TLG 2102 026 :: DIDYMUS CAECUS :: Fragmenta in epistulam ad Romanos (in catenis)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 1–6.

Citation: Page — (line)

1

(n)

Röm 7
1 Ἀγαθοεργῶν ὁ θεῖος ἀπόστολος εἰκὼν ἀκηλίδωτος ἐγίνετο τῶν μαθητευομένων, ὅτου χάριν καὶ ἐκέκραξεν· μιμηταί μου γίνεσθε, καθὼς καὶ ἐγὼ Χριστο. τοιγαροῦν οὐκ αὐτοῦ ἐστι κατὰ κυριο‐ λεξίαν ὃ ἔφη· οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου τὸ
5ἀγαθόν, ἀλλ’ οὐδὲ τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἀλλὰ ταῦτα καὶ ὅσα τοιαῦτα ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει πρὸς ἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν σφῶν πράξεων σαρκικούς, ψυχικούς, πνευματικοὺς καὶ
10ἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφή, οὕτω δὴ καὶ τὸν διάβολον οὐ μόνον σατανᾶν καὶ ἀντικείμενον καὶ διάβολον καὶ ὄφιν καὶ λέοντα καλεῖν οἶδεν καὶ Βελίαρ, ἀλλὰ γὰρ καὶ σάρκα καὶ νόμον καὶ ἁμαρτίαν καὶ θάνατον· τούτοις γὰρ ἐδουλεύσαμεν διὰ τῆς παρακοῆς καὶ οὐ τῷ Χριστῷ. ὅτου χάριν λέγει·
15ὅτε ἦμεν ἐν τῇ σαρκ, δηλῶν ὡς νυνὶ οὐκέτι ὄντων αὐτῶν ἐν σαρκί, καίπερ ὄντων ἐν σαρκί, ὡς οὐκ ἄρα τὴν σάρκα ἣν περικείμεθα διαβάλλων, ἀλλὰ τὴν ὁμωνύμως αὐτῇ λεγομένην σάρκα, ἧς καὶ ἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ διὰ τοῦ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός·
20ἐπιφέρει γὰρ λέγων· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιό‐ τητι γράμματος. εἰθ’ οὕτως ἤρξατο πάλιν τῆς καθ’ ὑπόθεσιν προσωποποιΐας, ἀρξάμενος ἀπὸ τοῦ τί οὖν ἐροῦμεν; ὁ νόμος
25ἁμαρτία; μὴ γένοιτο· ἕως τοῦ ταλαίπωρος ἐγὼ ἄνθρω‐ πος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν οὕτω
λέγων· τί οὖν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο, καὶ ὅτι ὁ μὲν1

2

νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθ. ἐνταῦθα νόμον λέγει οὐ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, ἀλλὰ τὸν προπαραινετικόν, τὸν τοὺς ἁμαρτάνοντας κολάζοντα. ὅτου χάριν καὶ συνεψηφίσατο αὐτῷ ὡς ὁσίῳ καὶ δικαίῳ
5καὶ ἀγαθῷ. εἰθ’ οὕτως ἤρξατο πάλιν ἐπιλύειν ἀκολούθως οἷς ἀνωτέρω προεῖπεν, λόγον εὐχάριστον προοιμιασάμενος οὕτως· εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. εἶτα πρὸς κατά‐ κρισιν τῶν τοιάδε ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας, λέγει ἐπερωτηματικῶς ἆρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω
10νόμῳ θεο, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας; ἆρα κἀγὼ Παῦλος μεμέρισμαι, πῆ μὲν δουλεύων νόμῳ θεοῦ, πῆ δὲ νόμῳ ἁμαρτίας; ἆρα τὸν Χριστὸν καὶ τὸν Βελίαρ ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν ἐμαυτῷ; ἆρα ἐγὼ ὁ λέγων· ζῶ δὲ οὐκέτι ἐγ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ὁ ἄλλοις προσφωνήσας·
15οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, καὶ δοξάσατε τὸν θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν, αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων ἀγαθόν; ἀλλ’ οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστιν· μὴ γένοιτο· τέκνον γὰρ ὀργῆς καὶ σκεῦος ὀργῆς πρίν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετο
20τίμιον ἐκλογῆς σκεῦος. ἐπεὶ οὖν τὰ προσωποποιηθέντα ῥήματα οὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ τῷ συνταφέντι Χριστῷ διὰ τοῦ βαπτίσματος, διότι τῆς ὀνομαζομένης σαρκὸς ἠλευθερώ‐ θησαν· οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμ παρακοήν, οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία, οὐχ ὁ θάνατος ὁ διὰ τῆς
25ἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ διὰ τῆς ὑπακοῆς τὴν παρακοὴν ἐξαφανίσαντος, καὶ τῷ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγοράσῃ. διὰ τοῦτο ἔφη πᾶς λελυτρωμένος· χάρις δὲ τῷ θεῷ
30διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκ. ὅτι δὲ ταῦθ’ οὕτω καλῶς τεθεώρηται, ἐπιφέρει λέγων ὁ θεῖος ἀπόστολος· οὐδὲν ἄρα
35κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησο· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ τὰ
τούτων ἑξῆς.2

3

Πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωπο‐ ποιΐαν εἰρημένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησεν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν.
5 Τὸ ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρόπον καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος· ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρτία, κατὰ πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα οὔτε λόγῳ οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον
10ἐγίνετο ὀρθόν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ δὲ ὁ θεῖος ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτη‐ μάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει,
15ἀλλ’ ἢ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον. ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ ἀπόστολος ἀπεφήνατο· μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ’ ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενό‐
20μενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ. Ἐπειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἐντολῆς τὸν ἄνθρωπον ἠπάτησεν, καὶ δι’ αὐτῆς τὸν Ἀδάμ, ἀφορμὰς πορισάμενος διὰ τῆς ἐντολῆς. ἔστι δὲ αὕτη· τί ὅτι, φησίν, εἶπεν ὁ θεός· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ οὐ φάγεσθε βρώσει; καὶ
25δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτο, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμο, καὶ ἔσεσθε ὡς θεο, γινώσκοντες καλὸν καὶ πονηρόν. σοφίζεται δὲ αὐτοὺς μείζονι ἐπαγγελίᾳ κατα‐ κρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ· τὸν
30γὰρ ἄνθρωπον ἐξοιστρήσας ἴσα θεῷ ἐθέλει〈ν〉 γενέσθαι, τῆς κατ’ ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παρασχεθείσης ἐντολῆς. ὅτου χάριν ὁ Παῦλος ἔφη· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με. ἵνα δὲ μὴ τὴν ἐντολὴν ἢ τὸν ταύτην δεδωκότα θεὸν αἰτιάσωνταί τινες, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο
35ῥήματι τοιάδε φάσκων· οἴδαμεν δὲ ὅτι ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθ. Ἐπεὶ οὖν οὐδ’ αὐτὴ ἡ ἁμαρτία, τοῦτ’ ἔστιν ὁ διάβολος, φύσει καὶ
οὐσίᾳ ἁμαρτία ἐστίν, ἐπιφέρει λέγων· ἵνα γένηται καθ’ ὑπερ‐3

4

βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τὸ γὰρ κατ’ οὐσίαν τὶ ὂν τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται· ἔστιν γὰρ ὅπερ ἐστίν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστὶν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον εἴτε καθ’ ὑπερβολήν, ἕτερός ἐστι κατ’ οὐσίαν
5τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ πόσον οὐκ οὐσία ἀλλὰ περὶ τὴν οὐσίαν ἐστίν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλουμένη ὑπὸ τοῦ ἀποστόλου ἁμαρτία τὸ πλέον ἐπιδεχομένη ἁμαρτήσειν, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἄρα καὶ τοῦ εἶναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστίν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ’ ὑπερβολὴν ἐν ἀρχῇ κατὰ
10τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία. διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ’ ὑπερβολὴν ἁμαρτωλὸν ἐσομένῳ χρόνῳ σημαίνει οὕτω λέγων· ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρ‐ τία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν· καὶ πῶς ἂν εἴη ἀγαθὴ καὶ δικαία; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς
15αὐτῶν ἁμαρτωλὸς καθ’ ὑπερβολὴν ἐγένετο [ἁμαρτωλὸς] ἡ ἁμαρτία; πρὸς ταῦτα ἀκουέτωσαν ὅτι οὐκ, εἴ τι καταβλάπτεται, ἤδη καὶ ἡ ἀφορμὴ δι’ ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά· οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιόν φαμεν πονηρόν· οὐδ’ ὅτι καθ’ ὑπερβολὴν ὁ διάβολος
20ἁμαρτωλὸς γέγονε τῷ ἐπικεχειρηκέναι κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ἤδη καὶ τὸν υἱὸν τοῦ θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν. Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμο, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. νῦν εἰς τὸ τοῦ Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ὅτι στερηθεὶς τὸν θεὸν ἔχειν ἐν ἑαυτῷ, ἀντὶ τῆς ὄντως ζωῆς θάνατον
25καταλλαξάμενος—καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών· μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπι‐ δημίας ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυτοῦ βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ’ οὐκ ἄναρχος ἢ ἀγέννητος ἡ τοῦ
30θανάτου βασιλεία· ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακοῦσαί τινα. τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν ο· ὃ γὰρ θέλω ἀγαθὸν τοῦτο οὐ ποι, ἀλλ’ ὃ μισῶ τοῦτο πράσσω. εἰ τὸ θέλειν μόνον ἐν ἡμῖν ἔστιν, τὸ δὲ κατεργάζεσθαι τὸ
35θεληθὲν καλὸν οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς θεὸς τὰς ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψεν· τὸ γὰρ αὐτῷ καὶ αὐταῖς φίλον οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσιν· τάχα δὲ οὐδ’ αὐτό, ἄδηλον γάρ. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, κατὰ τοὺς ἀσεβεῖς ἐρῶ· ἄρα οὐκ ἦν οὐδ’ ἔσται ἐν βίῳ τὸ καλόν, οὔτε τίς ποτ’ αὐτὸ
40ἐνήργησεν, εἴγε κατ’ ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώ‐ που ἐκλαμβάνωσιν, ὅτι ὃ θέλω ἀγαθόν, τοῦτο οὐ ποι, ἀλλ
ὃ μισῶ τοῦτο πράσσω. πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ4

5

ἀρετῶν ὀνόματα εὑρέθη; εἰ δέ εἰσιν ἐνεργοῦντες τὸ καλόν, κἂν ὀλίγοι εἶεν οἱ τοῦτο δρῶντες, ἄρ’ οὐχ οἱ πάντες φήσουσιν· οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν· ὃ γὰρ ἠθέλησαν ἀγαθόν, τοῦτο πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες ἐν σαρκὶ ὑπάρχοντες τοῦτο
5ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν ἐν σαρκί εἰσίν, ἄρ’ οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακόν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοεργεῖν οὐ καλὸν παράκειται, προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται,
10ἄρ’ οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα ἡμῶν ἐστι φαῦλα· τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις, ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἀπελογήσατο διὰ τούτου τοῦ λογίου,
15ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ· οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ’ ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω· Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ, τὸν αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκοῦν οὐχ ἡμεῖς ἐσμεν καθὸ σάρκα ἔχομεν πονηροί, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία,
20ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν ψυχῇ μάλιστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος κατὰ τὸ εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα, καὶ κατὰ τὸ Ἀνανία, ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν 〈σου; εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ’ ἡ οἰκοῦσα ἐν
25ἐμοὶ ἁμαρτία· ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον, διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον ὡς φέρε εἰπεῖν οἰκίας ἢ νηός· τὸ δὲ κάτεργον, τοῦτ’ ἔστι τῆς ὕλης ἡ προπαρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τοῦτ’ ἔστιν ὁ σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας, τὴν
30κατασκευήν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς κακίας καθάπερ τοῖς σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ τελεσφορη‐ θῆναι τὸ σπαρέν. καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηρο, ἐκ τῆς γενομένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον· λογισμοὺς καθαιροῦντες καὶ πᾶν
35ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεο. ὥσπερ τοίνυν ταῖς φιλαρέτοις ψυχαῖς τὸ ἅγιον πνεῦμα συγκοπιᾶν λέγεται κατὰ τὸ περισσότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ
ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμο, οὕτω δὴ ἐπὰν ῥᾴθυμος ψυχὴ ταῖς5

6

τοῦ διαβόλου προτροπαῖς πεισθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον· αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προ‐ κατειργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται οὐκέτι ἐγὼ κατερ‐
γάζομαι αὐτ, ἀλλ’ ἡ οἰκοῦσα 〈ἐν ἐμοὶ ἁμαρτία.6