TLG 2102 030 :: DIDYMUS CAECUS :: In epistulas catholicas brevis enarratio (in catenis)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

In epistulas catholicas brevis enarratio (in catenis)

Source: Zoepfl, F. (ed.), Didymi Alexandrini in epistulas canonicas brevis enarratio [Neutestamentliche Abhandlungen 4.1] Münster: Aschendorff, 1914: 1–4, 6–15, 17–25, 27–52, 57–63, 66–69, 73–91, 95–96.

Citation: Page — (line)

1

(7)

Διδύμου. Ὡς γὰρ οἱ τοῦ κόσ‐ μου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ
10τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρη‐ ματίζειν θέλουσιν, οὕτω καὶ οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγ‐ γραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν. (Cr
152, 8—12)1

2

(5)

Εἰς τελειότητα οὖν τὴν κατ’ ἀν‐ δρείαν καὶ καρτερίαν προτρέπων ἀκολούθως ἀδελφοὺς ὀνομάζει, ἀλλ’ οὐ τέκνα οὐδὲ υἱούς. (Cr 2, 28—29 Ma 183)
24Τοῦ Χρυσοστόμου. Αὐτάρκως
25προτρεψάμενος ὑφίστασθαι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγέ‐ νηται δόκιμον ἔργον καὶ ὑπομονὴ τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτά, καὶ μὴ δι’ ἄλλο πραττόμενα·
30δι’ ἑτέρας παραινέσεως πείθειν ἐπι‐ χειρεῖ κατορθοῦν τὰ προκείμενα δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων
τὸν πειρασμὸν ὑπομένοντα· γενή‐2

3

σεται γὰρ ὁ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα δόκιμος ἀνὴρ διὰ πάν‐ των γεγυμνασμένος· οὕτω δὲ ἀνα‐ φανέντι ἐκ τῶν σκυθρωπῶν δοθή‐
5σεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν. (Cr 4, 19—27 Ma 184)
24οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν
25καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται, ἀνθ’ ἧς κατε‐ φρόνησε προσκαίρου ζωῆς· ζητή‐ σεις, εἰ ὕλη οὗ ἡτοίμασεν ὁ θεὸς
30στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτὸν
ἔστιν, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς3

4

ἀγαπῶσιν αὐτόν, ἃ διὰ μέγεθος θειότητος ὄψει καὶ ἀκοῇ οὐχ ὑπό‐ κειται οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώ‐ που ἀναβέβηκεν. (Cr 4, 27—32
5Ma 184)4

6

(16)

Ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆ‐ ρος θέσεως τῆς λεγούσης· „αἰτεῖτε καὶ δοθήσεται ὑμῖν“, ἣν καὶ πι‐ στοῦται διὰ τοῦ φάναι· „πᾶς ὁ
20αἰτῶν λαμβάνει“, ζητήσειεν ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον· ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος οὐδὲν παρα‐ λείψας τῶν συντελούντων πρὸς τὸ
25τυχεῖν τῶν σπουδαζομένων πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκόπου τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον
30οὐδὲ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνον‐ τος αὐτοῦ οὐ ψευδοποιεῖται τό· „πᾶς ὁ αἰτῶν λαμβάνει“. Καὶ γὰρ
διδασκάλου λέγοντος· πᾶς ὁ προσ‐6

7

ιών μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν τὴν ἐπιστήμην, τὸ „προσιέναι τῷ διδασκάλῳ“ γραμματικῶς ἐκλαμ‐ βάνομεν, τουτέστι μετὰ τοῦ συντό‐
5μως προσέχειν τοῖς παρὰ τοῦ δι‐ δασκάλου μετὰ τοῦ ἀσκεῖν καὶ με‐ λετᾶν αὐτά· ὁ δὲ μὴ οὕτω, λεκτέον αὐτῷ· οὐ προσῆλθες αὐτῷ, ὡς προε‐ τρέψω. (Cr 25, 21—26, 1)
18Φανερώτερον ποιῶν ὁ γράφων τὴν ἐπιστολήν, τίνες δοκοῦντες αἰτεῖν οὐ
20λαμβάνουσι, τοὺς ἀντιρρήτους καὶ κακῶς αἰτουμένους ἡδονῶν ματαίων ἕνεκα προείληφεν. Ἀλλ’ ἐρεῖ τις· καὶ μὴν ὑπὲρ γνώσεως θείας καὶ ἀνα‐ λήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ
25λαμβάνουσι· λεκτέον δὲ καὶ αὐτοῖς, ὅτι οὐ κατ’ αὐτὰ τὰ ἀγαθὰ λαβεῖν ἠξίωσαν, ἀλλ’ ἕνεκα τοῦ ἐπαινεῖ‐ σθαι δι’ αὐτά· ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ
30τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν
ἀξιοῦσιν. (Cr 26, 1—9)7

8

Ὠριγένους. Ἐπεὶ ἡ κακία προξε‐ νεῖ τὴν πρὸς τὸν κόσμον φιλίαν, ἀρετὴ δὲ τὴν πρὸς τὸν θεόν, ἀρετῇ καὶ κακίᾳ οὐ δύναται συνυπάρχειν.
5(Cr 26, 16—18) Παροιμίαι. Ὁ διὰ τοῦ ἁμαρ‐ τάνειν φιλῶν τὸν κόσμον ἐχθρὸς ἀποδείκνυται τοῦ θεοῦ· ὡσαύτως καὶ ὁ τὴν πρὸς θεὸν φιλίαν δι’
10εὐσεβείας βεβαιῶν εὐθέως ἐχθρὸς εὑρίσκεται τοῦ κόσμου· ὅθεν ἀδύ‐ νατόν ἐστιν ὥσπερ δουλεύειν θεῷ καὶ μαμμωνᾷ, οὕτω φιλιάζειν θεῷ καὶ κόσμῳ. Ἀμέλει γοῦν ἐλθὼν
15ὁ κύριος φίλους θεοῦ τοὺς πειθο‐ μένους αὐτῷ ποιῆσαι μάχαιραν καὶ διαμερισμὸν ἔβαλεν ἐπὶ τῆς γῆς· ὁ γὰρ λόγος τῆς διδασκαλίας αὐτοῦ διαιρεῖ καὶ μερίζει τῶν γηϊνῶν καὶ
20ὑλικῶν διὰ τούτου παρασκευάζων ἔχθραν ἔχειν πρὸς τὸν κόσμον καὶ ἕνωσιν πρὸς τὸν θεόν, ἥτις ἐστὶν ἡ πρὸς αὐτὸν φιλία· διὸ καὶ εἰρήνην δίδωσιν οὐ καθὼς ὁ κόσ‐
25μος ὀρέγει· ἐκεῖνος γὰρ δι’ ἧς δί‐ δωσιν εἰρήνης πρὸς τὰ ὑλικὰ ἐμ‐ παθεῖς ποιεῖ· ὁ δὲ κύριος εἰρήνην παρέχων φίλους θεοῦ παρασκευάζει· κόσμον οὖν ἐν τούτοις ἀκούειν δεῖ
30τὴν πρὸς τὰ τῇδε συμπάθειαν. (Cr
26, 19—32 Ma 193)8

9

(26)

Ὠριγένους ἐκ τῆς ἑρμηνείας εἰς τὸ „κατὰ πρόγνωσιν θεοῦ“. Προεω‐
ρακὼς γὰρ ὁ θεὸς τὴν πίστιν καὶ9

10

πρᾶξιν τῶν ἀνθρώπων κατορθω‐ θέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας προγνωστικῶς καὶ ἐξε‐ λέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ κατα‐
5βολῆς κόσμου τότε προορίσας αὐ‐ τοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ πνεύ‐ ματος τῆς υἱοθεσίας· πρόγνωσιν γὰρ οὐκ ἄλλο τι ἡγητέον ἢ ἐσομέ‐ νων θεωρίαν, ἥτις οὐκέτι πρόγνω‐
10σις, ἀλλὰ γνῶσίς ἐστιν εἰς ὕπαρξιν ἡκόντων τῶν προεωραμένων· κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν, οἷς Πέτρος γράφει, ἀλλ’ οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ προσφώ‐
15νησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῶν φύσεων καὶ ἡ ἐγκειμένη νόησις. (Cr 42, 28—43, 6 Ma 196)
29Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς
30τοὺς πιστοὺς ἡ κληρονομία, ψυ‐
χρεύονταί τινες οἰόμενοι αὐτὴν ἀπο‐10

11

λήψεσθαι ἐν τῇ κάτω Ἱερουσαλὴμ ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυ‐ φὴν λήψεσθαι τὰ ἆθλα τῆς βασι‐ λείας· οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι
5περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου, μάλιστα ὅτι καὶ περιγράφουσιν αὐτὴν παυ‐ σαμένου τοῦ χιλιαστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα
10ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κλη‐ ρονομίαν καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν.
(Cr 43, 13—21)11

12

(14)

Ἐπεί τινες ἐλάττονα τίθενται τὴν
15ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἁγίων οἰόμενοι πλέον τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν κύριον αἰσθητῶς καὶ τὰ ὑπ’ αὐτοῦ
20πραχθέντα σημεῖα, δεικτέον, ὡς ἐσφαλμένη ἐστὶν ἡ ὑπόληψις αὐτῶν.
(Cr 45, 16—20)12

13

(10)

Πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραὰμ τὴν ἡμέραν τοῦ κυρίου ἑωρακὼς πάν‐ των τῶν τελειουμένων κατὰ κύριον εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχο‐
15μένων; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν κύριον; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν
20ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα
τὴν κατὰ σάρκα. (Cr 45, 20—26)13

14

(6)

Πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ πόθον ἔχοντες ἐκ παντὸς τρό‐ που διαβάλλειν τὴν παλαιὰν διαθή‐
10κην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι, εἰ καὶ μὴ εἶδον ἢ ἤκουσαν αἰσθη‐ τῶς, ἃ ὁ κύριος εἶπεν, ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· „πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύ‐
15μησαν ἰδεῖν“. (Cr 45, 26—31)
23 Εἴ τις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ
25τὸ τέλος εἶναι, ὃ ἐπὶ πᾶσι καὶ ἔσχα‐ τον ὀρεκτὸν τυγχάνει—αὐτοῦ μὲν γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα—, οὐκ ἀπεμφαίνει περὶ τῶν ἁγίων ἀγγέ‐
30λων καὶ ἁπλῶς πάντων τῶν μακα‐14

15

ρίων λογικῶν τὸ προκείμενον ἐκλα‐ βεῖν πάντων ὄρεξιν ἐχόντων παρα‐ κύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγ‐
ματα. (Cr 45, 32—46, 3 Ma 196f)15

17

Εἰ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ, τί δεῖ νοεῖν περὶ τοῦ προκειμένου; εἰ γὰρ ὁ πατήρ ἐστιν ὁ σημαινό‐
5μενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον; εἰ δὲ ὁ υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβών, πῶς πατὴρ τυγχάνει; πρὸς ἃ λε‐ κτέον· εἰ πατρὸς καὶ υἱοῦ μία θεότης,
10κρίνοντος τοῦ υἱοῦ ὁ πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννητῶν γεννήσας αὐ‐ τοὺς μετουσίᾳ ἁγιότητος· πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς
15ἐκάλεσε καὶ ἄλλοις εἶπε, τῷ μέν· „τέκνον, ἀφέωνταί σου αἱ ἁμαρ‐ τίαι“, τῇ δέ· „θύγατερ, ἡ πίστις σου σέσωκέ σε“. Καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα.
20(Cr 46, 28—47, 7 Ma 197)17

18

(8)

Λόγον ζῶντα θεοῦ καὶ μένοντα εἰς τὸν αἰῶνα τὸν εὐαγγελικόν φησι
10λόγον. (Ma 197)
17 Τοῦ εὐαγγελίου λέγοντος· „ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι“,
20φησὶν ὁ κύριος Ἰησοῦς Χριστός.
(Cr 48, 23—25 Ma 197)18

19

(28)

Ὥσπερ ὁ κύριος φῶς ὢν ἀλη‐ θινὸν εἰς κρίμα εἰς τὸν κόσμον
30ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ
τῆς παρουσίας αὐτοῦ τυφλούς,19

20

τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ θεμέλιος
5αὐτῶν βέβαιος ἀποδειχθείς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος, ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλου πέτρα νομι‐ ζόμενος προσχῶσι τοῖς ἐξουθενή‐
10σασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δέ εἰσι γραμματεῖς καὶ Φαρισαῖοι. (Cr 52, 12—19)
18 Τὸ δὲ „εἰς ὃ καὶ ἐτέθησάν“ φησιν οὐχ ὡς εἰς αὐτὸ τοῦτο συν‐
20ωθήσαντος αὐτοὺς τοῦ θεοῦ, ἀλλ’ ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως τοῦτο
παθόντες. (Cr 53, 9 Ma 198)20

21

(9)

Κατὰ τὴν παλαιὰν τοῦ νόμου
10διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος· μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ
15ἀμφότερά ἐστι· τούτων οὕτως οἰκο‐ δομηθέντων ἀναγκαῖον τοὺς σπα‐ ρέντας ὑπ’ αὐτοῦ ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱερά‐
20τευμα τυγχάνον· τοῦ γὰρ γεννήσαν‐ τος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν καὶ ὡς ἐξ ἱερέως ἱερά‐ τευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον
25ὑπάρχουσι κληθέντες ἀπὸ τοῦ κα‐ λοῦντος ἁγίου ὄντος ἐπὶ τὸ „ἅγιοι ἔσεσθε“. Οἱ αὐτοὶ πρὸς τὸ ἅγιον ἔθνος ὑπάρχειν καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας
30γεγενημένοι· περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. Ἐπεὶ γὰρ οἱ
ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων21

22

κληθέντες ἀποβεβλήκασι πᾶσαν ποι‐ κιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώ‐ μην μιᾷ πίστει καὶ διδασκαλίᾳ προσ‐ έχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία
5γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν.
(Cr 53, 16—32 Ma 199)22

23

(9)

Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ
10πείθεσθαι τυγχάνοντες εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διά τι ἀνθρώπινον ποθουμένων ἀγα‐ πωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. Ἐπεὶ τοίνυν οὕτω διάκει‐
15μαι πρὸς ὑμᾶς, οἷς γράφω τὴν ἐπιστολήν, παρακαλῶ καὶ προτρέ‐ πομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν· στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς ἔχθραν
20πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπεί‐ περ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ
σαρκὸς οὐσία. (Cr 54, 20—26)23

24

(25)

Ἀνθρωπίνην κτίσιν τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βα‐ σιλέων· ταύταις οὖν δεῖ ὑποτάσσε‐ σθαι διὰ τὸν κύριον· εἰ δὲ διὰ τὸν
κύριον ὑποταττόμεθα τὸν εἰπόντα·24

25

„ἀπόδοτε τὰ τοῦ Καίσαρος Καίσαρι“, ὅτε τι ἔξω τοῦ θελήματος τοῦ κυ‐ ρίου προστάττουσιν, οὐχ ὑπακού‐
σωμεν. (Cr 55, 1—5)25

27

(5)

Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις—ἄλογος γὰρ οὗτος καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφιστάμενος —, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ
10ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα εὐλάβεια. Ὁ γὰρ διὰ Χρι‐ στὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην σὺν εὐλαβείᾳ αὐτῷ ὑποτάττεται τοῦ διὰ κακίαν
15καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην τὸν παθητικὸν ἔχοντος φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται καὶ μεθ’ ἕτερα πρὸς τὰς γυναῖκας φήσας· „ἐποπτεύοντεσ“,
20τουτέστιν οἱ ἄνδρες, „τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν“· σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας
γραφῆς. (Cr 56, 27—57, 5)27

28

(16)

Προτρέπεται τὰς γυναῖκας μι‐ μεῖσθαι τὰς ἁγίας καὶ μάλιστα τὴν Σάρραν πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάσσεσθαι ὡς ἐκείνη
20τῷ Ἀβραάμ, ἧς καὶ τέκνα αὐτὰς γεγονέναι φησὶ διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ καὶ ἔχων αὐτοῦ τὴν πίστιν τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ
25ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ ἀλληγορίαν σκόπει, πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρ‐
ρας τέκνον· κατὰ τὸν 〈ἀπόστολον〉28

29

Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευ‐ θέρας· εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας μεθ’ ἕτερά φησι κατὰ
5πνεῦμα γεγενῆσθαι ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλήμ· συνᾴδει τοῦτο· „ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῖν καὶ εἰς Σάρραν τὴν ὠδίνου‐ σαν ὑμᾶσ“· οὐ γὰρ δυνατὸν εἰς ἐκεί‐
10νους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου ἡ πρὸ πολλῶν γε‐ νεῶν ὀφειλόμενον τῇ φύσει θάνα‐ τον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον
15ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερου‐ σαλήμ· ἃς προετρέψατο γυναῖκας δι’ ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν. (Cr 59, 27—60, 11)
29„Κύριον δὲ τὸν θεὸν ἁγιάσατε
30ἐν ταῖς καρδίαις ὑμῶν.“ Ὥσπερ τὸ μεγαλύνειν τὸν θεὸν
οὐκ ἐπίδοσιν μεγέθους προσάγειν29

30

αὐτῷ δηλοῖ, ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαί‐
5νει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττό‐ μεθα· εἰ γὰρ τῆς ἁγιότητος αὐτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθ‐ άπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν
10τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τούτου τοῦ ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ θεοῦ ἁγιότητος· ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ με‐ γέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν
15δέχεται· ὅθεν εἴρηται· „μεγαλύνει ἡ ψυχή μου τὸν κύριον“· καὶ· „μεγαλύνατε τὸν κύριον σὺν ἐμοί“· ὡσαύτως τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν· ταῦτα δὲ οὐ
20δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. (Cr 64,
17—30)30

31

(6)

Διδύμου. Δεῖ γὰρ οὕτως παρ‐ εσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καιρῷ ἀπαιτουμένους ἡμᾶς τὸν περὶ αὐτῆς
10λόγον εὐχερῶς ἀποκρίνεσθαι, ἀπο‐ κρινομένους δὲ πραότητα ἐπιδεί‐ κνυσθαι καὶ φόβον θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ θεοῦ λόγον λαλῶν οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος
15τοῦ θεοῦ. (Cr 65, 10—14)
29καὶ γὰρ ἡ πρᾶξις τότε ἐπαινετή
30ἐστιν, ὅταν 〈σὺν〉 λογισμῷ ἐπιτελῆται·31

32

τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετά‐ σεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· „γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέστατοι
λόγοι“. (Cr 65, 33—66, 3)32

33

(15)

Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ θεοῦ κρίμα διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν
20τοῦ θεοῦ ἐκκλησίαν· διὸ καὶ ἐπι‐ φέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων θεοῦ οἴκου ἡ ἐξέτασις τῶν βεβιω‐ μένων γίνεται, τί χρὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ εὐαγγελίῳ τοῦ
25θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτήν, πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς
30ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ
φάσκων ἄφευκτον ἀπαντήσεσθαι33

34

τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι· τοῦ δικαίου μό‐
5γις τὴν σωτηρίαν λαβόντος τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομέ‐ νων εἰς κρίσιν καὶ περὶ τῶν ἁμαρ‐ τωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ
10ἀνισταμένων; μόγις γὰρ τοῦ δι‐ καίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῷ σύνοιδεν, ἀλλ’ οὖν εἰδώς,
15ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει, ἀγωνιᾷ.
(Cr 79, 5—22 Ma 204f)34

35

δὲ ὁ περιεχόμενος μὲν θεοῦ, ἄλ‐ λως δὲ καταφρονῶν καὶ παραβαί‐ νων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρ‐
5τωλὸς καὶ ἀσεβὴς εἴη, τὴν διαφο‐ ρὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς θεόν. (Cr 79, 22—28
10Ma 205)35

36

(22)

Τό· „οἱ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν“ ὁμοιοῦται τοῖς κατὰ τὸν κατα‐
25κλυσμὸν συμβεβηκόσι· φησὶ γάρ· ὡς διὰ τῶν πάλαι οὐρανῶν καὶ τῆς γῆς ἀπώλετο κατακλυσθεὶς ὁ τότε κόσμος, οὕτως ἀναστοιχει‐ ουμένων εἰς πῦρ τῶν οὐρανῶν καὶ
30τῆς γῆς οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ36

37

ἄρδην ἀπολοῦνται· καὶ τουτέστι τὸ τῆς ὁμοιότητος τὸ ἅμα αὐτοὺς ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολωλόσιν· „ὡς
5γὰρ ἐν ταῖς ἡμέραις Νῶε“, φησὶν ὁ κύριος, „ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλ‐ θεν Νῶε εἰς τὴν κιβωτὸν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαν‐
10τας, κατὰ ταῦτα ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.“ Ἐπὶ πλεῖον δὲ συναγορεύων, ὅτι οὕτως ἔσται, φησὶν ἐλεύσεσθαι τὴν τῆς κρίσεως ἡμέραν λανθάνουσαν οἷα
15κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέ‐ τως οἱ οὐρανοὶ παρελεύσονται τῶν στοιχείων ἐκτηκομένων πρὸς τοῦ ἐπενεχθέντος πυρός· μεθ’ οὓς οὐ‐ ρανοὺς ῥοιζηδὸν παρεληλυθότας καὶ
20καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ ἐπαγγέλματα τοῦ θεοῦ τὴν οἴκησιν
ἴσχει. (Cr 98, 11—28 Ma 210)37

38

Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χρι‐ στοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς ἀπο‐ στόλοις ταύτην ἀναστήσας τὴν σάρκα,
5ἣν προσήλωσαν τῷ σταυρῷ. (Cr 107, 16—18 Ma 213)
19Ἕκαστον τῶν γεννητῶν τι
20εἶναι λέγεται, οἷον εἶναι ἄγγελος, εἶναι ἥλιος ἢ οὐρανός, μόνος δὲ ὁ σωτὴρ καθάπαξ ὢν τυγχάνει· οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν ἔρχεται. Τούτου ἀκρόασιν πρότερον
25κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν δεξάμενός τις ἔρχεται εἰς τὸ ἰδεῖν αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν γυμνασίαν, ἥτις ψηλάφησις περὶ τοῦ λόγου τῆς ζωῆς εἴρηται τῆς
30εἰπούσης, ὅτι· „ἐγώ εἰμι ἡ ζωή“. Λελέξεται καὶ οὕτως· περὶ τοῦ ἐν
ἀρχῇ ὄντος ἀκηκόαμεν διὰ τοῦ38

39

νόμου καὶ τῶν προφητῶν, ὡς ἐλεύ‐ σεται· τοῦτον ἐλθόντα ἐμφανῶς τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν οὐχ ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφ‐
5θέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς
λόγῳ. (Cr 107, 1—13 Ma 213)39

40

Τὴν οὖσαν ἐν τῷ πατρὶ ζωὴν φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν φησι, καταλλήλως ἰδεῖν αὐτὴν καὶ ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ
5φανερωθείσῃ ζωῇ μαρτυροῦντες ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς. (Cr 107, 29—32 Ma 213)
23 Ὑπ’ αὐτοῦ τοῦ σωτῆρος ἀγγε‐ λίαν γεγονέναι γράφει τοῖς μαθη‐
25ταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, ἵνα τὴν αὐτὴν ἐν ὑμῖν περὶ θεοῦ δόξαν ὡς ὄντος
30φωτὸς ἔχητε· φῶς δέ ἐστιν ὁ θεὸς νοητὸν ἀΐδιον· οὐδὲν γὰρ αἰσθητὸν
ἀεὶ ὑπάρχει· τούτῳ τῷ φωτὶ ἐναν‐40

41

τίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ
5θεῷ ἐστιν, εἰκότως εἴρηται μηδε‐ μίαν σκοτίαν ἐν αὐτῷ εἶναι. (Cr 109, 9—17 Ma 214)
23 Εἰ δὲ εἴρηταί που· „σκότος ἀποκρυφὴν αὐτοῦ“, σκότος ἐν τού‐
25τοις λέγεται ἡ ἐν ἀκαταληψίᾳ ἀσάφεια· ἄγνοιαν δὲ ἡμῶν δυνατὸν εἶναι τὴν ἀσάφειαν, οὐ μὴν τοῦ θεοῦ φωτὸς ὄντος. (Cr 109, 17—19
Ma 214)41

42

(28)

Τὸ γινώσκειν ἐν τῇ γραφῇ μά‐ λιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ,
30ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι42

43

καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ· „τὸν μὴ γνόντα ἁμαρτίαν“· καὶ τό· „οὐδέποτε ἔγνων ὑμᾶς, ἐργάται τῆς ἀνομίασ“· ἁμαρτίαν γὰρ οὐκ
5ἔγνω οὐ τὸ μὴ ἐπίστασθαι, τί ἐστιν ἁμαρτία, ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν. (Cr 111, 15—18 Ma 216)
25 Ὁ λέγων οὖν ἐγνωκέναι τὸν θεὸν τὸ ἀνακεκρᾶσθαι αὐτῷ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει· ἑκάτερα τὰ
30σημαινόμενα τοῦ γινώσκειν φανε‐43

44

ροῦται ἐκ τοῦ προκειμένου· φησὶ γάρ· „ἐν τούτῳ γινώσκομεν“, τουτ‐ έστιν ἐπιστάμεθα, „ὅτι ἐγνώκαμεν αὐτὸν“ ἑνωθέντες αὐτῷ καὶ τηροῦν‐
5τες αὐτοῦ τὰς ἐντολάς· ὁ γὰρ μὴ τηρῶν αὐτὰς φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ θεοῦ τυγχάνων. (Cr 111, 20—27 Ma 216)
16 Ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας οὐ στερεῖται πληρότητος σοφία καὶ ἀλήθεια θεοῦ
20ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν. οὐκ ἐλαττοῦται, ἐπεὶ μηδέ, ὅταν περὶ θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος ἐλαττοῦται ἡ θεότης·
25ᾧ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη· ὡς γὰρ μόνου σοφοῦ θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἢ κατὰ πάθος λήθη ἢ
30μεταμέλεια ἤ τι τῶν τοιούτων οὐχ
ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ44

45

αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀλη‐ θείας τοῦ θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διά τι χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς
5κρίσεως ἀγνοεῖ. (Cr 111, 27—112, 3)
24Ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει,
25ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἢ ἀπα‐ τηλῶν χωρίσαι δύναται τὸν περι‐
εχόμενον αὐτῆς. (Cr 112, 18—20)45

46

(9)

Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν
10ἐστι τὴν γραφομένην περὶ ἀγάπης ἐντολὴν ἀπ’ ἀρχῆς εἶναι καὶ ἠκοῦ‐ σθαι τούτοις, οἷς ἡ ἐπιστολὴ γρά‐ φεται· οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς ἐπιστολῆς τὸ τέλος·
15„τεκνία“, γάρ φησι, „φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων“. μή‐ ποτ’ οὖν ἐντολὴ παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστὶν ἡ κατὰ τὰς
20φυσικὰς ἐννοίας φιλικὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοι‐ νωνικὰ ζῶα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ σωτὴρ τὴν φυσι‐ κὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει·
25„πάντα οὖν, ὅσα θέλετε, ἵνα ποιῶ‐ σιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖσ“. (Cr 112,
9—18 Ma 216f)46

47

(23)

Ὅπως μὴ νομίσῃ τις τὸ σύ‐ στημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ
25τῶν ἐν αὐτοῖς παρίστασθαι ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμή‐ νευσε, τίνα „τὰ ἐν αὐτῷ“ τυγχά‐ νει, ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλά‐ βωμεν· ἔστι τοίνυν „καὶ τὰ ἐν
30αὐτῷ“ ἐμπαθὴς καὶ ὑλικὴ διάθε‐47

48

σις σημαινομένη δι’ ἐπιθυμίας σαρ‐ κὸς τῆς στρατευομένης κατὰ τῆς ψυ‐ χῆς καὶ ὀφθαλμῶν ὄρεξις. (Cr 116, 11—16 Ma 218)
20 Δυνατὸν δὲ ἐκ τῶν προκει‐ μένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώ‐
25νια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλο‐ ζωεῖν προτιθέμενοι διατρίβειν πα‐ θητικῶς μεταχειρίζονται τὰ αἰσθητά, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται
30εἶναι ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερ‐
φρονῶν ὑπερκόσμιος ἔσται ποιῶν48

49

τὰ θελήματα τοῦ θεοῦ τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν θεόν. (Cr 116, 16—23 Ma 218)
11 Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ ἀπέστησαν μὲν τῆς ἀλη‐ θείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν
ἐξεῦρον. (Cr 118, 27—28)49

50

(26)

Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ θεοῦ ὡς ὄντος κατ’ οὐσίαν δικαίου εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοσύ‐
30νην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδωσιν
ἑαυτὸν τῷ ἁγιασθῆναι ἐπιστάμενος50

51

ἀκριβῶς τό· „ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι“· εὖ δὲ καὶ τὸ φάναι „ποιῶν“, ἀλλ’ οὐ ποιήσας ἢ ποιή‐ σων δικαιοσύνην· δίκαιον παρίστη‐
5σιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρα‐ κτικὴ οὖσα· οὐδεὶς οὖν πρὸ ποιή‐ σεως αὐτῆς δίκαιός ἐστιν οὐδ’ ὁ παυσάμενος τοῦ κατ’ αὐτὴν ἐνερ‐ γεῖν. Ὅτι δὲ ὁ θεὸς δίκαιος, φησὶ
10Μωϋσῆς· „ὅσιος καὶ δίκαιος ὁ κύ‐ ριοσ“· οὗτος πατὴρ τοῦ σωτῆρός ἐστι· „πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω“· τούτου υἱὸς ὢν ὡς θεὸς ἐκ θεοῦ καὶ ἅγιος ἐξ ἁγίου,
15οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρ‐ χει· οὐ μάχεται τούτοις τὸ δικαιο‐ σύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ’ οὐσίαν τοιοῦτον ῥηθείη δικαιο‐ σύνη καὶ δίκαιος. (Cr 120, 30—121,
2011 Ma 221)51

52

(3)

νῦν τέκνα θεοῦ ἐσμεν τουτέστι
κατὰ τὴν παροῦσαν ζωήν. (Ma 221)52

57

(7)

Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ
10χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνερ‐ γῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρ‐ τάνοντι δι’ ὑποβολὴν πονηρῶν λογισμῶν ὡς ἐπὶ τοῦ Ἰούδα. (Cr 123, 29—32 Ma 221)
24Ἀλλ’ ἐρεῖ τις, ὅτι γίνεται ὁ διάβο‐
25λος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδό‐ ναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρ‐ τίαν τῷ ἁμαρτάνειν ἐν τῷ διδόναι
30τόπον τῷ διαβόλῳ· δίδωσι γὰρ57

58

αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτὸν πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν· τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ
5καὶ τὸ εἰπεῖν „ποιῶν“, ἀλλ’ οὐ ποιήσας τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν
10ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας αὐτήν· „πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν“, φησί, „δοῦλος αὐτῆς ἐστιν“. (Cr 123,
32—124, 10 Ma 222)58

59

(26)

Σευήρου· καὶ τὴν αἰτίαν προσ‐ τίθησι τοῦ μὴ δύνασθαι ἁμαρτά‐ νειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· τί δέ ἐστι τὸ σπέρμα
30τοῦ θεοῦ τὸ μένον ἐπὶ τοὺς πι‐ στούς; ἢ ἡ τοῦ ἁγίου πνεύματος
ἐπιφοίτησις, δι’ ἧς ἀνεγεννήθημεν,59

60

ἥτις οὐκ ἀφίσταται ἡμῶν, ὅταν κατὰ Παῦλον μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθη‐
5μεν εἰς ἡμέραν ἀποκαλύψεως. (Cr 124, 15—21 Ma 222) Καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ’
10ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλο‐ γον ζῷον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν. (Cr 126, 25—28 Ma 222)
15 Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου, καθάπερ καὶ Ἐλύμας ὁ μάγος ἐκ τοῦ „πλήρης παντὸς δόλου“
20ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ τῷ ἔχειν ἐν ἑαυτῷ θεοῦ σπέρμα, τὸν οὕτω μὴ ἁμαρ‐ τάνοντα εὑρεῖν ἐστι σαφῶς υἱὸν ὄντα
25θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτά‐ νοντι οὕτως, ἵνα μήτις σοφίσηται λέγων τέκνα θεοῦ ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα
30οὐ ῥητέον τέκνα θεοῦ εἶναι· ἐξ ἡ‐ λικίας γάρ, ἀλλ’ οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν, ἵνα μὴ
ἕτερόν τι εἴπωμεν φάσκοντες μὴ60

61

ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ μὴ ἁμαρτάνειν τῷ μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις
5ἔοικε, τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει. (Cr 126, 13—25 Ma 222)
11 Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾶν τοὺς ἀδελφούς· ὁ μὴ ἔχων δικαιοσύνην
15τῷ μὴ ποιεῖν αὐτήν, μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἐξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι
20ἐκ θεοῦ τούτους διὰ χοϊκὴν φύσιν.
(Cr 127, 14—19)61

62

(11)

Κόσμον γὰρ ἐνταῦθα τοὺς πονη‐ ροὺς ἀνθρώπους φησίν. (Cr 132,
13 Ma 225)62

63

(9)

Ὅνπερ γὰρ τρόπον πρὸ τῆς
10Χριστοῦ παρουσίας ὄντων ἐν τῇ Ἰουδαίᾳ θεοῦ προφητῶν πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προ‐ φητείαν ὡς χρείαν εἶναι ἐπιστήμης ἐξεταστικῆς, τίνες τῶν λεγόντων
15„τάδε λέγει κύριοσ“ πνεῦμα ἅγιον καὶ θεοῦ λόγον εἶχον καὶ τίνες ὑπὸ πονηροῦ πνεύματος κινούμενοι τοῦ ψευδοῦς ἦσαν προφῆται, οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν ἀπο‐
20στόλων ἐν Χριστῷ λαλούντων καὶ πνεῦμα ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου ὑποκρινόμενοι τὴν εὐαγγελικὴν δι‐
25δασκαλίαν· ἀναγκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν,
30τῷ δὲ ἀνθίστασθαι. (Cr 129, 31
—130, 10 Ma 224)63

66

(10)

Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν κύριον, ὧν ἐπ‐ εβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι. (Cr 130, 23—25 Ma 224)
18 Ἐννοήσας τό· „ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸσ“ διὰ τοῦ παρα‐
20δέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐν ἐμοί, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ
25αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. (Cr
131, 4—9 Ma 224f)66

67

(3)

Χαρακτηριστικὸν λέγει τοῦ ἀντι‐ χρίστου, οὗ ἀκηκόαμεν, ὅτι ἔρχεται,
5ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστί, τὸ διὰ ψευ‐ δοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι· τοῦ λέγειν καὶ νῦν πραγματικῶς ἀκουστέον· πολ‐
10λοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν. (Cr 130, 10—15 Ma 224 u. 225)
30 Ὥσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν
καὶ μὴ φιλοῦντι τὸ φιλητόν, οὕτως67

68

ἔπαινον περιποιεῖ ὁ 〈γράφων〉 τοῖς ἀγαπῶσι τοὺς ἀξίους τοῦ ἀγα‐ πᾶσθαι τὸ εἶναι ἀγαπητούς· πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατὸν ἢ
5ὅτε αἴρει ὁ σωτὴρ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ θεοῦ γέγονε καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀποδει‐ χθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ
10καὶ φανερωθεὶς ὁ ἄνθρωπος εὐθὺς ὢν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγα‐ πᾶσθαι τυγχάνει· ἐπεὶ τοίνυν ὁ ἀποσταλεὶς σωτὴρ τῷ κόσμῳ ἀγάπῃ τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ
15πατρὸς 〈ἦλθεν〉 ἐπὶ ἀναδείξει τοῦ κάλλους τῶν κατ’ εἰκόνα θεοῦ γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν ἀλλήλως ἀγαπῶσιν· ἔχει γὰρ ἕκα‐
20στος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγα‐ πητικὸς εἶναι ἐντολὴν ἔχων τοῦ ἀγαπᾶν τὸν πλησίον. (Cr 132, 28‐
133, 8 Ma 226)68

69

(10)

Εἰ ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστι καὶ ὁ θεὸς ἀγάπη ἐστί, τίς ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἢ αὐτὸς ὁ λόγος; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν
15ἑαυτῷ· ἤγουν ὁ εἰπών· „ὁ θεὸς ἀγάπη ἐστίν“, οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον ἢ τὸν μονογενῆ, ὥσπερ θεὸν ἐκ θεοῦ, οὕτως καὶ
20ἀγάπην ἐξ ἀγάπης ὄντα. (Cr 129,
26—31 Ma 225f)69

73

(22)

Οἱ ἐκ θεοῦ γεννώμενοι ἐκ τοῦ κατορθοῦν κατ’ ἀρετὴν τυγχάνουσιν οὗτοι καὶ τέκνα θεοῦ καὶ φίλοι
25καθάπερ καὶ Ἀβραάμ. (Cr 138, 18—19)
28 Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ θεοῦ πιστεύσας, ὅτι Ἰησοῦς
30ἐστιν ὁ Χριστός, οὐ ψιλὴν συγ‐
κατάθεσιν ἔχων περὶ τῆς τοῦ Χρι‐73

74

στοῦ διαλήψεως γεννᾶται ἐκ θεοῦ, ἀλλ’ ἐκείνην τὴν πίστιν, ᾗ κατ’ ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων λελόγισται
5δικαιοσύνην ἔχειν· κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τό· „ἄνδρα πιστὸν ἔργον εὑρεῖν“· σπά‐ νιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει πολλῶν ὄντων τῶν ἄνευ ἔργων
10σπουδαίων νεκρὰν πίστιν ἐχόντων, ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει· ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ θεοῦ ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ σωτήρ· „ὁ πιστεύων εἰς
15ἐμὲ ἔχει ζωὴν αἰώνιον“· εἰ δὴ γεννᾶταί τις ἐκ θεοῦ κατορθῶν τὰ εἰρημένα, ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾶν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν. (Cr 138,
2022—33 Ma 228)74

75

(4)

Τὴν ὑπόστασιν καί, ἵν’ οὕτω
5φράσω, ὕλην ἧς ἔχειν δεῖ πρὸς τὸν θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησιν· αἵτινες ἀναφέρουσι πρὸς τὸν θεὸν τὸν κατ’ αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ
10κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχά‐ νουσιν. (Cr 139, 3—6 Ma 228)
17 Εἰ δέ τις προσελθὼν αὐταῖς μὴ ὃν δεῖ τρόπον λέγοι αὐτὰς βα‐ ρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτι‐
20άσατο· φίλον γὰρ τοῖς ἄγαν ἀπο‐ βάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν· „αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραί“, ἀλλά· „βαρεῖαι
25οὐκ εἰσὶ“ μόνου καὶ παντὸς ἀντι‐ λαμβανομένου τοῦ ἀνωφεροῦς αὐ‐ τῶν τοῦ δικαίως τὸ δίκαιον δι‐ ώκοντος πείρᾳ γνόντος, ὅτι ὁ Χρι‐ στοῦ ζυγὸς ἐλαφρός ἐστι χρηστό‐
30τητα πολλὴν ἔχων· ὁ οὕτω δια‐ τεθεὶς ἐκ τοῦ θεοῦ γεννᾶται καὶ τούτου τυχὼν καταφρονεῖ τῆς
ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου75

76

ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον μεταβὰς ἀπ’ αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν· ὑπάρξει τὸ οὕτως προ‐ κόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς
5δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μέ‐ νουσαν εἶπεν· „αὕτη· γάρ ἐστιν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον“· ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι
10τὸν Ἰησοῦν εἶναι τὸν υἱὸν τοῦ θεοῦ. (Cr 139, 6—20 Ma 228f)
25 Οἱ πείρᾳ τεχνικῇ μαθόντες, πῶς ἐστιν ἕκαστα κατορθοῦν τῶν σπου‐ δαζομένων καλῶν, εὐέλπιδες γίνον‐ ται πρὸς τὸ καὶ ἄλλοτε ταῦτα ἀνύ‐ σαι· ἐπεὶ οὖν καὶ οἱ ἱεροὶ ἀπόστο‐
30λοι καὶ ὁ μακάριος Ἰωάννης οὗ‐76

77

τος αὐτοῖς ἔργοις ἔγνωσαν, ὡς πολλάκις αἰτησάμενοι θεὸν τὸ αὐ‐ τοῖς φίλον καὶ θελητὸν ἐσχήκασι, θαρροῦσιν, ὅτι ἑκάστοτε οὕτως
5αἰτούμενοι τεύξονται τῶν ποθου‐ μένων ἐπινεύοντος τοῦ θεοῦ. (Cr 141, 33—142, 6)
13 Ἐκ τούτων δειχθήσεται τὰ ζη‐ τούμενα ὑπό τινων, πῶς ἀληθὲς
15εἴη· „ὁ αἰτῶν λαμβάνει“ τῆς καθό‐ λου προτάσεως οὐ πάντας ἁπαξα‐ πλῶς τοὺς καὶ τὰ αὐτὰ μὴ συμ‐ φέροντα αἰτουμένους, ἀλλὰ τοὺς κατὰ τὸ θέλημα τοῦ θεοῦ περιε‐
20χούσης· ἐγγίνεται ἡ τοιαύτη παρρη‐ σία τῷ ἀκατάγνωστον βίον ἔχοντι· σπάνιος δὲ ὁ τοιοῦτος· „τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδί‐ αν;“ ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ
25ὄντες ὡς εἰπεῖν· „ἀδικίαν εἰ ἐθεώ‐ ρουν ἐν καρδίᾳ μου, μὴ εἰσακου‐ σάτω μου κύριος· διὰ τοῦτο εἰσή‐ κουσέ μου“, ἐπειδὴ ἀδικίαν οὐκ ἐθεώρουν· ἀπεσιώπησε δὲ αὐτὸ
30φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆ‐ ναι κατὰ τὸν εἰπόντα· „οὐδὲν ἐμαυ‐
τῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ77

78

δεδικαίωμαι“· λέψῃ εἰς τὰ προ‐ κείμενα καὶ τό· „ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρ‐ ρησίαν ἔχομεν πρὸς τὸν θεόν“.
5(Cr 142, 6—17)
16 Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιο‐ σύνην ἔχει τὸ ἐκ θεοῦ εἶναι, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην
20ἀδύνατον, φανερὸν ἄρα, ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν δίκαιός ἐστι καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφα‐ λιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι θεοῦ ὁ ἄνθρωπος,
25ἁρμοδίως ἐπήγαγε τό· „ἀλλὰ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ“· εἰ γὰρ διὰ τοῦτο ὁ πονη‐ ρὸς οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτόν, οὐκ ἐκ κατασκευῆς, ἀλλ’
30ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτά‐ νειν· τηρῶν δέ τις ἑαυτὸν τί καὶ
εὔχεται θεόθεν φυλαχθῆναι; ἵνα78

79

ἄψαυστος πάντη μείνῃ ἀπὸ τοῦ πονηροῦ. (Cr 143, 26—144, 2 Ma 231)
18 Διὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους
20τῇ κόσμου φωνῇ οὐ δεισιδαιμονοῦ‐ μεν κατὰ τοὺς αἱρετικούς, μή πως ἡ τοῦ θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται· ἡ κόσμος φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται,
25ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις· γράφει γὰρ ὁ Ἰωάν‐ νης· „μὴ θαυμάζητε, εἰ μισεῖ ὑμᾶς ὁ κόσμοσ“· φανερός ἐστι παντὶ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους
30τοὺς πονηροὺς ἀνθρώπους σημαί‐
νων· καὶ προσέτι· „αὐτοὶ ἐκ τοῦ79

80

κόσμου εἰσὶ καὶ ὁ κόσμος αὐτῶν ἀκούει“· ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων οὐ τὴν κτίσιν, ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώ‐
5πους σημαίνει. (Cr 144, 13—22
Ma 231)80

81

(22)

Ἣν δέδωκε διάνοιαν, καθ’ ἣν γινώσκεται ὁ ἀληθινὸς ἐλθὼν υἱὸς τοῦ θεοῦ ἡ αὐτή ἐστι τῷ· „ἡμεῖς
25δὲ νοῦν Χριστοῦ ἔχομεν“· ὁ ταύ‐ την τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ’ οὐ‐
σίαν ἀληθινὸν καὶ ἔστιν ἐν αὐτῷ81

82

ἑνούμενος πρὸς αὐτὸν πραγματι‐ κῶς νόησιν αὐτοῦ ἔχων. (Cr 144. 29—145, 1)
23 Πῶς δὲ δι’ ὅλης τῆς ἐπιστολῆς τελειότητα μαρτυρήσας τούτοις, οἷς
25γράφει, νῦν προτρέπει ἑαυτοὺς τη‐ ρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν
οὖν· ἐπεὶ ὅλῃ ἐκκλησίᾳ ἐγράφη,82

83

εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ ἄρτι ἀφισταμένους τῆς εἰδωλολα‐ τρείας εἶναι, ἐκείνων οὖν ἕνεκα τὴν λέξιν ἐχάραξεν. (Cr 145, 1—6
5Ma 232)
25 Συμφωνεῖ τὸ προκείμενον τῷ λεχθέντι ἐν τῇ α ἐπιστολῇ οὕτως
ἔχοντι· „καὶ οἴδαμεν, ὅτι ὁ ἀγα‐83

84

πῶν τὸν θεὸν τὰς ἐντολὰς τηρεῖ“· καὶ ὁ κύριος· „ἐάν τις ἀγαπᾷ με, τὰς ἐντολάς μου τηρήσει“· ταὐτὸν τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς
5τῷ τηρεῖν αὐτάς· ἐπεὶ γὰρ πρακτι‐ καὶ αἱ ἀρεταὶ αἱ κατὰ τὰς ἐντολὰς ἐνεργούμεναι, περιπατεῖ κατ’ αὐτὰς ὁ μὴ ἔξω αὐτῶν γενόμενος· ἐν τούτῳ δὲ ταὐτὸν τὸ τηρεῖσθαι αὐτάς·
10ὅθεν ὁ παυσάμενος τοῦ κατ’ ἀρετὴν ἐνεργεῖν οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς οὔτε περιπατεῖ ἔτι κατ’ αὐτάς· ὁ γὰρ κατ’ ἀρετὴν προκόπτων κατὰ τὰς ἐντολὰς βαδίζει τοῦ περιπατεῖν
15προκοπὴν δηλοῦντος, τοῦ τελειω‐ θέντος μετὰ τὸ περιπεπατηκέναι κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς· τούτῳ συνᾴδει τὸ μετ’ αἰνιγμοῦ λεχθέν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν
20τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυ‐ λάττειν αὐτὸν τοῦ ἐργάζεσθαι τὴν κατ’ ἐνέργειαν δηλοῦντος προκο‐ πήν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ τελειώσει παραμονήν. (Cr 147, 21—
2533 Ma 232f)84

85

Μένει ἐν τῇ εὐαγγελικῇ διδα‐ σκαλίᾳ ὁ κατ’ αὐτὴν φρονῶν καὶ πράττων, ἀπάγει δὲ ἑαυτὸν ἀπ’ αὐτῆς ὁ ἐναντίως αὐτῆς ἐνεργῶν
5καὶ δοξάζων· εἶτα ἐπεὶ διὰ πρα‐ κτικοῦ καὶ θεωρητικοῦ γίνεταί τινος ὁ θεὸς ὁ τῶν ὅλων κτίστης ὡς τοῦ Ἀβραὰμ εἰπὼν αὐτῷ· „ἐγὼ θεὸς σόσ“, ὁ ἔξω τῆς ὀρθῆς πί‐
10στεως καὶ τῆς τηρήσεως τῶν Χρι‐ στοῦ ἐντολῶν ἄθεός ἐστιν ἑαυτὸν ἀποσχοινίσας τοῦ ἔχειν θεόν, ἀθέου δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ
15τρόπῳ· ὁ μένων ἐν αὐτῇ πατέρα καὶ υἱὸν ἔχει· ἐν τῷ γὰρ τηροῦντι τὸν λόγον αὐτοῦ εἶπεν ὁ υἱὸς ἐλεύ‐ σεσθαι ἅμα τῷ πατρὶ ἐπὶ τῷ μεῖναι παρ’ αὐτῷ γενομένῳ ἁγίῳ ναῷ
20οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ ἔχειν θεὸν τὸ μὲν ἕτερον κοινὸν πάντων τῶν κτισμάτων ταὐτὸν σημαῖνον τῷ ἔχειν κτίστην, τὸ δὲ
25ἕτερον λοιπὸν μόνων τῶν διὰ κα‐ λοκαγαθίας θεραπευόντων αὐτόν, καθὸ σημαινόμενον θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ συνόλως τῶν Ἑβραίων εἴρηται· ἐπίστησον
30καὶ τοῖς οὕτω λεχθησομένοις· „ὁ
ἔχων τὸν υἱόν“, φησί, „καὶ τὸν85

86

πατέρα ἔχει“ καὶ ἔμπαλιν, ὡς πεί‐ θεσθαι ἐκ τούτου τῆς θεότητος τὸ ὁμοούσιον· ἐπεὶ γὰρ ὁ πατὴρ ἐν υἱῷ, ὁ ἔχων τὸν υἱὸν ἔχει καὶ τὸν
5πατέρα· ἀλλὰ καὶ πάλιν καὶ ἀντι‐ στρέφει· ὁ ἔχων τὸν πατέρα ἔχει καὶ τὸν υἱὸν ὄντα ἐν τῷ πατρί· εἴ τις ἐνίστασθαι βουλόμενος λέγοι· καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει
10τὸν υἱὸν καὶ ὁ τὸν υἱὸν τὸν πατέρα κατὰ τό· „ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχε‐ ται τὸν ἀποστείλαντά με“ οὐχ ὃν δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ
15διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ ὁ δεξάμενος τοὺς ἀποστόλους συγ‐ καταθέσει τῇ πρὸς τὴν διδασκα‐ λίαν αὐτῶν ἐδέξατο δι’ αὐτῶν υἱὸν καὶ πατέρα διδάσκοντας· καὶ
20ἑτέρως· ἐπεὶ καὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει τὸν πατέρα καὶ τὸν υἱόν, ἔμενον δὲ οἱ ἀπόστολοι ἐν τῇ διδαχῇ ὡς καὶ κηρύττειν αὐτήν, ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν
25θεοῦ δι’ αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς ἔχει τὸν ἐν αὐτοῖς υἱὸν καὶ πατέρα.
(Cr 150, 14—151, 9)86

87

(4)

Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ
5πρὸς σκότος ἢ συμφωνίας Χριστοῦ πρὸς Βελίαρ ὁ ἀγαθοποιῶν πρα‐ κτικῶς καὶ θεωρητικῶς θεὸν τὸν Χριστὸν ἔχων ὑπάρχοντα φῶς ἀληθινὸν πόρρω τοῦ σκότους καὶ
10τοῦ Βελίαρ ἐστίν· ἀλλὰ καὶ ἐπεὶ ἐναντίον τῷ ἀγαθοποιεῖν τὸ ποιεῖν τὸ κακόν, ὁ κακοποιὸς δι’ αὐτοῦ τοῦ οὕτως ἐνεργεῖν ἐκ τοῦ Βελίαρ καὶ τοῦ σκότους ὢν οὐχ ἑώρακε
15τὸν θεὸν οὐδὲ κατὰ πόσον γνῶσιν αὐτοῦ ἔχων· „πᾶς γὰρ ὁ ἁμαρτά‐ νων οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ ἔγνωκεν αὐτόν“· ἐπεὶ δὲ τὸ ὁρᾶν σῶμα ἢ μὴ ὁρᾶν τῷ χρᾶσθαι
20ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται ὁρωμένου τοῦ αἰσθητοῦ καὶ τῷ κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ, μὴ βλεπομένου δὲ τῷ στερουμένῳ ὄψεως, κἂν ἀγαθοποιὸς ᾖ, ἀναν‐
25τιρρήτως οἷς ἅμα δείκνυται, εἴγε ἀγαθοποιοῦντι διὰ τὸ καθαρὰν
καρδίαν ἔχειν δρᾶται, κἂν ὄψεως87

88

λείπηται, οὐχ ὁρώμενος τῷ κακο‐ ποιοῦντι, κἂν ὀξυωπέστατος ᾖ. Παρ‐ ίσταται τὰ ἐναντία εἶναι καὶ διὰ τοῦτο ἀσυνύπαρκτα, τὸ ἀγαθο‐
5ποιεῖν φημι καὶ κακοποιεῖν, καὶ ἐκ τοῦ· „ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν“ καὶ τῶν παρα‐ πλησίως γεγραμμένων. (Cr 151, 20—152, 3 Ma 233f)
19Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ
20σὺν γοητείᾳ χρησάμενοί τινες ἀσε‐ βεῖς ἄνθρωποι παρεισέδυσαν διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμ‐ μένοι τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὃ παρ’ ἑαυτοῖς
25ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ· οὗτοι δι’ ὑπερβάλλουσαν ἀσέ‐
βειαν ἀκόλαστοί τινες ὄντες τὴν τοῦ88

89

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν καὶ δι’ αὐ‐ τοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν κύ‐
5ριον τῶν κληθέντων διὰ τοῦ εὐαγ‐ γελίου· εἶτα ἵνα ἀποστρέψῃ τοὺς πιστοὺς τῶν τοιούτων πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τέ 〈ἐσ〉τι τὸ μέγεθος οὗ ἠρνήσαντο
10δεσπότου, δηλώσας, ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι· ἀλλ’ ἐπεὶ τρεπτοὶ καὶ παλίμβολοι ἐτύγχανόν τινες αὐτῶν φέροντες
15ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδα‐
20σκαλίας ὑποκριταὶ οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν οὐ‐ δὲν εἶδος ἀκολασίας παρορώντων.
(Cr 157, 12—28 Ma 235)89

90

(4)

Αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ
5ἐπιτελοῦσι δῆθεν μυστικῶς καὶ οἱ ἀπὸ Σίμωνος τοῦ μάγου· πρὸς τού‐ τοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Σηθιανοί. (Cr 157, 28—31 Ma 235)
12 Καὶ ἐπεὶ προφάσει θρησκείας πράττουσι τὰ αἰσχρά, εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἶπε τὴν χάριν
15τοῦ κυρίου, δι’ ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Cr 157, 31‐ 158, 3 Ma 235)
24Εἴρηται γοῦν πρὸ τούτων περὶ
25αὐτοῦ, ὡς εἴη ἀληθινὸς θεὸς οὗτος ὁ μόνος δεσπότης καὶ κύριος Ἰη‐ σοῦς Χριστὸς ὁ ἀναγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι θεὸν τὸν Μω‐
30σέως· οὐδὲ γάρ ἐστιν ἄλλος παρὰ τὴν90

91

τριάδα· ὅθεν αὐτῷ διακονῶν φαί‐ νεται Μωσῆς κατὰ τό· „ἐκεῖνος περὶ ἐμοῦ ἔγραψε“· καὶ τό· „ὃν ἔγραψε Μωσῆς, εὑρήκαμεν Ἰη‐
5σοῦν“· διὸ καὶ προθεωρήσας πνευ‐ ματικῶς τὸν σταυρὸν μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνει‐ δισμὸν τοῦ Χριστοῦ οὐχ ἑτέρως τοῦ λέγοντος· „ἐμοὶ εἴη καυχᾶ‐
10σθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ“. (Cr 158, 4—13)
15 Τὸ μὲν οὖν προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα φησὶ ἀντὶ τοῦ προεγνωσμένοι. (Ma 235)
19Τουτέστι προεγνωσμένοι, ὥσπερ
20ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν
προεγράφη. (Cr 154, 23f)91

95

Νεφέλας οὖν ἀνύδρους ἐκάλεσε διὰ τὸ μὴ ἔχειν τὸν ἀρδεύοντα ταῖς φιλοθέοις ψυχαῖς τοῦ πνεύ‐ ματος λόγον τὸν γινόμενον αὐταῖς
5πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (Ma 242) Τοῦτό φησι, ἐπειδὴ πάλιν οἱ δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυ‐ τοὺς εὐσκίοις καὶ μὴν καὶ ἀμπέ‐
10λοις καρποφόροις παρέβαλον· λέγει οὖν, ὡς ἄκαρποί τινές εἰσι καὶ φθινοπωρινοί, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι. (Cr 166, 20—24Ma 242)
22 Βίῳ ἀσελγεῖ καὶ ἀσεβείᾳ θανα‐ τώσαντες τὴν ψυχὴν καὶ δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ
25τῆς πίστεως ἐτεθνήκεσαν ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ εὐαγγελίῳ ἔζησαν, πάλιν δὲ ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς τεθνή‐ κασι· ταύτῃ τοι τεθνηκέναι δὶς
30αὐτούς φησι. (Cr 166, 29—167, 2
Ma 242f)95

96

(10)

Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματιζό‐ μενον εἰς ἄγγελον φωτὸς καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλουσιν εἰς δι‐ δασκάλους ἀληθείας, περὶ ὧν εἴ‐
15ρηται· „ἐν οἷς φαίνεσθε ὡς φωστῆ‐ ρες ἐν κόσμῳ λόγον ζωῆς ἐπ‐ έχοντεσ“· ἀλλ’ οὖν πλανῶντές εἰσι παραχαράττοντες τὴν ἀλήθειαν ἀσελ‐ γείαις δυσφημιῶν καὶ ὕστερον γνό‐
20φῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστὶ τὸ σκότος ἐξώτερον, κολασθή‐ σονται, ὅπερ ἡτοίμασται τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (Cr 167,
18—25 Ma 242)96