TLG 2102 028 :: DIDYMUS CAECUS :: Fragmenta in epistulam ii ad Corinthios (in catenis) DIDYMUS CAECUS Scr. Eccl. Fragmenta in epistulam ii ad Corinthios (in catenis) Citation: Page — (line) | ||
6n | 2 Kor 1,1—2 | |
---|---|---|
7 | Πάντας τοὺς ἐν τῇ Ἀχαΐᾳ προσαγορεύει· μέρος γὰρ τῆς Ἀχαΐας ἡ Κόρινθος. προσφωνεῖ δὲ τὴν ἐπιστολὴν ὡς ὑπ’ αὐτοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου γραφεῖσαν, καίτοι οὐκ ἀεὶ τοῦτο ποιῶν· τοῦτο δὲ οἴομαι | |
10 | αὐτὸν ποιεῖν, ὅταν γράφῃ ἐκκλησίᾳ γνωριζούσῃ κατὰ πρόσωπον αὐτόν τε καὶ τοὺς παραλαμβανομένους ἐν τῇ συντάξει. εἰσὶ δὲ οἱ περὶ τῶν οὕτως ἐχόντων λέγοντες, ὅτι εἴ ποτε γράφοντος αὐτοῦ ὑπέβαλον νοήματά τινες τῶν συνόντων, καὶ τούτων τὰ ὀνόματα προέταττεν, δεικνὺς ὅτι καὶ αὐτοὶ συνεβάλοντο τῇ γραφῇ· ἐπράττετο δὲ τοῦτο διὰ πολλὴν ἀτυφίαν. | |
15 | εἰ δὲ ὑγιῶς ἔχει τὸν ἐξ ἁγίου πνεύματος γράφοντα δεῖσθαι τῆς πρὸς ἕτερον συλλήψεως, ἐπίστησον· ὅμως δὲ εἰ καὶ ἐκ τριῶν ἐστιν ἡ ἐπιστολή, ἀλλά γε αὐτὸς μόνος ἀπόστολος Χριστοῦ διὰ θελήματος θεοῦ σημαίνεται τῶν σὺν αὐτῷ προσφωνούντων μαθητῶν ὄντων ἀποστόλων. | |
20 | Τὸ σὺν τοῖς ἁγίοις πᾶσιν ἀμφιβόλως λέγεται· ἤτοι γὰρ σὺν ἡμῖν πάντες οἱ ἅγιοι προσαγορεύουσιν ὑμᾶς, ἢ σὺν ὑμῖν πάντας τοὺς ἁγίους προσαγορεύομεν. οὐκ ἀγνοητέον ἔν τισιν ἀντιγράφοις φέρεσθαι, ὡς ὑπὸ Παύλου καὶ Τιμοθέου μόνον κεχάρακται τὸ προκείμενον γράμμα. | |
25 | Ἐπεύχονται οἱ γράφοντες χάριν καὶ εἰρήνην ὑπαρχθῆναι Κορινθίοις ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τῆς αὐτῆς δηλονότι ἐκ πατρὸς καὶ υἱοῦ διδομένης δωρεᾶς· ὡς γὰρ τὰ ἔργα ἃ ποιεῖ ὁ πατήρ, ταῦτα ὁ υἱὸς ὁμοίως ὑφίστησιν, οὕτως ἃ δίδωσιν ὁ πατὴρ χαρίσματα, ὁ υἱὸς δωρεῖται· μία γὰρ χάρις καὶ εἰρήνη μία | |
30 | πρὸς τῆς τριάδος δίδοται. καὶ τοῦτο δὲ λεκτέον, πατέρα ἑαυτῶν τὸν θεὸν εἰρηκότες οὐκέτι ἀδελφὸν ἀλλὰ κύριον ἑαυτῶν τὸν σωτῆρά φασιν, δεικνύντες ὅτι κἂν υἱοὶ θεοῦ γένωνται οἱ γενητοί, οὐδὲν ἧττον δοῦλοι μένουσι τοῦ κυρίου Ἰησοῦ δημιουργοῦ αὐτῶν τυγχάνοντος· μόνος γὰρ αὐτὸς ἀληθείᾳ καὶ οὐ θέσει υἱὸς ὢν θεοῦ δεσπότης ἐστὶ τῶν υἱοποιου‐ | |
35 | μένων. | 14 |
15(1n) | 2 Kor 1,3 | |
1 | Εὐλογητὸν τὸν θεόν φασιν οἱ θεῖοι λόγοι, οὐ τῷ εὐλογίαν δεδέχθαι ἀλλὰ τῷ παρέχειν αὐτήν· ὡς γὰρ ἅγιος καὶ ἀγαθὸς μόνος αὐτός, ἁγιάζων καὶ ἀγαθοὺς ποιῶν, καὶ οὐ γινόμενος ταῦτα ἅπερ ἑτέρους ποιεῖ, οὕτω μόνος εὐλογητός ἐστιν, εὐλογίαν παρέχων ἀλλ’ | |
5 | οὐ δεχόμενος. οὗτος ὁ εὐλογητὸς θεὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ ὑπάρχει, θεὸς μὲν διὰ τὴν οἰκονομίαν, πατὴρ δὲ διὰ τὸ λόγον καὶ μονογενῆ υἱὸν ὑπάρχειν. Πατὴρ οἰκτιρμῶν ἐστι κατ’ οὐσίαν, πηγὴ αὐτῶν τυγχάνων· οὐ γὰρ ἐξ ἀναλήψεως ἀρετῆς εὑρίσκεται τοιοῦτος οἷοί εἰσιν οἱ γινόμενοι | |
10 | οἰκτίρμονες. ὡς ὁ πατὴρ οὐράνιος, οἰκτίρμων ἐστίν· ὁ γὰρ τῶν οἰκτιρμῶν πατὴρ μεταδίδουσι τοῖς σπεύδουσι μιμεῖσθαι αὐτόν, οὐκ εἶναι ἀλλὰ γίνεσθαι οἰκτίρμοσιν. πρὸς τούτοις καὶ πάσης παρα‐ κλήσεως, ἐμπα〈θείασ〉 καὶ χάριτος ὢν θεός. αὕτη ἐστὶν ἐν ᾗ καὶ δι’ ἧς παρακαλοῦνται πάντες οἱ ὑπὲρ ἀληθείας μᾶλλον δὲ εὐσεβείας θλιβό‐ | |
15 | μενοι· οὕτω γὰρ καὶ τοὺς ἄλλους θλιβομένους ὄντας αὐτῶν ὑποδεεστέ‐ ρους διδάξουσι παρακαλεῖσθαι ὑπὸ τῶν θλιβόντων. | |
16n | 2 Kor 1,6 | |
17 | Θλίβεσθαί φασιν οἱ διδάσκαλοι ὑπὲρ προκοπῆς καὶ σωτηρίας τῶν πεπαιδευμένων, ἵν’ ὑπομονὴν ἔχοντες τελείαν βεβαιωθῶσιν, ἐλπίζοντες τυχεῖν ἐπαξίων ἀμοιβῶν δοθησομένων τοῖς ὑπὲρ ἀληθείας | |
20 | ἀγωνιζομένοις ἀποστόλοις καὶ τοῖς τούτων ἀκροαταῖς. | |
20n | 2 Kor 1,7—10 | |
21 | Ἐπείπερ κοινωνίαν εἶχον τῶν παθημάτων ἐφ’ οἷς ἡ παράκλησις, δηλοῖ αὐτοῖς τὴν ὑπάρξασαν θλίψιν οὖσαν μεγάλην ἐν τῇ Ἀσίᾳ ἐκ δια‐ βολῆς καὶ συκοφαντίας Δημητρίου· καὶ εἰκότως γε, ἐπείπερ εἶπεν πάσχειν ὑπὲρ τῆς ἐκείνων παρακλήσεως καὶ σωτηρίας, ὅπως | |
25 | κτήσωνται ὑπομονὴν τὴν ἐν τοῖς αὐτοῖς παθήμασιν ἐν‐ εργουμένην, φανεροῖ αὐτοῖς ὡς ὑπὲρ δύναμιν διωγμὸν καὶ θλίψιν ὑπέμεινεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ, ὡς μικροῦ δεῖν ἐξαπορη‐ θῆναι, τοῦτ’ ἔστιν ἐκπεσεῖν, τοῦ ζῆν. παρίστησι δὲ τὴν αἰτίαν τοῦ μικροῦ δεῖν τοῦτο παθεῖν, εἰπών· ἐπεὶ γὰρ πεπειθότες ἦμεν ἐφ’ | |
30 | ἑαυτοῖς ὡς πρὸς πᾶσαν θλίψιν ἀνενδότως ἵστασθαι βοηθῶν ἡμῖν ὁ θεός, ὅπως ἐν αὐτῷ καὶ δι’ αὐτοῦ πάντων ἐπιπόνων περιέσεσθαι θαρρῶ‐ | |
μεν, ὀλίγον πως γυμνώσας τῆς παρ’ αὐτοῦ βοηθείας ἔπεισεν ὡς δεῖ | 15 | |
16 | πάντοτε ἐπ’ αὐτῷ πεποιθέναι· ἡ γὰρ τοιαύτη πεποίθησις οὐ μόνον ἐν. ζωῇ τοὺς ζῶντας φυλάττει, ἀλλὰ καὶ τοὺς ταύτην ἀποβαλόντας αὖθις εἰς αὐτὴν ἄγει ἐγείρας αὐτοὺς ἐκ νεκρῶν. ὅθεν καὶ ἑαυτοὺς διεγείρομεν, καὶ ὑμῖν παρεγγυῶμεν μὴ ἐπ’ οἰκείᾳ δυνάμει τὴν πεποίθη‐ | |
5 | σιν ἔχειν, ὅπως μὴ τῆς ζωῆς ἐκπέσωμεν, ἀλλ’ ἐπὶ τῷ θεῷ ἐλπίσωμεν, ὅστις ἡμᾶς ζωοποιήσει κἂν ἐν νεκρότητι γενώμεθα. ἴστε δὲ ὅτι, εἰ καὶ τάραχον καὶ ἀγωνίαν ἔσχομεν ἐκ τῆς καταλαβούσης βαρυτάτης θλίψεως, ἀλλ’ οὖν μέχρι τῆς καρδίας ἔστη τὰ τοῦ κλόνου· ἔσχομεν γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου καταψηφισάμενοι ἑαυτῶν θάνατον μέχρι | |
10 | τῶν λογισμῶν. οὐδὲν ταραχῶδες πράξαντες ... ὅθεν καὶ ἔννοιαν ἔσχομεν ἀγαθὴν περὶ τοῦ δεῖν πεποιθέναι ἐπὶ τῷ ἐγείροντι ἐκ νεκρῶν καὶ ῥυομένῳ ἐκ θανάτου. τοῖς προκειμένοις συνᾴδει τὸ ἐτα‐ ράχθην καὶ οὐκ ἐλάλησα, καὶ τὸ περὶ τοῦ Ἰὼβ ὡς οὐχ ἥμαρ‐ τεν τοῖς χείλεσιν ἐναντίον κυρίου, πικρῶν καὶ φοβερῶν | |
15 | συμβεβηκότων αὐτῷ. φανερὸν δὲ ὅτι οὐ περὶ τοῦ κοινοῦ ζῆν καὶ θανάτου γράφεται τὰ προκείμενα· φησὶ γάρ· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο καὶ ῥύεται καὶ ἔτι ῥύσεται εἰς ὃν ἠλπίκαμεν. εἰ γὰρ περὶ τοῦ κο〈ινοῦ θανάτου〉 ἐλέγετο ταῦτα, οὐ τεθνήξονταί ποτε οἱ ταῦτα λέγοντες κατὰ χρόνον ἔξω αὐτοῦ γινόμενοι, | |
20 | ἀλλὰ μὴν τεθνήκασι τὸν κοινὸν θάνατον οἱ ταῦτα βεβαιούμενοι· περὶ γὰρ τοῦ θανάτου φασὶ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς αἰωνίου ζωῆς. | |
22n | 2 Kor 1,11 | |
23 | Ἐν τοῖς προκειμένοις διδάσκει ὡς τὰ μεγάλα ὄντως καὶ θεῖα δωρήματα δίδοται, εὐχῆς πλειόνων ὑπὲρ ἑνὸς λαμβάνοντος ἀναπεμπο‐ | |
25 | μένης. διὸ καὶ εἰς εὔνοιαν καὶ διάθεσιν τὴν πρὸς αὐτὸν διεγείρων φησίν· ἐκ τηλικούτου θανάτου ἐρρύσθην ὑπὸ τοῦ θεοῦ συμβαλλομένων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἐμοῦ, ἵνα ἐκ πολλῶν πρεσβευόντων προσώπων τὸ εἰς ἡμᾶς τοὺς θλιβέντας γενόμενον χάρισμα ὑπὸ πλειόνων εὐχαριστηθῇ. εἰ γὰρ πολλοὶ οἱ συνυπουργήσαντες τῇ δεήσει εἰς τὴν ὑπάρξασαν δωρεάν, | |
30 | ἀκόλουθόν ἐστι τοὺς αὐτοὺς τούτους εὐχαριστῆσαι τῷ παρασχόντι θεῷ. | |
30n | 2 Kor 1,12 | |
31 | Τὸ πρὸς θεὸν ἡμῶν καύχημα μαρτυρεῖται ἐκ τῆς συνειδήσεως· εἴρηται δὲ περὶ τῆς συνειδήσεως τῆς μὴ δεχομένης πρόσωπον. αὕτη οὖν ἡ καύχησις ἥτις μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὑπάρχει, παρεσκεύασεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ ἀλλὰ μὴ | |
35 | ἐν ἀνθρωπίνῃ παιδεύσει ἀναστραφῆναι ἐν παντὶ τῷ κόσμῳ, | 16 |
17 | μάλιστα δὲ πρὸς ὑμᾶς· ὁ γὰρ κατὰ τὸ εὐαγγέλιον παιδεύων οὐκ ἀνθρωπίνην ἐπαγγέλλεται διδασκαλίαν ἀλλὰ τὴν ἐκ τῶν ἁγίων γινομένην γραφῶν, ἥτις διὰ τὸ ἐκτὸς εἶναι κηλῖδός τινος εἰλικρινής ἐστιν. σαρκίνην δὲ σοφίαν τὴν περὶ αἰσθητῶν ὠνόμασεν, ἣν ὁ ἔχων οὐ | |
5 | χωρεῖ τὴν τοῦ πνεύματος σοφίαν, μωρίαν αὐτὴν λογιζόμενος. ἔθος δὲ τῇ γραφῇ τὰ περὶ τῶν κοσμικῶν καὶ ὑλικῶν μαθήματα σάρκινα καλεῖν· οὕτω γοῦν καὶ φρόνημα λέγεται τῆς σαρκός, καὶ ἐν τοῖς ἔργοις τῆς σαρκὸς καταλέγονται αἱρέσεις, φαρμακεῖαι, εἰδω‐ λολατρεῖαι. οὐ γὰρ ἔτι ταῦτα σάρκινα ῥητέον παρονομαζόμενα ἀπὸ | |
10 | τῆς αἰσθητῆς σαρκός· εἴρηται γὰρ ἀπὸ τῆς ὑλικῆς ἕξεως καθ’ ἣν ὁ ἐνεργῶν κατὰ σάρκα περιπατεῖν λέγεται, καὶ γίνεται σάρκινος πραθεὶς ὑφ’ ἁμαρτίαν. ὅμως δὲ εἰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ ἀνεστράφημεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ, ἀλλ’ οὖν τοῦτο πρὸς ὑμᾶς μᾶλλον καὶ μᾶλλον πεποιήκαμεν. | |
14n | 2 Kor 1,13—14 | |
15 | Παρειληφόσιν ὑμῖν ἀναγινώσκειν τὰ εὐαγγέλια καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οὐχ ἕτερα ὧν ἀναγινώσκετε γράφομεν· ὡσαύτως γὰρ ἐκείνοις ἐστὶ θεόπνευστα ἃ χαράττομεν ἐν ταῖς ἐπιστολαῖς. ἐπιγινώσκετε οὖν καὶ ὑμεῖς αὐτὸ τοῦτο, μερικὴν διάληψιν τέως ἔχοντες. προσδοκῶμεν δὲ σὺν θεῷ φάναι ἐπιγνῶναι ὑμᾶς ἕως τέλους, τοῦτ’ ἔστι τελείως καὶ | |
20 | ἀνελλειπῶς· ἐπιγνόντες γὰρ ἡμᾶς ἐκ μέρους, προσλαμβάνοντες ἀεὶ τῇ φθασάσῃ ἐπιγνώσει ἐπίτασιν τῶν γνωσθέντων καὶ ἕτερα θεωρήματα, τελείαν ἕξετε θεωρίαν ὡς τὰ αὐτὰ γράφομεν Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ τοῖς εὐαγγελισταῖς· ὁ γὰρ πρὸς ἐκείνους γενόμενος θεὸς λόγος καὶ ἐν ἡμῖν λαλεῖ, οὐχ ἕτερος ὢν τοῦ Χριστοῦ. πέποιθα δὲ ὅτι οὕτως ὑμῶν | |
25 | διακειμένων, ὅτι καυχᾶσθε ἐν ἡμῖν· καὶ γὰρ ἡμῶν τὸ καύχημα ὑμεῖς ἐστε ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἐν ᾗ κρινεῖ τοὺς φανερουμένους ἐν τῷ βήματι αὐτοῦ. δυνατὸν δὲ τὸν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς γινόμενον ἐν ταῖς ψυχαῖς φωτισμὸν ἡμέραν εἶναι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. | |
29n | 2 Kor 1,15—16 | |
30 | Διὰ ταύτης τῆς λέξεως παρίστησιν ὅτι χαρὰν ἔσχεν ὠφελουμένων Κορινθίων ἐν τῷ βελτιοῦν αὐτούς. διὸ ταύτῃ ἐμμένων τῇ προθέσει ἠβούλετο πάλιν ἐπιδημῆσαι αὐτοῖς ἀπιὼν ἐν τῇ Μακεδονίᾳ, κἀκεῖθεν ἐπιστρέφων πάλιν αὐτοὺς ἰδεῖν, ἵνα πάλιν εὐφρανθῇ ὠφελουμένων αὐτῶν· φαίνεται γὰρ διὰ τῆς λέξεως πρὸ τῆς γραφῆς ἀμφοτέρων τῶν | |
35 | πρὸς αὐτοὺς ἐπιστολῶν γενόμενος ἐν Κορίνθῳ. ἀλλὰ καὶ διὰ τοῦ | 17 |
18 | φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον, τὸ αὐτὸ τοῦτο παρίσταται. | |
2n | 2 Kor 1,23 | |
3 | Εἰδὼς τὸ εἰρημένον πρὸς τοῦ σωτῆρος ἐν ἐπαγγελίᾳ περὶ τοῦ μὴ δεῖν ὀμνύναι, ἀλλ’ ἔχειν λόγον ἀκατάγνωστον περὶ τοῦ ναὶ ὡς ὄντος ναί, | |
5 | καὶ τοῦ οὒ ὡς οὕτως ἔχοντος, διαβεβαιούμενος ἐνταῦθα ὀμνύναι δοκεῖ. καὶ μάλα γε δικαίως· ἐπεὶ γὰρ διάθεσιν ἑαυτοῦ ἣν εἶχεν πρὸς Κορινθίους ἀπαγγέλλει, αὕτη δὲ ἐν διανοίᾳ καὶ καρδίᾳ τὸ εἶναι ἔχει, εἰκὸς δὲ ἦν τοὺς ἀγαπωμένους ἀμφιβάλλειν περὶ τῆς οὕτω πρὸς αὐτοὺς γνησίας ἀγάπης, μάρτυρα τῶν λεγομένων καλεῖ τὸν θεὸν ἐπὶ τὴν ἑαυτοῦ | |
10 | ψυχήν, ἐπιστάμενον καὶ τὰ ἐν τῷ κρυπτῷ ταύτης κείμενα. φησὶ γάρ· ἐπιδημῶ πρὸς ὑμᾶς ποθῶν ὑμᾶς, καὶ ὅτε δὲ τοῦτο οὐ πράττω, πάλιν φειδοῖ τῇ πρὸς ὑμᾶς ἐπέχω· ἴστε γὰρ ὅτι πρότερον ἐλθὼν εἰς τὴν πόλιν ὑμῶν ὅλον ἐνιαυτὸν καὶ μῆνας ἓξ ἐπιδιέτριψα, χαίρων ἐν τῷ καθ’ ἡμέραν ὑμᾶς κατὰ Χριστὸν ὠφελουμένους προκόπτειν. ἀμέλει γοῦν πρὸς τῇ | |
15 | κοινῇ διδασκαλίᾳ καὶ μυστικὰς παραδόσεις παρέθηκα ὑμῖν· τοῦτο γὰρ ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ ἐδήλωσα, διεγείρων κατασχεῖν ὑμᾶς ἃ παρει‐ λήφατε. ἐπειδὴ δὲ νῦν ἀκριβῶς πέπεισμαι ὡς ψευδοδιδάσκαλοί τινες ἀπατῶσιν, ἀθετοῦντες τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἐπὶ διαμονὴν τῆς ψυχῆς, ἔτι μὴν καὶ τὴν περὶ ἀδιαφόρων γνῶσιν διαστρέφοντες, τούτου | |
20 | χάριν ἐπέσχον νῦν πρὸ θεραπείας τινὸς διὰ γραμμάτων ὑπαρχθῆναι δυναμένης ἐπιδημῆσαι ὑμῖν. ταῦτα δὲ ἐπιστ〈έλλω οὐ〉 κύριον τῆς πίστεως ὑμῶν ἐμαυτὸν ἀναγορεύων—συνεργοῦμεν γὰρ εἰς τὸ πιστεύειν ὑμᾶς διὰ διδασκαλίας—καὶ ἐπεὶ ἐκ κατηχήσεως ἡμῶν τῇ πίστει προσελη‐ λύθατε, ὥσπερ ἐδιδάξαμεν, οὕτω καὶ ὑπομιμνήσκομεν, ὅπως ἐμμένητε | |
25 | ᾗ κατωρθώσατε πίστει· κἂν γάρ τινες ἐκλονήθησαν ὑπὸ τῶν ἀπατεώνων, ἀλλ’ οὖν θαρρῶ ὡς ἑστήκατε ἐν ᾗ παρελάβετε πίστει, ὄντες ἐν αὐτῇ βέβαιοι. | |
27n | 2 Kor 2,3—4 | |
28 | Ἡ χαρὰ ἡ ἐμή, φησί, πάντων ὑμῶν ἐστι διὰ τοῦ εὐφήμου, καὶ τὸ πρὸ αὐτοῦ δηλῶν λέγω δὴ τὸ ἡ λύπη ἡ ἐμὴ πάντων ὑμῶν ἐστιν· ἔδει | |
30 | γὰρ λυπουμένῳ τῷ ἀποστόλῳ συλλυπεῖσθαι Κορινθίους, ἵνα καὶ χαίροντι συγχαίρωσιν. ὅτι δὲ ἐκ γνησίας διαθέσεως ἐπιστέλλω ταῦτα, φησί, γινώσκετε ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας διὰ πολλῶν δακρύων ὑπηγορεῦσθαι τὴν ἐπιστολήν· οὐ γὰρ ἐβουλόμην τοιούτων ὑμᾶς δεῖσθαι ἐπιπλήξεων, ἀλλ’ ἀποδείξεων τῶν περὶ τῆς | |
35 | ἀληθείας δογμάτων καὶ ὑπομνήσεως, μᾶλλον δὲ προτροπῆς πρὸς τελείαν | |
ἀρετήν. | 18 | |
19(1n) | 2 Kor 2,10—11 | |
1 | Διττὴν τοῦτο διάνοιαν ἔχει τὸ ἐν προσώπῳ Χριστοῦ· δηλοῦται γὰρ ἤτοι ἐν προσώπῳ, τοῦτ’ ἔστι ἐνώπιον καὶ βλέποντος Χριστοῦ, ἀλλὰ καὶ τὸ φέρων τὸ Χριστοῦ πρόσωπον κεχάρισμαι, εἰδὼς ὅτι καὶ αὐτὸς πάντα τὰ πρὸς μακαριότητα χαρίσασθαι κρίνας ἐπεδήμησε τῷ βίῳ. | |
5 | αὐτοῦ τοίνυν φέρων τὸ πρόσωπον—μιμεῖσθαι γὰρ αὐτὸν εὔχομαι καὶ σύμμορφος αὐτοῦ εἶναι—συνεχώρησα τὴν ἁμαρτίαν τῷ μετανοήσαντι· ὅθεν καὶ ὑπο... τῆς γνώμης εἶναι προτρέπομαι. οὐκ ἀγνοεῖν γὰρ τοῦ σατανᾶ τὰ πανουργεύματα δεῖ, ὡς πάλαι τῆς πορνείας γινομένης αὐξάνειν τὴν βλάβην θέλων παρεσκεύαζε τὸ ἀσυμπαθές, ὡς μὴ πενθεῖσθαι τὸν | |
10 | ἑαλωκότα τῇ κακίᾳ· νὺν δὲ ἔπεισεν ἀσπλαγχνίαν εἶναι πρὸς τὸν παυσά‐ μενον τοῦ κακοῦ, ἵνα διὰ τούτου κἀκεῖνον ἀπολέσῃ καὶ ὑμᾶς ἀλαζόνας καὶ ὑπερηφάνους κατ’ αὐτοῦ ἀποδείξῃ. ἀλλ’ ὅρα μή τις ἀπεκδεχόμενος τὸ βούλημα τοῦ ἀποστόλου, δόξῃ φαῦλον εἶναι τὸ γνῶσιν ἔχειν τῶν σατανικῶν νοημάτων—βλαπτικὸν γὰρ ἥκιστα τὸ τοιοῦτον ἀλλὰ μᾶλλον | |
15 | ὠφελητικόν—τὸ γὰρ εἰδέναι τὴν νόησιν καὶ προαίρεσιν οὐ ποιεῖ κακόν, ἀλλὰ τὸ αἱρεῖσθαι. ἀμέλει γοῦν καὶ τοὺς ἐλέγχειν τοὺς ἀπατεῶνας προ‐ αιρουμένους, εἰδότας τὰ τῆς ἀπάτης ἐκείνων οὐ μεμφόμεθα, ἀλλὰ καὶ πάνυ ἀποδεχόμεθα· οὐ γὰρ τὸ εἰδέναι ἀλλὰ τὸ προαιρεῖσθαι τὰ φαῦλα κακοὺς ποιεῖ. ἴσμεν τοιγαροῦν τὰ νοήματα τοῦ σατανᾶ, οὐχ ὅπως | |
20 | ἐνεργῶμεν κατ’ αὐτά, ἀλλ’ ἵνα μὴ ἀπατώμενοι παγιδευθῶμεν. | |
20n | 2 Kor 2,12 | |
21 | Γέγονεν αὐτῷ ἡ ἐκ Τρῳάδος εἰς Μακεδονίαν μετάβασις ἐξ ὀπτα‐ σίας· ἐν γὰρ τῇ γραφῇ τῶν Πράξεων τῶν ἀποστόλων εἴρηται, ὡς ὄντι αὐτῷ ἐν Τρῳάδι ἀνὴρ Μακεδὼν ὤφθη ἀποκαλύψεως τρόπῳ κελεύων. ἔφασκε γάρ· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ἐσιώ‐ | |
25 | πησε δὲ τοῦτο γράφων τὴν ἐπιστολήν, γνώμης μετριότητι δοκιμάσας μὴ εὔκαιρον εἶναι τὸ λέγειν τοιαῦτα περὶ ἑαυτοῦ, ὡς ἐν τοῖς ἑπομένοις δείξει. ἀμέλει γοῦν χάριν ὁμολογεῖ τῷ θεῷ ἐπὶ τῇ μεταβάσει, ὡς ἑξῆς ἐπιφέρων ἐρεῖ. ἐπίστησον δὲ τί βούλεται· θύρας μοι ἀνεῳγμένης μεγάλης ἐν κυρίῳ· τάχα γὰρ ἀνοίγεται θύρα τοῦ λόγου πρὸς τοῦ κυρίου | |
30 | τοῖς ἐξ ἐπινοίας θείας δεχομένοις τὸ λέγειν, ἀλλ’ οὐκ ἐξ ἀνθρωπίνης τέχνης παρασκευὴν ἔχουσιν. λέγει γοῦν θεός· πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. καὶ ὁ σοφὸς κέκραγεν· ἄνοιγε σὸν | |
στόμα λόγῳ θεοῦ, τοῦτ’ ἔστι παρεσκευασμένος ἔσω πόθῳ καὶ | 19 | |
20 | προθυμίᾳ πρὸς τὸ λαβεῖν ἐκ θεοῦ διδασκαλίαν. τάχα δὲ ἀνοίγνυται θύρα τοῦ λόγου, καὶ ὅταν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς παραδοχὴν τῆς παιδεύσεως ὦσιν. | |
3n | 2 Kor 2,14—16 | |
4 | Διὰ τοῦτο, φησί, φανεροῖ ὁ θεὸς δι’ ἡμῶν τὴν ὀσμὴν τῆς | |
5 | γνώσεως τοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, ἐπείπερ Χριστοῦ εὐωδία ἐσμέν· ὡς γὰρ φωτὸς αὐτοῦ τυγχάνοντος οἱ μέτοχοι φῶς εἰσι τοῦ κόσμου, οὕτω καὶ μύρου ὄντος οἱ ἑνούμενοι αὐτῷ εὐωδία αὐτοῦ εἰσιν. αὕτη δὲ ἡ εὐώδης πνοή, τοῖς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν ὑπάρχει. ἀλλ’ οὐκ | |
10 | αἰτιατέον εἰ γίνεται ἡ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· παρὰ γὰρ τὴν πρόφασιν τῶν οἷς συμβεβήκει τοῦτο γίνεται, ὥσπερ καὶ ἡ ὑγιεινὴ τροφὴ βλάπτειν δοκεῖ τοὺς νοσοῦντας ἀκαίρως προσφερομένη. ὅσοι γὰρ ὑπὸ θάνατον ὄντες τὸν ἐπιγινόμενον τῇ ἁμαρτίᾳ δέχονται οὐκ ὀρθῇ γνώμῃ τὴν θείαν γνῶσιν, ἐκ θανάτου πρακτικῶν ἁμαρτημάτων ἐπὶ | |
15 | θάνατον τὸν ἀκολουθοῦντα τοῖς ἀσεβέσι φρονήμασιν ἔρχονται, ὥσπερ τοὺς παραδεχομένους αὐτὴν μετὰ πράξεων ζωοποιῶν ἐκ ζωῆς εἰς ζωὴν φέρει· ὡς γὰρ τὸ αἰσθητὸν μύρον πρὸς ὑγείαν καὶ εὐεξίαν συμβαλλόμενον βλάπτει τὰ ἔντομα ζῶα οὐ φέροντα αὐτοῦ τὴν ἀκροτάτην πνοήν, οὕτως ἡ θεία εὐωδία ὠφελεῖ καὶ εἰς | |
20 | ὑγείαν ἄγει, μᾶλλον δὲ ζωήν, τοὺς τηροῦντας τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ—οὗτοι γὰρ ἀληθῶς ἄνθρωποί εἰσιν—βλαπτομένων ἐξ αὐτῆς τῶν κατὰ τὸν ἔσω ἄνθρωπον μεταβαλλόντων, ὡς καλεῖσθαι ἀλληγορικῶς μυίας σαπριούσας σκευασίαν ἐλαίου ἡδύσ‐ ματος κατὰ τὸν Ἐκκλησιαστικήν. | |
24n | 2 Kor 2,17 | |
25 | Οὐ προσεκτέον τοῖς ἀπὸ τῶν ἑτεροδόξων λέγουσιν, ὅτι οἱ ἀπόστολοι ἐν Χριστῷ διδάσκοντες κατεναντίον τοῦ θεοῦ τοῦ ἑτέρου παρὰ τὸν πατέρα τοῦ σωτῆρος, τοῦτ’ ἔστιν ἐναντία αὐτῷ φθεγγόμεθα. πολλοὺς δὲ λέγει τοὺς ἀπατῶντας διὰ τὸ χυδαῖον. καὶ γὰρ αὕτη ἡ φωνή, λέγω δὲ οἱ πολλοί, ὁμώνυμος οὖσα σημαίνει πλείονα· λέγεται γάρ ποτε ἀντὶ | |
30 | τοῦ «τινές», ὡς ὅταν ὁ κύριος λέγῃ· πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἀλλὰ καὶ ἀντὶ τῶν πρὸς ὀλίγους διαστελλομένων, ὡς ἐν τῷ πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. δηλοῖ ἡ λέξις | |
καὶ τοὺς πάντας, ὡς ἐν τῷ ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ | 20 | |
21 | ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· πάντες γὰρ ἄνθρωποι παρακούσαντος τοῦ Ἀδὰμ ὑπὸ ἁμαρτίαν εἰσίν. δηλοῖ δὲ καὶ τοὺς χυδαίους, ὡς ἐν τῷ προκειμένῳ καὶ τῷ μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί· σημαίνει δὲ καὶ τοὺς ὅπως ποτὲ πλείονας ὄντας, | |
5 | καθάπερ ἐν τῷ πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ, καὶ πολλοὶ λέγουσι τῇ ψυχῇ μου. ἐν τῇ ἐκκειμένῃ φωνῇ τῇ οὔκ ἐσμεν ὥς τινες καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, τοῦτ’ ἔστιν ἐξυδαροῦντες αὐτὸν διὰ ψυχρολογίας καὶ μωρᾶς ἐξηγήσεως, ἀλλ’ ὡς ἐξ εἰλικρινείας ἀδόλως καὶ καθαρῶς αὐτὸν προσφερόμεθα. | |
9n | 2 Kor 3,1—3 | |
10 | Ἐπιπλήττει ἠρέμα Κορινθίοις ὡς ἔτι ἀγνοοῦσι τὸ ἀποστολικὸν μέγεθος, φάσκων· ὡς ἐξ εἰλικρινείας ἐκ θεοῦ κατέναντι θεοῦ λαλοῦντες δοκῶμεν καὶ ὑμῖν πεφανερῶσθαι ὡς οὕτως ἔχομεν γνώμης, εἰ μὴ ἄρα οὕτως διάγετε ὡς δεῖσθαι συνιστάσης ὑμᾶς ἐπιστολῆς πρὸς ὑμᾶς. οὕτω δὲ φανερὰ τὰ καθ’ ἡμᾶς ἐστιν, ὡς μήτε ὑμᾶς συνιστᾶν | |
15 | [ὑμᾶς] ἄλλοις, μηδὲ ἑτέρους ὑμῖν· καὶ γὰρ αὐτοὶ ὑμεῖς ἐπιστολή ἐστε Χριστοῦ ὑφ’ ἡμῶν διακονηθεῖσα, πραγματικῶς γεγραμμένη πνεύματι θεοῦ ζῶντος ἀλλ’ οὐ μέλανι. λόγοι μὲν γὰρ χαράττονται μέλανι, πραγματικὸς δὲ καὶ θεωρητικὸς βίος πνεύματι θεοῦ ζῶντος χαρακτηρίζεται, ὡς τὸν οὕτω γραφέντα ζῆν κατὰ | |
20 | θεὸν πνεύματι· οἱ γὰρ ἠλίθιοι τὰς ψυχὰς ὡς πλάκες λίθιναι δέχονται ἐκ μέλανος τοὺς τύπους, οἱ δὲ εὔεικτοι πρὸς συγκατάθεσιν τῶν θείων ἐν καρδίαις σαρκίναις, τοῦτ’ ἔστιν αἰσθητικαῖς, δέχονται γραφὴν τὴν ἐκ ζῶντος θεοῦ πνεύματος· ἀπογράφονται γὰρ τὴν παίδευσιν τρισσῶς ἐπὶ τὸ πλάτος τῆς καρδίας, ἅτε τοῦ θεοῦ διδόντος νόμους ἐν τῇ | |
25 | διανοίᾳ, ἐν τῷ ἐπιγράφειν αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας. | |
25n | 2 Kor 3,4—6 | |
26 | Μή τις οἰέσθω βλακεύεσθαι ἡμᾶς ἐφ’ ἑαυτοῖς λέγοντας· ὡς ἐξ εἰλικρινείας κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν· οὕτω γὰρ περὶ ἑαυτῶν διακείμεθα ὡς θεὸς ἡμᾶς ἱκανοὺς πρὸς δια‐ κονίαν τοῦ λόγου καλέσας ἐποίησεν, οὐκ ἔχοντας ἐξ αὑτῶν τὸ | |
30 | λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν κατὰ θείαν ἐπιστήμην· αὐτὸς γὰρ ὁ δοὺς διακονεῖν ἡμῖν τὴν καινὴν διαθήκην, τὴν πεποίθησιν τὴν πρὸς τὸ λέγειν ὤρεξεν. ἔστι δὲ ἣν ἐπιστεύθημεν διακονίαν πνεύματος ἀλλ’ οὐ γράμματος—ἀποκτέννει μὲν γὰρ τὸ γράμμα, ζωοποιεῖ δὲ τὸ πνεῦμα—τῆς τοῦ ζωοποιοῦντος πνεύματος ἡ | |
35 | διαθήκη καινή, οὐ παλαιουμένη· οὐ γὰρ ἐπιγίνεται διδασκαλία ἄλλη μετ’ | 21 |
22 | αὐτὴν ἐν τῷ βίῳ τούτῳ· ἀδιάδοχος γάρ ἐστιν. χρῶνται δὲ καὶ τῇ λέξει ταύτῃ πρὸς διαβολὴν τῆς παλαιᾶς διαθήκης οἱ ἑτερόδοξοι, φάσκοντες ἐκείνην μὲν τὴν γραφὴν θανατοῦν, ζωοποιεῖν δὲ τὴν καινὴν ὡς οὖσαν τοῦ ζωοποιοῦντος πνεύματος· διὸ ἐλεγκτέον αὐτοὺς πολὺ μακρὰν ὄντας | |
5 | τῆς ἀποστολικῆς διανοίας. εἰ γὰρ καὶ ἀποκτέννει τὸ γράμμα, ἀλλ’ οὖν ἐπαινετὸν ἐπιφέρει θάνατον τοῖς ἀναιρουμένοις· ζῶντες γὰρ τῇ ἀγνοίᾳ καὶ τῇ κακίᾳ πρὸ παραδοχῆς τῆς νομικῆς διδασκαλίας, μετὰ τὸ παραδέξασθαι αὐτὴν θανατοῦνται ἀποβάλλοντες ἣν εἶχον πονηρὰν ζωήν. οὕτω γὰρ ἕτοιμοι πρὸς τὸ δέξασθαι τὴν τοῦ πνεύματος ζωοποίησιν | |
10 | ἔσονται, οἷον· ὁ ὢν ἐν κακῷ ζῇ κατ’ αὐτὸ, ὁ ἐκκλίνας ἀπ’ αὐτοῦ ἀπο‐ βάλλει ἣν εἶχε κατ’ αὐτὸ ζωήν, ἐλευσόμενος διὰ τῆς τοῦ ἀγαθοῦ ποιήσεως ἐπὶ τὸ μακαρίως ζῆν· ὡς γὰρ τὸ κακὸν καὶ ἀγαθὸν ἀσυνύπαρκτα, οὕτω καὶ αἱ ἑκάτεραι ζωαὶ ἅμα εἶναι οὐ δύνανται. οὐ ψέγεται τοιγαροῦν τὸ γράμμα τέλος ἐπιβαλὸν τῇ φαύλῃ ζωῇ· προσάξει γὰρ εὐθέως τῇ κατὰ τὸ | |
15 | πνεῦμα ζωοποιήσει. | |
15n | 2 Kor 3,7—16 | |
16 | Συγκρίνει ἀμφοτέρας τὰς διαθήκας, τὴν καινὴν καὶ παλαιάν, ἑκατέρᾳ μαρτυρῶν τὸ ἐν δόξῃ τῇ ἐκ θεοῦ δεδόσθαι. ὅμως δὲ εἰ καὶ ἀμφότεραι δεδοξασμέναι, ἡ ἐν πνεύματι πλείονα δόξαν ἔχει. εἰ δὲ ἐκ συγκρίσεως πλείω〈ν〉 ἡ τοῦ πνεύματος δόξα, οὐ ψεκτὴ πρὸς ἣν | |
20 | συγκρίνεται· ἀγαθοῦ γὰρ ἀγαθὸν μᾶλλον ἀγαθόν. διακονία γὰρ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἡ διὰ Μωϋσέως ἐστίν, διακονοῦσα θάνατον ὃν εἴπομεν ἐπιφέρειν τὸ γράμμα. ὥσπερ οὖν ἐκείνη τοῦ λεχθέντος θανάτου ποιητική, οὕτω τῆς μετὰ τὸν θάνατον ἐκεῖνον ζωῆς πάροχος ἡ τοῦ πνεύματος διακονία. πειρᾶται δὲ | |
25 | ἀπόδειξιν ἐπαγαγεῖν τοῦ ἐν δόξῃ εἶναι τὴν τοῦ πνεύματος διακονίαν, ἐκ τοῦ ἐλάττονος ποιούμενος τὴν ἐπιχείρησιν· φησὶ γάρ· εἰ ἡ τῆς κατα‐ κρίσεως διακονία τοσαύτην ἔσχε δόξαν ὡς μὴ πάντας τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν τελείωσιν βλέψαι δύνασθαι—μόγις γὰρ κεκαλυμμένην αὐτὴν ἔφερον—, πόσῳ μᾶλλον ἡ πνευματικὴ διακονία | |
30 | ἔσται ἐκ δόξῃ; τοῦ αὐτοῦ θεωρήματος καὶ ἑτέραν ἐπιχείρησιν ποιεῖται φάσκων· ἡ προτέρα γραφὴ κατακρίνουσα τοὺς ἀξίους ἧς εἶχον κατὰ ἁμαρτίαν ζωῆς ὡς τὸν εἰρημένον ἐνεγκεῖν θάνατον, μέχρι καιροῦ τινος δέδοται· διαδέχεται γὰρ αὐτὴν ἡ εὐαγγελικὴ διδασκαλία αὕτη ἀδιάδοχος οὖσα. εἰ τοίνυν τὸ καταργούμενον τὸ τέλος ἔχει ἐν | |
35 | δόξῃ, πολλῷ πλέον τὸ μένον πλείονα δόξαν ἔχει· ἡ καταργεῖται λέξις οὐ λοιδορικῶς κεῖται. ἀμέλει γοῦν καὶ ἡ ἐκ μέρους τῶν ἁγίων γνῶσις καὶ προφητεία καταργηθήσεται, οὐ καθάπαξ ἀλλὰ παρουσίᾳ τῆς γνώσεως τῆς ἀληθείας. καὶ ὥσπερ εἰ λέγοιμεν καταργεῖσθαι τὴν | |
εἰσαγωγικὴν διδασκαλίαν ἐξ ἐπιστήμης τῶν τελείων θεωρημάτων, οὐχ | 22 | |
23 | ὑβριστικῶς φαμεν· δηλῶσαι γὰρ διὰ τῆς λέξεως προτιθεμένης χρείας τῆς πρὸς τὸν εἰσαγόμενον Παῦλον. τοιγαροῦν τοιαύτην πεποίθησιν ἔχοντες, ὡς διάκονοι καινῆς διαθήκης τεθειμένοι, ἀνεγκαλύπτως τὴν διδασκαλίαν προφέροντες πολλῇ παρρησίᾳ χρώμεθα, τελείων | |
5 | ὄντες ἀκροατῶν διδάσκαλοι, ἐπείπερ ἣν προφερόμεθα παίδευσιν οὐκ ἔξωθεν δέεται δόξης, σύμφυτον αὐτὴν ἔχουσα. Μωϋσῆς μὲν γὰρ κάλυμμα ἐπὶ τὸ πρόσωπον ἔφερε τοῖς πολλοῖς τοῦ λαοῦ ὁμιλῶν· οὐ γὰρ ἔφερον τὸ μεγαλοφυὲς τῆς διδασκαλίας. ἀμέλει γοῦν τοῖς πρεσβυτέροις καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ καὶ εἴ τις κατ’ ἐκείνους διαλεγόμενος γυμνὴν | |
10 | ἐπεδείκνυτο τὴν δόξαν. ἐγίνετο δὲ καὶ τοῦτο ὡς καὶ πλείονα ἄλλα συμ‐ βολικῶς ὑπὸ Μωϋσέως· ὁ γὰρ ἀνὴρ οὗτος τοῦ νόμου φέρει τὸ πρόσωπον, καὶ ἐπεὶ ὁ νόμος πρὸς διάνοιαν καὶ ῥητόν ἐστιν εἰρημένος τοῖς κατὰ γράμμα καὶ λέξιν μόνον προσβαλεῖν δυναμένοις, κεκαλυμμένος σκιᾷ καὶ ἱστορίαις προσέρχεται τοῖς ὑπεραναβεβηκόσιν, τὰ κατ’ ἀλληγορίαν πνευ‐ | |
15 | ματικὴν ἄνευ καλύμματος παραδιδούς. κἂν τοίνυν κεκάλυπται Μωϋσῆς τισιν, οὐκ αὐτοῦ ἀλλὰ τῶν μὴ δυναμένων ἄνευ καλύμματος τὴν δόξαν αὐτοῦ ὁρᾶν τὸ ἔγκλημα, ἐπεὶ καὶ τῷ Ἰησοῦ ἐγκλητέον τὰ μυστήρια μὴ πᾶσι φανεροῦντι· τοῖς γὰρ ἔξω ἐν παραβολαῖς αὐτὰ ἐλάλει. ὥστε καὶ ὁ εὐαγγελικὸς λόγος τοῖς μὲν ἐξωτερικοῖς κεκαλυμμένως, τοῖς δὲ ἔνδον εἰς | |
20 | τὴν μυστικὴν διάνοιαν εἰσεληλυθόσιν ἀνεγκαλύπτως διαλέγεται, τὴν σαφήνειαν τῶν παραβολῶν ποιούμενος, φάσκων τοῖς εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιοῦσιν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασι‐ λείας, τοῖς δὲ ἔξω ἐν παραβολαῖς πάντα γίνεται. ἀμέλει γοῦν προκείμενον αὐτὸ δείκνυσιν, διὰ τοῦτο καλύπτειν Μωϋσέα ἣν ἔχει | |
25 | δόξαν ἐπὶ τοῦ προσώπου, ἐπεὶ πεπώρωνται τὰ νοήματα τῶν μὴ οἵων τε γυμνὸν αὐτὸν ὁρᾶν. φαίνεται διὰ τοῦ εἱρμοῦ πάντων τῶν προκειμένων τὸν νόμον Μωϋσέα καλῶν. | |
27n | 2 Kor 3,17 | |
28 | Ἐκ τούτων ἀνατρέπεται ὁ μῦθος τῶν διακοπτόντων τὴν θεοῦ γραφήν· μία γάρ ἐστιν ὁτὲ μὲν τύποις καὶ σκιᾷ κεκαλυμμένη, ὁτὲ δὲ | |
30 | ἄνευ καλυμμάτων προφαινομένη, ἐπείπερ ἀπὸ πνεύματος κυριακοῦ τὴν ἀποκάλυψιν αὐτῆς δεχόμεθα, πεπεισμένοι ἐλευθερίαν εἶναι τὸ κυρίου πνεῦμα. | |
32n | 2 Kor 4,3—4 | |
33 | Θεὸν τοῦ αἰῶνος τούτου τὸν διάβολον εἶναί φησιν, ὡς καὶ τὰ δαιμόνια τῶν ἐθνῶν θεοί, καὶ ἡ κοιλία τῶν γαστρι‐ | |
35 | μάργων. στίζουσι δέ τινες εἰς τὸ ἐν οἷς ὁ θεός, ἑξῆς ἀναγινώσκοντες ἀπ’ ἰδίας ἀρχῆς· τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα | |
τῶν ἀπίστων. ἀμέλει γοῦν καὶ εὐέλεγκτα λέγουσιν· εἰ γὰρ ἄπιστοί | 23 | |
24 | τινές εἰσι τούτου τοῦ αἰῶνος, εὑρεθεῖεν ἕτεροι ἄπιστοι οὐκ ὄντες αὐτοῦ. πᾶς γὰρ ἄπιστός ἐστι τούτου τοῦ αἰῶνος· οὐδεὶς γὰρ ὑπερβὰς αὐτὸν καὶ καταξιωθεὶς τοῦ μέλλοντος αἰῶνος, τετύφλωται ἐν νοήμασιν, ἀλλ’ ἔχει πεφωτισμένους τοὺς ὀφθαλμούς. ἔγνων τινὰς | |
5 | σαφηνίζοντας τὴν προκειμένην λέξιν, φάσκοντας κεκαλυμμένον εἶναι τὸ εὐαγγέλιον οὐ τοῖς πάντη ἀπίστοις· οὐδὲ γὰρ κεκαλυμμένου αὐτοῦ ἢ γυμνοῦ πεῖραν ἔχουσιν. ἔλεγον δὲ οὗτοι ἀπολλυμένους εἶναι ἐν οἷς κεκάλυπται τὸ εὐαγγέλιον, τοὺς παραδεξαμένους μὲν αὐτό, μὴ μὴν ἄνευ καλύμματος προσβαλόντας αὐτῷ. οἷοι ἐτύγχανον οἱ ἐν παραβολαῖς | |
10 | ἀκούοντες τῶν Ἰησοῦ λόγων, τοῦ ἀπολλύμενοι ἐπ’ αὐτῶν κειμένου ἐπὶ δηλώσει τοῦ κατ’ ἀλλοίωσιν μεταβαλεῖν· οἱ γὰρ προκόπτοντές εἰσι τοιοῦτοι, ἀεὶ ἐξ ἑτέρων ἕτεροι γινόμενοι. ὅθεν οὐκ ἐπὶ ψόγου ἔλεγον κεῖσθαι τὸ ἀπολλύμενοι, ἀλλ’ ὡσαύτως τῷ οἱ οὐρανοὶ ἀπο‐ λοῦνται, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα· αἱ γὰρ λέξεις | |
15 | αὗται ἀπόλλυσθαι τίθενται τοῦ ἐν προκοπῇ ἐκ ποιότητος εἰς ποιότητα μεταβαίνοντος. | |
16n | 2 Kor 4,5—6 | |
17 | Ἀναφορὰν ἔχει ἡ προκειμένη λέξις πρὸς τὸ οὐχ ὅτι κυριεύομεν τῆς πίστεως ὑμῶν· ἀκολούθως γὰρ ἐκείνῳ ῥηθείη ἄν· οὐχ ἑαυτοὺς κηρύττομεν, διὸ οὐ κυριεύομεν ὑμῶν τῆς | |
20 | πίστεως· κηρύττομεν γὰρ Ἰησοῦν Χριστὸν θεὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. ὥστε οὐχ ἡμεῖς ἀλλ’ αὐτὸς κυριεύει τῆς πίστεως ἡμῶν, ἀποδεχόμενος ἢ κρίνων ὑμᾶς κατ’ αὐτήν. πρὸς τούτοις καὶ τὸ ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, συναπτέον τῷ ἡμεῖς δὲ πάντες ἀνακεκαλυμ‐ | |
25 | μένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. ἐκ σκότους δὲ λάμπεται φῶς τῷ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν ἀληθείας ἐρχομένῳ· λέγομεν γοῦν ἐξ ἀγνοοῦντος καὶ ἀληθοῦς ἐπιστήμονα καὶ πεπαιδευμένον γίνεσθαι. τῆς οὖν προκαταλαβούσης τοὺς ἀνθρώπους ἀγνοίας καὶ κακίας ὠνομασμένων σκότους, ἔλαμψεν ὁ θεὸς ἐν | |
30 | ταῖς καρδίαις φωτισμὸν πρακτικῆς καὶ διανοητικῆς ἀρετῆς, ἵν’ ἔχωσι θεωρίας τῆς δόξης Χριστοῦ ἐν προσώπῳ αὐτοῦ. δόξαν δὲ ἤτοι καθ’ ἣν φρονοῦσι περὶ αὐτοῦ, ἢ δόξαν καθ’ ἣν δεδοξασμένον αὐτὸν ἴσμεν. | |
33n | 2 Kor 4,7 | |
34 | Ὀστράκινα λέγει σκεύη τὰς εὐτελεῖς λέξεις καὶ τὸ ἄπλαστον | |
35 | τῆς ἑρμηνείας. εἰ γὰρ οἱ κήρυκες τοῦ εὐαγγελίου κατ’ ἀνθρωπίνην | 24 |
25 | φιλοσοφίαν ἐπρέσβευον τῆς ἀληθείας, ὑπωπτεύθη ἂν ἐξ ἀνθρωπίνης τέχνης καὶ μὴ ἐκ δυνάμεως θεοῦ κεκρατῆσθαι τοὺς ἀνθρώπους τῇ σωτηριώδει παιδεύσει· ἀγραμμάτων δὲ καὶ ἰδιωτῶν ὄντων τῶν διακο‐ νουμένων ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ κατὰ τὴν γνῶσιν | |
5 | θησαυροῦ, ἐκ θεοῦ καὶ οὐκ ἐκ θνητῶν ὑποληφθήσεται. τούτῳ συνᾴδει τὸ εἰ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ’ οὐ τῇ γνώσει, καὶ τὸ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις· εἶχεν γὰρ τὸν θησαυρὸν τῆς γνώσεως οὐκ ὢν κατ’ αὐτὴν ἰδιώτης, ἐν ὀστρακίνοις σκεύεσιν ἰδιώτης ὢν τῷ λόγῳ. εἰσὶ | |
10 | δὲ οἱ ὀστράκινα σκεύη λέγοντες ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ’ ἐκ θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται. | |
14n | 2 Kor 4,8—9 | |
15 | Ὅσον ἐπὶ τῇ πικρότητι τῶν περιεστηκότων, ἀπηυδήσαμεν ἂν καὶ ἀπωλόμεθα· ὅσον δὲ ἐπὶ τῷ παρακαλοῦντι θεῷ, πάντα ἡμῖν πρὸς σωτηρίαν εὐμαρῆ. κἂν ἐν παντὶ οὖν πράγματι θλιβώμεθα, γενναιάζοντες οὐ στενοχωρούμεθα· κἂν ὡς ἀπόρους ἡμᾶς τινες ὑπολαμβάνωσι, διώκοντες καὶ ἀνατρέποντες, ἀλλ’ οὖν ἡμεῖς ἐν | |
20 | ἅπασιν εὐποροῦντες οὐκ ἐξαπορούμεθα, οὐκ ἀπολλύμεθα, οὐ καταβαλλόμεθα· ἀνατρεπόντων γὰρ τῶν πονηρῶν στήκομεν ἀκλόνητοι, διωκόμενοι γενναιάζομεν, πορίμων ἡμῖν πάντων ὄντων πρὸς σωτηρίαν. ἰστέον ὅτι τὸ στενοχωρεῖσθαι ὁτὲ μὲν ταὐτόν ἐστι τῷ θλί‐ βεσθαι, ὁτὲ δὲ ἕτερον. ὅταν γὰρ ἀμφότερα λέγηται, δηλοῖ τὸ μὲν | |
25 | θλίβεσθαι τὴν ἔξωθεν περίστασιν, τὸ στενοχωρεῖσθαι τὸ ὀκλάζειν τῇ προαιρέσει καὶ λογισμῷ. ὅταν δὲ μὴ ἀμφότερα λαμβάνηται, | |
ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. | 25 | |
26(1n) | 2 Kor 4,10—11 | |
1 | Τὸ ἀεὶ καὶ πάντοτε κείμενα ἐκ τῇ προκειμένῃ λέξει, οὐ τὸ ἀτελεύτητον καὶ ἄναρχον δηλοῖ, καθὼς λέγομεν τὸ ἀΐδιον, ἀλλὰ τὸ ἄπαυστον καὶ ἀδιάστατον· ὁ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ μὴ ποτὲ μέν, ποτὲ δὲ οὔ περιφέρων ἐν τῷ σώματι αὐτοῦ, πάν‐ | |
5 | τοτε τοῦτο ποιεῖν ἐρεῖ. ἀλλὰ καὶ ὁ ζωὴν καὶ εὐσέβειαν καὶ σπουδὴν ἔχων ἀδιαστάτως ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας λέξει· ὡς ἄρα ἡμεῖς οἱ ζῶντες τὸν εἰρημένον τρόπον, τοῦτ’ ἔστιν ἄνευ διαλειμμάτων, εἰς θάνατον παραδιδόμεθα. εἰς τοῦτο λήψῃ καὶ τὸ λεχθὲν ὑπὸ Στεφάνου πρὸς Ἰουδαίους· ἀεὶ γὰρ ὑμεῖς τῷ ἁγίῳ πνεύματι | |
10 | ἀντιπίπτετε· συνέζευξε γὰρ αὐτῷ τὸ τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ἡ μῶν; ταύτης τῆς διανοίας ἐστὶ καὶ τὸ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, τοῦτ’ ἔστιν οὐ ποτὲ μέν, ποτὲ δὲ οὔ, ἀλλ’ ἀδιαστάτως. τὸ ἐσιώπησα δέ, μὴ καὶ ἀεὶ σιωπήσομαι; τὸ ἀτελεύτητον καὶ ἄπαυστον δηλοῖ· εἰ γὰρ καὶ νῦν, | |
15 | φησί, μακροθυμῶ ἁμαρτανόντων ὑμῶν, ἀλλ’ οὖν οὐκ εἰς τὸ ἄπαυστον ἔσται ὑπέρθεσις τῆς τιμωρίας· μετὰ γὰρ πολλὴν μακροθυμίαν τιμωρη‐ θήσονται οἱ ἐμμένοντες τῇ κακίᾳ. | |
17n | 2 Kor 4,13 | |
18 | Πνεῦμα καλεῖ, φησί, πίστεως τὴν μετέχουσαν τῆς πίστεως ἣν ἔχει τις. | |
19n | 2 Kor 4,16 | |
20 | Ἐν παντὶ γὰρ θλιβομένων ἡμῶν ὁ ἔξω ἄνθρωπος φθεί‐ ρεται. | |
21n | 2 Kor 5,1 | |
22 | Δύο οἰκίας διαφόρους σημαίνει ἡ προκειμένη γραφή· μίαν μὲν ἐπίγειον καὶ χειροποίητον, τὸν φαινόμενον εἶναι κόσμον ταῖς τοῦ θεοῦ χερσὶν εἰς τὸ εἶναι παρηγμένον—δεικνὺς γὰρ τὰ αἰσθητὰ πάντα | |
25 | φησίν· ἡ χείρ σου ἐποίησε ταῦτα πάντα, ἀλλὰ καί· τὰ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, τῆς αὐτῆς ἐστι νοήσεως— οἰκίαν δὲ ἀχειροποίητον οὖσαν ἐν τοῖς οὐρανοῖς, τὸν κόσμον τὸν ἄλλον παρὰ τοῦτον. ἐπεὶ οὖν καταλυομένου τοῦ αἰσθητοῦ κόσμου οὐ παράγει τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρελευσο‐ | |
30 | μένων οὐκ εἰς τὸ μὴ ὄν, οἱ ἄνθρωποι καταστρέφουσι τὸν οἰκήσαντα | |
πρότερον ἐν τῇ καταλυομένῃ ἐπιγείῳ οἰκίᾳ, διαδέξεται ἡ μέλλουσα καὶ | 26 | |
27 | αἰώνιος. εἶπεν δέ· οἰκίαν ἔχομεν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, δεικνὺς ὅτι ἀπεντεῦθεν, μᾶλλον δὲ ἐκ πολλοῦ εὐτρέπισται τοῖς ἀξίοις τοῦ τυχεῖν αὐτῆς. ἀμέλει γοῦν τὰς ἐν αὐτῇ ἐπαγγελίας ἃς ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἄλλη αἴσθησις ἢ νόησις | |
5 | κατείληφεν, προητοιμάσθαι ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν εἴρηται. καὶ ὁ σωτήρ φησιν· κληρονομήσατε τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. αὕτη δὲ ἡ λεχθεῖσα αἰσθητὴ μονὴ οἰκία εἴρηται οὐ καθάπαξ ἡμῶν, ἀλλ’ ἡ τοῦ σκήνους ἡμῶν· ἡ γὰρ ἐπουράνιος ἡμῶν προηγουμένως οἴκησίς | |
10 | ἐστιν. κἂν γὰρ ἐξ ἀναστάσεως ἀποδοθῇ τὸ σκῆνος τῆς ψυχῆς ὡς εἶναι καὶ αὐτὸ ἐν τῇ ἐπουρανίῳ οἰκίᾳ, ἀλλ’ οὖν προηγουμένως τῆς ψυχῆς ἡ διατριβὴ αὕτη, κατὰ συμβεβηκὸς δὲ καὶ οὗ περίκειται σκηνώματος· ὡς αὖ ἐπίγειος κατὰ πρότερον λόγον οἰκία ἐστὶ τοῦ σκήνους, δευτέρως δὲ καὶ τῆς ψυχῆς οὔσης ἐν τῷ σώματι. ἀνέγνων που οἰκίαν | |
15 | μὲν ἐπίγειον σκήνους λέγεσθαι τὸ ἐξ ὀστῶν καὶ σαρκῶν συγκεί‐ μενον σῶμα, σκῆνος δὲ ὂν ἐν τῇ οἰκίᾳ ταύτῃ τὸ σχῆμα τοῦ ἔσω ἀνθρώπου, ὅ ἐστιν αὐγοειδὲς καὶ ὀργανικὸν σῶμα. οἱ οὕτως ἑρμηνεύοντές φασιν οὖν· καταλυομένης ταύτης τῆς οἰκίας τοῦ παχέος σώματος, μετοικίζεται ἡ ψυχὴ ἐπὶ τὸν οὐράνιον χῶρον, καλούμενον | |
20 | οἰκίαν ἀχειροποίητον αἰώνιον. ἀπολήψεται δὲ καὶ ὃ ἀπέθετο σῶμα οὐράνιον γεγενημένον, ὅπερ οἰκητήριον ἐξ οὐρανοῦ ὀνομάζεται. | |
22n | 2 Kor 5,2—4 | |
23 | Εἰ καὶ καταλυθείσης τῆς προειρημένης οἰκίας τοῦ σκήνους, περικείμεθα τὸ σκῆνος ἐν αὐτῷ μεταβαίνοντες εἰς τὴν οὐράνιον οἰκίαν· | |
25 | ἀλλ’ οὖν ἐν αὐτῷ τυγχάνοντες στενάζομεν ἐπενδύσασθαι ποθοῦντες τὸ ἐξ οὐρανοῦ οἰκητήριον, τοῦτο δέ ἐστιν ὃ ἀπεθέμεθα σῶμα, ἐξ οὐρανοῦ τότε χρηματίζον ὅταν τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν ἐνδύσηται. ἀλλ’ εἰ καὶ ἐπιποθοῦμεν τοῦτο τὸ οἰκητήριον, σκόπει εἰ ὁ ἐνδυσάμενος αὐτὸ πάντως σκεπάζεται πρὸς αὐτοῦ· τοῦτο | |
30 | γὰρ δηλοῦται ἐκ τοῦ εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. οὐ γυμνὸς δὲ εὑρίσκεται ἐνδυσάμενος αὐτὸ ὁ πιστὸς καὶ ἅγιος πρὸ αὐτοῦ τούτου ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν καὶ ὅπλα φωτὸς καὶ σπλάγχνα οἰκτιρμοῦ· ὁ γὰρ ἄπιστος καὶ φαῦλος κἂν τύχῃ τοῦ πνευματικοῦ σώματος ὃ καλεῖται ἐξ | |
35 | οὐρανοῦ οἰκητήριον, γυμνὸς εὑρεθήσεται, οὐ σπουδάσας ἔχειν τὰ τοῦ ἔσω ἀνθρώπου ἐνδύματα. τούτων οὕτω τυγχανόντων οἱ ἐν τῷ σκήνει ὄντες ἡμεῖς στενάζομεν βαρούμενοι, ἐπείπερ βρίθει τὸ | |
γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ὅμως εἰ καὶ βαρούμεθα ἐκ τοῦ | 27 | |
28 | ἔχειν αὐτό, οὐκ ἀποβαλεῖν αὐτὸ ποθοῦμεν, ἀλλ’ ἐνδύσασθαι τὸ ἐξ οὐρανοῦ οἰκητήριον, ἵνα κρατηθῇ καταποθὲν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· οὐ γὰρ ἐξαφανίζει ἡ ζωὴ τὸ σκῆνος ἡμῶν ὅταν ἐπενδυσώμεθα τὴν ἀθανασίαν, ἀλλὰ καταπίνει αὐτό, ἐπι‐ | |
5 | κρατεστέρας γινομένης τῆς ἐξ αὐτῆς ποιότητος τοῦ καθ’ ὃ θνητοί ἐσμεν. | |
5n | 2 Kor 5,12—13 | |
6 | Ἐκεῖνοι μὲν ἐπὶ τούτοις ἐλεγχέσθωσαν παρ’ ὑμῶν—λέγει δὲ περὶ τῶν ψευδαποστόλων—, ἡμεῖς δὲ ὑμῶν χάριν καὶ δι’ ὑμᾶς ταῦτα πράττομεν· κἄν τε γὰρ ἔξω τῶν ἀνθρωπίνων γενόμενοι τῷ θεῷ ἐκστῶμεν, ἀλλ’ οὖν σωφρονοῦμεν ὑμῖν, τῆς θείας ἐκστάσεως | |
10 | οὐ μανίαν ἀλλὰ νηφαλιότητα ἐχούσης. οὐ προσεκτέον γὰρ τοῖς ἀπὸ τῶν Φρυγῶν λέγουσι τοὺς ἀποστόλους καὶ προφήτας ἐξίστασθαι ὥστε παρα‐ παίειν· παρηκολούθουν γὰρ οἷς ἔλεγον καὶ ἔπραττον, εἰ καί τινες ἄλλοι. ἠπατήθησαν δὲ οἱ ἠλίθιοι ἐκ τῆς ὁμωνυμίας· οὐ γὰρ μόνον τὸ παραπαίειν καὶ παρακόπτειν σημαίνει ἡ ἐξέστη φωνή, ἀλλὰ καὶ τὸ | |
15 | ἐκπλαγῆναι ἐπὶ θαυμασμῷ. οὕτω γὰρ ἐξέστη Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ ἐκστήσονταί τινες ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, κατὰ τὸν προφήτην. εἰ δὲ καὶ ἄλλα τινα δηλοῦται ὑπὸ τῆς φωνῆς, ἐπιστήτω ὁ ἐντυγχάνων ταῖς γραφαῖς. | |
18n | 2 Kor 5,14—15 | |
19 | Ἐξηγεῖται τὸ εἶδος ἧς ὑπομένει ἐκστάσεως, φήσας· συνεχόμεθα ὑπὸ | |
20 | τῆς πολλῆς εἰς ἡμᾶς γενομένης ἀγάπης θεοῦ, μετὰ τοῦ θαυμάζειν δοκι‐ μάζοντες, ὅτι εἰ εἷς ὑπὲρ πάντων ὁ Χριστὸς ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· οὐκ ἂν γὰρ ὑπὲρ πάντων ἀπέθνῃσκεν, εἰ μὴ πάντες ὑπεύθυνοι ἦμεν θανάτου. εἰ τοίνυν ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀπέθανε καὶ ἀνέστη, ἀναστάντες σὺν αὐτῷ ζῶμεν, | |
25 | οὐκέτι δι’ αὑτούς, τοῦτ’ ἔστιν ἀνθρωπίνως, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. ζῶντες δὲ αὐτῷ, καὶ κατ’ αὐτὸν πάντα ἃ βούλεται πράττομεν καὶ λέγομεν καὶ διανοούμεθα, ὡς ἕκαστον τεθαρρηκότα εἰπεῖν· ἡ ψυχή μου αὐτῷ ζῇ, καί· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. | |
29n | 2 Kor 5,16 | |
30 | Ἐπεὶ ζῶμεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι ἀφ’ οὗ ἠρξάμεθα οὕτως εἶναι, οὐδένα ἔτι κατὰ σάρκα γινώσκομεν, ὑπερβάντες τὴν σάρκα καὶ τὰ ταύτης πάθη, ἔτι μὴν καὶ τὴν σκιώδη τοῦ | |
νόμου διδασκαλίαν. εἰ δὲ καὶ τὸν Χριστὸν ἔγνωμεν κατὰ | 28 | |
29 | σάρκα ἔτι ἰουδαΐζειν θέλοντες καὶ ἕπεσθαι τῇ σαρκίνῃ διηγήσει τοῦ νόμου, ἀλλὰ νῦν οὐκέτι οὕτως αὐτὸν ἀλλ’ ὡς θεὸν λόγον γινώσκομεν· γενόμενος γὰρ ὁ λόγος σάρξ, οὐκ ᾤκησεν ἀλλ’ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα μετὰ τοῦτο θεασώμεθα τὴν δόξαν | |
5 | αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. διαφέρει γὰρ τὸ οἰκῆσαι τοῦ σκηνῶσαι ὡς καὶ ὁ οἶκος σκηνῆς· ἀεὶ γὰρ μένει ὁ οἶκος ἀμετακινήτως τεθεμελιω‐ μένος, ἡ δὲ σκηνὴ οἶκός ἐστι φορητός. ἀμέλει σκηνοῦσιν οἱ προκόπτον‐ τες, οἰκοῦσιν οἱ τετελειωμένοι· διελεύσομαι γὰρ ἐν τόπῳ | |
10 | σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. | |
10n | 2 Kor 5,17—19 | |
11 | Ὁ ἐν Χριστῷ τῷ μετέχειν αὐτοῦ γινόμενος καινὴ κτίσις ἐστίν. τοιαύτην ὑπαρχθῆναι τῇ ἑαυτοῦ καρδίᾳ εὐχόμενος ὁ ἅγιος εἶπεν· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός. κατὰ τοῦτο τὸ σημαινόμενον κτίζει ἐν αὐτῷ ὁ σωτὴρ τοὺς δύο εἰς ἕνα | |
15 | καινὸν ἄνθρωπον. ἵν’ οὖν τοῦτο ὑπαρχθῇ, τούτῳ τῷ τρόπῳ ὑπέβαλεν ἑαυτὸν κτισθῆναι λέγων· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα. οὐ δηλοῖ οὐσίωσιν τὸ κτισθῆναι ῥῆμα, ὡς ἐν ἄλλοις διὰ πλειόνων δέδεικται. γενομένης δὲ καινῆς κτίσεως ἐν τῷ Χριστῷ τῶν πεπιστευκότων, τὰ ἀρχαῖα παρῆλθε, πεπαλαιωμένα | |
20 | τῶν καινῶν εἰς μέσον ἠγμένων. καὶ εἰ μὲν ἀρχαῖα τὰ νομικὰ καὶ προφητικὰ λέγει, παρελήλυθε ταῦτα τῶν εὐαγγελίων διαδεξαμένων, τούτων τῶν παλαιῶν καὶ καινῶν οὐ καθ’ ὑποκείμενον ἀλλ’ ἐπινοίᾳ ἐχόντων τὴν διαφοράν· ἡ γὰρ αὐτὴ διδασκαλία τῶν δύο διαθηκῶν ὁτὲ μὲν κεκαλυμμένως, ὁτὲ δὲ γυμνῶς γέγονεν. ἀρχαῖα οὖν ἐστι τὰ | |
25 | κεκαλυμμένα. εἰ δέ τις τὰ πρὸ τῆς πίστεως ἔθη καὶ κατάστασιν ἀρχαίαν εἶναι λέγοι, παρῆλθε ταῦτα παυσάμενα ἐνεστηκυίας τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας. πρὸς τὴν προτέραν ἀπόδοσιν ἁρμόσει τὸ πάντα ἐκ τοῦ θεοῦ, καὶ γὰρ ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια ἐκ τοῦ θεοῦ· κατὰ τὴν ὑστέραν διήγησιν, πάντων τῶν καινῶν | |
30 | ἐκ θεοῦ ὄντων, οὐ μὴν καὶ τῶν παρεληλυθότων. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ. ἐχθροὶ γὰρ ἦμεν πολὺ ἀπάτῃ καὶ ἁμαρτήμασι κεκρατημένοι, κατηλλάγη‐ μεν δὲ αὐτῷ, ἄφεσιν πρὸς αὐτοῦ καὶ δι’ αὐτοῦ εἰληφότες· κατήλλαξεν δὲ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος κυρίου. | |
35 | ὅπως δὲ μὴ ἀναισθητῶμεν τῆς πολλῆς θεοῦ εὐεργεσίας, τὴν περὶ τῆς | |
καταλλαγῆς διδασκαλίαν δέδωκε τοῖς ἀποστόλοις, ἵνα παιδευόμενοι ὑπ’ | 29 | |
30 | αὐτῶν ἐμμένωμεν τῷ ἐν Χριστῷ εἶναι· δι’ αὐτοῦ γὰρ ἐπίμονος ἔσται ἡ μετὰ τὴν καταλλαγὴν ὑπάρξασα πρὸς θεὸν φιλία. | |
2n | 2 Kor 5,21 | |
3 | Τὸν μὴ γνόντα φησὶν ἀντὶ τοῦ τὸν μὴ πειραθέντα ἁμαρτίας· οὐ γὰρ τὸ μὴ ἀγνοεῖν τὴν φύσιν αὐτῆς φησιν—μᾶλλον γὰρ πάντων | |
5 | ᾔδει αὐτὴν ὁ σωτήρ—, ἀλλὰ τὸ μὴ πειραθῆναι αὐτῆς. οὕτω γὰρ καὶ ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. | |
6n | 2 Kor 6,2—6 | |
7 | Ἐπεὶ δεκτῷ καιρῷ καὶ σωτηρίας ἡμέρᾳ ἐπακούσας θεὸς ἐβοήθησε, πέμψας τὸν ἴδιον υἱὸν καὶ παραδοὺς αὐτὸν ὑπὲρ ἡμῶν, μηδεὶς κατὰ μηδένα τρόπον προσκοπὴ ἀπιστίας γένηται, ἵνα μὴ μῶμον | |
10 | σχῇ ἡ διακονία τῆς εὐαγγελικῆς διδασκαλίας. ὅθεν σπουδαστέον συνιστάναι ἑαυτοὺς ἐπ’ ἔργοις ἀγαθοῖς, κἂν ἐπίπονα ὦσιν. γίγνεται δὲ τοῦτο, ἐὰν ὑπομονὴν ἔχοντες θλίψεις καὶ ἀνάγκας καὶ στενοχωρίας καὶ τὰ παραπλήσια γενναίως φέρωμεν, δεσμὰ καὶ φυλακῆς πεῖραν ἱλαρῶς φέροντες· οὕτω γὰρ ἁγνεύειν κατὰ τὴν ψυχὴν συμβήσεται ὀρθὰ | |
15 | φρονοῦσαν καὶ πράττουσαν· τὰς ψυχὰς γὰρ ἡμῶν, φησίν, ἡγνι‐ κότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. ἀλλὰ καὶ ὁ φόβος κυρίου ἁγνὸς ὤν, πᾶσαν ἁγνείαν περιποιεῖ τῷ αὐτὸν ἀνειληφότι. | |
17n | 2 Kor 6,7—9 | |
18 | Δεξιὰ καὶ ἀριστερὰ ὅπλα τῆς δικαιοσύνης εἶναι 〈λέγει〉. τάχα οὖν ὁ περὶ τὰ αἰσθητὰ δικαιοπραγῶν ὡς ἐθέλειν μᾶλλον | |
20 | ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι ἢ ποιεῖν αὐτὸς ταῦτα, πέφρακται τοῖς ὅπλοις τῆς δικαιοσύνης τοῖς ἀριστεροῖς, τοῦτ’ ἔστι τὴν πρὸς θεὸν δικαιοσύνην ὁσιότητα καλουμένην ἔχοντος ἐν τῷ ἀποδιδόναι τὰ τοῦ θεοῦ τῷ θεῷ φοροῦντος τὰ δεξιὰ αὐτῆς ὅπλα. ἐν ἑτέροις φωτὸς εἴρηται, ἐν τῷ ἐνδύσασθαι ὅπλα φωτός. ταῦτα τὰ | |
25 | ὅπλα τῆς στρατιᾶς οὐ σάρκινα, τοῦτ’ ἔστιν οὐκ ἀνθρώπινα, | |
ἀλλὰ δυνατὰ τῷ θεῷ τυγχάνει. ἐπίστησον εἰ δύνασαι ὅπλα | 30 | |
31 | ἀριστερώτερα δικαιοσύνης ἔχειν ὁ κατὰ τὴν σκιὰν τοῦ νόμου δικαιούμενος, ὅπλα δὲ δεξιὰ ὁ πεποιημένος κατὰ τὴν δικαιοσύνην τὴν γινομένην διὰ Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. αὕτη δέ ἐστιν περὶ ἧς ὁ σωτὴρ τοῖς μαθηταῖς εἶπεν· | |
5 | ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἔτι ὁ τὸ δίκαιον δικαίως διώκων κατὰ τὰ ἀνθρώπινα συναλλάγματα, ὥπλισται κατὰ τὰ δικαιοσύνης ἀριστερὰ ὅπλα, ὁ δὲ κατὰ τὰ δόγματα τῆς ἀληθείας τοῦτο πράττων ὑπὲρ τοῦ υἱὸς | |
10 | δικαιοσύνης γενέσθαι διωκόμενος ὑπὲρ αὐτῆς, φέρει τὰ δεξιὰ αὐτῆς ὅπλα. Ὅρα γε πρὸς τοῖς εἰρημένοις, εἰ λόγον ἔχει τὸ λεχθησόμενον· ὁ ὑπὲρ εὐσεβείας ἀτιμαζόμενος, δυσφημούμενός τε καὶ πλάνος ὑπολαμ‐ βανόμενος, γενναίως καὶ ἐπαινετῶς ταῦτα φέρων, ἀριστεροῖς ὅπλοις | |
15 | τῆς δικαιοσύνης χρᾶται· τοῖς δεξιοῖς αὐτῆς ὅπλοις ἠσφαλισμένος, ὅταν μὴ ἔπαινος ἢ ἑτέρα τις εὔκλεια καὶ εὐφημία ὡς ἐπ’ ἀληθότητι λόγου χαυνοῖ καὶ ἐπαίρῃ. ταύτῃ τῇ διανοίᾳ καὶ τῶν ἑπομένων ἕκαστον μετὰ τῆς αὐτῆς ἀντιθέσεως εἰρημένον ἐφαρμόσεις. | |
18n | 2 Kor 6,10 | |
19 | Ἔτι ὑπονοούμενοι λυπεῖσθαι καὶ πτωχοὶ καὶ μηδὲν | |
20 | ἔχοντες, δι’ ἣν κατορθοῦμεν ἀκτημοσύνην, χαίρομεν πλου‐ τοῦντες ἔργοις ἀγαθοῖς καὶ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ὡς καὶ ἄλλους πλουτίζειν κατὰ τὸν πλοῦτον τὸν ὀξὺ βλέποντα· ὁ γὰρ τοῦτον ἔχων πάντων ἐγκρατής ἐστιν, κατέχων αὐτά. εὖ δὲ καὶ τὸ εἰπεῖν ἐφ’ ἑκάστου τῶν ἀηδῶν, ὡς τὸ ἐπὶ δὲ τῶν καλῶν καὶ σωτηριωδῶν | |
25 | τοῦτό μοι εἴρηται. | |
25n | 2 Kor 6,11—13 | |
26 | Ὁ πολλὴν παρρησίαν εἰς τὸ λέγειν λαβὼν πρὸ τῆς προθυμίας τῶν ἀκροατῶν ἐρεῖ· τὸ στόμα ἡμῶν ἀνέῳγε καὶ ἡ καρδία ἐν τῷ νοεῖν πεπλάτυνται πρὸς ὑμᾶς, ὦ Κορίνθιοι· διὸ καὶ στενοχωρεῖσθε ὑπὸ ἐνοχλούσης ἀγνοίας. οὐκ ἐξ ἡμῶν ἔχετε τοῦτο· | |
30 | ἀπαιτοῦμεν γὰρ ὑμᾶς ὡς τέκνα ἀντιμισθίαν ἡμῖν παρασχεῖν διὰ τοῦ πλατύνειν ὑμῶν τὴν νόησιν πρὸς παραδοχὴν ἧς προσφέ‐ ρομεν ὑμῖν παιδεύσεως. σπλάγχνα δὲ ἐνταῦθα ἐκλαβεῖν δεῖ οὐκ | |
αἰσθητά· οὐ γὰρ περὶ σωματικῶν ἀλλὰ πνευματικῶν ὁ λόγος. | 31 | |
32(1n) | 2 Kor 6,14—16 | |
1 | Ἐκκλησιαστικῇ συνηθείᾳ, μᾶλλον δὲ γραφικῇ σύζυγοι αἱ γαμεταὶ τοῖς ἀνδράσι λέγονται. κωλύει γοῦν καὶ διὰ τῶν προκειμένων ἑτερογα‐ μίαν, γράφων· μὴ ἔσεσθε ἑτεροζυγοῦντες ἀπίστοις, μονον‐ ουχὶ τοῦτο λέγων· πιστὸς ἀνὴρ μὴ ἀγέσθω ἄπιστον γαμετήν. σὺ μὲν | |
5 | γὰρ ὑπὸ τὸν χρηστὸν Ἰησοῦ ζυγὸν ὑπάρχεις, ἐκείνη δὲ ὑπὸ ζυγὸν πονηροῦ τινός ἐστιν. ὁμοίως ἡ πίστιν ἔχουσα γυνὴ μὴ ζευγνύσθω ἀνθρώπῳ εἰδωλολάτρῃ. πείθει δὲ παραιτεῖσθαι τὴν ἑτερο‐ ζυγίαν, ἐπιφέρων τὰ πάντως ἐσόμενα φάσκων· ἢ τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ ὁ πιστὸς δικαιο‐ | |
10 | σύνην ἔχει, καὶ φῶς ἐστι τοῦ κόσμου τυγχάνων ὑπὸ τὸν Χριστόν, ὁ δὲ ἄπιστος ἀνομίας ἐστὶ πλήρης ὡς διὰ τοῦτο σκότος εἶναι ὑποκείμενον τῷ Βελίαρ—πονηρὸς δέ τις οὗτος—, οὐ δεῖ μερίδα τὸν πιστὸν ἔχειν μετ’ ἀπίστου. αὐτὸς μὲν γὰρ ναὸς θεοῦ κατ‐ εσκεύασται, ὁ δὲ ἄπιστος εἰδώλων ὅθεν ἐπεὶ ἀμέτοχος ἀνομίας ἡ | |
15 | δικαιοσύνη, καὶ ἀκοινωνήτως ἔχει τὸ φῶς πρὸς τὸ σκότος. ἀλλ’ οὐδὲ συμφωνία τῷ Χριστῷ πρὸς τὸν Βελίαρ ἐστίν, οὐδὲ ναῷ θεοῦ συγκατάθεσίς τις μετὰ ναοῦ εἰδώλων, οὐ προσελθετέον γάμῳ τοιούτῳ· πλήσσει γὰρ τοῦτο πράσσων ὁ πιστός, μετέχων ἀνο‐ μίας, ἀλλὰ καὶ κοινωνῶν τῷ σκότει καὶ πρὸς τὸν Βελίαρ αὐτομολῶν καὶ | |
20 | μερίδα τὴν ἄπιστον ἀσπαζόμενος. φύγωμεν τοιγαροῦν τὰ προειρημένα πάντα, ναὸς ὄντες τοῦ εἰρηκότος θεοῦ· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. εἰ γὰρ υἱοὶ καὶ θυγατέρες θεοῦ γίνεσθε ἀφορισθέν‐ τες τῶν ἀκαθάρτων ἀπίστων, μὴ τῷ αὐτῷ ζυγῷ ὑποβάλητε ἑαυτοὺς ἵνα τῶν ἱερῶν τούτων ἀμοιβῶν τύχητε, καθαρίσαντες ἑαυτοὺς ἀπὸ | |
25 | πάντων μιασμάτων τῶν ἐξ ἑτερογαμίας γινομένων σαρκίνων ὄντων· τότε γὰρ τὴν τοῦ πνεύματος πρακτικῶς καὶ τῷ φρονεῖν ἐπιτελέσετε ἁγιωσύνην. | |
27n | 2 Kor 7,1 | |
28 | Στίζεται δὲ ἡ προκειμένη λέξις διαφόρως. οἱ μὲν γὰρ ἀνα‐ γινώσκουσιν· ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, | |
30 | ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μο‐ λυσμοῦ σαρκὸς καὶ πνεύματος, ὅπως μηδὲ σαρκὸς μηδὲ πνεύματος, τοῦτ’ ἔστι τῆς ψυχῆς ἢ τῆς γνώμης, μολυσμὸν ἐξ ἁμαρτίας σχῶμεν· τότε γὰρ ἀναγκαίως ἕψεται ἐπιτελέσαι ἡμᾶς ἐν φόβῳ κυρίου ἁγιωσύνην ὥστε πνεύματι καὶ σώματι ἁγίους | |
35 | εἶναι. ἕτεροι δὲ ἀναγνόντες τὸ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ | |
παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, διαστέλλουσι | 32 | |
33 | καὶ πνεύματος ἐπιτελοῦντες ἁγιωσύνην. κρατύνουσι δὲ τὴν διαστολὴν ταύτην ὅσοι θέλουσι, τὸ ἅγιον εἶναι πνεῦμα τὸ ἄνευ προσθήκης ἐν ταῖς γραφαῖς φερόμενον· φασὶ γὰρ τὴν γραφὴν δηλῶσαι βουλομένην τοῦτο, ὅπου μὲν ἅγιον ᾖ θεοῦ πνεῦμα ἢ ἕτερόν τι τοιοῦτον | |
5 | λέγεσθαι. ἀλλὰ καὶ ἄνευ προσθήκης ὡς ἐν τῷ αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, τοῦ ἐναντίου μετὰ προσθήκης ἀεὶ καλουμένου οὕτως πνεῦμα ἀκάθαρτον, πνεῦμα πονηρόν, πνεῦμα δαιμονίου, καὶ εἴ πως ἄλλως μετὰ προσθή‐ κης προφέρεται. | |
9n | 2 Kor 7,2—5 | |
10 | Παρρησιάζεσθαι μέλλων μετὰ τῶν συνεκπεμπόντων τὴν ἐπιστολήν, φησὶ τοῖς Κορινθίοις· χωρήσατε, τοῦτ’ ἔστιν ἐνέγκατε ἡμᾶς ἀπο‐ λογουμένους. οὐδενὶ ὑμῶν αἴτιοι ἀδικίας ἢ φθορᾶς ἢ πλεονεξίας γεγενήμεθα. ταῦτα δὲ παρρησιάζομαι, οὐ κατακρίνειν ὑμᾶς βουλόμενος· προεμαρτυράμην γὰρ ὅτι οὕτως ἑτοίμως ἔχετε ὡς ὑπεραποθανεῖν ἡμῶν. | |
15 | καὶ γὰρ ἡμεῖς ὑπὲρ ὑμῶν· ἡ γὰρ τοιαύτη τῆς προθυμίας ἑτοιμασία ἐν ταῖς καρδίαις ἡμῶν τε καὶ ὑμῶν παρεσκευάσθη. ὅθεν πολλὴν ὑπὲρ ὑμῶν καύχησιν ἔχων πλήρης εἰμὶ τῆς παραμυθίας ὑπερπεριττευούσης ἐν ἡμῖν τῆς ὑπὲρ τῆς σωτηρίας ὑμῶν χαρᾶς καὶ εὐφροσύνης ἐπὶ πᾶσιν ᾗ ὑφιστάμεθα ὑπὲρ τῆς ἀληθείας κακώσει. καὶ γὰρ ἐν τῇ Μακεδονίᾳ | |
20 | ἐληλυθότων ἄνεσιν οὐδεμίαν ἔσχεν ἡ σὰρξ ἡμῶν συνεχῶς προσ‐ πιπτόντων πειρασμῶν. ὅμως εἰ καὶ ἡ σὰρξ ἄνεσιν οὐκ ἔχει, τῷ πνεύματι γενναιάζομεν, ἐπείπερ οὐ στενοχωρούμεθα κἂν ἐν παντὶ θλιβώμεθα. ἑρμηνεύων δὲ τίνα ἦν τὰ θλίβοντα, ἐπήγαγε τὸ ἔξωθεν μὲν μάχας εἶναι, ἔσωθεν δὲ φόβους. καὶ τοῦτο διττῶς νοεῖται· πρότερον γὰρ | |
25 | λεκτέον ἔξωθεν μὲν μάχας ὑπάρχειν τοῖς ἀποστόλοις ἐκ τῶν διώκειν καὶ ἐπηρεάζειν βουλομένων ἀπίστων, ἔσωθεν δὲ φόβους τῷ τοὺς δοκοῦντας ἔσω τῆς ἐκκλησίας καὶ πίστεως εἶναι ἀνερματίστως καὶ ἀβεβαίως ἔχειν· ἐφοβοῦντο γὰρ τὸ παλίμβολον τῶν Κορινθίων τῷ ταχὺ παράγεσθαι ἀπὸ τῶν δογμάτων τῆς ἀληθείας, ὅθεν φησὶ πρὸς | |
30 | αὐτούς· φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν. ἑτέρως δὲ νοηθείη τὸ ἔξωθεν μάχαι, τοῦτ’ ἔστιν αἱ καθ’ ἡμῶν ἐπαναστάσεις γινόμεναι· τὰ ἔξωθεν ἡμῶν θλίβουσιν οὐ χωροῦσαι μέχρι τοῦ ταράξαι τὴν καρδίαν. ὅμως εἰ καὶ ἀτάραχος ἡ ψυχή, ἀλλ’ οὖν ἔνδον εἰσὶ φόβοι | |
35 | οἱ περὶ μεταπτώσεως· τρεπτοὶ γάρ ἐσμεν. | 33 |
34(1n) | 2 Kor 7,6—9 | |
1 | Ὁ διδοὺς τοῖς ταπεινοῖς χάριν θεὸς παρακαλεῖ αὐτούς, παραμυθίαν ὀρέγων, ὅπως τλητικῶς τὰ ἐπίπονα φέρωσιν· παρεμυθήσατο καὶ ἡμᾶς ἐν τῇ ἀφ’ ὑμῶν πρὸς ἡμᾶς ἐπιδημίᾳ Τίτου. οὐ μόνη δὲ ἡ παρουσία αὐτοῦ παρεκάλεσεν, ἀλλὰ καὶ ἡ ἐπαγγελία ἡ περὶ ὑμῶν· ἔφασκε γὰρ ἣν | |
5 | ἐνεδείξασθε εἰς αὐτὸν κατὰ θεὸν σπουδήν. ἐπέτεινε δὲ ἡμῖν τὰ τῆς ἱλαρότητος γινώσκουσιν ὡς πολλὴν διάθεσιν καὶ σπλάγχνα ὑπερβαλλόντως ἀποσώζει πρὸς ὑμᾶς. πρὸς τούτοις ἐπήγγειλε καὶ ζῆλον καὶ ὀδυρμὸν καὶ πόθον ἔχειν ὑμᾶς ὑπὲρ ἐμοῦ, ὡς μηκέτι διστάζειν περὶ τοῦ λελυπῆσθαι ὑμᾶς ἐκ τῶν γενομένων ἐλέγχων ἐκ τῆς προτέρας ἐπιστολῆς· | |
10 | ἐμάνθανον γὰρ ἐκ τῶν λόγων αὐτοῦ, ὡς ἡ λύπη πρὸς ὀλίγον ὑπάρξασα ἐκ τῶν γραφέντων, σπέρμα καὶ ἀφορμὴ μεγίστης εὐφροσύνης γέγονεν. | |
11n | 2 Kor 7,12 | |
12 | Ἀδικήσαντα λέγει τὸν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα, ἀδικη‐ θέντα δὲ ἤτοι τὸν πατέρα οὗ τὴν γυναῖκα εἶχεν κἂν τεθνηκὼς ᾖ, ἢ τὸν νόμον τὸν κωλύοντα γάμον τοιοῦτον· ἐνῆν γάρ, εἴπερ αὐτῶν χάριν | |
15 | προηγουμένως ἡ προσφώνησις ἐγίνετο, μὴ κοινὴν ἀλλὰ πρὸς ἐκείνους βλέπουσαν ποιῆσαι ἐπιστολήν. διὸ ἡγητέον, μὴ ἐκείνων ἕνεκα ἀλλ’ ὑπὲρ τοῦ γνωσθῆναι τὴν σπουδὴν ὑμῶν τὴν πρὸς τὸ ὑπακούειν κεχαράχθαι τὴν εἰρημένην προσφώνησιν· περὶ ταύτης γὰρ ἀεὶ καυχῶμαι Μακεδόσιν εἰς ζῆλον τὸν αὐτὸν προτρεπόμενος. ἐδεδίειν γοῦν, μὴ καταισχυνθῶ | |
20 | ὑμῶν μὴ δεόντως τὴν λύπην δεξαμένων. ἐπεὶ οὖν οὐχ οὕτω γεγένηται, κατὰ θεὸν ὑμῶν λυπηθέντων ὡς πολλὴν ἀκολουθῆσαι μετά‐ νοιαν, χαίρω θαρρῶν ἐν παντὶ τοιούτῳ ἐν ὑμῖν. | |
22n | 2 Kor 7,13—15 | |
23 | Πρὸς ταύτῃ τῇ χαρᾷ ἐπετάθη ἡ παράκλησις καὶ ἡ παραμυθία ἡμῶν Τίτου μαρτυροῦντος περὶ τῆς ὑμετέρας σὺν ἁγιότητι σπουδῆς· | |
25 | ἀναπεπαῦσθαι γὰρ τὸ πνεῦμα φησὶν ἐκ τῆς ὑμετέρας ὑπακοῆς, ἐπείπερ οὕτως εὗρεν ἔχοντας, ὡς ἑκάστοτε ἀνήγγελλον αὐτῷ περὶ ὑπακοῆς ὑμῶν. ἀναπαύεται δέ τινος τὸ πνεῦμα, ὅταν παρὰ τῶν αἰτίων τῆς ἀναπαύσεως δέχηται κατ’ εὐσέβειαν καὶ ἀρετὴν πράξεις καὶ πιστὸν κατὰ τὴν ἀλήθειαν φρόνημα, τῶν τὰ ἡδέα τοῦ βίου παρὰ τῶν εὐφραινόντων | |
30 | δεχομένων κατὰ σάρκα ἀναπαυομένων ἀλλ’ οὐ κατὰ πνεῦμα. | |
πάνυ γὰρ ἀνακτᾶται ἡμᾶς ὁ Τίτος συνεχῶς ἀπαγγέλλων τὴν περὶ τὰ | 34 | |
35 | καλὰ ὑπακοὴν ὑμῶν· τοῦτο δὲ αὐτὸ τερπωλῆς αἴτιον γίνεται, ὅτι ὥσπερ τὰ ἄλλα μετὰ τοῦ ἀληθεύειν ἀεὶ λέγοντες ὤφθημεν. | |
2n | 2 Kor 8,10—15 | |
3 | Οὐκ ἀναγκάζει ὁ τῆς εὐσεβείας λόγος μεταδιδόναι ὃ μὴ ἔχει τις, ἀλλ’ ὃ ἔχει παρέχεσθαι προθύμως. κατορθωθήσεται δὲ τοῦτο ῥᾷστα | |
5 | σκοπήσασι τίνες οἱ κοινωνούμενοι· ἅγιοι δέ εἰσι καὶ θεοῦ θεραπευταὶ οὗτοι. διὸ καὶ ἐλπίζομεν ἀντίδοσιν ἔσεσθαι· ἱκανοὶ γὰρ ἀνθ’ ὧν δέχονται αἰσθητῶν νοητὰ παρασχεῖν. οὕτω γὰρ ἰσότης καὶ ἐν τῷ νῦν καιρῷ ἔσται, ὡς ἐπὶ τῆς δόσεως τοῦ μάννα γεγένηται, οὐδὲ τοῦ τὸ ὀλίγον ἔχοντος ἐλαττουμένου οὐδὲ πλεονάζοντος τοῦ πολὺ ἔχοντος· | |
10 | ἀνισότης γὰρ μένει, ὅταν τῶν ἁγίων ἐπουράνια ἐχόντων, ὑμῶν δὲ ἐπίγεια κεκτημένων, ἀντίδοσις μὴ γίνηται. ὅθεν σπείρατε σαρκικὰ ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, ἵνα θερίσητε ἐξ αὐτῶν τὰ πνευματικά· οὕτω γὰρ ἰσότης ἔσται προσλαμβανόντων ὑμῶν τῶν μεγάλων, κἀκείνων τῶν μικρῶν· ἕξετε γὰρ μετὰ τῶν μικρῶν τὰ | |
15 | μεγάλα, κἀκεῖνοι μετὰ τῶν μεγάλων τὰ μικρά. αὕτη δὲ ἰσότης ὑπαρχθή‐ σεται κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. | |
16n | 2 Kor 8,20—24 | |
17 | Ταῦτα γράφω οὐχ ὑμῖν ἀπολογούμενος—οἶδα γὰρ ὡς διάκεισθε περὶ ἡμῶν—ἀλλ’ ὅπως ἡμεῖς μὴ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἀνθρώπων ἔργα ἀγαθὰ ἔχειν προνοώμεθα. ὅτι μὲν γὰρ | |
20 | ἐπίσταται θεὸς οἵᾳ προθέσει ὑπηρετοῦμεν, οὐκ ἀμφιβάλλεται· ὅτι δὲ καὶ τῶν ἀνθρώπων φροντίζειν προσήκει, ὅπως μὴ ἀπατηθῶσι πρὸς φενάκων καὶ σοφιστικῶν, σπουδάζειν δεῖ. ἰστέον δὲ ὅτι ὁ προτιθέμενος θεῷ προηγουμένως ἀρέσκειν εἶτα ἀνθρώποις, οὐκ ἀνθρωπάρεσκος, ἀλλ’ ὁ αὐτὸ τοῦτο μόνον προῃρημένος θνητοῖς ἀποδέκτως ζῆν, κἂν μὴ θεὸς | |
25 | ἀποδέχηται. Καὶ ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει, σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης, ὥστε καὶ ταύτῃ πλείονα γενέσθαι τὴν εἰσφοράν. καὶ λοιπὸν ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετήν, παρακαλεῖ | |
30 | καὶ τὰ ὑπ’ αὐτῶν. | 35 |
36(1n) | 2 Kor 10,1—2 | |
1 | Αὐτὸς ἐγὼ ὁ διδάσκαλος ὑμῶν καὶ γράφων τὰ προκείμενα, παρακαλῶ κατ’ ἀρετὴν ἣν Χριστός μοι δέδωκεν—ἔστι δὲ πραότης καὶ ἐπιείκεια—θαρρῆσαι ἔτι μακρὰν τυγχάνων τῇ ὑποταγῇ ὑμῶν, ὡς ὀφθῆναί με ταπεινὸν παρόντα· ὅταν γὰρ ἐπιδημήσας εὕρω τὰ τῆς | |
5 | προτροπῆς εἰς ἔργα μεταβαλόντας, μετρίως τὴν γνώμην σὺν πραότητι πολλῇ συνδιατρίψω ὑμῖν. ὅθεν δέομαι μὴ παρὼν θαρρῆσαι οὕτως ὡς φέρειν πρόσωπον ἐλέγχοντος καὶ πλήττοντος διδασκάλου, ὅπως μὴ ἀναγκασθῶ τῇ σὺν παρρησίᾳ πεποιθήσει διδασκάλου τολμῆσαι κατά τινων λογιζομένων βαδίζειν ἡμᾶς κατὰ σάρκα. | |
10 | ἢ οὐ κατὰ σάρκα ἀναστρέφεσθαι νομίσειέν τις, ὅταν οἰηθῇ μὴ τοῦ πράγματος χάριν ταῦτα ἡμᾶς γεγραφέναι, ἀλλ’ ὅπως δόξωμεν μεγάλοι τινὲς εἶναι, ὑμῶν ὑπηκόων καὶ πλείονα συνεισφερόντων γινομένων; θεὸς γὰρ μαρτυρεῖ καὶ ἀνθρώπων πλείονες, ὅτι τῆς διακονίας ὅπως δαψιλὴς γένηται, καὶ οὐκ ἄλλου τινὸς ἀνθρωπίνου χάριν γέγονε τὰ τῆς συμβουλῆς. | |
14n | 2 Kor 10, 3—7 | |
15 | Τὸ προκείμενον νόησιν ἔχει τοῦ ἐν ἑτέρᾳ ἐπιστολῇ γραφομένου ἔχοντος οὕτως· ἐπὶ γῆς περιπατοῦντες ἐν οὐρανῷ ἔχομεν τὸ πολίτευμα· καὶ γὰρ ταὐτὸν εἴη τὸ κατὰ σάρκα καὶ ἐπὶ γῆς περιπατεῖν, καὶ τὸ μὴ κατὰ σάρκα στρατεύεσθαι τοῦ τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. κατὰ σάρκα δὲ στρα‐ | |
20 | τεύεσθαι λέγει οὐ πάντως τοὺς εἰς πόλεμον παρεσκευασμένους, ἀλλὰ γὰρ καὶ τοὺς σαρκίνους καὶ διὰ τοῦτο πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν, οἷοι ἦσαν περὶ ὧν εἴρηται· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. οἱ τούτους ὑπεραναβεβηκότες ὡς τὸ φρόνημα καὶ | |
25 | τὰ ἔργα τῆς σαρκὸς πάλιν κατὰ πνεῦμα στρατεύονται τῷ βασιλεῖ τῶν ὅλων Χριστῷ. διὸ ἵνα ἀρέσωσι τῷ στρατεύσαντι, οὐκ ἐμπλέ‐ κονται ταῖς τοῦ βίου πραγματείαις, τοῦτ’ ἔστι τοῖς ὑλικοῖς. ἀμέλει γοῦν ἃ φέρουσιν ὅπλα οὐκ αἰσθητὰ καὶ σωματικά—ἀσθενῆ γὰρ ταῦτα—ἀλλὰ δυνατὰ τῷ θεῷ εἰσιν. καθαιροῦσι γοῦν οἱ | |
30 | χρώμενοι τούτοις τὰς ὀχυρότητας τῶν ἀπατηλῶν λόγων πάνυ σοφιστικῶς κατεσκευασμένων πρὸς τῶν ἑτεροδόξων, ἀλλὰ καὶ τὰ ὄντα ἐν τοῖς λόγοις τούτοις ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενα· οἱ γὰρ ἀντιταττόμενοι τῇ γνώσει τῆς ἀληθείας, ἀσεβῆ καὶ ἄθεα δόγματα παρεισάγοντες, τῇ δεινότητι τῶν λόγων φρούρια | |
35 | ὀχυρὰ οἰκοδομοῦντες, ἔνδον αὐτῶν χωροῦντες ἡγοῦνται εἶναι ἀκατα‐ | 36 |
37 | μάχητοι. πρὸς τούτοις ἃ διδασκαλικῶς δῆθεν σὺν φαινομένῃ ἀποδείξει προφέρουσι μάταιον ὕψος ἔχοντα, ψευδεῖ νοήσει ἐπαίρεται ὡς ἀνωτέρω χωροῦντα τῆς ἐκκλησιαστικῆς γνώμης ὀνομαζομένης «γνώσεως θεοῦ». αὐτὸς γὰρ αὐτοῖς τοῖς ἀξίοις παρέχει. ἕνεκα γοῦν τοῦ καθαιρῆσαι τὰ | |
5 | προειρημένα ὑψώματα καὶ ὀχυρώματα, ἐνδυσάμενοι τὴν παν‐ οπλίαν τοῦ θεοῦ κατὰ πνεῦμα, τῷ εἰρημένῳ τρόπῳ στρατευόμεθα. διαλύομεν γοῦν τοὺς σοφιστικοὺς αὐτῶν λόγους, καὶ τὰ δόγματα διελέγχομεν. ἀμέλει γοῦν πᾶν νόημα τῶν ἠπατημένων κεκρατημένων ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ ἀνατραφὲν ἐν χώρᾳ τῇ ἐκείνων | |
10 | αἰχμαλωτίζοντες φέρομεν πρὸς τὸ ὑπακοῦσαι τῷ Χριστῷ. δυνατὸν ἐκλαβεῖν καὶ οὕτως· πᾶν νόημα τὸ ὅπως ποτὲ ἔν τινι διδασκαλίᾳ φερόμενον ἀνάγκῃ καὶ βίᾳ μετοικίζοντες πρὸς τὸ πεῖσαι ὑπακοῦσαι τῷ Χριστῷ φέρομεν. οὕτω γὰρ τὸ Ἀθήνησιν ἀνακείμενον βωμῷ ἐπίγραμμα, ἐμφαῖνον πολλῶν θεῶν νόημα, ἑλκύσας ὁ ταῦτα γράφων μετήνεγκεν εἰς | |
15 | τὸν μόνον ἀληθινὸν θεόν, φήσας· ὃν οὐκ ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ἀγνοούμενον δὲ πλῆθος θεῶν ἐδήλου τὸ ἐπίγραμμα. ὅταν οὖν πᾶν νόημα αἰχμαλωτισθῇ εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τὸ τηνικάδε ἑτοίμως ἕξομεν κατὰ πάσης παρακοῆς ἐπαγαγεῖν ἐκδίκησιν, ὥσπερ οἱ αἰχμαλώτους λαβόντες | |
20 | ἐν τῷ νενικηκέναι ἔθνος τι θαρραλέοι γίνονται εἰς τὸ ὑποσκάψαι τὴν χώραν ἐκείνων. Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ὅταν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέπετε. διαφόρως δέ ἐστιν ἐπιστῆσαι τῇ λέξει ταύτῃ· εἰ μὲν γὰρ προστακτικῶς ἐκφέροιτο, | |
25 | σημαίνει τόδε· ὅταν διὰ συγκαταθέσεως τῆς πρὸς τὴν θείαν διδασκαλίαν πληρωθῇ ὑμῶν ἡ ὑπακοή, ὦ Κορίνθιοι, τὰ κατὰ πρόσωπον σκοπεῖτε· οὕτω γὰρ γνώσεσθε τοὺς δορὰν προβάτου περικειμένους, ἔνδον ὄντας λύκους ἅρπαγας, καὶ τοὺς ὄντως γνησίους διδασκάλους, οἷς εἴρηται· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὕτω δὲ σκοπήσασιν ὑμῖν | |
30 | γνωσθήσονται οἱ ἀπατεῶνες οὓς καὶ ἐκβαλεῖτε, καὶ οἱ ἀληθῶς ἀπόστολοι Χριστοῦ οἷς καὶ πεισθῆναι προθύμως ἐθελήσατε. τούτῳ συνᾴδει τὸ ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. εἰ δὲ ὁριστικῶς ἐκφέροιτο τὸ κατὰ πρόσωπον βλέπετε, τοιαύτην ὑπο‐ βάλλει νόησιν· τὴν διάθεσιν τῶν διδασκάλων καὶ τῶν μαθητῶν τὴν | |
35 | δύναμιν κρίνετε, εἰς τὸ πρόσωπον ἀεὶ τῶν λεγόντων ἀτενίζοντες, ἀπατώ‐ | |
μενοι πρὸς τῶν μόνης τῆς ἔξω φανείας ἐπιμελουμένων. ἄν τις οὖν | 37 | |
38 | λύκος ὢν ἐπιψεύσηται εἶναι πρόβατον μόνον κώδιον ἐπιφερόμενος, τοῦτον δέχεσθε ψευδαπόστολον, καὶ τὸν δὲ προφήτην ὄντα ὡς ἀπόστολον καὶ προφήτην. ἀμέλει γοῦν τινες προσποιησάμενοι εἶναι Χριστοῦ μαθηταί, ἀληθείᾳ δὲ ὄντες γνώριμοι τοῦ μετασχηματιζομένου | |
5 | εἰς ἄγγελον φωτός, ἀπάτην ἐποίησαν παρ’ ὑμῖν τισιν, ὡς οὐκ οὔσης ἀναστάσεως νεκρῶν οὐδὲ τῆς λογικῆς ψυχῆς ἐπιδιαμενούσης μετὰ τὸν τοῦ σώματος χωρισμόν. ἀμφιβόλως τοίνυν ἔχοντος τοῦ πῶς ἐξενήνεκται, τοῦ κατὰ πρόσωπον βλέπετε, τῆς προτέρας νοήσεως κρατούσης διδασκαλικῶς. | |
9n | 2 Kor 10,17—18 | |
10 | Ἐλέγξας αὐτάρκως τοὺς τἀναντία διδάσκοντας ὡς μάτην αὐχοῦντας εἶναι Χριστοῦ, ἀναγκαίως ἐπήγαγεν δεῖν καυχᾶσθαι ἐν κυρίῳ τὸν ἀμέμπτως καὶ εἰλικρινῶς δόξης ἐφιέμενον· οὐ γὰρ ὁ ἑαυτὸν ἀπο‐ δεικνὺς εἶναι δόκιμον πάντως ἐστὶ τοιοῦτος, ἀλλ’ ὃν ὁ κύριος διὰ μαρτυρίας συνέστησεν. ἀμέλει γοῦν ὁ περὶ τὸν Φαρισαῖον λόγος ὃς φήσας· οὐκ | |
15 | εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, οὐ δόκιμος ἀλλ’ ἀδόκιμος ὤφθη, δικαιωθέντος παρ’ αὐτὸν τοῦ ἐξαγορεύσαντος τὰ ἴδια ἁμαρτήματα τελώνου. οἱ δὲ ἅγιοι δόκιμοι καὶ ἀναντίρρητοι τυγχάνουσι συσταθέντες ὑπὸ θεοῦ. τῷ γοῦν γράφοντι τὰ προκείμενα ἐμαρτύρησεν εἰπὼν περὶ αὐτοῦ τῷ Ἀνανίᾳ· σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. ἀλλὰ | |
20 | καὶ τοῖς ἀποστόλοις πᾶσιν ἡ ὑπὸ τοῦ σωτῆρος γενομένη ἐκλογὴ μαρτυρεῖ, ὡς καὶ αὐτοὺς μὴ ἑαυτοὺς συνεσταλκέναι, ἀλλ’ ἐκ θεοῦ ἐσχηκέναι τοῦτο. | |
21n | 2 Kor 11,1—3 | |
22 | Δείξας ὡς οὐ σοφῶν ἀλλ’ ἀφρόνων ἐστὶ τὸ αὑτοὺς ἐπαινεῖν, καὶ ὅτι Κορίνθιοι μᾶλλον ὑπὸ τῶν τοιούτων ψυχαγωγοῦνται, φησὶ πρὸς αὐτούς· ὤφελον ἀνείχεσθέ μου λέγοντος περὶ ἐμαυτοῦ ὃ κἀκεῖνοι λέγουσι | |
25 | περὶ ἑαυτῶν· καὶ γὰρ ἔχων ἀληθῆ πολλὰ γράφειν παρῃτησάμην ἄν, ἐπιστάμενος ὡς ἀφρόνων τυγχάνει τὸ περιαυτολογεῖν. ἀλλ’ ἐπεὶ ἀνέχεσθε τῶν οὕτω λεγόντων, ἐρῶ κἀγώ, οὐχ ὅπως ἔπαινον θηρεύσω, ἀλλ’ ὠφελείας ὑμῖν αἴτιος γένωμαι· κατὰ θεὸν γὰρ ὑμᾶς ζηλῶ, οὐ βουλόμενος φθαρήσεσθαι τὰ νοήματα ὑμῶν πρός τινος τῶν κακὰ λεγόν‐ | |
30 | των. καὶ ἀκολούθως γε τὸν προειρημένον ζῆλον ἔχω, ἐπείπερ τῷ ἀληθῶς ἑνὶ ἀνδρὶ Χριστῷ ἐμνηστευσάμην τὴν ἐκκλησίαν ὑμῶν οὖσαν παρ‐ θένον ἁγνήν. δέος δέ, μὴ ὡς τὴν μητέρα τοῦ γένους ἡμῶν ἔφθειρεν ὁ ὄφις πανουργίᾳ χρησάμενος, φθαρῆτε καὶ ὑμεῖς ὑπὸ ψευδοδιδασκάλων | |
δι’ ἀκεραιότητα ἣν ἔχετε· εὐφήμως δὲ ταύτην εὐχέρειαν οὖσαν ἁπλό‐ | 38 | |
39 | τητα ὠνόμασεν. γνώσεται δέ τις ὡς πανουργίᾳ τοῦ ὄφεως ἐξηπατήθη Εὔα, ἐπιστήσας ὡς παρεποίησε τὴν θείαν ἐντολὴν τοῦ θεοῦ εἰπόντος· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ 〈καὶ τὰ ἑξῆσ〉. τὸ γὰρ προσταγὲν καθ’ ὅλου εἰς τὸ ἀντικείμενον σοφιστικῶς μετήγαγεν. | |
4n | 2 Kor 11,7—10 | |
5 | Ἢ δοκεῖτε ὅτι δωρεὰν τὸ εὐαγγέλιον ὑμῖν διακονήσας ἥμαρτον ἐμαυτὸν ταπεινῶν; κατηγόρησα ἐμαυτοῦ, ὅπως δόξητε ὑψοῦσθαι, ἐπὶ τῷ δῆθεν ἀληθεύειν κατ’ ἐμαυτοῦ ὡς ἡμαρτηκότος, ἐπεὶ μὴ ἔλαβον μισθὸν τοῦ εὐαγγελίου. ἴστε δὲ ὅτι οὐ μόνον ἀποδημῶν ὑμῶν παρ‐ ῃτησάμην λαβεῖν τι, ἀλλὰ καὶ παρὼν τῇ πατρίδι ὑμῶν, ὑστερηθεὶς | |
10 | τῶν ἀναγκαίων ἐπιλειψάντων, οὐ φορτικὸς γεγένημαι ἄλλων ἐκκλησιῶν τὴν χρείαν ἀποπληρωσασῶν· καὶ γὰρ οἱ ἀπὸ Μακεδονίας πρὸς μὲ ἐλθόντες ἀδελφοὶ τὰ πρὸς τὰς χρείας παρέσχον. αὕτη δὲ ἡ παρρησία σώζεταί μοι πρὸς πάσας τὰς τῆς Ἀχαΐας ἐκκλησίας· φυλάξω δὲ αὐτὴν ταύτην τὴν πρόθεσιν, ἵνα ἐν παντὶ ἀβαρῆ ὥσπερ | |
15 | ἐτήρησα ἐμαυτὸν καὶ τηρήσω. | |
15n | 2 Kor 11,12 | |
16 | Οὐ γὰρ μισοῦντες τοῦτο πράττομεν, ἀλλ’ ἵνα ἐκκόψωμεν πᾶσαν πρόφασιν τῶν ποθούντων ἀφορμὰς εὑρίσκειν διαβολῆς, ἵνα κἂν αὐχεῖν δοκῶσι τὸ μὴ λαμβάνειν τι παρά τινος οἱ ἀπατεῶνες, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· οὐ γὰρ ἡμεῖς ὡς ἐκεῖνοι, ἀλλ’ αὐτοὶ ὡς ἡμεῖς εὑρεθήσονται. | |
20 | εἰ δὲ ἔστιν ἀληθεύοντα παρρησιάσασθαι, τῷ δοκεῖν ὡς ἡμεῖς εὑρίσκονται· ἡμεῖς γὰρ ἀληθεῖ προθέσει μετερχόμεθα τὴν λεχθεῖσαν οἰκονομίαν, αὐτοὶ δὲ ἐπιμορφαζόμενοι τὸ καλὸν οὐκ εἶναι τοιοῦτοι, ἀλλὰ δοκεῖν εἶναι ποθοῦντες. | |
23n | 2 Kor 11,13—15 | |
24 | Οἱ τῷ ὄντι ἀπόστολοι ἐργάται ἄνευ προσθήκης εἴρηνται ἐν τῷ | |
25 | δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐργάτας ἐκβάλῃ, καὶ ἔτι ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. οὗτοι δὲ περὶ ὧν γράφω, ἐνταῦθα μὲν ἐργάται δόλιοι, ἐν ἄλλῃ δὲ ἐπιστολῇ ἐργάται κακοὶ ὀνομάζονται. μετασχηματίζονται οὖν εἰς ἀποστόλους Χριστοῦ, οὐκ ὄντες τοιοῦτοι ἀλλὰ σχήματι | |
30 | μόνῳ ἀπατῶντες, προαίρεσιν τὴν αὐτὴν ἔχοντες τοῖς ψευδοπροφήταις οἳ τὴν γνώμην λύκοι ἅρπαγες ὄντες περιβάλλονται κώδια, ἵνα δόξωσιν | |
εἶναι πρόβατα. τοῦτο εἰπὼν περὶ αὐτῶν δείκνυσιν ὡς οὐ παράδοξον | 39 | |
40 | τὸ εἰρημένον· εἰ γὰρ ὁ αἴτιος τυγχάνων τοῦ τοιούτους αὐτοὺς εἶναι— διάβολος δὲ οὗτος—ὑποκρίνεται ἄγγελος εἶναι φωτός, σκότους ὑπάρχων, ἀκολούθως οἱ πρὸς αὐτοῦ εἰς τὸ πλανᾶν ὁδηγούμενοι μετα‐ χαράττουσιν ἑαυτοὺς ὡς ὑποληφθῆναι ἀκεραίοις, ὅτι διάκονοι | |
5 | δικαιοσύνης εἰσίν. ἰστέον ὅτι τὸ μετασχηματίζεσθαι τὸν σατανᾶν εἰς ἄγγελον φωτὸς καταχρηστικώτερον εἴρηται· κυρίως γὰρ μετασχηματισμὸς ἐπὶ σωμάτων ἀμειβόντων σώματα κατηγορεῖται. μᾶλλον οὖν ἡ προκειμένη λέξις δηλοῖ τὸν ἐπιμορφαζόμενον τὸ φῶς ἀγνοίας καὶ τοῦ λοιποῦ σκότους πλήρη ὄντα. ἐὰν δὲ σκότους ἀκούῃ τις | |
10 | εἶναι τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτός, μὴ κατ’ οὐσίαν εἶναι αὐτὸν τοιοῦτον ὑπολαμβανέτω—ἀσεβὴς γὰρ ἡ δόξα αὕτη Μανιχαϊκὴ οὖσα—· ὁ γὰρ διάβολος ἰδίᾳ προθέσει κακὸς καὶ σκότος ἐστίν, ὡς αὖ ἰδίᾳ προαιρέσει χάριν τοῦ ἀπατῆσαι ὑποκρίνεται τὸ φῶς, ἵν’ ἀρετὴν καὶ γνῶσιν ἔχειν νομισθῇ. κἂν τοίνυν ἀπατῶσί τινας τῷ | |
15 | μετασχηματίζεσθαι εἰς τὰ προειρημένα, ἀλλ’ οὖν τέλος κατάλληλον τοῖς πράττουσιν ἕξουσι, σὺν διαβόλῳ εἰς τὸ πῦρ τὸ αἰώνιον ὡς διάκονοι αὐτοῦ ἀπελευσόμενοι. | |
17n | 2 Kor 11,21—22 | |
18 | Ἡ ἐνταῦθα λεγομένη ἀφροσύνη οὐ καθάπαξ ἐστὶ τοιαύτη· οἰκονομικῶς γὰρ ἐπιτελουμένη σφοδροτάτης συνέσεώς ἐστι πλήρης. ἀπο‐ | |
20 | δίδωσι πρὸς τὸ ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι, τὸ Ἑβραῖοί εἰσι καὶ Ἰσραηλῖται καὶ Ἀβραὰμ σπέρμα; κἀγώ. προηγουμένη δὲ αὐτῷ δόξα τὸ πνευματι‐ κῶς εἶναι ταῦτα. | |
23n | 2 Kor 12,1—5 | |
24 | Μετελήλυθεν εἰς τὸ ἀπαγγεῖλαι ὑπαρχθείσας θεοπέμπτους ὀπτα‐ | |
25 | σίας καὶ ἀποκαλύψεις, καὶ ταύτας μὲν ἐπὶ μέγεθος θεότητος ἐμφαίνων οὐχ ἑαυτῷ προσῆψεν, ἀλλ’ ὡς περὶ ἑτέρου ἀπαγγέλλει, τὰ τῆς ἀσθενείας καυχήματα εἰς ἴδιον πρόσωπον τάξας. εἰκότως δὲ τῷ ἐν Χριστῷ ἀνθρώπῳ ἀνέθηκε τὴν ἐγκειμένην θεωρίαν, ἵνα δείξῃ ὅτι οὐχ ἑτέρως ἐστὶν ἀξιωθῆναι τηλικούτων ἀλλ’ ἢ ἐν θεῷ λόγῳ σοφίᾳ | |
30 | τε καὶ ἀληθείᾳ καὶ ἁγιασμῷ γεγενημένῳ· πάντα γὰρ ταῦτα ὁ Χριστός ἐστιν. οὗτος ὁ ἐν Χριστῷ ἄνθρωπος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἐν τῷ παραδείσῳ· πότερον ἐν σώματι | |
ἢ ἐκτὸς τούτου οὐκ οἶδα. καὶ ὁ μέν τις ἐρεῖ ἑκατέρως δυνατῶς | 40 | |
41 | ἔχειν τὸ γραφόμενον· ἡρπάγη γὰρ καὶ Ἡλίας ἐν σώματι τυγχάνων, καὶ ἀνελήφθη Ἀμβακοὺμ ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν Βαβυλῶνα τὸ σῶμα φορῶν, μετέβη μετεωρισθεὶς ὑπὸ ἀγγέλου βουλήσει θεοῦ. ἕτερος δέ φησιν· ὥσπερ ἐπὶ τῆς γῆς τις περιπατῶν ἐν οὐρανῷ τὸ πολίτευμα | |
5 | ἔχειν δύναται, ἀλλὰ καὶ συγκαθίσαι Χριστῷ ἐν τοῖς ἐπου‐ ρανίοις, οὕτω περικείμενός τις τὸ σῶμα ἔτι οἷός τε ἐστι νοῦ ὀπτασίᾳ ποδηγούμενος ἐν οὐρανῷ καὶ τῷ παραδείσῳ γενέσθαι. ἄλλος δέ τις ἐρεῖ, ὅτι εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος γράφειν αὐτὸν οὐ περὶ τοῦ ἰδίου σώματος οὗ περίκειται ἡ ψυχή, ἀλλὰ περὶ τοῦ καθ’ | |
10 | ὅλου, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον· ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ εἰς τὸν παράδεισον, πότερον δὲ σῶμα ταῦτα ἢ ἀσώματον, οὐκ οἶδα· ἀνάκειται γὰρ ἡ εἴδησις τούτων τῷ πατρὶ τῆς σοφίας, θεῷ. ἔχει δὲ καὶ τὸ ἕως τρίτου οὐρανοῦ ἀμφιβολίαν· σημαίνεται γὰρ ἐκ τῆς ἀμφιβολίας ὁτὲ μὲν τὸ πλειόνων ὄντων οὐρανῶν ἕως τρίτου | |
15 | γεγονέναι αὐτὸν ἐπὶ τῷ τὰ ἐκεῖσε πράγματα κατανοῆσαι—ἀριθμείσθω δὲ οὗτος ἀπὸ τοῦ στερεώματος· οὗτος γὰρ πρῶτος οὐρανὸς τοῖς ἀνα‐ λαμβανομένοις ἅπαντα—, ὁτὲ δὲ τὸ ἑνὸς ὄντος οὐρανοῦ μέχρι τρίτου μορίου αὐτὸν ἐφθακέναι. ὁποτέρως δὲ ἔχει, θεὸς ἂν εἰδείη καὶ ᾧ ἂν αὐτὸς φανερώσῃ· ὅμως δύο ἁρπαγαί εἰσι δηλούμεναι ἕως τρίτου | |
20 | οὐρανοῦ καὶ ἕως εἰς τὸν παράδεισον. λεκτέον δὲ πρὸς τοῖς εἰρημένοις, ὡς οὐδὲν εἶπεν περὶ τοῦ τρίτου οὐρανοῦ ὡς ἀκηκοώς τι ἢ θεασάμενός ἐστιν· περὶ γὰρ τοῦ ἀπαγγείλαντος ὡς ἤκουσεν ἐν αὐτῷ ἄρρητα ῥήματα, ἃ μὴ δυνατὸν ἀνθρώπῳ εἰπεῖν—εἰ μὴ ἄρα κατὰ κοινοῦ τις λάβῃ τὸ «ἤκουσα ἄρρητα ῥήματα ἔν τε τῷ τρίτῳ | |
25 | οὐρανῷ ἢ οὐρανοῦ καὶ εἰς τὸν παράδεισον». ὁποτέρως δ’ ἂν ἔχοι, δηλοῦται ὅτι παιδευτήριον θείων μαθημάτων ὁ παράδεισός ἐστιν. τί δὲ βούλεται καὶ τὰ ἄρρητα ῥήματα; ἴστεον ὅσον ἐπὶ τῷ μὴ συλλαβαῖς καὶ φωναῖς χρᾶσθαι τὸν λέγοντα αὐτά, ἄρρητα τυγχάνειν, ὅσον δὲ ἔχουσι τὸ ἀληθὲς ἐν θείᾳ νοήσει τὴν ὑπόστασιν ἔχοντα, ῥήματά ἐστιν· | |
30 | ἀκούεται δὲ ταῦτα οὐκ αἰσθήσεως ἀντιλήψει ἀλλὰ θεωρίᾳ νοήσεως θείας. ἀμέλει γοῦν ὁ θεὸς λόγος αὐτὸς ὢν ὁ Χριστός, οὐ Παύλῳ ἀλλ’ ἐν Παύλῳ λαλεῖ· οὕτω δὲ ἐδίδασκε καὶ πρὸς ἕκαστον τῶν προφητῶν γινόμενος. εἰ τοίνυν ἐν τοῖς ἁγίοις λαλεῖ ὁ σωτήρ, ἄρρητά ἐστι τὰ λεγόμενα· εἰ γὰρ ῥητὰ ἦν, ἔπληττεν αὐτῶν τὴν ἀκοήν, καὶ οὐκ ἐν αὐτοῖς | |
35 | ἀλλ’ αὐτοῖς ἐλάλει. εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἀκοῦσαι μὲν γὰρ ἀνθρώπῳ δυνατὸν νόησιν πεφωτισμένην ἔχοντι, λαλῆσαι δὲ αὐτὰ ἀδύνατον φωναῖς καὶ συλλαβαῖς· τούτων γάρ εἰσι | |
λαλητικοί. τὸ ἐξὸν ἀντὶ τοῦ δυνατὸν εἴρηται, οὐκ ἐνταῦθα μόνον ἀλλὰ | 41 | |
42 | καὶ ἐν ἑτέραις ἐπιστολαῖς τοῦ ταῦτα γράφοντος· τὸ γὰρ πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει, ἴσον ἐστὶ τοῦ πάντα δύνασθαι. Εἰπὼν δὲ τὰς θείας ἀποκαλύψεις καὶ ὀπτασίας ἀναγκαίως ἐπήγαγεν· | |
5 | ὑπὲρ τοῦ τοιούτου ὄντος ἐν Χριστῷ ἀνθρώπου καυχή‐ σομαι, ὑπὲρ δὲ ἐμαυτοῦ ἐν μόνοις τοῖς προειρημένοις ἀσθενήμασι παρρησιάζομαι. ταῦτα δὲ λέγων οὐκ ἄλλος ἐστὶ τοῦ θεωρήσαντος τὰς ὀπτασίας· πλὴν εἰ καὶ ὁ αὐτός ἐστιν, ἐπινοίᾳ διαφέρει, πῆ μὲν νοούμενος ὡς ἄνθρωπος ἀσθενὴς διὰ τὴν τῆς συγκαταβάσεως | |
10 | πρόθεσιν, πῆ δὲ ὡς ὑπεραναβεβηκὼς καὶ ἐν Χριστῷ ὢν διὰ τὴν θεωρίαν. | |
11n | 2 Kor 12,7—9 | |
12 | Ἕτεροι δὲ μὴ βουλόμενοι ἀφορμὴν διδόναι καὶ μηδένα τρόπον ἰσχύειν τὸν πονηρὸν ἐμποιεῖν τινα νοσήματα, μηδὲ ἀνεχόμενοι τοὺς τελείους ἄνδρας περὶ πολλοῦ ποιεῖσθαι τὴν τοῦ σώματος ὑγείαν—ἴσασι | |
15 | γὰρ κατεξανίστασθαι τῶν ἐπιπόνων—φήσουσιν· πολλὰς καὶ μεγάλας θεωρίας εἰληφώς τις, εἰ μὴ νύττοιτο ὑπὸ ἀνθρωπίνης ἀσθενείας, μέγα φρονήσει ἐφ’ ἑαυτῷ. ὅπως ἂν μὴ ἔχοι χώραν, ἡ φρουροῦσα τὸ ἡγεμονι‐ κὸν θεοῦ δύναμις πολλάκις οἰκονομεῖ τὸν φρουρούμενον ἔξω γενέσθαι τῆς ὑπ’ αὐτῆς σκέπης, ὡς παρείσδυσιν λαβεῖν ἀνθρώπινον λογισμόν. καὶ | |
20 | ἐπεὶ μυσάττονται οἱ τέλειοι ἄνδρες καὶ τὸν ἐν διανοίᾳ μολυσμόν, μέγαν κόνδυλον ἔχειν οἴονται, κἂν ἐνθύμημά τι ὑποβληθῇ αὐτοῖς ὑπ’ ἀγγέλου σατανικοῦ. ἀμέλει γοῦν παρακαλοῦσι καὶ ἀπὸ κρυφίων καθαρισθῆναι καὶ μηδὲν αὐτοῖς συνειδέναι φαῦλον. καὶ ὅτι τοῦτο οὕτως ἔχει, κονδυλι‐ ζόμενος ἔγνω καταφυγεῖν θεῷ, ὡς δηλοῖ γράψας· ὑπὲρ τούτου τοῦ | |
25 | ἐνοχλοῦντος σατανικοῦ ἀγγέλου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα μακράν μου γένηται. καὶ εἶπεν μοι ὃν παρεκάλεσα κύριος· ἀρκεῖ σοι ἡ χάρις μου· γνώσῃ γὰρ δι’ αὐτὴν ὡς οὐκ ἰδίᾳ δυνάμει, ἀλλ’ ἡμετέρᾳ συνεργείᾳ ἡ τελείωσις ὑπάρχει. περὶ τοῦ τρὶς παρεκάλεσα ὁ μέν τις ἐρεῖ δηλοῦσθαι τὸ πολλάκις· ἀπὸ γὰρ τοῦ τρὶς τὸ πλῆθος· τὰ | |
30 | γὰρ τρία πολλά. | 42 |
43(1n) | 2 Kor 12,19—13,1 | |
1 | Μὴ δόξητε ὅτι ὑμῖν ἀπολογούμεθα· οὐ γὰρ ἀνθρώποις προηγουμένως ἀρέσκειν προτεθείμεθα ἀλλ’ ἢ τῷ θεῷ. προνοοῦμεν γοῦν καλὰ ἐνώπιον τοῦ θεοῦ καὶ δευτέρως ἐπίπροσθεν ἀνθρώπων, ἵνα ὦμεν τῷ θεῷ πεφανερωμένοι πείθοντες ἀνθρώπους ὀρθῶς βίῳ καὶ λόγῳ | |
5 | καταλλήλῳ· ἐν γὰρ Χριστῷ φθεγγόμενοι ἐπίπροσθεν θεοῦ, ὡς ὁρῶντες αὐτοῦ τὸν λογισμόν, πάντα πράττομεν καὶ λέγομεν. θαρρῶ οὖν ὅτι γνησίως ἀναγνόντες καὶ ταύτην τὴν ἐπιστολήν, καταλαλιῶν ἀφέξεσθε, τὸ ψιθυρίζειν παραιτησάμενοι ὡς δουλοπρεπές· δούλων γὰρ ἀπαρρησιάστων καὶ γογγυστῶν τὸ τόλμημα. ἀλλὰ καὶ τὰς φιλονεικίας | |
10 | καὶ τὰς ἐξ αὐτῶν γινομένας ἔριδάς τε καὶ ἐριθείας ἀποστράφητε· οὕτω γὰρ ἀκολουθήσει τὸ εὑρίσκεσθαι ὑμῖν οἷον ποθεῖτε. μετεωρίζεται γὰρ καὶ ἄγαν γαυριᾷ διδάσκαλος εὐπορῶν ἀκροατῶν ἐν οἷς σοφίαν εἰπεῖν δύναται, ὡς αὖ συστέλλεται ταπεινούμενος, ὅταν οἱ προσιόντες ἐπιπλήξεων καὶ ἐλέγχων δέωνται ἐφ’ οἷς πράττουσι κακῶς. εἰ γὰρ πορνείαν καὶ | |
15 | ἀκαθαρσίαν καὶ τὴν ἑπομένην ἀσέλγειαν πράττοντες οὐ μετανοοῦσιν, τεθνήκασι τὸν ψυχῆς θάνατον, ὡς τὸν κηδεμονικὴν διάθεσιν πρὸς αὐτοὺς ἔχοντα πενθεῖν αὐτοὺς μᾶλλον ἢ οἱ τὰ κενοτάφια οἰκοδομοῦντες τοῖς ἀποφοιτήσασι φιλοσοφίας· φιλεῖ γὰρ αἴσθησις ἐγγίνεσθαι τοῖς ἁμαρ‐ τάνουσιν, ὅταν ἕτεροι ὑπὲρ αὐτῶν πενθῶσιν ὀλοφυρόμενοι. δύναται καὶ | |
20 | κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς πενθοῦντας μακαρίζειν ὁ σωτήρ, ἐπείπερ μετὰ τὴν ἐκ τοῦ πενθεῖν κάκωσιν θεόθεν παρακληθήσονται. διὰ δὲ τοῦ εἰπεῖν μὴ πάλιν ἐλθὼν ταπεινωθῶ, δείκνυσιν ὅτι καὶ ἐν προτέρᾳ πρὸς αὐτοὺς ἀφίξει τοῦτο πέπονθεν ἱκανῶς πρὸς μετάνοιαν προτρεψάμε‐ νος. ἀναγκαίως οὖν ἐπήγαγεν· ἰδοὺ τοῦτο τρίτον ἔρχομαι | |
25 | πρὸς ὑμᾶς, ἵνα τὴν τρίτην ἐπιδημίαν ἀντὶ τριῶν μαρτύρων ἔχοντες βεβαιοῦσθε. εἰ γὰρ ἐπὶ στόματος μαρτύρων δύο ἢ τριῶν πᾶν ῥῆμα κατὰ κρίσιν ἐκφερόμενον ἵσταται, τοῦτ’ ἔστι πληροῦταί τε καὶ βεβαιοῦται, οὕτως ἐχρῆν διὰ τῶν δύο ἐπιδημιῶν ὧν πεποίηκα βεβαίους ὑμᾶς ὑπάρχειν. ἐπειδὴ δὲ ἀκμὴν χρῄζετε τοῦ βεβαιωθῆναι, καὶ | |
30 | τρίτον ἔκρινα ἀπαντῆσαι ὑμῖν. | |
30n | 2Kor 13,10 | |
31 | Εἶχον ἐξουσίαν ἐπὶ τῷ οἰκοδομεῖν ὑμᾶς αὐτοὺς πόλιν καὶ ναὸν θεοῦ· ταύτην δὲ τὴν ἐξουσίαν καρποφορεῖν θέλω, δι’ ὧν γράφω διδάσκων | |
ὅτι οὐ πρὸς καθαίρεσιν τὴν ἐξουσίαν, ἀλλὰ τοῦ οἰκοδομεῖν ἔχω. | 43 | |
44(1n) | 2 Kor 13,11 | |
1 | Μετὰ πᾶσαν προτροπὴν συμβουλεύει, ὁμοφροσύνην ἀναλαβόντας αὐτοὺς σπεύδειν ἐπὶ τέλος ἀγαθόν, ἀπαρτιζομένους ἀναλήψει γνησίας ἀρετῆς τε καὶ πίστεως· οὕτω γὰρ στηριγμὸν ἕξουσι τὸ αὐτὸ φρονοῦντες, εἰρήνην ἄγοντες ἐπὶ τῷ τὴν τοῦ θεοῦ ἀγάπην χώραν λαβοῦσαν παρ’ | |
5 | αὐτοῖς γίνεσθαι. ταύτης γὰρ ἡ παρουσία τὸ ἀμετακίνητον αὐτοῖς περι‐ ποιήσει, ὡς ἕκαστον μιμούμενον τὸν διδάσκαλον εἰπεῖν· τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ; καὶ τὰ ἑξῆς. | |
8n | 2 Kor 13,12—13 | |
9 | Δυνάμει τοῦτο λέγει· οὕτως ἐπίστανται ὑμᾶς οἱ ἅγιοι πάντες | |
10 | ὡς καὶ ἀσπάζεσθαι ὑμᾶς, ὅθεν γνώριμοι τοιούτων καὶ τηλικού‐ των ἀνδρῶν τυγχάνοντες πράττετε καὶ φρονεῖτε ἃ ἐκεῖνοι ἀποδέχονται. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν· ἀμήν. ἔσται, φησί, τοῖς οὕτως εὐλογημένοις ἡ χάρις τοῦ | |
15 | κυρίου Ἰησοῦ ἤτοι σώζουσα αὐτοῖς ἄνευ ἔργων ἢ κεχαριτωμένους ποιοῦσα. ἔσται δὲ καὶ ἡ ἀγάπη τοῦ θεοῦ μετ’ αὐτῶν καθ’ ἣν ἀγαπᾷ αὐτοὺς ἢ αὐτοὶ αὐτὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, καὶ πρόσεστι ἡ τοῦ ἁγίου πνεύματος κοινωνία πνευματικοὺς καὶ ἁγίους ποιοῦσα τοὺς μετέχοντας αὐτῆς. ἡμεῖς δὲ ἅπαντα ποιοῦμεν καὶ λέγομεν, | |
20 | ὥς φησιν ὁ μακάριος Ἰωάννης, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τοῦ θεοῦ καὶ ἐπιτυχεῖν τῶν μελλόντων ἀγαθῶν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων· ἀμήν. | 44 |