦτο, τότε ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐκζητοῦσιν ἐν ἀληθείᾳ, καθὼς λέγει ὅτι ‹ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ μονὴν παρ’ αὐτῷ ποιή‐ σω›. σπουδάσωμεν οὖν προσελθεῖν τῷ ἀψευδεῖ Χριστῷ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ κύριος διὰ σταυ‐ | |
25 | ροῦ καὶ θανάτου, διαρρήξας πύλας ᾅδου καὶ ἁμαρτίας, καὶ ἐξαγαγὼν τὰς πιστὰς ψυχὰς καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ. συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερου‐ σαλὴμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων. | |
30 | Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι καὶ συμπαθῆσαι. τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος θεοῦ ἐνεργηθέντες μεγάλως, | |
οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς ὅτι „οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν“, ἀλλὰ κέκτηνται | 272 | |
35 | νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα. καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς καὶ θάνατός ἐστιν | |
40 | ἕτοιμος. οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα ‹κατειργάσατο πᾶσαν ἐπι‐ θυμίαν› κακήν. αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες καὶ ὥσπερ εἰπεῖν ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν 〈αὐτοὶ ἐκεῖνοι〉 καθ’ ὥραν καὶ καθ’ ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ | |
45 | ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη. φωτίζει γὰρ αὐτὸν ἡ χάρις, λοιπὸν ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει τὰ πάντα, οὖσα θεία καὶ ἐπουράνιος, ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι. μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον | |
38(50) | ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων, καὶ πάλιν ἄλλῃ ὥρᾳ ὁρᾶν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον ἢ δυνάστην φίλον βασιλέως, πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾶν ἀσθενῆ καὶ πτωχόν. λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς „διὰ τί οὕτως καὶ πάλιν οὕτως;“ Ὅτι ὁ σατανᾶς μισόκαλος ὢν τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν | |
55 | κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦ‐ το. ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς, τὴν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμέ‐ | |
νην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ «μαρτύριον τῆς συνειδήσεως» σοῦ καυ‐ χήσηται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ τοῦ καθαρίσαντός σου ‹τὴν συνεί‐ | 273 | |
60 | δησιν ἀπὸ νεκρῶν ἔργων›, ἵνα τῷ πνεύματί σου θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα· «ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν». πείσθητι τῷ ὁδηγοῦντί σε θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Χριστῷ ὡς κοινωνεῖ νύμφη νυμφίῳ· ‹τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστί› φησίν, ‹ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν›. ᾧ ἡ δόξα εἰς τοὺς | |
65 | αἰῶνας. ἀμήν. | |
39(1t) | ΟΜΙΛΙΑ ΛΘ. | |
2 | Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι „ταχέως σπουδάσατε ἐλ‐ θεῖν πρός με, ἵνα λάβητε παρ’ ἐμοῦ δωρεὰς βασιλικάσ“. καὶ εἰ μὴ ἀπέλ‐ | |
5 | θωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλ‐ λον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, —οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστο‐ λὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι’ αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι | |
10 | δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ· γέγραπται γάρ· ‹ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεωσ›. εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου | |
15 | τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 274 |
40(1t) | ΟΜΙΛΙΑ Μ. | |
2 | Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδεν‐ ται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς | |
5 | ἤρτηνται. ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ’ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ | |
10 | θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύ‐ | |
νωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομο‐ νησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν | 275 | |
15 | ἐκκρεμάμενα. οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι. κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κο‐ ρυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ’ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς | |
20 | τοῦ θεοῦ ἁγιότητος καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως πρὸς τὸν κύριον ἐν ἀγάπῃ ἀρρήτῳ· ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς θεὸν καὶ τὴν χάριν τῆς τοῦ πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται. | |
25 | Ἐρώτησις: ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα καὶ δούλους ἐλευθεροῦσι καὶ ποιοῦσιν ἐντολάς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, ἆρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Ἀπόκρισις: ὁ λόγος οὗτος λεπτός ἐστι. τινὲς γὰρ λέγουσι μίαν | |
30 | βασιλείαν καὶ μίαν γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ δια‐ φορὰς καὶ μέτρα, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ γεέννῃ. ὥσπερ δέ ἐστι μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ καὶ κάτω τοὺς πόδας αὕτη κινεῖ, οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει καὶ πανταχοῦ πεπλή‐ | |
35 | ρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ διὰ τὸ ἀμέτρη‐ τον καὶ ἀπερίληπτον. προσέχει οὖν αὕτη ἡ θεότης τοῖς ἀνθρώποις καὶ οἰκονομεῖ πάντα κατὰ λόγον. καὶ ἐπειδή τινες μὲν εὔχονται, μὴ εἰδότες τί ζητοῦσι, τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως ὁ θεὸς, δικαιοκρίτης ὤν, ἀποδίδωσι τὸν μι‐ | |
40 | σθόν. ἃ γὰρ ποιοῦσι, διὰ φόβον θεοῦ ποιοῦσιν· ἀλλ’ οὔκ εἰσιν οὗτοι πάν‐ | |
τες υἱοὶ οὔτε βασιλεῖς οὔτε κληρονόμοι. εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φο‐ νεῖς, ἄλλοι πόρνοι καὶ ἄλλοι ἅρπαγες, οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς δια‐ διδόντες. προσέχει καὶ τούτοις κἀκείνοις ὁ κύριος. καὶ τοῖς μὲν ἀγαθο‐ ποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν. εἰσὶ γὰρ μέτρα ὑπερέχοντα | 276 | |
45 | καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι. καὶ ἐν αὐτῇ τῇ γεέννῃ καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ καὶ οἱ λῃσταὶ καὶ οἱ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. οἱ δὲ λέγοντες ὅτι „μία ἐστι βα‐ σιλεία καὶ μία γέεννα καὶ οὔκ εἰσι βαθμοί“ κακῶς λέγουσι. πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες καὶ λοιπὰς ἀταξίας, καὶ πόσοι εἰσὶν | |
40(50) | ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν. τούτοις οὖν κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν. Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους καὶ ἅρματα ἡνιοχοῦσι καὶ κατ’ ἀλλήλων ἐλαύνουσιν (ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ | |
55 | νικήσει τὸν ἐξ ἐναντίας), οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα. λοιπὸν καθ’ ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί· ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον. καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, καὶ ἐν αὐτῇ | |
60 | τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ· καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς καὶ ἐπιτηδεύματα, καὶ καθ’ ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς, κατέχων τὰς ἡνίας τῶν λογισμῶν. καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ | |
σατανᾶ, ὅπου καὶ αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς. | 277 | |
65 | Ἐρώτησις: εἰ ἀνάπαυσίς ἐστιν ἡ εὐχή, πῶς λέγουσί τινες ὅτι „οὐ δυνάμεθα εὔξασθαι“, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῇ; Ἀπόκρισις: αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφούς, τοῦ εἰς τὸν λόγον διακονῆσαι. καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀ‐ | |
70 | δελφούς, λαλῆσαι λόγον· οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ φύσει, ἀλλ’ ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ. ὃν τρόπον ἐὰν βάλῃς κάχληκας εἰς πῦρ, ὁ λίθος γίνεται ἄσβεστος· καὶ εἰς θάλασσαν ὁ θέλων ἐπὶ πολὺ καταδῦναι καὶ ἀπελθεῖν, εἰς μέσον πέλαγος καταποντί‐ ζεται καὶ ἀφανὴς γίνεται, ὁ δὲ κατὰ βαθμὸν εἰσερχόμενος πάλιν ἀναβῆναι | |
75 | θέλει καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώ‐ πους, —οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς ἀδελφούς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον. Ἐρώτησις: πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ | |
80 | ἡ χάρις καὶ ἡ ἁμαρτία; Ἀπόκρισις: ὥσπερ ὅταν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑπο‐ βάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἕψεται καὶ βράσσει, τοῦ πυρὸς ἔξωθεν ὑποκαιομένου· εἰ δέ τις ἀμελήσει καὶ μὴ ὑποβάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κα‐ | |
85 | τασβέννυσθαι, —οὕτως καὶ ἡ χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστι. λοιπὸν ἐὰν εὔξῃ καὶ δώσεις τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ, ἴδε ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ | |
λογισμοί σου πῦρ καὶ βάπτονται εἰς τὸν πόθον τοῦ θεοῦ. εἰ δὲ καὶ ὑποχω‐ ρεῖ τὸ πνεῦμα ὡς ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σοῦ ἐστι καὶ | 278 | |
90 | ἔξωθέν σου παραφαίνεται. εἰ δὲ ἀμελήσει τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν ἢ εἰς κοσμικὰ πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν ἔρχεται ἡ κακία καὶ ἐνδύεται τὴν ψυχήν, καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν. μνημονεύει οὖν ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως καὶ ἄρχεται θλίβεσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν. πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν θεόν, ἤρξατο προσεγ‐ | |
95 | γίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν· „δέομαί σου,“ φησὶ „κύριε“. κατὰ μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν, ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρὸν μικρόν. εἰ γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο διακρῖναι τὸ πικρὸν ἀπὸ | |
40(100) | τοῦ γλυκέος καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ εὐχαριστῆσαι τῷ ζωο‐ ποιῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
41(1t) | ΟΜΙΛΙΑ ΜΑ. | |
2 | Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φη‐ σιν· ‹ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ›. ἐκτραπέντος γὰρ τοῦ ἀν‐ θρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα | |
5 | αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς | |
ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. τοιούτῳ δὲ τρόπῳ παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δέν‐ δρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυ‐ | 279 | |
10 | τάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα. Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ | |
15 | μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πε‐ φωτίσθαι. ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, | |
20 | δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ’ ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ’ ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ’ | |
25 | ὀλίγον βοηθεῖται. καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς | |
πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευ‐ ούσης ἐν αὐτῷ τῷ σκεύει. | 280 | |
30 | Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ | |
35 | ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ κύριός φησιν· «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ’ ἑαυτῷ ἀποδεδοκιμασμένος | |
40 | ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
42(1t) | ΟΜΙΛΙΑ ΜΒ. | |
2 | Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς | |
5 | εἰσιέναι, —οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι. ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων ἢ Ἰσοκράτης, φρόνι‐ μοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ’ ἔρημοι | |
10 | ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς. Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ· ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν. | 281 |
15 | οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν· ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι’ ὑπο‐ | |
20 | μονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν ἢ τῶν ἰοβόλων μεταλαβεῖν, οὕτως αὐτοὶ πᾶσι τοῖς προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος· ‹γίνεσθε | |
25 | χρηστοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιοσ›. τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς ὁ κύριος λέγει ὅτι ‹τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί›. ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, | |
30 | ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους. ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ | |
35 | τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 282 |
43(1t) | ΟΜΙΛΙΑ ΜΓ. | |
2 | Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιό‐ μεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται | |
5 | καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐ‐ τοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός· λέγει γάρ· «διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως». διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, | |
10 | τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. λέγει πάλιν· ‹ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντεσ›. ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης· ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, | |
οὐδέν εἰσιν. ὁ κύριος «ἦν ὁ λύχνος ὁ καιόμενος» διὰ τὸ πνεῦμα τῆς θεό‐ | 283 | |
15 | τητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ | |
τὸ ἀνθρώπινον. Ὥσπερ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον | 284 | |
20 | μαργαρίτην. ἕτεροι δέ εἰσι «τάφοις κεκονιαμένοις» ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, ‹ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν› καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων· νεκροί εἰσιν ἀπὸ θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐν‐ δεδυμένοι. ὁ ἀπόστολος λέγει, ὅτι ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, ‹ὑπὸ | 285 |
25 | ἐπιτρόπους καὶ οἰκονόμουσ› τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ θεοῦ ἔχειν· γέγραπται γάρ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου», ἵνα μὴ | |
30 | μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περι‐ πατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν· λέγει γάρ· ‹ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου›· εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ θεός. ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ | |
35 | θεοῦ, αὐτός ἐστι κύριος τῆς καρδίας αὐτοῦ. εἰ δὲ ἀποταξάμενός τις καὶ | |
γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται ἢ εἰς τὰ κοσμικὰ πράγματα ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων. ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία καὶ ὁ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός· καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν | 286 | |
40 | τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον. Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ οὐ δύνανται ἀντι‐ στῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ’ εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ὁ | |
45 | ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον | |
43(50) | εἰς τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ φονεύων ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χρι‐ στιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ | |
55 | φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι. Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαλη‐ νιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα καὶ κιν‐ δυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴ‐ | |
60 | σιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντα, ἀλλ’ ἔτι ὑπὸ φόβον εἰσί, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. σπουδῆς οὖν πολλῆς χρεία, ἵνα | |
φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερου‐ | 287 | |
65 | σαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων. ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρὰ δύναμις ἐργάσηται. Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ· εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ | |
70 | δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας· εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς | |
75 | θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, —οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ | |
80 | φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. ἐὰν δὲ ὑπο‐ δεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον | |
85 | σκότος χωρεῖ καὶ ἀπώλειαν. Ὥσπερ δὲ ἐὰν ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος ᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν· συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ | |
90 | καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, —οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι | |
δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν κατα‐ | 288 | |
95 | βαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. λοιπὸν ἐὰν ᾖ μικρὸν κοῦφος ὁ νοῦς καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν. Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ’ ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη | |
43(100) | μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ’ ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, — οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ | |
105 | ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες. ὁμοίως πάλιν ἐκεῖ ὁ θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν. Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ | |
110 | ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τού‐ του ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παρα‐ βάσεως· ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν. Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία | |
115 | μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων. Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρ‐ χονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ | |
120 | ἰδιῶται· καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμ‐ βάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, | |
κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, —οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, | 289 | |
125 | φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ θεοῦ τὴν χάριν τοῦ πνεύματος. οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων. Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ | |
130 | τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς. Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατ‐ | |
135 | έχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος· ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς | |
τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων. εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ | 290 | |
140 | ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι’ ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο· «ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
44(1t) | ΟΜΙΛΙΑ ΜΔ. | |
2 | Ὁ προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, | |
5 | καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· «εἴ τις» γάρ φησιν «ἐν Χριστῷ, καινὴ κτίσις». καὶ γὰρ ὁ κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ | |
10 | πνεύματι τῆς θεότητος. καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ· «οἶνον» γάρ φησι «νέον εἰς ἀσκοὺς καινοὺς | |
15 | βλητέον». ὥσπερ γὰρ ὁ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, και‐ νὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς | |
διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ ὁ κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ | 291 | |
20 | τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν. ὁ γὰρ μεταβαλὼν τὴν φύσιν τῶν πέντε ἄρτων εἰς πλῆθος, καὶ φύσει ὄνου ἀλόγῳ δοὺς φωνήν, καὶ τὴν πόρνην εἰς σωφροσύνην μετα‐ στρέψας, καὶ πυρὸς φύσιν καυστικοῦ δροσίζειν τοὺς ἐν τῇ καμίνῳ παρα‐ σκευάσας, καὶ φύσιν λεόντων, ἀγρίων θηρίων τῷ Δανιὴλ ἡμερώσας, | |
25 | οὗτος δύναται καὶ τὴν ψυχὴν ταύτην τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ἀπὸ τῆς ἁμαρτίας μεταβαλεῖν εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ χρηστότητα καὶ εἰρήνην «τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ» καὶ ἀγαθῷ. Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι καὶ ἀπὸ λύκων φυλάξαι, ὡσαύτως ὁ ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν | |
30 | μόνος ἠδυνήθη θεραπεῦσαι καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας καὶ λέπρας τῆς ἁμαρτίας. οἱ γὰρ πρὶν ἱερεῖς καὶ λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν καὶ ῥαντισμοῖς αἵματος, ὅπου γε οὐδὲ ἑαυτοὺς ἠδυνήθησαν θεραπεῦσαι. καὶ γὰρ αὐτοὶ | |
35 | ἀσθένειαν περιέκειντο· «ἀδύνατον γὰρ» φησὶν «αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας». ὁ δὲ κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν· «πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν», ἀντὶ τοῦ· „οὔκ εἰμι ἐγὼ ὡς ἐκεῖνοι οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεύειν. ἐγώ εἰμι ὁ ἀληθινὸς ἰατρὸς καὶ ‹καλὸς ποιμὴν› ὁ θεὶς τὴν | |
40 | ψυχήν μου «ὑπὲρ τῶν προβάτων», ὁ δυνάμενος θεραπεύειν «πᾶσαν | |
νόσον καὶ πᾶσαν μαλακίαν» ψυχῆς. ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον τὸ ‹ἅπαξ προσενεχθέν›, καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦ‐ σαι“. ἡ γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ κυρίου μόνου γίνεται· «ἰδοὺ» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», τῆς | 292 | |
45 | ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας. Ὁ ποιμὴν τοίνυν ὁ καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει· πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται, καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ὁ ἄνθρωπος, «εἰς ἐκκλησίαν κυρίου» τὴν ἐπουράνιον οὐκ | |
44(50) | εἰσέρχεται. οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος. περὶ γὰρ τοῦ λεπροῦ καὶ μῶμον ἔχοντος ταῦτα αἰνίσσεται μηνῦον τὸ πνεῦμα· ‹λεπρὸσ› φησὶν ‹ἢ μῶμον ἔχων οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου›. ἀλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ καὶ | |
55 | ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν. τὸν αὐτὸν τρόπον καὶ Χριστός, ὁ ἀληθινὸς «ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν», ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας καὶ ἐπικαλουμέναις αὐτὸν ἐπικαμπτόμενος εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν καὶ θεραπεύει καὶ ἰᾶται τὰ πάθη. | |
60 | καὶ οὕτως δυνήσεται ἡ ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ. πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν οὐκ εἰσ‐ έρχεται· ἄμωμος γὰρ οὖσα καὶ καθαρὰ ἀμώμους καὶ καθαρὰς ψυχὰς | |
65 | ζητεῖ. «μακάριοι» γάρ φησιν «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ με‐ τατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως εἰς ἑτέραν κατάστασιν ἀγαθὴν καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ ἁγίου | |
70 | πνεύματος· καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν. Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις. εἰ γὰρ ἐπὶ τοῦ Ἐλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ ὁ | |
75 | κύριος τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀγαθὸν καὶ ἐπουράνιον αὐτοῦ πνεῦμα, καὶ δι’ αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενέγκῃ | |
καὶ κουφίσει καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως. καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι’ ἑαυτοῦ περᾶσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ | 293 | |
80 | κοῦφον καὶ ἐλαφρὸν πλοῖον τὸ ἐκ ξύλου κατασκευασθέν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον· καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ, —τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι’ ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι καὶ διαπερᾶσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ | |
85 | σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ οὐράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι’ οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι. ὥσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν οὔτε ἐξ | |
90 | αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ’ ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται, οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ’ ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευ‐ ματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι, ἐν τῇ νηῒ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν | |
95 | πονηρὰς δυνάμεις. καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι’ ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν, οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χα‐ ρισμάτων τοῦ ἑνὸς πνεύματος πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυνα‐ μούμεναι τὴν ὅλην ὑπερίπτανται πονηρίαν. | |
44(100) | Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρῄζει καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν ὁ κύριος, ἐν τῇ πιστῇ ψυχῇ γινόμενος καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπείρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς | |
105 | ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν. ἄνευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσή‐ ματα· «ἀναβαίνουσι» γάρ φησιν «ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων». πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ | |
110 | πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων· | |
«αὐτὸς» γάρ φησι «πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι». Δεῖ τοίνυν ἀλλαγῆναι καὶ μεταβληθῆναι τὰς ψυχὰς ἡμῶν ἀπὸ τῆς νῦν καταστάσεως εἰς ἑτέραν κατάστασιν καὶ φύσιν θείαν, καὶ γενέσθαι καινοὺς ἐκ παλαιῶν, τουτέστιν ἀγαθοὺς καὶ χρηστοὺς καὶ πιστοὺς ἐκ πικρῶν | 294 | |
115 | καὶ ἀπίστων, καὶ οὕτω χρησίμους γενομένους εἰς τὴν ἐπουράνιον βασι‐ λείαν ἀποκαταστῆναι. καὶ γὰρ ὁ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ κυρίου, γράφει ταῦτα· «διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ». πῶς τις ἄρα καταλαμβάνεται ὑπὸ τοῦ θεοῦ; ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ | |
120 | τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐν‐ ηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν· ἀλλ’ ἐπειδὴ ζήλῳ θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ κύριος, περιλάμψας ἀρρήτως ὁ ἐπουράνιος καὶ | |
125 | ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν. ἴδε δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀπο‐ καταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν· «πάντα γὰρ δυνατὰ παρὰ θεῷ», ὥσπερ ἐπὶ τοῦ λῃστοῦ | |
130 | γέγονε· ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπε‐ κατέστη. διὰ τοῦτο ἦλθεν ὁ κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, ‹θείας κοινωνοὺς φύσεωσ›, καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι | |
135 | δυνηθῶμεν. Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος. χρὴ οὖν ἀγαπῆσαι τὸν κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος | |
140 | αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι | |
ἐν σαρκί ἐσμεν. εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ἡ ψυχὴ τὸν ἁ‐ γιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ ‹κοινωνὸς θείας φύσεωσ› γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι’ ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασι‐ | 295 | |
145 | λείαν τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν. | |
45(1t) | ΟΜΙΛΙΑ ΜΕ. | |
2 | Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρε‐ φόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, | |
5 | «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν», προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν κύριον γονέων, ἀδελ‐ φῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. τοῦτο γὰρ ὁ | |
Χριστὸς ἀπεφήνατο εἰπών· ‹πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι | 296 | |
10 | μου ἄξιοσ›. ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν. Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παρα‐ | |
15 | βάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν. ὅτι τὸ πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς | |
20 | ὁ πατὴρ ἡμῶν Ἀδάμ. Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώ‐ θησαν. ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο. | |
25 | ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορεύσαντες γένη ὀρνέων καὶ ἰχθύων καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδα‐ σαν· ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι· ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς | |
30 | ἔκτισαν. ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν, ἄλλοι δὲ λίθους τιμίους. ἄλλοι δὲ κάλλη σωμάτων | |
ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι μᾶλλον ἐδελεάσθη‐ σαν ὑπὸ τοῦ σατανᾶ καὶ εἰς ἁμαρτίαν ἔπεσον. καὶ οὗτοι πάντες οἱ προρ‐ ρηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως καὶ μὴ | 297 | |
35 | γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν. ἔοικεν οὖν ὁ κόσμος ὁ πάσης ποικιλίας πεπληρωμένος ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον καὶ κτήσεις διαφόρους καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον· | |
40 | ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας. οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, ἀδελφοί, οὐ πλοῦτος, οὐκ ἀνδρεία, οὔτ’ ἄλλα ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην ἐξαιρεῖται τῆς ἁμαρτίας, | |
45 | εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα. πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης σχολάσωμεν τῷ κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν. | |
45(50) | Ἀνὴρ δέ τις φρόνιμος, ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς ψυχῆς, ἐσπούδασεν ἀποπειραθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴ πως εὑρεῖν ὠφέλειαν δυνηθῇ. προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι, καὶ τούτοις ἐπὶ πολὺ συνδιατρίψας οὐδὲν ὤνησεν. ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς | |
55 | τοῦ κόσμου καὶ ῥήτορας· τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος. διῆλθε διὰ τῶν ζωγράφων καὶ τῶν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, | |
καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι. τέλος ἀναχωρήσας τούτων ἐπεζήτει ἑαυτῷ θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς | 298 | |
60 | νόσους τῆς ψυχῆς. ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά. Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα λείπεται προστασίας, καὶ οἱ ἐπερχόμενοι ἐπὶ τῷ βλάψαι | |
65 | αὐτὴν καὶ τὰς οἰκήσεις ἐρημῶσαι πολλοί, κἀκείνη μὴ φέρουσα τὴν ὕβριν περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι, καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ’ αὐτῷ καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ, —τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν ἐπὶ πολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως | |
70 | καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη· ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾶν τὰ ὑπ’ αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν ὅτι οὕτως ἐξ | |
75 | ἀρχῆς γεγένηται. εἶτα δι’ ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν. διὰ τί; ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς. οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη εἰ μὴ ψυχῆς πρὸς θεὸν καὶ θεοῦ πρὸς αὐτήν. ἐποίησε γὰρ ὁ θεὸς ὀρνέων γένη διάφορα· τὰ μὲν ὥστε φωλεύειν | |
80 | ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν· τὰ δὲ ᾠκονό‐ μησεν ὑπὸ τὰ ὕδατα φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν. ἐδημιούργησε καὶ δύο κόσμους· τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο· τὸν δὲ κάτω τοῖς ἀνθρώποις ὑπὸ τὸν ἀέρα τοῦτον. ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, | |
85 | δένδρα καρποφόρα, γένη ζῴων παντοίων· ἀλλ’ ἐν οὐδενὶ αὐτῶν ὁ θεὸς ἐπαναπαύεται. πᾶσα ἡ κτίσις ὑπ’ αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον οὔτε κοινωνίαν ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ καὶ ἐπαναπαυσάμενος. ὁρᾷς ὧδε | |
συγγένειαν θεοῦ πρὸς ἄνθρωπον καὶ ἀνθρώπου πρὸς θεόν. ἡ οὖν συνετὴ | 299 | |
90 | καὶ φρονίμη ψυχή, περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ εἰ μὴ μόνον ἐν κυρίῳ, καὶ ὁ κύριος ἐν οὐδενὶ εὐδόκησεν εἰ μὴ μόνον ἐν ἀνθρώπῳ. Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ, τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας, καὶ | |
95 | πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην. οὕτως καὶ ὁ κύριος ἐκ δεξιῶν τοῦ πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται, τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ’ αὐτοῦ βοήθειαν ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει· ἐπειδὴ λέγει· «ὅπου εἰμὶ ἐγώ, | |
45(100) | ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ πάλιν ὁ Παῦλος ὅτι ‹συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοισ›. πολὺ δὲ τὰ ἄλογα ζῷα συνετώτερά εἰσιν ἡμῶν, καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωται τῇ ἰδίᾳ φύσει· τὰ ἄγρια πρὸς τὰ ἄγρια καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος. καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν ἐπουράνιόν σου συγγένειαν, ἥτις ἐστὶν | |
105 | ὁ κύριος, ἀλλὰ συνεπιδίδεις καὶ συνεπινεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν, ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν καὶ βρωθὲν ὑπ’ | |
110 | αὐτοῦ ἀποκτανθῇ. αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον. Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρί, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια εἴτε ἱματισμὸν εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου καὶ τύχῃ | |
115 | τῆς κοινωνίας, —οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ λαμβάνει ἀρραβῶνα ἐκ τοῦ πνεύματος, εἴτε χαρίσματα ἰαμάτων εἴτε γνώσεως εἴτε ἀποκαλύψεως, ἀλλ’ οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθή‐ | |
120 | σαντας. ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μασθὸν τῆς τροφοῦ, πῶς τὸ γάλα λάβῃ, τὸ αὐτό μοι λογίζου κἂν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 300 |
46(1t) | ΟΜΙΛΙΑ Μϛʹ. | |
2 | Ὁ τοῦ θεοῦ λόγος θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί. πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου· | |
5 | ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος. ἡ γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη. συμπνίγεται γάρ, ὥς | |
10 | φησιν ὁ κύριος, «καὶ ἄκαρπος γίνεται» ἀπὸ τοῦ λόγου τοῦ θεοῦ ὁ βιωτι‐ καῖς φροντίσι συνεχόμενος καὶ γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει κατεχόμενος· τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλό‐ γιστός τις καθίσταται. ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν | |
15 | περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδί‐ ζονται. φησὶ δὲ καὶ Παῦλος· «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστι», καὶ ὁ προφήτης λέγει· ‹ἐγένετο αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς ἔμετοσ›. ὁρᾷς ὅτι ζῆν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ’ ὃν ἕκαστος γεγέννηται λόγον. | |
20 | Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου. ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρότερον ἐκεῖθεν καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς. ὥσπερ δὲ εἴ τις | |
νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔρριπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυ‐ | 301 | |
25 | χάζει περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπι‐ ζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, —τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ κυρίῳ καὶ πιστεύου‐ σα τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κα‐ | |
30 | κίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ’ ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰα‐ τρὸν ἔχει καὶ δύναται. καὶ οὐχ ὥς τινές φασι, κακοδιδασκαλίαις ὑπαγό‐ μενοι, ὅτι „καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν | |
35 | διαπράξασθαι“. καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται καὶ βοᾷ καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτήν. ὅμως διὰ τὴν πολλὴν τοῦ | |
40 | παιδίου ζήτησιν αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτό, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ. τοῦτο καὶ ὁ φιλάνθρωπος θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ. Πολὺ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστό‐ | |
45 | τητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίγνεται μετ’ αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ, καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου, εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν | |
46(50) | διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ κύριος. καὶ τὸ σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ | |
κἀκεῖ διακονοῦσα αὐτῷ. Καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς» καθεζόμενος | 302 | |
55 | ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι. τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ, τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς. αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει. αὕτη αὐτὸν ἐκλη‐ | |
60 | ρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς· ὁ κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ κυρίου. εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις, | |
65 | ἐρριμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώ‐ μενον καθορᾷ· εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως ἐλαφρά τε καὶ εὔ‐ πτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, —πολλῷ μᾶλλον ἡ ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ | |
70 | τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ κυρίῳ καὶ ὅλη ἐν τῷ σώματι δια‐ κονεῖ αὐτῷ. καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ | |
75 | αὐτὴν εἶναι καί, ὅπου βούλεται καὶ ἔνθα βούλεται, διακονεῖν τῷ Χριστῷ. Τοῦτό φησιν ὁ ἀπόστολος· ‹ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερ‐ βάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ›. θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαίρει | |
80 | κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ. πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. | |
μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή. Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν τοιαύτην ἐποίησεν αὐτὴν ὁ θεός, ὡς ἐν | 303 | |
85 | τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν. ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς, κατὰ τὴν εἰκόνα τοῦ πνεύματος. ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ κύριος. ἔθηκεν εἰς | |
90 | αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα, ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον, ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ | |
95 | τοῦ αὐτὸν μετ’ αὐτῆς κεκρᾶσθαι καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ εἶναι, καθώς φησιν· ‹ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι›. ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
47(1t) | ΟΜΙΛΙΑ περὶ τῶν παλαιῶν ΜΖ. | |
2 | Ἡ δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης. ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυ‐ | |
5 | χαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο. ἐνταῦθα δὲ ὁ λαὸς τοῦ θεοῦ ὁ περιούσιος τὸ ση‐ μεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται· μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον | |
10 | ἀκροβυστίαν τῆς ἁμαρτίας. παρ’ ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ’ ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός· τοῦτο γὰρ | |
ἐκήρυξεν Ἰωάννης· ‹αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ πνεύματι καὶ πυρί›. Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα· καὶ ‹εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ | 304 | |
15 | τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου πνεύματος μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν›. ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνήν, ‹ὅπου πρό‐ δρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστόσ›. γέγραπται ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν | |
20 | ἀπὸ τοῦ αἵματος ἐκείνης καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν. τὸ δὲ γενό‐ μενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας. καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν· ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου πνεύματος πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος. | |
25 | Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις· λέγει γάρ· ‹διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούσ›. κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα. | |
30 | Διαθήκη τε γὰρ ἔσωθεν καὶ πόλεμος ἔσωθεν, καὶ ἁπαξαπλῶς ὅσα ἐκείνοις συνέβη, ‹τυπικῶσ› ἐγίνετο· ‹ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέ‐ ραν›. τῷ γὰρ Ἀβραὰμ προεῖπεν ὁ θεὸς τὸ ἐσόμενον ὅτι ‹πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια›. τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα. πάροικος | |
35 | γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ· ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιῶσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε ‹ἐστένα‐ ξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν θεόν›, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως. καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους | |
40 | ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου. Εἶπε δὲ ὁ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν καὶ τῶν φλιῶν, ‹ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν›· ἑώρα γὰρ ὁ ἀποσταλεὶς | |
45 | ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ | |
ταῖς μὴ σεσημειωμέναις οἰκίαις καὶ πᾶν πρωτότοκον ἀνῄρει. ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιζωσα‐ μένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ | 305 | |
47(50) | τὰς βακτηρίας ἔχοντας ἐν χερσί. καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα κυρίου καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ ἀρνίου συντρῖψαι. Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. | |
55 | ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. διό φησι Μωϋσῆς· „αὕτη ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ θεὸς λυτρώσασθαι ἡμᾶσ“. Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ | |
60 | Χριστοῦ λυτρωθείσης. Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν. ἐλευ‐ θεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευ‐ μάτων. Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο (‹τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ | |
65 | σοι ἡ γῆ›, καὶ αὖθις· ‹ἐργάσῃ τὴν γῆν καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆσ›), ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι, ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνεδύθη σκότος, ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς | |
70 | λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ. καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας· οἳ καὶ χωρί‐ | |
75 | σαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλο‐ γισμοὺς ματαίους. ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασι‐ λείαν μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν. ἐὰν δὲ στενάξῃ ἡ | 306 |
80 | ψυχὴ καὶ βοήσῃ πρὸς τὸν θεόν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμ‐ βάνει, καὶ αὐτὴ ‹ἐν τῷ μηνὶ τῶν νέων› ἀνθῶν, λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς | |
85 | καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόν‐ των τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν. κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ πα‐ λαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς καὶ ἐνθυμήσεις | |
90 | ῥυπαράς, ὅσον δυνατόν, ἀπορρίψασθαι. Σφαγῆναι δεῖ τὸ ἀρνίον καὶ τυθῆναι καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς | |
95 | ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον. ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα. εἶτα μετὰ τὸ χρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας τὰς βακτηρίας | |
47(100) | ἐν ταῖς χερσίν. ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι’ ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλά, ἀλλ’ | |
αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι· μετὰ θλίψεως γὰρ πολλῆς καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης | 307 | |
105 | αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας. Καὶ „πρὸς ἑσπέραν“ φησὶν „ἔδεσθε αὐτό“. ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν. | |
110 | καὶ ὃν τρόπον εἶπε Μωϋσῆς· „αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ θεοῦ“, οὕτως καὶ ὁ Χριστός, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται ἐκάλεσεν ‹ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεωσ›. ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως. εἰκότως, πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα | |
115 | τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει καὶ πεπεδημένης κρυπτῶς «ἐν λάκκῳ κατωτάτῳ» καὶ ἐναποκε‐ κλεισμένης πύλαις χαλκαῖς καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπο‐ λυτρώσεως ἐλευθερωθῆναι. Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν | |
120 | πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ· ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. πένθος ἔχει τοὺς Αἰγυπτίους· στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν· ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ | |
125 | χρυσᾶ σκεύη ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπτα‐ πλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ θεός· ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες καὶ κατέσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς. μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους, καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι | |
130 | αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν. Ἀπαίρουσιν οἱ υἱοὶ Ἰσραήλ, τὸ πάσχα ποιήσαντες· προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα λόγον. στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο· | |
135 | φυλάττον τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδη‐ γοῦν ἐν αἰσθήσει τὴν ψυχήν. γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν καὶ μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, διώκειν ἐθάρσησε· σπουδῇ γὰρ ζεύξας τὰ ἅρμα‐ τα αὐτοῦ καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ’ αὐτοὺς ἀνελεῖν ἠπείγετο. ἤδη | 308 |
140 | δὲ μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμπο‐ δίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσα τε καὶ φυλάττουσα. καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά. Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα | |
145 | ἡ τοῦ θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν. γνοὺς δὲ ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφί‐ σταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ λαβοῦσα τοὺς λογισμοὺς πάλαι κατεχομένους (ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα), ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν. μαθὼν | |
47(150) | δὲ ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ 〈καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ〉 τῆς σφαγῆς τῶν πρω‐ τοτόκων καὶ κλοπῆς τῶν λογισμῶν, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐδεὶς εὑρεθῇ ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν. καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πει‐ | |
155 | ρασμῶν καὶ πολέμων ἀοράτων. ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειρά‐ ζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη· παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς. θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν· μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνευμάτων ἕστηκεν | |
160 | ὁ κύριος. θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως ἢ ἀ‐ πογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δειλία γὰρ θανάτου καὶ θλί‐ ψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν. Ἀπευδοκεῖ οὖν ἑαυτὴν «τὸ ἀπόκριμα τοῦ θανάτου» ἐν ἑαυτῇ ἔχουσα | |
165 | ἡ ψυχὴ διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν. καὶ ἐπειδὰν ἴδῃ ὁ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν «κα‐ | |
ταπιεῖν» αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν καὶ δοκιμάζων αὐτήν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει. τοιαύτην γὰρ ὁ θεὸς ἔθετο τὴν ὁδὸν | 309 | |
170 | τὴν ‹ἀπάγουσαν εἰς τὴν ζωὴν› μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας καὶ δοκιμασίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτὴν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν παρ’ ὀφθαλμοῖς θάνατον, τὸ τηνικαῦτα | |
175 | «χειρὶ κραταιᾷ» καὶ ‹ὑψηλῷ βραχίονι› διὰ τοῦ ἁγίου πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκό‐ τους καὶ τοῦ παμφάγου πυρός. Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπου‐ | |
180 | δάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύ‐ ματος ἁγίου μετέχοντι. εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διελθοῦσα καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλ‐ | |
185 | λιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ. τότε τὸ πνεῦμα ὅπερ ἔλαβε καινὸν ᾆσμα τῷ θεῷ ᾄδει διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. ὡς γὰρ | |
190 | διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ. δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς | |
195 | αἰωνίου ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ. Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφά‐ ζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί. καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ παρὰ τῷ θεῷ καὶ ἀληθινή. Ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα καὶ | 310 |
47(200) | ἄχρηστον πρὸς πόσιν. κελεύει οὖν ὁ θεὸς ἀποκνίσαντα ξύλον ῥῖψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος χρήσιμον καὶ πόσιμον ἐγένετο τῷ λαῷ τοῦ θεοῦ. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκειοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γε‐ | |
205 | νομένη. διὸ ἐμβάλλει ὁ θεὸς «τὸ ξύλον τῆς ζωῆς» εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γε‐ νομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ· γίγνεται γὰρ πνεῦ‐ μα σαρκοφόρον. δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν | |
210 | ἡδύτητα καὶ χρηστότητα τοῦ πνεύματος. οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη «τὸ ξύλον τῆς ζωῆς» εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ μὴ λαβὼν γὰρ «τὸ ξύλον τῆς ζωῆς»· οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν. Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας. τοῖς μὲν ἐχθροῖς ὡς ὄφις | |
215 | ἀπήντα, δάκνων καὶ ἀναιρῶν, τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ’ ἣν ἐπεστηρίζοντο. οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωή, ἐφ’ ἣν ἐπανα‐ παύονται. τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τού‐ | |
220 | των πραγμάτων. σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. καὶ ἡ περιτομὴ καὶ ἡ σκηνὴ καὶ ἡ κιβωτὸς καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ νόμῳ Μωσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε τὴν κατ’ εἰκόνα θεοῦ γεγενη‐ | |
225 | μένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλείαν σκότους | |
πικρίας. ταύτῃ γὰρ ἠθέλησεν ὁ θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει | 311 | |
230 | αὐτῆς τὴν ἔχθραν καταλλάσσων. κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ θεὸς παραδέχεται αὐτήν, κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτῇ, ἕως αὐξήσει αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται. πρῶτον γὰρ | |
235 | γεννᾷ αὐτὴν ἐν ἑαυτῷ καὶ αὐξάνει δι’ ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ· αὐτὸς γὰρ ὢν τέλειος νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινω‐ νίαν τοῦ γάμου. καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰ‐ ῶνας. ἀμήν. | |
48(1t) | ΟΜΙΛΙΑ ΜΗ. | |
2 | Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· ‹ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν›. τί ἐστι τὸ | |
5 | ὀλίγον καὶ τί ἐστι τὸ πολύ; τὸ ὀλίγον τὰ ἐπαγγέλματά εἰσι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι ὁ κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόν‐ | |
10 | των κατὰ πάντα γίνεται. τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν αὐτόν, ὅτι οὕτως ἐνετείλατο· ‹ὑμεῖς δὲ› φησὶ ‹μόνον ζητεῖτε τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν›, ὅπως ἐκ | |
15 | τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει | |
τῷ θεῷ· ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόν‐ των. καὶ τότε φανερόν ἐστιν, ὅτι πιστεύει περὶ τῶν ἀφθάρτων καὶ ὄντως ζητεῖ τὰ αἰώνια ἀγαθά, εἰ περὶ τῶν ὁρωμένων ὑγιῆ τὴν πίστιν ἀποσῴζει. | 312 | |
20 | Ὀφείλει γὰρ ἕκαστος τῶν ὑπακουόντων τῷ τῆς ἀληθείας λόγῳ δοκιμάζειν ἑαυτὸν καὶ ἀνακρίνειν ἤτοι ὑπὸ πνευματικῶν ἀνδρῶν ἀνα‐ κρίνεσθαι καὶ δοκιμάζεσθαι, πῶς ἐπίστευσε καὶ ἔδωκεν ἑαυτὸν τῷ θεῷ, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ τὸν λόγον αὐτοῦ ἢ οἰήσει δικαιώσεως καὶ πίστεως ἐν ἑαυτῷ πιστεύειν νομίζων. ἕκαστος γὰρ εἰ ἐν τῷ ὀλίγῳ πιστός | |
25 | ἐστι (περὶ τῶν προσκαίρων λέγω), δοκιμάζεται καὶ ἐλέγχεται. τὸ δὲ πῶς, ἄκουε. πιστεύειν λέγεις βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς θεοῦ γεννηθεὶς ἄνωθεν γενέσθαι καὶ συγκληρονόμος τοῦ Χριστοῦ καὶ εἰς αἰῶνας ὅλους συμβασιλεύειν αὐτῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπε‐ ράντοις καὶ ἀναριθμήτοις αἰῶσιν ὡς ὁ θεός; πάντως ἐρεῖς „ναί“. διὰ | |
30 | ταύτην γὰρ τὴν αἰτίαν ἀναχωρήσας τοῦ κόσμου ἑαυτὸν τῷ κυρίῳ δέ‐ δωκα. δοκίμασον τοίνυν 〈σεαυτόν〉, μήποτέ σε μέριμναι γήϊναι κατέχου‐ σιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, ὡς τῇ σῇ δυνάμει περιγιγνό‐ μενος καὶ προνοούμενος ἑαυτοῦ, ἃ προσετάχθης μὴ μεριμνᾶν ὅλως περὶ | |
35 | σεαυτοῦ. εἰ γὰρ πιστεύεις τὰ ἀθάνατα καὶ αἰώνια καὶ παράμονα καὶ ἄφθονα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ θεὸς ἔδωκε καὶ ἀσεβέσιν ἀνθρώποις καὶ θηρίοις καὶ πετεινοῖς, οὐ πιστεύεις παρασχέσθαι σοι τὸν κύριον; ὥσπερ καὶ ἐνετείλατο μὴ με‐ ριμνᾶν ὅλως περὶ τούτων εἰπών· ‹μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε | |
40 | ἢ τί περιβάλησθε. ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ›. εἰ δὲ περὶ ταῦτα ἔτι μέριμναν ἔχεις καὶ οὐκ ἐνεπίστευσας ὅλον σεαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν | |
οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἔτι ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος. καὶ πάλιν· „ὥσπερ τὸ σῶμα τιμιώτερον | 313 | |
45 | τοῦ ἐνδύματός ἐστιν, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματοσ“. πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἁμαρτίας, δι’ ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστῶν θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παθῶν καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς | |
48(50) | λέπρας τῆς κακίας, ὁ μόνος ἀληθινὸς ἰατρὸς καὶ θεραπευτής; Ἐρεῖς πάντως· „πιστεύω. εἰς τοῦτο γὰρ ἕστηκα καὶ ταύτην ἔχω τὴν προσδοκίαν“. γνῶθι τοίνυν, ἐρευνήσας σεαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρῃ, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θεραπεῦσαι. ἴδε πῶς σεαυτὸν ἀπατᾷς, ὅτι νομίζεις πι‐ | |
55 | στεύειν, μηδέπω πιστεύων ὡς δεῖ ἐξ ἀληθείας. εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπευθῆναι, ἐπίστευες ἂν αὐτῷ δυνατῷ ὄντι θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη καὶ νοσήματα, καὶ πρὸς αὐτὸν ἂν μόνον κατέφευγες, ὑπερορῶν ἰατρικῶν ἐπιτηδευμάτων καὶ θεραπειῶν. | |
60 | ὁ γὰρ τὴν ψυχὴν κτίσας αὐτὸς καὶ τὸ σῶμα πεποίηκε, καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι. Ἀλλὰ πάντως ἐρεῖς μοι ταῦτα· „ὁ θεὸς τῷ σώματι ἔδωκεν εἰς θερα‐ πείαν τάς τε βοτάνας τῆς γῆς καὶ τὰ φάρμακα, καὶ ἰατρῶν ἐπιτηδεύματα | |
65 | πρὸς τὰ τοῦ σώματος πάθη προευτρέπισε, τὸ ἀπὸ γῆς ὂν σῶμα θερα‐ | |
πεύεσθαι οἰκονομήσας ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν“. σύμφημι κἀγὼ ταῦτα οὕτως ἔχειν. ἀλλὰ πρόσεχε καὶ γνώσῃ τὸν τρόπον, τίσι ταῦτα δέδοται καὶ τίσιν ᾠκονόμησεν ὁ θεὸς κατὰ πολλὴν καὶ ἄπειρον φιλανθρω‐ πίαν καὶ χρηστότητα. ἐκπεσὼν ὁ ἄνθρωπος ἀπὸ τῆς ἐντολῆς, ἧς εἰλήφει, | 314 | |
70 | καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονώς, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἀτιμίαν ἢ μετάλλου τινὸς ἐργασίαν, ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθεὶς καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γε‐ γονὼς καὶ ἄπιστος ἀπὸ τῆς πλάνης τῶν παθῶν καταστάς, ὑπὸ τὰ πάθη λοιπὸν καὶ τὰ νοσήματα τῆς σαρκὸς πέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνο‐ | |
75 | σος. δῆλον δὲ ὅτι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθε‐ σιν ὑποπεπτώκασιν. ᾠκονόμησε τοίνυν ταῦτα τοῖς ἀσθενέσι καὶ ἀπί‐ στοις ὁ θεός, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος διὰ πολλὴν χρηστότητα, ἀλλ’ ἔδωκεν εἰς ψυχαγωγίαν καὶ θεραπείαν καὶ ἐπιμέλειαν τοῦ σώματος τὰ φάρμακα τοῖς τοῦ κόσμου | |
80 | ἀνθρώποις καὶ τοῖς ἔξω πᾶσι, κἀκείνους συνεχώρησε τούτοις χρᾶσθαι τοὺς τῷ θεῷ μηδέπω δυναμένους ἐξ ὅλου ἑαυτοὺς ἐμπιστεύειν. σὺ δὲ ὁ μονάζων ὁ προσεληλυθὼς τῷ Χριστῷ καὶ υἱὸς θεοῦ βουλόμενος εἶναι καὶ ἄνωθεν ἐκ πνεύματος γεννηθῆναι καὶ ἀνωτέρας καὶ μείζους τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου ἐπαγγελίας ἐκδεχόμενος, τὴν εὐδοκίαν | |
85 | τῆς τοῦ κυρίου ἐπιδημίας, καὶ ξένος τοῦ κόσμου γεγονώς, καινοτέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους κεκτῆσθαι ὀφείλεις. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. | |
49(1t) | ΟΜΙΛΙΑ ΜΘ. | |
2 | Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μη‐ | |
τρὸς ἕνεκεν τοῦ κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς | 315 | |
5 | γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύ‐ ματα φωτὸς θεότητος μὴ ἀμφιάσηται εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προσκαίρου καὶ σαρκικῆς κοινωνίας ταύτης κοινωνίαν τοῦ ἐπου‐ | |
10 | ρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινο‐ μένης τοῦ κόσμου τούτου χαρᾶς χαρὰν πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ κυρίου κατὰ τὸ γεγραμμένον, καὶ ἁπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως ἀπόλαυσιν | |
15 | ἄφθαρτον ἐπιθυμητὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν, —οὗτος γέγονεν ἅλας μωρόν, οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους, οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη καὶ τῶν θεϊκῶν δωρεῶν οὐκ ἀπέλαυσε. μυ‐ στήρια θεῖα δι’ ἐνεργείας τοῦ πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ. διὰ τοῦτο γὰρ ξένος τοῦ κόσμου γεγένηταί τις, ἵνα εἰς ἕτερον | |
20 | κόσμον καὶ αἰῶνα τῷ φρονήματι μετέλθῃ ἡ ψυχὴ αὐτοῦ κατὰ τὸν ἀπό‐ στολον· «ἡμῶν γὰρ» φησὶ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· ‹ἐπὶ γῆς περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα›. Δεῖ τοίνυν τὸν ἀποταξάμενον τῷ κόσμῳ τούτῳ βεβαίως πιστεῦσαι, ὅτι χρὴ εἰς ἕτερον αἰῶνα τῷ φρονήματι ἀπὸ τοῦ νῦν διὰ τοῦ πνεύματος | |
25 | μεταβῆναι, κἀκεῖ πολιτεύεσθαι καὶ τρυφᾶν καὶ ἀπολαύειν πνευματικῶν ἀγαθῶν καὶ τὸν ἔσω ἄνθρωπον ἐκ πνεύματος γεννηθῆναι, καθὼς ὁ κύριος εἶπεν· ‹ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν›· ἐπειδὴ ἔστιν ἄλλος θάνατος παρὰ τὸν φαινόμενον καὶ ἄλλη ζωὴ παρὰ τὴν φαινομένην. λέγει γὰρ ἡ γραφὴ ὅτι ‹ἡ σπαταλῶσα ζῶσα τέθνηκεν›, | 316 |
30 | καί· ‹ἄφετε τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούσ›· ὅτι ‹οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε›. Ὥσπερ γὰρ ὁ ἥλιος ἀνατείλας ἐπὶ τὴν γῆν ὅλος ἐν τῇ γῇ ἐστιν, ἐπὰν δὲ πρὸς δυσμὰς γένηται, πάσας αὐτοῦ τὰς ἀκτῖνας συνάγει πορευόμενος ἐν τῷ ἑαυτοῦ οἴκῳ, οὕτως καὶ ψυχὴ ἡ μὴ ἄνωθεν ἐκ τοῦ πνεύματος ἀναγεννη‐ | |
35 | θεῖσα ὅλη ἐν τῇ γῇ ἐστι τοῖς λογισμοῖς αὐτῆς καὶ τῷ φρονήματι ἐπὶ γῆς ἐκτεινομένη ἕως τῶν περάτων αὐτῆς. ἐπὰν δὲ καταξιωθῇ τὴν ἐπουράνιον λαβεῖν τοῦ πνεύματος γέννησιν καὶ κοινωνίαν, πάντας αὐτῆς τοὺς λο‐ γισμοὺς συνάγουσα καὶ μεθ’ ἑαυτῆς ἔχουσα εἰσέρχεται πρὸς τὸν κύριον εἰς τὸ ἐξ οὐρανοῦ ἀχειροποίητον κατοικητήριον, καὶ πάντες οἱ λογισμοὶ | |
40 | αὐτῆς οὐράνιοι καὶ καθαροὶ καὶ ἅγιοι γίγνονται, χωροῦντες εἰς ἀέρα θεϊκόν. ῥυσθεῖσα γὰρ ἡ ψυχὴ ἐκ τῆς φυλακῆς τοῦ σκότους, τοῦ πονηροῦ ἄρχοντος τοῦ πνεύματος τοῦ κόσμου, εὑρίσκει λογισμοὺς καθαροὺς καὶ θείους, ὅτι εὐδόκησεν ὁ θεὸς τὸν ἄνθρωπον ποιῆσαι ‹θείας φύσεως κοι‐ νωνόν›. | |
45 | Εἰ οὖν ἀναχωρήσεις πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ προσ‐ καρτερεῖς τῇ εὐχῇ σου, οὐ μᾶλλον τὸν κάματον τοῦτον ἀναπαύσεως | |
μεστὸν ἡγήσῃ, καὶ τὴν ὀλίγην θλῖψιν καὶ τὸν πόνον χαρᾶς καὶ ἀνέσεως ἀνάπλεων νομίσεις μεγίστης; εἰ γὰρ καὶ τὸ σῶμά σου καὶ ἡ ψυχή σου καταδεδαπάνητο κατὰ πᾶσαν ὥραν ἐν ὅλῳ τῷ βίῳ διὰ τηλικαῦτα | 317 | |
49(50) | ἀγαθά, τί τοῦτο ἦν; ὢ τῆς ἀρρήτου εὐσπλαγχνίας τοῦ θεοῦ, ὅτι δωρεὰν ἑαυτὸν χαρίζεται τοῖς πιστεύουσιν ἐν ὀλίγῳ καιρῷ θεὸν κληρονομῆσαι, καὶ θεὸν οἰκῆσαι ἐν σώματι ἀνθρώπου καὶ ἔχειν τὸν κύριον οἰκίαν καλὴν τὸν ἄνθρωπον. ὥσπερ γὰρ ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν εἰς τὸ κατοικῆσαι τὸν ἄνθρωπον, οὕτως καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ | |
55 | ἀνθρώπου ἔκτισεν εἰς ἰδίαν οἰκίαν, εἰς τὸ ἐνοικῆσαι καὶ ἀναπαῆναι ὡς ἐν ἰδίῳ οἴκῳ τῷ σώματι, ἔχων νύμφην καλὴν τὴν ἐράσμιον ψυχὴν τὴν κατ’ εἰκόνα αὐτοῦ πεποιημένην. «ἡρμοσάμην γὰρ ὑμᾶς» φησιν ὁ ἀπό‐ στολος «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ», καὶ πάλιν· «οὗ οἶκός ἐσμεν ἡμεῖς». ὥσπερ γὰρ ὁ ἀνὴρ ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ σπου‐ | |
60 | δῆς πάντα τὰ ἀγαθὰ ἀποθησαυρίζει, οὕτω καὶ ὁ κύριος ἐν τῷ οἴκῳ αὐ‐ τοῦ, τῇ ψυχῇ καὶ τῷ σώματι, ἀποτίθεται καὶ θησαυρίζει τὸν πλοῦτον τοῦ πνεύματος τὸν οὐράνιον. Οὔτε δὲ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς | |
65 | ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ ἁγίου πνεύματος ἀποκαλύπτεται ἡ κατά‐ ληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ’ ἐνταῦθα θεώρει καὶ διάκρινον καὶ σύνες, πῶς. ἄκουσον. οὗτος θεός, αὕτη οὐ θεός. οὗτος κύριος, αὕτη δούλη. οὗτος κτίστης, αὕτη κτίσμα. οὗτος ποιητής, αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ φύσεως καὶ αὐτῆς τυγχάνει, ἀλλὰ διὰ | 318 |
70 | τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ εὐδόκησεν εἰς τοῦτο τὸ ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ἔργον ἐνοικῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων», εἰς τὴν αὐτοῦ σοφίαν καὶ κοινωνίαν, εἰς ἴδιον κατοικητήριον, εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην. | |
75 | Τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγ‐ γελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ κυρίου εἰς ἡμᾶς γεγενημένης, μὴ ἀμελήσωμεν, ὢ τέκνα, μήτε ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἐπιδοῦναι. παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει | |
80 | λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς ἀτιμίας, καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀναλάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, καὶ οὕτως ἀξιωθῶμεν τῆς κοι‐ νωνίας τοῦ πνεύματος, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
50(1t) | ΟΜΙΛΙΑ Ν. | |
2 | Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος | |
5 | τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις. καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη. καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι. ἆρα ταῦτα φύσις | |
10 | ἀνθρώπων ποιεῖν ἠδύνατο; εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ | |
αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα. Ὁ Δαβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμ‐ βαλεῖν εἰς πόλεμον; καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ | 319 | |
15 | τῆς χειρὸς Δαβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην· οὐ γὰρ Δαβὶδ ἠδύνατο, ἀσθενὴς ὢν τῷ σώματι. Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἰεριχώ, περιεκα‐ θέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ’ ὅτε ὁ θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ’ ἑαυτῶν κατέπεσε. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν | |
20 | γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ κύριος· ‹ἄπελθε εἰς πόλεμον›. ἀπεκρίθη Ἰησοῦς· ‹ζῇ κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ›. καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; ἡ φύσις αὐτοῦ μόνη ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν θεόν, ἐπάτει | |
25 | τὸν Ἀμαλήκ· εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ Ἀμαλὴκ περιεγίνετο. Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων. ἀνάλαβε οὖν εἰς ἑαυτὸν ταῦτα. ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λο‐ γισμοὺς εἰς τὸν οὐρανόν, καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κα‐ | |
30 | τώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς. καὶ ὥσπερ εἰς Ἰεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως θεοῦ. οὕτως ἐν τῇ σκιᾷ θεοῦ δύναμις ἀδια‐ λείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά, καὶ ἔσωθεν δὲ | |
35 | ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις. ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ. οὐ γὰρ πάντοτε ἐλά‐ λουν, ἀλλ’ ὅτε ἤθελε τὸ ἐν αὐτοῖς πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν. Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα τὸ ἅγιον, πόσῳ | |
40 | μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὸν σταυρόν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος. «ἐκχεῶ» γάρ φησιν «ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». τοῦτό ἐστιν ὃ εἶπεν αὐτὸς ὁ κύριος ὅτι ‹μεθ’ ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνοσ›. ‹πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει›. ‹εἰ› γάρ φησιν ‹ὑμεῖς πονηροὶ | 320 |
45 | ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν›, δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν ἀπόστολον. Τὰ οὖν τοιαῦτα μέτρῳ καὶ χρόνῳ καὶ κόπῳ πολλῷ καὶ ὑπομονῇ καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, ‹γυμναζομένων τῶν αἰσθητηρίων | |
50(50) | τῆς ψυχῆσ›, κατὰ τὸ εἰρημένον, διὰ ‹καλοῦ τε καὶ κακοῦ›, δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν καὶ πολυτρόπων περιστάσεων καὶ ἐνεδρῶν τῆς κακίας, ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ πνεύματος. ὁ γὰρ γνωρίζων τὴν ἐπιβουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν | |
55 | ἔσω ἄνθρωπον καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνα‐ νεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων ἀκμὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ θεοῦ χάριτος καὶ εἰρήνης. καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ κυρίου | |
60 | καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ πνεύματος. ὁμοῦ τε καὶ ἡ πίστις | |
65 | αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ. ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο | |
τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ. ἡ γὰρ | 321 | |
70 | ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελ‐ θοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χά‐ ριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ | |
75 | ἐξερριζώθη ἡ ἁμαρτία. τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρα‐ τεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. Διὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι’ ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύ‐ | |
80 | ναμιν συνετώτεροι γένησθε ἐν κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ | |
85 | κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 322 |