TLG 2102 035 :: DIDYMUS CAECUS :: Fragmenta (ap. Maximum Confessorem, Loci communes [Sp.]) DIDYMUS CAECUS Scr. Eccl. Fragmenta (ap. Maximum Confessorem, Loci communes [Sp.]) Citation: Volume — page — (line) | ||
91.725(45) | Διδύμου. —Σχηματίζου τὴν ἀρετὴν, οὐχ ὅπως ἀπατήσῃς, ἀλλ’ ὅπως ὠφελήσῃς. Βασιλείαν Θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς θείους νόμους τεταγμένως βιούντων. Πᾶσα πρακτικὴ ἀρετὴ ἐν τῷ γίνεσθαι, καὶ οὐκ ἐν | |
91.725(50) | τῷ γεγονέναι, τὸ εἶναι ἔχει. | 725 |
91.813(37) | Διδύμου. —Τότε ἀνύει διδάσκαλος καὶ πιστεύεται λέγων, ὅταν ἀφ’ ὧν πράττει, παιδεύει, κατὰ τὸ, | |
Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. | 813 | |
91.821(23) | Διδύμ. —Ἐντυγχάνειν δεῖ ταῖς θείαις Γραφαῖς. Ὥσπερ γὰρ ὁ οἶνος πινόμενος ἀναπαύει λύπην, καὶ | |
25 | μεταβάλλει καρδίαν εἰς εὐφροσύνην· οὕτως ὁ πνευ‐ ματικὸς οἶνος εἰς χαρὰν μεταβάλλει τὴν ψυχήν. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας ἐστιν· ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης. Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, | |
---|---|---|
30 | οὐδὲ τὸ χρημάτων ἀπορεῖν εἰς ταπείνωσιν ἄγει· τῆς ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπερ‐ | |
άνω αὐτῶν ἵστασθαι παρασκευαζούσης. | 821 | |
91.944(13) | Διδύμ. —Πάντων τῶν λογικῶν (x) ἐπιστάμενος τὸ κρυπτὸν ὁ Δημιουργὸς, προνοεῖται τῶν ὅλων, οὐ | |
15 | μόνον ἐξ ὧν διάκεινται καὶ πράττουσιν, ἀλλὰ καὶ ἐξ | |
ὧν προγινώσκει ἄγων τὴν βελτίωσιν. | 944 | |
91.948(40) | Διδύμου. —Τέλειον ἰατρὸν λέγομεν, οὐ τὸν θεραπεύοντα πάντας, ἀλλὰ τὸν μηδὲν τῶν εἰς ὠφέ‐ | |
λειαν ἡκόντων καὶ θεραπείαν παραλείποντα. | 948 | |
91.965(10) | Διδύμου. —Τὰ μὲν ἀκούσια ἁμαρτήματα καὶ νόμος συγχωρεῖ, καὶ Θεὸς παρορᾷ φιλάνθρωπος ὢν, | |
καὶ οὐκ ἀπηνὴς καὶ τῶν ἑκουσίων. | 965 | |
91.968(38) | Διδύμου. —Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας | |
ἐστίν· ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης. | 968 |