TLG 2102 049 :: DIDYMUS CAECUS :: Commentarii in Psalmos 36.15–19

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Psalmos 36.15–19

Source: Gronewald, M. (ed.), “Didymos der Blinde, Psalmenkommentar (Nachtrag der Seiten 248/49 des Tura–Papyrus)” [Zeitschrift für Papyrologie und Epigraphik 46] 1982: 98–110.

Cf. et 2102 019

Citation: Codex page — (line)

248

τῇ καρδίᾳ]]
136,15 ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν
1καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντρι‐
1βείησαν. εὖ δὲ καὶ τὸ φάναι· “ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδί‐
2αν αὐτῶν”. αὕτη ἡ ῥομφαία ἡ ἐπιβλαβής, ἡ πολεμίων οὔκ ἐστιν συν‐ φυὴς τῇ καρδίᾳ· ἔξωθεν ἐπεισέρχεται.
3 τοιοῦτό[ν τι] γοῦν καὶ ἐν Ἰσαίᾳ γέγραπται· ”[ἡ] θλῖψις ὑμῶν πόρρωθεν ἥξει”. ἀλλοτρία ἐστὶν ἡ θλῖψις, ἔξωθέν ἐστιν ἐπιγινο‐
4μένη. ἡ δὲ “βασιλεία τοῦ θ(εο)ῦ ἐντός” ἐστιν τῆς κα̣ρδίας τῶν ἐ‐
4χόντων αὐτήν.
436,16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ
5πλοῦτον ἁμαρτωλῶν πολύν.
5 ἐν τοῖς ἀνωτέρω εἰς τό· ”[μὴ παρ]αζήλου ἐν πονηρευομένοις μη‐ δὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν”, καὶ εἰς τό· “μὴ πα[ρα‐
6ζή]λου ὥστε πονηρεύεσθαι”, ἐλέγομεν· [ἐὰ]ν ἴδῃς τινὰ ἔχοντα τὰ σω‐ ματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, “μὴ παραζήλου” τοῦ μιμεῖσθαι ἐκεῖ‐
7ν̣[ον εἰ]δὼς ὅτι οὔκ εἰσιν παράμον[α· ὁ γὰρ] ἀποβαλὼν σῶμα οὐκ ἔχει τὰ σώματος ἀγαθά—ὑγίεια δὲ καὶ ἰσχὺς {καὶ πλοῦτος} σώματος ἀγα‐
8[θά εἰ]σιν—, ὁ ἔξω τοῦ βίου τού〈του〉 γενόμενος τὰ̣ ἐκτὸς ἀγαθὰ οὐκ ἔχει ἔτι, πλοῦτον, ἀξίωμα, ἀρχήν, δοξάριον. μόνα τὰ ψυχῆς ἀγαθὰ
9παράμονά ἐστιν. εἰ μὴ ὁ ἔχων αὐτὰ ἐκβάλλει, οὐδεὶς αἴρει αὐτὰ ἀπ’
9αὐτοῦ.
10τοῦτο οὖν λέγει· κἂν πολλὰ ἔχῃ ὁ ἁμαρτωλός, ὀλίγον δὲ ὁ δί‐98
10καιος, τὸ πρὸς τὴν διοίκησιν ἀρκοῦν, κρεῖ[σσό]ν ἐστιν τοῦτο. δυνατὸν δὲ καὶ τοῦτο ὅτι· κἂν ὀλίγην τινὰ ἀρετὴν ἔχῃ τις ἐν
11εἰσαγωγῇ αὐτῆς τυγχάνων, κρείττω ἐστὶν τοῦ πλού[του] οὗ ἔχουσιν οἱ
11ἁμαρτωλοί. πάλιν καὶ οὕτως· εἰσίν τινες τὴν ἐκκλησιαστικὴν γνώμην μετι‐
12όντες οὐ πλουσίως, οὐχ ἁβρ[ῶς, ἀλ]λ’ ἐν εἰσαγωγῇ αὐτῆς ὄντες μό‐ νον. κἂν πλουτοῦσιν οὖν οἱ ἑτερόδοξοι καὶ δοκῶσιν ἰσχυροὶ τῷ
13λόγῳ εἶναι καὶ ταῖς ἐπιχε[ιρήσ]εσιν ἱκανοὶ καὶ πρὸς τὸ σοφίσασθαι καὶ ἐριστικοὺς λόγους κατασκευάσαι, ἀλλ’ ὁ πλοῦτ〈οσ〉 ἐκείνων θᾶτ‐
14τον ἀποπίπτε, μ[έ]χ[ρι] τ̣οῦ παρόντος ζῆν ἔχει τὴν ἐπαγγελίαν· τὸ
15γὰρ ὀλίγον, ὃ κέκτηται ὁ δίκαιος, παραμένει αὐτῷ, συναπέρχεται
15αὐτῷ, οὐδέποτε [ἐ]κτὸς αὐτοῦ γίνεται, ἀλλὰ μᾶλλον προσθήκην λήμ‐ ψεται τοῦτο. ἀλλ’ ἐπεὶ “οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δι‐
16καιοσύνη δὲ ῥύσε[τ]αι ἐκ θανάτου”, κἂν ὀλίγον ἔχῃ δικαιοσύνης ὁ σπουδαῖος, πολὺ ἔχει· εἰ γὰρ “ὑπὲρ πλοῦτον ἁμαρτωλῶν” ἐστιν,
17οὔκ ἐστιν ὀλίγον, ὡς δὲ πρὸς τὸ τέλειον τοῦ σπουδαζομένου τῷ δι‐ καίῳ ὀλίγον ἐστίν, καὶ ὑπεραίρει τὸν πλοῦτον τῶν ἁμαρτωλῶν.
1836,17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή‐
18σονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ
18κ(ύριο)ς. κἂν τοίνυν πολὺν πλοῦτον ἔχωσιν, οἱ βραχίονες αὐτῶν συντρί‐
19βονται, αἱ πράξεις καὶ αἱ πρακτικὰ δυνάμεις. καὶ ὅτι οὐ περὶ
20αἰσθητῶν ὁ λόγος, οὐχ ὁρῶμεν ἐκ παντὸς τρόπου τοὺς [ἁ]μαρτωλοὺς συντριβὴν βραχιόνων ὑφισταμένους οὐδὲ ἐκτὸς ταύτης μένοντας
21τοὺς σπουδαίους.100
21 ὑποστηρίζει οὖν ὥ[στ]ε μηδὲ συντριβὴν παθεῖν μηδὲ ἄλλο τι τῶν κακούντων. καὶ ὁ ἅγιος δὲ λέγει· “καὶ ἐγένετο κ(ύριο)ς ἀντιστή‐
22ριγμά μου”, καὶ π[άλ]ιν ἐν τῷ ᾄσματι τῶν ὁρᾶται “ἡ ἀνα‐ βαίνουσα λελευκατισμένη” νύμφη “ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφι‐
23[δὸν] αὐτῆς”. τὸ ὑποστηριχθῆναι καὶ ἐπιστηριχθῆναι ταὐτόν ἐστιν. 36,18a γιγνώσκει κ(ύριο)ς τὰς ὁδοὺς τῶν
24ἀμώμων.
24γιγνώσκει ὁ θ(εὸ)ς τὰ καλά, ἀγνοεῖ δὲ τὰ κακά. τὸ γιγνώσκειν
25καὶ ἀγνοεῖν ἐνταῦθα οὐκ ἀντὶ τοῦ ἐπίστασθαι καὶ μή· οὐ μόνον
25γὰρ τῶν ἀμώμων τὰς ὁδοὺς γιγνώσκει ὁ θ(εό)ς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων. λέγει γοῦν· “τὰς ὁδοὺς αὐ[τῶν δέ]δωκα εἰς κεφαλὰς αὐτῶν”.
26εἰ ἠγνόει αὐτῶν τὰς ὁδούς, οὐκ ἐδίδει αὐτὰς εἰς κεφαλὰς αὐτῶν, τουτέστιν οὐκ ἀνταπεδίδου αὐτοῖς [αὐτά]ς̣. τὸ πειραθῆναι οὖν ὧ‐
27δε σημαίνει τὸ γιγνώσκειν, ὥσπερ καὶ ἐν τῷ Ἐκκλησιαστῇ· “ὁ φυ‐ λάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν”. καὶ τίνα μᾶλλον δεῖ εἰδέναι τὸ ῥῆμα τὸ πονηρὸν ἢ τὸν γιγνώσκοντα τὴν ἐντολήν; μὴ
29ἀγαθὸν ῥῆμα θ(εο)ῦ; τοῦτο οὖν λέγει· ὁ φυλάσσων ἐντολὴν οὐ πειρα‐
30θήσεται πονηροῦ ῥήματος. οὕτως ἀκουστέον καὶ τοῦ· “ἔγνω κ(ύριο)ς
30τοὺς ὄντας αὐτοῦ”. “ἀλλὰ τότε μὲν οὐκ εἰδότες θ(εὸ)ν ἐδουλεύετε
30τοῖς φύσει μὴ οὖσιν θεοῖς, [ν]ῦν δὲ γνόντες θ(εό)ν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θ(εο)ῦ”. τὸν ἄρα γιγνώσκοντα ἑαυτὸν ὁ θ(εὸ)ς γι‐
31γνώσκει. ἄμωμος γοῦν ἐστιν ὁ πάντῃ ἀναμάρτητος. μῶμος δὲ ἡ κακία. ἀ‐
32μέλει γοῦν τῇ “μὴ ἐχούσῃ σπίλον ἢ ῥυτίδα” νύμφῃ ἑαυτοῦ ὁ θ(εὸ)ς
λόγος λέγει· “ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί”.102
3336,18b καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν
33αἰῶνα ἔσται. τῶν ἀμώμων δηλονότι· οὐ γὰρ προσκαίρων ἐφίενται· εἰ γὰρ δί‐
34καιοί εἰσιν καὶ ἄμω[μοι], ἔ[ξ]ω γέγοναν τῆς προσκαίρου ἀπολαύσεως
35τῆς ἁμαρτίας “οὐ σκοποῦντες ἔτι τὰ βλεπόμενα ὄντα πρόσκαιρα
35ἀλλ[ὰ τὰ μ]ὴ βλεπόμενα τυγχάνοντα αἰώνια”. “ἡ κληρονομία” οὖν “αὐτῶν εἰς τὸν αἰῶνα ἔσται”. ἐλέχθη
36δὲ ἄνω, ὅτι “οἱ πραεῖς κληρονομοῦσιν τὴν γῆν”. “οἱ” γὰρ “ὑπο‐ μένοντες τὸν κ(ύριο)ν αὐτοὶ κληρονομήσουσιν τὴν γῆν”. αὕτη ἐστὶν
37ἡ εἰς τὸν αἰῶνα ἐσομένη κληρονομία· εἰ μὴ ἑαυτῷ τις αὐτὴν ἀποβά‐
37λῃ, οὐδεὶς δύναται ἆραι αὐτὴν ἀπ’ αὐτοῦ.

249

τινὲς βούλονται ἐκ τούτου κατασκευάζειν δῆθεν ἀμετάπτωτον εἶ‐
1[ναι τ]ὴν ἀρετήν. καὶ Ἄρειος ὅτε ἤμελλεν τοῦ σχίσματος τούτου ἀ‐ πὸ τοῦ φρονήματος ἄρχεσθαι, τοιαῦτα προκατεσκεύαζεν ἔτι ἔσω ὢν ἐν τῇ ἐκκλησίᾳ καὶ ἔλεγεν τὴν ἀρετὴν ἀμετάπτωτον εὖναι. ἐχρᾶτο
3δὲ ἐκείνοις τοῖς ῥητοῖς· ‘“ἡ ἀγάπη οὐδέποτε πίπτε”, ἀμετάπτω‐
3τό[ς] ἐστιν ἡ ἀγάπη‘. τοῦτο δὲ κ[ατ]εσκεύαζεν, ἐπεὶ ἤμελλεν λέγειν τρεπτὸν εἶναι τὸν υ(ἱό)ν. καὶ ἔλεγεν· ‘διὰ τοῦτο οὐ μεταπίπτε, ἐ‐
4πεὶ σκεπ[άζ]εται ὑπὸ τῆς τοῦ θ(εο)ῦ χειρός. οὐκ αὐτὸς ἀμετάπτωτός
5ἐστιν, ἀλλ’ ἡ φρουρὰ οὐ διαπίπτει‘. καὶ ὅσους ἐὰν ἐνηνόχεις τε‐
5λείους ἄνδρας, ἔλεγ[εν ἀ]εί· ‘οὐκ ἦν τέλειοσ‘, οἷον· ‘ὁ Δα(υὶ)δ οὐκ ἦν τέλειος, ὁ διάβολος οὐκ ἦν τέλειοσ‘. καὶ συνῆγεν αὐτοῖς
6ὁ λόγος μηδένα τέλειον εἰπεῖν.104
6 ηδε[...] “κ[αὶ] οὐδεὶς ἁρπάζει ἐκ τῆς χειρὸς τ[οῦ π(ατ)ρ(ό)ς]”. ἀδύνατον δὲ τὸν φρουρούμενον ὑπὸ θ(εο)ῦ ἁρπαγῆναι ὑπό τινος, ἀλ‐
7λὰ πείσεται τοῦτο, [ἐ]ὰν [α]ὐτὸς ἔξω τῆς χειρὸς γένηται. [οἷον ὁ Ἰο]ύδας ὅταν ἐξῆλθεν ἀπὸ τοῦ Ἰ(ησο)ῦ, ἔξω τῆς χειρὸς γέγονεν
8καὶ οὕτως ἡρπάγη.
8 ἐλέχ[θ]η δὲ καὶ τοῦτο ἑτέρῳ παραδείγματι ὅτι· τὰ ὑ[ψι]πετῆ πε‐ τεινὰ οὐ δύναται ἰξευθῆναι· ὅταν δὲ διά τινα λιχνότητα περὶ τὰ
9κάτω κ[ατ]έλθωσιν, τότε δύνανται εὐχείριστα εἶναι. οὕτω ὁ ὑπὸ τὴν
10χεῖρα τοῦ θ(εο)ῦ ὢν οὐ δύναται ἁρπαγῆναι· ὁ δὲ ἔξω γινόμενος αὐ‐
10τῆς ἁρπά[ζ]εται. “αὐτοί”, φησίν, “ἐκ τῆς χειρός σου ἀπώσθησαν”. πότε δὲ τοῦτο ὑπῆρκται; ὅτε ἀνήκοοι γέγοναν τοῦ θ(εο)ῦ· “ἀπώσε‐
11ται” γὰρ ”[αὐτο]ὺς ὁ θ(εό)ς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ”. 36,19 οὐ καταισχυνθήσονται ἐν καιρῷ πο‐
12νηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. οἱ ἄμωμοι ἐν ὁδῷ, ὧν ὁ θ(εὸ)ς γιγνώσκει τὰς ὁδούς, “οὐ κατ‐
13αισχύνονται ἐν καιρῷ πονηρῷ”, [το]υτέστιν ἐν θλιβηρῷ· πολλάκις γὰρ ἐν τοῖς θλιβηροῖς καιροῖς πολλοὶ αἰσχύνην ὀφλισκάνουσιν,
14ὡς ἂν ἐν μαρτυρίῳ τινὲς θύσωσιν. πονηρός ἐστιν ὁ καιρὸς τῷ πόνους
15ἐνποιεῖν· οὐ γὰρ ὧδε τὸ ἐναντίον τῷ ἀγαθῷ δηλοῦται διὰ τοῦ πο‐
15νηροῦ, ἀλλὰ τὸ ἐπίπονον, τὸ ἐπιβλαβές. “ἐν καιρῷ” οὖν “πονηρῷ οὐ καταισχύνονται” οἱ ἄμωμοι ἐν ταῖς
16ὁδοῖς ἑαυτῶν. ἐάν τις θλίψεως καταλαβούσης ἀγεννῶς διατεθεὶς ἐλεγχθῇ, καταισχύνθη ἐν καιρῷ πονηρῷ. γέγονεν πονηρὸς καιρὸς κατὰ Σωσάννης·
ἐπιβουλὴ γὰρ ἦν εἰς θάνατον ἐπιφέρουσα, καὶ οὐ καταισχύνθη· ἀνε‐106
18δείχθη γὰρ αὐτῆς ἡ ἀρετή, ἡ σωφροσύνη αὐτῆς πεφανέρωται. γίνεται δὲ ὁ καιρὸς πονηρὸς ἐκ τῶν πραττομένων· τοῦτο γὰρ ὁ θεσπέσιος
19ἀπόστολος γράφει λέγων· “ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ
19οἱ ἄν(θρωπ)οι φίλαυτοι”.
20“καὶ ἐν ἡμέραις λιμοῦ [χορ]τασθήσονται”. καὶ ἐπ’ ἱστορίας
20πολλάκις τοῦτο συνέβη· κατέλαβεν λιμὸς ὅλον τὸ Ἑβραίων ἔθνος ἐν τῇ ἐρήμῳ, καὶ ὁ θ(εὸ)ς οὐρα[νίου]ς̣ ἄρτους ἔβρεξεν αὐτοῖς καὶ κρέας·
21“τὸ πρωϊνὸν ἄρτους καὶ ἑσπέραν κρέας”. καίτοι κατὰ τὴν ἱστορίαν ταῦτα οὐ [γέγον]εν· μάννα γὰρ ἦν τὸ ῥέον καὶ πρωῒ καὶ ἑσπέρας·
22ἀλλ’ αὐτὸ τὸ μάν[ν]α τροφὴ ἦν μετακιρνωμένη πρὸς τὴν ἐπιθυμίαν τοῦ ἐσθίοντος. πολλάκις δὲ πᾶσαν τροφὴν ‘ἄρτον‘ ὀνομάζει, ὡς ὅ‐
23τ[α]ν περὶ Μωσέως λέγηται, ὅτι ὅλας “τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν”. οὐ τοῦτο λέγει, ὅτι ἄρτον μὲν
25οὐκ ἤσθιεν τὸν συνήθως τρέφοντα, ἄλλα δέ τινα ἤσθιεν—οὐδὲ γὰρ
25ἤσθιεν ἄλλο τι—, ἀλλὰ πᾶσαν ξηρὰν τροφὴν διὰ τοῦ ἄρτου σημαίνει καὶ τὴν ὑγρὰν διὰ [τοῦ ὕδατ]ος. οὕτω καὶ ὁ σωτὴρ ἐν τῇ ἐρήμῳ
26τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἠλίας καταλαβούσης λ[ιμοῦ ἐ]τράφη θ(εο)ῦ διὰ κοράκων πέμποντος
27αὐτῷ τὸ πρωῒ ἄρτους καὶ τὸ ἑσπέραν κρέα.
27 καὶ ὅλως ὁ δίκαιος ἀεὶ ἔχει τρέφοντα θ(εό)ν· “ὁ θ(εὸ)ς ὁ τρέφων με ἐκ νεότητός μου”.
28 καὶ πρὸς ἀναγωγὴν δὲ ῥητέον· πολλάκις λόγου σωτηριώδους σπάνις καταλαμβάνει ἢ μὴ εἶναι τὸν ἄρτον τὸν τρέφοντα τὴν ψυχήν. κατὰ
29ἀπειλὴν δὲ ὁ θ(εὸ)ς ἐπαγγέλλεται λιμὸν ἐπάξειν, “οὐ λιμὸν ἄρτου
30οὐδὲ δίψαν ὕδατος. ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κ(υρίο)υ”. ὅταν108
30λιμὸς ἐπαχθῇ τῷ ἄρτον μὴ εἶναι καὶ ὕδωρ μὴ εἶναι, ὁ σοφὸς ἔχει ἄρ‐ τους ἐν ἑαυτῷ· ἐντολὴν γὰρ ἔχει “διανοῖξαι τοὺς ὀφθαλμοὺς καὶ
31πληρωθήσεσθαι ἄρτου”. οὐ πάντως δὲ ὁ τούτους τοὺς αἰσθητοὺς ὀφθαλ‐ μοὺς διανοίξας πληροῦται ἄρτων, ἀλλ’ ὁ τὸ ὄμμα τῆς ψυχῆς διανοίξας. ὅταν τις “ἑαυτῷ φωτίσῃ φῶς γνώσεως”, ἔχει τοὺς ὀφθαλμοὺς διην‐
33οιγμένους· “οὐ λιμοκτονήσει” γὰρ “κ(ύριο)ς ψυχὴν δικ[αίου]”. λέ‐ γονται δὲ αἱ λέξεις αὗται ἀμφότεραι παροιμιωδῶς, ὅθεν οὐ περὶ
34αἰσθητοῦ ἄρτου λέγει ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ πν(εῦμ)α κ[αὶ τὴ]ν
35ψυχήν. ὁ δίκαιος οὖν ἔχων ἐν ἑαυτῷ τὸν “ἄρτον τῆς ζωῆς” καὶ
35“πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον” οὐ λιμώττει· ὥσπερ γάρ τις λαμβάνει “πηγὴν” ἔχειν “ἐν ἑαυτῷ ὕδατος ἁλλομένου εἰς ζω‐
ὴν αἰώνιον”, οὕτω διανοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ πληροῦται ἄρτων110