TLG 2102 043 :: DIDYMUS CAECUS :: De trinitate (lib. 3) [Sp.] DIDYMUS CAECUS Scr. Eccl. De trinitate (lib. 3) [Sp.] Cf. et 2102 008–009, 042 Citation: Volume — page — (line) | ||
39.773(40) | ΚΕΦ. Αʹ. Ψυχὴ καθ’ αὑτὴν ἐν τῷ νοητῷ ἀπαθὴς ὑπάρχουσα, τοῦ παθαίνεσθαί ποτε αἰτίαν ἔχει τὸ σώματι συνεῖ‐ ναι, καὶ τὴν ἰδίαν αὐτῆς προαίρεσιν, ἤτουν τῆς γνώ‐ σεως τὴν ἔφεσιν. Τὸ μὲν γὰρ σῶμα ἐναποκεκλεισμέ‐ | |
45 | νην ἔχον αὐτὴν ἐν ἑαυτῷ, ὡς ἐν τυφλῷ φρουρίῳ, διὰ | |
---|---|---|
τῶν ὑλικῶν παθῶν ἀποῤῥηγνύει τῆς τοῦ Θεοῦ ὁμι‐ | 773 | |
39.776 | λίας, καὶ καταφέρει πρὸς γῆν καὶ τὰ γῆς, οἶμαι, φροντίσματα· καὶ οὕτω κατακρατεῖν ἐπιχειρεῖ τῆς φύσει κρείττονος, καὶ τοσούτῳ κρείττονος, ὅσον τὸ ἀθάνατον τοῦ θνητοῦ. Ἡ δέ γε τῆς ἰδίας αὐτῆς | |
5 | προαιρέσεως, ἢ γνώσεως πάλιν ἐπιθυμία, ἕλκει μὲν εἰς τὸ θέλειν εἰδέναι τι αὐτὴν, καὶ ἐπὶ τοῦτο πορεύε‐ ται, μὴ ἔχουσα δὲ ὀρθὸν τῆς πορείας ἀγωγὸν, ἢ κα‐ κῶν χρησαμένη ὁμιλίαις ἀνθρώπων, πλανᾶται καὶ ἀπορεῖ, καὶ τέλος, ἐφ’ ἣν τύχοι προσορμήσασα δό‐ | |
10 | ξαν, ἀμαθῶς ταύτην ἀνείλετο· καὶ οὕτω δὴ γέγονεν οἰκτίστη τε καὶ ἀθλία, ἐν γνώσεως ἀγαθῆς ὑποψίᾳ καὶ δόξῃ θηρασαμένη κακόνοιαν. Ὅτι γὰρ πάντες ἄνθρωποι κατὰ φύσιν τοῦ γινώσκειν ὀρεγόμεθα, δηλοῖ τοῦτο, ὥς φησιν Ἀριστοτέλης, καὶ ἡ τῶν αἰσθήσεων ἐπι‐ | |
15 | θυμία, πέρα τῆς χρείας ἡμᾶς ἐφ’ ἑαυτὴν παραπέμ‐ πουσα. Ὁρᾷν γοῦν, ἢ ποιεῖν ἔσθ’ ὅτε ἐπιθυμοῦμεν, κἂν μὴ πάνυ ἀναγκαῖον, ἀλλὰ καὶ ἐπιβλαβὲς τὸ ὁρώ‐ μενον, ἢ πραττόμενον ᾖ. Ὅτι δὲ ταῦτα οὕτως ἄντι‐ κρυς εἴρηται, τῶν θείων Γραφείων διασαφοῦσιν οἱ | |
20 | ἀξιώσαντες εἰπεῖν τοιῶσδε· Ἰάκωβος ὁ τῆς εὐκλεοῦς μνήμης· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερ‐ χομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης.» Ἐπιφέρει τε· «Ἡ γὰρ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους | |
25 | καὶ καρπῶν ἔργων ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκρι‐ τος.» Καὶ ἔτι διψύχους προσαγορεύει τοὺς ἀγελαίους, καὶ οὐ καθαρὰν γνῶσιν καὶ σταθερὰν ψυχῆς προαί‐ ρεσιν ἔχοντας τῶν ἀνθρώπων, φάσκων τοιάδε· «Ἐγ‐ γίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, | |
30 | ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Ἀλλὰ καὶ πρὸς τοὺς μισοπόνηρον ζῆλον ψυχῆς ἔχοντας, καὶ νικηφόρους ὄντας ἀρετῆς, οὓς οὐ διαφεύγει τῶν τι‐ μίων οὐδὲ ἓν, διαλέγεται, ὥστε εἵργειν τῶν μὴ τοιού‐ των ἀνθρώπων τὸ ἀκόλαστον, καὶ μεταδιδόναι καὶ | |
35 | ἄλλοις, ὧν αὐτοὶ ἔχουσιν ἀγαθῶν, ῥήμασιν αὐτοῖς· «Ἀδελφοὶ, ἐάν τις παρ’ ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω, ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυ‐ | |
χὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.» | 775 | |
39.777 | Οὐδὲν δὲ ἧττον καὶ Πέτρος διδάσκων, πόθεν ἀπαθὴς τυγχάνουσα ψυχὴ, παθῶν ἀνάπλεώς ποτε γίνεται, ἐπιστρέφων δὲ εἰς τὸ μνημονεύειν τῆς ἀποβιώσεως ἡμῶν, ἔγραφεν· «Ἀπέχεσθε ἀπὸ τῶν σαρκικῶν | |
5 | ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Καὶ Σολομὼν δὲ ὁ τοῦ Δαυΐδ φησιν· «Ὥσπερ οὐχ ὅμοια πρόσωπα ἀνθρώπων, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ταῖς καρδίαις ὅμοιαι.» Ὕπεισι δέ με καὶ ἐκ τῶν τοῦ μεγάλου ἀθληφόρου Παύλου, ἅπερ | |
10 | τοιῷδε τρόπῳ ἀνείρηκεν· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν·» καὶ πάλιν· «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρί‐ νεται.» | |
21 | Ἀλλ’ ὅπερ μὲν ἔλεγον, ἡ προαίρεσις αὕτη καὶ τὸ σῶμα πολλάκις καθέλκειν ἐπὶ τὰ πάθη πέφυκε τὴν ψυχήν· ποτὲ δὲ καὶ συνεισφέρει, αὐτῇ φημι τῇ ψυχῇ, ἀγαθὰ οὐκ ὀλίγα· τὸ μὲν σῶμα, τὴν τῶν αἰσθητῶν | |
25 | γνῶσιν καὶ τὴν ἄλλην ὑπηρεσίαν· ἡ δὲ προαίρεσις αὐτῆς, τὴν ἀπὸ τῆς εὐβουλίας καὶ ὀρθοδοξίας μακα‐ ριότητα· ὥσπερ πάλιν ἡ ψυχὴ, ὅταν εὖ ζῇ μετὰ σώ‐ ματος, καὶ κατακρατῇ, καὶ πρὸς Θεὸν ἐπιστρέφηται, καὶ τῶν αὐτοῦ πληροῦται νοήσεων, πλείονα καὶ σε‐ | |
30 | μνότερα δίδωσιν. Τὸ μὲν γὰρ γήινον, ἀπαθὲς οἷον ἀποφαίνειν σπουδάζει, κοσμοῦσα αὐτὸ ἱδρῶτι, καὶ καρτερίᾳ, καὶ πᾶσιν τοῖς ἐξ ἀρετῆς πόνοις, καὶ δια‐ κυβερνῶσα, καὶ διὰ τῆς τῶν ἀλγεινῶν πείρας, ἐπὶ τὴν θεοσεβῆ ζωὴν ἀνεγείρουσα· τὴν δὲ ἰδίαν προαί‐ | |
35 | ρεσιν, καὶ τὴν πίστιν, ἄπταιστον διακρατεῖ, καὶ τὸν ἄνθρωπον ὑπὲρ ἄνθρωπον ποιεῖ, πίστει καὶ λόγοις αὐτὸν εἰς τὸ σεμνὸν προβιβάζουσα, καὶ πρὸς ἱκε‐ σίαν τῆς Τριάδος ῥέπουσα, καὶ τροφὴν ποιουμένη τὴν ἀπὸ τούτων ὠφέλειαν. Εἰ γὰρ νομιοῦμεν ψυχὴν, | |
40 | κοσμεῖσθαι καὶ τρέφεσθαι οὐκ ἄλλοις, ἀλλ’ ἢ λόγοις καὶ πίστει πέφυκεν. Ἀνθρώπῳ γὰρ τροφὴ ἄμφω, ἥ τε ἐκ τῆς γεωργίας, ἥ τε ἐκ τῶν λόγων καὶ τῆς πί‐ στεως· ἀλλ’ ἡ μὲν τὸ σῶμα εἶναί τε καὶ ἀντέχειν, ἡ δὲ ταῖς ψυχαῖς τὸ ἑτέρων προέχειν δίδωσιν, καὶ διὰ | |
45 | πίστεως καὶ λόγων καὶ ἡ ἄλλη σύμπασα κατορθοῦται ζωή. Φωρᾶν ἔνεστι ταῦτα μὴ ἄλλως ἔχειν, ἐπιπορευόμενον τῷ νῷ, ὡς αὐτίκα τῷ τοιούτῳ ἐπι‐ | |
λάμπει καὶ συνεργεῖ ὁ ἐπιβεβηκὼς τοῖς ὅλοις Υἱὸς | 777 | |
39.780 | Λόγος τοῦ Θεοῦ, ὁ μηδενὸς μηδὲ αὐτῶν τῶν κατα‐ φρονούντων αὐτοῦ καταφρονῶν, ὁ τῇ ψυχῇ, εἰς ἣν διὰ τοῦ φυσήματος τὸ ἅγιον αὐτοῦ Πνεῦμα κατῴκι‐ σεν, τὸν λόγον τῶν πάντων τὸ τιμιώτατον κατασπεί‐ | |
5 | ρας. Διὸ καὶ θαυμαστῶς ὑπὸ τῶν ἔξω εἰς στίχου τινὸς ἀκροτελεύτιον εἴρηται· | |
12 | Πανταχοῦ λόγος, ἔνθα καὶ ἄνθρωπος. Ἀλλὰ ταῦτα μὲν ὧδέ πη ἔχει. Αἱρετικοὶ δὲ, μηδὲν ἀναπνέοντες καθαρὸν, ταῖς κειμέναις περὶ τοῦ λυ‐ | |
15 | τρωτοῦ Θεοῦ Λόγου, τοῦ πάντων γενεσιουργοῦ, ὑψη‐ λαῖς μαρτυρίαις τε καὶ δωρεαῖς, καὶ μεγαλουργίαις οὐ προσέχοντες, τὰ περὶ τῆς ἀῤῥητοτάτης καὶ ἀτρε‐ πτοτάτης φιλανθρώπου ἐνανθρωπήσεως αὐτοῦ νομι‐ ζόμενα ἐκείνοις εἶναι μικροπρεπῆ ῥήματα, τῇ θεό‐ | |
20 | τητι αὐτοῦ προσάπτουσιν· καὶ ἀφ’ ὧν ὤφειλον, τήν τε δόξαν διειδέναι τοῦ Θεοῦ, καὶ ἀνυμνεῖν πλέον τὸ φιλάνθρωπον αὐτοῦ, διὰ τούτων ἔξω τε τῆς ἀληθείας φερόμενοι ἁλίσκονται, καὶ ὑβρίζειν τὸν εὐεργέτην καὶ Σωτῆρα προάγονται· φροντίς τε αὐτοῖς, οὐχ ὅπως | |
25 | ἐξιλεώσωνται αὐτὸν ὡς κριτήν· ἀλλ’ ὅπως ὑπὸ κρί‐ σιν ὄντα, ὡς κτιστὸν, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς ἰσότι‐ μον συνεδρίαν ἀποδείξωσιν. Πολλάκις δὲ καὶ τὰ περὶ αὐτοῦ, ἢ παρ’ αὐτοῦ μὴ λεχθέντα, ἣ δι’ ἐπικρύψεως | |
30 | ᾐνιγμένα, ὡς κατ’ αὐτοῦ, ἢ παρ’ αὐτοῦ ἀπο‐ πεφασμένα ἀβασανίστως διατιθέασιν, καὶ πάντα σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι νοῦν· οὐδὲν καλ‐ λίους ἀλόγων ζώων ἑαυτοὺς προσάγοντες τούτῳ τῷ περιποθήτῳ Δεσπότῃ, τῷ ἄγοντι δίχα βίας τοὺς | |
35 | πειθομένους εἰς τὴν τοῦ Πατρὸς, καὶ ἑαυτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μίαν ἀδιαίρετον βασιλείαν, καὶ φειδοῖ τῇ πρὸς ἡμᾶς παραινοῦντι· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» Τὰ γὰρ ἄλογα ζῶα, φησὶν, οἷς ἡ ψυχὴ τὸ ἐξ ὕλης αἷμα, | |
40 | κατὰ τὸν εἰπόντα ἐν τῇ Γενέσει, «Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ,» εἰς γῆν νένευκεν, ἀεὶ τῇ γαστρὶ μόνῃ δουλεύοντα, καὶ οὐκ ἀνέστηκεν τῷ σώματι καὶ τῷ νῷ, ὡς ὁ ἄνθρωπος, ὁ καὶ τῶν ἐπιγείων αἰσθανό‐ μενος, καὶ τὰ μετέωρα βλέπων, καὶ ἐπὶ τὴν ἄνω | |
45 | γαληνοτάτην καὶ ἀπαθεστάτην κατάστασιν σπεύδων, καὶ ὡς ἐν πανδοκίῳ τινὶ ἐν τῷ κόσμῳ ἡγούμενος καταλελυκέναι, καὶ παρασκευαζόμενος ἵν’ εὐφρονῇ ἐφ’ ἑκάστης πρὸς τὴν ἐκ τούτου ἔξοδον· διά τε τοῦτο ἁπλοῦς τὴν πίστιν καὶ τὴν γνώμην ὁ σοφὸς ὑπάρχει. | |
39.780(50) | Παντὶ γάρ τῳ δῆλον, ὡς πάσης τῆς διὰ λόγων καὶ ἐν λόγοις τέχνης ἡ ἀλήθεια κρείττων ἀεὶ, ἥτις συμ‐ πέφυκεν τῇ ἁπλότητι. Ταράττειν δὲ καὶ ταράττεσθαι δοκοῦσιν οἱ τεχνικοὶ λόγοι, οἳ πλεονάζουσιν αἱρετι‐ | |
κοῖς τοῖς τῆς θεολογικῆς θεωρίας, ὡς καὶ Ἕλληνες | 779 | |
39.781 | ἀλλοτρίοις. Θεὸν μὲν γὰρ, καὶ Κύριον, καὶ Υἱὸν καλοῦσιν αὐτὸν, οὐκ ἔτι δὲ ὡς μὲν Θεὸν καὶ Κύριον ἄκτιστον, ἄναρχον, αὐτεξούσιον, καὶ ἴσον τῷ Θεῷ Πατρί· ὡς δὲ μονογενῆ Υἱὸν ὁμοούσιον τῷ | |
5 | γεννήσαντι λέγουσιν· καὶ ταῦτα ἐκφαίνοντα καὶ προ‐ φαίνοντα τὸ ὁμότιμον καὶ ἰσοσθενὲς τῆς ἁγίας Τριά‐ δος εἰς τὸ περὶ τὸ βάπτισμα θεῖον αὐτοῦ δόγμα, καὶ ἐν ἄλλοις δὲ πολλοῖς, ὡς εἴρηται· ἀλλ’ Ἕλλησι τρό‐ πον τινὰ συμφερόμενοι, διαφορότητας καὶ ὑφέσεις | |
10 | οὐσιῶν καὶ δόξης, κατὰ νόας ἰδίους, τῶν θείων καὶ ὁμοουσίων τριῶν ὑποστάσεων ὑφιστᾶσιν καὶ διανοοῦν‐ ται περί τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ. | |
20 | Ἅπερ καὶ οἱ ἀλάστορες καὶ μυσαροὶ δαίμονες, οἱ δι’ οἰκείας γνώμης κακότητα ἀναδειχθέντες, ἄχρηστα καὶ μισόκαλα κτίσματα ἀκοῦσαι, μήτιγε καὶ εἰπεῖν, φρίττουσιν. Οἱ μὲν οὖν λόγοι, οἱ τὰς θεολογίας περιέχοντες, ἀποχρώντως ἀπειργάσθησαν, ἤδη οὐσῶν | |
25 | μὲν καὶ ἄλλων μυριολέκτων ἀποδείξεων, μὴ μνημο‐ νευθεισῶν δὲ, ὅπως μήτε ὀκνοῖεν διὰ τὸ πλῆθος οἱ ἐντυγχάνοντες, μήτε μακροπερίοδος καὶ πολυ‐ λογῶν φαίνηται ὁ γράφων. Εἰ γὰρ «ἁπλοῦς ὁ μῦ‐ θος τῆς ἀληθείας ἔφυ,» φασὶν οἱ τῶν Ἑλλήνων εὐ‐ | |
30 | δόκιμοι, καὶ Ἀλήθεια διὰ τοῦτο εἰκότως ἂν τὸ Θεῖον προσαγορεύοιτο μόνον· δῆλον, ὡς καὶ ὁ περὶ τοῦ Θεοῦ Λόγου λόγος ἁπλοῦς, καὶ πάσης διαστρόφου ποικι‐ λίας ἀπηλλαγμένος. Ἵνα δὲ εὐσύνοπτοι ὦσιν αἱ θεη‐ γορίαι, διὰ τὰ νυνὶ λεχθησόμενα προβλήματα αἱρετι‐ | |
35 | κῶν, φέρε, ὡς ἐν μερικῇ καὶ συντόμῳ ἀνακεφαλαιώ‐ σει συνείρωμεν τὸν λόγον αὐτῶν, εἰ καὶ ταυτοειπεῖν μέλλομεν, ἀλλ’ ὅμως διὰ τὸ χρειῶδες καὶ τὸ πᾶσι πανταχόθεν ἁλώσιμα, κατά γε τὸ ἐφικτὸν, γενέσθαι τὰ περὶ αὐτῶν. Καὶ γὰρ καὶ οἱ προθέμενοι | |
40 | οἰκοδομίαν ποιήσασθαι, συνοψίσαντες πρότερον τὰς ἁρμοζούσας ὕλας ἀποτίθενται, εἶτα ἐξ αὐτῶν πλη‐ σίον ἑκάστου τόπου ἐξεργάζεσθαι μέλλοντος παρα‐ τιθέασιν, ὡς ἂν ἔχοιεν ὑπ’ ὄμμασι καὶ ἐν προχείρῳ ἕκαστοι τῶν τῇ χειρουργίᾳ κεχρημένων, καὶ οὕτω | |
45 | τοῦ πράγματος ἄρχονται. Τῷ δὲ Θεῷ αὖθις τὸ πᾶν θαῤῥήσας, τῷ τὰ κύματα παύοντι, καὶ εὔδιον πλοῦν διδόντι, καὶ πάντα κατορθοῦντι, οὗ κατὰ χάριν (ἣν καὶ ἁμαρτωλοῖς καὶ στενοῖς τὸν λόγον, ἰδία δ’ ἐμοῦ | |
λέγω, χορηγεῖν εἴωθεν) εἰς ταύτην προελήλυθα τὴν | 781 | |
39.784 | ἐπιθυμίαν, πρόειμι ἐπὶ τὰ ἑξῆς πιστεύων, ὡς πρι‐ νὴ λαλήσω σὺν τοῖς παιδίοις, οἷς ἔδωκέν μοι, καὶ τοῖς παιδίοις τῶν παιδίων, δι’ ἃ καὶ ζῶντες πονοῦμεν, ἔτι δὲ καὶ πᾶσιν, οἷς οἶδεν, τὴν χάριν δέξομαι. Αὐτοῦ | |
5 | γὰρ χρυσοῦν θέσπισμά ἐστιν·» Πάντα, ὅσα ἂν αἰτή‐ σητε ἐπὶ τῷ ἐμῷ ὀνόματι, λήψεσθε·» καὶ, «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» καὶ, «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ οὗ καὶ παρ’ οὗ συναισθή‐ | |
10 | σεως ἀξιωθέντες καὶ οἱ ἔξω φασίν· | |
16 | Θεὸς ὁ τὰ πάντα τεύχων καὶ χάριν ἀοιδῷ φυτεύει. Οὐκ αὐτάρκης γὰρ ὄντως ἡ ἀνθρώπου σύνεσις εἰπεῖν τι περὶ τοῦ Θεοῦ, μὴ θείαν προσλαβοῦσα βοήθειάν τε καὶ δύναμιν· ὥς που καὶ Διαγόρας ὁ Μήλιος ἔφησεν· | |
20 | «Θεὸς, πρὸ παντὸς ἔργου βροτείου, νωμᾷ φρένα | 783 |
39.785 | ὑπερτάτην· αὐτοδαὴς δὲ ἀρετᾷ βραχὺν οἶμον ἕρπειν.» Ἄρξομαι δὲ ἀφ’ ὧν εἰκὸς ἄρξασθαι. | |
5 | ΚΕΦ. Βʹ. Αʹ. Εἰ τοίνυν ἀψευδεῖ ἡ Γραφὴ (πάντως δὲ ἀψευ‐ δεῖ), Θεὸν ἀληθινὸν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν λέ‐ γουσα εἶναι τὸν Θεὸν Λόγον, ὡς πολλαχοῦ ἔχει, καὶ ὡς ὁ Πατὴρ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα‐ | |
10 | πητός·» καὶ ὡς Ἰωάννης γράφει· «Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·» καὶ ὡς Ἱε‐ ρεμίας προφητεύει· «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύ‐ | |
15 | ριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» δῆλον δήπουθεν, ὡς φύσει καὶ κυρίως Θεὸς ἄκτιστος ὢν, καὶ ἄναρχος, καὶ ἀπαράλλακτος κατὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός. Οὔτε γὰρ αἰτία φύσει Θεοῦ ἀληθινοῦ εὑρίσκεται, οὐ‐ | |
20 | δὲ Θεὸς ἀληθινὸς ποιητὸς λέγεται, οὔτε Υἱὸς ἀληθινὸς ἑτεροούσιος νοεῖται. Καὶ τὸ ἔχειν δὲ, «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ, «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός·» ζητεῖν ἄλλον γνήσιον Υἱὸν, ἢ κυρίως Θεὸν, ἀπο‐ κλείει· καὶ ἄλλως· Εἰ ἀληθινὸς Θεὸς καὶ Υἱός ἐστιν, | |
25 | κατὰ μὲν τὴν ἄνω γέννησιν, Πατέρα ἔχει, Θεὸν δὲ | |
οὐκ ἔχει· κατὰ δὲ τὴν κάτω, Θεὸν μὲν ἔχει, πατέρα | 785 | |
39.788 | δὲ οὔ. Ἀτριβῆ οὖν καὶ τοῖς ἅπασι· κτίσμασιν παν‐ τοίως ἀνεπίβατον μὴ στέλλεσθαι πορείαν, ἄνθρωπον ὅλως ὄντα, καὶ οἱ ἔξω διηγόρευσαν τοιῶσδε· | |
6 | Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή. Καὶ πάλιν· Ἀθάνατος δὲ Θεὸς, παναγήραος, ἀστυφέλικτος, Ἄῤῥητος κρυφίοις ὑπὸ δήνεσιν, αὐτογένεθλος, | |
10 | Τίκτων αὐτὸς ἑαυτὸν, ἀεὶ νέος, οὐ ποιητός. Αὐτὸς ἀληθείης γενέτης, σοφὸς αὐτὸς ἀληθής. Καὶ ὁ Πίνδαρος δὲ, πιστὸν καὶ ἀληθινὸν λέγων τὸν Θεὸν, ἔφησεν οὕτως· Καὶ μὰν Θεοῦ γένος πιστὸν ἀεί. | |
15 | Αὐτὸς γὰρ ὑπάρχων ὁ τῆς ἀληθείας γενέτης, οὐκ ἂν ὑπὸ ἀνθρωπίνης διανοίας ληφθείη, εἰ μὴ τῆς ἀλη‐ θείας τῆς αὐτοῦ πληρωθεῖσα, φῶς ἐκ ταύτης ἑαυτῇ πρὸς τὰς ζητήσεις ἀνάψειεν. Βʹ. Εἰ Θεὸς εἷς ἐστιν, ὡς Μωϋσῆς λέγει· «Ἄκουε, | |
20 | Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν·» καὶ ὁ Υἱὸς δὲ ἀνυμνεῖται μονογενὴς Θεὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστός· ἐκ παντὸς ὁμοούσιος καὶ ἰσότιμος τῷ Θεῷ καὶ Πατρὶ, τῇ μὲν ὑποστάσει ἄλλος καὶ ἄλ‐ λος, τῇ δὲ θεότητι καὶ συμφωνίᾳ εἷς. Ἐν τούτῳ γάρ | |
25 | ἐστιν τὸ, «εἷς Θεός.» Εὑρίσκομεν ἀμέλει τοι καὶ Ἕλληνας αὖθις ὑπὸ ἀνάγκης ἀφανοῦς καὶ ἄκοντας περιτραπέντας εἰς τὴν ἀλήθειαν, καὶ ὁμοφώνῳ καὶ ὁμογνώμονι ἡμῖν διαθέσει ἐν τῷ μέρει τούτῳ κεχρη‐ μένους, ἀναφωνοῦντάς τε ἐγγράφως καὶ διαῤῥήδην | |
30 | ταῦτα· | |
32 | Εἷς Θεός ἐστιν· ἄναξ πανυπέρτατος αὐτὸς ἁπάντων, Καὶ γενέτης πάμπρωτος ἔφυ, καὶ ῥίζα, καὶ ἀρχή. Γʹ. Εἰ ἀεὶ ὄνομα, τῷ μὲν Θεῷ τὸ, «Πατὴρ,» τῷ δὲ | |
35 | Υἱῷ τὸ, «Υἱὸς,» καὶ «Μονογενὴς,» φυσικὸς καὶ ἀλη‐ θινός ἐστιν Υἱὸς, καὶ ἄναρχος, καὶ οὐ καθ’ ἡμᾶς Υἱός. | |
Ὁ γὰρ Μονογενὴς τῷ Πατρὶ οὐκ ἔχει φύσει ὁμοπά‐ | 787 | |
39.789 | τριον ἀδελφὸν, οὐδὲ λέγεται πατὴρ, μήπω γεγεν‐ νηκώς. Δʹ. Εἰ εὐλόγως εἴρηται Λόγος Θεοῦ ὁ Υἱὸς, συνυπάρχει τῷ γεννήσαντι, οἰκείως τῇ φύσει ἔχων | |
5 | αὐτῷ, καὶ ἀπαθῶς καὶ ἀνάρχως γεννηθείς. Οὐδὲ γὰρ ὁ Πατὴρ ἐκτὸς τοῦ ὑποστατοῦ Λόγου αὐτοῦ ἐπινοεῖ‐ σθαι δύναται· οὔτε μὴν Λόγος κτίζεται, ἀλλὰ γεννᾶ‐ ται ἀπαθῶς. Παραλλήλως, εἰ τοῦ Θεοῦ Λόγος καὶ σο‐ φία δικαίως ἐγγέγραπται ὁ Υἱὸς, καὶ δι’ αὐτοῦ γέ‐ | |
10 | γονε τὰ πάντα, οὐκ ἀπὸ Λόγου τοῦ Θεοῦ ἔκτισται, ἀλλ’ ἀπὸ γαστρὸς αὐτοῦ γεγέννηται. Εἷς γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν ποίῳ ἄλλῳ Λόγῳ εἶχεν κτισθῆναι; Ταῦτα γὰρ καὶ Ἑλλήνων λογάδες διαγορεύουσιν· Ἄῤῥητα γὰρ τίκτουσιν αἱ Θεοῦ γοναί. | |
15 | Παντὸς πάθους δὲ καὶ φύσεως ὑπέρτερος. Εʹ. Εἰ ἔστιν ὁ Υἱὸς, ὡς ἐδείχθη, αὐτὴ ἡ αἰώνιος ζωὴ καὶ φῶς τὸ ἀληθινὸν, τοῦ εἶναι καὶ ζῇν οὐκ ἤρξατο. Καὶ παραλλήλως, εἰ ἔστιν ταῦτα καὶ ὁ Πατὴρ, οὐδὲ κατὰ ἐνθύμησιν ἔν τινι παραλλάτ‐ | |
20 | τει. ϛʹ. Εἰ δύναμις καὶ σοφία ὁ Υἱὸς εἶναι τοῦ Θεοῦ εἴρηται, συνάναρχός ἐστι τῷ γεννήσαντι· οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τούτων ὑπῆρχεν ὁ Πατὴρ, οὐδὲ προσ‐ ῆκεν εἰπεῖν, ὅτι μὴ ἔχων, ὕστερον ὁτιοῦν προσέλα‐ | |
25 | βεν. Καὶ οἱ ἀπὸ τῆς ἔξωθεν δὲ σοφίας τι μαθόντες, οὐ δεύτερον εἶδος, οὐ δεύτερον χρόνον, εἰ θέμις οὕ‐ τω φάναι, ὑπάρξεως θεότητος θεωρήσαντες, ἔφησαν πρὸς τὴν αὐτῶν δύναμιν τάδε· Αὐτὸς πάντα φέρει Θεὸς ἄμβροτος· αὐτὸς ἑαυτοῦ | |
30 | Καὶ γενέτης, καὶ ῥίζα πέλει, καὶ τέρμα, καὶ υἱός. Ζʹ. Εἰ τῷ Πατρὶ ἴσως σώζει, ἅτε Σωτὴρ, ἔτι μὴν καὶ σοφίζει, ἀληθεύει, δικαιοῖ, ἁγιάζει· καὶ εἰ πάντα, ὅσα ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, οὐκ ἀνόμοιος αὐτῷ ἀναφαίνεται. | |
35 | Ηʹ. Εἰ τοῦ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀοράτου, καὶ ἀνάρχου, ὡς Παῦλος Ἑβραίοις γράφει, ἀπαύγασμά ἐστιν τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ εἰκὼν ὁ Μονογενὴς, καὶ εἰ αὐτὸς ἀληθεύει λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα·» καὶ, | |
40 | «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ὁμοούσιός ἐστιν, καὶ συνάναρχος, καὶ ἴσος, καὶ ἀπαράλλακτος τῷ Θεῷ Πατρί. Καὶ γὰρ ἐκ φωτὸς φῶς οὐχ ἑτεροουσίως οὐδὲ μετέπειτα γεννᾶται· καὶ χαρακτὴρ ὑποστάσεως τὸ ταυτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως, καὶ δόξης, | |
45 | καὶ παντοκρατορίας δηλοῖ· καὶ εἰκὼν λογικὴ τὸ ἴσον καὶ ὅμοιον σημαίνει· καὶ ὁ βλέπων κτίσμα οὐ βλέ‐ πει τὸν ἄκτιστον. Ἓν γὰρ εἶπεν εἶναι τῇ θεότητι τὰς ὑποστάσεις, καὶ ἐν ἑνάδι οὐσίας διέσταλκε δίχα τὰ | |
πρόσωπα. | 789 | |
39.792(3) | Θʹ. Εἰ ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, οὔθ’ ὕστε‐ ρον, οὔτε παθητῶς ἐγέννα, ἀλλ’ ὡς φῶς τὴν αὐγὴν | |
5 | ἀπαθῶς καὶ ἀδιαστάτως· ἀσώματος γάρ. Καὶ οἱ ἔξω σοφοὶ πρὸς τὴν ἰδίαν ἀσθένειαν ἐπίστευσαν οὑ‐ τωσί· Οὐ γὰρ ἀπ’ ὠδῖνος Θεὸς ἄμβροτος, οὐδ’ ἀπὸ κόλπων Νηδύος ἐκ λοχίης φάος ἔδρακεν· ἀλλὰ νόοιο | |
10 | Ἀῤῥήτῳ στροφαλῆτι κυκλούμενος, αὐτολόχευτος Γίνεται, ἐξ ἕθεν αὐτὸς ἐὼν γενέτης τε καὶ υἱός. Ιʹ. Εἰ πᾶν κτίσμα τρεπτὸν, ἄτρεπτος δὲ ὁ Μονογενής· οὐκ ἄρα κτίσμα. ΙΑʹ. Εἰ ἡ κτίσις οὐ γινώσκει τὸν Πατέρα, εἰ μὴ ἃ | |
15 | ἀποκαλύψῃ ὁ Υἱὸς, ὁ δὲ Υἱὸς γινώσκει, οὐδενὸς ἀπο‐ καλύπτοντος αὐτῷ· οὐκ ἔστιν κτιστὸς, ἀλλὰ γεν‐ νητός. ΙΒʹ. Εἰ τῷ Πατρὶ ἴσον αὐτὸν ἴσασιν αἱ Γραφαί· Παῦλος γὰρ γράφει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι | |
20 | ἴσα Θεῷ·» καὶ· «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ ὁ εὐαγγελιστὴς λέγει, ὅτι «Ἴσον ἑαυτὸν ὁ Υἱὸς ἐποίει τῷ Θεῷ·» καὶ εἰ Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, λέγει αὐτὸν Ἱερεμίας· καὶ Ἡσαΐας Θεὸν, ἰσχυρὸν, ἐξουσιαστήν· πῶς ὑστερεῖ | |
25 | κατὰ αἱρετικοὺς, καὶ οὐκ ἔστιν ἴσος κατὰ πάντα τῷ Πατρί; ΙΓʹ. Εἰ Παῦλος τοῦ πρεσβυτέρου νόμου τὸ σωτή‐ ριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύμα‐ τος, προφερέστερον ἡγεῖται, διὰ τὸ ἔχειν τὸ τέλειον, | |
30 | ὡς ἐν τῷ λʹ ἐδείχθη λόγῳ· πρέπει πάντη τε καὶ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ μηδὲν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μειονεκτεῖν. ΙΔʹ. Εἰ ἐκφεύγειν τὸ ἔγκλημα τῆς κτισματολα‐ τρείας τοὺς πιστεύοντας τῷ Υἱῷ παρεγγυᾷ Παῦλος, | |
35 | ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς | 791 |
39.793 | τοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας· οὐ κτίσμα ὁ Θεὸς Λόγος. ΙΕʹ. Εἰ Ἰουδαῖοι, ἀπιστήσαντες τῷ Χριστῷ, ἴσον ἑαυτὸν ποιοῦντι τῷ Θεῷ, καὶ διὰ τοῦτο σταυρώ‐ | |
5 | σαντες αὐτὸν κατεκρίθησαν, Χριστιανοὶ δὲ πιστεύ‐ σαντες ἀνωτέρω ἐκείνων γεγόνασιν· οὐ μικρότερος ἔν τινι τοῦ ἰδίου Πατρὸς ὁ Υἱός. Ιϛʹ. Εἰ τοῦ μόνου Θεοῦ ἐξαίρετον τὸ ὑμνεῖσθαι «μέγας Θεὸς,» ἀναφθέγγεται δ’ ὁ Παῦλος, | |
10 | «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ,» καὶ ὁ Δαυΐδ, «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύ‐ ριε;» οὐκ ἐξοχώτερος τοῦ Υἱοῦ, οὐδὲ ἀπαράβλητος πρὸς αὐτόν. ΙΖʹ. Εἰ ὁ αὐτὸς Παῦλος οὐ συναριθμεῖ αὐτὸν τοῖς | |
15 | κτιστοῖς θεοῖς, συντάττει δὲ μετὰ τοῦ Πατρὸς, Κο‐ ρινθίοις γράφων, «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα·» | |
20 | οὐκ ἐν ποιήμασι συντετάξεται, μετὰ δὲ Πατρὸς συν‐ δοξασθήσεται. ΙΗʹ. Εἰ δημιουργὸς πάντων, καὶ αὐτῶν τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἐγράφη, πρὸ πάσης ἐνερ‐ γείας ἐστίν· ὁ δὲ πρὸ πάσης ἐνεργείας οὐκ ἐδη‐ | |
25 | μιουργήθη. Οὐδὲν γὰρ προαιώνιον, ἢ πρὸ ἐνεργείας νοεῖται κτιστὸν, ἀλλ’ ἡ ἐν ἑνάδι ἀγένητος Τριὰς μόνη. Καὶ ἄλλως· Εἰ πάντων γενεσιουργός ἐστι τῶν ὄντων, οὐκ ἔστιν ὡς ταῦτα κτιστός. Κατ’ οὐδὲν γὰρ τοῖς κτίσμασιν ὁ κτίστης παραπλήσιος εἶναι δύνα‐ | |
30 | ται, ἢ ὀφείλει. Ἀλλ’ οὐδὲ κτίσμα δημιουργοῦν οὐ‐ σιοῖ, ἢ λογικὸν ἀποτελεῖ. ΙΘʹ. Εἰ ἦν ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεὸν, ἀρχὴν ἄλλην αὐτὸς οὐκ ἔχει, ἀρχαιότερος ὢν πάσης ἀρχῆς. Ἐπεὶ ἀνάγκη πᾶσα δοῦναι ἀρχὴν καὶ τῷ Πατρί. | |
35 | «Ἦν» γὰρ, φησὶν, «ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεόν.» Οὐκ ἔστιν δὲ ἀρχὴ τῆς μιᾶς θεότητος τῆς οὔσης ἐν τῇ ἀρχῇ. Κʹ. Εἰ νοῦ παντὸς ἀνῴκισται, πῶς Παρθένος ῥεύ‐ σεως ἐκτὸς ἔτεκεν, μείνασα πάλιν παρθένος· πολλῷ | |
40 | μᾶλλον ἀνεφικτότερον, πῶς αὐτογενὴς Θεὸς καὶ Πα‐ τὴρ, ἀνάρχως, καὶ δίχα πάθους ἐξ ὅλου ἑαυτοῦ ὅλον ἰσομέτρως τέτοκε τὸν Υἱόν. ΚΑʹ. Εἰ ἡμᾶς πλάσας, αὐτεξουσίους ἐποίησεν, κρίσιν ὁρίσας ἐπὶ καλῇ καὶ κακῇ πρά‐ | |
45 | ξει· πῶς αὐτὸς οὐκ ἔχει τοῦτο, ὃ ἔδωκεν ἡμῖν ὁ κατὰ τὴν προφητείαν ὢν Θεὸς, ἰσχυρὸς, ἐξουσια‐ στής· | |
ΚΒʹ. Εἰ πιστός ἐστι Πέτρος ἐν ταῖς Πράξεσι | 793 | |
39.796 | βοῶν· «Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν·» ἀληθινὸν ὄνομα ἔχει τὸ, «ὁ Θεὸς,» καὶ, «Υἱὸς μονογενὴς τοῦ Θεοῦ·» | |
5 | ψευδώνυμον γὰρ οὐδὲν ὀνίνησιν. ΚΓʹ. Εἰ ἀληθεύει ὁ ἀψευδὴς Θεὸς, ὁ καὶ τοὺς ψευ‐ δομένους ἀπολλύων, ὡς ὁ Ἱεροψάλτης λέγει, παρὰ τῷ Θεολόγῳ εἰπών· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» καὶ, «Τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά·» | |
10 | Θεός ἐστιν ἄναρχος Κύριος, οὗ ἡ βασιλεία ἀτελεύ‐ τητος, καὶ πάντα, ὅσα ἐστὶν ὁ Πατὴρ, οὐδὲν λαβὼν παρ’ αὐτοῦ κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὕστερον τοῦ δούλου μορφήν. Οἷα δὲ περί τε τῆς ἄνω ἀεὶ κρατούσης ἀληθείας, περί τε τῆς κάτω οὐκ ἀλη‐ | |
15 | θείας ἐφθέγξαντο καὶ Ἕλληνες, ἐπαΐωμεν· Ἀψευδὴς μεγάλοιο Θεοῦ νόος· ἐν δὲ βροτοῖσι Ψευδομένοις χαλεπὰ ὤπασε δυσμοραπαθ. ΚΔʹ. Εἰ κληρονόμος πάντων καθέστηκεν, οὐ δοῦ‐ λος, ἀλλὰ γνήσιος Υἱός. Εἰ δὲ μὴ δοῦλος, ἀλλ’ Υἱὸς, | |
20 | Θεός ἐστιν ἄναρχος. Υἱὸς γὰρ γεννᾶται, οὐ κτίζε‐ ται· καὶ περὶ τῶν κτιστῶν καὶ ὑπὸ χρόνον γέγρα‐ πται· «Τὰ σύμπαντα δοῦλα σά.» ΚΕʹ. Εἰ ὡς μέγα (καὶ γάρ ἐστιν ἀληθῶς μέγα καὶ μόνου Θεοῦ) περὶ Πατρὸς εἶπεν Παῦλος· «Ὁ ἐπὶ | |
25 | πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» τὰ δὲ ἴσα αὐτὸς περὶ τοῦ Υἱοῦ γέγραφεν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογη‐ τὸς εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ ὁ εὐαγγελιστής φησιν· «Ὁ ἐρχόμενος ἄνωθεν, ἐπάνω πάντων ἐστίν·» | |
30 | οὐκ ἀφέστηκεν ἔν τινι, οὐδ’ ἀποδεῖ τοῦ Πατρός. Ὅπως δὲ εὐλαβῶς ἔχουσι περὶ τούτων οἱ Ἑλλήνων θεολόγοι, οἱ πολλὰ μὲν ἀκούσαντες, οὐκ ὀλίγα ἀνα‐ γνόντες, ἑωρακότες δὲ καὶ πλεῖστα, ἐπισκοπεῖν ἄξιον. Φάσκουσι γάρ· | |
35 | Πάντα Θεοῦ πλήρη, πάντων πέρας ἐστὶ καὶ ἀρχὴ, Πάντα φέρων, λύων τε καὶ ἐξ αὐτῶν πάλιν αὔξων. Κϛʹ. Εἰ τοῦ Υἱοῦ ἡ κτίσις ἰδία γέγραπται (φησὶν | |
γάρ· «Εἰς τὰ ἴδια ἦλθεν·» καὶ πάλιν· «Τὰ ἐμὰ | 795 | |
39.797 | πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει·» καὶ πρὸς τὸν Πέτρον· «Σοὶ δώσω τὰς κλεῖς τῶν οὐρανῶν»), κτι‐ στῷ δὲ οὐχ ὑπάρχει τὸ ἴδια εἶναι πάσῃ τῇ θείᾳ κτί‐ σει, ἢ ἐξουσίαν διδόναι οὐρανῶν ἀνοίξεως, ἤγουν | |
5 | λέγειν τοῦτο ἀκινδύνως· συνδεσποτεύει τῷ παντο‐ κράτορι αὐτοῦ Πατρί. ΚΖʹ. Εἰ ὁ ἀθάνατος οὐ κρείσσων τοῦ Θεοῦ Λόγου, καὶ εἰ οὔτε Θεὸς, οὔτε ἄψυχος σὰρξ δεῖταί πω τρο‐ φῆς, ἢ ὕπνου· οὐκ ἄρα διὰ ψυχῆς ἡ ἄῤῥητος ἐναν‐ | |
10 | θρώπησις, οὔτε μὴν ἐπιγραπτέον τῇ θεότητι ἀγω‐ νίαν, καὶ τροφῆς ἔφεσιν, καὶ ὕπνον, καὶ τὰ τοι‐ αῦτα. ΚΗʹ. Εἰ, καθὰ γέγραπται, ἐκ δεξιῶν συνεδρεύει τῷ Πατρὶ, ὡς ἀληθινὸς καὶ ἰσότιμος Θεὸς, καὶ Υἱὸς | |
15 | αὐτοῦ μονογενής· ὁμόθρονός ἐστιν, ἀμέριστον καὶ ἀπέραντον τὴν βασιλείαν κεκτημένος, καὶ τῷ Πατρὶ ἐξ ἴσου συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, αὐτός τε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πῶς γὰρ ἂν ἠδύνατο, Τριάδος ἐν ἑνὶ θρόνῳ παρούσης, εἷς προσ‐ | |
20 | κυνεῖσθαι κατέναντι τοῦ ἑνὸς αἰωνίου θρόνου, ἐπ’ ἀνα‐ τολὰς τῆς προσκυνήσεως γινομένης, καὶ τῆς δόξης ἀναπεμπομένης; Ὅτι γὰρ ἔνθα ὁ Πατὴρ, ἐκεῖ καὶ τὸ Πνεῦμα αὐτοῦ ἐστιν, σύνθακον αὐτῷ εὑρι‐ σκόμενον καὶ συμπροσκυνούμενον, ὡς τῆς ἁπάντων | |
25 | βασιλίδος φύσεως ὑπάρχον, ἐκ πολλῶν ἀνεκηρύχθη, καὶ ἐκ τῆς λεγούσης Γραφῆς· «Ἐν τούτῳ γὰρ γι‐ νώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύ‐ ματος αὐτοῦ, οὗ ὁ Υἱὸς ἔδωκεν ἡμῖν.» Οὐ νοεῖται γὰρ τὸ ἡμέτερον πνεῦμα· τοῦτο γὰρ ἔχοντες ἤδη, ἐλά‐ | |
30 | βομεν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. ΚΘʹ. Εἰ θέλημα τοῦ Πατρὸς, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἐν ἴσῃ δόξῃ καὶ μιᾷ ἰδιότητι ὑπάρχει τοῦ Πατρός· καὶ οὐχ ὁσίως ποιοῦσιν, ἢ τὴν δόξαν ἐναμείβοντες, ἢ ὑποτο‐ | |
35 | πάζοντες κατά τι παραλλάττειν αὐτόν. Λʹ. Εἰ προσκυνεῖται παρ’ ἀγγέλων, πῶς οὐκ ἄξιος | |
καὶ παρ’ ἀνθρώπων· Εἰ δὲ προσκυνεῖται, οὐ κτίσμα. | 797 | |
39.800 | Τεθέσπισται γὰρ μὴ προσκυνεῖν θεοῖς, ἐπειδὴ κτί‐ σματα. ΛΑʹ. Εἰ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Πατρὶ ἐξ ἴσου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μένει | |
5 | παρ’ αὐτῷ, ὡς ἐδείχθη· ἴση καὶ ὅμοιος ὑπάρχει ἡ Τριάς· καὶ οὐδεὶς ἔχειν, ἢ προσκυνεῖν, ἢ δοξάζειν δύναται τὸν Πατέρα, μὴ ἴσως ἔχων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα αὐτοῦ, καὶ ἴσως προσκυνῶν καὶ δοξάζων. ΛΒʹ. Εἰ νομοθετεῖ, ἁμαρτιῶν τε καὶ θανάτου ἐλευ‐ | |
10 | θεροῖ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα («Ὁ γὰρ νόμος, φησὶν, τοῦ Πνεύματος τῆς ζῳῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρ‐ τίας καὶ τοῦ θανάτου,» κράζει ὁ Παῦλος)· τῆς πρώτης καὶ μιᾶς εἰσιν παντοκρατορικῆς καὶ ζωο‐ | |
15 | ποιοῦ φύσεως αἱ ὑποστάσεις αὗται. Κτίσμα γὰρ οὐ δύναται ἀφ’ ἑαυτοῦ ταῦτα ποιεῖν. ΛΓʹ. Εἰ ὀρθῶς γέγραπται, ὁ μὲν Υἱὸς Σωτὴρ, τὸ δὲ ἅγιον Πνεῦμα σωτηρίαν ἐπιχορηγεῖν· ἄτρεπτός ἐστιν καὶ ἄκτιστος, ὡς ἄτρεπτος ὅ τε Υἱὸς τό τε | |
20 | Πνεῦμα. Τὸ γὰρ τρεπτὸν σώζειν οὐ δύναται ἀποσφα‐ λέντα, ὡς κτιστὸν καὶ οὐκ ἀναμάρτητον. ΛΔʹ. Εἰ ἡμεῖς οἱ κτιστοὶ υἱοθετούμεθα παρὰ τοῦ Υἱοῦ, καθὰ μυσταγωγοῦντες ἡμᾶς λέγουσιν (Παῦ‐ λος μέν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ | |
25 | Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ·» Ἰωάννης δέ· «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι»)· οὐκ ἀπολείπονταί πω τῆς ἀληθοῦς θεό‐ τητος αἱ ὑποστάσεις αὗται· Πῶς γὰρ ὁ Υἱὸς ἐν ἑαυτῷ, | |
30 | ἢ δι’ ἑαυτοῦ, ἢ ἐν τῷ ἰδίῳ Πνεύματι υἱοποιηθή‐ σεται; ΛΕʹ. Εἰ τὸ ἅγιον Πνεῦμα λέγει Παῦλος εἶναι «τοῦ Θεοῦ Πνεῦμα,» ὡς ἔστιν ἡμῖν τὸ ἡμῶν, καὶ εἰ ὁ Θεὸς ὁμοίως «Πνεῦμα αὐτοῦ» προσαγορεύει αὐτό· δυσσεβεῖ | |
35 | ὁ μὴ λέγων αὐτὸ Θεὸν συνάναρχον καὶ ὁμοούσιον τῷ Πατρί. Οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τοῦ Πνεύματος αὐτοῦ ἦν, οὐδὲ προσῆκεν νοεῖν, ὡς ὕστερον, ἢ ἔξωθεν αὐτῷ προσγέγονεν, ἢ ὅτι τοῦ ἀκτίστου Πνεῦμα τὸ κτισθὲν πνεῦμα τυγχάνει· ἀλλὰ καὶ συνεπιβέβηκεν αὐτῷ | |
40 | ἐπὶ τὸν χερουβικὸν θρόνον, καὶ συμπροσκυνεῖται καὶ συνδοξάζεται, ὡς προείρηται, ἅτε Πνεῦμα ἀχώριστον αὐτοῦ. Λϛʹ. Εἰ ἡ κτίσις δεκτικὴ ἁγιότητος, σο‐ φίας, ἀγαθότητος, καὶ πάσης τελείας ἀρετῆς τυγχά‐ | |
45 | νει (τρεπτὴ γὰρ), τὸ δ’ ἅγιον Πνεῦμα οὐ δεκτικὸν, | |
ἀλλὰ παρεκτικὸν (ἄτρεπτον γάρ)· ἄρα Δημιουργὸς, | 799 | |
39.801 | καὶ οὐ δημιούργημα αὐτὸ τυγχάνον καθ’ ὕπαρξιν, κατὰ τὰ προειρημένα. ΛΖʹ. Εἰ ἡ κτίσις ἀναλαμβανομένην καὶ ἀποβαλ‐ λομένην γνῶσιν ἔχει, τὸ δὲ Πνεῦμα οὐδ’ ἔξωθεν | |
5 | ἔσχεν, οὐδ’ ἀποῤῥιπτεῖν πέφυκε τὴν γνῶσιν, ἀλλὰ καὶ ἀποκαλύπτειν τὰ τοῦ Θεοῦ σοφίας καὶ γνώσεως, καὶ τοῦ Πατρὸς κατ’ οὐσίαν ὑπάρχον· οὐκ ἄρα κτί‐ σμα τὸ Πνεῦμα. Ἐπαΐωμεν δὲ καὶ τῶν περὶ τούτου Ἑλληνικῶν σοφισμάτων, ἐχόντων ὧδε· | |
10 | ................ ΛΗʹ. Εἰ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ Κύριος αὐτοῦ, τὸ δὲ Πνεῦμα οἶδεν τὰ τοῦ Θεοῦ, κατὰ τὸν Ἀπόστολον· οὐ διώρισται αὐτοῦ φύσει καὶ τῇ συμ‐ φωνίᾳ, ὁμολογουμένως δὲ Θεός ἐστιν καὶ Δεσπότης, | |
15 | ἴσην γνῶσιν ἔχων τῷ Θεῷ, ὅπερ ἀμήχανον καὶ ἀδύ‐ νατον εἶναι ἐπὶ παντὸς κτιστοῦ. ΛΘʹ. Εἰ ἓν καὶ μόνον εἶναι τοῦτο, ὡς καὶ τὸν Υἱὸν μονογενῆ, ἴσασιν αἱ Γραφαί· οὐκ ἔστι κτιστὸν, ὡς τὸ πλῆθος τῶν πνευμάτων, ἀλλὰ τῆς μονάδος θείας | |
20 | οὐσίας. Διὸ μόνον αὐτὸ ἰδίως καὶ κυρίως ἔστι τε καὶ κέκληται ἅγιον Πνεῦμα, καὶ Πνεῦμα τοῦ Πατρὸς, καὶ Πνεῦμα τοῦ Θεοῦ, καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, καὶ Πνεῦμα ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ ἐκ τοῦ εἶναι αὐτὸ ἐν πᾶσιν, ὡς τὸν Θεὸν, γινώσκο‐ | |
25 | μεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Μʹ. Εἰ ἐν ἴσῳ ἐμαρτυρήθη εἶναι ἡ Τριὰς ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγία· ἐν μιᾷ θεότητί ἐστιν, μηδὲν ἔχουσα πολυσχιδές. Μία γὰρ ἡ ἄτρε‐ πτος θεία ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγιωσύνη | |
30 | ἐστίν. Ἡ γὰρ κτίσις, καὶ μεθεκτῶς ταῦτα ἔχει, καὶ τρέπεται κατ’ οἰκείαν προαίρεσιν ἐπ’ αὐτοῖς, νῦν μὲν ἀληθεύουσα, ἄλλοτε δὲ ψευδομένη, καὶ νῦν μὲν ἀγαθυνομένη, ἄλλοτε δὲ κακυνομένη. Φαίνονται καὶ περὶ τούτου οἱ λογάδες τῶν ἔξω εἰρηκότες τάδε· | |
35 | Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, Οἷον ἐπ........... ΜΑʹ. Εἰ, καθὰ γέγραπται, ἀνακαινίζει ἡμᾶς ἐν τῷ βαπτίσματι, καὶ ἐλευθεροῖ ἀπὸ ἁμαρτίας καὶ θα‐ νάτου τὸ ἅγιον Πνεῦμα, καὶ ναὸς αὐτοῦ ἐσμεν ὁμοίως | |
40 | τοῦ Θεοῦ Πατρός· ὡς Δημιουργὸς καὶ συνεργὸς τῷ Δημιουργῷ ἀνακτίζει, καὶ ὡς Δεσπότης ἐλευθεροῖ, καὶ ὡς Θεὸς ἐνοικεῖ. Ὁ δὲ ταῦτα ὢν, ποίημα πα‐ ραπλησίως τοῖς ποιήμασιν εἶναι οὐ δύναται· οὐδὲ λέγειν, ἢ σιωπῶντα ἀνέχεσθαι ἀκούειν τοῦτο θέμις. | |
45 | ΜΒʹ. Εἰ ἅμα τῷ Θεῷ Πατρὶ καὶ τῷ Υἱῷ αὐτοῦ τὸ ἅγιον Πνεῦμα διὰ τοῦ βαπτίσματος ἀναστοιχειοῖ ἡμᾶς εἰς εἰκόνα τὴν πρώτην, καὶ διὰ τῆς μετουσίας | |
αἴτιον ἡμῖν υἱοθεσίας καὶ τοῦ γίνεσθαι θεούς ἐστιν, | 801 | |
39.804 | καὶ οὐδὲν τῶν κτιστῶν τῷ τρόπῳ τούτῳ ἔχει τὸ υἱοποιεῖν ἢ θεοποιεῖν· πῶς αὐτὸς οὐκ ἔστιν ἀληθι‐ νὸς Θεός; ΜΓʹ. Εἰ μηδὲν τῶν κτισμάτων εἰς δημιουργίαν, | |
5 | ἢ εἰς δοξολογίαν, ἢ εἰς τὸ βάπτισμα συνεμνημονεύθη τῷ Θεῷ Πατρὶ, τὸ δὲ Πνεῦμα μνημονεύεται· ἄρα ὡς ἰσότιμος καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ τῷ Μονο‐ γενεῖ, Θεός ἐστιν. ΜΔʹ. Εἰ τοὺς προφήτας καὶ ἀποστόλους | |
10 | ἐξουσιαστικῶς ἀπεσταλκέναι, καθ’ ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, μεμαρτύρηται· ὡς Θεὸς σύμ‐ φωνος κατὰ πάντα τῷ Πατρὶ, καὶ ὡς προγνώστης καὶ τῆς κτίσεως Δεσπότης ταῦτα πεποίηκεν. ΜΕʹ. Εἰ, ἅπερ νῦν εἴρηται περὶ τοῦ Πατρὸς ἢ | |
15 | τοῦ Υἱοῦ, ἄλλοτε περὶ τοῦ ἁγίου Πνεύματος ἀναγέ‐ γραπται, ἀμήχανον, ἀδύνατον, μὴ εἶναι ἀπαραλλά‐ κτως τῆς μιᾶς αὐτοτελοῦς θεότητος, καὶ θελήσεως, καὶ δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὰ γὰρ τῷ αὐτῷ ἴσα, φασὶ, καὶ ἀλλήλοις ἐστὶν ἴσα. | |
20 | Μϛʹ. Εἰ μηδὲν τῶν οὐρανίων δυνάμεων οὐράνια χαρίσματα δύναται παρέχειν, τὸ δὲ τοῦ Θεοῦ Πνεῦμα κατ’ ἐξουσίαν δωρεῖται, ἃ δοῦναι μόνης τῆς θείας φύσεώς ἐστιν· ἄρα παναρκὴς Θεὸς, καὶ ἐξουσιαστής ἐστι, καὶ τῶν ἐν οὐρανοῖς, καὶ ὁμοούσιος τῷ Πατρὶ | |
25 | καὶ τῷ Υἱῷ τυγχάνει. ΜΖʹ. Εἰ μηδὲν τῶν ἀοράτων ἢ ὁρατῶν ἱερῷ γράμ‐ ματι προσηγόρευται θεῖον καὶ ἀλήθεια, εἰ μὴ ὁ Πα‐ τὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ ὁ Μονογενής· ἀναμφήριστον, ὡς τῆς ἑνάδος θείας καὶ ὑπερουσίου | |
30 | ἐστὶν οὐσίας. ΜΗʹ. Εἰ τῶν παμμεγεθεστάτων καὶ φωτοειδεστέ‐ ρων πάντων ἐν ποιήμασιν οὐρανῶν αἱ δυνάμεις ἐν τῷ Πνεύματι τοῦ Θεοῦ εἰσιν, οὐκ ἐγχωρεῖ αὐτὸ ποίημα καθεστάναι, ἀλλὰ συνεργὸν καὶ ἰσουργὸν τῷ | |
35 | Δημιουργῷ. ΜΘʹ. Εἰ τὴν οἰκουμένην πληροῖ, καὶ πάντα ἐμπε‐ ριέχει, κατὰ τὴν λέγουσαν τοῦτο Σοφίαν· τῆς ἀνω‐ τάτω σεπτῆς, καὶ ἀπερινοήτου, ἀπροσίτου τε καὶ ἀνεπάφου, καὶ ἀμόρφου μιᾶς οὐσίας ἐστὶν | |
40 | Δημιουργόν· καὶ τόπῳ οὐ περιγράφεται, αὐτὸ δὲ περιείληφεν τόδε τὸ πᾶν. Νʹ. Εἰ Γραφὴ οὐ διορίζει τῇ φύσει τὴν Τριάδα, οὐδ’ ὁρίζεται ἐπ’ αὐτῆς πρώτην, καὶ δευτέραν, καὶ τρίτην φύσιν· ποῖος αὐτοῖς ὕπεστι λόγος πρὸς τοὺς | |
45 | πιστεύοντας, ἡνῶσθαι μὲν αὐτὴν οὐσιωδῶς, διακε‐ κρίσθαι δὲ ἐν ἰδιότησιν ὑποστάσεων; ΝΑʹ. Εἰ τὸ πρῶτον κτίσμα ὁ διάβολος ἐδείχθη ἐν τῷ Ἰὼβ, οὐ κτίσμα, ἀλλὰ τῆς Μονάδος οὐσίας τὸ Πνεῦμα. Οὐ γὰρ φαῖεν ἂν τὸν διάβολον προδεδημιουρ‐ | |
39.804(50) | γῆσθαι, καὶ αὐτὸν μέν ποτε τὴν ὑπερέχουσαν τάξιν εἰληχέναι, τὸ δὲ θεῖον Πνεῦμα τὴν ὑφειμένην. ΝΒʹ. Εἰ, καθάπερ εἰς δόξαν καὶ προσκύνησιν τοῦ | |
Θεοῦ τὸ Πάσχα ἐξ ἀρχῆς καὶ παρ’ Ἰουδαίων ἐπετε‐ | 803 | |
39.805 | λέσθη, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος ἡ Πεντηκοστή· πῶς οὐ συνάναρχος αὐτῷ ὑπάρχει ἀείμνητος Θεός; ΝΓʹ. Εἰ, ὡς τοῦ σημάντρου τοῦ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος | |
5 | σημαινομένου ἡμῖν μνημονεύει τὰ λόγια· οὐκ ἔστιν ἐν τοῖς ποιήμασιν, ἀλλὰ καὶ ἐν ἴση τιμῇ καὶ εὐχα‐ ριστίᾳ. Οὐ γὰρ ποιήματος ἅμα καὶ τοῦ Θεοῦ σφρα‐ γῖδα ἀναλαμβάνομεν, οὐδὲ συμπαραλαμβάνει ὁ Θεὸς κτίσματος σφραγῖδα, τῇ ἑαυτοῦ ὡς μόνος σώζειν οὐχ | |
10 | ἱκανός. ΝΔʹ. Εἰ πᾶσα βλασφημία ἀφίεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ ἀσυγχώρητος· ἄρα οὐκ ἐλάττων τυγχάνει Θεός. Βλασφημία δέ ἐστιν τὸ μὴ λέγειν αὐτὸ Θεόν. Ἀνάγεται γὰρ ἡ βλασφημία καὶ | |
15 | εἰς τὸν Παντοκράτορα, οὗ πνοὴ τυγχάνει. ΝΕʹ. Εἰ ἀπαράβατον αἱρετικοὶ φυλάτ‐ τουσιν τό τε πρόσταγμα τοῦ Πατρὸς λέγοντος, «Οὗ‐ τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε,» τήν τε περὶ τὸ βάπτισμα τοῦ Υἱοῦ παράδοσιν· διὰ | |
20 | τί μὴ ἀχώριστον τῇ φύσει, καὶ ἰσότιμον, καὶ ἰσοδύ‐ ναμον ὁμολογοῦσι τὴν Τριάδα, καὶ ἰσοτίμως δοξάζου‐ σιν; Ἓν γὰρ ὄνομα, τοῦτ’ ἔστιν τὸ τῆς μιᾶς θεότη‐ τος, τρεῖς δὲ ὑποστάσεις ἐδίδαξεν, ἑκάστῃ τὴν ἰσοτι‐ μίαν τηρήσας. | |
25 | ΚΕΦ. Γʹ. Καὶ ταῦτα μὲν ἀποδεδειγμένα κείσθω. Αἱρετικῶν δὲ πρῶτόν ἐστιν ἀσεβέστατον καὶ ἀποτομώτατον πρόβλημα, τὸ ἐν Παροιμίᾳ Σολομῶνος γεγραμμένον· «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ‐ | |
30 | τοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Διὰ τούτου γὰρ τοῦ προβλήματος βιάζονται | |
35 | κτίσμα τὸν κτίστην καὶ εὐεργέτην ἀποφαίνειν. Κρείτ‐ των δὲ καὶ πειθανωτέρα τῆς αὐτῶν βουλήσεως καὶ ἡ τῆς Γραφῆς ταύτης ὑπάρχει νόησις. Εἰ γὰρ ἀληθῆ καὶ κατακρατοῦντα τὰ προκείμενα πάντα κεφάλαια καὶ τὰ ἐν τῷ πρώτῳ λόγῳ καταταγέντα ἐστὶν, ὥσπερ | |
40 | οὖν ἐστιν, ἀρηδηλοτάτην ἀπὸ τῶν θείων λογίων δε‐ ξαμένη μαρτυρίαν· πῶς οὐ τῶν ἀνοσιωτάτων καὶ ἀδυνατωτάτων ἐστὶν οὕτως ἐκδέχεσθαι τὰ δι’ ἐπικρύ‐ | |
ψεως δηλούμενα θεῖα πράγματα; Οὔκουν εὔδηλον, | 805 | |
39.808 | ὅτι οὐ περὶ τῆς παναιτίου καὶ δημιουργοῦ σοφίας (φημὶ τοῦ ἐπὶ πάντων μεγάλου Θεοῦ Λόγου, ὃν οὐκ ἂν δύναιτο δεῖξαι λόγος) παροιμιάζεται Σολο‐ μὼν τὸ, «Κύριος ἔκτισέν με» Οὐ γὰρ θρασυκάρ‐ | |
5 | διος οὕτως καὶ αὐθάδης κατὰ τοῦ Θεοῦ ἐγένετο, τοῦ καὶ μετὰ τηλικαῦτα ἁμαρτήματα συγγνόντος καὶ συμπαθήσαντος, ὡς πᾶσιν ἀεὶ καὶ αὐτῷ. Ἀλλὰ καὶ εἴ τίς ἐστιν, ὥσπερ οὖν ἐστιν, αὐτῷ τῶν ἐνταῦθα γινομένων, ἢ παρὰ τῶν ἑτεροφρόνων λεγομένων αἴ‐ | |
10 | σθησις· οἶμαι αὐτὸν καὶ πρὸ τῆς κυρίας καὶ ἀνεσπέ‐ ρου ἡμέρας ἀντιλέγειν αὐτοῖς, καὶ αἰτιᾶσθαι, καὶ ἀντικαθίστασθαι, διδάσκοντα μήτε ὑπόνοιάν ποτε τοιαύτην περὶ αὐτοῦ εἰληφέναι. Αὐτόν τε γάρ φησιν ἐπίστασθαι, ἅτε σοφίαν ὑπὲρ βασιλείαν ζητήσαντα, | |
15 | καὶ ἐπιτυχόντα, καὶ ἐν προσθήκης μέρει τὴν βασι‐ λείαν κομισάμενον· καὶ μέντοι καὶ παρὰ τοῦ πα‐ τρὸς αὐτοῦ Δαυῒδ ἀκηκοέναι, ὅτι ὡς ζωοποιὸς καὶ ζωὴ ὁ Κύριος τοῦ εἶναι κατὰ τὴν ἄνω γέννησιν οὐκ ἤρξατο, καὶ ὡς ζωόδοτον καὶ ἀΐδιον φῶς συνυφεστώ‐ | |
20 | τως καὶ ὁμοουσίως ἐκ τοῦ πατρικοῦ φωτὸς ἐκλάμψαν, ὑπ’ ἄλλου οὐ πεφώτισται· ἀλλὰ γὰρ περὶ τῆς ἐγκο‐ σμίου σοφίας τὸν λόγον ἐνηνοχέναι, τῆς ἐν λόγοις, τῆς ἐν στρατηγίᾳ, τῆς ἐν ἰατρικῇ, τῆς ἐν ἀρχιτεκτο‐ νικῇ, καὶ ἁπλῶς τῆς ἐν πάσῃ θαυμαστῇ ἐπιστήμῃ | |
25 | πᾶσι τοῖς σοφοῖς ἀνδράσιν ἐνυπαρχούσης. Καὶ γὰρ ὡς ἀληθῶς, εἴ τις σωφρόνως καὶ θεοσεβῶς τὰ προ‐ ηγούμενα καὶ τὰ ἑπόμενα τοῦ, «Κύριος ἐκτισέν με,» θελήσῃ σκοπῆσαι· ταχέως, καὶ ἀμέσως, καὶ αὐτόθεν εὑρήσει πολὺν τὸν ἔλεγχον. Προέταξεν γάρ· | |
30 | «Ἀρχὴ σοφίας, φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·» καὶ πάλιν· «Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ δυνάσται γράφουσιν δι‐ καιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ | |
τύραννοι δι’ ἐμοῦ κρατοῦσιν γῆς.» | 807 | |
39.809(6) | Ἄνευ δὲ σοφίας, φησὶν, ἥτις ἐστὶν ἡ μεταδοθεῖσα ἡμῖν ἄνωθεν φρόνησις, καὶ νουνεχία, καὶ λόγων ἀρετὴ, οὐδὲν τῶν δεόντων κατορθοῦται· διαφεύγει γὰρ τὰ πολλὰ καὶ καλὰ τῶν νοημάτων τὸν ταύτης | |
10 | ἐστερημένον. Ὁ δὲ ταύτης μεταλαχὼν ἄνθρωπος τόν τε Θεὸν, ὡς χρὴ, φοβεῖται, καὶ φίλα αὐτῷ πράτ‐ τει, καὶ ἀνθρώπῳ νομοθετεῖ, καὶ οὗτος κρατεῖ ἐκεί‐ νου, καὶ πολλαπλάσια ἐκτήσατο, καὶ οὐ μόνον λέγων αὐτὸς καὶ ποιῶν ἥδεται, ἀλλὰ καὶ τοὺς ἀκροωμένους | |
15 | αὐτοῦ, ἢ ἔργον μανθάνοντας τὰ αὐτοῦ, σωφρονίζει. Ἐν δὲ τοῖς ἐφεξῆς ἐξέθετο σποράδην ταῦτα· «Κύ‐ ριος ἐποίησεν χώρας ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρό‐ | |
20 | νον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ.» Ὁ δὲ ποιήσας τὴν γῆν ἐκ μὴ γῆς, καὶ καλῶς τεχνι‐ τεύσας οὐρανῶν περιφερεῖς κύκλους ἐκ μὴ οὐρανῶν, | |
25 | καὶ τοὺς δρόμους ταχεῖς τελοῦντα ἥλιον πανταχοῦ οὐρανοῦ καὶ τῆς γῆς φαίνοντα, καὶ ἁπλῶς λόγῳ ἅπαντα φήνας, μονογενής ἐστιν Υἱὸς Λόγος τοῦ Θεοῦ, ὁ ἀνευ‐ φημηθεὶς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ ὡς ταῦτα ὑπάρχων τοῦ ἀνάρχου καὶ ἀληθῶς αὐτοῦ | |
30 | Πατρὸς, μὴ ἔχων ἀρχὴν, καθὰ διδάσκουσιν, Ἰωάν‐ νης μὲν λέγων· «Πάντα δι’ αὐτοῦ ἐγένετο·» Παῦλος δὲ Ἑβραίοις γράφων· «Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ μεταξύ φησιν· «Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν | |
35 | γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ὥστε μὴ αὐτὸν, ἀλλὰ γὰρ ἕτερον εἶναι πρόσωπον τὸ πάντα ταῦτα, καὶ τὸ, «Κύριος ἔκτισέ με,» εἰρηκός. Εἶτ’ ἐπήγαγεν· «Καὶ ὕδατα οὐ παρ‐ ελεύσεται στόμα αὐτοῦ.» Ἄρα οὖν ὡς ἐκτίσθη σοφία, | |
40 | περὶ τοῦ νοητοῦ στόματος τοῦ δημιουργοῦ Θεοῦ Λό‐ γου ἐξηγεῖται. Αὖθίς τε· «Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν· εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραί‐ | |
45 | νετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» Ὁ γὰρ δημιουργὸς Υἱὸς Λόγος, | |
ὁ πάντα μὲν προειδὼς καὶ προδυνάμενος, μακροθυ‐ | 809 | |
39.812 | μῶν τε καὶ ἐπὶ ἀδίκῳ καὶ κακοδόξῳ πλήθει καὶ πε‐ ριμένων μετάνοιαν, συντελέσας τὰ πάντα, προσ‐ έχαιρε τῇ ἐνούσῃ τοῖς κτίσμασιν αὐτοῦ σοφίᾳ, καὶ ἐνευφραίνετο ἐν αὐτῇ, ἐπιγαννύμενος τῷ ἰδίῳ ἔργῳ· | |
5 | εὐφραίνετο δὲ καὶ αὐτὴ ἐν προσώπῳ αὐτοῦ. Εἶτα μεθ’ ἕτερά φησιν· «Αἱ δὲ ἔξοδοί μου ἐν ὁδοῖς ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβήσουσιν εἰς τὰς ἑαυτῶν ψυχάς· καὶ οἱ μισοῦντές με ἀγαπήσουσι θάνατον.» | |
14 | Καὶ μάλα εἰκότως. Οἱ γὰρ τὸν ἑαυτῶν βίον μὴ | |
15 | σοφίᾳ κυβερνῶντες, ἑαυτοῖς ἐπιβουλεύουσιν, καὶ τῆς ἑαυτῶν ἀφροσύνης καὶ ἀπαιδευσίας ἄξιον εὑρίσκουσι θάνατον. Ὥστε δὲ καὶ τυφλοὺς, τοῦτο δὴ τὸ τοῦ λόγου, μὴ ἀμφιβάλλειν ὑγιῶς τὴν ἡμετέραν ἑρμηνείαν, ἡ κτιστὴ σοφία φάσκει περὶ ἐκείνου, περὶ | |
20 | οὗ εἶπεν Ἰωάννης, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, περὶ ἐσκήνωσεν ἐν ἡμῖν·» «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά.» Περὶ οὗ οἴκου ὁ αὐτὸς Δεσπότης ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Μᾶλλον δὲ καὶ | |
25 | μᾶλλον δεικνὺς Σολομὼν, ὡς οὐ περὶ τῆς δημιουργοῦ διαλέγεται σοφίας, ἐν τοῖς ἑπομένοις διεξέρχεται οὕτως· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀν‐ τλήσεις κακά·» καὶ πάλιν· «Υἱὸς πεπαιδευμένος | |
30 | σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται·» καὶ αὖθις· «Σοφὸς καρδίᾳ δέχεται ἐντολάς·» καὶ, «Οὗ‐ τος ἐκ χειλέων προφέρει σοφίαν. Ῥάβδῳ τύπτε ἄν‐ δρα ἀκάρδιον· σοφοὶ κρύψουσιν αἴσθησιν·» καὶ πάλιν· «Ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν·» αὖθίς | |
35 | τε· «Στόμα δικαίου ἀποστάζει σοφίαν·» καὶ, «Γλῶσ‐ σαι σοφῶν ἰῶνται·» καὶ, «Ὁ συμπορευόμενος σο‐ φοῖς σοφὸς ἔσται·» εἶτα ἑξῆς· «Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις·» καὶ μεθ’ ἕτερα· «Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδούς· φόβος | |
40 | Κυρίου, παιδεία καὶ σοφία·» αὖθίς τε· «Νεοσσοῖς | |
αἱρετώτεραι χρυσίου· νεοσσιαὶ δὲ φρονήσεως, ὑπὲρ | 811 | |
39.813 | ἀργύριον.» Εἰ, κατὰ αἱρετικοὺς, τοὺς ἀποθραύοντας τῆς Χριστιανῆς πίστεως τὸ κεφάλαιον, μᾶλλον δὲ πᾶσαν προαιρουμένους, ὅσον τὸ ἐπ’ αὐτοῖς, ἡ δη‐ μιουργὸς Σοφία ἔφη· τίνας αὐτῆς νεοσσοὺς | |
5 | νοήσομεν; Καὶ πάλιν· «Οὐ χρείαν ἔχει σοφίας ἐν‐ δεὴς φρενῶν·» αὖθίς τε· «Κόσμος νεανίσκοις σο‐ φία·» καὶ πάλιν· «Γενεᾶς σοφίας, φόβος Κυρίου.» Ποίαν κἀνταῦθα γενεὰν δώσουσι τῷ Δημιουργῷ, εἰ αὐτὸς περὶ ἑαυτοῦ ἐφθέγξατο, «Κύριος ἔκτισέ με;» | |
10 | Καὶ ἐν τοῖς ἑξῆς φησι· «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται πόλις·» εἶτα· «Κρεῖσσον σοφὸς ἰσχυροῦ.» | |
17 | Ταῦτα οὖν πάντα περὶ τῆς ἐν κόσμῳ σοφίας. Ὅταν γὰρ περὶ τῆς σοφίας τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ μο‐ νογενοῦς καὶ ἀληθινοῦ Υἱοῦ Λόγου μνημονεύῃ ἐν | |
20 | αὐταῖς ταύταις ταῖς Παροιμίαις, ὑπερφυῶς καὶ ὥσπερ ὑπ’ ἐκπλήξεως θαυμάζων ἀναφθέγγεται ταυτί· «Ὁ Θεὸς ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα· ἅγια δὲ ἐπίσταμαι. Τίς ἀνέβη εἰς οὐρανὸν καὶ κατ‐ έβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συν‐ | |
25 | έστρεψε τὸ πᾶν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάν‐ των τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τῷ τέκνῳ αὐτοῦ, ἵνα γνῷς; ὁ Καὶ τὸ ἔχειν δὲ, «Πρὸ πάντων βουνῶν γεννᾷ με,» ὡς περὶ τῆς ἐν ἡμῖν κτι‐ στῆς λέγει σοφίας, ὅτι δημιουργικῶς γεγέννηται, καὶ, | |
30 | ὡς εἰπεῖν, ἐφ’ ἑκάστης μετὰ ἑκάστου σοφοῦ συντίκτεται. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη συνυφεστὼς τῷ τεκόντι, ἅτε Λόγος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ· ἀλλ’ οὐκ ἔτι γεννᾶται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ Παροιμία ὄνομα τῇ βίβλῳ, ὡς οὐ πάν‐ | |
35 | τως ἀεὶ τὸ φαινόμενον, ἀλλ’ ὅτι μάλιστα δι’ ἑτέρου πράγματος, ἢ προσώπου ἕτερον σημαινούσῃ, καὶ ὅτι | |
Σολομὼν παροιμιαστὴς, ἀλλ’ οὐ προφήτης | 813 | |
39.816 | ἐστίν. Περὶ ταύτης δὲ τῆς σοφίας, φημὶ τῆς ἐν τῇ κτίσει, ὅ τε σοφώτατος υἱὸς Σειρὰχ λέγει· «Προ‐ τέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος·» καὶ ἐπιφέρει τούτῳ· «Μετὰ πιστῶν | |
5 | ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς, καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν·» ὅ τε Ἀπόστολος Κο‐ ρινθίοις τὸ πρῶτον ἐπέστειλε τόνδε τὸν τρόπον· «Ἐπειδὴ γὰρ,» φησὶν, «ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν | |
10 | ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·» καὶ, «Ἐμώρανεν ὁ Θεὸς τὴν σο‐ φίαν τοῦ κόσμου.» Καὶ δὴ καὶ ὁ Ἰὼβ τοιῶσδε μέ‐ μνηται ταύτης· «Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καὶ ἑτέρωθι· «Σο‐ | |
15 | φία τοῦ πένητος ἐξουθενουμένη·» καὶ, «Οὗτος τῆς σοφίας ἐστὶ διορθωτής.» Τινὲς δὲ τὸν γενεσιουργὸν ἐνόησαν ἐκ προσώπου τῆς κτιστῆς εἰρηκέναι σοφίας τὸ, «Κύριος ἔκτισέ με.» Πολλάκις γὰρ κτισμάτων πρόσωπον ὁ πάντων ὑποστάτης καὶ Σωτὴρ ἀναλαμ‐ | |
20 | βάνων διαλέγεται· ὡς ὅταν ἐκ προσώπου τῆς ποτε διωχθείσης Ἐκκλησίας παρὰ Παύλου φάσκει· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» καὶ τοῖς εὖ ποιή‐ σασιν· «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδί‐ ψησα, καὶ ἐποτίσατέ με·» καὶ ὅσα τοιαῦτα. | |
26 | Ἰδίᾳ γὰρ ἐκλάμπων φιλανθρωπίᾳ, καὶ ὅλος ὢν ἀγαθότης, καὶ ὡς ὁ ἀπόστολος Ἰούδας ἔφη, μόνος Δεσπότης, φείδεται πάντων, καὶ ἰδιοποιεῖται τὰ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἁμαρτήματα. Καὶ μέντοι | |
30 | καὶ ἕτερα ἀνθρωπολογηθέντα περὶ τοῦ ἀν‐ εφίκτου θείου εὑρήσομεν· ὡς ὅταν παραβολικῶς γρά‐ φει· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης·» καὶ πά‐ λιν· «Ἄνθρωπός τις ἦν ἔχων ἀμπελῶνα·» καὶ ὡς ὅταν τὴν οὐράνιον βασιλείαν κόκκῳ σινάπεως καὶ | |
35 | σπόρῳ παρεικάζει. Εἰ δὲ καὶ συγχωρητέον τὸ μὴ ἐκ προσώπου τῆς ἐν ἡμῖν σοφίας Σολομῶνα γεγραφέ‐ ναι, ἀλλ’ οὖν νοητέον ἐκ προσώπου τῆς σοφῆς καὶ ἀπερινοήτου ἐνανθρωπήσεως, οὐχ ἅπαξ δὲ περὶ τῆς ἀνάρχου καὶ ἀθεωρήτου φύσεως τοῦ μονογενοῦς Θεοῦ | |
40 | εἰρηκέναι. Οὐκ αὐτοτελῶς γὰρ ἔφη, «Ἔκτισέ με,» ἀλλ’, «εἰς ἔργα αὐτοῦ·» ὡσεὶ ἔλεγεν· Ἔκτισέ με, ὅτε εἰς ἀνθρώπους τὰ ἔργα αὐτοῦ ἐγενόμην, ἢ κατεσκή‐ νωσα σαρκωθεὶς ἐξ αὐτῶν. Ὁ γὰρ ὢν, καὶ προὼν, | |
καὶ μὴ δι’ ἑαυτὸν, δι’ ἄλλους δὲ γενόμενος, ἐκεῖνο | 815 | |
39.817 | πῶς ἔστι νοῆσαι, δι’ οὓς καὶ καθ’ οὓς ἐγένετο; Ὡς τὸ ἀνάπαλιν ἐκεῖνοι εὑρίσκονται τρόπον τινὰ, ὅ ἐστιν ὁ δι’ αὐτοὺς γενόμενος κατ’ αὐτούς. Τοιγαροῦν ἐν μορφῇ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου· ἡμεῖς τε ἐγε‐ | |
5 | νόμεθα κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, ὡς ἐδίδαξε Παῦλος. Ἢ ἄρα καὶ τῇ «ἔκτισε» λέξει ἐνταῦθα ἀντὶ τοῦ, κατέστησεν, ἢ, κατέταξεν, ἐχρήσατο, ὅτε ὁμοῦ ἐπί τε τῶν χερουβὶμ καὶ ἐν φάτνῃ ἦν, ὡς τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ αἰνιγματωδῶς δηλῶν προεῖπεν· | |
10 | «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὅρος τὸ ἅγιον αὐτοῦ·» καὶ ὡς ὁ Ὑμνολόγος ψάλλει· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·» καίτοι ἀϊδίως προϋπῆρχε βασιλεὺς βασιλευόντων, εὐπρέπειαν ἀκατάληπτον ἔχων. Ὁμοίως οὐκ εἶπεν, | |
15 | ἐν ἀρχῇ, ἢ, πρὸ ἀρχῆς ὁδῶν αὐτοῦ, ἀλλ’ «ἀρχὴν ὁδῶν αὐτοῦ.» | |
20 | Ὥστε πάλιν τῆς ἐνανθρωπήσεως αὐτοῦ ἀρχὴν προ‐ λέγεσθαι, καὶ οὐ τὴν φύσιν τῆς ἀνάρχου αὐτοῦ θεότητος. Ἀπολεσάντων γὰρ τῶν ἀνθρώπων τὴν ὁδὸν τὴν ἄγουσαν πρὸς Θεὸν, αὐτὸς ἡμῖν ἐν τῇ οἰκονομίᾳ ὁδὸς ἐγένετο πρόσφατος καὶ ζῶσα· καὶ ὃν τρόπον | |
25 | διὰ τὴν ἐν σαρκὶ οἰκονομίαν εἶπεν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ πάλιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πα‐ τέρα, εἰ μὴ δι’ ἐμοῦ,» τοῦτ’ ἔστι διὰ τῆς εἰς τὴν ἐμὴν ἐνανθρώπησιν πίστεως βαδίσῃ· δι’ αὐτὴν ἔφη καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» | |
30 | Ἐτέχθη γὰρ, ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀνάρχως, ἀφράστως· ἐκ δὲ τῆς ἀμιάντου Παρθένου, τῷ μὲν προειδέναι πάντα ὡς Θεὸς, καὶ τῷ προορίσαι τὴν οἰκονομίαν, πρὸ τοῦ αἰῶνος (καθὰ ἐπιστέλλου‐ σιν, Παῦλος μὲν Κολοσσαεῦσιν· «Τὸ μυστήριον | |
35 | τοῦτο, τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ·» Πέτρος δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· «Προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανε‐ ρωθέντος δὲ ἐπ’ ἐσχάτων τῶν χρόνων»), τῷ δὲ | |
40 | πράγματι, ὅτε ἐπέφανεν ἐξ ὕψους τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου ποτὲ καθεσθεῖσιν· ὅτε λίθος πα‐ ραβολικῶς ὠνομάσθη· ὅτε ἐγένετο ἀρχὴ ὁδῶν καὶ θεμέλιος ἡμῶν· ᾧτινι θεμελίῳ καὶ λίθῳ ἐπιμαρτυ‐ ροῦσιν οὕτως, Παῦλος μὲν γράφων Κορινθίοις τὸ | |
45 | πρῶτον· «Θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἀρχὴν δὲ τοῦ καλεῖσθαι Χριστὸς Ἰησοῦς ἐν τῇ ἐνανθρωπή‐ σει ἔλαβεν. Ὅθεν ἐν τῷ Λουκᾷ ὁ ἄγγελος τὴν ὀνομασίαν αὐτοῦ ὡς ἐπὶ μέλλουσιν ποιεῖται, λέγων | |
39.817(50) | τῇ Παρθένῳ· «Ἕξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου | |
κληθήσεται·» καὶ μεθ’ ἕτερα· «Διὸ καὶ τὸ γεννώ‐ | 817 | |
39.820 | μενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Πέτρος δὲ Ῥωμαίους· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμ‐ ματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.» Αἱ δὲ Πράξεις τῶν | |
5 | ἀποστόλων· «Οὗτος,» φησὶν, «ἐστὶν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία.» Ἐπιτήρησον, ὡς εἰ μὴ μία θεότης καὶ δύναμίς | |
10 | ἐστι τῆς ἁγίας Τριάδος, οὐδὲ παρὰ τῷ Πατρὶ ἡ σω‐ τηρία. Ἵλεως δὲ ἡμῖν ἔστω ἡ ἁγία Τριάς. Καὶ μέν‐ τοι καὶ Δανιὴλ λίθον ἑώρακεν ἐξ ὄρους τμηθέντα ἄνευ χειρῶν (ὅς ἐστιν ὁ ἐκ Μαρίας γεννηθεὶς ἄνευ ῥεύσεως καὶ ἐργασίας ἀνδρὸς), καὶ λεπτύνοντα τὴν | |
15 | εἰκόνα, τοῦτ’ ἔστι τὸν κόσμον ἀπὸ τῆς παχύτητος τοῦ νοῦ, καὶ τῆς χυδαιότητος, ᾗ συνέζη. Καὶ τί θαυ‐ μάζομεν, εἰ ὑπὲρ λόγον καὶ νοῦν σωτήριον πρᾶγμα πρὸ αἰώνων τῇ θείᾳ προγνώσει ἐγένετο; Ὅπου γε καὶ ἡμᾶς τῇ ἀφράστῳ ταύτῃ προγνώσει καὶ δυνάμει | |
20 | πρὸ τῶν αἰώνων ἐκτίσθαι καὶ σεσῶσθαι λέγει ὁ Ἀπόστολος, γράφων τοιῶσδε Ἐφεσίοις μέν· «Ἐξ‐ ελέξατο ἡμᾶς ἑαυτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν·» Τιμοθέῳ δέ· «Κατὰ | |
25 | δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ | |
30 | Χριστοῦ.». Πολλὰ γὰρ, τοῦτο μὲν μέλλοντα γίνεσθαι, ὡς ἤδη γενόμενα· τοῦτο δὲ καὶ γενόμενα, ὡς ἔτι γινόμενα, ἢ ἐσόμενα, προλέγειν εἴωθε τὸ πάντα εἰδὸς καὶ δυ‐ νάμενον Πνεῦμα ἅγιον· οὐχ ἥκιστα δὲ καὶ τὰ περὶ | |
35 | τὴν ἄφθεγκτον οἰκονομίαν, ὡς παρῳχηκότα, πρινὴ γένηται διηγόρευσεν· ὡς ὅταν ὁ Δεσπότης, οὔπω γε‐ νόμενος σὰρξ, λέγῃ ἐν καʹ ψαλμῷ· «Ὤρυξαν χεῖράς | |
μου καὶ πόδας μου·» καὶ πάλιν· «Διεμερίσαντο | 819 | |
39.821 | τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ ἐν ριζʹ· «Λίθον, ὃν ἀπεδοκίμα‐ σαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἔσται θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν·» | |
5 | καὶ Ἡσαΐας· «Παιδίον ἐγεννήθη ἡμῖν.» Λέγει τὸ μηδέπω τεχθέν. Καὶ πάλιν· «Ὡς πρόβατον ἐπὶ σφα‐ γὴν ἤχθη·» καίτοι οὐδέπω ἦν ἐκ Μαρίας τεχθεὶς ὁ ἀμνός. Καὶ πάλιν· «Ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος.» Καὶ μὴν μετὰ πολλὰς γενεὰς | |
10 | ὤφθη τοιοῦτος ἐν τῷ σωτηρίῳ πάθει. Καὶ ἀλλαχοῦ· «Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ τὰς ἑορτὰς μισεῖ ἡ ψυχή μου.» Ἐμίσησε δὲ πολλῷ ὕστερον, ὅτε δὴ ἐνηνθρώπησεν, καὶ τὴν Καινὴν Δια‐ θήκην ἡμῖν διέθετο. Καὶ τὰ παρελθόντα δὲ, ὡς ἐν‐ | |
15 | εστῶτα, καθὰ εἴρηται, διηγεῖται, ὡς ὅταν φράζῃ· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον·» καὶ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» ἀντὶ τοῦ, ὁ ποιήσας. Καὶ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» ὅ ἐστιν, ὁ θεμελιώσας. | |
20 | Δι’ ἃ δὴ ἐπάναγκες, εἰ μὴ εἰς τὴν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν σοφίαν, εἰς γοῦν τὴν δε‐ σποτικὴν ἀναμάρτητον σάρκωσιν, τὴν ἐκκειμένην Παροιμίαν φέρειν, οὐδαμῶς δὲ εἰς τὸν τῆς ἀῤῥή‐ του θείας φύσεως Υἱὸν Λόγον, τὸν δι’ οὗ, καὶ | |
25 | παρ’ οὗ, καὶ ἐν ᾧ πάντα κατεκοσμήθη. Τὸ γὰρ εἰπεῖν, «Κύριος ἔκτισέ με,» καὶ τὸ ἐπαγαγεῖν, «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» ἴσον ἐστὶ τῷ λέξαι· Ὄντα με ἐξ αὐτοῦ συνυφεστώτως ἔκτισεν ὕστερον, καθὸ θελήσει αὐτοῦ ἐκοινώνησα ἀτρέπτως, | |
30 | ἀναμαρτήτως, ἀνθρώποις τῆς φύσεως, ὡς πρὸ βρα‐ χέος εἴρηται. Πρὸ δὲ πάντων βουνῶν ἐγέννησεν ἀπαθῶς, καὶ ἀνάρχως, καὶ ἀῤῥήτως, διότι ὑπὲρ τὸ ἀσώματον ἡ θεότης. Τὸ γὰρ «πρὸ» μάλιστα ἐπὶ αὐ‐ τῆς τυγχάνει ἀόριστον, ἔτι δὲ καὶ ὁ «δὲ» σύν‐ | |
35 | δεσμος τοῦτο παρίστησιν. Εἰ γὰρ καὶ ἔκτισεν, πῶς ἐγέννησεν; Εἰ δὲ ἐγέννησεν, πῶς ἔκτισεν; Τὸ μὲν γὰρ κτίσμα εἴποι τις ἂν τοῦ κτίσαντος γέννημα, ὡς ἡμεῖς ἠκούσαμεν, υἱοὶ Ὑψίστου· τὸ δὲ ὄντως γέννημα οὐκ ἄν ποτε τοῦ γεννήσαντος κτίσμα κλη‐ | |
40 | θείη. Οὔπω γὰρ ἕως σήμερον ἴσμεν τοῦτο λεχθέν. Ὥστε τὴν ἐν τοῖς ἀρίστοις ἐπιτηδεύμασι σοφίαν πανταχόθεν εὑρίσκεσθαι, τὸ, «Κύριος ἔκτισεν,» εἰ‐ ρηκυῖαν· ὥστε καὶ κατὰ βιαίαν ἐκδοχὴν τὸν γενό‐ μενον σύμμορφον τῇ ἀνθρωπότητι. Τῷ γὰρ τῆς | |
45 | θείας προγνώσεως ὅρῳ πρὸ πάσης κτίσεως ἐγένετο οὗτος, κτίσιν δὲ καταχρηστικῶς τὴν ἀνθρωπότητα, καθὰ καὶ τὴν ἐν κόσμῳ σοφίαν ὀνομάζει, δι’ ὧν λέγει ὁ Παῦλος· «Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερ‐ | |
39.821(50) | έχοντι, εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις.» | 821 |
39.824 | Καὶ μέντοι τὸ εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔκτισε τόδε, ἢ ἐποίησεν ἐπίσκοπον, ἢ κλῆρον, ἢ στρατόπεδον, οὐκ οὐσίαν ἐκ μὴ ὄντων παρῆχθαι σημαίνει, καί‐ τοι ὁμώνυμον ἔχοντα λέξιν· ἀλλὰ τοὺς ἤδη ὄντας, | |
5 | ἢ τὴν ὑφεστῶσαν ὕλην εἰς τάξιν τινὰ, ἢ τοιάνδε θέσιν καλεῖ. Καὶ ὁ Ὑμνῳδὸς τὸ ἐνυπάρχον αὐτῷ μό‐ ριον, ὡς ἔτι παρασχεθησόμενον αὐτῷ, ηὔχετο βοῶν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ Παῦλος δὲ ὁ ὁσιώτατος συνῳδὰ τούτῳ καὶ προῦπτα | |
10 | γράφει· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· ἰδοὺ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε τὰ πάντα·» οὐ τῷ ἀρτίως κτισθῆναι, ἀλλὰ τῷ εἰς τὸ ἑξῆς ἐκλάμψαι. Καὶ ἑτέρωθι· «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» ἀντὶ τοῦ, συναγάγῃ. | |
19 | Ὅρα δὲ, εἰ συναίρεσθαι ἡμῖν δύναται καὶ τὸ λε‐ | |
20 | χθὲν τοῖς ἐν τῷ βαπτίσματι ἀνακαινιζομένοις· «Ἐν‐ δύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτι‐ σθέντα·» καὶ ὅσα εὕροι τις ἂν τοιουτοτρόπωτα λό‐ για διερευνώμενος. Γέγραπται δὲ μεταφορικῶς καὶ περὶ τῶν τεκόντων· «Ἐποίησεν υἱοὺς καὶ θυγατέ‐ | |
25 | ρας·» καὶ, «Ἐκτησάμην,» φησὶν, «ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ ὅμως γεννητικῶς, οὐ δημιουργικῶς λέγει. Εἰ δὲ κατὰ συγχώρησιν εἰς τὸν ἐκ Θεοῦ Θεὸν ἐκληπτέον τὸ, «Κύριος ἔκτισέ με,» ὑπομε‐ μνήσθω πάλιν, καὶ πάλιν πρὸς ἡμῶν λε‐ | |
30 | γέσθω καὶ πιστευέσθω, ὡς διὰ τοῦτο ἐπήγαγεν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·» ὥστε ἀνελεῖν τὸ, «ἔκτισέ με.» Τὰ γὰρ δεύτερα ἐν θεσπίσμα‐ σιν, ὡς καλλίονα καὶ βεβαιότερα, παύει πανταχοῦ | |
τὰ πρόσθεν. Ἀνταγωνιζόμενος δὴ οὖν τούτοις, οὐδὲν | 823 | |
39.825 | ἀξιόπιστον, οὔτ’ ἀληθὲς, οὔτε λέγουσιν, οὔτε τα‐ μιευομένοις, ἐπεισάκτῳ δὲ, καὶ ἐπεισοδίῳ, καὶ ἐπ‐ αχθεῖ τινι διδασκαλίᾳ κεχρημένοις αἱρετικοῖς, ὁ παρ’ αὐτοῦ τὸ δῶρον τῆς θεολογίας δεξάμενος τοῦ πολυ‐ | |
5 | ποθήτου καὶ ἀνεξικάκου Σωτῆρος, οὗ τοῦ ἐλέους πλήρης ἡ γῆ, καὶ διδάσκων ὁποίαν τινὰ γνώμην δεῖ περὶ αὐτοῦ ἔχειν, κοινόν τε δόγμα εἰς ἅπαντας ἀν‐ θρώπους ἐξήνεγκεν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» τοῦτ’ ἔστιν ἄναρχος, ὅ ἐστιν ἀγένητος. Ἀνυπέρβατόν ἐστι | |
10 | τὸ, «ἦν,» οὐδεμίαν ἐπέκεινα αὐτοῦ ἀνυπαρξίαν συγ‐ χωροῦν ἐπινοεῖσθαι, καθὰ καὶ ἐν τῷ πρώτῳ εἴρη‐ ται βιβλίῳ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Κατὰ τὸν Πατέρα ἦν ἀσύγκριτος, ἀγένη‐ τος, καὶ εἴσω τῆς ἀνεφίκτου θεότητος αὐτοῦ ὁρῶν | |
15 | ὑπῆρχεν. Τὸ γὰρ, Πρὸς τόνδε ἦν, νοεῖται μόνον οὐχὶ, Μετὰ τοῦδε ἦν, ἀλλὰ καὶ συγκριτικῶς, Κατὰ τόνδε ἦν. «Καὶ Θεὸς ἦν ὁ Λόγος·» τοῦτ’ ἔστιν, ἀναίτιος· Θεοῦ γὰρ αἰτία, ἀμήχανον, ἀδύνατον οὐκ ἔστιν. «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ‐ | |
20 | νετο οὐδὲ ἕν·» ἀντὶ τοῦ, ἀγένητός τέ ἐστιν αὐτός· ἅπαξ γὰρ πᾶν κτιστὸν δι’ αὐτοῦ, ὡς ἀκτίστου ποιη‐ τοῦ, ἀπεφήνατο παρῆχθαι. | |
29 | Πρὸς τοῖς ἀναντιῤῥήτοις δὲ τούτοις, ἔστι καὶ ἄλλο | |
30 | ἀντίθετον, καὶ ᾧ οὐδεὶς οὐδὲν μέχρι ἐνθυμήσεως ἄλλο πρὸς ἐπιχείρησιν εἰπεῖν δυνήσεται. Ἀκύλας μὲν γὰρ, ὁ εἷς τῶν ἑρμηνευτῶν, τὴν γραφὴν ταύ‐ την ἔχουσαν Ἑβραϊστὶ, Ἀδωναεὶ κανόνι, ἐξέδωκεν οὕτως· «Κύριος ἐκτήσατό με,» οὐδὲ αὐτὸς κυριολε‐ | |
35 | κτήσας· ἑρμηνεύεται γὰρ κατὰ τὸ ἀκριβές· «Κύριος ἐνόσσευσέ με·» τοῦτ’ ἔστιν, ἔτεκεν. Κυρίως γὰρ ἐκ τῶν ἐξ ὠοῦ ἐκθορουμένων, οὐχὶ δὲ κτιζομένων, λέγε‐ | |
ται τὸ, «ἐνόσσευσεν,» ἢ «ἐξέθορεν,» καὶ «νοσ‐ | 825 | |
39.828 | σεύει,» καὶ «ἐκθορεῖ·» τὸ δ’ ἐκθοροῦν τῷ ὑπ’ αὐ‐ τοῦ ἐκθορουμένῳ οὐχ ἑτεροούσιον. Ὥστε καὶ κατὰ τὴν λέξιν, καὶ κατὰ τὴν διάνοιαν ἀποχωρεῖ τὸ πρό‐ βλημα αὐτῶν ἀπὸ τῆς ἀληθείας. Τινὲς δὲ τὸ, «Κύ‐ | |
5 | ριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» περὶ τῆς Ἐκ‐ κλησίας εἰρῆσθαι καλῶς ἐνόησαν· ἐν ᾗ τῆς ἀληθείας καὶ σοφίας ἡ ὁδὸς καταγγέλλεται· ἥντινα καὶ σῶμα τοῦ Χριστοῦ ἐκάλεσεν ὁ Ἀπόστολος, γράφων τοιάδε Κολοσσαεῦσι μέν· «Καὶ ἀνταναπληρῶ τὰ ὑστερή‐ | |
10 | ματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὸ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἧς ἐγενό‐ μην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι·» Κορινθίοις δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Τὰ μέλη ἡμῶν, μέλη Χριστοῦ. Ἆρα οὖν τὰ μέλη | |
15 | τοῦ Χριστοῦ ποιήσομεν πόρνης μέλη; Μὴ γένοιτο!» καὶ πάλιν· «Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτως καὶ ὁ Χρι‐ στός.» Ὥστε, εἰ καὶ κατὰ τὴν δυσαντίβλεπτόν πως οἰκονομίαν, σῶμα μὲν αὐτοῦ τὴν Ἐκκλησίαν, ἀδελ‐ | |
20 | φοὺς δὲ ἡμᾶς τοὺς κτιστοὺς οἶδεν ἡ Γραφὴ, ἀλλ’ οὖν, ὡς μονογενὴς καὶ ἀληθινὸς Υἱὸς τοῦ ὑψίστου Θεοῦ, τῇ συστάσει τοῦ πλήθους τῶν κτι‐ σμάτων κατ’ οὐδὲν συνείληπται. Οὔτε δὲ ἄλλη γρα‐ φὴ περιέχει λέξιν τοιαύτην. Περὶ αὐτοῦ μενοῦνγε | |
25 | πέπλησται πᾶσα, ὅτι Θεὸς ἀληθινὸς, καὶ Υἱὸς μονο‐ γενὴς ἀληθῶς. Ἀλλὰ γὰρ ὥσπερ ὑπό τινος ῥεύμα‐ τος ὑπηνέχθη βία. Ἐπὶ οὖν ἕτερον κεφάλαιον τρε‐ πτέον τὸν λόγον. | |
32 | ΚΕΦ. Δ. Δεύτερον πρόβλημα τῶν δυσαγκαλίστων καὶ ἀν‐ εξέταστον ἐχόντων τὸ φρόνημα αἱρετικῶν πειρᾶται | |
35 | τὴν ὀρθὴν πίστιν ἀπὸ Γραφῶν, τῶν παρὰ τὸν θεολο‐ γικὸν νοῦν ὑπ’ αὐτῶν νοουμένων, ἀπείθανον δεικνύ‐ ναι, τὴν δ’ ἑαυτῶν διὰ τῶν αὐτῶν σεμνοτέραν ἀπο‐ φαίνειν. Δείκνυται γὰρ, φησὶ, κτιστὸς καὶ οἷον ἐπί‐ πλαστον καὶ νόθον ἔχων τὸ «μονογενὴς Υἱὸς» καὶ | |
40 | «Θεὸς» ὄνομα· ἐξ ὧν Παῦλος Κολοσσαεῦσιν ἔγρα‐ ψεν περὶ αὐτοῦ· «Πρωτότοκος πάσης κτίσεως.». Εἰ γὰρ δῆθεν πρωτότοκος, οὐ μονογενὴς, ἀλλ’ ὡς πρὸς τοὺς μετ’ αὐτὸν κτισθέντας πρωτότοκος· εἰ δὲ μονογενὴς Υἱὸς, πῶς πρωτότοκος; Προειπόντες οὖν, | |
45 | ὡς ὑπὲρ τὴν αὐτῶν ἐστι καὶ τὸ βάθος τοῦ λογίου τούτου συναίσθησιν, καὶ ὡς ἐλάλει Παῦλος, ἃ μὴ ᾔδει, καὶ ἐπίστευεν, οἷς ἐλάλει, ἐπειδὴ ὑποβολὴ ἦν | |
τῆς ὄντως σοφίας, καὶ προφανῆ ταῦτα πάντα ἐποίει, | 827 | |
39.829 | παραγράψομεν ὅλον τὸ χωρίον τοῦτο, καὶ οὕτως ἐπὶ τὴν ἑρμηνείαν αὐτοῦ βαδιούμεθα, οὐ δεόμενοι στο‐ χασμῶν τινων, καὶ δι’ εἰκότων τὰ φωτὸς φωτοειδέ‐ στερα διηγούμενοι, ἐροῦντες δὲ ὅσα ἑκόντες, | |
5 | ἢ ἄκοντες αὐτοὶ μὲν οὗτοι παρίδον, ἡμεῖς δὲ ὁρῶμεν δυνάμενα συμμαχεῖν τῷ λόγῳ. Ἔχει δὲ ἡ Ἐπιστολὴ οὕτως· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ κα‐ λέσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ | |
10 | μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, | |
15 | τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ | |
20 | πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται αὐτὸς ἐν πᾶσιν πρωτεύων· ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς | |
25 | οὐρανοῖς.» | |
28 | Θέα τοίνυν ἐμφρόνως, πῶς ἐναντία αἱρετικοῖς ἡ Γραφὴ ἐξηγεῖσθαι παρεσκεύασται, καὶ ἔχει ἑκάστην | |
30 | λέξιν ἀκτῖνας οἷον νοήσεων περὶ Θεοῦ ἐνανθρωπή‐ σεως ἀποπέμπουσαν· καὶ ὅτι προεῖπεν αὐτὸν Υἱὸν καὶ εἰκόνα τοῦ Θεοῦ, καὶ οὕτω πρωτότοκον καὶ κε‐ φαλὴν τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵ‐ | |
35 | ματος τοῦ σταυροῦ αὐτοῦ τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, καὶ πᾶν τὸ πλήρωμα τῆς ὑπὲρ τὸ ἀσώματον, καὶ ἀχρώματον, καὶ ἀχώρητον θεότητος κληρωσάμενον· ἵν’ ὅπως ποτ’ οὖν ἀξίως συνίωμεν αὐτοῦ καὶ τὴν ἐκ τοῦ Θεοῦ Πατρὸς καὶ πρὸς αὐτὸν ἀσύγκριτον φύσιν, | |
40 | καὶ τὴν ἐκ Παρθένου καὶ κατ’ αὐτὴν τελείαν καὶ ἑνο‐ ειδῆ σάρκωσιν καὶ ψύχωσιν. Τί γὰρ ἄλλο νοήσαις ἂν μεταξὺ τῶν ἐκκειμένων ὅλων ῥητῶν, καὶ τὸ δι’ αὐ‐ τοῦ καὶ εἰς αὐτὸν πάντα συνεστάναι, καὶ καταλλάσ‐ σεσθαι, καὶ εἰρηνοποιεῖσθαι, εἰ μὴ τὸ διὰ τῆς ἀτρέ‐ | |
45 | πτου καὶ ἀναμαρτήτου δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐν‐ ανθρωπήσεως αὐτοῦ ἐπιστρέφεσθαι ἡμᾶς εἰς τὴν ἐπίγνωσιν τῆς ἀκτίστου θεότητος αὐτοῦ; Ἀνείρηται οὖν Μονογενὴς μὲν, ἅτε οὐκ ἔχων κατὰ τὴν ἄνω ἄῤ‐ | |
ῥευστον γέννησιν ἕτερον παρ’ αὐτὸν κατὰ φύσιν ἀδελ‐ | 829 | |
39.832 | φόν· πρωτότοκος δὲ πάσης κτίσεως, οὐ διὰ τὸ προ‐ εκτίσθαι αὐτῆς (ἐπεὶ ἂν πρωτόκτιστος ἐκλήθη), ἀλλ’ ὡς τῇ προγνώσει, καθὰ ἐμνημονεύθη ἐν τῷ πρὸ τοῦ‐ δε κεφαλαίῳ, πρὸ παντὸς δημιουργήματος ἀπὸ τῆς | |
5 | ἁγίας Παρθένου τεχθεὶς, καὶ ὢν αὐτός τε πρωτότοκος καὶ Μονογενὴς πάσης κτίσεως ἄῤῥητος, κατὰ τὸ θεῖον γραφίον· ὥσπερ ὠνόμασται ὁ αὐτὸς καὶ πρω‐ τότοκος ἐκ τῶν νεκρῶν, οὐ διὰ τὸ προτελευτῆσαι αὐτῶν, ἀλλὰ διὰ τὸ ἐγερθέντα ἐκ νεκρῶν, πρῶτον | |
10 | τὴν ἀσφάλειαν τῆς ἀναστάσεως καθολικῶς παρ‐ ασχεῖν ἡμῖν, τοῖς κατὰ χάριν καὶ δωρεὰν αὐτοῦ κατα‐ ξιωθεῖσιν υἱότητος μὲν τοῦ Θεοῦ Πατρὸς, ἀδελφότητος δὲ αὐτοῦ. «Ἐγὼ» γὰρ, ἔφη, «εἰμὶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις.» Καὶ Παῦλος δὲ τὸν καιρὸν | |
15 | αὐτὸν ὑπέδειξεν, ἐν ᾧ διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ Σωτὴρ τὴν παλαιὰν ἡμῶν ἀμεῖψαι κακοπραγίαν, καὶ ἀξιῶσαι ἡμᾶς διαιωνίως ἀπολαύειν τῆς τοῦ ἄνω ἀπό‐ νου φωτὸς μετουσίας προθέμενος, πρωτότοκος πάσης κτίσεως ἐγένετο, δι’ ὧν ἔφη· «Τὰ ἀρχαῖα παρῆλθεν, | |
20 | ἰδοὺ καινὰ γέγονε πάντα.» Καὶ ἕτερα δὲ αὐτοῦ ῥή‐ ματα διωθεῖται μὲν ταυτηνὶ τὴν αἱρετικὴν ἐνθύμησιν, τὴν κατασοφιζομένην τοῦ τε Παύλου, ὡς τοιαῦτα γράψαντος, τοῦ τε πάντα ποιήσαντος καὶ κεκτημέ‐ νου, ὡς τοιούτων περὶ αὐτοῦ ἐξενηνεγμένων φωνῶν, | |
25 | ὅπερ χαλεπὸν καὶ πλάσαι καὶ ἀκοῦσαι· διαῤῥήδην δὲ παρίστησιν, ὡς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ἀντὶ τοῦ, πάσης ἀνθρωπότητος, ἐλέχθη. Τὴν γὰρ ἀνθρωπότητα κτίσιν προσαγορεύει, ὡς ἐν τῷ προ‐ κειμένῳ κεφαλαίῳ εἴρηται λέξεσιν αὐταῖς· «Ὑποτά‐ | |
30 | γητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις.» | |
39 | Συναντιλαμβάνεται δὲ ἡμῖν, εἰς μὲν τὸ «Πρωτό‐ | |
40 | τοκος» καὶ «Μονογενὴς,» τὸ διηγήσασθαι τὸν εὐ‐ αγγελιστὴν, ὅτι ἔμεινε παρθένος, «ἕως ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Οὔτε γὰρ ἐγαμήθη τινὶ ἡ τιμιωτέρα πάντων καὶ εὐκλεεστάτη Μαρία, οὔτ’ ἄλλου μήτηρ ἐγένετό ποτε· ἔμεινε δὲ καὶ μετὰ κυο‐ | |
45 | φορίαν ἀεὶ καὶ διὰ παντὸς ἄμωμος παρθένος, καὶ ὅμως πρωτότοκος αὐτῆς ὁ πλάσας αὐτήν τε | |
καὶ πάντας οὐκ ἀλόγως ἐκλήθη. Εἰς δὲ τὸ, «Πρωτό‐ | 831 | |
39.833 | τοκος ἐκ τῶν νεκρῶν,» τὸν αὐτὸν Παῦλον Κορινθίοις διὰ τῶν πρὸς αὐτοὺς πρώτων ἐπιστολιμαίων χαρα‐ γμάτων διδάξαι· «Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου | |
5 | ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος.» | |
10 | Χρήσαιτο δ’ ἄν τις καὶ τούτῳ ὀρθῶς. Οὐ γὰρ ἕν τι μόνον ἐπὶ τοῖς οὕτω ὑψηλοῖς ῥητοῖς χρὴ ἐπισκοπεῖν, οὐδὲ τὸ ἧσσον, ἀλλὰ τὸ ἄμεινον· εἰς γὰρ τὰ περὶ Θεοῦ, ἐν τοῖς ἀμείνοσιν ἡ ἀλήθεια. Ὅτι πρωτότοκος πάσης κτίσεως ὠνόμασται, διὰ τοὺς ἐν τῷ θείῳ βα‐ | |
15 | πτίσματι τῇ υἱοθεσίᾳ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Θεοῦ γεννωμένους, καὶ διὰ τὸ πᾶν, ὃ ἐσμὲν καὶ κε‐ κτήμεθα, ἐξ αὐτοῦ εἰληφέναι, καθὰ πάλιν ὁ αὐτὸς παιδεύων λέγει· «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ὡς καὶ Ἑλλή‐ | |
20 | νων παῖδες, τὰς ἄλλας ἐναντιώσεις ἀφέντες, διηγό‐ ρευσαν· | |
25 | Πάντα μὲν ἀθανάτοιο Θεοῦ πανυπέρτατα δῶρα, Ἔξοχα δ’ ἐν μερόπεσσιν ἀληθείης μέγ’ ὄνειαρ. Εἰ δὲ τολμηρῶς καὶ εἰς τὴν ἀκατάληπτον αὐτοῦ θεό‐ τητα ἐκληπτέον τὸ, «Πρωτότοκος πάσης κτίσεως,» νοηθείη ἂν οὕτω πως κεκλῆσθαι, ἢ ὡς πρὸ πάσης | |
30 | κτιστῆς γεννήσεως γεννηθεὶς, ἢ ὡς πρῶτος καὶ μόνος Υἱὸς Λόγος παρακομίσας καὶ τεκτηνάμε‐ νος ἐκ μὴ ὄντων πᾶσαν προηγουμένην κτίσεως κτίσιν, καὶ αἴτιος πάσης ὢν, εἶτα καὶ ὡς θεμέλιος φέρων αὐ‐ τὴν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατὰ τὸν ψάλ‐ | |
35 | λοντα· «Πάντα ἐν σοφίᾳ ἐποίησας·» καὶ κατὰ τὴν Παροιμίαν Σολομῶνος λέγουσαν· «Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.» Καὶ αὐτὸ δὲ τοῦτο κρίνει τὸ προκεί‐ μενον μέρος τῆς Ἐπιστολῆς, ἔχον· «Πρωτότοκος | |
40 | πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,» καὶ, «Τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτὸς ἔστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ | |
συνέστηκεν.» Καὶ διὰ τοῦτο καὶ μόνον φησὶν, | 833 | |
39.836 | «Πρωτότοκος πάσης κτίσεως,» ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τῆς, ὅτι, λέξεως ἀντὶ τῆς, διότι, ἢ, ἐπειδὴ, ὑγιῶς νοουμένης· οὐ γὰρ ἂν ὑπῆρχεν, ἢ διέμεινεν ἀβλαβῆ, εἰ μὴ βάσιν καὶ κρηπῖδα εἶχε | |
5 | τὸν δημιουργικὸν τὸν τοῦ Θεοῦ Υἱὸν Λόγον, καὶ εἰς αὐτὸν ἀπηρείδετο. Διὸ οὐκ εἶπεν, οὔτε, πρωτόκτι‐ στος, ἀλλὰ, «πρωτότοκος,» οὐδὲ, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ’, «Αὐτὸς ἔστι πρὸ πάντων,» τοῦτ’ ἔστιν ἀνάρχως. Ἐπὶ γὰρ τῆς ἀῤῥήτου φύσεως πᾶς | |
10 | χρόνος ἐνέστηκεν καὶ ἐν τῷ νῦν πάρεστι, καὶ οὔτε παρῆλθέν τι ἐν αὐτῇ, οὔτε μέλλει, ἀλλ’ ἐν τῷ ἑνὶ χρόνῳ διατελεῖ πως ἀΐδια, ὡς Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· «Ὅθεν δὴ οὐδὲ ὀρθῶς ἐπὶ τῆς ἀῤῥήτου φύ‐ σεως ὀνομάζομεν. Λέγομεν γὰρ δὴ ὡς ἦν, ἔστιν | |
15 | καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν τό τε ἔσται, κατὰ τὸν ἐν φύσει χρόνον πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν· τὸ δὲ ἀεὶ κατὰ ταυτὰ ἔχον ἀκινήτως, οὔτε πρεσβύτερον, οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ | |
20 | χρόνον, οὔτε «γεγονέναι» νῦν, οὔτε αὖθις «ἔσεσθαι.» Ὅτι δὲ, ὡς ἔφαμεν, ἐν τῷ Θεῷ τὰ πάντα καὶ ἐξ αὐτοῦ πέφηνεν, μαρτυροῦντες καὶ Ἕλληνες ἔγραψαν ταῦτα· | |
26 | Αὐτὸς ἑαυτὸν ἄγει Θεὸς ἄμβροτος· ἔστι δ’ ἀπ’ αὐτοῦ Πάντα, καὶ ἐν μεγάλοιο Θεοῦ νόῳ ἐξεφαάνθη. Οὐ πάντως δὲ ὁ πρωτότοκος οὐ μονογενὴς, ἀλλ’ ἔσθ’ ὅτε τὰ συναμφότερα· καὶ ὁ μονογενὴς δὲ πάν‐ | |
30 | τως καὶ πρωτότοκος εὑρίσκεται οὐκ ἔχων δευτερό‐ τοκον, ἢ τριτότοκον, ὡς μόνος γεννηθεὶς καὶ τὸ ὄνομα ἐκ τοῦ πράγματος κτησάμενος. Ἀμέλει τοι καὶ ἐν τῷ Ἱερεμίᾳ ἀπὸ τοῦ παναγίου Πνεύματός φησιν· «Καὶ Ἐφραῒμ πρωτότοκός μού ἐστιν.» Ἦν | |
35 | δὲ οὐδὲ τῷ ἑαυτοῦ Πατρὶ πρωτότοκος Ἐφραΐμ. Ἐπεὶ οὖν αὐτὸς ἡ ἀλήθεια, καὶ ἡ δημιουργὸς, καὶ ἀδί‐ δακτος σοφία, πρέπει τοῖς περὶ αὐτοῦ γεγραμμένοις κατὰ θεοπρεπῆ νόησιν ἔχειν τὸ ἀψευδές. Ἔστω τοί‐ νυν καὶ μονογενὴς καὶ πρωτότοκος· ἁρμόζει δὲ | |
40 | μᾶλλον αὐτῷ πρὸς τὴν οἰκονομίαν ἡ τοῦ «πρωτό‐ τοκος» λέξις. Εἰ μὴ γὰρ διὰ φιλανθρωπίαν ἄφατον, τὸ μὲν ἅγιον Πνεῦμα ἀνεγέννησεν ἡμᾶς, ὁ δὲ Θεὸς καὶ Πατὴρ υἱοὺς προσέλαβεν, ὁ δὲ περὶ οὗ ὁ λόγος μονογενὴς Θεὸς ἀτρέπτως καὶ ἀῤῥεύστως ἐγένετο, | |
45 | ὡς οἶδεν, διὰ σωτηρίαν ἀνθρώπων υἱὸς ἀνθρώπου· οὐκ ἂν οὔτ’ αὐτὸς ὠνόμαστο «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» οὔτε οἱ υἱοὶ τῶν ἀνθρώπων ἐκλή‐ θημεν ἂν θεοὶ καὶ υἱοὶ Θεοῦ· οὐδεὶς γὰρ φύσει ἀδελφός ἐστιν υἱοῦ μονογενοῦς· ὁ δὲ Ποιητὴς καὶ | |
39.836(50) | οἰκονόμος πάντων καὶ μόνος εὔσπλαγχνος, ἀδελφός | 835 |
39.837 | τε ἡμῶν, πρωτότοκός τε ἀριθμεῖται. Αὐτὸς μὲν γὰρ ἐξ ἀπείρου ὕψους ἑαυτὸν διὰ τοὺς ἰδίους δούλους κενώσας, καὶ ἀνακαινίσας πάντα, καὶ ἀρχὴν κρείτ‐ τονος βίου τῇ ἑαυτοῦ ἐπιδημίᾳ παρασχόμενος, καὶ | |
5 | διὰ τοῦτο πρωτότοκος κληθεὶς, οὔ τί που τὴν θείαν παρεβλάβη δόξαν· οὐδὲ γὰρ μειονεκτεῖσθαί πως, ἢ εἰς τὸ τοῦ χεῖρον ἔχοντος μέτρον καταφέρεσθαι ἀνέχε‐ ται δυνάμεως λέξεων, ἐν τῇ καταχρήσει διὰ τὴν ἄφθεγκτον οἰκονομίαν ἐξενηνεγμένων· ἡμεῖς δὲ ἐκ | |
10 | πολλῆς ταπεινώσεως καὶ σκότους εἰς δόξαν καὶ φῶς ἀνήχθημεν ἄπειρον, τὴν εἰς αὐτὸν εἰσδεδεγμένοι πίστιν. Ἕκαστον γὰρ, παρ’ ὃ τὴν φύσιν ἐστὶν, λέ‐ ξεως ὄγκῳ, ἢ χθαμαλότητι, οὔτ’ ἀναθρώσκειν πως καὶ ἐξαίρεσθαι, οὔτε μὴν ἑαυτοῦ οἱονεὶ κατιέναι καὶ | |
15 | ὑφιζάνειν δύναται. | |
18 | Οὐ μικρὰ δὲ συνενδείκνυται τοῖς ὑφ’ ἡμῶν διηγη‐ θεῖσιν, ἀλλὰ καὶ μόνον ἐπικουρεῖν ἰσχύει καὶ τὸ ἐν | |
20 | πηʹ ψαλμῷ τὸν ἀπερινόητον Θεὸν ἀξιῶσαι εἰπεῖν· «Εὗρον Δαυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ μου ἁγίῳ ἔχρισα αὐτόν. Καὶ γὰρ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφε‐ λήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ‐ | |
25 | θήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσ‐ ώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Καὶ θήσομαι ἐν θα‐ | |
30 | λάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς δὲ ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, ὁ Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Καὶ ἐγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασι‐ λεῦσι τῆς γῆς.» Κἄν τε γὰρ περὶ τοῦ συνυφεστῶτος | |
35 | τῇ πατρικῇ δόξῃ ἀπαυγάσματος, καὶ ἐπ’ ἐσχάτων ἐκ ῥίζης Ἰεσσαὶ ἀνθήσαντος, κἄν τε περὶ τοῦ Δαυῒδ τοῦτο διαγορεύεσθαι δοίημεν, οὐκ ἂν τῇ τῆς συν‐ ηθείας ὑπονοίᾳ ὁ πρωτότοκος νοηθείη. Πῶς γὰρ ἢ τὸν ἤδη ὄντα ἄνθρωπον (λέγει γὰρ, ὅτι «Εὗρον | |
40 | Δαυῒδ τὸν δοῦλόν μου»), ἢ τὸν πρεσβυτέρους ἑαυτοῦ ἔχοντα ἀδελφοὺς, πρωτότοκον ποιήσεται; Ὅτι δέ ποτε σύνηθες τῇ Γραφῇ τοὺς ὄντας ἤδη καθ’ ὕπαρξιν, γίνεσθαί πως ὃ οὐκ ἦσαν ἐξαγγέλλειν, Παῦλος ὁ Χριστοῦ γέμων καὶ ἁγίου Πνεύματος ἔμπλεως οὕτω | |
45 | που φάσκει· «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός.» Τὸ γὰρ, «οὐκ ἔτι,» τοῖς ἤδη ὑφεστηκόσιν τὴν ἐπὶ ἄλλο τι τοῦ λοιποῦ κατάστασιν σημαίνει. Καὶ πάλιν· «Οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰ‐ κόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότο‐ | |
39.837(50) | κον ἐν πολλοῖς ἀδελφοῖς·» ἀντὶ τοῦ, ὁ Θεὸς ὁ προ‐ γνοὺς ἀπογόνους, καὶ πάντα τὰ παρελθόντα καὶ ἐπιόντα, ὡς ὑφεστῶτα καὶ παρόντα ὁρῶν, παρ’ ᾧ ἕν τι μέτρον οἱ αἰῶνες ἅπαντές εἰσι, καὶ οὐδὲν μεμε‐ ρισμένον, ὡς πρὸ βραχέος ἐλέχθη, προΐδεν καὶ ἐπι‐ | |
55 | φανῶς ὑπέσχετο, τοὺς ἀνθρώπους συμμόρ‐ | |
φους ἔσεσθαι τοῦ ὄντος ἀϊδίως ἐν μορφῇ αὐτοῦ μο‐ | 837 | |
39.840 | νογενοῦς Υἱοῦ, ἀφ’ οὗ ἂν οὗτος ὁ Μονογενὴς, καθεὶς ἑαυτὸν δι’ ἡμᾶς εἰς δουλοπρεπῆ μορφὴν, λέξει ἰδίᾳ δωρεᾷ· «Οὐκ ἔτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς, ὡς γέγραπται. Ὃν τρόπον γὰρ οἱ | |
5 | κτιστοὶ, υἱοὶ ἐκλήθημεν τοῦ Θεοῦ, κατὰ χάριν, οὐ κατὰ φύσιν· ὡσαύτως ὁ Μονογενὴς τοῦ Θεοῦ, ὅτε ἐμίγνυ τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ σωτηρία ἡμῖν νέα διὰ τέλους ἐγίνετο, ἀδελφὸς ἡμῶν καὶ πρωτότοκος ἐκλήθη, οὐ κατὰ τὴν ἐκ Πατρὸς φύσιν, | |
10 | ἀλλὰ κατὰ τὴν ἐκ τῆς Παρθένου καὶ κατὰ τὴν Παρ‐ θένον σάρκωσιν αὐτοῦ. Εὔκαιρον τοίνυν ἂν εἴη εἰ‐ πεῖν πρὸς αἱρετικοὺς, ὅπερ εἴρηται τοῖς ἔξω κα‐ λῶς· «Τὰ ψεύδη μίσει, ἵνα σοι ἡ ἀλήθεια προσεθί‐ ζηται.» | |
17 | ΚΕΦ. Εʹ. Τρίτη αὐτῶν πρότασις, ἡ ἐκ προσώπου τοῦ πάντα ὑποστήσαντος Κυρίου λέγουσα προφητεία· «Ἐγώ | |
20 | εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος.» Χρονικὴν γὰρ ἐντεῦθεν τὴν ἄχρονον καὶ ὑπὲρ νοῦν ὕπαρξιν αὐτοῦ ἀπειθά‐ νοις ἐκδοχαῖς ἀναπλάττουσιν, καὶ βιάζονται τὴν κα‐ κίαν αὐτῶν ἀρετὴν νομισθῆναι. Ὅσοι δὲ τοῦτον τὸν Μονογενῆ πλουσιολόγον Θεὸν οὐκ ἀγνοοῦσιν, ὡς οὗτοι, | |
25 | ἐπιδεῶς ἔχουσι καὶ τῆς τοῦ χρυσοῦ ῥήματος τούτου θεολογίας. Δηλοῖ γὰρ ἡ μὲν ἀρχὴ, τὸ αἴτιον αὐτὸν εἶναι, ὡς ἄναρχον, καθὰ ὁ Θεὸς Πατὴρ τῆς πάντων συστάσεως, Ὁ γὰρ ὢν ἀρχὴ οὐκ ἔχει τὸν προϋπάρ‐ χοντα, ὡς ὁ ὕστατος οὐκ ἔχει τὸν ὕστατον. | |
30 | Ἀρχὴ γὰρ, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ τῶν Μετὰ τὰ φυσικὰ, λέγεται πολλαχῶς. Λέγεται μὲν γὰρ ἀρχὴ, οἷον βασιλεία, στρατηγία· λέγεται δὲ καὶ τοπικῶς, ὡς ἀρχὴ δρόμου ἡ βαλβίς· λέγεται δὲ καὶ χρονικῶς, ὡς ἀρχὴ ἔτους ἤδε ἡ ἡμέ‐ | |
35 | ρα· λέγεται δὲ καὶ φυσικῶς, ὡς ἀρχὴ βρέφους τὸ σπέρμα· λέγεται δὲ καὶ κατὰ αἰτίαν, ὡς ἀρχὴ τοῦ | |
ἀνδριάντος ὁ ἀνδριαντοποιός. Οὕτως οὖν λέγομεν αὐ‐ | 839 | |
39.841 | τὸν ἀρχὴν, ὡς αἴτιον καὶ Δημιουργόν· τὸ δέ γε τέλος τὸ εἰς αὐτὸν, ὡς ἀπερίγραφον καὶ μόνον ἔχοντα ἀθα‐ νασίαν, πάντων τὰ πέρατα συνερείδεσθαι, καὶ μετὰ τὴν τοῦδε τοῦ παντὸς πληρότητα εἰς ἀεὶ καὶ ἀπείρως | |
5 | διαμένειν αὐτόν. Οὐκοῦν ὁ ἄπειρος γένεσιν ἔχειν οὐ δύναται· μὴ δυνάμενος δὲ, αὐτὸς μὲν ἀγένητός ἐστι, καίτοι γεννητὸς ὢν ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ Πατρὸς φυσικῶς· τὰ δὲ γενητὰ γεγένηνται ἐξ αὐτοῦ δημιουργικῶς. Τούτοις ἑπομένως νοηθείη ἂν | |
10 | καὶ ὅπερ Παῦλος Κολοσσαεῦσιν ἐξήγγειλε τόνδε τὸν τρόπον· «Καὶ αὐτός ἐστι πρὸ πάντων·» οὐχ ὡς ποιη‐ τὸς (μὴ γένοιτο!), ἀλλ’ ὡς γεννητός. Εἰ μὴ γὰρ ἦν ἀνάρχως αὐτὸς πρὸ πάντων γεννηθεὶς ἀληθινῶς καὶ ὁμοουσίως, οὐκ ἂν κατ’ εἰκόνα ἡμεῖς αὐτοῦ ὁμοού‐ | |
15 | σιοι τοῦ ἡμᾶς τεκόντος ἐγενήθημεν· καὶ εἰ μὴ προῆν ἀδημιουργήτως ὁ ποιητὴς καὶ προνοητὴς, οὐκ ἂν ὑπῆν δημιουργικῶς τὰ ποιητὰ καὶ προνοού‐ μενα. | |
24 | ΚΕΦ. ϛʹ. | |
25 | Τέταρτον προτείνουσιν ὑπὸ ἀκολάστου γλώσσης τὸ παρὰ Πέτρῳ ἐν ταῖς Πράξεσιν εἰρημένον· «Γινωσκέ‐ τω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Καὶ τοῦτο δὲ οὐ περὶ τῆς θείας | |
30 | καὶ ἀκαταλήπτου γέγραπται οὐσίας τοῦ ἐν ἀρχῇ ὄν‐ τος Θεοῦ Λόγου, καὶ πρὸς τὸν Θεὸν ὄντος, καὶ οὐχ ἁρπαγμὸν ἡγησαμένου τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ περὶ τοῦ ἐκ Μαρίας συμμόρφου τῆς ταπεινώσεως ἡμῶν. Ἡ γὰρ μνήμη τοῦ σταυροῦ καὶ τὸ συνῆφθαι τῷ | |
35 | «ἐποίησεν» τὸ, «Ὃν ὑμεῖς ἐσταυρώσατε,» αὐτὸν ἐδήλωσεν, οὗ πολλαχοῦ μέμνηται ἡ Γραφή. Καὶ ὡς ὅταν ἐν ταῖς Πράξεσι λέγῃ ὁ αὐτὸς Πέτρος· «Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰα‐ κὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα | |
40 | αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνή‐ σασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε· καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε.» Καὶ Ζαχαρίας φη‐ | |
45 | σίν· «Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυῒδ καὶ ἐπὶ τοὺς κατ‐ οικοῦντας Ἱερουσαλὴμ Πνεῦμα χάριτος καὶ οἰκτιρ‐ | |
μοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν, | 841 | |
39.844 | καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν, ὡς ἐπὶ ἀγαπητὸν, καὶ ὀδυνηθήσονται ἐπ’ αὐτὸν, ὡς ἐπὶ πρωτότοκον.» Ἧστινος προφητείας ἀναμνησθεὶς Ἰωάννης μετὰ τὸν σωτήριον σταυρὸν, εἶπεν· «Ὄψονται, εἰς ὃν ἐξεκέν‐ | |
5 | τησαν.» Περὶ τούτου καὶ ὁ ἄγγελος συγχαίρων ἀν‐ θρώποις ἔλεξεν· «Ἐτέχθη ἡμῖν Σωτὴρ σή‐ μερον, ὅς ἐστι Χριστὸς Κύριος.» Ὁ δὲ σήμερον τε‐ χθεὶς οὐκ ἄν ποτε ὁ προαιώνιος νοηθείη. Προσεκτέον οὖν καὶ τῷδε τῷ τοῦ Γράμματος θαύματι, ὅτι ἄγγε‐ | |
10 | λοι καὶ ἄνθρωποι μιᾶς νεαρᾶς θεογνωσίας ἑορτὴν ἐπετέλουν ἴσῃ διαθέσει ὁμοφωνοῦντες καὶ ὁμογνωμο‐ νοῦντες. Οὕτω δέ φαμεν, ἐπινοίᾳ τινὶ τὴν ἄφραστον αὐτοῦ οἰκονομίαν σημαίνοντες, καὶ τὴν εἰς τὴν θεό‐ τητα αὐτοῦ συντείνουσαν βλασφημίαν ἐκκλίνοντες, | |
15 | οὐκ ἄλλον δὲ πιστεύοντες εἶναι τὸν ἐκ Πατρὸς Υἱὸν, καὶ ἄλλον τὸν γενόμενον σάρκα καὶ σταυρωθέντα· ἐπεὶ μήποτε διαζεύγνυσθαι ἑαυτῆς, μηδὲ τρέπεσθαι πέφυκεν ἡ θεότης. Οὐδὲ γὰρ ὁ Ἀπόστολος δύο ἐνόη‐ σεν ἂν, εἰπών· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν | |
20 | σαρκί.» Καὶ ὁ Ἱεροψάλτης γὰρ τὸ ἀπόῤῥητον τοῦτο μυστήριον τῆς οἰκονομίας καὶ κρύπτων πως καὶ ἀνα‐ πεπταμένως ἐκφαίνων, καὶ καλύπτων μᾶλλον ἢ ἀγνοῶν, καὶ ἀγνοῶν μᾶλλον ἢ καλύπτων, ἐν ρηʹ ψαλ‐ μῷ ὁμοιότροπον τοῦ μνημονευθέντος ῥήματος Πέ‐ | |
25 | τρου προφητεύει· «Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη· καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν·» διὰ μὲν τὸ ὁμοουσίως συνυπάρχειν τῷ Πατρὶ, καὶ πάντα γεγε‐ νῆσθαι πρὸς αὐτοῦ, χεῖρα τοῦ Πατρὸς προσαγορεύων τὸν Θεὸν Λόγον. Διὰ δὲ τὸ ἀτρέπτως σάρκα, ὡς οἶδε | |
30 | καὶ ἠθέλησε, γεγενῆσθαι, λέγων αὐτὸν πεποιῆσθαι παρ’ ἐκείνου, οὗ χείρ ἐστιν. | |
35 | Οὐκ ἀεὶ δὲ τὸ, «ἐποίησε,» νοεῖται ἀντὶ τοῦ, | 843 |
39.845 | «ἔκτισεν,» ἀλλὰ καὶ κατὰ σχέσιν· ὡς τὸν ἤδη ὄν‐ τα κατ’ οὐσίωσιν διδάσκαλον, τότε ποιεῖ τις τῶν ἑαυ‐ τοῦ παίδων διδάσκαλον, ὅταν διδάσκειν τοὺς παῖδας ὁ διδάσκαλος ἄρξηται· καὶ ὡς ὅτε παῖδα τότε | |
5 | ποιεῖ τις στρατιώτην, ἢ ῥήτορα, ὅταν τὴν στρατείαν, ἢ τὸ ῥητορεύειν ὁ παῖς μετέρχηται. Τῇ γὰρ διανοίᾳ ταύτῃ περὶ τοῦ Πατρὸς καὶ Θεοῦ εἶπεν· «Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καὶ Ἠσαΐας· «Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθός.» | |
10 | Καὶ ὁ Ἱεροψάλτης ἐν μὲν κθʹ ψαλμῷ· «Κύριος ἐγε‐ νήθη βοηθός μου·» ἐν δὲ λʹ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με·» καὶ Ἀβραὰμ πρὸς Σάῤῥαν τὴν ἑαυτοῦ σύμ‐ βιον· «Ἐγένετό μοι καὶ εἰς γυναῖκα·» καὶ ὁ Παῦ‐ | |
15 | λος· «Γινέσθω ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἀκολούθως τούτῳ ἐκλαμβάνεται καὶ, «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Οὐ γὰρ περί του τοιῶσδε λό‐ γῳ φάναι, ἢ τοιῶσδε, τὴν οὐσίαν αὐτοῦ δηλοῖ. Διὸ | |
20 | οὐχ ἁπλῶς τὸ, «κατεστάθην,» ἀλλ’, «ἐπὶ τὸ ὄρος Σιὼν,» εἶπεν· ὑπάρχων γὰρ πάντων ἐξ ἀπείρου καὶ ἐπ’ ἄπειρον βασιλεὺς (φησὶ γάρ· «Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι·» καὶ, «Ἡ βα‐ σιλεία σου, βασιλεία πάντων τῶν αἰώνων»), ἐδόκει | |
25 | πως μήπω μὲν βασιλεύειν τῶν μὴ γινωσκόντων αὐ‐ τὸν, γεγενῆσθαι δὲ καὶ ἐπὶ αὐτοὺς βασιλεὺς ἐν τῇ ἐν‐ ανθρωπήσει, δι’ ἣν αὐτός τε Δαυῒδ ἐξῄτει ἐν θʹ ψαλ‐ μῷ· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν·» Μιχαίας τε | |
30 | προεφήτευσεν· «Καὶ ὁ Κύριος βασιλεύει ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Διεσάφησαν δὲ περὶ τούτου καὶ οἱ ἔξω τοιάδε· | |
35 | Οὔνομα γὰρ βασιλεὺς Θεὸς ἄμβροτος οὔποτε λῆγον, Οὔποτ’ ἀποφθινύθον, οὐδ’ ἀποπαυόμενον. Ὁμοιότροπον τούτῳ ἐστὶ καὶ τὸ, «Δέξασθε τὸν ἀρ‐ χιερέα τῆς ὁμολογίας ὑμῶν, πιστὸν ὄντα τῷ ποιή‐ σαντι αὐτόν.» Πάλιν γὰρ τὸν ἐξ ἡμῶν σύμμορφον | |
40 | γενόμενον ἡμῖν λέγει, καὶ προτρέπει δέξασθαι αὐτὸν, | 845 |
39.848 | Θεὸν μὲν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν ἀνάρχως ὄντα, τότε δὲ δι’ ἡμᾶς ἀρχιερέα πεποιημένον, ἐπειδὴ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κό‐ σμος αὐτὸν οὐκ ἔγνω, ἀποδραμὼν αὐτοῦ τῆς ἀκτίστου | |
5 | θεότητος. Ἑπομένως θεωρεῖται καὶ ἡ πρὸς Κοριν‐ θίους Παύλου φωνή· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ὑμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος ἐν Κυρίῳ καυ‐ | |
10 | χάσθω. Κατὰ γὰρ Θεὸν, φασὶ, καὶ ἀγαθοὶ καὶ σοφοί εἰσιν ἄνθρωποι·» καὶ τὰ ἐναντία τούτων· | |
13 | Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα Πίπτει βαρείαις πρὸς Θεοῦ δυσπραξίαις. | |
15 | Ὃν τρόπον γὰρ τεθεὶς φῶς εἶναι ἐθνῶν, οὐκ οὐσιω‐ δῶς ἐγένετο τότε φῶς, ἀλλ’ ᾧ φωτίζονται οἱ ἐπιγινώ‐ σκοντες αὐτὸν («Ἦν» γὰρ, φησὶν, «τὸ φῶς τὸ ἀλη‐ θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον»)· οὕτω καὶ «βασιλεὺς κατεστάθη,» καὶ | |
20 | «Κύριος ἐγένετο,» φύσει καὶ ἀνάρχως ὢν Κύριος, ὅτε οἱ μαθηταὶ, ὡς γέγραπται, δοῦλοι αὐτοῦ γεγόνασιν· ὅτε ὁ Ἀπόστολος ἐπέστελλεν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·» ὅτε καὶ πάντες, τὴν κυριότητα αὐτοῦ καὶ χριστότητα ἐπιγνόντες, Χριστιανοὶ ἐπεκλήθημεν, ὡς | |
25 | δοῦλοι τοῦ δεσποτικοῦ ὀνόματος μετασχόντες· καθὰ λέγει ἐν Ἡσαΐᾳ· «Τοῖς δὲ δουλεύουσίν μοι κλη‐ θήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Κατ’ ἐμὲ δὲ ἰδικώτερον τὸ τῶν ὀρθοδόξων ἡμῶν γένος προφητεύει, περὶ οὗ ὁ αὐτὸς εἶπεν· | |
30 | «Οὗτοί εἰσιν σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ·» καὶ, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Τοιοῦ‐ τόν ἐστι καὶ τὸ ἐν τοῖς ᾌσμασι κείμενον· «Ἐκλε‐ λοχισμένος ἀπὸ μυριάδων·» τοῦτ’ ἔστιν, ἐκλελεγμέ‐ νος, οὐχ ὡς ἐκ πολλῶν υἱῶν μόνος, ἀλλ’ ἐπειδὴ Δαυῒδ, | |
35 | ἤτοι ἡ Θεοτόκος, ἐξ ἧς τὸ κατὰ σάρκα Χριστὸς ἐκ πάντων εἰς τὴν οἰκονομίαν ἐπελέγη· καὶ εἰκό‐ τως καὶ ἐν αὐτῷ εὐδόκησε, καὶ λέγει· «Τίς ὁμοιω‐ θήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» ἢ καὶ ἐπίλεκτος, ὡς Μονογενὴς, ἐκ πάντων, ἐν τῇ ἐνανθρωπήσει ἀν‐ | |
40 | αμάρτητος. | 847 |
39.849 | ΚΕΦ. Ζʹ. Ἐκ βλασφημίας εἰς βλασφημίαν ἰόντες, προΐσχον‐ ται εὐθὺς μετὰ τὰ προκείμενα τὸ παρὰ Παύλου θεο‐ λογικῶς εἰρημένον· «Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ | |
5 | σοφίαν·» κατὰ τὸ σφίσι δοκοῦν ἑρμηνεύοντες συλ‐ λογιστικῶς· ὅτι ἡ τοιάδε θέσις δηλοῖ δυνάμει καὶ σο‐ φίᾳ τοῦ Θεοῦ ἐκτίσθαι αὐτόν. Καὶ ἡ φράσις δὲ, καὶ ἡ διάνοια τὴν ἐνανθρώπησιν αὐτοῦ ὑποδείκνυσιν, Ἐν αὐτῇ γὰρ, φησὶ, Χριστὸς ὠνομάσθη, καθ’ ὁμοιότητα | |
10 | τῶν πρὸ αὐτοῦ κληθέντων χριστῶν. Εἰ δὲ καὶ εἰς τὴν θεότητα αὐτοῦ δεκτέον τὸ ῥητὸν, αὐτόθεν τὸ ἀκραιφνὲς τῆς πρὸς τὸν Πατέρα αὐτοῦ ὁμοουσιότητος κατασημαίνεται, καὶ δηλοῖ πᾶσαν τὴν πατρικὴν δύ‐ ναμίν τε καὶ σοφίαν ἐναποκεῖσθαι αὐτῷ, ὡς | |
15 | Λόγῳ δημιουργικῷ, καὶ Υἱῷ αὐτοῦ ἀληθινῷ. ΚΕΦ. Ηʹ. Ἕν τι καὶ τοῦτο πάθημα αἱρετικὸν καθέστηκε, τὸ λέγειν· Εἰ ἀμπέλῳ ἡ Γραφὴ παρείκασε τὸν Χρι‐ στὸν, κλήμασι δ’ ἀνθρώπους, γεωργῷ δὲ τὸν Πατέ‐ | |
20 | ρα, ἔστι δὲ ἡ ἄμπελος ὁμοφυὴς τοῖς κλήμασι, καὶ οὐ τῷ γεωργῷ· ἀναφαίνεται, φησὶν, ὁ Υἱὸς ὁμοφυὴς ἡμῖν, οὐ τῷ Θεῷ καὶ Πατρί. Ἡμεῖς δὲ ἀπαντῶντες τῷ λόγῳ αὐτῶν, φαμὲν, ὅτι κατὰ μὲν τὴν θεότητα, αὐτὸς τῆς γεωργοῦ ὑποστάσεως καρπὸς ὑπάρχει· | |
25 | κατὰ δὲ τὴν σάρκα, ἡμεῖς αὐτοῦ κλήματα τυγχάνο‐ μεν· προσέχοντες οὐχ ἥκιστα καὶ Παύλῳ δογματικῶς διατεινομένῳ· «Ἡμεῖς γάρ ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους·» αὖθίς τε αὖ· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Ἐκ γὰρ | |
30 | δὴ τῆς τοιᾶσδε ἀποστολικῆς φράσεως ἐκβάλλονται καὶ οἵδε οἱ αἱρετικοὶ, καὶ οἱ κρίνοντες τὴν σάρκα τοῦ Δεσπότου ἐξ οὐρανοῦ, ἀλλ’ οὐκ ἀνθρωπείαν τυγ‐ | |
χάνειν. | 849 | |
39.852 | ΚΕΦ. Θʹ. Καὶ εἰς ἕτερα δὲ θεῖα ῥητὰ διηνέχθησαν πρὸς τὴν ἀλήθειαν, καὶ ἔτι διαφέρονται· οἷον εἰς τὸ τῆς προ‐ φητείας Ἡσαΐου, ἔνθα ὁ Πατὴρ ἔφη· «Μέγα σοί | |
5 | ἐστι κληθῆναί σε παῖδά μου·» καὶ εἰς τὸ Παύλῳ γεγραμμένον· «Ὁ ὁρισθεὶς Υἱὸς Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Καὶ ταῦτα γὰρ τῇ θεό‐ τητι αὐτοῦ ἐπιῤῥιπτοῦσι, λεχθέντα περὶ τῆς ἐκ Μα‐ ρίας δουλικῆς μορφῆς, περὶ ἧς ὁ ἄγγελος εἶπεν αὐτῇ· | |
10 | «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώ‐ μενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Ἔτι μὴν δια‐ φέρονται καὶ εἰς τὸ, «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης·» τὸ πᾶν τῇ θεότητι | |
15 | αὐτοῦ ἀπονέμοντες. Λέγει δὲ ἐνταῦθα Πατέρα μὲν, τοῦ μὴ ὁρωμένου· Θεὸν δὲ, τοῦ ὁρωμένου. Περὶ οὗ ὁ αὐτὸς ἄγγελος καὶ μικρῷ πρόσθεν φαίνεται ἐπὶ προσήκοντι καιρῷ, καὶ νεαροῖς τοῖς μνημονευθεῖσιν ὀνόμασιν εὐαγγελισάμενος οὑτωσί· «Τέξῃ υἱὸν, καὶ | |
20 | καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Προσέτι διαφέρον‐ ται (λώβη γάρ ἐστι τὰ νοήματα καὶ ῥήματα αὐτῶν) καὶ εἰς τήνδε τὴν λέγουσαν δεσποτικὴν ῥῆσιν· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· | |
25 | Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν.» Κἀνταῦθα γὰρ Πατέρα καλεῖ, ἑαυτοῦ μὲν κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· Θεὸν δὲ, ἑαυτοῦ μὲν διὰ τὴν πρόσφατον αὐτοῦ μορ‐ φὴν, ἡμῶν δὲ κατὰ ἀλήθειαν· ἵνα καὶ τὸ ἀρχαῖον | |
30 | καὶ τὸ πρόσφατον σημαίνηται Συγκαταβὰς γὰρ εἰς ὅλα τοῖς δούλοις ὁ Δεσπότης, τὸν ἑαυτοῦ Πατέρα, ἡμῶν δὲ Θεόν. Πατέρα μὲν καὶ ἡμῶν δι’ ἀγαθότητα ἐποίησεν, οὐκ ὄντων φύσει υἱῶν, Θεὸν δὲ καὶ ἑαυτοῦ ἐκάλεσε διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, | |
35 | ἣν σαφέστερον προανεφώνησεν, εἰπών· «Ἐκ κοι‐ λίας μητρός μου Θεός μου εἶ σύ.» Πῶς γὰρ ἂν καὶ ἐγχωρεῖ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, τοῦ ἀληθινοῦ καὶ μεγάλου Θεοῦ, εἶναι Θεός; Ὥσπερ οὖν ἡμῶν ἐστι Θεὸς τῇ ἀληθείᾳ, καὶ οὐ Πατὴρ κατὰ φύσιν· | |
40 | οὕτως αὐτοῦ μόνου ἀληθῶς κατ’ οὐσίαν ἐστὶ Πατὴρ, καὶ οὐ Θεὸς κατὰ τὴν ἄνω γέννησιν· καὶ ἡμεῖς. μέτοχοι τοῦ Χριστοῦ γεγονότες, καταξιού‐ | |
μεθα τὸν ἐπουράνιον Θεὸν ἐπικαλεῖσθαι· «Πάτερ | 851 | |
39.853 | ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·» οὕτω καὶ ὁ ἀγαπητὸς Υἱὸς, μετασχὼν, κατὰ Παῦλον Ἑβραίοις ἐπιστέλλοντα, παραπλησίως τοῖς παιδίοις αἵματος καὶ σαρκὸς, καλεῖ τὸν Πατέρα Θεόν. Πρὸς οἷς καὶ τὸ μὴ μίξαντα | |
5 | εἰπεῖν, Πατέρα ἡμῶν καὶ Θεὸν ἡμῶν, ἀλλὰ κεχωρι‐ σμένως, «Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν,» ἔδειξε τὴν προλεχθεῖσαν διαφο‐ ρὰν αὐτοῦ τε καὶ ἡμῶν. Οὐχ εὑρίσκεται γὰρ ἑαυτοῦ καὶ ἀνθρώπων ἐπικοίνως εἰρηκώς· Πατέρα ἡμῶν. | |
10 | Ἀλλὰ καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, περὶ τῶν μετὰ παῤῥησίας καὶ ἐλευθεροστομίας ὁμολο‐ γούντων αὐτὸν ἔμπροσθεν τῶν ἀνθρώπων Θεὸν καὶ Υἱὸν τοῦ Θεοῦ μονογενῆ, ὅ ἐστιν ὁμοούσιον, ὑπισχνεῖ‐ ται· «Κἀγὼ, φησὶν, ὁμολογήσω αὐτὸν ἔμπροσθεν | |
15 | τοῦ Πατρός μου·» οὐ, τοῦ Πατρὸς ἡμῶν. Οὗ τί ἂν εἴη μεῖζον, ἐν μὲν ἀγαθοῖς, τοῦ ὁμολογηθῆναι ἡμᾶς ὑπ’ αὐτοῦ· ἐν δὲ αἰσχίοις, τοῦ ἀρνηθῆναι ἐκείνοις τὴν ἀπὸ τοῦ Θεοῦ γνῶσιν, ὡς ἀντὶ τῆς ἀληθείας ἀν‐ θῃρημένοις ψεῦδος; Καὶ τὸ, «Ἀναβαίνω» δὲ «πρὸς | |
20 | τὸν Πατέρα,» διὰ τὴν οἰκονομίαν εἶπεν, εὐαγγελιζό‐ μενος τοὺς μαθητὰς, οὓς φιλῶν ἀδελφοὺς ἐκάλει, ὅταν ἀναβιβάζηται ἡ ἐξ ἡμῶν ἀπαρχὴ, ἀναβαίνοντος τοῦ ἀεὶ ὄντος πρὸς τὸν ὄντως ὄντα αὐτοῦ Πατέρα. Ἐπεί‐ τοιγε λέγει· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, | |
25 | εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ ὢν ἐν τῷ οὐρανῷ·» διὰ τῶν τοιούτων λέξεων τῇ θεότητι μυστικῶς ἅμα καὶ λευκῶς σημαίνων εἶναι αὐτόν. | |
32 | ΚΕΦ. Ιʹ. Καὶ Παύλου δὲ Φιλιππησίοις γράψαντος περὶ τῆς ἀσυγκρίτου καὶ οἰκονομικῆς τοῦ Θεοῦ Λόγου δι’ ἡμᾶς | |
35 | κενώσεως· «Τοῦτο δὴ λογιζέσθω ἐν ὑμῖν, ὅπερ καὶ | 853 |
39.856 | ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκέ‐ νωσεν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώ‐ πων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, | |
5 | ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανά‐ του, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ | |
10 | πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός·» οὗτοι τῷ μὲν, ὅτι ἐν μορφῇ Θεοῦ, καὶ ἴσα τῷ Θεῷ ὑπάρχων, ἑαυτὸν ἐκένωσεν, ἐν τῷ λαβεῖν μὲν δούλου μορφὴν, καὶ ἐν ταπεινώσει ἀνθρώπων γενέσθαι, ἀπεκδύσασθαι δὲ τὰς ἀρχὰς | |
15 | καὶ τὰς ἐξουσίας, οὐχ ἑτέρου ἀνάγκῃ, ἀλλ’ ἑκουσίως· ἔχουσιν· τῷ δὲ, «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» ἀτρέ‐ πτως ἐπιβάλλουσι, καίτοι τῆς «διὸ» λέξεως σημαι‐ νούσης, ὡς διὰ τὸ παραπλησίως τῶν παιδίων κεκοι‐ | |
20 | νωνηκέναι σαρκὸς καὶ αἵματος, τότε, καὶ οὐκ ἄλλοτε, ὑπερυψώθη τὸ δουλοπρεπὲς μέτρον, καὶ ἐχαρίσθη αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ πάντων προφε‐ ρέστατον· οὐ μὴν ὅτι ὁ Μονογενὴς (περὶ οὗ λέγουσι τῆς τε βροντῆς ὁ υἱὸς, ὡς ἀληθινὸς Θεὸς καὶ ἀλη‐ | |
25 | θινὸς Υἱὸς Θεοῦ· καὶ Παῦλος, ὡς πρὸ τῆς κενώσεως ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ἦν) δοτὰ ἐκτήσατο ταῦτα. Ἐπείτοι καὶ ἄτοπα λίαν ἐκ τούτου εἰσφέρεται· ἓν μὲν, ὅτιπερ, εἰ ἐν ψιλῷ καὶ μόνῳ τῷ ὀνόματι διακέκριται Θεὸς ὁ Υἱὸς, πλεο‐ | |
30 | νεκτήσει τὴν κτίσιν, ἢ μικρὸν, ἢ τὸ σύμπαν οὐδέν· δεύτερον δὲ, ὅτι ἐξολισθήσειεν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν, καὶ ὅσον ἧκεν εἰς λογισμὸν τὸ χάρισμα· ἐπείπερ τὸ δοτὸν οὐκ εἰς πᾶν ἐρηρεισμένον καὶ δια‐ μένον, ἀλλ’ εὐαπόβλητόν πως· τρίτον, ὅτιπερ, εἰ | |
35 | κατὰ τὴν θεότητα νοηθείη εἰληφέναι τὸ θεῖον ὄνομα τὸ τηνικαῦτα, ὅτε ἐν κόσμῳ ἐφάνη, εὑρεθήσεται μὴ ἐσχηκὼς πρὸ τούτου, ὃ ὕστερον ἔλαβεν, ἀλλ’ ὥσπερ τι χάρισμα, ἢ μισθὸν κομισάμενος ὑπὲρ τῆς πρὸς ἡμᾶς ἀφίξεως. Αὐτὸς δὲ καὶ ἐξ ἀπείρου ὑψώματος | |
40 | δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν ἐκένωσε· καὶ διὰ τὸ εἶναι φυσικῶς Υἱὸς Λόγος, καὶ ἐν μορφῇ. Θεοῦ, καὶ ἴσα Θεῷ, καὶ Θεὸς ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, οὔτ’ ἔξωθεν εἰσκεκριμένον καὶ νόθον οἷον ἔχων τὸ ἀπαράβλητον ὄνομα, οὔθ’ ὕστερον τούτῳ ἐκτετιμη‐ | |
45 | μένος, ἐπανῆλθε πάλιν εἰς ὅπερ ἦν ἀεὶ καὶ ἐν ἀρχαῖς ὑπερανέχον ὕψος, καὶ εἰς ἔμφυτον τιμὴν καὶ δόξαν, καὶ εἰς ἰδίαν τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς συν‐ | |
εδρίαν. | 855 | |
39.857 | Πῶς δὲ καὶ ὑπερύψωσε καὶ ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Ἐρῶ, ὅτι καὶ δουλικὴν περιφέ‐ ροντι αὐτῷ εἰκόνα ἔλεγέ τε, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,» καὶ ἤθελε Θεὸν καὶ τότε καλεῖ‐ | |
5 | σθαι αὐτὸν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ὡς προείρηται. Πρὸ τῆς ἐν κόσμῳ γὰρ ἐπι‐ φανείας τοῦ Υἱοῦ, τὰ ἐπουράνια μόνον γόνυ ἔκλινεν αὐτῷ, καὶ ἐδόξαζεν αὐτὸν, εἰδότα τῆς ἁγίας Τριάδος τὴν ἰσόθεον δόξαν· ὡς τὰ σεραφὶμ τρίτον | |
10 | βοᾷν, «Ἅγιος,» καὶ ἅπαξ, «Κύριος·» ἵνα καὶ ἑκάστῃ ὑποστάσει τὸν ὕμνον ὁμοίως ἀναπέμψῃ καὶ μίαν αὐταῖς εἶναι κυριότητα καταγγείλῃ· τὰ δὲ ἐπίγεια καὶ τὰ καταχθόνια οὐκ ᾔδει αὐτὸν οὕτως, ὡς ἐν τῇ οἰκονομίᾳ ἔγνω. Ἐξ ἐκείνου οὖν ἤρξατο καὶ | |
15 | αὐτὰ γόνυ κλίνειν αὐτῷ, καὶ δοξάζειν, καὶ Θεὸν κα‐ λεῖν· καὶ ἐν ἀθρόαις περιστάσεσι, τῇ ὀξύτητι τῶν συμβαινόντων φθανόμενα, οὐ πολλῇ κεχρῆσθαι προσ‐ ευχῇ, οὐδὲ κατὰ τὸ σύνηθες βαττολογεῖν, ἀλλ’ ἐπι‐ καλεῖσθαι· «Χριστὲ, βοήθει·» ὡς τοῦ ὀνόματος τούτου | |
20 | ὄντος πᾶσιν εἰς σωτηρίαν. Τῷ δὲ εἰρῆσθαι, «Ἐν ὁμοιώματι ἀνθρώπων καὶ σχήματι εὑρεθεὶς,» οὐ φάντασμα ὑποδηλοῖ τὴν ἐνανθρώπησιν αὐτοῦ, ὡς ὑπετόπασάν τινες· τὸ ἐναντίον μὲν οὖν, ὅτι Θεὸς Λόγος ὁμοιότητα καὶ σχῆμα ἀνθρώπων ὄντως ἔφε‐ | |
25 | ρεν. Νοητέον δὲ καὶ ἄλλως· Ἀπὸ τῆς ὄψεως, καὶ φορέσεως, καὶ ἀναστροφῆς δείκνυται ἕκαστος, ὅπερ ἐστὶ, καὶ ὃ βούλεται πράττειν. Κἂν γὰρ μὴ βοῶν περιέρχοιτο τοῦτο, ἀλλ’ ὅμως κατήγορον τὴν φύσιν ἔχει τοῦ πράγματος, κἂν μὴ λέγῃ. Καὶ ὁ Σωτὴρ οὖν | |
30 | βουληθεὶς διὰ τῆς ἀτρέπτου ἐνανθρωπήσεως σῶσαι ἡμᾶς, καὶ πάντα ἐσχηκὼς τὰ ἡμέτερα δίχα ἁμαρ‐ τίας, ἀνάγκῃ τὴν ἀπὸ γνώμης καὶ ἔργων τοῖς ἀν‐ θρώποις προσοῦσαν ἁμαρτίαν ποιεῖν ὑπελαμβάνετο. Ὁ γὰρ τληπαθέστατος Ἰὼβ ἀπὸ πάντων ἡμῶν κέ‐ | |
35 | κραγεν· «Οὐδεὶς ἀναμάρτητος, οὐδ’ ἂν μιᾶς ὥρας ὁ βίος αὐτοῦ. Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγά‐ λυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν, ἢ ἐπισκοπὴν αὐτοῦ ποιεῖς ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις;» Αὐτὸς δὲ, τοῦτ’ ἔστιν ὁ | |
40 | Δεσπότης, «ἁμαρτίαν,» ὡς προείρηται, «οὐκ ἐποίησεν, | |
οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὸ δὲ | 857 | |
39.860 | ἀναμάρτητον, ὑπεράνθρωπόν ἐστι. Διὰ τοῦτο κεχρη‐ σμῴδηται τὸ, «Ἐν ὁμοιώματι καὶ σχήματι ἀν‐ θρώπων. | |
6 | ΚΕΦ. ΙΑʹ. Καὶ τὸ παρὰ Ἰωάννῃ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» οὐδαμόθεν ἔχει λῆμμα. Ἢ γὰρ ἕνεκα τοῦ προλεχθέν‐ τος τῆς οἰκονομίας εἴρηται τρόπου, ἢ διὰ τὸ πε‐ | |
10 | φηνέναι αὐτὸν ζωὴν ἐκ ζωῆς πατρικῆς, ὡς καὶ φῶς ἐκ φωτὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Τοιγαροῦν καὶ τοῦτο ἠκούσαμεν αὐτοῦ παρ’ αὐτῷ Ἰωάννῃ· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ τὸ φῶς·» καὶ πάλιν· «Ὁ Υἱὸς οὒς θέλει ζωοποιεῖ.» Εἰ οὖν καὶ ὁ Πατὴρ ζωή ἐστι καὶ φῶς | |
15 | ἀληθινόν· ζωὴ ζωῆς, καὶ φῶς φωτὸς οὐδὲν διαφέρει. Ζωὴ γὰρ καὶ φῶς ἅπαξ ἐστί· καὶ οὐδὲ πειθανότητος ἐγγὺς τὸ, «Ἦν, ὅτε οὐκ ἦν,» ἐπὶ αὐτῆς τῆς δημιουργοῦ ζωῆς καὶ τοῦ ἀνεκλείπτου φωτός. Καὶ ἄλλως· Ὁ δι’ ἕτερον ζῶν, αὐτὸς οὐκ ἂν εἴη ποτὲ ζωὴ αἰώνιος· ὡς | |
20 | οὐδὲ ὁ μεταδόσει Θεοῦ ἅγιος, αὐτοάγιος· αὐτὸς δὲ κατ’ ἐξουσίαν καὶ ἄλλους ἁγιάζων δι’ ἑαυτοῦ τε καὶ δι’ ἑτέρων. | |
25 | ΚΕΦ. ΙΒ. Καὶ τὸ «Ἐγὼ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς,» τοῦτο δηλοῖ· Οὐχ ἵνα τὸ τῆς ἀνθρω‐ πότητος, φησὶ, θέλημα πράττω ἐν τῇ ἐνανθρωπή‐ | |
30 | σει, ἀλλὰ τὸ τῆς θεότητος. Οὐ γάρ ἐστι θέλημα τοῦ ἀγαπητοῦ Υἱοῦ, θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς κεχωρισμένον. Ἓν γὰρ καὶ τὸ αὐτὸ θέλημά ἐστι τῇ Τριάδι. Ταύτῃ γοῦν τῇ παραδόξῳ αὐτοῦ ὑπακοῇ τῇ ἀνθ’ ἡμῶν, ἔλυσε τὴν ἡμῶν ἀρχαίαν | |
35 | παρακοήν· καὶ ὃν τρόπον εἰς ὁμοίωσιν ἡμῶν, ὡς οἶδε καὶ ἠβουλήθη, καταβὰς ἔπαθεν· οὕτω καὶ ἡμᾶς συμμόρφους ποιήσας ἑαυτοῦ, εἰς ἀπάθειαν μετέστη‐ σεν. Ὅθεν, «Καταβέβηκα,» ἔφη· αὐθαιρετικῶς, φησιν, οὐχ ὑπουργικῶς. Καθὰ καὶ ἐν ἑτέρῳ μέρει | |
40 | ὁμοίως φάσκει· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς·» ὅ ἐστιν, οὐ πεμφθείς. | |
43 | ΚΕΦ. ΙΓʹ. Καὶ τὸ τοῦ Ψαλμῳδοῦ· «Διὰ τοῦτο ἔχρισέ σε | |
45 | Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετ‐ όχους σου·» καὶ τὸ παρ’ Ἰωάννῃ ἐν Εὐαγγελίῳ | |
κείμενον, «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς | 859 | |
39.861 | τὸν κόσμον,» παραπλησίως εἴρηται. Οὐκ ἄλλοτε γὰρ ἐχρίσθη καὶ ἡγιάσθη ὁ ἅγιος καὶ ἁγίοις ἀναπαυόμε‐ νος, «ὁ εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν·» εἰ μὴ ὅτε οὐκ ἀπο‐ | |
5 | θέμενος ὃ ἦν, ἐγένετο ἀσυγχύτως καὶ ὃ οὐκ ἦν· ἵν’ ἡμᾶς μετόχους ἑαυτοῦ ποιήσῃ καὶ ἁγιάσῃ, καθὰ εἶ‐ πεν· «Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.» ΚΕΦ. ΙΔʹ. | |
10 | Ἀκολούθως τούτῳ θεωρεῖται καὶ τὸ ἐν ψαλμῷ εἰρημένον· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·» καὶ τὸ πολλαχοῦ γεγραμμένον, ὅτι τὸν Χριστὸν Ἰη‐ σοῦν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Οὐ γὰρ χάριν ἔλαβεν | |
15 | αὐτὸς τὴν ἀνάστασιν, ἀλλὰ χάριν αὐτὸς δέδωκεν ἡμῖν τὸ καθ’ ὁμοιότητα τῆς ἀναστάσεως αὐτοῦ ταύτης πάλιν ἀνίστασθαι. Ἐπείτοιγε τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον καὶ ἐν τούτῳ διδά‐ σκων τῷ κεφαλαίῳ, παρὰ Ματθαίῳ καὶ Λουκᾷ εἶπε· | |
20 | «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν·» καὶ, «Ἐξουσίαν ἔχω τὴν ψυ‐ χήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν | |
αὐτήν.» | 861 | |
39.864 | ΚΕΦ. ΙΕʹ. Καὶ ἡ πρὸς τὸν νομικὸν ἀπόκρισις, τὸν πειραστι‐ κῶς εἰπόντα ὡς ἀνθρώπῳ τῷ Κυρίῳ, «Διδάσκαλε ἀγαθὲ,» καὶ ἀκούσαντα, «Τί με λέγεις ἀγαθόν, Οὐ‐ | |
5 | δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» τοιαύτη τίς ἐστιν. Τὸ, «Οὐδεὶς ἀγαθὸς,» εἰς τὸ γένος τῶν ἀνθρώπων· τὸ, «Εἰ μὴ εἷς ὁ Θεὸς,» εἰς τὸ ὁμοούσιον τῶν θείων ὑποστάσεων φέρει. Εἰ γὰρ οἶδάς με, φησὶν, ἀγαθὸν, ὁμολόγησόν με Θεὸν ἴσον καὶ ὅμοιον, ὡς κατὰ τὴν | |
10 | ἀγαθότητα, οὕτως καὶ κατὰ τὴν οὐσίαν ὑπάρχοντα τοῦ Πατρός. Ἡ γὰρ ἀνθρωπότης μεταλήψει τὴν ἀγα‐ θότητα κέκτηται· ἡ δὲ θεότης ἄκρα ἀγαθότητος, καὶ ζωὴ, καὶ φῶς, καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ ἀγάπη ἐστίν. Καὶ ἐπάγει· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλή‐ | |
15 | λυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν μοι ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Πείθων τε τὸν νομικὸν ταῦθ’ οὕτως ἔχειν, εἶπε· «Πώλησον πάντα, ὅσα ἔχεις, καὶ δεῦρο, ἀκο‐ λούθει μοι.» Ὅπερ οὐκ ἐποίησεν ἡττώμενος τῆς γνώμης, οὐκ ἐχούσης ἔμφυτον τὸ ἀγαθόν. Ἐμαρ‐ | |
20 | τυρήθη μὲν οὖν ἡ ἀγαθότης αὐτοῦ ἐν τῷ αʹ λόγῳ. Τί δὲ ἂν εἴη εἰς ἀπόδειξιν μεῖζον τοῦ ἔργοις μᾶλλον ἢ λόγοις δεικνύντος τὸ ἑαυτοῦ φύσει ἀγαθὸν, κατὰ τὸν λέγοντα· «Ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ δι‐ δάσκειν;» —«ποιεῖν» μὲν, ἐν τῷ κενῶσαι ἑαυτὸν | |
25 | καὶ μορφὴν δούλου ὑπὲρ τῶν δούλων λαβεῖν, θερα‐ πεῦσαί τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακείαν, καὶ δαίμονας ἀπελάσαι, καὶ θάλασσαν ἀνθρώποις ποιῆσαι βατὴν, καὶ πεινῶντας ὄχλους ἐπ’ ἐρημίας ἐμπλῆσαι, καὶ δούλων νίψαι τοὺς πόδας, καὶ διὰ τὸ πλάσμα | |
30 | τῶν ἰδίων χειρῶν, ὑπὸ τῶν χειρῶν τοῦ πλάσματος παθεῖν, καὶ ἑκατονταπλασίονα τοῖς εὖ ποιοῦσι χορη‐ γεῖν ἀγαθὰ, καὶ προστιθέναι ζωὴν αἰώνιον· «διδά‐ σκειν» δὲ, «Πώλησον, ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ, «Ὃ σὺ μισεῖς, ἄλλῳ μὴ | |
35 | ποιήσῃς·» καὶ, «Μὴ ἀποδῶτε κακὸν ἀντὶ κακοῦ·» καὶ,» Ὃς ἐὰν ποιήσῃ ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησεν·» καὶ, «Παντὶ τῷ αἰτοῦντί σε δίδου·» | |
καὶ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς | 863 | |
39.865 | ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν·» καὶ, «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθη‐ ταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους» Καὶ πῶς δὲ οὐκ | |
5 | ἔστιν, ὦ αἱρετικὲ, ἀγαθὸς ἴσα τῷ ἑαυτοῦ Πατρὶ, ὅς γε ταῦτά σοι λέγοντι συγγνώμην ἔχει; | |
9 | ΚΕΦ. Ιϛʹ. | |
10 | Διὰ πάντων αἱρεσιομαχεῖν ἐγνωκότες, καὶ τὴν πρὸς Τιμόθεον τοῦ Παύλου φωνὴν, τὴν λέγουσαν· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ τὴν, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον·» | |
15 | καὶ τὴν ἐν Εὐαγγελίῳ κειμένην· «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰη‐ σοῦν Χριστόν·» καὶ τὴν διαγορεύουσαν προφητείαν· «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος·» οὐκ εἰς δέον ἐκδέχονται· φάσκοντες τὴν «μόνος» καὶ τὴν | |
20 | «ἀληθινὸς Θεὸς» λέξιν μὴ ἐπιδέχεσθαι δευτέραν, ἢ τρίτην ὑπόστασιν, ἔχειν δὲ τὴν ἀναφορὰν εἰς μόνον τὸν Πατέρα. Ἡ δὲ «μόνος» καὶ ἑνός ἐστι λέξις, ὁσάκις ἂν εἴρηται ἐπὶ τῆς Τριάδος τῇ Γραφῇ, διὰ τὸ ἐν μονάδι θεότητος ὑπάρχειν αὐτὴν, καὶ «μοναρχίαν» | |
25 | ἔχειν εἴρηται. Διὸ ἡ ταυτότης «μόνος,» ἢ ἐκείνης, ἢ ἅμα τῶν δύο, ἢ τῶν τριῶν ἀχράντων ὑποστάσεων μνημονεύει, ἢ χωρίς. Ἔτι δὲ οὕτως ἐῤῥήθη πρὸς ἀντ‐ εξέτασιν τῶν καλουμένων ψευδωνύμων θεῶν, ὥσπερ ἀεὶ τὴν δαιμόνιον πολυκοιρανίαν ἐκβάλλει, ἀκουσάν‐ | |
30 | των· «Θεοί ἐστε·» ἵνα μηκέτι ὦμεν δεδουλωμένοι ὑπὸ ταλαὰ, καὶ πολύμορφα, καὶ τρεπτὰ, καὶ ἑτε‐ ρόγνωμα στοιχεῖα, ἐπὶ τὴν πορνείαν ταύτην σκορπί‐ ζοντες τὰ νοήματα ἡμῶν, κατὰ τὸν λέγοντα· «Πρώτη πορνεία, ἐπίνοια εἰδώλων.» Πρὸς τούτοις, καὶ ὅτι | |
35 | οὐχ ἁρμόττει κτίσματι κυρίως καὶ καθ’ ἅπαξ ἡ «μό‐ νος» καὶ ἑνὸς λέξις, τῷ εἶναι πάντων, ἢ πολλῶν ἅμα κοινόν τι, διὰ τὸ πάντα ἔχειν πολλὰ ὁμοούσια καὶ ὁμοειδῆ, ὡς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πρώτου ἐῤῥήθη λόγου. Ἡ δὲ, «Μόνος ἔχων ἀθα‐ | |
40 | νασίαν,» καὶ ἡ, «Ἀοράτῳ μόνῳ σοφῷ Θεῷ,» φωνὴ ἐγράφη, διὰ τὸ μηδὲ ἓν κτίσμα ἔχειν ἀφ’ ἑαυτοῦ καὶ | |
παντὶ τὸ ἀθάνατον, καὶ ἀόρατον, καὶ σοφὸν, ἀλλ’ | 865 | |
39.868 | εἰληφέναι παρὰ τοῦ δημιουργήσαντος Υἱοῦ, τοῦ μό‐ νως σὺν Πατρὶ καὶ Πνεύματι ὑπάρχοντος ταῦτα, ὕπαρξιν ἀθανασίας καὶ ἀορασίας· ὡς Παῦλον γρά‐ φειν Κορινθίοις τὸ πρῶτον· «Τί δὲ ἔχεις, | |
5 | ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λα‐ βών;» Καὶ διὰ τοῦτο μηδὲ τὰς λέξεις ταύτας κυρίως πρέπειν ποιήματι. Ἔστι γὰρ θνητὸν δυνάμει, τὸ μὴ ἔχον οἴκοθεν τὸ ἀθάνατον, ἀλλὰ καὶ δυνάμενον, εἰ θελήσοι τυχὸν ὁ ποιήσας, καὶ τὸ ἀποσβεσθῆναι, καθὰ | |
10 | ἐν Εὐαγγελίῳ εἶπεν· «Φοβήθητε δὲ μᾶλλον τὸν δυ‐ νάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» | |
17 | Τούτων οὕτως ἐχόντων, οὐδὲν κωλύσει πρὸς πλείονα εὐμαθίαν ἕκαστον ἰδιαζόντως ἐξεργάσασθαι ῥητόν. Τὸ μὲν οὖν, «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, | |
20 | ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ» ἔγραψε, πολλὰ προδι‐ ηγησάμενος κοσμικὰ ἐν τῇ Ἐπιστολῇ, καὶ κατὰ πάσης τῆς διηγήσεως ἐπαγαγὼν τοῦτο, ὡς ἔσται σαφὲς παντὶ τῷ προσέχοντι τῇ ἐννοίᾳ τῆς Ἐπιστο‐ λῆς. Τὸ δὲ, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν | |
25 | ἀπρόσιτον,» ὡς πρὸς τὴν κτίσιν ἐπέστειλε, καθὰ εἴρηται. Ἡ γὰρ αἰώνιος ζωὴ, καὶ ἡ ἀφθαρσία, ἀθα‐ νασία ἐστί· καὶ ἡ «ἀλήθεια,» καὶ «σοφία» λέξις ἰσοδυναμεῖ τῷ «ἀληθινῷ» καὶ «σοφῷ» ῥήματι· καθάπαξ δὲ ταῦτά ἐστι μόνου Θεοῦ· μεμαρτύρηται | |
30 | δὲ ταῦτα εἶναι ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ εἰ, ὥσπερ ὁ Πατὴρ δημιουργεῖ, ἁγιάζει, δικαιοῖ καὶ θεοποιεῖ τοὺς πρὸς οὓς γίνεται, τὸν ἴσον τρόπον καὶ ὁ Μονογενὴς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖ· κυ‐ ρίως ἄρα τῷ τε Υἱῷ, τῷ τε Πνεύματι τοῦ Θεοῦ τὸ, | |
35 | «μόνος,» καὶ «ἀληθινὸς,» καὶ «σοφὸς,» καὶ «ἀόρατος Θεὸς,» καὶ «μόνος ἔχων ἀθανασίαν,» ὡς τῷ Πατρὶ ἐφαρμόσει· καθάπερ καὶ αὐτῷ πρέψει ἡ περὶ τοῦ Μονογενοῦς λέγουσα Γραφή· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς | |
40 | αὐτόν.» Πᾶσιν γὰρ, ἵν’ οὕτως φράσω, οἷς ὁ Πατὴρ τῆς κτίσεως διαφέρει, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὁμοίως διαφέρει. Πῶς γὰρ λοιπὸν μόνος ἔχει τὰ προλεχθέντα ὁ Πατὴρ, εἰ ἀληθεύει τὰ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένα, καὶ | |
45 | τὸ, «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει, οὕτως ἔδωκε τῷ Υἱῷ ζωὴν ἔχειν,» ὡς καὶ τὸ προσεχὲς τούτῳ κεφά‐ λαιον ἐπιδείξει; Τὸ δὲ, «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» συμπεριέχει καὶ τὸν Υἱὸν, καὶ δείκνυσιν | |
39.868(50) | ἴσον τῷ Πατρὶ, μεθ’ οὗ νοεῖται καὶ τὸ Πνεῦμα αὐτοῦ. Ἡ δὲ ἀποστολὴ τὴν οἰκονομίαν δηλοῖ. Ἡ δὲ, «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος,» φωνὴ, οὐκ | |
ἔστι τοῦ Πατρός. Ἐπεὶ πῶς ἄληθες τὸ πάντα διὰ | 867 | |
39.869 | τοῦ Υἱοῦ γεγενῆσθαι; Ἢ γνώτωσαν καὶ περὶ τοῦ Υἱοῦ ὁμοιότροπον ἐν τῷ Ἰὼβ προφητικῶς εἰρῆσθαι· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης.» Αὐτὸς γὰρ, ὡς | |
5 | πᾶσιν καταφανὲς, ἀεὶ μὲν, οὐχ ἥκιστα δὲ ἐν τῇ ἐνανθρωπήσει ἐθαυματούργησεν, καὶ ὡς ἐν πεδίῳ ἐβάδισεν ἐπὶ τῆς ὑγρᾶς. | |
10 | Μαρτυρεῖται δὲ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μνημονευ‐ θεῖσιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα οὕτως. Περὶ μό‐ νου μὲν ἀληθινοῦ Θεοῦ, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ Ἰωάννης αὐτῇ λέξει ἀληθινὸν Θεὸν αὐτὸν εἶναι, καὶ μονογενῆ Θεὸν ἀναφθέγγεται· Ἰούδας μόνον Δεσπό‐ | |
15 | την καλεῖ· καὶ ὁ προφήτης λέγει· «Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, σὺ εἶ μόνος Θεὸς μέγας·» καὶ ἑτέρωθι· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Παῦλος, ὁ συν‐ έσεως πλήρης, Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ | |
20 | ἡμῖν τὸ ἡμῶν πνεῦμα, εἶναι αὐτὸ μαρτυρεῖ. Καὶ πάλιν γράφει· «Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Περὶ μὲν σοφίας, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ ὁ μνημονευθεὶς σεμνότατος γράφει Παῦλος· | |
25 | «Χριστὸν Θεὸν δύναμιν, καὶ Θεοῦ σοφίαν·» καὶ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Καὶ Δαυῒδ ψάλλει· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας.» Καὶ ὡς Ἡσαΐας προφητεύει· «Καὶ | |
30 | αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Ἡσαΐας προφητεύῃ· «Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας.» Περὶ δὲ ἀφθαρσίας καὶ ἀθανασίας, | |
35 | προείρηται μὲν ἤδη, οὐ μέντοι ἄτοπον καὶ ἄλλα παραθέσθαι· ὡς ἡνίκα, περὶ μὲν τοῦ ψυχοδότου Μονογενοῦς, οὗ τὸ ὄμμα, καὶ ἡ ἀκοὴ, καὶ ἡ δίκη, καὶ ἡ φιλανθρωπία πανταχοῦ ἐφέστηκε, Δαυῒδ μελῳδεῖ· «Σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐ | |
40 | ψουσιν·» καὶ, «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Περὶ δὲ τοῦ ἁγίου Πνεύ‐ ματος, τοῦ τὰ σύμπαντα τρέφοντος, καὶ θείαις ἀκτῖ‐ | |
σι καταλάμποντος, καὶ ἕως καὶ ἐπὶ τοὺς ἀπολειπο‐ | 869 | |
39.872 | μένους τοῦ θείου νόμου μακροθυμοῦντος, ἵν’ ἢ ἐπι‐ στρέψωμεν, ἢ ἐκεῖσε τιμωρίαν ὑπόσχωσιν οὐ μεμ‐ πτήν· ὡς ὅταν λέγῃ· «Καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.» Τοῖς δὲ λέγουσιν, Οὐκ εἰσὶν οὖν | |
5 | αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι ἀθάνατοι καὶ ἀόρατοι; ἀπαντητέον οὕτως· Πρὸς τὸ ἀθάνατον πρῶτον καθ’ ἕνα μὲν τρόπον, ὅτι τῇ πρωτουργῷ καὶ ἀπείρῳ ἀθανασίᾳ ἡ τούτων οὐδαμῶς κοινωνεῖ, ὑπὸ βεβηκυῖα καὶ διωρισμένη ἐκείνης, ὅσον δημιούρ‐ | |
10 | γημα Δημιουργοῦ. Καὶ διὰ τοῦτο μόνος ἔχειν ἀθα‐ νασίαν ὁ Θεὸς ἐλέχθη, ὡς ἔστι γνῶναι ῥᾴδιον, εἴπερ εἰς νοῦν βαλοίμεθα, ὅτι τούτων οὐδὲν, οὔτε δημιουρ‐ γεῖν, οὔτε ἀθανασίαν χορηγεῖν δύναται, ὡς ὁ μόνος ἀόρατος καὶ αἰώνιος Μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα | |
15 | δημιουργεῖ, καὶ ἀθανάτους κατασκευάζει. Καθ’ ἕτερον δὲ, ὅτι αἱ ψυχαὶ καὶ οἱ ἄγγελοί εἰσι καὶ ἀθάνατοι κατὰ τὸ ἀνώλεθρον καὶ ἄφθαρτον τῆς οὐσίας, καὶ θνητοὶ κατὰ τὸ φθείρεσθαί ποτε τῇ γνώμῃ. Ἀπὸ γὰρ τροπῆς ἔστιν ὅτε πίπτουσιν εἰς | |
20 | ἁμαρτίαν, ἐξ ἧς ἐπέρχεται ὁ θάνατος· καθ’ ὃν ὁ Παῦλος γράφει· «Καὶ ἡ σπαταλῶσα χήρα τέθνη‐ κεν·» καίπερ μήπω τὸν τῇδε ὑπαλλάξασα βίον, καθὰ ἤδη ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἐξηγήθη | |
λόγῳ. Ἀντιδιαιρεῖται γὰρ τῷ ἀθανάτῳ τὸ θνητὸν, | 871 | |
39.873 | καὶ ἀντιστοίχως τῷ θνητῷ τὸ ἀθάνατον, καὶ νοεῖται ἐπὶ ψυχῶν καὶ ἀγγέλων, τὸ μὲν ἀθάνατον, ὅταν πρὸς τῷ θάνατον μὴ ἐπιδέχεσθαι, ὅ ἐστιν μὴ δια‐ λύεσθαι, ἅτε ἀσυνθέτους ὄντας καὶ ἀνωλέθρους τὴν | |
5 | ὕπαρξιν, ἐὰν καὶ φθορᾷ γνώμης μὴ ὑποπέσωσιν, τοῦτ’ ἔστιν, εἰ ἄτρεπτοι διαμείνωσιν· τὸ δὲ θνητὸν, ἀντικειμένως τούτῳ. Καθόλου δὲ ἐοίκασιν οἱ τοιοῦ‐ τοι μὴ γινώσκειν τὰ ἀντιστρόφως λεγόμενα, καὶ ὡς οὐ πάντα τὰ ὁμωνύμως κατά τινων λεγόμενα πέ‐ | |
10 | φυκεν ἀντιστρέφειν. Ὁ μὲν γὰρ Θεὸς παντοίως ἀθάνατος, οὐ μὴν τὸ ἀθάνατον ἤδη. Πρὸς δὲ τὸ ἀόρα‐ τον, εἰσὶ μὲν καὶ αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι, ἀόρατοι μὲν τῷ ὀφθαλμῷ τοῦ σώματος ἡμῶν, ἐν τῷ εἶναι ἐκτὸς τῶν ὁρατῶν ἰδιωμάτων (φημὶ χρώματος, | |
15 | σχήματος, μεγέθους), ὁρατοὶ δὲ τῷ νῷ, ὅ ἐστιν ὄμμα τῆς ψυχῆς· ἐπειδὴ μὴ ἀνέφικτοι, ἅτε κτιστοὶ τὴν ὕπαρξίν εἰσιν, ἀλλ’ ἔστιν ἡμῖν νόησις περὶ αὐ‐ τῶν. Ὥστε, εἰ καὶ κατὰ προσβολὴν αἰσθήσεως ὀφθαλμοῦ ὄμματος ἀόρατοι, ἀλλ’ οὖν κατὰ ἀντίληψιν | |
20 | θεωρίας ἐπιστημονικῆς ὁρατοί εἰσιν. Ὁ δὲ Θεὸς ὑπὲρ τὸ ἀόρατον, καὶ ἀφανέστατον, καὶ ὑπὲρ πάντα νοῦν ὑπάρχων, οὐ μόνον ὄψει, καὶ συνόλως αἰσθή‐ σει, μὴ ὑποπίπτειν, ἀλλὰ μήτε νῷ αὐτῶν ἀγγέλων ἐνορᾶσθαι, διὰ τὸ ἀκατάληπτον καὶ ἀπρόσιτον, πέ‐ | |
25 | φυκεν. Ὅτι μὲν γὰρ ἔστι Θεὸς, πᾶσι γνώριμον· τί δὲ, ἢ πῶς ὑπάρχει θεωρῆσαι, πάντων τῶν φυσικῶν δυσαλωτότατον καθέστηκεν. Ὀρθῷ οὖν προσεῤῥήθη τρόπῳ τῷ εἰρημένῳ «μόνος ἀθάνατος, σοφός τε Θεὸς, καὶ ἀόρατος.» | |
35 | ΚΕΦ. ΙΖʹ. Καὶ μὴν καὶ τὰ παρὰ Ἰωάννῃ ἀμώμητα καὶ ἀνεπίληπτα τοῦ πάντων Κυρίου ῥήματα, τὰ λέ‐ γοντα· «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕ‐ τως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ | |
40 | ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀν‐ θρώπου ἐστίν·» καὶ πάλιν· «Οὓς ἔδωκάς μοι, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας·» καὶ πάλιν· «Πάντα | |
μοι παρεδόθη παρὰ τοῦ Πατρός μου·» καὶ πάλιν· | 873 | |
39.876 | «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καὶ τοῦ Δαυΐδ· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά‐ σχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ ὅσα τοιαῦτα, | |
5 | τὴν ἄφραστον οἰκονομίαν δηλοῖ. Καὶ ἄμαχον τοῦτο πλέον ποιεῖ, καὶ πάντας ἀναγκάζει, τούς γε μὴ τε‐ λέως ἀψύχους, συντίθεσθαι ἡμῖν τὸ εὐθὺς προσκεῖ‐ σθαι· «Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Εὐμενῶς γὰρ ἔχων πρὸς τὸ γένος ἡμῶν, καὶ ἑκὼν πτωχεύσας | |
10 | σαρκὶ, ὡς γράφει ὁ Παῦλος, ἵν’ ἡμεῖς, οἱ παντοίαις βλάβαις καὶ μεταβολαῖς, διά τε τὴν ἀρχαίαν καὶ τὰς προσφάτους ἁμαρτίας, ὑποκείμενοι, τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ πᾶσιν προσφόρως προσ‐ φερόμενος, τῇ ἡμῖν συντρόφῳ ἐχρῆτο διαλέκτῳ, | |
15 | ὅπως τὴν οἰκονομίαν συνιῶμεν, μὴ τῷ ὄγκῳ τῆς θείας ἀποθαμβούμενοι φράσεως. Ἤρκει γὰρ καὶ μόνα τὰ θαύματα ἐκφαίνειν τὴν ἄναρχον καὶ ἀπροσ‐ δεῆ αὐτοῦ θεότητα· ὡς μετριάζοντα καὶ τοῦτο λέ‐ γειν· «Αἱ ἀλώπεκες τοῦ ἀγροῦ φωλεοὺς ἔχουσιν, | |
20 | καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖ‐ ναι.» Οὐ γὰρ ἔδει τὸν Δεσπότην ἰδιάζον πως ἐπὶ γῆς τι κεκτῆσθαι. Καὶ ἄλλως δέ πως τὸν Θεὸν μὲν, ᾧ ἔνδειξις καὶ ἔρις πρὸς ἀνθρώπους οὐδέποτε οὐδε‐ | |
25 | μία, ἀνθρωποπρεπῆ καὶ μετριόφρονα φθέγξασθαι χρειῶδες ἦν, καὶ οὐδὲν μὲν τὴν γαληνοτάτην αὐτοῦ καὶ πάντα περιέχουσαν φύσιν καταβλάπτον, ἡμᾶς δὲ εὐεργετοῦν. Ὁρᾷ γὰρ ἀεὶ οὐ πρὸς τὸ οἰκεῖον ὕψος, πρὸς δὲ τὸ ἀνθρώπων ταπεινόν. Αὐτὸν δὲ συλ‐ | |
30 | λήπτορα ποιήσομαι, λέγοντα Πέτρῳ· «Ἵνα δὲ,» φησὶ, «μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀνα‐ βάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· καὶ ἐκεῖνον λαβὼν, δὸς | |
35 | αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Ἄνθρωπον δὲ Θεῷ ἁρ‐ μόζοντα ῥήματα ἀφιέναι, οὐ θέμις· ἐπεὶ καὶ βα‐ σιλεῖ ὅτι μάλιστα πρέπει μετριολογεῖν· μείζονα γὰρ ἐκ τούτου καρποῦται δόξαν, καὶ εἰς αὐτὴν ἀνα‐ φέρεται τῆς τιμῆς τὴν κορυφήν· ὑπηκόῳ δὲ βασι‐ | |
40 | λικὰς φωνὰς ἐκφέρειν, ἀσύμφορον. | |
43 | Ὥστε ἐπειδὴ Ὕψιστος ἦν, καὶ Λόγος τοῦ Θεοῦ παντὸς λόγου κρείττων, χώραν εἶχεν τὰ χθαμαλὰ | |
45 | αὐτοῦ ῥήματα· εἰ δὲ κτίσμα ἐτύγχανε, πάλιν οὐκ εἶχεν χώραν, ἃ ἐφθέγγετο ὑψηλά. Πῶς γὰρ ἂν ἔλα‐ βεν ζωὴν ἡ ζωὴ, ἢ ἐξουσίαν ὁ κατὰ Ἡσαΐαν ἰσχυρὸς | |
καὶ ἐξουσιαστὴς Θεὸς, ὁ καὶ τοῖς ἀποθανεῖν δυναμέ‐ | 875 | |
39.877 | νοις τὸ ζῇν καὶ εἶναι κατ’ ἐξουσίαν ἰδίαν παρέχων, ὁ Πέτρῳ τὰς κλεῖς τῆς οὐρανίου ζωῆς ἐγχειρίσας; Ἐκβοᾷ γὰρ καὶ ὁ Ἀπόστολος, ὡς «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» ἀντὶ τοῦ. Οὐχ ἥρπασεν, | |
5 | οὐκ ἔλαβε τὸ εἶναι ἴσος τῷ Θεῷ καὶ Πατρί. Εἰ δὲ ἄρα καὶ εἰς τὴν θεότητα εἴρητο τοῦ Υἱοῦ, ἐχρῆν αὐ‐ τοὺς οὕτω νοεῖν, ὅτιπερ, ὃν τρόπον τὸ, ἔχειν ζωὴν τὸν Θεὸν, οὐ τὸ κεκτῆσθαί τι ἄλλο ἑαυτοῦ, ὡς μὴ ἀνάρχως ἐσχηκότα, ἀλλὰ τὸ αὐτὸν εἶναι τοῦτο, ὅπερ | |
10 | ἔχειν λέγεται, δηλοῖ· τὸν αὐτὸν τρόπον, τὸ ἔχειν λα‐ βόντα ζωὴν τὸν Υἱὸν, οὐχ ὡς μὴ ἔχοντα φύσει ση‐ μαίνει. Ἡ γὰρ λέξις ἡ «ὥσπερ ἔχει,» καὶ ἡ «οὕ‐ τως ἔδωκε,» τοῦτο παριστᾷ· ὅτι οὕτως ἔχει ὁ Υἱὸς τὴν ζωὴν, ὥσπερ ἔχει αὐτὴν οὐ λαβὼν ὁ Πατήρ· | |
15 | καὶ χρὴ θεοπρεπῶς ἐπί τε τοῦ Πατρὸς τὸ, ἔχειν ζωὴν, καὶ τὸ «ἐν ἑαυτῷ,» ἐπί τε τοῦ Υἱοῦ τὸ «δέ‐ δωκεν αὐτῷ,» καὶ τὸ, ἔχειν ἐν ἑαυτῷ ἐκλαμβάνειν· καὶ μᾶλλον ἐκ τοῦ ἀναγκαίου τοῦ πράγμα‐ τος τὴν θεϊκὴν ἐξουσίαν τοῦ Υἱοῦ, καὶ τὸ ἐπ’ ἀμφοῖν | |
20 | ἓν θέλημα ἀθρεῖν. Ἣν γὰρ λέγει ἔχειν ζωὴν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἡ ἑνὰς καὶ ὑπερ‐ ούσιος οὐσία ἐστὶ, καὶ οὐχ ἕτερόν τι ἐν ἑτέρῳ τυγ‐ χάνον· ὅθεν εἶπεν· «Ἐγώ εἰμι ἡ ζωή·» ὡς καὶ ἐν‐ τεῦθεν ἀναφαίνεσθαι. μὴ ἄλλην τῆς τοῦ Πατρὸς οὐσίας | |
25 | εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, τὴν δὲ αὐτὴν ἔχει ὁ Πατὴρ, τί ἄλλο εὑρίσκεται, ἢ ὁμο‐ ούσιος; καὶ εἰ αὐτός ἐστιν ἡ ζωὴ, πῶς, ὅ ἐστιν, εἶχε λαβεῖν; Ἀλλ’ εἴπερ εἶχε, φησὶ, πῶς ἔλαβεν; Καὶ ταῦτα ληρήματα. Καὶ ὅμοιος γὰρ παρὰ ὁμοίου λαμβά‐ | |
30 | νει, ἵνα μὴ εἴπωμεν, ὅτι καὶ μείζων ἔσθ’ ὅτε παρ’ ἐλάτ‐ τονος, καὶ ἡ δεξιὰ παρὰ τῆς ἀριστερᾶς· ἴσμεν δὲ, ὅτι καί τινες ἐξ ἴσης τὸ κρῖναι λαχόντες, παρεχώρησαν τῷ ἑνὶ ἔσθ’ ὅτε καὶ μείζονι αὐτῶν καθεστῶτι· καὶ εἴωθε λέγεσθαι· Ἔδωκαν τῷδε τὸ πρᾶγμα μόνῳ δικάσαι, | |
35 | καίτοι ἔχοντι αὐτῷ, καὶ πλειόνως εἰκὸς, τὴν ἐξου‐ σίαν. Τοιγαροῦν οὐκ εἶπεν, ὅτι Ὃ μὴ ἔχει, ἔλαβεν, ἀλλὰ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς λέγει· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἔλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» | |
40 | Διὰ τῶν τοιούτων ῥημάτων οὐ μόνον δείξας τοῦ Υἱοῦ ἰδίαν τὴν κτίσιν, ἀλλ’ ὅτι καὶ τῷ Πατρὶ δίδω‐ σιν ὁ Υἱὸς τοὺς λαμβάνοντας αὐτὸν, τοῦτ’ ἔστι τοὺς πιστεύοντας, πανταχοῦ εὐεργετῶν αὐτοὺς, καὶ λαμ‐ βάνοντας αὐτὸν, καὶ παρεχομένους παρ’ αὐτῷ τῷ | |
45 | Πατρί· ἐκ τοῦ κόσμου γὰρ ὄντας, τῇ ἑαυτοῦ οἰκονο‐ μίᾳ ποιεῖ οὐρανοπολίτας. Πῶς δὲ καὶ ἡμεῖς τὰ τοῦ Θεοῦ πάλιν αὐτῷ προσφέρομεν; Ἢ πῶς δόξαν αὐτῷ ἀναπέμπομεν; Μὴ ἆρα ὃ μὴ ἔχει, ἢ ὃ μή ἐστιν, αὐτῷ παρέχομεν; Ἀρκεῖ οὖν αὐτοῖς ἀποκρίνεσθαι ὅτι | |
39.877(50) | οὕτως ἔλαβεν, ὡς ἐπτώχευσεν ἑκὼν, καὶ ὡς ἐγένετο | |
κατάρα. Τί γὰρ ἂν φήσαιεν ἐρωτώμενοι ἐξ ἀνθυπο‐ | 877 | |
39.880 | φορᾶς· Ὁ Θεὸς καὶ Κύριος πάντων, ἡ ἀΐδιος ζωὴ, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἡ ἀθανασία, πῶς ἐπτώ‐ χευσεν; ἢ πῶς ἡ εὐλογία δι’ ἡμᾶς ἐγένετο κατάρα; | |
9 | ΚΕΦ. ΙΗʹ. | |
10 | Οὕτως ἂν νοηθείη καὶ τὸ ἐν Ἰωάννῃ τοῖς ἀποστό‐ λοις ῥηθέν· «Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πο‐ ρεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν.» Πῶς γὰρ πορεύεται, ἢ ἐπέμφθη κατὰ τὴν θεότητα ὁ εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ, | |
15 | καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα·» καὶ, «Ὁ πέμψας με, μετ’ ἐμοῦ ἐστιν;» Ὁ μαρτυρούμενος, ὅτι «Ἑαυτὸν ἐκέ‐ νωσε, μορφὴν δούλου λαβών·» καὶ ὅτι «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο;» Ὁ γὰρ | |
20 | πέμπων ἐκεῖ πέμπει, ἔνθα οὐκ ἔστιν ὁ πέμπων καὶ ὁ πεμπόμενος. Εἰ δὲ ὁ Θεὸς πανταχοῦ πάρεστι, καὶ πάντα συνέχει, περιδραξάμενος τὴν κτίσιν, καὶ οὐκ ἀπιὼν, καὶ πάλιν ἐπανιὼν, οὐδ’ ἐκ τόπων τόπους ἀμεί‐ βων. Λέγει γὰρ ὁ μὲν Ἱεροψάλτης· «Ἐγγὺς Κύριος | |
25 | τοῖς φοβουμένοις αὐτόν·» καὶ πάλιν· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει | |
30 | με ἡ δεξιά σου.» Ὁ δὲ Ἱερεμίας· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος.» Αἱ δὲ Πράξεις· «Καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινού‐ μεθα, καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ’ ἡμᾶς ποιη‐ | |
35 | τῶν εἰρήκασιν | 879 |
39.881 | Τοῦ γὰρ καὶ γένος ἐσμέν»· ὁ δ’ ἤπιος ἀνθρώποισιν. Καὶ εἰ ὁ Δεσπότης αὐτὸς ἐξηγεῖται, ὡς οὐδέποτε τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ παρουσίας ἐγύμνωσεν, ὥσπερ οὐδὲ νῦν μετὰ τὴν ἀνάληψιν τῆς γῆς ἀπολιμπάνε‐ | |
5 | ται· «Ἰδοὺ» γὰρ, φησὶν, «ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·» βεβαιῶν τὰ παρὰ τοῦ ἱεροκήρυκος ἐν ιʹ ψαλμῷ ᾀσθέντα, δι’ ὧν καὶ ἐπὶ γῆς αὐτὸν, καὶ ἐν οὐρανῷ ἐπὶ τοῦ θείου ἐπικαθέζεσθαι θρόνου προσεκήρυττεν· | |
10 | φησὶν γάρ· «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.» Εἰ ταῦτα οὕτως ἔχει, ἀμάχως τὸ «πορεύομαι» καὶ «ὁ πέμψας,» ὡς μορφὴν δούλου λαβὼν, εἶπε, καὶ διὰ τὸ Ἰουδαίους ἀπιστεῖν τῇ οἰκονομίᾳ, καὶ ὅτι τῇ | |
15 | συμφωνίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπεφάνη· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ὥστε καὶ τοὺς παχεῖς τὸν νοῦν καὶ χερσώδεις Μοντανιστὰς ἐντρέπεσθαι, τὸν αὐτὸν Υἱο‐ πατέρα ὁμοῦ καὶ Παράκλητον νοοῦντας· σὺν αὐτοῖς δὲ καὶ Μανιχαῖον, μὴ προσιέμενον τὴν Παλαιὰν Δια‐ | |
20 | θήκην· ἀλλ’ ἀποκαλοῦντα τὸν μὲν Πατέρα ἀπάνθρω‐ πον, ὡς ἐκβαλόντα τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου, τὸν δὲ Υἱὸν μόνον φιλάνθρωπον, ὡς δι’ ἑαυτοῦ παρα‐ γενόμενον καὶ σώσαντα. Πῶς γὰρ μόνῳ τὴν χάριν εἰσώμεθα τῷ Χριστῷ, ὅτι ἔπεμψεν αὐτὸν | |
25 | καὶ ὁ Πατήρ; Εἴωθε δὲ ἡ Γραφὴ τῇ λέξει τοῦ «ὁ πέμψας,» καὶ τοῦ «ἀπεστάλη» ἐπὶ τῆς ἀῤῥήτου συγκαταβάσεως προσχρῆσθαι· καὶ ὡς θνητῷ τῷ λόγῳ περιλαβεῖν ἀδύνατον ἦν τὸν ἀχώρητον, οὕτως καὶ τῇ τῶν ῥημάτων οἰκονομίᾳ τὴν διήγησιν ποιεῖσθαι, | |
30 | ἵνα μή τις ἀντιθεΐας ὑπόνοιαν σχοίη· ἐπείτοιγε | |
35 | Πάντα Θεοῦ πλήρη, καθὰ εἴρηται. Μαρτυρεῖ δὲ τούτῳ ἡ ἀεὶ ζῶσα φωνὴ, λέγουσα· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ | |
40 | με ἀπέστειλας·» τοῦτ’ ἔστιν· ᾜδειν ὅτι πάντοτέ μου | 881 |
39.884 | ἀκούεις, μιᾶς θελήσεως οὔσης· ἀλλὰ διὰ τὸν πε‐ ριεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν, εἶπον τὸ, Πάτερ, εὐχαριστῶ σοι, ὅτι σύ με ἀπέστειλας· πρωθυστέρους δὲ τὰς λέξεις ἐφθέγξατο, ἠσφαλισμένως ποιῶν, διὰ | |
5 | τοὺς ἀκροωμένους φιλαιτίους καὶ φιλαπεχθήμονας ὡς καὶ περὶ τοῦ Προδρόμου τὴν οἰκονομίαν κηρύττον‐ τος εἶπεν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ·» καὶ ὅμως οὐκ ἐξ οὐρανῶν ἀποσταλεὶς ἐτύγ‐ χανεν. | |
10 | Γέγραπται ὁ Θεὸς καὶ ὑπὸ ἀνθρώπου ἀποστελλόμε‐ νος, καὶ ἄνθρωπος ὀνομαζόμενος, καὶ βλάβος περὶ τὴν θείαν καὶ ἀληθῆ δόξαν πάντως οὐχ ὑπομένων ὡς Μωϋσῆς ἐν τῇ γενέσει λέγει· «Καὶ διέβη τὸν χειμάῤ‐ ῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ | |
15 | Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωί. Ἴδεν δὲ, ὅτι οὐ δύναται Ἰακὼβ ἐν τῷ παλαίειν, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, εἰ μή με εὐλογή‐ σῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; | |
20 | Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώ‐ πων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί σὺ | |
25 | ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσ‐ ωπον, καὶ ἐσώθη μου ἡ ψυχή.» Ὅτι δὲ Θεός ἐστιν ὁ παλαίσας καὶ μὴ εἰπὼν αὐτοῦ τὸ ὄνομα, καὶ ἡ προ‐ | |
30 | φητεία λέγει· «Ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς.» Πῶς δὲ καὶ μείζων κατὰ τὴν θεότητα ὑπάρχει τοῦ ἴσον ἑαυτὸν ποιοῦντος τῷ Πατρὶ, τοῦ λέγοντος· «Ἐγὼ καὶ ὁ Πα‐ | |
35 | τὴρ ἕν ἐσμεν·» καὶ μαρτυρουμένου, ὡς ἀληθινὸς Θεὸς, καὶ Υἱὸς, καὶ Μονογενής ἐστιν «Ἐν ᾧ κατ‐ οικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ, «Θεὸς μέγας, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος·» καὶ ὡς ἐκ δεξιῶν συγκαθέζεται; Ἀλλ’ ὁμολογουμένως καὶ τὸ | |
40 | «μείζων» εἰς τὴν ἐνανθρώπησιν ἀποτείνεται, δι’ ἢν ὁ μεταβολῆς διὰ παντὸς ἄμοιρος ὢν, ἠλαττῶσθαι καὶ τῶν ἀγγέλων, εἰ θέμις τοῦτο φάναι, γέγραπται παρὰ τῷ Ἀποστόλῳ οὕτως· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ | |
45 | θανάτου.» Ἀμέλει οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐν οὐρανοῖς, ἀλλ’ ἐν μορφῇ δούλου ἐπὶ γῆς, ὅτε ἐκ τῆς Παρθένου ἀτρέπτως προῆλθεν, ἔλεγεν· «Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν·» ὡσεὶ καὶ ἔλε‐ γεν. Ἡ ὑμῖν καὶ πάσῃ διανοίᾳ ἀθέατος θεότης, μεί‐ | |
39.884(50) | ζων τῆς ὁρωμένης συγκαταβάσεώς μου ὑπάρχει. Ὁ γὰρ τῷ πράγματι συγκαταβὰς, καὶ διακονῶν, καὶ | |
μὴ διακονούμενος, καὶ δούλου φέρων μορφὴν, ὁ ἐν | 883 | |
39.885 | μορφῇ Θεοῦ ὑπάρχων, πως οὐχὶ καὶ τοῖς ῥήμασι συγκαταβαίνειν ἔμελλεν, ὁ παντὸς λόγου ἀνώτερος; οὕτως ὥστε καὶ ὀνειδίζει παρ’ Ἰωάννῃ τοῖς ἐπὶ μι‐ κροπρεπεία ἐκδεχομένοις τῆς οἰκονομίας τὰ ῥήματα, | |
5 | φάσκων· «Ἐγὼ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.» Τιμᾷ δὲ καὶ ὁ Πατὴρ τὸν Υἱὸν, λέ‐ γων· «Κάθου ἐκ δεξιῶν μου·» καὶ μέντοι ἕλκων πρὸς αὐτὸν τοὺς ἀξίους. Καὶ αὐτὸ δὲ τοῦτο τὸ εἰπεῖν πεποι‐ θήσει Πατέρα τὸν Θεὸν, δείκνυσιν, ὡς τὸ «μείζων» | |
10 | κατὰ τὴν ἐνανθρώπησίν ἐστιν. | |
13 | Καὶ ἐξ ὑποδείγματος δὲ ῥᾷον ὑποστῆναι τοῦ μὴ κατὰ τὴν θεότητα εἰρῆσθαι τὸ «μείζων.» Ὁ γὰρ | |
15 | Κύριος φησίν· «Ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ» Ἀλλ’ οὐχ ὡς ἐξ ἑτέρας μείζονος φύσεως ὄντα, ἢ κατ’ ἀνθρώπους, ἔλεγε μείζονα εἶναι αὐτόν· πάντες γὰρ οἱ ἀρετῆς μεταποιούμενοι, ἢ ἐξισοῦντο αὐτῷ, ἤ τι | |
20 | ἀπελείποντο· οὐδὲ ὡς δυνάμει κρείττονος, ἢ χρόνῳ πλείονι εἰληφότος τὴν γένεσιν· αὐτὸς μὲν γὰρ τῇ ἐν κόσμῳ ζωῇ διέμεινεν ἔτη λʹ· ἦσαν δὲ οἱ τῇ τοῦ σώ‐ ματος ῥώμῃ καὶ τῷ πλήθει τῶν ἐτῶν ὑπερβάλλοντες αὐτόν. Ἀλλ’ οὐ ταύτῃ κρείττονα τῶν ἀνθρώπων ἔλε‐ | |
25 | γεν. ἀλλὰ τῇ προφητείᾳ, ἣν μάλιστα ἔνθεον αὐτὸς ἐδέξατο. Καὶ πάλιν· «Ὁ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, μείζων αὐτοῦ ἐστιν.» Ἔλε‐ γε δὲ περὶ Ἰωάννου τοῦ ἀποστόλου, τοῦ χρόνοις μὲν μικροτέρου Ἰωάννου τοῦ Προδρόμου, τῇ δὲ ἀξίᾳ | |
30 | τῆς ἀποστολῆς μείζονος. «Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ,» ὡς Παῦλος γράφει, «πρῶτον ἀποστό‐ λους, ἔπειτα προφήτας.» Εἶπε δὲ, «Ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν μικρότερος,» διὰ τὸ ἐν βίβλῳ ζών‐ των πάντων τὰ ὀνόματα γράφεσθαι, καὶ ὡς μεταγε‐ | |
35 | νεστέρου εἰκότως ὕστερον τετάχθαι τὸ αὐτοῦ ὄνομα. Τινὲς δὲ τὸ μέρος τοῦτο, περὶ τοῦ Δεσπότου ἐνόη‐ σαν, μικρότερον μὲν κατὰ τὴν τοῦ δούλου μορφὴν, καθ’ ἣν ἥσσων προφητῶν καὶ ἱερέων ὑπωπτεύετο τυγχάνειν, μείζονα δὲ κατὰ τὴν θεότητα Ὥστε καὶ | |
40 | κατὰ ταῦτα τὸ «μείζων» καὶ τὸ «πέμψας» τῷ πρὸς τὸν Πατέρα ὁμοουσίῳ μείωσιν οὐ ποιεῖ. Καὶ ὅπερ δὲ εἴρηται πρὸ βραχέος, δοκεῖ πως ὁ κομψίᾳ λόγων χρώμενος, καὶ ὁ ἑαυτῷ ἀεὶ ἀπονέμων τὰ πρωτεῖα καὶ τιμὴν ἀπαιτῶν, οἴησιν ἔχειν· ἡ δὲ οἴησις, ὑπερηφανία | |
45 | τίς ἐστιν. Οὐδὲν δὲ πρὸ τῆς ὑπερηφανίας ἠτί‐ μασεν· οὐδὲ γὰρ μείζονος μᾶλλον μέλει τῷ Θεῷ, ἣ μήποτε πλέον τοῦ μικροτέρου. Ἔχει γὰρ ἅπαξ, κἂν αὐτὸς μὴ λέγῃ, σύμφυτον τὸ μεῖζον· καὶ οὐδεὶς τῶν εὐγνωμόνων περὶ τούτου ἀμφισβητεῖ. Δι’ ἃ δή | |
39.885(50) | φησιν· «Ἐὰν ἐγὼ ἐμαυτῷ μαρτυρῶ, ἡ μαρτυρία μου | 885 |
39.888 | οὐκ ἔστιν ἀληθής· ἔστιν ὁ Πατήρ μου ὁ μαρ‐ τυρῶν μοι.» Ἀλλ’ ἵνα μὴ καὶ τοῦτο πρὸς σμικρότητος αὐτοῦ νομισθείη, ἑτέρωθι λέγει· «Κἂν ἐγὼ μαρτυρῶ ἐμαυτῷ, ἡ μαρτυρία μου ἀληθής ἐστιν» Καὶ ἐν | |
5 | τῷ πρώτῳ δὲ λόγῳ ἱκανῶς ἐδείχθη περὶ τοῦ «μείζων,» μήτε κατ’ οὐσίαν, ἢ δύναμιν, ἢ δόξαν τὴν ἄνω εἰρῆσθαι. Φασὶν δὲ καὶ οἱ παρ’ Ἕλλησιν δόκιμοι | |
12 | Ἀθάνατος δὲ Θεὸς πανυπέρτατος αἰθέρι ναίων, Ἄφθιτος, ἀστυφέλικτος, ἀΐδιος, αἰὲν ὅμοιος. ΚΕΦ. ΙΘʹ. | |
15 | Οὐκ ἐνόησαν, ὡς ἔστιν ἐπὶ τῶν ἀκροτάτων καὶ ἀπερινοήτων ὑποστάσεων θέμις, καὶ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος· «Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ | |
20 | ἑτέρωθι· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλάλησα·» καὶ πά‐ λιν· «Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτως ποιῶ·» καὶ πάλιν· «Ὁ λόγος ὂν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με·» καὶ ὅσα τοιαῦτα. Τοιούτοις γὰρ ἐχρήσατο ῥήμασιν ὁ Δεσπότης, ὡς λόγος ὢν τοῦ | |
25 | Πατρὸς, ἐνδείξασθαι ἡμῖν βουλόμενος τὴν ἕνωσιν τῆς φύσεως, καὶ τὴν ἄῤῥητον συμφωνίαν τῆς ἁγίας Τριά‐ δος, καὶ ὡς κοινὰ αὐτῆς ἐστι τὰ διδάγματα, καὶ οὐ διεστῶτα. Πᾶν γὰρ κτίσμα, ἐὰν ᾖ λογικὸν, ἔχει θέ‐ λημα ἴδιον· ὃ, ὡς γέγραπται, κατασιγάζει, ἵνα τὸ τοῦ | |
30 | Θεοῦ θέλημα εἴπῃ. Διὸ ποτὲ μὲν τὰ ἑαυτοῦ λαλεῖ καὶ ποιεῖ, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· καὶ εἰς ἔνια μὲν συμπνέει τῷ ὁμοίῳ ἀνθρώπῳ· εἰς ἔνια δὲ, ἕτερα βούλεται. Ὁ γὰρ Θεὸς Λόγος ἐξουσιαστὴς ὢν καὶ σοφία, ἔτι μὴν καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ ἐκπορευόμενον παρ’ αὐ‐ | |
35 | τοῦ, καὶ κατὰ τὸν Ἀπόστολον, ἐρευνῶν τὰ βάθη αὐτοῦ, καὶ μόνον εἰδὸς τὰ τοῦ Θεοῦ, κατ’ ἐξουσίαν παρέχον τὰς θείας δωρεὰς, οὐκ ἀναμένει ἀκοῦσαι, καὶ οὕτως εἰπεῖν, ἢ ποιῆσαι, ὡς τὰ κτί‐ σματα· ἅπερ πέφυκεν οὐ μόνον τοῦ Θεοῦ τὸ θέλημα | |
40 | ἀγνοεῖν, ἀλλ’ ἔσθ’ ὅτε καὶ μὴ ποιεῖν· ὡς ἡνίκα λέγῃ, ὁ μὲν Ἀβραὰμ ἐνδοιάζων· «Μή τι, Κύριε, ἐὰν λαλήσω;» Ὁ δὲ Μωϋσῆς παραιτούμενος· «Ἰσχνό‐ φωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ·» καὶ, «Δέομαι, Κύριε· οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ | |
45 | τούτου· προχείρισαι ἄλλον σεαυτῷ.» Καὶ Ἀαρὼν καὶ Μαριὰμ οἰκείᾳ κινήσει ἐθρασύνθησαν κατὰ Μωϋ‐ σέως, ὅτε καὶ ἐλεπρίασεν ἡ Μαριὰμ, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἀλλὰ καὶ Δαυῒδ, τὸ ἑαυτοῦ θέλημα | |
ποιῶν, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Καὶ | 887 | |
39.889 | Ἱερεμίας δὲ, παρὰ σκοπὸν τοῦ ἀνεξικάκου καὶ ἀμ‐ νησικάκου Θεοῦ εἰπών· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν,» ἀκούει· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς δὲ, ἴδιον, καὶ οὐ | |
5 | τοῦ Θεοῦ ποιῶν θέλημα, πλοίῳ ἐπιβὰς, φεύγει εἰς Θαρσεῖς ἐκ προσώπου τοῦ πανταχοῦ ὄντος Κυρίου. Καὶ Παῦλος περὶ τῶν ἀποστόλων Γαλάταις φησίν· «Ἀλλ’ ὅτε ἴδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν | |
10 | πάντων» τάδε. Ἵνα δὲ πληροφορηθῶσιν οἱ ἄπιστοι, εἴγε δὴ ἄρα καὶ πληροφορηθῶσιν, ἀνάγκη μακρῦναι τὸν λόγον. Πρὸ τῆς ἐν κόσμῳ παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐφάνησαν ψευδόχριστοι καὶ ψευδοπροφῆ‐ ται, ὡς Ἰούδας ὁ Γαλιλαῖος, καθὼς ἔχουσιν αἱ Πρά‐ | |
15 | ξεις τῶν ἀποστόλων, πλανῶντες, καὶ οὐ τὰ τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ διδάσκοντες· περὶ ὧν καὶ Ἰεζεκιὴλ προφητεύει· «Ζῶ ἐγὼ, λέγει Κύριος· ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ’ ἑαυτῶν ἐλάλησαν.» | |
24 | Ἐλθὼν τοίνυν ὁ ἀληθινὸς Χριστὸς, ὑπενοήθη | |
25 | πλάνος. Ἔχει γὰρ τὸ Εὐαγγέλιον, ὡς ἐν τῇ ἑορτῇ τῶν Σκηνοπηγίων ἐζήτουν τὸν Ἰησοῦν οἱ ὄχλοι, λέ‐ γοντες· «Ποῦ ἔστιν; Καὶ ἦν περὶ αὐτοῦ διαφω‐ νία· οἱ μὲν ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐχί· πλανᾷ τὸν ὄχλον.» Καὶ πάλιν οἱ ἀρχιερεῖς λέ‐ | |
30 | γουσι τῷ Πιλάτῳ· «Οἴδαμεν, Κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρο‐ μαι.» Εἶπεν οὖν ὁ Σωτὴρ, περὶ μὲν ἐκείνων οὕτως· «Ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. Τὰ ἐμὰ πρό‐ | |
35 | βατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν, καὶ γνωρίζει τὴν φωνήν μου, καὶ ἀκολουθεῖ μοι·» περὶ δὲ ἑαυτοῦ· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ·» ὡς ἐκεῖνοι δῆλον ὅτι. Προειδὼς δὲ καὶ τὰ μέλλοντα, ὡς Θεὸς, καὶ ὅτι μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, καὶ τὴν τοῦ | |
40 | ἁγίου Πνεύματος ἐπιδημίαν, ἔσονται πάλιν πλάνοι, ὡς Σίμων, ὡς Μοντανὸς, ὡς Μανιχαῖος, προησφα‐ | |
λίσατο εἰπών· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ | 889 | |
39.892 | Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπο‐ ρεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· ἀφ’ ἑαυτοῦ οὐ λαλήσει·» ἀντὶ τοῦ, Τῷ ἁγίῳ Πνεύματι μὴ | |
5 | ἀπιστήσητε, τὰ αὐτὰ λέγοντι καὶ διδάσκοντι, ἅπερ ἐγώ· Οὐ γὰρ ἑτερόβουλον, οὐδ’ ἑτεροούσιον· τοῖς δὲ Πνεῦμα ἅγιον λέγουσιν ἔχειν, καὶ μὴ λαλοῦσι τὰ ἐμὰ καὶ τὰ τῶν προφητῶν, μὴ πι‐ στεύσητε· μή τε μὴν ἀνάσχησθε Μανιχαίου, μὴ | |
10 | προσιεμένου τὴν Παλαιὰν Διαθήκην, ἀλλ’ ἀπανθρω‐ πίαν καταψηφιζομένου τοῦ ἀγαθοῦ Πατρὸς, τοῦ σὺν ἐμοὶ λαλοῦντος καὶ ποιοῦντος τὰ φιλάνθρωπα. Πρὸς τούτοις, Λόγος ὢν τοῦ Θεοῦ ἐνυπόστατος ὁ Υἱὸς, καὶ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, | |
15 | εἰκότως ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· ἀλλ’, ὡς προγέγρα‐ πται, τὰ τοῦ Θεοῦ λαλεῖ, ἅτε δὴ Θεὸς ἄῤῥητος βλέ‐ πων εἰς τὸ θέλημα τοῦ Πατρός· καὶ τὸ ἅγιον Πνεῦμα ὁμοίως, ἅτε θεῖον Πνεῦμα. Νοητέον καὶ ἄλλως· Τοῦ Λόγου τοῦ Πατρὸς φάσκοντος· «Τὸ | |
20 | Πνεῦμα ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ἐκ τοῦ ἐμοῦ λήψεται·» ὁρᾶται ὁ σύνδεσμος τῆς οὐσίας, καὶ τοῦ ἑνὸς θελήματος τῆς Τριάδος. Οὐκ εἰπόντος δὲ αὐτοῦ, Ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ’, «οὐ λαλήσει,» δείκνυ‐ ται, ὡς ἐπί τινι καιρῷ καὶ πράγματι ἐλέχθη τὸ, | |
25 | «οἱ λαλήσει.» Ἐπείτοι τῷ Μωϋσεῖ, ὡς προείρηται, παραιτουμένῳ λέγει ὁ Θεός· «Ἐπίλεξαι ἐβδομή‐ κοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ Πνεύμα‐ τος τοῦ ἐν σοὶ, καὶ δώσω ἐπ’ αὐτούς·» καὶ ὅμως οὐχ ὡς ἐνδεὴς ἐλάμβανεν ἀπὸ τοῦ Πνεύματος τοῦ | |
30 | ὄντος ἐν τῷ Μωϋσεῖ. Πάλιν γοῦν ἄλλοτε ἐξουσιαστι‐ κῶς καὶ δεσποτικῶς ποιεῖν καὶ φθέγγεσθαι τὸν Μονο‐ γενῆ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μαρτυρεῖ ἡ Γραφὴ οὑτωσί· περὶ μὲν τοῦ Υἱοῦ, ὡς ἡνίκα λέγῃ Δαυΐδ· «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, | |
35 | ὅσα ἠθέλησεν, ἐποίησεν·» Ἡσαΐας δέ· «Ἰσχυρὸς ἐξουσιαστής·» καὶ ὡς ὅτε κατ’ ἐξουσίαν ἐνεργεῖ θείαν δύναμιν, καὶ θαύματα ἐπετέλει, ὡς προελέχθη. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ἡνίκα ὁ Κύριος διδάσκῃ· «Τὸ Πνεῦμα ὄπου θέλει πνεῖ·» | |
40 | Παῦλος δέ· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλε‐ | |
ται.» | 891 | |
39.893 | ΚΕΦ. Κʹ. Ἀποτίθεσθαι τὸν Μονογενῆ τὴν βασιλείαν, καὶ μὴ εἶναι βασιλέα αἰώνιον, ὑποτάσσεσθαί τε τῷ Θεῷ, ὥς τινα ἀντίθεον (ἵλεως δὲ ἡμῖν ἔστω), καὶ εἶναι μόνον | |
5 | «τὰ πάντα ἐν πᾶσι» τὸν Πατέρα φαντάζονται, ἀφ’ ὧν Κορινθίοις Παῦλος ἔγραψε τοιάδε· «Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς | |
10 | αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταρ‐ γεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πό‐ δας αὑτοῦ. Ὅταν δὲ εἴπῃ· Τὰ πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ Υἱὸς | |
15 | ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.» Καὶ εἰς τοῦτο δὲ, ὅτι περὶ τὴν τοῦ δούλου μορφὴν ἑλεῖσθαι ὀφείλομεν τὸν νοῦν ἀκριβῶς· εἴ γέ τις ἀναλογιζόμενος ὅπερ εἰ θεϊ‐ κῶς ὑποτάσσεται, ἀπ’ ἀρχῆς ἂν ὑπετέτακτο. Ἔτι | |
20 | δὲ καὶ ἐκ τῆς προφητείας Δανιὴλ, ἐχούσης ὧδέ πως κατὰ λέξιν· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμε‐ ρῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ, καὶ | |
25 | αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρή‐ σεται.» Παλαιὸν γὰρ ἡμερῶν τὸν Πατέρα λέγει· | |
30 | ὡς Υἱὸν δὲ ἀνθρώπου προσαχθέντα αὐτῷ, ᾧτινι ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, τὸν σύμμορφον τῆς ταπεινώσεως ἡμῶν δηλοῖ. Ἐὰν οὖν μὴ δώσωσι, διὰ τοῦτο εἰρῆσθαι τῷ Ἀποστόλῳ καὶ τῷ προφήτῃ τὰ προκείμενα, λείπεται αὐτοὺς πα‐ | |
35 | ραγράψασθαι τὸν ἕτερον. Ἀπὸ γὰρ τοῦ ἀποστολι‐ κοῦ ῥητοῦ, νῦν μὲν βασιλεύει ὁ Υἱὸς, μετὰ δὲ τὴν ἀνάστασιν ἀποτίθεται, κατ’ αὐτούς. Ἀπὸ δὲ τῆς προ‐ φητείας, νῦν μὲν οὔπω βασιλεύει ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, τότε δὲ | |
40 | ἄρχεται, μετὰ τοῦτο ἔμπαλιν φαίνεσθαι ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Εὑρίσκεσθαι δὲ πρὸς τούτοις, ὅτι τῇ μὲν Παρθένῳ Μητρὶ αὐτοῦ καὶ τῷ Ἰωσὴφ ὑπετάγη εἰς τὴν οἰκονομίαν, ἑκὼν δὲ δῆλον ὅτι, καὶ οὐκ ἀνάγκῃ, οὐδὲ καταβάλλων τι τοῦ βασιλικοῦ γέρως, | |
45 | μᾶλλον δὲ τῇ συγκαταβάσει δεικνὺς τὸ ὑπέρογκον τῆς θεότητος, καὶ τὸ πρᾶον τῆς Δημιουργοῦ δυνά‐ | |
μεως, καὶ οἰκονομῶν τὸ ἡμᾶς πατράσι πείθεσθαι· οἷς | 893 | |
39.896 | τὸ τιμᾶσθαι δικαίως δέδωκεν αὐτὸς ὡς παρὰ Λουκᾷ εἶπεν· «Τί ὅτι ἐζητεῖτέ με· Οὐκ ᾔδειτε ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι, Καὶ κατῆλθε,» φησὶν, «εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐ‐ | |
5 | τοῖς.» Τῷ δὲ Πατρὶ καὶ τῷ Θεῷ οὐδέπω. κατ’ αὐτοὺς, ὑπετάγη· καὶ ἐψεύσθη μὲν παρὰ Παύ‐ λου, Φιλιππησίοις ἐπιστέλλοντος· «Γενόμενος ὑπή‐ κοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ» Ὥσπερ οὖν ἴσα Θεῷ καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ δι’ | |
10 | ἑαυτὸν, ἀλλ’ ὑπὲρ ἡμῶν, ἁμαρτία γέγονε, καὶ κα‐ τάρα· οὕτως, οὐ δι’ ἑαυτὸν, ἀλλὰ δι’ ἡμᾶς γέγραπται παραδώσων καὶ ὑποταγησόμενος· ἐπειδὴ διὰ φιλαν‐ θρωπίαν γέγονεν ἀσυγχύτως, ὅπερ ἐσμὲν, ἐκτὸς ἁμαρτίας, μείνας εἷς καὶ ὁ αὐτός. Πῶς γὰρ ὁ πάν‐ | |
15 | των ποιητὴς καὶ πάντων κρατῶν· (ἐν τοῖς πᾶσι δὲ τίθενται καὶ οἱ αἰῶνες), ὁ προφητευθεὶς πρῶτος, καὶ εἰς τὰ ἐφεξῆς, καὶ Παντοκράτωρ, δύναται εἰς τοὺς ἐφεξῆς αἰῶνας μὴ κρατεῖν καὶ βασιλεύειν σὺν Πατρὶ καὶ Πνεύματι, καθὰ καὶ νῦν, καὶ ἀεί. | |
22 | Ὅτι δὲ ἀτελεύτητος αὐτοῦ ἡ βασιλεία ὑπάρχει (μία γάρ ἐστιν ἀδιαίρετος τῆς Τριάδος), ἐν τῷ πρώτῳ λόγῳ ἐμαρτυρήθη ἐξεργαστικώτερον, ἐν οἷς Γαβριὴλ | |
25 | εὖγε φαίνεται εἰρηκώς· «Βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» καὶ Δαυΐδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, | |
30 | καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Περὶ δὲ τοῦ γράφειν, «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν,» μάλιστα μὲν ἀδιακρίτως ἔχει Θεὸν, ὅμως παραπλήσια τούτου ὁ αὐτὸς Ἀπόστολος | |
35 | γράφει περὶ τοῦ Υἱοῦ, Ῥωμαίοις μέν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς·» Κολοσσαεῦσι δὲ περὶ τοῦ μέλλοντος αἰῶνος διαλεγόμενος, φησίν· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα | |
40 | ἐν πᾶσι Χριστός·» καὶ πάλιν περὶ τῆς Ἐκκλησίας | |
γράφων, φησίν· «Ἥτις ἐστὶν τὸ σῶμα τοῦ τὰ πάντα | 895 | |
39.897 | ἐν πᾶσιν πληροῦντος Χριστοῦ·» καὶ ἀλλαχοῦ· «Χρι‐ στὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶ‐ νας·» καὶ πάλιν· «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθο‐ | |
5 | νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, Εἷς Κύ‐ ριος Ἰησοῦς Χριστός.» Καὶ γὰρ εἰ μὴ διέσφαλται τὸ, «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότη‐ τος·» καὶ τὸ, «Ἐν αὐτῷ κόσμον καταλλάσσων·» καὶ τὸ, «Ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοι‐ | |
10 | κῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν,» οὐχὶ δὲ εἰς ἄλλον· τῇ θεότητι αἱρεσιομά‐ χοι διεσάφησαν· οὐ μόνον ὡς Υἱῷ πρὸς Πατέρα κοι‐ νωνίαν, ἀλλ’ οὐδὲ ὡς φίλῳ πρὸς φίλον ἰσότητα συγ‐ κτητορίας παραχωροῦντες αὐτῷ. Ἰωσαφὰτ γὰρ βα‐ | |
15 | σιλεὺς Ἰούδα πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ τῆς φι‐ λίας τὴν κοινωνίαν ἐνδεικνύμενος, ἔλεγεν· «Καθὼς σὺ,» φησὶν, «οὕτως κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου· καὶ καθὼς οἱ ἵπποι σου, οὕ‐ τως καὶ οἱ ἵπποι μου·» καὶ τῷ παρ’ αὐτοῦ μὴ | |
20 | τεχθέντι, τῆς ἰδίας προετίθει βασιλείας ὁμοτιμίαν. Ὁμοίως δὲ καὶ τοῖς μαθηταῖς ἦν, φησὶ, κατὰ τὴν Γραφὴν διὰ τὸν Χριστὸν ἅπαντα κοινὰ καὶ ἀμέ‐ ριστα. Ἀναιδέστερα τοίνυν τὰ αἱρετικῶν ῥήματα τῶν τοῦ διαβόλου. Ἐκεῖνος μὲν γὰρ ὁ Θεο‐ | |
25 | μισὴς τὴν οἰκονομίαν οὐδέπω μαθὼν, τὴν ὅτε ἡμῖν, τότε καὶ ἀγγέλοις γνωσθεῖσαν· («οὔπω» γὰρ αὐ‐ χηματικώτερόν φημι, ὅτε καὶ δι’ ἡμῶν, πειθόμενος Παύλῳ φανερῶς φθεγγομένῳ· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας | |
30 | ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία),» καὶ διὰ τοῦτο πειράζειν τολμῶν, τῇ ἐξουσίᾳ κατελίμπανε τοῦ Σω‐ τῆρος, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω.» Οὗτοι δὲ, τὸ τῆς θείας καὶ ἀφράστου γεννή‐ σεως, ὅσον τὸ ἐπ’ αὐτοῖς, παραλύοντες ἀξίωμα, τρό‐ | |
35 | πον τινὰ τὸν αἰώνιον ἐκμοχλεύουσι θρόνον, καὶ διορί‐ ζοντες φάσκουσιν· Ἀπιστοῦμέν σοι λέγοντι· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Πάντα, ὅσα ἔχει ὁ Πα‐ τὴρ, ἐμά ἐστιν.» Ἀπιστοῦμεν δὲ οὐδὲν ἧττον καὶ τῷ Θεῷ καὶ Πατρὶ φάσκοντι· «Οὗτός ἐστιν ὁ Υἱός | |
40 | μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τοῦ βασιλικοῦ κατάβηθι θρόνου. Δι’ ἃ παρὰ τῷ Λουκᾷ ἐν παραβολῇ φρικτὰ ἀποφαίνεται περὶ αὐτῶν. Λέγει γὰρ τοῖς ἀγ‐ | |
γέλοις· «Τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελή‐ | 897 | |
39.900 | σαντάς με βασιλεῦσαι ἐπ’ αὐτοῦ, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.» | |
6 | ΚΕΦ. ΚΑʹ. Προσάπτειν πού τοι τῷ Θεῷ Λόγω, καὶ οὐ τῇ οἰ‐ κονομίᾳ, τὰ ἀνθρωποπαθῶς λεχθέντα βουλόμενοι, σάρκα ἄψυχον γεγενῆσθαι αὐτὸν λέγουσιν· καὶ | |
10 | ὡσανεὶ ὑπ’ ἀγωνίας μεταμελομένῳ τῷ ἀτρέπτῳ καὶ ἀκηράτῳ μεγάλῳ Θεῷ, ἢ ὡς ἐξ ἀνάγκης, καὶ οὐχ ἑκοντὶ καὶ ἀσμένως, ἐπὶ ταύτην ἐλθόντι, ἢ καὶ ὡς μὴ δυναμένῳ τὴν ἀρχὴν, εἰ ἤθελεν, τὰ περὶ τὸν σταυρὸν ἀποστῆσαι· οὕτω περιφρονοῦντες | |
15 | τῆς ἀκαταφρονήτου θεότητος, ὀνειδίζουσιν αὐτῷ καὶ τὸ ἐν Ματθαίῳ ἐμφερόμενον· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·» καὶ τὸ, «Σῶσόν με ἐκ τῆς ὥρας ταύτης·» καὶ τὸ ἐν τῷ σταυρῷ εἰ‐ ρημένον· «Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές | |
20 | με;» καὶ τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου μέχρι θανάτοι·» καὶ τὸ δακρῦσαι αὐτὸν ἐπὶ Λαζάρῳ· καὶ τὸ ὡσανεὶ κεκοπιακότα ἐξ ὁδοιπορίας ἀναπαύσασθαι· καὶ τὸ προσεύξασθαι· καὶ τὴν τῆς τροφῆς ἔφεσιν· καὶ τὴν δίψαν· καὶ τὸν ἐπὶ τοῦ σκάφους ὕπνον· (φεῦ | |
25 | τῆς κακοπιστίας!) καὶ τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν·» καὶ ὅσα τοιαῦτα. Οἷς ἀντιβαίνει πάλιν καὶ ἐπανίσταται τὸ μαρτυρεῖσθαι κατὰ τὴν θεότητα εἶναι ἴσα Θεῷ· καὶ ὡς ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ ὅσα προείρηται. Καὶ αὐτὸ | |
30 | τοῦτο, τὸ εἰπεῖν πεποιθήσει, «Πάτερ·» καὶ ὅτι αὐτὸς πάντα τὰ ἔμψυχα ψυχοῖ· καὶ ὅτι οὐχ ὡς ὑπουργὸς ἐφθέγξατό ποτε· «Ἐν τῷ ὀνόματι τοῦ Θεοῦ,» ἢ «τοῦ Πατρός μου γενέσθω» ἓν ὧν ἐποίη‐ σε θαυμάτων, καθὰ οἱ μαθηταὶ αὐτοῦ τοῖς τε δυ‐ | |
35 | σιάτως ἔχουσι καὶ τοῖς σαθρῷ σώματι κεχρημένοις ἔλεγον· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐγέρθητι·» καὶ ἐν τῷ παντοδυνάμῳ καὶ εὐκλεεῖ ὀνόματι τούτῳ ἐποίουν, ὅσα ἦν τῇ κτίσει ὁμοῦ πάσῃ δράσαι ἀδύ‐ νατα· ἀλλ’ ἰδίᾳ ἐξουσίᾳ ἐνήργει δυνάμεις, συνεχώρει | |
40 | ἁμαρτίας, λέγων βασιλικῶς· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» ἐκ τοῦ ᾄδου ἐξήρπαζεν, δαίμο‐ νας ἐφυγάδευεν, τῇ θαλάσσῃ ἐμβριμούμενος ἐπέτατ‐ τεν· «Σιώπα, πεφίμωσο·» τοῖς ἀνέμοις ἐπετίμα, καὶ ἐκόπαζον· τῷ Πέτρῳ δοὺς τὰς κλεῖς τοῦ οὐρα‐ | |
45 | νοῦ, ἔλεγεν· «Ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν δήσητε ἐπὶ | |
τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς·» τῷ Λα‐ | 899 | |
39.901 | ζάρῳ παρεκελεύετο· «Δεῦρο ἐκ τάφων ἔξω·» Ἄλλῳ προσέταττεν· «Νεανίσκε, ἐγέρθητι·» τῷ λεπρῷ ἔφραζεν· «Θέλω, καθαρίσθητι·» ἄλλῳ· «Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» | |
5 | ἑτέρῳ· «Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ πε‐ ριπάτει·» τῷ δαίμονι· «Τὸ ἄλαλον,» φησὶν, «καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε.» Καὶ οὐ μόνον ταῦτα ἀντιστήκει, ἀλλὰ καὶ προανῃρέθη τῶν ὑβριστῶν ἡ ἔννοια τοῦ, «Ἵνα τί ἐγκατέλι‐ | |
10 | πές με;» τοῦ μὲν Κυρίου παρὰ τῷ αὐτῷ Ἰω‐ άννῃ προαναφωνήσαντος· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ’ ἐμοῦ ἐστιν·» τοῦ δὲ Παύλου | |
15 | Ἑβραίοις ἐπιστείλαντος, ὅτι καὶ τὸ ἅγιον Πνεῦμα ἀχώριστον αὐτοῦ ἦν· «Εἰ γὰρ,» φησὶ, «τὸ αἷμα ταύ‐ ρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθα‐ ρότητα· πόσῳ μᾶλλον τὸ αἷμα Ἰησοῦ, ὅστις διὰ Πνεύ‐ | |
20 | ματος ἁγίου ἑαυτὸν ἄμωμον προσήνεγκε τῷ Θεῷ, κα‐ θαρίσει τὰς καρδίας ὑμῶν ἀπὸ συνειδήσεως πονηρᾶς; | |
26 | Τότε δὲ προσήνεγκε διὰ τοῦ ἁγίου Πνεύματος ἑαυτὸν τῷ Θεῷ, ὅτε εἰς τὸν σταυρὸν ἑκουσίως ἀνέβη. Ὥστε, οὐχ ὡς τῷ ῥήματι δοκεῖ δηλοῦν, ψιλῶς νοεῖν χρή· ἀλλ’ ὅτι κἀνταῦθα συγκαταβὰς εἰς πάντα, | |
30 | καὶ πτωχεύων τῇ τοῦ δούλου μορφῇ, καὶ μεταπλά‐ σας τῷ λόγῳ ἑαυτὸν ἀτρέπτως εἰς τὸ κοινὸν, καὶ πᾶ‐ σαν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν φυλάττων, καὶ μηδὲν τοῦ χαρακτῆρος τῆς ἀληθείας ἀφανίζων, τὰ πρέποντα ἀνθρώποις χαμαιζήλως, ὥσπερ ἡ ὄντως | |
35 | σοφία, ἐφθέγξατο, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ, καὶ τελέως συμμόρφους, κατὰ τὸν Ἀπόστολον, γινομένους, ποιεῖν τὰ πρέποντα καὶ ἀρέσκοντα αὐ‐ τῷ, καὶ πορεύεσθαι ἀπὸ τῶν γηίνων ἐπὶ τὰ αἰθέρια. Οἷα δὲ καὶ περὶ τούτου παρὰ τοῖς ἔξω λέλεκται, οὐδὲν | |
40 | οἷον καὶ αὐτῶν ἐκείνων ἀκούειν. Οὕτω γὰρ οὐ μόνον τὴν παρ’ ἡμῖν τῶν ἁγίων μεγαλοφωνίαν ἔτι πλέον στέρξομεν, ἀλλὰ καὶ μᾶλλον καὶ μᾶλλον θαυμάσο‐ μεν τὴν μίαν ἁπάντων χορηγὸν σοφίαν. Ἔχει δὲ ὧδε· | |
47 | Πολλάκι γὰρ φθέγγονται, ὅσα σθένος ἐστὶν ἀκοῦσαι | |
Θνητοῖς· ἄλλα δ’ ἔνεστι νοήματα κρείσσονα μύθοις. | 901 | |
39.904 | Πῶς ἐχρῆν καθαροίσιν ὑπ’ ὄμμασιν ὀξέα λεύσσειν. Καὶ πρὸς ἀληθείην Θεοῦ ὄλβια δέχνυσο δῶρα, Ἄλλην θειοτέρην μύθων πρὸς ἀτραπὸν ὁδεύων. Πῶς γὰρ ἂν ἐπληροφορήθημεν, ὅτι τὰς ἀσθενείας | |
5 | ἡμῶν, κατὰ τὸ γεγραμμένον, εἰς τὸν τίμιον ἀνήνεγκε σταυρὸν, ὥστε διὰ τούτου κρείττονα παρασχεῖν τοῖς ἀνθρώποις κατάστασιν, εἰ μὴ πρότερον αὐτὰς, καθ’ ὃν οἶδε τρόπον, εἰς ἑαυτὸν ἀνέλαβέ τε καὶ ἔδει‐ ξεν; | |
10 | Πῶς δὲ ἂν εὐκρινὲς κατέστη, ὡς σὰρξ ἔμψυχος ἐγένετο ἀληθῶς, καὶ οὐ φαντασίᾳ, οἰηθέν‐ των αὐτὸν, Μανιχαίων μὲν, σῶμα δοκήσει ἐσχηκέ‐ ναι, Ἀρειανῶν δὲ ἄψυχον γεγενῆσθαι, εἰ μὴ εἶπε, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ δειλίαν ἔδειξε, | |
15 | καὶ βρωμάτων, καὶ πομάτων, καὶ ὕπνου μετέλαβε; Τὰ γὰρ τοιαῦτα οὔτε θεότητι ἁρμόττει, οὔτε σαρκὶ ἀψύχῳ. Περὶ μὲν τὸ σῶμα θεωρεῖται τὰ πάθη μόνον τὰ αὐτοῦ τοῦ σώματος φθαρτικὰ, οὐ μὴν τὰ λογι‐ σμῶν ἐρημίᾳ τῶν χρησίμων ἡμῖν ἐπιγιγνόμενα· πε‐ | |
20 | ρὶ δὲ τὴν ψυχὴν καταλαμβάνονται αἱ ὑπὲρ τῶν πα‐ θῶν φροντίδες. Διὸ καὶ οἱ ἔξω παραγγέλλουσι περὶ τῆς ἐμπλήκτου ἀνοίας· | |
26 | Φεῦγε τάχος χθονίων παθέων ἄπο, τηλόσε φεῦγε, Ψυχῆς ὄμμα φέριστον ἔχων, καὶ ἀκλινέας αὐγάς. Σώματος ὡς ἀνέχοιτο μέγα βρίθοντα χαλινὰ, Ἐκ καθαρῆς ψυχῆς τε καὶ αἰθερίης πατρὸς αἴγλης. | |
30 | Ἐπισκοπούμενοι τοίνυν οὐχ ἥκιστα καὶ τὰ ἄλλα γρα‐ φικὰ, τὰ μακρὰν ἀπέχοντα τῶν αἱρετικῶν κακο‐ νοιῶν, ὡς ἤδη μοι εἴρηται, μαθησόμεθα, ὅτι οὐ δεί‐ διεν ὁ τροπῆς καὶ πάθους παντὸς ἀμέτοχος Θεὸς, ὁ ἑκοντὶ, κατὰ τὸν Ἀπόστολον Γαλάταις γράφοντα, | |
35 | «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ δοὺς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ·» ὁ ἐπι‐ πλήξας Πέτρῳ δυσχεράναντι, ἡνίκα προέλεγε δεῖν σταυρωθῆναι αὐτὸν, καὶ ἀποθανεῖν, καὶ τῇ τρίτῃ | |
40 | ἡμέρᾳ ἀναστῆναι· ὁ ἐθελοντὴς ἐπὶ τὸν σταυρὸν ἀνελ‐ θὼν, καὶ ἠγαλλιωμένος ὡς γίγας δραμεῖν ὁδόν· ὁ τῷ ζωοποιῷ αὐτοῦ θανάτῳ τὸν θάνατον θανα‐ τώσας καὶ πάντας ἐκ θανάτου λυτρούμενος· οὗ ἡ αὐτεξούσιος ἐνέργεια καὶ ἄλλο πλῆθος θανάτῳ χρό‐ | |
45 | νιον ἅμα αὐτῷ συνανέστησεν, καὶ ὅλῃ τῇ ἀνθρωπείᾳ φύσει ἀναστάσεως ἐλπίδα ἐδωρήσατο· ὁ πᾶσιν ἄφοβον | |
κατασκευάσας τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ πόθον τὸ | 903 | |
39.905 | πάθος ἀναδείξας, καὶ ποιήσας μὴ φεύγειν καλὴν τε‐ λευτὴν διὰ τὸν φόβον, ἀλλὰ καταστέλλειν τῷ τοῦ Θεοῦ θελήματι, ὡς τοὺς πιστῶς αὐτῷ προσανέχοντας, ἀλύ‐ πως καὶ ἀταράχως παθήματα καὶ θάνατον δι’ αὐτὸν | |
5 | ὑποδέχεσθαι, σὺν Παύλῳ βοῶντας· «Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Θνητὸν μὲν γὰρ δὴ διὰ σὲ θάνατον, κἂν ἀρετῇ βίου πεποιθὼς ᾖ, εἰ‐ κός ἐστιν· τὸν δὲ ἀθάνατον Θεὸν ἀθανασίαν ἀποβαλεῖν καὶ δειλίαν ἀναλαβεῖν, ἀδύνατον. | |
12 | Ἀλλὰ καὶ θανάτου, ὡς οἶδεν καὶ ἠθέλησεν, ἐγεύ‐ σατο σαρκὶ, καὶ ἀθάνατος διέμεινε, ζωὰς καὶ τότε πᾶσιν χορηγῶν. Ἐπείτοιγε καὶ ἀδυναμία μερικῶς | |
15 | περιάπτεται τῷ Πατρὶ διὰ τὸ, «Εἰ δυνατόν·» καὶ δειλία ἡ οὐκ οὖσα κατηγορεῖται τοῦ Υἱοῦ διὰ τὸ, «παρελθέτω·» καὶ ἀπροαίρετος ἀναφαίνεται ἡ εἰς τὸν σταυρὸν φιλάνθρωπος καὶ αὐτοπροαίρετος ἄνοδος, καὶ ἀνόρμητος αὐτοῦ ἡ εἰς ᾅδου κρατερὰ καὶ ἐμβρι‐ | |
20 | θὴς κάθοδος, καὶ ψευδὴς εὑρίσκεται ὅ τε Ἰωάννης λέ‐ γων· «Ζωή ἐστιν·» καὶ, «Οὓς θέλει, ζωοποιεῖ·» ὅ τε Παῦλος κηρύττων· «Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·» καὶ, «Ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυ‐ | |
25 | ροῦ·» τοῦτ’ ἔστιν, ἀνασχόμενος ἕως σταυροῦ· οὐ γὰρ ἁπλῶς ἔφη, μέχρι θανάτου· ὅ τε Κύριος εἰπών· «Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστα‐ σις·» καὶ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ | |
30 | τίθημι αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξου‐ σίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Καὶ ὑπὲρ τίνος λοι‐ πὸν εὐχαριστῶμεν, ὡς κηδεμόνι καὶ τὸ πρῶτον καὶ μόνον κῦρος ἔχοντι, τῷ ἀπροθύμως καὶ ἔκ τινος βίας, ὡς οἱ ἀπ’ ἄλλου διοικούμενοι, ὑπὲρ ἡμῶν πα‐ | |
35 | θόντι; ἢ ἀνθ’ ὅτου τὸ τριπόθητον καὶ προμηθέστατον Πάσχα ἑκάστου ἔτους, ἡμέρας μὲν οὖν, μᾶλλον δὲ καὶ ὥρας ἑκάστης τῇ πίστει ἐπιτελοῦμεν ἔμφοβοι, μετ‐ έχοντες τοῦ σώματος καὶ τοῦ αἵματος αὐτοῦ; Ἴσασιν δὲ οἱ τοῦ ἀκροτάτου καὶ διαιωνίου μυστηρίου κατ‐ | |
40 | αξιωθέντες, ὃ λέγω· τὸ γὰρ σέβας καὶ ἡ εὐχαριστία ὀφείλεται τῷ οἰκείᾳ γνώμῃ καὶ ἀμεταμελήτως ἴδιόν | |
τι ἀγαθὸν παρασχομένῳ. | 905 | |
39.908(3) | Εἴποι ἄν τις, ὡς ἐλεῶν ἐκείνους, περὶ ὧν ἔφη, «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν,» | |
5 | εἶπεν καὶ τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο·» ἀπ’ αὐτῶν, φησὶν, ἵνα μὴ τηλικοῦτον καθ’ ἑαυτῶν εἰς ἐμὲ δυσσεβήσωσιν. Καὶ οὕτω δὲ νοῆσαι τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο,» οὐκ ἔξω ἀληθείας ἐστίν. Ἐπειδὴ ἑώρα τὸν διάβολον, φρίττοντα μὲν καὶ ἀποφεύγοντα, | |
10 | ἡνίκα ἑαυτὸν ὁ Σωτὴρ Θεὸν διὰ τῶν θαυμάτων ἐπ‐ εδείκνυεν· προσερχόμενον δὲ, ὅτε ἀνθρωπότη‐ τος ἴδια ἐφθέγγετο· τὴν παροῦσαν αὐτῷ δειλίαν θα‐ νάτου ὑπέφηνεν «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,» ἵνα καθὰ ἤδη πειρᾶσαι τολμήσας, | |
15 | τῆς τε ἐλπίδος ἐκτὸς, καὶ ἄτιμος, καὶ καταγέλαστος ὑπενόστησεν· οὕτω καὶ ἐνταῦθα ἄνθρωπον ψιλὸν πά‐ λιν νομίσας εἶναι, καὶ οὐ Θεὸν, ὡς οἶδεν φανέντα σαρ‐ κὶ, ὀξυδρομήσας προέλθῃ καὶ ὑποβάλῃ αὐτὸν σταυ‐ ρωθῆναι, καὶ αὐτὸς μὲν τρωθεὶς λεληθότως, ὁ τρῶ‐ | |
20 | σαι τὸν ἀήττητον Θεὸν μηχανώμενος, παλίνορσος ἀποστῇ· ἡμεῖς δὲ τῷ σταυρῷ τοῦ Χριστοῦ ζήσαντες, καὶ τῷ προμηθεστάτῳ αὐτοῦ θανάτῳ λυτρωθέντες, ἀναβοήσωμεν μετὰ Παύλου Κορινθίοις γράφοντος· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέν‐ | |
25 | τρον;» Οὕτω δὲ οὐκ ἀγωνίας ἦν τὰ τοῦ Κυρίου ῥή‐ ματα, ὅτι καὶ περὶ τοῦ Θεοῦ Πατρὸς («Ὃν,» ὡς εἶπεν ἱερὸς ἀνὴρ, «φρίττει καὶ τρέμει τὰ σύμπαντα ἀπὸ προσώπου δυνάμεως αὐτοῦ») Ἡσαΐας ἀποῤῥή‐ τῳ τινὶ θεωρίᾳ οὕτω διαλέγεται· «Ἀκούσατε δὴ, | |
30 | οἶκος τοῦ Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρ‐ θένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν, καὶ καλέ‐ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστιν μεθ‐ | |
35 | ερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.» Ἀλλ’ ὅθεν ἐξ‐ ῆλθεν, πάλιν ὁ λόγος ἡμῖν ἐπανίτω. Οὔτε οὖν δακρύει ἡ ἀνωτάτω ἀπάθεια, καὶ ζωὴ, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πάντων ὑπομονὴ, ὁ φαιδρὰς ἡμέρας | |
διδοὺς τοῖς ἅπασι, δι’ ἄλλο τι, ἀλλὰ διὰ τὸ ὑποφῆναι | 907 | |
39.909 | διὰ τοῦ ὁρωμένου τῆς ἀοράτου θεότητος αὐ‐ τοῦ τὴν συμπάθειαν. Πανταχοῦ γὰρ, ἢ λόγοις, ἢ ἔρ‐ γοις τὰς διαθέσεις ἀναμίγνυσιν, ὄφρα ἡμεῖς ὥσπερ ἔκ τινων ἰχνῶν ἐπ’ αὐτὴν ὁρμήσωμεν τὴν θήραν τῆς | |
5 | ἐνθεαστικῆς νοήσεως, καὶ εὕρωμεν, ὡς τὸ πᾶν τῆς οἰκονομίας θεϊκῆς ἴδιόν ἐστιν εὐσπλαγχνίας. | |
10 | Διά τε τὸ ἐλέγξαι τῶν ἀδελφῶν Λαζάρου τὴν διά‐ νοιαν, ὡς οὐδὲν ἔχουσαν πιστὸν, οὐδὲ βέβαιον. Ἐρω‐ τήσαντι γὰρ αὐτῷ, «Ποῦ τεθείκατε αὐτόν;» δέον εἰ‐ πεῖν Σὺ πάντα γινώσκεις, ἅτε Υἱὸς Θεοῦ, ἐξ ὧν προ‐ εῖπας πολλῷ διαστήματι τῷ φαινομένῳ ἀφεστώς· | |
15 | «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·» καὶ εἰ προσ‐ τάξειας, ἐξ ᾅδου ὑποστρέψει, τὴν κοινὴν ἀνάστασιν προλαβὼν τῇ ἰδίᾳ· πάντα γάρ σοι ῥᾴδια πάντως ὑπ‐ άρχει ἐθέλοντι· δέον οὖν ταῦτα εἰπεῖν, τοὐναντίον ἔφασαν· «Τεταρταῖός ἐστιν, ἤδη ὄζει.» Εἴποιμεν ἂν | |
20 | πρὸς τοῦτο, δεδακρυκέναι, ὡς βασιλέα, τοῖς ἑαυτοῦ ὑποκύπτοντα θεσπίσμασι, τοῖς λέγουσιν, «χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων,» καὶ διὰ τοῦτο τὸν παλαιὸν θρῆνον ἡμῶν ἀποπαύοντα. Οὐ‐ δὲ κοπιᾷ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν τῆς ἐν‐ | |
25 | ανθρωπήσεως ἀκολουθίαν, ὁ ἰώμενος τοὺς συντετριμ‐ μένους, καὶ τοὺς κεκοπιακότας καὶ πεφορτισμένους ἀναπαύων, ὁ τὴν ἔξοδον ἔχων ἀπ’ ἄκρου τοῦ οὐρα‐ νοῦ, καὶ τὸ κατάντημα ἕως ἄκρου αὐτοῦ· ᾧ γὰρ μὴ μείωσις, ἢ ἀποπεράτωσις, οὐδὲ κόπος ἐστίν. | |
30 | Εἰ γὰρ καὶ πώλῳ ποτὲ φαίνεται καθεσθεὶς, ἀλλ’ ὡς Θεὸς ὑμνεῖτο ὑπὸ παίδων μὲν ἀκάκων, κραζόντων· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις·» ὃ ἑρμηνεύεται· «Σῶ‐ σον ὁ ἐν τοῖς ὑψίστοις·» ὑπὸ δὲ τοῦ Δαυῒδ ἐν νθʹ ψαλμῷ· «Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυ‐ | |
35 | σμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει.» Οὐδὲ ὀρέγεται τροφῆς ἄκων ὁ ἄρτος τῆς ζωῆς, πρὸς ὃν ἀποβλέπει τὰ πάντα, κατὰ τὸν ψαλμῳδόν· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζου‐ σιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτοῖς ἐν εὐκαιρίᾳ. Ἀν‐ | |
40 | οίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιμπλᾷς πᾶν ζῶον εὐ‐ | |
δοκίας·» καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσιν, | 909 | |
39.912 | δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον·» ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους χορτά‐ σας ἐκτὸς γυναικῶν καὶ παιδίων, καὶ δυοκαίδεκα κοφίνους κλασμάτων περιττεῦσαι ποιήσας· ὁ εἰ‐ | |
5 | πὼν τῷ διαβόλῳ· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσε‐ ται ἄνθρωπος·» ὁ πᾶσιν ἡμῖν πανταρκῆ καὶ ἀν‐ έκλειπτον τράπεζαν, τὴν οἰκείαν προθεὶς ἀγαθό‐ τητα, καὶ φάσκων· «Ὁ ἐρχόμενος πρὸς μὲ, οὐ μὴ πεινήσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ | |
10 | πώποτε·» ὁ ἐλθὼν μὲν ἐπὶ τὴν συκῆν ὡσανεὶ πει‐ νῶν, προστάξας δὲ ὡς Θεὸς μηκέτι καρπὸν τὸ φυτὸν ἐνεργεῖν, καὶ ἔργον τῷ λόγῳ ἐπιθεὶς, καὶ δείξας, ὡς αὐτὸς ἦν ὁ τὴν ἀρχὴν εἰπών· «Ἐξαγαγέτω ἡ γῆ ξύλα καρποφόρα.» Ἀλλ’ οὔτε διψᾷ, εἰ μὴ διὰ τὴν οἰκονο‐ | |
15 | μίαν, ἡ ἀθάνατος πηγὴ, ἡ τὴν Σαμαρεῖτιν ὕδωρ ζωῆς αἰτεῖν παρ’ αὐτοῦ διδάσκουσα. Ἀρκεῖ δὲ περὶ τούτου τῆς εὐαγγελικῆς μνημονεῦσαι φωνῆς, τῆς λεγούσης· «Ὡς εἰδὼς ὁ Χριστὸς, ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ·» ὡς δείκνυσθαι, | |
20 | μὴ ἀνάγκῃ δίψης ἐξεληλυθέναι τὸ ῥῆμα, ἀλλὰ πρὸς τὸ μή τι παραλειφθῆναι τῶν ἐν Γραφαῖς εἰρημένων. | |
24 | Οὔτε ὕπνῳ μὴ θέλων ἑάλω· οὐ γὰρ ἡττᾶτο τοῦ | |
25 | πάθους, ὁ τῶν ὅλων καὶ τοῦ ὕπνου Κύριος, ὁ μὴ ὑπνῶν μηδὲ νυστάζων, ἀλλὰ φυλάσσων Χριστιανοὺς, καὶ ἀπαθὴς τῇ θεότητι καὶ ἐν τοῖς παθήμασι δια‐ μένων· ὡς πρὸς αὐτὸν ἀναφθέγγεσθαι τὸν ψαλμῳ‐ δόν· «Ἐξεγέρθητι ὡς ὁ ὑπνῶν, Κύριε.» Τὸ δὲ | |
30 | «ὡς» οὐ καθ’ ἅπαξ ὕπνον ἐμφαίνει· διαναστὰς γὰρ εὐθὺς ἐπετίμησεν ὡς Θεὸς, καὶ οἱ ἄνεμοι μὲν κατεστάλησαν, ἡ δὲ θάλαττα τοσοῦτον ἐλώφησεν, ὥστε κυμαίνεσθαι καὶ καχλάζειν, ἀφεῖσα τύπτε‐ σθαι κώπαις, καὶ πρόφασιν ὕμνου μετὰ μέλους | |
35 | διδόναι ναυτικοῦ, μεθ’ ἡδονῆς πάντων κραζόντων· «Χριστὲ, σῶσον.» Ὅταν γὰρ ἡ ἀληθινὴ ζωὴ νοη‐ θείη κοιμωμένη, τότ’ ἂν νοηθείη τὰ πάντα τεθνη‐ κότα, ὡς οὐ ζωοποιούμενα. Οἴου γὰρ, ταύτης εὑ‐ δούσης, τὸν θάνατον ἐγρηγορέναι, καὶ μηδενὶ ὑπάρ‐ | |
40 | χειν τὰς ζωτικὰς δρέπεσθαι αὔρας. Οὔτε πτωχεύει οὖν, ὡς ἄνωθεν ὢν ἀνενδεὴς, ὁ πλούσιος ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ὁ φάρμακον τῷ ἄλγει τῆς πτωχείας τὴν παρ’ ἑαυτοῦ οἰκονομίαν χορη‐ γῶν. Οὐδὲ ἰσχύος ἐπιδεῖται ἀλλοτρίας ἐκεῖνος· γρά‐ | |
45 | φει γὰρ, ὡς ἐν αὐτῷ συνέστηκεν τὰ πάντα, καὶ ὡς κάμπτει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπι‐ γείων, καὶ καταχθονίων, καὶ ὅτι ἐν αὐτῇ | |
τῇ οἰκονομίᾳ προσελθόντες ἄγγελοι διηκόνουν αὐτῷ, | 911 | |
39.913 | ὡς ἀεὶ ὄντι ἐν τῷ Πατρὶ καὶ πρὸς τὸν Θεὸν ὄντι. Τί οὖν βούλεται τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐν‐ ισχύων αὐτόν;» ἀντὶ τοῦ, δοξάζων αὐτόν. Τοῦτο γὰρ συνέταξεν καὶ Μωϋσῆς, ᾄσας ᾠδὴν ἐν τῇ ἐρήμῳ | |
5 | τοιάνδε· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ·» τοῦτ’ ἔστιν, ἀνυμνήσουσιν. Ἐπαληθεύει δὲ ταῦτα καὶ ἄλλη γραφὴ, εἰσάγουσα ἀγγέλους λέγοντας· «Σή ἐστιν ἡ δόξα, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύ‐ | |
10 | ναμις, σή ἐστιν ἡ ἰσχύς.» Εὐφήμησαν δὲ καὶ οἱ ἔξω τοιῶσδε· | |
14 | Πάντα Θεοῦ μεγάλοιο νόου ὑπὸ νεύμασι κεῖται. | |
15 | Ἀρχὴ, πηγή τε ζωῆς, καὶ ὑπείροχον εὖχος, Καὶ κράτος ἠδὲ βίη, καὶ ἰσχύος ἄφθιτος ἀλκὴ, Καὶ δύναμις κρατερὴ, καὶ ἀμφιέλικτος ἀνάγκη. Οὐδὲ εὔχεται οὖν ὁ μέγας καὶ ἀληθινὸς Θεὸς, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, ὁ ζῶν τοῦ Θεοῦ | |
20 | Λόγος καὶ πάντων κηδεμὼν, ὡς ἥσσων τῇ θεότητι· οὐ γὰρ εὐχῇ μεταβάλλει, ὡς ἡμεῖς, τὰ δυσχερῆ, ὃς ἄρα καὶ μόνῳ τῷ θέλειν, καὶ μόνῃ τῇ παρουσίᾳ, τὴν ἀγαθὴν ἅπασιν προξενεῖ ἐλπίδα, καὶ φθάνει τῇ δόσει τῶν καλῶν τὰς ἡμετέρας λιτάς· «Πρὸς αὐτὸν» | |
25 | γὰρ, φησὶν, «προσεύξονται·» ἀλλ’ εὔχεται διὰ τὸ καθ’ ἡμᾶς ἀσυγχύτως καὶ δίχα πταίσματος γεγονέ‐ ναι, καὶ τοῦτο διὰ πραγμάτων ἐπιφανεστέρων δεῖξαι ἐσπουδακέναι. Ὁ γὰρ τοιαῦτα λέξας, καὶ σαρκὶ σταυρῷ προσηλωμένος χεῖρας καὶ πόδας· τοὺς μὲν, | |
30 | δι’ οὓς τὰ τοιαῦτα εἰς τὸ ὕψος ἀνήγαγεν, τοὺς δέ γε δαίμονας τῷ ᾄδῃ προσέῤῥηξεν. Καὶ τοῦτό ἐστιν, ὃ Παῦλος γράφει· «Ἀπεκδυσάμενος τὰς ἀρ‐ χὰς, καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Αὐτόθεν δὲ ἀφ’ ὧν αἰτιῶνται ὁ | |
35 | ἔλεγχος. Γράφει γὰρ ὁ αὐτὸς, σεσοφισμένος ὑπὸ | |
τοῦ Πνεύματος τῆς Σοφίας, εἰς ἄκρον δριμεῖάν πως | 913 | |
39.916 | καὶ βαθεῖαν, ὅμως θεοπρεπῆ, καὶ οὐκ ἀσύνοπτον, καὶ ἐπαμφοτερίζουσαν τῷ τε ὑψώματι τοῦ Μονογε‐ νοῦς καὶ τῇ συγκαταβάσει αὐτοῦ ῥῆσιν, ἔχουσαν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ | |
5 | ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν σώζειν ἐκ θα‐ νάτου μετὰ κραυγῆς ἰσχυρᾶς προσενέγκας, καὶ εἰσ‐ ακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν.» Υἱὸς οὖν φυσικὸς τοῦ Θεοῦ κατὰ τὸ ἐξ ἀμφοῖν δεδειγμένος, οὐκ ἄλλοτε, | |
10 | οὐδὲ διὰ τὴν ἑαυτοῦ θεότητα, ἀλλ’ ὅτε ἦν ἐν σαρκὶ, διὰ τὰς σάρκας καὶ ὑπὲρ τῶν σαρκῶν ἱκετηρίας, ὡς εὐλαβὴς, τουτέστιν «ἀναμάρτητος,» ἀνέτεινεν ὑπὲρ ἁμαρτωλῶν ἐκείνῳ, ἐν ᾧ ἦν, καὶ ὃν εἶχεν ἐν ἑαυτῷ, καθὸ ἥνωτο αὐτῷ τῇ θεότητι, «ἀφ’ ὧν ἔπαθεν,» ἰδίως | |
15 | κοινωνήσας ἡμῖν σαρκὶ, μαθὼν γενικῶς τῆς σαρκὸς «τὴν ὑπακοήν·» ὅ ἐστιν, ἐδέξατο τὴν ὑπακοὴν, καὶ ἀπήλειψεν τὴν ἀρχαίαν παρακοήν. Εὔηθες τοίνυν ἂν εἴη εἰς τὴν θεότητα λογίζεσθαι τὸ δειλιᾶσαι, ἢ δα‐ κρῦσαι, ἢ κοπιᾶσαι, καὶ ὅσα προελέχθη. Πάντα γὰρ | |
20 | δύναται ὁ Υἱὸς Λόγος, πλὴν τοῦ κατὰ τὴν πατρι‐ κὴν γέννησιν ταῦτα ὑποστῆναι, ὥς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, καθὰ γράφει Παῦλος δυσαρε‐ στῶν τοῖς τοιούτοις. Ἔχει δὲ ὧδε· «Ἐν οἷς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεόν.» | |
29 | Οὐκοῦν «ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν» | |
30 | ἀγχθέντες αἱρετικοὶ, τῶν μὲν ἀνεπιβάτων ἀναχωρεί‐ τωσαν, καὶ ἃ μὴ θέμις, μὴ πολυπραγμονείτωσαν· ποῦ γὰρ καὶ χρεία τούτου αὐτοῖς; Ἀλλ’ ἀκούοντες τὰ προκείμενα, νοείτωσαν, ὡς ἃ μὲν ἔλεγεν ἐν τοῖς ἡμε‐ τέροις, ἃ δὲ ἐν τοῖς ἑαυτοῦ· καὶ τὴν ἄφατον καὶ | |
35 | ἀνεκδιήγητον αὐτοῦ φιλανθρωπίαν μεθ’ ἡμῶν γνωρι‐ ζέτωσαν καὶ προσκυνείτωσαν, καὶ σὺν τῷ Ἀποστόλῳ καὶ ἡμῖν κραζέτωσαν· «Ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερ‐ έχει πάντα νοῦν·» καὶ, «Ὁ πλοῦτος τοῦ Χριστοῦ ἀνεξιχνίαστος·» ἅμα δὲ τῷ μελῳδῷ ψαλλέτωσαν· | |
40 | «Τοῦ Κυρίου τὰ κρίματα ἄβυσσος πολλή.» Ταῦτα. μὲν οἱ ἀληθινῶς πιστοὶ καὶ ἀκριβεῖς κήρυκες. Καὶ οἱ ἔξω δὲ συνεβούλευσαν καὶ ἐνουθέτησαν τάδε· Ἄῤῥητα μὴ σάλευε· μὴ ζήτει Θεόν. Οὐ γὰρ τοσοῦτόν ἐστιν ἀνθρώπῳ σθένος, | |
45 | Τὸν παντεπόπτην, τὴν ἀχώρητον φύσιν Εὑρεῖν ἀνιχνεύοντι καὶ τεχνωμένῳ. Τύχοις δ’ ἂν αὐτοῦ ῥᾳδίως, πεπεισμένος Μέγιστον εἶναι τὸν Ποιητὴν τῶν ὅλων. ΚΕΦ. ΚΒʹ. | |
39.916(50) | Ἀλλ’ ἐφ’ ἕτερον κεφάλαιον προΐωμεν. Καὶ τὴν ἐν Μάρκῳ τοίνυν φερομένην πρὸς τοὺς ἀποστόλους πάνσοφον τοῦ πάντων Δεσπότου ἀπόκρισιν, τὴν ἕνεκα | |
τοῦ γενικοῦ τέλους λέγουσαν ταυτί· «Περὶ δὲ τῆς | 915 | |
39.917 | ἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» θεωροῦσιν οὐχ ὑγιῶς. Ματθαῖος μὲν γὰρ πρὸ αὐτοῦ κατὰ τῶν ἄλλων λέξεων ἀπαραλείπτως | |
5 | ἐλθὼν, οὐκ εἶπεν τὸν Υἱὸν ἀγνοεῖν, ἀλλὰ καὶ τὸ σχῆμα αὐτὸ τοῦ τέλους εἰδέναι ἐξέθετο τοιῶσδε· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος. Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται | |
10 | ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες, καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζον‐ τες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ οὐκ ἔγνωσαν, ἕως ἐπῆλθεν ὁ κατακλυσμὸς, καὶ | |
15 | ἦρεν πάντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Οἱ οὖν ἄλλοι εὐαγγελισταὶ οὐδὲ ὅλως ἐμνημόνευσαν τούτου· ἀλλὰ κατὰ ταύτης τῆς αἱρετικῆς ἐναντιώσεως λύσιν παρέσχον οἱ ἀπόστο‐ λοι, ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ φάμενοι οὕ‐ | |
20 | τως· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας·» ἅτε, φη‐ σὶν, Υἱὸς Λόγος τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο· ἐξ ὧν πάντων ἐστὶν καὶ ἡ ἐσχάτη ἡμέρα. Καὶ χρὴ δὲ μὴ καθηκόντως ἐκλαμβάνειν τὸ προνοητικῶς ἀρ‐ νηθέν. Καθάπερ γὰρ δι’ ἡμᾶς εἵλετο μορφὴν δούλου | |
25 | λαβεῖν, οὕτω καὶ τὸ εἰπεῖν, ὅτι ἀγνοεῖ. Φαρμάκῳ γὰρ οἷον τούτῳ ἐχρήσατο, διὰ τὸ συμφέρειν τῇ ἀν‐ θρωπότητι μὴ γνῶναι τὴν ἐρώτησιν αὐτῆς· ἵν’ ἀεὶ προσδοκῶσα, καὶ ἐπὶ θύραις εἶναι νομίζουσα τῆς κρίσεως τὸν καιρὸν, ἕτοιμος γένηται δι’ ἔργων καὶ | |
30 | πίστεως εἰς τὸ σωθῆναι. Οὐδὲ γὰρ ἔλαθεν δημιουρ‐ γήσας χρόνον, ὃν οὐκ ἠπίστατο· οὐδ’ αὖ ἠγνόησεν τὴν ἑαυτοῦ δευτέραν παρουσίαν, ὁ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ δῆλον δ’, ὅτι σὺν τῇ εἰδήσει· εἰ γὰρ ἐν αὐτῷ ἐστιν ὁ Πατὴρ, | |
35 | ὁ πάντα εἰδὼς, οἶδεν καὶ αὐτὸς, ὁ πάντα θεωρῶν ἐν τῷ Πατρί. Πῶς γὰρ ἂν καὶ μὴ βλέποι, ὁ τὸ φῶς ἔχων ἐν ἑαυτῷ, ὁ πάντα εἰς τάξιν καὶ διακόσμησιν ἀγαγὼν, ὁ πάντα εἰδὼς πρὸ γενέσεως αὐτῶν, ὁ δη‐ μιουργὸς τῶν χρόνων, ὁ καὶ ὅριον θέμενος τῇ κτίσει, | |
40 | καὶ τὸ ποσὸν τῶν ἡμερῶν παγιώσας τῆς συστάσεως αὐτῆς, καὶ εἰπών· «Ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ τελευταία ἡμέρα·» καὶ πάλιν· «Οὐκ ἔσται ἐν νυκτὶ, ἵνα ἡ ἡμέρα ἐν σκοτίᾳ ὑμᾶς καταλάβῃ·» ὁ καὶ τὰ ἐσόμενα σημεῖα περὶ ἐκεῖνον τὸν καιρὸν | |
45 | προειρηκὼς, καὶ μέλλων ἐκείνην αὐτὴν ἀνατέλλειν | |
τὴν φοβερὰν καὶ ἀνέσπερον ἡμέραν, ὁ καὶ τῆς κρί‐ | 917 | |
39.920 | σεως τὸ σχῆμα καὶ τὸν τρόπον προειπὼν, ὁ ἀπο‐ δειχθεὶς ἔχειν θησαυροὺς σοφίας καὶ γνώσεως, καὶ προμηνύσας· «Ἔσονται ἐν ὑμῖν αἱρέσεις καὶ σχί‐ σματα·» καὶ τὴν ἄρνησιν Ἰούδα, καὶ τὴν πρὸ ἀλε‐ | |
5 | κτρυοφωνίου ἄρνησιν Πέτρου, καὶ τὴν κατάλυσιν τοῦ ἱεροῦ· ὁ τοὺς ἐσομένους εἰς τὰ ἔσχατα ψευδοπροφή‐ τας προσημάνας· ὁ λέγων· «Οὐδεὶς οἶδεν τὸν Πα‐ τέρα, εἰ μὴ ὁ Υἱός·» καὶ, «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω αὐτόν;» Σαφὲς δὲ, ὡς μεθ’ | |
10 | ἧς ἔχει γνώσεως ὁ Πατήρ. | |
12 | Εἰ δ’ ἕτερόν τι ἐστὶν εἰδέναι τὸν Πατέρα, ἕτερον δὲ τὰ τοῦ Πατρὸς, μεῖζον ἔσται τὸν Θεὸν Πατέρα τοῦ εἰδέναι τὰ αὐτοῦ, ὅ ἐστιν καὶ τὴν ἐσχάτην | |
15 | ἡμέραν, καθ’ ὅσον ἕκαστος μείζων αὐτὸς τῶν ἑαυτοῦ ὑπάρχει. Ἢ ἄρα καὶ τοιοῦτον εἶναι δύναται τὸ, «Οὐδεὶς οἶδεν τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» ὥς τις τῶν ἐν ἁγίοις Πατέρων σοφίας γέμων ἀσυλλογί‐ | |
20 | στως ἐδίδαξεν (Βασίλειος ἦν ὄνομα αὐτῷ)· ἀντὶ τοῦ, «Εἰ μὴ ὁ Πατὴρ οἶδεν, οὐδὲ ὁ Υἱὸς οἶδεν·» ᾧ ἀκολουθεῖ, ὡς τοῦ Πατρὸς εἰδότος, οὐχ οἷόν τε ἐμὲ ἀγνοεῖν· ἀλλ’ οὐ λέγω, φησίν· ποιῶ γὰρ πάντα κατὰ τὸ θέλημα τοῦ Πατρός· τὸ δὲ γνῶναι τοῦτο | |
25 | ὑμᾶς, οὐκ ἔστιν θέλημα τοῦ Πατρός. Ὑμῖν οὖν, φη‐ σιν, ἀγνοῶ, τῇ ἀληθείᾳ οὐκ ἀγνοῶν· προεῖπον γὰρ | |
ὑμῖν διὰ τοῦ ψαλμῳδοῦ· «Ὡς μακρὰν ἀπὸ τῆς σω‐ | 919 | |
39.921 | τηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου!» τουτέστιν, πόῤῥω τῆς θεότητός μου οἱ ἐν τῇ ἐναν‐ θρωπήσει λόγοι μου. Οὕτω δὲ ποιεῖ καὶ ἐπὶ Λα‐ ζάρου, προειπὼν μὲν, ὡς πάντα γινώσκων· «Λά‐ | |
5 | ζαρος κεκοίμηται·» ἐρωτῶν δὲ, ὡς οὐδὲν εἰδώς· «Ποῦ τεθείκατε αὐτόν;» εἶτα ὡς Θεὸς ἐγείρων αὐ‐ τόν. Οὕτω καὶ ἐπὶ τῆς αἱμοῤῥούσης, φήσας μὲν, ὡς ἄνθρωπος ἀγνοῶν· «Τίς ἥψατό μου;» ἰασάμενος δὲ, ὡς Σωτήρ· ὡς καί που ὁ Θεὸς καὶ Πατὴρ ἠρώτα, | |
10 | ὡς ἀγνοῶν, τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ τὸν Κάϊν· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ Μωϋσέα· «Τί ἐστιν ἐν τῇ χειρί σου;» καὶ ἑτέρωθι· «Ἔγνω Κύ‐ ριος τοὺς ὄντας αὐτοῦ·» ὡς δῆθεν τοὺς οὐκ ὄντας ἀγνοῶν. Ἔλεγεν δὲ καὶ πρὸς Ἀβραὰμ, θελήσαντα | |
15 | σφαγιάσαι αὐτῷ τὸν υἱόν· «Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν·» ὡς δῆθεν ἐν τῷ φθάσαντι τοῦτο ἀγνοή‐ σας. Καὶ πάλιν· «Ποῦ Σάῤῥα ἡ γυνή σου;» Ὅτι δὲ ὁμολογουμένως καὶ τοῦτο εἰδὼς εἶπεν, τὰ ἐφεξῆς δη‐ λοῖ. Εἰπόντος γὰρ αὐτοῦ, ὡς τέξεται, κἀκείνης ἀπι‐ | |
20 | στησάσης διὰ τὸ καταγεγηρακέναι, καὶ ἐν τῷ κοιτω‐ νίσκῳ μειδιασάσης, ἔφη· «Ἐγέλασεν Σάῤῥα ἔνδον οὖσα.» Ἔτι δὲ καὶ τῷ Λὼτ εἶπεν· «Οὐ δύ‐ ναμαι τοῦτο ποιῆσαι (τουτέστιν, τὴν τιμωρίαν ἐπ‐ αγαγεῖν Σοδομίταις), μέχρι τοῦ ἐλθεῖν σε ἐκεῖ. Διὰ | |
25 | τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Σιγώρ·» καὶ ἀλλαχοῦ· «Ἀπόστητε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνο‐ μίας· οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ἄλλα δὲ, τῷ δο‐ κεῖν μικρὰ ὡς πρὸς θεότητα, φέρεται αὐτοῦ· οἷον τὸ, «Καταβὰς ἔρχομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν | |
30 | τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ·» καὶ ἑτέρωθι· «Μεταμέλημαι ποιήσας τὸν ἄν‐ θρωπον·» καὶ πάλιν· «Μεταμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα·» καὶ ἐν ρεʹ ψαλμῷ· «Καὶ ἐμνή‐ σθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ | |
35 | πλῆθος τοῦ ἐλέους αὐτοῦ, καὶ ἔδωκεν αὐτοὺς εἰς οἰ‐ κτιρμούς.» | |
39 | ΚΕΦ. ΚΓʹ. | |
40 | Καταζώννυνται δὲ εἰς τὰ μάλιστα, καὶ ἔχουσιν ἐν | 921 |
39.924 | προβολῇ ὅπερ Παῦλος Κορινθίοις ἐν τῇ πρώτῃ γρά‐ φει Ἐπιστολῇ· «Ὅτι οὐδεὶς Θεὸς, εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ), | |
5 | ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Φησὶν γάρ· Ἁρμόζει τὸ, «ἐξ οὗ,» καὶ τὸ, «ὁ Θεὸς,» ἐν μόνῳ τῷ Πατρὶ, ὡς ὑπερτέρῳ πρὸς τὴν θρησκείαν αὐτῶν, καὶ οἷον ὄντι τῷ χρόνῳ | |
10 | πρὸ ἀμφοῖν τῶν ὑποστάσεων· τὸ δὲ, «δι’ οὗ,» καὶ τὸ, «ὁ Κύριος,» ὡς ὑπουργῷ καὶ δευτέρως ἔχοντι τῷ Υἱῷ, δι’ οὗ τὰ πάντα ἐγένετο· τὸ δὲ, «ἐν ᾧ,» τρίτως καθ’ ὑπόβασιν τῷ ἁγίῳ Πνεύματι· ἐν αὐτῷ γὰρ, φησὶν, πᾶσα δόξα ἀναπέμπεται ὁρμη‐ | |
15 | θέντες καὶ πρὸς τοῦτο ἀπὸ τῶν Παύλου γραμμάτων, τῶν τε πρὸς Ἐφεσίους ἐχόντων παραίνεσιν, οὖσαν ἐν τούτοις· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώ‐ σεως·» τῶν τε πρὸς Κορινθίους, ἐχόντων διδασκαλίαν | |
20 | τοιάνδε· «Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Οὐδὲν δὲ οὐδὲ τοῦτο αὐτῶν ἐστιν παντελῶς. Αἱ γὰρ τῶν λέξεων ἐναλλαγαὶ, οὐ δι’ ἐλάττωσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσιν· | |
25 | ἀμφότεραι γὰρ αἱ λέξεις οἰκείως ἔχουσι πρὸς ἑκά‐ στην ὑπόστασιν· εἰ γὰρ τὰ πάντα ἐκ τοῦ Θεοῦ, ὥσπερ οὖν ἀληθὲς, πῶς ἄνωθεν τὰ πάντα διὰ τοῦ Υἱοῦ; καὶ εἰ ἠπίστατο τοῖς εἰσποιητοῖς θεοῖς ἐναριθμεῖσθαι αὐ‐ τὸν, τί μὴ τοῖς ἄλλοις ἀνέμιξεν, καὶ μὴ τῷ Πατρὶ | |
30 | συνήνωσεν; Ἀλλ’ οὕτως εἴρηνται, τοῦτο μὲν διὰ τὸ μὴ σύγχυσιν νοῆσαι τῶν θείων ὑποστάσεων, ἑκάστην δὲ διευκρινηθῆναι· τοῦτο δὲ διὰ τὸ ἐκβάλλεσθαι Ἑλ‐ λήνων μὲν τὴν πολυθεΐαν διὰ τοῦ, «Εἷς Θεὸς ὁ Πα‐ τήρ·» Ἰουδαίων δὲ τὴν περὶ τὸν Χριστὸν ἀθέτησιν | |
35 | διὰ τοῦ, «Εἷς Κύριος Ἰησοῦς Χριστός·» Μοντα‐ νιστῶν δὲ τὴν ἄνοιαν, μελλόντων τὰς τρεῖς πανυμνή‐ τους ὑποστάσεις ὡς ἓν πρόσωπον θρησκεύειν, διὰ τοῦ, «Εἷς,» καὶ «Εἷς,» καὶ «Εἷς·» Σαβελλίου δὲ τὴν μανίαν ἀνούστατον εἶναι τὸν Θεὸν Λόγον, ὡς | |
40 | τὸν προφορικὸν τὸν ἀναλυόμενον καὶ ἀέρι συνεκχεό‐ μενον, φαντασθέντος, οὕτως· ὅτι ὁ Ἀπόστο‐ λος τὸν σύνδεσμον τῆς θείας εἰρήνης φυλάττων, πά‐ λιν ἀμφοτέρας τὰς λέξεις ταύτας συναγαγὼν, εἰς τὸν ἕνα ἀναπέμπει ἀῤῥητότατον Θεὸν, Ῥωμαίοις γράψας· | |
45 | «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάν‐ τα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ Ἐφεσίοις· «Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» οὐκ ἀλλό‐ τριον εἶναι λέγων τοῦ «ἐπὶ πάντων» τὸ «διὰ πάν‐ | |
39.924(50) | των,» οὐδὲ τοῦ «διὰ πάντων» τὸ «ἐν πᾶσιν.» Οὐ | 923 |
39.925 | κεχώρισται γὰρ τοῦ «ἐπὶ πάντων» ἡ κτίσις, ἣν ὁ μὲν «διὰ πάντων» Θεὸς Λόγος εἰς τὸ εἶναι παρήγαγε, τὸ δὲ «ἐν ἅπασιν» Πνεῦμα τοῦ Θεοῦ πληροῖ, συνέχει, ἁγιάζει, καὶ ζωοποιεῖ. Διά τοι τοῦτο ἐξακολουθῶν | |
5 | τῷ περὶ τὸ βάπτισμα θεσπίσματι τοῦ Δεσπότου, τοῖς αὐτοῖς τὸ δεύτερον Κορινθίοις ἐπιστείλας, τῇ Τριάδι τὴν ἰσοτιμίαν ἐφύλαξεν, εἰπών· «Ἡ χάρις τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων | |
10 | ὑμῶν.» | |
16 | Ἐνταῦθα τὸ ταυτὸν τῆς θεότητος, καὶ τὸ ἁπλοῦν τῆς πίστεως μονονουχὶ τοῦ Πατρὸς προτάττων τὸν Υἱὸν, ἀλλὰ καὶ προσκύνησιν ἴσην ἀπονέμων τῷ ἁγίῳ Πνεύματι, καὶ ἑνότητα καὶ κοινωνίαν εἶναι λέγων | |
20 | αὐτῷ. Ποίαν δὲ ταύτην· Οὐσίας, βασιλείας, θελήμα‐ τος, καὶ τῆς ἀναπεμπομένης δόξης. Ἐξ ὑπαρχῆς δὲ τοῦ προβλήματος μνημονεύσωμεν. Γράφει· «Εἷς Θεὸς ὁ Πατὴρ,» καὶ «εἷς Κύριος Ἰησοῦς Χριστός·» οὐχ ὡς τοῦ ὀνόματος «τῆς θεότητος» ὑπερέχοντος, ἢ πρω‐ | |
25 | τεύοντος τοῦ ὀνόματος «τῆς κυριότητος,» οὐδ’ ὡς ἁρ‐ μόζοντος μόνῳ μὲν τῷ Πατρὶ τὸ ἀκούειν «Θεὸς,» μόνῳ δὲ τῷ Υἱῷ τὸ καλεῖσθαι «Κύριος» (ἀμ‐ φοτέρων γὰρ τὰ δύο ἴδια)· ἀλλ’ ὅπως καὶ τὸ ἰδιοσύ‐ στατον τῶν ὑποστάσεων, καὶ τὸ ἐν μιᾷ εἶναι αὐτὰς | |
30 | θεότητι καὶ κυριότητι ἀπαγγείλῃ. Ἐπείτοιγε, κατ’ αὐτοὺς, εἰ μὴ ἔστιν φύσει Θεὸς ὁ Υἱὸς, οὐδὲ Κύριος ὁ Πατὴρ (ἵλεως δὲ ἡμῖν εἴη, τοιαῦτα ἐξ ἀνάγκης διὰ τὴν ἀπόνοιαν φθεγγομένοις τὴν τούτων), ὡς ταυτὸν δὲ τυγχάνον «Θεὸς» καὶ «Κύριος, «καὶ ὡς θάτερον | |
35 | θατέρου μὴ διαφέρον, μηδὲ κεχωρισμένον ὡς ἐπίπαν, προτάττει ἡ Γραφὴ τὸ «ὁ Κύριος» τοῦ «ὁ Θεὸς,» κατὰ Μωϋσέα λέγοντα· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν·» καὶ πάλιν· «Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρ‐ | |
40 | έδωκεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς;» καὶ κατὰ τὸν ψαλμῳδὸν ἐν ζʹ ψαλμῷ· «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο.» Κατὰ δὲ Ἰησοῦν τὸν τοῦ Ναυὴ, ἡ λατρεία ἥτις ὀφείλεται μόνῳ Θεῷ, τῷ Κυρίῳ προσάγεται· πάντως δὲ ὡς Θεῷ. Ἔχει γάρ· «Μάρ‐ | |
45 | τυρες ὑμεῖς καθ’ ἑαυτῶν, ὅτι ἐξελέξασθε ἑαυτοῖς τὸν Κύριον, τοῦ λατρεύειν αὐτῷ.» Ἔστιν δὲ σκοπῆσαι καὶ ἐξ ἑτέρας γραφῆς, ὡς οὐ τῇ μιᾷ ὑποστάσει ἁρ‐ μόττει τὸ «ὁ Κύριος.» Ψάλλει γὰρ Δαυῒδ ἐν πβʹ | |
ψαλμῷ· «Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν | 925 | |
39.928 | αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθω‐ σαν, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος. Σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ περὶ τοῦ Πατρὸς λέγει, πῶς Παῦλος γράφει· «Εἷς ἅγιος, | |
5 | εἷς Κύριος Ἰησοῦς Χριστός;» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν;» Εἰ δὲ περὶ τοῦ Υἱοῦ γρά‐ φει, οὐκοῦν οὐ Κύριος, οὐχ Ὕψιστος, οὐχ ἅγιος, κατ’ αὐτοὺς, ὁ Πατήρ· ἢ ἐγκαλέσουσιν τῷ Δαυῒδ ψάλλοντι, ἐν μὲν ρθʹ ψαλμῷ· «Εἶπεν ὁ Κύριος τῷ Κυ‐ | |
10 | ρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» ἐν δὲ ϟθʹ· «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Δηλοῖ δὲ ἐκεῖνον, δι’ οὗ τὰ πάντα ἐγένετο. Ἐν δὲ ξζʹ· «Ὁδοποιήσατε τῷ ἐπι‐ βεβηκότι ἐπὶ δυσμάς· Κύριος ὄνομα αὐτῷ.» Δυσμὰς | |
15 | δὲ λέγει, ἐπ’ ἐσχάτων καιρῶν· Κύριον δὲ, τὸν ἐπιφα‐ νέντα, ὅτε ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου. Ἐγκαλέ‐ σουσι δὲ καὶ Ἡσαΐᾳ, Θεὸν καὶ Κύριον ὁμοίως τὸν Υἱὸν προφητεύοντι οὕτως· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυ‐ | |
20 | ρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποί‐ μνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας.» Ἔτι δὲ καὶ Ἰακώβῳ, προοίμιον τῶν ἑαυτοῦ γραμμά‐ των τοῦτο ποιησαμένῳ· «Ἰάκωβος Θεοῦ καὶ Κυρίου | |
25 | Ἰησοῦ δοῦλος·» καὶ ἐν τοῖς ἐφεξῆς· «Καὶ Κυρίου Θεοῦ.» Γράψαντα δὲ καὶ Παῦλον, Ῥωμαίοις διαβε‐ βαιούμενον· «Ὅτι πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνο‐ μα Κυρίου, σωθήσεται.» Ἢ συνθῶνται, ὡς τὸ «ὁ Θεὸς» καὶ «Κύριος» ἐπίκοινόν ἐστιν ὄνομα τῶν | |
30 | τριῶν ὑποστάσεων, ὡς καὶ Βασιλεὺς, καὶ Ὕψιστος, καὶ ἄχραντος, καὶ ἀκατάληπτος, καὶ ἅγιος, καὶ ὅσα πρέπει λέγειν περὶ Θεοῦ· καὶ οὐκ ἀλλοτριοῦται οὔτε ὁ Πατὴρ τῆς κυριότητος, κἂν γέγραπται· «Εἷς Κύ‐ ριος Ἰησοῦς Χριστός·» καὶ, «Ὁ δὲ Κύριος τὸ | |
35 | Πνεῦμά ἐστιν·» οὔτε ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ἐκβάλλεται τῆς θεότητος, κἂν εἴρηται· «Εἷς Θεὸς ὁ Πατήρ.» | |
41 | Ἡ μὲν οὖν ἀλήθεια οὕτως, καθὰ δέδεικται, καὶ ἡμεῖς δοξάζομεν. Αἱρετικοὶ δὲ, κατ’ οἰκείαν ἐξουσίαν τὴν δοξολογίαν συνθέντες, ἕτερον δι’ ἄλλου ἐν ἄλλῳ, ὡς δι’ ὀργάνου, δοξάζουσιν, τὸ δ’ ἀληθέστερον | |
45 | οὐδένα· παραβαίνοντες καὶ τὸ περὶ τὸ βάπτισμα θεῖον θέσπισμα, καὶ τὴν Παύλου Ἐπιστολὴν, ἔνθα συνημ‐ μένως καὶ ὁμοτίμως μνημονεύει τῆς Τριάδος· ἔτι δὲ παραβαίνοντες καὶ τὸ θέλημα τοῦ Πατρὸς, βουλο‐ μένου τιμᾶσθαι τὸν Υἱὸν αὐτοῦ, καθάπερ αὐτός. Λέ‐ | |
39.928(50) | γουσι γάρ· «Δόξα Πατρὶ διὰ Υἱοῦ ἐν ἁγίῳ Πνεύμα‐ | 927 |
39.929 | τι·» ὅπερ οὐδαμοῦ γέγραπται συνημμένως, ἀλλὰ κεχωρισμένως, καθ’ ὑπαλλαγὴν λέξεων, διὰ τὰς μνη‐ μονευθείσας αἰτίας, οὐ μέντοι διὰ δοξολογίαν, ἤ τινα ὕφεσιν· οἷον ἐν τοῖς προκειμένοις ἡ Γραφὴ εἶπεν· | |
5 | «Εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύ‐ ριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα·» καὶ οὐκ ἐπήγαγεν, Ἐν ἁγίῳ Πνεύματι, ἢ, Ἐν τῷ Πνεύματι. Πολλάκις δὲ κέχρηται τῷ «δι’ οὗ» ἀντὶ τοῦ, μεθ’ οὗ· ὡς Παῦλος Κορινθίοις γράφει· «Ἐκ γὰρ πολλῆς θλί‐ | |
10 | ψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων·» ἀντὶ τοῦ, μετὰ πολλῶν. Καὶ πάλιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν ἐν Ἱερουσαλήμ·» τουτέστιν, μετὰ | |
15 | ἐπιστολῶν πέμψω. Εἶτα ἀλλαχοῦ, οὐκ εἰποῦσα ἡ Γραφὴ τὸ «ἐξ οὗ» καὶ «δι’ οὗ,» λέγει· «Ἐν Πνεύ‐ ματι ἁγίῳ·» ὅ ἐστιν, σὺν τῷ ἁγίῳ Πνεύματι. Πολ‐ λαχοῦ γὰρ, ἀντὶ τοῦ εἰπεῖν, μετὰ καὶ τοῦδε, ἢ σὺν τῷδε, εἴρηκεν τὸ «ἐν τῷδε·» ὡς ἐν ξϛʹ προφητεύει | |
20 | ψαλμῷ· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυ‐ τώμασιν·» ἀντὶ τοῦ, μετὰ ὁλοκαυτωμάτων· καὶ πά‐ λιν· «Ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ·» τουτέστιν, μετὰ ἀργυρίου καὶ χρυσίου· καὶ πάλιν ἐν ρζʹ· «Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν | |
25 | ἡμῶν·» ὅ ἐστι, σὺν ταῖς δυνάμεσιν ἡμῶν. Ὁ δὲ σο‐ φώτατος Παῦλος, περὶ τοῦ Σωτῆρος Χριστοῦ γράφων, ἀντὶ τοῦ εἰπεῖν, Πάντα ἐπ’ αὐτὸν συνέστηκε καὶ παρ’ αὐτοῦ ἐκτίσθη, ἔφη· «Πάντα ἐν αὐτῷ συν‐ έστηκεν, καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Εἰ οὖν | |
30 | παραλλαξίαν οὐ δηλοῖ ἡ λέγουσα τοῦ Δεσπότου φωνὴ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» παραλλαξίαν ἡ λέξις οὐχ ἕξει, «ἐν τῷ ἁγίῳ Πνεύματι,» διά τε εἰς ἓν ὄνομα ἰσοτίμως εἰρῆσθαι, διά τε αὐτὸν εἶναι εἰπεῖν, | |
35 | «εἰς τὸ ὄνομα,» καὶ «ἐν τῷ ὀνόματι.» | |
38 | Ἱκανὰ μὲν οὖν ἐστι καὶ ταῦτα. Εὑρίσκεται δὲ ὅμως τὸ «ἐξ οὗ» γεγραμμένον περί τε τοῦ Υἱοῦ, περί τε | |
40 | τοῦ ἁγίου Πνεύματος, καὶ τὸ «δι’ οὗ» κείμενον περὶ τοῦ Πατρὸς καὶ περὶ τοῦ θείου Πνεύματος, καὶ τὸ «ἐν ᾧ» οὐ τῷ ἁγίῳ Πνεύματι ἀφωρισμένον, ἀλλὰ καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λεχθὲν, ὡς αἱ ὑποκείμεναι παριστῶσιν γραφαί. Ὅτι τὸ «ἐξ οὗ» | |
45 | εἴρηται καὶ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Υἱοῦ, Παῦλος Ἐφεσίοις· «Ὅστις ἐστὶν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν | |
αὔξησιν τοῦ Θεοῦ·» Ἰωάννης ἐν Εὐαγγελίῳ· «Ἐκ | 929 | |
39.932 | τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν·» καὶ πάλιν ἀπὸ τοῦ Υἱοῦ· «Ἐκ τοῦ ἐμοῦ λή‐ ψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἑτέρωθι· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ» Περὶ τοῦ ἁγίου | |
5 | Πνεύματος. Ἰωάννης· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον·» καὶ πά‐ λιν· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστιν·» καὶ ὁ ἄγγελος «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου» Ὅτι περὶ τοῦ | |
10 | Πατρὸς γέγραπται ἡνωμένως «ἐξ οὗ, δι’ οὗ,» καὶ «ἐν ᾧ,» προελέχθη· ὅτι κεχωρισμένως τὸ «δι’ οὗ» κεῖται περὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύμα‐ τος, οὕτως· περὶ τοῦ Πατρὸς, Ἡσαΐας ἀπὸ τοῦ Πα‐ τρὸς πρὸς τὸν Υἱόν· «Ἰδοὺ προσήλυτοι προσελεύσον‐ | |
15 | ταί σοι δι’ ἐμοῦ.» Ἐπιτήρησον, ὡς διὰ τὸ ἰσότιμον καὶ ὁμοούσιον, προσάγει τὰ ἔθνη τῷ Υἱῷ ὁ Πατήρ· καὶ πάλιν· «Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου.» Καὶ ἐν τῇ Γενέσει Ἀδὰμ λέγει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ·» καὶ πάλιν· | |
20 | «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προσ‐ τάγματος Κυρίου.» Καὶ Ἰωσὴφ πρὸς τοὺς εὐνούχους φησίν· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἔσται·» Ἀλλὰ καὶ Παῦλος Ἑβραίοις· «Ἔπρεπεν γὰρ,» φησὶν, «αὐτῷ, δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ | |
25 | πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀναγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶ‐ σαι.» Σημειωτέον, πῶς παραπλήσιον τοῦτο μάλιστα τῷ ἐκκειμένῳ κεφαλαίῳ τῷ, «Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα·» καὶ Κολοσσαεῦσιν· | |
30 | «Παῦλος ἀπόστολος δοῦλος Ἰησοῦ Χριστοῦ διὰ θε‐ λήματος Θεοῦ·» καὶ Κορινθίοις· «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Μέμνησο πάλιν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ καλεῖ πρὸς τὸν ἑαυτοῦ Υἱόν. Καὶ | |
35 | Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·» καὶ Γαλάταις· «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Περὶ τοῦ ἁγίου Πνεύματος Ἡσαΐας ἀπὸ | |
40 | τοῦ Πατρός· «Βουλὴν ἐποιήσατε οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» Παῦλος Κορινθίοις· «Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, | |
καὶ τὰ βάθη τοῦ Θεοῦ·» καὶ πάλιν· «ᾯ μὲν γὰρ | 931 | |
39.933 | διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις διὰ τοῦ αὐτοῦ Πνεύματος.» Ῥωμαίοις· «Πα‐ ρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος·» | |
5 | καὶ πάλιν· «Ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοι‐ κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ·» καὶ πάλιν· «Ἡ ἀγάπη τοῦ | |
10 | Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύμα‐ τος ἁγίου·» καὶ πρὸς Τιμόθεον· «Τὴν καλὴν παρα‐ θήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Καὶ αἱ Πράξεις φασίν· «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρ‐ | |
15 | ξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέ‐ ρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο ἀνελήφθη.» Εἶπεν δὲ «πρῶτον» τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν· αὐτὸς γὰρ καὶ τὰς ἀποστολικὰς Πράξεις συνέγραψεν. Ὅτι, ἐν ᾧ, ἐγράφη | |
20 | περί τε τοῦ Πατρὸς, περί τε τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ οὑτωσί. Περὶ τοῦ Πατρὸς, Ὠσιέ· «Καὶ εἶπεν αὐτῷ,» φησὶν, «ὁ Θεός· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ἰσραὴλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτά‐ | |
25 | ξομαι αὐτοῖς· τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν.» Ἐν τῇ ᾠδῇ Ἄννης· «Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου.» Δαυῒδ ἐν ψαλμῷ ρζʹ· «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; | |
30 | Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐ‐ τὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ὑπερβήσομαι τεῖχος·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.» Παῦλος | |
35 | πρὸς Κολοσσαεῖς· «Εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξου‐ | |
σίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν | 933 | |
39.936 | τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ἐν ᾧ ἔχομεν τὴν ἀπο‐ λύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ πάλιν· «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλη‐ σίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ | |
5 | Ἰησοῦ Χριστῷ·» καὶ πάλιν· «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν τῷ Θεῷ·» καὶ ἑτέρωθι· «Εἷς Θεὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι·» αὖθίς τε· «Ἤδη ποτὲ εὐοδω‐ | |
10 | θήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς·» καὶ πάλιν· «Εὔχεσθε ἐν Θεῷ·» καὶ πάλιν· «Ὁ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φα‐ νερωθῇ αὐτοῦ, ὅτι ἐν Θεῷ εἰσιν εἰργασμένα.» Περὶ τοῦ Υἱοῦ, Παῦλος Κολοσσαεῦσι μέν· «Ὅτι | |
15 | ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» | |
20 | Κορινθίοις μὲν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ἀλλὰ ἀπελούσασθε, ἀλλ’ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ἐν δὲ τῇ δευτέρᾳ· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ | |
25 | Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανε‐ ροῦντι δι’ ἡμῶν·» καὶ πάλιν· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·» Ῥωμαίοις δέ· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέ‐ ρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανά‐ | |
30 | του·» τοῖς αὐτοῖς· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστε‐ ροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ» Ἑβραίοις δέ· «Πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχά‐ | |
35 | των ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Πέτρος ἐν Ἐπιστολῇ· «Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ» ΚΕΦ. ΚΔʹ. Ἔτι καὶ οἱ οἰήσει σοφοὶ καὶ πάσης ἀβελτηρίας | |
40 | ἐπέκεινα Ἕλληνες, οἱ πολυθεΐας δόξῃ καταμεθύοντες, | |
καὶ ἑαυτοὺς πείθοντες, ὅτιπερ μόνοι εἰσὶν πολυμα‐ | 935 | |
39.937 | θεῖς, ἀμαθαίνοντες δὲ περὶ τὸ καίριον παρὰ πάντας, καὶ οὐδεμίαν ἀκριβῆ περὶ τῆς ἐν μονάδι μακαρίας Τριάδος εἴδησιν ἔχοντες, αὐτῶν (παραπλησίως τῇ λεγούσῃ Γραφῇ, «Ἀσεβὴς ἐμπεσὼν εἰς | |
5 | βάθος κακῶν, καταφρονεῖ») δι’ ἐθελοακρότητα δεισι‐ δαιμονίας δῆθεν καὶ περιεργίας, εἰς βεβαίωσιν τῆς πολυθεΐας, μᾶλλον δὲ ἀθεΐας αὐτῶν ἐπερείδονται κακῶς τῇ προλεχθείσῃ τοῦ Ἀποστόλου φωνῇ· «Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ | |
10 | γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·» καὶ τῇ προφητικῇ, τῇ φασκούσῃ· «Θεοὺς οὐ κακολο‐ γήσεις·» καὶ, «Θεὸς θεῶν Κύριος ἐλάλησεν·» οὐκ ἔτι βλέποντες δύο ταῦτα· ἓν μὲν, ὅτι ὁ Ἀπόστολος ἔγραψε πρὸ τοῦ μνησθέντος ῥητοῦ· «Οὐδεὶς Θεὸς, | |
15 | εἰ μὴ εἷς·» ἕτερον δὲ, ὅτι «Λεγόμενοι θεοί εἰσιν·» τοῦτ’ ἔστιν, οὐ φύσει ὑπάρχοντες, ἀλλ’ ὀνόματι. Τὸ μὲν γὰρ ἀποτέλεσμα σεσιώπηται, δεῖ δὲ ἐκδέξασθαι, ὡς δεδομένον ἀπὸ μέρους τὸ ὅλον νοοῦντας. Χάριν γὰρ καὶ τῶν κατ’ ἔλλειψιν φρασθέντων γράψει· «Ὁ ἀνα‐ | |
20 | γινώσκων νοείτω.» Θεοὺς τοίνυν τοὺς ἁγίους λέγει, τοὺς κατὰ χάριν ἀξιωθέντας τῆς υἱοθεσίας καὶ ταύ‐ της τῆς προσηγορίας· ὧν ἐξ ἀρετῆς τὸ πολίτευμα, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἔστιν ἐν οὐρανῷ· περὶ ὧν αὐτὸς ὁ ἀπλανὴς Θεὸς εἰρηκὼς φαίνεται· «Ἐγὼ | |
25 | εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» καὶ ὁ εὐαγγελιστής· «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» Καὶ μέντοι Μωϋσέα καὶ Ἀαρὼν αἰνίττεται ἡ Γραφὴ, τοὺς ἀγγέλων γείτονας, τοὺς οὐ μόνον γενικώτερον, ἀλλὰ καὶ ἰδικώτερον κατ‐ | |
30 | ηγλαϊσμένους τῷ τοῦ Θεοῦ ὀνόματι. Εἶπεν γὰρ ὁ Θεὸς τῷ Μωϋσεῖ· «Ἰδοὺ τίθεμαί σε θεὸν τῷ Φα‐ ραώ·» καὶ πάλιν τῷ Ἀαρών· «Ἔσῃ αὐτῷ εἰς θεόν·» τουτέστι, τῇ περὶ αὐτὸν προνοίᾳ. Ἢ τάχα οὐκ ἀπεικὸς κατ’ ἐμὲ καὶ τὰς πιστὰς καὶ | |
35 | εὐδοκίμους λειτουργικὰς τοῦ Θεοῦ δυνάμεις τὰ εὐ‐ χάριστα ποιήματα, σεραφὶμ λέγω καὶ κυριότητας, δυνάμεις τε καὶ ἐξουσίας, τούτῳ, καθὰ καὶ ἡμεῖς, τῷ ὑπερφερεῖ τετιμῆσθαι ὀνόματι. Ἀφθόνως γὰρ ὁ πάντων γενεσιουργὸς τοῖς αἰτοῦσιν αὐτὸν, καὶ οὐκ | |
40 | αἰτοῦσι, πιστοῖς δὲ καὶ εὐγνώμοσιν οὖσιν, καὶ χάρι‐ τος εἰδόσι μεμνῆσθαι, πάντων μεταδίδωσι, κἂν σι‐ γῶσιν, τῶν ἑαυτοῦ ἀγαθῶν. Μᾶλλον οὖν ἐπιλεγέσθω‐ σαν, Ἱερεμίαν μὲν προφητεύοντα περὶ τῶν παρ’ | |
Ἕλλησι συμπτωχοτάτων αὐτοῖς θεῶν· «Θεοὶ, οἳ | 937 | |
39.940 | τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθω‐ σαν ἐπὶ τῆς γῆς. Κύριος ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» τὸν δὲ Δα‐ υῒδ ἐν ριγʹ ψάλλοντα· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύ‐ | |
5 | ριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσιν, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσιν, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσιν, καὶ οὐκ ἀκούσονται· ῥῖ‐ νας ἔχουσιν, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχου‐ σιν, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσιν, καὶ οὐ | |
10 | περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐ‐ τῷ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.» | |
15 | ΚΕΦ. ΚΕʹ. Καταλιπόντες οὖν ἤδη καὶ τὸ κεφάλαιον τοῦτο, ἐπὶ ἕτερον μεταβῶμεν. Αἱρετικῶν οἱ ἐξηγηταὶ, νε‐ νευκότες πρὸς τὰ αἰσχίω, τὸν ἀγῶνα πρὸς τὸ πα‐ ραῤῥηγνύναι τὴν ἀλήθειαν ἔχουσιν, καὶ μηδὲν | |
20 | ὀρθῷ σκοπῷ προσηκούσας ἀμφισβητήσεις ἐπινοοῦ‐ σιν ἀεί. Προσπταίουσι γὰρ καὶ περὶ τὰς ἀναιτίους καὶ μείζονας συλλαβὰς τοῦ τὰ κακυνθέντα ἡμῶν δι’ ἡμετέραν ἀφροσύνην ἰωμένου δι’ οἰκείαν εὐσπλαγ‐ χνίαν, καὶ ἀρήγοντος πάντοτε πᾶσιν, καὶ μήτε | |
25 | ὀρθῶν, μήτε τῶν ἐπταισμένων τὴν πολιτείαν ἀπο‐ στρεφομένου μεγάλου καὶ ἀναμαρτήτου Θεοῦ, τὰς ἐχούσας ὧδε· «Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυ‐ τῷ·» ὑπολαμβάνοντες ἰδίαν αὐτὸν κεκτῆσθαι δόξαν, καίτοι ἐπαγαγόντος· «Τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν | |
30 | κόσμον εἶναι παρὰ σοί·» καὶ ποιήσαντος διὰ τῆς συμφράσεως ταύτης δῆλον, ὅτι ἀΐδιον καὶ σύμφυτον ἔχει δόξαν κατὰ τὸ θεϊκὸν, ἥτις οὐκ ἀπεβλήθη αὐτοῦ· ἀμετάβλητον γὰρ τὸ θεῖον. Ἔφασαν τοιγάρτοι αὐταῖς λέξεσιν, ὁ μὲν ἀοίδιμος Ἰωάννης· «Καὶ ἐθεασά‐ | |
35 | μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς·» ὁ δὲ ἀείμνηστος καὶ πολύπειρος τούτων Παῦλος· «Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρω‐ σαν.» Καὶ ἄλλως δὲ οὐ θέμις νοεῖν, ὡς τῷ ἰδίῳ ἔρ‐ γῳ δοξάζεται ὁ Θεὸς (πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο), | |
40 | σὺν πᾶσιν δὲ πάντως, καὶ ἣν νομίζουσι δόξαν. Καὶ Θεοῦ δὲ δυνάμεως καὶ σοφίας ἔργα καὶ δοῦλα τὰ σύμπαντα κεχρησμῴδηται. Τοῦ Θεοῦ σοφία καὶ δύ‐ ναμις ὁ Μονογενής ἐστιν, ἅτε δημιουργὸς Λόγος. Ἡρμήνευσε τοιγαροῦν παρὰ τῷ αὐτῷ εὐαγγελιστῇ | |
45 | οὗτος ὁ εὔμικτος Θεὸς, τί ἐστὶν τὸ, «Δόξασόν με,» πρὸς τὸν Πατέρα εἰπών· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω·» ἀντὶ τοῦ, Οὐδὲν ἔξωθεν τοῦ θελήμα | |
τός σου ἡ ἐνανθρώπησίς μου ἐποίησεν, ἀλλὰ πάντα | 939 | |
39.941 | συμφώνως Ἐνόησαν δέ τινες πιστῶς τὸ, «Δόξασόν με,» εἰρῆσθαι διὰ τὴν περιγινομένην δόξαν τῇ δου‐ λικῇ μορφῇ. Ταῦτα ὡς ἐν ἐπιτόμῳ εἴδει. Εἰς ἀγω‐ νιστικοὺς ἐρχόμεθα λόγους πρὸς τοὺς μὴ ἀκούοντας | |
5 | μὲν τὸ, «Πάτερ,» ἐπιλαμβανομένους δὲ τοῦ, «Δό‐ ξασον.» Εἰπάτωσαν ποίαν δόξαν ἐνόησαν. Ἆρα ἢν καὶ ἡμεῖς ἀναφέρομεν τῷ Θεῷ; Ἔστω τοίνυν κατὰ συγχώρησιν, οὔκουν τῇ ἀληθείᾳ. Διὰ τί οὖν κτίσμα καὶ ἥττονα λέγουσι τὸν Υἱὸν, τὸν ὑπ’ αὐτοῦ δοξα‐ | |
10 | ζόμενον, τοῦ Πατρός; Ἐν γὰρ τῷ αὐτῷ Εὐαγγελίῳ εἶπε· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε·» καὶ πάλιν· «Ἐὰν δοξάζω ἐμαυ‐ τὸν, ἡ δόξα μου ἐν αὐτοῖς ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με·» καὶ πάλιν ἀπὸ τοῦ Πατρός· «Καὶ | |
15 | ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ἀλλ’ ἆρα καθ’ ὃ δο‐ ξάζεται τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος; Καὶ πῶς τὴν ἰσοτιμίαν ἑαυτῷ ἐφύλαξε διὰ τοῦ, «Δόξασον τὸν Υἱὸν, ἵνα καὶ Υἱὸς δοξάσῃ σε·» Ἀλλ’ ἑτέραν ὑποθώμεθα δόξαν; Ἐξ οὐκ ὄντων αὕτη εὑρίσκεται. | |
20 | Καὶ ποῖον ἔχει λόγον τόν τε Πατέρα τόν τε Υἱὸν ποιητῇ δόξα κατὰ νοητὸν δοξάζεσθαι; | |
27 | ΚΕΦ. Κϛʹ. Πῶς οὖν, φησὶν, ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ λέγει· «Ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ | |
30 | μετὰ τῶν ἀγγέλων τῶν ἁγίων,» Τοῦτο γάρ ἐστι τὸ παρ’ ὀρθοδόξων λεγόμενον, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος καὶ βασιλείας ἐν τῇ πατρικῇ δόξῃ ἐλεύσεται· τοῦτ’ ἔστι, τὴν ἴσην δόξαν ἔχων τῷ γεννήσαντι. Πάλιν γὰρ ἐν Ματθαίῳ ὁ αὐτὸς Κύριος, | |
35 | τὸ κεφάλαιον τοῦτο φθεγγόμενος, καὶ δεικνὺς τὴν αὐτὴν εἶναι δόξαν αὐτῷ τε καὶ τῷ Πατρὶ, οὕτως εἶ‐ πεν «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ.» ΚΕΦ. ΚΖʹ. | |
40 | Ἀληθείας δὲ παντοίως ἀλλότριον, καὶ τὸ λέγειν αὐτοὺς μεταξὺ τῆς θεϊκῆς φύσεως καὶ τῆς κτιστῆς εἶναι τὴν τοῦ Υἱοῦ φύσιν, μεταφέροντες εἰς τοῦτο | |
κακῶς τὴν καλῶς φέρουσαν Γραφήν· «Μεσίτης | 941 | |
39.944 | Θεοῦ καὶ ἀνθρώπων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χρι‐ στός.» Διολισθήσει γὰρ λοιπὸν τοῦ Θεὸς εἶναι καὶ Υἱὸς ἀληθινὸς, ὅπερ ὑπάρχειν κατὰ τὸν ὀρθὸν τρόπον ἀποδέδεικται· ἐκφεύξεται δὲ καὶ τὸ νοεῖσθαι, κατὰ τὸν | |
5 | αἱρετικὸν λόγον, ποίημα, ὅπερ οὔτ’ ἔστιν, οὔτε γέ‐ γραπται· καὶ γοῦν καὶ τοῦτο ἐν Ἡσαΐᾳ κεχρησμῴ‐ δηται· «Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς·» τουτέστιν, οὐ κτίσμα, ἀλλ’ αὐτὸς ὁ Θεὸς, ὁ πρεσβυτέρας τῶν ἡμετέρων αἰτή‐ | |
10 | σεων τὰς αὐτῷ πρεπούσας εἰς ἡμᾶς δόσεις χορηγῶν. Ἐν τῇ οἰκονομίᾳ τοίνυν ἡ μεσιτεία· ἐν ᾗ ὑπὲρ παν‐ τὸς τοῦ ἀνθρωπείου γένους ἑαυτὸν ἀφράστως ἱερουρ‐ γήσας, καὶ ἐν τάξει θυμιάματος νοητοῦ τῷ ἰδίῳ Πα‐ τρὶ προσαγαγὼν, αὐτόν τε ἐξεδυσώπησεν, καὶ τὸν | |
15 | ἐπηρτημένον τῷ κοινῷ γένει θάνατον ἀπέσβεσεν, καὶ ἡμᾶς τῶν εἰδώλων ἀπέστησεν, καὶ τῇ θεογνωσίᾳ προσήνωσε, τόν τε παράδεισον ἀπέδωκεν, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, συνάψας, ὡς Θεὸς ἐξου‐ σιαστὴς, τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ τὴν γενο‐ | |
20 | μένην διάστασιν συναρμόσας, καὶ ἐπαναγαγὼν τὸν ἄνθρωπον εἰς ἐκείνην τὴν χάριν, ἀφ’ ἧς διώλισθεν· ὡς τὸν Ἀπόστολον, νικώμενον τῇ ὑπερβολῇ τῆς κατ‐ αλλαγῆς, θεοφράστῳ γλώττῃ ἀνακηρύττειν· «Αὐ‐ τός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα | |
25 | ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ πά‐ λιν· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχο‐ μεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ.» ΚΕΦ. ΚΗʹ. | |
30 | Πίστεως δὲ τὸ καθ’ ὅλου χηρεύοντές τινες τῶν αἱ‐ ρετικῶν, καὶ ἄλλο γελοῖον ὑπολαβεῖν τε καὶ πολλῷ πλέον εἰπεῖν φάσκουσιν· ὅτι τὰ πρὸ τῆς ἐν τῇ οἰκου‐ μένῃ ἀστεμφοῦς, καὶ ἀσαλεύτου, καὶ φιλανθρώπου παρουσίας τοῦ Σωτῆρος Χριστοῦ τῇ κτίσει δοθέντα | |
35 | χαρίσματα, ὑπὸ τοῦ Θεοῦ Πατρὸς μόνου δεδώρηται, ἄνευ τοῦ ἰδίου αὐτοῦ ἀγαθουργοῦ Υἱοῦ Λόγου, ὡς δῆ‐ θεν αὐτοῦ ὑπεξουσίου τυγχάνοντος. Εἰ δὲ μερίδα καὶ κλῆρον εἶχον μετὰ τῶν θεολογησάντων, «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν» (ἐν | |
40 | οἷς πᾶσα δόσις δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ ὑπῆρξεν· μέρος γὰρ τῶν γεγενημένων καὶ αὐταί εἰσιν· ὅθεν καὶ ἀνείρηται· «Οὗτός ἐστι πάντων Κύριος,» καί· «Θεὸς, Ἰσχυρὸς, Ἐξουσιαστής·» καί· «Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν»), καὶ εἰ ἐνόησαν δὲ καὶ | |
45 | τὸν διαγορεύσαντα, «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κρι‐ τὴς ὁ μόνος σώζειν δυνάμενος·» ᾔδεσαν ἂν, ὡς δίχα τοῦ γενεσιουργοῦ καὶ δοτῆρος τῶν ἀγαθῶν, κριτοῦ τε | |
ἅμα καὶ λυτρωτοῦ μονογενοῦς Υἱοῦ Λόγου, οὐδεμία | 943 | |
39.945 | γέγονεν ἄνωθεν δωρεά· οὐδὲ χρόνος, ἢ γένος κτισμά‐ των, κακῶν τε ἠφείθη καὶ προνοίας ἠξιώθη· ὡς δ’ αὖ πάλιν ἔξω τῆς αὐτοῦ κρίσεώς ἐστιν οὐδὲ ἕν· ἀλλ’ ἁρμόζουσαν ἕκαστοι τὴν κρίσιν φιλανθρώπως, καὶ εἴ | |
5 | τι πλέον ἐστὶ τούτου εἰπεῖν, ἢ νοῆσαι, ἢ μὴ νοῆσαι, ὑποστησόμεθα παρ’ αὐτοῦ, παρ’ οὗ καὶ τὰ ἀγαθὰ, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συμφωνίᾳ τοῦ ἁγίου Πνεύμα‐ τος, ἐξ ἀρχῆς ἐκομισάμεθα. Πῶς γὰρ οὐκ ἀδικώτα‐ τον καὶ δυσσεβέστατον τὸ λέγειν, ἢ ὅλως ὑποτοπά‐ | |
10 | ζειν, ὅτι ἔκτισε μὲν καὶ ἐνομοθέτησεν αὐτὸς, οὐ προενόησε δὲ, ὅπερ τοῦ κτίσαι προκρίνεται· ἀλλὰ μετὰ ὅλα τὰ τῇδε, καὶ κρίνει τοὺς παρ’ ἑτέρου δεξα‐ μένους τὰ ἀγαθὰ, καὶ ἀπολέσαντας αὐτὰ ἀβουλίᾳ οἰκείᾳ καὶ ἀφροσύνῃ; ἢ πῶς οὐ παράλογον τοῦτο | |
15 | ὑπολαμβάνειν, ὅτι ἡμᾶς μὲν αὐτεξουσίους, ὅπερ εἴ‐ ρηται πολλάκις, πεποίηκεν· αὐτὸς δὲ οὐκ ἔσχε τοῦτο, ὅπερ ἄλλοις, κατὰ τὸ μέτρον τῆς φύσεως αὐτῶν, καὶ κατὰ τὸ προσῆκον ἀπένειμε; Συνορῶσι δὴ οὖν, οἶ‐ μαι, καὶ αὐτοὶ, ὧν οἱ λόγοι τῶν ἀληθῶν ἁμαρτάνουσιν | |
20 | αἱρετικοὶ, ὅτι ἀντικείμενόν τι τοῖς ἡμῶν θελήσαντες εἰπεῖν, οὐχ ἕξουσιν. Τῇ γὰρ δυσανασχέτῳ καὶ ἀκα‐ θέκτῳ κακίᾳ αὐτῶν μαχόμενοι, τῷ δὲ τὸ χαί‐ ρειν κοινὸν πᾶσιν δεδωκότι Σωτῆρι, καὶ ἄλλοι πρὸς τοῖς μνημονευθεῖσιν ἀξιόχρεοι καὶ βέβαιοι τὸν τρό‐ | |
25 | πον ἄνδρες, οὐχ ἁπλῶς ἄνθρωποι, μαρτυροῦντες φαίνονται. Ζαχαρίας μὲν γὰρ περὶ παρεληλυθότων καὶ μελλόντων διακεκριμένως βοᾷ· «Εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν, παρ’ αὐτοῦ ἔσται.» Ἡσαΐας δὲ καθ’ ὁμαλοῦ κηρύττει περὶ αὐτοῦ· «Θεὸς, Ἰσχυ‐ | |
30 | ρὸς, Ἐξουσιαστής.» Τοῖς ἁγίοις δὲ τούτοις, οἷς σὺν ὥρᾳ καὶ χάριτι πανταχοῦ τῶν λόγων ἐπανθοῦσιν αἱ θεολογίαι, ἐφεπόμενοί πως ἐν τῷ μέρει τούτῳ καὶ οἱ ἔξω, πρόσφορα περὶ τοῦ Δημιουργοῦ καὶ παμβα‐ σιλέως ὑμνήκασιν. Ἔφασαν γάρ· | |
42 | Πάντα γὰρ ἀνθρώποισι Θεοῦ πέλει ἀγλαὰ δῶρα· Εἴτ’ ἀγαθόν τι πέφυκε καὶ ὄλβιον, εἴτε φέριστον, Εἴτε ἐραστὸν, πᾶσι Θεοῦ καλὰ δῶρα τέτυκται. | |
45 | Καὶ πάλιν· Κάρτος ἀμετρήτοιο Θεοῦ καὶ ἀπείριτος ἀλκὴ Πάντων μὲν κρατέει, πάντεσσι δὲ μοῦνος ἀνάσσει. ΚΕΦ. ΚΘʹ. Καὶ ἐν τῷ Ματθαίῳ αἰτούσῃ, φησὶ, τῇ καλλί‐ | |
39.945(50) | παιδι μητρὶ τῶν υἱῶν Ζεβεδαίου, ὥστε ἑκατέρωθεν αὐτοῦ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συνθώκους αὐ‐ | |
τοῦ γενέσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ τῶν οὐρανῶν τοὺς | 945 | |
39.948 | δύο αὐτῆς υἱοὺς, ἀποστόλους ὄντας, ἀπεκρίθη· «Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πα‐ τρός μου.» Καὶ τοῦτο δὲ οὐδὲν αὐτοῦ καταβάλλει τὸ γέρας. Οὐ γὰρ ἀεὶ, ὡς μόνη ἡ τῶν ῥημάτων | |
5 | ἔχει σύνταξις, οὕτω καὶ τὰ πράγματα· ἀλλ’ ἔστιν ὅτε ἀπαρτίζει τὴν διάνοιαν καὶ πρὸς τὰ μὴ λεγόμενα ἡ ἀλήθεια. Ἐῤῥήθη οὖν οὕτω διὰ τὴν δουλικὴν μορφὴν, ἢ μᾶλλον διὰ τὸ συστῆναι θεομισεῖς τὰς μὴ κατὰ βαθμὸν καὶ κατὰ λόγον εἰσπροεδρίας, | |
10 | ἢ καὶ διὰ τὸ ἐκείνην οἴησιν ἐσχηκέναι εὐπαιδίας, καὶ τοῦ ἀξίους εἶναι τοὺς παῖδας αὐτῆς τῆς τε ἀποστο‐ λικῆς πρωτείας καὶ τῆς θεϊκῆς συγκαθεδρίας· οὐκ ἐλάνθανεν γὰρ αὐτὸν τὰ ἐγκάρδια, ὡς Ἰωάννης λέ‐ γει· «Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτοῖς, διὰ | |
15 | τὸ αὐτὸν γινώσκειν πάντας, καὶ μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγί‐ νωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Ἄκουε δὴ οὖν τῶν ἑξῆς, καὶ πείθου, ὡς οὐκ ἐσφάλη μοι τὸ νόημα. Εὐθὺς γὰρ ἔχει, ὅτι, «Ἀγανακτησάντων» τῶν δώδεκα «περὶ | |
20 | τῶν δύο τούτων ἀδελφῶν,» εἶπεν ὁ Δεσπότης· «Ἐν ὑμῖν ὃς ἐὰν θέλῃ μέγας γενέσθαι, ἔσται ὑμῶν διάκο‐ νος· καὶ ὃς ἐὰν θέλῃ εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦ‐ λος.» Ὅπως δὲ καὶ ἐν τῷ Λουκᾷ κωλύει τὰς ἐξ ἐπι‐ λογῆς πρωτοκαθεδρίας καὶ πρωτοκλισίας, ἠκούσα‐ | |
25 | μεν. Καὶ γὰρ οὐκ ἦν τοῦ δικαίου Θεοῦ, τοῦ ἑτοιμά‐ ζοντος κατὰ τὴν ἑκάστου πολιτείαν τὰ μέλλοντα, παρασχεῖν τινι μὴ δικαίαν, ἢ αὐχηματικὴν αἴτησιν, καὶ τάξαι τοὺς πρώτους ἐν ὑστέροις, καὶ παραλυπῆ‐ σαι τοὺς τὴν τάξιν μὴ λιπόντας, μηδ’ ἀρχῆς ἐφιεμέ‐ | |
30 | νους ἀποστόλους, καὶ σὺν αὐτοῖς τοὺς προαρέσαντας αὐτῷ, καὶ ἐπ’ ἀρετῇ θαυμασθέντας προπάτορας ἡμῶν, οἷς συνέθετο, καὶ οἷς πᾶν ἐστιν εἰκὸς τὴν ἑκατέρωθεν αὐτοῦ προεδρίαν προϋποσχέσθαι, ὧν καὶ εἰς τοὺς κόλπους οὗτοι, περὶ ὧν ὁ λόγος, κατ‐ | |
35 | αναπαύεσθαι ἔμελλον· πρὸς τούτοις δὲ καὶ Μωϋσέα· ἐπείτοι καὶ αὐτός ἐστιν ὁ καὶ τοῦ αἰτηθέντος πρά‐ γματος καὶ τῆς κρίσεως πάσης Κύριος, καὶ ὁ προορί‐ σας τοῖς ἀποστόλοις τοὺς θρόνους, βασιλικώτατα προαγαγόμενος αὐτοὺς καὶ ἐπαγγειλάμενος· «Ὑμεῖς | |
40 | καθεσθήσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώ‐ δεκα φυλὰς τοῦ Ἰσραήλ.» Ὅρον γοῦν ἕνα οὐκ ἀντί‐ λεκτον τοῦ μὴ μεγάλα αὐχεῖν τινα καὶ ἑαυτῷ ἀποδι‐ δόναι τιθεὶς φάσκει· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυ‐ τοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἀλλ’ ἔστιν ὁ μαρ‐ | |
45 | τυρῶν περὶ ἐμοῦ,» ὁ λέγων, φησὶ, Πατήρ· «Οὗτός | 947 |
39.949 | ἐστιν ὁ Υἱός μου.» Ὅτι δ’ οὕτως διὰ μόνην τὴν προ‐ λεχθεῖσαν αἰτίαν εἰρῆσθαι, αὐτὸς πάλιν πιστοῦται, φάσκων· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ‐ τυρία μου ἀληθής ἐστιν·» καὶ πάλιν· «Αὐτὰ τὰ | |
5 | ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, καὶ Μωϋσῆς μαρτυρεῖ περὶ ἐμοῦ.» | |
12 | ΚΕΦ. Λʹ. Τοιοῦτον ἔχει νόημα καὶ τὸ ἐν τῷ Λουκᾷ παρὰ τοῦ Σωτῆρος εἰρημένον· «Πάτερ, εἰς χεῖράς σου | |
15 | παραθήσομαι τὸ πνεῦμά μου.» Διὰ τοῦ οἰκείου προσ‐ ώπου τὴν εἰς αὐτὸν τῇ πίστει ζωοποιουμένην ἀν‐ θρωπότητα παρατίθεται, ἥντινα μέλη αὐτοῦ καλέσαι κατηξίωσεν· ἢ τάχα διδάσκει πάντας, τοῦτο μὲν εἰδέναι, ὡς ἐπλανήθη καὶ ἐν τούτῳ Ἄρειος, ἄψυχον | |
20 | αὐτὸν ἐν τῇ οἰκονομίᾳ οἰηθείς· τοῦτο δὲ, ἐν ταῖς ὑστέραις ἀναπνοαῖς προσευχομένους τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εὐγνωμόνως ὁμολογοῦντας, ὡς παρὰ τοῦ Θεοῦ ἡμῶν τῶν ἀνθρώπων ἡ ὕπαρξίς ἐστιν, καὶ εἰς αὐτὸν πάλιν ἡ ἀνάλυσις. Νόμος οὖν ἦν | |
25 | τὸ γινόμενον. ΚΕΦ. ΛΑʹ. Οὐ μέχρι δὲ τοῦ Μονογενοῦς, ἀλλὰ καὶ ἕως τοῦ ἁγίου Πνεύματος ἐπεκτείνουσι τὸ αἱρετικὸν δυσσέβη‐ μα. Καὶ γὰρ οὐ μόνῃ τῇ προκειμένῃ τοῦ Σωτῆρος | |
30 | φωνῇ, τῇ· «Ἐγὼ ἀφ’ ἑαυτοῦ οὐκ ἐλάλησα·» καὶ «Τὸ ἅγιον Πνεῦμα ἀφ’ ἑαυτοῦ οὐ λαλήσει·» καὶ τῇ Παύλου, τῇ ἐχούσῃ· «Μόνῳ σοφῷ Θεῷ·» ἔτι δὲ καὶ ταῖς ἄλλαις ταῖς φερομέναις ἐν τῷ Περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, ἀθετικῶς, εἰς τὸ σμικρύνειν τὴν | |
35 | ἀπειρομεγέθη καὶ σεπτὴν αὐτοῦ φύσιν, κέχρηνται· | |
ἀλλὰ καὶ τῇ προφητείᾳ Ἀμὼς, ὡσανεὶ παραδηλούσῃ | 949 | |
39.952 | κτίσμα εἶναι τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ, καίτοι τὸ σύνολον οὐδεμίαν ἔμφασιν τοιαύτην περὶ αὐτοῦ, οὔτε ἐν τῷ μέρει τούτῳ, οὔτε ἐν ἄλλῳ, ποιούσῃ. Ἔχει δὲ ὧδε· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς | |
5 | Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπα‐ σμένος ἐκ πυρός· καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Διὰ τοῦτο οὕτως ποιήσω σοι, Ἰσραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. Διότι ἰδοὺ στε‐ | |
10 | ρεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Τῶν τριῶν τοίνυν αὐτοτελῶν ὑποστάσεων μνημονευομέ‐ | |
15 | νων, μιᾶς λεγούσης, «Κατέστρεψα·» ἑτέρας, περὶ ἧς λέγει· «Καθὼς κατέστρεψεν ὁ Θεός·» ἄλλης ἔνθα ἔχει τὸν Χριστὸν αὐτοῦ· εὐθέτως καὶ καταλλήλως εὑ‐ ρίσκεται ἡ φωνὴ εἰρημένη, οὐκ ἐκ προσώπου τοῦ Πατρὸς, ἢ περὶ τοῦ ἁγίου Πνεύματος αὐτοῦ, ἀλλ’ ἀπὸ | |
20 | τοῦ ἁγίου Πνεύματος, τοῦ καὶ λαλήσαντος περὶ τοῦ ἀνεμιαίου πνεύματος, τοῦ τῇ βροντῇ τῇ ἀνθρώποις ἐνηχουμένῃ παρακολουθεῖν πεφυκότος. Διὸ ἐπάγων μνημονεύει ὄρθρου, ὁμίχλης. Πῶς γὰρ ὁ Πατὴρ εἶχεν εἰπεῖν, ἢ τὸ, «Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χρι‐ | |
25 | στὸν αὐτοῦ·» καὶ οὐχὶ, τὸν Χριστόν μου, ὡς ἐν ρλαʹ ψαλμῷ ἔφη· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου;» ἢ, «Τὸ ὄνομα αὐτῷ,» δέον φάναι, ὄνομά μοι; Εἰ δὲ δὴ καὶ δοθείη αὐτοῦ εἶναι ἡ φωνὴ, τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται Θεὸς παντοκράτωρ. Οὔτε δὲ τῷ | |
30 | προφήτῃ, λέγοντι περὶ τοῦ Πατρὸς, αὕτη ἁρμόζει ἡ φωνή· εὑρεθήσεται γὰρ ἐκ προσώπου αὐτοῦ ἡ, «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς,» λέξις· οὐ καταστρέφει δὲ ἄνθρωπος, καθὼς ὁ Θεός· οὐδὲ ἴδιον προφήτου φθέγξασθαι καυχηματικῶς ἅμα | |
35 | καὶ βλασφήμως. Καὶ τὸ ἔχειν δὲ, «Κτίζων Πνεῦ‐ μα,» οὐχὶ δὲ, κτίσας Πνεῦμα, καὶ τὸ τετάχθαι ἐν πρώτοις τὴν βροντὴν στερεοῦσθαι, ἐν δευτέροις δὲ τὸ πνεῦμα κτίζεσθαι, ἔτι δὲ καὶ τὸ ἄνευ τοῦ ἄρθρου καὶ | |
τοῦ, Ἁγίου, ψιλῶς προφητεύεσθαι, «Κτίζων πνεῦ‐ | 951 | |
39.953 | μα·» δείκνυσι διὰ πάντων τούτων. ὡς εἰς τὸ ἀέριον ὁ λόγος ἀποτείνεται. Σπανίως γὰρ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ δίχα τοῦ συνάπτεσθαι αὐτῷ τὸ, ἅγιον, ἢ τὸ, τοῦ Θεοῦ, ἢ τὸ ἄρθρον, ἢ τὴν μετοχὴν αὐτοῦ· ὡς | |
5 | ἡνίκα γράφει· «Πνεῦμα Ἡλία·» καὶ, «Πνεύματι περιπατεῖτε.» «Κτίζων» δὲ «Πνεῦμα» εἶπε, διὰ τὸ ἐπιγίνεσθαι τὸ ἀέριον, ὅταν καιρὸς καλῇ, πρὸς τὸ λυ‐ σιτελοῦν ταῖς χρείαις, δι’ ἃς γέγονεν. Εἰώθαμεν γὰρ καὶ νῦν λέγειν· Ἐγένετο ἄνεμος πολύς· ἀλλ’ | |
10 | οὐχ ὡς νῦν κτισθεὶς, ἀλλ’ ὡς ἄρτι βίαιος ἐγερ‐ θείς. | |
16 | Προφητικῶς τοίνυν καὶ ὑστερομέσως ἐλέχθη ἀπὸ τοῦ θεϊκοῦ Πνεύματος οὑτωσί· «Κατέστρεψα ὑμᾶς,» τοῦτ’ ἔστι «τοὺς σκληροτραχήλους καὶ ἀπεριτμήτους τῇ καρδίᾳ «Ἰουδαίους,» καθὼς κατέστρεψεν ὁ Θεὸς | |
20 | Σόδομα καὶ Γόμοῤῥα·» τὰς ἐσχηκυίας. φησὶν, οἰκήτο‐ ρας, ὁμοίως Ἰουδαίοις ἀμεταμελῶς βεβιωκότας. Τοίνυν «ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» ὃν, φησὶν, οὔπω καὶ τήμερον ἐκδήλως ἐπιγνοὺς ἐφά‐ | |
νης. Ἔλεγε δὲ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. «Διότι ὁ | 953 | |
39.956 | στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ποιῶν ὄρ‐ θρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ· ἰδοὺ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Πότε | |
5 | οὖν, καὶ πῶς ἀπήγγειλεν αὐτόν; Ὅτε ἔφησεν ὑψό‐ θεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκη‐ σα.» Πολλαχοῦ δὲ μία ἐκ τῶν τριῶν θείων ὑποστά‐ σεων περὶ τῆς ἄλλης μιᾶς ἢ τῶν δύο λέγουσα φαί‐ νεται, καθὰ ἐν τῷ πρώτῳ λόγῳ πλείοσιν ἀποδείξεσι | |
10 | τὸ περὶ τούτου κεφάλαιον ἡρμηνεύθη. Ἀμέλει καὶ τῆς μνημονευθείσης τοῦ Ἀμὼς προφητείας μικρῷ πρόσθεν τοῦτο εὑρίσκεται· φησὶ γάρ· «Τάδε λέγει Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐ‐ | |
15 | τοὺς, ἕνεκα τοῦ ἰάσασθαι αὐτούς. Τὸν νόμον Κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφύλαξαν· καὶ ἐπλά‐ νησεν αὐτοὺς τὰ μάταια, ἃ ἐποίησαν, οἷς ἐξηκολούθη‐ σαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται τὰ θεμέλια Ἰε‐ | |
20 | ρουσαλήμ.» Δέον τοίνυν, εἰ μὴ περὶ τοῦ ἀνεμίου, περὶ γοῦν τοῦ ἰδίου αὐτῶν πνεύματος νομίζειν διαλέ‐ γεσθαι τὴν προφητείαν, οὗ πολλάκις τὰ λόγια μνη‐ μονεύει· ὡς ὅταν Παῦλος Θεσσαλονικεῦσιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ γράφει· «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰ‐ | |
25 | ρήνης ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἄμεμπτον, ἐν | |
τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη‐ | 955 | |
39.957 | θείη·» καὶ ὡς ἡνίκα Στέφανος εὐχόμενος λέγῃ· «Κύρις Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·» καὶ ὡς Λουκᾶς ἐν Εὐαγγελίῳ, ὅτε ὁ Σωτὴρ νεκρὰν ἤγειρε τὴν παῖδα, ἔφη· «Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐ‐ | |
5 | τῆς.» Δέον οὕτω δοξάζειν, εἰ μετρίως ἐποίουν· οἳ δὲ οὐ τὸ πνεῦμα τοῦτο εἶναι ὑπενόησαν, εἰς δὲ τὴν ἄκραν βλασφημίαν ἀφικνοῦνται. Προσῆκε δὲ ὁρᾷν καὶ τοῦτο, ὅτιπερ ἔχει, «Ἀπαγγέλλων τὸν Χριστὸν αὐτοῦ,» ὁ Θεὸς καὶ Πατὴρ, οὐχὶ δὲ, «κτίζων.» | |
10 | Περὶ γὰρ τῶν ἐπικρυπτομένως φανερουμένων ἡμῖν ἕνεκα τῆς ἀῤῥήτου Τριάδος, ἐγράφη· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα;» Ἐκεῖνος δὲ πρόδηλον, ὁ πρε‐ πόντως καὶ νοερῶς νοήσας. Τῷ ὄντι γὰρ χαλεπὸν τῇ ἀκριβείᾳ τῶν Γραφῶν ἐπιστῆναι τοὺς κοσμικὰ, ἢ | |
15 | αἱρετικὰ ἠσκημένους. Ὅθεν ἔφη· «Οὐ μὴ κατα‐ μείνῃ τὸ Πνεῦμα ἐπ’ αὐτοὺς, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Τὴν τοῖς θησαυροῖς τούτοις κρύ‐ φιον δύναμιν διάγνωσίν τε καὶ ἡ ἔξω σοφία παρα‐ δίδωσιν ἐκ Θεοῦ, ὡς καὶ τὰ πάντα, ὑπάρχειν, οὑτωσὶ | |
20 | φάσκουσα· | |
24 | Πάντα γὰρ ἀνθρώποισι Θεὸς διετεκμήρατο | |
25 | Ὅσς’ ἐθέλει, πάντων τε βροτοῖς ἀδίδακτος ἀκούει. ΚΕΦ. ΛΒʹ. Ἀλλὰ, «Πάντα,» φησὶν, «διὰ τοῦ Υἱοῦ ἐγένετο·» εἰ «Πάντα» οὖν ἔστιν, καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλ’ εἶπε, «Πάντα,» τοῦτ’ ἔστι τὰ κτιστά· οὐδαμοῦ δὲ | |
30 | γέγραπται τὸ Πνεῦμα τοῦ Θεοῦ κτίσμα, ὡς οὐδὲ Υἱός. Τὸ γὰρ κτίσμα δοῦλον· τὸ δὲ δοῦλον οὔτε ἐλευθεροῖ, ὡς τὸ ἅγιον Πνεῦμα, οὔτε οἶδε, τί ποιεῖ αὐτοῦ ὁ Κύριος, οὔτε ἀνακτίζει τὸ παρὰ τοῦ Δεσπότου κτι‐ σθὲν, οὔτε ναὸν ἔχει τὸν ἄνθρωπον ἴσως τοῦ Θεοῦ, | |
35 | οὐδὲ θεῖον γέγραπται. Ἄλλως τε δὲ σεσήμαται ὁ πρωτόκτιστος, ὃς τῆς πρωτείας δι’ οἰκείαν ἀλαζο‐ νείαν εἰς τὰ ἔσχατα τῶν ἐσχάτων ἐῤῥίφη. | |
41 | ΚΕΦ. ΛΓʹ. Καὶ Ἰουδαίων δὲ οἰηθέντων τὸν Κύριον, μὴ τοῦ Θεοῦ, ἀλλὰ τοῦ Δαυῒδ εἶναι υἱὸν, καὶ αὐτοῦ πυθομέ‐ νου αὐτῶν περὶ ἑαυτοῦ, τίνος ἐστὶν υἱὸς, καὶ ἀπο‐ | |
45 | κριναμένων, τοῦ Δαυΐδ, εἶτα φήσαντος αὐτοῖς, «Καὶ | |
πῶς Δαυῒδ ἐν Πνεύματι ἁγίῳ καλεῖ αὐτὸν Κύριον, | 957 | |
39.960 | λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου;» Καὶ διὰ τούτου σαφηνίσαντος, ὅτι Δαυῒδ ἐν Πνεύματι ἁγίῳ προφητεύων τὸν διαδοχῇ γένους ἐσόμενον αὐτοῦ κατὰ τὴν ἐνανθρώπησιν υἱὸν, τοῦτον ἑαυτοῦ Κύριον κατὰ | |
5 | τὴν θεότητα ἀποκαλεῖ· ὡς καὶ ἐν ταῖς Βασιλικαῖς ἱστορίαις ὁ αὐτὸς λέγει Δαυΐδ· «Πνεῦμα Κυ‐ ρίου ἐλάλησεν ἐν ἐμοί.» Αἱρετικοὶ πονηρῶς ὁμοῦ καὶ ἀμαθῶς παρανοήσαντες, φασὶν, ὅτι τὸ ἅγιον Πνεῦμα ἑαυτοῦ Κύριον ἔλεγεν τὸν Χριστὸν διὰ τοῦ Δαυΐδ. | |
10 | Ἐλέγχει δὲ αὐτοὺς ἡ ἐπαγωγὴ, ἔχουσα· «Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Πάντα μὲν ἔλεγεν τοῦ ἁγίου Πνεύματος ἐνηχοῦντος. Αὐτὸς γὰρ ἄγνωστος τῶν τε ἐσομένων καὶ τῶν ἐπου‐ ρανίων ἀναγκαίως ὑπῆρχεν· καὶ διὰ τοῦτο ἔχει· | |
15 | «Ἐν Πνεύματι ἁγίῳ·» οὐ πάντως δὲ ὅλα ἐκ προσ‐ ώπου τοῦ ἁγίου Πνεύματος, ἢ τοῦ Υἱοῦ, ἢ τοῦ Πα‐ τρὸς, ἢ τῆς κτίσεως προεφήτευσεν, ἀλλὰ καὶ ἐξ οἰκείου προσώπου, ὡς τὰ μνημονευθέντα ῥήματα, καὶ ὡς ἡνίκα λέγῃ· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ | |
20 | πονηρὸν ἐνώπιόν σου ἐποίησα·» καὶ, «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μή‐ τηρ μου.» Ἐπείτοιγε λείπεται ἐκδέχεσθαι εἰς τὸ θεῖον Πνεῦμα καὶ ὅταν λέγῃ αὐτός τε Δαυῒδ καὶ οἱ ἄλλοι προφῆται· πάντες γὰρ ἐν Πνεύματι ἁγίῳ | |
25 | ἐλάλησαν· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ παντο‐ κράτωρ·» καὶ πάλιν· «Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός·» καὶ ὅσα τοιαῦτα. ΚΕΦ. ΛΔʹ. Καὶ τῷ Ἰωάννῃ δὲ εἰρημένον, «Οὔπω γὰρ ἦν | |
30 | Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη,» ταύτην ἔχει σὺν ἀληθείᾳ τὴν ἑρμηνείαν· Οὔπω, φησὶ, τελείαν τοῦ ἁγιασμοῦ καὶ τῶν χαρισμάτων τοῦ Πνεύματος τοῦ Θεοῦ τὴν γνῶσιν εἶχον ἅπαντες· οὔπω ἔγνωστο τῇ ὑφηλίῳ καὶ ἐδοξάζετο σὺν τῷ Πατρὶ | |
35 | καὶ τῷ Υἱῷ. Γένεσις γὰρ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἡ γνῶσις αὐτοῦ· καὶ γινώσκομεν τοῦτο οὐχ ὅταν βουλώμεθα, ἀλλ’ ὅταν τελείωσιν τοῦ συνιέ‐ ναι κτησώμεθα· ὅταν δὲ ἐν ἀγωνίοις ἀρεταῖς καθαρ‐ θέντες γενώμεθα ἄξιοι, τότε αὐτὸ ἐκεῖνο αὐτόματον | |
40 | τὴν αὐτοῦ ἡμῖν παρέχει ἐπίλαμψιν. Μετὰ γὰρ τὴν | 959 |
39.961 | ἀνάστασιν ὁ Δεσπότης Χριστὸς ἐμφυσῶν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων εἶπε· «Λάβετε Πνεῦμα ἅγιον·» καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ τῇ Πεντη‐ κοστῇ ἐπεφοίτησε, πυρίναις γλώσσαις ὀφθέν· «Ἐκάθι‐ | |
5 | σεν δὲ ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσ‐ σαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐ‐ τοῖς,» ὡς μαρτυροῦσιν αἱ Πράξεις. Διὸ καὶ ὁ Δε‐ σπότης προέλεγεν αὐτοῖς· «Ὑμεῖς δὲ λήψεσθε δύνα‐ | |
10 | μιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Τὸ δὲ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἀντὶ τοῦ, φησὶν, οὔπω παθὼν, καὶ ἀναστὰς, καὶ συνεγείρας ἑαυτῷ πλῆθος νεκρῶν, καὶ ἀναληφθείς. Οὔπω γὰρ παρὰ πᾶσιν ἐπι‐ στεύθη εἶναι ὁ προαιώνιος ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, | |
15 | καὶ ἐδοξάσθη ὡς Θεὸς τῶν πατέρων· τοῦτ’ ἔστιν, οὔπω ἡ περὶ αὐτοῦ δόξα ἐβεβαιώθη παρὰ πᾶσι· διὸ λέγει ὕστερον· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα·» τοῦτ’ ἔστι, πάντα πεπλήρωται τὰ περὶ ἐμοῦ ταῖς ἀπαρα‐ βάτοις Γραφαῖς προῤῥηθέντα· «Δόξασόν σου τὸν | |
20 | Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὡς ἂν τοίνυν νοήσῃς τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη.» οὕτως ἂν ἐκ‐ λάβοις τὸ, «Οὔπω ἦν Πνεῦμα ἅγιον·» ἐπεὶ μήγε, κἂν μὴ σὺ λέξῃς, φανείης οὐδὲν ἧττον οὕτως ἔχων· ὅτιπερ πρεσβυτερεύει τὰ πρὸ τοῦ ταῦτα οὑτωσὶ | |
25 | φρασθῆναι τοῦ πνεύσαντος αὐτὰ θεϊκοῦ Πνεύματος· ᾧτινι λόγῳ καὶ ἀπόκρισιν, ὡς ψιλὴ ἔννοια, τὸ δὴ λεγόμενον, τρέχοντα παρεξετάσαι, ὑπερβαίνει πᾶσαν ἀναισθησίαν. Ἑτέροις δὲ ἐνοήθη εἰρῆσθαι τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἢ διὰ τὴν | |
30 | δουλικὴν μορφὴν, ἢν ἔφερεν αὐτὸς, ὅτι οὔπω ἦν ἀναβεβηκυῖα εἰς οὐρανοὺς, ἀπαρχὴ γενομένη τοῖς πιστοῖς τῆς τε ἄλλης πάσης μακαριότητος καὶ μέν‐ τοι καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου (ἀπαρχὴ γὰρ Χρι‐ στὸς ὡς ἀνωτέρω εἴρηται)· ἢ δι’ ἡμᾶς, ὧνπερ | |
35 | ἀπαρχὴ κατὰ τὴν ἐνανθρώπησιν αὐτὸς εἶναι γέγρα‐ πται· ὃν τρόπον εἴρηται· «Ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ·» καὶ ὡς Παῦλος συνομολογῶν ἐπιστέλλει· «Συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἡμᾶς ἐν Χριστῷ | |
40 | Ἰησοῦ» καὶ πάλιν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» | |
47 | ΚΕΦ. ΛΕʹ. | |
Οὐκ ἔχει αὐτοῖς ὑγιῶς καὶ τὸ Παύλῳ Ῥωμαίοις | 961 | |
39.964 | γραφὲν, ὅτι· «Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρ‐ δίας οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.» Μάλιστα γὰρ | |
5 | ἐσήμηνε τῷ ἔχειν «ἀλαλήτοις,» μὴ ζητεῖσθαι τὰ τοιαῦτα· ἀκατάληπτα γὰρ, φησὶν, καὶ ἄφραστα τῷ δὲ ἔχειν «κατὰ Θεὸν,» μὴ καθ’ ἡμᾶς εἶναι ταῦτα, μηδὲ χρῆναι νοεῖσθαι κατὰ τὴν ἀνθρωπίνην συν‐ ήθειαν· ὑπερέχει γὰρ πάντα νοῦν καὶ λόγου φύσιν | |
10 | ἐλέγχει. Ἔπειτα οὐκ εἶπεν ἀπολελυμένως, Ἐν‐ τυγχάνει, ἢ κατεντυγχάνει καθ’ ἡμῶν, καὶ κατὰ ἁγίων· ἀλλ’, «Ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν,» καὶ, «ὑπὲρ ἁγίων.» Τοῦ ἁγίου Πνεύματος ἴδιον, ὡς Θεοῦ, τὸ φιλάνθρωπον. Ὅμως ἐπειδὴ κατὰ ἄν‐ | |
15 | θρωπον ταῦτα, καὶ οὐ θεοπρεπῶς, προφέρουσιν, γνώτωσαν ὀψὲ γοῦν ποτε, ὡς ἐντυχεῖν καὶ τὸ σκο‐ πῆσαι λέγεται· οἷον ὡς εἰώθαμεν λέγειν· Ἐνέτυχον τῇ βίβλῳ· καὶ πλέον τοῦτο κυριωτέρως φαίη τις· τὸ γὰρ πρὸς ἡδονὴν καὶ ἔντευξίν τινες καλοῦσι | |
20 | ποιήσασθαι. Αἰτήσασθαι μᾶλλον ἤπερ ἐντυχεῖν λέ‐ γεται. Στεναγμοὺς δὲ ἐνταῦθα τοὺς οἰκτιρμοὺς λέγει. Τὸ οὖν Πνεῦμα, φησὶ, τοῦ Θεοῦ ὑπερσκοπεῖ τὰ ὑπὲρ ἡμῶν οἰκτιρμοῖς ἀκαταλήπτοις· τοσοῦτον γὰρ καὶ τοῦτο μυστικῶς εἰρημένον ὑπερβαίνει τὴν κτί‐ | |
25 | σιν, ὅτι εὐθὺς τῷ καρδιογνώστῃ Θεῷ ὡς μέγα τὸ εἰδέναι τὸ φρόνημα τοῦ ἁγίου Πνεύματος ἀπένειμεν. Ἔπειτα δὲ καὶ ὁ Υἱὸς ὁμοίως ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ ὅμως μέγας, καὶ ἐξουσιαστὴς, καὶ ἀλη‐ θινὸς Θεός ἐστιν. Γράφει γὰρ περὶ αὐτοῦ ὁ αὐτὸς | |
30 | ἀπόστολος, Ἑβραίοις μέν· «Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν·» Ῥωμαίοις δέ· «Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν· ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.» Ὅτι δὲ τὸ ὄνομα τοῦ Παρακλήτου, καὶ τὸ | |
35 | ἐντυγχάνειν ὑπὲρ ἡμῶν, οὐ κατὰ τὸ δοκοῦν τῇ λέξει καὶ τὴν κοσμικὴν ὁμιλίαν ἐκδέχεσθαι χρὴ, ἔστιν ἐξ ὁμοιοτρόπων ῥημάτων διδαχθῆναι· ὡς ἡνίκα περὶ τοῦ Θεοῦ καὶ Πατρὸς γράφει ἐν πεʹ ψαλμῷ· «Ποίη‐ σον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ | |
40 | μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με·» καὶ Παῦλος· «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς | |
καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας· | 963 | |
39.965 | καὶ ἑτέρωθι· «Ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων·» τοῦτ’ ἔστιν, Ὁ συγγινώσκων ἢ συμπα‐ θῶν· οὐ γὰρ ὡς αὐτὸς ὢν αἴτιος τῆς κακίας, ἢ μετανοεῖ. Πολλάκις δὲ ἡ Γραφὴ τὴν λέξιν, τὴν ἐν‐ | |
5 | ταῦθα σημαίνουσαν τόδε τι, ἔθηκεν ὡς ἄλλο τῷ φαι‐ νομένῳ μηνύουσαν· ὡς ἡνίκα λέγῃ ἐν Ἐξόδῳ· «Ἦν Μωϋσῆς ποιμαίνων τὰ πρόβατα Ἰοθὼρ γαμβροῦ αὐτοῦ.» Ἦν δὲ τοὐναντίον Ἰοθὼρ πενθερὸς, γαμ‐ βρὸς δὲ Μωϋσῆς. Ὅτι δὲ καὶ νῷ παντὶ ἀχώρητος | |
10 | καὶ ἀνέφικτος ὁ ἀόρατος Θεὸς (διὸ ὡς ἐπίπαν αἱ θεηγορίαι οὐχ ὡς ἔτυχε πᾶσιν ἁπλῶς ἐμφανῆ, ἀλλὰ κρύφιον ἔχουσι νοῦν), ἔστιν εὑρεῖν καὶ ἐν βιβλίοις τῶν ἔξω φιλοσοφημάτων. Ἔχουσι γὰρ ταῦτα· | |
22 | Ἄῤῥητα δ’ οὐρανίοιο Θεοῦ μελεδήματα θνητοῖς, Ἀφράστοισιν ἕκαστα διαφραχθέντα προνοίαις· Ὦν βροτὸν οὐ θέμις ἐστὶ μέτρῳ τ’ ἀμέτρητ’ ἀνελέσθαι. | |
25 | ΚΕΦ. Λϛʹ. Καὶ τὴν ἔχουσαν παρ’ Ἰωάννῃ περιοχὴν, «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσίν σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰη‐ σοῦν Χριστόν·» καὶ πάλιν· «Πιστεύετε εἰς | |
30 | τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε,» βλασφήμως λίαν Μακεδονιανοὶ ἐμελέτησαν, φάσκοντες τὸ ἅγιον Πνεῦμα μὴ μνημονεύεσθαι, ὡς δῆθεν ὀθνεῖον τῇ φύσει· καὶ διὰ τοῦτο ἐκβάλλεσθαι τοῦ εἶναι ἀλη‐ θινὸν Θεόν. Ἀλλ’ εἴρηται μὲν ἤδη εἰς ὁμοιό‐ | |
35 | τροπα προβλήματα πολλὰ περὶ τούτου, καὶ μέντοι ἐν τῷ πρώτῳ λόγῳ ἐν κεφαλαίῳ δεκάτῳ, καὶ ἐν τῷδε τῷ βιβλίῳ ἐν κεφαλαίῳ τεσσαρεσκαιδεκάτῳ· ῥηθήσε‐ | |
ται δὲ καὶ νῦν. Εἰ τοίνυν ἡ αἰώνιος ζωὴ, ἡ περὶ τοῦ | 965 | |
39.968 | Πατρὸς καὶ τοῦ Υἱοῦ, ἔστι γνῶσις, καὶ τὸ Πνεῦμα δὲ ἀποδέδεικται εἶναι ζωή τε καὶ Πνεῦμα τοῦ Θεοῦ· ἄρα καὶ αὐτὸς μόνος ἀληθινὸς Θεὸς ὑπάρχει, νοούμε‐ νος ἀεὶ μετὰ τοῦ Πατρὸς, ὡς Πνεῦμα αὐτοῦ. Διὸ μιᾷ | |
5 | αἰωνίῳ ζωῇ μίαν γνῶσιν, καὶ οὐ διάφορον, ἑπομένην ἐν τῷ ἐκκειμένῳ κεφαλαίῳ ἐδίδαξεν. Λέγων δὲ καὶ εὐαγγελιστὴς, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,» συμμνημονεύεσθαι αὐτὸ καὶ συμπαρεῖναι τῷ | |
10 | Πατρὶ δηλοῖ. Ὅτι δὲ οὔτε ὁ Υἱὸς χωρὶς τοῦ ἁγίου Πνεύματος νοεῖται, εὔδηλον· λέγει γὰρ ὁ μὲν Πατὴρ πρὸς αὐτόν· «Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» αὐτὸς δέ φησι· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ.» Καὶ ὁ Παῦλος δὲ, τῆς θεότητος τὸ ἐπίκοινον, καὶ τὸ συνεκ‐ | |
15 | φωνεῖσθαι τὸ ἅγιον Πνεῦμα τῇ διανοίᾳ τῆς Γραφῆς, κἂν μήποτε ἰδικῶς ἐμφέρηται, σημαίνων, γράφει· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Ἄλλοτε οὖν πάλιν τοῦ ἁγίου Πνεύματος, ἢ κατὰ μόνας, ἢ σὺν τῷ Πατρὶ | |
20 | μνημονεύει. Ἀναγκαῖον οὖν οἶμαι μᾶλλον λέγειν αὐ‐ τοὺς ὡς ὁ πάνσοφος Μωϋσῆς· «Εἰ εὕρηκα χάριν παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε·» ἵν’ ὀψέ ποτε γνοῖεν τὴν τῇ φύσει καὶ συμφωνίᾳ ἀδιαί‐ ρετον Τριάδα. Ὡς ἔοικεν γὰρ, οὔπω γνωστῶς ἴσασιν, | |
25 | ἃ πολλοὶ μὲν προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον· ἡμεῖς δὲ οὐχὶ ἀκούομεν μόνον, ἀλλὰ καὶ βλέπομεν, ὡς παρὰ Λουκᾷ λέγει. | |
32 | ΚΕΦ. ΛΖʹ. Ἐν ἴσῳ πεπλάνηνται καὶ περὶ τὸ γεγραμμένον ἐν τῷ Λουκᾷ· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πα‐ | |
35 | τήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·» καὶ ἑτέ‐ | |
ρωθι· «Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ | 967 | |
39.969 | τοῦ Θεοῦ.» Ἡγοῦνται γὰρ, ὡς ἡ, «Οὐδεὶς ἄλλος γι‐ νώσκει,» λέξις ἐξωθεῖ τῆς θείας γνώσεως τὸ θεϊκὸν Πνεῦμα· οὐ προσέχοντες, ὡς ἡ λέγουσα φωνὴ, «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ,» οὐκ ἐκβάλλει αὐτὸ τοῦ ὁρᾷν | |
5 | καὶ γινώσκειν τὸν Πατέρα, ἅτε καὶ Παύλου ὁμοίως γράψαντος περὶ αὐτοῦ· «Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ·» καὶ τοῦ Υἱοῦ φήσαντος· «Πνεῦμα, ὃ παρὰ τοῦ Πα‐ τρὸς ἐκπορεύεται·» εἶτα καὶ ἐν ἑτέρῳ πάλιν τοῦ Παύλου σιωπήσαντος μὲν τῇ λέξει, οὐχὶ δὲ τῷ νῷ, | |
10 | τὸν Υἱὸν, διδάξαντος δὲ τὸ Πνεῦμα μόνον ὁρᾷν καὶ εἰ‐ δέναι τὸν Πατέρα ἐν ταῖς συλλαβαῖς ταῖσδε· «Τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ | |
15 | οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὅτι ὁ Θεὸς οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος.» Ἐρευνᾷ δὲ τὸν Θεὸν οὐχ ὁ μὴ ὁρῶν, μηδὲ συνὼν αὐ‐ τῷ· καὶ οἶδεν τὰ τοῦ Θεοῦ οὐχ ὁ μὴ γινώσκων αὐτὸν, μηδὲ ὢν τῆς αὐτῆς θεότητος· ἀδύνατον γὰρ εἰδέναι | |
20 | τὰ τοῦ Θεοῦ οὕτως, ὡς οἶδεν αὐτὰ ὁ Θεὸς, καὶ τὴν ἴσην γνῶσιν κεκτῆσθαι αὐτῷ, μὴ τῆς αὐτῆς αὐτῷ οὐ‐ σίας καὶ γνώσεως ὑπάρχοντα. Τὸ δὲ εἰδὸς τὰ τοῦ Θεοῦ καὶ ὂν ἐπὶ τὸν Υἱὸν, οἶδεν καὶ τὰ τοῦ Υἱοῦ. Ὡς πρὸς τοὺς κτιστούς ἐστι τοίνυν τὸ, «Οὐδεὶς γι‐ | |
25 | νώσκει τὸν Πατέρα,» ἢ «τὸν Υἱόν·» οὔτε μὴν ὁρᾷ οὕτως ὡς ἔστιν· οὔτε γὰρ ἡ ἐγχωροῦσα κατανόησις ἐν πᾶσιν, ἐπεὶ μὴ πάντες ἀξιόχρεοι· καὶ ἐν οἷς ἐστιν, οὐκ ἴση ἑκάστῳ ὑπάρχει. Κατὰ γὰρ τὸν Παύλου λό‐ γον· «Ἄλλῳ μὲν δίδοται γνῶσις σοφίας,» ἄλλῳ δὲ | |
30 | τόδε ἢ τόδε· κατὰ δὲ τὸ Εὐαγγέλιον, ᾧ δίδοται περισ‐ σότερον, περισσοτέρας εὐθύνας ἐπάγεται. Αἱρετικοὶ δέ φασιν· «Ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἀγνοοῦν. | |
Ἀλλ’ ἐπήγαγεν, ὡς «Οἶδεν τὰ τοῦ Θεοῦ.» | 969 | |
39.972(2) | «Ὁ» γὰρ «δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ κύριος αὐ‐ τοῦ.» Ὅτι δὲ οὐκ ἀεὶ τὸ ἐρευνᾷν τῷ ζητεῖν ὅμοιον, διασαφηνίζει τὰ λόγια. Ἡνίκα μὲν γὰρ προφητεύει, | |
5 | «Ἐρευνῶντες, εἰς τίνα, ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ,» τὸ ζητεῖν καὶ μανθάνειν δηλοῖ, παραπλησίως τῷ λέγοντι· «Ἐρευνᾶτε τὰς Γρα‐ φάς·» ἡνίκα δὲ ὁ Ἀπόστολος γράφῃ περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδεν τί | |
10 | τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχά‐ νει ὑπὲρ ἁγίων·» ἢ ἐν λʹ ψαλμῷ λέγει· «Ὅτι ἀλη‐ θείας ἐκζητεῖ Κύριος·» ἢ ἐν ζʹ· «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός·» ἢ ἑτέρωθι· «Ἐρευνῶν τα‐ μεῖα κοιλίας·» οὐ τὸ ἐξετάζειν καὶ μανθάνειν, ἀλλὰ | |
15 | τὸ περιλαμβάνειν τὴν καρδίαν, ὡς μηδέν που λαν‐ θάνειν τῶν πώποτε αὐτῇ ἐνθυμηθέντων, ἢ νενοημέ‐ νων· ἅπερ καὶ δίχα ἐξιχνιασμῶν οἶδεν ὁ καρδιογνώ‐ στης. Εἰ γὰρ τὸ πᾶν τῆς γνώσεως τῷ ἐρευνᾷν ἀπονε‐ μηθείη, καὶ ἐρευνῶν ὡς ἀγνοῶν εὑρεθήσεται καὶ ὁ | |
20 | Θεὸς, καὶ ἀδοξίαν αὐτῷ κατ’ ἐκείνους οἴσει τόδε ἐν τῷ Σοφωνίᾳ ὑπ’ αὐτοῦ, οἷον τὸ ἀπὸ μεταφο‐ ρᾶς τῶν ἀνθρώπων, εἰρημένον· «Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου.» Τὸ ῥῆμα τὸ τοιοῦτο τῆς δυνάμεως αὐτοῦ πολλὴν ἐργάζεται σημείωσιν. Ἐρευ‐ | |
25 | νᾷ οὖν τὸ θεῖον Πνεῦμα τοῦ Θεοῦ, οὐχ ὡς ἀγνοοῦν, ἀλλ’ ὡς Πνεῦμα τοῦ Θεοῦ ἡνωμένον αὐτῷ τῇ φύσει. Ὅθεν ὁ Ψαλμῳδὸς, οὐ διαστέλλων αὐτὸ τῆς οὐσίας καὶ γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸ δὲ μᾶλλον ἐνυπο‐ στάτως εἶναι τὴν σοφίαν αὐτοῦ ἐν ἴσῳ τοῦ Μονογε‐ | |
30 | νοῦς ἀναπείθων, ηὔχετο· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ·» τὸ ἀποκαλύπτον μοι, φη‐ σὶν, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου. | |
35 | ΚΕΦ. ΛΗʹ. Καὶ τὰς παρὰ Ἰωάννῃ δὲ διαλαλούσας τοῦ Χριστοῦ πανωφελεῖς συλλαβάς· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου, τὸ Πνεῦ‐ μα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, | |
40 | ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν· «Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν·» οὐκ ἀδια‐ στρόφως δέχονται, καταψηφιζόμενοι τοῦ ἁγίου Πνεύ‐ | |
45 | ματος. Ἀντὶ γὰρ τοῦ νοεῖν Παράκλητον, ἢ διὰ τὸ πα‐ ρακαλεῖσθαι ὡς Θεὸν παρὰ τῆς κτίσεως, ἢ διὰ τὸ παρα‐ μυθεῖσθαι αὐτὴν, καὶ θυμηδίαν καὶ εἰρήνην ἐμβάλλειν· συνώνυμοι γὰρ αἱ λέξεις τῆς παρακλήσεως καὶ πα‐ | |
ραμυθίας εἰσίν· ὡς γράφει· «Καὶ τοὺς ταπεινοὺς τοῦ | 971 | |
39.973 | λαοῦ αὐτοῦ παρεκάλεσεν» Καὶ ἡ ἐκ προσ‐ ώπου τῶν ἀξιωθέντων τῆς παραμυθίας φησίν· «Κύ‐ ριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν καρδίαν μου·» | |
5 | καὶ πάλιν· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Καὶ ὡς Παῦλος Θεσσαλονικεῦσιν ἐπεύχεται· «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας.» Οἱ δὲ ἀντὶ τοῦ οὕτω νοεῖν, λέγουσιν διὰ τὸ παρακα‐ | |
10 | λεῖν ὑπὲρ αὐτῆς ὠνομάσθαι Παράκλητον· καὶ ἐπ‐ άγουσιν, ὅτι καὶ ἀποστέλλεται. Ἀλλὰ πρῶτον μὲν τῷ τε ἁγίῳ Πνεύματι καὶ τῷ Υἱῷ ἐπίκοινόν ἐστι τοῦ Παρακλήτου τὸ ὄνομα, ὡς καὶ ἡ φύσις· καθὰ Ἰωάν‐ νης γέγραφεν οὕτως, ἐν μὲν ταῖς Καθολικαῖς· «Ταῦ‐ | |
15 | τα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε· ἐὰν δὲ καὶ ἁμάρ‐ τωμεν, Παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἐπιτήρησον δὲ τέως, ὅτι Παρά‐ κλητον πρὸς τὸν Θεὸν εἰπὼν Ἰησοῦν Χριστὸν, τῷ Πα‐ | |
20 | ρακλήτῳ τὴν ἐξουσίαν ἀπένειμεν, ὡς αὐτοῦ παρακα‐ λουμένου· «Αὐτὸς, γὰρ,» φησὶν, «ἱλασμός ἐστιν·» ἵν’ οὕτω καὶ τὸ αὐτεξούσιον τοῦ Παρακλήτου δείξῃ, καὶ εἰς τὴν μίαν θεότητα τὸν ἱλασμὸν ἀναγάγῃ. | |
28 | Καὶ πάλιν ἐν Εὐαγγελίῳ ἀπὸ τοῦ Δεσπότου· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, κἀγὼ | |
30 | ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. Οὐκ | |
35 | ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς·» | |
ἄλλον Παράκλητον φήσας, οὐ κατ’ οὐσίαν, ἀλλὰ καθ’ | 973 | |
39.976 | ὑπόστασιν. Ἔπειτα δὲ τὸ προειπεῖν τὸν Υἱὸν, «Πέμ‐ ψω ὑμῖν παρὰ τοῦ Πατρός μου τὸ Πνεῦμα τῆς ἀλη‐ θείας,» παρέστησεν τὰς τρεῖς ὑποστάσεις, καὶ ὡς εὐδοκίᾳ καὶ συμφωνίᾳ μιᾷ ἡ τοῦ ἁγίου Πνεύματος | |
5 | ἐγένετο παρουσία, ὡς καὶ ἐν τῷ κεφαλαίῳ τῷ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλή‐ σω·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει,» προελέχθη. Ὡς γὰρ οὐκ ἀπέζευκται τοῦ Πατρὸς ὁ Υἱὸς πεμφθεὶς, οὕτως οὐδὲ τὸ ἅγιον | |
10 | Πνεῦμα. Τὸ δὲ προσκεῖσθαι, «Πνεῦμα τῆς ἀλη‐ θείας,» διδάσκει ἀληθῶς αὐτὸ Πνεῦμα εἶναι τοῦ Θεοῦ, καὶ οὐχ ὡς τὰ λειτουργικά. Τὸ δὲ ἔχειν, «Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» σημαίνει, ὡς ἀνάρ‐ χως καὶ ὁμοουσίως ἐκ τῆς πατρικῆς ὑποστάσεως | |
15 | ἐξεφάνη· πᾶσα γὰρ πρόοδος διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· καὶ διαφερόντως ὁμοουσίως ἐγένετο ἡ ἀπὸ τοῦ Θεοῦ γέννησις τοῦ Υἱοῦ, καὶ ἐκπόρευσις τοῦ Πνεύματος αὐτοῦ. Τὸ δὲ, «Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν,» | |
20 | παράγγελμά ἐστιν μὴ ἀπιστῆσαι τῷ ἁγίῳ Πνεύμα‐ τι, ὡς ἀνωτέρω εἴρηται, ἐλθόντι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ καὶ διδάσκοντι· Οὐκ ἀπᾴδουσα γὰρ, φη‐ σὶν, τῆς ἐμῆς γνώμης καὶ διδασκαλίας ἔσται ἡ αὐτοῦ· ἐπειδὴ καὶ τῇ θεότητι ἡνωμένως καὶ ἐχομένως | |
25 | ἔχει· κοινὰ δὲ τῆς ἁγίας Τριάδος τὰ διδάγματα, καὶ τὰ πρὸς σωτηρίαν δωρήματα· καὶ ᾧ εἶπον τρόπῳ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω,» ἔστιν δὲ ὅτι συμφωνίας τῷ αὐτῷ φημὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι «Ἐκ | |
30 | τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Τῷ δὲ εἰ‐ πεῖν, «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν,» ἐδήλωσεν μονονουχὶ καὶ ἑαυτὸν Παρά‐ κλητον ὀνομάζεσθαι, καὶ ὡς, Εἰ μὴ φυλάξητε, φησὶν, | |
35 | τὰς ἐμὰς ἐντολὰς, ἀνάξιοι τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως τυγχάνετε, ἥτις οὐκ ἀπᾴδει τῆς ἐμῆς ἐπιφανείας. Τὸ δὲ γράφειν, «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ,» ἔδει‐ | |
40 | ξεν, ὅτι οἱ μὲν κοσμικοὶ, τοῦτ’ ἔστιν αἱρετικοὶ, οὐ δύ‐ νανται λαβεῖν αὐτὸ, ὅτι οὐ θεωροῦσιν αὐτὸ τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐδὲ γινώσκουσιν αὐτὸ, μὴ δοξά‐ ζοντες ὡς Θεόν· οἱ δὲ ὁμολογοῦντες αὐτὸ εἶναι Θεὸν, ἔχουσιν αὐτὸ μένον παρ’ αὐτοῖς. | |
47 | Τὸ δὲ ἔχειν, «Δώσει ὑμῖν,» καὶ, «Παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται,» ἐσήμανεν, ὡς καὶ ἄνω καὶ κά‐ τω, ἅτε δὴ Θεὸς, πανταχοῦ παρὸν τὸ ἅγιον Πνεῦμά | |
39.976(50) | ἐστιν· εἰ γὰρ καὶ παρ’ ἡμῖν μένει καὶ ἐν ἡμῖν ἔσται, καὶ πάντα πληροῖ, κατὰ τὴν σοφίαν λέγουσαν· «Πνεῦ‐ μα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην·» πῶς ἡμῖν ἀπεστάλη; Ὅτι δὲ καὶ λέγοντος αὐτοῦ ταῦτα, μετ’ | |
αὐτοῦ ἦν ὡς ὁμοούσιον, πάλιν αὐτὸς ἔπεισεν, ἐμφυ‐ | 975 | |
39.977 | σήσας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» ὡς προείρηται. Τὸ δὲ, «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς,» ἐδίδα‐ ξεν, ὡς ὃν τρόπον τὸ Πνεῦμα τοῦ Θεοῦ ἦν καὶ πρὸ | |
5 | τῆς γνωστῆς αὐτοῦ ἐπιδημίας ἐν πᾶσιν, οὕ‐ τω καὶ μετὰ τὴν ἀνάληψιν ὁ Υἱὸς, ἐν ἀπεριγράφῳ μιᾷ θεότητι καὶ θελήσει τῶν ὑποστάσεων οὐσῶν, οὐκ αὐτὸς ὢν ἄμφω καὶ Πνεῦμα τοῦ Θεοῦ (ὡς ἐνόησεν Μοντανὸς, καὶ τούτῳ μάλιστα ἐπερείδεται τῷ μέρει | |
10 | τῆς Γραφῆς, μὴ βλέπων, μηδ’ ἀκούων, ὡς ἄλλος περὶ ἄλλου καὶ ἄλλου προσώπου λέγει· «Ἐρωτήσω τὸν Πατέρα, καὶ πέμψει ἄλλον Παράκλητον»)· ἀλλ’ ὡς σὺν τῷ Πνεύματι παρὼν ἰδιοσύστατος, καθά ἐστιν ἀεὶ πανταχοῦ καὶ ὁ Πατήρ. Οὐ μέντοι ἐκ δευτέρου | |
15 | ἤδη ἐλθὼν, ᾗ πολλάκις καὶ τὴν ἐσομένην ἐν τῇ κρίσει δευτέραν ἄφιξιν αὐτοῦ ἐσήμανεν. Εὖ δὲ καὶ τὸ φάναι· «Ἐκεῖνος περὶ ἐμοῦ μαρτυρήσει.» Ἡ ἀλήθεια, φησὶν, περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος περὶ τοῦ Κυρίου, ὃν τρόπον περὶ τοῦ Πατρὸς εἶπεν· | |
20 | «Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ταῦτα πάντα, καὶ πρὸ ὅλων τὸ λέγειν τὸν Δεσπότην, «Ἐρωτήσω τὸν Πατέρα,» ὅπερ ἀνεπίληπτόν ἐστιν, οὐ κατὰ κοσμικὴν συνήθειαν νοεῖσθαι ὀφεῖλον, Μακε‐ δόνιος παρεὶς, τῷ «Πέμψει» προσέδραμεν καὶ | |
25 | προσεχάρη. Ἐχέτω δὲ ἀπόκρισιν πρὸς τὰς τοιαύτας περὶ τοῦ ἁγίου Πνεύματος φωνὰς, ἢν αὐτὸς ἐρωτώ‐ μενος δώσει ἕνεκα τῶν περὶ τοῦ Υἱοῦ κειμένων ἁγίων Γραφῶν· καὶ τοῦτο γινώσκων, ὅτι μάλιστα μὲν οὐ πάντως ὁ λέγων, ἢ πέμπων, μείζων τοῦ | |
30 | ἀκούοντος, ἢ πεμπομένου καθέστηκεν· ἀλλὰ τὸν ἴσον καὶ ὁμότιμον πολλάκις εὑρίσκεταί τις ἀποστέλ‐ λων· οὐκ ἀπεικὸς δὲ ἐν ἀνθρώποις, τὸν παντοίας τέ‐ χνης δημιουργὸν, καὶ ἀμείνονα τυγχάνειν τοῦ δοκοῦν‐ τός τι λέγειν αὐτῷ, ἢ πέμπειν αὐτόν. Ἔπειτα | |
35 | ὅτι καὶ ὁ μονογενὴς Θεὸς Λόγος ἐπέμφθη παρὰ τοῦ Πατρὸς, ἢ τοῦ Πνεύματος, ὡς αὐτὸς παρὰ Ἡσαΐᾳ λέγει· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰ‐ ῶνα· ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν.» Καὶ μεθ’ ἕτερα ἐπι‐ | |
40 | φέρει· «Καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Ὥστε οὐ πέμπεται κατὰ τὴν ἀπο‐ στόλων ἢ προφητῶν ἀποστολὴν τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ’ ὡς Πνεῦμα αὐτοῦ· καὶ οὐδὲ μετα‐ βατικῶς, ἐπειδὴ οὐδὲ ὁ Πατὴρ, οὗ τῆς ὑποστάσεως | |
45 | Πνεῦμά ἐστιν, πέρασι περιγέγραπται. | |
51 | ΚΕΦ. ΛΘʹ. Ἔτι σμικρύνοντες, καὶ τῷ ἑαυτῶν κακῷ κατακι‐ βδηλεύοντες τὰ περὶ τοῦ ἁγίου Πνεύματος, ὀνειδίζου‐ | |
σιν αὐτῷ καὶ ἄλλην θεϊκὴν φιλανθρωπίαν, ἣν Παῦλος | 977 | |
39.980 | ἔγραψεν, εἰπών· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πα‐ τήρ.» Τὸ δὲ «Ἐξαπέστειλεν» τὴν συμφωνίαν. ὡς προελέχθη, σημαίνει· τὸ δὲ ἐν ταῖς καρδίαις ἡμῶν | |
5 | κράζειν, Ἀββὰ, ὃ ἑρμηνεύεται «Πατὴρ,» τὴν τοῦ ἁγίου Πνεύματος εὐσπλαγχνίαν παρίστησιν, οἰκειό‐ τητα ἡμῖν παρέχουσαν πρὸς τὸν Θεὸν καὶ Πατέρα ἐν τῷ ἀνθ’ ἡμῶν καὶ ὑπὲρ ἡμῶν ταύτην εἰρηκέναι τὴν φωνὴν, τῶν τότε νηπίων ἔτι τυγχανόντων, καὶ γά‐ | |
10 | λακτι τρεφομένων, καὶ ἀπαῤῥησιάστων, διά τε τὴν ἀρχαίαν παρακοὴν καὶ τὸ καταλεῖψαι Θεὸν ζῶντα, διά τε τὴν κακὴν τοῦ βίου ἀδιαφορίαν καὶ τὸ ἀνάξιον εὑρίσκεσθαι τοιαύτην ῥῆξαι πρόσρησιν· ὃν τρόπον καὶ ὁ Υἱὸς ἐν τῇ οἰκονομίᾳ δι’ ἡμᾶς πάντα | |
15 | τὰ ἡμῶν ἀνεδέξατο. Ἀμέλει διὰ τῶν ἐφ’ ἑξῆς καὶ Θεὸν εἶπεν τὸ ἅγιον Πνεῦμα, καὶ ἔδειξεν, ὡς διὰ τῆς προλεχθείσης αὐτοῦ φωνῆς ἐλευθερούμεθα, υἱοθετού‐ μεθα, καὶ τῶν ἐπουρανίων κληρονομοῦμεν. Ἐπάγει γὰρ εὐθὺς μετὰ τὸ εἰπεῖν, Ἀββὰ, ὁ Πατήρ· «Ὥστε | |
20 | οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονό‐ μος διὰ Θεοῦ·» τοῦ κράζοντος ἡμῖν ἁγίου Πνεύμα‐ τος. Ὅτι δὲ ἀνθ’ ἡμῶν ἡ προλεχθεῖσά ἐστιν φωνὴ, ὁ αὐτὸς Ῥωμαίοις ἐπέστειλεν· «Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ | |
25 | Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλά‐ βετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πα‐ τήρ.» Ἐπειδὴ γὰρ, ὡς εἴρηται πολλάκις, κοινῇ παρὰ τῆς ἁγίας Τριάδος πᾶσα ἡμῖν σωτηρία δεδώρηται, ὁ | |
30 | μὲν Πατὴρ εἰς υἱοθεσίαν ἐκάλεσεν· ὁ δὲ μονογενὴς, καὶ ἀληθινὸς, καὶ γνήσιος Υἱὸς ἀδελφοὺς προσηγό‐ ρευσεν· ἐπέτρεψεν δὲ ἐπικαλεῖσθαι ἑαυτῶν Πατέρα τὸν Θεόν· τὸ δὲ ἅγιον Πνεῦμα ἐνῴκησεν, ἐνήχησεν, ἐδίδαξεν, εἰρηκὸς, Ἀββά. «Αὐτὸς, φησὶν, διδάξει | |
35 | ὑμᾶς,» καὶ, «Ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν.» Προσέτι δὲ καὶ ἀνεγέννησεν, καὶ ἠλευθέρωσεν ἀπὸ ἁμαρτίας καὶ θανάτου, καὶ ἡγίασεν, καὶ υἱοὺς κατ’ οἰκείαν ἀγαθό‐ τητα ἀνέδειξεν τοῦ Θεοῦ. Τοιγαροῦν πρινὴ παρ’ αὐ‐ τοῦ ἀναγεννηθῆναι διὰ τοῦ φωτίσματος, οὐδὲ λέγειν | |
40 | ἁρμόττει· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρα‐ | |
νοῖς.» Πρὸς δὲ τούτοις κράζει ἐν ταῖς καρδίαις | 979 | |
39.981 | ἡμῶν, «Ἀββὰ» τὰς κωφὰς αἱρετικῶν ἀκοὰς διδά‐ σκον, ὅτι αὐτός ἐστιν ὁ ἐνοικῶν τοῖς πιστοῖ. Θεὸς κατὰ τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός·» | |
5 | κατὰ τὸν Ἀπόστολον γράφοντα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν,» Αἱρετικοὶ δὲ τὸ. «Ὅσοι Πνεύματι Θεοῦ ἄγον‐ ται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν,» καὶ ὅσα τοιαῦτα, περὶ τοῦ ἰδίου ἡμῶν πνεύματος οὐ περὶ τοῦ ἁγίου Πνεύ‐ | |
10 | ματος εἰρῆσθαι βιάζονται. Κρίνει δὲ αὐτὸ ἡ ἐπαγω‐ γὴ, ἔχουσα· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πά‐ λιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας.» Πάντως γὰρ ἔχοντες ἤδη τὸ ἴδιον ἡμῶν πνεῦμα, προσελάβομεν τὸ τῆς υἱοθεσίας ἅγιον Πνεῦμα. | |
20 | ΚΕΦ. Μʹ Ἐθελεχθρῶς καὶ φιλαπεχθημόνως ἔχοντες πρὸς τὸ ἅγιον Πνεῦμα, κακοφρόνως ἐκλαμβάνουσιν καὶ τὸ παρ’ Ἰωάννῃ παρὰ τοῦ Σωτῆρος λεχθὲν περὶ αὐτοῦ· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ | |
25 | ἀναγγελεῖ ὑμῖν.» Οὐ γὰρ θέμις, ὡς τὰ ἀνθρώπινα, οὕτω καὶ τὰ τοῦ Θεοῦ νοεῖν, οὐδὲ τῇ ὁμοιότητι τῶν καθ’ ἡμᾶς λέξεων καὶ ἐννοιῶν τὸ θεῖον ἐνυβρίζειν, τὸ μηδαμῶς ἡμῖν προσεοικός. Δοξάσει οὖν, φησὶν, καθὸ τὰ αὐτὰ ὑμᾶς διδάξει, ἅπερ ἐγώ· ἐγὼ δὲ, ἅπερ | |
30 | ἤκουσεν ὁ Πατήρ· καὶ καθὸ ἀπὸ τῆς αὐτοῦ ἀφάτου μεγαλειότητος ἐπιδείξει καὶ τῆς ἐμῆς θεό‐ τητος τὸ ἀμέγεθες· καὶ οὐ τούτῳ μόνῳ τῷ τρό‐ πῳ, ἀλλὰ καὶ καθὸ γέγραπται· «Υἱὸς δοξάζει Πα‐ τέρα·» καὶ, «Δόξα ἡλίου τὸ φῶς·» καὶ ὡς εἶπον· | |
35 | «Δόξασόν με, Πάτερ·» καὶ ἀπεκρίθη μοι· «Ἐδόξα‐ σά σε, καὶ πάλιν δοξάσω.» Οὐ γὰρ ὑμνεῖ ὡς ἡ κτί‐ σις· ἐπειδὴ τῇ θεότητι καὶ τῇ τιμῇ ἀλλήλων μὴ ἀφεστᾶσιν· οὐδὲ λαμβάνον ἀναγγέλλει τὸ οἰκονομοῦν ἡμῖν ἀφ’ ἑαυτοῦ καθαρῶς ἀεὶ τὰ θεϊκὰ χαρίσματα, | |
40 | καὶ μὴ διωρισμένον τῇ φύσει τοῦ Πατρός. Ὥσπερ γὰρ ὁ διδοὺς Υἱὸς οὐδενὸς στερεῖται, οὐδὲ κενοῦται· οὕτω τὸ ἅγιον Πνεῦμα οὐ λαμβάνει, ὃ μὴ ἔχει, οὐδὲ ἀκοῦον λαλεῖ, τὸ μόνον εἰδὸς, κατὰ Παῦλον, τὰ τοῦ Θεοῦ· ἐνίησι δὲ μᾶλλον αὐτὸ σοφίαν καὶ σύνεσιν, ἐξ | |
45 | ἐμφύτων θείων κινημάτων, τοῖς ἐπαξίοις τοῦ δέχε‐ σθαι· οὐδὲ παρ’ ἑτέρου διδάσκεται, τὸ σοφίαν καὶ | |
γνῶσιν προφητείας τοῖς ἀκεραίοις ἐπιπνέον· ὑπὲρ | 981 | |
39.984 | γνῶσιν γὰρ ἡ θεότης αὐτοῦ εὑρίσκεται· καταχρη‐ στικῶς γὰρ οὕτω τὰ τοιαῦτα περὶ τῆς ἀῤῥήτου Τριά‐ δος εἴρηται. Τοιγαροῦν καὶ περὶ ἑαυτοῦ ὁ Σωτὴρ ἔφη· «Καθὼς ἀκούω, κρίνω·» καὶ Ἰωάννης περὶ | |
5 | αὐτοῦ· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ·» ὅ ἐστι, συναινεῖ. Δοξά‐ ζεται δὲ καὶ τὸ ἅγιον Πνεῦμα διά τε τῆς πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν περὶ ὅλα κοινωνίας, καὶ δι’ ὧν | |
10 | ὁ Υἱὸς περὶ αὐτοῦ ἀπειλεῖ, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται. | |
15 | ΚΕΦ. ΜΑʹ. Καὶ Μοντανιστῶν ἡ πλάνη ἐν τούτοις· Αʹ. Πρῶτον, ὅτι ἀπομαντεύονται ἓν πρόσωπον εἶ‐ ναι τῶν τριῶν θείων ὑποστάσεων· Μοντανὸς γὰρ, φησὶν, εἶπεν· «Ἐγώ εἰμι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ | |
20 | ὁ Παράκλητος.» Καὶ πρὸς σύστασιν δῆθεν τούτου προφέρουσιν, πάσης ἰδιωτείας ἐπέκεινα νοοῦντες, ὅπερ θαυμασίως εἶπεν ὁ Υἱός· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν·» | |
25 | καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα·» καὶ, «Ὁ Παράκλη‐ τος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι.» Ταῦτα δὲ πάντα, ὡς καὶ ἀνωτέρω εἴρηται, ἓν καὶ ἓν καὶ ἓν πρόσωπον ἰδιοσυστάτως δηλοῖ ἐν μιᾷ θεότητι καὶ | |
30 | συμφωνίᾳ. Οὐ γὰρ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι, ἀλλὰ, «Ἕν ἐσμεν.» Καὶ κατηγορεῖ ταῦτα τῆς ἀνοίας αὐτῶν καὶ κακοδοξίας. Βʹ. Δεύτερον, ὅτι τοῦ Ἀποστόλου γράψαντος Κοριν‐ θίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Εἴτε προφητεῖαι κατ‐ | |
35 | αργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται·» ἐκεῖνοι λέγου‐ σιν τὸν Μοντανὸν ἐληλυθέναι, καὶ ἐσχηκέναι τὸ τέ‐ | |
40 | λειον τὸ τοῦ Παρακλήτου, τοῦτ’ ἔστιν τὸ τοῦ ἁγίου Πνεύματος· οὐ προσέχοντες τοῖς προσκειμέ‐ νοις. Ἔχει γὰρ εὐθύς· «Ὅτε ἤμην νήπιος, ἐλάλουν | |
ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνὴρ, | 983 | |
39.985 | κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσ‐ ωπον. Ἄρτι γινώσκομεν ἐκ μέρους· τότε δὲ ἐπι‐ γνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν.» Τοῦτ’ ἔστιν· | |
5 | Ἅπερ νῦν ἀκούοντες ὑπὸ τῶν Γραφῶν πιστεύομεν εἶναι, μετὰ τὴν ἀνάστασιν τῇ ὄψει θεασόμεθα, καὶ τῷ πράγματι γνωσόμεθα, τῆς μερικῆς γνώσεως παυ‐ σαμένης· ἡ γὰρ γνῶσις, ἡ ἐξ ἀκοῆς, τῆς αὐτόπτου γνώσεως καὶ τῆς πείρας μέρος ἐστίν. Οἷον νῦν ἀκού‐ | |
10 | οντες πιστεύομεν περὶ τῆς δευτέρας παρουσίας τοῦ Δεσπότου, καὶ περὶ τοῦ βήματος αὐτοῦ, καὶ τῆς τρισ‐ μακαρίας φωνῆς· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πα‐ τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν·» τότε τῇ θέᾳ καὶ τῇ πείρᾳ μαθησόμεθα. | |
15 | Νῦν ἀκούοντες πιστεύομεν περὶ τῶν ἁγίων ἀγγέ‐ λων· τότε κατὰ πρόσωπον λειτουργοῦντας αὐτοὺς ὀψόμεθα. Νῦν ἀκούοντες πιστεύομεν, «Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὗς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀν‐ θρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ | |
20 | πῶσιν αὐτόν·» τότε οὐκ ὄψονται μόνον, ἀλλὰ καὶ ἐν ἀπολαύσει αὐτῶν οἱ ἄξιοι γένωνται. Τὰ γὰρ νῦν κάτω τῆς ψυχῆς ἡμῶν ὄμματι τῶν ἐπουρανίων ἀφανῆ καθε‐ στῶτα, ὁ μέλλων βίος φανερὰ ποιήσει. Ἀλλ’ εἶπεν, φη‐ σὶν, ὁ Χριστός· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, | |
25 | ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖ‐ νος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·» καὶ, «Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ, «Ἐ‐ κεῖνος ἐμὲ δοξάσει·» καὶ πάλιν· «Οὐκ ἀφήσω ὑμᾶς | |
30 | ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν οὖν δῆθεν, ὅταν Μοντανός. Οὐχ οὕτως δέ· μὴ γένοιτο! ἐπεὶ πρὸς τοῦτον τὸν ἀδιανόητον αὐτῶν λόγον εὑρίσκονται πρὸ Μοντανοῦ οἵ τε τὸν Χριστὸν ἐσχηκότες, οἵ τε ἀπόστολοι οἱ τὴν τάξιν δεξάμενοι παρὰ τοῦ Θεοῦ, | |
35 | καὶ ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα τὸν Χριστὸν, καὶ οἰκοῦν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν καὶ ἄλλοις παρέχοντες αὐτὸ κατὰ τὴν αὐτοῦ βούλησιν, καὶ μετὰ παῤῥησίας διδάσκοντες, καὶ παρὰ πᾶσιν πιστευόμενοι καὶ μὴ ὡς Μοντανὸς | |
40 | ἀπιστούμενος· οἵ τε ἀκούσαντες· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·» μὴ ἐσχηκότες τὸν Χριστὸν καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ τὰ προκεί‐ μενα ῥήματα τοῦ Σωτῆρος τὴν ἰσοτιμίαν, καὶ τὴν συνᾴδουσαν αὐτῷ διδασκαλίαν τοῦ ἁγίου Πνεύματος | |
45 | παριστᾷ. Τί δὲ σημαίνει τὸ, «Ἔρχομαι πρὸς ὑμᾶς,» εἴρηται ἀνωτέρω· εἴχομεν γὰρ (εἰ καὶ ἔχουσιν οἱ ἄξιοι τελείως) τόν τε Χριστὸν τὸν εἰπόντα· «Ἔρχο‐ μαι πρὸς ὑμᾶς·» τό τε ἅγιον Πνεῦμα, περὶ οὗ εἶπεν· «Ὅταν ἔλθῃ ἐκεῖνος.» Οὐδὲ γὰρ ἀτελές τι | |
39.985(50) | ἐποίει ὁ Δεσπότης, ἐμφυσῶν μετὰ τὴν ἀνάστασιν εἰς πρόσωπα τῶν ἀποστόλων, καὶ λέγων· «Λά‐ βετε Πνεῦμα ἅγιον·» οὐδ’ ἐψεύδετο, ἢ αὐτὸς λέγων· | |
«Ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστιν·» ἢ Ἀπό‐ | 985 | |
39.988 | στολος γράφων· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα, οὐ Θεοῦ ἐκεῖ ἐν ὑμῖν,» οὔτε ἡ Σοφία λέγουσα «Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην· καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει | |
5 | φωνῆς.» Οὔτε μὴν ἀτελέστεροι Μοντανοῦ οἱ ἀπό‐ στολοι καὶ οἱ πρὸ αὐτῶν ἅγιοι ἐτύγχανον ὄντες. Ἐπ‐ εφάνη δὲ τῇ Πεντηκοστῇ, ἔνθα καὶ ἤδη ἦν τὸ πάντα συνέχον ἅγιον Πνεῦμα, καὶ ἐδέχθη, ὡς ἔχουσιν αἱ Πράξεις οὕτως· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις | |
10 | ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάν‐ νην· οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένα | |
15 | ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Καὶ ὃν τρόπον ὁ Υἱὸς ἀεὶ μὲν πανταχοῦ παρῆν, ὅμως δὲ μετὰ τὴν ἐν κόσμῳ ἐπιδημίαν τελείως ἐπεγνώσθη καὶ ἐδοξάσθη οὕτω | |
20 | καὶ τὸ ἅγιον Πνεῦμα ἀεὶ μὲν πάντα ἐπλήρου καὶ συνεῖχεν, μετὰ δὲ τὴν ἐν τῇ Πεντηκοστῇ ἐπιφοίτησιν αὐτοῦ τελειότερον ἐπεγνώσθη καὶ ἐδοξάσθη. | |
26 | Γʹ. Τρίτον ὅτι κατασκευάζοντες δεῖξαι, τόν τε Μοντανὸν ἐσχηκέναι τὸ τέλειον τοῦ Παρακλήτου, τήν τε Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτιδας ... ........ἔγραψαν Μοντανῷ. Λέγουσιν, ὅτι | |
30 | ὑμεῖς οὐ πιστεύετε μετὰ τὴν πρώτην ἐπι‐ φάνειαν τοῦ Δεσπότου εἶναι προφήτας· εἶπεν δὲ, φησὶν, ὁ Σωτήρ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς· καὶ ἐξ αὐ‐ τῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν | |
35 | μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν.» Λέγει δὲ, οὐχ ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ τοὺς ἀποστόλους προειπόντας πολλὰ τῶν μελλόντων καὶ τῶν ἐσχάτων καιρῶν, καὶ τῆς ἐν οὐρανοῖς βασιλείας· ἐξ ὧν καὶ ἀπεκτάνθησαν, ὡς Στέφανος καὶ Ἰάκωβος· καὶ | |
40 | ἐσταυρώθησαν, ὡς Πέτρος· καὶ ἐμαστιγώθησαν, ὡς Παῦλος. Ἔσθ’ ὅτε δὲ εἶπεν καὶ τοὺς μάρτυρας καὶ τοὺς σοφοὺς ἐπισκοπομάρτυρας. Προφήτιδας δὲ οἶδεν ἡ Γραφὴ τὰς Φιλίππου τέσσαρας θυγατέρας, τὴν Δεβόῤῥαν, Μαριὰμ τὴν ἀδελφὴν Ἀαρὼν, καὶ τὴν Θεο‐ | |
45 | τόκον Μαριὰμ, εἰποῦσαν, ὡς τὸ Εὐαγγέλιον εἶπεν· «Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γυναῖκες καὶ αἱ γενεαί·» βίβλους δὲ συνταγείσας ἐξ ὀνόματος αὐτῶν οὐκ οἶδεν· ἀλλὰ καὶ ἐκώλυσεν ὁ Ἀπόστολος, Τιμοθέῳ τὸ πρῶτον γράψας· «Γυναιξὶν διδάσκειν | |
39.988(50) | οὐκ ἐπιτρέπω·» καὶ πάλιν ἐν τῇ πρὸς Κορινθίους | 987 |
39.989 | πρώτῃ Ἐπιστολῇ· «Πᾶσα γυνὴ προσευχομένη καὶ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύ‐ νει τὴν κεφαλήν·» ὅ ἐστιν, μὴ ἐξεῖναι γυναικὶ ἀναί‐ δην ἐξ οἰκείας προστάξεως βίβλους συγγράφειν καὶ | |
5 | ἐ..........δάσκειν καὶ τούτῳ ὑβρίζειν τὴν κεφαλὴν, τοῦτ’ ἔστιν τὸν ἄνδρα· «Κε‐ φαλὴ» γὰρ» γυναικὸς, ὁ ἀνήρ· κεφαλὴ δὲ ἀνδρὸς, Χριστός.» Καὶ ἡ κατασιγάζουσα τὰς γυναῖκας αἰτία πρόδηλος· ἐπειδὴ ἡ ἐξ ἀρχῆς τῆς γυναικὸς διδασκαλία | |
10 | οὐ καλῶς τὸ κοινὸν ἔβλαβε γένος. «Ὁ» γὰρ «ἀνὴρ,» ὡς γράφει ὁ Ἀπόστολος, «οὐκ ἠπατήθη, ἀλλ’ ἡ γυνή.» Ὥστε παρὰ πάντας Μοντανὸς οὐδὲ ἔγνω, οὐδὲ ἔσχεν τὸ ἅγιον Πνεῦμα, τοῦτο οἰηθείς· καὶ ταῦτα, μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, καὶ | |
15 | τὴν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος, πλέον ἢ μετὰ κατὸν ἔτη γενόμενος ἱερεὺς, πρῶτον εἰδώλου, καὶ οὕτω τὴν τυφλὴν ταύτην εἰσηγησάμενος αἵρεσιν. Τοσαῦτα πρὸς τὰς ἄλλας αἱρέσεις, ὡς οἷόν τε, σωφρό‐ νως διαμαχόμεθα· ἔστιν δέ τις καὶ ἄλλη γυμνὴ κε‐ | |
20 | φαλὴ τῇ ἀληθείᾳ μαχομένη· οὐδὲ αὐτὴν ἡμῖν κατα‐ λειπτέον ἀνέλεγκτον. ΚΕΦ. ΜΒʹ. Περὶ γὰρ τοῦ Μανιχαίων ψυχοφθόρου δόγματος ἄμεινον μὲν ἦν σιωπᾷν, ἢ λέγοντα δεικνύναι πηλίκα | |
25 | εἰς τὸ θεῖον ἔπταισεν ἀνθρώπου φύσις, καὶ εἰς ἀκοὰς φέρειν, ἃ εἴθε μηδὲ ἐκεῖνοι τῷ ἔργῳ μετήρχοντο, μηδὲ εἰς ἡμᾶς, τὰ μὲν πείρᾳ, τὰ δ’ ἀκοῇ ἐληλύθει. Γράφει γάρ· «Μὴ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφρο‐ σύνην αὐτοῦ. «Ἵνα δὲ μή τις, ἢ ἄκων τῷ κακῷ περι‐ | |
30 | πέσῃ, ἢ ὑπολάβῃ οἰστὰ εἶναι τὰ κατ’ αὐτοὺς, ἀνάγκη τοῦ δόγματος τοσοῦτον ἐφάψασθαι, ὅσον ἱκανόν ἐστι τὸ βλαβερὸν τοῦ δόγματος γνωρίσαι τοῖς ἐντυγχάνειν ὀφείλουσι· δηλαδὴ, ἐκ τῶν λεχθησομένων στοχάζεσθαι τὰ σιωπώμενα, καὶ μακρὰν φεύ‐ | |
35 | γειν τήνδε τῆς θρησκείας ἀπώλειαν, καὶ τὸ ποτὲ συναυλίζεσθαι τοιούτοις ταύτην ἐπιτηδεύουσιν. Καὶ γὰρ καὶ οἱ ἰατροὶ τὴν τῶν δηλητηρίων οὐκ ἀναίνον‐ ται γνῶσιν, οὐχ ἵνα τις χρήσηται, ἀλλ’ ὅπως εἰδὼς αὐτὰ φύγῃ. Τοῦτο τοίνυν τὸ δόγμα ἔκροιά τίς ἐστι | |
40 | τοῦ ἐξελθόντος βορβόρου ἀπὸ Σίμωνος, τοῦ ἐκ Σα‐ μαρείας Μάγου, τοῦ μηδὲ τὸν κόσμον τοῦ Θεοῦ εἶναι ποίημα, ἀλλ’ ἀγγέλων, μηδ’ ἀνάστασιν ἔσεσθαι διδάξαντος, καὶ ἀδιάφορον ὀφείλειν εἶναι πρὸς πάσας τὰς γυναῖκας τὴν μίξιν εἰσηγησαμένου, καὶ εἰς τοῦτο | |
45 | μανίας ἐλάσαντος, ὥστε τὸ τοῦ Χριστοῦ ἡμῶν καὶ μεγάλου Θεοῦ ὄνομα ὑποδῦναι· διὰ ταῦτά τε τιμω‐ ρίαν αἰωνίως ἀποτιννύοντος, καὶ εἰς τὸν πολυθρύλη‐ τον καὶ ζοφώδη τάρταρον ἐνδίκως κατενεχθέντος. Καὶ | |
μέντοι καὶ προσθήκη τῷ δόγματι γέγονέν ποτε Με‐ | 989 | |
39.992 | νάνδρου καὶ Σατορνίλου τῶν μετὰ Σίμωνα, κατά τι μὲν διενεχθέντων πρὸς τὰ ἐκείνῳ δόξαντα, βεβαιω‐ σάντων δὲ τὴν προλεχθεῖσαν αἰσχρουργίαν, καὶ ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι ὁμοίως ἐκθεμένων, | |
5 | καὶ τολμησάντων δογματίσαι, δίκαιον μὲν ὑπάρχειν τὸν Θεὸν Υἱὸν, ἄδικον δὲ καὶ ἀλλότριον τῆς τοῦ κόσμου δημιουργίας τε καὶ προνοίας τὸν ἐξ οὗ τὰ πάντα ἀγαθὸν Θεὸν Πατέρα· καὶ ὑπὸ Βασιλείδου ταύτην μεμαθητευμένου τὴν φρενερημίαν, καὶ προ‐ | |
10 | σθέντος, ὡς τξεʹ οὐρανοὶ καθεστᾶσιν, ἀγγέ‐ λων ἔχοντες ὀνόματα· ὅθεν, φησὶν, τὸ οὕτω λεγόμενον ἅγιον ὄνομα Ἀρβασὰξ τξεʹ ψήφων εὑρίσκεται λογιζό‐ μενον· καὶ ὑπὸ Καρποκράτους, τοῦ καὶ ὕστερον χρό‐ νοις κρατύναντος ταῦτα, καὶ ἐν προσθήκης μέρει | |
15 | μιαρίας ἀπαγγείλαντος, ὡς εἰ μή τις διὰ παντὸς ἐπιτηδεύματος ἁμαρτίας ἐλθὼν, τῶν δαιμόνων ὅλων τὸ θέλημα ἐκτελέσῃ, οὐ δύναται παρελθεῖν τὰς ἀρ‐ χὰς καὶ ἐξουσίας, καὶ εἰς τὸν ἀνώτατον φθάσαι οὐ‐ ρανόν· ἔτι μὴν καὶ Οὐαλεντίνου, τοῦ καὶ τοῖς μνη‐ | |
20 | μονευθεῖσιν ἀκολουθήσαντος, καὶ ἐκφενακίσαντος τοὺς αὐτῷ πειθομένους, ὡς ὁ Χριστὸς ἀπ’ οὐρανοῦ τὸ σῶμα ἐνήνοχεν, καὶ μῦθον δὲ ἀναπλασαμένου τοιόνδε, ὅτι ὁ Βυθὸς ἐγέννησεν τὴν Σιγήν· ἐκ δὲ ταύ‐ της τεχνοποιησαμένου λόγον τινὰ τοῦ παρ’ Ἕλλησι | |
25 | Διὸς, καὶ λʹ Αἰῶνας, οὓς ἐκάλεσεν θεοὺς, εἰσαγαγόν‐ τος· ἐπειδὴ, φησὶν, γέγραπται, ὅτι Ἰησοῦς ἐβαπτί‐ σθη «ὢν ὡς ἐτῶν λʹ·» ὅπερ οὐδαμῶς συνίστησιν τὴν ἀτοπίαν αὐτοῦ· καὶ ἀπαγγείλαντος ἀρσενόθηλυν τὸν ἔσχατον Αἰῶνα τῶν λʹ· καὶ ὅτι οὗτός ἐστιν ἡ σοφία, | |
30 | ἥτις τὸν πρῶτον Θεὸν ἰδεῖν ἐθελήσασα, καὶ ὑπὸ τῶν μαρμαρυγῶν αὐτοῦ βληθεῖσα, τῶν οὐρανῶν ἐξέπεσεν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ, καὶ οἰμώ‐ ζουσα, ἐκ τῆς οἰκείας οἰμωγῆς ἔτεκεν τὸν διάβολον· καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλατταν | |
35 | ὑπεστήσατο· καὶ ἵνα δῆθεν ὁ τριακοστὸς ἀναπληρωθῇ | |
ἀριθμὸς, οἱ κηʹ Αἰῶνες συνεισενεγ....... | 991 |