TLG 2102 042 :: DIDYMUS CAECUS :: De trinitate (lib. 2.8–27) [Sp.]

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

De trinitate (lib. 2.8–27) [Sp.]

Cf. et 2102 008–009, 043

Citation: Volume — page — (line)

39

.

600

(24)

ΚΕΦ. Ηʹ.
25Περὶ τῆς προγνώσεως καὶ αὐτεξουσιότητος τοῦ
ἁγίου Πνεύματος.
Μετὰ δὴ τὴν θείαν φύσιν καὶ ἐνέργειαν τοῦ Πνεύ‐ ματος τοῦ Θεοῦ, τρανέστατα κομιδῆ περὶ τῆς αὐτεξ‐ ουσιότητος αὐτοῦ καὶ ἐθελουσίου διανομῆς τὰ λόγια
30διαλέγονται. Αʹ. Ὅτι οὐ διακονικῶς, ἀλλ’ αὐθεντικῶς, πάντα ποιεῖ καὶ παρέχει, καθὼς βούλεται, τὰ χαρίσματα, ὅσαπερ ἂν ἡ ἄφραστος, καὶ ὑπερούσιος, καὶ μόνη
χαρίσαιτο φύσις· καὶ ἐνεργεῖ ὅσα ἐθέλει, καὶ πνεῖ

39

.

601

ὅπου προῄρηται· βούλεται δὲ, ὅπερ ὁ Πατὴρ, καὶ Υἱός· καὶ πνεῖ ὁμοίως ἔνθα θέλει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός· πληροῦν τὴν ἄφθονον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ ἑαυτοῦ μίαν βούλησιν· καὶ μηδὲν, μη‐
5δὲ αὐτῶν τῶν ἀμυδρὰν ἐχόντων ζωὴν, ἔρημον ἀπο‐ λιμπάνον τῆς ἑαυτοῦ προνοίας. Προϊστάμενον γὰρ τῆς ἑαυτοῦ ποιήσεως, ἅτε ὂν αὐτοάγαθον, καὶ ἅτε συνεργὸν τοῦ ἀγαθοῦ Δημιουργοῦ, πάντα ἐφορᾷ, καὶ οὐδὲν παραβλέπει, πανταρκὲς ὑπάρχον, καὶ θεϊκὰ
10δωρήματα διανέμον. Τῷ γὰρ «ἑνὶ ἀγαθῷ,» οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος· ἀλλ’ εὐεργε‐ σίαις μᾶλλον δείκνυσι τὴν ἐξουσίαν. Καὶ διὰ τοῦτο ἓν θέλημα, καὶ μίαν ἐξουσίαν καὶ δύναμιν τῆς Τριάδος εἶναι λέγομεν. Ὧν δὲ θέλησις, καὶ ἐξουσία, καὶ ἐν‐
15έργεια μία. ἄρα μία καὶ ἡ θεότης. Τὸ γὰρ πάντα ἐν‐ εργοῦν κατ’ ἐξουσίαν ἰδίαν, καὶ παρὸν ἐν τοῖς καθ’ ἕκαστον, τῆς ἐπὶ πάντων ἐστὶ μιᾶς καὶ ἀκηράτου φύσεως, οὐκ ἔχον ἔν τινι τὸ ἐλλεῖπον, οὐδὲ ποιοῦν ὃ μὴ θέλει· ἀλλ’ οὐδὲ ποιοῦν ὃ μὴ θυμῆρες τῷ Πατρὶ
20καὶ τῷ Υἱῷ. Καὶ ὃν τρόπον ἀπαράλλακτον πρὸς τὸν Πατέρα μετὰ τῶν ἄλλων ἀποδείξεων δείκνυσι τὸν Υἱὸν, καὶ τὸ, «Ὅσα ἂν ποιῇ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·» οὕτω καὶ τὸ ἅγιον Πνεῦμα, σὺν τοῖς ἄλλοις καὶ τὸ πάντα ἐνεργεῖν καὶ δωρεῖσθαι
25καθὼς βούλεται καὶ πνεῖν ἔνθα προῄρηται. Τοῦτο γὰρ παριστῶν, καὶ τρανῶς θεολογῶν τὸ Πνεῦμα, ἔγραφεν ὁ Ἀπόστολος· «Ἵνα ἴδωμεν τὸ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Γένοιτο δ’ ἂν πάντων τού‐ των καὶ αὖθις μάρτυς πιστὸς γράφων ὁ αὐτὸς Κοριν‐
30θίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Διαιρέσεις δὲ χαρι‐ σμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶ, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ
35Πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ δί‐ δοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λό‐ γος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων,
40ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,
διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Χρὴ δὲ μὴ

39

.

604

παραδραμεῖν, ἓν μὲν, ὅτι διὰ τὴν πρὸς τὸν Πατέρα περὶ πάντα ἰσότητα τοῦ ἁγίου Πνεύματος, πρώτου μέμνηται αὐτοῦ, εἶτα τοῦ Υἱοῦ, καὶ μετέπειτα τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργοῦντος τὰ πάντα ἐν πᾶσιν·
5δεύτερον δὲ, ὅτι ἀνωτέρω εἰπὼν τὸν Θεὸν ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν, ἐπάγει μίαν ἁρμονίαν μαρτυρίας ἐκτιθέμενος περὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐ‐ τοῦ· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·»
10ἵν’ ἐκ τούτου Θεὸν αὐτεξούσιον δηλώσῃ τὸ ἅγιον Πνεῦμα· οὐκ ἀπροσήκῳ πράγματι ἐγχειρήσας, οὐδὲ τὴν τάξιν καινοτομήσας, οὐδὲ διαμαρτὼν τοῦ καλῶς ἔχοντος· ἀλλ’ ἄτρωτον φυλάττων τὴν γνῶσιν τῆς πί‐ στεως, καὶ τῆς θεολογίας τὴν καθαρότητα· καὶ οὐχ
15ὑβρίζων τὴν ἀμέριστον φύσιν καὶ ἀξίαν, ὡς οἱ μὴ συναριθμοῦντες, ἀλλ’ ὑπαριθμοῦντες τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐδὲ γὰρ ἁπλῶς καὶ ἀφ’ ἑαυτοῦ ἀνέστρεφε τῶν ὀνομάτων τὴν ἀκολουθίαν· ἀλλ’ ὁ λαλῶν ἐν αὐτῷ Χριστὸς, τῶν κακοήθων καὶ
20ἀδιαστρόφων καρδιῶν ἀφανίζων τὴν ὑπόληψιν, δια‐ φόρως τὴν ἀλήθειαν τῆς ἰσοδυνάμου, καὶ ὁμοτίμου, καὶ ὁμοουσίου διδάσκει Τριάδος, ἄλλοτε μὲν παρὰ τῷ αὐτῷ Παύλῳ εἰρηκώς· «Ὁ δὲ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν·» ἄλλοτε δὲ παρὰ
25τῷ Εὐαγγελιστῇ λέγων· «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» νῦν δὲ παρὰ Παύλῳ, ὡς προείρηται· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Συνηγορεῖ δὲ
30καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ τῷ κεφαλαίῳ τούτῳ, ἐχούσῃ ὧδε· «Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὑτοῦ θέ‐ λησιν.» Καὶ δεσποτικαὶ δὲ φάσεις παρ’ Ἰωάννῃ
35ἔχουσιν· «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ·» καὶ, «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.» Καὶ ἐμπρεπὲς, φησὶ, πρωτείοις θεότητος, ἀλλὰ μὴ ἐπὶ δευτερείοις ὑμνεῖν αὐτό· ἵν’ ἐπὶ τῇ ζωῇ τὴν ἀσφάλειαν ἔχητε. Τὸ γὰρ εὐεργετοῦν, εὐχαριστεῖσθαι καὶ θεραπεύεσθαι
40φιλεῖ· ὅπερ εὗρον εἰπεῖν ἀδόλως καὶ οἱ ἔξω· «Τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἀποτίννυσθε.» Εἰ γὰρ, φησὶν, ἀμείνων ὁ αὐτεξούσιος ὑπεξουσίου, ἤδη καὶ ὁ ἄνθρωπος αὐτεξούσιος ὢν, κρείττων παρ’ ὑμῖν ἀπο‐ φανθείη τοῦ ἁγίου Πνεύματος. Φεῦ τῶν δεινῶν! Τὰ
45τῆς θεϊκῆς δυνάμεως καὶ φύσεως σύμβολα ὡς ἐπὶ κτιστῆς ἐκδεχόμενοι Μακεδονιανοὶ, περινενοήκασιν ἀπάτας, καὶ ἔγραψαν εἰσάγοντες πρόσωπα ὀρθοδό‐ ξου καὶ Μακεδονιανοῦ· καὶ τοῦ μὲν ὀρθοδόξου νῦν περικόπτοντες τῶν ἀποδείξεων, νῦν οὐδὲ προφέρον‐

39

.

604

(50)

τες ὅσας ἐχρῆν· ἄλλοτε ἀποροῦντα ποιοῦντες αὐτὸν περὶ τὴν ἀντιλογικὴν καὶ ἀποδεικτικὴν ἀπόκρισιν·
ἢ καὶ διαχέοντες καὶ ἀνιέντες δῆθεν πειθανοῖς ῥή‐

39

.

605

μασι τὴν ἀλήθειαν καὶ τὸ ἐμμελές· καὶ ἁπλῶς ἐν οὐδενὶ τὰ λόγια, ἃ μετ’ ἀξιώματος τοῦ πρέποντος ἐχρήσθη, τιθέμενοι· εἰς ὃ δὲ αὐτοῖς δοκεῖ περιάγοντες τὸν λόγον, καὶ ἑαυτοὺς ἀνθοῦντας περὶ τὸν
5οἰκεῖον σκοπὸν, καὶ ἀπνευστὶ τὸν λόγον εἴροντας, καὶ νικητὰς πάντων μετὰ εὐλαβοφανοῦς εἰρωνείας εἰσφέ‐ ροντες· διασύρουσιν, ὥς γε νομίζουσι, τὴν ὀρθοδο‐ ξίαν. Ἔχει δὲ ἡ τοῦ Μακεδονιανοῦ φωνὴ δῆθεν γενο‐ μένη πρὸς ὀρθόδοξον, τόνδε τὸν τρόπον· Ἔλεγες·
10Ἐνεργεῖ Θεός· ἐνεργεῖ καὶ ἅγιον Πνεῦμα· καὶ ἐκ τοῦ ἐνεργεῖν καὶ ἐνεργεῖν, ἐβούλου τὸ ἰσότιμόν τε καὶ ἰσο‐ δύναμον ἁγίῳ Πνεύματι καὶ Θεῷ ὑπάρχειν. Ἐγὼ δὲ ὅτι ἐπὶ ἑτεροειδῶν τε καὶ διαφερόντων τῇ φύσει καὶ τοῖς ὁρισμοῖς, τὸ ἐνεργεῖν ἰατροί τε καὶ πάντες ἄν‐
15θρωποι λαμβάνουσιν, εἴτε ἐπὶ ὑδάτων θερμῶν, εἴτε ἐπὶ τῶν ἐσθιομένων, εἴτε ἐπὶ βοτανῶν, ἐῶ· τοῦτο δὲ μόνον δείκνυμι, ὅτι καὶ ἐπὶ τῆς ἐναντίας δυνάμεως ὁ θεῖος εἴληφε λόγος, εἰρηκότος τοῦ Ἀποστόλου περὶ τοῦ Ἀντιχρίστου· «Οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέρ‐
20γειαν τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύ‐ δους.» Ὅρα οὖν, φησὶ, τοῦ ἐνεργεῖν ὀνόματος ὁμω‐ νύμως ἢ συνωνύμως λαμβανομένου ἐπὶ πολλῶν, εἰς τί κατήγαγες τὸ ἅγιον Πνεῦμα· καὶ οὐκ ἐλογίζου, ὅτι Θεὸς μὲν κόσμον ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκέ
25τε καὶ ἐνήργηκεν· ἅγιον δὲ Πνεῦμα, διαίρεσιν χαρι‐ σμάτων ἐν τοῖς ὑπὸ Θεοῦ κτισθεῖσιν. Γέγραπται γάρ· «Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὐ μὲν δωρούμενον.» Καὶ πῶς, ὦ Μακεδονιανὲ, οὐχὶ ταῦτα παρὰ τὰς ἐννοίας ἐστὶ τὰς θεολογικάς; πῶς δὲ αὐτό‐
30φωρος οὐκ ἔστιν αὐτόθεν ἡ ὑπόκρισις; Πρῶτον μὲν γὰρ ἐπειδὴ πᾶσιν ὁμόλογον, ὅτι τὸ ἐνεργεῖ ῥῆμα ἐπὶ διαφόρων οὐσιῶν τε καὶ πραγμάτων κατηγορεῖται, τίνος εἵνεκα τοῦ κινουμένου περὶ θείας καὶ ἐμφανοῦς ἐνεργείας τοῦ ἁγίου Πνεύματος ὄντος, σὺ εἰς μέσον
35παρήγαγες ἃ παρήγαγες, καὶ ἐκ τούτου ὕβρισας μᾶλλον ἢ ἐπῄνεσας τὸ Πνεῦμα τοῦ Θεοῦ; Ἔπειτα οὐ τῷ ὁμωνύμως, ἢ συνωνύμως, ἐπί τε τοῦ Θείου, ἐπί τε βοτανῶν, καὶ τοῦ Σατανᾶ λαμβά‐ νεσθαι τὴν λέξιν τὴν ἐνεργεῖ· ἀλλὰ τοῖς προσώποις
40καὶ τῇ τῆς ἐνεργείας διαφορᾷ προσέχειν χρή· καὶ τὴν κρίσιν τῶν περὶ τοῦ θεϊκοῦ Πνεύματος λόγων τε καὶ πραγμάτων πρὸς τὸν Θεὸν, τὸν τῇ λέξει τοῦ ἐνεργεῖν ὑμνηθέντα, ὡς πρόκειται, ἀλλὰ μὴ πρὸς τὰ γήϊνα καὶ πρὸς τὸν ῥιφέντα δαίμονα ποιεῖσθαι. Ἐπει‐
45δὴ τὸ μὲν Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Θεῷ πρέποντος σεβάσματος μνημονεύεται ἐν ὅλῃ τῇ περὶ αὐτοῦ εὑ‐ ρισκομένῃ ἐν ἑκάστῳ χωρίῳ συμφράσει· τὰ δὲ κτί‐ σματα καὶ ὁ δαίμων, ἑαυτῶν ἀξίως. Ὅπερ μὴ φυ‐ λάττων σὺ ὁ Μακεδονιανὸς, μηδὲ διαγινώσκων, τοῦ

39

.

605

(50)

μὲν δαίμονος τὸ δυσμενὲς, τοῦ δὲ ἁγίου Πνεύματος

39

.

608

τὸ φίλιον, εἰς ἅπερ ἐκ τοῦ περισσεύματός σου λέγεις καταφέρεις, τό γε ἐπὶ σοὶ, τὴν ἀσύγκριτον δόξαν τοῦ Θεοῦ Πατρὸς, τοῦ ὁμοιολεξίαις ἐπὶ θείων πραγμάτων ἀνευφημηθέντος, καὶ τοῦ Πνεύματος αὐτοῦ· καὶ ἔλα‐
5θες εἰκότως τάξας ἑαυτὸν ἐν τοῖς ὑγιῶς φρονοῦσι. Πρόσεχε δὲ μᾶλλον, ὅτι ἐν τοῖς προκειμένοις, πρὸ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα πρῶ‐ τον θεοπρεπῶς ἐμνημονεύθη· καὶ λογίζου ἐκ τούτου, ὅτι διαφορὰν ἡ ἐν μονάδι σεπτὴ Τριὰς οὐκ ἔχει, καὶ
10ὅτι ἀῤῥήτως συνεργεῖ ἑαυτῇ. Εἶτα σὺ σκόπησον, ὅτι ἑκάστῳ διὰ τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τοῦ ἁγίου Πνεύματος δίδοται τὰ μνημονευθέντα θεϊκὰ χαρίσμα‐ τα ὧν οὐδεμία ἔξωθεν ὑπολείπεται δόσις θεϊκῆς δω‐ ρεᾶς ἰδία, καὶ ὧν ὁ μὴ τυγχάνων, ὡς παρὰ τοῦ Θεοῦ
15διδομένων, ἀθλίων ἐστὶν ἀθλιώτερος· καὶ ὁ μὴ οὕτω γράφων τε καὶ λέγων, ἀνίατος μένει, μήτ’ αὐτὸς ὠφελούμενος, μήτ’ ἄλλους ὠφελῶν, ἀλλὰ καὶ βλάπτων· καὶ ὅτι ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, τοῦτ’ ἔστιν ποιεῖ τε καὶ παρέχει· ὁ δὲ
20εἰς ταῦτα ἐνεργῶν, καὶ εἰς πάντα ἐνεργήσει, καὶ ἀνενδεής ἐστιν· ὁ δὲ ἀνενδεὴς, ἀπαθής· ὁ δὲ ἀπαθὴς, Θεός. Ἦ ἆρα ἐὰν λέγηται περὶ τοῦ Θεοῦ Πατρός· «Κύριος δυνατὸς ἐν πολέμῳ·» καὶ, «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς,» καὶ ὅσα τοιαῦτα· ἐν ἄλλοις οὐ νοη‐
25θήσεται δυνατὸς, καὶ ἐνεργητικὸς, καὶ ἐπιφανής; Σκέψαι δὲ ὁμοίως, ὅτι πᾶσαν μὲν ἀπαμφιέννυσιν αἱρετικὴν πειθανολογίαν, διεγγυῶνται δὲ διαφόρως τὴν θεϊκὴν αὐτοῦ αὐτεξουσιότητα, τὴν ὁμόφρονα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αἱ οὕτω διαλαλοῦσαι λέξεις·
30«Κατὰ τὴν αὐτοῦ θέλησιν·» καὶ, «Διαιρεῖ ἰδίᾳ ἑκά‐ στῳ καθὼς βούλεται·» καὶ ὅτι συνεπιμαρτυρεῖ τού‐ τοις, ὅ τε Θεὸς Πατὴρ σημείοις καὶ τέρασιν, ὅ τε Σωτὴρ λέγων· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» καὶ, «Τὸ Πνεῦμά ἐστιν
35ἡ ἀλήθεια·» ὅ τε Πέτρος, Θεὸν τὸ ἅγιον Πνεῦμα διαῤῥήδην τῷ Ἀνανίᾳ καταγγέλλων τοιῶσδε· «Τί ὅτι συνεφωνήθη ὑμῖν ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ.» Κἀκεῖνο δὲ εἰδὼς ἔσο, ὅτι οὐκ ἔλαθες πανούργως παραλείψας ἐν
40τῷ ματαίῳ καὶ καταβλαβεῖ πονηματίῳ σου, μᾶλλον δὲ βλασφημητηρίῳ σου, τὸ προηγούμενον τοῦ θείου γραφίου. Περιέχει γὰρ ὧδε· «Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα·» καὶ οὕτως ἐπιφέρει, ὃ μόνον σὺ ἐνδια‐ στρόφως ἐπήγαγες· «Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς
45βούλεται·» ἀντὶ τοῦ, δωρούμενον, καὶ διανέμον, καὶ ἐκκαλύπτον αὐθεντικῶς τὰ οὐράνια ἀγαθά. Οὐκ ὀρ‐ θῆς δὲ γνώμης καὶ πίστεως, μετὰ τοῦ παρερμηνεύειν ἔτι καὶ ἀκρωτηριάζειν τὰ λόγια. Τὸ γὰρ πε‐ ριέχειν, «Ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,» ἀποκλείει σοι

39

.

608

(50)

τοῦ τε χωρίζειν αὐτὸ τῆς πρὸς τὸν ἕνα, καὶ ἀνώτα‐ τον, καὶ πάντα πηδαλιουχοῦντα ταυτότητος (διαφέρει γὰρ οὗτος ὁ ἀθεωρητότατος καὶ ἀπεριληπτότατος τῇ θεότητι οὔτι γε σμικρὸν, πλὴν μόνῳ τῷ τῆς πατρό‐ τητος λόγῳ· ὅτι ἐξεπορεύθη φύσει ἐξ αὐτοῦ, καὶ οὐ
55δημιουργικῇ ἐνεργείᾳ), τοῦ τε λέγειν· Εἰ Πνεῦμα Θεοῦ,
καὶ Πνεῦμα Χριστοῦ γέγραπται, δύο νοηθήσεται

39

.

609

Πνεύματα. Προείρηται δὲ οὐ πολλῷ ἀνωτέρω, δι’ ἢν αἰτίαν οὕτω κεχρησμῴδηται. Μὴ ἀγνόει δὲ καὶ τὸ ὅτι τὰ ἐκκείμενα λόγια, οὐκ ἄλλο σημαίνει πρόσωπον εἶναι τὸ χαριζόμενον, καὶ ἄλλο τὸ διανέμον ὡς ἐπὶ τῶν
5ὅλα μήτε εἰδέναι δυναμένων, μήτε ἀπόνως πραττόντων ἀνθρώπων, καὶ διὰ τοῦτο διδόντων μὲν ἀποκρίτως τού‐ των, ἑτέρων δὲ κατὰ δοκιμασίαν ἀκριβῆ διανεμόντων, μήπως. ἢ οἱ χορηγοῦντες οὐκ ἐπαρκέσωσιν, ἢ οἱ διακονούμενοι αὐτοὶ οὐ κερδάνωσιν. Ὁ γὰρ ἀναίτιος,
10καὶ ἀπαθὴς, καὶ ἀεικίνητος, πανταρκής τε καὶ ἄφθο‐ νος Θεὸς, ὁ μὴ πρὸς ὃ ἄξιοι λαβεῖν ἡμεῖς (οὐδὲ γὰρ οὐδὲ ἄξιοι ἐξ ἔργων ἀγαθοῦ οὐδενὸς), ἀλλὰ πρὸς ὃ αὐτῷ δοῦναι πρέπον ἐστὶ παρέχων· πάντα εἰδὼς, καὶ
πάντα δυνάμενος, ὡς καὶ παρ’ Ἕλλησιν εἴρηται·

39

.

612

(5)

Οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,
[Οἷον ἐγὼ νοέω·
ἐπινεύσει μόνῃ, καὶ οὐ χειρουργίᾳ, ἢ κακοπαθείᾳ, ἑκάστοις τὰς ἀγαθὰς καὶ ἀφθόνους δόσεις δαψιλῶς ἀεὶ χορηγεῖ· καὶ οὐ νῦν μὲν, νῦν δ’ οὔ· οὐδὲ ποτὲ
10μὲν μᾶλλον, ἄλλοτε δὲ ἧττον· ἀλλὰ διηνεκῶς κατὰ ταυτὰ καὶ ὡς αὔτως ἐν ἁπάσῃ συμπνοίᾳ (πῶς γὰρ οὔ;) τοῦ τε ἰδίου Υἱοῦ Λόγου καὶ τοῦ ἑνὸς ἁγίου αὐ‐ τοῦ Πνεύματος. Οὐδὲ γὰρ τῶν ὄντων οὐδεὶς αὐτῷ ἀπόβλητός ἐστιν· ὅπου γε ἀνατέλλει τὸν ἥλιον
15ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς ὁμοίως, καὶ τοῖς εἰς τὴν ἑνδεκάτην ὥραν ἐργασαμένοις, τὸν αὐτὸν μισθὸν, ὃν τοῖς ἀπὸ ὄρθρου σκάπτουσι καὶ ἀμπελουργοῦσι συνεφώνησε, χορηγεῖ· οὐδὲ ἐπίφοβος αὐτῷ ἐστιν, ἵνα διὰ τῆς ἐνδείας, ἢ τοῦ μὴ πλουσίως δοῦναι πολε‐
20μήσει αὐτῷ· οὐδὲ ἄλλος τις κατὰ δεσποτείαν διαφέρων
εὑρίσκεται, ἵνα βασκάνῃ τούτῳ τὸ ἐξισωθῆναι τοῖς

39

.

613

αὐτῷ προσήκουσιν (ὃ μηδ’ εἰπεῖν εὐαγὲς, εἰ μὴ ὑποθέσεων καὶ ὑποστάσεων μοχθηρῶν)· οὐδὲ ἀνῆκεν ᾧ ὀργισθήσεται· «Φείδῃ» γὰρ, φησὶ, «πάντων, ὅτι πάντα σά ἐστι, Δέσποτα φιλόψυχε· καὶ τὸ ἄφθαρτόν
5σου Πνεῦμα ἐστὶν ἐν πᾶσιν.» Τούτων δὲ μὴ ὄντων, τί σοι ὑπολείπεται σοφίζεσθαι; Ὡς πάλιν ὅταν λέ‐ γηται ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα, παρέχειν θεϊκὰ δωρήματα, εὔδηλον, ὡς εὐδοκία πατρική· πῶς γὰρ οὐχ οὕτως; Τοιγαροῦν ἀκρόασαι Παῦλον Ῥωμαίους
10διδάξαντος· «Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέν‐ τος ἡμῖν·» καὶ, «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν·» καὶ πάλιν· «Ὁ οὖν ἐπιχο‐ ρηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν
15ὑμῖν·» καὶ Κορινθίοις τὸ πρῶτον· «Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὶ ὑπὸ νόμον·» καὶ Γαλάταις· «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰ‐ ρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι
20νόμος.» Διὸ κἀνταῦθα προεῖπε· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα·» τοῦτ’ ἔστι (κατὰ ἔλλειψιν λόγου καὶ συγκοπὴν), τὸ χαριζόμενον Πνεῦμα· καὶ οὕτως ἐπήγαγεν· «Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·»
25ὥστε ἀποδεῖξαι, ὅτι αὐτὸ, καὶ χαρίζεται, καὶ διαιρεῖ, ὁμοφρόνως δῆλον ὅτι τῷ ἑνὶ, οὗ Πνεῦμά ἐστι, καὶ εἰς ὃν πάντα ἀνάγεται, ὡς Ῥωμαίοις ἐγράφη· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐ‐ τὸν τὰ πάντα.» Πρόσεχε δὲ καὶ τοῖς ἄλλοις πᾶσιν,
30ἃ προσείρηκε τὰ λόγια περὶ αὐτοῦ. Εἰ δ’ ἂν γὰρ πᾶσι προσεῖχες, καὶ εἰ ἐπίστευες αὐτῷ τῷ Θεῷ Πατρὶ, καὶ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, ἔτι δὲ καὶ τοῖς τοσούτοις ἁγίοις, ὧν οἱ ὀφθαλμοὶ τῆς διανοίας οὕτως ἐγρηγό‐ ρουν, ὡς οἱ Χερουβικοὶ, οὓς ἡμεῖς, ὅσῳ πλέον αἰσχυ‐
35νόμεθα καὶ τιμῶμεν, τοσούτῳ μᾶλλον τὴν ἔργω γε‐ νομένην τε παρ’ αὐτῶν συμβολὴν καὶ διδαχὴν καὶ τὴν ἐπιδεχθεῖσαν πίστιν ὀρθῶς δεχόμεθα· εἰ δ’ ἂν δὲ καὶ μὴ τὴν ἀρχὴν ἠκολούθησας ἐν μέρει τοῖς Ἀρείου ὑπασπισταῖς, οὓς μηδὲ λέγειν ἡμᾶς εἴη, μηδὲ μαν‐
40θάνειν, ἐρυθριῶν αὐτοὺς, ὡς περιτεθεικότας σοι ὄνο‐ μα ἐπισκόπου, διακόνῳ πρὸ τούτου τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς Ἐκκλησίας τυγχάνοντι· οὐκ ἂν μὲν τὴν παρεξέτασιν τῶν περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένων πρὸς τὰ περὶ τῶν κτισμάτων λεχθέντα
45ἐποιήσω, καὶ τὴν ὑπόνοιαν τοῖς συνασεβοῦσί σοι πλείονα ἔδωκας, οὐδὲ ἐχρήσω ἂν λοιδορίᾳ, ἵνα μὴ εἴπω βλασφημίᾳ, νικώσῃ τὸ μέτριον· εἰδέναι δὲ
εἶχες ἂν, ὅτι συμπαρῆν καὶ συνήργει ἀῤῥήτως πάν‐

39

.

616

των δημιουργουμένων, ἅτε Πνεῦμα τοῦ Θεοῦ ἐν‐ υπόστατον· εὐδόκησε δὲ ἅπαξ ὁ Θεὸς καὶ Πατὴρ, καθὰ ἀνωτέρω εἴρηται, διὰ τοῦ Υἱοὺ Λόγου πάντα ἐκ μὴ ὄντων παροισθῆναι, συνεπινοουμένου (πῶς
5γὰρ οὔ;) αὐτοῦ τε τοῦ Πατρὸς καὶ τοῦ ἁγιαστικοῦ Πνεύματος αὐτοῦ εἰς τὸ δημιουργῆσαι· ἐπὶ ἀνθρώ‐ πων δὲ, ἢ καὶ ἀγγέλων, χρεία πολλῶν προσώπων καὶ χειρῶν εἰς τὸ τελείως καὶ περιγεγονότως ὁτιοῦν πρᾶ‐ ξαι. Διεγγυᾶται δὲ ταῦτα ὁ θεσπίσας συμ‐
10μνημονεύεσθαι αὐτὸ ἐν τῇ τοῦ βαπτίσματος ἀναγεν‐ νήσει ἡμῶν· ὡς συμπαρὸν γὰρ, καὶ συμπρᾶττον, καὶ τῆς ἀῤῥήτου φύσεως οὐχ ὑποβιβαζόμενον μνη‐ μονεύεται καὶ αὐτό. Οὕτως μὲν οὖν ταῦτα, καὶ οὐκ ἄλλως, καὶ πλείω παρήσω λέγειν ὅμως. Ἀλλὰ καὶ
15διὰ τοῦ Πνεύματος διανέμει ὁ Θεὸς, ὡς διὰ τοῦ Λό‐ γου αὐτοῦ κτίζει. Τοῦτο οὐκ ἐκβάλλει αὐτὸ τῆς θεό‐ τητος, ὡς οὐδὲ τὸν Υἱόν· μενοῦν γε καὶ ἀποφαίνει καὶ διὰ τούτων αὐτὸ Θεόν. Ἐπειδὴ τοῖς διὰ τοῦ Υἱοῦ κτισθεῖσι, διὰ τοῦ ἁγίου Πνεύματος τὰ πρὸς σωτη‐
20ρίαν καὶ πανταχοῦ λαλούμενα παρέχεται ἀγαθά. Θά‐ τερον γὰρ θατέρου ἤρτηται, καὶ τῷ δημιουργηθέντι συμφορώτερον τοῦ δημιουργηθῆναι τὸ προνοεῖσθαι, καὶ τοῦ ῥέοντος πλήθους τῶν ἐξ οὐρανοῦ θείων κατ‐ αξιοῦσθαι δώρων· καὶ προτετίμηται πανταχοῦ τὸ μὴ
25γενέσθαι, τοῦ γενόμενον ἀτευξίαν ἔχειν τῶν ἄνωθεν ἀδαπανήτων ἀγαθῶν· ἃ καὶ διδόμενα οὐχ ὁρᾶται, ὡς καὶ ὁ διδοὺς καὶ δι’ αἰώνων ἐπαρκεῖ, καὶ ἀγνοεῖταί πως. Οὐ γὰρ ἴδεν αὐτὰ ὄμμα, οὔτε ἤκουσεν οὖς, ἢ εἰς ἐνθύμησιν ἦλθέ πω· καὶ πρόκειται τῇ γνώσει
30ἡμῶν πᾶν περὶ αὐτῶν ὕψος συλλογιζομένων, πᾶν τε κάλλος συλλεγόντων, ὅπως ποτ’ οὖν πελάζῃ τῷ πρέ‐ ποντι ἡ πίστις· ἔνθα γὰρ αὐτὸ τἀληθὲς, ἢ τἀκριβὲς, τέως οὐχ ἁλώσιμον, ἐς τὸ δυνατὸν δεῖ βλέπειν. Ἀπλα‐ νὴς οὖν ἔλεξε φωνὴ περὶ τοῦ γενομένου ἀμετόχου
35τούτων· «Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη.» Αὐτὸς οὖν σεαυτὸν δι’ αἰτίας ἤγαγες ἤδη, καὶ εἰς ἑαυτὸν περιέτρεψας, ἣν εἴλω καθ’ ἡμῶν κατηγορίαν· καὶ ἁπλῶς τῶν ἀέρα τυπτόντων οὐδὲν διαφέρειν ἔδοξας, προαχθεὶς εἰς τὸ ἀπορίας τι‐
40νὰς, τὸ δὴ λεγόμενον, καττύσαι, καὶ με‐ ταξὺ θείων πραγμάτων καὶ διηγημάτων εἰς μέσον ἀσόφως φέρειν, τῆς χρείας οὐκ ἀπαιτούσης, ἄλλα τέ τινα ὑλικὰ, καὶ μέντοι τὸν ἀντικείμενον, καὶ ἀπο‐ βεβλημένον, καὶ οἷάπερ ἔλεξας ὑποβάλλοντα. Πολύ
45τε ἀπέχεις τῶν ἐπιεικές τι καὶ χρηστὸν πεποιηκό‐ των, καὶ οὐδείς σε Χριστιανῶν τῶν τὰς Γραφὰς ὀρθῶς καὶ ἀπροσπαθῶς ἐκμελετησάντων, καὶ οἷς εὐθὺς τὸ διαπρέπειν ἐπὶ τῇ δοθείσῃ παρὰ τοῦ θείου Πνεύματος χάριτι ὑπῆρξεν, ἀποδέξαιτο ἂν εἰς τὰ

39

.

616

(50)

ψυχοβλαβῶς σοι ἐκπονηθέντα. Κατὰ γὰρ τὴν σὴν ἐγχείρησιν, ἐκβληθήσεται τάχα πᾶσα Γραφὴ, θεολο‐
γίας ἔνδειξιν ἔχουσα. Καὶ φέρε, εἰ μὴ ταῦτα ἀληθῆ,

39

.

617

οὑτωσὶ πράως καὶ μετρίως σκοπήσωμεν. Ἐγώ τε γὰρ ἀναφανῶ ἀκριβῶς, καὶ οὐχ ἁπλῶς ἐξ ἀμφιδόξων ἀποδείξεων, ἀλλ’ ὁμολογουμένων, διδάξω τε ῥᾳδίως, καὶ ὑμεῖς μαθήσεσθε Παῦλος, ὁ τὸν δὴ λεγόμενον
5πυρὸς θερμότερον τὸν περὶ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακάριστον ζῆλον ἔχων, γράφει Χριστὸν διάκονον γεγενῆσθαι. Καὶ αὐ‐ τὸς περὶ ἑαυτοῦ ὁ εὐεργέτης οὗτος ἐπιφανῶς ἔφη· «Ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω·» καὶ,
10«Οὐδὲν ἀπ’ ἐμαυτοῦ ποιῶ.» Καὶ ἑτέρωθι εἴρηται· «Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλή‐ θεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Καὶ ὅμως πι‐ στῶς καὶ θεοπρεπῶς ταῦθ’ οὕτως γεγράφθαι, διὰ τὸ ἓν θέλημα τῆς ἁγίας Τριάδος, καὶ διὰ τὸ εἰς τὸν
15Πατέρα πάντα ἀνάγεσθαι, νοοῦμεν. Ὡς τοίνυν οὐδε‐ μία ἐπινοεῖται παραλλαγὴ θεότητος ἐπὶ τοῦ Υἱοῦ (οὔτε γὰρ διακονεῖ, ὡς ἀλλοῖος τῇ φύσει ἀλλοίῳ· οὔθ’ ὑφέσει δυνάμεως, ἀλλ’ ὡς Υἱὸς Λόγος γνησίῳ Πατρί· οὔτ’ ἐντολὴν λαμβάνει, ὡς ἀγνοῶν τὸ δέον καὶ τὸ
20πατρικὸν βούλημα, ἀλλ’ ὡς προείρηται), οὕτω καὶ τὸ θεϊκὸν Πνεῦμα. Καὶ ᾧ τρόπῳ τὰ τοῦ Θεοῦ Λόγου ἀναφέρεται εἰς τὸν Θεὸν Πατέρα, τούτῳ, καὶ οὐκ ἄλλῳ, τὰ τοῦ ἁγίου Πνεύματος. Ὥστε οἷς ἂν ἐπῆραν τὸ φρόνημα αὐτῶν αἱρετικοὶ, τούτοις ἂν
25καθ’ ἑαυτῶν τὴν ἐπ’ ἀλαζονείᾳ καὶ κακοδοξίᾳ διαβο‐ λὴν ἐκίνησαν. Οὐκ ἔστη αὐτοῖς ἄχρι τούτων τὰ τῆς ἀσεβοῦς καὶ ἀπροσήκου διαβολῆς. Θολοῦν γὰρ πειρώ‐ μενοι τὴν περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος ἄχραντον δόξαν, ὡς οὐδενὸς αὐτοῖς ἀγαθοῦ ὑπάρ‐
30χοντος παρ’ αὐτοῦ, ἅμα δὲ καὶ ἡμᾶς εἰς ἔγκλημα βαλεῖν, αὐτοὶ οὗτοι οἱ χρησάμενοι διδασκάλοις ἀν‐ θρώπων τισὶν, οὐκ ὀκνοῦσι νεαλογεῖν καὶ τόδε αὐτο‐ λεξεὶ, ὅτι λαμβάνοντες ἡμεῖς εἰς θεϊκὴν ἀξίαν τὸ διαγορεῦον γραφίον, «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ,»
35εἰς ἀνθρωπείαν φύσιν κατάγομεν αὐτό· ἐπειδὴ μεθ’ ἕτερα ἔχει· «Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.» Αὐτοὶ δὲ, φησὶν, οὔτε εἰς θεϊκὴν ἀξίαν ἀνάγουσι τὸ Πνεῦμα, οὔτε εἰς τὴν τῶν λοιπῶν φύσιν καθέλκουσιν· τὴν γὰρ μέσην τάξιν ἐπέχει,
40μήτε Θεὸς ὢν, μήτε ἕν τι τῶν λοιπῶν. Καὶ τίς αὐτοὺς τῷ ὄντι τῆς τοσαύτης τόλμης οὐ γράψεται; Δεῦρο οὖν προσέχετε τὸν νοῦν· δι’ ὀλίγων γὰρ φράσω. Μάλιστα μὲν οὐκ εἶπεν· Οὕτως ἐστὶν ὁ ἄνθρωπος, ὁ ἁπλῶς ἄνθρωπος· ἀλλ’, «Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος
45ἐκ τοῦ Πνεύματος·» ἀντὶ τοῦ, ὁ καταξιωθεὶς ἀναγεν‐
νηθῆναι ἐν τῇ θείᾳ κολυμβήθρᾳ, καὶ γενέσθαι (ὡς

39

.

620

καθολικοῖς ἐκπέφανται χαράγμασιν) θείας κοινωνὸς φύσεως Καὶ παραπλήσιά ἐστι ταῦτα τῷ, «Ποιήσω‐ μεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν·» καὶ τῷ, «Ἵνα γένησθε κατ’ εἰκόνα τοῦ κτίσαντος
5ἡμᾶς.» Καὶ ὡς οὐ καθέλκεται ὁ ὕψιστος Πατὴρ, καὶ ὁ Υἱὸς αὐτοῦ, ἐκ τῶνδε τῶν ἁγίων καὶ ὑπὲρ ἡμᾶς φω‐ νῶν εἰς ἀνθρωπείαν φύσιν· οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα, ἐκ τῶν προλεχθεντῶν ῥητῶν, καὶ τῶν περὶ ἡμᾶς αὐτοῦ φιλανθρωπευμάτων Ἔπειτα δοκεῖ αὐ‐
10τοῖς, τό γε ἔτι χεῖρον, μήτε Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, μήτε ἕν τι τῶν λοιπῶν. Ὑπολείπεται τὸ ἀνύπαρκτον αὐτὸ νοεῖν. Καὶ ἄλλως· Εἰ μὴ ἔστιν, ὡς φάσκουσι, Θεὸς, τῷ κοινῷ λόγῳ τῶν κτισμάτων ὑπ‐ άγεται Οὐδὲν δὲ τοιοῦτον τεκμήριον ἐν Γραφαῖς εὑρί‐
15σκεται, οὐδὲ μέσης φύσεως εἶναι κεχρησμῴδηται· πᾶν δὲ τοὐναντίον, ὅτι Πνεῦμα τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα θεῖον. Λείπεται τὸ Θεὸν εἶναι, ἀπό τε τῶν Πέτρου καὶ Παύλου φω‐ νῶν, ἀπό τε πάσης ἐννοίας τῶν Γραφῶν καὶ τῆς
20«ἐκπορεύεται» λέξεως. Ἀόριστος γὰρ οὖσα, τὸ ἀΐ‐ διον καὶ ἀχώριστον τῆς φύσεως αὐτοῦ τῆς πρὸς ἐκεῖ‐ νον, ἐξ οὗ ἀῤῥήτως προέρχεται, θειότατα ἐνδείκνυ‐ ται. Καὶ μὲν δὴ καὶ τοῦτο· Εἰ μηδὲν τῶν ἄλλων ὑπάρ‐ χει, ὥσπερ οὖν τοῦτο αὐτῶν ἀληθὲς, Θεός ἐστιν. Πρὸς
25τούτοις· Εἰ οὐδὲν κτιστὸν ἐν μιᾷ ὑποστάσει εὑρίσκε‐ ται, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη βιβλίῳ, τὸ δὲ ἅγιον Πνεῦμα ἓν καὶ μόνον τῆς ἑνάδος, ἤτοι μονάδος, οὐ‐ σίας ἐστίν· ὡς ἂν τοίνυν φενακίζοντες ἐξ αὐτῶν, ὧν ἔγραψαν, νοηθεῖεν, κἂν δοκοῦσιν εἶναι δεινοὶ εἰπεῖν, ὃ
30βούλοιντο, καὶ μηδὲ ἓν αὐτοῖς τῆς καθ’ ἡμῶν ὀφρύος ἐκπορισθείη· καυχήματα γὰρ ἀνθρώπινα ταχὺ ἐξ‐ ελέγχεται. Σοφὸς περὶ ἑκάστου αὐτῶν ὧδε διείληφεν ἀνήρ· «Μὴ πολλὰ σοφίζου, ἵνα μὴ ἐκπλαγῇς.» Καὶ ὁ Στέφανος δὲ ἐν ταῖς Πράξεσιν ὡδί πως ὀνειδίζει αὐ‐
35τοῖς· «Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντι‐ πίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» Πατέρας δὲ αὐτῶν ἔφη Ἄρειον, Μακεδόνιον, τὴν ὀλέ‐
θριον δυάδα. Ἔρχομαι οὖν ἐφ’ ἕτερον κεφάλαιον.

39

.

621

(7)

Βʹ· Ὅτι ἔθετο τοὺς προφήτας καὶ ἀποστόλους ποιμαίνειν τὴν λογικὴν ποίμνην, καὶ ἐπιμελεῖ‐ σθαι αὐτῆς· καὶ αὐθεντικῶς ἀπέστειλεν, καὶ
10ἐποίησεν, ὡς ἠβουλήθη, φθέγξασθαι αὐτοὺς καθ’ ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἅτε Πνεῦμα τοῦ Θεοῦ, δι’ ἐκπορεύσεως, οὐ διὰ ποιήσεως ὑπάρ‐ χον, καὶ ἅτε Πνεῦμα ἄνοθον σοφίας καὶ συν‐ έσεως, συνδεσπόζον τῷ πάντων ἡγουμένῳ Πατρὶ,
15καὶ Υἱῷ Κτίσματος δὲ φύσις, οὐ ταύτης τῆς τάξεως. Εἶναι δὲ ἀληθῆ ταῦτα, πείθουσιν Μωϋσέως τε βίβλοι, λέγουσαι «Τίς δώσει πάντα τὸν λαὸν προ‐ φήτας, ἐν τῷ δοῦναι Κύριον τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;» αἵ τε ἀποστολικαὶ Πράξεις, τοιαῦτα ἅττα
20διαλεγόμεναι· «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέν τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦ‐ μα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς·» καὶ πάλιν ἀπὸ
25τοῦ θεσπεσίου Παύλου· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφή‐ του.» Αὖθίς τε αὖ. μεταπεμψάμενος ἐν Μιλήτῳ τοὺς Ἐφέσου πρεσβυτέρους, φησίν· «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον
30ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.» καὶ πάλιν· «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλα‐ τικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ κατὰ τὴν
35Μυσίαν, ἐπείραζον εἰς τὴν Βηθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Ὡς πάντα προγιγνώσκων, καὶ αὐτεξούσιος Θεὸς, ὄπου μὲν λαλῆσαι, ὅπου δὲ πορευθῆναι αὐτοὺς οὐκ ἀφῆκεν, διὰ τὸ συμφέρον· ἴσον ποιῶν τῷ Υἱῷ, εἰπόντι· «Μὴ
40βαστάζετε πήραν, ἢ ῥάβδον, ἢ ὑποδήματα·» καὶ αὖ‐ θις οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροί φασιν· «Ἔδοξεν
γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπι‐

39

.

624

θέσθαι ὑμῖν βάρος, πλὴν τούτων, ὧν ἐπάναγκες ἀπ‐ έχεσθαι ὑμᾶς ἀπὸ εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνι‐ κτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε.» Τὸ δόξαν τῷ ὑπεξουσίῳ, καὶ μὴ κυρίῳ, οὐ‐
5δεὶς προσίεται· πᾶν δὲ ὅ τι ἂν δόξῃ βασιλεῖ καὶ τοῖς ὑπ’ αὐτοῦ προχειρισθεῖσιν, τοῦτο νόμος. τοῖς μὲν ὑπηκόοις ἔπαινον, τοῖς δ’ ἀπειθοῦσι κίνδυνον φέρων. «Ἡ» γὰρ «παρακοὴ,» φησὶν, «θάνατον κατεργά‐ ζεται· ἡ δὲ ὑπακοὴ, ζωὴν αἰώνιον·»
11Κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ. Καθὰ τοίνυν εἴωθεν βασιλεὺς μὲν τὰς ἑαυτοῦ νομο‐ θεσίας τοῖς ἔγγιστα μεγάλοις ἄρχουσι καταπέμπειν, οἷς τὰς ἡνίας τῶν ἀρχομένων δέδωκεν· ἐκείνους δὲ,
15πάντων εἰς γνῶσιν φέρειν τυποῦντας, ὑποκύπτειν τοῖς παρὰ βασιλέως θεσπισθεῖσιν, καὶ ἀπειλοῦντας τοῖς παραβαίνουσιν κίνδυνον· οὕτω καὶ οἱ ἀπόστολοι, οὓς ἔθετο πρώτους ὁ Θεὸς, τὸ αὐτεξούσιον τοῦ Πνεύ‐ ματος, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον εἰδότες,
20ἐπέστελλον· Ἔδοξεν, φησὶν, τάδε καὶ τάδε τῷ ἁγίῳ Πνεύματι ὡς βασιλεῖ, καὶ ἐξουσιαστῇ, καὶ κηδεμόνι τοῦ γένους· καὶ ἡμῖν δὲ, ὡς προεστηκέναι ἀφορι‐ σθεῖσιν τῆς πίστεως καὶ τῶν Ἐκκλησιῶν. «Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε·» παρατρώσαντες
25δὲ, φησὶν, τὸ ἐναντίον πείσεσθε. Ἐμέμνηντο γὰρ τοῦ Σωτῆρος αὐτοῖς εἰρηκότος ἐν τῷ κατὰ Μάρκον Εὐαγ‐ γελίῳ· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ ὥστε μήτινα ὑπολαβεῖν μικρὸν εἶναι, ὃ μέτιμεν νῦν κεφάλαιον, πι‐
30στεύειν δὲ τὴν αὐτὴν εἶναι τῇ ἁγίᾳ Τριάδι θέλησιν, πρόσταξίν τε, ἐνέργειάν τε, οἷς ἕπεται τὸ καὶ τὴν αὐτὴν εἶναι αὐτῇ θεότητα· Παῦλος ὁ πρῶτον γενόμε‐ νος νομομαθὴς καὶ διώκτης, καὶ ὕστερον αὐτῆς τῆς ἀφθέγκτου οἰκονομίας ἀναδειχθεὶς μυσταγωγὸς, συν‐
35ᾴδοντα περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαγορεύει,

39

.

625

γράψας Κορινθίοις μὲν τὸ πρῶτον· «Ἀλλ’ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ ἀλλα‐ χοῦ· «Λέγω δὲ οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ
5ἀνδρὸς μὴ χωρισθῆναι·» Γαλάταις δέ· «Ὅτε εὐδόκη‐ σεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζω‐ μαι αὐτὸν ἐν τοῖς ἔθνεσιν·» καὶ ἑτέρωθι· «Καθὼς καὶ δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐ‐
10αγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέ‐ σκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν» Οὐδὲν δὲ ἧττον καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς εἰπεῖν ἠξίωσεν· «Ἐγὼ ὑμᾶς ἐξελεξάμην.» Γʹ Ὅτι νομοθετεῖ καὶ προστάττει ἀποφαντικῶς
15ἑκάστοις τῶν ἔργων τὸ πρόσφορον, ὡς βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, καὶ εἰρήνην ἄπειρον τῷ σύμπαντι οὐρανῷ τε καὶ κό‐ σμῳ βραβεύων, καὶ τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ ἁρμοσάμενος. Μόνης δὲ τῆς τῶν ὅλων
20βασιλίδος φύσεως, τὸ θεσμοθετεῖν καὶ κρίνειν· ποιήματος δὲ, τὸ ὑπὸ νόμον καὶ κρίσιν τελεῖν. Δι‐ ωρίσατο γὰρ Παῦλος μὲν τὸ σκεῦος τῆς ἐκλογῆς, ὡς ἔφαμεν ἤδη, γράψας· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν
25με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·» αἱ δὲ ἀποστολικαὶ Πράξεις, ἔχουσαι ὧδε· «Τοῦ Πέ‐ τρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε. Ἀλλὰ ἀναστὰς κατάβηθι. καὶ πορεύου σὺν αὐτοῖς,
30μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς·» καὶ πάλιν· «Εἶπεν τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσ‐ ελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ·» καὶ αὖθις ἀπὸ Ἀγάβου προφήτου· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δή‐
35σουσιν·» καὶ Παῦλος· «Ἰδοὺ νῦν ἐγὼ δεδεμένος τῷ
Πνεύματι πορεύομαι·» ὅπερ παραπλήσιον τυγχάνει

39

.

628

τοῦ, «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» καὶ πάλιν· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσ‐ κέκλημαι αὐτούς·» ὅμοιον τῷ, «Ὁ δὲ Κύριος εἶ‐
5πεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν.» Καὶ πάλιν τῷ Πέτρῳ εἶπεν τὸ Πνεῦμα· «Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνη‐ λίου.» Καὶ δὴ ἐν Ἐπιστολαῖς Παῦλος Τιμοθέῳ γρά‐ φει· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὅρα οὖν, μὴ
10μόνον ὅτι διὰ τοῦ τοιούτου ῥήματος ὁ Παῦλος νομο‐ θέτην αὖθις ἀπέφηνεν τὸ Πνεῦμα (τῇ γὰρ λέξει τοῦ «ῥητῶς» καὶ οἱ κοσμικῶς θεσμοθετήσαντες ἐχρήσαν‐ το), ἀλλ’ ὅτι καὶ ἄλλαι μαρτυρίαι τὸ ἴσον τῆς πρὸς τὸν Πατέρα φύσεως, καὶ αὐθεντίας τοῦ ἁγίου Πνεύ‐
15ματος δεικνύουσιν. Ὁμοιοτρόπως γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν πολλοῖς γέγραπται· «Τάδε λέγει Κύ‐ ριος παντοκράτωρ.» Αἱρετικοὶ δὲ, οἷς τἀληθῆ πάντα ἀντιλεγόμενα ὑπάρχει, οὐδὲν ἄξιον τῆς θείας ἐνερ‐ γείας ἐννοοῦντες, περὶ φαντασίας δὲ διακένους διατρί‐
20βοντες, καὶ ὧν ἂν ἀπρὶξ ἐπιλάβωνται, ταῦτα, ὥς τι‐ νες ἀντίτυποι, ὡς βέβαια προφέροντες ἀντιτιθέασιν. Εἶπεν, φησὶν, καὶ περὶ ἀγγέλου Ζαχαρίας, ὅτε τὴν ὀπτασίαν τὴν περὶ τῆς λυχνίας τεθέαται· «Ὁ ἄγ‐ γελος ὁ λαλῶν ἐν ἐμοί.» Δύνασθαι οὖν δῆθεν
25ἄγγελον νοεῖσθαι τὸ ἅγιον Πνεῦμα. Ἀλλ’ αὐτόθεν τὸ γλίσχρον αὐτῶν ἀποικονομεῖται. Ὁ γὰρ ἄγγελος οὐκ ἀφ’ ἑαυτοῦ, οὔτε ἴδια ῥήματα, ἅπερ δὲ προσετάτ‐ τετο παρὰ τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ, δια‐ κονῶν ἔλεγεν. Περιέχει δὲ οὕτως· «Καὶ ἐπηρώτησα,
30καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέ‐ γων· Τί ἐστι ταῦτα; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λα‐ λῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρός με· Οὗτος ὁ λόγος Κυ‐ ρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου, λέγει Κύριος
35παντοκράτωρ.» Ἔπειτα ἄγγελος ἐκλήθη ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, ἐν τῇ δρυῒ τῇ Μαμβρὴ, ὅτε ἡ ἔνδοξος Τριὰς ὤφθη τῷ Ἀβραὰμ, διὰ τὸ ἀγγεῖλαι τὰ ἄγνω‐
στα. Πρὸς οἷς, ἐκ τῆς ἀγγελικῆς πληθύος οὐδεὶς αὐ‐

39

.

629

θεντικῶς ἐξ οἰκείας κινήσεως ἁγίους ἀπέστειλεν, οὐδὲ ἀγορεῦσαι λόγια, ἢ νόμον διατάξασθαι, ἢ ὅλως ἅπερ ἐβούλετο αὐτὸς, λέξαι ἐποίησεν. Ἀλλ’ οὐδὲ ἴσα‐ σιν ἄγγελοι τῆς ἀῤῥήτου καὶ εὐμενοῦς Τριάδος τὰ
5ὁμόφρονα βουλεύματα, οὐδὲ καταλαμβάνουσι τῆς θείας αὐτῆς ἀρωγῆς τὴν δύναμιν· τῷ δὲ αὐτῆς γαλη‐ νῷ νεύματι ὑπηρετοῦνται, καὶ μειλίσσονται αὐτὴν λιταῖς, ἀσιγήτοις στόμασι, καὶ φωνῇ ἀκαταλήκτῳ.
11 Δʹ. Ὅτι μετὰ τοῦ Θεοῦ Πατρὸς τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἀποστέλλει καὶ ὁδηγεῖ αὐτεξουσίως· καὶ γάρ ἐστιν ἀληθῶς ἔργον φιλάνθρωπον τῆς πανσόφου καὶ ἀγαθωτάτης Τριάδος, ἡ εἰς εὐσεβῆ βίου τρίβον
15ἀποστολὴ, καὶ ὁδηγία, καὶ ἡ περὶ πάντας χρηστότης. Ὦν δὲ ἡ αὐτὴ ὁδηγία καὶ γαληνότης, ἡ αὐτὴ καὶ οὐσία. Καὶ τοῦτο δὲ τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην λαμβάνει πίστιν. Τοῦ γὰρ Θεοῦ εἰρηκότος τῷ Μωϋσεῖ, «Συναπο‐ στέλλω πρὸ προσώπου σου τὸν ἀγγελόν μου, καὶ ἐκβάλ‐
20λει τὸν Χαναναῖον,» ὁ μέγας οὗτος Μωϋσῆς εὖ μάλα εἰδὼς, τοὺς μὲν ἀγγέλους κτίσματα, τὸ δὲ ἅγιον Πνεῦμα Θεὸν, παρεκάλει λέγων· «Εἰ μὴ αὐ‐ τὸς συμπορεύῃ μεθ’ ἡμῶν, μὴ ἀναγάγῃς με ἐντεῦ‐ θεν.» Ἀμειψαμένου δὲ αὐτὸν τοῦ Παντοκράτορος
25τοῖσδε τοῖς ῥητοῖς, «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας,» ὁ Ἡσαΐας δηλῶν τὸ ταυτὸν τῆς ἐν μιᾷ θεότητι συμφώνου Τριάδος, προ‐ ηγήσασθαι αὐτῶν τὸ θεϊκὸν Πνεῦμα ἔφατο λέξεσιν
30αὐταῖς· «Ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων. Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωϋσῆν;» Μετ’ οὐ πολύ τε ἐπάγει· «Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου,
35ποιῆσαι σεαυτῷ ὄνομα δόξης.» Θέα οὖν καὶ τοῦτο ἐνταυθοῖ, ὅτι οὐ πεπέμφθαι εἶπεν τὸ ἅγιον Πνεῦμα, ἀλλ’ αὐθεντικῶς καὶ βασιλικῶς καταβεβηκέναι. Αὖ‐ θίς τε, ἀμφοῖν μεμνημένος τῶν θείων ὑποστάσεων, ὁμοτίμως ἀνείρηκεν· «Καὶ νῦν Κύριος ἀπέσταλκέν
40με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Ὅθεν πολλάκις ἀνευφη‐ μήσας εὑρίσκεται Μωϋσῆς· «Κύριος ὁ Θεὸς ὁ προ‐ πορευόμενος πρὸ προσώπου ὑμῶν.» Καὶ εὐχαρι‐ στοῦντες δὲ ὕμνουν τρόπῳ τοιῷδε· «Τῷ διαγαγόντι
τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ

39

.

632

ἔλεος αὐτοῦ.» Ἀλλὰ καὶ ὁ Θεὸς Πατὴρ, μηδέν τι διάφορον ἐν τῇ οὐσίᾳ, καὶ δυνάμει, καὶ θελήσει, καὶ δόξῃ εἶναι δεικνὺς μεταξὺ αὐτοῦ τε καὶ τοῦ μονογε‐ νοῦς Λόγου, καὶ τοῦ ἑνὸς ἁγίου Πνεύματος αὐτοῦ,
5διὰ πάσης σχεδὸν τῆς Γραφῆς λέγει· «Ἐγὼ ἀνήγα‐ γον ὑμᾶς ἐκ γῆς Αἰγύπτου. Μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν, πλὴν ἐμοῦ.» Καὶ ὁ τῷ ὑψίστῳ δὲ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι αὐτοῦ ὁμοφυὴς καὶ ὁμόφρων, ὁ προσηνὴς ἡμῶν .......
12ΚΕΦ. Ιʹ. ........................... κατὰ τοῦ Πνεύματός μου, ἢ περὶ τοῦ Πνεύ‐
15ματός μου. Καὶ οἶμαι, ὡς διὰ τοῦτο καὶ μόνον φεισά‐ μενος αὐτῶν, προσέταξεν ἐλθεῖν ὡς τὸν Ἰὼβ, ἐπὶ τῷ ἐκεῖνον εὔξασθαι ὑπὲρ αὐτῶν· ἕνεκα δῆλον ὅτι τῶν εἰς αὐτὸν συντεινόντων ῥημάτων, διὰ τὸ ἀλήπτως αὐτοὺς καὶ λίαν προσηκόντως οὐκ οἶδα πόθεν φάναι·
20«Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκρά‐ τορος ἡ διδάσκουσά με·» καὶ ἐν ὀλίγῃ ῥήσει δύνα‐ μιν πολλὴν, καὶ φύσιν τὴν δημιουργικὴν καὶ ἀλεξί‐ κακον διηγήσασθαι. Ἆρ’ οὖν ἐνταῦθα ἔστη τῆς θεο‐ λογίας ὁ Ἐλιοῦς; Καίτοι διαῤῥήδην προσέθηκεν
25πολλὰ περὶ τοῦ παντοκράτορος Θεοῦ Πατρὸς, οἷς οὐδὲν ἀντιθετέον. Ἔφη γάρ· «Αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν·» καὶ πάλιν· «Ἐὰν ὦσιν χίλιοι ἄγ‐ γελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ ἐξ αὐτῶν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ τὸν Κύριον·»
30αὖθίς τε· «Εὔξεται πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται·» καὶ πάλιν· «Σῶσον τὴν ψυχήν μου, τοῦ μὴ ἐξελθεῖν εἰς διαφθοράν· καὶ ἡ ζωή μου φῶς ὄψεται. Ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ Ἰσχυρός.» Οὐκοῦν οἱ λόγοι αὐτοῦ, εἰς μὲν τὰ περὶ τοῦ Θεοῦ καὶ τοῦ Πνεύ‐
35ματος αὐτοῦ, καλοί· εἰς δὲ τὰ ἄλλα, ἁμαρτάνοντες. Ἐπεί τοι καὶ ὁ Ἰὼβ, θεῖον ὀνομάσας τὸ ἅγιον Πνεῦμα, ὡς προελέχθη, τοῦ παρὰ Θεοῦ ἔτυχεν τηλικούτου ἐπαίνου. Λογίζου τοίνυν, ὅτι κἂν τὴν μαρτυρίαν
τοῦ Ἐλιοῦς μὴ προσδέχῃ, ἀρκοῦσι καὶ οὕτως οἱ

39

.

633

θεῖον τὸ ἅγιον Πνεῦμα φήσαντες ἱεροκήρυκες· καὶ ἀξιόπιστός ἐστιν καὶ εἷς ἐξ αὐτῶν μαρτυρῶν· καὶ ὅτι πολλάκις ὁ δαίμων ἀπατῆσαι βουλόμενος, μίγνυσι τῷ ψεύδει, ὡς δέλεαρ, ἀλήθειάν τινα τῷ πρὸς ὃν
5ὁ λόγος αὐτῷ ἐστιν ἐγνωσμένην. Ἀμέλει τοι ἐν Εὐαγγελίῳ ἀκούομεν τοῦ διαβόλου ἀπὸ θείων Γραφῶν τῷ πάντων Δεσπότῃ διαλεγομένου, καὶ τοῖς ἀνοσίοις αὐτοῦ λογισμοῖς καὶ ῥήμασιν τὰ ὅσια γραφία συμπλέκοντος, καὶ λέγοντος πειραστικῶς· «Εἰ Υἱὸς
10εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ δια‐ φυλάξαι σε·» ἔτι μὴν καὶ τῶν δαιμόνων θεολογούν‐ των βέλτιον Ἀρειανῶν, τῶν χειροτονησάντων τὸν αἱρεσιάρχην ὑμῶν Μακεδόνιον, καὶ μετ’ αὐτὸν Μα‐
15ραθώνιον· «Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Καὶ ὁ Ἰάκωβος δὲ παριστῶν, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, καὶ τὸ ἔμπαλιν, θά‐ τερον δὲ θατέρῳ συνεργεῖ, καὶ ἐξ ἀμφοῖν τὸ τέλειον,
20ἀναφανδὸν κηρύσσει· «Σὺ πιστεύεις, ὅτι ὁ Θεὸς εἷς ἐστιν; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύου‐ σιν, καὶ φρίσσουσιν.» Οὐ μὴν ἀλλὰ καὶ ἡ Σαμα‐ ρεῖτις γυνὴ, ἐφ’ οἷς εἶπεν παρὰ τὴν ἀρχὴν, ὑβρι‐ σθεῖσα παρὰ τοῦ πάντας σωθῆναι βουλομένου Χρι‐
25στοῦ. ἐφθέγξατο τὸ δεύτερον πιστῶς, καὶ οὐχ ὡς Σαμαρεῖτις· καὶ ἐπαίνου ἅμα καὶ ἐλέους ἠξιώθη. Καὶ ἄλλα δὲ ἴσως εὑρεθείη τοιαῦτα πολλὰ παρὰ τῶν φιλοπονώτερον περὶ ταῦτα διατριβόντων. Ὁρᾷς οὖν, ὅτι σὺ, ὦ Μακεδονιανὲ, οὐδὲ ὡς ὁ Ἐλιοῦς περὶ
30τοῦ ἁγίου Πνεύματος πιστεύεις· ἀλλ’ ἐξεῤῥύη ἀπὸ σοῦ πᾶς σώφρων περὶ αὐτοῦ λογισμός· καὶ διὰ τὴν μείωσιν, ἣν ἐργάζῃ περὶ τὴν θείαν οὐσίαν αὐτοῦ, καὶ τὸ μὴ εἶναί σε τέλειον συγκοινωνὸν τῆς χάρι‐ τος αὐτοῦ, ὑποσπανίζει σοι τὰ ἀΐδια δωρήματα
35αὐτοῦ; Ἀλλὰ καὶ τούτων μὲν ἅλις· ἐπὶ δὲ τὰ

39

.

636

ἑξῆς προΐωμεν. Ὁμοίως Παῦλος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους γράφων· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ
5Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Κατανόησον, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ Θεὸν εἶπεν οἰκοῦντα ἐν τῷ ναῷ τοῦ ἀνθρώπου, ὅντινα Θεοῦ ὠνόμασε ναὸν, ὡς ἀλλαχοῦ λέγει· «Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἡμεῖς
10γὰρ ναός ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Καὶ ὡς Τιμοθέῳ γράφει· «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.»
15Καὶ ὡς ἐν Εὐαγγελίῳ ἔχει, καθὰ ἤδη ἐλέχθη· «Ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν·» ἀμέλει ὡς ἀπὸ δύο ὑποστάσεων παρ’ Ἡσαΐᾳ λέγει· «Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι.» Ὡς καὶ ἀπὸ τοῦ Υἱοῦ ἐν
20Εὐαγγελίῳ ἔφη· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρεῖ, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα·» καὶ πρὸς Ἑβραίους· «Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς·» καὶ
25ὁ Ἱεροψάλτης· «Σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.» Οἶμαι οἰκητήριον ἅγιον τοῦ ἀπεριγρά‐ φου Θεοῦ εἰπὼν πᾶσαν λογικὴν τῶν πιστῶν φύσιν. Ἀπεδείχθη οὖν μονονουχὶ Θεὸς τὸ ἅγιον Πνεῦμα·
ἀλλὰ καὶ ἴσος, καὶ ὅμοιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν

39

.

637

τῷ ἴσως καὶ ὁμοίως ναὸν ἔχειν τὸν ἄνθρωπον· καὶ ὅτι ὁ ὢν οἶκος τοῦ Πατρὸς, ἔχει καὶ τὸν ἐν αὐτῷ ὄντα Υἱὸν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὡς αὖ πάλιν τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως κατ‐
5αξιωθεὶς, ἐκ παντὸς ἔχει καὶ τὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· «Ἢ οὐκ οἴ‐ δατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς. Δοξάσατε δὴ
10τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν.» Τὰ σώματα τῶν πιστῶν ναὸν τοῦ ἁγίου Πνεύματος εἶναι εἰπὼν, ἐνουθέτησεν δοξάζειν τὸν Θεὸν ἐν τοῖς σώμασι, δῆλον ὅτι τὸ ἅγιον Πνεῦμα. Λέγων δὲ αὐτὸ ἀπὸ τοῦ Θεοῦ, διδάσκει, ὡς κατὰ φύσιν πρόεισιν ἐξ αὐτοῦ. Ὅπερ
15αὖθις παριστᾷ καὶ τὸ ναὸν εἶναι αὐτοῦ τὸν ἄνθρω‐ πον, ἴσως τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμοίως ἐν τῇ αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· «Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Δια‐ θήκης μένει, μὴ ἀνακαλυπτόμενον (ὅτι ἐν Χριστῷ
20καταργεῖται). Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, πε‐ ριαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα
25μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Καὶ Κύριον τοσαυτάκις ὠνό‐ μασεν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλευθερίαν δωρούμε‐ νον, οἷς ἐπιφαίνει καὶ δόξαν ἔχον ἐν ἑαυτῷ. Ἡ δὲ πᾶσα τοῦ κεφαλαίου ἑρμηνεία ἔχει ὧδε· Τὰ τῆς Πα‐
30λαιᾶς, φησὶν, Διαθήκης Ἰουδαϊκὰ παρατηρήματα ἔτι μένει, μὴ ἀποσκεπασθέντα καὶ γνωσθέντα ἐνίοις, ὅτι κατήργηται ἐν Χριστῷ, τῷ εἰπόντι· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι·» τοῦτ’ ἔστιν, ἢ παῦσαι, ἢ τὸ λεῖπον ἀναπληρῶσαι. Ὅταν δέ τις
35ἐπιστρέψῃ πρὸς Κύριον, καὶ μεταστῇ ἀπὸ τοῦ τύπου εἰς τὴν ἀλήθειαν, ἀπὸ τοῦ νόμου εἰς τὴν χάριν, κατὰ τὸ, «Οὐκ ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν,» ἀποῤ‐ ῥιπτεῖ ἐκεῖνο τὸ ὥσπερ συγκαλύπτον αὐτὸν κάλυμμα· ὅμοιον ποιῶν Μωϋσῇ, περιαιροῦντι, ἡνίκα
40διαλέγεσθαι ἠξιοῦτο τῷ ἀοράτῳ Θεῷ, τὸ κάλυμμα τοῦ προσώπου αὐτοῦ, τοῦ ἐκ τῆς θεϊκῆς ἐπιφανείας δεδοξασμένου, καὶ ἀμαυροῦντος δίκην ἡλιακῶν ἀκτί‐ νων τοὺς ὀφθαλμοὺς τῶν ἐνατενιζόντων αὐτῷ. Τὸν
δὲ Κύριον ἐνταῦθα τὸ ἅγιον Πνεῦμα εἶναι λέγει·

39

.

640

παρ’ οὗ τὴν ἐλευθερίαν, οἱ ναὸς ὄντες αὐτοῦ, δεχό‐ μενοι, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ οὐκ ἔτι τῷ ζυγῷ τῆς δουλείας ὑποκεκυφότες, τὴν δόξαν τοῦ Κυ‐ ρίου, τοῦ οἰκοῦντος ἐν ἡμῖν, κατοπτριζόμεθα, ἀπὸ
5δόξης τοῦ Πνεύματος εἰς δόξαν τοῦ Πατρὸς ἐρχό‐ μενοι. Προΐωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς· «Ἐὰν,» φησὶν, «πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνε‐
10ται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» Θεὸς οὖν προσκυνούμενος τὸ ἐν τοῖς προφη‐ τεύουσι καὶ τοῖς ἁγίοις λαλοῦν καὶ ἐνεργοῦν, καὶ τὰ χαρίσματα παρέχον ἅγιον Πνεῦμα καὶ ἐνταῦθα φα‐
15νερῶς ὠνόμασται. Καὶ σημειωτέον, ὅτι καὶ προσκυ‐ νεῖται. Τοῖς πρόσθεν παραπλήσια καὶ Ῥωμαίοις ἀξιοῖ γράφειν· ἔχουσι δ’ αἱ λέξεις τόνδε τὸν τρόπον· «Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς ἐλπίδος δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Ἰησοῦν Χριστόν·
20ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίς οὖν ὁ διδοὺς ἡμῖν Θεὸς οὕτω φρονεῖν περὶ τοῦ Πα‐ τρὸς, καὶ τοῦ Μονογενοῦς αὐτοῦ, ἀλλ’ ἢ τὸ ἅγιον Πνεῦμα; Αὐτὸ γὰρ νοῆσαι ἡμᾶς ὑπολείπε‐
25ται. Ἀλλὰ καὶ Θεσσαλονικεῦσιν ὡσαύτως· «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Ὡς εἶναι τὸ ἅγιον Πνεῦμα, τὸ κατευθῦνον Κύριον εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ εἰς τὴν ὑπομο‐
30νὴν τοῦ Υἱοῦ. Καὶ πάλιν· «Ὑμᾶς δὲ ὁ Κύριος πλεο‐ νάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς· εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρου‐
35σίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ποῖος οὖν Κύριος ὁ πλεονάζων καὶ στηρίζων ἐν ἁγιωσύνῃ ἔμ‐ προσθεν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ τὸ ἅγιον Πνεῦ‐ μα; Καὶ παρεγγυᾷ δὲ αὐτοῖς, μὴ ἐκ παροινίας τινὸς, ἢ ἀμελείας ἀποπέμψασθαι τὴν ἐν ἡμῖν ἀναφθεῖσαν
40αὐτοῦ αἰωνίαν χάριν, γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε.» Αὖθίς τε θεοποιῶν αὐτὸ, καὶ τὴν πρὸς τὸν Πατέρα συστοιχίαν καὶ ὁμοφροσύνην ἀπαγγέλ‐ λων, φησίν· «Ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν διδοῦντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον
45εἰς ἡμᾶς.» Πέτρος δὲ, ὁ τὰ πρωτεῖα ἐν τοῖς ἀποστό‐ λοις ἔχων, διαῤῥήδην Θεὸν καὶ Κύριον τὸ ἅγιον Πνεῦ‐ μα παριστῶν, τοιοῦτον ἠπείλησεν κατὰ λέξιν Ἀνα‐ νίᾳ τινὶ τοὔνομα· «Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς
τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον,

39

.

641

καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπ‐ ῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Εὐθέως δὲ καὶ πρὸς Σάπφειραν, τὴν Ἀνανίου γυναῖκα,
5λέγει τάδε· «Τί ὅτι συνεφωνήθη ὑμῖν πειρά‐ σαι τὸ Πνεῦμα Κυρίου;» ὁμοιότροπον τῷ, «Οὐ μὴ πειράσεις Κύριον τὸν Θεόν σου·» καὶ τῷ παρὰ Ἰα‐ κώβου γραφέντι· «Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα.» Ὁ δὲ Ἰωάννης
10θεολογῶν τὸ Πνεῦμα, ὡς ἀνωτέρω ἐλέχθη, ἔφη· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ὡς γὰρ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα Θεός· καὶ ὡς ὁ Θεὸς ἐκεῖνό ἐστιν καὶ λέγεται, ὅ ἐστιν τὸ Πνεῦ‐
15μα αὐτοῦ· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἐκεῖνό ἐστιν, ὅ ἐστιν, οὗ Πνεῦμα τυγχάνει, τοῦτ’ ἔστιν ἄναρχος Θεός. Χρὴ δὲ, φησὶν, ἡμᾶς ἐν ὅλῳ τῷ πνεύματι ἡμῶν ἀνενδυάστως, μετὰ ἀληθείας, καὶ μὴ χείλεσι μόνον, καὶ λόγοις ψιλοῖς, τὸ ἅγιον Πνεῦμα
20προσκυνεῖν. Εἰ δὲ εἴποιεν Μακεδονιανοὶ, ὅτι ἐν τῷ

39

.

644

ἁγίῳ Πνεύματι ἔφη τὸ λόγιον τὸν Θεὸν προσκυνεῖ‐ σθαι, οὐχὶ καὶ τὸ Πνεῦμα προσκυνεῖσθαι· ἀναγκα‐ σθήσονται λέξαι, ὅτι καὶ ἐν τῷ Υἱῷ, οὐχὶ καὶ τὸν Υἱόν. Αὐτὸς γὰρ ἔφη· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» καὶ
5οὐχ ἕξουσι οὐδὲ ἀπὸ τοῦ ῥητοῦ τοῦδε διαφορὰν αἱ μακάριαι ὑποστάσεις αὗται Ἡσαΐας δὲ, περὶ τῆς Ἐκκλησίας καὶ τῶν ἐν αὐτῇ ἐκπαιδευομένων τὴν σοφίαν τοῦ Πνεύματος προφητεύων, ὡδί πως ἀπὸ τοῦ Θεοῦ καταλέγει· «Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα
10τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον· καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ.» Ἧστινος προφητείας ὁ Σωτὴρ ἐμνημόνευσεν
15παρ’ Ἰωάννῃ, εἰπών· «Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ» Καὶ Παῦλος δὲ Θεσσαλονικεῦσιν ἀκόλουθα τούτων γράφει· «Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους.» Ἀμφότεροι δὲ περὶ τοῦ ἁγίου λέγουσι
20Πνεύματος, ὡς ἐν Ἰωάννῃ αὖθις ὁ Δεσπότης λέγει· «Ἐκεῖνος ὑμᾶς διδάξει, καὶ ἀναμνήσει πάντα.» Εἰ τοίνυν οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος διδασκόμενοι, δι‐ δακτοὶ Θεοῦ ἀκούουσιν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ὁ ἀναγινώσκων νοείτω, ἀκούων καὶ ἑτέρου αὐχοῦντος·
25«Ὁ Θεὸς ἐδίδαξέν με σοφίαν·» καὶ πάλιν· «Ἐδίδα‐ ξέν με ὁ Θεὸς ἐκ νεότητός μου.» Κέκληται δὲ καὶ θεόπνευστος, καὶ θεία ἡ Γραφὴ, ὡς τοῦ πνεύσαντος αὐτὴν ἁγίου Πνεύματος Θεοῦ καθεστῶτος, κατὰ Παῦ‐ λον γράφοντα Τιμοθέῳ τὸ δεύτερον· «Πᾶσα Γραφὴ
30θεόπνευστος, καὶ ὠφέλιμος.» Καὶ αὖθις δὲ Πέτρος, ἀποφέρων τὸ μὴ δεῖν οἴεσθαι τὸ ἅγιον Πνεῦμα τελεῖν ἐν κτίσμασι, καθολικῶς τὸ δεύτερον γράφει· «Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ’ ὑπὸ Πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ Θεοῦ
35ἅγιοι ἄνθρωποι.» Καὶ αἱ Πράξεις δὲ τῶν ἀποστόλων
περιέχουσιν τάδε· «Πέτρος, πλησθεὶς Πνεύματος

39

.

645

ἁγίου, εἶπεν πρὸς τὸν λαὸν,» ἅπερ εἶπεν. Ἐν ἕκα‐ στον μὲν οὖν τῶν ἐν Γραφαῖς περὶ τοῦ θεϊκοῦ Πνεύ‐ ματος διαγορευθέντων, ἀποχρῶν ἐστι τεκμήριον τῆς ἐκείνου περὶ πάντα πρὸς τὴν τοῦ Θεοῦ Πατρὸς καὶ
5τοῦ Υἱοῦ θεότητα ὁμοιότητος. Οἱ δὲ τὸ Μακεδονίου φρόνημα ἡγούμενοι τῆς ἐν Γραφαῖς ἁπλότητος εἶναι σπουδαιότερον, καὶ βουλόμενοι τοῦτο τιμιώτερον τῆς παρ’ ἡμῖν ἀκιβδήλου πίστεως δεικνύναι, ἀντεροῦντες τῷ ἁγίῳ Πνεύματι, ἔγραψαν καὶ περὶ τῆς
10ἐν ἡμῖν κατοικήσεως αὐτοῦ λοιδορίας, αὐτοῖς ὀνόμα‐ σιν οὕτως· «Τὰ ἀλληγορικῶς, ἢ προσηγορικῶς, ἢ μεταφορικῶς, ἢ ὁμωνύμως λεγόμενα, οὐ χρὴ εἰς δόγματος ἀκρίβειαν παραλαμβάνειν. Ναὸς γὰρ, φησὶν, καὶ ὁ ἐν Ἱεροσολύμοις ὁ ἐξ ὕλης ἀψύχου,
15καὶ πρῶτος ἐκεῖνος ὠνομάσθη ναός· ὁμωνύμως δὲ λοιπὸν καὶ οἱ ἄνθρωποι. Ναὸς δὲ δῆθεν καὶ οἶκος βιωτικὸς, διὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν. «Ἦν γὰρ,» φησὶν, «ὁ Ναβουχοδονόσωρ ἐν τῷ ναῷ τῆς βασιλείας.» Καὶ πάλιν· Εἰ φύσει ἄνθρωποι, προσηγορικῶς ναός εἰσιν,
20καὶ οὐχὶ δῆθεν ἀληθῶς· καὶ πάλιν· Ἐπειδὴ οὖν, φησὶν, καὶ πρόβατα ὠνομάσμεθα, ἆρα κατὰ φύσιν τοῦτό ἐσμεν; αὖθις τε· Ὁ ἐξαγοράσας ἡμᾶς, φησὶν, ὁ ὑπὲρ ἡμῶν ἀποθανών ἐστιν· ὁ δὲ ἐξαγοράζων, οὐ τὸ ἀλλότριον ἐξαγοράζει.» Αὐτοὶ μὲν οὕτως, ἀπόρως,
25καὶ ἀλόγως, καὶ ὡς οὐκ ἄν τις, οὐδὲ τῶν μικρὰ ὁπωσ‐ οῦν λογίζεσθαι δυναμένων, ἀποδέξαιτο αὐτούς. Εἰς παρεξέτασιν γὰρ τῶν θεοχρήστων ῥητῶν, τῶν περὶ αὐτῆς τε τῆς ἀκαταφρονήτου θεότητος, περί τε τῶν λογικῶν ἔργων τῶν χειρῶν αὐτοῦ ἡμῶν. κτήνη καὶ
30οἰκοδομίαν ἄψυχον εἰς μέσον φέρουσιν, καὶ παίζουσιν οἷον εἰς τὰ φοβερὰ γραφία καὶ πράγματα, καὶ διὰ τῶν δῆθεν ἀφελῶν τούτων καὶ ἀνειμένων λόγων ἐπὶ τὸ ἑαυτῶν βάραθρον καλοῦσιν, ὡς οἱ τοὺς ἰχθύας μικρῷ τινι δελεάσματι ἀγκιστρεύοντες. Ἡμεῖς δὲ
35πανταχόθεν δεικνύντες ὡς πλείστην παρὰ πάντα τὸν βίον, ὥς γε ἑαυτοῖς δοκοῦμεν, πεποιήμεθα φροντίδα τοῦ μηδ’ ὁτιοῦν εἰκῆ, μηδὲ σὺν ἀπεχθείᾳ τῇ κατά τινος φθέγγεσθαι, καὶ τοῦ ὅτι εὔλογον λοιδορίαν πε‐
φεύγαμεν· ἥκομεν, τοὺς μὲν τῶν σωφρονε‐

39

.

648

στέρων καὶ τοὺς ὁμόφρονας ἡμῖν ἀναμνήσοντες, ὧν ἀπὸ τῶν Γραφῶν ἀκηκόασιν· τοὺς δ’ ἄλλους πεί‐ σοντες, τῷ γε ἐφ’ ἡμῖν, μὴ οὕτω γνώμης, ἢ πίστεως, ὡς ἔχουσιν, τοῦ λοιποῦ ἔχειν. Οἱ γὰρ ἀξιούμενοι
5ἔχειν κατοικοῦν ἐν αὐτοῖς τὸ πληροῦν τὰ πάντα ἐν‐ υπόστατον Πνεῦμα τοῦ Θεοῦ, οὔτε κατὰ ὁμωνυμίαν ἢ συνωνυμίαν, οὔτε κατὰ ἀλληγορίαν, οὔτε κατὰ μετα‐ φορὰν, ναὸς αὐτοῦ ὠνομάσμεθα, ἀλλὰ κυρίως καὶ κατὰ ἀλήθειαν. Ὅθεν ὁ Ἀπόστολος, οὐ τῷ ἐν Ἱε‐
10ροσολύμοις ναῷ καὶ ἐκείνοις, οἷς εἰκόνι ἐχρήσαντο αἱρετικοὶ, ἀλλὰ γὰρ πιστοῖς, Θεὸν σαφῶς τὸ ἅγιον Πνεῦμα εἶναι δεικνὺς, ἔφη· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» Καὶ πρὸς Ἑβραίους· «Μέτοχοι Πνεύματος ἁγίου
15ἐσμέν.» Εἰ γὰρ ναὸς τοῦ ἁγίου Πνεύματος, οὐχ ὡς Θεοῦ, ἀλλὰ παρὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν ἐσμεν, οὐδὲ τοῦ Θεοῦ ναὸς κληθέντες, ὡς Θεοῦ προσηγορεύθημεν. Καὶ ὁ Θεὸς δὲ Πατὴρ, δεσποτικῶς ἡμᾶς κεκτημένος, οἰκεῖ ἐν ἡμῖν (ναὸς γὰρ Θεῷ μόνῳ ἁρμόζει), καὶ πα‐
20ραπλησίως αὐτοῦ, ὅ τε μονογενὴς αὐτοῦ Υἱὸς, τό τε ἓν αὐτοῦ ἅγιον Πνεῦμα. Καὶ ὃν τρόπον ὁ Θεὸς καὶ Πατὴρ, κἂν μὴ γέγραπται, ὅτι ἐξηγοράσατο ἡμᾶς τῷ ἰδίῳ αἵματι, Δεσπότης ἡμῶν ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον. Τούτοις γὰρ τοῖς πρὸς περι‐
25γραφὴν τῆς θεότητος τοῦ ἁγίου Πνεύματος λεγομέ‐ νοις ἀκολουθεῖ τὸ παραπλησίως καὶ ἐπὶ τοῦ Θεοῦ Πατρὸς ἐκλαμβάνεσθαι. Τίς οὖν ἂν πείθοιτο δικαιότε‐ ρον Παύλῳ καὶ τοῖς ἄλλοις ἁγίοις, ἢ Μακεδονίῳ καὶ τῷ πλαστῶς μετανοήσαντι Ἀρείῳ; Εἰ μὲν γάρ ἐστιν
30αὐτοῖς τῶν ἁγίων λόγος, πῶς ἔλαθον τά‐ ξαντες ἑαυτοὺς ἐν τοῖς ἀντιταττομένοις, καὶ οὐ ταυτὰ ἐκείνοις λέγειν καὶ φρονεῖν ἀξιοῦσιν; Εἰ δὲ ἄλ‐ λως μὲν ἐκείνοις, ἄλλως δὲ τούτοις δοκεῖ (τοῦτο γὰρ ἀναμφίλεκτον ἀφ’ ὧν δέδεικται. Οὐ γὰρ τοίχοις καὶ
35θρέμμασιν καταφρονητικῶς καὶ χλευαστικῶς, ὡς οἱ ὑβρισταὶ οὗτοι, παραβάλλοντες, ἢ ἓν καὶ ταυτὸν τού‐ τοις εἶναι δοκιμάζοντες τὸν λογικὸν ναὸν, τὸν κατ’ εἰκόνα τοῦ Θεοῦ, τὸ ἔργον τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, ἔχρησαν τὰ ἐκκείμενα λό‐
40για), οὐ Χριστιανῶν μὲν, οὐδὲ ἄλλως σοφῶν ἐστι τοῦτο· οὐδὲ ἀληθεύειν τοιαῦτα αὐτοὺς διδάσκοντας ἄν τις τὴν ἀρχὴν νομίσοι. Οὕτως δὲ ἔχειν γνώμης αὐτοὺς ὡς ἀληθῶς μαθὼν, πῶς οὐκ οἰήσεται πλέον σωφρονεῖν, ἂν τὰ μὲν αἱρετικῶν φεύγῃ, πείθοιτο δὲ
45οἷς πολλῷ ἄμεινον, φημὶ τοῖς ἁγίοις, ἢ, τό γε ἀλη‐ θέστερον, τοῖς αὐτοῦ τοῦ Θεοῦ; Οὐ γὰρ ἄν τις, κἂν Γραφῶν παντοίως ἄπειρος ᾖ, ἀπὸ τῆς αὐτῶν γνώμης μόνον ταῦτα εἰρηκέναι τοὺς ἀρίστους πάντας καὶ
κλεινοὺς ἐκείνους ἄνδρας φήσειεν, ἀλλ’ οὐχὶ διὰ τῆς

39

.

649

αὐτῶν φωνῆς ἡμῖν τὸν Θεὸν διαλέγεσθαι, καὶ τά τε ἄλλα, τὰ μείζονα συνέσεως ἀνθρώπων, διδάσκειν, καὶ ὅτι ἐν πιστοῖς αὐτός τε ὁ Θεὸς, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱὸς, καὶ τὸ ἓν αὐτοῦ Πνεῦμα ὁμοίως καὶ ἴσως οἰκεῖ
5ἀχράντως. Διελέγχων τοίνυν καὶ ἀποῤῥιπτῶν τὰς σοφισματώδεις αὐτῶν φλυαρίας, καὶ τὸ μὴ τὰ βλα‐ βερὰ, διὰ Ἄρειον καὶ Μακεδόνιον, αἱρεῖσθαι συμβου‐ λεύων ἐν ρδʹ ψαλμῷ παρεγγυᾶται αὐτοῖς· «Ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ἀλλὰ τὰ μὲν περὶ
10ἐκείνων, τῶν μηδαμοῦ φίλων Θεῷ τῷ καὶ τὴν ἐξ ὁμωνυμίας δωρεὰν ἀνθρώποις δεδωκότι εἰρη‐ κότων· «Μὴ κίνει καμάριναν· ἀκίνητος γὰρ ἀμεί‐ νων.» Διαγνωσθέντος τοίνυν καὶ τοῦ, ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, καὶ τὰς προφητείας αὐτὸ ὑπέβαλεν,
15μεταβῆναι ἤδη καιρὸς ἐπὶ τὸν Ζαχαρίαν, οὐ τὸν δρε‐ πανηφόρον προφήτην, ἀλλὰ τὸν πατέρα Ἰωάννου, ἐγκρίναντα καὶ αὐτὸν Θεὸν καὶ Κύριον. τοῦ Ἰσραὴλ εἶναι τὸν ἐν προφήταις λαλήσαντα. Αὐτὰ δὲ παρα‐ θῶμαι, ἅπερ ἐκεῖνος ἔλεξεν· «Εὐλογητὸς Κύριος ὁ
20Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύ‐ τρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ.» Καὶ ὁ ἱεροψάλτης δὲ οὐκ ἀποστάς
25ποτε δογματικῆς διδασκαλίας, συμφέρεται τούτοις, λέγων ἐν μὲν παʹ ψαλμῷ· «Ἀκούσομαι, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός·» ἐν δὲ τῇ βʹ τῶν βασιλειῶν ἱστορίᾳ ἐξεῖπεν, ποίου ἦν Κυρίου καὶ Θεοῦ ὁ εὐ‐ κταῖος οὗτος ἐνθουσιασμὸς, φράσας· «Πνεῦμα Κυ‐
30ρίου ἐλάλησεν ἐμοὶ, καὶ ὁ Λόγος αὐτοῦ ἐπὶ γλώσσης
μου.»

39

.

652

(2)

ΚΕΦ. ΙΑʹ. Ὅτι ἐπὶ τοῦ χερουβικοῦ θρόνου καθέζεται τὸ ἅγιον Πνεῦμα, καὶ δύναμιν ἐξαποστέλλει. Καὶ
5ὅτι ὁ Παῦλος αὐτὸ οἶδεν εἶναι τὸν ὀφθέντα τῷ Ἡσαΐᾳ Κύριον Σαβαώθ. Καὶ κατὰ τοῦ Μακε‐ δονιανοῦ φρονήματος. Καὶ ὅτι ἐν ἡμῖν οἰκεῖ. Καὶ ὅτι ῥᾳδιουργοῦσιν αἱρετικοὶ τὰς θείας Γραφάς.
10 Παρὰ τῷ μνημονευθέντι τοίνυν ἀκριβεστάτῳ με‐ λῳδῷ, τῷ πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζοντι, ἐν ρθʹ ψαλμῷ, ὅστις ὅλος ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλέχθη, ἰσότιμος ἡ ἁγία Τριὰς, καὶ Κύριος τὸ Πνεῦμα ἐξαποστέλλων δύναμιν, καὶ συγκαθεζό‐
15μενος τῷ· Πατρὶ καὶ τῷ Υἱῷ ἐμφανῶς μᾶλλον, ἤπερ αἰνιγματωδῶς ἀπαγγέλλεται. Ἔδοξεν δέ μοι εἰς ἑτοί‐ μην ἀπόδειξιν πάντα ἐφεξῆς παραγράψαι τὸν ἱερὸν τουτονὶ λόγον, μηδὲν αὐτοῦ παραλιπόντι Ἔχει δὲ οὕ‐ τως· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου
20ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνά‐ μεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἐκ γαστρὸς
25πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσεν Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· Κύριος ἐκ δεξιῶν σου.» Εἰ γὰρ ὁ Πατὴρ λέγει τῷ Υἱῷ· «Κάθου ἐκ δεξιῶν μου·» καὶ, «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος·»
30καὶ, «Κατακυριεύσεις τῶν ἐχθρῶν σου·» καὶ, «Ὤμοσεν Κύριος·» καὶ, «Κύριος ἐκ δεξιῶν σου·» τίς ὁ ἀποστέλλων αὐτῷ τὴν ῥάβδον, καὶ ὀμνύων, καὶ ἐκ δεξιῶν τοῦ Υἱοῦ καθεζόμενος Κύριος, εἰ μὴ λοιπὸν τὸ ἅγιον Πνεῦμα; ὡς εὑ‐
35ρίσκεσθαι τὸν Υἱὸν, ὄντα μὲν ἐκ δεξιῶν τοῦ Πα‐ τρὸς, ἔχοντα δὲ ἐκ δεξιῶν τὸ Πνεῦμα τοῦ Θεοῦ. Με‐ μνῆσθαι δὲ χρὴ, ὅτι ἐνταῦθα καὶ ὀμνύει τὸ Πνεῦμα, ὡς οὐκ ἔχον τὸν μείζονα, καθὰ ὁ Υἱὸς, εἰπὼν, «Κατ’ ἐμαυτοῦ ὀμνύω,» ὡς ἐν τῷ πρώτῳ ἐμνημονεύθη βι‐
40βλίῳ. Ἀλλὰ καὶ ἐν ξαʹ ψαλμῷ ὁ αὐτὸς Δαυῒδ ἀπαγ‐ γέλλων τὴν ἁγίαν Τριάδα φαίνεται, ἐν τῷ ψάλλειν· «Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα.» Ποῖα δὲ δύο; Ἐπάγει· «Ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος.» Τίς γὰρ ὁ εἰπὼν Θεὸς,
45«Ὅτι τὸ κράτος τοῦ Θεοῦ;» καὶ πρὸς τίνα λέγει, «Καὶ σοῦ, Κύριε, τὸ ἔλεος;» Καὶ ἐπὶ τοῦ Δανιὴλ δέ φησιν ἐν τῇ περὶ Σωσάννης κρίσει· «Ἐξήγειρεν
ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον τὸν Δανιήλ·» κἀνταῦθα

39

.

653

Θεὸν δηλώσας εἶναι τὸ ἅγιον Πνεῦμα. Ἐπιφέρει γάρ· «Καὶ ἔκρινεν τοὺς πρεσβυτέρους, Πνεύματι ἁγίῳ ἐμφορούμενος.» Εὕροιμεν δ’ ἂν καὶ Ἑλισσαῖον τὸν ἀξιολογώτατον ἐν προφήταις, ἀξιοῦντα εἰδέναι Θεὸν
5τὸ ἅγιον Πνεῦμα. Ἔχει δ’ ἡ πρὸς Ἡλίαν αὐτοῦ φωνὴ, ἡ ἐξαιτοῦσα σὺν τῇ μηλωτῇ καὶ τὸ ἅγιον κληρονομῆσαι Πνεῦμα οὑτωσί· «Γενέσθω τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ, δισσῶς ἐπ’ ἐμοί. Ὁ δὲ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι (ἀντὶ τοῦ, Μεγάλα ἐζή‐
10τησας). Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως· ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται.» Ἴδεν τοίνυν αὐτὸν καὶ ἔκραξεν· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς ἐν αὐτῷ.» Ὅτε οὖν «ἐπάτα‐ ξεν» τὸν Ἰορδάνην τῇ μηλωτῇ τοῦ Ἡλία, «καὶ τὸ
15ὕδωρ οὐ διῃρέθη» ὡς ἐπὶ Ἡλίᾳ, ζητῶν τὴν αἴτησιν
ἑαυτοῦ καὶ τὴν δοθεῖσαν ὑπόσχεσιν, οὐκ ἔτι εἶπεν·

39

.

656

«Ποῦ τὸ Πνεῦμα τὸ διπλοῦν;» ἀλλά· «Ποῦ ὁ Θεὸς Ἡλίου ἀπφὼ ὁ διπλοῦς,» ἐκκαλύπτων Θεὸν ὑπάρχειν τὸ ἅγιον Πνεῦμα, καὶ διδάσκων ἅμα, ὡς ταυτόν ἐστιν εἰπεῖν Θεὸν, ἢ Πνεῦμα ἅγιον, καὶ τὸ ἔμπαλιν.
5Τὸ δὲ ἀπφὼ προσφώνησίς ἐστιν ἀδελφική. Τί δὲ καὶ Ἰεζεκιὴλ προφητεύει, ὅτε, τῶν οὐρανῶν ἀνοιγέντων αὐτῷ, ἴδεν ὅρασιν Θεοῦ καὶ τὰ χερουβίμ; «Καὶ ἐν τῷ ἑστᾶναι,» φησὶν, «τὰ ζῶα, εἱστήκεισαν οἱ τρο‐ χοί· καὶ ἐν τῷ ἐξαιρεῖν αὐτὰ, ἐξῄροντο· ὅτι Πνεῦμα
10ζωῆς ἦν ἐν τοῖς τροχοῖς·» ἀντὶ τοῦ, ἐπικαθεζόμενον ἐπὶ τῶν χερουβίμ. Καὶ μικρὸν ὑποκαταβὰς λέγει· «Τοῦτο τὸ ζῶον, ὃ ἴδον ὑπὸ κάτω Θεοῦ Ἰσραὴλ, καὶ ἔγνων, ὅτι τὰ χερουβίμ ἐστιν.» Εἰρηκὼς ἀνωτέρω τὸ Πνεῦμα ἐπάνω εἶναι τῶν χερουβὶμ, ὑποκαταβὰς εἶπεν,
15ὑποκάτω τοῦ Θεοῦ, τοῦτ’ ἔστιν τοῦ Πνεύματος, εἶναι τὰ χερουβὶμ καὶ ζῶα. Θέα τοίνυν καὶ αὖθις τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα, καὶ Θεὸν καὶ Πνεῦμα ζωῆς προσαγο‐ ρευόμενον, καὶ ἐπὶ τοῦ χερουβικοῦ καθεζόμενον αἰω‐ νίου θρόνου. Χρηστέον δ’ εἰς τὸ κεφάλαιον τοῦτο
20καὶ τοῖς κριταῖς οὐδὲ αὐτοῖς ἀμελήσασιν, ἀλλ’ ὅτι μάλι‐ στα παρὰ πάντα τοῦτο κεκρικόσιν καλῶς, τὸ ὁμολο‐ γῆσαι Κύριον δυνατὸν καὶ ἐπίκουρον τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἰπόντες γὰρ περὶ αὐτοῦ, ὅτι συνεπορεύετο μετὰ Σαμψὼν, καὶ κατεύθυνεν αὐτῷ, ὥστε μείζονα
25φύσεως ἀνθρωπίνης δύναμιν ἐνδείκνυσθαι αὐτὸν, οὐκ εἶπαν μετὰ ταῦτα τὸ ἐνδυναμοῦν αὐτὸν Πνεῦμα ἀνα‐ κεχωρηκέναι ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο ἠσθενηκέναι, ἀλλὰ τὸν Κύριον. Ἔχουσι δὲ οὕτως· «Ἤρξατο Πνεῦμα Κυρίου συμπορεύεσθαι μετὰ Σαμψών·» καὶ
30πάλιν· «Ἥλατο ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου·» καὶ πάλιν· «Ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος εἰς ἀπάντησιν αὐτοῦ· καὶ κατεύ‐ θυνεν ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐ‐ τὸν ὡς ἔριφον αἰγῶν·» καὶ πάλιν· «Ἠλάλαξαν,»
35φησὶν, «οἱ ἀλλόφυλοι, καὶ ἔδραμον εἰς ἀπάντησιν αὐτοῦ» (τοῦτ’ ἔστιν Σαμψών)· «καὶ κατεύθυνεν
ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἐγένοντο τὰ καλώδια,

39

.

657

τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ, ὡσεὶ στύππιον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός.» Ὅτε δὲ λοιπὸν σὺν τῇ κόμῃ καὶ τὴν δύναμιν αὐτοῦ ἀπέθετο, καὶ ἀπώνατο εἰς ὄλεθρον ἑαυτοῦ τῆς ἀβουλίας, ἀλλόφυλον, οὐ δέον,
5γυναῖκα ὑπερφιλῶν τὴν Δαλιδὰ, «Ἐξηγέρθη,» φη‐ σὶν, «ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ἐξελεύσομαι, καὶ ἀποτινάξομαι, καὶ ποιήσω καθὼς ἀεί. Καὶ αὐτὸς οὐκ ἔγνω, ὅτι Κύριος ἀπέστη ἀπ’ αὐτοῦ.» Τῆς γὰρ δυναστείας τοῦ Κυρίου τούτου πεῖραν ἔχων καὶ
10Μωϋσῆς, εἶπεν· «Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρέδω‐ κεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς;» Καὶ τὸν ὀφθέντα δὲ τῷ Ἡσαΐᾳ βασιλέα Κύριον Σαβαὼθ καθ‐ ήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου,
15ἐν οἴκῳ δόξης πεπληρωμένῳ, καὶ ὑπὸ τῶν σεραφὶμ τῇ τρισαγίῳ φωνῇ καταγεραιρόμενον, ὁ μὲν προφή‐ της τὸν Πατέρα οἶδεν, ὁ δὲ Ἰωάννης τὸν Υἱόν· ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσιν, διὰ τὴν ταυτότητα τῆς θεότητος, τὸ πάνσοφον Πνεῦμα εἶναι ἐδήλωσεν τοι‐
20ῶσδε· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέ‐ γον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε,» καὶ τὰ ἑξῆς. Αἱρετικοὶ δὲ, κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν
25διοδεύοντες, καὶ τὸν οἰκεῖον σκοπὸν καὶ λόγον ἄγον‐ τες κατὰ τοῦ χάους, ἀποπηδῶσι καὶ πρὸς τὸ λόγιον τοῦτο, καὶ συνήθως ἀντιφάσκουσιν οὐκ εὐλόγως, καὶ πειρῶνται δυσσεβείᾳ δυσσέβειαν συνδεῖν καὶ συν‐ άπτειν, φημὶ τοῖς προτέροις αὐτῶν ῥήμασιν τὰ δεύ‐
30τερα καὶ τρίτα, λόγους προϊέμενοι, ὅτι οὐδὲν θαυ‐ μαστὸν καὶ θεότητος ἴδιον περὶ τοῦ ἁγίου Πνεύματος εὑρίσκεται ἐκ τοῦ Παῦλον φάναι· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγον· Πορεύθητι πρὸς τὸν
35λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ» τάδε καὶ τάδε· διὰ τὸ πολλάκις, φησὶν, τὰ αὐτὰ, ποτὲ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, ποτὲ δὲ ἐκ προσώπου τοῦ προφήτου, ἢ ἀγγέλου εἰρημένα φέρεσθαι· ὡς ἡνίκα, φησὶν, περὶ τοῦ χωρίου τούτου λέγει Ἰωάννης· «Ταῦτα εἶπεν
40Ἡσαΐας, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ·» καὶ ὡς ὁ Σω‐ τὴρ ἐν Ματθαίῳ ἔφη· «Καλῶς προεφήτευσεν Ἠσαΐας, λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ·» καὶ ὡς ὁ Παῦλος ἐν ἄλλῳ κεφαλαίῳ ἔφη· «Καθὼς Δα‐
45υῒδ λέγει τὸν μακαρισμόν· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» οὐκ εἶπεν δὲ, φησίν· Καθὼς ὁ Θεὸς διὰ Δαυῒδ λέγει. Καὶ ἑτέρωθι· «Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ· Εἰ καλέσαι

39

.

657

(50)

σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθη‐

39

.

660

σον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα, ὃ ἂν λαλήσω πρός σε, τοῦτο ποιήσεις·» καὶ μεθ’ ἕτερα· «Εἶπεν,» φησὶν, «ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν
5εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ ποιῆσαι·» καὶ οὐκ εἶ‐ πεν αὐτῷ, φησίν· Ὃ εἶπέν σοι ὁ Θεός· ἀλλ’, «Ὃ ἐὰν εἴπω σοι.» Ἐν τοιούτοις κακοῖς τὰ κατ’ ἐκεί‐ νους· καὶ μὴ ὡς κρατοῦντες σεμνυνέσθωσαν. Ἡμεῖς δὲ δείσαντες, μή τισιν δόξωμεν χρῆσθαι, ὡς ἐκεῖνοι,
10σοφιστοῦ τινος ὡς ἀληθῶς εἰρωνείᾳ, εὐθὺς ὡς ἐκ πρώτης σχεδὸν συλλαβῆς, οὕτω μέχρι καὶ αὐτοῦ τοῦ τέλους, πλείστην τινὰ τῆς ἀληθείας πρόνοιαν ποιή‐ σωμεν, διελέγχοντες αὐτούς. Ἴστε δὴ οὖν, οἱ συγγε‐ νόμενοι τῷ τε τῆς προφητείας λόγῳ, καὶ τοῖς μνη‐
15μονευθεῖσιν θείοις γραφίοις, ὡς ὁ Ἡσαΐας κελευ‐ σθεὶς παρὰ τοῦ καθημένου ἐπὶ τοῦ αἰωνίου θρόνου, προεφήτευσεν, ἅπερ αὐτῷ ἐκεῖνος κατὰ λέξιν εἰπεῖν ἐνετείλατο· ὁ γὰρ προφητεύων Θεοῦ, οὐχὶ ἑαυτοῦ προφήτης ἐστίν. Ὥστε διὰ Ἡσαΐου, ἤτοι παρὰ Ἡσαΐου
20(ταυτὸν γάρ ἐστιν εἰπεῖν), ἡ τοῦ ὀφθέντος αὐτῷ κραταιὰ φωνὴ, ὃν ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα εἶναι κατήγγειλεν, ἀπηγγέλθη, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ· οὐ μέντοι κατ’ ἐξουσίαν ἰδίαν ταύτην ἐφθέγξατο, κἄν που ἐλέχθη, ὅτι «Ἡσαΐας εἶπεν,» καὶ οὐχὶ ὁ Θεὸς
25Πατὴρ, ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα αὐτοῦ διὰ Ἡσαΐου. Οὐδὲ μὴν ἐπλανήθησαν οἱ ἀπόστολοι, οἱ ἐκ παίδων εὐθὺς ταῖς Γραφαῖς ἐντεθραμμένοι, καὶ πιστευθέντες τῆς νέας χάριτος τὸ κήρυγμα, οἱ ἔχοντες, διὰ τὴν ἀγαθότητα τῆς ἐν μονάδι Τριάδος, ἃ μήπω
30τις τῶν ἀνθρώπων καὶ ἕτερος. Ἀλλὰ καὶ Ἰωάννης δῆλός ἐστι, καθά φασι, καὶ τυφλῷ, ταῦτα τὸν Υἱὸν τοῦ Θεοῦ νοήσας εἰρηκέναι· καὶ Παῦλος, τὸ ἅγιον Πνεῦμα. Κελεύουσι γὰρ αἱ μακάριαι ὑποστάσεις αὗ‐ ται, εἴκει δὲ ἡ ἀγγέλων καὶ πάντων φύσις. Ἡγεμο‐
35νεύουσι γὰρ βασιλικῶς, καὶ κατάρχουσιν αὐτοφυῶς, διὰ τὴν ἀπαράλλακτον πρὸς τὸν ἐξ οὗ προῆλθον Πα‐ τέρα θεότητα, καὶ ἀνάγεται πάντα εἰς ἐκεῖνον. Ἔχε‐ ται οὖν ἓν τοῦτο· ἕτερον δὲ, ὅτι τίς ἂν ὀφθείη ἕτερος, ᾧτινι συμφωνότερον, ἢ προσφορώτερον ταῦτα, τὰ ἐκ
40προσώπου τοῦ Θεοῦ Πατρὸς προφητευθέντα, δόξειεν ἐπιγράφεσθαι ὡς εἰρηκότι; Ποίας δὲ κατακρίσεως οὐκ ἔστιν ἄξιος ὁ τὴν περὶ τοῦ κρείττονος ἀλήθειαν τολμῶν παραχαράττειν, καὶ παρευδοκιμεῖν ἐθέλων Ἰωάννην καὶ Παῦλον, τοὺς μήτ’ ἀγνοήσαντας, μήτ’
45ἀποκρύψαντας, ἐναργῶς δὲ καὶ τρανῶς τὰ περὶ τού‐ του εἰς πάντας ἐξαγορεύσαντας; Καὶ πᾶσα δὲ Γραφὴ
ἔχει τι νόημα περὶ τῆς τοῦ μεγαλωνύμου Πνεύματος
ἔχει τι νόημα περὶ τῆς τοῦ μεγαλωνύμου Πνεύματος

39

.

661

μονότητος, ἤτουν θεότητος, ἐξῃρημένον μὲν καὶ ἀσύντακτον παντελῶς τῶν ὅλων, συντεταγμένον δὲ καὶ σύμφωνον τῆς πρωτίστης, καὶ γενεσιουργοῦ, καὶ ἀσυγκρίτου φύσεως. Τί γὰρ οὐκ ἀεὶ τῶν ἀγαθῶν δι’
5αὐτοῦ, καὶ παρ’ αὐτοῦ, ἔτι μὴν καὶ παρὰ τοῦ μονο‐ γενοῦς Υἱοῦ εὐδοκίᾳ τοῦ Θεοῦ Πατρός; Ὅταν οὖν λέγῃ ὁ μὲν Ὑμνολόγος· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ·» ὁ δὲ Παῦλος· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες·» ἐπιφέρῃ τε· «Εἰς
10τί οὖν ἐβαπτίσθητε;» εἴ γε μὴ εἰς τὸ ἅγιον Πνεῦ‐ μα ἐβαπτίσθητε· ὁ δὲ μονογενὴς Θεός· «Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἔρχεται, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» καὶ,
15«Ὑμεῖς δὲ λήψεσθε δύναμιν, τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ’ ὑμᾶς·» καὶ ὁ Θεὸς Πατὴρ ἐν τῷ Ἀγγαίῳ· «Μεθ’ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παν‐ τοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·» τί φήσομεν αὐτοὺς φάσκειν, ἢ ὅτι θεϊκὴν
20φύσιν καὶ μέθεξιν αὐτοῦ, καὶ ἁγιασμὸν, καὶ δημιουρ‐ γικὴν δύναμιν, καθαίρουσαν ἡμῶν, καὶ οἷον ἀπολαμ‐ πρύνουσαν τὴν ζωὴν, καὶ ἐν πᾶσιν ἀρωγοῦσαν, πα‐ ραδιδόντες ταῦτ’ ἐξεφώνησαν; Ὅταν δὲ καὶ πάλιν λέγῃ ὁ Θεὸς Πατήρ· «Οὐαὶ, τέκνα! Βουλὴν ἐποιή‐
25σατε, οὐ δι’ ἐμοῦ· καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύμα‐ τός μου·» ἆρ’ οὐκ ἀραρότως Ἀρειανῶν, καὶ Εὐνο‐ μιανῶν, καὶ Μακεδονιανῶν τὴν ἐπὶ τῇ αἱρέσει ἀθλιό‐ τητα καὶ ταλαιπωρίαν ἐπιμέμφεται; Πρὸς τούτοις φαίημεν ἂν, ὡς διὰ τοῦτο ἐγράφη· «Ταῦτα εἶπεν
30Ἡσαΐας·» καὶ, «Καθὰ Δαυῒδ λέγει·» ἵν’ ὁ θεῖος θε‐ σμὸς φαίνηται, διὰ ποίου ἁγίου κεκήρυκται. Περὶ δὲ τοῦ κατὰ τὸν Βαλαὰμ ἀγγέλου τοσοῦτον ἐροῦμεν, ὡς οὐκ ἔχει τὰ κατ’ αὐτὸν τῶν περὶ τοῦ θείου Πνεύ‐ ματος, ἢ τοῦ Υἱοῦ παρὰ Παύλου καὶ Ἰωάννου κυ‐
35ρίως πεφασμένων ἐοικότα λόγον. Ὁ γὰρ ἄγγελος ἀποσταλεὶς, ἅπερ ὁ Θεὸς ὑπέσχετο ἐπὶ μέλλοντι χρόνῳ δηλώσειν τῷ Βαλαὰμ, διήγγειλεν οὐκ αὐτὸς δὲ εἶναι ἐνοήθη ὁ Θεὸς, καθὰ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἐνοήθησαν εἶναι οἱ λελαληκότες τὰ ἐνταλ‐
40θέντα τῷ Ἡσαΐᾳ παρὰ τοῦ καθεζομένου ἐπὶ τοῦ θεϊκοῦ θρόνου, καὶ ἐν φωτὶ ἀφάτῳ καὶ δόξῃ ἀνει‐ κάστῳ ὑπάρχοντος. Κἀνταῦθα τοίνυν, ὡς τὰ ἡμῶν μὲν φαῦλα, τὰ δὲ αὐτῶν σεμνὰ, καὶ πλείονος σπουδῆς καὶ πίστεως ἄξια πειρῶνται δεικνύναι. Συμ‐
45μιγίαν τινὰ καὶ συμφωνίαν τοῦ θείου πρὸς τὰ κτί‐ σματα ἐργάζονται, καὶ συγκαταβάλλουσιν, ὡς οὐκ
ἴσασι, ταῖς θεϊκαῖς ὑπολήψεσι τοῦ ἀεὶ ὡσαύτως

39

.

664

ἔχοντος πρὸς τὸν Θεὸν Πατέρα ἁγίου Πνεύματος, τάς τε αὐτοῦ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, καὶ ὑποδηλοῦσιν τὸν Ἡσαΐαν, τάχα ἐπὶ τοῦ οὐρανίου καθεσθέντα θρόνου, καὶ προστάξαντα
5ἑαυτῷ· «Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ,» ἅπερ προσετάχθη εἰπεῖν. Ἡμεῖς μὲν οὖν ἄντικρυς θαυμάζομεν, εἰ μὴ ἤδη καὶ αὐτοὶ τῆς ἀτοπίας καὶ ἀσθενείας τῶν οἰκείων δοξασμάτων αἰσθάνονται, καὶ ὡς γελοῖοί εἰσι, τοιαῦτα περὶ τοῦ
10Θεοῦ διανοούμενοι, καὶ τὰ σαφῆ ὡς δυσδιαίτητα διαστρέφοντες. Καὶ οἰόμεθα μὴ σφάλλεσθαι οὕτως ἔχοντες, ὅτι τοῖς κατ’ αὐτοὺς ὁ μακρόθυμος Θεὸς παριστῶν, ὡς οὐχ ὑπολείπεται αὐτοῖς οὔτ’ ἀντιλο‐ γίας ὑπόθεσις, οὔτ’ ἀπολογίας ἀφορμὴ, διὰ τοῦ
15Ἰεζεκιὴλ ἔφη· «Εἰ Πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; Καὶ εἰ Κύριος ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου;» Ἀλλὰ ταῦτα μὲν οὕτως· ἐφ’ ὃ δὲ ἡμῖν ὁ λόγος ὥρμηται, μετιτέον. Ἴδωμεν δὲ, τί λέγει καὶ αὖθις ὁ Παῦλος, Φιλιππησίοις γράφων· «Βλέ‐
20πετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ.» Θεὸς οὖν τὸ ἅγιον Πνεῦμα, πᾶσαν ἀναπεμπομένην θυσίαν σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ δεχόμενον· εὔδηλον γὰρ, ὡς ἡ λατρεία τῷ Θεῷ
25μόνῳ ὀφείλεται. Ἀλλ’ οἱ αἱρετικοὶ κόρακες βλέ‐ πετε πῶς τοῖς θείοις λυμήνασθαι ἐπεχείρησαν ῥη‐ τοῖς, δι’ ἑνὸς στοιχείου ὑπαλλαγῆς· τινὲς γὰρ αὐ‐ τῶν ἐποίησαν, «Οἱ Πνεύματι Θεῷ λατρεύοντες,» ἵνα μὴ δείκνυται ἡ λατρεία τῷ Πνεύματι τοῦ
30Θεοῦ, ἀλλ’ ἐν πνεύματι τῷ Θεῷ καὶ Πατρὶ μόνῳ προσαγομένη. Ὥσπερ καὶ ἐν τῇ πρὸς Κορινθίους τοῦ Παύλου γεγραφότος· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωο‐
35ποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοι‐ κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν·» ἐκεῖνοι ἐναλ‐ λάξαντες ἐποίησαν· Διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν· ἵνα μὴ ζωοποιὸν καὶ δημιουργὸν δείκνυ‐ ται. Καὶ Ῥωμαίοις γράψαντος αὐτοῦ· «Ἥ τε
40ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·» ἐκεῖνοι ἐποίη‐ σαν, θεότης· ἔστιν δὲ τὸ αὐτό· ἀλλ’ ὅμως διὰ τὸ
στενοῦσθαι τὰς περὶ τοῦ μεγαλωνύμου Πνεύματος

39

.

665

ἀποδείξεις, τὰς διὰ τοῦ εἰρῆσθαι αὐτὸ Πνεῦμα θεῖον, δηλούσας αὐτὸ Θεόν. Καὶ τοῦ προφήτου Ἀμὼς ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος εἰρηκότος· «Ἰδοὺ ἐγὼ στερεῶν βροντήν·» περιεῖλον τὸ «ἐγώ·»
5ἵνα μὴ δείκνυται τοῦ ἁγίου Πνεύματος ἡ φωνὴ, ἀλλὰ γὰρ τοῦ Πατρὸς, ἢ τοῦ προφήτου. Οὐκ ἔστιν δὲ τέως τοῦ Πατρὸς καὶ Θεοῦ, διὰ τὸ ἔχειν εὐθέως· «Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» καὶ μὴ εἰπεῖν· Τὸν Χριστόν μου, ὡς ἐν ψαλμῷ λέ‐
10γει· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Καὶ ἐν πολλοῖς δὲ φαίνονται παρατρώσαντες ἐξεπίτηδες κἀντεῦθεν, τὴν ἀκριβῆ διάγνωσιν τῶν νοθευθέντων τόπων, τό γε ἐπ’ αὐτοῖς, ἀφανίσαντες. Καὶ τοῦτο οὔπω ἦν δεινὸν, καίπερ ὂν σφόδρα δεινὸν, εἰ μὴ
15οὕτω παρ’ ἐκείνων παραποιηθεῖσαι βίβλοι ἦλθον καὶ εἰς ὀρθῶς πιστεύοντας, ἀμαντεύτως ἔχοντας τῆς
τοιαύτης ῥᾳδιουργίας.

39

.

668

(10)

ΚΕΦ. ΙΒʹ. Περὶ τοῦ τὸ ἅγιον Πνεῦμα ἀνακαινίζειν ἡμᾶς τῷ βαπτίσματι· καὶ ὡς Δεσπότην ἐλευθεροῦν· καὶ ποιεῖν μετόχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Πατρός· καὶ τὰ λοιπά.
15Καὶ περὶ τοῦ ἀνόνητον εἶναι τὸ βάπτισμα τοῖς μὴ πιστεύουσιν ὅτι Θεὸς τὸ Πνεῦμα· καὶ ὅτι ἄλλη ἡλίου δόξα. καὶ ἄλλη σελήνης, καὶ ἄλλη ἀστέρων. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἀπόχρη, ἵνα μὴ πολὺ
20ὁ λόγος ἐν ἐκτροπῇ γένηται. Ἐπανίωμεν δὲ πάλιν ἐπὶ τὴν μεγαλόδωρον τοῦ ἁγίου Πνεύματος θεότητα. Ἀνα‐ καινίζει τοίνυν ἡμᾶς τὸ ἅγιον Πνεῦμα ἐν τῷ βαπτί‐ σματι, ὡς Θεὸς, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ ἀπὸ τοῦ ἀκαλλοῦς εἰς τὸ πρεσβύτερον ἀνάγει κάλλος, καὶ
25τῆς ἑαυτοῦ πίμπλησιν χάριτος, ὡς μηδὲν ἔτι τῶν ἀνεράστων δύνασθαι χωρεῖν· καὶ ἐλευθεροῖ ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· καὶ ἀπὸ χοϊκῶν, ὅ ἐστιν ἀπὸ γῆς καὶ σποδοῦ, ποιεῖ πνευματικοὺς, καὶ μετ‐ όχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Θεοῦ
30καὶ Πατρὸς, συμμόρφους τε τῆς εἰκόνος τοῦ Υἱοῦ, καὶ συγκληρονόμους αὐτοῦ, καὶ ἀδελφοὺς συνδοξασθησο‐ μένους καὶ συμβασιλεύσοντας αὐτῷ· καὶ ἀντὶ γῆς πάλιν δωρεῖται τὸν οὐρανὸν, καὶ τὸν παράδεισον ἀφθό‐
νως χαρίζεται· καὶ ἀγγέλων ἤδη ποιεῖ τιμιωτέρους·

39

.

669

καὶ τοῖς θείοις τῆς κολυμβήθρας ῥείθροις τὴν τοσαύτην τῆς γεέννης ἄσβεστον κατασβέννυσι φλόγα. Διτταὶ γὰρ γίνονται κυήσεις ἀνθρώποις, ἡ μὲν ἐκ σώματος ἡμε‐ τέρου, ἡ δὲ ἐκ τοῦ θείου Πνεύματος. Περὶ δὲ τούτων
5οἰκείως ἔγραψαν δογματικοὶ ἄνδρες· παραγράψω δ’ ἑκάστου τό τε ὄνομα καὶ αὐτὸ τὸ διήγημα. Ἰωάν‐ νης· «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξου‐ σίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος
10σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Ὅσοι, φησὶν, ἐπίστευσαν εἰς τὸν Χριστὸν, ἐδέξαντο ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῦτ’ ἔστιν τοῦ ἁγίου Πνεύματος, καὶ συγγένειαν κτήσα‐ σθαι πρὸς τὸν Θεὸν, ἧς οὐκ ἠξιώθησαν ἄγ‐
15γελοι. Δηλῶν γὰρ, ὅτι ὁ γεννῶν Θεὸς τὸ ἅγιον Πνεῦμά ἐστιν, ἐπήγαγεν ἀπὸ τοῦ Χριστοῦ· «Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ
20ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦ‐ μά ἐστιν. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ Πνεῦμα, ὅπου θέλει, πνεῖ· καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἔστιν πᾶς ὁ γεγεν‐
25νημένος ἐκ τοῦ Πνεύματος.» Τῷ εἰπεῖν· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσ‐ ελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ, «Δεῖ ὑμᾶς
γεννηθῆναι ἄνωθεν·» ἐσήμανεν, ὡς, κἂν εἰς τὸ ὄνο‐

39

.

672

μα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πιστεύσωσιν καὶ βαπτι‐ σθῶσιν, καὶ μὴ ἴσως καὶ ὁμοίως εἰς τὴν αὐτὴν θεό‐ τητα τοῦ ἁγίου Πνεύματος, ἅτε μὴ ἔχοντες τὸ τέ‐ λειον, καὶ μάτην τὰς τρεῖς καταδύσεις δεξάμενοι, ἐν
5τῷ ἐναλλάττειν μετὰ τὸ βάπτισμα τῇ δοξολογίᾳ τὴν ἰσοτιμίαν τῆς Τριάδος, καὶ παραβαίνειν τὰς ἰδίας ὁμολογίας, βασιλείας οὐρανῶν ἀξιωθῆναι οὐ δύναν‐ ται· ἀλλ’ ὡς ὁμόλογοι παραβάται ἀκούουσιν, παρὰ μὲν τῶν ἁγίων, τὰ προφητευθέντα ἐν πʹ ψαλμῷ· «Οἱ
10ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·» παρὰ δὲ τοῦ Υἱοῦ, ὡς ἔχει ἐν μὲν ιζʹ ψαλμῷ· «Υἱοὶ ἀλλότριοι ἐψεύ‐ σαντό μοι·» ἐν δὲ ρʹ· «Ποιοῦντας παραβάσεις ἐμί‐ σησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή·» παρὰ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς Ῥωμαίοις ἐγράφη· «Υἱοὺς
15ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·» ἀκούει δὲ λοιπὸν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ξεʹ ψαλμῷ· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Εἶπεν δέ· «Δεῖ γεννηθῆναι ἐξ ὕδατος·» ἐπειδὴ τὸ ἀποπλῦναι ἐν τῷ βαπτίσματι τὸν ῥύπον τοῦ
20σώματος γνώρισμά ἐστιν τῶν ἀνακτιζομένων ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ὁρατῶς μὲν γὰρ τὸ ὁρατὸν ἡμῶν σῶμα, ἱερέων διακονουμένων ἡ κολυμβή‐ θρα τίκτει· νοητῶς δὲ, σῶμα ὁμοῦ καὶ ψυ‐ χὴν, ἀγγέλων ὑπηρετουμένων, τὸ πάσαις νοήσεσιν
25ἀόρατον Πνεῦμα τοῦ Θεοῦ βαπτίζει εἰς ἑαυτὸ καὶ ἀναγεννᾷ. Καὶ γὰρ καὶ Βαπτιστὴς ἱστορικῶς, καὶ ἑπομένως τῷ, «Ἐξ ὕδατος καὶ Πνεύματος,» εἶπεν περὶ τοῦ Χριστοῦ· «Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν
Πνεύματι ἁγίῳ καὶ πυρί.» Ὀστράκινον γὰρ ὃν τὸ

39

.

673

ἀνθρώπειον σκεῦος, δεῖται πρότερον τοῦ ἀπὸ ὕδατος καθαρσίου, εἶτα καὶ τοῦ στερέμνιον αὐτὸ ἀποτελοῦντος νοητοῦ πυρὸς (ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον), καὶ οὕ‐ τω τοῦ ἀπαρτίζοντος καὶ ἀνακαινίζοντος ἁγίου Πνεύ‐
5ματος· ὁπότε οἶδεν τό τε πῦρ τὸ πνευματικὸν καὶ ἀρδεύειν, τό τε ὕδωρ καὶ ἀναχωνεύειν. Ἀπόδειξις δὲ τούτου, ὁ Παῦλος γράφων Κορινθίοις τὸ δεύτερον· «Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν.» Τῷ δέ γε εἰπεῖν· «Τὸ γεγεννημένον ἐκ
10τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν·» ἐδίδαξεν ἐν ἐπιτόμῳ, ὡς ὁ ἄνθρωπος, ὁ βαπτίσματος μὴ τυχὼν, σαρκικός ἐστιν, τοῦτ’ ἔστιν ἀμέτοχος φωτὸς ἐπουρανίου (σαφὲς γὰρ, ὡς ἡ σὰρξ ἐν ὅσῳ ζῇ μετὰ τῆς ἰδίας ψυχῆς νοεῖ‐
15ται)· ὁ δὲ βαπτισθεὶς πνευματικός ἐστιν, ἀντὶ τοῦ, μέτοχος ζωῆς ἀθανάτου. Τῷ δὲ εἰπεῖν· «Τὸ Πνεῦ‐ μα, ὅπου θέλει πνεῖ·» τὸ αὐτεξούσιον καὶ παντοδύναμον αὐτοῦ ἐκφαίνει. Τῷ δὲ εἰπεῖν· «Καὶ τὴν φωνὴν αὐ‐ τοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας, πόθεν ἔρχεται,
20καὶ ποῦ ὑπάγει·» δηλοῖ ὡς οὐ Νικοδήμῳ τὸ τηνι‐ καῦτα διελέγετο μόνῳ, ἀλλὰ καὶ Ἀρείῳ, Εὐνομίῳ τε καὶ Μακεδονίῳ προενεκάλει, τοῖς τὴν φωνὴν τοῦ ἁγίου Πνεύματος διὰ τῶν Γραφῶν ἀκούουσιν, καὶ οὐκ εἰδόσιν, ὡς ἔρχεται, ἀνάρχως ἐκπορευθὲν παρὰ
25τοῦ Πατρὸς, τὸ πανταχοῦ ἀεὶ παρὸν, καὶ ὑπάγει πρὸς αὐτὸν, ὡς Πνεῦμα αὐτοῦ ἀχώριστον ὑπάρχον τῇ θεότητι· ἀῤῥήτως γὰρ προῆλθεν ἐξ αὐτοῦ φύσει, καὶ ἐπέστραπται πρὸς αὐτόν· καὶ πρόοδον μὲν τὴν ἐκ τοῦ Πατρὸς ἔχει, ὡς ἂν ἐξ αὐτοῦ ἐκπορευόμενον· μόνην
30δὲ τὴν εἰς τὸν Πατέρα, ὡς ἂν ἓν καὶ ταυτὸν ὑπάρ‐ χον· ἐπιστρέφει δὲ πρὸς τὸν γεννήσαντα προελθὸν, ὡς ἂν μιᾶς καὶ τῆς αὐτῆς ὂν οὐσίας, καὶ τῆς πατρι‐ κῆς ἔξω γενέσθαι συνυπάρξεως μὴ δυνάμενον. Τῷ δὲ εἰπεῖν· «Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ
35Πνεύματος·» διδάσκει, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ πνευματικὸν γεννᾷ, καὶ λέγεται πνευματικὸς ἐκ τῆς ἕξεως, καθὰ ὁ ἐξ ἀνθρώπου τεχθεὶς καλεῖται ἄνθρω‐ πος. Ἐπιφωνεῖ γοῦν τῷ τοιούτῳ ὁ Μελῳδός· «Ἀνα‐ καινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου·» καὶ, «Μα‐
40κάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθη‐
σαν αἱ ἁμαρτίαι.» Καὶ Παῦλος δὲ συνιστῶν, ὅτι

39

.

676

τούς τε φωτιζομένους τὸ Πνεῦμα ἀναγεννᾷ, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν φύσει κέκτηται, ἔγραψεν, πρὸς μὲν Τῖτον, καθὼς ἀνωτέρω ἐλέχθη· «Ἀναγεν‐ νήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαι‐
5νίσεως Πνεύματος ἁγίου·» πρὸς δὲ Ῥωμαίους· «Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας,
10ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ·» πρὸς δὲ Τιμό‐ θεον ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· «Οὐ γὰρ ἔδωκεν ἡμῖν
15ὁ Θεὸς Πνεῦμα δουλείας, ἀλλὰ δυνάμεως, καὶ ἀγά‐ πης, καὶ σωφρονισμοῦ.» Ὅτι γὰρ περὶ τοῦ ἁγίου Πνεύματος διαλέγεται, εὔδηλον καὶ ἐκ τοῦ εἰπεῖν· «Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας.» Ἔχοντες γὰρ ἤδη
20πάντως τὸ ἡμέτερον, ἐλάβομεν καὶ τὸ τοῦ Θεοῦ. Σα‐ φὲς δὲ τοῦτο καὶ ἀπὸ τοῦ ἐπαγαγεῖν, ὡς «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.» Ὅρα οὖν, πῶς παραδόξως Δεσπότην ἀπαγγέλλει τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ μὴ ὢν δοῦλος ἐλεύθερός ἐστιν· καὶ
25ὁ ἐλευθερῶν δεσπότης καθέστηκεν· οὐδεὶς γὰρ, ὃ αὐ‐ τὸς οὐκ ἔχει, ἄλλῳ παρέχει. Καὶ ὁ εἰς υἱοθεσίαν καὶ κληρονομίαν ἄγων Θεός ἐστιν, κοινωνίαν οὐσίας καὶ δεσποτείας ἔχων πρὸς ἐκεῖνον, οὗτινος τῆς υἱο‐ θεσίας καὶ κληρονομίας ἀξιοῖ Κληρονόμον δὲ γρά‐
30φει, Χριστὸν μὲν, ὡς φύσει Υἱόν· ἡμᾶς δὲ, ὡς ἀγα‐ θότητι αὐτοῦ τῆς κληρονομίας ἀξιουμένους· συγκλη‐ ρονόμους δὲ Χριστοῦ, διὰ τὴν ἀνέκλεκτον ἐνανθρώ‐ πησιν αὐτοῦ. Κράζει δὲ ἐν ἡμῖν ἀντὶ ἡμῶν· «Ἀββὰ,» ὅ ἐστιν Πατήρ· ἐπειδήπερ ἡμεῖς οὔτε γνήσιοι
35υἱοὶ, ὡς αὐτὸ γνήσιον Πνεῦμα, καὶ ἄλλως ἀπαῤῥη‐ σίαστοι πρὸς τοιαύτην φωνήν.
42Τίς γάρ κεν μεγάλοιο Θεοῦ κατ’ ἐναντίον ἔλθοι·
Ἢ εἴποι τι ἔπος θνητὸς ἐὼν γενεήν;

39

.

677

Πρὸς δὲ Γαλάτας περὶ τῶν βαπτισθέντων φησίν· «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Κορινθίοις δὲ τὰ ἴσα ἐπιστέλλει· «Ἀλλὰ ἀπελούσασθε, ἀλλ’ ἡγιά‐
5σθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Ἄθρει οὖν καὶ ἐκ τῶν ῥητῶν τούτων, ὡς ἡ ἀπολύτρωσις, καὶ ὁ ἁγιασμὸς, καὶ ἡ δικαίωσις οὐκ ἄνευ τοῦ ὀνόματος τοῦ θεϊκοῦ Πνεύματος παρέχεται.
10Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ἠρώτησεν, φησὶν, τινὰς μαθητὰς, εἰπών· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύ‐ σαντες;» Τῶν δὲ ἀποκριναμένων, «Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν·» ἔφη· «Εἰς τί οὖν ἐβαπτίσθητε;» ὡς οὐδὲν ὄφελος ἐσχηκότων ἀπὸ τοῦ
15μὴ καὶ εἰς τὸ ἅγιον Πνεῦμα ἐξ ἴσου πιστεῦσαι καὶ βαπτισθῆναι, ὡς ἐπίστευσαν εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Καὶ ἔτι ἀπαγγέλλουσιν αἱ Πράξεις ἀνωφελὲς τὸ βάπτισμα, δίχα τῆς τοῦ θεϊκοῦ Πνεύματος ἐπιφοιτή‐ σεως, καὶ τοῦ ἁγιασμοῦ αὐτοῦ, ἐν συλλαβαῖς τοιαύ‐
20ταις· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστει‐ λαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες κατα‐ βάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως ἂν λάβωσιν Πνεῦμα ἅγιον. Οὐδέ πω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν
25ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Τὸ γὰρ ἔχειν· «Μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ,» καὶ τὸ μετέπειτα
30λαμβάνειν τὸ Πνεῦμα, δηλοῖ, ὡς μόνον οὐχὶ ἔλειπεν αὐτοῖς ἡ περὶ τοῦ Πνεύματος θεογνωσία· ἀλλ’ ὅτι καὶ σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι συμπάρ‐ εστιν, καὶ συμμνημονεύεται, καὶ συνευεργετεῖ ὁ Πα‐ τὴρ καὶ Θεὸς, κἄν ποτε ἰδικῶς μὴ ὀνομασθῇ· ἢ ὡς
35δ’ αὖ πάλιν, κἂν σιωπηθείη τῷ λόγῳ, καὶ μὴ τῇ πίστει, ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνσώζει ἅμα τῷ Θεῷ καὶ Πατρί. Καὶ πάλιν· «Καὶ συναυλιζομένοις παρήγγει‐ λεν αὐτοῖς, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι· ἀλλὰ
40περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσα‐ τέ μου· Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι ἁγίῳ βαπτισθήσεσθε, οὐ μετὰ πολ‐ λὰς ταύτας ἡμέρας·» καὶ πάλιν ἀπὸ τοῦ Πέτρου περὶ τῶν ἐν Καισαρείᾳ βαπτισθέντων· «Ἐν δὲ τῷ
45ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ· ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύ‐ ματι ἁγίῳ.» Οἱ οὖν ἐν ψιλῷ ὀνόματι τοῦ ἁγίου

39

.

677

(50)

Πνεύματος, καὶ οὐχ ὡς ἐν ὀνόματι Θεοῦ καὶ Πνεύ‐
ματος Θεοῦ, φύσει ὄντος Πνεύματος αὐτοῦ, βαπτι‐

39

.

680

ζόμενοι, ὡς ὕδατι ψιλῷ λουόμενοι, ἀνόνητον ἔχουσι τὴν ἐλπίδα. Καταδύοντες μὲν γὰρ ἐν τῇ κολυμ‐ βήθρᾳ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γυμνού‐ μεθα, τῇ χάριτι τοῦ Πνεύματος αὐτοῦ, τῶν ἁμαρ‐
5τιῶν, ἀποτιθέμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ τῇ βασιλικῇ αὐτοῦ δυνάμει ἀναγεννώμεθα καὶ σφραγι‐ ζόμεθα· ἀνιόντες δὲ ἐνδυόμεθά τε τὸν Σωτῆρα Χρι‐ στὸν, στολὴν ἄφθαρτον καὶ ἰσότιμον τοῦ ἀναγεννή‐ σαντος καὶ σφραγίσαντος ἡμᾶς ἁγίου Πνεύματος,
10(«Ὅσοι γὰρ,» φησὶν, «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·») καὶ τὴν γεγραμμένην εἰ‐ κόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἀπολαμβάνομεν, ἣν ἐδεξάμεθα διὰ τοῦ θεϊκοῦ ἐμφυσήματος, καὶ ἀπωλέ‐ σαμεν διὰ τοῦ ἁμαρτήματος καὶ αὖθις εὑρισκόμεθα,
15οἷοί περ ἐπὶ τοῦ πρωτοπλάστου ἐγενήθη‐ μεν, ἀναμάρτητοι καὶ αὐτεξούσιοι· ταῦτα γὰρ ση‐ μαίνει ἡ εἰκὼν καὶ ὁμοίωσις· ὡς ἁρμόζειν τὴν
Παύλου περὶ τῶν βαπτιζομένων Γραφήν· «Ὅπως

39

.

681

γένησθε κατ’ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς·» καὶ, «Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέ‐ σομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Ἀναπείσει δὲ περὶ τούτου, καὶ αὖθις γράφων ὁ αὐτὸς, Ῥωμαίοις
5μέν· «Οὒς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρω‐ τότοκον ἐν πολλοῖς ἀδελφοῖς·» Ἐφεσίοις δέ· «Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωο‐ ποίησε τῷ Χριστῷ, καὶ συνήγειρε καὶ συνεκάθισεν
10ἐν τοῖς ἐπουρανίοις.» Τίς, ἢ πότε ταῦτα παρέσχεν; Ὁ Πατὴρ, μετὰ τοῦ ἀνακαινισθῆναι ἡμᾶς ὑπὸ τοῦ ἁγίου Πνεύματος αὐτοῦ. Ὃν τρόπον γὰρ τὸ πρῶτον ὑπὸ τῆς μακαρίας Τριάδος ἐκτίσθημεν κατὰ τὸ, «Ποιή‐ σωμεν ἄνθρωπον·» οὕτως τὸ δεύτερον ὑπ’ αὐτῆς
15σωζόμεθα· ἵν’ ὁμοίως τὴν Τριάδα δοξάζωμεν. Δίχα δὲ τοῦ ἀναγεννηθῆναι βαπτίσματι ὑπὸ τοῦ Πνεύμα‐ τος τοῦ Θεοῦ, καὶ σφραγισθῆναι τῷ ἁγιασμῷ, καὶ ναὸς αὐτοῦ γενέσθαι, οὐδεὶς τῶν ἐπουρανίων ἔτυχεν ἀγαθῶν, κἂν τὸν ἄλλον βίον ἄμεμπτος εὑρέθη. Ἀλλὰ
20καὶ οἱ πρὸ βαπτίσματος μαρτυρῆσαι ἐπιτυχόντες, τῷ ἰδίῳ ἀπολουσάμενοι αἵματι, οὕτως ὑπὸ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐζωοποιήθησαν. Διὸ προτρέπων ὁμοῦ καὶ μαρτυρόμενος ἱερολόγος ἀνὴρ βοᾷ· «Προσ‐ έλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα
25ὑμῶν οὐ μὴ καταισχυνθῇ» Φῶς γὰρ τὸ ἀληθινὸν καὶ αἴτιον τοῦ αἰσθητοῦ φωτὸς, καὶ δόξα ἐκλάμ‐ πουσα πανταχοῦ ἐστι τὸ Πνεῦμα τὸ σεπτὸν, ᾗ καὶ αὖθις ψάλλει· «Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.» Περὶ τούτου καὶ ἐν τῷ κηʹ ψαλμῷ διδά‐
30σκει· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δό‐
ξης ἐβρόντησεν· Κύριος ἐπὶ ὑδάτων πολλῶν·» καὶ

39

.

684

ἐν οϛʹ ψαλμῷ.» Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· ἴδεν, καὶ ἐσαλεύθη ἡ γῆ.» Διὰ μὲν γὰρ τῶν ὑδάτων τὸ βά‐ πτισμα σημαίνει, ἐν ᾧ γίνεται παρὰ τῶν ἱερέων,
5καθὰ ψαλμῳδεῖ ὁ αὐτὸς, «ἐργασία πολλή·» διὰ δὲ τῆς βροντῆς τὴν πανταχοῦ φθάσασαν καὶ μετὰ φόβου ὑποδεχθεῖσαν χάριν τοῦ βαπτίσματος αἰνίττεται· διὰ δὲ τοῦ τροχοῦ, τὸν ἄστατον καὶ ἀλλόκοτον βίον· διὰ δὲ τῶν ἀστραπῶν, τὰ κατὰ Θεὸν κάλλη τῶν φω‐
10τιζομένων· διὰ δὲ τοῦ σαλευθῆναι τὴν γῆν τὸ κινη‐ θῆναι σὺν προθυμίᾳ τὴν ἀνθρωπότητα εἰς θεογνω‐ σίαν δηλοῖ. Καὶ τοῦ Δεσπότου δὲ βαπτιζομένου ἐν τῇ οἰκονομίᾳ ἐπὶ τῷ τόν τε δράκοντα, τὸν ἐπὶ τοῖς ὕδασι δεξάμενον τὸν Ἰορδάνην, ἐν τῷ στόματι, ὡς ἱστορεῖ
15αἰνιγματωδῶς ὁ Ἰὼβ, θανατῶσαι, τόν τε ἡμέτερον ἀποσμῆξαι ῥύπον, καὶ τὴν παλαιὰν συγχωρῆσαι ἁμαρτίαν, καὶ ποιῆσαι πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἅμα δὲ καὶ διδάξαι πάντας, τὴν παλιγγενεσίαν ἀν‐
20θρώποις εἶναι σωτηρίαν· παρῆν τὸ Πνεῦμα τὸ ἅγιον,
ὡς ὁ Πατήρ. Ὁ μὲν γὰρ ἐξ οὐρανῶν ἐμαρτύρει τῇ

39

.

685

γνησιότητι τοῦ οἰκείου τόκου· τὸ δὲ ἅγιον Πνεῦμα, ἀνοιχθέντων αὐτῷ, ὡς βασιλεῖ καὶ ἀνωτέρω τῆς ἀγγέλων φύσεως ὄντι, τῶν οὐρανῶν, κατελθὸν, ἐπ‐ έμενεν ἐπὶ τὸν Υἱὸν τοῦ Θεοῦ. Φησὶν γάρ· «Ἰδοὺ
5ἀνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστεράν.» Νόει οὖν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ἅτε τὸν ἑαυτοῦ ναὸν, ἡμᾶς, τῷ ὑψίστῳ Θεῷ συγκαθεσθῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι ποιεῖ, καὶ ὅτε μένει ἐπὶ τὸν μο‐
10νογενῆ Θεόν· καὶ εἰ ὁσίως λέγουσιν αἱρετικοὶ μὴ συγκαθέζεσθαι αὐτὸ, καὶ συμπροσκυνεῖσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ Πατρί. Μὴ ὁμοίως δὲ ἡμῶν, τῶν κτιστῶν, καὶ ἐν τοσαύτῃ ἀγαθῶν ἔργων γυμνό‐ τητι τηλικαῦτα ἐλπιζόντων, νοηθείη τὸ ἅγιον Πνεῦμα
15τοῦ Θεοῦ συγκαθέζεσθαι, καὶ συνδοξάζεσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ· ἀλλ’ ὡς Πνεῦμα αὐτοῦ, καὶ φύσει Θεὸς καὶ Βασιλεὺς καὶ ἀϊδίως συγκαθεζόμενος, καὶ πλήρης ἀχράντου δόξης ὑπάρχων. Οἱ γὰρ κτι‐ στοὶ, κατὰ χάριν μετὰ τὴν ἀνάστασιν τούτων ἀξιω‐
20θήσονται, ἀπολαύοντες τῶν ἀγαθῶν τῆς βασιλείας, οὐκ ὄντες δὲ βασιλεῖς. Οἶδεν γὰρ ἡ Γραφὴ, ἄλλην μὲν ἡλίου δόξαν, ἄλλην δὲ σελήνης καὶ ἀστέρων· καὶ τούτων πάλιν διάφορον δόξαν. «Ἀστὴρ γὰρ,» φησὶν, «ἀστέρος διαφέρει ἐν δόξῃ.» Καὶ ὁ ὀφθαλμὸς τοῦ σώ‐
25ματος τῶν ἄλλων μελῶν τιμιώτερός ἐστι· πλὴν καὶ αὐτὸς σῶμά ἐστιν· ὥστε τοσοῦτον ἡμᾶς ἀνακαινι‐ σθέντας τῆς θείας ἀπολαύειν οἰκειότητος, ὅσον ἡ τῆς ἡμετέρας φύσεως ἐνδέχεται δύναμις, καθὼς λέ‐ γουσιν.
35
Ὁπόσον ἡμέριόν κε Θεῷ γένος ἰσάζοιτο. Καὶ Πέτρος ἐκθειάζων τὸ βάπτισμα, ὡς Θεοῦ ὄντος τοῦ ἀνακτίζοντος ἡμᾶς ἁγίου Πνεύματος, καθολικὸν διὰ τῆς πρώτης Ἐπιστολῆς ἐξεφώνησε κήρυγμα, δια‐
γορεῦον ταυτί· «Ἀναγεγεννημένοι, οὐκ ἐκ σπορᾶς

39

.

688

φθαρτῆς, ἀλλ’ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος.» Ἐδεδοίκει γὰρ τὸν παρακελευσά‐ μενον ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ· «Πορευθέντες εἰς τὸν κόσμον πάντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ
5τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» Τί δὲ τὸ κήρυγμά ἐστιν; «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ὅπερ καὶ Παῦλος
10φυλάττων ἔγραψεν· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Ἥντινα πνευματικὴν κοινωνίαν καὶ τὰ Καθολικὰ προκατωνόμασεν χαράγματα οὕτως· «Ἵνα
15γένησθε θείας κοινωνοὶ φύσεως.» Τίνες δὲ οἱ ἀπι‐ στοῦντες, καὶ διὰ τοῦτο κατακρινόμενοις; Οἱ ταύτην μὴ φυλάττοντες τὴν ἰσοτιμίαν τῆς ἁγίας Τριάδος· οἷστισι καὶ αὖθις διὰ Παύλου παρήγγειλεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ· «Εἰσί τινες, οἵτινες ὑμᾶς
20θορυβοῦσι, θέλοντες στρέψαι τὸ Εὐαγγέλιον Χρι‐ στοῦ· ἀλλ’ εἰ καὶ ἄγγελος ὑμᾶς ἀπ’ οὐρανοῦ ἄλλως εὐαγγελίσηται, παρ’ ὃ εὐαγγελίσθητε, ἀνάθεμα ἔστω. Καὶ πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίσηται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Παράδοσιν δὲ μὴ πα‐
25ραβαίνεσθαι, τὴν προλεχθεῖσαν αὐτοῦ εἶπε θεϊκὴν ἐντολὴν, οὐ τὴν Ἀρειανῶν, καὶ Εὐνομιανῶν, καὶ Μα‐ κεδονιανῶν, τῶν τὴν προσηγορίαν ταύτην κληρωσα‐ μένων ἀπ’ ἐκείνων, ὧν τῇ δοκήσει ἐξηκολούθησαν, καὶ τῶν θείων κηρυγμάτων καταφρονήσαντες, νόμον
30τὴν ἐκείνων ἀδολεσχίαν ἐποιήσαντο, οὐδὲ τῶν ἄλλων ἀκούοντες. Ὅσσα κεν ἀθανάτοιο Θεοῦ βουλεύματα φαίνει, Ταῦτα σὺ, θνητὸς ἐὼν, ἴσχε μάλ’ ἀσφαλέως· Μηδὲ νόον δολίοισιν ὑπ’ ἀνθρώποισι δολωθεὶς,
35 Ἄσχετον ἀθανάτου μῆνιν ἐπισπάσεαι. ΚΕΦ. ΙΓʹ. Περὶ τῶν πρὸς εὐτέλειαν τοῦ Πνεύματος ἐπιφε‐ ρόντων τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος.
40 Οὗτοι δὲ λεξιθηροῦντες, καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος καθ’ ἑαυτῶν σμικρύνοντες, φασίν· Οὐκ‐
οῦν ἰσοδύναμον καὶ συνδοξαζόμενον τὸ ὕδωρ τῷ ἁγίῳ

39

.

689

Πνεύματί ἐστιν· ἐπειδὴ γράφει· «Ἐὰν μή τις γεν‐ νηθῇ ἐξ ὕδατος καὶ Πνεύματος.» Τοῦτο δὲ κατηγορῆ‐ σαί ἐστιν ἑαυτῶν, ὡς ἐπιλαμβανομένων τοῦ καλῶς φθεγξαμένου αὐτὰ Χριστοῦ, καὶ διαβαλεῖν, ἃ μηδ’
5ὁ Μῶμος διαβαλεῖν δυνήσεται· οὐ μὴν ἴδιον Χριστια‐ νῶν. Οὐχ ὡς συντάττεται γὰρ ἡ ἁγία Τριὰς ἐμνημο‐ νεύθη καὶ τὸ ὕδωρ· ἀλλ’ ὡς ὁ λόγος ἀπέδωκε, καὶ ὡς ἑτέρωθι ἅμα τῷ ἀθανάτῳ Θεῷ θνητὰ συνεμνη‐ μονεύθη. Γέγραπται γάρ· «Ἥμαρτον εἰς τὸν οὐρα‐
10νὸν καὶ εἰς σέ·» καὶ πάλιν· «Ἐπίστευσεν ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ·» καὶ πάλιν· «Πᾶς ὁ λαὸς ἐφοβεῖτο τὸν Θεὸν καὶ Σα‐ μουήλ·» καὶ πάλιν· «Καὶ ἦν ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών·» καὶ τὸ προσυφανθησόμενον δὲ
15τούτοις θεώρημα καίριον καὶ ἐπάξιον τῆς ὀρθῆς πίστεώς ἐστιν Εἰ γὰρ κατὰ τὸν Παῦλον, «εἰς τὸν θά‐ νατον τοῦ Χριστοῦ καὶ εἰς Χριστὸν» βαπτιζόμεθα, ὀρθῶς συνεφράσθη τῷ Πνεύματι τὸ ὕδωρ. Ἀπὸ γὰρ τῆς πλευρᾶς τοῦ Σωτῆρος ὕδωρ καὶ αἷμα ὁμοῦ ἔῤ‐
20ῥευσεν, ὡς οὐκ ἀγνοεῖ ἡ λόγχη, καὶ ὁ στρατιώτης. Πρὸς τούτῳ, εἰ, ὡς Παῦλος ἔγραψε, Κορινθίοις μέν· «Πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάν‐ τες τὸ αὐτὸ πνευματικὸν ἔπινον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα
25ἦν ὁ Χριστός·» αὖθίς τε· «Καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθησαν·» Ἑβραίοις δέ· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ
30ῥῆμα» (τὸ δὲ ἅγιον Πνεῦμα, ῥῆμα τοῦ Θεοῦ Πα‐ τρὸς ἀνευφημήθη)· ἀραρότως ἐν τῷ ὕδατι ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὐδέποτε παρ’ οὐδενὶ ἄνευ τοῦ βαπτιστικοῦ ὕδατος ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα. Ὅπου οὖν τὸ θεῖον μυστήριον, ὡς τοῦ Υἱοῦ
35τοῦ Θεοῦ, οὕτω καὶ τοῦ θεϊκοῦ Πνεύματος τεθεσμο‐ θέτηται, καὶ τὴν ἴσην μαρτυρίαν ἀπηνέγκαντο ἄμφω αἱ μακάριαι καὶ αὐτοτελεῖς ὑποστάσεις· πῶς οὐκ ἀφθονία καὶ ταῦτα δι’ ἀποδείξεων περὶ τῆς ὁμοου‐ σιότητος αὐτῶν ἐστιν; Ἐγὼ οὖν οἶμαι, ὡς καὶ διὰ
40τοῦτο εἰς οἶνον, καὶ κρείττονα οἴνου, τὸ ὕδωρ μετ‐ έβαλε, καὶ εὐφροσύνην τῷ γαμικῷ δείπνῳ παρέσχετο· ἀσυμφανῶς διδάξαι βουληθεὶς, ὅτι καὶ τὸ ὕδωρ εἰς ἀθάνατον χρῆσιν τοῦ βαπτίσματος μετέθηκε, καὶ διὰ τοῦ βαπτίσματος τὸ λεῖπον τῆς πίστεως ἀνθρώποις
45ἀνεπλήρωσε, μετὰ τοῦ θεϊκοῦ Πνεύματος, συμφωνίᾳ
τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τῆς σκιᾶς γὰρ τοῦ θείου

39

.

692

τούτου βαπτίσματος, τοῦ ἡμῖν δωρηθέντος ἐπιφανείᾳ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ Θεοῦ διὰ τὴν ἐπίγνωσιν τὴν εἰς τὰς ἀκηράτους ὑποστάσεις ταύτας, πολλὰ καμόντες οἱ δίκαιοι μόλις ἔτυχον. Ἔστι γὰρ
5ἡ κολυμβήθρα τῆς Τριάδος, ἐργαστήριον πρὸς σω‐ τηρίαν πιστῶν πάντων ἀνθρώπων· καὶ τοὺς λου‐ ομένους ἐν αὐτῇ, τοῦ δήγματος ἀπαλλάττει τοῦ ὄφεως, καὶ μήτηρ πάντων γίνεται, τῷ ἁγίῳ Πνεύ‐ ματι μένουσα Παρθένος. Ἐν αὐτῇ γὰρ, ὡς εἴρηται,
10πάντα ὑποδεχόμεθα τῆς διανομῆς τὰ χα‐ ρίσματα, καὶ ἐκεῖσε τοῦ παραδείσου αἱ δωρεαὶ ὑπο‐ γράφονται, καὶ νύμφην ἑαυτῷ τὴν ἡμετέραν ψυχὴν λαμβάνει ὁ ποιήσας αὐτὴν, κατὰ Παῦλον ἐπιστέλ‐ λοντα· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν
15παραστῆσαι τῷ Χριστῷ.» Καὶ τί δὲ συντόμως τὸ μεῖζον οὐ λέγω ἐν αὐτῇ; Ὃν οὐ τολμῶσιν οἱ ἐν οὐ‐ ρανοῖς Πατέρα καλεῖν, ἡμεῖς μανθάνομεν ἐπὶ γῆς καλεῖν, μηδένα φοβούμενοι. Καὶ τοῦτό ἐστιν, ὃ ἐν κϛʹ ᾄδεται ψαλμῷ· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου
20ἐγκατέλιπόν με·» (οὐ γὰρ, φησὶν, ἔμειναν ἀθάνατοι Ἀδὰμ καὶ Εὔα)· «ὁ δὲ Κύριος προσελάβετό με.» Καὶ ἔδωκέ μοι, φησὶ, μητέρα τὴν κολυμβήθραν, πα‐ τέρα τὸν Ὕψιστον, ἀδελφὸν τὸν δι’ ἡμᾶς βαπτισθέντα Σωτῆρα. Νῦν οὖν οἶδα ἀληθῶς γεννηθεὶς ὁμοῦ καὶ
25σωθεὶς, ὅτε μηκέτι ἀκούω· «Κλαύσατε τεθνηκότα, ὅτι ἐξέλιπε φῶς·» ἀλλὰ τὴν εὐκταίαν φωνήν· «Δεῦτε, πάντες οἱ κεκοπιακότες καὶ πεφορτισμέ‐ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς,» ἀλείψας, λούσας, ἐνδύ‐ σας ἕκαστον ἀδιασπάστως ὅλον ἐμαυτὸν, καὶ θρέψας
30τῷ σώματί μου καὶ τῷ αἵματι.
34ΚΕΦ. ΙΔʹ.
35Περὶ τοῦ ἀπὸ καταβολῆς κόσμου τὰ ὕδατα ἡγιά‐ σθαι ὑπὸ τοῦ ἁγίου Πνεύματος, καὶ προοικο‐ νομεῖσθαι ἡμῖν τὴν ἀπὸ τοῦ βαπτίσματος σω‐ τηρίαν. Καὶ περὶ τοῦ Ἰσραηλίτας σωτηρίας τετυχηκέναι ἀπὸ τῆς οὔσης ποτὲ εἰκόνος τοῦ
40 βαπτίσματος· πολλῷ δὲ πλέον τοὺς νῦν βα‐ πτιζομένους, καὶ προῖκα δικαιουμένους, καὶ μακαριζομένους. Καὶ δὴ καιρὸς ἥκει τῷ λόγῳ, τὰς τῷ θεϊκῷ Πνεύ‐ ματι καὶ τῷ ἀθανάτῳ βαπτίσματι οἰκείας ἀποδείξεις
45ἀναλεγόμενον ἐκ μέρους καὶ ἀπὸ τῆς πρεσβυτέρας διαθήκης, ὡς ἂν δύνωμαι, γράφειν. Ἄρξομαι δὲ μι‐ κρὸν ἄνωθεν. Ἡ ἀδιαίρετος καὶ ἄῤῥητος Τριὰς, προορῶσα ἐξ αἰῶνος τοῦ ἀνθρωπίνου βίου τὰ ὀλι‐ σθηρὰ, ἅμα τῷ παραγαγεῖν ἐκ μὴ ὄντων τὴν ὑγρὰν

39

.

692

(50)

οὐσίαν, ηὐτρέπισεν ἀνθρώποις τὴν ἐν τοῖς ὕδασιν ἴασιν. Τοιγάρτοι τῇ ἑαυτοῦ ἐπιφορᾷ τὸ ἅγιον Πνεῦμα ἐκ τότε ἁγιάσαν αὐτὰ, καὶ ζωογόνον ἀπο‐ τελέσαν φαίνεται. Παντὶ γὰρ πρόδηλον ὑπάρχει, ὡς
καὶ τὸ ὑπερκείμενον τῷ ὑποκειμένῳ τῆς οἰκείας με‐

39

.

693

ταδίδωσιν, ἵν’ οὕτως εἴπω, ποιότητος, καὶ πᾶσα ὑποκειμένη ὕλη, τῆς τοῦ ἐπικειμένου φιλεῖ πως ἁρ‐ πάζειν ἰδιότητος. Ὅθεν ἀδιακρίτως παντὶ ὕδατι, καὶ ἐν θαλάττῃ δὲ, ἀνάγκης καταλαβούσης βάπτισμα γί‐
5νεται, ὡς μιᾶς τε οὔσης φύσεως ὑδάτων καὶ πάσης ἁγιασθείσης. Ὅπως δὲ τὸ θαλάττιον ὕδωρ ἁλμυρὸν εὑρίσκεται, τοῦ ἑνὸς γένους τῶν ὑδάτων ὑπάρχον, ἑτέρα ἐπιδείξει σὺν Θεῷ φάναι πραγματεία. Αὔταρκες δὲ, εἰς τὸ κινούμενον νυνὶ κεφάλαιον, μνημονεῦσαι
10τοῦ τε κοσμογράφου Μωϋσέως, ἐξηγουμένου κατὰ λέξιν οὕτως· «Καὶ Πνεῦμα Κυρίου ἐπεφέρετο ἐπὶ τῶν ὑδάτων·» τοῦ τε πνευματοφόρου Δαυῒδ, ψάλ‐ λοντος· «Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Τοῦτο δὲ συνενδείκνυται οὐ μικρῶς, καὶ τὸ ὕπερθεν τῶν Ἰορ‐
15δανείων ῥείθρων γεγενῆσθαι τὸ ἅγιον Πνεῦμα, τοῦ Δεσπότου βαπτιζομένου, καὶ μεμενηκέναι ἐπ’ αὐτόν. Ὤφθη δὲ τὸ τηνικαῦτα ἐν εἴδει περιστερᾶς. Ἐπειδὴ τὸ ζῶον τοῦτο ἀκέραιόν τέ ἐστι καὶ χολῆς ἐστέρηται. «Γίνεσθε» γὰρ, φησὶν, «ἀκέραιοι ὡς αἱ περιστε‐
20ραί.» Εἴπερ δὲ καὶ ἐκ τῆς συναγομένης ψήφου ἀπὸ τοῦ ὀνόματος τοῦ μνημονευθέντος πτηνοῦ ἐπικουρίαν τινὰ δεῖ τῷ λόγῳ τούτῳ πορίζεσθαι, καὶ αὐτὴ ὑπο‐
σημαίνει πως τὸ ἀπερίγραπτον τοῦ ἁγίου Πνεύμα‐

39

.

696

τος. Ἔστι γὰρ περιστερὰ μιᾶς καὶ ὀκτακοσίων ψή‐ φου, αἵτινες δηλοῦνται διὰ τοῦ ἄλφα καὶ ω· τὰ δὲ στοιχεῖα ταῦτα ἀρχὴ καὶ τέλος ὅλων καθέστηκε τῶν στοιχείων. Καὶ ὁ κατακλυσμὸς τοίνυν, ὁ τὴν ἀρχαίαν
5ἀδικίαν ἐκκαθάρας τοῦ κόσμου, προεφήτευεν οἱονεί πως ἐπικεκρυμμένως τὸν ἀπὸ τῆς θείας κολυμ‐ βήθρας τῶν ἁμαρτιῶν καθαρισμόν· καὶ ἡ κιβωτὸς αὐτὴ, σώσασα τοὺς ἐν αὐτῇ εἰσφρήσαντας, εἰκὼν τῆς σεπτῆς ἐτύγχανεν Ἐκκλησίας καὶ τῆς ἐντεῦθεν
10ὑπαρχούσης ἡμῖν ἀγαθῆς ἐλπίδος· καὶ ἡ περιστερὰ, κλάδον ἐλαίας κομίσασα ἐν τῇ κιβωτῷ, καὶ τῆς γῆς τὴν ἀνάδειξιν μηνύσασα, ἐσήμαινε τοῦ ἁγίου Πνεύ‐ ματος τὴν ἐπιφοίτησιν καὶ τὴν ἄνωθεν διαλλαγήν· σύμβολον γὰρ ἡ ἐλαία τῆς εἰρήνης. Ἀλλὰ καὶ ἡ
15ἐρυθρὰ θάλαττα εἰσδεξαμένη Ἰσραηλίτας, οὔτ’ ἐνδυά‐ σαντας, οὔτ’ ἐπ’ ἀδήλῳ πιστεύσαντας, καὶ τῶν ἐπηρ‐ τημένων αὐτοῖς κακῶν ἐν Αἰγύπτῳ ἀπὸ Φαραὼ καὶ τοῦ στρατεύματος αὐτοῦ ἀπαλλάξασα, καὶ πᾶσα δὲ ἡ ὑπόθεσις τῆς ἀπὸ Αἰγύπτου αὐτῶν ὁδοῦ, τύπος ἦν
20τῆς ἐν τῷ βαπτίσματι σωτηρίας. Ἐμήνυε γὰρ, Αἴγυπτος μὲν τὸν κόσμον, ἐν ᾧ οὐ καλῶς βιοτεύοντες πράττομεν κακῶς· ὁ δὲ λαὸς, τοὺς νῦν φωτιζομένους
τὰ δὲ ὕδατα, μεσιτεύσαντα τῷ λαῷ τὴν ἀσφάλειαν,

39

.

697

ἐδήλου τὸ βάπτισμα· ὁ δὲ Φαραὼ καὶ οἱ ὁπλῖται, τὸν Σατὰν καὶ τοὺς ὑπηρέτας αὐτοῦ· Μωϋσῆς δὲ, τῇ ῥάβδῳ τὸ πικρὸν ὕδωρ χρήσιμον ποιήσας, σω‐ τηρίαν καθολικὴν προηγόρευεν. Αὐτὸς γὰρ τύπον
5ἔφερεν τοῦ Χριστοῦ· ἡ δὲ ῥάβδος, τοῦ σταυροῦ τὸ δὲ πικρὸν ὕδωρ, τοῦ εὐλογηθέντος ὕδατος τῆς κο‐ λυμβήθρας. τοῦ δυσχρήστου μέν ποτε φανέντος τοῖς ἀπίστοις, εὑρεθέντος δὲ τοῖς πιστοῖς εἰς πᾶσαν ἀνά‐ ψυξιν, καὶ «Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα
10ἐπὶ τὰ ὄρη Σιών.» Δίδωσι δὲ ἡμῖν εἰς τοῦτο εὐ‐ πορίαν μαρτυρίας καὶ ἡ βίβλος τῶν Βασιλειῶν, καὶ αὐτὴ ἐν ἀποῤῥήτῳ τὰ ὅμοια τῶν προκειμένων ὑποφαίνουσα, ἐν ῥήσει καὶ ὑποθέσει τῇ ὑπογεγραμ‐ μένῃ· «Ἐλισσαῖος, φησὶν, ἐπορεύθη μετ’ αὐτῶν·
15καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα. Καὶ ἰδοὺ ὁ εἷς ὡς καταβάλλει τὴν δοκὸν, τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἀνεβόησεν· Ὦ κύριε· καὶ αὐτὸ κεχρημένον. Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσεν; Καὶ ἐπέδειξεν αὐτῷ τὸν τόπον. Καὶ
20ἀπέκλασε ξύλον, καὶ ἔῤῥιψεν αὐτὸ ἐκεῖ, καὶ ἐπεπό‐ λασε τὸ σιδήριον· καὶ εἶπεν· Ὕψωσον σεαυτῷ. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ ἔλαβεν αὐτό.» Ἐδη‐ λοῦτο γὰρ, διὰ μὲν Ἐλισσαίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ πυθομένου, «Ποῦ ἐξέπεσεν ἡ ἀξίνη;» ὁ
25μετὰ ἀνθρώπων γενόμενος Θεὸς, ὁ πάλαι εἰπών· «Ἀδὰμ, ποῦ εἶ;» διὰ δὲ τοῦ ἑνὸς προσώπου, τοῦ τὸ ξύλον καταβάλλοντος, καὶ ἐπιδεικνύοντος τὸν τόπον, ἐν ᾧ ἡ ἀξίνη ἔπεσεν, ὁ Ἀδὰμ ὁ τῷ ἀλαθήτῳ Θεῷ ἀποκρινάμενος· «Γυμνός εἰμι, καὶ ἐκρύβην,» καὶ τῷ
30τοιῷδε ῥήματι δείξας τὸν τόπον, ἔνθα αἰδούμενος ἐκρύπτετο, ἔτι δὲ ἐδηλοῦτο καὶ τὸ φυτὸν, οὗ ἥψατο οὐκ εἰς δέον· διὰ δὲ τοῦ πεσόντος σιδήρου εἰς τὸ βά‐ θος τὸ ἀφανὲς, ἡ δύναμις τῆς ἀνθρωπείας φύσεως ἐσημαίνετο, ἡ ἐκπεσοῦσα τοῦ φωτὸς ἕνεκα τοῦ ἐπι‐
35βαλεῖν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς· διὰ δὲ τοῦ φά‐ ναι ὅτι ἦν καὶ αὐτὸ κεχρημένον, τὸ δόσει Θεοῦ ἐσχηκέναι τὸν πρωτόπλαστον, ἣν ἀφῆκε δύναμιν, ἢν καὶ ἔδει τῷ δεδωκότι, οἵαν εἴληφεν ἀποδοῦναι· διὰ δὲ τοῦ ληφθέντος ξύλου, καὶ ῥιφέντος κατὰ τοῦ τό‐
40που τοῦ ἔχοντος τὸ ζητούμενον, ὁ πολυύμνητος σταυ‐ ρός· διὰ δὲ τοῦ Ἰορδάνου, τὸ ἀθάνατον βά‐ πτισμα· ἐν γὰρ τῷ Ἰορδάνῃ ὁ τὸν Ἰορδάνην ποιήσας, βαπτισθῆναι δι’ ἡμᾶς κατηξίωσεν. Διὰ δὲ τοῦ ἐπιπο‐ λάσαι τοῖς ὕδασι τὸν σίδηρον, καὶ ἐλθεῖν πρὸς τὸν
45ἀπολέσαντα, τὸ διὰ τοῦ φωτίσματος εἰς τὸ οὐράνιον ἀναφέρεσθαι ὕψωμα, καὶ τὴν προτέραν ἀποδέχεσθαι
χάριν, καὶ τὴν ἀρχαίαν ἀπολαμβάνειν πατρίδα· διὰ

39

.

700

δὲ τοῦ γράφειν, «Ὕψωσον σεαυτῷ,» καὶ διὰ τοῦ, «Ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβε,» τὸ δεῖν εἰδέναι, ὡς αὐτὸν τὸν προσιόντα τῷ φωτίσματι, πιστεῦσαι χρεὼν, καὶ ὑψῶσαι, τοῦτ’ ἔστι δοξάσαι, οὕτως, ὡς
5βαπτισθῆναι προστέτακται, καὶ ἐκτεῖναι νῦν τὰς χεῖ‐ ρας καλῶς εἰς τὸν Θεὸν, ἃς πάλαι, τῷ κοινῷ λόγῳ τῆς πρὸς τὸν Ἀδὰμ φυσικῆς ἑνώσεως, οὐ καλῶς εἰς τὸ φυτὸν τῆς ζωῆς ἐπέβαλεν. Τὸν δὲ ἀνανεύειν ἐθέ‐ λοντα, ὅτι καὶ τὸ χωρίον τοῦτο προφητεία περὶ τοῦ
10βαπτίσματός ἐστιν, ἄξιον ἀπαιτεῖν, τί τὸ χρήσιμον τῶν τοιῶνδε ῥημάτων καὶ διηγημάτων, πρὸς ὃ βλέ‐ πων ὁ ἱερὸς συγγραφεὺς ταῦτα τέθεικεν. Καὶ τῆς ἐν Ἱεριχὼ δὲ πηγῆς τὸ πικρὸν καὶ ἀγονοποιὸν ὕδωρ, προσηνὲς καὶ γόνιμον ἀποτελέσας ὁ αὐτὸς προφήτης,
15ἐν τῷ ἄλας καὶ ὕδωρ, καὶ εἰς ὑδρίαν καινὴν βαλεὶν, καὶ ἀπ’ αὐτῆς εἰς τὸ πηγαῖον ὕδωρ, καὶ φάναι, «Τά‐ δε λέγει Κύριος· Ἴαμαι τὰ ὕδατα ταῦτα·» προηγό‐ ρευσε, διὰ μὲν τῆς καινουργίας ὑδρίας καὶ τοῦ ὕδα‐ τος, τὴν νέαν κολυμβήθραν διὰ δὲ τῶν ἀλῶν, τὴν
20πίστιν καὶ τὴν ἐξ αὐτῆς ὄνησιν· διὰ δὲ τοῦ τὸ ἄποιον ὕδωρ, γόνιμον καὶ νόστιμον πᾶσι γεγενῆσθαι, προ‐ εφήτευσεν, ὡς οἱ προσομιλοῦντες τῷ βαπτίσματι, τῆς παλαιᾶς στυγνότητος ἀποδύονται τοὺς χιτῶ‐ νας, καὶ ἀποτίθενται τὰ φορτία, καὶ τῆς νέας χάριτος
25ἐνδύονται τὴν δωρεὰν, καὶ ἀπολαύουσι τῆς τοῦ σωτηρίου Πνεύματος μετουσίας καὶ υἱοθεσίας. Δοκεῖ μοι καλῶς, ὅτι τοῦ ἁγίου Πνεύματος τὸν ἐπὶ τοῖς βαπτιστικοῖς ὕδα‐ σιν ἀῤῥητότατον πλοῦτον καὶ ἰλασμὸν προδιδάσκων ὁ αὐτὸς, καὶ ὅτι εἰς πάντας τοὺς ἐπιστρέφοντας καὶ εἰς
30πάντας τοὺς ἀνθρωπίνους βίους διατείνει ἡ ἐπὶ πάντων πνευματικὴ πρόνοια, ὡς μηδένα τῶν οὐ θελόντων ἀπό‐ βλητον εὑρίσκεσθαι, Νεεμὰν τὸν Σύρον τὸν λεπρὸν, τὸν ἀλλόφυλον, δεηθέντα αὐτοῦ τῆς περιοδίας, εἰς τὸν Ἰορ‐ δάνην ἑπτάκις καταβαπτισθῆναι ἔπεμψεν· ὥστε τῇ
35ἐπὶ τῶν ὑδάτων τοῦ Κυρίου φωνῇ τὸ πάθος ἀπ’ αὐ‐ τοῦ ἐξαναλῦσαι, καὶ ὅλον αὐτὸν ἐπὶ τὸ καθαρὸν καὶ ὅσιον εἶδος τῆς ψυχῆς ἀναδραμεῖν. Ἑπτάκις δὲ εἶπε βαπτίσασθαι, ἢ ἵνα εἰδέναι ἔχοι ὁ ἀλλοεθνὴς, ὡς ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τῶν ἔργων κατέπαυσε,
40καὶ εὐλόγησεν ἅπερ ἐν ταῖς ἓξ ἐποίησεν (ὅθεν ἑπτάμυξον τῇ συναγωγῇ ἓν ἦν τῶν κειμηλίων), καὶ ὡς πληρωματικός ἐστι καὶ τέλειος ὁ ἀρι‐ θμὸς ὁ ἑπτά· ἢ μᾶλλον, ὅτι τὸ θεϊκὸν Πνεῦ‐ μα ᾐνίξατο. Ἡσαΐας γὰρ τὸ παντελὲς καὶ πρὸς τὸν
45υἱὸν ἀπαράλλακτον τῆς φύσεως αὐτοῦ τῇ πίστει ἐγ‐
χωρούντως θεωρήσας, ἑπτὰ σημασίας περὶ αὐτοῦ

39

.

701

κατέλεξεν ἐν ῥητοῖς τοιοῖσδε· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσε‐ ται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος. Πνεῦμα
5γνώσεως καὶ εὐσεβείας, Πνεῦμα φόβου Θεοῦ» Ἀναφέροι δέ τις ἂν ὀρθῶς εἰς ταῦτα καὶ τὰ ἀποκεκρυμμένα τῆς Ζαχαρίου διανοίας, τὰ τῇδε λέ‐ γοντα «Διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνα‐ τολήν· διότι ὁ λίθος, ὃν ἔδωκα προσώπου Ἰησοῦ ἐπὶ
10τὸν λίθον τὸν ἕνα, ἑπτὰ ὀφθαλμοί εἰσιν.» Ταῦτα ὁ Θεὸς πρὸς Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἔφη· Ἄγω, φησὶ, τὸν δοῦλόν μου τὸν Ζοροβάβελ εἰς τὴν ἐξου‐
σίαν τῆς βασιλείας, ἀφ’ ἧς ἔσται ὡς Ἀνατολὴ λαμ‐

39

.

704

πρός· ἐκ τοῦ πράγματος τὸ ὄνομα καλέσας· ἐντευθέν τε συνεχῆ τὸν λόγον καὶ ἀδιάστατον ποιούμενος, λί‐ θον τὸν Ζοροβάβελ ὀνομάζει, ἐφ’ ὃν τὸ πρόσωπον Ἰησοῦ ἐστήρικτο, παρέχον αὐτῷ τὴν ἐκ τῶν εὐχῶν
5ἐπικουρίαν, καὶ ἀντιλαμβάνον παρ’ αὐτοῦ τὴν ἀπὸ τῆς βασιλείας εἰρήνην. Εἰπὼν δὲ ἐν τῷ μέσῳ· «Ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· καὶ συγκαλέσεται ἕκαστος τὸν πλησίον
10αὑτοῦ ὑποκάτω ἀμπέλου αὑτοῦ, καὶ ὑποκάτω συκῆς αὑτοῦ·» ἀντὶ τοῦ, Θάνατον ἐπάγω διὰ τῆς στρατη‐ γίας τοῦ Ζοροβάβελ τοῖς πολεμίοις· ὥστε πάντας πάσης ἀπαλλαγέντας ταραχῆς, καὶ ἐν ἀφθόνῳ δι‐ άγοντας εὐθηνίᾳ, πρὸς ἑστιάσεις ἀλλήλους προτρέπε‐
15σθαι· μνημονεύσας δὲ καὶ λυχνίας χρυσῆς, τοῦτ’ ἔστι τῆς καθαροτάτης πίστεως, τῆς ἀρχομένης μὲν ἐξ ἡμῶν, ὑψουμένης δὲ καὶ μέχρι τῶν ὑπὲρ ἡμᾶς πραγμάτων (διὰ γὰρ τοῦ χρυσοῦ τὸ καθαρὸν καὶ τί‐ μιον παραλαμβάνεται· οὐ γὰρ πέφυκεν ἰοῦσθαι χρυ‐
20σός)· εἰπὼν δὲ εἶναι ἐπάνω αὐτῆς καὶ λαμπάδιον, τοῦτ’ ἔστι τὴν ὑψόθεν πάντα καταφαίνουσαν θείαν χάριν, καὶ ἑπτὰ λύχνους, ἀντὶ τοῦ τῆς πνευ‐ ματικῆς δωρεᾶς τὴν ἀφθονίαν καὶ τελειότητα· πρὸς τούτοις ὕπερθεν ἑπτὰ ἐπαρυστρίδας, τοῦτ’ ἔστι τὸ
25ἄσβεστον καὶ διαρκὲς τῆς ἐκεῖθεν ἐπιῤῥοῆς, καὶ δύο ἐλαίας· αἳ νοοῦνται, ἤτοι ἱερωσύνη καὶ βασιλεία, ἤτοι δύο λαοὶ, ἢ οἶκοι Θεοῦ, ὁ Ἰσραηλιτῶν ποτε καὶ ὁ Χριστιανῶν· καὶ διαναστήσας τὸν προφήτην, καὶ πρὸς ἀκριβεστέραν τῶν δειχθησομένων κατανόησιν
30ἐγρηγορέναι καὶ συντετάσθαι πλέον πως παρα‐ σκευάσας, πάλιν ἐπιφέρει· «Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι καὶ ἐξοῖσαι
35τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος;» Ὄρος ἐνταῦθα τὸν πολέμιον καλεῖ, ᾧ διαλέγεται, ὅτι Τὸν λίθον, φησὶ, τῆς κληρονομίας τὸν Ζοροβάβελ, καθ’ οὗ ἀντιπρόσωπος καὶ ἐναντίος ὀρμᾷς, τοσαύτη πνευ‐ ματικὴ χάρις, κατορθοῦντα τὰς μάχας, περιβαλεῖ,
40ὡς ὅλον αὐτὸν δοκεῖν αὐτόχρημα χάριν ὑπάρχειν. Καὶ
μετὰ βραχὺ βεβαιῶν ἔτι ταῦτα, προφητεύει οὕτως·

39

.

705

«Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασ‐ σιτέρινον ἐν χειρὶ Ζοροβάβελ. Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν, οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Οἱ οὖν τὴν πᾶσαν κτίσιν ἐφορῶντες ἑπτὰ ὀφθαλμοὶ,
5οἱ προλεχθέντες παράδοξοι χρηματισμοὶ τοῦ ἁγίου Πνεύματός εἰσιν. Κασσιτέρινον δὲ λίθον εἶπεν, ἐπειδὴ ἐν τῷ κασσιτέρῳ τὰ πεπονθότα σκεύη, σιδηρᾶ τε καὶ χαλκᾶ, θεραπεύεται καὶ ἀναπληροῦται, καὶ ἑνωτικός ἐστιν ὁ κασσίτερος. Φασὶ δέ τινες, ὅτι σὺν τέχνῃ
10καὶ διακρίνει ἐν τῇ χώνῃ ἀπὸ τοῦ χρυσοῦ, ἢ ἀργύρου, ἢ χαλκοῦ τὸ δόκιμον καὶ ἀδόκιμον. Ἐγᾦ‐ μαι, ὡς καὶ τὸ ὑπὸ Σολομῶνος ὁμοίως ἐν ἀποῤ‐ ῥήτῳ λεχθὲν, «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ,» παραδηλοῦν ἐφίεται
15τὸ τῇ Παρθένῳ εὐαγγελισθὲν ὑπὸ τοῦ Γαβριήλ· «Πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ·» ὅπερ καὶ λει‐ τουργεῖν αὐτῷ τοὺς ἀγγέλους δηλοῖ· καὶ ὡς τῶν ὅλων ὑποστάτης ἐστὶ, καὶ τὰς ζωὰς ἀῤῥήτῳ φωταγωγίᾳ περιλάμπει τὸ θεϊκὸν Πνεῦμα, σὺν τῷ Πατρὶ καὶ
20τῷ Υἱῷ, μετὰ ἀφράστου ἑνώσεως καὶ συμπνοίας. Ἀξιοῦσθαι οὖν αὐτοῦ τοὺς φωτιζομένους παιδεύων ἡμᾶς ὁ Ἀπόστολος, Γαλάταις ἐχάραξε γράμματα καὶ τοιάδε· «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς
25πίστεως;» Ταῦτα καὶ Δαυῒδ οὐ σιωπῇ παρατρέχει. Συνάπτων γὰρ προφανῶς τὴν φύσιν καὶ ὁμοφροσύ‐ νην τοῦ ἐκ φωτὸς φῶς γεννηθέντος Υἱοῦ, καὶ τοῦ ἀληθείᾳ ἐξ ἀληθείας ἐκπορευθέντος ἁγίου Πνεύματος, ψάλλει, ἐν μὲν μβʹ· «Ἐξαπόστειλον τὸ φῶς σου
30καὶ τὴν ἀλήθειάν σου·» ἐν δὲ ρμζʹ· «Ἐξαποστελεῖ τὸν Λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὑτοῦ, καὶ ῥυήσεται ὕδατα.» ᾯ ἕπεται τὸ Παύλου
ῥητόν· «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.»

39

.

708

Τί οὐ καὶ ἄλλο συνῳδόν τι καὶ λαμπρὸν ἐνδείξομαι, ὑπὸ ἐξηγητῇ Ζαχαρίᾳ τῷ ὑστάτῳ προφήτῃ, ἵν’ ἔτι καὶ μᾶλλον θαυμάζωμεν; Αὐτοῖς δὲ ἀναμνήσω τοῖς ῥήμασιν αὐτοῦ, ἔχουσιν ὧδε· «Ἐν ταῖς ἡμέραις
5ἐκείναις ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ.» Τὸ δὲ «ζῶν ὕδωρ,» καὶ ἐκ τῆς ἄνω ἐκπορευόμενον Ἱερουσαλὴμ, ἄρα καὶ ζῶντας γεννᾷ. Εὕροιμεν δὲ ἂν πρὸς τοῖς μνημονευθεῖσι καὶ τὴν κολυμβή‐ θραν τὴν ἐν Ἱερουσαλὴμ, ᾗ ὄνομα Ἑβραϊστὶ Βη‐
10θεσδὰ, ὁμολογουμένως εἰκόνα τοῦ βαπτίσματος, ἀλλ’ οὐκ αὐτὴν τυγχάνουσαν τὴν ἀλήθειαν· ἡ γὰρ εἰκὼν πρὸς καιρὸν, ἡ δὲ ἀλήθεια εἰς αἰωνιότητα κρίνεται. Διὸ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ ὑπὸ ἀγγέλου κινηθὲν τὸ ἐν αὐτῇ ὕδωρ, καὶ ἕνα μόνον τὸν πρῶτον κατιόντα,
15καὶ σωματικὸν πάθος, οὐχὶ δὲ καὶ ψυχικὸν ἐθερά‐ πευεν Τὸ γὰρ αὐθεντικὸν βάπτισμα, μετὰ τὴν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιφάνειαν, καὶ καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν· ἀληθέ‐ στερον δὲ, ἀδιαλείπτως καὶ πάντας τοὺς κατιόντας,
20καὶ ἀπὸ πάσης ἁμαρτίας αἰωνίως ἐλευθεροῖ· καὶ τῶν πολλῶν καὶ διαφόρων, καὶ ἀνωμάλων, καὶ δυσλύ‐ των διαθέσεων ψυχικῶν τε καὶ σωματικῶν ἡ ἴασις εὑρίσκεται μία, καὶ οὐδὲν καθοτιοῦν ἔτι παλαιὸν ἕπε‐ ται ἄλγημα τῶν ἐντὸς, ἢ τῶν ἐκτός. Πρὸς ἐπὶ τού‐
25τοις, πάντας ἐκ χάριτος ἀδελφοὺς πρωτοτόκους καὶ ἀρτιτόκους, καὶ αὐτοὺς τοὺς ἐξήλικας καὶ ἀφήλικας ἀναδείκνυσι· καὶ τούτοις αὐτοῖς, οἷς κατὰ νόμον κο‐ σμικὸν τὰ γήϊνα χρήματα, διὰ τὸ ἀνασφαλὲς τῶν ἐτῶν, ἢ τῶν ὀλίγων, ἢ τῶν πολλῶν, οὐ καταπιστεύεται, ὁ
30θεῖος ἅπας ὄλβος ἀσφαλῶς παρακατατεθεὶς εὑρίσκε‐ ται· ὡς γεγηθότας ψάλλειν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με·» καὶ, «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ
35ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν

39

.

709

κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ
κράτιστον.»

39

.

712

(3)

Καὶ αὐτὸς δὲ ὁ ἄγγελος ὁ τὸ ὕδωρ ταράσσων, πρό‐ δρομος ἦν τοῦ ἁγίου Πνεύματος· οὗτινος ἀγγέλου
5καθ’ ὁμοιότητα Ἰωάννης ἄγγελός τε τοῦ Κυρίου ἐκλήθη, καὶ πρόδρομος ἐγένετο τοῦ Δεσπότου, καὶ ἐν ὕδασιν ἐβάπτισεν. Καὶ τὸ χρίσμα δὲ, ὅπερ ἐχρίσθη‐ σαν Ἀαρών τε ὑπὸ Μωϋσέως, ἔτι μὴν καὶ πάντες οἱ ἀπὸ τοῦ ἱερατικοῦ κέρατος, οἱ ἐπικληθέντες ἀπὸ τοῦ
10χρίσματος χρηστοὶ, τύπον ἔφερε τοῦ ἡγιασμένου χρίσματος, οὗ λαμβάνομεν ἡμεῖς. Εἰ γὰρ καὶ σωμα‐ τικῶς τοῦτο τρέχει, ἀλλ’ οὖν ψυχικῶς ὠφελεῖ. Μόνον τε γὰρ ἔλθῃ περὶ τῆς τρισμακαρίας Τριάδος πίστις ἐν καρδίᾳ ἡμῶν, καὶ ῥῆμα πνευματικὸν ἐν στόματι,
15καὶ σφραγὶς Χριστοῦ ἐν μετώπῳ· μόνον βάπτισμα ὑποδέξηται, καὶ τὸ χρίσμα ῥώσῃ· εὐθὺς ἵλεως εὑρί‐ σκεται, ἡ τὴν φύσιν ἀγαθοδότις ὑπάρχουσα Τριάς· εὐ‐ θὺς παρ’ ἡμῖν καταντᾷ, αὐτῇ τῇ ῥοπῇ τὰ ἀκάθαρτα πνεύματα ἀπὸ τῶν καθαρῶν ἀναχωρεῖ, παραχρῆμα
20τὰ κοσμικὰ πράγματα οἴχεται, καὶ τὰ σωματικὰ παν‐ τοῖα πάθη ἐκποδὼν καθίσταται· τὰ πταίσματα πάντα ἀφίεται, τὰ ὀνόματα ἡμῶν ἀνεξαλείπτοις ἐγγράφεται βίβλοις, τὰ οὐράνια ἡμῖν ἐπιτρέπεται ἀγαθά· ὡς διὰ τὴν ἄφατον αὐτῆς ἑτοιμότητα, καὶ προμηθίαν, καὶ
25τὸ ἐθέλειν ἀεὶ πάντων καλῶν πρωτεύειν, προφθάνε‐ σθαι ὑπ’ αὐτῆς καὶ αὐτὴν τὴν τοιάνδε πρόθεσιν ἡμῶν,
ἢ προκατάρχεσθαι. Καὶ ἵνα συλλήβδην εἴπω, φυλάτ‐

39

.

713

των δηλονότι τὸ σέβας τὸ μεταξὺ ἀληθείας καὶ σκιᾶς, καὶ ἡ εἰκὼν αὐτὴ τοῦ βαπτίσματος ἐφώτιζέν τε πάν‐ τοτε πάντας τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν Ἰσραηλί‐ τας, καὶ ἔσωζεν, καὶ ἐδείκνυ τῆς ὁμοουσίου
5Τριάδος κοινὴν εἶναι τὴν παρεχομένην σωτηρίαν, ὡς Παῦλος ὁ νομομαθὴς ἐν τῇ πρὸς Κορινθίους αʹ Ἐπι‐ στολῇ ἔγραψεν· «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης
10διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα
15ἦν ὁ Χριστός·» καὶ ὡς προφητεύουσιν, Ἰεζε‐ κιὴλ μέν· «Τάδε λέγει Κύριος· Ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ἐσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι
20ὑμῖν εἰς Θεόν.» Δαυῒδ δέ· «Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Ῥαντισμὸν γὰρ ὑσσώπου, τὸν Ἰου‐ δαϊκὸν καθαρισμὸν, τὸν ἕως νῦν εἰωθότα παρ’ αὐτοῖς γίνεσθαι· ὑπὲρ χιόνα δὲ, φωτισμὸν Χριστιανῶν, τὸ
25βάπτισμα λέγει. Ἡσαΐας δέ· «Ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγα‐
τέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν

39

.

716

ἐν Πνεύματι κρίσεως καὶ ἐν Πνεύματι καύσεως.» Καὶ ἵνα δείξῃ Πέτρος ἐν τῇ πρώτῃ Ἐπιστολῇ, ὡς, εἰ τὸ γενόμενόν ποτε ἐν σκιᾷ βάπτισμα ἔσωζεν, πόσῳ μᾶλλον τὸ γενόμενον ἐν ἀληθείᾳ ἀπαθανατοῖ καὶ ἀπο‐
5θεοῖ ἡμᾶς, ἔγραψεν οὕτως· «Ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεὸν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅστις ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανὸν, ὑποταγέν‐
10των αὐτῷ ἀγγέλων, καὶ ἐξουσιῶν, καὶ δυνάμεων.» Ἐπερώτημα δὲ λέγει εἰς Θεὸν τὴν ὁμολογίαν τῆς συνειδήσεως, ἣν ἐκτιθέμεθα, συντιθέμενοι βαπτίζε‐ σθαι εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἡσαΐας οὖν αὖθις βοᾷ πρὸς
15τοὺς μὴ πιστεύοντας τῷ ἁγίῳ Πνεύματι, καὶ διὰ τοῦ‐ το μὴ ἔχοντας τὴν μέλλουσαν κληρονομίαν· «Ἔστιν, φησὶν, κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθε δίκαιοι, λέγει Κύριος. Οἱ διψῶντες, πο‐ ρεύεσθε ἐφ’ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδί‐
20σαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ.» Ὕδωρ εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς κολυμβήθρας αὐτοῦ τὰ νάματα· οἶνον καὶ στέαρ, τότε μὲν τὰ τῆς προθέσεως τῆς Ἰουδαϊκῆς ἐσήμανεν, νῦν δὲ τὴν ἀθάνατον κοινωνίαν τοῦ σώμα‐
25τος καὶ αἵματος τοῦ δεσποτικοῦ· ἥντινα σὺν τῷ ἀνα‐ καινισμῷ ἅμα μὲν ἀγοράζομεν, πίστιν καὶ οὐκ ἀργύ‐ ριον κατατιθέμενοι, ἅμα δὲ καὶ χάρισμα λαμβάνομεν. Ὅτι δὲ ὕδωρ τὸ ἅγιον Πνεῦμα, ἔτι μὴν καὶ τὸ τοῦ βαπτίσματος αὐτοῦ λέγει, καὶ Ἰωάννης μαρτυρεῖ
30ἀπὸ τοῦ Σωτῆρος, εἰπών· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή· ποταμοὶ ἐκ τῆς κοιλίας αὐ‐ τοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Καὶ εὐθὺς προσέθη‐ κεν τῷ λόγῳ· «Τοῦτο δὲ, φησὶν, ἔλεγεν περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.»
35Ὅτι δὲ καὶ προῖκα δικαιούμεθα, ἀνάξιοι ὄν‐ τες, δι’ ὑπερβάλλουσαν ἀγαθότητα τῆς Τριάδος, Παύ‐ λου πρὸς Ῥωμαίους διέδειξε λόγος· «Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυ‐
40τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Τῆς δωρεᾶς ταύ‐ της μακαρίζων τοὺς ἀξιουμένους, ὁ μὲν Κύριος παρὰ Λουκᾷ ἔλεγεν πρὸς τοὺς μαθητάς· «Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν,
ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν, ἃ

39

.

717

μεῖς βλέπετε, καὶ οὐκ ἴδον· καὶ ἀκοῦσαι, ἃ ἠκούσα‐ τε, καὶ οὐκ ἤκουσαν.» Οἱ δὲ πνευματικοὶ μόνον οὐχὶ βλέπομεν καὶ ἀκούομεν, ἀλλὰ καὶ δωρεὰν ὑπὸ τοῦ ἁγίου Πνεύματος φωτιζόμεθα καὶ ἀπολαύομεν,
5σώματος Χριστοῦ μεταλαμβάνοντες καὶ πηγῆς ἀθα‐ νάτου γευόμενοι.
9ΚΕΦ. ΙΕʹ.
10 Ἐν πολλοῖς οὖν φαίνεται ἡ Γραφὴ, οὐχ ἥκιστα δὲ ἐπὶ τοῦ ἁγίου βαπτίσματος, διὰ τὴν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν τῆς οὐσίας καὶ ἐνεργείας ταυτότητα, μόνου τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου αὐτοῦ σημάντρου, ἐν ᾧ κατασφραγιζόμενοι ἀναστοιχειού‐
15μεθα εἰς εἰκόνα τὴν πρώτην, μνημονεύουσα. Ἀσφρά‐ γιστον γὰρ πρόβατον, εὐάλωτον τοῖς λύκοις, οὐκ ἔχον τὴν ἀπὸ τῆς σφραγῖδος συμμαχίαν, οὐδὲ γιγνω‐ σκόμενον ὁμοίως τῶν ἄλλων παρὰ τοῦ καλοῦ ἡμῶν Ποιμένος, ἐπειδὴ μηδὲ αὐτὸ γινώσκει τὸν πάντων Νο‐
20μέα. Ἀποδείξεις δὲ τούτων εἰσὶν, ὡς ἡνίκα ὁ Σωτὴρ λέγῃ· «Ὅταν ἔλθῃ τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγή‐ σει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·» καὶ πά‐ λιν· «Ὑμεῖς βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ.» Καὶ ὡς ὅταν Παῦλος ἐπιστέλλῃ, πρὸς μὲν Κοριν‐
25θίους· «Πάντες ἐν ἑνὶ σώματι εἰς ἓν Πνεῦμα ἐβαπτί‐ σθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴ‐ τε ἐλεύθεροι· καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν·» πρὸς δὲ Ἐφεσίους· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπο‐
30λυτρώσεως·» καὶ πάλιν· «Ἐν ᾧ πιστεύσαντες ἐσφραγίσθημεν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ·» ὅπερ προφητεύων ἔψαλλεν Δαυῖδ· «Ἐση‐
μειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύ‐

39

.

720

ριε·» φῶς τοῦ θεϊκοῦ προσώπου τὸ Πνεῦμα εἰπών. Εἰ οὖν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ‐ ματος ἴσως σφραγιζόμενα καὶ βαπτιζόμεθα· ἄρα ἐν μιᾷ θεότητι καὶ βασιλείᾳ ἡ Τριάς. Οὐ γὰρ ἐπὶ κτί‐
5σμασιν ταῦτα δεχόμεθα, οὐδὲ ξυμπαραλαμβάνει ὁ Θεὸς κτίσματος ὄνομα τῷ ἑαυτοῦ, ἢ σφραγῖδα, ὡς μόνος σώζειν οὐ δυνάμενος. Μετερχόμενοι τοί‐ νυν εἰς τὴν ὀρθοδοξίαν, κἂν τυχὸν ὦσιν βεβαπτισμέ‐ νοι, βαπτίζονται μέν (οὐ γὰρ λέγομεν ἀναβαπτί‐
10ζονται, ἐπειδὴ μὴ ἔχουσι τὸ ἀληθὲς βάπτισμα)· οἱ δὲ Εὐνομιανοὶ μὲν, διὰ τὸ μίαν κατάδυσιν ποιεῖσθαι, λέγοντες μόνον εἰς τὸν θάνατον τοῦ Κυρίου βαπτί‐ ζεσθαι· Φρύγες δὲ, διὰ τὸ μὴ εἰς τὰς τρεῖς ἁγίας ὑποστάσεις βαπτίζειν, ἀλλὰ πιστεύειν τὸν αὐτὸν εἶ‐
15ναι Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Χρίοντα;

39

.

721

δὲ οἱ ἀπὸ πάσης αἱρέσεως μετερχόμενοι, ἐπειδὴ οὐκ ἔχουσι τὸ ἅγιον χρίσμα. Ἐπίσκοπος δὲ μόνος τῇ ἄνωθεν χάριτι τελεῖ τὸ χρίσμα. ΚΕΦ. Ιϛʹ.
5 Εὑρίσκομεν δὲ, ὅτι, καθάπερ τὴν τῶν Ἀζύμων ἡμέραν εἰς τιμὴν καὶ δόξαν τοῦ ἁγίου καὶ τριποθήτου Πάσχα τοῦ Χριστοῦ τυπικῶς ἐπετέλουν Ἰσραηλῖται· οὕτω καὶ τὴν παρ’ ἐκείνοις ἡμέραν τῆς Πεντηκοστῆς εἰς τιμὴν καὶ δόξαν τῆς σωτηρίου καὶ
10σεπτῆς ἐπιδημίας τοῦ ἁγίου Πνεύματος ἐν εἰκόνι ἑορτάζοντες ἐτύγχανον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ μυστικῶς διὰ τῆς ἑορτῆς τῶν Σκηνοπηγιῶν τὰς συν‐ άξεις προηγόρευον τῶν ἁγίων Ἐκκλησιῶν καὶ μαρ‐ τυρίων, αἵτινες ἄγουσιν ἡμᾶς διὰ πίστεως καὶ καλ‐
15λιεργίας ἐπὶ τὰς οὐρανίους σκηνάς· περὶ ὧν ὁ πή‐ ξας αὐτὰς ἔλεγεν· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν’, ὅτε ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς οὐρανίους σκηνάς.» Οὐ διέλιπεν γάρ ποτε ἡ παναπείρατος φαιδρότης τῶν ἑορτῶν τούτων.
20Καὶ πρὸς αὐτὴν ἀφορῶν ὁ Μελῳδὸς, ἐν τῷ παναρμο‐ νίῳ δεκαχόρδῳ πρὸς τὸν Θεὸν ἐκελάδει· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ὁ γὰρ στέφανος περιφερὴς ὢν, πανταχόθεν εἰς ἑαυ‐ τὸν ἀνακυκλοῦται, οὐδὲ ἀρχὴν ἔχων, οὐδὲ πέρας.
25ΚΕΦ. ΙΖʹ. Καὶ ἵνα οἵας δόξας φυλάττομεν περὶ τοῦ Θεοῦ Πα‐ τρὸς, τοιαύτας ἔχωμεν καὶ περὶ τοῦ παντεφόρου
Πνεύματος αὐτοῦ, μὴ λέγοντες βασιλεύτερον, ἢ προ‐

39

.

724

γενέστερον αὐτοῦ· ἀλλ’ εἰδότες, ὅτι οὐδὲν ἀνθρώποις βέβαιον, ἂν ἡ Τριὰς μὴ συμμαχῇ οὖσα πάντων πλη‐ σίον, καὶ πάντων ἐπίκουρος («Ψευδὴς» γὰρ «ἵπ‐ πος εἰς σωτηρίαν,» φησίν· «ἐγγὺς δὲ Κύριος τοῖς
5φοβουμένοις αὐτὸν, καὶ γίγας οὐ σωθήσεται ἐν πλή‐ θει ἰσχύος αὐτοῦ»)· ἡ Γραφὴ δηλοῖ, ὡς συμ‐ πάρεστιν ἀεὶ καὶ συνεργεῖ τῷ Πατρὶ, καὶ ἐφ’ ἑκά‐ στῳ βοηθεῖ ἡμῖν, καὶ ἰσχὺν ἐντίθησιν, καὶ τῆς τοῦ Υἱοῦ παρουσίας καὶ διδαχῆς ἡ αὐτοῦ ἐπιφάνεια ὁμό‐
10τιμός ἐστιν, καὶ ἡ διδασκαλία σύμφωνος τυγχάνει οὖσα. Ἀμέλει τοι ὁ Θεὸς καὶ Πατὴρ τὴν ἀδιαίρετον, καὶ μό‐ νην βεβαίαν, καὶ ἀήττητον βοήθειαν αὐτοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος αὐτοῦ ὑπισχνούμενος τῷ Ζο‐ ροβάβελ, καὶ ἀποφαίνων τρανέστατα, ὡς οὐ διαφέροιεν,
15οὔτ’ ἀφεστᾶσιν ἀλλήλων αἱ θεῖαι ὑποστάσεις, εἶπεν δι’ Ἀγγαίου τοῦ προφήτου· «Καὶ νῦν κατίσχυε, Ζο‐ ροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς· διότι μεθ’ ὑμῶν ἐγώ εἰμι, λέγει Κύ‐
20ριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Διὰ δὲ Ἡσαΐου πραϋπαθῶς καταμέμ‐ φεται τοῖς ἐπ’ ὀνόματι αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ μὴ πορευομένοις, οὑτωσεὶ λέγων· «Οὐαὶ, τέκνα! Βουλὴν ἐποιήσατε, οὐ δι’ ἐμοῦ· καὶ συνθή‐
25κας, οὐ διὰ τοῦ Πνεύματός μου.» Καὶ πάλιν Ἡσαΐας περὶ τῶν πλημμελησάντων εἰς τὸ θεῖον κράτος τοῦ Πνεύματος λέγει· «Αὐτοὶ ἠπείθησαν, καὶ παρώξυ‐ ναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ὀργῆς μὲν γὰρ καὶ ἔχθρας, καὶ ἀπὸ τῶν
30τοιούτων πάντων ἐκβέβηκεν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ παρασαλεύεται, οὐδ’ ὑποκινεῖται, Πνεῦμα πραότητος ὂν, καὶ ἀγαθὸν, καὶ τῆς πρωτίστης, καὶ ἀπαθοῦς, καὶ παντοκρατορικῆς φύσεως· καὶ αὐτὸ μᾶλλον τοὺς ὀργιζομένους καὶ θυμοῦντας ἰώμενον,
35καὶ ὅλης ἀφαιρούμενον τῆς κτίσεως τὸ φλεγμαῖνον, καὶ ἀντεισφέρον εἰρήνην, ὡς ἔστι δῆλον τοῖς νοοῦσιν, ὅτι πᾶς ὁ πεισθεὶς τοῖς λόγοις αὐτοῦ, ἔζησεν ἡμέ‐ ρως. Ὃν τρόπον δὲ πολλαχοῦ ἐγράφη· «Παρ‐ επίκραναν τὸν Θεὸν καὶ Πατέρα, καὶ ὠργίσθη αὐ‐
40τοῖς·» καὶ ὡς ἐν ρεʹ ψαλμῷ φάσκει· «Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν·» οὕτω νῦν ὁμοιοτρόπως περὶ τοῦ Πνεύματος αὐτοῦ προφητεύει, διὰ τὸ τῆς θεότητος, καὶ ἐξουσίας, καὶ δυνάμεως ἀπαράλλακτον. Καὶ Μιχαίας δὲ ὁμοίως ἀποκλαίεται
45τὸν Ἰσραὴλ, ὡς Θεῷ προσκρούσαντα, λέγων· «Ὁ

39

.

725

οἶκος τοῦ Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου.» Καὶ ὁ πνευματοφόρος δὲ Δαυῒδ, τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον τοῦ Πνεύματος αὐτοῦ συν‐ ομολογῶν, καὶ τὸ δίχα τοῦ ἁγίου Πνεύματος μηδοτιοῦν
5τῶν ἀγαθῶν ὑπάρχειν τῇ κτίσει, ηὔχετο· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ·» καὶ, «Πνεύματι ἡγεμονικῷ στήριξόν με·» τοῦτ’ ἔστιν, τῷ Πνεύματί σου τῷ ἀρχικῷ καὶ ἐξουσίαν ἔχοντι στε‐ ρέωσον, ἵν’ οὕτω δυνηθῶ τῆς τε ἁμαρτίας καθαρι‐
10σθῆναι, καὶ τῆς προφητείας μὴ ἐκπεσεῖν. Καὶ ἐν Εὐαγγελίῳ τοὺς ἀποστόλους διδάσκων ὁ Δεσπότης, ὅτι τῆς ἑαυτοῦ ἐπιφανείας οὐχ ἥσσων ἔσται ἡ παρου‐ σία τοῦ ἁγίου Πνεύματος, καὶ ἡ ἐκεῖθεν περιγινο‐ μένη σωτηρία τῇ κτίσει· ἀλλ’ ἴση καὶ ἡ αὐτὴ, διὰ
15τὴν μίαν θεότητα καὶ ἐνέργειαν, λέγει· «Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἔρχεται, τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ σύμφωνον δὲ τῇ ἑαυτοῦ τὴν τοῦ ἁγίου Πνεύματος διδα‐ σκαλίαν παριστῶν, ἔφη· «Ὅταν ἔλθῃ τὸ Πνεῦμα
20τὸ ἅγιον, ἐκεῖνο ὑμᾶς διδάξει καὶ ἀναμνήσει πάντα, ἃ εἶπον ὑμῖν·» καὶ, «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Εἰ δὲ τὸ Πνεῦμα τοῦ Πατρὸς ὁμότιμον τῷ Πατρὶ, ὡς ἀποδέδεικται, ὁμότιμον δὲ καὶ τῷ Υἱῷ, ὡς ὡμολό‐
25γηται· δῆλον, ὅτι τὴν ἴσην καὶ πρὸς ἀλλήλας ἔχουσι σχέσιν αἱ θεῖαι ὑποστάσεις. Τὰ γὰρ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα πάντως ἐστίν· ἴσος δὲ ὁ Υἱὸς τῷ Πατρὶ, ἴσον δὲ καὶ τὸ Πνεῦμα τῷ Υἱῷ· δῆ‐ λον, ὅτι ὁμοίως ἴσον ἐστὶ καὶ τῷ Πατρί. Αὐτοῦ
30τοίνυν εἰπόντος τὸ θεσπέσιον Πνεῦμα λαλεῖν ἐν τοῖς ἀποστόλοις, ὁ Παῦλος, διὰ τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ διδαχῆς, τὸν Χριστὸν ἰσχυρίζεται λαλεῖν ἐν αὐτῷ, γράφων· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Σημειωτέον δὲ, ὡς ὅλα ταῦτα
35τὴν ἐπιφάνειαν τοῦ Πνεύματος αὐθεντικῶς δηλοῖ γε‐ γενῆσθαι· καὶ ἐν τῷ Λουκᾷ δὲ, ὡς προελέχθη, προεί‐ ρηκεν αὐτοῖς· «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» Αὕτη δὲ ἐτύγχανεν ἡ τοῦ θεϊκοῦ Πνεύματος.
43ΚΕΦ. ΙΗʹ. Ἥντινα ἀλκὴν ἐνδυσάμενοι οὐκ ἔτι εὐκατάπλη‐
45κτοι καθεστήκεσαν, ὡς γέγραπται, ὅτι ἦσαν κεκλει‐ σμέναι αἱ θύραι, τῶν μαθητῶν κρυπτομένων διὰ τὸν
φόβον τῶν Ἰουδαίων, καὶ ὅτι Πέτρος ὁ πρόκριτος

39

.

728

τῶν ἀποστόλων, διὰ κόρης ἀπειλὴν διωμνύετο μὴ εἰ‐ δέναι τὸν Κύριον, τὸν ποιήσαντα αὐτὸν κλειδοῦχον τῶν οὐρανῶν· ἀλλ’ οἱ δυοκαίδεκα μόνοι, καὶ αὐτοὶ οὐχ ὑφ’ ἓν ὄντες, ἀντέστησαν μονονουχὶ πάσῃ τῇ οἰκου‐
5μένῃ, δήμοις ὅλοις ἀντικράζοντες· «Οὐ δυνάμεθα ἡμεῖς ἃ ἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν.» Ἀλλὰ καὶ πάσῃ τῇ διαβολικῇ πλάνῃ παρετάξαντο, καὶ τὴν κτισματολατρείαν ἀπήλασαν, καὶ τὴν λεγομένην ἀχλὺν ἀφεῖλον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἣ πρὶν
10ἐπῆεν, ὥς φασιν,
12 Ὄφρ’ εὖ γινώσκοιεν ἠμὲν Θεὸν ἠδὲ καὶ ἄνδρα. Διὰ δὲ τῆς τῶν χειρῶν ἐπιθέσεως ποικίλων νόσων ἀπήλλαττον τοὺς ἀνθρώπους· ὡς Πέτρου μὲν
15καὶ τὴν ἀποπίπτουσαν τοῦ σώματος σκιὰν, Παύλου δὲ καὶ τὰ σουδάρια τοῦ χρωτὸς ἰάσεις ἀποτελεῖν. Καὶ Παῦλος μὲν Ῥωμαίοις ἔγραφεν· «Ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου.» Πέτρος δὲ μετὰ παῤῥησίας τὸν
20διάβολον κατειργάζετο, καὶ τοῦ ἁγίου Πνεύματος τὴν θεϊκὴν οὐσίαν ἀνεφθέγγετο, πρὸς τὸν Ἀνανίαν λέγων· «Διὰ τί ἐπείρασεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύ‐ σασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον;» Τίς γὰρ ὁ ψευσθείς; Εἶπεν ἐπαγαγών· «Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ
25Θεῷ.» Οὐκ ἦν γὰρ αὐτοῖς ἐν αἰδοῖ τις, ἥττων χρημά‐ των ὑπάρχων, ἢ ἄδικον ἀναπνέων, ἢ σῶφρον μὴ βλέ‐ πων, ἢ μὴ διακείμενος περὶ τὴν ὁμοούσιον Τριάδα εἰ‐ λικρινῶς, κἂν τυχὸν ἦν τοῖς πρώτοις ἐπιβεβηκὼς κο‐ σμικοῖς θρόνοις, καὶ τὰς ἄκρας ἐν χεροῖν ἔχων ἀρ‐
30χάς. Ὑπερεώρων δὲ καὶ αὐτῆς τῆς βασιλικῆς ἁλουρ‐ γίδος, καὶ κρείττονες ἧσαν χρημάτων, τὸν ἀμείωτον
θησαυρὸν ἔχοντες τοῦ ἁγίου Πνεύματος. Ἐλάλουν δὲ

39

.

729

καὶ ἑτέραις γλώσσαις, «καθὼς,» φησὶν, «τὸ Πνεῦμα ἐδί‐ δου ἀποφθέγγεσθαι αὐτούς·» καὶ συνίεσαν ὁμιλίαν οἱ Γαλιλαῖοι Πάρθων, Μήδων, Περσῶν, καὶ ἀλλοθρόων ἄλλων ἀνθρώπων, ἔτι δὲ καὶ τὴν Ἑλλάδα καὶ Αὐσο‐
5νίαν γλῶτταν· πολύφωνοί τε ἐγίνοντο, καὶ ἀνεδεί‐ κνυντο, οἷοί περ ἐν τῷ μέλλοντι αἰῶνι εὑρίσκεσθαι μέλλομεν, τῶν τοῦδε τοῦ κόσμου ἀπολυθέντες δε‐ σμῶν, κατὰ τὴν Παύλου φωνήν· «Ὅπου οὐκ ἔνι Ἕλ‐ λην, βάρβαρος, Σκύθης· ἀλλὰ τὰ πάντα ἐν πᾶσιν
10Χριστός.» Πρόδηλον δὲ, ὡς διὰ τὸ τῆς Τριάδος ταυτ‐ ούσιον εἶπεν· «Πάντα ἐν πᾶσιν Χριστός·» ἐπεὶ ποῦ ζητοῦμεν τὸν .....................
16ΚΕΦ. ΙΘʹ. ........................... ἢ ὁ Πατὴρ ἐνηνθρωπηκέναι νομισθείη. Τὸ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἀμυδρῶς ὁμοῦ καὶ
20τηλαυγῶς ἐμνημόνευεν, πρὸς τὸ αὐτοὺς κατὰ μέρος τὴν ὄψιν φωτιζομένους εἰς νόησιν τῶν θείων λο‐ γίων, καὶ, κατὰ τὸν Παῦλον, «ἀπὸ δόξης εἰς δόξαν» ἐρχομένους, δυνηθῆναι μαθεῖν τὰς αὐτοτελεῖς τρεῖς ὑποστάσεις. Καὶ τοῦτό ἐστιν ὅπερ ἐν ιζʹ φέρεται
25ψαλμῷ· «Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ὑπακοὴν ὠτίου ὑπήκουσέ μοι.» Ἀμέλει Δαυῒδ το‐ πικῶς τηνικαῦτα τὸν Πατέρα μόνον ἐγνῶσθαι εἰδὼς,
ἔψαλλεν· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· ἐν δὲ

39

.

732

τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπιφανέντος δὲ τοῦ Θεοῦ Λόγου καὶ πιστευθέντος, ἡ Νέα Διαθήκη ἤρξατο καὶ αὐτὸν μὲν τρανέστερον κηρύττειν Θεὸν, κατὰ μέρος δὲ, πρὸς τὴν δύναμιν τῶν δεχομένων,
5ἐχορήγει πάλιν ἡσύχως τὴν περὶ τοῦ ἁγίου Πνεύ‐ ματος γνῶσιν. Τοῖς γὰρ ἄρτι κεκλημένοις εἰς ἐπί‐ γνωσιν ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ’ αὐτῇ θεωρήμασιν τὴν διάνοιαν ἔχουσιν, δυσπρόσιτός πως εἶναι ἐδόκει ἡ τοιάδε τελεωτάτη πίστις. Καὶ τί δεῖ
10περὶ τούτου διαπορεῖν, ἔχοντας εἰς ἀπόδειξιν τοὺς περὶ τὸ χάος κάτω νενευκότας, καὶ ἕως τῆς δεῦρο μηδὲ τῇ θεότητι τοῦ Μονογενοῦς πιστεύοντας; Οὐκ ἀμάρτυρα δὲ ταῦτα Παῦλος ποιεῖ, γράφων Κοριν‐ θίοις μὲν τὸ πρῶτον· «Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην
15λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. Ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε·» Ἑβραίοις δέ· «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν
20χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τρο‐ φῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ
25στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γε‐ γυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀρκεῖ οὖν ὁ Πατὴρ, λέγων Πνεῦμα εἶναι αὐτὸ ἑαυτοῦ· ἀρκεῖ δὲ καὶ ὁ Υἱὸς, θεσπίσας δι’ ἑνὸς μὲν ὀνόματος, τριῶν δὲ ὑποστάσεων ὁμοτίμων,
30πᾶσαν τὴν οἰκουμένην εἰς ἑνότητα συνάγεσθαι πί‐ στεως. Εἰ γὰρ τοῦ Πατρὸς τὸ ὄνομα Θεός· εὖ δῆλον, ὡς, ὅπερ ἐστὶν ὁ Πατὴρ (τοῦτ’ ἔστιν Θεὸς), τοῦτο ὑπάρχει ὅ τε Υἱὸς τό τε ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ὅπερ καὶ τὰ σεραφὶμ δηλοῖ, λέγοντα τρίτον,
35«Ἅγιος,» καὶ ἅπαξ, «Κύριος.» Καὶ ἑτέρωθι δὲ οὐκ ἄλλο, ἢ τοῦτο διδάσκων, ἔλεγεν ὁ Υἱὸς, περὶ μὲν ἑαυτοῦ τοῖς μὴ πιστεύουσιν αὐτῷ, ὡς Θεῷ ἀλη‐ θινῷ· «Ἐγὼ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου ἐλή‐ λυθα (τοῦτ’ ἔστιν Θεὸς τοιοῦτος, οἷος ἐκεῖνος), καὶ
40οὐ λαμβάνετέ με (ἀντὶ τοῦ, οὐ πιστεύετέ μοι)· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·»
τὸν Ἀντίχριστον ὑπεμφαίνων. Περὶ δὲ τοῦ ἁγίου

39

.

733

Πνεύματός φησιν· «Τὸ Πνεῦμα, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου.» Καὶ ὃν τρόπον τὴν ἕνωσιν καὶ τὸν σύνδεσμον τῆς ἀκροτάτης καὶ ἀπεριγράφου θεϊκῆς εἰρήνης εἰσάγων εἶπε· «Πνεῦμα
5Κυρίου ἐπ’ ἐμέ·» καὶ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μέ‐ νων·» καὶ, «Κατέβη,» φησὶν, «ἐξ οὐρανοῦ τὸ Πνεῦμα καὶ ἔμεινεν ἐπὶ τὸν Χριστόν·» οὕτως ἐν‐ ταῦθα ἓν ὄνομα ἐδήλωσεν, εἰπὼν, ἑαυτὸν μὲν ἐν τῷ
10ὀνόματι τοῦ Πατρὸς, τὸ δὲ ἅγιον Πνεῦμα ἐν τῷ ὀνόματι τῷ αὐτοῦ ἐληλυθέναι· καὶ ἀπὸ τοῦ προσ‐ τάξαι βαπτίζειν «εἰς τὸ ὄνομα,» καὶ οὐχὶ «εἰς τὰ ὀνό‐ ματα,» ὡς ἑνὸς ὀνόματος τῇ Τριάδι ὄντος, τοῦ «Θεὸς,» καὶ μιᾶς οὐσίας καὶ δόξης. Καὶ ὁ μὴ ἔχων τὸ
15Πνεῦμα οὐδὲ τὸν Υἱὸν ἔχει· καὶ ὁ μὴ ἔχων τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει· καὶ ἔστι τὸ πᾶν ὁ τοι‐ οῦτος ἄθεος, ὡς ὁ ἐκ τοῦ ἐναντίου μακαριώτατος. Φασὶν γάρ·
22Ὄλβιος, ὅστε Θεοῖο σοφῆς ἀπέλαυσεν ἀρωγῆς, Αὐτὸς ἑοῖς στέρνοισι φέρων Θεὸν ἀστυφέλικτον. Τὸ ἓν τοίνυν ὄνομα τοῦτο καὶ ἡ Παλαιὰ Διαθήκη
25ἐμήνυσεν, ὅτε τῷ Ἰακὼβ συγκαταβὰς ἐπάλαισεν ὁ Θεός. Φησὶν γὰρ, «Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ τοῦτό ἐστιν θαυμαστόν.» Ὅπερ ὑμνεῖ Δαυῒδ, ψάλλων·» Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!» καὶ πάλιν· «Ἐμεγά‐
30λυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου·» ἀφεὶς τὸ
λέγειν· Ἐν τῷ Ἰσραὴλ μόνῳ. «Οὐ γάρ ἐστιν ἕτε‐

39

.

736

ρον ὄνομα δεδομένον ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σω‐ θῆναι.» Καὶ Ζαχαρίας δὲ λέγει· «Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἔσται Κύριος, Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν,
5κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον·» καὶ πάλιν ὁ Ἱεροψάλτης· «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν εἰς τὸν αἰῶνα, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος; σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ μιᾷ τις ἀφορίσῃ ὑποστάσει τὸ, «Ὁ Θεὸς,» καὶ τὸ,
10«Κύριος,» καὶ «Μόνος Ὕψιστος,» ἐκβάλλει τὴν ἑτέραν. Καὶ ἀπὸ τῆς φυσικῆς δὲ ἡμῶν κινήσεως καὶ τῆς συνηθείας ἔστι τούτῳ ἐπιστῆναι. Εὐχόμενοι γὰρ, εἴτε εἴπωμεν, «Κύριε, ἐλέησον,» εἴτε, «Ὁ Θεὸς, βοήθησον,» εἴτε τὰ συναμφότερα, οὐ διαμαρτάνομεν
15τοῦ σκοποῦ· συμπεριλαμβάνομεν γὰρ τὴν ἐν μιᾷ θεότητι ἁγίαν Τριάδα. Ἢ οὖν μὴ ἀγράφῳ δια‐ στροφῇ, τὰς προκειμένας μεγαλοφυεῖς περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ ἐγγράφους, καὶ ἀναμφιβόλους ἀποδείξεις ἀκυροῦν βιαζέσθωσαν, ἢ λεγέτωσαν καὶ
20αὐτοὶ, πῶς τὸν Υἱὸν παραπλησίως ἡμῶν καλοῦσι Θεὸν καὶ ἀγαθὸν, τῶν Γραφῶν λεγουσῶν· «Εἷς ὁ Θεός·» καὶ. «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» ἢ πῶς τὸν Πατέρα λέγουσιν ἅγιον καὶ Κύριον, ἀκούοντες· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χρι‐
25στός·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.»
29ΚΕΦ. Κ.
30 Διορίζει δὴ οὖν ἡμᾶς ὁ τὴν οἰκονομίαν πιστευθεὶς Ἀπόστολος, καὶ τοὺς μὲν πνευματικοὺς καλεῖ, τοὺς δὲ ψυχικοὺς, τοὺς δὲ σαρκικοὺς, ἢ χοϊκοὺς, ἀπὸ τοῦ
πλείονος καὶ ἐπικρατοῦντος ἑκάστοις τὰς τοιάσδε

39

.

737

προσηγορίας ἁρμόσας. Καὶ γὰρ ψυχὴν μὲν, ἣν καὶ πνεῦμά φαμεν, ἔτι δὲ καὶ τὸ διὰ τοῦ στόματος ἀνα‐ πνεόμενον ἀνύπαρκτον πνεῦμα, ὃ καὶ ἆσθμα καλοῦ‐ μεν, πᾶς ἄνθρωπος ἔχει· τὸ δὲ ἅγιον Πνεῦμα τοῦ
5Θεοῦ οὐ πᾶς ὁστισοῦν καταπεπλούτηκεν. «Πνευματι‐ κοὺς» τοίνυν προσαγορεύει τοὺς ἐμπρεπέσιν ἐνθυμήσε‐ σιν καὶ πράξεσιν οἱονείπως ἀναθρώσκοντας, καὶ τῆς ἑαυτῶν φύσεως ἀνωτέρω χωροῦντας, καὶ τὰς μὲν αἱ‐ ρετικὰς θεοστυγεῖς νοήσεις ἀποσκευαζομέ‐
10νους, τὸ δὲ ἀνυμνεῖν τὸ ἅγιον Πνεῦμα Θεὸν περι‐ πτυσσομένους, καὶ ἑαυτοὺς διὰ τούτων ἀξίους τῆς ἐπιφοιτήσεως αὐτοῦ ἀποφαίνοντας. Οὗτοι γὰρ μόνοι ἔχουσίν τε αὐτὸ καταμένον παρ’ αὐτοῖς, ἅμα τῷ Πα‐ τρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ θείῳ αὐτοῦ φωτὶ καταλάμ‐
15πονται, καὶ πνευματικοὶ ἀποτελοῦνται, ἐξομοιούμε‐ νοι κατὰ δύναμιν οἱ φωτιζόμενοι τῷ φωτίζοντι, καὶ μεταλαμβάνοντες ὡς τοῦ φωτὸς, οὕτω καὶ τοῦ ὀνό‐ ματος, καὶ εἰσδεχόμενοι ἐν ἑαυτοῖς ῥέουσαν ἀνεμπο‐ δίστως τῆς θείας χάριτος τὴν μετάδοσιν· εἶτα λοι‐
20πὸν καὶ τῷ πτερῷ αὐτοῦ, τῷ κατελθόντι σωματικῷ εἴδει. περιστερᾶς ἀνίπτανται τὴν καρδίαν, καὶ τὴν διαβολικὴν ἐκφεύγοντες παγίδα, ἐῤῥῶσθαί τε πρὸς τὰ ἄστατα καὶ ἀβέβαια τοῦ βίου φράζοντες, τὴν μὲν μεγαλοπρέπειαν αὐτοῦ θεωροῦσιν ὑπεράνω πάντων
25τῶν οὐρανῶν ἐπηρμένην, καὶ ὑπὸ τῶν ἄνω δυνάμεων δοξαζομένην καὶ προσκυνουμένην σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· καὶ ὅσῳπερ ἂν ἀγόμενοι πρὸς τὸν ἐκείνου πόθον, ἐγγυτέρω αὐτοῦ τῇ προθέσει γίνονται, τόσῳ δὴ μᾶλλον αὐτοῦ τὸ ἀκατάληπτον τῆς θεότητος νοοῦ‐
30σιν, ὡς ἅπαξ τῆς ἔνδοθεν ὄψεως τὸ ὄμμα καθαρὸν κεκτημένοι ἀπὸ πάντων τῶν ἐπιπροσθούντων· καὶ ὃν ἰδεῖν οὕτως, ὡς ἔστιν, καὶ χωρῆσαι ὅλον, διὰ τὴν τῆς φύσεως ἡμῶν πολλὴν ὕφεσιν, οὐ δύνανται, τοῦτον, ὡς ἐγχωρεῖ, ὁρῶσιν καὶ ὑποδέχονται διὰ τὴν
35ἔφεσιν. Κατανοοῦντες τέως, οἷα δ’ ἄν τις μεγάλα εἴπῃ πε‐ ρὶ αὐτοῦ, τῆς ἀκριβοῦς ἀληθείας ἀφέστηκεν, οὐχ ὅσον οὐρανός ἐστιν ἀπὸ γῆς μόνον, ἀλλ’ ἔτι πολλῷ πλέον, κράζουσιν μετὰ τοῦ Ἱεροψάλτου·
40«Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης,» οὐχὶ τῷ φεύγειν τὴν Θεῷ φίλην ἀλή‐ θειαν, ἀλλὰ τῷ μηδὲν ἄξιον δύνασθαι νοῆσαι, ἢ φρά‐ σαι περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος· οὐ πε‐ ρὶ μεγέθους, ἢ φωτός· πάντα γὰρ ἔχει ὑφ’ ἑαυτὸ, καὶ
45φωτίζει, καὶ ἔστιν ἐν πᾶσιν· οὐ περὶ δυνάμεως· πάντα γὰρ ὑπ’ αὐτοῦ ἐστήρικται καὶ ζωογονεῖται· οὐ περὶ σχήματος, ἢ ποιότητος· ἀόρατος γὰρ καὶ
ἀκατάληπτος, ὡς πνοὴ Παντοκράτορος (εἰ γὰρ ὁ

39

.

740

παντοκράτωρ Πατὴρ ἀσχημάτιστος καὶ ἀόρατος, καθὸ καὶ ὑπερασώματος καὶ ὑπὲρ πᾶσαν νόησιν ἀνα‐ βεβηκὼς, δῆλον, ὅτι καὶ τὸ ἐξ αὐτοῦ ἐκπορευόμενον ζωογόνον Πνεῦμα)· οὐ περὶ ἀγαθότητος, ἢ ἀϊδιότη‐
5τος, ἢ δόξης θεϊκῆς· Πνεῦμα γάρ ἐστιν ἅγιον, ἐξ ἁγίου Θεοῦ Πατρὸς ἐκφανθέν. Διαλέγεται οὖν πρὸς τοὺς πνευματικοὺς οὑτωσεί· «Οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» καὶ πάλιν· «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ
10ἄνθρωπος ἐξ ὑμῶν ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος.» Ἐγράφη δὲ καὶ περὶ τοῦ Δανιὴλ, ὅτι «Πνεῦμα περισσὸν ἦν ἐν αὐτῷ·» αἰνιγματωδῶς δὲ τὸ ἅγιον ἐδηλοῦτο Πνεῦμα. Ψυχικοὺς δὲ ὀνομάζει
15Ἕλληνας, Ἰουδαίους, καὶ αἱρετικοὺς, ἐπειδὴ συλλο‐ γισμοῖς καὶ διαλογισμοῖς στρεβλοῖς ἐναβρυνόμενοι γνωσιμαχοῦσι, καὶ οὐχ ὁμολογοῦσι Θεὸν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ἐπιστέλλει δὲ καὶ πρὸς αὐτοὺς οὕτω που· «Ψυχικοὶ Πνεῦμα μὴ ἔχοντες·» καὶ αὖ‐
20θις· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.» Καὶ πάλιν, τὸ πρὸς τὴν μόνην ἡμερωτάτην φύσιν ἐπίκοι‐
25νον τοῦ ἁγίου Πνεύματος δηλῶν, ἔφη· «Εἴ τις κοι‐ νωνία Πνεύματος.» Σαρκικοὺς δὲ, ἢ χοϊκοὺς καλεῖ τοὺς τῇ γῇ κατανενευκότας· ἐπειδὴ ἀκρασίαν λυτ‐ τῶντες, καὶ τὰ διαβεβλημένα τοῖς τιμίοις παραμε‐ τροῦντες, καὶ τοῖς ὑλικοῖς ὑποκαθήμενοι πάθεσιν,
30καὶ ὡσανεὶ βορβόρῳ ταῖς αἰσχραῖς ἀεὶ ἐγκυλινδούμε‐ νοι πράξεσιν, καὶ αὐτοὶ παράλληλοί πως τοῖς ψυχι‐ κοῖς καθεστᾶσιν. Ὡς γὰρ ὑπό τινος λήμης τὸ διορα‐ τικὸν τῆς ψυχῆς ἄμφω ἐπισκεπόμενοι, οὐ δύνανται καταλάμπεσθαι ὑπὸ τοῦ ἀειζώου καὶ ἀπόνου φωτὸς
35τοῦ ἁγίου Πνεύματος· ἀλλ’ ἐν ἀποπτώσει γίνονται, καὶ ἐσπάμπαν ἀπόλλυνται, ὡς μύρον βορβόρῳ συμ‐ πλακέν· οὐδὲ συνιέντες τάχα, ὡς τοῦ ἑνὸς καὶ μόνου στεροῦνται ἀγαθοῦ. Πηλίκη γὰρ ἡ ἐντεῦθεν ζημία, μᾶλλον δὲ παντελὴς ἀπώλεια, οὐδεὶς λόγῳ παραστῆ‐
40σαι δύναται, κἂν πάσῃ χρήσηται διανοίας ὑπερβολῇ. Διαγορεύει δὲ καὶ περὶ τούτων ὁ μὲν Θεὸς ἐν τῇ Γε‐ νέσει τοιῶσδε· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·» ὁ δὲ Παῦλος· «Οἷος ὁ χοϊκὸς ἄν‐
45θρωπος, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουρά‐ νιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·» ἡ δὲ Σοφία· «Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ· δοκι‐
μαζομένη δὲ ἡ δύναμις ἐλέγχει τοὺς ἄφρο‐

39

.

741

νας· ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρ‐ τίας.
7ΚΕΦ. ΚΑʹ. Οὐχ ὡς αἱρετικοῖς δοκεῖ, διὰ τὸ δοξάζεσθαι τὸν Θεὸν ἐν τῷ ἁγίῳ Πνεύματι, καὶ ἐν αὐτῷ, καθὰ δι’ ὀρ‐
10γάνου τινὸς, πᾶσαν λατρείαν ἀναπέμπεσθαι, λέγει Ἰωάννης μέν· «Τοὺς δὲ προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·» Παῦλος δέ· «Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» καὶ ὅσα τοιαῦτα. Μάλιστα μὲν γὰρ
15τὸ, «Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν,» ἀντὶ τοῦ, ἐξ ὅλης ψυχῆς καὶ ἀνυποκρίτως, εἶπεν τῇ Σαμαρείτιδι ὁ Σωτὴρ, νομιζούσῃ ἐν τόπῳ ὡρισμένῳ τὸν Θεὸν προσκυνεῖσθαι, καὶ λεγούσῃ αὐτῷ· «Οἱ πατέρες ἐν τῷ ὄρει τούτῳ τὸν Θεὸν προσεκύνησαν.»
20Ὅτι γὰρ τῷ ἁγίῳ Πνεύματι, ὡς Θεῷ, προσκύνησις καὶ λατρεία προσφέρεται, Παῦλος ἔγραψεν· «Οἱ Πνεύματι Θεοῦ λατρεύοντες.» Εἰδὲ μὴ καταβαίνει αὐ‐ τοῖς ἡ ὄντως ἀλήθεια, ἀκουέτωσαν, ὅτι οὔκουν, Ἐν Πνεύματι καὶ Υἱῷ, εἶπεν. Αὐτὸς γὰρ παρ’ Ἰωάννῃ
25λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Καὶ ὃν τρόπον ἐν τῷ Υἱῷ προσκυνοῦντες τὸν Πατέρα, προσκυνοῦμεν καὶ τὸν Υἱὸν, τὸν ἴσον τρόπον ἐν τῷ ἁγίῳ Πνεύματι προσκυνοῦντες, συμπροσκυνοῦμεν καὶ αὐτό. Τὸ δὲ, «Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν
30Πνεύματι ἁγίῳ,» τοῦτο δηλοῖ ἀντὶ τοῦ, Αἱρεσιομά‐ χοι οὐ μετέχουσι τοῦ θεϊκοῦ Πνεύματος· οἱ δὲ μὴ μετέχοντες ἡνωμένου αὐτοῦ τῷ Υἱῷ τῇ φύσει, οὐ δύ‐ νανται τὴν μνημονευθεῖσαν ἀξίως ῥῆξαι φωνήν. Ὁμοιότροπον γὰρ περὶ μὲν τοῦ Πατρὸς .......
37ΚΕΦ. ΚΓʹ. Ὀφείλεσθαι δὲ αὐτῷ δόξαν οὐκ ἐκ τῆς μνημο‐ νευθείσης ἐν τοῖς προάγουσι μόνον τοῦ Κυρίου δε‐
40διδάγμεθα παραδόσεως, ἀλλὰ διαφόρως· ὡς ὅταν Πέτρος γράφῃ· «Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοί ἐστε· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως Πνεῦ‐ μα ἐφ’ ὑμᾶς ἀναπέπαυται·» καὶ ὡς ἡνίκα τὸν ὀφθέν‐
τα τῷ Ἡσαΐᾳ ἐπὶ θρόνου θεϊκοῦ ἐπηρμένον καὶ

39

.

744

δοξαζόμενον βασιλέα καὶ Κύριον δυνάμεων, ὁ Ἀπό‐ στολος τὸ ἅγιον εἶναι δείκνυσι Πνεῦμα· καὶ ὡς ὅταν ὁ αὐτὸς ἐπιστέλλῃ, κοινωνίαν εἶναι φάσκων τῷ Πνεύματι πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν, δῆλον δὲ
5ὅτι θεότητος, καὶ βασιλείας, καὶ δόξης, ὡς προείρη‐ ται καὶ αὖθις ῥηθήσεται· οὕτως Κορινθίοις ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος·» καὶ ἑτέρωθί
10φησιν· «Εἴ τις κοινωνία Πνεύματος.» Ἐφεσίοις δέ· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Κατανόησον, ὡς ἑνό‐ τητα εἶπεν διὰ τὴν πρὸς τὸν Πατέρα τῆς φύσεως ἕνωσιν. Καὶ πάλιν Κορινθίοις· «Ἢ οὐκ οἴδατε, ὅτι
15τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς. Δοξάσατε δὴ τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν·» τοῦτ’ ἔστιν, τὸ ἅγιον Πνεῦμα. Καὶ πάλιν προαναφωνήσας, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά
20ἐστιν,» ἐπάγει· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθ‐ άπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ πάλιν· «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη
25λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋ‐ σέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταρ‐ γουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύμα‐ τος ἔσται ἐν δόξῃ;» παραπλησία τῷ ὑπὸ Ἰωάννου
30εἰρημένῳ· «Ἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μο‐ νογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀλη‐ θείας.» Καὶ ὁ σοφὸς Ζοροβάβελ φησίν· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·» ἀλήθειαν δὲ
35τὸ ἅγιον Πνεῦμα λέγει, ὡς ἀνωτέρω μεμαρτύρηται. Καὶ αὐτὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τοῦ Ψαλμῳδοῦ λέγει· «Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθε‐ νοῦντές με ἐξουθενηθήσονται.» Ὅτι δὲ καὶ συμπροσ‐ κυνεῖται τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁ προπάτωρ ἐδίδα‐
40ξεν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, τὴν ἁγίαν ὁμοτίμως δε‐

39

.

745

ξιωσάμενος καὶ προσκυνήσας Τριάδα, ὡς ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. Καὶ ὁ Παῦλος δὲ ἔγραψεν, ὡς ἀνωτέρω εἰς τὰς θεολογίας τοῦ Πνεύματος ἐδείχθη, ὅτι «Πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει.» Αἱρετι‐
5κοὶ δὲ, τῷ περὶ τὸ βάπτισμα δεσποτικῷ θεσπίσματι καὶ τῷ Ἀποστόλῳ ἀντινομοθετοῦντες, καὶ περὶ πλείονος ποιούμενοι, μήποτε φωραθεῖεν ἀπηχὲς μὴ προέμενοι κατὰ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, κατ’ οἰκείαν ὥσπερ σύνθεσιν τὴν δοξολογίαν ἀναπέμ‐
10πουσι. ΚΕΦ. ΚΔʹ. Τοὺς δὲ ἀντιδιαταττομένους καὶ ἰδίαις παραδόσεσιν ἐναμείβοντας τὴν ἐντολὴν τοῦ Θεοῦ, μάτην ἐλπίζειν τῆς βασιλείας αὐτοῦ τυχεῖν ὁ Σωτὴρ διδάσκων ἐν τῷ
15κατὰ Μάρκον Εὐαγγελίῳ, τοῖς Φαρισαίοις παραπλήσια αἱρετικοῖς φρονήσασιν εἶπε· «Διὰ τί ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε; Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πα‐ τέρα σου καὶ τὴν μητέρα σου· καὶ, Ὁ κακολογῶν
20πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ, ἢ τῇ μητρὶ, Κορβὰν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφελήθης· καὶ οὐκ ἔτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ, ἢ τῇ μητρὶ αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν.» Ὃ δὲ
25λέγει, τοιοῦτόν ἐστιν· Ὁ τοῦ φιλοψύχου Θεοῦ νόμος πα‐ ρακελεύεται μὴ ἀθετεῖσθαι, μήτε κακηγορεῖσθαι πατέ‐ ρας, καθὰ προγέγραπται· ὡς δ’ αὖ πάλιν ἀγαπᾶσθαι τοὺς παῖδας ὑπ’ αὐτῶν, καὶ μὴ παροργίζεσθαι προσ‐ τάττει. Τὸ δὲ Ἰσραηλιτῶν ἔθος ἐβούλετο ἕκαστον τοῦ
30λαοῦ, ἀφιεροῦντα ἑαυτὸν τῷ ναῷ, φανερὰ πρὸς τὴν δύνα‐ μιν προσφέρειν τῷ ἱερῷ, ἅτινα ἐλέγετο Κορβὰν, ὃ ἑρμηνεύεται δῶρον, ὡς δὴ τῷ Θεῷ ἀνακείμενα· κέρδος δὲ ἐγίνετο τῶν ἱερέων. Ὀκνηρῶς οὖν ἐχόντων μάλιστα τῶν πατράσι τὰ ἀναγκαῖα χορηγεῖν ὀφειλόν‐
35των πρὸς τοῦτο τὸ δῶρον, καὶ καλῶς λεγόντων, ὅτι οὐ θεμιτὸν τὸν ὀφείλοντα μὴ ἀποτῖσαι, μάλιστα τοῖς γενομένοις· οἱ ἱερεῖς νεαλογοῦντες ἐδίδασκον, ὥστε τοὺς γενομένους μᾶλλον ἢ τὸ προσφέρειν δῶρον πα‐ ραβλέπειν, καὶ τέκνοις ὑπετίθεντο λέγειν τοκεῦσιν,
40ὅτι Τὰ προσόντα ἡμῖν, δῶρόν ἐστιν, καὶ ὅπερ ἐὰν λήψεσθε παρ’ ἡμῶν, τοῦτο ἀπὸ τοῦ δώρου τοῦ ἤδη ὑποσχεθέντος, ἢ ἀνατεθέντος, ὥσπερ τῷ Θεῷ ἀφαι‐ ρεῖσθε· κατεχόμεθα γὰρ, φησὶν, τῷ περὶ εὐχῆς λόγῳ, τῷ κελεύοντι, εὐξάμενον ἀποδιδόναι. Ἐλθὼν οὖν ὁ
45Θεὸς Λόγος ὁ μὴ ἐξ ἐνδείας γονέων αὐτὸς τιμᾶσθαι βουλόμενος, μήτε πατέρας υἱῶν ἀτιμοτέ‐ ρους ὑπάρχειν, ἀλλὰ μήτε τούτους ἐκείνων, καὶ τὴν
προλεχθεῖσαν εὑρὼν ἀσεβῆ τῶν ἱερέων παράδοσιν,

39

.

748

ἐναντίως ἔχουσαν πρὸς τὴν ὁσίαν αὐτοῦ ἐντολὴν, ἐγ‐ καλεῖ τὰ μνημονευθέντα.
4ΚΕΦ. ΚΕʹ.
5 Ὑπερφυῶν τοίνυν ἀποδείξεων μαρτυρουσῶν, ὅτι ἐκ τῆς μιᾶς καὶ ἀνωτάτω θεϊκῆς φύσεως ἐξεφάνη συναϊ‐ δίως τὸ ἅγιον Πνεῦμα, καὶ ἔχει κατά τε τὴν οὐσίαν καὶ τὴν δύναμιν τὸ ἄπειρον, καὶ τὸ ἄφθαρτον, καὶ τὸ αὐτεξ‐ ούσιον, καὶ τὸ ἀγαθὸν, καὶ τὸ ἅγιον, καὶ τὰ προειρη‐
10μένα πάντα ἀπαραλλάκτως πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν οὕτως, ὥστε ἐξ αὐτοῦ γνωρίζεσθαι τὸν Θεὸν οἰκεῖν ἐν ἡμῖν· καὶ τοῦ Πατρὸς ἐκφανῶς διὰ τοῦ δει‐ κνύειν Πνεῦμα αὐτοῦ εἶναι αὐτὸ μαρτυροῦντος, ὅτι καὶ ὁμοούσιον αὐτῷ, καὶ Θεὸς ἀγένητός ἐστιν· οὐκ
15ἀπαξιώσαντος δὲ οὔτε τοῦ Υἱοῦ, διὰ τὴν περὶ αὐτὸ τῆς θεότητος, καὶ βασιλείας, καὶ δόξης κοινωνίαν· καὶ ἐν αὐτῷ χρισθῆναι, καὶ ἔχειν αὐτὸ μένον παρ’ αὐτῷ, καὶ δι’ ἑαυτοῦ προεξαγγεῖλαι τὴν ἐπιδημίαν αὐτοῦ, καὶ τὴν ἰσοτιμίαν αὐτῷ ἀπονεῖμαι, ἣν καὶ ὁ
20Ἀπόστολος ἐφύλαξεν, ἔτι δὲ καὶ κοινωνίαν καὶ ἑνό‐ τητα αὐτοῦ ἔγραψεν· ὁμοίως δὲ καὶ πασῶν τῶν ἄλ‐ λων Γραφῶν μίαν εἶναι φύσιν θείαν δηλουσῶν, καὶ ἓν ὄνομα τῇ παντίμῳ Τριάδι λεγουσῶν, καὶ συν‐ ταττουσῶν αὐτὸ ἐν τοσούτοις καὶ τηλικούτοις
25χαρίσμασιν, ἢ μετὰ τοῦ Υἱοῦ, ἢ καὶ αὐτοῦ κατὰ μόνας ἐπὶ θεϊκῶν ἔργων καὶ δυνάμεων μνημο‐ νευουσῶν, καὶ καλουσῶν αὐτὸ κατ’ ἐξαίρετον Πνεῦ‐ μα ἅγιον, Πνεῦμα τοῦ Θεοῦ, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα ἓν, καὶ
30Πνεῦμα ἀληθείας, καὶ Πνεῦμα θεῖον, καὶ Πνοὴ τοῦ Παντοκράτορος, ἃ καὶ μόνα αὐτάρκη πρὸς πάσας αἱρετικὰς διαστροφάς· μαρτυρουσῶν δὲ, ὅτι τοῦ Θεοῦ ἡμᾶς υἱοὺς ποιεῖ, καὶ θεοποιεῖ, καὶ ἐλευθεροῖ, καὶ ἀνακτίζει, καὶ ἁμαρτιῶν ἀφέσεως ἀξιοῖ, καὶ σοφίαν
35καὶ γνῶσιν παρέχει, καὶ πᾶν τὸ πεποιημένον ἁγιά‐ ζει, καὶ πληροῖ τὴν οἰκουμένην, καὶ συνέχει τὰ πάν‐ τα, καὶ αὐτὸ τῶν οὐρανῶν ἥδρασεν καὶ ἐνίσχυσεν τὰς δυνάμεις, καὶ ἀνεῴχθησαν αὐτῷ καταβαίνοντι, καὶ ἀπὸ καταβολῆς κόσμου φερόμενον ἐπὶ τῶν ὑδάτων
40ἡγίαζεν αὐτὰ, καὶ προφήτας καὶ ἀποστόλους ἐνήχη‐ σεν καὶ ἔπεμψεν, ὡς Δεσπότης, καὶ συνεργεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μόνος τε οἶδεν τὰ τοῦ Θεοῦ, καθὰ ὁ Μονογενὴς, καὶ πνεῖ ἔνθα προείρηται, καὶ θεϊκὰ δωρεῖται ὡς βούλεται, καὶ ναὸν ἔχει τὸν πι‐
45στὸν ἄνθρωπον ἴσως τῷ Πατρὶ, καὶ καθάπερ εἰς τιμὴν καὶ δόξαν τῆς τοῦ Μονογενοῦς θεότητος τὸ ἅγιον Πάσχα, οὕτω καὶ τοῦ Πνεύματος ἡ ἑορτὴ τῆς Πεντηκοστῆς ἐξ ἀρχῆς ἐπετελέσθη, καὶ διακονεῖ αὐ‐ τῷ ὁ Γαβριὴλ, ὡς τῷ παντοκράτορι Θεῷ Πατρί· πῶς

39

.

748

(50)

κατὰ αἱρετικοὺς οὐ Θεὸς ὁ ἡμᾶς θεοποιῶν; καὶ οὐ Κύριος ὁ ἡμᾶς ἐλευθερῶν; καὶ οὐ βασιλεὺς καὶ δοξα‐ ζόμενος ὁ μὴ ὑμνῶν μετὰ τῆς κτίσεως, ὁ ἡμᾶς διὰ τοῦ βαπτίσματος συμβασιλεύσειν καὶ συνδοξασθήσε‐ σθαι Χριστῷ καταξιώσων; Καὶ γὰρ ἐν πᾶσιν τοῖς
55προλεχθεῖσιν περὶ τοῦ θείου Πνεύματος, οὐ‐ δὲν ἴδιον κτισμάτων εὑρίσκεται, οὐδ’ ὑπῆρξεν οὐρα‐ νίοις δυνάμεσιν συμμνημονεύεσθαι ἐπὶ θεϊκῆς δω‐
ρεᾶς, ἢ ἐνεργείας, ἢ δοξολογίας μετὰ τοῦ Θεοῦ

39

.

749

καὶ Πατρὸς, καὶ τοῦ Υἱοῦ. Τὰ δὲ μὴ ἴδια τῶν ποιη‐ μάτων, δῆλον, ὅτι Θεοῦ μόνου ἴδια ὑπάρχει· Θεὸς δὲ οὐ κτίζεται. Ἀλλ’ οἱ κτίσμα, ἢ δοῦλον λέγοντες (ταυ‐ τὸν γάρ ἐστι), καὶ μὴ θεολογοῦντες καὶ δοξάζοντες αὐ‐
5τὸ, τῇ τε δουλείᾳ τῆς Ἄγαρ συνεκβάλλονται, καὶ τῇ τοῦ Χὰμ κατακρίνονται, ἀκούοντες· «Ἐπικατάρατος Χὰμ δουλεύσει τοῖς ἀδελφοῖς αὐτοῦ·» μετὰ Σίμωνός τε τοῦ Μάγου ἀναγράφονται, τοῦ νομίσαντος ἀργυ‐ ρίων δύνασθαι τὴν ἄπρατον ἐξαγοράσασθαι τοῦ ἁγίου
10Πνεύματος χάριν· καὶ διὰ τῆς βίβλου τῶν ἀποστο‐ λικῶν Πράξεων ἀκούουσιν· «Οὐ γάρ ἐστιν ὑμῖν με‐ ρὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.»
17ΚΕΦ. Κϛʹ. Ὡς ἀληθῶς γὰρ, ἐπειδὴ μὴ ἔστιν κοινωνία τῷ σκότει πρὸς τὸ φῶς, καὶ τοῖς ἐστερημένοις τῆς θείας
20γνώσεως πρὸς τοὺς ὑπ’ αὐτῆς καταυγαζομένους· εἰ‐ κότως γέγραπται περὶ τῶν κακοδόξων· «Τὸ Πνεῦμα οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύον‐ ται.» Δικαίως δὲ καὶ ἐπιστέλλουσι περὶ αὐτῶν, ὁ μὲν Ἰωάννης, ὅτι «Ἐπ’ ἐσχάτου τοῦ χρόνου ἐλεύ‐
25σονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πο‐ ρευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζον‐ τες, ψυχικοὶ, Πνεῦμα μὴ ἔχοντες·» ὁ δὲ Παῦλος, πρὸς μὲν Τιμόθεον· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως,
30προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει· ψευδολόγων κεκαυ‐ τηριασμένων τὴν ἰδίαν συνείδησιν·» πρὸς Ἑβραίους δέ· «Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρ‐ μῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ,
35δοκεῖ, τὶς χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Ἐφεσίοις δέ· «Μὴ λυ‐ πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγί‐
40σθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Καὶ ὁ Δεσπότης δὲ ἐν Ματθαίῳ, τῷ ἁλόντι ἐπὶ βλασφημίᾳ τοῦ ἁγίου Πνεύματος, ὡς ἀναπολόγητα πταίσαντι, παρατείνει τὴν κόλασιν, οὐχ ἕως τοῦ παρόντος αἰῶνος, ἀλλὰ καὶ τοῦ μέλλοντος· ἵνα σφόδρα φυλαττώμεθα τοιοῦτο μη‐
45δὲ κατὰ ἄγνοιαν ἁμαρτῆσαι, λέγων· «Πᾶσα ἁμαρ‐ τία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ
δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται αὐτοῖς·

39

.

752

καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.» Ἄλλος δὲ ποῖός ἐστι
5λόγος κατὰ τοῦ ἁγίου Πνεύματος, ἢ ἄλλη ποία νοεῖ‐ ται περὶ αὐτοῦ βλασφημία, ἢ τὸ μὴ ὁμολογεῖν αὐτὸ Θεὸν ὁμοούσιον καὶ συνάναρχον τῷ Πατρὶ καὶ τῷ Υἱῷ; Ἰδικῶς γὰρ ἐπὶ τοῦ Θεοῦ τὸ βλασφημεῖν εἴ‐ ρηται. Ὥρισεν δὲ ἀφίεσθαι μὲν τὴν κατὰ τοῦ Υἱοῦ
10τοῦ ἀνθρώπου βλασφημίαν, τὴν δὲ περὶ τοῦ ἁγίου Πνεύματος μὴ ἀφίεσθαι· ἐκεῖνο δηλῶν, ὅτι τῷ κἂν γοῦν ὀψέ ποτε μὴ πιστεύσαντι ἐκ τοῦ Θεοῦ Πα‐ τρὸς ὁμοουσίως αὐτὸ ἐκπεπορεῦσθαι· τῷ γὰρ ἐπι‐ γνόντι ἀφίεται. Φησὶν γάρ· Ἐπὶ τοῦ
15Υἱοῦ ἀφορμὴν γοῦν, εἰ καὶ μὴ εὔλογον, ἔχουσι τὰ περὶ τῆς ἀφράστου ἐνανθρωπήσεως μικροπρεπῆ ῥήματα· περὶ δὲ τοῦ ἁγίου Πνεύματος, οὐδεμίαν ἔχουσι σκῆψιν. Διὸ καὶ ἡ Σοφία θεολογοῦσα τὸ θεϊκὸν Πνεῦμα, καὶ ἀπ’ αὐτοῦ ἀπειλοῦσα τοῖς βλασφημοῦ‐
20σιν αὐτὸ, λέγει· «Φιλάνθρωπον γὰρ Πνεῦμα σοφίας, καὶ οὐκ ἀθοώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκου‐ στής· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμέ‐
25νην, καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς.» Οἱ γὰρ τῇ θεότητι αὐτοῦ ἀπιστοῦντες, καθὰ ὁ Ἀπό‐ στολος Τιμοθέῳ ἐν τῇ αʹ γράφει Ἐπιστολῇ, ἀφ‐ ομοιωθέντες Ὑμεναίῳ καὶ Ἀλεξάνδρῳ, «περὶ τὴν πίστιν ἐναυάγησαν, καὶ παρεδόθησαν τῷ Σατανᾷ ἵνα
30παιδευθῶσι μὴ βλασφημεῖν.» Εἰκότως· αἴσιον γὰρ αὐτοῖς τὸ ἅγιον Πνεῦμα πνεῖν οὐκ ἠθέλησαν, καὶ τὴν πάσης ἀγκύρας βεβαιοτέραν ἐπίλαμψιν αὐτοῦ ἠθέτη‐ σαν, καὶ ἔχειν αὐτοῦ τε καὶ τοῦ Χριστοῦ τελείαν τὴν κυβέρνησιν οὐκ ἠνέσχοντο, τῆς θεοπρεποῦς καὶ
35ἰσοτίμου δόξης ἑαυτοὺς στερήσαντες. Καὶ γὰρ, ὡς ἐν τῇ αʹ τῶν Βασιλειῶν εἴρηται παρὰ τοῦ Εἰλὶ, «Ἐὰν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐ‐ τοῦ πρὸς τὸν Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» Ὁ δὲ «Κύριος τὸ Πνεῦ‐
40μά ἐστιν,» ὡς ἔγραψε Παῦλος.

39

.

753

ΚΕΦ. ΚΖʹ. Ἀκουστέον δὲ (χαλεπὸν γὰρ οὐδὲν ἐκ τούτου, ἀλλὰ καὶ ἐπωφελὲς) καὶ στίχων τῶν παρ’ Ἕλλησι, μετρίαν περὶ τῆς πρὸς τὸν Θεὸν Πατέρα συντάξεως τοῦ Υἱοῦ
5Λόγου καὶ τοῦ Πνεύματος συναίσθησιν δεξαμένων, καὶ πρόσφορα καὶ ἀληθῆ θεωρησάντων εἶναι τὰ ὀνόματα ταῦτα· καὶ ὡς οὐ διέζευκται τὸ παγκρατὲς ἅγιον Πνεῦμα, οὐ φύσει, οὐ δυνάμει, οὐ δόξῃ τοῦ Θεοῦ Πατρὸς, ὡς οὐδὲ ὁ Μονογενής· ἀλλὰ καὶ πρόει‐
10σιν ἐξ αὐτοῦ οὐ συμμετρότερον, καὶ παρ’ αὐτῷ μέ‐ νει, πληροῦν τῇ ἑαυτοῦ ὑπερτάτῃ καὶ ἀπλέτῳ χάριτι καὶ δυνάμει ἅπαντα, κατὰ τὸ κοινὸν αὐτῷ τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ ἀγαθὸν βούλημα. Εἰσὶν δὲ οἱ στί‐ χοι χρησμοῦ οὕτως·
15Πνεῦμα μὲν ἀθανάτοιο Θεοῦ Πατρὸς ἐκπροπόρευμα· Αὐτόθεν, ἔνθεν ἔβη, μένον ἔμπεδον, οὔτι μεριστόν· Ἀλλὰ Θεοῖο Λόγοιο μένον ζαθέοις ὑπὸ κόλποις, Πάντα τελεῖ, ἅτε θεῖος ἃ μήδεται ἀρχέγονος φρήν·
Κτίσμασι δὲ ξύμπασι φέρει χάριν, ἧι ὕπο πάντα

39

.

756

Ἔργα Θεοῦ ζώει, καὶ ἀΐδιον ἔλλαχ’ ἀρωγήν. Καὶ πάλιν· Ὄφρα τὰ πάντα Τριὰς συνέχῃ, κατὰ πάντα μετροῦσα. Ὀρφέως τοῦ παρ’ Ἕλλησι πρώτου θεολόγου·
5Πάντα γὰρ ἀθανάτοιο Θεοῦ μεγάλῃ ὑπ’ ἀρωγῆι Ἄνθρωποι τελέουσι, σοφῆι ὑπὸ Πνεύματος ὁρμῆι. Πλάτωνος τοῦ Κωμικοῦ, ὃς ἀνθηρῶς ἐν τοῖς ὑπογε‐ γραμμένοις ἰάμβοις θεότητα μοναδικῶς ἐκτεινομένην εἰς Τριάδα, ἀφ’ ἧς τὰ ὅλα γέγονέ τε καὶ σώζεται.
10Θεὸς γάρ ἐστιν εἷς Πατὴρ ὑπέρτατος· Λόγῳ τὰ πάντα πανσόφως καὶ Πνεύματι Στήσας ὀλισθαίνοντα, κἀκ βυθοῦ πλάνης Εἰς φῶς ἀνέλκων ἐκ μακρᾶς ἀταξίας. Ἑρμοῦ Τρισμεγίστου ἐκ τῶν πρὸς τὸν Ἀσκληπιὸν
15λόγων τριῶν. Ἐρομένου τινὸς τὸν ἀγαθὸν δαίμονα, περὶ τοῦ τρισαγίου Πνεύματος ἔχρησεν οὕτως· «Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου, ὥστε
μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοι‐

39

.

757

οῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε. Νῦν δὲ τὰ λοιπὰ τοῦ λόγου ἀκούετε. Τούτου τοῦ Πνεύματος, οὗ πολλάκις προεῖπον, πάντα χρῄζει. Τὰ πάντα γὰρ βαστάζον, κατ’ ἀξίαν τὰ πάντα ζωο‐
5 ποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς ἐξήρ‐ τηται, ἐπίκουρον πνεύμασι, καὶ ζωῆς ἅπασιν ἀεὶ ὑπάρχον, γόνιμον ἓν ὄν.» Αὖθίς τε τῇ εὐγενεστέρᾳ γνώμῃ καθυποτάττων τοὺς πολλοὺς, καὶ οὐκ ἀκριβεῖς περὶ τὴν γνῶσιν, τὴν ἕνεκα
10τῆς ἀχράντως, ἀμετρήτως, ἀφάτως, καὶ ἀεὶ καὶ ὡσαύτως ἐχούσης αὐτοτελοῦς Τριάδος, περὶ ἧς οὐ‐ δεὶς οὕτως μεγαλοφρονέστατος, οὐδὲ ὑψηλονούστα‐ τος ἀνθρώπων ἐστὶν, ὃς ἄξιόν τι τῆς τοσαύτης ὑπερ‐ οχῆς αὐτῆς θεωρῆσαι δύναται, ἀποφθέγγεται τοιάδε·
15«Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυ‐ στήρια παρέχεσθαι· ἀλλὰ τῷ νῷ ἀκούσατε· Ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἔστιν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν, ἢ ἡ
τούτου ἑνότης. Ἀεὶ ἐν αὐτῷ ὢν, ἀεὶ τῷ

39

.

760

ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περι‐ έχει.» Καὶ μεταξὺ ἄλλων ἐπάγει· «Ἐκτὸς τούτου οὐ Θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων,
5 οὐκ οὐσία τις ἄλλη. Πάντων γάρ ἐστι Κύριος καὶ Πατὴρ, καὶ Θεὸς, καὶ πηγὴ, καὶ ζωὴ, καὶ δύνα‐ μις, καὶ φῶς, καὶ νοῦς, καὶ Πνεῦμα, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτόν ἐστι.» Νοῦν ἐκ νοῦ, καὶ φῶς νοερὸν ἐκ φωτὸς νοεροῦ, ἔτι
10δὲ καὶ Πνεῦμα, ᾧ πάντα περιέχει· τὸν Θεὸν Πατέ‐ ρα, καὶ τὸν Μονογενῆ, καὶ τὸ ἓν αὐτοῦ ἅγιον Πνεῦμα δηλοῖ· ὡς ἡ Σοφία λέγει· «Πνεῦμα Κυρίου πεπλή‐ ρωκε τὴν οἰκουμένην.» Ἀγγέλους δὲ καὶ δαίμονας, καὶ τοὺς λεχθέντας μὲν ὑπὸ Ἑλλήνων, οὐκ ὄντας δὲ
15ἀληθῶς θεοὺς, καὶ πᾶσαν φύσιν, ὑπὸ ταύτην εἶναι τὴν ἀδιαίρετον ἐξουσίαν, τὴν μίαν πάντων δημιουρ‐ γικὴν ἀρχήν. Καὶ Πορφύριος δὲ, καίτοι τὸ παράπαν οὐ σωφρονῶν περὶ τὸ ὄντως θεῖον, ἀλλ’ αὐτοχολωτῶν, ὡς εἰπεῖν, ὅμως Πλάτωνος ἐκτιθέμενος δόξαν, καί
20πώς ποτε συνελαθεὶς, ὑπὸ τῆς ἀληθείας, ἢ τάχα καὶ τὸν Πλάτωνα αἰδεσθεὶς, φάναι διενοήθη ταυτί·
23«Ἄχρι γὰρ τριῶν ὑποστάσεων ἔφη Πλάτων τὴν τοῦ θείου προελθεῖν οὐσίαν· εἶναι δὲ, τὸν μὲν ἀνω‐
25τάτω Θεόν τ’ ἀγαθὸν, μετ’ αὐτὸν δὲ καὶ δεύτερον τὸν Δημιουργὸν, τρίτην δὲ καὶ τὴν τοῦ κόσμου ψυ‐ χήν· ἄχρι γὰρ ψυχῆς τὴν θειότητα προελθεῖν.»
Ὡς τὸ ἔνδον τεθολωμένος καὶ βεβλαμμένος διορατι‐

39

.

761

κὸν ὁ ἐπάρατος Πορφύριος, καὶ πρὸς τὴν τελεωτά‐ την ἀδυνατῶν θεολογίαν, ἅτε μήτε κατ’ ἐπιθυμη‐ τικὴν καὶ φοιτικὴν αὐτοῦ ὁρμὴν, τὴν παροῦ‐ σαν ποιούμενος ἐξήγησιν, ἀμυδρῶς τὸ ἓν καὶ σωστι‐
5κὸν ἅγιον Πνεῦμα τοῦ Θεοῦ ψυχὴν προσηγόρευσεν· οὐ τὴν ἀνθρώπου δὲ ὅμως, ἀλλὰ τὴν τῷ παντὶ δια‐ πεφοιτηκυῖαν κόσμῳ. Ἔχεις οὖν καὶ τοὺς τῶν ἔξω σοφοὺς μαρτυροῦντας, ὡς αἱ τρεῖς μακάριαι ὑποστά‐ σεις ἐν μιᾷ θεότητι, καὶ οὐκ ἄλλοτε καὶ ἄλλοτε ἐξ‐
10εφάνησαν· ἀλλ’ ὅτε ἡ πρώτη, τότε σὺν αὐτῇ ἅμα καὶ ἐξ αὐτῆς καὶ ἡ ἄλλη καὶ ἡ ἑτέρα συναϊδίως, ὡς τὸ ἀπαύγασμα τῷ πυρί. Κείσθω δέ τι κατὰ φυσικὸν λό‐ γον καὶ ἐκ τῶν ἡμετέρων μαρτυροῦν τῇ ἀνάρχῳ ἐκ‐ πορεύσει, καὶ τῇ πρὸς τὸν μονογενῆ Θεὸν Λόγον
15ὁμοουσιότητι τοῦ θεϊκοῦ ἑνὸς Πνεύματος. Ἔστιν δὲ τοῦτο· Λόγος οὐ γεννᾶται, ἢ ἐκφαίνεται, μὴ συνορ‐ μῶντος καὶ συμπροερχομένου ἅμα αὐτῷ Πνεύματος. Πολλοὶ δὲ τοιοῦτοι ἐξ Ἑλληνικῶν βίβλων λόγοι, καὶ οὐκ ἀπόβλητοι· ἀλλ’ ἔτι τῶν ἀπογεγραμμένων ἐν‐
20ταῦθα συμφυέστεροι καὶ ἰδιώτεροι ἐπὶ πλέον εἰσαῦ‐ θις, ἐὰν τῷ Θεῷ δοκῇ, εἰς μέσον προενεχθήσονται πρὸς ἡμῶν. Ἐγὼ γὰρ καὶ οἱ ἐμοὶ, ὡς ἴσασιν οἱ μνήμης μοι τῆς περὶ τὴν ἄναρχον καὶ ἀεὶ ὡσαύτως καὶ κατὰ ταυτὰ ἔχουσαν μακαρίαν Τριάδα, τῆς διδούσης ἀεὶ
25καλὰ, οὐκ ἀφαιρουμένης δὲ, οὐδ’ ὀνειδιζούσης, ἐν
ταῖς παρ’ ἡμέραν ταύταις συνουσίαις κοινωνήσαν‐

39

.

764

τες, οὐκ ἔστιν ὅτε, ἢ ἐπαυσάμην, ἢ (ἐν τῷ ὀνόματι δὲ αὐτῆς τῷ παναγίῳ πάντα λεγέσθω, καὶ πρατ‐ τέσθω, καὶ σιγῇ βουλευέσθω) ἐμαυτῷ καὶ τοῖς ἐμαυτοῦ παρέχων τὸ πᾶν (χρῄζει γὰρ αὕτη, πάντων
5αἰτία οὖσα, οὐδενὸς, εἰ μὴ τῆς ἡμῶν ὠφε‐ λείας), προσκυνῶν τε καὶ δοξάζων, καὶ πρὸς δύναμιν τὴν οὖσάν μοι ἐγκωμιάζων αὐτήν· ἢ οὐ πολλὰ ἔφην ἀδικεῖσθαι πρὸς ἑαυτῶν τοὺς μὴ σπουδάζοντας σοφόν τι περὶ αὐτῆς, ἢ μαθεῖν, ἢ διδάξαι. Καὶ
10νῦν δὲ συνήθως πιστεύων, ὡς σταθερὰ καὶ βέβαια ἐκεῖνά ἐστιν μόνα, ὧν προηγεῖται αὔτη, ἀνατείνων σὺν τῷ σώματι τῆς διανοίας τὰ ὄμματα, λίσσομαι ὑπέρ τε ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ, καὶ τῶν ἀπ’ αὐτῶν ὄντων τε καὶ ἐσομένων, ἔτι μὴν καὶ ὑπὲρ
15πάντων, πειθόμενος τῷ παρακελευσαμένῳ Σωτῆρι Χριστῷ εὔχεσθαι ὑπὲρ ἀλλήλων, λέγων, ἃπερ ὁ ἐν οʹ ψαλμῷ προσευχόμενος· «Ἐπὶ σοὶ, Κύριε, ἤλ‐ πισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με· κλῖνον
20πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν, τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτω‐ λοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· ὅτι
25σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γα‐ στρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Ὡσεὶ τέρας ἐγε‐ νήθην τοῖς πολλοῖς, καὶ σὺ, Κύριε, βοηθός μου κρα‐
30ταιός. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ἀνυμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν με‐ γαλοπρέπειάν σου. Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρους· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκα‐ ταλίπῃς με.» Οὕτω γὰρ ἂν, σοῦ ἕνεκα,
35τῆς οὐκ ἐχούσης τὸ ἀντιτασσόμενόν σοι, ἐν τῷ βου‐ λεύεσθαι ἐλεεῖν καὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, ἀγαθω‐ τάτη καὶ παναλκεστάτη Τριὰς, ἀφ’ ἧς καὶ παρ’ ἧς πᾶν ἀγαθὸν, καὶ εἰς ἣν πάντων πᾶσα πάντοτε ἐλπὶς,
καὶ μεθ’ ἣν παντελῶς οὐδὲν, ῥυσθείημεν τῶν τε

39

.

765

ἡμαρτημένων ἡμῖν ψυχικῶν καὶ σωματικῶν ἐν γνώ‐ σει καὶ ἀγνοίᾳ, ἐν λόγῳ καὶ ἔργῳ, ὧδε καὶ «ὅτε νικᾷς ἐν τῷ κρίνειν» τὰ κρυπτὰ τῶν ἀνθρώπων, τῶν τε ἐν κόσμῳ ἐπαχθῶν, καὶ τοῦ τοῖς ἀγαθοῖς ἀεὶ φθονοῦντος
5καὶ ἐναντίου ἱσταμένου δαίμονος, καὶ παντὸς πνεύ‐ ματος πονηροῦ καὶ ἀκαθάρτου, καὶ τοῦ μισοκάλου Ἀντιχρίστου, οὗτινος, ὡς τεκμηριοῖ τὰ πράγματα, ὁ ἀγωνίας δεινῆς γέμων χρόνος ἤγγικεν ἤδη· ὥστε μηδένα, μὴ τῶν νῦν, μὴ τῶν τότε εὑρισκομένων
10ἀπολέσθαι. Οὕτως ἂν πᾶν κακὸν ἐκποδὼν γένηται, διοικηθείη τε καλῶς καὶ ἡσύχως, κατὰ τὸ σὸν ἄφθο‐ νον καὶ φιλόψυχον θέλημα, τά τε κοινὰ, τά τε ἰδιω‐ τικὰ πράγματα· καὶ αἱρετὴ λοιπὸν καὶ εὐκταία πᾶ‐ σιν ἔσται ἡ ἐν ἑκάστῃ πόλει, μενοῦνγε ἡ ἐν ἀγρῷ
15εὐσεβὴς καὶ ἰδιοπράγμων οἴκησις· καὶ ὑπάρξῃ παντὶ, ὡς τοῖς ὁσίοις πατράσιν καὶ τοῖς πρὸ ἐκείνων, τὸ ὡς ἐρᾷ καὶ βούλεται κατ’ ἐξουσίαν πλεῖν, ὁδοιπορεῖν, οἴκοι μένειν, γεωργεῖν, ἐπιμελῶς εἰς πανηγύρεις παραβάλλειν, λαλεῖν χαρίεντα καὶ ἐπιεικῆ, καὶ τὸ
20μεῖζον τούτων, τὸ ἀπερισπάστως καὶ νηφαλέως με‐ μνῆσθαί σου, καὶ παντὸς πράγματος ἐκ σοῦ ἀρχὴν ποιεῖσθαι καὶ τελευτὴν, μεταδιδόναι τε πρὸς δύναμιν τοῖς ἐνδεομένοις, ἀρχόμενον ἀπὸ τῶν πρὸς γένος καὶ τῶν οἰκείων, καὶ παρὰ σοῦ τὸ δάνειον εἰς
25τὸ μέλλον ἐκδέχεσθαι, καὶ ἐπίμετρον ζωὴν αἰώνιον. «Νηστεία» γὰρ, φησὶν, «καὶ προσευχὴ ἐκ θανάτου ῥύεται· ἐλεημοσύνη δὲ, ὑπὲρ τὰ ἀμφότερα.» Ὡς γὰρ καὶ οἱ ἔξω φασίν·
34Εὐσεβίης οὐδὲν προφερέστερον ἐν μερόπεσσιν.
35Οὕτως ἂν πρὸς τούτοις ἐγγένηται τὸ μὴ νοσεῖν ὑπερηφανίαν καὶ τῦφον, μηδ’ εἶναι καυχηματίαν· δι’
ἃ ἄφυκτα πάθη, ὁ μὲν ἔχθιστος Σατὰν τοῦ ἄνω φω‐

39

.

768

τὸς καὶ τῆς τῶν δοκίμων ἀγγέλων ἑταιρίας ἐξέπε‐ σεν. καὶ εἰς τοὺς ζοφωδεστάτους ταρταραίους μυ‐ χοὺς κατωλίσθησεν· ὁ δ’ ὑπὸ νόμον τραφεὶς, καὶ νηστεύων, καὶ ἀποδεκατῶν τὰ ἑαυτοῦ ὑπάρχοντα,
5καὶ ἐπικουρῶν τοῖς προσαιτοῦσιν Φαρισαῖος, ἀνόνη‐ τον ἔσχε τέως ἐν κόσμῳ, ὅσον ἐν γράμμασιν ἱεροῖς, τὴν ἐντεῦθεν ἐλπίδα. Ἔτι δὲ ὑπάρξῃ τὸ μάχης ἀφεστάναι. ζῇν ἐν βιβλίοις, καὶ ἀχώριστον εἶναι μετὰ καθαροῦ συνειδότος τῶν ἐκκλησιαστικῶν συν‐
10άξεων, ἐν οἷς ἰδικώτερον πρόκεισαι πᾶσιν οὕτως ἔσται, οὐκ ἔτι ἐπονείδιστος καὶ διεπτυσμένη, ἀλλὰ καὶ, ὡς πάλαι καὶ πρόπαλαι, ἐπαινετὴ ἡ τῆς ἀρετῆς καὶ πάσης ἐπιστήμης γενομένη παρὰ τὴν ἀρχὴν δι‐ δάσκαλος ἡ συμμετρία. Καὶ σωφρονεστέρα φανείη
15τῆς ἀρχαίας ἡ ἑξῆς πολιτεία, ὅσῳ καὶ ὑπὸ τῆς Χρι‐ στιανῆς, τῆς πάντ’ εὖ πεποιηκυίας, κατανύττεται θεσμοθετήσεως. Καὶ γλυκὺ φῶς ἀνατείλῃ καὶ λαμ‐ πρόν· καὶ εὐαρχία μὲν καὶ εἰρήνη ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν, κατὰ πάντα τρόπον καὶ λόγον, ἔσται
20βαθεῖα· καὶ μεστὸν τοῦ Νείλου τὸ ῥεῖθρον, καὶ εὐετηρία πλείστη· σπάνις δὲ πολλὴ καὶ παντοία τῶν σπουδαρχιδῶν· καὶ οὐκ ἔτ’ ὀδύρηται ἄλλος ἐπ’ ἄλλῳ· καὶ ὃν ἐμαυτῷ νόμον ἔθηκα, φυλάξαι δυνηθῶ σὺν ὥρᾳ, καὶ χάριτι, καὶ σεμνότητι βίου καὶ λόγων·
25πανταχόθεν τε ἡμῖν παντεκνεὶ, καὶ πανοικεὶ, καὶ παγγενεὶ, καὶ ὁλικῶς ἐκβῇ τὰ πράγματα, εὐχῆς καλλίω καὶ τῶν πρότερον βελτίω. Καὶ πάντα ταῦτα ναὶ, ναὶ, ναὶ, τετελεσμένα καὶ τελεσθησόμενα ἔσται· ὅπως ἐς ἀεὶ ἐργάζηται τὸ ἐν Ἡσαΐᾳ παρ‐
30ηγορικὸν καὶ ἰαματικὸν ῥῆμά σου, τὸ περιέχον οὕτως· «Ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν
ὀρέων, ὡς εὐαγγελιζόμενος ἀγαθά· ὅτι ἀκουστὴν

39

.

769

ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός.» Καὶ σχοίημεν ἀτελεύτητον καὶ μετὰ τελευτὴν τὴν ζωὴν καὶ τὴν χάριν διαιωνίζουσαν, διὰ τὸ ἀγαθώτατον, καὶ μεγαλοπρεπέστατον, καὶ σωστι‐
5κώτατον, καὶ δεδοξασμένον, καὶ εὐχαριστούμενον εἰς ἀπεράντους αἰῶνας αἰώνων ὄνομά σου, τοῦ ἐπὶ πάν‐ των, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν Θεοῦ Πατρὸς παντοκράτορος, καὶ τοῦ μονογενοῦς Υἱοῦ σου, καὶ τοῦ παναγίου, καὶ ζωοποιοῦ, καὶ δημιουργοῦ Πνεύ‐
10ματός σου. Ἀμὴν, ἀμὴν, ἀμήν. Καὶ ἐροῦσι πάντοτε πάντες πανταχοῦ οἱ ὀρθοδόξων Χριστιανῶν λαοί·
Γένοιτο, γένοιτο, γένοιτο.