TLG 2102 022 :: DIDYMUS CAECUS :: Fragmenta in Proverbia DIDYMUS CAECUS Scr. Eccl. Fragmenta in Proverbia Citation: Volume — page — (line) | ||
39.1621(26t) | ΕΚ ΤΩΝ ΔΙΔΥΜΟΥ | |
27t | ΕΙΣ | |
---|---|---|
28t | ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ ΕΞΗΓΗΣΕΩΝ. | |
29t | EX DIDYMI | |
30t | IN RPOVEPBIA SALOMONIS COMMENTAPIIS. | |
32 | Παροιμία ἐστὶν οἷον, Γλυκὺς ἀπείρῳ πόλεμος, καὶ, Ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. Ἡ παροιμία εἴρηται· Ἐν ἀρχῇ γὰρ ἔτι τῶν τρί‐ | |
35 | βων οὐσῶν ἀσήμων, τὰ νῦν προσαγορευόμενα μίλια παρὰ Ῥωμαίοις, τότε σημεῖα καλούμενα, οἱ παλαιοὶ κατά τινας τῆς ὁδοῦ τόπους ἐτίθεσαν, καὶ τούτοις ἐπέγραφόν τινα ζητήματα. Τοῦτο γὰρ ἐποίουν δυοῖν ἕνεκεν, τοῦ τε γνωρίζειν τὸν ὁδεύοντα τὸ ποσὸν τῆς | |
40 | ὁδοῦ, καὶ τοῦ, ἀναγινώσκοντα τὸ ἐπίγραμμα, καὶ περὶ τὴν τούτου σαφήνειαν γινόμενον, τοῦ καμάτου | |
ἐπικουφίζεσθαι. Οἶμος γὰρ λέγεται ἡ ὁδός. | 1621 | |
39.1624 | Στ. βʹ. Τὸ γνῶναι λόγους φρονήσεως, κυρίως ἐστὶ τῆς ἀρετῆς δηλονότι, ὥσπερ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ σαφηνίζουσιν, ἐκδεδωκότες ὡς, οὐ φρονήσεως, ἀλλὰ συνέσεως λόγους. Ἢ λόγους φρονήσεώς φησι τοὺς | |
5 | σοφισματώδεις καὶ πανουργευομένους. Στ. γʹ. Ἐλέγχων ὁ λόγος τοὺς ἐπιμορφαζομένους τὴν δικαιοσύνην, καὶ λέγοντας ἔχειν αὐτὴν ὡς δεῖ, φησίν· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. | |
10 | Στ. ϛʹ. Ἀκούω τοῦ Θεοδοτίωνος ἑρμηνείαν, ἣν ἐξέδωκε καὶ Σύμμαχος, ὅτι πρόβλημα ἐκδεδώκασιν. Τί οὖν ἐστιν ὁ σκοτεινὸς λόγος· Ὁ συγκεχυμένος κατά τε λόγον καὶ διάνοιαν καὶ φράσιν· οἷον τὸ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ· «Οὐαὶ γῆς πλοίων, ἐπέκεινα | |
15 | ποταμῶν Αἰθιοπίας! Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνους ἐπάνω τοῦ ὕδατος.» Οὐδὲν γὰρ τούτων οὔτε ἐν παραβολαῖς τὴν λέξιν σαφῆ ἔχει, οὔτε μὲν ἱστορίας διήγησιν φανεράν. Καὶ τοῦ μὲν αἰνίγματος ἔστι νοεῖν τὸ ῥητὸν, τοῦ δὲ σκο‐ | |
20 | τεινοῦ λόγου οὐδὲ τὸ ῥητόν. Σκοτεινὸς μὲν λόγος γε‐ νική ἐστι φωνή· ἡ δὲ παραβολὴ, ἰδική· σκοτεινὸς δὲ, οὐ τὸν κατὰ στέρησιν φωτὸς, ἀλλὰ τὸν κεκρυμμένον, ὡς σκοτίζεσθαι τὸν ἀγνοοῦντα. Ῥήσεις δὲ τὰ καλλιεπῆ ἀποφθέγματα· αἴνιγμα δὲ, λόγος μετ’ ἐπικρύψεως | |
25 | σημαίνων τὸ ἀληθές· ὁποῖόν ἐστι τὸ, «Διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγείτω πῦρ τὰς κέδρους σου.» Στ. ζʹ. Ἀληθὴς γὰρ φόβος, ἡ κατὰ σεβασμὸν εὐ‐ λάβεια· σύνεσις δὲ, ἀγαθή. Εἰς τόδε ὑποστικτέον. | |
30 | Οὐκ ἀρκεῖ γὰρ εἰς μακαριότητα τὸ εἰδῆσαι τὸ ἀγαθὸν, εἰ μὴ καὶ πράττοι τις αὐτό· εὐσέβεια δὲ εἰς Θεὸν, ἀρχὴ συνέσεως. Στ. ηʹ. Πατὴρ μὲν δικαίων, ὁ Θεός. Πᾶς γὰρ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγένηται. Μή‐ | |
35 | τηρ δὲ ἡμῶν, ἡ Ἐκκλησία, ἧς νυμφίος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Θεσμοὶ δὲ, αἱ ἀποστολικαὶ διατάξεις. —Εἰ καὶ ἀναγωγὴν ἔχει τὰ προκείμενα, ἀλλ’ ἐφαρμόζονται καὶ τοῖς κατὰ φύσιν γονεῦσιν, ὅταν θεοσεβεῖς ὄντες ἀνατρέφωσι τὰ τέκνα. Ὄντος | |
40 | δὲ ἀνδρὸς τοῦ διδασκάλου, τοῦ γεννήσαντος διὰ τοῦ Εὐαγγελίου τοὺς παιδευομένους, σύζυγος τούτῳ καὶ μήτηρ τῶν τεχθέντων ἐστὶν ἡ Ἐκκλησία, μᾶλλον δὲ ἡ ἐκκλησιαστικὴ γνώμη καὶ πολιτεία. Ἢν τοίνυν ἐμοῦ, φησὶ, τοῦ παροιμιαστοῦ, νῦν ὡς καθηγητοῦ | |
45 | καὶ πατρὸς, νῦν δὲ σοφίας καὶ ἀρετῆς ἀντὶ μητρὸς κατακούσῃς, στεφθήσῃ χαρίτων στεφάνῳ, καὶ τὸν τράχηλον κοσμηθήσῃ κλοιῷ, ἐκ νοητοῦ χρυσοῦ καὶ κόσμου κατεσκευασμένῳ. Ὕλη γὰρ στεφάνου ὂν ἀναδεῖται ἡ τοῦ ἔσω ἀνθρώπου κεφαλὴ, ἡ τῶν ἀρε‐ | |
39.1624(50) | τῶν περιοχὴ, χάριτες ὀνομαζόμεναι τυγχάνουσι. Συμφώνως τῷ στεφάνῳ, νοητῷ ὄντι, ἐκληπτέον καὶ τὸν χρυσοῦν κλοιὸν ἐπιβαλλόμενον τῷ τῆς ψυχῆς τραχήλῳ, τουτέστι τῷ ὑποτακτικῷ αὐτῆς. Στ. θʹ. Κορυφὴν δὲ καὶ τράχηλον λέγει τὸν νοῦν· | |
55 | κλοιὸν δὲ χρύσεον, τὴν γνῶσιν καὶ τὸν νοητὸν τῆς ψυχῆς κόσμον· ἢ κλοιὸς χρύσεος, ἡ ὑποταγὴ τοῦ | |
Θεοῦ, καὶ ἡ τῶν θείων λογίων περιοχή. | 1623 | |
39.1625 | Στ. ιʹ. Καὶ τὸ σὺν ἄλλοις μὲν ἁμαρτάνειν κόλασιν ἐπιφέρει· ἄνδρες γε μὴν ἀσεβεῖς, οἱ ἐν κακίᾳ τέ‐ λειοι. Στ. ιαʹ. Κρύπτουσιν εἰς γῆν, οὒς ἂν πείσωσι τὰ | |
5 | ἐπίγεια φρονεῖν· ἄνδρα δὲ δίκαιον νοήσεις τὸν οὐρά‐ νιον ἔχοντα φρόνημα. Δύναται δὲ ταῦτα νοεῖσθαι καὶ εἰς Χριστὸν, καὶ εἰς τὸν τῶν Ἰουδαίων λαόν. Τὸ ἱκανὸν ἡ Γραφὴ δηλοῖ διὰ τοῦ καταπιεῖν, ὡς ἐν τῷ· «Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦ‐ | |
10 | τος.» Φασὶν οὖν, ὅτι Τὸν οὐράνιον ἔχοντα φρόνημα καθελόντες καὶ νικήσαντες, εἰς ἑαυτοὺς μεταστήσω‐ μεν, ὥστε τὰ ἐπίγεια φρονεῖν. Ζῶν δὲ καταπίεται ὁ δόξαν ἔχων ὀρθὴν περὶ τῶν πρακτέων, καὶ ταύτην ἀποβαλών. | |
16 | Στ. ιαʹ. Βουλὴν δὲ λέγει τὴν προαίρεσιν, καθ’ ἣν αἱρούμεθα τὰ πρακτέα ποιεῖν, ἢ καὶ μή· ἔννοιαν δὲ τὴν περὶ τὰ θεωρητὰ, ὥστε καταλιμπάνειν αὐτὰ, καὶ Θεῷ προσοικειοῦσθαι, τὰς ἐντολὰς αὐτοῦ ὅση δύ‐ | |
20 | ναμις φυλάττεσθαι. | |
22 | Στ. γʹ. Ἐν ἕξει τὰς ἀρετὰς ἔχων, μὴ ἐπιπολαίως καταῤῥᾳθυμῶν αὐτῶν, οὗτος ἔχει αὐτὰς γεγραμμέ‐ νας ἐπὶ πλακὸς τῆς ἑαυτοῦ καρδίας, ἐπὶ τοῦ βάθους | |
25 | δηλαδὴ τῆς ἑαυτοῦ ψυχῆς, ἤτοι τῆς διηνεκοῦς ἐπιθυ‐ μήσεως, ἵνα ὁ ἐξ ἐναντίας μὴ παρατρέπῃ σε. Στ. ηʹ. Σῶμα τὸ ἄθροισμα τῶν δυνάμεων τῆς ψυχῆς λέγω· ὀστᾶ, αἱ στερεαὶ δυνάμεις αὐτῆς· πάντα γὰρ τὰ ὀστᾶ ἡμῶν ἐροῦσι· Κύριε, Κύριε. | |
30 | Στ. ιϛʹ. Δεξιὰ αὐτῆς, ἡ τῶν θείων ἐπιστήμη, ἐξ ὧν ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ, ἡ τῶν ἀνθρωπίνων γνῶσις. Στ. ιηʹ. Ἐνταῦθα πάλιν ξύλον ζωῆς τὸν σταυρὸν ὀνομάζει. Τοῖς γὰρ εἱλικρινῶς ἐξηρτημένοις ἐν τῷ | |
35 | Χριστῷ ἡ διάφορος ἐκ τοῦ ξύλου ἀποστάζει ζωή· τοῖς δὲ ἐπερειδομένοις ταῖς κρηπῖσιν αὐτοῦ βεβαίωσις ὀχυρὰ πέπηγεν ἀκλινῶς, οἷα δὲ καὶ ἐπὶ Κύριον ἀσφα‐ λῶς ἱδρυμένοις. —Εἰ δὲ ξύλον ζωῆς, ἡ σοφία τοῦ Θεοῦ· δικαίως κεκώλυται μεταλαβεῖν αὐτῆς ὁ Ἀδάμ. Εἰς | |
40 | γὰρ κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται· ἐπεί‐ περ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς. Μὴ εὑρηκὼς δὲ τίνι ὁμοιώσει τὸν ἐλπίζοντα ἐπὶ Κύ‐ ριον, εἰς ἑαυτὸν μεταστρέφει τὸν λόγον, λέγων ὡς ἐπὶ Κύριον· Ὁ γὰρ ἐπερειδόμενος ἐπ’ αὐτῇ, ἅτε δὴ εἰς | |
45 | Θεὸν ἐλπίζων, ἐστὶν ἀσφαλής. Στ. κʹ. Ἁρμόττει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ, σοφίᾳ καὶ φρονήσει ὄντι Θεοῦ. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ γῆ ἐστιν, ἑκατονταπλασίονα καρποφοροῦσα· αὔτη δὲ ἐκ τῆς πιότητος τῆς σοφίας γίνεται σοφὴ, | |
39.1625(50) | θεμελιοῦντος αὐτὴν ἐπ’ αὐτῇ τοῦ Θεοῦ καὶ Πατρός. Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος ἐν αὐτῇ, καὶ ἀεὶ προ‐ κόπτουσαν αὐτὴν ἀποδεικνύς· οὐρανὸν δὲ ἐργάζεται καθαρώτατον κτίσμα, ἀγγέλων καὶ τῶν νοερῶν οὐσιῶν | |
55 | οἰκητήριον. Λαβοῦσα δὲ αἴσθησιν τοῦ ὄντος, καὶ κα‐ | |
τανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἷον τὸ πο‐ | 1625 | |
39.1628 | λύβυθον τῶν τοῦ Θεοῦ κριμάτων, νέφη ταῦτα προσ‐ εῖπεν ἢ νέφη τοῦς προφήτας ἐκάλεσε, δρόσον τὴν διδασκαλίαν. Μὴ ἐκτὸς γένῃ τοῦ ποτίμου τῆς ζωῆς ὕδατος. Βου‐ | |
5 | λὴν δὲ λέγει τὴν περὶ πρακτέα κίνησιν· ἔννοιαν, τὴν περὶ τὰ θεωρητικά· τράχηλον τὴν αὐτὴν ψυχὴν εἶπε, τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ Κυρίου. Ὥσπερ δὲ ὁ τράχηλος τοὺς στηθοδέσμους περίκειται, οὕτως ἡ ψυχὴ τὰ τοῦ Θεοῦ γέρα κομιεῖται ἐν τῇ βασιλείᾳ, | |
10 | ὡς καὶ ἐν τῇδε τὰς ἐντολὰς αὐτοῦ. Τῶν ἀσεβῶν καὶ τὰ ἐπίδοξα κεκατήραται· τῶν δὲ δικαίων καὶ τὰ εὐτελέστερα ηὐλόγηται. Οἶκον δὲ λέ‐ γει τῆς λογικῆς ψυχῆς τὰς δυνάμεις· ἐπαύλεις δὲ, τὰς τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ· ἐν αὐταῖς γὰρ | |
15 | τὰ ἄλογα διατρίβουσι πάθη. | |
17 | Στ. ηʹ. Τιμὴ σοφίας, ἡ τήρησις τῶν ἐντολῶν· σο‐ φία δὲ ὁ Χριστὸς, οὗ νύμφη ἡ διὰ τῶν ἀρετῶν τιμῶσα αὐτὸν ψυχὴ, ἥτις ὑπ’ αὐτοῦ περιληφθήσεται. | |
20 | Στ. κʹ. Καθάπερ νηπίῳ τινὶ παιδίῳ ἔπαθλα ἀεὶ ταῖς προσοχαῖς τίθησι, καὶ διεγείρει ἔξω που διεπτο‐ ημένον. Πηγαὶ δὲ ζωῆς, αἱ ἀρεταὶ, ἀφ’ ὧν τὸ ζῶν ὕδωρ, ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Τῷ κατὰ σοφίαν προ‐ κόπτοντι, πολλαὶ πηγαὶ, καὶ οὐ μία γίνεται· ἀλλὰ | |
25 | κατὰ τὸ πλῆθος τῶν ἀρετῶν. Τοῖς τὰς παραινέσεις, φησὶ, φυλάττουσι ταύτας, ζωὴ γίνονται· αὗται τὸ ἆθλον. Στ. κϛʹ. Τὴν κατὰ τὸν βίον πορείαν ὀρθῶς βάδιζε, φησί. Πόδες εἰσὶ τῆς ψυχῆς αἱ μεταβατικαὶ ταύτης | |
30 | ὁρμαί· μεσότης γάρ ἐστιν ἡ ἀρετή. | |
32 | Στ. βʹ. Μὴ πρόσεχε ἀπατηλῇ διδασκαλίᾳ, διὰ τῆς χρηστολογίας δελεαζούσῃ, τουτέστιν αἱρέσει, καὶ τῇ εἰδωλολατρίᾳ, καὶ ματαίοις ῥήμασι. | |
35 | Στ. γʹ. Μέχρι τῆς ἀκοῆς, αὐτῶν τὸ καλόν. Τοιαύτη γὰρ ἡ ἀπάτη· τὸ μὲν ὀλέθριον κρύπτειν εἴωθε, προ‐ βάλλεται δὲ τὸ ἡδὺ, ὥστε ἑλεῖν· ἦ γὰρ ἂν εὐθέως ἀπεπήδησαν. Ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀλλὰ τὸ ἡδὺ ἀποκρύπτει, τὸ δὲ ἐπίπονον προτίθησι. Καὶ οὐκ εἶ‐ | |
40 | πεν, Ἀποῤῥεῖ, ἀλλὰ, Ἀποστάζει ὡς μὴ προσκορῆ γενέσθαι τὴν πικρίαν, ὕστερον μέντοι πικρότερον χολῆς· οὐχ ὅσον τὸ ἡδὺ, τοσοῦτον τὸ πικρόν· ἀλλὰ πολλῷ πλέον. Στ. ηʹ. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν | |
45 | ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρί‐ ζειν ἡμᾶς ἀπὸ κακίας. Στ. ιαʹ. Τουτέστιν ἐν γήρᾳ· ἣ διὰ τοῦ κατατριβῆναι τὰς σάρκας, τὴν ἀκολασίαν δηλοῖ φθοράν τινα οὖσαν. | |
39.1628(50) | Στ. ιβʹ. ιδʹ. Εἰσάγει τὸν διαφθαρέντα κακίζοντα ἑαυτὸν, ὡς μισήσαντα παιδείαν, καί φησιν· Ἀπολοί‐ μην ἂν καὶ διεφθάρην, κατατρίψας τὰς σάρκας μου ἐν ἀσωτίαις, καὶ τὴν ζωὴν αὐτὴν μικροῦ δεῖν προ‐ ηκάμην. Διὸ φανερὸν ἐγένετο τὸ ἐπιτίμιόν μου ἐν μέ‐ | |
55 | σῳ Ἐκκλησίας καὶ Συναγωγῆς. Μετανενοηκότος γὰρ ἡ φωνὴ, καὶ μὴ γεγονότος ἐν ᾧ παρ’ ὀλίγον γεγένη‐ | |
ται. Ὅμοιον καὶ τὸ, «Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβή‐ | 1627 | |
39.1629 | ματά μου.» Ἀνανήψας γὰρ καὶ αἰσθηθεὶς, Ποῦ ἔστι, λέγει, τὸ παρὰ μικρόν; Πῶς οὖν ἔνι τὴν ἐκ τῆς φύ‐ σεως μανίαν παραμυθήσασθαι; Στ. ιεʹ. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ, καὶ πηγή· τοῖς | |
5 | μὲν προσερχομένοις ταῖς ἀρεταῖς φρέαρ ἔστι· τοῖς δὲ κατ’ αὐτὰς τελειωθεῖσι, πηγή. Λέγεται δὲ ἡ γνῶ‐ σις καὶ μήτηρ, καὶ γυνὴ, καὶ ἀδελφή· μήτηρ, ὅτι δι’ αὐτῆς ὑπὸ τοῦ διδασκάλου γεγεννήμεθα· γυνὴ, ὅτι συνοῦσα τίκτει ἀρετὰς καὶ ὀρθὰ δόγματα· ἀδελφὴ, | |
10 | ὅτι ἐξ ἑνὸς Θεοῦ γεγόναμεν. Καὶ εἶπα τὴν σοφίαν ἀδελφήν. Στ. ιϛʹ, ιζʹ. Ὅρα ὡς οὐ μόνον τῇ ἀφθονίᾳ τὴν εὐκολίαν ἐνδείκνυται, ἀλλὰ καὶ τῷ μηδένα κοινωνὸν ἔχειν τῆς ἀπολαύσεως· διπλασιάζει δὲ αὐτὸ καὶ | |
15 | κτῆσιν ἀποκαλεῖ· οἶδε γὰρ τὴν τοῦ πράγματος ἡδο‐ νήν. | |
18 | Στ. ηʹ. Κἂν τὴν φυσικὴν τῶν ἀλόγων ἐργασίαν μί‐ μησαι· ἢ ἴσθι, τουτέστι πορεύου. Πολλοὶ γὰρ ἀγα‐ | |
20 | θοεργοῦσιν ἀπὸ θεωρίας ἢ ἀκοῆς, καὶ οὐκ ἐξ ἐπι‐ στήμης. Μελίσσας λέγει προφήτας καὶ ἀποστόλους, ὧν οἱ πόνοι χρήσιμοι τοῖς τε μεγάλοις τὴν ἕξιν καὶ τοῖς βραχέσι· κηρὸν μὲν οὖν λέγει τὰ πρά‐ γματα· μέλι δὲ, τὴν τούτων θεωρίαν. Ὥσπερ | |
25 | ὁδηγεῖ τὰς αἶγας ὁ κτῖλος, οὕτως ὁ ἐσσὴν τὰς μελίσσας. Καλὸν οὖν παρὰ πάντα τὸν βίον ἡ τάξις. Στ. ιβʹ. Ἄφρων ὁ ἄθεος, ὁ τὸ θεωρητικὸν ἀπολέ‐ σας· παράνομος δὲ, ὁ τὸ πρακτικόν. | |
31 | Στ. αʹ. Κατὰ κοινοῦ φύλαξον, ἵν’ ᾖ σοι, φησὶ, καὶ βιῶναι ζωὴν αἰώνιον, καὶ διορατικῷ γενέσθαι. Πολ‐ λῷ γὰρ τοῦ τῶν ὀμμάτων φωτὸς λαμπρότερον αἱ τῶν θείων ἐντολῶν τηρήσεις ἡμῖν ἀναλάμπουσιν. | |
35 | Στ. γʹ. Χεὶρ, ἡ ὁλοσχερὴς πρᾶξις· δάκτυλος δὲ, ἡ μερικωτέρα. Πειθόμενος δέ μοι πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς ὑποδοχὴν τῶν ἀρετῶν. Στ. ιθʹ. Συνοικεῖν ἀνδρὶ προσποιεῖται, ὡς κατὰ νόμον βιοῦσα· καὶ ἀναιρεῖ πάντα τὰ φοβερὰ καὶ κω‐ | |
40 | λυτικὰ, τὴν ἀποδημίαν προβαλλομένη τοῦ συνοι‐ κοῦντος. Στ. κζʹ. Ὁ γὰρ οἶκος αὐτῆς ὁδοὶ ᾅδου, εἰς τα‐ μεῖα θανάτου κατάγουσαι. Οἱ γὰρ πειθόμενοι αὐτῇ, χοϊκοὶ γινόμενοι παρ’ αὐτῆς καὶ γήινοι, οὕτως ἀπο‐ | |
45 | λοῦνται. Τὸ δὲ, «Ἐπὶ πέταυρον ᾅδου,» οἱ λοιποὶ ἐν βάθεσιν εἶπον. | |
48 | Στ. κβʹ. Πολλὰ σημαίνουσα, καθάπερ εἴπομεν, ἡ ἀρχὴ, νῦν τὸ ἀΐδιον δηλοῖ, καὶ τὸ αἴτιον, καὶ τὸ ποιη‐ | |
39.1629(50) | τικόν. Ἡ δὲ ἀρχὴ τινῶν ἐστιν ἀρχὴ, καὶ σημαίνει σχέσιν, ἀλλ’ οὐκ οὐσίωσιν. Τὰ γὰρ πρός τι, τοιαῦτα· ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. Οὐσία τοίνυν οὖσα ἡ τοῦ Θεοῦ σοφία, οὐκ ἀρχὴ τινῶν ἐστι· καὶ πρὸ κτίσεως γὰρ ἔχει τὸ εἶναι σοφία. Ἡνίκα δὲ σχέσιν τὴν | |
55 | πρὸς τὰ γενητὰ δέξεται, τότε ἀρχὴ γίνεται τῶν ὁδῶν | |
τοῦ Θεοῦ ποιητικῶν καὶ προνοητικῶν, εἰς τὰ ἔργα ἃ | 1629 | |
39.1632 | τὴν ὕπαρξιν ἐκ τοῦ Δημιουργοῦ ἔχει μηδὲν αὐτῇ συνενεγκόντα πρὸς τὸ εἶναι σοφίαν· ἀλλ’ ἡ σχέσις καθ’ ἣν ἀρχὴ καὶ δημιουργὸς λέγεται, τότε ὑπέστη, ὅτε καὶ τὰ γενόμενα. Ἀρχὴ γὰρ οὐ προϋπάρχει ὧν | |
5 | ἔστιν ἀρχή· οὔτε ταῦτα μετ’ ἐκείνην ὑπάρχειν λέγε‐ ται, εἰ τὴν οὐσίαν ἔχουσιν ἐν χρόνῳ τὰ κτίσματα. Οὖσα γὰρ ἀΐδιος ἡ σοφία οὐχ ὑπόκειται χρόνῳ. Σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασι. Προὐπάρχων τῆς κτίσεως, σοφία ὢν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐὰν λέγει· «Κύ‐ | |
10 | ριος ἔκτισέ με,» μὴ οὐσίωσιν τὴν νόησιν ἔχῃ, ἀλλ’ εἰς σχέσιν τὴν πρὸς τὰ κτίσματα. Εἰς ἔργα γὰρ ἐκτίσθαι φησὶν, ἐπὶ τῷ ἀρχὴ εἶναι τῶν ποιητικῶν καὶ προνοητικῶν ὁδῶν τοῦ Θεοῦ, τουτέστιν αἰτία, εἰσ‐ αγωγικῶς γε μὴν ἔτι εἰπεῖν. Ὁ Υἱὸς τοῦ Θεοῦ ἄν‐ | |
15 | θρωπος γέγονεν, ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν· καὶ πρὸ αἰώνων ὢν καὶ ἀΐδιος, καθ’ ὃ Θεὸς Λόγος ἐστὶν, ἐκτίσθαι λέγεται ὅτι γέννησιν τὴν ἐκ Μα‐ ρίας ἔσχε, γενόμενος σάρξ· ὡς ἂν οἱ θέλοντες κατὰ Θεὸν ὁδεύειν καὶ πρὸς Θεὸν, χρῶνται διδασκάλῳ, | |
20 | ὑπογραμμὸν ἀρίστου βίου καὶ διδασκαλίαν τοῖς ἑπο‐ μένοις παρέχοντα. Ὅτι δὲ τὸ, «ἔκτισεν,» οὐ δηλοῖ πάντως οὐσίωσιν, δηλοῖ λέγων ὁ Δαυίδ· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Αἰτεῖ γὰρ οὐχ ὡς μὴ ἔχων, λαβεῖν, ἀλλ’ ὡς ῥιπώσας αὐτὴν, ἀναλα‐ | |
25 | βεῖν αὖθις κεκαθαρμένην. Καὶ Παῦλος δὲ λέγων τοὺς δύο κτίζεσθαι εἰς ἕνα καινὸν ἄνθρωπον, οὐκ οὐ‐ σίωσιν ἀνθρώπων, ἀλλ’ ἕνωσιν ἐξ ὁμονοίας δηλοῖ· ὥσπερ οἱ ἑρμηνεύσαντες «Ἐκτίσατό με» ἐξ‐ έδωκαν. | |
30 | Στ. κγʹ. Ἀντὶ τοῦ, Κατέβαλεν αἰτίαν τε καὶ κρη‐ πῖδα τῶν κτισμάτων· κατὰ τὸ, «Πάντα ἐν αὐτῷ συν‐ έστηκε, καὶ αὐτός ἐστι πρὸ πάντων.» Καὶ αὐτὸς δέ φησιν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ.» Ὡς γὰρ θεμέλιος βουλόμενος εἶναι τῆς Ἐκκλη‐ | |
35 | σίας, ἄνθρωπος ὑπέμεινε γενέσθαι, ἵν’ ἐπ’ αὐτῷ ἱδρυνθῇ μὴ σαλευομένη· οὕτω καὶ τῇ κτίσει παρα‐ σχεῖν τὸ εἶναι βουλόμενος, κατ’ αὐτὴν γέγονεν, τὴν προειρημένην σχέσιν εἰσάγων, γινόμενος τοῖς ἐσο‐ μένοις ἀρχὴ καὶ αἰτία· ἀλλ’ εἰ καὶ κατὰ ταῦτα, φη‐ | |
40 | σὶν, ἐκτίσθην, ἀλλὰ πρὸ πάντων γεννᾷ με Θεὸς, ὅπερ ἐστὶν Υἱόν. Στ. κζʹ. Θρόνον τὴν ἑαυτοῦ βασιλείαν, ἀνέμους δὲ τὰ νοερὰ πνεύματα λέγει· ἢ καθὼς καὶ Δαυίδ· «Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·» τὸ κουφότερον | |
45 | αὐτοῦ τῆς οὐσίας καὶ ἀσώματον παραστῆσαι βουλό‐ μενος. Στ. κθʹ. Ὅρα διαιρουμένους τὰ ἔργα, τὴν σο‐ φίαν καὶ τὸν Θεόν. Ὁ μὲν ἐποίει, φησίν· ἐγὼ δὲ ἥρμοζον. Ἰσχυρὰ δὲ, πῶς; Οὐ δεόμενά τι‐ | |
39.1632(50) | νος ὑποβάθρας· βουλήσει γὰρ μόνῃ κατέχεται τοῦ Θεοῦ. Στ. λεʹ. Ἢ ὅτι ἅμα τῷ φανῆναι παρέχω ζωὴν, ἢ | |
ὅτι ἀποκαλύψει τινὶ συγκαταβαίνων πρὸς τὴν ἐκεί‐ | 1631 | |
39.1633 | νου ἀσθένειαν, τότε ἐξέρχεται· ζωὴ γὰρ ὢν, καὶ ἔξω γενόμενος τοῖς δυναμένοις ἰδεῖν αὐτὸν, ζωὴν δίδωσι· θέλησιν δὲ ἢ ἀγάπην φησὶν, ἢ ὅτι ἐποίησεν ἡμᾶς αὐτεξουσίους εἰς τὸ ἑτοίμους εἶναι πράττειν ἃ | |
5 | δεῖ. | |
7 | Στ. βʹ. Ἐκκλινάτω, ἵνα φρόνησιν λάβῃ· ῥώννυται γὰρ ὁ ἀτελὴς ὑπὸ τῶν τῆς σοφίας λόγων καὶ μυστη‐ ρίων. | |
10 | Στ. εʹ. Ἡ αὐτὴ τροφὴ καὶ κρέα ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτου αὐτῶν μεταλαμβάνειν λέγονται καὶ ὡς οἴνου κεκερα‐ σμένου· εἰ δὲ τοῦτο, πῶς νοήσομεν. «Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» Ἄρτον δέ μοι νόει τὰς στερεὰς | |
15 | ἐντολὰς τοῦ Θεοῦ, καὶ οἶνον, τὴν ἐκ μελέτης τῶν θείων Γραφῶν ἐπίγνωσιν αὐτοῦ· ὡσαύτως δὲ καὶ τὸ θεῖον σῶμα καὶ τίμιον αἷμα αὐτοῦ. | |
19 | Στ. εʹ. Ἀκούει ὁ φυσικὸς νοήμων, «Ἡμέρας ὁ | |
20 | ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.» Τὰς βιωτικὰς φροντίδας καῦμα καλεῖ· τοὺς ὑπ’ αὐτοῦ δὲ ξηραινομένους καλεῖ χόρτον· ὁ δὲ Σωτὴρ διὰ τῆς παραβολῆς τὰς θλίψεις δηλοῖ· τὰς κατὰ τοῦ λόγου δὲ καὶ τοὺς διωγμοὺς ἐκάλεσε καῦμα. | |
25 | Στ. ιγʹ. Ὁ σοφὸς ἐπιτιμητικῷ λόγῳ εἰς αἴσθησιν ἄγει τὸν βαρυκάρδιον. | |
28 | Στ. ζʹ. Ὁρᾷς ὅτι οὐ τὸ ἐπιθυμεῖν πονηρὸν, ἀλλὰ τὸ τοιῶσδε ἐπιθυμεῖν, πονηρόν; Τῶν δὲ ἀσεβῶν | |
30 | καὶ ἐλπίδες πονηραί· πᾶν γὰρ ὃ ἐλπίσει, ἀπ‐ ώλεια. Στ. ηʹ. Τὸ, «Ἀντ’ αὐτοῦ,» οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ, ἀλλ’ ἐπειδὴ ἡ παγὶς ἕστηκεν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, ὁ μὲν εὐσεβὴς ῥύε‐ | |
35 | ται ἐξ αὐτῆς παρὰ τοῦ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλει‐ φθεὶς παρὰ τῆς θείας προνοίας πίπτει ἐν αὐτῇ· ἢ ὅτι ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτίαις, ἐλθὼν δὲ ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν μελλουσῶν κο‐ | |
40 | λάσεων ἐῤῥύσατο αὐτὸν, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ὑπεδέξατο, παραδίδοται δὲ οὐχ ὑπό τινος ἄλλου, ἀλλ’ ὑπὸ τῆς ἰδίας κακίας, ὡς προπαραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν. Στ. κδʹ. Οἱ συνάγοντες φθορὰν ἐλαττοῦνται τῶν | |
45 | ἀρετῶν· ἢ οἱ λόγους συνάγοντες, καὶ μὴ μεταδι‐ δόντες. Στ. κθʹ. Ὁ ἐφ’ ἑκάστῳ τῶν ἐλαττωμάτων τοῦ ἰδίου οἴκου δυσχεραίνων, ἄοικος ἔσται· δουλεύσει δὲ ἄφρων φρονίμῳ. | |
39.1633(50) | Στ. λαʹ. Ἀσεβὴς τοίνυν, φησὶν, ὁ τὸν Θεὸν μισῶν· ἁμαρτωλὸς δὲ, ὁ περὶ τὰς πράξεις πονηρός· δίκαιον δὲ ἐνταῦθα τὸν πρακτικὸν μετὰ λόγου καὶ ἐπιστή‐ μης λέγει· πολλὴ γάρ ἐστιν ἡ τῆς δικαιοσύνης ἀκρί‐ | |
βεια. | 1633 | |
39.1636(2) | Στ. βʹ Τὸ κρεῖσσον, οὐ συγκριτικὸν, ἀλλ’ ἀντὶ τοῦ ἀγαθοῦ. Στ. θʹ. Ὁ πρακτικὸς καὶ ἰδιώτης, τοῦ ἐν λόγῳ | |
5 | καὶ κομψοῦ καὶ ἀπράκτου, τιμιώτερος. Στ. ιβʹ. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται, τουτέστιν αἱ ἀγαθαὶ ἕξεις. Στ. ιζʹ. Ὃ ἐὰν λέγῃ, φησὶ, πιστοῦται τοῖς ἔργοις· καὶ εἰ ἔργου ἐστὶ πιστότερον· ἢ ἀντὶ τοῦ, φανερὰν, | |
10 | βεβασανισμένην, ἀνέλεγκτον, ἱκανὴν αὐτὴν ἐπιδεῖ‐ ξαι· ἀδίκων δὲ μάρτυς, ὁ συνιστᾷν ἐπιχειρῶν ἃ ἂν ἄδικα πράττῃ· δόλιος δὲ, ὡς οὐδὲν ἔχων εὐθές. Στ. κεʹ. Ὁ μὲν τῶν κολάσεων λόγος ταράσσει τὸν ἄρτι φοιτῶντα τῷ πρακτικῷ βίῳ· εὐφραίνει δὲ ὁ | |
15 | τῶν ἐπαγγελιῶν. Ὁ γὰρ τέλειος δίκαιος οὐ φοβηθή‐ σεται ἀπὸ ἀκοῆς πονηρᾶς, φόβον ἔχων Κυρίου τὸν ὑπεραίροντα πάντα. Στ. κϛʹ. Ὁ μὲν δίκαιος, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, συγγινώσκει, κἂν ἁμάρτημα ᾖ τὸ παρὰ | |
20 | τοῦ φίλου· ἢ ὅτι ἐπιγινώσκων ὅτι κατ’ εἰκόνα Θεοῦ ἐστιν ὁ φίλος, σύμφωνος ἑαυτοῦ ἐστι μετριοφρονῶν, καὶ φυλάσσων ἑαυτὸν, καὶ μηδὲν τῆς ἐχθρᾶς κακίας ἔχων, ἀστασιάστους ἔχει τοὺς λογισμούς. | |
25 | Στ. βʹ. Ὁ μὲν γὰρ ἕξει τὸ τέλος τῆς ἀρετῆς, οἱ δὲ καρπὸν οὐχ ἔξουσιν ὥριμον· πτοήσει δ’ ἑαυτὸν, οὐχ εὑρίσκων συστῆναι τῇ ἑαυτοῦ ἁμαρτίᾳ. Στ. ιδʹ. Νόμος ὁ φυσικὸς, ἀφ’ οὗ βρύει τὸ τῆς ζωῆς αἴτιον· δικαίῳ γὰρ νόμος οὐ κεῖται· τιμωρία δὲ ἐπὶ | |
30 | θάνατον τῷ παγιδευθέντι κακοῖς· ἡ πηγὴ ζωῆς, τὰ ἔργα τῶν ἐντολῶν. Δικαίοις τοῖς ἔθνεσιν ὁ τῶν ἐκ περιτομῆς πλοῦτος προσγενήσεται. Στ. ιʹ. Ὁ νοῦς αἰσθανόμενος ἁμαρτίας, ὀδυνᾷ τὴν ψυχήν· οἰκίαι δὲ τῶν ἀσεβῶν, ἕξεις καὶ διαθέ‐ | |
35 | σεις· σκηναὶ δέ εἰσιν αἱ προαιρέσεις· ἔστι δὲ ὁδὸς, ἣ δοκεῖ ὀρθὴ εἶναι, ἡ τῶν ὄντων τὰ δοκοῦντα προκρί‐ νουσα. Καρτερικῶς τὸ πρακτέον λογίζεται. Μερίδα σχήσουσιν, ἢ συμμερίσονται· ὁ θρασὺς γὰρ οὐκ ἂν εἴη δειλός. | |
40 | Στ. κʹ, κγʹ. Τοῦτο ἐμοὶ δοκεῖ ὡς οὐκ ἐν τάξει παρ‐ αινέσεως τέθεικεν, ἀλλὰ τὰ συμβάντα ἀπαγγέλλει· εἶτα διορθωτικῶς τὸ ἐπαγόμενον· τὸ, «Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει·» τὰ γὰρ αὐτόθι δῆλα κακά· οὐδὲ διορθοῦταί τις, οὐκ ἂν καταγνοίη τῶν τοιούτων· τίς | |
45 | δ’ ἂν τοὺς ἄλλους ἐπαινέσειεν; Ὁ ὑπὲρ ἀρετῆς φρον‐ τίζων περιττεύει πράξει καὶ γνώσει. Καὶ γὰρ ὁ περὶ τῶν πρακτέων ἀεὶ σκοπῶν ἕξει τι πλέον· ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος, ἤγουν ὁ τοὺς πόνους ἐκτρεπόμενος ἐν ἐνδείᾳ ἔσται τῶν ἀρετῶν. | |
51 | Στ. ιϛʹ. Τὸ, νοσσιὰ, ποτὲ τὸν τόπον σημαίνει, ποτὲ | 1635 |
39.1637 | δὲ τὰ ἐνοσσεύοντα ζῶα. Ἢ τοίνυν ὁ τόπος τῆς σοφίας, τὰ θεωρήματα ἐν οἷς οἰκεί, αἱρετώτερά ἐστι τῆς ψευδωνύμου γνώσεως. ἢ τὰ κυήματα τῆς σοφίας. Ὥσπερ γὰρ χρυσὸς ἀργύρου κρείσσων, οὕτω καὶ σο‐ | |
5 | φία φρονήσεως· ἡ μὲν γὰρ ἐν τῷ γινώσκειν ἐστὶν, ἡ δὲ ἐν τῷ ἑρμηνεύειν τὰ γινωσκόμενα. Ἢ νοσσιὰς σοφίας, τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ἐκεῖθεν μονάς· σοφία δὲ ὁ Χριστός. Στ. ιζʹ. Τὸ γὰρ ἀδιάστατον τῶν πράξεων ἔχουσαι, | |
10 | τὸ τῆς ζωῆς τῆς καταλλήλου μῆκος ἔχουσιν, ἀπὸ κακῶν ἐκκλίνουσαι, τουτέστι θανάτου. Στ. κθʹ. Ἐνταῦθα ἄνδρα παράνομον διάβολον κα‐ λεῖ, ὃς ἀποπειρᾶται τῶν ἀνθρώπων, γνῶναι θέλων τίνες εἰσὶν ἐξ αὐτῶν ὅμοιοι αὐτῷ καὶ θέλοντες πα‐ | |
15 | ρανομεῖν· καὶ ἀπάγων αὐτοῦς εἰς ὁδοὺς ἤτοι εἰς πράξεις οὐκ ἀγαθάς· ὁ αὐτὸς δέ ἐστιν ὁ στηρίζων τοὺς ὀφθαλμοὺς ἐφ’ ἕκαστον τῶν ἀνθρώπων, καὶ νοῶν ἀκριβῶς πρὸς ποῖον πάθος ἐπιῤῥεπῶς τις ἔχει· καὶ γνοὺς ἐκ τῶν κινημάτων, ἱστᾷ αὑτοῦ | |
20 | παγίδας· καὶ συλλαβὼν ἀπάγει αὐτὸν εἰς πάντα τὰ κακά. Ὁρίζειν δὲ τοῖς χείλεσιν εἶπεν, διότι ταῖς πονηραῖς αὑτοῦ ὑποβολαῖς, ἔργοις τελειῶσαι σπουδάζει διὰ τῶν ἀνθρώπων πάντα τὰ αὐτῷ κα‐ ταθύμια· οὗτος δέ ἐστιν ἡ κάμινος τῆς κακίας, ἡ | |
25 | φλέγουσα τὸν ὑποδεξάμενον τοῖς δελεάσμασιν αὐτοῦ εἰς πᾶσαν κακίαν. Στ. λʹ. Ὀφθαλμὸς θεωρῶν καλὰ, ἤτοι διακεκρι‐ μένος· τίνα δὲ τὰ καλὰ, ζητητέον· καὶ μὴ θεωρῶν χρυσὸν, λυπεῖται· εἴτε σῶμα λαμπρὸν, πάλιν κατα‐ | |
30 | τήκεται· ἀλλὰ τίνα ἐστὶ τὰ καλὰ, ἄκουσον· Τὸν οὐ‐ ρανὸν, τὴν γῆν, τὴν θάλασσαν καὶ τὴν κτίσιν πᾶσαν· ὥστε τὰ τοιαῦτα βλέπετε, οἷον τὴν ψυχὴν εὐφραίνει· ἐπεὶ τί ὄφελος τερφθῆναι μὲν τὸν ὀφθαλμὸν, μηδὲν δὲ γενέσθαι πλέον, ἀλλὰ τὴν ψυχὴν διαφθαρῆναι; | |
35 | Στ. λαʹ. Τὰ πολλὰ τῆς κακίας αὐτοῦ ἀνωτέρω εἰ‐ πόντες, τοῖς εἰρημένοις τὰ λείποντα προσθήσομεν. Μετὰ τῶν ὑπερβολῶν αὐτοῦ πάντων λέγει καὶ ταῦτα τοῖς πειθομένοις αὐτῷ· Τοῦτο τὸ πρᾶγμα κατ’ ἀνάγ‐ κην ἐστὶ (τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν), | |
40 | χρηστέον αὐτῷ. Ἡ ἡδονὴ φυσική ἐστι, χρηστέον αὐ‐ τῇ· ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Ὁπό‐ ταν δὲ εἰς πάντα καταπείσῃ τὸν ὑπήκοον αὐτοῦ, τότε ποιεῖ αὐτὸν ἐγκαυχᾶσθαι κατὰ διάνοιαν, ὡς δικαιοσύ‐ νας μεγάλας ποιῶν, καὶ ὅτι ἐν τοῖς γηραιοῖς ταῦτα | |
45 | ὑποτίθεται. | |
47 | Στ. ϛʹ. Ὁ πιστὸς μὴ σπεύδων περὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μη‐ δὲν ἔχων ἐστίν· ἀγαπῶν γὰρ ἀργύριον, οὐ πλη‐ | |
39.1637(50) | σθήσεται ἀργυρίου· ἢ καὶ, Ὁ πιστὸς ὄψεται τοὺς λό‐ γους τοῦ κόσμου τούτου, ὡς χρήματα τοῦ νοῦ τροπι‐ κῶς εἰρημένους· ὁ δὲ ἄπιστος, οὐδὲ τοῦ τυχόντος ἅψεται πράγματος τῶν λόγων δι’ ἀκαθαρσίαν ψυχῆς. Στ. κηʹ. Ἐνεὸς, ὁ τῇ σιωπῇ τὴν ἑαυτοῦ ἀμαθίαν, | |
55 | ἢ τὸ πάθος κρύπτων παρ’ ἑαυτῷ ἣ τοῖς πέλας, δοκεῖ. | 1637 |
39.1640(2) | Στ. ζʹ. Οὐ πᾶσαν ἐκτελεῖ τὴν κακίαν (ἀδύνατον γὰρ), ἀλλὰ πράττει τὰ συνυπάρχειν δυνάμενα· ἔτι δὲ κακοποιῶν οὐκ ἐπαύσατο. Ἢ ἔννοιαν ἀγαθὴν τὸν | |
5 | Χριστὸν λέγει· αὐτὸς γὰρ αὐτὴν ἐγγυᾷ· καὶ πᾶς δὲ ὁ ἀγαθὰ πράττων εὐρήσει αὐτόν· φρόνιμον γὰρ τὸν πᾶν ἔργον ἀγαθὸν ποιοῦντα λέγει. Στ. κδʹ. Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ τὰς χεῖρας ἀδίκως· τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ | |
10 | βουλόμενος, πῶς ἐμπλησθήσεται ἄρτων; Αἱ γὰρ πρα‐ κτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον ἡμῶν προσφέρουσαι τῷ στόματι τὸν ἀπ’ οὐρανοῦ κα‐ ταβάντα. Οὐ δύναται τοίνυν οὗτος οὐδὲ τὴν ἀρχὴν ὠφεληθῆναι, ὀκνηρὸς ὤν. | |
16 | Στ. καʹ. Ἤγουν ἡ κρίσις καλύπτει τὴν ἀπολογίαν τῶν ἀσεβῶν. Ὑπερβάλλει γὰρ ὁ Θεὸς τοὺς εὖ ποι‐ οῦντας ταῖς ἀμοιβαῖς. | |
20 | Στ. κϛʹ. Μὴ δίδου σεαυτὸν εἰς τὸ ὑπερτίθεσθαι με‐ τανοεῖν, αἰσχυνόμενός τινα. Ἐὰν γὰρ ἀποθάνῃς, καὶ οὐκ ἔχῃς καιρὸν τοῦ μετανοῆσαι, οὐκέτι ἕξεις ἀνά‐ παυσιν. | |
25 | Στ. κγʹ. Εἰσάγει δὲ παρ’ ἑαυτῷ τὸν βάσκανον διά‐ βολον, καὶ τρώγει τὸν ψωμὸν αὑτοῦ μετ’ αὐτοῦ, ὁ μετὰ κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας ποιῶν τι τῶν ἀγαθῶν ἔργων· ὁ γὰρ τοιοῦτος ἀπέχει τὸν μισθὸν αὐτοῦ. Καὶ γὰρ ὁ διάβολος φανεροῖ αὐτὰ τοῖς ἀνθρώ‐ | |
30 | ποις, ἵνα διὰ τοῦ ἐπαίνου τοῦ πρὸς τὸν ἀνθρωπά‐ ρεσκον λοιμανῆται καὶ ἀποστερήσῃ τῶν αἰωνίων ἀγα‐ θῶν. | |
34 | Στ. κʹ. Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα | |
35 | ὀρθὰ (ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς), διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν Κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ Κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔκγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Ἀκολουθεῖ δὲ ταῦτα τοῖς εἰ‐ ρημένοις. Οἱ μὲν γὰρ ἐχθροὶ, φησὶ, πονηροὶ ὄντες, | |
40 | ἑτέρων ἐπέχαιρον πτώμασιν· ὃ δὲ μέμφῃ σὺ, μὴ ζη‐ λώσῃς. Τὸ γὰρ λαμπρὸν δῆθεν αὐτῶν καὶ ἀπατηλὸν, μέχρι τούτου τοῦ βίου, καὶ σβέννυται τελευτῇ· πολ‐ λάκις δὲ καὶ ἔτι ζώντων διελεγχθέντων ἐσβέσθη. | |
45 | Στ. ζʹ. Ὁ σοφὸς ταῦτα τῇ σοφίᾳ φησιν, ἢ ὁ τοῦ Χριστοῦ δοῦλος τῷ Κυρίῳ. Δύο δὲ φήσας, περὶ πλειό‐ νων αἰτεῖ· ἀλλὰ τὸ δοκοῦν πρῶτον προαιτητικόν ἐστι τοῦ τυχεῖν ὧν αἰτεῖ λέγοντος· Μή μου παρ‐ ακούσῃς, ἀλλὰ δίδου τὴν χάριν· ἐφ’ ᾧ τὸ πρῶτον ἐπ‐ | |
39.1640(50) | ήγαγεν αἴτημα· Μάταιον λόγον, τὴν ψευδώνυμον μα‐ κράν μου ποίησον, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένω‐ μαι. Ὁ κόρος ὑπερηφανίαν ποιεῖ, καὶ τὸ δοκεῖν ὑπὲρ ἔλεγχον εἶναι· λόγῳ καὶ ἔργῳ ὡς ἀναμάρτητον. Τὸ γὰρ, Τίς με ὁρᾷ, ἀντὶ τοῦ, Ἐλέγχει, φησίν· ἵνα μὴ | |
55 | πλησθεὶς σοφίας, ἀκατάληπτος εἶναι δόξω τοῖς ἄλλοις, ἢ καὶ ψεύστης δόξω τὰ ὑπὲρ τούτους λαλῶν. | |
Στ. ιεʹ. Ἡ βδέλλα τίκτεται μὲν ἐν τοῖς γλυκέσι τῶν | 1639 | |
39.1641 | ὑδάτων, σκωληκοειδὲς οὖσα τι ζῶον· λειοτάτη δέ ἐστι τῇ ἁφῇ, ἥτις τοῖς χανδὸν τοῦ ὕδατος μεταλαμβά‐ νουσι, λεληθότως ὑπεισέρχεται τῇ λειότητι· εἶτα πε‐ ριπλακεῖσα ἔνδον τινὶ τῶν μορίων, οὐ πρότερον ἀποῤ‐ | |
5 | ῥήγνυται, ἕως ἂν τῇ ἐκπόσει τοῦ αἵματος ἀποκτείνῃ τὸν ἄνθρωπον· αἱμοπότης γάρ ἐστι, καὶ ἐντεῦθεν τρέ‐ φεται καὶ αὔξεται. Ταύτῃ νῦν εἴκασε τὸν διάβολον. ὅστις βίᾳ τῶν ἀνθρώπων κρατεῖν οὐ δυνάμενος· τρισὶ γὰρ κέχρηται μάλιστα κατ’ αὐτῶν ὁρμητηρίοις, ἥδων, | |
10 | θέλγων ἀπατῶν, καὶ διὰ τοῦτο κατὰ μικρὸν λεληθό‐ τως αὐτοὺς ἀναιρῶν· πρῶτον μὲν γὰρ αὐτοὺς ταῖς τῆς ψευδοδοξίας ὁδοῖς ἐνάγει πρὸς ἀπώλειαν, ὅπερ δὴ καὶ ᾅδην καλεῖ, τῷ τέλει τῆς δίκης δεικνὺς τῆς ἁμαρ‐ τίας τὸ μέγεθος· ἔπειτα περιβάλλων τῇ τῆς ἀκολα‐ | |
15 | σίας ἡδυπαθείᾳ, ὃ δὴ καὶ ἔρωτα καλεῖ γυναικῶν. Ἐπὶ τούτοις φιλαργυρίᾳ, ἤτοι πλεονεξίᾳ, ὅπερ δὴ καὶ γῆν οὐκ ἐμπιπλαμένην ὕδατος ἔφη· τοιαύτη γὰρ ἡ ψαμ‐ μώδης ἄπληστος. Ταῦτα τοίνυν εἰσὶ τὰ πάθη, ἅτινα ἐξεύρηται τῷ πονηρῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπ‐ | |
20 | ώλειαν, ἅπερ οὕτως φιλεῖ καὶ στέργει, ὡς ἂν θυγατέ‐ ρας ἰδίας. Τὸ τέταρτον δὲ καλεῖ τὴν τούτων τριβὴν καὶ συνήθειαν· οὐδὲ γὰρ ὁ πρὸς ἅπαξ ψευδοδοξήσας, ἢ πορνεύσας, ἢ ἐπιθυμήσας τοῦ πλείονος, εὐθὺς ὑπ‐ έπεσε τοῖς παθήμασιν, ἀλλ’ ὁ τῇ συνηθείᾳ λοιπὸν καὶ | |
25 | τὴν αἴσθησιν ἡττηθείς· τοιούτους γὰρ ἂν εὕροις τοὺς ταῖς ψευδοδοξίαις ἐντεθαμμένους, οὐδέποτε κό‐ ρον λαμβάνοντας, ἀλλ’ ἀεὶ προεπιτείνοντας τὰ πάθη, ὡς καὶ ἑτέρους ἐπὶ ταῦτα προτρέπεσθαι. Ὥσπερ οὖν καὶ ὕδωρ καὶ πῦρ τῇ χορηγίᾳ τῶν προσφόρων οὐ | |
30 | παύεται, οὐδὲ λέγει, Ἀρκεῖ, ἀλλὰ μᾶλλον ἐπαῦον γίνεται· τό τε ὕδωρ τῇ ἐπιῤῥοῇ τοῦ ὕδατος οὐ λήγει, ἀλλ’ αὔξεται· ἃ καὶ σὺ, φησὶν, ὦ παῖ, γινώσκων, ἀπέχου τούτων, ἵνα μὴ λάθῃς κατὰ βραχὺ, καθάπερ βδέλλῃ λειοτάτῃ, τῇ ἡδονῇ τὰν βίον ἀποσυλώμενος. | |
35 | Στ. ιθʹ, κʹ. Ἴχνη ἀετοῦ πετομένου, ἡ τοῦ σοφοῦ ψυχὴ, ἣ, σοφὸς οὖσα, ἀδυνάτως ἔχει πρὸς τὸ γνῶναι ἀφ’ ἑαυτῆς τὰ τοῦ νοητοῦ ἀετοῦ πετάσματα· περὶ οὗ γέγραπται· Ἀετὸς ὁ μέγας καὶ ὁ μακρὸς τῇ ἐκτάσει καὶ πλήρης ὀνύχων, οὐκ ἔχων ἴχνος τῆς παρουσίας | |
40 | τοῦ διαβόλου, εἰ καὶ προέπτη μοι πόθεν οὐκ οἶδα· ἐκκλίνοντος γὰρ ἀπ’ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνω‐ σκον, τῷ μὴ ἔχειν με πρὸς αὐτὸν πόθον. Τοιαύτη ὁδὸς μοιχαλίδος, ἡ νενοθευμένη διδασκαλία. Στ. κβʹ. Ὁ ἐξ ἐθνῶν λαὸς, δοῦλος ὢν τῆς ἁμαρτίας | |
45 | καὶ τοῦ διαβόλου τὸ πρότερον· οὕτως· Ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς· καὶ, Ἄφρων πλησθῇ σι‐ τίων τῶν τῆς ζωῆς· καὶ, Μισητὴ γυνὴ, ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὀπίσω θεῶν ἀλ‐ λοτρίων πορευομένη· καὶ οἰκέτις ἐκβάλῃ τὴν ἑαυ‐ | |
39.1641(50) | τῆς κυρίαν, ἡ τῶν ἐθνῶν Ἐκκλησία τὴν Συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται. —Τῆς διανοητικῆς ἐπισκέψεως δούλη ἡ κατὰ τὸ γράμμα, ἣν Ἰουδαῖοι μὲν ὡς δέσποιναν προετίμων· τὰ δὲ ἔθνη μεταλαμβάνοντα τὸ ῥητὸν εἰς τὸ πνευ‐ | |
55 | ματικὸν, τὴν ὡς δέσποιναν παρ’ ἐκείνοις ἐξέβαλον, τὴν σωματικὴν τοῦ νόμου παρατήρησιν. Στ. κεʹ. Τὰ ἔθνη φησὶν, οἷς οὐκ ἔστιν ἰσχὺς, καὶ | |
θησαυρίζουσιν ἑαυτοῖς δι’ ἔργων ἀγαθῶν τὴν αἰώνιον | 1641 | |
39.1644 | ζωήν. Καὶ οἱ χοιρογρύλλιοι· εἶδος ἰχθύος, ἤτοι οἱ λα‐ γωοὶ οἱ καλούμενοι οἴστροι, τὰ πρώην ἀσθενῆ ἔθνη, καταφυγόντα πρὸς τὸν Χριστόν· πέτρα γὰρ κατα‐ φυγὴ τοῖς χοιρογρυλλίοις, οἳ ἐποιήσαντο ἐν πέτραις. | |
5 | Καὶ σὺ οὖν, φησὶ, κἂν ἀσθενὲς ᾖς ζῶον, ἐπιλαβοῦ τῆς πέτρας τῆς ἀληθοῦς πίστεως, καὶ πρὸς αὐτὴν τὸν βίον ἀπεύθυνε. Πράξεσιν ἐρειδόμενος εἰς τὴν βα‐ σιλείαν εἰσέρχεται. Οὐκοῦν καὶ σὺ, φησὶ, μὴ διὰ τὸ ἀσθενὲς τῆς πίστεως ἀπιστήσῃς τῇ τῶν οὐρανῶν βα‐ | |
10 | σιλείᾳ, ἀλλὰ πιστεύων τῇ περὶ αὐτῆς ὑποσχέσει, τὰ ταύτης ποιητικὰ μετέρχου προστάγματα. Λέων Χρι‐ στός· πάντα γὰρ τὰ λογικὰ πρὸς αὐτὸν κτήνη εἰσί· Μωϋσῆς γάρ φησιν· «Ἐγὼ δὲ ἄλογός (7) εἰμι.» Τὸ τὴν φυσικὴν ἐνέργειαν, ἀνεμποδίστως διαβαίνειν λέγεται. | |
15 | Στ. λαʹ. Ὁ ὑπὲρ ἁμαρτιῶν προσενεχθεὶς, καὶ ἐν ὕψει βαίνων, ἔχει ἐφεπομένην αὐτῷ τὴν ἀγέλην. «Ὅταν γὰρ ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυ‐ τόν.» Ὁ ἀλεκτριὼν διδασκάλου πρόσωπον φέρει, ὃς τὸν λόγον σπείρων ἐν ταῖς ψυχαῖς, ἰσχυρῶς ἐστι προσ‐ | |
20 | αγγέλλων τὸ φῶς. «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βα‐ σιλεία τῶν οὐρανῶν.» Οὗτος ἦν ὁ ἀπ’ ἀρχῆς δι‐ υπνίζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμη‐ νύων· καὶ σκότος ἐκθλίβων, καὶ τὸ φῶς αἰώνιον πᾶσι | |
25 | φανερῶς ὑποδεικνύων. Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως, τουτέστιν ἐν ταῖς Ἐκκλησίαις, εὐψύχως καὶ γενναίως, ὥς φησιν· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Στ. λβʹ. Ἢ καὶ ἐὰν εἰς τὸν νοῦν τῶν Γραφῶν καθ‐ | |
30 | ιῇς σεαυτόν· ἢ, ἐὰν μὴ ἔχῃς μαθητικὸν οὖς, ἀλλ’ ἀντιλογητικὸς εἶ, ἀκούσῃ; «Εἰ δέ τις φιλόνεικος εἶ, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.» | |
34 | Στ. γʹ. Ἡδοναῖς ἢ διδαχαῖς ἀλλοτρίαις τὸν σὸν πλοῦτον | |
35 | μὴ δώσεις. Μετὰ βουλῆς οἰνοπότει. Τὸν τῆς ἀληθινῆς ἀμπέλου πίνων οἶνον, τὴν τῶν Γραφῶν ἑρμηνείαν, καὶ τὴν τῶν ὄντων θεωρίαν, μετὰ πολλῆς προσέρχου διακρίσεως τῇ τῆς διανοίας ἐπισκέψει. Στ. ϛʹ. Νῦν λύπην εἶπε τὸν πόνον. Οἱ οὖν διὰ Θεὸν | |
40 | κοπιῶντες καὶ ὀδυνώμενοι, ἐπ’ ἂν μεθυσθῶσι τῆς πρὸς τοῦ οἴκου Κυρίου πιότητος, τῶν ὀδυνῶν ἐπιλαν‐ θάνονται. Στ. ηʹ. Τὴν προαίρεσίν σου ἔχε εἰς τὸ προσέχειν τοὺς λόγους μου, εἰρημένους ὑπὸ Θεοῦ. | |
46 | Στ. κγʹ. Ἄνεμος βορέας, ὁ διάβολος, διεγείρων καὶ πειράζων τοὺς ἁγίους ὑψηλοὺς αὐτοὺς ὄντας, καὶ μὴ θέλων ἐργάζεσθαι· ἢ ἐγείρων λόγους κατὰ τῶν ἑαυ‐ τοῦ δογμάτων. | |
51 | Στ. γʹ. Ὥσπερ οὖν ταῦτα μεταφέρει μᾶλλον ἐπὶ τὸ εὖ ἔχον τὰ ζῶα, οὕτως ἡ ῥάβδος, τουτέστιν ἐπιτι‐ μία, τὸ παράνομον ἔθνος ῥυθμίζει. Στ. ζʹ. Τῶν τοιούτων, φησὶ, περιαίρει μᾶλλον τὴν | |
55 | δυναστείαν, καὶ μήτε πρακτικὴν ἀρχὴν μήτε λογικὴν | |
τούτοις ἐγχείριζε. | 1643 | |
39.1645 | Στ. ιεʹ. Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δέν‐ δρον ζωῆς, πᾶς κρύπτων τὴν δικαιοσύνην τῇ ἀδι‐ κίᾳ, ἥτις λέγεται χεὶρ, οὐ βρώσεται ἐκ τοῦ τῆς ζωῆς δένδρου. | |
6 | Στ. κγʹ. Τῶν μαθητῶν σου, ἵνα μὴ πρὸς τὴν ἕξιν ἐπάγῃς τὴν διδασκαλίαν. | |
9 | Στ. κβʹ. Τὴν θεωρίαν τῶν γεγονότων, καὶ τὴν | |
10 | θεωρίαν τῆς ἁγίας Τριάδος, ἔνδυμα εἶναι λέγει νοῦ | |
καθαροῦ, ἐκ βύσσου καὶ πορφύρας. | 1645 |