TLG 2102 037 :: DIDYMUS CAECUS :: Fragmenta (ap. Antonium Melissam, Loci communes) DIDYMUS CAECUS Scr. Eccl. Fragmenta (ap. Antonium Melissam, Loci communes) Citation: Volume — page — (line) | ||
136.824(48) | Ἐπίτασις κακίας τὸ μὴ μόνον ἑαυτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν ἄλλοις. | |
136.824(50) | Πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώ‐ πων ψυχαῖς τὸ κακὸν, ἐσταλμένον δὲ καὶ σπάνιον τὸ | |
ἀγαθόν. | 824 | |
136.892(46) | Μείζονα καὶ σπουδαιοτέραν τὴν ἐπιμέλειαν ποιοῦ εἰς τοὺς δι’ ἀρετὴν καὶ θεοσέβειαν πτωχεύσαντας ἢ πενομένους· ὁμοίως καὶ εἰς τοὺς ἐκ νόσων ἢ συμπτωμάτων ἀποροῦντας παρὰ τοὺς ἐκ κακοπραγ‐ | |
136.892(50) | μονίας ἢ ἀσωτίας πτωχεύσαντας. | 892 |
136.933(46) | Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε δικαιοσύνης. Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, οὐδὲ τὸ χρημάτων ἀπορεῖν εἰς ταπείνωσιν ἄγει, τῆς | |
136.933(50) | ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπερ‐ | |
άνω αὐτῶν ἵστασθαι παρασκευαζούσης. | 933 | |
136.952(53) | Τέλειον ἰατρὸν λέγομεν οὐ τὸν θεραπεύοντα πάν‐ | 952 |
136.953 | τως, ἀλλὰ τὸν μηδὲν εἰς ὠφέλειαν ἀνηκόντων καὶ | |
θεραπείαν παραλείποντα. | 953 | |
136.1084(14) | Τοὺς μὲν ἁγίους φωταγωγοὶ φυλάσσουσιν ἄγγελοι, | |
15 | τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως σοφίας προστίθησιν ἡμῖν ἀγγέ‐ λους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος | |
---|---|---|
αὐτῷ ἐκ παιδὸς χωρίζεται. | 1084 |