TLG 2102 046 :: DIDYMUS CAECUS :: Fragmentum in epistulam ad Hebraeos (in catenis)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Fragmentum in epistulam ad Hebraeos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 44–45.

Citation: Page — (line)

44

(23t)

Hebr 1,6
24Εἰ πᾶσα ἡ γενητὴ φύσις προσκυνεῖ τῷ Χριστῷ—διὰ γὰρ τῆς τῶν
25ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν, ὥσπερ καὶ ἐν τῷ τίνι γὰρ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου; καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός—καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, μὴ ἀναβλέψας, λέγων, εἰς τὸν
οὐρανόν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς44

45

ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ. ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει οὐ κτίσμα ἀλλὰ κτίστην
5εἶναι τὸν Χριστόν, εἰ καὶ δι’ ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐτυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς
θεὸς ὑπὸ πάσης τῆς κτίσεως.45