TLG 2102 025 :: DIDYMUS CAECUS :: Fragmenta in Joannem (in catenis) DIDYMUS CAECUS Scr. Eccl. Fragmenta in Joannem (in catenis) Citation: Fragment — (line) | ||
1(n) | Jo 3, 13 | |
1 | Δηλουμένης τινὸς ὑπεροχῆς ἁρμοζούσης θεῷ τῷ ὀνόματι τοῦ οὐρανοῦ κατὰ τὸ «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ» εἰς γῆν ἀφορῶν ὕστερον γενόμενος διά‐ βολος ἐν οὐρανῷ ὤν, ὅτε ἅγιος ὑπῆρχεν, εἶπεν· «εἰς τὸν οὐρανὸν ἀναβήσομαι» ὡς κάτω που τυγχάνων ὡς πρὸς τὸν οὐρανὸν ἐκεῖνον. εἰς τὸν οὕτω καλού‐ | |
---|---|---|
5 | μενον οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ μόνος ὁ τοῦ θεοῦ υἱός, ἐπεὶ καὶ μόνος ἐκεῖθεν καταβέβηκεν, υἱὸς τοῦ ἀνθρώπου διὰ τὴν οἰκονομίαν καλού‐ μενος. κἂν τοίνυν οἱ ἄγγελοι ἀναβαίνοντες εἰς τὸν οὐρανὸν καὶ καταβαίνοντες διὰ κλίμακος ὤφθησαν τῷ Ἰακώβ, ἀλλ’ οὐ περὶ τοῦ οὐρανοῦ τοῦ προειρημένου ἡ ὀπτασία λέγεται τῇ γραφῇ. | |
2(n) | Jo 3, 35—36 | |
1 | Ταῦτα λέγεται περὶ τῶν λογικῶν. καὶ ἐπειδὴ ἐν πᾶσι τούτοις εἰσὶ καὶ χείρονα γενόμενα, ἐπίστησον πῶς ἕξουσι ταῦτα κατάστασιν ἐν τῇ χειρὶ τοῦ υἱοῦ γενόμενα δηλονότι ἀποβαλόντα ἣν εἶχον κακίαν καὶ ἀναλαβόντα ἀρετήν· οὐ γὰρ προσεκτέον τῷ τεθειμένῳ σοφίσματα, πάντα καλεῖσθαι μόνα τὰ | |
5 | ἁγιότητα ἔχοντα. οὐ ταὐτὸν δὲ τὸ μὴ ἔχειν ζωὴν 〈τῷ μὴ ἰδεῖν〉· δηλοῦται τοῦτο ἐκ τοῦ ὄψεσθε τὴν ζωὴν ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν καὶ «οὐ μὴ πιστεύσητε». εἰ ταῦτα ζητήσειέ τις, τί χεῖρον; πότερον τὸ μὴ ὁρᾶν τὴν ζωὴν μηδὲ πιστεύειν αὐτῇ ἢ τὸ μὴ ἔχειν ζωήν, ὁρᾶν δὲ αὐτήν; καὶ ὁ μέν τις ἐρεῖ ὁ ἑκατέρων λειπόμενος φαυλότερος τοῦ τὸ ἓν ἔχοντος. ἄλλος δέ τις λέξει ἔλαττον | 177 |
10 | εἶναι κακὸν τὸ μὴ ὁρῶντα τὴν ζωὴν ἀπιστεῖν αὐτῇ· συγγνώμη γὰρ ἔσται τῷ τοιοῦτο ἔχοντι. ἐγκλητέον δὲ μᾶλλον ὄντος τοῦ μὴ πιστεύοντος τῇ ζωῇ, καίπερ ἰδεῖν ἱκανοῦ ὄντος, τοῦ κάλλους αὐτῆς εἰς συγκατάθεσιν ἕλκοντος. | |
3(n) | Jo 4, 24 | |
1 | Ἐπεὶ ἀόρατος ὁ θεός, ἀκολουθεῖ δὲ εὐθέως τῷ ἀοράτῳ τὸ ἀσώματον, ἀσώματος ἄρα ὁ θεὸς ὢν ἀόρατός ἐστιν. εἰ δὲ τοῦτο, λεγόμενος πνεῦμα οὐ κεκινημένος ἀὴρ εἴη· οὐ γὰρ ὅτι παρ’ ἀνθρώποις σῶμα δηλοῖ τὸ πνεῦμα, ἀνάγκη καὶ ἐπὶ τοῦ θεοῦ τοῦτο σημαίνεσθαι. ὥσπερ τοίνυν φῶς λεγόμενος ἐπεὶ | |
5 | μὴ ὄψιν, ἀλλὰ νόησιν φωτίζει, οὐ σῶμα, ἀλλὰ νοερόν ἐστι φῶς, ἀλλὰ καὶ ἀγάπη καλούμενος οὐ διάθεσις ὑπάρχει, ἀλλ’ οὐσία ἀγαπῶσα ἃ δημιουργεῖ καὶ ὧν προ‐ νοεῖται, οὕτω πνεῦμα προσαγορευόμενος οὐκ ἄνεμον, ἀλλ’ ἀσώματον καὶ ζω‐ οποιὸν παρίστησιν οὐσίαν. πᾶς δὲ ὁ μαθών, ὅτι πνεῦμα ὁ θεὸς πνευματικῶς λατρεύων αὐτῷ πνεύματι καὶ ἀληθείᾳ οὐκέτι τυπικῶς προσκυνεῖ τὸν τῶν | |
10 | ὅλων θεόν. πρὸς ἀντιδιαστολὴν δὲ τοῦ γράμματος τὸ ἐν πνεύματί φησιν, τοῦ δὲ τύπου τὸ καὶ ἀληθείᾳ· ταῦτα γὰρ ἕως καιροῦ χρειώδη ἦν, τῆς ἀλη‐ θείας δὲ ἐλθούσης ἤτοι τῆς Χριστοῦ παρουσίας πάντα πέπαυται. | |
4(n) | Jo 5, 19—21 | |
1 | Εἰ τὸ λεγόμενον ὑπὸ τοῦ Ἰησοῦ· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ (δῆλον δὲ ὅτι ὁ πατήρ), ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, ἀναφορὰν ἔχει πρὸς τὰ παραδόξως ὑπ’ αὐτοῦ ἐν τοῖς εὐαγγελίοις γεγενημένα, ἐπιστατέον πῶς ταῦτα ὁ πατὴρ | |
ἐποίησεν. πρὸς ὃ λεκτέον· ἐπεὶ ὁμοούσιος ὢν τῷ πατρὶ ὁ υἱὸς ἀχώριστον | 178 | |
5 | ἐνέργειαν ἔχει τῆς τοῦ πατρὸς ἐνεργείας ἀκηλίδωτον ἔσοπτρον ὤν, πᾶν ὅ τι ποιεῖ ὁ πατήρ, ἅμα καὶ ἀχωρίστως ἐνεργεῖ ὁ υἱὸς καὶ ὃ ἐργάζεται ὁ υἱός, εὐθὺς καὶ ὁ πατὴρ εἰς ὕπαρξιν ἄγει ὡς κατὰ τοῦτο μήτε τὸν υἱὸν ἄνευ πατρὸς μήτε τὸν πατέρα ἄνευ υἱοῦ ποιεῖν τι. ταύτην τὴν θεωρίαν καὶ ἐπὶ τῶν δημι‐ ουργημάτων ἐφαρμοστέον· οὐ γὰρ ἕτερα κτίζοντος τοῦ πατρὸς ἕτερα δὴ οὐσιοῖ | |
10 | ὁ υἱός· ἠκολούθει γὰρ τούτῳ δύο ἡλίους καὶ ἕκαστον τῶν ὄντων διττὸν εἶναι, ἀλλ’ οὐ φαίνεται οὕτως ἔχοντα τὰ κτίσματα. τὸ ἄρα ταὐτὸν τῆς ἐνεργείας πατρὸς καὶ υἱοῦ ἐν τοῖς κτιζομένοις θεωρεῖται. ἐὰν τὸ ἐγείρεσθαι καὶ ζωοποι‐ εῖσθαι περὶ νεκροῦ λέγεται, λέξει μόνῃ διαφέρουσιν· τὸ γὰρ ζωοποιεῖσθαι νεκρὸν καὶ τὸ ἐγείρεσθαι ταὐτόν ἐστι καὶ ἀντιστρέφει πάντως ἐγειρομένου νεκροῦ ζωο‐ | |
15 | ποιουμένου. εἰ δέ ποτε τὸ ἐγείρεσθαι μὴ ἐπὶ νεκροῦ, ἀλλὰ ζῶντος λέγοιτο, οὐ ταὐτὸν εἴη τὸ ζωοποιεῖσθαι· ἐγειρόμενος γάρ τις ἀπὸ τοῦ καθῆσθαι ἢ καταδαρθεῖν οὐ ζωοποιεῖται. λῆψιν ζωῆς σημαίνει, οὐ λαμβάνει δὲ ταύτην ὁ ζῶν· ἔχει γὰρ αὐτήν, εἰ μὴ ἄρα καθ’ ἕτερον σημαινόμενον ὁμώνυμον γὰρ τὸ ζωῆς ὄνομα. | |
5(n) | Jo 5, 23 | |
1 | Ὡς ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ παραβαίνειν ἀτιμάζει τὸν θεόν, ὁ δὲ τηρῶν αὐτὸν τιμᾷ τὸν δεδωκότα, οὕτως ὁ τιμῶν τὸν υἱὸν τῷ κατὰ τὸν νόμον καὶ τὸν ὀρθὸν λόγον ἐνεργεῖν τιμήσει τὸν πατέρα καὶ ἔμπαλιν. | |
6(n) | Jo 5, 28 | |
1 | Τὸ πάντες οἱ ἐν τοῖς μνημείοις ἴσον σημαίνει τῷ πάντες οἱ τεθνη‐ κότες· εἰ γὰρ μὴ τοῦτο εἶπεν, ὧν τὰ σώματα ὑπὸ θηρίων ἢ πυρὸς δεδαπάνηνται καὶ ἐν μνημείοις οὐ τίθενται, οὐκ ἀνίστανται. ἀλλ’ ἐπεὶ πάντων ἀνθρώπων ἀνάστασις ἔσται, ἀριθμηθήσονται ἄρα καὶ οὗτοι εἰς τοὺς ἐν τοῖς μνήμασιν. | |
5 | εἰ δὲ φιλονεικοῖεν οἱ ἀντιλέγοντες, ἐπιστατέον αὐτοὺς ὡς οἱ πράττοντες τὰ ἀγαθὰ καὶ φαῦλα, οὐ τὰ σώματα τὰ ἐν τοῖς μνημείοις ἀποτεθείμενά ἐστιν. ὅθεν οὐ κωλύσει αὐτοὺς ὁ λόγος παραδέξασθαι καὶ τὰ σώματα τὰ πυρὶ ἢ ἄλλως | |
ἀναλωθέντα. | 179 | |
7(n) | Jo 5, 28—29 | |
1 | Τῶν ἀνθρώπων διῃρημένων κατὰ τὴν γνώμην εἰς ἀσεβεῖς ἤτοι ἀπίστους ἢ εὐσεβεῖς ἤτοι πιστοὺς οἱ αὐτοὶ πάντων ἀνισταμένων ἀνθρώπων οἱ ἄπιστοι καὶ ἀσεβεῖς ἀνίστανται μέν, οὐκ εἰς κρίσιν δὲ τῷ ἤδη κεκρίσθαι τὸν μὴ πιστεύ‐ οντα. εἰσὶ δὲ οἱ πιστεύσαντες τῷ σωτῆρι καὶ πρὸς τούτῳ καὶ ἔργα πεποιηκότες | |
5 | ἀγαθά, οἵτινες ἀνίστανται εἰς ἀνάστασιν ζωῆς οὐ κριθησόμενοι τῶν μετὰ τὸ πιστεῦσαι ἡμαρτηκότων εἰς κρίσιν ἐγειρομένων. τὴν δὲ τῶν βρεφῶν κατάστασιν, ἐπεὶ καὶ αὐτὰ ἀνίστανται, θεὸς μόνος οἶδεν, τάχα καὶ οἷς ἡ ἀποκάλυψις τῆς περὶ τούτου ἀληθείας γεγένηται. | |
10 col1(n) | Jo 6, 44—45 | |
1 | Ἕλκεταί τις παρὰ τοῦ πατρὸς οὕτω τοῦ ἀνθρώπου «κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν» θεοῦ λογικοῦ γενο‐ μένου. ἐνεσπαρμέναι εἰσὶν ἐν αὐτῷ αἱ | |
5 | περὶ ἐναρέτων πράξεων ἔννοιαι καὶ ὁ περὶ τῆς ἀληθείας καὶ γνώσεως λόγος. ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ κρίνας τὸ ἀγαθὸν καὶ μαθὼν παρὰ τοῦ | |
10 | πατρὸς ἔρχεται πρὸς Χριστὸν διὰ πίστεως. ἢ καὶ δι’ ἀποκαλύψεως πρὸς ἑαυτὸν ἕλκει τοὺς ἀκούοντας καὶ μαθόντας. | |
16 | καθ’ ὃν τρόπον καὶ τῷ Πέτρῳ ὁμολογήσαντί φησιν· «ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ | |
πατήρ μου ὁ οὐράνιος.» | Column end | |
10 col2(2) | «Κατ’ εἰκόνα καὶ ὁμοίωσιν» καὶ αὐτὸ τοῦτο λογικοῦ | |
γενομένου τοῦ ἀνθρώπου. ἐνεσπαρμέ‐ | 180 | |
5 | ναι εἰσὶν αὐτῷ ὑπὸ θεοῦ αἱ περὶ ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ τῆς γνώσεως, τῆς ἀληθείας. ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ μαθὼν παρὰ τοῦ πατρὸς | |
10 | ἔρχεται διὰ τῆς πίστεως πρὸς τὸν κύριον. καὶ μετ’ ὀλίγα· διδάσκων δι’ ἀποκαλύψεως τὰ περὶ τοῦ υἱοῦ ὁ πα‐ τὴρ ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας | |
15 | καὶ μαθόντας· οὕτω γὰρ καὶ τὸν Πέτρον δι’ ἀπο‐ καλύψεως εἰς τὸ πιστεύειν τῷ υἱῷ | |
ἤγαγεν ἀποκαλύψας αὐτόν. | Column end | |
11 col1(n) | Jo 6, 58 | |
1 | Οὐρανὸν λέγει σημαίνεσθαι τὴν ὡσανεὶ περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγχάνει. «ζωῆς» δὲ | |
5 | «ἄρτος» «ὁ καταβαίνων» ὁ τοῦ θεοῦ θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν. ἐπειδὴ δὲ οὐ μόνον διὰ πράξεως ἰέναι δεῖ πρὸς αὐτόν, ἀλλὰ | |
10 | καὶ ἐπιστημονικῶς πιστεύειν τὰ κατὰ θεωρίαν ἀληθῆ, πίνει τις ἐξ αὐτοῦ ἐκ πηγῆς «ὕδωρ ζῶν» καὶ ἐξ ἀμπέλου οἶνον εὐφραίνοντα «καρδίαν ἀνθρώ‐ που». ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν | |
15 | μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν ὡς ἀεὶ ζῆν κεκορεσμένους καὶ μηδέποτε διψῆν πεπωκότας ἀπ’ αὐτοῦ. εἰ δὲ ἐναντίον δοκεῖ τὸ «μακάριοι οἱ πεινῶντες καὶ | |
20 | διψῶντες τὴν δικαιοσύνην», οὐδαμῶς τυγχάνει διαφωνία· εἰ γὰρ μὴ πεινᾷ τις μηδὲ διψᾷ φαγὼν τούτου τοῦ ἄρτου καὶ πιὼν τοῦ ἀθανάτου πώμα‐ τος, ἀλλ’ ὅμως διὰ τὸ ἐράσμιον καὶ | |
25 | ἀξιέπαινον τῆς τροφῆς καὶ τοῦ ποτοῦ ὁ χορτασθεὶς ἔτι πεινᾷ καὶ πινὼν ἔτι διψᾷ ὥστε καὶ ἀεὶ κορέννυσθαι καὶ | |
πεινᾶν. | Column end | |
11 col2 | Ποῖον οὐρανὸν σημαίνει ἐνταῦθα ἐκ τῶν τριῶν οὐρανῶν, τὸν ἀρχέγονον, τὸ στερέωμα, τὸν ἀέρα· ἐκ τούτων οὐδένα χρὴ νοεῖν, ἀλλὰ τὴν ὡσανεὶ | |
5 | περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγχάνει. «ζωῆς» δὲ «ἄρτος» «ὁ καταβαίνων» ὁ τοῦ θεοῦ θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν | |
10 | ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν. | |
ἢ καὶ οἱ κατὰ μέθεξιν τῆς αὐτοῦ διδασκαλίας πρακτικὴν ἀρετὴν μετιόν‐ τες ἐσθίειν λέγονται, κατὰ δὲ τὴν διανοητικὴν ἐξέτασιν τοῦ κεκρυμ‐ | 181 | |
15 | μένου τῆς γραφῆς πίνειν λέγονται καθώς φησιν ὁ Χριστός· «μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύ‐ νην» οἱ καὶ πρᾶξιν καὶ νόησιν ταύτης | |
μετιόντες. | Column end | |
12(n) | Jo 8, 51—52 | |
1 | Τοῦ σωτῆρος εἰρηκότος μὴ θεωρήσειν θάνατον τὸν τηροῦντα τὸν λόγον οἱ παρόντες Ἰουδαῖοι σφαλέντες τὸ θεωρῆσαι θάνατον ταὐτὸν εἶναι τῷ γεύ‐ σασθαι αὐτοῦ ὑπέλαβον· δοκεῖ γὰρ αὐτοῖς ὅσον ἐπὶ ταῖς αὐτῶν λέξεσιν ἐκεῖνον μὴ γεύσασθαι θανάτου τὸν πεῖραν τοῦ κοσμικοῦ μὴ λαβόντα θανάτου· τοῦτο | |
5 | δὲ δοκεῖ ἀνατρέπειν τὴν κυριακὴν ἐπαγγελίαν, τεθνηκότων καὶ τῶν τηρησάντων αὐτοῦ τὸν λόγον, γέγονε δὲ αὐτοῖς ἀπάτη τὸ θέλημα πανούργως σοφίσασθαι ἐξ ὁμωνυμίας· ὁ γὰρ τηρῶν τὸν Ἰησοῦ λόγον τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον οὐ μὴ θεωρήσει, εἰ καὶ γεύσεται τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου. ἐπεὶ δὲ καὶ ἀπροσδιορίστως εἶπον οἱ προφῆται ἀπέθανον μὴ προσθέντες τὸ | |
10 | πάντες, οὐ μάχεται τὸ μὴ τεθνάναι Ἐνὼχ καὶ Ἠλίαν. | 182 |
13(n) | Jo 8, 56 | |
1 | Ζητητέον τίνα λέγει ἡμέραν—τὴν νοητὴν τοῦ κυρίου ἡμέραν. | |
14(n) | Jo 9, 37 | |
1 | Πεφώτισται «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» ἐλλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ. ὁ ἀπ’ ἐναντίας ἔχων τούτῳ τυφλωθεὶς ὑφ’ ἧς ἔχει ἀγνοίας δοκεῖ μὴ ἔχειν ἁμαρτίαν τῷ μὴ ἑκουσίως πράττειν ἁδρὰ ἡμαρτηκώς. αὐτὸ δὲ τὸ ἀγνοεῖν κατ’ ἄλλον τρόπον ἁμάρτημά ἐστιν· ἐνῆν γὰρ λογικὸν ὄντα ἐπιστήμην | |
5 | ἀγαθοῦ καὶ κακοῦ ἔχειν. ἀμελήσεως οὖν τούτου ὑπὲρ αὐτῆς τῆς ἀγνοίας ἐγκα‐ λεῖται. εἰς τοῦτο λήψῃ τὸ «ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ κυρίου δαρήσεται ὀλίγας». | |
15(n) | Jo 10, 9 | |
1 | Θύρα ὁ τοῦ θεοῦ λόγος τυγχάνει τοῖς πρὸς θεὸν εἰσερχομένοις κατὰ τὸ «εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει»· πρὸς τούτοις ἔσω ἀνθρώπου τοῦ νοὸς ὄντος, ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως ὁ νεκρῶν «τὰ μέλη | |
5 | τὰ ἐπὶ τῆς γῆς» καὶ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» περιφέρων τῷ ἑαυτοῦ ἐξέρχεται «διὰ τῆς θύρας» φιλοτιμούμενος μηδὲ ἐνδημοῦντι εὐάρεστος | |
αὐτῷ εἶναι. | 183 | |
16(n) | Jo 10,29 | |
1 | Δίδωσιν ὁ πατὴρ τῷ υἱῷ τοὺς κατὰ τὸ ἀγαθὸν πεποιωμένους ὡς ἀνυπερ‐ βλήτῳ ποιότητι· «πᾶν» γὰρ «ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει», καὶ «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός»· ὡς γὰρ ἄγει πρὸς τὸν πατέρα ὁ υἱὸς καὶ παραδίδωσι αὐτῷ τοὺς οἷς ἅπτει ἑαυτὸν εἰς κατανόησιν παρασχὼν κατὰ | |
5 | τὸ 〈ὁ〉 «ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα», οὕτω δίδωσιν ὁ πατὴρ τῷ υἱῷ τούτους, οἷς γνωρίζει αὐτόν, καθάπερ τὸν Πέτρον· οὐ γὰρ «σὰρξ καὶ αἷμα, ἀλλ’ ὁ πατὴρ ἀπεκάλυψεν» τὸν υἱόν. πάντες οἱ οὕτως ἐκ πατρὸς γνόντες τὸν υἱὸν ἐπιτυγχάνουσιν τῶν δοθέντων τῷ υἱῷ δι’ ὑπερβάλλουσαν τελειότητα τούτων οὕτως ἐχόντων. πῶς Ἰούδας; εἷς ὢν καὶ αὐτὸς τῶν δοθέντων ὑπὸ τοῦ πατρὸς | |
10 | τῷ υἱῷ κατὰ τὸ οὓς «δέδωκάς μοι» ἐτήρησα καὶ «οὐδεὶς ἀπώλετο ἐξ αὐτῶν εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας» μετέπεσεν ἐκ τοῦ τηλικούτου μεγέθους ὡς «υἱὸς ἀπωλείας» χρηματίσαι· οὐ γὰρ ἔτι χώραν εἶχεν ἐκ κατασκευῆς κακὸν εἶναι τὸν Ἰούδαν ὡς οἴονται οἱ ἑτερόδοξοι τοσαύτης μεταβολῆς περὶ αὐτὸν εὑρισκομένης. | |
17(n) | Jo 14,28 | |
1 | Τὸ μείζων ἐνταῦθα πῶς ἐξείληφεν; ἆρα ὡς ἐπὶ μεγέθους σωμάτων; ἢ ὡς μείζων ἐν χρόνῳ; ἢ ὡς ἐν ἀρετῇ πλείονι κεκοσμημένος; ἀλλὰ ταῦτα πάντα ἐντὸς ποσότητός ἐστι καὶ τῶν ἐνδεχομένων καὶ μεμετρημένων. οὐδὲν δὲ ἐνδε‐ χόμενον καὶ μεμετρημένον ἐν τῷ θεῷ. οὐκ ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ | |
5 | θεοῦ λόγου ἢ ἐπὶ τοῦ πατρὸς εἴρηται· θεὸς γὰρ μετρεῖσθαι ἢ διαγράφεσθαι οὐ πέφυκεν. εἰ δὲ φήσεις μείζονα εἶναι τὸν πατέρα, ὅτιπερ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἐροῦμεν, ὅτι τῶν οὐσιῶν οἱ τρόποι, οὐ τῶν ὑπάρξεων. καὶ μάλιστα ἐπὶ τῶν ἀποίων καὶ ἀσωμάτων οὐκ ἐλαττοῦσι τὴν ἀξίαν τῶν ὁμοουσίων τὸ ἔλαττον ἢ τὸ μεῖζον τῷδε ἢ τῷδε παρέχοντες· οὐ γὰρ πέφυκε τὸ ὂν οὐσίᾳ καὶ | |
10 | γνώσει ἁπλοῦν μέτρῳ ἢ ποσότητι μεγέθους συγκρίνεσθαι. διὰ τί οὖν ἐρρήθη; ὁ σωτὴρ ἑνὶ λόγῳ διττὸν ἀπετείνατο διδασκαλίας τρόπον· διπλῆ γὰρ ἡ τοῦ εἰρημένου ῥήματος ἔννοια. οἷον διὰ τοῦ «ὁ πέμψας με» καὶ ὑπάγω τὸ ἐν τόποις περιεχόμενον ᾐνίξατο σῶμα περιγραπτὸν ὂν καὶ οὐ τὴν τὰ πάντα περιέχουσαν αὐτοῦ ἀπερίγραπτον θεότητα. διὰ δὲ τοῦ συγκριτικοῦ ῥήματος τοῦ λέγειν | |
15 | μείζων ἑαυτοῦ τὴν θεότητα ἐμφαίνει συγκρινομένην τῷ πατρί, ὅτιπερ ὁμο‐ ούσιός ἐστιν, τῇ δὲ προσλήψει τοῦ σώματος, τοῦ πατρὸς ἐπινοουμένην ἥττω κατὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον. καὶ μὴ θαυμάσῃς, εἰ τοῦ πατρὸς ἥττων 〈εἶναι〉 λέγει ὁ σωτὴρ ἄνθρωπος γενόμενος, ὁπότε καὶ τῶν ἀγγέλων βραχύτερος εἴρηται κατὰ τόδε· «βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν | 184 |
20 | διὰ τὸ» πάθος «τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον». ἐρρέθη δὲ καὶ τῶν ἑαυτοῦ μαθητῶν ἥττων· «ἐγὼ δέ», φησίν, «εἰμὶ ἐν μέσῳ ὑμῶν ὡς ὁ δια‐ κονῶν» καὶ ὡς ὁ μικρότερος. τὰ οὖν συγκρινόμενα ὁμοούσια, τὰ δὲ ἁπλᾶ καὶ γνώσει καὶ οὐσίᾳ οὐκ ἐπιδέχεται τὸ μεῖζον καὶ τὸ ἔλαττον. εἰ δὲ ἐπὶ τῆς θεό‐ τητος τοῦ υἱοῦ ἄνευ τοῦ εἰληφέναι σάρκα βούλει ἐκλαβεῖν τὸ «ὁ πέμψας με» | |
25 | πατὴρ μείζων μού ἐστιν, ἐν τόποις αὐτὸν δώσεις περιεχόμενον καὶ συγ‐ κλειόμενον, πεμπόμενον δὲ ὅπου οὐκ ἦν, καὶ μεταίροντα ὅθεν ἐστίν· ὅπερ ἄτοπον. | |
18(n) | Jo 17,1 | |
1 | Ἐδόξασε μὲν ὁ πατὴρ τὸν ἴδιον υἱὸν ὑποθεὶς τὴν ὑφ’ ἡλίῳ τοῖς σκήπτροις αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς διὰ τούτου· ὁ μὲν γὰρ υἱὸς ἐδοξάσθη παρὰ τοῦ πατρὸς πιστευθεὶς παρὰ πάντων, ὅτι γέννημα καὶ καρπός ἐστιν τοῦ πάντα ἰσχύοντος. ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ πατήρ· ἐπειδὴ | |
5 | γὰρ πάντα ἰσχῦον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διέβη τῆς εὐκλείας ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησίν, ἐδόξασας καὶ ἐδοξάσθης δοὺς αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα κατὰ τὸν εἰρημένον δηλονότι τρόπον, οὕτω θέλω, ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται· δόξα γὰρ καὶ αὐτὴ εἰς ἡμᾶς διαβαίνει· ἔδει γὰρ, ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενη‐ | |
10 | μένον τοῦ πάντα ἰσχύοντος θεοῦ λόγου διασεσῳσμένον ἅπαξ καὶ ἐν ἀτελευτήτοις μεῖναι τοῖς ἀγαθοῖς ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ μηδὲ φθορᾷ κρατεῖσθαι ἢ ἁμαρτίαις καὶ τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς. | |
19(n) | Jo 17,1—3 | |
1 | Τοῦτ’ ἔστιν ὃ λέγει· ἀποκάλυψόν με τοῖς ἀγνοοῦσιν, φανέρωσόν μου τὴν | |
δόξαν, ἣν ἔχω παρά σοι ὁ θεὸς ὁ λόγος τυγχάνων· «οὐδεὶς» γὰρ «δύναται», φησίν, «ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πέμψας με πατὴρ ἑλκύσῃ αὐτόν». ὡσαύτως δ’ ἐστὶν ἀκοῦσαι καὶ τὸν υἱὸν δοξάζοντα τὸν πατέρα κατὰ τὸ ἀποκαλύπτειν | 185 | |
5 | αὐτὸν τοῖς οὐκ εἰδόσι θεόν. κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα τὸ ἅγιον λέγεται δοξάζειν τὸν υἱὸν ἐν τῷ ἀποκαλύπτειν αὐτὸν τοῖς ἀγνοοῦσιν. εἰ δὲ καὶ ἐνταῦθα—περὶ αὐτοῦ φαντάζεσθαι τέως. αὕτη δέ ἐστιν ἡ αἰώνιος—θεοῦ υἱὸν ἐκβαλοῦσιν. τοῦτο δὲ εἰδέναι χρή, ὅτι τὸ αἴτιον ἀντὶ τοῦ αἰτιατοῦ φησιν· τὸ γὰρ εἰδέναι | |
10 | τὸν ἀληθινὸν προξενεῖ ἡμῖν τὴν αἰώνιον ζωήν. | |
20(n) | Jo 17,5 | |
1 | Ἡ προκόσμιος τοῦ υἱοῦ τοῦ θεοῦ δόξα τί ἂν εἴη ἕτερον ἢ αὐτὸς θεὸς λόγος, αὐτὸ «φῶς ἀληθινόν», οὐ γὰρ ὡς ἄλλος ὢν παρὰ τὴν δόξαν ὑπ’ ἄλλης δόξης δι’ ἄλλου δοξάζεται αὐτὸς ὤν, ὡς προεῖπον, ὁ «κύριος τῆς δόξης» καὶ βασιλεὺς δόξης. ἀλλ’ ἐπειδὴ «ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών» —ὁ γὰρ | |
5 | «λόγος», φησίν, «σὰρξ ἐγένετο» καὶ εἴδομεν αὐτὸν «καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλοσ»—πολλοὶ δὲ ἠπίστουν τῇ τοσαύτῃ γενομένῃ συγκαταβάσει, πολλοὶ ἠπίστουν, ὅτι ὁ θεὸς ἄνθρωπος ἐγένετο τούτου ἕνεκεν, ἀποκαλύπτεσθαι αὐτοῦ τὴν θεότητα τοῖς ἀγνοοῦσι βουλόμενος, λέγει· «πάτερ δόξασόν σου τὸν υἱόν», τοῦτ’ ἔστιν ἀποκάλυψόν με τοῖς ἀγνοοῦσι, φανέρωσόν μου τὴν δόξαν ἣν ἔχω | |
10 | παρά σοι θεὸς λόγος τυγχάνων. 〈διὸ〉 εἶπε Παῦλος, «ὅτε εὐδόκησεν» ὁ θεὸς | |
«ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν». | 186 |