TLG 2102 021 :: DIDYMUS CAECUS :: Fragmenta in Psalmos (e commentario altero)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Fragmenta in Psalmos (e commentario altero)

Source: Mühlenberg, E. (ed.), Psalmenkommentare aus der Katenenüberlieferung, 2 vols. [Patristische Texte und Studien 15 & 16] Berlin: De Gruyter, 1:1975; 2:1977: 1:121–375; 2:3–367.

Citation: Fragment — (line)

1

(n)

Prologus
1 Ἐν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παραληφθεισῶν μαρτυρίαι κεῖνται ὡς ὑπὸ ἁγίου πνεύματος εἰρημέναι. Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπὸ τοῦ ἐνενηκοστοῦ τετάρτου ψαλμοῦ κεφάλαιον λαβὼν ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπηγγέλθαι αὐτὸ γράφει φήσας Καθὼς λέγει τὸ
5πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, καὶ τὰ ἑξῆς. πρὸς τούτῳ καὶ ὁ τῶν ἀποστόλων πρόκριτος Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων σύμφωνα λέγει ὅπου μὲν Ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, καὶ τὰ ἑξῆς, οἷς ὀλίγα ἐπειπὼν ἐπήγαγεν
10Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος. Οὐδὲν δὲ ξένον εἰ οἱ ἀπόστολοι ταῦτα γράφουσιν, αὐτοῦ μάλιστα τοῦ σωτῆρος ταῦτα ἐπισφραγιζομένου. μνήμης γὰρ γενομένης ἐν τῷ Εὐαγγελίῳ τῆς ἀρχῆς τοῦ ἑκατοστοῦ ἐννάτου ψαλμοῦ ὧδε ἐχούσης· Εἶπεν ὁ κύριος τῷ
15κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἐπύθετο τῶν Φαρισαίων, εἰ Δαυὶδ ἐν πνεύματι ἁγίῳ τὸν Χριστὸν κύριον εἶπεν, πῶς υἱὸς αὐτοῦ ἐστιν. Εἰ τοίνυν πνευματικὰ νοήματα περιέχουσιν οἱ ψαλμοί, οὐχ ὡς ἔτυχεν ἐντευκτέον τῇ γραφῇ αὐτῶν.

2

(n)

Ps 1,1
1 Ἔστιν ἁμαρτωλῶν ὁδὸν τὸν διάβολον εἰπεῖν, ἐν ᾗ ὁ γενόμενος μὴ ἐμμενέτω ἑπόμενος τῇ φασκούσῃ διδασκαλίᾳ Ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ’ ὑμῶν. Ὁ μὴ στὰς ἐν ταύτῃ τῇ ὁδῷ ἐλεύσεται πρὸς τὸν εἰπόντα κύριον Ἐγώ εἰμι ἡ ὁδός, ἐν ᾗ γενόμενος κατὰ σκοπὸν δραμῶν τεύξεται τοῦ
5βραβείου.121 in vol. 1

3

(n)

Ps 1,3 ab
1 Πῶς γὰρ οὐκ ἔδει τῇ σοφίᾳ ὁμοιοῦσθαι τὸν ἐκ τῶν εἰρημένων μαρτυ‐ ρούμενον ὡς εἴη σοφός; ὁμοιοῦται γάρ τις τῷ ποιότητα τοιάνδε χαριζομένῳ, ἢ οὐχ ὅμοιος δικαιοσύνῃ ὁ δίκαιος καὶ ὁ ἅγιος ἁγιότητι· εἰ δὴ τοῦτο, καὶ τῇ σοφίᾳ ὁ σοφός. προσελθὼν σπάσας ἀπ’ αὐτῆς τὸ εἶναι, σοφὸς ὁμοιοῦται αὐτῇ,
5κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Ὁ δὲ ὁμοιούμενος τῷ τῆς ζωῆς ξύλῳ γίνεται μὲν ἐν τῷ παραδείσῳ, ἵνα σὺν αὐτῷ φυτευθῇ· οὕτως ἀκουστέον τοῦ ἐν Ἡσαΐᾳ γεγραμμένου ἐκ προσώπου τοῦ θεοῦ Κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ
10μου. τούτου ἀληθοῦς ὄντος, ἐπεὶ ἀΐδιον τὸ τῆς ζωῆς ξύλον, συναιωνίζει καὶ συναπαθανατίζεται αὐτόν· αὕτη ἡ ὁμοιότης συμφυεῖς ἡμᾶς ποιεῖ ἐν τῷ ξύλῳ, ὥστε κλάδους αὐτοῦ καὶ κλήματα χρηματίσαι ἐπὶ τῷ θεῖον καρπὸν ἀγαγεῖν. ἄμπελος γὰρ ἀληθινὴ τὸ ξύλον τῆς ζωῆς τυγχάνον φησὶ πρὸς τοὺς μιμητὰς διὰ καλοκἀγαθίας γινομένους Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· Ὑμεῖς τὰ
15κλήματα· Ὁ πατήρ μου ὁ γεωργός· Πᾶν κλῆμα ἐν ἐμοὶ μένον, καθαίρει αὐτό, ἵνα καρπὸν πλείονα φέρῃ.

4

(n)

Ps 1,3 cd
1 Ἀλλὰ καὶ τοῦ ξύλου τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων (τοῦτο δέ ἐστιν ἡ τοῦ θεοῦ σοφία) καρπὸς μέν ἐστιν ἡ μυστικὴ καὶ πνευματικὴ τῶν γραφῶν διάνοια, φύλλα δὲ σκέποντα τὸν εἰρημένον καρπὸν αἱ πρόχειροι λέξεις εἰσὶν αἳ πρὸς τῷ ποιεῖν τὸ ἴδιον ἔργον ἐν τῷ φυλάττειν τοὺς καρποὺς
5καὶ τροφὴ γίνονται τῶν ἀκεραιοτέρων ἀνθρώπων τῶν δι’ ἁπλότητα κτηνῶν
λεγομένων κατὰ τὸ Ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε.122 in vol. 1

5

(n)

Ps 1,4
1 Ἀμέλει γοῦν δι’ ἣν ἔσχον ἐκ τοῦ ἀσεβεῖν εὐτέλειαν χνοῦς θελήσαντες εἶναι καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρειν, παραπλησίως εὐτελεστάτῳ χνῷ ἐκριπτοῦνται ἀπὸ προσώπου τῆς γῆς, ἀνέμου αὐτοὺς ἀναρριπίσαντος πονηροῦ καὶ τῇδε κἀκεῖσε διαρριπτοῦντος. νοήσεις δὲ ἄνεμον ἐκριπτοῦντα αὐτοὺς καὶ
5τὸν τιμωροῦντα αὐτοὺς ἄγγελον καὶ τὴν ὁρμὴν τῆς πλανησάσης αὐτοὺς διδασκαλίας Περιφερομένους παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ.

6

(n)

Ps 1,5
1 Ἀναστήσονται μὲν οἱ ἀσεβεῖς, ἀλλ’ οὐ κριθήσονται τῷ αὐτοκατάκριτοι εἶναι. Ὁ γὰρ μὴ πιστεύων εἰς ἐμέ, φησίν, ἤδη κέκριται, κατάκριτος ἐκ τῆς ἑαυτοῦ ἀπιστίας ἀναδειχθείς.

6a

(n)

Ps 1,6a
1Οἰκειοῦται τὰς τῶν δικαίων πράξεις· τούτῳ γὰρ ἐνταῦθα τὸ Γινώσκει.

7

(n)

Ps 1,6b
1 Δειχθέντος ὡς οἱ ἀσεβεῖς ἐν κρίσει οὐκ ἐγείρονται, πεφανέρωται πῶς Πολλοὶ τῶν καθευδόντων ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴς αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐγείρονται. πῶς γὰρ οὐκ εἰς ὀνειδισμὸν καὶ
αἰσχύνην αἰώνιον ἀνίστανται οἱ ἐπὶ τὸ κριθῆναι ἐγειρόμενοι, αὐτῆς τῆς123 in vol. 1
5κρίσεως τὰ ἁμαρτήματα αὐτῶν φανερούσης; εἰ δὴ τοῦτο σαφὲς γέγονεν, διὰ τί μὴ εἴρηται Πάντας ἐγείρεσθαι τοὺς καθεύδοντας ἐν γῆς χώματι, τοὺς μὲν εἰς ζωὴν αἰώνιον, τοὺς δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον; ταῦτα γὰρ γέγραπται περὶ μόνων τῶν εἰς κρίσιν ἁμαρτωλῶν ἐρχομένων καὶ εἰς ζωὴν αἰώνιον ἐγειρομένων δικαίων, τῶν ἀσεβῶν οὐκ εἴς τι τούτων ἐγειρομένων,
10οὐκ ἐσομένης ἐξετάσεως αὐτῶν μετὰ ἀνάστασιν.

8

(n)

Ps 2,8
1 Πάντων ἀνθρώπων προαιρετικῶς κινουμένων (αὐτεξούσιοι γάρ), οὐδεὶς κατ’ οὐσίαν ἀγαθὸς ἢ κακός ἐστιν· καὶ ἐπεὶ ὁ ἀρετῆς μετέχων οἰκειοῦται θεῷ μόνος, καὶ πᾶς ὁ τοιοῦτος κληρονομία θεοῦ τυγχάνει. ὅτε οὖν ὁ Ἰσραὴλ ἀγαθὸς ὑπῆρχεν, ἐλέγετο περὶ αὐτοῦ Ἐγενήθη μέρις κυρίου Ἰακώβ, σχοίνισμα
5κληρονομίας αὐτοῦ Ἰσραήλ. παρίσταται ὡς οὐκ ἀποκληρωτικῶς μόνον τὸ ἔθνος τοῦτο, ἀλλὰ διὰ καλοκἀγαθίαν οὕτως ἐχρημάτισεν ἐκ τοῦ περὶ θεοῦ λεγομένου ὑπὸ τῶν ἁγίων ἀνδρῶν Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. εἰ δὲ τηρήσει ἐντολῶν καὶ πίστει τῇ εἰς θεὸν κληρονομία τις γίνεται θεοῦ, ὁ παραβαίνων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τῆς
10εἰς αὐτὸν πίστεως μεταπίπτων ἐκβάλλεται τῆς τοιαύτης τιμῆς, ὡς αὖ ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῶν γίνεται θεοῦ κλῆρος καίπερ οὐκ ὢν πρότερον. ταύτης μενούσης τῆς ἀκολουθίας, ὁ πάλαι διὰ θεοσέβειαν ὢν κληρονόμος θεοῦ Ἰσραήλ, ἀποστάτης θεοῦ γενόμενος μετέπεσεν, οὐ δεξάμενος τὸν ἐπ’ εὐεργεσίᾳ προηγουμένως αὐτοῦ, εἶτα καὶ τῶν ἄλλων ἀνθρώπων,
15ἐληλυθότα σωτῆρα. ἔδει τοίνυν ἀντεισαχθῆναι ἕτερον συμπληρούμενον ἐκ πλειόνων ἐθνῶν καὶ προσερχόμενον τῷ εὐαγγελίῳ. Τὸ οὖν Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἡμῶν ἕνεκα ἀλλ’ οὐ τοῦ υἱοῦ εἴρηται· δηλοῖ γὰρ ὡς οὐκ αὐτῷ προστίθεταί τι ἀλλὰ τοῖς δεομένοις αὐτοῦ· ὡς γὰρ ἰατρῷ καὶ διδασκάλῳ δίδονται, ἵνα ὑγιαίνοντες καὶ ἐπιστήμονες ἐξ
20αὐτοῦ γένωνται. ἀλλὰ καὶ τὸ Τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς ἁπλούστερον νοηθείη οὕτως· μέχρι τῶν ἐσχάτων τῆς γῆς ἡ σὴ κρατήσει διδασκαλία, κηρυττομένου τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. εἰ δυνατὸν πέρατα τῆς γῆς καλεῖσθαι ἐνταῦθα τοὺς βίῳ καὶ
φρονήματι περάσαντας τὴν γῆν, ἐπίστησον.124 in vol. 1

9

(n)

Ps 2,10
1 Κἂν νῦν σύνεσιν λάβετε ἀναστάντος ἐκ νεκρῶν τοῦ σταυρωθέντος, καὶ ὑμεῖς δὲ οἱ ἄρχοντες παιδεύθητε γνόντες, ὅτι, ὃν ἐδόξατε περιβαλεῖν θανάτῳ, ἀνέστη λύσας τὴν νεκρότητα· τοῦτο γὰρ προτρέψεται δουλεῦσαι ὑμᾶς ἐν φόβῳ τῷ ἐπιβουλευθέντι πρὸς ὑμῖν γνοῦσιν, ὅτι θεός ἐστιν, καθ’ οὗ συνεληλύθειτε.
5αὕτη ἡ ἐν φόβῳ δουλεία πεπαύσεται προκοπῆς γεγενημένης, ὡς θείαν ἀγαλλίασιν μετὰ τρόμου ἐγγενέσθαι ὑμῖν· εἰ γὰρ καὶ χαρά τις εὐλόγως γινομένη, τυγχάνει ἡ ἀγαλλίασις· ἀλλ’ οὖν ἐπὶ θεῷ σὺν τρόμῳ γίνεται. τούτῳ συνᾴδει τὸ Ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος φοβερός· ὑψίστου γὰρ φοβεροῦ ὄντος τοῦ ἐφ’ ᾧ ἡ ἀγαλλίασις, μετὰ τρόμου
10ἔχειν αὐτὴν δεῖ.

10

(n)

Ps 2,12a—c
1 Τὸ Ἐν τάχει τῷ Δράξασθε παιδείας ἀποδοτέον καθ’ ὑπερβατὸν εἰρημένον, ὡς εἶναι τὸ ἀκόλουθον τῆς φράσεως οὕτως· Δράξασθε παιδείας ἐν τάχει καὶ ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε, ῥαθυμούντων ὑμῶν, ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.

11

(n)

Ps 3,4
1 Ἐπειδὴ δ’ ἐλέχθη ὡς ἐκ προσώπου κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλή, ὁ θεὸς οὖσα, ὅτ’ ἂν ἡ θεότης αὐτοῦ φανερὰ δι’ ἀποδείξεως τοῖς πιστοῖς γίνεται. σημαίνει τὸ τῆς κεφαλῆς ὄνομα ἐν τούτοις ἄρχοντα· διὸ τῶν ἀνδρῶν ἄρχων ὁ Χριστὸς ἁγίων ὄντων βασιλεὺς
5αὐτῶν εἰκότως ἐστίν, καὶ ταύτῃ κεφαλὴ αὐτῶν χρηματίζει.125 in vol. 1

12

(n)

Ps 3,5
1 Ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ δύναται ὄρος ἅγιον εἶναι θεοῦ, ἐξ οὗ εἰσακούει τῶν εὐχομένων θεός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, περὶ οὗ εἴρηται Ἔσται ἐμφανὲς τὸ ὄρος κυρίου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν, δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων.

13

(n)

Ps 3,6
1 Τὸ κοιμηθῆναι σημαίνει τὴν ἀνάκλισιν, μεθ’ ἣν εὐθέως ὁ ὕπνος ἐπιγίνεται. ἐπεὶ οὖν ἑκουσίως Ἰησοῦς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν, κατὰ τοῦτο κοιμηθεὶς ὕπνωσεν· οὐ γὰρ ἂν ἐτεθνήκει, εἰ μὴ αὑτὸν εἰς τοῦτο ἐδεδώκει, ἐξεγερθεὶς δὲ ἐκ νεκρῶν, ἀντιλαβομένου θεοῦ, πρωτότοκος ἐκ νεκρῶν γεγένηται.

14

(n)

Ps 3,8b
1 Ματαίως ἐχθροὺς ἔχει ὁ μὴ παρέχων μίσους καὶ ἔχθρας πρόφασιν· τοιοῦτοι δέ εἰσιν Πάντες οἱ διωκόμενοι διὰ τὸ ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, πρὸς οὓς λέγεται ὑπὸ τοῦ σωτῆρος Μακάριοί ἐστε ὅτ’ ἂν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσιν πᾶν πονηρὸν ψευδόμενοι ἕνεκεν ἐμοῦ, καὶ τὰ ἑξῆς.
5 Ταύτης τῆς προθέσεως ὢν καὶ ὁ Δαυὶδ πολλοὺς εἶχεν ματαίως ἐχθροὺς ὡς τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ καὶ τοὺς σὺν αὐτοῖς· τοῦ γὰρ ἁγίου πολλὴν πραότητα καὶ ἀγαθότητα εἰς αὐτοὺς πολλάκις ἐνδειξαμένου, μάτην ἦσαν
ἐχθροί.126 in vol. 1

15

(n)

Ps 3,8c.9
1 Περὶ τῶν τοιούτων ὀδόντων πολλάκις εἶπεν τῷ θεῷ Ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν, καὶ εὐχαριστῶν ἐπὶ τῷ ὑπ’ αὐτῶν μὴ βλαβῆναί φησιν Εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. δῆλον δὲ ὅτι περὶ νοητῶν ταῦτά φησιν. τοῖς οὕτω λεγομένοις ὀδοῦσιν κακῶς
5χρώμενοι Γαλάται κακῶς ἔδακνον ἀλλήλους καὶ κατήσθιον, ματαίως καὶ ἁμαρτητικῶς χρώμενοι ταῖς δυνάμεσι τῆς ψυχῆς αἳ ὀδόντες ἀλληγορικῶς καλοῦνται. βεβαιωθείσης γὰρ τῆς αἰτήσεως ἀντ’ ἐχθρῶν φίλοι καὶ ἀντὶ ἁμαρτωλῶν σπουδαῖοι γενήσονται. Τοῦ κυρίου ἡ σωτηρία· μὴ ἄλλοθεν τοίνυν ἢ παρ’ αὐτοῦ ταύτην ζητῶμεν.
10 Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐδοκία σου· τίς δὲ ἡ εὐδοκία ἡ ἐπὶ τὸν λαὸν ἐρχομένη ἢ ἡ βούλησις τοῦ πατρὸς ἡ περὶ τῆς ἐπιδημίας; δείξας γοῦν τὸν ἐνανθρωπήσαντα σωτῆρα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἔφη, ἐν ᾧ ηὐδόκησα. εἰς τοῦτο λήψῃ τὸ Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.

16

(n)

Ps 4,1
1 Ὠιδή ἐστιν ἐπινίκιος ἢ χαριστήριος αἶνος μόνῃ φωνῇ προφερόμενος, ψαλμὸς δὲ ὕμνος ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ ἢ καὶ κιθάρᾳ κρουόμενος. εἴη δὲ πρὸς ἀναγωγὴν ᾠδὴ ἡ θεωρία τῆς ἀληθείας μόνῃ νοήσει μεμουσωμένη γενομένη, ψαλμὸς δὲ πράξεις κατὰ λόγον τὸν ὀρθὸν ἐπιτελούμεναι, ὡς
5ψάλλειν μὲν τὸν πρακτικὸν βίον ἔχοντα, ᾄδειν δὲ τὸν θεωρητικόν. ἐπεὶ τοίνυν ὁ Δαυὶδ θεωρεῖ καθαρᾷ καρδίᾳ τὸν θεὸν καὶ τὴν ἀληθείαν αὐτοῦ, ᾠδὴν προφέρει, ἣν εἶναι ἐν ψαλμοῖς λέγει διὰ τὸ πολλὰ πρακτικῶς αὐτῷ κατωρθῶσθαι. Αὕτη ἡ ᾠδὴ Εἰς τὸ τέλος ἐστὶν ἐκεῖνο, ὃ καλεῖν εἰώθασιν ἔσχατον ὀρεκτὸν
10τῷ αὐτοῦ ἕνεκα τὰ ἄλλα πάντα εἶναι αἱρετὰ καὶ ὀρεκτά, αὐτὸ δὲ οὐκ ἄλλου χάριν· ὅπερ ἐστὶν ἡ πάντων τελείωσις, περὶ οὗ καὶ ὁ Παῦλός φησιν Εἶτα τὸ τέλος, καθ’ ἣν ὅμοιός τις τῷ θεῷ γεγενημένος ὄψεται αὐτόν. Κατὰ τί δὲ βούλεται καὶ τὸ Τῷ Δαυὶδ τὴν ᾠδὴν ἀλλὰ μὴ τοῦ Δαυὶδ
ἀναγεγράφθαι; φασὶν τοίνυν τινὲς τοῦ Δαυὶδ εἶναι τὸν ψαλμὸν ἢ τὴν ᾠδήν,127 in vol. 1
15ὅτ’ ἂν αὐτὸς ᾖ προενεγκὼν θεοπνευσθείς, τῷ Δαυὶδ δὲ εἶναι τὴν ᾠδὴν ἢ τὸν ψαλμόν, ὅτ’ ἂν πρὸς αὐτὸν τὰ λεγόμενα ἀναφορὰν ἔχῃ. συνπίπτει δὲ πολλάκις καὶ αὐτοῦ καὶ αὐτῷ εἶναι τὸ ἀπαγγελλόμενον, ὅτ’ ἂν αὐτοῦ διακονησαμένου τῷ πνεύματι τὰ ὑποβαλλόμενα ὑπ’ αὐτοῦ προελέχθη, εἶτα δοθέντος τοῦ ψαλμοῦ τινι τῶν ᾀδόντων ἀπηγγέλθη δι’ ἐκείνων Τῷ Δαυίδ· ὁποτέρως δ’ ἔχει
20ἕκαστον τῶν ἐν γραφαῖς κειμένων, μόνου τοῦ κατὰ θεὸν σοφοῦ εἰδέναι †

17

(n)

Ps 4,2b
1 Πλατύνει δὲ ἐν θλίψει ὁ θεὸς οὐ παύων τὴν περίστασιν, οὐκ ἀνατρέπων τοὺς κακοῦντας ἀλλὰ παρέχων μεγαλοψυχίαν γενναίως φέρειν τὰ περιστατικά. κατὰ ταύτην τὴν διάνοιαν ἀκουστέον καὶ τὸ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς, ὑπομονὴν χαριζόμενος. ἔστι δ’ ὅτε καὶ
5ἔξω τῶν περιστάσεων ποιεῖ τὸν μεγαλοψύχως πρὸς τὰς περιστάσεις στάντα ὡς τὸν Ἰωσὴφ καὶ τὸν Ἰὼβ ἀλλὰ καὶ αὐτὸν τὸν περὶ οὗ τὰ προκείμενα.

18

(n)

Ps 4,3a
1 Πολλὰ δὲ τοιαῦτα φέρεται καὶ ἐν τῇ γραφῇ ὧν ἕν ἐστιν καὶ τὸ Βροτὸς γὰρ γεννητὸς γυναικός, καὶ τὸ Ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδεὶς μείζων ἐστίν. καὶ αὗται γὰρ αἱ λέξεις ἀντὶ τοῦ ἄνθρωποι εἴρηνται.

19

(n)

Ps 4,4a
1Ἢ οὐ θαυμαστοῦται ὁ ὅσιος τοῦ θεοῦ ὅτ’ ἂν θλίψεις φέρῃ μεγαλοψύχως
δοκούσας ὑπὲρ ἄνθρωπον εἶναι ἀλλὰ καὶ ὅτ’ ἂν ἐπικαλούμενος θεὸν ἐπινεύοντα εὐθέως ἔχῃ, ἅπερ πάντα ἀγνοεῖ ὁ βαρείαν καρδίαν, τουτέστι νόησιν μετὰ κακίας, ἔχων; εἰ δὲ περὶ τοῦ Χριστοῦ εἴρηται πρὸς Ἰουδαίους ὁ λόγος διὰ τὸ128 in vol. 1
5βαρυκάρδιον οὐκ ἔτι θεοῦ ἀλλ’ ἀνθρώπων υἱούς, πῶς γὰρ οὐκ ἐθαυμάστωσεν 〈κύριος τὸν ὅσιον〉 ἐν αὐτῷ καὶ δι’ αὐτοῦ πληρώσας προφητείας, παραδόξων δυνάμεων γενομένων δι’ αὐτοῦ ἔτι μὴν καὶ ἀναστάντος ἐκ νεκρῶν; γνώσεσθε δὲ ἀποβαλόντες τὸ βαρυκάρδιον καὶ ἐρευνήσαντες τὰς περὶ τοῦ ὁσίου γραφάς· ἐρευνήσασι γὰρ ὑμῖν ἡ καινότης τοῦ πνεύματος εὑρεθήσεται.

20

(n)

Ps 4,5a
1 Ταύτην τὴν λέξιν παραλαβὼν ὁ ἀπόστολος ἐπήγαγεν αὐτῇ· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ ταύτην καταδεξάμενος τὴν ἀποστολικὴν προτροπὴν ὀργισθεὶς οὐχ ἁμαρτάνει τοῦ κατ’ ὀργὴν διακειμένου ἐπίμονον αὐτὴν ἔχοντος ὃν καὶ μηνιαστὴν ἔθος καλεῖν.
5βεβαιοῖ ταύτην τὴν νόησιν τὸ ἑξῆς ἐπιφερόμενον· Ἃ λέγετε γάρ φησίν (ὀργισθέντες δηλονότι) ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις κατανύγητε, ὥστε ἀναστάντας ἐξ ὕπνου μηδὲν πρᾶξαι ἢ εἰπεῖν τῶν ἐν τῇ καρδίᾳ ἐν ὀργῇ διεσκεμμένων.

21

(n)

Ps 4,7b
1 Δυνατὸν Φῶς τοῦ προσώπου τοῦ θεοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως καὶ εἰκόνα αὐτοῦ τοῦ ἀοράτου θεοῦ εἰπεῖν, ὅπερ φῶς ἀπεντεῦθεν ἐσημειώθη ἐφ’ ἡμᾶς μορφωθέντας κατ’ αὐτόν. οὐκ ἀγνοητέον ὡς ἀναγινώσκουσί τινες τὸ Τίς δείξει ἡμῖν τὰ ἀγαθὰ οὕτως· τὰ ἀγαθὰ οὐ πολλῶν ἐστιν, ἀλλ’ ἑνός ἐστιν
5δεῖξαι· οὗτος δὲ ὁ μονογενής ἐστι τοῦ θεοῦ υἱός. σημαίνει τοῖς οὕτως ἐκλαμβάνουσι τὸ Τίς τὸ ὀνομαζόμενον ἰδίως ποιὸν ἢ ἄτομον καὶ μίαν τῷ ἀριθμῷ οὐσίαν. συγχρῶνται μαρτυρίῳ τὸ Ἄνθρωπός τις εὐγενής, καὶ ἐνταῦθα
γὰρ τὸ Τίς δηλοῖ τὸν ἰδίως ποιόν.129 in vol. 1

22

(n)

Ps 4,9
1 Εἰ καὶ οὗτοι ἀπὸ τῶν ἡδέων αὑτοῖς ἔδοξαν πληθύνεσθαι, ἀλλά γε ἐγὼ προσδοκῶν αἰῶνα μέλλοντα καὶ μισθὸν ὀρθῆς πολιτείας, πάσης ταραχῆς ἐκτὸς διὰ τὴν ἐλπίδα γεγονώς, Ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσωμαι, κοίμησιν καὶ ὕπνον λέγων τὴν ἀπὸ τοῦ βίου ἀναχώρησιν· ἀποδιδοὺς τὴν αἰτίαν
5τοῦ κεκοιμῆσθαι καὶ ὑπνωκέναι ἐν εἰρήνῃ εὐθὺς ἐπήγαγεν ὅτι Ἐπ’ ἐλπίδι κατῴκισάς με. εἴρηται δὲ καὶ ἐν Ὠσηὲ πρὸς τὴν ψυχὴν ἐκ προσώπου τοῦ θεοῦ Κατοικιῶ σε ἐπ’ ἐλπίδι. ποιεῖ δὲ τοῦτο θεὸς ἐλπίδα μελλόντων θείων ἀγαθῶν προτείνων τοῖς κατοικιζομένοις ὑπ’ αὐτοῦ ἐν διανοητικῇ καὶ πρακτικῇ ἀρετῇ καὶ ἐν δόγμασιν ἀληθείας καὶ θεσμοῖς ἐκκλησιαστικοῖς.

23

(n)

Ps 5,1a
1 Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς ἤτοι ἐκκλησίας εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ θεοῦ θεραπευταῖς· ἔστι γὰρ κληρονομία τοῖς θεραπεύουσι κύριον. ἔστιν δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ τὸ εἶναι ἔχουσα· εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης
5κληρονόμους Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς. εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ σωτὴρ Δεῦτε ἐκ δεξιῶν μου, εἶπεν, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν θεῷ, ἵν’ ἀξιωθῇ κληρονόμος
10αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι, ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς
σημαίνειν τὴν ἐπιγραφὴν τὴν Ὑπὲρ τῆς κληρονομούσης.130 in vol. 1

24

(n)

Ps 5,2.3
1 Τὸ δὲ Ἐνώτισαι μὴ φερόμενον ἐν τῇ συνηθείᾳ, ἐν τῇ γραφῇ κεῖται συνεχῶς δηλοῦν τὸ εἰς τὰ ὦτα δέχεσθαι τὸν ἀκούοντα τοὺς ἀπαγγελλομένους λόγους τοῦ λέγοντος αὐτοὺς διὰ τὸ ἐγγὺς εἶναι· σχέσει δ’ ἐγγὺς οἱ δίκαιοι θεοῦ ὅθεν εὐχαῖς δικαίων ἐπακούειν εἴρηται ὁ θεὸς καὶ τὰ ὦτα ἔχειν εἰς
5δέησιν αὐτῶν. Βασιλεὺς δ’ ἅμα καὶ δημιουργὸς ὁ θεὸς τυγχάνει τῶν μὴ διαπετασάντων χεῖρας αὐτῶν πρὸς θεὸν ἀλλότριον μηδὲ βασιλευομένων ὑπὸ τῆς ἁμαρτίας.

25

(n)

Ps 5,4
1 Κατὰ θεωρίαν δέ· ᾧ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν ἐν ἀρχῇ νοητῆς ἡμέρας γεγονώς, χαριστήριον αἶνον προφέρων τῷ αἰτίῳ τοῦ φωτισμοῦ Τὸ πρωΐ, ἔφη, εἰσακούσῃ τῆς φωνῆς μου· τίνι γὰρ ἔδει χάριν ὁμολογῆσαι ὑπὲρ τηλικούτου ἀγαθοῦ ἢ σοί, ὦ δέσποτα, τῷ ἀνατείλαντί μοι φῶς αἴτιόν μοι
5μεγίστης θεωρίας ὑπάρχον; ἀεὶ γοῦν ἔρως εἰσέρχεται πρὸς ταῖς ὑπαρξάσαις θεωρίαις καὶ ἔτι θέλειν βλέπειν τὰ κάλλη τῆς ἀληθείας. παρίσταται τοῦτο καὶ ἐκ τοῦ Καὶ ἐπόψομαι. ὡς γὰρ τὸ ἐπέρχομαι ἀκατάπαυστον πρόσοδον δηλοῖ, οὕτω τὸ Ἐπόψομαι συνεχῶς προστιθεμένην κατανόησιν ἐμφαίνει· πῶς γὰρ οὐκ ἀεὶ βλέπει ὁ ἐπαγγελίας τυχὼν τῆς Ἔσται σοι κύριος φῶς αἰώνιον,
10καὶ Φῶς δικαίοις διὰ παντός; Ἔστιν δὲ καὶ ἑτέρα γραφὴ ἔχουσα Παραστήσομαί σοι καὶ ἐπόψει με, ὅπερ οὐ παντὸς λέγειν ἀλλὰ τῶν κατὰ τὸν μέγαν Ἠλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας
παρρησίαν λέγειν θαρρούντων Ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.131 in vol. 1

26

(n)

Ps 5,5—7
1 Τούτου ἀληθοῦς ὄντος, οὐκ ἔστιν ἐκ θεοῦ τὸ κακὸν ὡς οἴονται οἱ ἐνυπόστατον τὴν κακίαν τιθέμενοι. Ἐκ στόματος γὰρ ὑψίστου οὐκ ἐξελεύσεται τὸ κακὸν καὶ τὸ ἀγαθόν. μόνον γὰρ τὸ ἀγαθὸν εἶναι βούλεται· οὗ ὄντος ἀδύνατον ἔν τινι συστῆναι τὸ κακόν.
5 Ἀπόλλυσιν δὲ Τοὺς λαλοῦντας τὸ ψεῦδος ᾗ ψεῦσταί εἰσιν, ἵν’ ἐπιγνῶσιν τὴν ἀλήθειαν ἣν καὶ πάλαι ᾔδεισαν. τὸ γὰρ ἐπιγνῶναι τοῦτο δηλοῖ· οὐδεὶς γὰρ ἀρχὴν ἔχων τοῦ γινώσκειν τι ἐπιγινώσκειν αὐτὸ λέγεται. πάντων δὲ τῶν λαλούντων τὸ ψεῦδος ὑπὸ θεοῦ ἀπολλυμένων, ἀπολεῖται κἀκεῖνος περὶ οὗ εἴρηται Ὅτ’ ἂν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. εἰ δὲ τοῦτο, οὐκ ἔστιν
10κατ’ οὐσίαν κακός· οὐ γὰρ ἅμα τῷ γενέσθαι καὶ εἰς ὑπόστασιν ἐλθεῖν ἀλλὰ μετὰ ταῦτα τραπεὶς ἀρχὴν τοῦ λαλεῖν τὸ ψεῦδος ἔσχεν, ἐσχηκώς ποτε τὸ ἐν ἀληθείᾳ εἶναι. δηλοῦται δὲ τοῦτο ἐκ τῶν οὕτω περὶ αὐτοῦ γεγραμμένων· Ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ· ὁ γὰρ ψεκτὸς ὢν διὰ τὸ μὴ ἑστάναι φανερός ἐστιν πειραθεὶς τούτων τῶν διαθέσεων. κριτέον
15δὲ ἐκ προθέσεως ἀλλ’ οὐκ ἐκ μόνης φωνῆς τὸν ψευδόμενον, ἵνα μὴ ὦσιν ὑπὸ τὴν ἀπειλὴν οἱ οἰκονομικῶς ποτε τοῦτο πεποιηκότες ὡς Ῥαάβ· ἔδοξεν γὰρ ψεύδεσθαι πρὸς τοὺς ἀναζητοῦντας ἐπὶ τῷ ἀποκτεῖναι τοὺς κατασκόπους ἀγαθοὺς ἄνδρας ὄντας· ὑπὸ Ἰησοῦ γὰρ τοῦ Ναβῆ ἀποσταλέντες ἐπαινετοὶ ἦσαν. τῆς προθέσεως τῆς ἀνθρώπου πολὺ τὸ σπουδαῖον ἐσούσης, οὐκ
20ἀκόλουθον οὖν ἐστιν τάξαι αὐτὴν ἐν τοῖς ἀπολλυμένοις ἢ ἐν τοῖς τὸ ψεῦδος λαλοῦσιν. ὥσπερ δὲ οὐχ ὁ ὅπως ποτὲ κτείνων ἄνθρωπον φονεύς ἐστιν, οὕτως οὐ καθάπαξ ὁ ἐκχέων αἵματα αἱμάτων ἀνήρ ἐστιν· οὐ γὰρ λέγομεν φονέας ἢ αἱμάτων ἄνδρας τοὺς κατὰ νόμον θεῖον ἀποκτέννοντας τοὺς ἀξίους τὸ παθεῖν τοῦτο, ἐπεὶ ὥρα λέγειν Σαμουὴλ καὶ Ἠλίαν τοὺς μεγάλους ἄνδρας
25μαρτυρηθέντας ἐπὶ ἀγαθότητι καὶ προφητείᾳ θείᾳ ὑποκεῖσθαι τοῖς ἐγκλήμασιν τούτοις, ἀλλ’ οὐδεὶς τούτων φονεὺς ἢ αἱμάτων ἀνήρ, εἰ καὶ ἔκτεινάν τινας ἐπὶ
ἀσεβείᾳ καὶ ἐγκλήμασιν μεγίστοις. Τούτων ὀρθῶς ὁμολογουμένων, τὸν κατὰ παράβασιν νόμου αἴτιον ἀναιρέσεως ἀνθρώπου γενόμενον φόνων καὶ αἱμάτων ἄνδρα λεκτέον. καὶ τὸ132 in vol. 1
30δόλιον δὲ εὐλόγως συνέζευκται τούτῳ· πῶς γὰρ ὁ σὺν δόλῳ φονικῶς αἵματα ἀνθρώπων ἐκχέων οὐ βδελυκτὸς κυρίῳ;

27

(n)

Ps 5,9a
1 Πῶς δὲ ὁδηγεῖταί τις τῇ τοῦ θεοῦ δικαιοσύνῃ, ἐξεταστέον. μήπωτ’ οὖν ὁ κατὰ τὴν τοῦ θεοῦ δικαιοσύνην (αὕτη δέ ἐστιν ἡ γνησία ἀρετή) προκόπτων ἑπόμενος θεῷ κατὰ τὸ Ὀπίσω κυρίου, τοῦ θεοῦ σου, πορεύσῃ, ὁδηγεῖται ὑπὸ τοῦ χορηγοῦντος τὴν ἀρετήν, αὐτοῦ τοῦ θεοῦ δηλονότι.

28

(n)

Ps 5,11
1 Καὶ ἐπεὶ ἀνθρώπινον τὸ Παρεπίκραναν, σκοπητέον πῶς ἐκλαβεῖν αὐτὸ δεῖ περὶ θεοῦ εἰρημένον. ὁ θεὸς ἀναλλοίωτος καὶ ἄτρεπτος ὑπάρχων ἀπαθής ἐστιν, πάθεσιν δοκῶν περιβάλλεσθαι ὅτ’ ἂν ἡμεῖς πάθη ἔχωμεν· τὰ γὰρ ἡμέτερα ὡς ἐκείνῳ ἐγγιζόμενα νομίζεται, οἷον ἡ λήθη, ἣν ἔχομεν περὶ αὐτοῦ,
5ὑπολαμβάνεται αὐτοῦ εἶναι. περὶ ἡμῶν γοῦν εἶπεν Ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὅμοιον τῷ ῥητῷ τούτῳ τὸ γραφόμενον ὑπὸ Παύλου Εἴ τις ἀγνοεῖ, ἀγνοεῖται· δῆλον ὅτι ὑπὸ τοῦ εἰπόντος πρὸς τοὺς φαύλους Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ἔγνων. ὡς οὖν ταῦτα ὁ παραπικραίνων ἑαυτοῦ τὸ ἦθος διὰ τῆς πικροτάτης κακίας
10ἀντάξια πάσχων, ὧν ἔδρασεν, οἴεται τὸν θεὸν κατ’ αὐτοῦ πικράζεσθαι. εἶπεν γοῦν τοῦτ’ αὐτὸ ψυχὴ δίκῃ ὑποπεσοῦσα ψήφῳ θεοῦ δι’ ἁμαρτήματα Ἐγὼ παραπικραίνουσα παρεπικράνθην· ὅθεν καὶ συνορῶσα τὴν τοῦ κρίματος
ἀκολουθίαν εἶπεν Δίκαιός ἐστιν ὁ κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα.133 in vol. 1

29

(n)

Ps 5,12ab
1 Οἱ ἐλπίζοντες ἐπὶ σὲ πάντες εὐφρανθήσονται, τῶν ἐπιβουλευόντων αὐτοῖς καταλυθέντων. ἔστιν δὲ τῶν ἐλπιζόντων ἐπὶ σὲ εὐφροσύνη οὐκ ὀλιγοχρόνιος οὐδὲ πρόσκαιρος· ὅθεν Εἰς αἰῶνα ἀγαλλιάσονται, σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς. πῶς γὰρ οὐκ ἀεὶ ἀγαλλίασιν ἕξει ᾧ θεὸς πάρεστιν κατασκηνῶν ὡς
5ἐν ἰδίῳ ναῷ; ὡς γὰρ τὸ μακρύνεσθαι θεοῦ, αἰχμαλωτιζούσης τῆς ἁμαρτίας, θρήνων καὶ ὀλοφυρμῶν ἐπάξιον, οὕτως οἰκεῖον ἀγαλλιᾶν τοῖς θεὸν ἐν ἑαυτοῖς ἔχουσιν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα.

30

(n)

Ps 5,12ab
1 Ῥηθείη τὰ προκείμενα καὶ περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, εὐφρανθέντων πάντων τῶν καραδοκούντων αὐτοῦ τὴν ἐνανθρώπησιν· ἠλπίζετο γὰρ αὕτη τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰς προφητείας. ἐπεδήμησεν γὰρ ὁ θεὸς λόγος σὰρξ γεγονὼς προσλήψει σαρκός, ἵνα σκηνώσῃ ἐν τοῖς πιστεύουσιν αὐτῷ·
5Ὁ λόγος γάρ φησιν σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. οὕτω σκηνώσαντος αὐτοῦ Εἰς αἰῶνα ἀγαλλιάσονται οἱ ὑποδεξάμενοι αὐτὸν ἐν ἑαυτοῖς· ὄψονται γὰρ τοῦ σκηνώσαντος ἐν αὐτοῖς διὰ σαρκὸς λόγου τὴν Δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, οἱ τοῦ χρόνου τούτου εἰς αἰῶνα ἀγαλλιώμενοι ἔργῳ θεασάμενοι τὴν ὡς μονογενοῦς πατρὸς δόξαν, οἵ φασιν·
10Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ἔχοντες θεωρίαν τῆς δόξης αὐτοῦ καθ’ ἣν μονογενὴς παρὰ πατρός ἐστιν.

30A

(n)

Ps 5,13b
1 Ὅπλον καὶ στέφανος ὁ σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας. καὶ πάλιν· ὅπλον διὰ τοὺς στρατιῶτας, στέφανος διὰ τοὺς
βασιλεύοντας.134 in vol. 1

31

(n)

Ps 6,1
1 Θειοτέραν δὲ νόησιν ἔχων ἐν ὕμνοις ἐμπεριέχεται καὶ αὐτὸς τοιοῦτος· ᾄδεται δὲ καὶ οὗτος Εἰς τὸ τέλος τῷ τελεώτατα εἶναι τὰ περὶ τῆς ὀγδοῆς θεωρήματα. θεωρητέον δὲ τίς ἡ πνευματικὴ περιτομὴ ἣν ὁ ἔχων θεῷ περιτέμνεται, τοῦ κατὰ σάρκα περιτεμνομένου οὐ πάντως τοῦτο ἔχοντος. φησὶ
5γοῦν ὁ προφήτης πρὸς τοὺς σπουδάζοντας περὶ τὴν κατὰ σάρκα μόνον Περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ μὴ περιτέμνεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν· καὶ ἔτι ὁ αὐτὸς προφήτης· Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν. ὥσπερ τοίνυν ὁ αἰσθητῶς περιτεμνόμενος περιαιρεῖ τι τοῦ ὑπηρετοῦντος γενέσει μέλους, οὕτως ὁ πάντα
10λογισμὸν φίλον γενέσει τῆς νοήσεως ἐκβαλὼν τὴν καρδίαν περιτέτμηται. ταύτην τὴν περιτομὴν ἔχουσιν οἱ γνησίως ἀγαμίαν προτεθειμένοι μεριμνῶντες τὰ τοῦ κυρίου, ἵνα αὐτῷ ἀρέσωσιν. Αὕτη ἡ περιτομὴ ὀγδόῃ ἡμέρᾳ κατορθοῦται· ὑπερβῆναι γὰρ δεῖ τῷ περιτεμνομένῳ τὸν ἐν ἓξ ἡμέραις κόσμον γεγενημένον, καὶ τοῦτό ἐστιν τὸ ἐν
15ἑβδόμῃ ἡμέρᾳ γενέσθαι οὔσῃ ἀληθινῷ σαββάτῳ ἁγίῳ καὶ τρυφερῷ. καὶ ἐπεὶ οὐκ ἐπαρκεῖ πρὸς τελείαν μακαριότητα τὸ ἀργῆσαι τῶν κοσμικῶς γινομένων, δεῖ προσλαβεῖν τὴν μετὰ τὴν ἐν τῷ σαββάτῳ διαγωγὴν ὑπερκόσμιον κατάστασιν οὖσαν ὀγδόην. ὁ πειραθῆναι ταύτης ἔχων πόθον οὐκ ἀγαπήσει τὸν κόσμον οὐδὲ τὰ ἐν αὐτῷ.
20 Εἰς ταύτην τὴν πνευματικὴν νόησιν χειραγωγεῖ ἡμᾶς καὶ τὸ καταμιχθὲν τῇ προστάξει τῆς αἰσθητῆς περιτομῆς οὐ σῷζον τὸ εὔλογον ἐπὶ ἱστορίας ψιλῆς μενόντων· Πᾶν, φησίν, ἄρσεν τῇ ὀγδόῃ ἡμέρᾳ περιτμηθήσεται. ἐπὶ παραβάσει τῶν οὕτω προσταχθέντων ὁρίζεται ἀπειλὴ ἐξολοθρεύσεως κατὰ τοῦ μὴ περιτμηθέντος τῇ ὀγδόῃ ἡμέρᾳ παιδίου ἀλλ’ οὐ κατὰ τῶν γονέων ἢ τοῦ
25ἑτέρως ἀνατρέφοντος τὸ παιδίον· ἐδόκει γὰρ εὔλογος εἶναι ἡ ἀπειλή, εἰ κατά τινος τούτων ἐφέρετο, οὐκ ἔτι σῴζουσα τὸ ἀκόλουθον ἐπὶ ὀκταημέρου παιδίου οὔπω τέως ἔχοντος τὸ πράττειν καὶ μάλιστα προθέσει τοῦ τηρεῖν ἐντολὴν
θεοῦ.135 in vol. 1

32

(n)

Ps 6,2
1 Ἐλέγχεται θυμῷ, οὗ τὰ ἁμαρτήματα φανεροῦται, ἐπαχθείσης αὐτῷ κατὰ ἀνταπόδοσιν πικρᾶς καὶ ἐπιπόνου ἀγωγῆς, ὡς αὖ ὁ ὑποπεσὼν τοῖς ὀργῇ θεοῦ ἐπαγομένοις συναίσθησιν λαμβάνων τῆς αἰτίας γενομένης κακίας τοῦ ταῦτα παθεῖν ἐν ὀργῇ παιδεύεται. ταύτῃ τῇ διανοίᾳ εἴρηται πρὸς τοῦ εἰς αἴσθησιν
5ἀχθέντος Ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι τὴν κρίσιν μου καὶ ἀποίσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. ὅτ’ ἂν γὰρ εἰς κατάστασιν ἀχθεὶς τοιαύτην γνῷ θεραπείας τρόπῳ ἐπῆχθαι αὐτῷ θεόθεν τὴν ὀργὴν, οὐκ ἀπαρέσκεται τέως ὑποκεῖσθαι αὐτῇ, ἕως δικαιωθῇ ἡ κρίσις τοῦ βοηθείας χάριν κρίναντος οὕτως. οἶδεν γὰρ ὅτι ἀνυσάσης τῆς ὀργῆς κατὰ τὴν
10πρόθεσιν τοῦ ἐπαγαγόντος ἐξαχθήσεται εἰς τὸ φῶς ὑπὸ θεοῦ, ἀποισθέντος ὑπ’ αὐτοῦ τοῦ κρίματος. Εἰ τοίνυν τῶν ἐλεγχομένων καὶ παιδευομένων οἱ μὲν διὰ θυμοῦ καὶ ὀργῆς, οἱ δὲ λογικῇ διδασκαλίᾳ ὑφίστανται, ταῦτα περαιτητέα τὰ μετὰ πόνου εἰς ἔλεγχον καὶ παίδευσιν ἄγονται. οὐ γὰρ ἔτι πάντῃ ἑκούσιον ἡ ἐπὶ τούτοις
15μετάγνωσις, πολὺ τὸ ἑκούσιον ἐχούσης τῆς διὰ λόγου προσαγωγῆς ἐλέγχου καὶ παιδεύσεως. Τὰ πάντα, φησίν, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, γράφει Παῦλος. ὁ διὰ φωτὸς ἔλεγχος φανέρωσίς ἐστιν ἀποδείξεως τρόπῳ γινομένη οὐχ ἁμαρτωλῶν μόνων ἀλλὰ καὶ δικαίων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τῶν ἁμαρτωλῶν (δι’ ἄγνοιαν καὶ κακίαν σκότος ὠνομασμένων) καὶ
20φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν τῶν δικαίων. πλὴν εἰ καὶ ἐπίπονα ἐπάγει ὁ θυμὸς καὶ ἡ ὀργὴ τοῦ θεοῦ, ἀλλὰ προθέσει ἀγαθῇ ἐπὶ τῷ κωλῦσαι κακίαν καὶ ἀσέβειαν γίνεται. ἀμέλει ὁ τοῦ χρησίμου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ πειραθεὶς εὐχαριστεῖ λέγων· Εὐλογήσω σε, κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. καὶ αὐτὸς ὁ θεὸς
25φανερῶν τὴν ἐγκεκρυμμένην ἀγαθότητα ἐν τῇ ὀργῇ αὐτοῦ φησὶν Ὅτ’ ἂν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐπιφέρει γὰρ αὐτὴν οὐκ ἐπὶ τῷ βλάψαι ἀνθρώπους, ἀλλ’ ἀφανίσαι ἃ προαιρετικῶς ἔσχον κακά. εἰ γὰρ καὶ Ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἀλλά γε ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ἐπάγεται, ἵνα ἀφανισθῇ ἀπ’ αὐτῶν ἀδικία καὶ ἀσέβεια ἃς
30ἔσχον πρὶν πειραθῆναι ὀργῆς. Ὅτι δὲ οὐ πάθος θεοῦ ἐκ τούτων τῶν λέξεων παρίσταται, μανθάνομεν καὶ ἐκ τῶν Μωϋσέως πρὸς τὸν θεὸν λόγων φερομένων οὕτως· Ἀπέστειλας
τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. εἴρηται δὲ τὰ ἐπίπονα τὰ καθαπτόμενα τῶν πονηρῶν ἐν τούτοις ὀργῇ θεοῦ κρίσει αὐτοῦ εἰς τοὺς ἀξίους136 in vol. 1
35ἐρχόμενα. οὐδὲ γὰρ ἡ ὀργὴ τὸ πάθος τῶν ἐξαποστελλομένων ἐστίν· ἔχει γὰρ τὸ εἶναι ἐν μόνῃ τῇ θυμικῇ τῆς ψυχῆς δυνάμει, ἧς ἔξω γενομένη οὐδ’ ὅλως ὑφίσταται· ἔστι γὰρ τῶν ἐν ἄλλοις τὸ εἶναι ἐχόντων.

33

(n)

Ps 6,3—4a
1 Ἴασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ θεοῦ δύναμις, ὡς λέγειν τὸν ταύτης τυχόντα Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ. Ὅτι δὲ οὐκ εἴπου τῆς γραφῆς εἴρηται Ὀστᾶ, οὐ πάντως περὶ τῶν αἰσθητῶν ἐστιν τὸ δηλούμενον, ἐπιστατέον τῷ Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν
5Κύριε κύριε, τίς ὅμοιός σοι; καὶ τῷ Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.

34

(n)

Ps 6,5a
1 Τὸ Ἐπίστρεψον διττῶς νοεῖται. δηλοῦται γὰρ ὁτὲ μὲν νόησις τοιαύτη· ἐπεὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἐπ’ ἐμοῦ, διὰ τί μοι χρήσιμον παρακαλῶ, ὅπως ἐπιστρέψῃς καὶ ἐπιφάνῃς μοι αὐτό. ὁτὲ δὲ παρίσταται θεωρία τοιαύτη· ἐπεὶ ἡ ψυχή μου ἁμαρτάνουσα ἀπεστράφησεν ἐπὶ κακῷ τῷ ἑαυτῆς,
5ἐπιστρέψας αὐτὴν πρὸς ἑαυτὸν ἀνακαλούμενος κατὰ τὸ Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λυτρῶσαι αὐτὴν ἀπὸ τῶν μακρυνάντων ἁμαρτημάτων καὶ τῶν
ἐνεργουσῶν αὐτὰ πονηρῶν δυνάμεων.137 in vol. 1

35

(n)

Ps 6,6—7
1 Οἱ περὶ τοῦ κοινοῦ θανάτου ὑπονοοῦντες εἰρῆσθαι τὰ προκείμενα σφάλλονται, μᾶλλον δὲ ἀσεβοῦσιν. οἱ γὰρ ἅγιοι ἄνδρες οὐ τότε μόνον μνήμην ἔχουσι θεοῦ, ὅτε τὴν κοινὴν ζωὴν ἔχουσιν, ἀλλὰ πολλῷ μᾶλλον, ὅτε χωρίζονται τοῦ φθαρτοῦ σώματος. τί οὖν φησιν; ἐπεὶ οὐδεὶς μεμνημένος σου
5ἐν θανάτῳ γίνεται ὃν ἡ ἁμαρτία ἀποτίκτει (οὗτος δέ ἐστιν ὁ χωρίζων ἐναρέτου ζωῆς τὴν ἁμαρτάνουσαν ψυχήν), ποθῶ δὲ μνήμην σου ἔχειν· εἰς τοῦτ’ αὐτὸ ῥέψας τὴν ἀγαθότητά σου· σῶσόν με, ἵνα μὴ ἰσχυσάσης κατ’ ἐμοῦ τῆς προσούσης ἀσθενείας καὶ ταραχῆς καταποθῶ ὑπὸ τοῦ θανάτου. οὐ γὰρ εἴρηται Οὐ μέμνηται θεοῦ ὁ ἐν θανάτῳ, ἀλλ’ Ὁ μνημονεύων αὐτοῦ οὐκ ἔστιν
10ἐν θανάτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ Ὁ τὸν λόγον μου ἀκούων θάνατον οὐ θεωρεῖ εἰς τὸν αἰῶνα.

36

(n)

Ps 6,8b
1 Ὅρα εἰ δύναται τὸ Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου καὶ ἑτέραν νόησιν ἔχειν. ὅτε σὺν δικαιοσύνῃ ἔζων, ἐνέαζον ἀεὶ ζῶν κατὰ τὴν καινότητα τοῦ πνεύματος καὶ τὴν καινὴν διαθήκην· ἐπειδὴ δὲ ἐξ ἀπροσεξίας ἡμετέρας μετέστην τοῦ ἐπαινετῶς ζῆν παρὰ τοῖς ἐχθροῖς γενάμενος, πεπαλαίωμαι κατὰ
5τὴν τοῦ ἀνθρώπου ἐκείνου παλαιότητα, ὃν ἐκδύσασθαι Παῦλος παραινεῖ (φαῦλος δὲ βίος οὗτος), ἵν’ Ἐνδυσώμεθα τὸν νέον ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας, οὗτος δέ ἐστιν ὁ βίος ὁ ἀκηλίδωτος.

37

(n)

Ps 6,9
1Νοήσεις δὲ ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν συσκευὴν αὐτῷ κατεργα‐
σαμένους ἀοράτους ἐχθροὺς καὶ πονηρὰς δυνάμεις τὰς διαφθονουμένας τῇ κατὰ θεὸν αὐτοῦ προκοπῇ καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιχαιρησικάκως λεγούσας Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.138 in vol. 1

38

(n)

Ps 6,11
1 Ἀγαθῆ προθέσει εὔχεται ὑπὲρ τῶν ἐχθρῶν· θέλει γὰρ αὐτοὺς αἰσχυνθῆναι ἐφ’ οἷς ἔπραττον, δι’ ἃ καὶ ἐχθροὶ τῶν δικαίων καὶ τοῦ θεοῦ ἦσαν. ἔσται δὲ τοῦτ’ αὐτοῖς ἐπωφελές· ὁ γὰρ ἐξ αἰσθήσεως αἰσχυνθεὶς καὶ ταραχθεὶς ἐπὶ τῇ ἐνεργουμένῃ ὑπ’ αὐτοῦ κακίᾳ, καταγνοὺς αὐτῆς, πεπαύσεται τοῦ ἐνεργεῖν ἔτι
5οὕτως. Βεβαιοῦται ἡ ἐξήγησις ἐκ τοῦ ἐπιφερομένου στίχου οὕτως ἔχοντος· Ἐπιστραφείησαν ταραχθέντες οἱ ἐχθροὶ, εἰς τὰ ὀπίσω μηκέτι τῆς κακίας ἔμπροσθεν ἐλαύνοντες ἀλλ’ ἀνακάμπτοντες εἰς ἣν κατέλειπον ἐνάρετον πολιτείαν. τοῦτο δὲ αὐτὸ πρὸς ἀγαθοῦ γινόμενον αὐτοῖς μὴ ἐν ὑπερθέσει
10χρονικῇ ἢ ἀνειμένως ἀλλὰ Σφόδρα διὰ τάχους γενέσθω.

39

(n)

Ps 7,1
1 Υἱὸς Ἰεμενεὶ ἐκλήθη ἀπὸ τοῦ δήμου, ὅθεν ἦν ὁ Σαοὺλ καὶ ὁ Σεμεεὶ καὶ ὁ τὴν ἀγγελίαν καταμηνύσας τοῦ Σαούλ, υἱὸς δὲ Ἀραχὶ ἀπὸ τοῦ πατρός, ἀρχιεταῖρος δὲ ὁ ἄρχων τῶν φίλων καὶ παλαιὸς κατὰ τὴν φιλίαν. Ἄιδει δὲ τὸν ψαλμὸν πρακτικῶς, ἅμα καὶ θεωρητικῶς αὐτὸν προφέρων.
5εἴρηται δὲ ἐν τῇ ἐπιγραφῇ τοῦ τετάρτου ὡς πρᾶξιν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ· καὶ ἐπεί εἰσιν ἐπιγραφαὶ ἔχουσαι Ψαλμὸν ᾠδῆς ἢ Ὠιδὴν ψαλμοῦ, ῥητέον περὶ αὐτῶν, ὡς ψαλμοῦ μὲν ᾠδή ἐστιν ἡ περὶ πρακτικῶν καὶ ἠθικῆς παιδεύσεως θεωρία, ψαλμὸς δὲ ᾠδῆς ἡ ἀναγκαίως ἐν τῷ θεωρεῖν τὴν ἀλήθειαν παραλαμβανομένη πρᾶξις· πολλὰ γὰρ πράττεται ὑπὲρ θεωρίας τῆς
10σοφίας, ἃ ψαλμὸν ᾠδῆς οὐκ ἀπὸ σκοποῦ τις ἐρεῖ. τούτων ὧδε θεωρουμένων, εἰκότως τὸν προκείμενον ψαλμὸν ᾄδει ὁ Δαυὶδ πρακτικὸν ὄντα θεωρῶν περὶ
ἑκάστου τῶν πραττομένων σοφῶς καὶ πάνυ θεοπρεπῶς, γνῶναι θέλων τί ἕκαστον δηλοῦται ἐκ τῶν οὕτως αἰσθητῶς ἐπιτελουμένων. Ἐκθετέον δὲ καὶ αὐτὰς τὰς τοῦ ψαλμοῦ λέξεις οὕτως ἀρχομένας· Κύριε139 in vol. 1
15ὁ θεός μου 〈κ.τ.λ.〉

40

(n)

Ps 7,2—3
1 Τίς δὲ οὗτος ἢ ὁ εἰπὼν Σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ, ὁ ἐληλυθὼς Ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ Δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ἀντὶ πολλῶν· ταῦτα δὲ δηλοῖ, ὡς ὁ πατὴρ θεὸς ὢν σῴζει διὰ υἱοῦ θεοῦ λόγου ὄντος· ὅθεν οὐδὲ ἐν τοῖς προκειμένοις διαιρετέον τὴν θεότητα πατρὸς καὶ υἱοῦ, ὡς ἔδοξέ
5τισιν.

41

(n)

Ps 7,7—8
1 Παρακαλῶ Κύριε, ἀναστάντα σε ἐν ὀργῇ ὑψηλὸν ἐν τοῖς πέρασιν τῶν ἐχθρῶν ὀφθῆναι· οὕτω γὰρ τέλος ἕξει τὰ τῆς ἀδικίας, δι’ ἣν ἐχθροί μου τυγχάνουσιν. δυνατὸν πέρατα ἐχθρῶν εἰπεῖν τὰς ἀλαζονείας καὶ ὑψαυχενίας αὐτῶν, ἐφ’ ἃς φθάσαντες καὶ εἶναι βέβαιοι ἐν αὐταῖς ἡγούμενοι ἐν τέλεσιν
5ἀρίστοις εἶναι ἑαυτοὺς ὑπονοοῦσιν. οὐκ ἀμυντικοῦ ἡ εὐχή· Μὴ γὰρ ἀποδιδοὺς κακὰ ἀντὶ κακῶν, φειδὼ πρὸς τοὺς ἐχθροὺς ὄντας αὐτῷ ἔχων, εὔχεται γνῶναι αὐτούς, ὡς θεὸς ὑψοῦται ἐν τοῖς πέρασιν αὐτῶν, ὀργῇ χρησάμενος οὐ κατὰ τῆς οὐσίας αὐτῶν ἀλλ’ ἧς ἔχουσιν χειρίστης προθέσεως. φερομένης δὲ γραφῆς ἐχούσης Ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, φανεροῦται ὡς οἱ τοῦ ἁγίου καὶ
10θεοῦ τυγχάνουσιν ἐχθροί.140 in vol. 1

42

(n)

Ps 7,9
1 Μονονουχὶ κατὰ τὴν ἀκακίαν καὶ δικαιοσύνην τὴν ἐμὴν ἐπάγαγέ σου τὸ κρίμα· οὕτω γὰρ καὶ δικαιωθήσομαι, ἀδικίας οὐχ εὑρισκομένης ἐν ταῖς πράξεσίν μου. ἀκακίαν δὲ ἐν τούτοις, φησίν, οὐ τὴν εὐήθειαν ἐκληπτέον κατὰ τὸ γεγραμμένον Ἄκακος πιστεύει παντὶ λόγῳ, ἀλλὰ τὴν ἁπλότητα τὴν δόλου
5καθαρεύουσαν, καθ’ ὃ σημαινόμενον εἴρηται πρὸς τὸν θεὸν ὑπὸ τοῦ ἁγίου Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ τὸ Ἐν ἀκακίᾳ μου ἐπορεύθην. Φερομένου ἔν τισιν ἀντιγράφοις Κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου, ἐξηγητέον τὴν λέξιν οὕτως· ἔστιν τις δικαιοσύνη θεοῦ ἀνθρώποις ἐφικτή, διαστελλομένη πρὸς δικαιοσύνην ὑποδεεστέραν. Παῦλος γοῦν περὶ τῆς
10διαφορᾶς τούτων γράφων περὶ Ἰουδαίων Μαρτυρῶ γὰρ αὐτοῖς, ἔφη, ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν θέλοντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. θεοῦ δὲ δικαιοσύνην λέγων τὴν εἰς πάντας τοὺς πιστεύοντας διὰ Ἰησοῦ Χριστοῦ γινομένην, ἣν καὶ αὐτὸς ἔσχεν ποθήσας, λέγει πάντα
15ἀποπεπέμφθαι δι’ ἃ ἰουδαϊκῶς δίκαιος ὑπῆρχεν, ἵνα εὑρεθῇ τὴν ἐκ θεοῦ διὰ πίστεως δικαιοσύνην ἔχων καὶ μὴ τὴν ἑαυτοῦ. ταύτην καὶ τοῖς μαθηταῖς ὑπαρχθῆναι ὁ Ἰησοῦς θέλων εἶπεν πρὸς αὐτοὺς Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ταύτης τῆς διαστολῆς οὔσης ἀνθρωπίνης δικαιοσύνης
20καὶ τῆς τοῦ θεοῦ, κατὰ τὴν τοῦ δεσπότου βούλεται κριθῆναι, εἰδὼς ὡς
Ἀποβήσεται αὐτῷ εἰς σωτηρίαν τὸ οὕτω κριθῆναι.141 in vol. 1

43

(n)

Ps 7,10—11
1 Ἐπὶ θεοῦ τὸ ἐξετάζειν καὶ ἐρευνᾶν καρδίας, οὐ τὸ ζητεῖν καὶ ἀνιχνεύειν δηλοῖ, ἀλλὰ τὸ παντελῆ κατάληψιν ἔχειν· γνώστης γὰρ τῶν κρυπτῶν ἐστιν, καὶ πᾶς νοῦς αὐτῷ πεφανέρωται. Νεφροὺς δὲ οὐ τοὺς σωματικοὺς ἀκούειν δεῖ, ἀλλὰ ψυχῆς νοητικὰς
5δυνάμεις ὁμωνύμως τοῖς σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ πλειόνων γραφῶν, ὧν μία ἐστὶν ἡ Ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν. εἴρηται τοῦτο περὶ φαύλων ἀνθρώπων, λόγῳ μὲν ὁμολογούντων θεὸν εἶναι, οὐκ ἐχόντων δὲ αὐτὸν ἐν διανοήσει. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
10δυνάμει τοῦτο διδάσκει, εἰ τοὺς εὐθεῖς τῇ καρδίᾳ σῴζει. ἀπαιτῶ δὲ δικαίαν βοήθειαν παρ’ αὐτοῦ ἐφ’ ᾗ σωθήσομαι· εὐθείαν καρδίαν ἔχω ἐκτὸς οὖσαν παντὸς δόλου· διὸ καὶ ἐπὶ τῇ ἀκακίᾳ μου κριθῆναι δέομαι.

44

(n)

Ps 7,12—14
1 Δέησιν προσενέγκας ἐπὶ τῷ συντελεσθῆναι τὴν πονηρίαν τῶν ἁμαρτωλῶν καὶ ὑψωθῆναι τὸν κύριον ἐπὶ τοῖς πέρασι τῶν ἐχθρῶν ἀναστάντα ἐν ὀργῇ δι’ ἀγάπην τὴν πρὸς τοὺς πλησίον, οὐδένα βούλεται ἀκουσίως παθεῖν τὴν συντέλειαν τῆς πονηρίας ἀλλὰ γνώσει προαιρετικῇ γνόντας τὸν θεὸν κριτὴν
5τυγχάνοντα. εἰ δὲ κριτὴς δίκαιος ὁ θεός, φοβητέον τὸ ἁμαρτάνειν· ἔχομεν γὰρ τὸν λόγον πρὸς κριτὴν τὸ κρυπτὸν ὁρῶντα καὶ μηδὲν τῶν δρωμένων ἀγνοοῦντα. Ὥσπερ δὲ κριτής, οὕτω καὶ δίκαιός ἐστιν κατ’ ἀξίαν ἐπάγων τὸ κρίμα τοῖς ὑπ’ αὐτοῦ δικαζομένοις. κριτὴς δὲ ὢν δίκαιος καὶ ἰσχὺν ἔχει ὥστ’
10ἀμελλητὶ δύνασθαι κολάζειν τοὺς πταίοντας. εἴ ποτ’ οὖν τις μὴ παρ’ αὐτὰ δίκας εἰσπράττεται τῶν ἀσεβουμένων καὶ ἁμαρτανομένων, μακροθυμίᾳ τῇ ἐξ
ἀγαθότητος τοῦ κριτοῦ γίνεται ὑπέρθεσις τῆς ἀνταποδόσεως· εἰ γὰρ δίκαιος κριτὴς καὶ ἰσχυρὸς ἦν μόνον, ἄρδην τὸ πᾶν ἀπώλλυτο, τῆς διανοίας τῶν ἀνθρώπων ἐπιρρεπῶς ἐχούσης πρὸς τὸ ἁμαρτάνειν, τῷ δὲ ἔχειν πρὸς τοῖς142 in vol. 1
15εἰρημένοις καὶ τὸ μακροθυμεῖν. ἀγαθὸς γὰρ οὐ καθ’ ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει, καίτοι ἑκάστοτε ἀσεβείας οὔσης καὶ ἁμαρτημάτων γινομένων. μακροθυμεῖ δὲ οὐχ ἵνα ἐπιμένωμεν τῇ κακίᾳ ἀλλ’ ἵνα καιρὸν καὶ τόπον μετανοίας ἔχωμεν· βούλεται γὰρ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἵνα ζῇ ὑπὲρ τὸν θάνατον ὃν δέχεται ἐπιμένων τῷ ἁμαρτάνειν, τὸ λεγόμενον ἀγνοῶν ὅτι
20Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει. Πλὴν εἰ καὶ μὴ ὀργὴν ἐπάγει καθ’ ἑκάστην ἡμέραν δι’ ὑπερβάλλουσαν ἀγαθότητά τε καὶ μακροθυμίαν, ἀλλά γε τοῖς ἐμμένουσι τῇ κακίᾳ διὰ βίου ἐπαχθήσεται ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς τουτέστιν ἐν ἡμέρᾳ κρίσεως. Ἐὰν γὰρ μὴ ἐπιστραφῆτε, φησίν, ἡδόμενοι τῷ ἐμμένειν τῇ ἁμαρτίᾳ, στιλβώσει τὴν
25ῥομφαίαν αὐτοῦ (ἀντὶ τοῦ ἀκονήσει). σὺν αὐτῇ δὲ καὶ τὸ τόξον αὐτοῦ εὐτρεπίσει, ἑτοιμάζων ἐν αὐτῇ σκεύη θανάτου, ἐξεργασάμενος ἤδη τὰ τῶν κολάσεων βέλη κατὰ τῶν καιομένων ἐκ τῆς πυρώσεως τῶν παθῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων εὑρίσκεται δηλουμένη ἡ κόλασις τῷ τῆς ῥομφαίας ὀνόματι. τὸ γὰρ ἐν Ἄμως τῷ προφήτῃ οὕτως ἔχον Ἐν ῥομφαίᾳ τελευτήσουσιν
30πάντες ἁμαρτωλοὶ λαοῦ, οὐκ αἰσθητὴν μάχαιραν σημαίνει· οὐ γὰρ ἐξ ἅπαντος πάντες οἱ ἁμαρτωλοὶ σφαγῇ προχείρως νοουμένῃ ἀναιροῦνται· οὗ μὴ ὄντος ἀναγκαίου παρίσταται πάντας τοὺς ἁμαρτωλοὺς κολάσει τελευτᾶν παραδοθέν‐ τας ψυχῇ καὶ σώματι ἀπολέσθαι ἐν γεέννῃ. τὸ αὐτὸ δηλοῦται καὶ ἐν τῷ προφήτῃ Σοφονίᾳ, λέγοντος τοῦ θεοῦ· Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι
35ῥομφαίας μού ἐστε, τῇ σαφηνισθείσῃ θεοῦ ῥομφαίᾳ παντὸς διὰ σκοτασμὸν τὸν ἐξ ἀγνοίας καὶ κακίας Αἰθίοπος προσαγορευομένου. φανερώτατα δ’ ἐν Ἐξόδῳ ἀντὶ ὠμοτάτης τιμωρίας ἡ ῥομφαία παρελήφθη· ἔνθα οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ οἱ ἐπὶ τῶν ἔργων τοῦ τυράννου, ὑπ’ αὐτοῦ χειροτονηθέντες, πικροτάτῃ ἀπειλῇ καὶ θλίψει ὑποπεσόντες συντυχόντες Μωυσεῖ καὶ Ἀαρὼν ἔλεγον
40ἐπαρώμενοι· Ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι· ἐβδελύξασθε γὰρ τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. οὐ γὰρ τὴν ἐκ σιδήρου μάχαιραν ὑπειδόμενοι, ἀλλὰ τὴν ὠμότητα τοῦ ἄρχοντος ταῦτ’ εἰρήκασιν. Παρίσταται καὶ ἐκ τούτων τῶν λέξεων ἡ τοῦ θεοῦ μακροθυμία οὐκ
45ἀποτόμως χρησαμένου κατὰ τῶν μὴ μετανοούντων τῇ ῥομφαίᾳ ἀλλὰ στιλβώσαντος αὐτήν. καὶ τὸ τόξον δὲ ἐνέτεινεν καὶ ἡτοίμασεν ἐπὶ τῷ βαλεῖν τὰ τῆς κολάσεως βέλη, ἀλλ’ οὐκ ἀπέλυσέν πω τὰ βέλη καίτοι ἐξεργασάμενος
αὐτὰ καὶ ἑτοίμως ἔχων πρὸς τὸ βαλεῖν. δυνατὸν ἐν τόξῳ σκεύη θανάτου ἡτοιμάσθαι εἰπεῖν τοὺς ὑπηρετοῦντας ταῖς κολάσεσιν σκεύη ὀργῆς πολλαχοῦ143 in vol. 1

44

(50)

ὀνομαζομένους· οὗτοι δέ εἰσιν οἱ πονηροὶ ἄγγελοι δι’ ὧν ὀργὴ καὶ θυμὸς καὶ θλῖψις ἐπὶ τοὺς ἀξίους ἐκπέμπεται. εἰ δὲ καὶ τὰ ἐξειργασμένα τοῖς καιομένοις βέλη πληρωθέντα τοῦ δηλητηρίου φαρμάκου εἰσὶ τὰ σκεύη τοῦ θανάτου, ἐπιστατέον.

45

(n)

Ps 7,15—17
1 Ὁ ὠδινήσας ἀνομίαν συνέλαβεν πόνον ἐπὶ τῷ τεκεῖν ἀδικίαν. ταῦτα τὰ γεννήματα ὄλεθρον τῷ κυήσαντι προξενεῖ, κολασθησομένῳ δι’ ἀνομίαν καὶ ἀδικίαν ἃ ἐποίησεν, οἷς καταλλήλως καὶ πόνον τὸν ἐν τῇ κολάσει συλλήψεται ἢ πόνον τὸν ἐπὶ τῷ ἁμαρτάνειν. βαρυτάτη γὰρ καὶ ἐπαχθὴς ἡ τῆς ἀνομίας
5ἐργασία, παραβαλλομένη ταλάντῳ μολίβου· οὐδὲν γὰρ κατωφερέστερον τῆς κακίας ἀεὶ κάτω φερούσης τὸν κατ’ αὐτὴν ποιωθέντα. Εἴρηταί τισιν ὡς, διὰ τὸ ἄτακτον τῆς κακίας, πρὸ τῆς συλλήψεως τῆς ὠδινήσεως λεχθείσης. ἐπὶ γὰρ τῶν κυουσῶν μετὰ τὴν σύλληψιν ἡ ὠδὶν μεθ’ ἣν τὸ τεκεῖν, ἐνταῦθα δὲ πρὸ τῆς συλλήψεως ἡ ὠδὶν ὠνόμασται τῷ μηδὲν
10τῶν ἐν κακίᾳ εἱρμὸν καὶ τάξιν ἔχειν. εὖ δὲ καὶ τὸ προτετάχθαι τῆς ἀδικίας τὴν ἀνομίαν. ἐκ ταύτης γὰρ ἄνομος γεγονώς τις, οὐκ ἔτι ὑπὸ τὸν νόμον ἐστὶν τῆς δικαιοσύνης, ὡς λοιπὸν καὶ κατὰ τῶν ἄλλων ἀνθρώπων ἐπιτίθεσθαι ἐπὶ τῷ ἀδικεῖν αὐτούς. εὑρίσκεται τοῦτο μάλιστα περὶ τὸν Κάϊν· πρότερον γὰρ ἄνομος γεγονὼς τῷ μὴ ὀρθῶς διαιρεῖν ἃ ἔδει θεῷ θύειν, ὕστερον καὶ ἀδικίαν
15ἔτεκεν φονικῶς ἐπιθέμενος τῷ ἀδελφῷ. μάλιστα δὲ τῷ διαβόλῳ προσοικειοῦν‐ ται αἱ φωναὶ αὗται ἀρχεκάκῳ ὄντι διὰ τὸ πρὸ πάντων ἠνομηκέναι καὶ ἠδικηκέναι. καὶ πᾶς δὲ ἁμαρτάνων πρῶτον ἑαυτόν, εἶτα ἄλλον ἢ ἄλλους βλάπτει· ἐπιζήμιον γὰρ καὶ βλαπτικὸν ὂν τὸ κακόν, πρὸ πάντων τὸν μετέχοντα αὐτὸν ζημιοῖ καὶ βλάπτει· Ἀφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
20ὅθεν προσφυῶς εἴρηται τὸ Ἁμαρτάνοντας καταδιώξεται κακά. Τίς δὲ ὁ λάκκος ὃν ὤρυξεν ὁ ψεγόμενος ἢ ἣν ἐποίησεν κακίαν; γέγραπται γὰρ περὶ ἁμαρτανούσης ψυχῆς Ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς. βόθρος δὲ πολλαχοῦ τῆς γραφῆς ἀντὶ κακίας λαμβάνεται ὡς τὸ Τυφλὸς τυφλὸν ἐὰν ὁδηγεῖ, ἀμφότεροι ἐμπεσοῦνται εἰς βόθρον· καὶ ἐνταῦθα γὰρ τοὺς
25ὑπ’ ἀγνοίας καὶ ἄλλης κακίας τυφλοὺς διδασκάλους καὶ μαθητὰς ἐκληπτέον.144 in vol. 1

46

(n)

Ps 7,18
1 Ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ ἀρξάμενος τοῦ ψαλμοῦ, εἰς εὐχαριστίαν καταπαύει, ὡς εἰκός, τυχὼν τῶν αἰτηθέντων ἢ πιστῶς προσδοκῶν αὐτά· εὐχαριστίαν γὰρ δηλοῖ ἐνταῦθα τὸ Ἐξομολογήσομαι· διὸ καὶ συνέζευκται αὐτῷ τὸ Ψαλῶ. ἐξομολογεῖται δὲ οὐχ ὡς ἔτυχεν, ἀλλὰ Κατὰ
5τὴν δικαιοσύνην τοῦ θεοῦ· καὶ ψάλλει οὐ παρέργως, ἀλλὰ Τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου, ὡς ἤδη σχῶν ἐπικεκλημένον ἑαυτῷ αὐτό. διὸ καὶ ὑψηλὸς κατὰ ἁγιότητα καὶ ἀρετήν ἐστιν· οὐδεὶς γὰρ ταπεινὸς ἀλλὰ μόνος ὁ ὑπὲρ εὐσεβείας μετεωριζόμενος μετέσχει τῆς τοῦ ὑψίστου προσηγορίας.

47

(n)

Ps 8,1
1 Ὁ γὰρ ἑκάστου ἀνθρώπου βίος ἀμπελὼν κατὰ τὰς γραφὰς καλεῖται. περὶ τοῦ τοιούτου Ναβουθαὶ ὁ δίκαιος ἀντέστη τῷ τυραννικῶς ἀπαιτοῦντι, αἱρούμενος τεθνᾶναι μᾶλλον ἢ δοῦναι τὸν ἀμπελῶνα αὐτοῦ τῷ θέλοντι αὐτὸν ποιῆσαι κῆπον λαχάνων. μεγαλόψυχος γὰρ ὁ ἀνὴρ καὶ ὁ ἀμπελὼν
5περιμάχητος, βίος ὢν ἄριστος, πρακτικὸς ἅμα καὶ θεωρητικός. τοῦτον οἱ πονηροὶ λαμβάνειν ἐθέλουσιν οὐκ ἐπὶ τῷ καρποφορεῖν κατ’ αὐτόν, ἀλλὰ κατασπᾶν εἰς πρόσκαιρα καὶ ταχὺ μαραινόμενα πράγματα, λάχανα εἰκότως ὀνομαζόμενα· Ὡσεὶ λάχανα γάρ φησι ταχὺ ἀποπεσοῦνται. περὶ τῶν προσκαίρους σπουδὰς ἐχόντων εἴρηται τοῦτο. τούτῳ τῷ ἀμπελῶνι
10παραπλήσιοι καὶ οἱ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰσὶν ὀνομαζόμενοι ἐν τῷ Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Παρειλήφαμεν δὲ τὰ νῦν ταύτην τὴν λέξιν μόνον τοῦ δεῖξαι χάριν ὅτι τὸ ὄνομα τοῦ ἀμπελῶνος σημαίνει βίον. ὁ κατὰ τὸν τοιοῦτον ἀμπελῶνα
15καρποφορῶν βότρυας ἀληθείας καὶ σταφυλὴν φέρει. τὰ οὕτω γενήματα τῆς ἀμπέλου καιρὸν ἔχοντα τοῦ τρυγηθῆναι δρέψασθαι προσήκει καὶ εἰς ληνοὺς
ἀπαγαγεῖν, ἵν’ ἐκθλιβέντα οἶνον ποιήσωσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. καὶ ἐπεὶ πρακτικὸς καὶ θεωρητικὸς ὁ βίος τυγχάνει, οἱ μὲν θεωρήματα τῆς ἀληθείας, ὁ δὲ ἔργα ἐπαινετὰ καρποφορήσει. οὐ μία δέ ἐστιν ἡ ληνὸς ἐφ’ ἣν145 in vol. 1
20φέρονται οἱ καρποί, ἀλλὰ πλείους, ὅθεν οὐχ ὑπὲρ τῆς ληνοῦ ἀλλ’ Ὑπὲρ τῶν ληνῶν ἡ ἐπιλήνιος ᾠδή. πάλιν δ’ αὖ, ἐπεὶ πολλαὶ αἱ πρακτικαὶ ἀρεταὶ τοῦ καρποῦ, ἑκάστης οἰκείας τις ἔσται ληνός, ἄλλη ληνὸς σωφροσύνης ἐφ’ ἣν φέρουσι τοὺς καρποὺς οἱ ἀγαμίαν κατορθοῦντες οἱ κοίτην ἀμίαντον διατηροῦντες, ἄλλη ἀνδρείας ἐφ’ ἣν οἱ ταύτης γεωργοὶ φέρουσι, καὶ περὶ τῶν
25ἑτέρων δὲ ἀρετῶν ἐρείδουσι τὰ παραπλήσια. πλειόνων δὲ οὐσῶν ληνῶν εἰς ἃς φέρουσιν οἱ γεωργοῦντες δίκην ἀμπελώνων τὰς πρακτικὰς ἀρετάς, ἀνάγκη καὶ τοῦ θεωρητικοῦ βίου πλείονας εἶναι εἰς ἃς φέρουσι τὰ δόγματα καὶ θεωρήματα τῆς ἀληθείας οἷα βότρυς καρποφορήσαντες, τούτων λεγομένων Μὴ λάθῃ τις ἑαυτόν, τὴν ἀντακολούθησιν τῶν ἀρετῶν ἀθετῶν. ἔνθα γὰρ μία
30καὶ αἱ ὁμογενεῖς, ἀλλ’ ἐπεὶ μὴ πρὸς πάσας τὴν ἴσην ῥοπὴν ἔχουσιν οἱ μετέχοντες, ἀφ’ ἧς ἔχουσι, μᾶλλον τῶν ἄλλων χρηματίζουσιν· ὁ μᾶλλον δικαιοσύνης μετέχων ἀπὸ ταύτης παρονομάζεται, ὡσαύτως καὶ ἐφ’ ἑκάστης τῶν ἑτέρων. οὕτω γὰρ νοήσεις καὶ τοὺς λεχθέντας διαφόρους μακαρισμοὺς ἐν τῷ Εὐαγγελίῳ, ἐκ τοῦ πλειστοδυναμοῦντος πράου τινὸς ὀνομαζομένου,
35ἑτέρου δὲ ἐλεήμονος, καὶ καταλλήλως ἐπὶ τῶν λοιπῶν. Ἀλλὰ καὶ ἐν ἀριθμῷ οἰκείῳ ἡ ᾠδὴ αὕτη τέτακται ὀγδόη οὖσα. ἔχει γὰρ συμφωνίαν πολλὴν πρὸς τὴν ἀναστάσιμον ἡμέραν τοῦ κυρίου, ἐν ᾗ τρυγητὸς πολλῶν ἀμπέλων γέγονεν, ἀποστελλομένων τῶν μαθητῶν τοῦ ἀναστάντος ἐκ νεκρῶν μαθητεῦσαι τὰ ἔθνη πάντα καὶ μαρτυρῆσαι τῷ ἀναστάντι ἕως
40ἐσχάτου τῆς γῆς, ἵν’ ἐκταθῇ ἁπανταχῆ τοῦ ἀναστάντος ἡ προσηγορία, ὡς εὐθέως ἐκ τῶν λέξεων τοῦ ψαλμοῦ παρίσταται.

48

(n)

Ps 8,2—3
1 Πάλαι μὲν τοῦ Ἰσραὴλ μόνου ἐπανέχοντος τῇ θεοσεβείᾳ ἐλέγετο περὶ θεοῦ Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, νῦν δὲ πληρωθείσης τῆς προφητείας τῆς Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ (αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία), Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ γέγονεν τῶν ἁπανταχοῦ
5μετεχόντων τῆς Χριστοῦ προσηγορίας. Ἐμεγάλυνεν γὰρ ἐπὶ πάντας τὸ ὄνομα
αὐτοῦ, ὡς ἐν ἄλλῳ ψαλμῷ φέρεται. τίς δὲ ἡ αἰτία τοῦ ἁπανταχοῦ γῆς θαυμάζεσθαι τὸ ὄνομα αὐτοῦ ἀποδίδοται ἐν τῷ ἑπομένῳ στίχῳ. ἐπεὶ γάρ φησιν Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, ὅτε ἀνελήφθης ἐκ νεκρῶν ἀναστάς, οἱ ἁπανταχοῦ γῆς ἄνθρωποι Χριστιανοὶ καλοῦνται τῇ σοῦ146 in vol. 1
10τοῦ Χριστοῦ προσηγορίᾳ. μεγαλοπρέπεια τοῦ σωτῆρος ἐπαιρομένη ἐστὶν ὑπεράνω τῶν οὐρανῶν ἡ οἰκονομία, ἣν ἀνεδέξατο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. τί γάρ ἐστιν εὑρεῖν ἐν αὐτῇ ἀπολειπόμενον τοῦ ἔχειν ἐν μεγάλοις τὸ πρέπον; ὑπεράνω τῶν οὐρανῶν ἐπήρθη ἡ μεγαλοπρέπεια αὐτοῦ καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν
15πεποιηκέναι. ταύτῃ τῇ νοήσει ληπτέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. μήποτε δὲ οἱ ἀπὸ ἐθνῶν πιστεύοντες πάντες καὶ οἱ ἐκ περιτομῆς προσελθόντες τῷ εὐαγγελίῳ, οἵαν καὶ ὅσην ποτὲ ἐὰν ἔχωσι τοῦ ἔξω ἀνθρώπου ἡλικίαν, βρέφη εἰσὶν τῇ κακίᾳ, νηπιάζονται διὰ τὸ ἁπλότητα ἔχειν μὴ εἰδότα τὴν πονηρίαν. διαφορὰ νηπίων καὶ θηλαζόντων
20παρίσταται ἐκ τῆς λέξεως, τῶν μὲν ἔτι γάλα δεχομένων τῶν θηλαζόντων, τῶν δὲ ὑπεραναβάντων τὴν ἡλικίαν ταύτην νηπίων χρηματιζόντων, οἷς κατάλληλον τὸ μετὰ τὸ γάλα βρῶμα κατὰ τὸν ἀπόστολον γράψαντα Κορινθίοις Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. ἐπιστατέον καὶ ἑτέρως· ὁ εἰσαγόμενος, γάλα δεχόμενος, θηλάζων ἐστίν, ὁ δὲ τελειωθεὶς κατὰ φρόνησιν,
25νηπιάζων δὲ τῇ κακίᾳ, νήπιος ὑπάρχει· τοιοῦτοι δὲ πάντες οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία.

49

(n)

Ps 8,6
1 Οὐ γὰρ πολὺ αὐτῶν ἀπολείπεται τὸ πεφυκέναι γνῶσίν σου ἔχειν καὶ ὁμοιοῦσθαί σοι ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει ὡς ἐφικτόν. ὀρθότατα δὲ καὶ Ἠλάττωσας αὐτὸν εἴρηται, ἀλλ’ οὐκ ἐλάττονα πεποίηκας. ἰσότιμος γὰρ καὶ ἰσοσθενὴς ὢν τοῖς ἀθανάτοις λογικοῖς ὁ ἄνθρωπος ἠλαττώθη ἐκείνων θεοῦ
5προνοίᾳ, δι’ οὗ σὺ δὲ μόνος ὁ προνοούμενος θνητῇ ὑπερβληθεὶς ζωῇ τῷ σαρκὶ συμπλακῆναι. ἀλλ’ εἰ καὶ οὕτω γέγονε τὰ κατ’ αὐτόν, ὅμως ἔχει ὑπερβάλλουσαν τιμὴν τιμῇ καὶ δόξῃ στεφανωθεὶς ὑπὸ σοῦ ἐν τῷ κατ’ εἰκόνα καὶ ὁμοίωσιν σὴν γεγονέναι, δι’ ἣν εἰκόνα καὶ ὁμοίωσιν ἐνεχείρισας λογικῷ ὄντι τὴν τῶν θνητῶν ζῴων προστασίαν ὑποτάξας αὐτῷ τὰ πάντα ὡς ὑπὸ
10πόδας αὐτὰ ἔχειν. Ταύτας τὰς λέξεις περὶ Χριστοῦ εἰρημένας Ἑβραίοις γράφει Παῦλος ὧδε ἀρχόμενος τῆς περιοχῆς· Διεμαρτύρατο δέ που τις Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; καὶ θεὶς ἐφεξῆς τὰς ἑτέρας λέξεις τοῦ ψαλμοῦ ἐπήγαγεν Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ147 in vol. 1
15θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· ἔπρεπεν γὰρ αὐτῷ, δι’ οὗ τὰ πάντα καὶ δι’ ὃν τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

50

(n)

Ps 8,8—9
1 Ὅρα τὴν ἀκολουθίαν· οὐ καθάπαξ πάντων θνητῶν ζῴων ἄρχειν τέθειται, ἀλλὰ τῶν ἡμέρων. οὐ γὰρ κρατεῖ μονοκέρωτος, οὐδὲ τῶν ἄλλων ἰσχυρῶν τε καὶ ἀγρίων παρίσταται ὡς ἡμέρων ἄρχειν ἐκ τοῦ Πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, καὶ τὰ ἑξῆς.
5 Νομίζω τοῦτο μὴ καλῶς εἰρῆσθαι. πρὸ γὰρ τῆς παραβάσεως καὶ τούτων ἦρχεν ὁ ἄνθρωπος· οἱ δίκαιοι δὲ καὶ τούτων μετὰ τὴν παράβασιν ἄρχουσιν, ὡς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων βληθεὶς καὶ μηδεμίαν ἐξ αὐτῶν ὑποστὰς βλάβην, καὶ ὁ Παῦλος τὴν ἔχιδναν τῆς ἑαυτοῦ χειρὸς ἐκτινάξας ἐπὶ τὴν πυράν. Θῆρες γὰρ ἄγριοι, φησίν, εἰρηνεύσουσίν σοι· πρὸς δὲ τούτοις διὰ
10τῶν κτηνῶν τοῦ πεδίου περιείληπται καὶ τὰ θηρία, ὡς ἐν τῇ Γενέσει μεμαθήκαμεν.

51

(n)

Ps 8,10
1 Ἔπρεπεν τὴν ἐπὶ ἀναστάσει τοῦ σωτῆρος λεγομένην ᾠδὴν ὅμοιον ἔχειν τῇ ἀρχῇ τὸ τέλος· καὶ γὰρ ἀρχόμενος καὶ λήγων τῇ αὐτῇ κέχρηται λέξει, διδάσκοντος τοῦ πνεύματος τὴν ἀρχὴν τῷ τέλει καθ’ ὑποκείμενον εἶναι· συνᾴδει τῷ Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ τὸ Πᾶσα ἡ γῆ
5προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.148 in vol. 1

52

(n)

Ps 9,1
1 Μὴ προσκειμένου δὲ τοῦ τίνος ὁ υἱὸς ὑπάρχει, φανερὸν ὅτι ὁ σωτήρ ἐστιν δηλούμενος πολλαχοῦ οὕτως ὀνομαζόμενος. ἐν γοῦν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὁ Παῦλος, Χριστός, εἶπεν, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς· καὶ πάλιν Ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν
5υἱῷ· καὶ αὐτὸς δὲ ὁ σωτὴρ περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι γενήσεσθε. Εὖ δὲ καὶ τὸ Εἰς τέλος ἀναφορὰν ἔχειν τὴν προκειμένην ἐπινίκιον ᾠδήν. τοῦ γὰρ τέλους ἐκείνου χάριν ἐπεδήμησεν ὁ σωτήρ, περὶ οὗ ὁ πρόκριτος τῶν ἀποστόλων γράφει Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν, περὶ
10ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, καὶ μετ’ ὀλίγα Προμαρτυράμενοι τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ἴσως Ἰουδαῖοι περὶ τοῦ Ἀβεσσαλὼμ ὄντος υἱοῦ τοῦ ψάλλοντος ἐροῦσιν τὴν ἐπιγραφὴν εἶναι, ἐλεγχόμενοι ὡς οὐ καλῶς αὐτὴν ἐξειλήφασιν, ἅτε διὰ πάντων ἐσφαλμένοι τῷ μὴ ἐρευνᾶν τὰς γραφάς. τί γὰρ καὶ πειθανὸν εἰπεῖν
15ἔχουσιν εἰς τὸ Περὶ τῶν κρυφίων, εἰ μὴ ἄρα περὶ τῶν κρύβδην γεναμένων σκέψεων τοῦ Ἀβεσσαλὼμ ἀροῦσιν τὰ ὑπὲρ τῶν κρυφίων κεῖσθαι; ἔχει δὲ πολλὴν εὐήθειαν τὸ λεγόμενον ὑπ’ αὐτῶν.

53

(n)

Ps 9,5—6
1 Ἡ τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ’ οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι. ἐπίστησον, εἰ χώραν ἔχει ἔτι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν ἄθεον τρόπον αὐτῶν ὥστε μηκέτι χρηματίζειν αὐτούς. συμβήσεται δὲ τοῦτο, πληρουμένου τοῦ πρότερον εἰρημένου ἔχοντος οὕτως·
5Ὁδὸς ἀσεβῶν ἀπολεῖται.149 in vol. 1

54

(n)

Ps 9,7a
1 Ῥομφαῖαι δὲ τοῦ ἐχθροῦ εἶεν ἂν ἴσως αἱ αἱρετικαὶ διδασκαλίαι καὶ αἱ κατ’ εἶδος κακίαι, αἵ τινες ἐξέλειπον ὡς μηκέτι δύνασθαι ὑπεραγωνίζεσθαι ὧν εἶχον πόλεων, καὶ αὐταὶ καθαιρεθήσονται· ἀθροίσματα δὲ αἱ πόλεις παρανόμως συστᾶσαι καὶ διοικούμεναι. γέγραπται γὰρ περὶ τοῦ ἱδρυσαμένου
5αὐτὰς ὡς εἴη Οἰκοδομῶν πόλεις ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλεις ἐν ἀδικίαις. ἡ γὰρ ὕλη αὐτῶν ἀδικήματα καὶ ἔκχυσις αἱμάτων τῶν σκανδαλιζομένων ἐστίν. ταύτας καθελεῖ ἐπιδημήσας ὁ σωτήρ, καθελῶν τὸν ἐχθρὸν τυραννικῶς κρατεῖν θέλοντα ὧν ᾤετο ἐσχηκέναι πόλεων. οἱ ταύτην τὴν ἀνδραγαθίαν ὄμματι θείῳ θεασάμενοι εὐφημοῦντες τὸν ἀριστέα φασὶν ὡς ἐκ μιᾶς φωνῆς
10τὴν χαριστήριον προφέροντες φωνήν, ἀρχόμενοι ὧδε· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλις τῶν ἀσεβῶν εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. ἐπίστησον εἰ σημαίνει τὸ ἀνέγερτον πτῶμα τῆς Ἱερουσαλὴμ, τοῦ σωτῆρος ἐν αὐτῇ σταυρωθέντος, τῶν πολιτῶν
15αὐτῆς ὄντων λοιπὸν ἀσεβῶν διὰ τὴν κυριοκτονίαν.

54A

(n)

Ps 9,7b
1 Τὸ Μετ’ ἤχους ἀντὶ τοῦ Οὐ σὺν ἠρεμίᾳ ἀλαλαγμοῦ νικησάντων τὸ κατόρθωμα ὑπῆρκται.

55

(n)

Ps 9,8b.9
1 Προτρέπει τὰ προκείμενα ἀναχωρῆσαι μὲν κακίας καὶ δυσσεβείας, προσελθεῖν δὲ ἀρετῇ καὶ εὐσεβείᾳ. τίς γὰρ νοῦν ἔχων πιστεύσας τοῖς οὕτως εἰρημένοις οὐ φοβηθήσεται, μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι διὰ πράξεις ψεκτὰς καὶ φρόνημα ἀσεβές; οὕτω γὰρ κρίνοντος αὐτοῦ
5ἀναπόδραστον τὸ κρίμα ἔσται.150 in vol. 1

56

(n)

Ps 9,10
1 Τούτου δηλωτικὸν τὸ ἐκ προσώπου λεχθὲν τοῦ θεοῦ Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ τὸ ἐν ἑκατοστῷ πρώτῳ ψαλμῷ οὕτω ἔχον· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός.

57

(n)

Ps 9,11
1 Πάσης ἀνθρωπίνης πεποιθήσεως ἀνωτέρω χωρήσαντες (γνῶσιν γὰρ τοῦ ὀνόματός σου ἔχοντες ἀσφαλῆ καὶ τελείαν) ἐπ’ οὐδενὶ ἐκείνων ἐλπίσουσιν, ζητοῦσι δὲ θεὸν οἱ πάντα παρ’ αὐτοῦ θέλοντες ὑπαρχθῆναι ἃ ἐξ ἑαυτῶν ἔχειν οὐχ οἷοί τέ εἰσιν, ὅθεν οὐκ ἐγκαταλείπονται ὑπ’ αὐτοῦ.
5 Ὁσίως καὶ φρονίμως καὶ ταύτης τῆς λέξεως ἀκοῦσαι προσήκει. εἰ γὰρ νομίσοι τις μὴ ἐγκαταλείπεσθαι ὑπὸ θεοῦ τὸν ἐν τοῖς βιωτικοῖς εὐοδούμενον, σφάλλεται. πολλοὶ γὰρ ἀσεβεῖς διάγουσιν οὕτως. ἐπεὶ ὥρα λέγειν τὸν Ἄβελ ἐγκαταλελεῖφθαι (ἀνῃρέθη γάρ), ἀλλὰ καὶ τοὺς προφητὰς καὶ ἀποστόλους· ἐθλίβησαν γὰρ διηνεκῶς, καὶ τέλος ἀνῃρέθησαν ὑπὸ ἀνθρώπων οἱ πλεῖστοι
10αὐτῶν. οὕτω διαστολῆς γεγενημένης φαμὲν μὴ ἐγκαταλελεῖφθαι τὸν μέχρις ἐσχάτης ἀναπνοῆς περιεχόμενον ὑπὸ θεοῦ, κἂν μυριάκις ὑπ’ ἐχθρῶν πάθῃ. τοῦτο γὰρ ἀληθῶς τὸ μὴ ἐγκαταλειφθῆναι ὑπὸ κυρίου ἐστίν. Παρίσταται ὁ τρόπος ὡς δεῖ ζητεῖν τὸν θεὸν ἐκ τῶν ἐν τῇ Σοφίᾳ οὕτως ἐχόντων· Φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας
15ζητήσατε αὐτόν, ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.

58

(n)

Ps 9,12—13
1Ὕμνον εἰπεῖν προστάττονται οἱ πνεύματι καὶ νοῒ τὸ ψάλλειν ἐσχηκότες,
ψάλλουσιν δὲ οὗτοι εὐσεβεῖ νοήσει καὶ ἐπινοίᾳ τοῦ πνεύματος· προστάττονται γὰρ ᾄδειν καὶ ψάλλειν τῇ καρδίᾳ. οἱ οὕτω ψάλλοντες τῷ κατοικοῦντι ἐν τῇ Σιὼν κυρίῳ καθ’ ὑφήγησιν τοῦ ἁγίου πνεύματος καὶ ἑτέραν πρόσταξιν151 in vol. 1
5δέχονται πρὸς αὐτοῦ ἐν τῷ ἀναγγεῖλαι ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ. ταῦτα δέ ἐστιν, ὅσα θαυμασίως ἐποίησεν ἐπιδημήσας νοητά τε καὶ αἰσθητά. ῥηθείη δ’ ἂν ἡ δευτέρα πρόσταξις μάλιστα τοῖς ἀποστόλοις πεμφθεῖσιν μαθητεῦσαι πάντα τὰ ἔθνη. Καὶ ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη τῶν ἀναιρεθέντων ὑπὸ τῶν
10πεπυρωμένων βελῶν τοῦ πονηροῦ. τούτοις, φησίν, ἐπιφέρεται τὸ Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, περὶ οὗ ἐπαπορήσει τις λέγων· πῶς ἔκραζον πρὸς θεὸν οἱ ἀπὸ ἐθνῶν πένητες ὄντες, καίτοι ἀναιρεθέντες ὑπὸ τῆς κατεχούσης πολυθέου ἀπάτης καὶ τῶν ἐνεργούντων αὐτὴν ἀοράτων ἐχθρῶν; πρὸς ὃ λεκτέον πραγματικῶς αὐτοὺς τὴν κραυγὴν ἀναφέρειν, ὡς τοῦ Ἄβελ
15τὸ αἷμα βοᾷ πρὸς τὸν θεὸν καὶ ὁ μισθὸς ὁ ἀποστερηθεὶς τῶν ἐργατῶν· Ἰδοὺ γάρ φησιν ὁ μισθὸς τῶν ἀμησάντων τὰς χώρας ὑμῶν κράζει, ὁ ἀποστερηθεὶς ἀφ’ ὑμῶν· κραυγὴ γὰρ ἡ τοῦ ἀποστερηθέντος μισθοῦ τῷ μὴ εἶναι παρὰ τῷ ἐργασαμένῳ ἀλλὰ τῷ κτήτορι τῆς χώρας τῆς ἀμηθείσης.

59

(n)

Ps 9,13
1 Ῥηθείη δὲ καὶ ἑτέρα διάνοια· οὐ πάντως οἱ αὐτοὶ τῶν ἀπὸ ἐθνῶν, ὧν ἐμνήσθη τὰ αἵματα, οἱ πένητές εἰσιν ὧν τῆς φωνῆς οὐκ ἐπελάθετο ὁ εὐεργέτης. δύνανται γὰρ οὗτοι εἶναι οἱ περὶ ἐθνῶν προφητικῶς προανα‐ φωνήσαντες, ὧν ὁ μὲν εἶπεν Πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς,
5ὁ δὲ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. πένητες δὲ καὶ ἐν τούτοις εἴρηνται οἱ πολὺ τοῦ πλούτου τῆς θεότητος
ἀπολειπόμενοι ἢ καὶ τῆς θείας γνώσεως· τέως γὰρ ἐκ μέρους προεφήτευον.152 in vol. 1

60

(n)

Ps 9,14
1 Κάτω που τυγχάνοντος τοῦ θανάτου ἐκείνου περὶ οὗ γέγραπται Κατέπιεν ὁ θάνατος ἰσχύσας, οἱ ἐχθροὶ ποιοῦσιν ἐν αὐτῷ γενέσθαι τοὺς ὑπ’ αὐτῶν ταπεινουμένους, ἤτοι διὰ κακώσεως, ἢ τοῦ ἁμαρτάνειν. τούτου τοῦ θανάτου καὶ τῆς ἐπ’ αὐτῷ ταπεινώσεως δυνατὸν ἐκτὸς γενέσθαι ἐλέῳ θεοῦ. ὁ γὰρ
5ἔτι περὶ τὰ τῇδε ἔχων καὶ προσπάσχων τῷ κόσμῳ ἐν ταπεινώσει τυγχάνων, εἰ λάβοι αἴσθησιν τῶν οἰκείων κακῶν καὶ γνῶσιν τῆς τοῦ θεοῦ ἀγαθότητος, εὐχῆς τρόπῳ ἐρεῖ Ἐλέησόν με καὶ ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου γεγενημένην· αὐτοὶ γὰρ ἐταπείνωσαν καθελκύσαντές με· σὺ δὲ μόνος δύνασαι δι’ ἀγαθότητα οὐσιωδῶς προσοῦσαν ὑψῶσαί με ἐκ τῶν πυλῶν τοῦ
10θανάτου.

60A

(n)

Ps 9,15b
1 Θυγατέρας τῆς Σιὼν ἀκούειν δεῖ τοὺς μετέχοντας ταύτης καταλλήλως τῷ λέγεσθαί τινας υἱοὺς φωτὸς καὶ εἰρήνης καὶ σοφίας· πύλαι δὲ τῆς θυγατρὸς τῆς Σιών, ἀπεναντίως ταῖς πύλαις τοῦ θανάτου ἔχουσαι, πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αἱ ἐπιτελεσθεῖσαι κατ’ ἀρετὴν καὶ σοφίαν θεοῦ θεωρίαι.

61

(n)

Ps 9,16—17
1 Τῆς ἀρετῆς ἀφθαρσίας λεγομένης ἐν τῷ Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, ἡ ἀπεναντίως ἔχουσα κακία διαφθορὰ καὶ φθορὰ ἀκολούθως κληθήσεται. παρίσταται τὸ φθορὰν τὴν κακίαν λέγεσθαι ἐκ τοῦ Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, καὶ ἐκ τοῦ ἐν τῷ
5προφήτῃ λεγομένου πρὸς τοὺς φαύλους Ἕνεκεν ἀφθαρσίας διεφθάρητε φθορᾷ· σύμφωνον τούτοις καὶ τὸ Τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει; Ἡ οὕτω λεγομένη διαφθορὰ ἐν τῷ πράττεσθαι τὸ εἶναι ἔχουσα πεποιῆσθαι ὑπὸ τῶν ἐχόντων αὐτὴν ἐπαγγέλλεται. φησὶν ὁ λόγος ἐμπεπῆχθαι τὰ ἔθνη ἐν ᾗ ἐποίησαν διαφθορᾷ. οὐ γὰρ ἄλλος τῇ ἄλλου ἀσεβείᾳ καὶ ἁμαρτίᾳ ἐνέχεται·153 in vol. 1
10ἕκαστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. εἶτ’ ἐπεὶ οἱ κακοὶ πρότερον ἑαυτοὺς βλάψαντες καὶ ἑτέρους εἰς τὴν αὐτὴν βλάβην δι’ ἀπάτης ἄγειν πειρῶνται, σκευάζουσιν κεκρυμμένως παγίδας ἐν τοῖς δολεροῖς φρονήμασιν καὶ λόγοις αὐτῶν ἐπὶ τῷ ἀγρεῦσαι τὸν ἀπροοράτως ἔχοντα. αὐτῇ δὲ τῇ παγίδι ᾗ ἔκρυψαν τιμωροῦνται. δίκας γὰρ διδόασιν καὶ δι’ οὓς ἠπάτησαν. γίνεται δὲ
15τὸ παθεῖν οὕτως διακρίσει τοῦ προνοουμένου θεοῦ· πῶς γὰρ οὐ κρίμα αὐτοῦ τὸ ἐν τοῖς ἔργοις αὐτοῦ συλλαμβάνεσθαι τὸν ἁμαρτωλὸν ἔχοντα τὴν πρόφασιν τοῦ καταδικάζεσθαι ἐξ ὧν ἔδρασεν πονηρῶς; τούτῳ συνᾴδει τὸ ὀλίγῳ πρότερον λεχθὲν ἔχον ὧδε· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν.
20 Περὶ τοῦ διαψάλματος εἰρηκότες ἤδη, περὶ τῆς τοῦ διαψάλματος ᾠδῆς νυνὶ λεκτέον. ἀρξαμένου τοῦ προκειμένου ψαλμοῦ ἀπὸ τοῦ Ἐξομολογήσομαί σοι, κύριε, παρέτεινεν ἡ ἀπαγγελία ἕως τοῦ Συνελήφθη ὁ ἁμαρτωλός· μεθ’ ἣν λέξιν ᾠδῆς ἀρχομένης ἀπὸ τοῦ Ἀποστραφήτωσαν, ἀκόλουθον τῷ διαψάλ‐ ματι συμπλέξαι τῆς ᾠδῆς τὸ ὄνομα. εἰ γὰρ ὅλος ὁ ψαλμὸς ᾠδὴ εἴρηται,
25τρόπῳ καὶ δυνάμει κἂν πρὸ αὐτοῦ πάντως ἐτάττετο ἡ ᾠδῆς προσηγορία, ὡς ἐπὶ πλειόνων ψαλμῶν ἀποδείκνυται. τῷ δὲ μὴ οὕτως ἔχειν, ἀρχὴν δὲ λαμβάνειν μετὰ τὸ διάψαλμα τὸ ᾆσμα, εἰκότως Ὠιδὴ διαψάλματος μεταξὺ τέθειται. δειχθήσεται ὡς ᾠδῆς διάνοιαν ἔχει τὰ ἑξῆς τῶν λέξεων αὐτῶν ἐκτεθεισῶν Ἀποστραφήτωσαν 〈κτλ.〉

62

(n)

Ps 9,18—19
1 Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοί, οἱ πολεμίων δίκην ἐπιτιθέμενοι, εἰς τὸν ᾅδην. ἑρμηνεύων δὲ τίνες οἱ ἁμαρτωλοί, ἐπήγαγεν ὡς τὰ ἐπιλανθανόμενα ἔθνη τοῦ θεοῦ εἰσιν. ἁμαρτωλοὺς δὲ καὶ ἔθνη οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀσάρκους δυνάμεις ἐκλαβεῖν δεῖ. εἰ γὰρ μὴ σημαίνει οὐσίαν ἀλλὰ ποιὸν ἡ
5ἁμαρτωλὸς φωνή, παρωνυμία οὖσα ἀπὸ τῆς ἁμαρτίας, πάντα τὸν μετέχοντα ἁμαρτίας οὕτως ὀνομαστέον. καταλλήλως τούτοις καὶ τὰ ἔθνη ἐκλήψει. ὥσπερ δὲ οὐκ ὤν τις ἐν οὐρανῷ τοπικῶς, ἔτι ἐπὶ γῆς περιπατῶν, δύναται ἐκεῖ πολιτείᾳ καὶ νοήσει τυγχάνειν, οὕτω μὴ διατρίβων τις ἐν ᾅδῃ τοπικῶς δύναται σημεῖα φέρειν νεκρότητος καὶ αὐτοῦ τοῦ ἁμαρτάνειν, ὡς οἰκεῖν αὐτὸν154 in vol. 1
10τὸν ᾅδην ἤδη καίτοι ὄντα ἐν τῇ μετὰ σώματος ζωῇ. Πτωχὸς δὲ λέγεται καὶ ὁ πτωχεύων δι’ ἁμαρτίαν, καὶ ὁ μέτριος καὶ ἄτυφος, καὶ ὁ χρῄζων δέξασθαι παρὰ θεοῦ· ἕκαστος δὲ γενητός ἐστι τοιοῦτος. κατὰ πάντας τούτους τοὺς τρόπους ὁ λεγόμενος πτωχὸς μνημονεύεται θεῷ. κἂν διά τι σύμφερον δόξῃ λήθης τι αὐτοῦ γίνεσθαι, οὐκ εἰς τὸ παντελὲς δὲ
15παραμένει αὕτη, καὶ διὰ τοῦτο Οὐκ εἰς τέλος ἐπιληθήσεται. Τίνος δὲ διοίσει πτωχὸς πένητος, προϊόντες ἐροῦμεν ὅτ’ ἂν καιρὸς καλέσῃ εἰπεῖν περὶ τούτων.

63

(n)

Ps 9,20
1 Σύ, κύριε, ὁ τοὺς ὀγκυλλομένους καὶ ἀπαυθαδιζομένους πίπτειν ποιῶν ἀπὸ τοῦ ψεκτοῦ ὕψους, ἀντιταττόμενος τοῖς ὑπερηφάνοις· μὴ τοίνυν κραταιούσθω‐ σαν, ἀλλὰ Κριτήθωσαν ἐνώπιόν σου· ἕψεται γὰρ αὐτοῖς ὑπερβάλλουσα ὠφέλεια.
5 Ἑρμηνευθείη δὲ τὸ Μὴ κραταιούσθω ἄνθρωπος ὡς λεχθὲν περὶ διαβόλου, περὶ οὗ εἴρηται ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὡς ὄντος ἀνθρώπου ἐχθροῦ, ἀλλὰ καὶ ἐν τῇ προφητείᾳ Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν. καὶ ἐπεὶ ὁ ἄνθρωπος οὗτος ἐκραταιοῦτο πρὸ τῆς τοῦ σωτῆρος καθόδου λέγων Τὴν οἰκουμένην ὅλην ἀπολήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα
10ἀρῶ· οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι, οὐκ ἐνεγκὸν τὸ γένος τῶν ἀνθρώπων τοὺς μεθ’ ὑπερηφανίας αὐτοῦ λόγους πρεσβείαν προσάγει τῷ σωτῆρι λέγον Ἀνάστηθι, ὦ δέσποτα, κατάβηθι πρὸς ἡμᾶς, ἵνα μὴ ἐπὶ πολὺ ὁ καθ’ ἡμῶν ὑπερηφανευόμενος ἄνθρωπος κραταιωθῇ· ἄνθρωπος δὲ εἴρηται ὁ διάβολος οὐ τῷ θνητὸν λογικὸν ζῷον εἶναι, ἀλλὰ τῷ θεότητος ἀποπεπτωκέ‐
15ναι ὡσαύτως ἐκείνοις πρὸς οὓς ὁ θεὸς Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου
πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε.155 in vol. 1

64

(n)

Ps 9,22—23 a
1 Ὁ προφήτης ὡς ἄνθρωπος ἐρωτᾷ καὶ πυνθάνεται τοῦ θεοῦ λέγων Ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν; εἶπεν δ’ ἂν ὁ λόγος πρὸς αὐτὸν ἀποκρινόμενος ὅτι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς ἁμαρτάνοντας. ἀφέστηκεν δὲ τῶν ἁμαρτωλῶν μακρὰν ὁ θεός, τῆς ἁμαρτίας αὐτῆς διοριζούσης καὶ
5μακρὰν ἐλαυνούσης τοὺς ἁμαρτάνοντας κατὰ τὰ εἰρημένον· Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν μεταξὺ ἐμοῦ καὶ ὑμῶν. ἄλλως γὰρ ὁ θεὸς ἀεὶ τοῖς πᾶσι πάρεστι καὶ τὰ πάντα πληροῖ πανταχοῦ τυγχάνων. διὸ λέλεκται ἐν προφητείαις. Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. θλιβομένων δὲ κατὰ τὸν ἐνεστῶτα βίον τῶν δικαίων καὶ ὑπὸ τῶν ἀσεβῶν καταπονουμένων,
10Ὥσπερ μακρὰν ἀφεστώς, καταλείπεις αὐτούς, φησίν, ὦ κύριε, καὶ ὑπερορᾷς· διὸ καὶ αὔξει ἡ ὑπερηφανία τῶν ἀσεβῶν, τὸν δὲ σὸν πένητα καὶ πτωχὸν ἐμπυρίζει ζηλοῦντα τὸν θεοσεβῆ ζῆλον καὶ ἔνδοθεν φλεγόμενον τὴν ψυχήν.

65

(n)

Ps 9,24
1 Καὶ μάλιστα οἱ θείου πλούτου καὶ σοφίας στερούμενοι καὶ μὴ ἀκριβεῖς ὄντες περὶ τὰ δόγματα τῆς εὐσεβείας· οὗτοι γὰρ τοῖς τῆς σοφῆς προνοίας προσκόπτουσιν κρίμασιν ἐπαινοῦντες τὸν ἁμαρτωλὸν ἐφ’ οἷς ἐπιθυμεῖ, φανεροῦ ὄντος ὡς οὐ τῶν αἱρετῶν ἀλλὰ τῶν ἡδέων καὶ ἐμπαθῶν ὀρέγεται ὁ
5ἁμαρτωλός. πρὸς τούτοις ἐκ τοῦ αὐτοῦ σφάλματος εὐλογίαν ἡγοῦνται τοὺς πλοῦτον καὶ δόξαν ἀνθρωπίνην καὶ πρόσκαιρον ἔχοντας, φάσκοντες τοὺς ἀδικοῦντας πρὸς θεοῦ εὐλογεῖσθαι· ἔδει δὲ τοπάσαι ὡς ἡ τοῦ θεοῦ εὐλογία
δίδοται δικαίοις.156 in vol. 1

66

(n)

Ps 9,25—27
1 Εἰ καὶ ἔδοξεν μακρὰν ἀφεστάναι καὶ ὑπερορᾶν θεὸς τοὺς θλιβομένους διὰ τὸ ταράττεσθαι ὑπὸ τῆς τοῦ ἀσεβοῦς ὑπερηφανίας, ἀλλ’ οὖν πάνυ ἀγανακτεῖ κατὰ τοῦ ὑπερηφάνου σκανδαλίσαντος καὶ (ἵνα κατὰ τὴν γραφὴν εἴπω) ἐμπυρίσαντος τὸν πτωχὸν καὶ διὰ τὸ κακῶς κεχρῆσθαι τοῖς ὑπάρξασιν αὐτῷ
5τῇ θεοῦ προνοίᾳ. τοῦτο γὰρ ἐκ τῶν ἑξῆς λέξεων παρίσταται· εἴρηται γὰρ Παρώξυνε τὸν κύριον ὁ ἁμαρτωλός. οὗτος δ’ ἐστὶν ὁ ὑπερηφανευόμενος ἀσεβὴς καὶ ἐπὶ ταῖς ἐπιθυμίαις ἑαυτοῦ ἐπαινούμενος. εἰς τοσοῦτον δὲ παρώξυνεν τὸν κύριον ὡς ἐπιτεταμένην τὴν ὀργὴν γενέσθαι, ἣν αὐτὸς ἑαυτῷ ἐθησαύρισεν κατὰ τὸ λεχθὲν Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν
10θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Πλὴν εἰ καὶ πολλὴ ἡ θησαυρισθεῖσα ὑπ’ αὐτοῦ ὀργή, ἀλλά γε οὐκ ἔσται κατὰ τὸ πλῆθος καὶ μέγεθος αὐτῆς ἐκζήτησις ἐν ἡμέρᾳ κρίσεως δι’ ἀγαθότητα τοῦ κρίνοντος θεοῦ. εἰ γὰρ ἐκζήτησις κατὰ τὸ πλῆθος τῆς ὀργῆς ἐγίνετο, ἄρδην ἀπώλλυντο καὶ παρ’ αὐτὰ οἱ κακοί. τοῦτ’ αὐτὸ θεωρήσαντες
15τῷ ἀγαθότητα ἐνδεικνυμένῳ φασὶν Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; Πρόφασις δὲ τοῦ παροξύναι τὸν ἁμαρτωλὸν τὸν κύριόν ἐστιν τὸ μὴ πρὸ ὀφθαλμῶν καὶ ἐνώπιον αὐτὸν ἔχειν, ἐπείπερ ἀπεστράφη θεόν. πᾶς γὰρ ἁμαρτάνων τοῦτο πράττει· διό φησιν ὁ θεὸς περὶ παντὸς τοιούτου Ἔστρεψαν
20ἐπ’ ἐμὲ νῶτα αὐτῶν καὶ οὐχὶ πρόσωπα. ταύτης τῆς ἀσεβείας ὁ Κάϊν πατὴρ γεγονὼς Ἐξῆλθεν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἀποστραφεὶς αὐτὸν δηλονότι. Εἰ περὶ ἀνθρώπων ἁμαρτωλῶν λέγεται ταῦτα, πολλῷ μᾶλλον καὶ περὶ διαβόλου παροξύναντος τὸν θεὸν καὶ οὐκ ἔχοντος αὐτὸν ἐνώπιον αὐτοῦ.
25μάλιστα γὰρ αἱ ἑπόμεναι λέξεις περὶ αὐτοῦ λέγονται· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. τίνος γὰρ ἀνθρώπου Βεβηλοῦνται αἱ ὁδοὶ ἐν παντὶ καιρῷ, τῶν ἀσεβῶν καθηκόντως πολλὰ πολλάκις ἐπιτελούντων; βαδίζει δὲ βεβήλως οὐκ εἰς μόνας πράξεις ἐπιλήπτους ἄγων τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπρονοησίαν ὁρίζων. πολλοὺς γοῦν ἔπεισεν ἀπροστασίαστον τὸν κόσμον
30δογματίσαι, πρότερον αὐτὸς ἐκπεσὼν τῆς ὀρθῆς περὶ διοικήσεως θεοῦ καὶ
κρίσεως γνώμης. παρίσταται τοῦτο ἐκ τοῦ λεγομένου τῷ θεῷ περὶ αὐτοῦ Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, οὐχ ὡς πάντως τοῦτο σχήσοντος, ἀλλὰ διὰ τὸ αὐτὸν τοῦτο προτεθεῖσθαι· ψεῦδος γὰρ τὸ κύριον αὐτὸν Πάντων τῶν ἐχθρῶν αὐτοῦ157 in vol. 1
35εἶναι ἢ γενήσεσθαι. μάλιστα γὰρ ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἐν ἁγιότητι τέλειοι ὧν οὐδενὸς βασιλεύει. μόνων δὲ τῶν ποιούντων τὴν ἁμαρτίαν κατακυριεύει· εἴρηται γὰρ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος τῆς ἁμαρτίας κατακυριεύεται ὑπὸ τοῦ διαβόλου τοῦ ἐνεργήσαντος ἐν αὐτῷ τὴν ἁμαρτίαν.
40 Κατὰ δὲ τὸ ἀκόρεστον τῆς κακίας αὐτοῦ ἐστιν τὸ ἑξῆς ἐπιφερόμενον· Εἶπεν γάρ, φησίν, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. δηλοῖ τὸ ῥῆμα τῆς ἀλαζονείας αὐτοῦ θράσος ὁμοῦ καὶ ἀναισχυντίαν. Ταύτῃ τῇ φωνῇ ἐπιστήσας τις ἑρμηνεύσει περὶ μόνων τῶν ἀνθρώπων ἐχθρῶν αὐτοῦ γεναμένων εἰρῆσθαι Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
45εἰ γὰρ ἀπὸ γενεᾶς εἰς γενεὰν εἶπεν ἐν τῇ καρδίᾳ ἄνευ κακοῦ μηδεπώποτε κεκλονῆσθαι, φανερὸν ὡς περὶ τῶν κατὰ διαδοχὴν ἐχόντων τὸ εἶναι μόνων ἀνθρώπων εἴρηται. πλὴν οὐδὲ τοῦτο πάντως ἀληθές· τῶν γὰρ ἁγίων πατρι‐ αρχῶν καὶ προφητῶν καὶ ἀποστόλων οὐκ ἐκυρίευσεν· μᾶλλον γὰρ αὐτοὶ αὐτὸν ὑπὸ πόδας ἔσχον τοῦ Ἰησοῦ τὴν ἐξουσίαν ταύτην ὀρέξαντος.

67

(n)

Ps 9,28
1 Ὁ τῆς ἁγιότητος αὐτοῦ ἐκπεσών, τῆς ἀληθείας καὶ εὐλογίας πόρρω ἑαυτὸν ἀπαγαγών, τὸ στόμα πλῆρες ἔχει ἀρᾶς δι’ ὧν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ
5πλήρης ἐστίν, στόμα αὐτοῦ καλούμενος. καὶ ἐπεὶ τούτων ἕκαστον ἐπὶ τὸ βλάψαι καὶ ἀπολέσαι προφέρει ὑπὸ τὴν γλῶσσαν αὐτοῦ, αὐτὴ δὲ ὁ λόγος ὁ δολερός ἐστιν, πόνος καὶ κόπος ὑπάρχει· οὐδὲν γὰρ προσηνὲς ἢ χρηστόν,
ἀλλ’ εἴ τι κόπον καὶ πόνον ἐμποιῶν προφέρει.158 in vol. 1

68

(n)

Ps 9,29—32
1 Διὰ πάντων βλαπτικὸς καὶ ἀπωλείας προθέμενος εἶναι αἴτιος, ἐπιλέγεται δοκοῦντας εἶναι πλουσίους ἐν λόγῳ (ψευδώνυμον γνῶσιν ἔχοντας) ἀνθρώπους, καὶ σὺν αὐτοῖς καθεζόμενος κεκρυμμένως ἐπὶ τῷ λανθάνειν τίς ἐστιν ἐνεδρεύειν πειρᾶται, ἵνα ἀθῷον ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις
5αὐτοῦ βέλεσι· θανάτου γὰρ ποιητικὰ ταῦτα κατασπῶντος ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς τὸν ὑπὸ τῶν βελῶν βαλλόμενον. Στίξαι δυνατὸν καὶ οὕτως· Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων· μεθ’ ὃ στίξαντες ἐπιφέρομεν Ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. τὸ γὰρ Ἐν ἀποκρύφοις ἀμφιβολίαν ποιοῦν ἑκατέρως διαστέλλεται, ὅπερ ἤδη πεποιήκαμεν
10πρότερον στίξαντες Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, ὕστερον οὕτως ἀναγνόντες· Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. πλὴν εἰ καὶ Ἐνεδρεύει πλουσίοις τοῖς προειρημένοις συγκαθήμενος ἐπὶ τῷ ἑλεῖν καὶ ἀποκτεῖναι ἀθῷον, ἀλλά γε ἐπιστατέον ὡς οὐδένα τῶν κατὰ θεὸν σοφῶν τρῶσαι δύναται ἐνδεδυμένον
15τὴν πανοπλίαν τοῦ θεοῦ· ὅθεν τοὺς ὀφθαλμοὺς εἰς τὸν πένητα ἔχει πειθόμενος αὐτὸν ἔχειν ἁλωτόν, τὸν αὐτὸν ὄντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ. Ἐνεδρεύει ἐν ἀποκρύφῳ οἷα ἄγριος λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ τοῦ ἁρπάσαι πτωχὸν διὰ λόγων ἀπατηλῶν (ἔστιν δ’ ὅτε καὶ διὰ πράξεων), ὃν καὶ ἑλκύσει μετὰ τὸ ἁρπάσαι ἐν τῇ παγίδι αὐτοῦ ἐπὶ τῷ
20καταφαγεῖν. θὴρ γὰρ ἄγριός ἐστιν, μᾶλλον δὲ αὐτὸ τοῦτο λέων. πολλάκις γοῦν ἐνεδρεύων, περὶ οἰκονομίας δῆθεν ὁμιλῶν, ἐγκρύπτει τὸν περὶ φιλαργυρίας λόγον. ὡς αὖ περὶ σωφροσύνης φθεγγόμενος τρόπον ἀκολασίας ὑποβάλλει, οὕτως τὴν Εὔαν ἠπάτησεν ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἰσοθείαν ὑποβαλὼν καὶ τὸν Ἰουδὰν διὰ φιλαργυρίας.
25 Τὸ κύψαι κείμενον δηλοῖ, ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν ἔπεσεν· πῶς γὰρ οὐ κάτω τὴν βλέψιν ἔχει ὁ ἀθετῶν πρόνοιαν διὰ τοῦ λέγειν Ἐπιλέλησται
ὁ θεός, καὶ τὰ ἑξῆς;159 in vol. 1

69

(n)

Ps 9,35—37a
1 Δυνάμενος παραχρῆμα ταπεινώσει τὸν ὑπερήφανον καταδυναστεύοντα τοὺς ταραττομένους ἐπὶ τῇ θρασύτητι αὐτοῦ, διὰ τί χρήσιμον, βοηθῆσαι αὐτοῖς δυνάμενος, εἴασας αὐτοὺς χρόνον τινὰ θλιβῆναι ἐφ’ ᾧ γινομένῳ ἐγνώσθης οὐ μόνον καὶ τὸν ἐπ’ αὐτῷ καὶ δι’ αὐτοῦ πόνον κατανοῶν; γέγονε δὲ τοῦτο, ἵν’ οἱ
5ὠφεληθέντες διὰ τῆς προσκαίρου κακώσεως ἑκουσίως ἑαυτοὺς παραδῶσιν εἰς τὰς χεῖράς σου, πόθον λοιπὸν ἔχοντες παιδεύεσθαι καὶ ἄρχεσθαι ὑπὸ σοῦ. Σοὶ οὖν ἐγκαταλείπεται ὁ πτωχός· σὺ τὰ περὶ τῆς σωτηρίας αὐτοῦ οἰκονομήσεις, ἵνα πλούσιον αὐτὸν ποιήσῃς ἀγαθὰ οὐρανόθεν παρασχών. οὕτω καὶ ὀρφανῷ αὐτὸς βοηθεῖ, προϊστάμενος καὶ ἀνατρέφων αὐτὸν εἰς υἱοῦ
10τάξιν. ὀρφανὸν ἐν τούτοις ἐκλαβεῖν δεῖ τόν ποτε ἔχοντα πατέρα τὸν διάβολον διὰ κακίαν, νῦν δὲ αὐτὸν ἀποβαλόντα μετανοίας τρόπῳ. 〈σύμβολα τούτων τῶν προσληφθέντων ὀρφανῶν ἐπὶ τῷ βοήθειαν ἔχειν ὑπὸ θεοῦ ὁ Ἀβραὰμ καταλιπὼν τὸν οἶκον τοῦ πατρὸς ἵνα θεῷ ἀκολουθήσῃ κεκλημένος, καὶ οἱ Ζεβεδαίου υἱοὶ ἀφέντες τὸν πατέρα προτροπῇ τοῦ εἰπόντος Ἰησοῦ Ἀκολου‐
15θεῖτέ μοι.〉 Ἁμαρτωλὸς δὲ τίς ἂν εἴη καὶ πονηρὸς μετὰ τοῦ ἄρθρου εἰρημένος ἢ ὁ διάβολος; τούτου ὁ βραχίων ὑπὸ κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται, ἔχουσα ἐν τῷ ἐπιτελεῖσθαι τὸ εἶναι τέλος λαβοῦσα. οὐ γὰρ οὐσία τίς ἐστιν τὸ κακὸν ἀλλὰ ποιότης, καὶ οὕτως ἐνστήσεται τὸ ἐπὶ
20πᾶσιν τέλος οὗ χάριν τὰ ἄλλα πάντα γέγονεν· αὐτὸς δὲ οὐδενὸς ἕνεκά ἐστιν, ὡς τῆς βασιλείας αὐτοῦ μὴ εἶναι τέλος. οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ὑπὸ δύο κυρίους καὶ βασιλεῖς εἶναι. ὅτε ἐκυρίευεν καὶ ἐβασίλευεν ἡ ἁμαρτία τοῦ αὐτὴν ποιοῦντος, ὁ θεὸς οὐ κύριος οὐ βασιλεὺς τοῦ ἁμαρτάνοντος ἦν. ἐπειδὴ δὲ ζητηθεῖσα ἡ ἁμαρτία ἡ βασιλεύουσα τοῦ ἐνεργοῦντος αὐτὴν οὐχ ηὑρέθη,
25Κύριος εἰς τὸν αἰῶνα βασιλεύει καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.160 in vol. 1

70

(n)

Ps 9,37b
1 Γῆ τοῦ θεοῦ ἡ ἀγαθὴ καρδία εἴρηται. ἐκ ταύτης τῆς γῆς ἔθνη ἀπόλλυνται, ὅτ’ ἂν ἐκβληθῇ πᾶν ἐνθύμημα φαῦλον καὶ λογισμὸς πονηρός· ἔθνη γὰρ τὰ φαῦλα ἐνθυμήματα καὶ λογισμοὶ εὐεργεσίᾳ θεοῦ ἀπολλύμενα. εἰ δὲ καὶ τὴν τῶν πραέων γῆν δηλοῦσθαί τις βούλεται (κυρίου γὰρ καὶ αὐτή), ἀπόλλυνται
5ἐκ τῆς γῆς ταύτης ἔθνη. πᾶς γὰρ ὁ ἁμαρτάνων οὐκ ἐπιτρεπόμενος εἰς αὐτὴν ἀναβῆναι· μόνοι γὰρ ἅγιοι κληρονομήσουσιν αὐτήν. εἴρηται γὰρ πρός τινος ἁγίου· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. καὶ πρὸς ἄλλον ὁ θεὸς εἶπεν· Ἀναβιβάσω σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς.

71

(n)

Ps 9,38
1 Ἐπιθυμίᾳ τῶν πενήτων ὑπῆρχε τὸ πεσεῖν τὸν τυραννικῶς κατακυριεύσαντα αὐτῶν. ἐπεὶ οὖν ὑπῆρκται αὕτη συντριβέντος τοῦ βραχίονος τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, εἰκότως θεῷ τῷ τὰς καρδίας ἐπισταμένῳ καὶ τὸ κρυπτὸν εἰδότι ἡ ἐπιθυμία αὐτῶν πεφανέρωται, ἐνεργὴς οὖσα προσευχή. εἰσήκουσεν δὲ
5αὐτῶν ὁ κύριος, προσέχοντος τοῦ ὠτὸς αὐτοῦ τῇ ἑτοιμασίᾳ τοῦ ἡγεμονικοῦ αὐτῶν· πῶς γὰρ οὐχ ἑτοίμην τὴν καρδίαν εἶχον πρὸς τὸ σωθῆναι οἱ τῶν προλεχθέντων ἔχοντες ἐπιθυμίαν;

72

(n)

Ps 9,39
1 Διχῶς καὶ ἐνταῦθα τὸν ἄνθρωπον ἐκληπτέον, εἴς τε τὸ θνητὸν λογικὸν ζῷον ἀλαζονευόμενον, καὶ εἰς τὸν λέγοντα διάβολον Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. οὐ γὰρ ἔτι μεγαλαυχήσει συντριβόμενος ὑπὸ τοὺς πόδας τῶν ἁγίων πατούντων αὐτοῦ
5τὴν δύναμιν, Ἰησοῦ τοῦτο χαρισαμένου.161 in vol. 1

73

(n)

Ps 10,1—2
1 Ἀναγνωστέον δὲ καὶ οὕτως· Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, καὶ τὰ ἑξῆς; ἐφ’ οἷς εἰρημένοις παρορμᾷ τὴν ψυχὴν ἑαυτοῦ μετεωρισθῆναι δίκην στρουθίου πτεροῖς ἀρετῆς, ἵνα περάσας ἐπὶ τὰ ὕψος ἔχοντα ὄρη πνευματικὰ
5ἀβλαβὴς διαμείνῃ. ὅπως δ’ ἂν ἔχῃ τὰ τῆς διαστολῆς τοῦ ἀναγνώσματος, πεποιθέναι ἐπὶ κύριον προσήκει.

74

(n)

Ps 10,1—2
1 Κατὰ θεωρίαν δέ· πολλῶν σοφιστικῶς παρεσκευασμένων ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ὡς ἤδη τὸ ἡγεμονικὸν ἔχειν τεταμένον, δι’ ἑτοιμασίαν τόξῳ ἐντεταμένῳ ἐοικός, ἀλλὰ καὶ βέλη ἕτοιμα, λόγοι δὲ πειθανοὶ ταῦτα, πρὸς τὸ κατατοξεῦσαί σε, ἔχεις διατριβὴν ἐν ὑψηλοῖς ὄρεσιν, ἔνθα γεναμένη οὐ
5τρωθήσει. εἴρηται δὲ ὡς τὰ θειότερα τῶν γραφῶν νοήματα τῇ τῶν ὀρῶν προσηγορίᾳ σημαίνεται· πρὸς τούτοις καὶ οἱ σοφοὶ διδάσκαλοι ἀπόστολοι καὶ προφῆται. Δυνατὸν ὑπὸ τοῦ πνεύματος εἰρημένον ἐκλαβεῖν τὸ Μετανάστευε ἐπὶ τὰ ὄρη ὡς στρουθίον, προτρεπομένου ἀναχωρεῖν τὸν διαδράναι θέλοντα τὴν
10ἰοβόλον τρῶσιν τῶν τοξοτῶν. εἰ δὲ καὶ ἀόρατοι δυνάμεις αἱ αὐταὶ οὖσαι ἢ συγγενεῖς τοῖς τοξόταις λέγοιεν τὸ Μετανάστευε ἐπὶ τὰ ὄρη ὡς στρουθίον, χλευαστικῶς αὐτὸ εἰρημένον ἐκληψόμεθα, ὑποδειλῶσαι θελόντων τοὺς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεὸν πεποιθότας. εἴτ’ ἐπεὶ σκότους υἱοὶ καὶ νυκτός εἰσιν οἱ πρὸς τὸ οὕτω σοφιστεύειν παρεσκευασμένοι τοξόται, ἐν ἀφεγγεῖ νυκτὶ
15κατατοξεύειν προτέθεινται τοὺς εὐθείαν καρδίαν ἔχοντας.162 in vol. 1

74A

(n)

Ps 10,3b
1 Ὁ κύριος δίκαιος ὢν τί ποιήσει ἢ ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς τὰς παγίδας αὐτοῦ καὶ μερίσει αὐτοῖς ποτήριον κολάσεως ἐπὶ τῷ πίοντας αὐτοὺς ἀσθενῆσαι ἀπὸ τῆς πρὸς τὸ τοξεύειν ὁρμῆς;

75

(n)

Ps 10,4—7
1 Ἢ περὶ τοῦ πατρὸς ἢ καὶ αὐτοῦ τοῦ σωτῆρος· πρὸ τῆς ἐνανθρωπήσεως ναὸν ἅγιον αὐτοῦ ἐκληπτέον τὴν περὶ αὐτοῦ ἁγίαν καὶ οὐράνιον νόησιν. ὢν Ἐν ναῷ ἁγίῳ αὐτοῦ καὶ τὸν θρόνον ἔχει ἐν οὐρανῷ, θεϊκῶς καὶ ἐπουρανίως βασιλεύων. ἐσημειωσάμεθα καὶ ἐν τοῖς πρότερον ἀντὶ βασιλείας τὸν θρόνον
5λαμβάνεσθαι. αἱ δὲ ἐποπτικαὶ καὶ ἔφοροι τοῦ θεοῦ δυνάμεις ὀφθαλμοὶ αὐτοῦ καλούμεναι, πρὸς τὸν πένητα γινόμεναι φρουροῦσιν αὐτὸν ἀβλαβῆ τῶν περὶ αὐτὸν οἰκονομηθέντων. τὰ βλέφαρα τῶν ὀφθαλμῶν τοῦ θεοῦ ἐξετάζει τὰς πράξεις καὶ τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκ τούτου παρίσταται τοῦ κριτοῦ τὸ φιλάνθρωπον. εἰ γὰρ ὀφθαλμοῖς ἐξήταζεν καὶ μὴ βλεφάροις, ἀνύποιστος
10ἦν ἀνθρώποις ἡ κρίσις. τὸ δὲ τοῖς βλεφάροις ἑαυτοῦ ἐξετάζειν τὰ κατ’ αὐτοὺς οὐ παρατηρεῖται πάντα τὰ ἁμαρτήματα τῶν κρινομένων οὐδὲ οἵου μεγέθους ὑπάρχει ταῦτα. εὖ δὲ καὶ τὸ εἰπεῖν· τοὺς μὲν ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν εὐεργετούμενον εἶναι, κἂν εἷς πένης ὑπάρχῃ, τὰ δὲ βλέφαρα ἐπὶ τοὺς [υἱούς·] πολλοὺς ἀνθρώπων υἱούς, ἵν’ αἱ μὲν εὐεργεσίαι δαψιλῶς παρρησίᾳ
15ἐπιτελῶνται, αἱ δὲ κολάσεις πολὺ τὸ κεκρυμμένον ἔχωσι περὶ θεοῦ. καὶ ταῦτα λέξει διανοούμενα· οὐδὲν αἰσθητὸν βλέφαρον ἢ ἕτερόν τι τοιοῦτον ἐμφαίνουσιν, ὅθεν καὶ ταῦτα θεοπρεπῶς νοητέον. Ὁ Χριστός ἐστιν οὗ τῷ βήματι φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε κακόν. εἰπὼν
20δὲ ὑπὸ κυρίου ἐξέτασιν γινομένην τοῦ δικαίου καὶ τοῦ ἀσεβοὺς ἐπιφέρει ὡς μισεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ τὴν κακίαν οὖσαν ἀδικίαν ἀγαπῶν ποιῶν αὐτὴν
κολαστέαν διὰ τοῦ ἁμαρτάνειν· ᾧ ἐναντίον ποιεῖ ὁ δικαίως ἐνεργῶν, ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ καὶ πλησίον ὡς ἑαυτὸν ὁ εἰς ἀρετὴν αὐτὸν ἄγων. οὐ μάχεται τὸ 〈Κύριοσ〉 ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ τῷ μὴ ἀνίστασθαι ἀσεβεῖς ἐν163 in vol. 1
25κρίσει. τὸ μὲν γὰρ τοὺς πάντῃ ἀθέους σημαίνει, τὸ δὲ τοὺς διὰ ἁμαρτάνειν καταφρονοῦντας θεοῦ. πλέονες γὰρ γραφαὶ δηλοῦσι τοῦτο, μάλιστα ἡ λέγουσα Ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβὴς ἐν Γενέσει. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, τουτέστι κολάσεις παγιδευούσας καὶ ἐντὸς ἀρκύων ποιούσας τοὺς ἀγρευομένους, εἰ μὴ ἄρα τὸ παραδίδοσθαι αὐτοὺς
30ὑπ’ αὐτοῦ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν· τοῦτο δηλοῖ καὶ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. καὶ ὅρα εἰ μὴ διὰ τοῦτο Ἐπιβρέξει ἀλλ’ οὐ βρέξει παγίδας εἴρηται· ἤδη γὰρ παγιδευθεῖσιν ὑφ’ ἑαυτῶν ἐπιβρέχονται παγίδας. τοῦτο δηλοῦται καὶ ἐκ τοῦ Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. ἐφαρμόσεις πρὸς ἑκατέρας τὰς
35ἀποδόσεις τὸ οὕτω γεγραμμένον ἐν Παροιμίαις· Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ θεός. πρὸς μὲν γὰρ τὴν προτέραν ἀπόδοσιν κολάσεις εἶεν αἱ σκολιαὶ ὁδοὶ τοῖς διὰ κακίαν σκολιοῖς γεγενημένοις ἐκπεμπόμεναι, πρὸς δὲ τὴν ἑτέραν αἱ παραδόσεις εἰσὶν αἷς παραδίδονται οἱ ἑκουσίως ἁμαρτάνοντες, αἳ δηλοῦνται διὰ τῶν παθῶν τῆς ἀτιμίας καὶ τῶν κατηριθμημένων.
40 Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. αἱ ἐπίπονοι ἀνταποδόσεις δηλοῦνται πολλάκις ἐν τῇ γραφῇ ὀνόματι τοῦ ποτηρίου ὡς ἐν Ἡσαίᾳ Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ ἡ πιοῦσα τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ παρίσταται τὸ αὐτὸ ἐκ τῆς ἐχούσης οὕτω φωνῆς· Εἶπεν κύριος ὁ παντοκράτωρ ὁ θεὸς
45τοῦ Ἰσραὴλ Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη πρὸς οὓς ἐγὼ ἀποστελῶ σε. μήποτ’ οὖν συμφώνως τούτοις καὶ ἐν τοῖς προκειμένοις κόλασιν δηλοῖ Ἡ μερὶς τοῦ ποτηρίου τοῦ μερισθέντος αὐτοῖς, μάλιστα ὅτι τὸ πλήρωμα τοῦ ποτηρίου τούτου Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἐστὶν οὗ σύμβολα τὰ ἐν Γενέσει ἀναγεγραμμένα

75

(50)

εἴδη κολάσεων ἐλθόντα ἐπὶ Σοδόμα καὶ Γόμορρα παρὰ κυρίου· πρὸς τούτῳ τῷ πυρὶ καὶ τῷ θείῳ καὶ Πνεῦμα καταιγίδος ἐστὶν ἐν τῷ ποτισμῷ τοῦ ποτηρίου. δηλοῖ τὸ πῦρ τὴν διὰ καύσεως ἀπειλήν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ἔτι μᾶλλον τὸ πῦρ ἀφορμήν. πρὸς τούτοις τὸ Πνεῦμα τῆς καταιγίδος πειρασμοῦ τινος συστροφὴν δηλοῖ. ὅτι δὲ πειρασμὸν ἡ καταιγὶς δηλοῖ, σαφῶς ἔστι μαθεῖν
55ἀπὸ τοῦ ἐν Ἡσαίᾳ γεγραμμένου Ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. φύγωμεν τοίνυν τὴν
ἀσέβειαν, ἵνα τοῦτο τὸ ποτήριον μακρὰν γένηται ἀφ’ ἡμῶν, καὶ ἐν εὐσεβείᾳ ζήσωμεν, ἵνα πίωμεν τὸ μεθύσκον ὡς κράτιστον περὶ οὗ τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.164 in vol. 1
60 Ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδεν τὸ πρόσωπον αὐτοῦ. καὶ τούτου χάριν ἐπὶ τὸν πένητα τοὺς ὀφθαλμοὺς ἔχει φροντίζων αὐτοῦ τῆς σωτηρίας, ἀλλὰ καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς παγίδας ἐπιπέμπει. οὐ γὰρ ὡς ἔτυχεν, εἰ γίνεται τῶν τῆς προνοίας καὶ θεοῦ κρίσεως· δίκαιος δὲ κύριος κατ’ οὐσίαν ἀλλ’ οὐ μετοχῇ δικαιοσύνης ἐστίν. πλὴν εἰ καὶ
65οὕτως ἔχει φύσεως, ἀλλ’ οὖν ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Ἔστιν καὶ ἄλλως εἰπεῖν ἀγαπᾶν αὐτὸν δικαιοσύνας· ἐπεὶ ἑκάστου κρίματος ἔστιν τις δικαιοσύνη, πολλὰ δὲ τὰ κρίματα τοῦ θεοῦ περὶ ὧν γέγραπται Τὰ κρίματα τοῦ κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἀνάγκη καὶ τὰς
70δικαιοσύνας πολλὰς εἶναι. ὥσπερ δὲ δίκαιός ἐστιν, οὕτω καὶ εὐθύτητα βλέπων· εὐθύτητα δὲ ἐρεῖς γνώμην τὴν πρὸς τὸν ὀρθὸν λόγον κανονιζομένην· ταύτην ὁρᾷ χαίρων ἐπὶ τοῖς ἔχουσιν. ῥηθείη καὶ περὶ τῆς εὐθύτητος ἁρμωνίως τῇ περὶ τῶν δικαιοσυνῶν δευτέρᾳ νοήσει ὑπαρχούσῃ ἐν τοῖς κρίμασιν τοῖς ἀνεξερευνήτοις αὐτοῦ, ἣν διὰ τὸ πάνυ ἀποδέχεσθαι τὸ πρόσωπον αὐτοῦ ὁρᾷ·
75ἐπιφαίνεται γὰρ παρὼν ὁ θεὸς τοῖς ἔργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασιν τῶν κριμάτων.

75A

(n)

Ps 11,1
1 Πλησθείσης τῆς ἀνθρωπότητος ἀπάτης καὶ κακίας ὡς μὴ εἶναι ἔλεος καὶ ἀλήθειαν καὶ ἐπίγνωσιν θεοῦ ἐπὶ τῆς γῆς, ὑπὲρ καταλύσεως τῆς ὑπαρξάσης βλάβης χρεία γέγονε τῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς ἐπιδημίας.

76

(n)

Ps 11,2
1 Εἰς τοῦτο λήψει τὸ ἐν Ἱερεμίᾳ· Ἕκαστος τῷ πλησίον αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. διὰ τί οὐκ εἶπεν ἡ ἀλήθεια ἀλλ’ αἱ ἀλήθειαι; τὸ μὲν διὰ τὰς διαφόρους ἀθεσίας
τὰς ἐν τοῖς συναλλάγμασιν, τὸ δὲ διὰ τὰς ἐν τοῖς δόγμασιν κακοδοξίας.165 in vol. 1

77

(n)

Ps 11,5
1 Οὐ γὰρ τὰ μέλη τοῦ σώματος ἐξολοθρευόμενα ἡγεῖσθαι δεῖ ἀλλὰ τὴν χρῆσιν τὴν δολίαν αὐτῶν καὶ τὸν μεγαλορήμονα λόγον· καὶ γὰρ ἐν Παροιμίαις εἴρηται Περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἄπωσαι ἀπὸ σοῦ. Τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ
5ταύτης τῆς θρασύτητος ὁ ἀσεβὴς εὐοδούμενος ἐν τῷ τυγχάνειν, ὧν ἐπιθυμεῖ, προφέρει φωνὴν τὴν ἐν τῷ Ἰὼβ Λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ γὰρ οὗτοι τῆς προσούσης αὐτοῖς εὐπραγίας αἴτιοι νομίζοντες εἶναι λέγουσι κυρίῳ Ἀπόστα· μὴ φανέρου μοι τὰς ὁδούς σου· εἰδέναι γὰρ αὐτὰς οὐ θέλω· τί γὰρ πλέον
10ἡμῶν ἔχων ἱκανὸς εἶ, ἵνα δουλεύσωμέν σοι;

78

(n)

Ps 11,6
1 Ἐπὶ τῶν ἀσεβῶν μέγα φρονούντων ὡς μεγαλορήμονα γλῶτταν καὶ χείλη δόλια αὐχεῖν οἱ πτωχοὶ ταλαιπωροῦσι καὶ στενάζουσιν οἱ πένητες, τὸ τυραννικὸν αὐτῶν οὐ φέροντες. τούτου χάριν φησὶν ὁ κύριος Ἀναστήσομαι νῦν, ἵνα, θείς μου τὴν βουλὴν ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ κατὰ τῶν
5ἐναβρυνομένων ὑπερηφάνως τῶν ὑποδεεστέρων· ἀπολύσω δὲ τοῦ ταλαιπωρεῖν καὶ στενάζειν τοὺς πτωχοὺς καὶ πένητας. πτωχοὺς καὶ ἐν τούτοις καὶ πένητας ἐρεῖς τοὺς μὴ οἵους τε ἐπαμύνειν ἑαυτοῖς δι’ ἀσθένειαν προσοῦσαν ἢ διὰ τὴν εἰς τοιαύτην κατάστασιν ἄγουσαν κακίαν. οὗτοι ἀνώτεροι ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγένηνται, τοῦ κυρίου κατὰ τὸν τῆς ἐπιδημίας
10καιρὸν ἀναστάντος καὶ πρὸς ἡμᾶς ἐληλυθότος ὡς φανερωθῆναι τὴν σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. ἔστιν γοῦν καταλλήλως τοῖς προκειμένοις ἀκοῦσαι τὸ Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐφ’ ᾧ λεχθέντι παρρησιαζόμενος ἑξῆς λέγει Εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
15δείκνυται γὰρ διὰ τούτων, ὡς Ἰησοῦς ὁ Χριστὸς ὁ ῥυσάμενος τὸν ταλαιπωροῦντα, δι’ ὃ εἶχεν σῶμα θανάτου, ὁ εἰπών ἐστι Νῦν ἀναστήσομαι,
λέγει κύριος. Ἐπῆλθέν τισιν εἰπεῖν πτωχοὺς μὲν εἶναι τοὺς μεταπεσόντας τοῦ πλούτου, πένητας δὲ τοὺς ἐκ πόνου δι’ ἐργασίας γινομένου τὸ ζῆν ἔχοντας· καὶ ἔστιν166 in vol. 1
20γε κατὰ ταύτην τὴν νόησιν ὁ πτωχὸς πένης ἐξ ἀνάγκης, οὐκ ἀντιστρέφοντος τὸν πένητα πτωχὸν εἶναι. καὶ τάχα γε τὰ εἰρημένα περὶ τοῦ πτωχοῦ κατα‐ σκευάσεται, καὶ ἐκ τῆς γραφῆς εἴρηται γὰρ Πλούσιοι ἐπτώχευσαν, καὶ Ὅτι ἐπτωχεύσαμεν σφόδρα· συμφώνως τούτοις ἐκλήψεται καὶ τὸ περὶ τοῦ σωτῆρος λεχθὲν Ὡς ἐπτώχευσεν δι’ ἡμᾶς πλούσιος ὤν, ἵν’ ἡμεῖς
25πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. συναινεῖ καὶ τοῖς περὶ τοῦ πένητος τὸ Στεναγμοῦ τῶν πενήτων, στενόντων ἀεὶ καὶ ὀλοφυρομένων ἐπὶ τῷ πόνῳ τῷ ἐκ τοῦ ἀπορεῖν τῶν ἐπιτηδείων προσόντι. τὸ Θήσομαι ἐν σωτηρίῳ δηλοῖ τὸ ὁρίσω καὶ ποιήσω, ὥσπερ καὶ ἐν τῷ Ὃν ἔθηκεν κληρονόμον πάντων, δηλούσης τῆς λέξεως ὃν ὥρισεν καὶ ἀνέδειξεν κληρονόμον. εἰς ταῦτα λήψει
30τὸ Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους καὶ τὰ ἑξῆς, καὶ τὸ πρὸς τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας εἰρημένον Ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν· τὸ γὰρ Ἔθετο ἀπόδειξιν τὴν διὰ τοῦ ὡρίσθαι καὶ πεποιῆσθαι ἀποστόλους καὶ ἐπισκόπους δηλοῖ.

79

(n)

Ps 11,8.9
1 Κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ διατηρεῖν καὶ ὁ σωτὴρ περὶ τῶν μαθητῶν ἔλεγεν τῷ πατρὶ Πάτερ ἅγιε, τήρησον αὐτούς· ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς, καὶ ὁ πονηρὸς οὐχ ἥπτετο αὐτῶν. εἶπον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον διὰ τὸ ἐν τῇ Γενέσει λεχθὲν περὶ τοῦ Ἀδὰμ πρὸς τὸν ὄφιν Αὐτός
5σου τηρήσει κεφαλήν, σὺ δὲ τηρήσεις αὐτοῦ πτέρναν. οὐκ ἔτι γὰρ ἐνταῦθα ταὐτὸν τῷ φυλάξαι τὸ τηρεῖν; φαίνεται γὰρ ἐξ αὐτοῦ τὸ Αὐτός σου ἐπιτηρήσει κεφαλήν, καὶ σὺ αὐτοῦ τὴν πτέρναν. Ἀναπέμπει τὴν εὐχὴν ὁ φάσκων Σύ, κύριε, φυλάξεις ἡμᾶς, μετὰ τὸ πάντα ποιῆσαι τὰ παρ’ ἑαυτῶν ἐν τῷ τηρεῖν τὴν λέγουσαν παραίνεσιν Πάσῃ φυλακῇ
10τήρει σὴν καρδίαν· καὶ ἐπεὶ τούτων κατορθουμένων οὐκ αὐτάρκη πρὸς τὸ ἀνεπιβούλευτον τὰ ὑφ’ ἡμῶν σπουδαζόμενα (Ἐὰν γὰρ μὴ κύριος φυλάξῃ πόλιν,
εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν), εἱρμὸς ἄγει μετὰ τὸ φρουρηθῆναι ἡμᾶς ὑφ’ ἑαυτῶν προσευχὴν προσαγαγεῖν τὴν λέγουσαν Σύ, κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς. αὐτοῦ γὰρ φυλάττοντος θαρσήσωμεν, ὡς167 in vol. 1
15ἀνεπιβούλευτοι εἰς τὸν αἰῶνα ἐσόμεθα· ὕψιστος γὰρ ὤν, δέσποτα, καὶ ἐν ὑψηλοῖς ὑπάρχων, κατὰ τὸ προσὸν ὕψος τῇ ἀγαθότητί σου τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐπολυώρησας, κρίνας αὐτοὺς ἀξίους εἶναι τοῦ προστασίαν ἔχειν ἐκ προνοίας τῆς σῆς.

80

(n)

Ps 12,4b.5a
1 Εἰ καὶ πρεσβείας τρόπῳ ὑπὸ τοῦ ἁγίου λέγεται ταῦτα, ἀλλά γε οὐχ ὑποκείμενος λήθῃ θεοῦ ἀλλὰ τὰ ἄλλων εἰς ἑαυτὸν ἀναδεξάμενος λέγει τὰ τῆς αἰτήσεως πάντα. δῆλον δὲ ὡς οὐ περὶ αἰσθητοῦ φωτισμοῦ ἢ ὕπνου καὶ θανάτου τὰ τῆς αἰτήσεώς ἐστιν ἀλλὰ περὶ τοῦ ἐκ γνώσεως θεοῦ φωτισμοῦ.
5Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ Προσέλθετε τῷ κυρίῳ καὶ φωτίσθητε. γίνεται δὲ ὁ φωτισμὸς οὗτος οὐ περὶ τὸ τῆς σαρκὸς ὄμμα (ὁρατικὸν γὰρ τοῦτο ἡλίου) καὶ εἴ τι ἕτερον αἰσθητὸν φῶς τῶν ὁρώντων τὸν τῆς δικαιοσύνης ἥλιον· τὸ φῶς τὸ ἀληθινὸν ὀφθαλμῶν οὐ σώματος ἀλλὰ καρδίας ὄντων· τοῦ γὰρ ἔσω ἀνθρώπου ὀφθαλμοὶ αἱ νοητικαὶ δυνάμεις. τῷ
10οὕτω φωτιζομένῳ ἕπεται ζωὴν μακαρίαν ἔχειν. Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ κύριος λέγει· Ὁ περιπατῶν ἐν ἐμοί, φησίν, ἐν τῇ σκοτίᾳ οὐ μὴ μείνῃ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς· ἧς ζωῆς παραγινομένης εἰς τὸν φωτισθέντα, ἄπεστιν αὐτοῦ τὸ ὑπνῶσαι εἰς θάνατον, ὑπνοῦντος καὶ ἀποθνῄσκοντος τοῦ ὄντος ἐν σκότει τῆς ἀγνοίας. ὁ γὰρ δοὺς δι’ ἀμελείας καὶ ῥαθυμίας εἰς ὕπνον τοὺς
15ὀφθαλμοὺς αὐτοῦ εὐθέως τεθνήξεται, ἐκπίπτων τῆς σὺν ἀρετῇ ζωῆς· ὅθεν φευκτέον τὸν ψεγόμενον ὕπνον τοῦτον καὶ θάνατον, ἵνα, πεφωτισμένων τῶν ὀφθαλμῶν τῆς ψυχῆς, μηκέτι εἴπῃ ὁ ἐχθρὸς Ἴσχυσα πρὸς αὐτόν, πάλαι
νομίζων ἰσχυκέναι ὅτε ἡμάρτομεν.168 in vol. 1

81

(n)

Ps 12,5b.6
1 Ἐπεὶ χαιρέκακοι ὄντες οἱ θλίβοντες τοὺς δικαίους ἐχθροί, ἀγαλλιῶνται. εἰ συμβαίη ἐξ ἁμαρτίας γενέσθαι κλόνον, δέον λυπεῖσθαι ἐπὶ τοῖς πίπτουσι· ἀλλ’ εἰ καὶ ἀγαλλιῶνται ἐπὶ τῷ σαλεύεσθαί τινα ἐκεῖνοι, ἐγώ, ὦ δέσποτα, ἐλέει τῷ σῷ ἐλπίζων οὐ πείσομαι ὃ ἰδεῖν ἐν ἐμοὶ ποθοῦσιν. προσδοκῶ γὰρ τὸ
5σωτήριόν σου θᾶττον παραγενόμενον ἐφ’ ᾧ ἀγαλλιᾶται ἡ καρδία μου· πῶς γὰρ οὐκ εὐφραίνεται καὶ ἀγαλλιᾶται ὁ πεῖραν θεοῦ σωτηρίας ἔχων; Εἰ δὲ καὶ προφητεία ἐστὶν δηλουμένη περὶ τοῦ ἐλεύσεσθαι τὸ σωτήριον τοῦ θεοῦ τὸν Χριστόν, ἐπίσκεψαι. οὗτος γὰρ ἐλθὼν ἐπὶ σωτηρίᾳ κόσμου καθεῖλεν τοὺς ἐφηδομένους ἐπὶ τοῖς κλονουμένοις κατὰ ψυχήν· καταβαλὼν
10σὺν αὐτοῖς τὸν ἐχθρὸν τὸν ὑψούμενον ὑπερηφάνως, ἐφώτισεν τοὺς ὀφθαλμούς, ἵνα μή τις ἴδῃ τὸν τῆς ψυχῆς θάνατον. οὗτος ἐπιδημήσας ἐπιβλέψας ἤκουσεν, ὀδύνην ἔπαυσεν· ὧν κατορθωθέντων ὁ εὐπαθὼν χαριστήριον ἐπινίκιον ᾠδὴν ᾄδει λέγων· Ἄισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
15 Πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς λεγόμενον ὑπὸ κυρίου Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. λέγει δὲ ταῦτα πρὸς τοὺς συνόντας ἤδη. εὐπέπονθα τυχὼν ὧν ᾐτησάμην, ὅθεν Ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. διὸ ἐφ’ ἑκάστης εὐεργεσίας γινομένης εἰς ἡμᾶς ὑμνῶμεν καὶ ἡμεῖς τὸν προκείμενον ὕμνον λέγοντες, μὴ θεωρίᾳ μόνῃ ἀλλὰ καὶ τῷ ψάλλειν·
20θεωρίαν γὰρ τὸ ᾄδειν, ἐνέργειαν δὲ πρακτικὴν τὸ ψάλλειν δηλοῖ.

82

(n)

Ps 13,1
1 Ἄφρων δὲ οὐ κοινῶν ἐννοιῶν λειπόμενος ἢ τῆς σὺν δεινότητι ἐντρεχείας, ἀλλὰ τῆς μιᾶς τῶν ἀρετῶν φρονήσεως, περὶ ἧς γέγραπται· Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, καὶ ὁ φυλάσσων φρόνησιν εὑρήσει ἀγαθά. ὅτι δὲ εἶχεν τὴν φυσικὴν ἐντρέχειαν, παρίστησιν ἡ λέξις δηλοῦσα ὡς οὐκ εἰς
5ὑπήκοόν τινων ἀλλ’ ἐν τῇ ἑαυτῶν καρδίᾳ λέγει μὴ εἶναι θεόν. ᾔδει γὰρ ὅτι
οὐδεὶς ἐδέχετο τοὺς περὶ ἀρνήσεως θεοῦ λόγους. πάντων σχεδὸν ἀνθρώπων ἀδιάστροφον τὴν περὶ θεοῦ ἔννοιαν ἐχόντων, ἔχει πολλὴν οἰκειότητα ὁ πρῶτος στίχος ὡς εἰρημένος περὶ διαβόλου. καὶ γὰρ ἐκεῖνος οὐ τινὶ ἤ τισιν εἶπεν ἀλλ’ Ἐν διανοίᾳ τῇ ἑαυτοῦ· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ169 in vol. 1
10οὐρανοῦ θήσω τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ὥσπερ δὲ ὁ γνῶσιν ἔχων θεοῦ τηρεῖ τὸν λόγον αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει, οὕτω πᾶς ἁμαρτάνων ἀγνοῶν θεὸν εἰς τοῦτο ἔρχεται· γράφει γοῦν Ἰωάννης, ὡς πᾶς ὁ ἁμαρτάνων μακράν ἐστιν τοῦ ἔχειν γνῶσιν θεοῦ, ὡς Πᾶς ὁ ἁμαρτάνων οὐχ ἑόρακεν αὐτὸν οὐδ’ ἔγνωκεν αὐτόν. ἐκβαλὼν γὰρ ἀπὸ τῆς
15ψυχῆς τὴν προύχουσαν καὶ βασιλεύουσαν τῶν ἀρετῶν εὐσέβειαν, συναναχω‐ ρούσας αὐτῇ ἔχει τὰς ἀρετάς. ὅτι δὲ αὕτη ἡ νόησις ἔρρωται, δῆλον ἂν γένοιτο ἐκ τῶν γεγραμμένων περὶ τῶν υἱῶν Ἠλί· οὐκ εἰδότες γὰρ οὗτοι τὸν κύριον, λοιμοὶ ἀποδεδειγμένοι, ἡμάρτανον, μᾶλλον δὲ ἠσέβουν περὶ τὴν ἱερουργίαν, διαφθείροντες ἐν ἐπιτηδεύμασιν τοῖς τῆς νομοθεσίας τε καὶ θεοσεβείας. λήψει
20τὰ προκείμενα καὶ εἰς τὰ ἐν Ἱερεμίᾳ ἀπαγγελλόμενα οὕτως· Τόκος ἐπὶ τόκον, δόλος ἐπὶ δόλον· πάντες μοιχῶνται, σύνοδος ἀθετούντων, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξῆλθον· ἐμὲ δὲ οὐκ ᾔδεισαν, λέγει κύριος. πῶς γὰρ οὐκ ἔμελλον, ἄγνοιαν θεοῦ ἔχοντες, παραβάται εἶναι τῶν νόμων αὐτοῦ; Ταῦτα καθόλου θεωρούμενα πείθει διὰ μνήμης ἔχειν θεόν, ἵνα ἐν
25ἐπιτηδεύμασιν ἐπαινετοὶ ἀποδειχθῶμεν, ἀφθάρτῳ προθέσει αὐτὰ μεταδιώκον‐ τες. Ἐν τοῖς βδελυχθεῖσιν τῷ διαφθείρειν ἐν τοῖς ἐπιτηδεύμασιν οὐδεὶς ποιῶν χρηστότητα εὑρίσκεται· πάντες γάρ εἰσιν πονηροί, πᾶσαν χρηστότητα ἐκτμηθέντες διὰ σκληρότητα καρδίας.

83

(n)

Ps 13,4—5
1 Ὡς Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικεῖ ἐν σώματι καταχρέῳ ἁμαρτίας, οὕτως οὐ δέχεται γνῶσιν θείαν ὁ ἔτι ἀνομίας ἐργαζόμενος· οὐδεὶς γὰρ ἁμαρτάνων ὁρᾷ ἢ γινώσκει θεόν, κατὰ τὸ γεγραμμένον ἐν τῇ Ἰωάννου ἐπιστολῇ· ὅθεν ὁ γνωστικὸς εἶναι ποθῶν σπείρει
5εἰς δικαιοσύνην, τρυγᾷ καρπὸν ζωῆς, ἵν’ οὕτω φωτίσῃ ἑαυτῷ φῶς γνώσεως. καὶ ἐπεὶ ἐργάται ἀνομίας τυγχάνουσιν οἱ ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ὡς
κατεσθίειν αὐτὸν οἷα ἄρτον, γνώσεως θεοῦ στεροῦνται· κατεσθίει δέ τίς τινα βλάπτειν αὐτὸν προτιθέμενος, κατὰ τὸ Ἀλλήλους δάκνετε καὶ κατεσθίετε· βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. καὶ ἐν Ἡσαίᾳ δὲ γέγραπται οὕτως·170 in vol. 1
10Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. πλὴν κἄν ποτε δυνηθῶσιν κατεσθίειν τὸν τοῦ θεοῦ λαὸν παραδοθέντα αὐτοῖς, δι’ ἁμαρτίας δίκην ὑφέξουσι· Ἅγιος γὰρ Ἰσραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶν κύριος.
15οἱ προκείμενοι κατεσθίειν τὸν θεοῦ λαὸν ἄρτου δίκην τὸν κύριον οὐκ ἐπεκαλέσαντο, τῇ αὐτῶν δυνάμει πάντα ἀνύειν καὶ καταδυναστευκέναι τὸν θεοῦ λαὸν οἰόμενοι. εἰ γὰρ ἦσαν εἰδότες ὡς δι’ ἁμαρτίας κρίσει θεοῦ παρέλαβον αὐτόν, κἂν ἐφοβήθησαν ἔτι μᾶλλον ὡς μέτρον ἐπιθέσθαι κατὰ τοῦ παραδοθέντος, ἵνα μὴ κρίματι τῷ αὐτῷ ὑποπέσωσιν. διὸ λέγεται πρὸς αὐτοὺς
20πέρα τοῦ προσήκοντος ἐξαγριωθέντας· Ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. οὕτως καταδυναστεύσαντες τὸν λαὸν τοῦ θεοῦ ἀδίκως, εἰς δειλίαν ἐνέπεσαν. ἔνθα οὐδὲ φοβεῖσθαι ἔδει· φόβος γὰρ οὐκ ἦν, εἰ παραλαβόντες τοὺς κρίσει θεοῦ παραδοθέντας φιλανθρώπως καὶ ἡμέρως προσενεχθέντες ἦσαν. ἐπειδὴ δὲ σκληρῶς καὶ ἀνελεημόνως πάντα ἐποίησαν,
25ἐδειλίασαν περιπεσόντες οἷς ἄλλους διέθηκαν. ὑπῆρκται δὲ τοῦτο. Ἐπεὶ ἐν γενεᾷ δικαίων ὁ θεός, γενεὰν δικαίων ἐρεῖς ἤτοι τὴν τῶν δικαίων πραγμάτων συμφωνίαν ἐν ᾗ ὁ δίκαιος κριτὴς εὑρίσκεται, ἢ τὴν τῶν δικαίων ἀνδρῶν ὁμοφροσύνην καὶ τὴν εἰς ταὐτὸν σύνοδον. Εἰ γὰρ ἔνθα δύο καὶ τρεῖς συνέρχονται ἐπὶ τῇ αὐτοῦ προσηγορίᾳ, παρὼν εὑρίσκεται ὁ κύριος, ποσῷ
30μᾶλλον εὑρεθείη ἂν ἔνθα ὅλῃ δικαίων γενεᾷ; ὅτι δὲ οἱ τῆς αὐτῆς γνώμης καὶ βίου τοῦ αὐτοῦ μίαν συμπληροῦσι γενεὰν κἂν ἐν διαφόροις χρόνοις γένωνται, μετὰ ταῦτα ῥηθείη ὅταν εἰς τοῦτο καλέσῃ καιρός. Δειλιᾷ τις φόβῳ ᾧ οὐκ ἦν φόβος· καὶ Ὁ φοβούμενος ἄνθρωπον καὶ ἅπαξ ἁπλῶς τοὺς ἀποκτένοντας τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνάμενος ἀποκτεῖναι.
35εἴρηται γὰρ Πλὴν τοῦ θεοῦ μὴ φοβοῦ ἄλλον. τούτῳ τῷ πάθει συσχεθεῖσαν τὴν Ἱερουσαλὴμ ὁ κύριος ἐλέγχει λέγων· Τίς οὖσα εὐλαβήθης ἀπὸ ἀνθρώπου
θνητοῦ;171 in vol. 1

84

(n)

Ps 13,7
1 Τίς δὲ ἦν ἡ αἰχμαλωσία τοῦ λαοῦ πρῶτον θεωρητέον, ἵνα καὶ τὴν ἐπιστροφὴν αὐτοῦ ἑπομένως ἴδωμεν. ὁ ἐκπίπτων παρ’ ἰδίαν ῥαθυμίαν τῆς τοῦ ἀγαθοῦ ποιήσεως αἰχμαλωτίζεται ὑπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ὡς γενέσθαι ὑπὸ τὸν καταδυναστεύοντα τυραννικῶς διάβολον ἔχοντα τὸ κράτος τοῦ θανάτου·
5τοῦτον οὕτω ἑλόντα τοῖς πολεμίοις ἔξω τῆς πατρίδος (αὕτη δ’ ἐστὶν ἡ τῆς ἀρετῆς μετουσία) γεγενημένον ἀνακαλεῖται μετανοίας τρόπῳ ὁ κύριος, ἅμα καὶ ἄφεσιν τῶν προημαρτημένων ὑπισχούμενος· καὶ τοῦτό ἐστιν τὸ λυτρωθῆναι τοὺς αἰχμαλώτους καὶ ἐπιστραφῆναι τὴν αἰχμαλωσίαν. πληρωθέντος δὲ τούτου τῷ κυριακῷ σταυρῷ ὡς πάντα τὸν ἀπὸ τῶν ἐθνῶν πιστεύοντα λαὸν
10λελυτρῶσθαι, ἀγαλλιᾷ Ἰακώβ. ὁ αὐτὸς κατὰ τὸ ὑποκείμενόν ἐστιν†, ἐπινοίᾳ μόνῃ ἔχων τὴν διαφοράν. εἰ μὲν γὰρ πράττων τὰ καλὰ καὶ ἐνεργῶν τὰ κατὰ ἀρετὴν πτερνίζει τὰ πάθη καὶ κακίας καὶ τὰς ἐνεργούσας πονηρὰς δυνάμεις ὡς νικητὴς αὐτῶν ἀναφανῆναι, Ἰακώβ ἐστιν ἀγαλλιώμενος· εἰ δὲ μετὰ τὸν πρακτικὸν βίον καρδίαν καθαρὰν κεκτημένος ὁρᾷ τὸν θεόν, Ἰσραήλ ἐστιν,
15νοῦς ὁρῶν θεόν. οὕτω γὰρ μεταλαμβάνεται εἰς Ἑλλήνων φωνὴν εὐφραινόμε‐ νος θείαν εὐφροσύνην· οὐδεὶς λυπεῖ λαβεῖν ἐκ παραλλήλου τὸ Ἀγαλλιάσθω καὶ Εὐφραινέσθω εἰρῆσθαι.

85

(n)

Ps 14,1
1 Ὅρα εἰ ὁ κατὰ νόμον πολιτευόμενος τὸν γενόμενον παιδαγωγὸν εἰς Χριστὸν παροικεῖ ἐν τῷ σκηνώματι τοῦ κυρίου, τευτάζων περὶ τὴν σκήνην τοῦ μαρτυρίου. ὁ δὲ ἐπὶ τὸν Χριστὸν φθάσας προσηκάμενος τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ὄρει ἁγίῳ τοῦ θεοῦ, οὐχ ἑτέρῳ ὄντι τοῦ υἱοῦ
5τοῦ θεοῦ, περὶ οὗ προφητικῶς ἐλέχθη Ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ κυρίου. ἐπίστησον εἰ ὀρθῶς νοηθείη, ὄρος μὲν ἅγιον τοῦ θεοῦ ὁ θεὸς λόγος εἶναι, σκήνωμα δὲ αὐτοῦ ὃν ἀνέλαβεν ἄνθρωπον· καὶ ἐπιγνῶναι δεῖ πρότερον κατὰ
σάρκα Χριστόν, εἶτα κατὰ τὸ ἐκ πατρὸς μονογενὴς εἶναι. παροικεῖ ἐν τῷ σκηνώματι ὁ λέγων Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι172 in vol. 1
10γινώσκομεν, τοῦ θεασαμένου τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, οὐκέτι παροικοῦντος ἀλλὰ κατοικοῦντος ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ. καὶ πρὸς αὐτὸν εἴρηται· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. ἰσάγγελον τοίνυν ἄνδρα ζητῶν ὁ προφήτης, τὸν δυνάμενον λέγειν Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἠρώτα πρὸς ὃν ἀποκρίνεται ὁ
15δεσπότης· Πορευόμενος 〈κτλ.〉

86

(n)

Ps 14,3
1 Ὁ διαγραφόμενος ἐκ τῶν προκειμένων φιλάλληλος καὶ φιλέταιρος ὑπάρχων σπεύδει σοφὸς εἶναι, σοφοῖς συνδιατρίβων, παντὶ σθένει τῶν ἀφρόνων ἀπάγων ἑαυτόν, ὅπως μὴ γνωσθῇ εἷς ὢν αὐτῶν. εἰ τοίνυν ἐκτρέπεται τοὺς φαύλους, σύνεστι δὲ τοῖς ἀγαθοῖς (ἀγαθοὶ γὰρ οἱ σοφοὶ οἷς
5συμπορεύεσθαι προτέθειται), ὀνειδισμὸν οὐ δέχεται ἐπὶ τοῖς ἐγγίζουσιν αὐτῷ, ὀνειδιζομένων ἀεὶ τῶν ἐχόντων κακοὺς ἐγγίζοντας αὐτοῖς ὡς αὖ ὑμνουμένων τῶν πλησίον καὶ φίλους ἀγαθοὺς ἐχόντων. τούτῳ αὐτῷ ἀπαρέσκεται ὁ φάσκων· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.

87

(n)

Ps 14,4c
1 Ἔστιν δὲ ὅρκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ’ ᾧ βεβαιοῦται τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ. εἰ δὲ καί ποτε τῶν πρὸς οὓς ὁ λόγος χάριν καὶ θεοῦ μάρτυρος χρεία, ἀπεριέργως καὶ τοῦτο ποιεῖ, ὡς ὁ θεσπέσιος ἀπόστολος τύπον καὶ ἀγωγὴν ὅρκων καταλειπὼν ἐν ταῖς Ἐπιστολαῖς ὅπου
5μέν φησιν· Μάρτυς μοί ἐστιν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ· ὅπου δέ· Μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν· καὶ
πάλιν· Οἶδεν ὁ ὢν θεὸς ἐπὶ πάντας, οὐ ψεύδομαι. αὕτη γὰρ ἀνεπίληπτος πίστις· καὶ γὰρ ὅρκος οὐδὲν ἕτερόν ἐστιν ἢ λόγος μετὰ θεοῦ μαρτυρίας ἢ πρᾶγμα βεβαιούμενον μετὰ θεοῦ μαρτυρίας. ὅπως δ’ ἂν ἔχῃ ὁ ὅρκος, οὐκ173 in vol. 1
10ἀθετεῖ ὀμνὺς τῷ πλησίον.

88

(n)

Ps 14,5ab
1 Ἔστιν δὲ καὶ δανείζειν πνευματικῶς ἄνευ τόκου, καθὸ σημαινόμενον εἴρηται τοῖς μαθηταῖς Ἰησοῦ πρὸς τοῦ διδασκάλου· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. πῶς γὰρ ἂν αἰσθητῶς τοῦτο φήσειέν τις εἰρῆσθαι τοῖς λέγουσιν Ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τοῖς μετὰ
5παρρησίας λέγουσιν Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι; ἐπεὶ τοίνυν περιγράφεται τὸ αἰσθητῶς δανείζειν τοὺς ἁγίους (ἄν ποτε λέγωνται τοῦτο ποιεῖν), πνευματικῶς αὐτὸ ἐκλαβεῖν δεῖ, δανείζοντος παντὸς νοητῶς τὸν διδάσκοντα λόγον ὄντα ἀργύριον ἐπὶ τῷ κερδῆσαί τι σωματικόν. εἰ γὰρ καὶ σπείροντες τὰ πνευματικὰ ἐν τῷ διδάσκειν τὰ σαρκικὰ δέχονται πρὸς μόνον
10τὸ τραφῆναι (Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ), ὅμως οὐ δανείζουσιν· οὐ γὰρ τὸ κατ’ ἀξίαν τῶν δοθέντων λογικῶν ἀργυρίων δέχονται, ἀλλ’ ἢ μόνην τροφήν.

89

(n)

Ps 14,5c
1 Οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα, διὰ βίου μένων αἷς κατώρθωσεν ἀρεταῖς. ταὐτὸν γὰρ τὸ λεγόμενον ἐνταῦθα τῷ Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, καὶ τῷ Ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα. ἄσειστος εἰς τὸν αἰῶνα μένει ὁ ἀκούσας τῶν Ἰησοῦ λόγων καὶ ποιήσας αὐτούς· ἔχει γὰρ τῆς ἑαυτοῦ
5πολιτείας οἰκίας ὀνομαζομένης τοὺς θεμελίους ἐπὶ τὸν Χριστὸν ἱδρυμένους, καλούμενον πέτραν. οὕτω βέβαιοι ἦσαν περὶ ὧν Ἰησοῦς εἶπεν· Εἰσί τινες τῶν ὧδε ἑστηκότων· καὶ ἔτι περὶ ὧν ὁ ἀπόστολος γράφει· Τεθεμελιωμένοι καὶ
ἐρριζωμένοι ἐν τῇ ἀγάπῃ. εἰ δὲ τὸ εἰς τὸν αἰῶνα μὴ σαλεύεσθαι καὶ πλείονά τινα παρέκτασιν αἰῶνος ἐμφαίνει παραπλησίως τῷ εἰρημένῳ Καὶ πᾶς ὁ ζῶν174 in vol. 1
10καὶ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα, 〈ἐπίσκεψαι〉.

90

(n)

Ps 15,1a
1 Ἀκλόνητοι μένοντες εἰς τὸν αἰῶνα οἱ ἅγιοι βίον κατορθοῦσιν οὐ χρόνῳ περιοριζόμενον ἀλλ’ ἀεὶ μένοντα, οἷα στήλην τῆς νίκης αὐτῶν σύμβολον οὖσαν· καὶ ταύτη στηλογραφία τοῦ Δαυὶδ εἶναι εἴρηται ἡ τοῦ ἐκτεθησομένου ψαλμοῦ προγραφή. οὐ γὰρ τῶν καταλυομένων καὶ μηκέτι ὑπαρχουσῶν αἱ πράξεις
5αὐτῶν τυγχάνουσιν· οὕτω δ’ ἔχουσιν αἱ τῶν ἁμαρτωλῶν ὡς μὴ παραμένειν αὐτάς. πρόσκαιρος γοῦν ἡ τῆς ἁμαρτίας ἀπόλαυσις εἴρηται, καὶ τὸ μὴ ἔσεσθαι τὴν ἁμαρτίαν τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητουμένη γὰρ οὐχ εὑρεθήσεται. ἀλλ’ οὐχ ὁ τῶν ἁγίων βίος τοιοῦτος· σκοποῦσι γὰρ τὰ μὴ βλεπόμενα καὶ αἰώνια. λέγεται γοῦν περὶ ἑκάστου αὐτῶν· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν
10αἰῶνα τοῦ αἰῶνος. καὶ ἐπεὶ ἑτέρως λέγεται στήλη, ἔνθα γραφαὶ ἀνάκεινται περὶ νόμων ἃς καλοῦσιν κυρβικὰς καὶ πίνακας, λεκτέον καὶ οὕτως στηλογραφίαν τῶν ἁγίων, ἃς παραδεδώκασιν διδασκαλίας γραφείσας οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις, τουτέστιν εὐέκτοις καὶ εὐπαραδέκτως ἐχούσαις πρὸς τὴν γραφήν. ὅπως δ’ ἔχει τὰ τῆς προγραφῆς
15τοῦ ψαλμοῦ, θεοῦ φανεροῦντος εἰσόμεθα.

91

(n)

Ps 15,1b.2
1 Ἐπεὶ σὲ ἐλπίδα ἔχω, ὦ δέσποτα, Φύλαξόν με· οὕτως γὰρ ἀβλαβῶς διατελέσαι δυνήσομαι, μυρίων ἐφεδρευόντων ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων. ταῦτα εὐξάμενος ἐπήγαγεν τὸ Εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ. τίς ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ; δοῦλος γὰρ ὢν ἧς ποιεῖ ἁμαρτίας
5οὐ δύναται δουλεύειν θεῷ· Οὐδεὶς γὰρ δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν. Λεχθείη καὶ ἑτέρως εἰς τὸ προκείμενον. γράφει ὁ ἀπόστολος ὡς Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τοῦ λέγειν ἐν τούτοις γινομένου πράξει καὶ διαθέσει. εἰ γὰρ ψιλῶς ἐκληφθείη, ἀληθὲς οὐκ ἔσται, μυρίων αἱρετικῶν καὶ ὑποκριτῶν λεγόντων ψιλὴν τὴν προφορὰν καὶ οὐ δήπου175 in vol. 1
10πνεῦμα ἅγιον ἐχόντων. φησὶν γοῦν αὐτὸς ὁ σωτήρ· Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε κύριε· κἀγώ, φησίν, ὁμολογήσω αὐτοῖς Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ἔγνων. καὶ πάλιν· Τί με λέγετε Κύριε κύριε καὶ οὐ ποιεῖτε ἃ λέγω; ὡς τοίνυν ὁ λέγων κύριον Ἰησοῦν ἐν πνεύματι ἁγίῳ οὐ ψιλῇ προφορᾷ ἀλλ’ ἔργῳ σπουδαίῳ καὶ διαθέσει ἀληθῶς
15δοῦλός ἐστιν, ὡς ἀκοῦσαι μετὰ τῶν ἀποστόλων Ὑμεῖς φωνεῖτέ με Ὁ κύριος καὶ Ὁ διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὕτως ὁ τὰ προκείμενα ἀπαγγέλλων πρακτικῷ καὶ θεωρητικῷ βίῳ ᾧ ἔστησεν ἀκατάλυτον στήλην βοᾷ Εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ. Καὶ ἐπεὶ κύριός μου τυγχάνεις, ἐκ τῶν σῶν δογμάτων προσάγω σοι δῶρα
20οὐχ ὡς ἐνδεεῖ ἢ χρῄζοντι· οἶδα γὰρ ὡς οὐκ ἔχων χρείαν τῶν ἡμετέρων ἀγαθῶν δέχῃ αὐτὰ ἐπὶ τῷ καθ’ ὑπερβολὴν πλείονα καὶ μείζονα χαρίσασθαι. οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων ἀλλὰ καὶ πνευματικῶς προσ‐ ενεκτέα ἡ φωνή. καὶ γὰρ ἀρετὰς ἱερουργοῦμεν, κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελῶς σωφροσύνης. ἴσμεν ὅτι δέχεται αὐτὰ ὁ θεός, οὐκ εἰς ἰδίαν ὠφέλειαν
25ἀλλ’ ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτόν· τίνος γὰρ χάριν ζητεῖ ὁ θεὸς τὴν ἀνθρωπίνην ἀρετήν, οὐχ ἵνα τὰ ἐπάξια χαρίσηται ἀνθ’ ὧν αὐτῷ προσηγάγομεν;

92

(n)

Ps 15,3a
1 Οἱ θεοῦ ἅγιοι ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν. ἔστι δὲ αὕτη ἡ ἐπουράνιος Ἱερουσαλὴμ ἐφ’ ἣν γίνονται ἐν οὐρανῷ τὸ πολίτευμα ἔχοντες, κἂν ἐν γῇ ἔτι
διατρίβωσιν.176 in vol. 1

93

(n)

Ps 15,4bc
1 Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν ἀλλ’ Ἐξ αἱμάτων· οὐδ’ ἀπολελυμένως λέγει μὴ μνησθήσεσθαι τῶν ὀνομάτων αὐτῶν ἀλλ’ ἢ Διὰ χειλέων μου. μήποτ’ οὖν ἐπεί εἰσίν τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων, ἐκχέοντες αὐτὰς διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον
5δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων ἀλλ’ ἐξ ἀθανασίας συνάγει αὐτούς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς ἀλλ’ διαθέσεως βάθος ἐχούσης. Λελέξεται καὶ οὕτως· εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν προφῆται καὶ ἀπόστολοι, ἐκχυθέντος τοῦ αἵματος αὐτῶν, ἀλλ’ οὐκ ἐν τούτοις τοῖς πολλοῖς αἵμασιν
10συνάξω τὰς συναγωγὰς αὐτῶν ἀλλ’ ἢ μόνῳ ἑνὶ αἵματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· τοῦτο γὰρ τιμὴ δέδοται, ἵνα λυτρωθῶσιν ἐκ τῆς ματαίας πατροπαραδότου αὐτῶν ἀναστροφῆς. τῶν οὕτω λελυτρωμένων μεμνήσεται οὐ προφορᾷ μόνῃ ἀλλὰ βαθείᾳ νοήσει.

94

(n)

Ps 15,5a
1 Ὁ ἀνωτέρω παντὸς τοῦ κόσμου γεγονὼς διαθέσει οὐδὲν ἕτερον μερίδα καὶ κληρονομίαν ἔχει ἢ τὸν θεόν· ὅθεν πᾶσιν ἀποτακτέον ἵν’ εἰπεῖν δυνηθῇ τις Μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ὥσπερ δὲ τῆς κληρονομίας, οὕτω καὶ τοῦ ποτηρίου τοῦ εὐφραίνοντος τὸν δίκαιον μερίς ἐστιν ὁ κύριος. ἄξιον
5θεωρῆσαι πῶς ποτήριον ὁ κύριος γίνεταί τινος. μήποτ’ οὖν ἠθικὴν διδασκαλίαν παρέχων καὶ ταύτῃ τρέφων τὸν ἐν κρυπτῷ ἄνθρωπον ἄρτος γίνεται, στηρίζων τὴν καρδίαν τοῦ ἐσθίοντος· ὢν καὶ ποτήριον κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, παρέχων εὐφροσύνην τῷ πίνοντι διὰ συγκαταθέσεως τὸν φωτισμὸν τῆς γνώσεως. τοῦτο τὸ ποτήριον πρὸς τῆς ἀληθινῆς ἀμπέλου χορηγεῖται ἐπὶ τῷ
10ποτισθῆναι καὶ εὐφρανθῆναι τὸν νοῦν, ὡς χαριστηρίως εἰπεῖν τὸν μετειληφότα
Ἔδωκας εὐφροσύνην εἰς καρδίαν μου.177 in vol. 1

95

(n)

Ps 15,6
1 Νοήσεις δὲ καὶ οὕτως· ὁ θεὸν ἔχων ἁρμονίως καὶ τὰ αὐτοῦ ἕξει. ὅθεν ὁ τὸν κύριον μερίδα τῆς κληρονομίας ἔχων καὶ τῶν αὐτοῦ ἀπολαύσει, λέγων· Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί· ἢ οὐκ ἀποκαθίστησιν ταύτην, φάσκων· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; εἴποι δὲ
5ὁ αὐτός· Μερίς μου εἶ ἐν γῇ ζώντων. τῆς οὕτως πνευματικῆς κληρονομίας πρὸς ἀναλογίαν πίστεως καὶ ἀρίστου βίου διδομένης τοῖς κληρονόμοις, εἰκότως ἐπενήνεκται τὸ Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· σύμβολον δὲ μέτρου καὶ κλήρου τὸ σχοινίον. ἀμέλει γοῦν καὶ τῆς αἰσθητῆς γῆς, εἰς ἣν εἰσήχθησαν ὑπὸ Ἰησοῦ τοῦ Ναυὴ οἱ Ἑβραῖοι, μεριζομένης, πολλάκις
10ἀναγέγραπται· Ἔπεσεν δὲ τὸ σχοινίον τῇ φυλῇ Ἰούδα ἢ Ῥουβὶν ἢ ἑτέρου τινὸς τῶν δώδεκα ἐπὶ τόδε τὸ κλίμα, τὸ ἀνατολικὸν φέρε ἢ ἄλλο παρὰ τοῦτο. τούτων ὧδε τεθεωρημένων ὁ λέγων· Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, παρίστησιν ὡς ἀγαθὰ αὐτῷ ἐμερίσθη, εἰς τὰ κράτιστα τῆς κληρονομίας ἐλθόντος τοῦ κλήρου αὐτοῦ, ὃν δηλοῖ διὰ τῶν πνευματικῶν
15τούτων γεωμετρικῶν σχοινίων. τοιοῦτο σχοινίον ἄγγελος ἐν τῇ χειρὶ αὐτοῦ κατέχων ὤφθη Ζαχαρίᾳ τῷ προφήτῃ ἐπὶ τῷ μετρῆσαι πόσον τὸ μῆκος καὶ πλάτος τῆς ἀληθινῆς Ἱερουσαλήμ. Ἑξῆς ἐπενήνεκται· Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν, σημαίνων διὰ τούτου ὡς καλλίστη ἀληθῶς ἡ κληρονομία μου τυγχάνει. κατὰ
20τοῦτο τὸ σημαινόμενον κράτιστος ἦν ὁ Θεόφιλος, ᾧ γράφει Λουκᾶς ὁ εὐαγγελίστης.

95a

(n)

Ps 15,7
1 Μή τις ἀνάρμοστον ἡγείσθω πρὸς Χριστὸν τὸ ῥητόν. εἰ γὰρ ἀγγελικῆς ἐδεήθη ῥοπῆς δεικνὺς τὸ ἀνθρώπινον, τί καιρόν; εἰ παρὰ τῆς συμφύσεως θεότητος ἐσοφίζετο, σοφίζων μὲν ὡς θεὸς καὶ πηγὴ σοφίας, σοφιζόμενος δὲ
ὡς ἄνθρωπος.178 in vol. 1

96

(n)

Ps 15,8.9ab
1 Ἐπεὶ ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται τὰ προκείμενα, φυλάττεται δὲ χωρὶς πάσης μεταβολῆς τὸ λέγον ταῦτα πρόσωπον ἀπὸ τοῦ Κύριος ἡ μερὶς τῆς κληρονομίας μου, καὶ τούτους τοὺς στίχους ὑπὸ κυρίου εἰρημένους ἐκλαμβάνων τις οὐχ ἁμαρτάνει. οἱ μὴ ἔχοντες δὲ περὶ θεοῦ ἐννοίας
5διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν εἶναι τοῦ πατρὸς τὸν υἱὸν διὰ τὸ Κάθου ἐκ δεξιῶν μου, ἢ κεκαθικέναι τὸν σωτῆρα μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης, οἷς ἀδύνατόν τι εἰπεῖν. εἰ γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς ὁ υἱὸς τοπικῶς, ἀδύνατον ἐκ δεξιῶν τοῦ υἱοῦ εἶναι τὸν πατέρα κατ’ αὐτὸ τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ υἱός· Προωρώμην τὸν κύριον ἐκ δεξιῶν
10μου· ὅθεν ἑτέρως ἢ κατὰ τόπον ἐκληπτέον τὸν υἱὸν δεξιὸν τοῦ πατρὸς καὶ τὸν πατέρα τοῦ υἱοῦ, ὡσαύτως τῷ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν. Σκοπητέον δέ, ἀνθρώπου καὶ θεοῦ ἅμα τοῦ σωτῆρος νοουμένου, πότερον ἐπὶ τῆς θεότητος δεῖ αὐτὰ ἑρμηνεῦσαι ἢ ἐπὶ τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας. ἀλλ’ οὐ δυνατὸν εὐσεβῶς ἐκλαβεῖν ὡς ἐκ προσώπου τοῦ θεοῦ λόγου εἰρῆσθαι
15ἔχειν ἐκ δεξιῶν αὐτοῦ τὸν πατέρα καὶ ἐνώπιον ἑαυτοῦ διαπαντός, ὅπως ἀκλόνητος διαμείνῃ. ἄτρεπτος γὰρ ὁ θεὸς λόγος, οὐδὲ κατὰ ποσὸν κλόνον ὑφιστάμενος. καὶ ἐπεὶ ἀπεμφαίνει αἰτίαν εἰπεῖν τοῦ μὴ σαλευθῆναι τὸν θεὸν λόγον, ὄντος ἐν ὄψει αὐτοῦ καὶ ἐκ δεξιῶν διαπαντὸς τοῦ πατρὸς (αὐτὸς γὰρ ἐν τῷ πατρὶ τυγχάνων καὶ ἔχων αὐτὸν ἐν ἑαυτῷ, ἐκ δεξιῶν τινος καὶ
20ἐνώπιον διαπαντὸς ὑπάρχων), αἴτιος καθίσταται τοῦ μὴ κλονεῖσθαι τὸν ὁρῶντα αὐτὸν καὶ ἐκ δεξιῶν αὐτὸν ἔχοντα. ἐπεὶ τοίνυν ἀπεμφαίνει, μᾶλλον δὲ ἀσεβές ἐστιν περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ αὐτὰ ἐκλαβεῖν χωρὶς τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας, ἁρμονίως ἐκδοτέον εἰρῆσθαι αὐτά, ὅτε γέγονεν ἀτρέπτως ἄνθρωπος καὶ ἐταπείνωσεν ἑαυτὸν καὶ ἐπτώχευσεν πλούσιος ὤν.
25αὐτοῦ γὰρ γέγονε τὸ ἀνθρώπινον, ὁμοιωθὲν ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· ἀλλ’ οὐδὲ ἄψυχος ἦν αὐτοῦ ἡ σὰρξ, ὥς τινες ἐνόμισαν. πῶς γὰρ σὰρξ ψυχὴν οὐκ ἔχουσα ἐρεῖ ἐκ δεξιῶν ἔχειν θεὸν καὶ προορᾶν αὐτὸν διαπαντός, ἵνα μὴ ἁμαρτάνῃ; ἁμαρτητικὴ γὰρ κίνησις ἐκ τοῦ σαλευθῆναι παρίσταται. εἰ δὲ ἀδύνατα ταῦτα (σῶμα γὰρ οὐ προορᾷ θεόν, οὐ νόησιν ἔχει τοῦ ὄντος ἐκ
30δεξιῶν καὶ ἐνώπιον διαπαντός), λείπεται κατ’ οἰκονομίαν ἀνθρωπίνως
εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ θεοῦ λόγου σαρκωθέντος ἀτρέπτως καὶ τελείως καὶ ἀληθῶς· ὡς ἐξ ἑνὸς γὰρ προσώπου τὰ πάντα λελέξεται, τά τε θεοπρεπῆ καὶ ἀνθρώπινα, ὡς ἄνθρωπος τοίνυν ὅτε γέγονεν, ἐκ δεξιῶν ἔχων τὸν θεὸν οὐ κλονηθείη, κἂν πικρὰ περιεστηκότα ᾖ, κἂν παραστῶσιν οἱ βασιλεῖς τῆς γῆς179 in vol. 1
35καὶ συναχθῶσιν οἱ ἄρχοντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· οὕτω γοῦν μὴ κλονηθεὶς κατὰ ψυχήν, Ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πειρασθεὶς κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἑξῆς ἐπιφέρεται ὡς ηὐφράνθη ἡ καρδία αὐτοῦ καὶ ἠγαλλιάσατο ἡ γλώσσα
40αὐτοῦ ἐπὶ τῷ ἔχειν ἐκ δεξιῶν καὶ ἐνώπιον ἑαυτοῦ τὸν κύριον διαπαντός. ἐπαινετὴ ἀγαλλίασις καὶ εὐφροσύνη τυγχάνει, ὅτε οὐ διά τι τῶν τυχόντων γίνεται ἀλλ’ ἐπὶ κατανοήσει θεοῦ.

97

(n)

Ps 15,9c.10
1 Καὶ ἐκ τούτων τῶν συλλαβῶν δηλοῦται μάλιστα τελείως ἐνηνθρωπηκέναι τὸν κύριον· τῆς γὰρ σαρκὸς ἀποτεθειμένης ἐν τῷ μνημείῳ ἡ ψυχὴ αὐτοῦ γέγονεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, μεθ’ ὃ ἀναστὰς ἔλαβε τὴν σάρκα ἣν τέως διαζεύξας ἦν ἀπὸ τοῦ σώματος. εἴρηται δὲ ἐπ’
5ἐλπίδι κατεσκηνωκέναι ἡ σὰρξ διὰ τὴν ἐσομένην παρ’ αὐτὰ ἀνάστασιν· οὐ γὰρ διαλυθεῖσα ἢ φθοράν τινα παθοῦσα ἀλλ’ ἀβλαβὴς διαμείνασα συνεζεύχθη πάλιν τῇ μὴ ἐγκαταλειφθείσῃ εἰς τὸν ᾅδην ψυχῇ. εἰ δὲ ἡ προκειμένη ψυχὴ καὶ σαρκὸς χωριζομένη ὑφέστηκεν καὶ ἐν τῷ ᾅδῃ γίνεται, ἔνθα αἱ λογικαὶ τῶν ἀνθρώπων ψυχαί, δῆλον ὅτι οὐ δύναται ἄλογος εἶναι· ἡ γὰρ ἄλογος ψυχὴ
10χωριζομένη σαρκὸς οὐχ ὑφίσταται οὐδὲ εἰς τὸν ᾅδην πορεύεται. ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ψυχὴ ἑκατέρων πείραν ἔσχεν· γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφίσταται· λογικὴ ἄρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει ἐκ τῆς Μαρίας προελθοῦσα.
15 Εἰ δὲ καὶ ἔδοξεν πεπονθέναι διὰ τὸν σταυρόν, ἀλλ’ οὖν οὐκ εἶδεν διαφθοράν, ἀβλαβῶν διαμεινάντων τῆς τε ψυχῆς καὶ τῆς σαρκὸς ἐξ ὧν συντεθέντων ἀνεδείχθη. πάλιν ὁ ὅσιος τοῦ θεοῦ οὐχ ἑωρακὼς διαφθορὰν ἀλλὰ καὶ αἴτιος τῆς τῶν ἄλλων νεκρῶν ἐγέρσεως· δι’ αὐτὸν γὰρ πρωτότοκον ἐκ τῶν νεκρῶν γεγενημένον τὸ φθαρτὸν καὶ θνητὸν ἡμῶν ἀφθαρσίαν
20ἐνδυσάμενον συναπαθανατίζεται τῷ μὴ ἑωρακότι διαφθορὰν ὁσίῳ τοῦ θεοῦ.180 in vol. 1

98

(n)

Ps 15,11
1 Ἐκ νεκρῶν ἀναστὰς ὁ σαρκωθεὶς τοῦ θεοῦ λόγος ὑμνεῖ, καθὸ ἄνθρωπος γέγονε μὴ ἀπολειπὼν καὶ τοῦ εἶναι θεός, τὸν φανερώσαντα αὐτῷ τὰς ἀγούσας ὁδοὺς ἐπὶ τὴν αἰώνιον ζωήν, ἵνα καὶ εὐφροσύνης πληρωθῇ τελείας ὁ πάσης εὐφροσύνης πνευματικῆς ἐμπιμπλῶν τοὺς ἁγίους. θεοῦ δὲ πρόσωπον ἡ εἰκὼν
5αὐτοῦ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί δὲ ἀκολουθεῖ τῷ ὁδεύσαντι τὰς γνωσθείσας ὁδοὺς τῆς ζωῆς ἢ τὸ θείαν τέρψιν ἔχειν ἐν τῇ δεξιᾷ τοῦ θεοῦ οὔσῃ ἀληθείᾳ καὶ σοφίᾳ; αὕτη δέ ἐστιν ὁ μονογενὴς τοῦ θεοῦ υἱός. καὶ ἐπεὶ ἀνυπέρβλητος τυγχάνει ἡ ἐν τῇ δεξιᾷ τοῦ θεοῦ τέρψις, τέλος ἔσται ἔσχατον ὀρεκτὸν οὖσα· οὐ γὰρ ἄλλου χάριν ἀλλ’ αὐτῆς ἕνεκα τὰ πάντα.

99

(n)

Ps 16,2
1 Ἀλαζονείαν καταψηφίζονταί τινες τοῦ εὐχομένου φάσκοντες ὡς τῶν μετρίων τὸ ἦθος· οὐδεὶς λέξει τὸ Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, καὶ τὸ Ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι. ἀλλ’ οὐκ ἀλαζὼν ὁ Δαυὶδ ποιῶν πάντα τὰ θελήματα τοῦ θεοῦ ἀλλὰ σὺν ἀγαθότητι κριθῆναι θέλων παρεκάλει
5ἐξελθεῖν αὐτοῦ τὸ κρίμα ἐκ τοῦ θεϊκοῦ προσώπου. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. εὔχεται τοῖς ὀφθαλμοῖς τοῦ ἔσω ἀνθρώπου εὐθύτητα ἰδεῖν καθ’ ἣν κρινεῖ ὁ θεὸς ἐξάγων τὸ κρίμα ἐκ προσώπου ἑαυτοῦ, ἢ εὔχεται τὴν ἀρετὴν εὐθύτητας θεάσασθαι. εἰ δὲ εὔχεται αὐτὴν ἰδεῖν, οὔπω παροῦσαν αὐτὴν ἔχει, ᾧ ἕπεται τὸ μὴ ἀλαζονεύεσθαι αὐτὸν οὕτω τὴν
10εὐχὴν ἀναφέροντα. ταῦτα περὶ τῆς παντελοῦς ἀρετῆς εἰρῆσθαι ἡγητέον, ἥτις
ὀψέ ποτε παραγίνεται πλείστων ὅσων προδιανυσθέντων.181 in vol. 1

100

(n)

Ps 16,3
1 Καὶ διὰ τῶν προκειμένων ἐμφαίνεται πολλὴ παρρησία τοῦ λέγοντος. εἰ γὰρ ταῦτα ἐπὶ θεοῦ λέγει, πολλὴν ἑαυτοῦ ἐμφαίνει καθαρότητα· δοκιμάζεται γὰρ ἡ καρδία παντὸς τοῦ σκυθρωπὰ ὑπομένοντος, ὅτ’ ἂν ἐν παντὶ θλιβόμενος μὴ στενοχωρῆται, ἀλλ’ ὑπομένων εἰς τέλος ἀποδείκνυται δίκαιος· οἷος ἦν Ἰὼβ
5ᾧ εἶπεν ὁ θεός· Οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος, πρὸς τῷ δεδοκιμάσθαι τὴν καρδίαν αὐτοῦ ὑπὸ τοῦ κυρίου καὶ πεπυρῶσθαι καὶ μὴ ηὑρᾶσθαι ἐν αὐτῷ ἀδικίαν; Ἀκόλουθον ἰδεῖν τί σημαίνεται ἐκ τοῦ Ἐπεσκέψω νυκτός· καὶ ὅρα εἰ τὴν κατάστασιν τῶν σκυθρωπῶν διὰ τὸ ἀφεγγὲς καὶ μηδὲν ἱλαρὸν ἔχειν νύκτα
10καλεῖ, ἐν ᾗ ἐπισκεψάμενος αὐτὸν ὁ θεὸς δόκιμον ἀπέφηνεν καὶ πυρώσας διὰ τῶν θλιβερῶν καθαρὸν πάντων ἀδικημάτων ἀνέδειξεν. ῥηθείη τὸ Ἐπεσκέψω νυκτὸς καὶ οὕτως· ἐπεὶ τῆς καρδίας τὰ κρύφια οὐκ εἰσὶν φανερὰ ἢ μόνῳ τῷ πρὸς ὃν εἴρηται Σὺ μόνος γινώσκεις τὰς καρδίας τῶν ἀνθρώπων, νὺξ ὠνομάσθη, ἃ καὶ αὐτά, καίτοι τοῖς ἄλλοις ὄντα σκοτεινὰ διὰ τὸ ἀκατάληπτον,
15σοὶ τῷ δοκιμάσαντί με διὰ τὸ ἐπεσκέφθαι με νυκτὸς πεφανέρωται. τούτῳ συνᾴδει τὸ Εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου κύριος.

101

(n)

Ps 16,4a
1 Τὸ ἀπαγγέλλειν τὰ ἔργα τῶν ἀνθρώπων πράξει καὶ διαθέσει, ἔτι μὴν καὶ λόγῳ, φαύλων ἐστίν. τίνα δὲ τὰ ἔργα τούτων ἢ ἐκεῖνα περὶ ὧν ὁ ἀπόστολος γράφει· Ὅπου γὰρ ἔρεις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; κωλυτικὸν τοῦ λαλεῖν τὰ ἔργα τῶν ἀνθρώπων
5τυγχάνει καὶ τὸ μὴ εὑρέσθαι ἐν αὐτῷ ἀδικίαν ὑπὸ θεοῦ πυρωθέντι διὰ
πειρασμῶν καὶ τῶν παραπλησίων.182 in vol. 1

102

(n)

Ps 16,4b
1 Αἱ ἐπὶ ἀρετὴν φέρουσαι ὁδοὶ δοκοῦσιν σκληραὶ εἶναι πολὺ τὸ τραχὺ ἔχουσαι· πῶς γὰρ οὐ σκληρὰ ἡ ὁδὸς ἡ παραγγέλλουσα τῷ ῥαπίζοντι εἰς θατέραν τῶν σιαγόνων καὶ τὴν λοιπὴν προχείρως εἰς ὑποδοχὴν ὕβρεως παρέχειν; πρὸς τούτοις δοκεῖ τραχεία ὁδὸς εἶναι καθ’ ἣν ἕως θανάτου
5ἀγωνίζεταί τις ὑπὲρ τῆς ἀληθείας. ἔστιν ὅτε δι’ αἰκιῶν πικροτάτων ἀπειλῆς τε πυρὸς καὶ σιδήρου καὶ προσβολῆς θηρίων ἀγρίων τελειουμένου τούτου πλὴν εἰ καὶ σκληραὶ αὗται αἱ ὁδοὶ καὶ αἱ συγγενεῖς αὐταῖς, ἀλλά γε φυλάττονται διὰ τοὺς λόγους τῶν χειλέων τοῦ προστάττοντος θεοῦ καὶ ἐξευμαρίζονται ὡς μηκέτι σκληρόν τι ἢ βαρὺ ἔχειν. Ἰωάννης γοῦν γράφει τὸ
10Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, καὶ ὁ Ἰησοῦς τοῖς ἀκούουσι τοὺς λόγους αὐτοῦ λέγει Ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. ἐκ γὰρ πολλοῦ συνεθισμοῦ καὶ γυμνασίων ἀδιαστάτως προσαγομένων καὶ τὰ ἄχθη κουφότατα φαίνεται καὶ τὰ πικρὰ καὶ ἀηδῆ κατορθοῦται σὺν ῥᾳστώνῃ πολλῇ.

103

(n)

Ps 16,5a
1 Τρίβοι δὲ τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ αἱ τηρήσεις τῶν ἐντολῶν τυγχάνουσιν, μᾶλλον δὲ αἱ κατ’ ἀρετὴν ἐνέργειαι λεῖαι καὶ ὁμαλαὶ ἀναδειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν σπευδόντων φθᾶσαι ἐπὶ τὸ τέλος αὐτῶν· τέλος δὲ αὐτῶν ἡ μακαριότης καὶ ἡ τῶν ἐπαγγελιῶν
5ἀπόδοσίς ἐστιν. δράμωμεν τοίνυν κατ’ αὐτάς, ἵνα σωτηρίας τύχωμεν, οὐ κλονουμένων τῶν διαβημάτων τουτέστιν οὐ σφαλλομένων. ὅτ’ ἂν ὁ κύριος ἐν ταῖς τρίβοις αὐτοῦ καταρτίσῃ αὐτά, ὁ ταύτης τῆς αἰτήσεως τυχών φησιν Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, καὶ τὸ Ὁδὸν ἐντολῶν σου ἔδραμον,
ὅτ’ ἂν ἐπλάτυνας τὴν καρδίαν μου.183 in vol. 1

104

(n)

Ps 16,6—7b
1 Τὸ Κεκράξομαι πνευματικῶς ἀκουστέον· οὐ γὰρ γεγωνοτέρᾳ τῇ φωνῇ πρὸς τὸν ἀόρατον θεὸν κεκραγέναι δεῖ ἀλλ’ ἐπιτεταμένῃ νοήσει· αὕτη δὲ ἡ κραυγὴ τοῦ ἔσω ἀνθρώπου. Θαυμαστοῖ τὰ ἐλέη αὐτοῦ ἐπὶ τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν, ὅτ’ ἂν
5παραδοξότερόν τι ἔχωσιν τὰ δι’ εὐεργεσίαν ἐλέη γενόμενα, ὡς τοῦ θεοῦ κλίνοντος πρὸς ἡμᾶς εἰσακούει τῶν ῥημάτων τῆς φωνῆς ἡμῶν, οὐκ ἄλλο τι τυγχάνον ἢ ἡ συγκαταβαίνουσα δι’ ἀγαθότητα δύναμις αὐτοῦ ἐπὶ τῷ δέχεσθαι τοὺς ἡμετέρους λόγους. εἰς τοῦτο λήψῃ τὸ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.

105

(n)

Ps 16,7c—9a
1 Τῆς δεξιᾶς τοῦ θεοῦ οὐχ ἑτέρας οὔσης τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὡς καὶ μικρῷ πρότερον εἴρηται, ὅτε προέκειτο τὸ Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος, ἀνθιστάμενοι ταύτῃ διάβολος καὶ οἱ τούτου ἄγγελοι καὶ πρὸς τούτοις ἄνθρωποι γόητες καὶ πονηροὶ ἀφ’ ὧν ἀβλαβὴς διαμεῖναι ποθῶν ὁ ἅγιος λέγει
5τῷ θεῷ· Φύλαξόν με ἀπὸ τῶν ἀνθισταμένων τῇ σῇ δεξιᾷ κατὰ τὴν τοῦ ὀφθαλμοῦ μου κόρην, ἵν’ ἀβλαβὴς ὁ νοῦς μου διαμείνῃ· ἀλλὰ καὶ ἐν σκέπῃ τῶν πτερύγων σου σκέπασόν με ἀπὸ προσώπου ἀσεβῶν τῶν περιβαλεῖν με ταλαιπωρίᾳ ποθούντων. δυνατὸν δὲ ἀσεβεῖς καὶ ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ θεοῦ κατ’ ἐπίνοιαν διαφόρους εἰπεῖν, καθ’ ὑποκείμενον τοὺς αὐτοὺς
10τυγχάνοντας. οὐ παντὸς δὲ ἡ φωνὴ ἡ Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ ἀλλὰ μόνου τοῦ πεφωτισμένου κατὰ τὴν ψυχὴν ἔχοντος τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτισμένους. Τὸ δὲ Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με πνευματικῶς ἐκληπτέον· αἱ γὰρ σκεπαστικαὶ τοῦ θεοῦ δυνάμεις πτέρυγες αὐτοῦ καλοῦνται, δι’ ὧν
15σκέπει καὶ εἰς εὐθυμίαν ἄγει τὸν παρακαλοῦντα ἐξαιρεθῆναι ἀπὸ ἀσεβῶν τῶν ταλαιπωρίαν κατ’ αὐτοῦ διανοουμένων. οὗτοι δὲ ἀόρατοί τινές εἰσιν ἐχθροὶ ταλαιπώρους ποιοῦντες τοὺς ἁλισκομένους πρὸς αὐτῶν τῷ ὑποβαλεῖν αὐτοὺς
ἁμαρτίᾳ.184 in vol. 1

106

(n)

Ps 16,9b—11
1 Τὸ ἄγριον καὶ ὠμὸν τῶν ἀνθισταμένων σημαίνει διὰ τοῦ εἰπεῖν περιέχεσθαι τὴν ψυχὴν ἑαυτοῦ ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς ὕλην προσπάθειαν. ὅλοι γὰρ δι’ ὅλων ὑλικοὶ καὶ σάρκινοι, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, τυγχάνουσιν καὶ ἀπὸ πολλῆς εὐθυμίας καὶ
5τρυφῆς στέατος ὥσπερ καὶ πιμελῆς ἐπληροῦντο. διὸ ὁ Σύμμαχος Τῷ στέατι αὐτῶν ἀπεφράγησαν· διὸ καὶ λαλεῖ τὸ στόμα αὐτῶν ὑπερηφανίαν, οὐδὲν φιλικὸν ἢ καθῆκον εὐσταθῶς προφερόντων. οὗτοι οἱ ἐχθροὶ ἀπὸ πολλῆς ἀλαζονείας ἐκβάλλοντες οἱονεὶ τὸν ταῦτα λέγοντα περικυκλοῦσιν ἐπὶ τῷ βλάψαι καὶ ἀπολέσαι τὸν ἐντὸς ἀρκύων γεγενημένον. οὐ γὰρ χρηστόν τι ἢ
10ἀγαθὸν ἐπιτηδεύουσιν, ἐπεὶ παραβάται θείων νόμων γεγενημένοι διὰ τοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ τεθεῖσθαι ἐκκλινόντων καὶ παρανόμων γινομένων· τοῦτο γὰρ παρίσταται ἐκ τοῦ ἐν τῇ γῇ τοὺς ὀφθαλμοὺς αὐτῶν τεθεικέναι, σκοπεῖν θέλοντας τὰ πρόσκαιρα καὶ φρονεῖν τὰ ἐπίγεια ἐκκλίνοντας ἐκ τοῦ τὴν εὐθείαν ὁδὸν μὴ βούλεσθαι βαδίζειν ἀλλὰ τὰς σκολιὰς ἃς ὁ ἔχων
15ταλανίζεται· Ὦ γάρ, φησίν, οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, ὧν αἱ ὁδοὶ σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. οὗτοι μὲν ἐπὶ τῷ ἐκκλίναι ἔθεντο τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ, τῶν 〈δὲ〉 φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου τιθέντων τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῷ οὐρανῷ ἐπὶ τῷ κατορθῶσαι εὐθείαν ὁδὸν τὴν εἰς οὐρανοὺς ἀναφέρουσαν.

107

(n)

Ps 16,13.14a
1 Ἐπεὶ μακροθυμοῦντος σοῦ κοιμᾶσθαί σε ἔδοξαν μὴ παρ’ αὐτὰ δίκην εἰσπραττόμενοι ἐφ’ οἷς φονικῶς διέκειντο, Ἀνάστηθι λοιπόν, ὦ κύριε, ἵνα προφθάσῃς αὐτοὺς ἐπὶ τῷ ὑποσκελισθῆναι. συνοίσει γὰρ αὐτοῖς παθεῖν τοῦτο, ἵνα μὴ ἀεὶ ἐπὶ τὸ κακὸν τρέχοντες αὐξάνωσι τὴν ἀπώλειαν αὐτῶν·
5περισχόντες γὰρ τὴν ψυχήν μου καὶ τὰ ἄλλα ποιοῦντες εἰ μὴ κωλυθεῖεν, τὰ μέγιστα αὐτὴν βλάπτουσιν· ὅθεν Ὑποσκέλισον αὐτούς, ἵνα μηκέτι κατ’ ἐμοῦ
δύνωνται, σοῦ ῥυσαμένου τὴν ψυχήν μου ἀφ’ ἑκάστου ὄντος τοιούτου καὶ διὰ τοῦτο ἀσεβοῦς ὀνομαζομένου· Ῥῦσαι γὰρ τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς. Τὴν ῥομφαίαν ἑαυτοῦ ἐκ τῆς χειρὸς αὐτῶν λήψεται· εἶχον γὰρ αὐτὴν185 in vol. 1
10εὐλόγως δοθεῖσαν. αἴρεται δὲ ἀπ’ αὐτῶν οὐ χρωμένων ὡς δεῖ. διὸ καὶ ἐν τῇ γῇ ὀλιγοῦνται, τουτέστιν εὐτελίζονται. οἱ γὰρ περὶ τὰ ὑλικὰ καὶ χοϊκὰ γινόμενοι προσπαθοῦντες αὐτοῖς ἀποβάλλουσιν τῆς ψυχῆς τὸ ἀνάστημα καὶ τὸν πλοῦτον ὃν εἶχον, εἰ μὴ τὰ ὑλικὰ προτέθειντο. διὰ τοῦτο καὶ μὴ ὄντες ὀνομάζονται ὡς ἐν τῷ Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν.

108

(n)

Ps 16,14b—e
1 Τῶν ἐπὶ κακῷ συμφωνούντων καὶ ὁμονοούντων τῆς ζωῆς ὁ μερισμὸς ὠφέλιμος· ὃ γὰρ πρᾶξαι προτέθειντο κακὸν ὁμοφρονοῦντες, τοῦτο ἀποβάλλουσιν ἀτελὲς γινόμενον διαστασιάσαντες πρὸς αὐτούς, ὡς γέγονεν ἐπὶ τῶν προτεθειμένων πύργον καὶ πόλιν οἰκοδομῆσαι ἐπὶ κακῷ τῷ ἑαυτῶν·
5εὐεργετῶν γὰρ αὐτοὺς ὁ θεὸς συνέχεεν τὰς γλώσσας αὐτῶν, ὡς μηκέτι εἰδέναι ἕκαστον τὰ παρὰ τῶν πλησίον λεγόμενα, ἵνα ἡ προκαταλαβοῦσα ἄγνοια διαστασιάζειν αὐτοὺς πρὸς ἑαυτοὺς παρασκευάσασα ἀτελῆ τὴν πρόθεσιν αὐτῶν ἀποδείξῃ. τοῦτο οὖν ἐστι τὸ δηλούμενον ἐν τῷ Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.
10 Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· κεκρυμμένα δὲ θεοῦ τὰ ἀνάξια τῆς μνήμης αὐτοῦ, ὧν πάντων τὰ κατάλοιπα τοῖς νηπίοις κατέλειπον μετὰ τὸ πλησθῆναι τὴν κοιλίαν αὐτῶν. ὅτι δὲ ἀνάξια τῶν ὄψεων τοῦ θεοῦ τὰ ἐπίληπτα, παρίσταται ἐκ τοῦ Κάϊν (Ἐξῆλθεν γὰρ οὗτος ἀπὸ προσώπου τοῦ θεοῦ) καὶ ἐκ τοῦ Οὐ διαμένουσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.
15 Τούτων τῶν μακρὰν θεοῦ τυγχανόντων ἐμφορηθέντες τὰ κατάλοιπα εἴασαν τοῖς νηπίοις αὐτῶν, χορτασθέντες ὑείων τουτέστιν ἀκαθάρτων. πάντων γὰρ τῶν μολυνόντων χαλεπώτεροι οἱ καὶ ἑαυτοὺς βλάπτοντες καὶ ἑτέρων αἴτιοι γινόμενοι, ὃ δηλοῦται διὰ τοῦ Καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. τέλειον γὰρ ἀπατῆσαι οὐχ οἷοί τέ εἰσιν· διὸ περὶ αὐτῶν γέγραπται· Ἀνθ’ ὧν
20γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. Φέρεται γραφὴ ἔχουσα Ἐχορτάσθησαν υἱῶν· δι’ οὓς υἱωνοὺς εἰς κόρον ἔσχον. διαμερισθέντες ἐν τῇ ζωῇ ἑαυτῶν, πολύτροπον τὴν βλάβην ἔσχον. οὐ μόνον γὰρ αὐτοὶ ἀλλὰ καὶ οἱ νήπιοι αὐτῶν ἐκορέσθησαν τῶν κεκρυμμένων τοῦ θεοῦ.186 in vol. 1

109

(n)

Ps 16,15
1 Ἐκεῖνοι μὲν οὕτω, φησίν, καθ’ ἃ εἴρηται, Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· οὐ γὰρ τῶν κρυπτομένων ἀπὸ σοῦ ἡ ἀρετὴ ὡς ἡ ἐκείνων κακία. κἀκεῖνοι μὲν αὐθάδεις ὄντες καὶ οἰόμενοι πάντων εἶναι πλήρεις μηδὲν ἔχοντες ὡς ἀπεντεῦθεν δοκεῖν αὐτοὺς κεχορτάσθαι, ἐγὼ δὲ ἐκ μέρους
5γινώσκων ἄρτι τότε χορτασθήσομαι, ὅτ’ ἂν ὀφθῇ ἡ δόξα σου ὑφισταμένη κατὰ τὸ ἐρχόμενον τέλειον, ᾧ προσβάλλειν τότε δυνατὸν Πρόσωπον πρὸς πρόσωπον. δυνατὸν ὀφθησομένην θεοῦ δόξαν ἐκλαβεῖν τὸν μονογενῆ υἱὸν περὶ οὗ γέγραπται· Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ, καὶ ὀφθήσεται ἡ δόξα κυρίου. πληροῦται τούτων ἕκαστον, ὅτ’ ἂν Θεασώμεθα τὴν δόξαν τοῦ υἱοῦ,
10δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.

110

(n)

Ps 17,1
1 Συναριθμείσθωσαν δὲ τοῖς ἐχθροῖς τοῖς ἀφ’ ὧν ἐρρύσθη καὶ ἀόρατοι διάφοροι. Ῥηθείη δὲ καὶ πρὸς ἑκάστην λέξιν τὰ φαινόμενα. Εἰς τὸ τέλος, φησίν, τῷ παιδὶ κυρίου τῷ Δαυίδ. τέλος ἐν τούτοις ληπτέον κατὰ πάντων τῶν ἐχθρῶν
5νίκην· ὑπὲρ ταύτης γὰρ καὶ οἱ πόλεμοι καὶ πάντα τὰ συντείνοντα πρὸς ἀριστείαν βασιλέως. τέλος δὲ ὀρθῶς λέγεται τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενὸς ἕνεκα. νίκης τοιγαροῦν ὑπαρξάσης οὐκ ἄλλῳ δεῖ εὐχαριστῆσαι ἢ τῷ θεῷ τῷ ὀρέξαντι αὐτήν. εἴρηται γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ Ἔσδρα· Παρὰ σοῦ
ἡ νίκη. ἀναφέρει δὲ τὴν ᾠδὴν ὁ Δαυὶδ τῷ κυρίῳ, ὡς παῖς καὶ θεραπευτὴς187 in vol. 1
10αὐτοῦ πάντας τοὺς λόγους τῆς εὐχαριστίας σοφῶς καὶ πιστῶς διεξιὼν ἐν τῇ ἡμέρᾳ (τουτέστιν ἐν τῷ φωτισμῷ) ἐκείνῃ, ὅτε πάντες οἱ ἐχθροὶ καὶ ὁ τοῦ Ἰσραὴλ βασιλεὺς Σαοὺλ κατελύθησαν, τοῦ Δαυὶδ ἀβλαβοῦς ἀπ’ αὐτῶν ῥερυσμένου. καὶ ταῦτα ὡς πρὸς τὴν ἱστορίαν. Ἐπειδὴ δὲ πολλοῖς τῶν πιστῶν δοκεῖ ἐκ προσώπου τοῦ σωτῆρος εἶναι τὴν
15ᾠδήν, λεκτέον μετὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν εἰρῆσθαι τὸν ἐπινίκιον ὕμνον, ῥυσθέντος αὐτοῦ ἐκ πάντων τῶν φρυαξάντων ἐθνῶν καὶ μελετησάντων κενὰ λαῶν ἀλλὰ καὶ τῶν παραστάντων βασιλέων καὶ συναχθέντων ἀρχόντων ἐπὶ τὸ αὐτὸ κατ’ αὐτοῦ. ἐρεῖς δὲ αὐτὸν ἔρρυσθαι καὶ ἐκ χειρὸς Σαούλ, ἐκ τοῦ τότε κρατοῦντος τῶν Ἰουδαίων, ᾧ, μετὰ τοῦ τρόπου, οὐκ ἀπεικὸς γὰρ κεκρατηκέ‐
20ναι αὐτῶν τρόπον ὠμόθυμον καὶ σὺν αὐτῷ πνεῦμα πονηρὸν εἰρηκότων μὴ ἔχειν βασιλέα θεόν· πῶς γὰρ οὐκ ἔμελλον ἀρνησάμενοι θεὸν ὑπὸ φαύλου τινὸς βασιλεύεσθαι;

111

(n)

Ps 17,5b.6
1 Χείμαρροι δὲ ἀνομίας ἐκλήθησαν, ὡς ἄλλος φησίν, καὶ διὰ τὸ εἰς ἀνομίαν ἔρχεσθαι τοὺς μὴ γενναίως ὑφισταμένους τὰ πειρατήρια. εἰ δὲ περὶ τοῦ ἑπομένου τοῖς ἁμαρτάνουσι θανάτου καὶ τοῦ πρὸς αὐτὸν ἁρμονίαν ἔχοντος ᾅδου τυγχάνουσιν αἱ προκείμεναι λέξεις, καὶ ὠδῖνες θανάτου καὶ ᾅδου τὰ
5ἁμαρτήματα τὰ πρὸς θάνατον ὑπάρχει. καταλλήλως ταύτῃ τῇ νοήσει χειμάρρους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας καὶ θανάτου παγίδας τὰς ἀποτελουμένας πρακτικῶς ἁμαρτίας. Κατὰ τὴν προτέραν ἀπόδοσιν ἁρμόζει τὰ προκείμενα τῇ κατὰ σάρκα τοῦ κυρίου οἰκονομίᾳ. ἔχουσι γὰρ πολλὴν οἰκειότητα πρὸς τὸ Νῦν ἡ ψυχή μου
10τετάρακται καὶ τὸ Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.188 in vol. 1

112

(n)

Ps 17,7
1 Πολλὴν δὲ παρρησίαν ἀπὸ καθαρᾶς συνειδήσεως ἡ εὐχή, ἐπεὶ τὸ ἐπικαλεῖσθαι πρὸς τὸν κύριον εἶπεν ἀναφορὰν ἔχειν, πρὸς τὸν θεὸν δὲ τὴν κραυγὴν αὐτοῦ ἐφθακέναι. ὅρα μήποτε συμφώνως τῷ Ἡμῖν δὲ εἷς θεὸς ὁ πατὴρ καὶ εἷς κύριος Ἰησοῦς Χριστός. θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν
5ἐκληψόμεθα, εἰ μὴ ἄρα κατὰ τοῦ αὐτοῦ ἀμφότερα λέγεται πατρὸς καὶ υἱοῦ θεοῦ καὶ κυρίου ὄντος διὰ τὸ ταὐτὸν τῆς θεότητος καὶ κυριότητος. Πῶς δὲ εἰπὼν Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου; μελλητικῶς λέγεται εἰσελεύσεσθαι εἰς τὰ ὦτα τοῦ θεοῦ ἡ κραυγὴ αὐτοῦ. πρὸς τοῦτο ὁ μέν τις ἐρεῖ· ἤδη ἐπακούσαντος θεοῦ ὡς ἐκτὸς τῆς θλίψεως γενέσθαι τὸν
10εὐξάμενον, πιστεύει ὅτι πάλιν κράξας πρὸς θεὸν ἔχει αὐτὸν δεχόμενον εἰς τὰ ὦτα καὶ ἐνώπιον αὐτοῦ τὴν ἀναπεμπομένην κραυγὴν ὑπ’ αὐτοῦ. 〈ἄλλου〉 λέξοντος· ὁ δὲ αἰσθηθεὶς ἅμα τῷ ἐπικαλέσασθαι ἐκ ναοῦ ἁγίου αὐτοῦ ἐπινεύσαντα τὸν παρακληθέντα θαρρεῖ ὅτι ἐκβάσεως τεύξεται τὰ περὶ ὧν ηὔξατο, εἰσελευσομένης εἰς τὰ ὦτα τοῦ θεοῦ καὶ ἐνώπιον αὐτοῦ τῆς ἀπὸ
15καθαρᾶς διαθέσεως ἀναπεμφθείσης κραυγῆς.

112A

(n)

Ps 17,8b
1 Τὰ ὄρη ταῦτα μεθίστησιν ἀπὸ τῶν ἠπατημένων ὁ ἅπασαν τὴν ὡς κόκκον σινάπεως ἔχων πίστιν· Ἐὰν γάρ φησιν ὁ Παῦλος ἔχω πίστιν ὥστε ὄρη μεθιστάνειν. τούτων ὑπῆρχε καὶ τὸ πνεῦμα τοῦ σεληνιασμοῦ περὶ οὗ φησιν ὁ σωτήρ· Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῷ ὄρει τούτῳ
5Μετάβηθι ἔνθεν ἐκεῖ.189 in vol. 1

113

(n)

Ps 17,9.10a
1 Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· τῆς μοχθηρᾶς ὕλης δαπανωμένης ἀναλογίαν ἐχούσης πρὸς τὰ ἐποικοδομούμενα ἐπὶ τῷ Χριστῷ, θεμελίῳ ὄντι, ὑπὸ φαύλων ἀνθρώπων ξύλα χόρτον καλάμην, πράξεις δὲ φαῦλαι καὶ γνῶμαι χείριστοι (διὸ καταναλούμενα ὑπὸ τῆς ἐλθούσης εἰς αὐτὰ ὀργῆς) καπνὸν ἀνέπεμψαν.
5 Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. οἱ ἄνθρακες ὁτὲ μὲν τὰς κολάσεις σημαίνουσιν, ὁτὲ δὲ τοὺς διαπύρους καὶ θερμοὺς τοῦ θεοῦ λόγους καθαίροντας τοὺς τῆς ψυχῆς λογισμούς. τὰς κολάσεις σημαίνει ἐν τῷ Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ὑπὸ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὸ Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες
10πυρὸς καὶ καταβαλεῖς αὐτούς. οὗτοι ἔσονταί σοι βοήθεια. ὁ δὲ διάπυρος λόγος δηλοῦται περὶ οὗ ὁ Ἡσαΐας Καὶ ἀπεστάλη ἓν τῶν σεραφείν. τῆς τοίνυν παρεσκευασμένης πρὸς ἀρετὴν ψυχῆς θερμαίνει καὶ πυρώσει τοὺς λογισμοὺς ὥστε λαμπροὺς καὶ φαιδροὺς ἀποδεῖξαι, καταφλέξει δὲ τῶν ἁμαρτωλῶν τὰς πράξεις καθαίρων αὐτούς, τοὺς δὲ μὴ τοῦτο τὸ πῦρ δεξαμένους τὸ αἰώνιον πῦρ
15φλέξει. Τὸ δὲ Ἔκλινεν οὐρανοὺς καὶ κατέβη ἀκολούθως τῷ περὶ τῆς οἰκονομίας ἐπέδωκεν λόγῳ καὶ οὗτος. ἐπεὶ γὰρ ἐν οὐρανοῖς οἰκεῖν λέγεται ὁ σωτήρ, ἄνθρωπος γενόμενος μεταβάλλει τὴν οἴκησιν· ἐπὶ γὰρ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. οἰκεῖ δὲ ἐν οὐρανοῖς οὐ τοπικῶς οὐδὲ καταβαίνει
20μεταβατικῶς (ταῦτα γὰρ σωμάτων ἢ σῶμα περικειμένων), ἀλλὰ καθ’ ὃ οἰκεῖν λέγεται τοὺς οὐρανούς· Ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων, μορφὴν δούλου λαβὼν κατελήλυθεν, οὐδὲ μιᾶς περὶ αὐτὸν τοπικῆς μεταβολῆς γινομένης.

114

(n)

Ps 17,11
1 Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη. ἡ χερουβεὶμ φωνὴ εἰς πληθυσμὸν γνώσεως μεταλαμβάνεται· ἔνθα οὖν πολλὴ γνῶσις, μᾶλλον δὲ ἀκραιφνεστάτη.
ἐκεῖθεν ἐπιβαίνων διὰ τῆς ἐπῃρημένης καὶ μετεώρου νοήσεως πέταται. οὐκ ἀπογνωστέον δὲ καί τι εἶδος ἀθανάτων ζῴων πληρεστάτην κεχωρηκέναι190 in vol. 1
5γνῶσιν τῷδε τῷ ὀνόματι σημαίνεσθαι. καὶ τούτοις οὖν τοῖς λογικοῖς ζῴοις ἐπιβὰς ὁ θεὸς ἵπταται διὰ τῆς ὀξυτάτης νοήσεως. Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν ἀνέμων ἐκλήψεται τὸ λεγόμενον, ἐρεῖ τὸν θεὸν κατὰ τὸν προνοητικὸν αὐτοῦ λόγον ἐπιβάντα τῶν πτερύγων τῶν ἀνέμων, τουτέστι τῷ μετεωρισμῷ αὐτῶν ἄγειν
10αὐτοὺς ᾗ αὐτὸς βούλεται· Ἐξάγων γάρ ἐστιν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. εἰ δὲ τοὺς πνεύματι μετεωριζομένους καὶ δίκην ἀνέμων πνόας ἐκπέμποντας σοφοὺς ἄνδρας ἐκλάβοι τις ἀνέμους, καὶ τούτων ταῖς πτέρυξιν ὁ θεὸς ἐπιβαίνων ἵπταται πανταχοῦ· πτέρυγες δὲ αὐτῶν αἱ ὑπέρτεροι καὶ ὑψιπετεῖς νοήσεις. καὶ ἀνέμους δὲ διδασκαλίας εἶπεν ὁ ἀπόστολος Παῦλος, περὶ ἑτεροδόξων
15λέγων Παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. ὥσπερ οὖν ἐπὶ ψεκτῶν διδασκάλων εἶεν ἄνεμοι ὧν ταῖς πτέρυξιν ἐπιβαίνει τὰ λαοπλανᾶ πνεύματα, οὕτως ταῖς πτέρυξιν παντὸς ἀνέμου ἀληθοῦς διδασκαλίας ἐπιβαίνων ὁ θεὸς ὅπου βούλεται πνεῖ. καὶ τοῦτό ἐστιν τὸ πετασθῆναι ἐπὶ πτερύγων ἀνέμων.

115

(n)

Ps 17,12ab
1 Προηγουμένως καὶ ἀληθῶς οἰκῶν ὁ θεός ἐστιν φῶς ἀπρόσιτον τὸν υἱὸν ὅς ἐστιν φῶς ἀληθινόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον τυγχάνον γνώσεως καὶ σοφίας ὕπαρξις, ὥσπερ τούτου τοῦ φωτὸς λέγεσθαι Καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. κατὰ δεύτερον δὲ λόγον· διὰ τὴν περὶ τὴν οὐσίαν αὐτοῦ ἀκαταληψίαν σκότος
5λέγεται τεθεικέναι ἀποκρυφὴν αὐτοῦ. τὸ γὰρ ἀσαφὲς καὶ ἀκατάληπτον διὰ τὸ περὶ τὸ πρᾶγμα βάθος σκότος λέγεται. ταύτῃ γὰρ καὶ σκότος εἴρηται τὸ Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον· καὶ Ἀνακαλύπτων ὁ θεὸς βαθέα ἐκ σκότους, φανερῶν καὶ σαφηνίζων τὰ ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κρυπτόμενα.
10 Κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ. ὥσπερ τὸν ὑπὸ σκηνῆς περιεχόμενον οὐκ ἔστιν θεάσασθαι μὴ εἰσελθόντα ἐν αὐτῇ, οὕτως καὶ τὸν θεὸν ὑπὸ ἀσαφείας καὶ
δυσκαταληψίας κυκλούμενον οὐκ ἔστιν ἰδεῖν μὴ εἰσβάλλοντα ἔνδον τοῦ τῆς δυσκαταληψίας περιπετάσματος. αὐτίκα γοῦν περὶ Μωυσέως εἴρηται ὡς ἄρα Εἰσῆλθεν εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός· ἐπιστήσας γὰρ τῇ περὶ θεοῦ ἐννοίᾳ καὶ191 in vol. 1
15δημιουργίᾳ καὶ προνοίᾳ αὐτοῦ, ἔγνω εἴσω τούτων περιέχεσθαι τὸν θεόν, ὡς, ὀλίγον διοίξαντα ταύτην τὴν περὶ αὐτὸν σκηνήν, ἐκ τοῦ κατ’ εἰκόνα τὸν οὗ ἡ εἰκὼν καὶ ἐκ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητὴν θεωρῆσαι.

116

(n)

Ps 17,12c.13a
1 Ἐν πολλοῖς τόποις τῆς γραφῆς τὰς νεφέλας ἀλληγορικῶς φερομένας εὑρίσκομεν. τὸν γὰρ οἶκον τοῦ Ἰσραὴλ ἀμπελῶνα εἰπών, νεφέλας ἐντολὰς λαμβανούσας μὴκ’ ἔτι βρέχειν αὐτόν, οὐκ ἄλλας ἢ τοὺς προφήτας εὑρίσκομεν. οὐκ ἔτι γοῦν παρ’ ἐκείνοις τὸ Τάδε λέγει κύριος, καὶ τὸ Ἐγένετο λόγος
5κυρίου πρός με· μέχρι τούτων τῶν νεφελῶν ἡ ἀλήθεια λάμπει. αὗται γοῦν αἱ νεφέλαι ψυχαῖς ῥέουσαι πνευματικῶν λόγων ὑετὸν οὐ γῆς ἀλλ’ ἀέρος εἰσίν· τοῖς γὰρ ἐπιγείοις ἀποταξάμεναι καὶ μηκέτ’ αὐτὰ φρονοῦσαι, μετεωριζόμεναι καὶ ἐπαιρόμεναι ὑπὸ τῆς σφῶν ἀρετῆς καὶ τοῦ ἐνεργοῦντος πνεύματος ἀέρος εἰσίν. τὸ ἐν αὐταῖς οὖν ὕδωρ, πρὶν ὑπὸ Ἰησοῦ ἐκβάσεως καὶ
10σαφηνείας τυχεῖν, διὰ τὸ τοῖς πολλοῖς δυσθεώρητον σκοτεινὸν εἶναι λέγεται. ὅτ’ ἂν δὲ λαλήσαντος τοῦ θεοῦ ἐν τῷ υἱῷ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν πληρωθῶσιν ὁ νόμος καὶ οἱ προφῆται, Ἀπὸ τῆς τηλαυγήσεως (τουτέστιν ἐπιλάμψεως αὐτοῦ) ἐνώπιον αὐτοῦ συνελεύσονται, νεφέλαι φανεραὶ καὶ ἀρίδηλοι γινόμεναι διὰ τὸ παρεῖναι τὸν προαναφωνηθέντα ὑπ’ αὐτῶν.

117

(n)

Ps 17,13b—15
1 Σκοτεινῶν νεφελῶν εἰς φῶς διὰ σαφηνείας προελθουσῶν οὐδεμίας ἀπολογίας ὑπολείπεται πρόφασις τοῖς ἁμαρτάνουσιν· διὸ εὐθέως τηλαυγήσει
τῶν νεφελῶν ἀκολουθεῖ χάλαζαν καὶ ἄνθρακας πυρὸς εἶναι. εἴδη δὲ κολάσεων διὰ τῶν προσηγοριῶν σημαίνεται καὶ τῶν περὶ Χριστοῦ προφητευομένων192 in vol. 1
5ἐκβάσεως τετυχηκότων. ὁ θεὸς εὐθὺς οὐρανόθεν βροντᾷ, ἤτοι διὰ τῆς μεγαλοφωνίας τῶν πληρουμένων λόγων ὑπὸ Ἰησοῦ, ἢ τῷ ἑκάστῃ διανοίᾳ ἐμβάλλειν θεολογίας ὑψολητάτους λόγους τὸν θεὸν περὶ τοῦ μονογενοῦς υἱοῦ, μόνον οὐχὶ τοῦτο κεκραγώς· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀλλὰ καὶ ἀποκαλύπτων τὸν υἱὸν αὐτοῦ φωνὴν δίδωσιν ὁ ὕψιστος
10τοῖς ὑψηλῶς περὶ Χριστοῦ διαλαβοῦσιν, ὅτε οὐχ αἷμα καὶ σὰρξ αὐτοῖς ἀπεκάλυψεν ἀλλ’ ὁ πατὴρ ὁ οὐράνιος τὸν ἴδιον υἱόν. ὥσπερ δὲ τοῖς παρεσκευασμένοις τὸν νοῦν πρὸς θεοπτίαν καὶ τὴν ἀκοὴν τοῦ ἔσω ἀνθρώπου διοίξασιν βροντᾷ ἐξ οὐρανοῦ ὁ κύριος καὶ ὁ ὕψιστος τὴν φωνὴν αὐτοῦ δίδωσιν, ἵν’ ὑπὸ τῆς οὐρανόθεν ἐρχομένης βροντῆς μετεωρισθέντες ἐκστῶσι μὲν τῶν
15γηΐνων, προσπελάσωσι δὲ τῷ οὐρανῷ, τὴν εἰκόνα τοῦ ἐπουρανίου φέροντες, καὶ τὰ ὑψηλὰ τῶν νοημάτων πρὸς τοῦ ὑψίστου διδόμενα λάβωσιν· οὕτω τοῖς ἐναντίως διακειμένοις ἐξαποστέλλει βέλη ὁ κύριος ἱκανῶς ἔχοντα συνταράξαι τοὺς πρότερον περὶ τὸ κακὸν ὁμονοοῦντας. βέλη δὲ νῦν λέγει τοὺς προαναφωνοῦντας τὰς κολάσεις λόγους· ἱκαναὶ γὰρ αἱ ἀπειλαὶ ἐκταράξαι καὶ
20θορυβῆσαι τὴν ψυχήν, ὅτ’ ἂν δὲ καὶ τὰς μετ’ αἰνιγμάτων λεγομένας ἀπειλὰς σαφηνίσῃ καὶ φωτίσῃ ἀστραπῶν δίκην, τοὺς ὑπὸ τῶν βελῶν τῶν προειρημένων σκορπισθέντας συνταράξει. οἱ γὰρ σκορπιζόμενοι τὴν πρὸς τὸ κακὸν συμφωνίαν ἀποβάλλουσιν ὡς ἐν ταράχῳ καὶ συγχύσει γενόμενοι.

118

(n)

Ps 17,16a
1 Τῶν προειρημένων ἁπάντων συμβεβηκότων, ὀφθήσονται αἱ πηγαὶ τῶν ὑδάτων. καὶ εἰ μὲν πηγάς τις λέγοι ὑδάτων τὰς ἐνεσπαρμένας ἡμῖν περὶ θεοῦ καὶ τῶν καλῶν ἐννοίας, ὀφθήσεσθαι ταύτας ἐρεῖ ἀναστελλομένης τῆς ἐπικειμένης τῇ ψυχῇ ἀγνοίας καὶ κακίας. αὗται γὰρ περιαιρεθεῖσαι οὐκ ἔτι
5κρύψουσιν τὰς ἐν ἡμῖν πηγὰς τῶν ἀγαθῶν. εἰ δὲ καὶ πᾶσαν θεόπνευστον γραφὴν πνευματικὴν ὑπὸ ἀσαφείας κεκαλυμμένην πηγὰς ἐρεῖ ὀφθησομένας, ἐπίστησον· ὅτ’ ἂν οὖν ἐπιστρεψάντων ἡμῶν πρὸς κύριον περιαιρεθῇ τὸ τῆς ἀγνοίας καὶ ἀσαφείας κάλυμμα, ὀφθήσονται αἱ ἐγκείμεναι τῶν ὑδάτων πηγαὶ ὡς εὐκόλως ἀφ’ ἑκάστης ἀρύεσθαι κατὰ τὸ Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης
10ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. τοῦτο γὰρ τὸ ὕδωρ εὐφρασίας ἐστὶν παρεκτικὸν οὐσῶν σωτηρίου πηγῶν, αἳ ἀπενεμήθησαν τῷ διορατικῷ καὶ νῦν ὁρᾶν τὸν θεὸν ἔχοντι γένει κατὰ τὸ Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν, Ἰσραήλ.193 in vol. 1

119

(n)

Ps 17,16bc
1 Τῆς οἰκουμένης ἐποικοδομήσης δι’ ὧν πράττει καὶ λέγει καὶ νοεῖ θεμελίοις τισὶν προκαταβεβλημένοις, οὐκ ἂν ἁμάρτοις τὰς ἕξεις καὶ διαθέσεις θεμέλια λέγων τῆς οἰκουμένης· ὅτ’ ἂν διασκορπίσῃ τοὺς φαύλους τοῖς βέλεσιν αὐτοῦ καὶ συνταράξῃ ἐκλάμψει τῶν ἀστραπῶν αὐτοῦ, τῶν κρυπτῶν τῶν ἀνθρώπων
5φανερῶν γινομένων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰ θεμέλια τῆς οἰκουμένης, ἀνακαλύψει βαθέα ἐκ σκότους ἀπὸ τῆς ἐπιτιμήσεως τῆς οἰκουμένης ὑπ’ αὐτοῦ κατὰ πάντων. εἰ δὲ καὶ θεμέλια οἰκουμένης λέγει τις τοὺς θείους ἄνδρας διὰ τὸ εὔτονον τοῦ βίου καὶ τὴν στερρότητα τῆς ἀρετῆς ἐφ’ οἷς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι,
10ἀνακαλύπτεσθαι καὶ τούτους τοὺς θεμελίους συμβήσεται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν ἁμαρτανόντων. τῆς γὰρ κολάσεως τούτων μὴ ἁπτομένης τῶν θεμελίων φανέρωσις καὶ ἀνακάλυψις αὐτῶν ἔσται.

120

(n)

Ps 17,16d
1 Οὐ παραυτὰ τοῖς ἁμαρτάνουσιν θεὸς ἐπαφεῖ τὰς τιμωρίας. εἰ γὰρ τοῦτο ἐγίνετο, τὸ πᾶν ἄρδην ἀπώλλυτο. ἀλλ’ ἀγαθότητι καὶ φιλανθρωπίᾳ πολλῇ, ἑκάστοτε πλήθους ἁμαρτημάτων γινομένου, οὐ καθ’ ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει. καὶ τοῦτό ἐστιν τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς ἑαυτοῦ διὰ τὸ
5προαναφωνεῖν τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς
θλίψεως αὐτῶν.194 in vol. 1

121

(n)

Ps 17,17—19a
1 Ἐξ ὑδάτων πολλῶν, ἤτοι τῶν ταραχωδῶν καὶ ἁλμυρῶν πραγμάτων τοῦ βίου τροπικῶς θαλάττης ὀνομαζομένων ἢ ἀντικειμένων δυνάμεων συγκεχυμένων καὶ τεταραγμένων· ἐπίστησον δὲ εἰ καὶ δόγματα τῆς ἀθεότητος ὕδωρ ἐστὶν πολὺ οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. δυνατοὺς δὲ ἐχθροὺς ἐξ
5ὧν ῥύεται ὁ θεὸς τοὺς ἀοράτους ῥητέον, τάχα δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς ἀνθρώπους καὶ τοὺς ἀπατᾶν προτιθεμένους διὰ ψευδωνύμου γνώσεως, ὅτ’ ἂν δεινοὶ περὶ σοφιστείαν ὦσιν. οὐχ ἁμάρτοι δέ τις καὶ τοὺς ἰδίους λογισμούς, ὅτ’ ἂν δυσαρεστῶνται τῇ προνοίᾳ ἢ καὶ περὶ ἄλλην ἀσέβειαν ἐπανέχωσιν, ἐχθροὺς δυνατοὺς λέγων, καὶ ῥυσθῆναι ἐκ τῶν μισούντων, ὅτ’ ἂν ὑπὲρ αὐτὸν
10κραταιωθῶσιν, ἀξιοῖ, μισούντων δὲ μάτην· οὐδὲ εἷς γὰρ διὰ τὸ φαῦλος εἶναι μισούμενος παρρησιάσεται πρὸς θεὸν ταύτην τὴν εὐχὴν εἰπεῖν, ἀλλ’ ὅτ’ ἂν διὰ Χριστὸν καὶ τὸν ὀρθὸν βίον μισῆται παρὰ τῶν ἁμαρτωλῶν τῶν τὴν θεοσέβειαν βδελυττομένων· ἔλεγχον γὰρ τῆς ἑαυτῶν πολιτείας ἡγοῦνται τὴν τοῦ δικαίου ἀναστροφήν. οὗτοι δὲ οἱ μισητικῶς πρὸς τὸν δίκαιον ἔχοντες τότε μάλιστα
15ἐπιτίθενται, ὅτ’ ἂν κακώσεως καιρὸς ἐνστῇ. τὸ γὰρ κρίμα τῆς προνοίας ἀγνοοῦντες οὐ δι’ ἄλλο τι ἢ δι’ ἁμαρτίας θλίβεσθαι τὸν δίκαιον ὑπολαμβάνουσιν ὡς οἱ διαλεγόμενοι τῷ Ἰώβ. τοῦ γὰρ θεοῦ θλίψεσιν αὐτὸν ὑποβαλόντος ὅπως ἀναδειχθῇ δίκαιος, ἔφασκον ἐκεῖνοι ἀσεβείας καὶ ἁμαρτίας χάριν τούτοις περιπεπτωκέναι τὸν ἄνδρα· ἀλλὰ καὶ κατὰ τοῦ πταίοντος ἰσχυροὶ πάντες οἱ
20ἀλιτήριοι δαίμονες καὶ ὁ διάβολος, ὡς νοεῖσθαι νῦν κάκωσιν τὴν ἁμαρτίαν.

122

(n)

Ps 17,19b
1 Ἐν ἡμέρᾳ γὰρ κακώσεως ὅτ’ ἄν τις πρὸς τὸν θεὸν καταφύγῃ ἕξει αὐτὸν ἀντιστήριγμα αὐτοῦ γινόμενον, τουτέστιν ἀντιστηρίζοντα αὐτὸν ἵνα μὴ κλονηθεὶς καταπέσῃ. καὶ περὶ τῆς τελείας γοῦν ψυχῆς ἀντιστήριγμα τὸν θεὸν λόγον ἐχούσης θαυμαστικῶς οἱ ἀποδεχόμενοι τὴν ἀνάβασιν καὶ λάμπρυνσιν
5αὐτῆς φάσκουσιν· Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη
ἐπὶ τὸν ἀδελφὸν αὐτῆς;195 in vol. 1

123

(n)

Ps 17,20a
1 Ἀντιστήριγμα γὰρ ὁ κύριος γινόμενός τινι ἐξάγει αὐτὸν ἐκ τῆς στενότητος τῶν θλιβερῶν, πλατυσμὸν αὐτῷ δωρούμενος κατὰ τὸ Ἐν θλίψει ἐπλάτυνάς μοι. ἐν θλίψει δὲ πλατύνεταί τις οὐκ ἔξω τῆς θλίψεως πάντως γινόμενος ἀλλὰ γενναίως καὶ εὐλαβῶς πρὸς αὐτὴν τεταμένος.

124

(n)

Ps 17,20b—21
1 〈Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με〉, κἂν ὅτι μάλιστα πλείστην ἔχωσι δύναμιν· ἠθέλησεν γάρ με πάντα τὰ θελήματα αὐτοῦ ποιοῦντα. Πάνυ γε καθαροῦ καὶ τελείου ἡ παρρησία, μηδὲν κἂν τὸ βραχύτατον
5καταγινώσκοντος ἑαυτοῦ, ὅθεν οἱ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι θέλοντες καὶ ταύτην τὴν λέξιν προσάπτουσιν αὐτῷ πεπειραμένῳ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. δικαιοσύνην δὲ τὴν καθόλου πρακτικὴν ἀρετὴν λέγει, καθαριότητα δὲ χειρῶν τὰς πρακτικὰς ἐνεργείας καθαρὰς καὶ ἀμολύντους γινομένας τῷ ἀπὸ βελτίστης ἕξεως
10ἐπιτελεῖσθαι· πολλαχοῦ γὰρ τὰς χεῖρας ἐπὶ τῶν πρακτικῶν δυνάμεων λεγομένας ἔστιν εὑρεῖν.

125

(n)

Ps 17,22
1 Ταῦτα δὲ οὐκ ἀλαζονικῶς φησιν, ὥς τινες οἴονται, ἀλλ’ ἀνατιθεὶς τῷ θεῷ τὴν αἰτίαν τῶν κατορθωμάτων. φυλάσσει δὲ τὰς ὁδοὺς κυρίου ὁ ταῖς ἐντολαῖς αὐτοῦ πορευόμενος, καὶ οὐκ ἀσεβεῖ ἀπὸ τοῦ θεοῦ ἑαυτοῦ ὁ ὀρθῶς περὶ τῶν τῆς ἀληθείας δογμάτων διειληφώς, ἀμέμπτως περὶ θεοῦ ἐννοῶν καὶ ἁγίως περὶ
5Χριστοῦ διαλαμβάνων καὶ εὐσεβῶς περὶ τοῦ ἁγίου πνεύματος ἐνθυμούμενος
καὶ περὶ τῶν ἄλλων δογμάτων ὃν δεῖ τρόπον δοξάζων.196 in vol. 1

126

(n)

Ps 17,23a
1 Εἰ γὰρ καὶ ἀνεξεύρητα τὰ κρίματα αὐτοῦ καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ’ οὖν δυνατὸν ἐνώπιον αὐτὰ ἔχοντα μὴ δυσαρεστεῖσθαι τῇ προνοίᾳ μηδὲ ἀσεβεῖν εἰς τὸν προνοούμενον. εἰ γὰρ καὶ μὴ καταλαμβάνωμεν ἀλλά γε διατεθέντες ὅτι θεοῦ κρίσει ταῦτα ἐπιτελεῖται, εὐαρεστούμεθα αὐτοῖς.
5καὶ αὐτὸ δὲ τὸ ὄνομα τὸ Κρίματα τὴν ὀρθότητα τῆς διοικήσεως σημαίνει· ἐμπεριέχεται γὰρ καὶ συνεξακούεται τῷ κατὰ δικαιοσύνην γεγονέναι, τῶν παρὰ τὸ ὀρθὸν ἐπιτελουμένων κριμάτων αὐτὸ τοῦτο ἀδίκων καὶ διεστραμμένων. Ἕνεκεν γὰρ τούτου, φησίν, ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.

127

(n)

Ps 17,23b
1 Τῶν τοῦ θεοῦ, φησίν, δικαιωμάτων ἀντέχομαι· ἀναχωροῦσι γὰρ ἐκείνων τῶν μὴ περιεχομένων αὐτῶν. δικαιώματα δὲ ῥητέον τὰ κατ’ ἰσότητα καὶ δικαιοσύνην νενομοθετημένα, ὡς τὸ Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, καὶ τὰ ἑξῆς. τούτων γὰρ ἁπάντων προτέτακται Καὶ ταῦτα τὰ δικαιώματα ἃ παραθήσεις,
5καὶ τὰ ἑξῆς. δύναται δὲ τὰ ἅμα τοῖς δικαιώμασιν ὠνομασμένα κρίματα σημαίνειν τοὺς δεδοκιμασμένους καὶ ἐξητασμένους τοῦ θεοῦ λόγους· οὗτοι γὰρ διὰ τὸ μὴ ἐλέγχεσθαι ἢ ἀνατρέπεσθαι κεκριμένοι ὄντες κρίματα εἴρηνται· ταύτῃ γὰρ καὶ οἱ λογισμοὶ τῶν δικαίων κρίματα, τουτέστιν ἠκριβωμένοι καὶ δεδοκιμασμένοι, καὶ αὐτὸ τοῦτο κανόσιν ἐοικότες.

128

(n)

Ps 17,24a
1Τάχα οἱ μὴ διὰ θεὸν ἀλλὰ διὰ δόξαν ἢ ἕτερόν τι τὸ ἄμωμον ἔχοντες καὶ
ἀναμάρτητον ἄμωμοι μὲν εἶναι δύνανται, οὐ μὴν μετὰ θεοῦ· οἱ δὲ διὰ θεόν τ’ ἀγαθὸν καὶ μὴ ἄλλου του χάριν ἀσπασάμενοι μετὰ θεοῦ εἰσιν ἄμωμοι· αὕτη γὰρ ἡ πρὸς θεὸν ἕνωσις ἀμώμους καὶ ἀγαθοὺς φυλάττει. οἱ δὲ ἀποζευγνύμενοι197 in vol. 1
5καὶ χωριζόμενοι θεοῦ μωμητοὶ εὐθὺς γίνονται, τεκνὰ μωμητὰ διὰ τὸ ἁμαρτεῖν γινόμενα.

129

(n)

Ps 17,24b
1 Ὁ τὰ προειρημένα πάντα κατορθώσας, πῶς ἰδίαν αὐτοῦ ἀνομίαν λέγει; ἐπιστήσεις μήποτ’ οὖν ὃ βούλεται λέγειν ἐστὶν τοῦτο· Ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἔγκειται ἐπιμελῶς ἐκ νεότητος, ὡς ἐπιρρεπῶς ἔχειν πρὸς τὸ ἁμαρτάνειν ἡδονῇ θελγόμενος. ὁ οὖν τῷ νόμῳ τοῦ θεοῦ ἑαυτὸν ἐπιδεδωκὼς
5φυλάττεται ἀπὸ τῆς ἐνσκιρωσάσης τῶν ἀνθρώπων ἀνομίας. τάχα δὲ καὶ τὸ λεγόμενον ἐν ἡμῖν τῆς σαρκὸς φρόνημα, ἔχθρα ὂν πρὸς θεὸν καὶ τῷ νόμῳ αὐτοῦ μὴ ὑποταττόμενον, ἀνομία τοῦ ἀνθρώπου ἐστίν, ἀφ’ ἧς φυλάττεταί τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν καὶ ἀπεχόμενος τῶν τῆς σαρκὸς ἔργων.

130

(n)

Ps 17,25
1 Δικαιοσύνην ἐνταῦθα καλεῖ τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ συνισταμένην. Δικαιοσύνη γὰρ θεοῦ πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τῷ γὰρ ὀρθῶς πιστεύοντι Ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. συζύγως δὲ καθαριότητα χειρῶν ἐρεῖς τὰ λαμπρῶς καὶ ἀμολύντως ἐνεργούμενα τῆς
5πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν.198 in vol. 1

131

(n)

Ps 17,26—28
1 Ἀθρόας μεταβολῆς προσώπου γεγενημένης, ἐρεῖ τις πρὸς τὸν θεὸν τοὺς προκειμένους στίχους λέγεσθαι διὰ τὰ ἑπόμενα· οὐκ ἄλλῳ γὰρ ἐρεῖ τὸ Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις, ἢ τῷ θεῷ. ἄλλος δὲ λέξει μὴ πρὸς τὸν θεὸν ἀλλὰ πρὸς ἄνθρωπον ταῦτα λέγεσθαι τῷ
5τὸν ὁσίοις συνδιατρίβοντα μιμεῖσθαι ἐκείνων τὴν ἀρετήν, τὸν δὲ σὺν φαύλοις ὄντα διαστροφὴν ὑφίστασθαι, ᾗ φησιν ἡ θεία τῶν Παροιμιῶν γραφή· Ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσιν γνωσθήσεται. ἑρμηνεύσεις οὕτως· Μετὰ τοῦ ὁσίου, ὦ δέσποτα, ὁσιωθήσῃ, παρέχων αὐτῷ τὴν ἐκ σοῦ χορηγουμένην ὁσιότητα ἵνα τελειωθέντα κατ’
10αὐτὴν εἰς τὴν ἁρμόζουσαν ἐπαγγελίαν εἰσάξῃς, καὶ τὰ ἄλλα ἀκολούθως τῷ πρὸ αὐτοῦ. Εὖ δέ φησιν καὶ τὸ εἰπεῖν Διαστρέψεις· δυναμένου γὰρ εἰπεῖν Μετὰ στρεβλοῦ διαστρέφῃ, τοῦτο μὲν οὐκ εἴρηκεν ἀλλὰ Διαστρέψεις. τὴν γὰρ πρὸς τὰ φαῦλα πορείαν κωλύων ὁ θεὸς διαστρέφει τὸν ἔπειτα κατατρέχοντα,
15φράσσων τὴν ὁδὸν αὐτοῦ ἐν σκώλοψιν καὶ τὰς τρίβους αὐτοῦ ἀνοικοδομῶν· ἀρχὴ γὰρ εὐεργεσίας τὸ κωλύεσθαι τῶν κακῶν. Ὁ δὲ ἐπ’ ἀνθρώπου ἐξειλῆφθαι βουλόμενος ἐρεῖ τὸν συνόντα ὁσίῳ ἄνδρα ἐκ τῶν πραττομένων ὁσίων ὁσιοῦσθαι, ὡς Ἐλισσαιὲ μετὰ τοῦ Ἡλία καὶ Τιμόθεος μετὰ τοῦ Παύλου· καὶ ὁ σὺν τῷ ἀθῴῳ σπεύδων εἶναι, τὴν ἐκείνου
20ἀρετὴν σπασάμενος, ἀθῷος ἔσται. ὁμοίως δὲ καὶ ὁ ἀνδρὶ ἐκλεκτῷ συνδιατρίβων καὶ ὁ στρεβλῷ δὲ συνὼν κατὰ τὸ ἐθέλειν αὐτῷ ἐξομοιοῦσθαι διαστρέψει ἑαυτοῦ τὸν βίον. ὁ δὲ οὕτως τοὺς στίχους σαφηνίσας μεταβαλεῖ πρὸς τὸν θεὸν τὸ πρόσωπον ἀπὸ τοῦ Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις.

132

(n)

Ps 17,29
1 Τὸ δεκτικὸν φωτὸς τῆς ψυχῆς μόριον ἤτοι δύναμις, τουτέστιν ὁ νοῦς ὃ καὶ λογιστικόν τινες καλοῦσιν, λύχνος αὐτῆς εἶναι λέγεται, οὐκ ὢν αὐτὸς κατ’
οὐσίαν φῶς ἀλλὰ φωτὸς δεκτικός. τὸ δὲ σκότος αὐτῆς τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν ἐστιν. ὅτ’ ἂν οὖν ὁ νοῦς φωτισθῇ ὑπὸ τοῦ κυρίου μεταδόντος199 in vol. 1
5αὐτῷ τῶν ἰδίων αὐγῶν, τὸ τηνικάδε καὶ τὰ τῆς ψυχῆς ἄλογα κινήματα φωτίζεται ἐπιστημονικῶς ἐπιτελούμενα, οὐχ ὅτι ἐξ αὐτῶν τὰ ἄλογα μετέχει φωτὸς (ἐπιστήμης γὰρ ἀνεπίδεκτα) ἀλλ’ ὅτι ὑπὸ νοῦ πεφωτισμένου ὑπὸ ἐπιστήμης καὶ ἀρετῆς ὃν δεῖ τρόπον ἄγονται. ὅτ’ ἂν οὖν ὑπὸ τοῦ κυρίου φωτισθῇ ὁ νοῦς ὃς εἴρηται λύχνος, ἀναγκαίως ἀκολουθήσει καὶ τὸ φωτισθῆναι
10τὸ εἰρημένον ἡμῶν σκότος. εἰ δὲ τὸ ἐν ἡμῖν πεφυκὸς φωτίζεσθαι, τουτέστιν ὁ νοῦς, δι’ ἄγνοιαν καὶ ἀνεπιστημοσύνην σκότος εἴη, πολλῷ πλέον αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις, οὐκ ἔχουσαι πεφωτισμένον ἡγεμόνα, ἐπιτεταμένον εἶεν σκότος. καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ σωτήρ· Εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστίν, τὸ σκότος πόσον; εἰ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, τουτέστιν ὁ νοῦς, ὀφείλων
15εἶναι λύχνος ἐστέρηται φωτός, πολλῷ πλέον τὸ ἄλλο, ἵν’ οὕτως εἴπω, σῶμα τῆς ψυχῆς σκότος ὑπάρχει, σῶμα δὲ οὐχ ὃ περίκειται ἀνθρώπινον ἀλλὰ τὸ κατὰ τὴν ἄλογον σύστασιν αὐτῆς τυγχάνον. Τάχα δὲ καὶ οἱ τὴν γνῶσιν τῆς ἀληθείας πεφωτισμένοι ἐξημμένον ἔχουσι τὸν λύχνον, τοῦ κυρίου αὐτοῖς τοῦτο δεδωκότος· τὰς δὲ πράξεις κατ’ ὀρθὸν
20ἄγοντες ἐκ τοῦ πεφωτίσθαι τὸν νοῦν καὶ τὸ σκότος αὐτῶν ἔχουσιν φωτιζόμενον. οὐχ ἥκιστα δὲ καὶ τοῦτο ῥηθείη. οἱ θεωρίαν ἐπιστημονικὴν περὶ τῶν νοητῶν καὶ ἀοράτων πραγμάτων ἐσχηκότες πεφωτισμένον ὑπὸ κυρίου ἔχουσι λύχνον, ἀλλὰ καὶ περὶ τῶν αἰσθητῶν εὖ μάλα κατὰ τὴν γνώμην διακείμενοι τὴν αἴσθησιν φωτεινῶς ἀντιλαμβανομένην τῶν πραγμάτων
25ἔχουσιν, ἥτις σκότος ἐστὶν τῷ μὴ πεφυκέναι καθ’ ἑαυτὴν φωτίζεσθαι τουτέστιν ἐπιστήμην δέχεσθαι· ἦ γὰρ ἂν καὶ τὰ ἄλογα ἐπιστήμην ἐδέχοντο αἴσθησιν ἔχοντα;

133

(n)

Ps 17,30
1 Οὐκ ἄλλως ῥυσθῆναι δυνατὸν ἀπὸ τῶν περιεστηκότων πραγμάτων πικρῶν ἢ ἐν θεῷ γινόμενον· ἐν θεῷ δέ τις γίνεται μετέχων αὐτοῦ. ὡς γὰρ ἐκ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γεγενημένος, οὕτως ἐν θεῷ τις σπεύδων εἶναι ῥυσθήσεται ἀπὸ πειρατηρίου, εἰς πειρασμὸν μὴ εἰσερχόμενος οὐ τῷ ἐκτὸς
5πειρασμοῦ γενέσθαι ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσιν αὐτοῦ. διὰ τοῦτο γὰρ καὶ ὁ ὁμολογῶν Ἰησοῦν ἔμπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ ἐστιν· Πᾶς γὰρ ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν
αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὁμολογεῖ τις γὰρ Ἰησοῦν μετέχων αὐτοῦ, καὶ ὁμολογεῖται ὑπὸ τοῦ θεοῦ ἐν αὐτῷ τυγχάνων.200 in vol. 1
10διατειχίζει δὲ ἡμᾶς ἀπὸ τοῦ θεοῦ τὸ πλῆθος τῶν πρὸς ἡμῶν παραλόγως πραττομένων καὶ διΐστησιν, ᾗ φησιν ὁ προφήτης· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου ῥύσασθαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ. καὶ ὅτ’ ἂν οὖν ἐν θεῷ τις γένηται κολλώμενος αὐτῷ καὶ ἓν πρὸς αὐτὸν γινόμενος, ὑπερβαίνει τὸ τῶν
15ἁμαρτημάτων τεῖχος εἰς νῶτον καὶ ὀπίσω αὐτὰ ῥίπτων, ἵνα μὴ ὑπὸ μηδενὸς διειργόμενος τοῦ θεοῦ προσβάλῃ αὐτῷ πρόσωπον πρὸς πρόσωπον. Τάχα δὲ καὶ ὁ τῶν σωματικῶν καὶ αἰσθητῶν ὄγκος, χωρῶν μεταξὺ τῆς νοήσεως ἡμῶν καὶ τοῦ θεοῦ, διαζεύγνυσιν ἡμᾶς αὐτοῦ. ὅτ’ ἂν οὖν ἐπιστημονικῶς κατὰ τὸ δυνατὸν τῇ περὶ θεοῦ ἐννοίᾳ ἀνωτέρω πάντων
20σωμάτων καὶ αἰσθήσεως αὐτὸν καταλάβωμεν ἑνωθῆναι αὐτῷ γλιχόμενοι, ἀναχωροῦμεν τῶν αἰσθητῶν καὶ σωμάτων ὡς ὑπερπηδῆσαι τὸν κόσμον καὶ τὰ ὁρατὰ πάντα, ἵν’ οὕτω τῷ θεῷ παραστῆναι δυνηθῶμεν.

134

(n)

Ps 17,31
1 Ὁ ἡμέτερος θεὸς ἄμωμον ἔχει τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδόν. αὕτη δέ ἐστιν ἡ ἀρετή, ἣν ὁδεύοντες διὰ μελέτης καὶ ἀσκήσεως ἄμωμοι ἀποδειχθησόμεθα πρὸς αὐτὸν ἐρχόμενοι. μάλιστα δὲ ἄμωμος εἴη ὁδὸς θεοῦ ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. διὰ ταύτης γὰρ τῆς ὁδοῦ
5πρὸς τὸν πατέρα ἐλθεῖν ἔστιν. Τὸ λόγιον κυρίου πεπυρωμένον, τῷ ἄδολον καὶ καθαρὸν εἶναι, ἢ τῷ πῦρ εἶναι θερμαῖνον τοὺς μετέχοντας ἀναλίσκειν τὴν τῆς ὕλης ἀχυρμίαν. Ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν. Οἱ ἐπιγνώμονες τῆς προσούσης αὐτοῖς ἀσθενείας, ὅτ’ ἂν ἰσχυροτέρους φωράσωσι τοὺς
10προσπολεμοῦντας, ἐπὶ θεὸν τὴν ἐλπίδα ῥίψαντες ὑπέρμαχον ἔχειν αὐτὸν ἀξιοῦσι, Πολέμησον, λέγοντες, τοὺς πολεμοῦντάς με. καὶ οὕτως θεὸς τῇ ἑαυτοῦ
ἀσπίδι ὑπερμαχεῖ αὐτῶν κατὰ τὸ Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.201 in vol. 1

135

(n)

Ps 17,32a
1 Οὐδεὶς γὰρ ἀληθῶς καὶ κυρίως θεὸς πλὴν τοῦ θεοῦ λόγου, ὃς καὶ μονογενὴς θεὸς εἴρηται διὰ τὸ μόνος εἶναι ὡς ὁ πατὴρ θεός. πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ θεοῦ λόγου θεοὶ κατασκευάζονται. ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. ὁ δέ γε σωτὴρ οὐ μετέχων θεότητος θεός
5ἐστιν, ποιητικὸς ὢν θεῶν.

136

(n)

Ps 17,32b
1 Εἰπὼν μηδένα θεὸν κυρίως εἶναι πλὴν τοῦ κυρίου λέγει μηδὲ θεὸν εἶναί τινα ὡς τὸν θεὸν ἡμῶν. οὐδεὶς γὰρ τῶν κατὰ μετοχὴν θεῶν ὡς ὁ κύριος Ἰησοῦς Χριστὸς εἶναι δύναται ἢ ὁ θεὸς ἡμῶν ὡς ὁ τοῦ μονογενοῦς πατήρ· Ἡμῖν γὰρ εἷς θεὸς ὁ πατὴρ καὶ εἷς κύριος Ἰησοῦς ὁ Χριστός. εἰ δὲ καὶ ἐκ παραλλήλου
5οἱ δύο στίχοι εἰρῆσθαι δύνανται, καὶ αὐτὸς ἐπιστήσεις.

137

(n)

Ps 17,33—34
1 Ἐνταῦθα Περιζωννύων με δύναμιν λέγεται. παρὰ δὲ Παύλῳ τὴν ἀλήθειαν περιζώννυνται οἱ τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδυσάμενοι, ἐξ οὗ συνάγεται τὴν ἀλήθειαν εἶναι τὸν Χριστὸν τὴν θεοῦ δύναμιν· φησὶν γὰρ ὁ σωτήρ· Ἐγώ εἰμι ἡ ἀλήθεια· ὁ δὲ Παῦλος· Χριστὸς θεοῦ δύναμις.
5 Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, τουτέστιν ἀπέδειξεν. τὸ γὰρ θεῖναι νῦν τὸ ἀποδεῖξαι σημαίνει, ὥσπερ καὶ τὸ Ὃν ἔθηκεν κληρονόμον πάντων. Καλῶς δ’ ἔχει καὶ ἀπὸ τούτου τοῦ στίχου ἐκ προσώπου Χριστοῦ τὸν ὅλον ψαλμὸν ἀπηγγέλθαι. ὁ ταῦτα δὲ λέγων, ἀναιρήσας τὰς ὀφιώδεις κακίας καὶ τὰς ἐνεργησάσας αὐτὰς πονηρὰς δυνάμεις, ὑπὸ θεοῦ τοὺς τοῦ ἔσω ἀνθρώπου
10πόδας (τουτέστιν τὰς πορευτικὰς δυνάμεις) κατηρτισμένους ἔχει, ἵνα δυνηθῇ εἰπεῖν Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ πληρώσας τὴν πορείαν ἐν τοῖς ὑψηλοῖς ἀκούσεται πρὸς τοῦ θεοῦ Σὺ δὲ αὐτὸς στῆθι μετ’ ἐμοῦ. καὶ τὸ ἑστάναι δ’ ἐν τοῖς ὑψηλοῖς οὐκ ἐξ ἑαυτοῦ τις ἀλλ’ ἐκ τοῦ θεοῦ ἔχει.202 in vol. 1

138

(n)

Ps 17,35a
1 Ὥσπερ τὰ ἄλλα καλά, οὕτω καὶ τὸ πολεμεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοῦ θεοῦ διδασκόμεθα. τὰς γὰρ χεῖρας τῆς ψυχῆς (λέγω δὴ τὰς δραστηρίους αὐτῆς δυνάμεις) τυποῖ, ὥστ’ ἐπιστημονικῶς κατέχειν τὴν νοητὴν ἀσπίδα καὶ τὴν μάχαιραν τοῦ πνεύματος καὶ ἄλλα ὅσα πνευματικὰ
5ἀμυντήρια καὶ τὸ πῶς χρῆσθαι δεῖ τοῖς τοιούτοις παιδεύων. ἀλλὰ γὰρ καὶ ὁ σωτήρ, ἄνθρωπος γενόμενος, ὑπὲρ ἡμῶν πολεμήσας ἐδίδαξεν ἡμᾶς κατα‐ παλαίειν καὶ καταπολεμεῖν τὴν ἀντικειμένην δύναμιν· καὶ εἰς εὐχὴν δέ φησιν τὰς χεῖρας ἐκτείνων· Περιγίνομαι τῶν δυσμενῶν.

139

(n)

Ps 17,35b
1 Συμβολικῶς βραχίονας ὀνομαζομένας χαλκοῦν ἔθετο τόξον, διὰ μὲν τοῦ χαλκοῦ τὸ ἄτρωτον ἢ εὔτονον παριστάς, διὰ δὲ τοῦ τόξου τὸ ἀπολύεσθαι βέλη ἀπὸ τῶν βραχιόνων τῶν ἡμετέρων τρῶσαι δυνάμενα τοὺς ἀντιτεταγμένους.

140

(n)

Ps 17,36
1 Πρὸς τούτοις ἅπασιν καὶ ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον.
Ἀλλὰ καὶ ἡ παιδεία σου, φησίν, ἀνώρθωσέν με εἰς τέλος, ἤτοι ἡ παιδευτικὴ διδασκαλία καὶ ἡ ἐπίπονος ἀγωγή. Εἰς τέλος δέ, τουτέστιν εἰς203 in vol. 1
5τελείαν ἀνάστασιν καὶ στάσιν με ἤγαγεν. ἡ γὰρ παιδεία σημαίνει τὴν παιδευτικὴν ὡς ἐν τῷ Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ καὶ τὴν ἐπίπονον διὰ τοῦ Μὴ ὀλιγώρει παιδείας κυρίου. αὕτη δὲ ἡ ἑκατέρως παιδεία σου διδάσκαλος τῶν καλῶν μοι γεγένηται.

141

(n)

Ps 17,38
1 Διὰ μυρίων συνεργηθεὶς ὑπὸ θεοῦ θάρσος ἀνέλαβεν καταδιῶξαι τοὺς ἐχθρούς· τῆς δὲ καταδιώξεως τέλος ἡ ἐκείνων εἰς τέλος ἔκλειψις. οὐ γὰρ κόπος οὔτε φόβος μοι ἐνεπόδισεν.

142

(n)

Ps 17,39a
1 Φειδόμενος τῶν ἐχθραινόντων ἐκθλίβει αὐτούς, ὅπως μὴ βέβαιοι καὶ ἀμετακίνητοι ἐν τῇ ἔχθρᾳ γένωνται. οὐ γὰρ ἀπολέσαι αὐτοὺς προελόμενος θλίψει περιβαλεῖ, ἀλλ’ ἵν’ αἰσθηθέντες οἷ κακῶν εἰσιν παύσωνται τῆς φιλέχθρου προαιρέσεως.

143

(n)

Ps 17,39b
1 Τὸ πεσεῖν τοῦς ἐχθροὺς ὑπὸ τοὺς πόδας τοῦ ἁγίου οὐκ ἄλλο τι σημαίνει ἢ ὑποταγὴν τῶν διαφόρων. ὡς γὰρ φαῦλον τὸ ἑστάναι ἐν τῇ χειρίστῃ ἕξει, ἀρχὴ σωτηρίας τὸ πεσεῖν ἀπ’ αὐτῆς. πεσὼν γάρ τις ἀπ’ αὐτῆς οὐκ ἔτι ἀντιτείνει,
ἀλλ’ εἴκει καὶ ὑποτάσσεται.204 in vol. 1

144

(n)

Ps 17,40b.41
1 Πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ συνεπόδισας, οὐκ ἐπιτρέπων αὐτοῖς ἔμπροσθεν τῆς κακίας ἐλαύνειν. κωλυθέντες γὰρ τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς ὑποκάτω μου γενήσονται, οὐκ ἔτι διάφορόν με λογιζόμενοι ἀλλ’ ἄρχοντα καὶ κεφαλὴν αὐτῶν, ἵν’ ἀντὶ μισούντων φιλοῦντες γένωνται· ᾗ γὰρ τοιοῦτοί εἰσιν,
5ἐξωλότρευσας· οὐ γὰρ τὴν οὐσίαν αὐτῶν ἀλλὰ τὸ συμβὰν αὐτοῖς ἐξολοτρεύει. πάνυ γὰρ ἁρμόζει τῇ ἀγαθότητι τοῦ θεοῦ τὸ κακὸν ἀφανίζειν ἀλλ’ οὐ τὴν οὐσίαν ᾗ συμβέβηκεν τοῦτο.

145

(n)

Ps 17,42
1 Φησὶν γὰρ πρός τινας· Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, τῷ τὰς χεῖρας ὑμῶν, τουτέστι τὰς πράξεις, φονικὰς καὶ πλήρεις αἵματος εἶναι.

146

(n)

Ps 17,43
1 Τούτους τοὺς περὶ ὧν ὁ λόγος παχυνθέντας τῷ τὰ ἐπίγεια φρονεῖν καὶ ὑλικοὺς γεγενημένους, φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ, λεπτυνῶ διὰ προτροπῶν, νουθεσιῶν, ἀπειλῶν, ἐπιπόνου ἀγωγῆς, ἵν’ ὡς χοῦς γεγενημένοι κατὰ πρόσωπον τοῦ θείου πνεύματος, ἀνέμου τροπικῶς ὀνομαζομένου, ἅπαν τὸ
5χοϊκὸν διαριφὲν ὑπ’ αὐτῶν ὑπὸ τῆς πνοῆς τοῦ πνεύματος καθαρὸν παντὸς χοῦ τὸ ὑποκείμενον αὐτῶν ἐάσῃ, ᾧ συμβεβήκει χοϊκῷ εἶναι. εἶεν δὲ καὶ ἑκουσίως ἐπὶ τοῦτο καλούμενοι, οἷς φησιν ὡς πρὸς ὅλην πόλιν ὁ κύριος· Ἐκτίναξαι τὸν χοῦν σου, Ἱερουσαλήμ. Αὐτοὺς δὲ τούτους καὶ ὡς πηλὸν πλατειῶν λεανεῖ, ἤτοι ὁ κύριος ἢ ὁ
10μιμητὴς αὐτοῦ δίκαιος. λεαινόμενος δὲ οὗτος ὁ πηλὸς δυνήσεται ἄγγος ὀστράκινον γενέσθαι, χρησιμεύων ἐν τῇ μεγάλῃ οἰκίᾳ ἐν ᾗ χρυσᾶ καὶ ἀργυρᾶ καὶ ξύλινα καὶ ὀστράκινα σκεύη ἐστίν· ἀλλ’ ἐπεὶ τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ εἰς τιμήν, τὰ δὲ ξύλινα καὶ ὀστράκινα εἰς ἀτιμίαν ἐστίν, ὁ ἐκκαθαίρων ἑαυτὸν ἀπὸ τούτων γίνεται σκεῦος τιμῆς ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς205 in vol. 1
15πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον, τοὺς ὄντας τέως πηλὸν πλατειῶν, τουτέστι βόρβορον ἡδονῶν καὶ ἐπιθυμιῶν, ἀπαλλάττων πάσης τραχύτητος τῆς ἀπὸ τῶν παθῶν. ὁ ταῦτα λέγων, ὁμαλότητα διὰ τοῦ λεαίνειν ἐμποιῶν αὐτοῖς, ἄρτι αὐτοὺς σκεύη ὀστράκινα ποιήσει, ἵν’ αὐθαιρέτῳ ὁρμῇ ἑαυτοὺς ἐκκαθάρωσιν ὡς εἰς τιμὴν σκεύη γεγενῆσθαι χρυσέα ἢ ἀργυρέα. ὡς γὰρ ἑαυτούς τινες ἐκ
20χρυσῶν καὶ ἀργυρῶν σκεύη ὀστράκινα γεγόνασιν (Υἱοὶ γὰρ Σιὼν οἱ τίμιοι ἐπηρμένοι ἀργυρίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεράμεως;), οὕτως ἐξ οἰκείας προαιρέσεως ἐξ ὀστρακίνων χρυσᾶ ἢ ἀργυρᾶ γενήσονται.

147

(n)

Ps 17,44—46
1 Διττοῦ δὲ τοῦ τῆς γνώσεως ὀνόματος σημαινομένου δηλοῖ ὁτὲ μὲν τὸ ἐπίστασθαι, ὁτὲ δὲ τὸ ἡνῶσθαι καὶ ἀνακεκρᾶσθαι τὸν γινώσκοντα τῷ γινωσκομένῳ. κατὰ τὸ πρότερον σημαινόμενον πάντας γινώσκει ὁ θεός, καὶ οὐ τοὺς σπουδαίους μόνους. πρὸς γὰρ τοὺς φαύλους ὁ σωτὴρ εἶπεν· Ὑμεῖς
5ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· καὶ ἐν τῷ προφήτῃ· Διότι ἔγνων πάσας τὰς ἁμαρτίας ὑμῶν. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον μόνους τοὺς δικαίους εἰδέναι λέγεται· Ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ, τοὺς δὲ φαύλους ἠγνόει. ᾗ φησιν πρὸς αὐτοὺς ὁ σωτήρ· Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων
10ὑμᾶς. καὶ ὁ ἀπὸ τῶν ἐθνῶν οὖν λαὸς μὴ γινωσκόμενος ὑπὸ τοῦ σωτῆρος, ὅτε εἴδωλα καὶ δαιμόνια ἐθεράπευεν καὶ τὴν ἄλλην ἅπασαν ἔπραττεν κακίαν, μεταβαλὼν διὰ μετανοίας δουλεύειν τῷ Χριστῷ προσελήλυθεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν Ὃν οὐκ ἔγνων. οὐ γὰρ εἶπεν· Λαὸς ὃν οὐ γινώσκω ἐδούλευσέν μοι. ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνεργῶν οὐ γινώσκεται· ὁ δὲ
15παυσάμενος τῶν ἁμαρτημάτων οὐκ ἐγνώσθη μὲν πρότερον, γινώσκεται δὲ νῦν. τούτοις συνᾴδει τὸ ἀποστολικὸν φάσκον· Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. ὅτε γὰρ ἠγνόουν θεόν, ἠγνοοῦντο ὑπ’ αὐτοῦ, γνόντες δὲ αὐτὸν ἐγνώσθησαν ὑπ’ αὐτοῦ.206 in vol. 1
20 Ἴσως δὲ δόξειέν τισιν παρέλκον εἶναι τὸ εἰρημένον Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι, τῷ πάντα τὸν ὑπακούοντα ὠτίῳ ὑπακούειν. οὐ παρελκόντως δὲ οὐδὲ περιττῶς πρόσκειται τὸ ὠτίον τῷ πάντα τὸν ὑπακούοντα, τῷ θεῷ μὴ ἀνθρωπίνῃ καὶ θνητῇ ἀκοῇ χρᾶσθαι ἀλλ’ ὠτίῳ θείῳ ἐκ προσθήκης τῷ ἔχοντι παραγινομένῳ· Προσέθηκεν γάρ μοι ὠτίον ἀκούειν.
25 Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ τὰ ἑξῆς. τῶν ἀγαθῶν ἀρχὴ καὶ πηγὴ τυγχάνων ὁ θεὸς πατὴρ γίνεται τῶν ἀγαθοεργούντων, καὶ ὅσον ἐν τῷ ποιεῖν τὰ δέοντα τυγχάνουσιν οὗτοι ἴδιοι υἱοὶ τοῦ θεοῦ μετέχοντες τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ. εἰ δὲ ἀπροσεκτήσαντες τῶν ἐναντίων μεθέξουσιν (ταῦτα δ’ ἐστὶν τὰ κακὰ), ἀλλοτριωθεῖεν θεοῦ, οἷς ἀκολουθήσει καὶ τὸ παλαιωθῆναι.
30κοινωνοῦντες γὰρ τῇ ἀρετῇ, λαμπρᾷ καὶ ἀμαράντῳ σοφίᾳ καὶ ἀγήρῳ, ἀεὶ νεάζοντες ἐτύγχανον, μεταπεσόντες δὲ εἰς τὴν κακίαν παλαιωθεῖεν ὑπὸ τῆς φθορᾶς αὐτῶν (ἵν’ οὕτως εἴπω) τριβακούμενοι. Καὶ ἔτι ἐπεὶ περὶ Ἰουδαίων ἐστὶν ὁ στίχος, οὗτοι δὲ παρακάθηνται τῇ παλαιότητι τοῦ γράμματος οὐδὲ κατὰ ποσὸν ἕπεσθαι τῇ καινότητι τοῦ
35πνεύματος ἀνεχόμενοι, Υἱοὶ ἀλλότριοι καὶ πεπαλαιωμένοι γεγένηνται· οὗτοι δὲ καὶ ἐπαμφοτερισταὶ καὶ δίψυχοι γεγενημένοι χωλεύειν ἀπὸ τῶν σφῶν τριβῶν λέγονται. τὸ γὰρ ἐπαμφοτερίζειν χωλεύειν Ἠλίας εἶπεν φάσκων· Ἕως πότε χωλανεῖτε ἐπαμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ τάχα πᾶς ὁ τὴν θείαν γραφὴν προσηκάμενος, μὴ ὡς δεῖ
40διανοούμενος αὐτήν, χωλεύειν ἐν αὐτῇ λέγεται τοῦ μὴ παραδεξαμένου αὐτήν, μήτε βαδίζοντος μήτε χωλεύοντος ἐν αὐτῇ.

148

(n)

Ps 17,47a
1 Λέγεται ζῆν ὁ θεός, οὐ ζωῆς μεταλαμβάνων ἀλλὰ ταύτην παρέχων. καὶ αὐτὸς γοῦν περὶ ἑαυτοῦ πολλάκις τὸ Ζῶ ἐγώ, λέγει κύριος, φησίν. ἀλλὰ καὶ ὁ σωτὴρ φάσκων Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν
πατέρα, παρίστησιν, ὅτι ζῇ οὐ κοινωνίᾳ ζωῆς· αὐτὸς γάρ ἐστιν ἡ ζωή, ἐξ οὗ207 in vol. 1
5συνάγεται ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν· εἰ γὰρ ζωὴ ὁ υἱὸς οὐ μετουσίᾳ ζωῆς ἀλλὰ ζωοποιῶν αὐτὸς τοὺς μετέχοντας αὐτοῦ, ζῇ δὲ καὶ ὁ πατὴρ χορηγῶν ζωὴν κατὰ τὰ αὐτὰ τῷ υἱῷ τῆς αὐτῆς ἐνεργείας ἀποδιδομένης πρὸς πατρὸς καὶ υἱοῦ, ἡ αὐτὴ εἴη πατρὸς καὶ υἱοῦ οὐσία. καὶ αὕτη δὲ ἡ λέξις τοῦτο παρίστησιν· Ζῶν, φησίν, ὁ πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, ὡσεὶ
10ἔλεγεν, διὰ τὸ τοιοῦτον ἔχειν πατέρα ὃς κατ’ οὐσίαν ζῇ καὶ αὐτὸς ζῶν ὑπάρχει. Αὐτὸς ὁ ζῶν θεὸς καὶ εὐλογητός ἐστιν, εὐλογήσας τοὺς ἁγίους ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. ῥηθείη ἂν εὐλογητὸς τῷ πᾶσαν εὐλογίαν περὶ αὐτὸν εἶναι. πᾶν γὰρ τὸ περὶ αὐτοῦ λεγόμενον καὶ φρονούμενον καὶ εὐλόγως λέγεται καὶ φρονεῖται.

149

(n)

Ps 17,47b
1 Ὁ τῆς σωτηρίας μου θεὸς ὑψοῦται, αἴσθησίν μου λαβόντος τοῦ μεγέθους αὐτοῦ· ὧν γὰρ μεγάλα τὰ ἔργα, καὶ αὐτοὶ μεγάλοι. ἐπεὶ οὖν ὑψηλὸν ἔργον ἡ σωτηρία τοῦ λογικοῦ ζῴου, ἀνάγκη ὑψηλὸν εἶναι τὸν ταύτης αἴτιον. Ὑψοῦται δὲ θεὸς οὐκ ἐκ ταπεινοῦ τόπου εἰς ὑψηλὸν μεταβάλλων, ἀλλ’
5ἡμῶν μεγάλα περὶ αὐτοῦ φρονεῖν διεγνωκότων.

150

(n)

Ps 17,50
1 Ἤτοι γὰρ εὐχαριστῶν ὑπὲρ τῆς τούτων προκοπῆς καὶ σωτηρίας ἐξομολογεῖται, ἢ τὰς ἁμαρτίας αὐτῶν εἰς ἑαυτὸν ἀναδεξάμενος τῆς μετανοίας αὐτῶν πρεσβευτὴς γινόμενος· ἀμφότερα γὰρ σημαίνει ἡ Ἐξομολογήσομαί σοι φωνή. ἀλλὰ καὶ ψάλλει ἐν ὀνόματι τοῦ πατρὸς ὁ υἱός, πάντα ἐργαζόμενος
5κατὰ τὸ θέλημα τοῦ πατρός.208 in vol. 1

151

(n)

Ps 17,51a
1 Τὰς σωτηρίας τοῦ βασιλέως Χριστοῦ μεγαλύνων ὁ πατήρ, οὐχ ἃς αὐτὸς ὁ βασιλεὺς σῴζεται ἀλλ’ ἃς παρέχει τοῖς πρὸς αὐτοῦ σῳζομένοις. θεοῦ δ’ ἐστὶν ὁ βασιλεύς, οὐχ ὡς αὐτοῦ τοῦ θεοῦ βασιλεύων ἀλλὰ τῶν τῷ θεῷ ἀνακειμένων. καὶ γὰρ τὸν ἄρχοντα ὁτὲ μὲν τῶν ἀρχομένων εἶναι λέγομεν
5ὡς ἡγούμενον αὐτῶν, ὁτὲ δὲ τοῦ βασιλέως ἄρχοντα κατὰ τοὺς νόμους αὐτοῦ.

152

(n)

Ps 17,51bc
1 Ἔλεος ποιεῖ τῷ Χριστῷ, ἐλεῶν τοὺς ὑπὸ Χριστὸν ὑπὲρ ὧν ἱερᾶται καὶ ὧν βασιλεύει· ἱερέα καὶ βασιλέα σημαίνει ἡ Χριστὸς φωνή. Εἰ μὲν περὶ τοῦ Δαυὶδ τουτέστι παντὸς τοῦ ἱκανοῦ τῇ χειρὶ εἴη ἡ λέξις, δηλοῖ ἐλεοῦντα τὸν θεὸν τοὺς πρακτικοὺς ἄνδρας, ἱκανοὺς ὄντας ἐν ταῖς
5ἐνεργείαις, καὶ εἴ τινες σπέρμα αὐτῶν τυγχάνουσιν ἐκ διδασκαλίας καὶ μιμήσεως τοῦ σφῶν βίου· ὃν δὲ ποιεῖ τούτοις ἔλεον οὐ πρόσκαιρος καὶ πρὸς ὀλίγον ἐστὶν ἀλλ’ ἕως αἰῶνος. εἰ δὲ περὶ θεοῦ τοῦ ἀληθῶς Δαυὶδ ὁ λόγος (Ἀναστήσω γὰρ ὑμῖν ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυίδ), αἰώνιον ἔλεος αὐτῷ ποιεῖ καὶ τῷ σπέρματι αὐτοῦ τῷ τὸ χρῖσμα καὶ τὴν ἱερωσύνην αὐτοῦ
10ἀκατάλυτον εἶναι· τῆς γὰρ παλαιᾶς ἱερωσύνης μετατιθεμένης ἀπαράβατος ἡ Χριστοῦ ἱερωσύνη.

153

(n)

Ps 18,2
1 Οἱ οὐρανοὶ οὖν τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν· δόξα δὲ θεοῦ ἤτοι ὁ μονογενὴς κατὰ τὸ Τῆς δόξης ἀπαύγασμα, ἢ ἡ διάταξις καὶ ἡ ὑπεροχὴ τῆς βασιλείας αὐτοῦ κατὰ τὸ Καὶ ὀφθήσεται ἡ δόξα κυρίου. ταύτην οὖν διηγοῦνται ὑμνοῦσαι καὶ θεολογοῦσαι αἱ οἰκεῖαι τοῖς οὐρανοῖς δυνάμεις, ὁμωνύμως οἷς
5οἰκοῦσιν οὐρανοῖς ὀνομαζόμεναι κατὰ τὸν τῆς μετωνυμίας τρόπον. τὴν δὲ ποίησιν τῶν δραστηρίων θεοῦ δυνάμεων, χειρῶν αὐτοῦ ὀνομαζομένων, ἀναγγέλλει τὸ στερέωμα, οὐ τοσοῦτον λόγοις ἀλλ’ ἔργοις αὐτοῖς.209 in vol. 1

154

(n)

Ps 18,3—5b
1 Οἱ τὸν θεωρητικὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες· οὐρανοί εἰσιν διηγούμενοι τὴν προειρημένην θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ τῶν νοητῶν πραγμάτων. οἱ δὲ τὸν πρακτικὸν ἀποδεξάμενοι δι’ ὧν ἐπιτελοῦσιν ἔργων στερέωμα τυγχάνουσιν, τουτέστιν ἑδραῖοι καὶ
5ἀμετακίνητοι· ἀπαγγέλλουσιν τὴν ποίησιν τῶν τοῦ θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ θεοῦ ἔργα καὶ δι’ αὐτῶν βοῶντες ἔργα τε τυγχάνοντες θεοῦ. Ἀλλὰ καὶ ἡ ἡμέρα, τουτέστιν ἡ φωτεινὴ νόησις, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα ἐρεύγεται ῥῆμα, οἷον ἡ παλαιὰ γραφὴ διὰ τὸ φωτεινὴν εἶναι ἡμέρα ἐστίν· Ἐκάλεσεν γὰρ ὁ θεὸς τὸ φῶς ἡμέραν. αὕτη πληρωθεῖσα τῶν
10τοῦ πνεύματος τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προφέρεται ῥῆμα τῇ καινῇ διαθήκῃ· ἀλληγορικῶς καὶ αὕτη ἡμέρα ὀνομαζομένη. Ἡ δὲ νύξ, ἡ βαθυτάτη τῶν πραγμάτων διάληψις, γνῶσιν ἀπαγγέλλει ἑτέρᾳ τοιαύτῃ νυκτί. ὅτ’ ἂν γὰρ τὸ πνεῦμα τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ ἔχων τις ἐρευνᾷ τι τῶν βαθυτέρων τοῦ θεοῦ μυστηρίων, γνοὺς αὐτὸ ἐκ
15τούτου ἐπὶ τὰ ὁμοίως ἀσαφῆ μετέρχεται, κἀκείνων ἐπιστήμην ἕξει. Λαλιαὶ δέ εἰσιν αἱ προκατασκευάζουσαι καὶ προοδοποιοῦσαι τοῖς λόγοις, λόγοι δὲ ἔστωσαν οἱ τιθέμενοι τὰ πνευματικὰ διηγήματα καὶ τελείως τὰς πίστεις αὐτῶν ἀποδεικτικῶς ἐπιφέροντες. οὐκ εἰσὶν οὖν λαλιαὶ οὐδὲ λόγοι πρὸς ὑπακοὴν θεοῦ, Ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. διὰ τοῦτο γὰρ
20εἴρηνται ὑπὸ τοῦ κυρίου, ἵνα ἀκουσθῶσιν οἷς εἴρηνται· ὅθεν οὐδεὶς καταλείπεται λόγος ἀπολογίας τοῖς μὴ ποιοῦσιν μηδὲ φρονοῦσιν ἃ ὑφηγοῦνται αἱ φωναὶ τῶν προειρημένων λαλιῶν καὶ λόγων. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ τὰ ἑξῆς. ὅσοι τυγχάνουσιν γῆ ἐπιτηδείως πρὸς σπόρον ἔχοντες, οὗτοι χωροῦσι τὸν φθόγγον
25τῶν λαλιῶν καὶ λόγων, τουτέστιν τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς γραφῆς· οἱ δὲ ὑπερβεβηκότες τὴν τούτων κατάστασιν ὡς χρηματίσαι πέρατα
τῆς οἰκουμένης δέξονται τῶν λαλιῶν καὶ τῶν λόγων τὰ ῥήματα, σαφῶς περὶ πάντων παιδευόμενοι. ἀμέλει καὶ ὁ τῶν ἀποστόλων πρόκριτος οὐ φθόγγου Ἰησοῦ ἀλλὰ ῥημάτων ἀκούων Ῥήματα, ἔφη, ζωῆς αἰωνίου ἔχεις· καὶ αὐτὸς210 in vol. 1
30δὲ ὁ σωτήρ· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν. οἷς γὰρ ταῦτ’ ἔλεγεν ἀποστόλοις, οὐκέτι γῆ ἀλλὰ καὶ πέρατα οἰκουμένης ἦσαν.

155

(n)

Ps 18,5c—7
1 Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς νόμον σκήνωμα θεοῦ ἡ ἐκκλησία εἶναι δύναται, τεθεῖσα ἐν τῷ ἡλίῳ τουτέστιν ὅσον καὶ ὅπου ἥλιος φαίνει· συντρέχει γὰρ ταῖς ἡλιακαῖς αὐγαῖς ὁ εἰς πᾶσαν τὴν γῆν ἐξεληλυθὼς φθόγγος καὶ τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης φθάσαντα. δύναται δὲ καὶ ἕκαστος τῶν
5χωρούντων θεοῦ δόξαν, σκήνωμα αὐτοῦ ὀνομαζόμενος, ἐν τῷ ἡλίῳ τῆς δικαιοσύνης τουτέστιν Χριστῷ τεθεῖσθαι· τῶν γὰρ τοιούτων σκηνωμάτων κρηπὶς καὶ θεμέλιος τὸ φῶς τὸ ἀληθινόν. τάχα δὲ καὶ ἐπεὶ Φῶς τοῦ κόσμου καὶ Φῶς ἀληθινὸν καὶ Ἥλιος δικαιοσύνης ὁ σωτὴρ λέγεται, οὐχ οἷόν τε τούτου τοῦ φωτὸς νόησιν εἰληφέναι ἀγνοοῦντα τὸ αἰσθητὸν φῶς ὁ προσβαλὼν
10τῷ ὑπερέχοντι τῶν αἰσθητῶν. ἔστιν δὲ ὁ ἥλιος ἐκ τῆς τούτου νοήσεως φαντασίαν λαμβάνων τοῦ νοεροῦ φωτός, ὥσπερ οἰκοῦν τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ αἰσθητῷ ἡλίῳ εὑρήσει. οὐ γὰρ προσεκτέον τισὶν ἑτεροδόξοις λέγουσιν ὅτι μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁ σωτὴρ ἐν τῇ ἡλιακῇ σφαίρᾳ ἀπέθετο ὃ ἐφόρεσεν σῶμα φυλάττεσθαι μέχρι τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ
15παρουσίας. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ τὰ ἑξῆς. πρὸς τῇ λέξει νοήσεις κατὰ ἀναγωγήν, ὅτι ὁ ἥλιος τῆς δικαιοσύνης ἐκ παστοῦ τῶν κόλπων τῶν πατρικῶν ἐκπορευόμενος κατὰ τὸ Ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω, ἐκπορεύεται οἷα νυμφίος σύζυγον ἔχων τὴν λογικὴν φύσιν, τουτέστι τὴν
20ἔνδοξον ἐκκλησίαν· ᾗ φησιν ὁ Ἰωάννης· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν. ἑαυτὸν γὰρ κενώσας μορφὴν δούλου ἔλαβεν· γεγηθὼς καὶ ἀγαλλόμενος ἀνύει τὸν δρόμον τῆς οἰκονομίας ἧς ἑκουσίως ἀνεδέξατο, ἰσχυροτάτου γίγαντος τὴν ὁρμὴν ἀναλαμβάνων. οὗτος δὲ ἀπ’ ἄκρου τοῦ οὐρανοῦ τὴν ἀρχὴν τῆς ἐξόδου
ἔχων κατήντησεν εἰς ἄκρον τοῦ οὐρανοῦ, ἀναβαίνων ἐκεῖ ὅθεν καὶ τὴν ἀρχὴν211 in vol. 1
25ὥρμησεν. φησὶν γοῦν· Ἐὰν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἀλλὰ καὶ τὴν θέρμην αὐτοῦ οὐδεὶς οἷός τέ ἐστιν ἀποκρυβῆναι· τοῦ γὰρ πυρὸς οὗ ἐλήλυθεν βαλεῖν ἐπὶ τῆς γῆς πάντες μεταλαμβάνουσιν, ὥς τινας τῷ
30πνεύματι ζέοντας γενέσθαι.

156

(n)

Ps 18,8b—10
1 Ἡ τοῦ κυρίου μαρτυρία, ἣν μαρτυρεῖ τοῖς καλοῖς ἔργοις καὶ τῇ γνώσει τῆς ἀληθείας, πιστή ἐστιν· οὐκ ἀπὸ τοῦ πιστεύειν ἀλλ’ ἀπὸ τοῦ ἀξία εἶναι τοῦ πιστεύεσθαι κέκληται, ὥσπερ καὶ τὸ Πιστὸς ὁ λόγος ἀπὸ τοῦ ἀξιοπίστου εἴρηται καὶ περὶ αὐτοῦ δὲ τοῦ θεοῦ εἴρηται Ὁ θεὸς πιστὸς καὶ οὐκ ἔστιν
5ἀδικία ἐν αὐτῷ καὶ Πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητε. διὰ γὰρ τὸ ἀξιόχρεως καὶ τοῦ πιστεύεσθαι ἄξιος εἶναι οὕτως ὠνομάσθη, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἀμετάβλητον. Ἡ οὕτως γοῦν πιστὴ τοῦ κυρίου μαρτυρία σοφοὺς ποιεῖ τοὺς στραφέντας καὶ γενομένους ὡς τὰ παιδία κατὰ τὸ βούλημα Ἰησοῦ. σοφίζει δὲ καὶ τὰ
10ἀρτιγέννητα βρέφη, τὰ διὰ τοῦ εὐαγγελίου γεννηθέντα. τάχα δὲ κἀκείνους τοὺς νηπίους σοφίζει, τοὺς μὴ ἐντραφέντας ἀσκήσεσιν καὶ σὺν γυμνασίαις λόγων ἀνθρωπίνων ἀλλὰ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας. Τὰ δὲ δικαιώματα κυρίου πάσης σκολιότητος ἐκτὸς ὄντα εὐθεῖά ἐστιν, εὐθεῖς ποιοῦντα τοὺς παραδεχομένους αὐτά, ὥστε καὶ πᾶσαν λύπην
15ἀποβαλόντας ἐν εὐφροσύνῃ θείᾳ γενέσθαι τὴν ψυχήν. Ἁγνὸς δὲ εἴρηται ὁ τοῦ θεοῦ φόβος, οὐκ ὢν παθητικὸς οἷος ὁ ἐκβαλλόμενος ἀπὸ τῆς τελείας ἀγάπης ἀλλ’ εὐλαβείᾳ καὶ θείῳ σεβασμῷ ὁ αὐτὸς ὤν. οὗτος δὲ τοὺς προσηκαμένους ἁγνοὺς ἀπεργάζεται, ἀλλὰ καὶ παρεκτείνει μέχρι τοῦ μέλλοντος αἰῶνος, οὐκ ὢν πρόσκαιρος καὶ ὀλιγοχρόνιος.
20 Τὰ κρίματα τοῦ κυρίου ἀληθινά. ὁ πάντα [ὁ] κατὰ τὴν ἰδίαν ἀλήθειαν ἐπιτελῶν καὶ κρίνων ἀληθινῶς κρίνει· ᾗ φησιν ὁ ἀπόστολος· Οἴδαμεν γὰρ
ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. ἃ οὖν κατὰ ἀλήθειαν κρίνει ὁ θεός, κρίματά ἐστιν ἀληθινά—εἴρηται δὲ ἀληθινὰ πρὸς ἀντιδιαστολὴν ψευδῶν καὶ ἀδίκων κριμάτων. ταῦτα δὴ τὰ212 in vol. 1
25ἀληθινὰ κρίματα δεδικαιωμένα ἐστὶν ἐπὶ τὸ αὐτό, ὅτ’ ἂν ἅμα καὶ ἐπὶ τὸ αὐτὸ γένηται. τάχα γὰρ εἰ ἕκαστον καθ’ ἑαυτὸ θελήσοι τις ἰδεῖν, τὴν ἀληθότητα καὶ δικαιοσύνην αὐτοῦ τρανῶς οὐκ ὄψεται· ἤρτηνται γὰρ ἀλλήλων ὡς ἕκαστον τοῦ ἐχομένου μαρτυρεῖσθαι οἷόν ἐστιν.

157

(n)

Ps 18,11.12
1 Ταῦτα τὰ προτεθεωρημένα τῷ ἐπιμεληθέντι τῆς ἑαυτοῦ διανοίας ἐπιθυμητὰ ὑπὲρ τὰ παρὰ ἀνθρώποις τίμιά ἐστιν. ὁ γὰρ ἀποστήσας τὴν ἐπιθυμητικὴν ἑαυτοῦ δύναμιν ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων πόθῳ τῷ πρὸς τὸ ὄντως ἀγαθὸν πᾶσαν αὐτὴν ἀναλώσει εἰς τὰ ἀληθῶς ὀρεκτά, καὶ γλυκύτερα αὐτὰ αἰσθήσεται
5τῶν ὡς ἐν αἰσθητοῖς γλυκυτάτων κηρίου καὶ μέλιτος. οὐ γεύσει δὲ σωματικῇ ἀλλ’ αἰσθήσει θείᾳ ἀντιλήψεται τῆς γλυκύτητος τῶν προειρημένων. Ταῦτα δὴ φυλάξει ὁ τοῦ κυρίου δοῦλος. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· οὐ περὶ ἑαυτοῦ μόνου τοῦτο λέγων ἀλλὰ καὶ περὶ παντὸς δούλου κυρίου. Εἰ μὲν ἐπὶ τῇ φυλακῇ τούτων πρόσκαιρόν τι καὶ αἰσθητὸν ἀπηντᾷ, οὐκ ἦν
10ἀνταπόδοσις πολλή· ἐπειδὴ δὲ ὑπερκόσμιος καὶ ὑπερουράνιος ἡ ἐπὶ τῇ τούτων φυλακῇ ἀνταπόδοσις, ἀκόλουθον πολλὴν αὐτὴν εἶναι.

158

(n)

Ps 18,13—14a
1 Τὰς μὲν φανερὰς καὶ ἀποτελεσματικὰς ἁμαρτίας πᾶς τις εἴσεται, τὰ δὲ ἐν κρυπτῷ γινόμενα παραπτώματα ἐν ταῖς ἐνθυμήσεσιν καὶ λογισμοῖς ὁ φωράσων σπάνιος· τὸ γὰρ Τίς ἐνταῦθα τὸ σπάνιον δηλοῖ. Παῦλος γοῦν οὐδὲν ἑαυτῷ συνειδὼς, ἐπιστάμενος ὅτι σπάνιον τὸ συνιέναι τὰ προειρημένα
5παραπτώματα Οὐκ ἐν τούτῳ, ἔφη, δεδικαίωμαι. Ἑξῆς γοῦν τῷ Παραπτώματα τίς συνήσει; κεῖται τὸ Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με· μονονουχὶ τοῦτο τοῦ δικαίου λέγοντος, ἐπεὶ ἐν τοῖς λογισμοῖς
τοῖς κρυφίοις τῆς καρδίας συμβαίνει ῥύπον εἶναι ὃν οὐκ ἄλλοι μόνον ἀλλὰ κἀγὼ αὐτὸς ἀγνοῶ, σὺ περίελε αὐτόν, τῶν κρυπτῶν τυγχάνων γνώστης.213 in vol. 1
10συμβαίνει γὰρ τοῦτον τὸν ῥύπον, εἰ μὴ ἀφανισθείη, ἐπιταθέντα ἀφορμὴν καὶ πρόφασιν γενέσθαι τοῦ ἁλῶναί με ὑπὸ ἀλλοτρίοις· φειδόμενος οὖν τοῦ σοῦ δούλου μὴ ἐάσῃς αὐτὸν ὑπὸ ἀλλοτρίοις ἁλῶναι, ἀπὸ τῶν κρυφίων καθαρίσας αὐτόν. τὰ γὰρ ἐν κρυπτῷ ἁμαρτήματα μὴ ἐκκοπτόμενα μεταπέσοι ἄν ποτε εἰς πρακτικὴν ἁμαρτίαν, δι’ ἣν περιτεύξεταί τις ἀλλοτρίοις θεοῦ ἤτοι πράγμασιν
15ἤτοι πονηραῖς δυνάμεσιν. φείσεται δὲ τοῦ ἑαυτοῦ δούλου ὁ θεός, ὅτ’ ἂν μὴ φείσεται τοῦ ἰδίου υἱοῦ ὑπὲρ πάντων παραδοὺς αὐτόν· τὸ γὰρ φείσασθαι τοῦ υἱοῦ πάντων ἀπώλεια, τὸ δὲ μὴ φείσασθαι πρὸς τὸ σωτηρίαν πᾶσιν γενέσθαι. καὶ αὐτὸς ὁ υἱὸς ἐκτὸς ἔσται πάσης βλάβης, ταύτην δέχεσθαι οὐδ’ ὅλως πεφυκώς.

159

(n)

Ps 18,14c.15
1 Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Ὅτ’ ἂν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τότε εἰς εὐδοκίαν ἐστὶν τὰ λόγια τοῦ
5στόματός μου, ἃ προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι· εἰς εὐδοκίαν δ’ ἐστὶν τὰ λόγια τὰ ἀποδοχῆς ἄξια. Ἡ μελέτη τοῦ διανοητικοῦ μου γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς οὖσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διαπαντός. τὸ μέντοι τῆς μελέτης ἄμεμπτον οὐκ ἄλλοθεν ἢ ἐκ σοῦ ὑπῆρκται καθαρίσαντός με ἀπὸ τῶν κρυφίων
10μου. Σοῦ βοηθοῦντος, ὦ δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. εἰ δὲ καὶ παρ’ ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λύτρωσαι, ἅμα βοηθὸς καὶ λυτρωτής μου
εὑρισκόμενος.214 in vol. 1

160

(n)

Ps 19,2—4
1 Τὸν θλιβόμενον εὐθυμοποιῶν ἤτοι ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος ἢ τὸ ἅγιον πνεῦμα διεγεῖρον αὐτόν φησιν· Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως. διὰ τῆς προκοπῆς μανθάνει ὁ θλιβόμενος μὴ ὀλιγωρεῖν μηδὲ τὰς ἐλπίδας καταβάλλειν ἀλλ’ ἐξέχεσθαι τοῦ θεοῦ διὰ προσευχῶν· τοῦ γὰρ ἐπακούειν θεὸν
5ἡγεῖται εὐχή. εἰς προσευχὰς οὖν παρακαλεῖ τὸν θλιβόμενον διὰ τοῦ φάναι· Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἡ προσηγορία τοῦ θεοῦ ἡ προσοικειωθεῖσα τῷ Ἰακὼβ ἀσπὶς ὑπάρχουσα σοῦ ἐστιν. ζητητέον δὲ διὰ τί, θεοῦ χρηματίσαντος τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ, οὐχὶ τοῦ θεοῦ
10Ἀβραὰμ ἢ Ἰσαάκ, ὑπερασπίζει τοῦ θλιβομένου. μήποτε οὖν, ἐπεὶ ἐν πολλαῖς κακοπαθείαις καὶ ἐπιπόνοις ὁ Ἰακὼβ γεγένηται ὡς τὸν βίον αὐτοῦ σύμβολον τῆς ἀθλητικῆς πολιτείας εἶναι, ὁ θλιβόμενος ἀσκούμενος ἐγκαρτερεῖν ταῖς θλίψεσιν καὶ ἀγωνίζεσθαι πρὸς αὐτὰς ὑπερασπίζεται ὑπὸ τῆς θεοῦ προσηγορίας, ἣ τοῦ Ἰακώβ ἐστιν, ἵνα πτερνιστὴς κατ’ ἐκεῖνον γεγενημένος
15πτερνίσῃ καὶ καταπαλαίσῃ τὰ θλιβερὰ καὶ τὰ ἐνεργοῦντα αὐτὰ πνεύματα πονηρά. Ἐξ ἁγίου δὲ καταπέμπει βοήθειαν ἢ τοῦ οὐρανίου ναοῦ (ὁ γὰρ ναὸς παρ’ Ἑβραίοις ἅγιον ὀνομάζεται) ἢ ἐξ ἁγίου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ οὗ λέγεται· Ὁ θεὸς ἐκ Θεμᾶν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρᾶν
20κατασκίου δασέος. αὕτη δὲ ἡ ἐξήγησις κυριωθήσεται ἐκ τοῦ ἐπιφερομένου στίχου. Ἐκ Σιὼν γὰρ ἀντιλάβοιτό σου, τῷ ἐκεῖθεν τὸν σωτῆρα τῷ γένει τῶν ἀνθρώπων ἐπιλάμπειν κατὰ τὸ Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. μαρτυρηθείη δὲ καὶ ἡ πρώτη ἐκδοχή, ἐκ Σιὼν τῆς ἐπουρανίου ἀντιλαμβανο‐ μένου θεοῦ.
25 Μνησθείη πάσης θυσίας σου, ἐπεύχεται, τῷ θλιβομένῳ τοῦτο σημαίνων· ἔσται τὸ ῥυσθῆναί σε ἐκ τῆς θλίψεως ὥστε εὐχαριστητικῶς θυσίαν προσενεγκεῖν, ἵνα πάσης τῆς οὕτως προσαγομένης θυσίας σου μνησθείη ὁ θεὸς οὔσης πνευματικῆς. Ἀλλὰ καὶ τὸ ὁλοκαύτωμά σου ἀποδεχόμενος πιανάτω· σημειωτέον
30διαφέρειν θυσίαν ὁλοκαυτώματος. τάχα γὰρ ἐπὶ τῶν ἀψύχων προσαγομένων ἐπὶ τὸν βωμὸν κεῖται τὸ θυσίας ὄνομα, τοῦ ὁλοκαυτώματος ἐμψύχου θύματος
ὄντος.215 in vol. 1

161

(n)

Ps 19,5
1 Δίδωσι θεὸς κατὰ τὴν καρδίαν τοῦ εὐχομένου, ὅτ’ ἂν τοιαῦτα αἰτῆται, ἃ καὶ θεῷ πρέπει διδόναι καὶ τῷ λαμβάνοντι συμφέρει. ἡ γὰρ περὶ τούτων αἴτησις ὀρθῶς γινομένη ἕξει τὸν θεὸν παρέχοντα. Καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι· βουλὴν τουτέστιν τὴν βούλησιν ὀρθῶς γινομένην πληρώσαι.
5πληροῦται δὲ βούλησις, ὅτ’ ἂν μὴ διαμάρτῃ ἐν ταῖς σκέψεσιν, ἀλλ’ ἐκεῖνα ἀπαντήσῃ περὶ ὧν προεβουλεύσατο.

162

(n)

Ps 19,6
1 Ἔστιν δὲ τοῦτο περὶ οὗ εἴρηται· Ἰδοὺ ἐτέχθη ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος. λέγεται σωτήριον λέγειν τὴν σωτηρίαν ἣν σῴζεται, ᾧ ἐπακούει θεὸς ἐν ἡμέρᾳ θλίψεως, ἐφ’ ᾗ σωτηρίᾳ ἀγαλλίασις ἔσται. Καὶ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. ἄλλων ἐπὶ κοσμικοῖς
5πράγμασιν μεγαλυνομένων, ἡμεῖς Ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. σημαίνει δὲ τὴν ἐν τῷ ὄντως ἀγαθῷ προκοπὴν τὸ Μεγαλυνόμεθα. οὐ γὰρ εἶπεν· μεγάλοι ἐσμέν. ταύτῃ τοι καὶ ὁ Ἰσαὰκ προβαίνων μείζων ἐγίνετο, ἕως μέγας ἐγένετο σφόδρα. μεγαλύνεται δέ τις ἐν ὀνόματι κυρίου τὰ γνησίου καὶ τελείου δούλου ἐπιτελῶν.
10 Ἐγκώμιον μέγα τοῦ περὶ οὗ ὁ λόγος τὸ πληρωθήσεσθαι ὑπὸ κυρίου πάντα τὰ αἰτήματα αὐτοῦ οὐδὲν αἰτουμένου, ὧν μὴ παρέχει ὁ θεός. πλήρωσις δὲ αἰτήσεων τὸ ἐκβῆναι καὶ εἰς ὕπαρξιν ἐλθεῖν ἐκεῖνα, ὑπὲρ ὧν τις ἠξίωσεν.

163

(n)

Ps 19,7
1 Τῆς χριστοῦ φωνῆς ὁτὲ μὲν ἐπὶ τοῦ ἱερέως, ὁτὲ δ’ ἐπὶ τοῦ βασιλέως, ὁτὲ δὲ ἐπὶ τῆς κατὰ σάρκα τοῦ θεοῦ λόγου οἰκονομίας· ὁ μέν τις φήσει ἐπὶ τοῦ Δαυὶδ εἰρῆσθαι, ὁ δὲ ἐπὶ Ἐζεκίου περὶ οὗ καὶ τὴν ὑπόθεσιν εἴληφεν τοῦ ψαλμοῦ, ὁ δὲ καὶ εἰς τὴν οἰκονομίαν ἀνθρωπίνως εἰρημένον.216 in vol. 1
5 Τάχα δὲ καὶ τῶν πιστευόντων ἁπάντων συμπληρούντων τὸ σῶμα Χριστοῦ κατὰ τὸ Οὕτω καὶ ὁ Χριστὸς ἓν σῶμα, πολλὰ δὲ μέλη, σῴζεσθαι λέγεται ὁ Χριστός, ὅτ’ ἂν οἱ γενόμενοι αὐτοῦ σῶμα καὶ μέλη σωτηρίαν ἔχωσιν. Εὖ δὲ καὶ τὸ εἰπεῖν Νῦν ἔγνων. νῦν γὰρ τουτέστιν ἐν τῷ παρόντι αἰῶνι γινώσκομεν τὸν Χριστὸν σῳζόμενον τῷ ἀπεντεῦθεν ἀρραβῶνα σωτηρίας
10δέχεσθαι. Ἐπακούει τοῦ Χριστοῦ κατὰ πᾶσαν ἀπόδοσιν προειρημένην. τὰ δεξιὰ δὲ τοῦ θεοῦ, τουτέστιν ὁ λόγος αὐτοῦ, σωτηρίαν ποιεῖ, οὐχ ὡς ἔτυχεν ἀλλ’ ἐν δυναστείαις οἷα στρατηγὸς ἢ βασιλεὺς ἄριστος.

164

(n)

Ps 19,8
1 Ἵππους μὲν νοῶν τὰ σκιρτητικὰ τῶν παθῶν οἷς ἐπιβαίνουσιν αἱ ἀντικείμεναι δυνάμεις, ἅρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν· ἀλλ’ εἰ καὶ οὗτοι ἐν τούτοις, ἀλλ’ ἡμῶν ἀμυντήριον ἀκαταμάχητον ἡ τοῦ θεοῦ προσηγορία.

165

(n)

Ps 20,2—3
1 Ὁ κατασταθεὶς βασιλεὺς ἐπὶ Σιὼν ὄρος κυρίως καὶ ἀληθῶς βασιλεύς ἐστιν, εὐφραινόμενος θείαν εὐφροσύνην ἀπὸ τῆς παρούσης αὐτῷ δυνάμεως θεοῦ. πᾶς δὲ ὁ ψαλμὸς ἑρμηνευθείη περὶ Χριστοῦ βασιλέως καὶ τοῦ συμβασιλεύοντος αὐτῷ, ἵνα μὴ ἐφ’ ἑκάστης λέξεως τοῦτο σημαίνειν
5ἀναγκαζώμεθα. Ὁ ἐπιθυμίαν σαρκὸς μὴ τελῶν τῷ πνεύματι περιπατεῖ. οὗτος ἀνακραθεὶς τῷ πνεύματι ἐπιθυμίαν καρδίας λαμβάνει ἀπὸ θεοῦ. ὁ γὰρ τῶν τῆς σαρκὸς
ὀρεκτῶν ἀπεσχημένος, ἃ ὀρέγεται ἡ καρδία τουτέστιν ὁ νοῦς, λαμβάνει παρὰ θεοῦ ἐμπιμπλῶντος ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν αὐτοῦ. ἀλλὰ καὶ τυχών τις ὧν217 in vol. 1
10δεῖται οὐκ ἐστερήθη ὑπὸ κυρίου τῆς δεήσεως τῶν χειλέων αὐτοῦ.

166

(n)

Ps 20,4—5
1 Ἀπὸ τοῦ Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος αἰτιολογικῷ συνδέσμῳ τῷ Ὅτι χρησάμενος ἔδειξεν ὅτι εὐφραίνεται καὶ ἀγαλλιᾷ ἐπὶ τῷ προευφθάσθαι ἐν εὐλογίαις χρηστότητος. τὰ δὲ πρὸς ἀντιδιαστολὴν εὐλογιῶν, μὴ χρηστότητος, πρόσκειται ἐνταῦθα τῆς χρηστότητος· εὐλογῶν γὰρ Ἰακὼβ
5τοὺς υἱοὺς εὐλογίας τρόπῳ ἀπαντήσεσθαι τοῖς υἱοῖς ἐπίπονά τινα εἶπεν, ὡς τὸ Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν. καὶ εἴ τι τοιοῦτον ἔλαττον προκείμενον, βασιλέα καὶ τὸν μιμητὴν αὐτοῦ προφθάνει ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος, ἀναβιβάζων εἰς τὰς ὑπερκοσμίους ἐπαγγελίας ὧν ἐν ἀρραβῶνι ἀπεντεῦθέν ἐστιν γενέσθαι. Ἐκ τῶν ἔργων καὶ ἐπιτηδευμάτων ἑαυτοῦ τις στεφανοῦται. ἀμέλει ὁ
10δικαίως τὸ δίκαιον διώξας ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον, καὶ ὁ ὀρθῶς περὶ τῆς τριάδος δοξάσας κομιεῖται τὸν ἀμαράντινον στέφανον τῆς δόξης. κατατρυφήσας δέ τις τοῦ κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται, καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων δέχεται εἰς τὴν ἑαυτοῦ κορυφήν. ἀλλὰ καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου τιμίους λίθους, ὑφ’ ὧν εἰργάσατο
15λίθων τιμίων, στεφθήσεται, θεοῦ ἀναδοῦντος αὐτοῦ τὴν τῆς ψυχῆς κεφαλὴν τῷ στεφάνῳ τῷ ἐκ λίθων τιμίων· καὶ πρὸς δύναμιν δὲ θείαν κεκοσμημένην πάσῃ ἀρετῇ λέγεται Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. Ὁ οὖν στεφανῶν θεὸς ἐν ἐλέει καὶ οἰκτιρμοῖς στεφανώσει ἐκ λίθων τιμίων πεποιημένον στέφανον, ὥσπερ καὶ ἐλπίδι τοὺς ἐπ’ αὐτῷ καραδοκοῦντας·
20Ἔστι γὰρ κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῇ δόξῃ. ἐπειδὴ δὲ ὁ ἀπόστολος γράφει τοῖς ἑαυτοῦ μαθηταῖς Χαρὰ καὶ στέφανός μου, μήποτε καὶ οἱ Χριστοῦ γνώριμοι, λίθοι τίμιοι διὰ τὴν εὔτονον ἀρετὴν ὄντες, στέφανος πλακέντες ἐπιτεθήσονται τῇ Χριστοῦ κεφαλῇ μᾶλλον, Παύλου λέγοντος τοῖς μαθηταῖς Χαρὰ καὶ στέφανός μου.
25 Ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ. εἰ μὲν ὁ μιμητὴς Χριστοῦ εἴη ὁ περὶ οὗ ὁ λόγος, ζωὴν αἰτησαμένῳ αὐτὸν τὴν αἰώνιον δέδωκεν ὁ θεός· Τὸ χάρισμα
γὰρ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν. εἰ δὲ περὶ Χριστοῦ λέγει τὸ ζωὴν αἰτησαμένῳ αὐτῷ, ἔδωκεν ὁ πατήρ, ἵνα ζωοποιήσῃ τοὺς νεκρούς. Μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος· πρὸς τῷ ζωὴν ᾐτηκέναι καὶ218 in vol. 1
30μακρότητα ἡμερῶν ᾐτήσατο, ἵν’ ἔχῃ αὐτὴν ἀθανάτως καὶ ἀπεράντως. μακρότητα ἡμερῶν δέχεται καὶ ὁ φωτίσας ἑαυτῷ φῶς γνώσεως, ὡς ἕκαστον δόγμα τῆς ἀληθείας πεφωτισμένον ἔχειν· ἑκάστη γὰρ περιγραφὴ νοήσεως ἡμέρα τίς ἐστιν.

167

(n)

Ps 20,6—8a
1 Τὸ σωτήριον τοῦ θεοῦ δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ καὶ παντὶ τῷ συναναστάντι αὐτῷ. Δοξὰν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν, δόξαν ταύτην τὴν κατὰ τὴν ἀνάστασιν. τὸ δ’ Ἐπιθήσεις σημαίνει ὅτι καὶ πρὸ ταύτης τῆς δόξης ἑτέραν
5εἶχεν κατὰ τὸ Ἐδόξασα καὶ πάλιν δοξάσω. ἔστιν δὲ μεγαλοπρέπεια τὸ ἐν μεγάλοις πρέπον. τὸ πρέπον οὖν περὶ τὸν σωτῆρα ἐν μεγάλοις γεγένηται. τί γὰρ μεῖζον τοῦ νεκροὺς ἐγείρειν καὶ ἐπὶ τῆς θαλάσσης βαδίσαι ἢ τῶν παραπλησίων τεραστίων αὐτοῦ; ἀλλὰ καὶ ἐκ νεκρῶν αὐτοῦ ἀναστάντος, ἐν μεγάλοις τὸ πρέπον αὐτῷ ὑπῆρκται· εἰς οὐρανοὺς γὰρ ἀνελήφθη καὶ ἐν δεξιᾷ
10τοῦ πατρὸς ἐκάθισεν, Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. ταῦτα πάντα περὶ αὐτὸν ὑπῆρκται, ὅτι εὐλογία αὐτῷ εἰς αἰῶνα αἰῶνος δίδοται παρὰ τοῦ πατρὸς καθ’ ἣν εὐλογεῖ τοὺς προσπελάζοντας αὐτῷ, τότε μάλιστα ὅτε κατάρα ὑπὲρ ἡμῶν γεγενημένος ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς τοῦ νόμου κατάρας ἐπὶ τῷ εἰς τὰ ἔθνη γενέσθαι τὴν εὐλογίαν τοῦ Ἀβραάμ.
15 Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. ὥσπερ ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ ἡ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτω τὴν αὐτὴν χαρὰν ἐκ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ γίνεσθαι συμβαίνει· πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. ταῦτα δὲ γενήσεται περὶ τὸν βασιλέα ἐλπίζοντα ἐπὶ θεὸν 〈κύριον〉 τυγχάνοντα τῶν ἐλπιζομένων. πείρᾳ γὰρ
20προσβαλὼν τοῖς προσδοκωμένοις εὐφραίνεται μετὰ τοῦ προσώπου τοῦ θεοῦ. Καὶ ἄλλως· ἐπεὶ πρόσωπον ἡ εἰκών σου τυγχάνει, αὕτη δ’ ἐστὶν ὁ θεὸς λόγος, μετὰ τούτου τοῦ προσώπου γινόμενος ὁ βασιλεὺς ναὸς αὐτοῦ χρηματίζει
καὶ σύμμορφος αὐτοῦ γινόμενος εὐφραίνεται ἐν χαρᾷ.219 in vol. 1

168

(n)

Ps 20,8b.9
1 Παρὰ τοῦ ὑψίστου ἔλαιον λαβὼν τῷ κέχρισθαι ἐλαίῳ ἀγαλλιάσεως, Ἀπαράβατον ἔχει τὴν ἐκ τῆς χρίσεως ἱερωσύνην, κατὰ τὴν τάξιν Μελχισέδεκ ὢν εἰς τὸν αἰῶνα ἱερεύς. τὸ γὰρ μὴ σαλευθῆναι αὐτὸν δηλοῖ μὴ πρόσκαιρον αὐτὸν ἕξειν ἀξίαν ἀφ’ ἧς ἐστιν σαλευθῆναι μεταβάλλοντα εἰς ἕτερόν τι.
5 Οὐ τισὶν ἀλλὰ πᾶσιν τοῖς ἐχθροῖς τοῦ θεοῦ εὑρίσκεται ἡ χεὶρ αὐτοῦ ἤτοι κολάσεις αὐτοῖς ἐπιφέρουσα ἢ πολεμοῦσα τοὺς ἀντιτεταγμένους τῷ θείῳ νόμῳ κατὰ τὸ Πολεμεῖ κύριος κρυφαίᾳ χειρὶ ἐπὶ Ἀμαλήκ. καὶ τάχα ἐχθροὺς δύναται ἐνταῦθα λέγειν τοὺς ἀπρονοησίαν εἰσάγοντας καὶ ἀθεότητα ἀσπαζομένους. τούτοις γὰρ μὴ τιθεμένοις θεὸν εὑρεθείη ἡ χεὶρ θλίβουσα καὶ
10ἐπιτιμίαν αὐτοῖς ἐπιφέρουσα, ὡς τότε αὐτοὺς γνῶναι ὅτι θεὸς ἐπιστατεῖ τῶν ὅλων. Μισοῦντας ἐνταῦθα θεὸν λέγει τοὺς ἁμαρτάνοντας. εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ θεοῦ τελειοῦται κατὰ τὸ Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, ἀκολουθήσει τὸν μὴ τηροῦντα τὸν λόγον καὶ τὰς
15ἐντολὰς τοῦ θεοῦ μισεῖν τὸν θεόν. ὁ δὲ οὕτως μισῶν ἀπολωλέναι λέγεται. ἐπεὶ οὖν προσδοκία ἐστὶν ἐλεύσεσθαι τὸν σωτῆρα ὄντα θεοῦ δεξιὰν ἐπὶ τῷ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, εἰκότως λέγεται· Ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Τίνι δὲ διαφέρει κατὰ τὰς γραφὰς χεὶρ δεξιᾶς θεωρητέον. τὴν χεῖρα ἐπὶ
20τῶν κολάσεων τάττει, ὡς τὸ Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν, καὶ Νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε (Καὶ γὰρ χεὶρ κυρίου ἡ ἁψαμένη μού ἐστιν)· τὴν δὲ δεξιὰν ἐπὶ τῆς σωτηρίας καὶ τῶν ἄλλων ἀγαθῶν· Ἔσωσεν γὰρ αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ Δεξιὰ κυρίου ἐποίησεν δύναμιν, καὶ Δεξιὰ κυρίου ὕψωσέν με, καὶ τὰ τοιαῦτα. εἰκότως οὖν καὶ ἐνταῦθα τὴν μὲν χεῖρα
25εὑρίσκεσθαι τοῖς ἐχθροῖς τιμωρουμένην αὐτούς φησιν, τὴν δὲ δεξιὰν εὑρίσκειν
τοὺς μισοῦντας ὅπως εὑρεθέντες μηκέτι ὦσιν ἐν ἀπωλείᾳ.220 in vol. 1

169

(n)

Ps 20,10a
1 Τὸ Θήσεις αὐτοὺς ἀναφέρεσθαι ἐπὶ τοὺς ἐχθροὺς νομίζω, οὕς τινας διὰ τὸ κολάσει παραδεδόσθαι θήσει ὡς κλίβανον πυρὸς οὐκ ἀεὶ καὶ ἐπ’ ἄπειρον ἀλλ’ ἕως τοῦ καιροῦ τῆς ἐπιλάμψεως τοῦ θεϊκοῦ προσώπου. σημαίνει δὲ κἀνταῦθα ὁ καιρὸς οὐ χρόνον ἀλλὰ τὴν ποίαν κατάστασιν τῶν δυναμένων χωρῆσαι τὸ
5θεοῦ πρόσωπον. νομίζω δὲ καὶ τὸ τοῦ κλιβάνου ὄνομα μὴ μάτην παρειλῆφθαι· ὡς γὰρ οὐ μάτην οὐδ’ ὡς ἔτυχεν ἐκκαίεται κλίβανος ἀλλ’ ἐπί τινι τέλει χρηστῷ ἢ ἀρτοποιΐᾳ ἢ ἄλλῳ τινὶ τοιούτῳ, οὕτω καὶ τὰς κολάσεις τίθεται θεὸς ἐπὶ τῷ καιρὸν ἀπαντῆσαι τοιοῦτον καθ’ ὃν ἐνιδεῖν τῷ προσώπῳ αὐτοῦ δυνήσονται.

170

(n)

Ps 20,10b
1 Τοὺς διαναπαυομένους ἐπὶ κακίᾳ καὶ ψευδοδοξίᾳ τῷ θέλγεσθαι ὑπὸ ἡδονῆς συνταράξει ὁ θεὸς ἐν ὀργῇ αὐτοῦ, θορυβουμένους ἐπὶ προσδοκίᾳ τιμωρίας. τούτους δὲ οὕτω διατεθέντας καταφάγεται πῦρ οὐ σωματικὸν πάντως ἀλλὰ τὸ ἀκολουθοῦν τῇ νόσῳ τῆς ψυχῆς, ἤτοι μεταμελουμένης ἐφ’ οἷς ἔδρασεν
5κακοῖς αὐτῆς τῆς μεταμελείας δίκην πυρὸς διεσθιούσης αὐτήν, ἢ τῆς δυσαρεστήσεως γεννώσης αὐτῇ πῦρ ἀνάλογον ταῖς τοῦ σώματος νόσοις. ὥσπερ γὰρ αἱ σωματικαὶ τροφαὶ πέρα τοῦ δέοντος προσενεχθεῖσαι ἢ νοσοποιὸν ποιότητα ἔχουσαι πυρετοὺς ἐγείρουσιν τοῖς βεβρωκόσιν, οὕτω τοῖς τραφεῖσιν τὴν κακίαν καὶ τὰ φαῦλα δόγματα ἀκολουθήσει ἐκ τούτων τῶν τροφῶν
10κατάλληλον πῦρ, ὃ καταφάγεται αὐτοὺς οὐκ ἀναλίσκον αὐτῶν τὴν τῆς ψυχῆς οὐσίαν (ἀνώλεθρος γὰρ αὕτη) ἀλλὰ τὴν ποιότητα, καθ’ ἣν ξύλα χόρτον καλάμην ἄχυρα καὶ ζιζάνια γεγένηνται, ἵνα τῶν ἐπισυμβάντων ἀναλωθέντων
καθαρὰ ἡ δεδεγμένη αὐτὰ οὐσία ὀφθῇ.221 in vol. 1

171

(n)

Ps 20,11
1 Καὶ ἐνταῦθα δείκνυται οὐχ ἡ οὐσία αὐτῶν ἀπολλυμένη ἀλλ’ ἃ κακῶς ἐκαρποφόρησαν· ἕξεις δὲ μοχθηραὶ καὶ φαῦλα ἔργα ἐστίν. Ὥσπερ τὰ καρπὸν τέλειον φέροντα φυτὰ ἐξ αὐτοῦ τοῦ πληρωθέντος καρποῦ προβάλλονται σπέρμα ἐπὶ τῷ ὅμοια αὐτοῖς ἕτερα φυτὰ γενέσθαι,
5οὕτως οἱ ἐν κακίᾳ καὶ δυσσεβείᾳ καρποφορήσαντες διδασκαλίας σπέρμα καταβάλλονται ἐπὶ τῷ ὁμοίους αὐτῶν φαύλους καὶ δυσσεβεῖς ποιῆσαι. τούτου τὸ σπέρμα ἀφανίζει θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

172

(n)

Ps 20,12.13
1 Ἔκλιναν εἰς αὐτὸν κακὰ ἤτοι ἄθεα περὶ αὐτοῦ δόγματα ἢ τὴν αἰτίαν τῆς κακίας προσάπτοντες αὐτῷ· ἐξέκλιναν δὲ κακὰ εἰς τὸν σωτῆρα οἱ προδόται καὶ ἐχθροὶ αὐτοῦ ἀποδεδειγμένοι. σημειωτέον ὅτι κατ’ ἔκκλισιν ἐπιτελεῖται τὰ κακὰ καὶ οὐ κατ’ εὐθύτητα ὥσπερ τὰ ἀγαθά. διὰ πάντων δὲ οἱ φαῦλοι
5διαστραφέντες καὶ ἀδυνάτοις ἐγχειροῦσιν· διαλογίζονται γὰρ ἐπιβουλευτικῶς κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. τάχα δὲ καὶ πᾶς κακός, δι’ ὧν ἁμαρτάνει, διαλογίζεται βουλὴν τὴν μὴ δυναμένην στῆναι τῷ ἀβέβαιον καὶ μὴ μένουσαν εἶναι τὴν κακίαν. Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον
10αὐτῶν. οὓς ἀποστρέφεται ὁ θεός, τούτους νῶτον τίθεται δυναμένους εἶναι πρόσωπον. Ἢ καὶ οὕτως· τοὺς μὴ οἵους τε ὁρᾶν τὸ πρόσωπον τοῦ θεοῦ τῷ μὴ ἔχειν καρδίαν καθαρὰν τίθεται κατανοεῖν τὰ ὀπίσω αὐτοῦ τὰ μετ’ αὐτὸν ὄντα δημιουργήματα, ἵνα τὴν κτίσιν αὐτοῦ θεωροῦντες ἔννοιαν αὐτοῦ λάβωσιν, ἵνα
15καὶ ἀποβαλόντες δι’ ἃ ἀδυνάτως ἔσχον καθαρὸν ἔχειν πρόσωπον, προσβαλόντες τῷ θεῷ αὐτὸ τὸ τοῦ θεοῦ πρόσωπον ἴδωσιν. διό φησιν· Καὶ ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. περίλοιπα δὲ τοῦ θεοῦ
τὰ ἀνωτέρω τῶν αἰσθητῶν κτισμάτων αὐτοῦ ἐστιν.222 in vol. 1

173

(n)

Ps 20,14a
1 Ἐπεὶ συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν ἀσθενές τι ἀνείληφας ὅπερ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν, σταυρωθεὶς ἐξ ἀσθενείας, Ὑψώθητι ἐν τῇ δυνάμει σου.

174

(n)

Ps 20,14b
1 Τὸ ᾄδειν ἐπὶ θεωρίας ληπτέον, τὸ δὲ ψάλλειν ἐπὶ τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. θεωροῦντες οὖν τὸ νοητὸν τῶν δυναστείων καὶ πράττοντες κατ’ αὐτάς, Ἄισομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, ἃς ἐδυναστεύσας οἷα τροπαιοῦχος βασιλεὺς κατὰ διαβόλου καὶ τῶν ἀντικειμένων δυνάμεων. δύναται
5δηλοῦν καὶ τὸ Χαριστηρίους αἴνους ἀνακρουσόμεθά σοι δυναστεύσαντι κατὰ τοῦ θανάτου.

175

(n)

Ps 21,1
1 Ἀντίληψις ἑωθινὴ κατορθοῦται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνίσχοντος καὶ ἀρχὴν ἡμέρας κατασκευάζοντος· ἡ γὰρ ἀνατολὴ τοῦ ἀληθινοῦ φωτὸς τῇ νυκτὶ τῆς ἀγνοίας καὶ πλάνης τέλος ἐπιθεῖσα ἕω πνευματικὴν ἀνέλαμψεν. αὕτη δὲ ἀρχομένη ἐπὶ τέλος φωτισμοῦ τελείου καταντήσει, δι’ ὃν φωτισμὸν πάντα τὰ
5ἄλλα πνευματικὰ πνευματικῶς ἐτελέσθη τῷ τέλος εἶναι, οὗ χάριν τὰ ἄλλα πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ καὶ ἔσχατον ὀρεκτὸν καλοῦσιν τῷ μὴ εἶναι ἀνωτέρω τούτου οὗ τις ὀρεχθείη τῷ τοῦτο εἶναι τὸ τελικώτατον ἀγαθόν. Ἡ προγραφὴ οὖν τοῦ προκειμένου ψαλμοῦ εἰς τέλος ᾄδεται τῆς ἑωθινῆς ἀντιλήψεως τῷ Δαυίδ, τουτέστιν τῷ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα
10γεγενημένῳ. καὶ τοῦτο δὲ τηρητέον ὅτι φυλάττει πρόσωπον ἓν λέγον ἀπ’ ἀρχῆς μέχρι τέλους ὁ ψαλμὸς οὐδὲ μιᾶς μεταβολῆς εὑρισκομένης περὶ τὸ
λέγον πρόσωπον. καὶ ἐπεὶ ἡ καινὴ διαθήκη λέξεις ἀπὸ τοῦ ψαλμοῦ ἔλαβεν ὡς ὑπὸ τοῦ Χριστοῦ ῥηθείσας, ἀνάγκη πάντα αὐτὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἑρμηνεῦσαι. δηλώσομεν δὲ τὰς λέξεις, αἷς ἡ καινὴ διαθήκη ἐχρήσατο, ἐπ’223 in vol. 1
15αὐτὰς φθάσαντες.

176

(n)

Ps 21,2a
1 Σημειωτέον δὲ ὅτι ὀρθῇ πτώσει ἀντὶ κλητικῆς κέχρηται· ἀντὶ γὰρ τοῦ εἰπεῖν Θεέ μου θεέ μου ἵνα τί, Ὁ θεὸς ὁ θεός μου εἶπεν· ἔθος δὲ τῇ γραφῇ ἐν πολλοῖς τοῦτο ποιεῖν. ὃ οὖν βούλεται εἰπεῖν τοῦτό ἐστιν· ὁ καθόλου καὶ ἀληθινὸς θεὸς θεός μου τυγχάνων πρόσχες μοι πολεμουμένῳ καὶ πολλοῖς
5ἐπιπόνοις περιτύχοντι· Ἵνα τί γὰρ ἐγκατέλιπές με; πυνθανομένου δὲ τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἡ φωνή. ἐπεὶ γὰρ συνῄδει ἑαυτῷ ἄκραν καθαρότητα (οὐκ ᾔδει γὰρ ἁμαρτίαν), ἠπίστατο μὴ ἐπὶ ἁμαρτίᾳ ἐγκαταλελεῖφθαι ἀλλὰ δι’ ἕτερόν τι τῷ παντὶ συμφέρον. τοῦτ’ οὖν βούλεται φανερὸν γενέσθαι, οὐ δι’ ἑαυτὸν πάσχοντα ἀλλὰ διὰ τοὺς ὁρῶντας αὐτόν·
10γνόντες γὰρ ὅτι δι’ αὐτοὺς ἐγκατελείφθη ὑμνήσουσιν αὐτὸν ὡς σωτῆρα.

177

(n)

Ps 21,2b
1 Λεκτέον τοίνυν λόγους παραπτωμάτων, οὐ τὰς περὶ τῶν παραπτωμάτων προφοράς. ὡς γάρ φαμεν λόγον οὐρανοῦ καθ’ ὃν γέγονεν καὶ λόγον ἡλίου δι’ ὃν ὑπῆρκται, οὕτω καὶ λόγον παραπτωμάτων ἐροῦμεν καὶ οὐκ αὐτὰ τὰ παραπτώματα ἀνειληφέναι τὸν σωτῆρα εἰς τὸ ἑαυτοῦ σῶμα. τούτους δὲ τοὺς
5τῶν παραπτωμάτων λόγους πρὸ τοῦ πάθους ἔφερεν αὐτοῦ τὸ σῶμα, ἀναστὰς δὲ ἐκ νεκρῶν, ὅτε καὶ σεσῶσθαι λέγεται, μακρὰν ἀπὸ τῆς σωτηρίας αὐτοῦ τοὺς λόγους τῶν προειρημένων ἁμαρτημάτων ἔσχεν, ἀπεκδυσάμενος τὰς ἐνεργούσας τὰ παραπτώματα ἀρχὰς καὶ ἐξουσίας ὅτε ἐθριάμβευσεν αὐτὰς ἐν
αὐτῷ παρρησιασάμενος ἐπὶ τῷ σταυρῷ.224 in vol. 1

178

(n)

Ps 21,3
1 Οὐ μόνον ἐπιπόνων καὶ σκυθρωπῶν περιεστηκότων ἃ νὺξ ἀλληγορικῶς ἐστιν βοῶ πρός σε Θεέ μου ὅπως μὴ πάθω τι, ἀλλὰ γὰρ καὶ φαιδρῶν καὶ λαμπρῶν ὄντων τῶν κατ’ ἐμὲ πάλιν κράξω ὅπως μὴ βλαβερόν τι ἐξ ἐπάρματος γένηται. ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος ὁ σωτὴρ λέγει· οὕτω
5δέ μου βοῶντος οἶδα ὅτι εἰσακούσῃ. μεθ’ ὑποστιγμῆς γὰρ ἀναγνωστέον· Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης, ὅτε τὰ περιεστηκότα ἐστὶν σκυθρωπά, τῶν πολλῶν ἐν ταῖς περιστάσεσιν σκοτιζομένων ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστιν.

179

(n)

Ps 21,5.6
1 Καὶ οἱ πατέρες δὲ ἐξ ὧν εἰμι τὸ κατὰ σάρκα (οὗτοί εἰσιν οἱ πατριάρχαι) ἐπὶ σοὶ ἤλπισαν προσδοκῶντες τὴν ἐμὴν ἐπίλαμψιν. ἀλλὰ καὶ ἐλπίσαντες οὐκ ἀπέτυχον· ἐρρύσθησαν γὰρ ἀπὸ θανάτου καὶ διαβόλου, ἐμοῦ λυτρωσαμένου καὶ ῥυσαμένου αὐτούς. πρὸς σὲ γὰρ καὶ αὐτοὶ βοήσαντες τὴν δι’ ἐμοῦ καὶ ἐξ ἐμοῦ
5σωτηρίαν ἔσχον. οὐ γὰρ κατῃσχύνθησαν ἐπὶ σὲ ἐλπίσαντες· ἀπέσχον γὰρ τὰ τῆς ἐλπίδος καὶ προσδοκίας.

180

(n)

Ps 21,9
1 Ἴστωσαν δὲ οἱ ταῦτα λέγοντες, νομομαθεῖς εἶναι ἐπαγγελλόμενοι, ψευδοδοξοῦντες περὶ τῆς προνοίας. τὰ γὰρ αὐτὰ λέξειεν ἄν τις Ἡσαΐου πριζομένου, καὶ οἵτινες ἄλλοι ὑπὲρ εὐσεβείας πεπόνθασιν. ἡμεῖς γὰρ τὸ ῥυσθῆναι καὶ σωθῆναι ἐκ τῶν περιεστηκότων ἐπιπόνων οὐ τὸ ἐκτὸς αὐτῶν
5γενέσθαι φαμέν, ἀλλὰ τὸ ἀνδρείως καὶ τλητικῶς αὐτὰ ἐνεγκεῖν, ὥστε μὴ
βλαβῆναι τὴν διάνοιαν ἐκκρουομένης τῆς ὀρθῆς προθέσεως ἐκ τῶν πόνων. τοὺς γοῦν μάρτυρας τῆς ἀληθείας, μυρία ὅσα παθόντας καὶ ἐναποθανόντας ταῖς βασάνοις, ἐρρύσθαι καὶ σεσῶσθαι ἐκ τῶν θλίψεων λέγομεν· οἱ γὰρ ἐκτὸς τῶν θλιβερῶν δι’ ἀρνήσεως γεγενημένοι οὐ μόνον οὐκ ἐρρύσθησαν καὶ225 in vol. 1
10ἐσώθησαν ἀπὸ τῶν πειρασμῶν, ἀλλὰ καὶ κατεπόθησαν ὑπ’ αὐτῶν.

181

(n)

Ps 21,10.11
1 Τάχα γὰρ ὁ ἐκ σπέρματος συλληφθείς, τελεσφορηθεὶς ἐν τῇ γαστρὶ πληρωθέντος τοῦ καιροῦ τῆς ἀποτέξεως, ὑπ’ αὐτῆς τῆς μήτρας ἐπὶ τὰ ἔξω προβάλλεται. μόνον δὲ τὸν σωτῆρα ὁ πατὴρ ἐκ τῆς γαστρὸς τῆς παρθένου ἐκσπᾷ, οὐκ ἔξωθεν σπέρματος αὐτῇ καταβληθέντος ἀλλ’ ἐξ αὐτῆς τοῦ θείου
5τόκου ἐξεσπασμένου. Τοῖς ἄλλοις ἀνθρώποις τὸ ἐλπίζειν καὶ προσδοκᾶν τὰ μέλλοντα μετὰ συμπλήρωσιν τοῦ λόγου ἐφ’ ἡλικίαις γενομένοις ἐπέρχεται. μόνον δὲ τὸ ἐκ Μαρίας βρέφος ἀπὸ μαστῶν τῆς μητρὸς ἐλπίζει τελειότητα· θεὸν γὰρ ἔχει τὴν ἐλπίδα· οὐδέποτε γὰρ ἐν κακίᾳ γεγένηται, πάντων ἀνθρώπων μετὰ ἄγνοιαν
10καὶ πονηρίαν τὸ ἀγαθὸν ἀσπαζομένων. καὶ τοῦτο δηλῶν Ἡσαΐας ἔλεγεν· Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πρὸ τῆς ἐνανθρωπήσεως ὁ Ἰησοῦς μόνην τὴν πρὸς πατέρα ἔφερεν οἰκειότητα· ἦν γὰρ αὐτοῦ πατὴρ ὁ θεός, καὶ αὐτὸς υἱὸς θεοῦ. ἀφ’ οὗ δὲ σὰρξ
15γενόμενος ἐκ κοιλίας προῆλθεν σχέσιν ἔσχεν τὴν πρὸς τὸν πατέρα τὴν πρὸς θεόν. διό φησιν· Εἰ καὶ ἀεὶ πατήρ μου τυγχάνεις, ἀλλὰ καὶ θεός μου εἶναι ἤρξω ἐκ κοιλίας μητρός.

182

(n)

Ps 21,12
1 Παρούσης θλίψεως συνὼν ὁ θεὸς οἷός τέ ἐστιν καρτερίαν παρασχεῖν ὡς γενναιάζειν τὸν θλιβόμενον, ἀπόντος δὲ θεοῦ ἰσχυρὰ τὰ περιεστηκότα. εὔχεται
οὖν ὁ τὸν ψαλμὸν λέγων, τύπος ἡμῖν τοῖς ἀνθρώποις γινόμενος καὶ διδάσκων ἡμᾶς ἐν πειρασμοῖς οὕτω προσεύχεσθαι, μὴ τοιαῦτα αὐτῷ πραχθῆναι ἐφ’ οἷς226 in vol. 1
5ἂν χωρῇ θεός, ἵνα παρόντος θεοῦ καταπαλαίσῃ τοὺς ἐγείροντας τὴν θλῖψιν. εἰ γὰρ ἀποσταίη τινὸς ὁ θεός, οὐχ ὑπάρξει ἐκείνῳ βοηθός.

183

(n)

Ps 21,13.14
1 Μόσχοι δ’ ἂν εἶεν καὶ αἱ περὶ τὰ γήϊνα καὶ σωματικὰ ἐνεργοῦσαι πονηραὶ δυνάμεις (γεωπόνον γὰρ τοῦτο τὸ ζῷον), αἱ δὲ ψευδοδοξίας προϊστάμεναι δι’ ἀπατηλῶν λόγων καὶ σοφισμάτων κερατίζουσαι ταῦροι τυγχάνουσιν πίονες ὄντες διὰ τὸ δῆθεν πολυμαθὲς καὶ κεκομψευμένον τῆς φράσεως. δυνατὸν δὲ
5καὶ τοὺς Ἰουδαίους κατὰ νόμον βουθυτοῦντας ἐξ ὧν ἐπιτηδεύουσιν μόσχους ὠνομασμένους περικυκλοῦν ἐχθρικῶς τὸν κύριον· Πόντιος δὲ Πιλᾶτος καὶ εἴ τινες ἄλλοι ἐν ὑπεροχῇ ταῦροι κερατισταὶ ὑπάρχοντες, περιέχειν σπουδάζουσιν αὐτόν. Λέγοι δ’ ἂν ταῦτα ὁ σωτὴρ καὶ περὶ τοῦ σώματος αὐτοῦ, τῆς ἐκκλησίας, ἰδὼν
10ἀνθρώπους χαμαιπεταῖς καὶ γῆν ἐργαζομένους πολεμικῶς περικυκλοῦντας αὐτοῦ τὸ σῶμα, τὸ Ἐκύκλωσάν με μόσχοι πολλοί. τοὺς δὲ ἄρχοντας, τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους, ἑωρακὼς περιθέοντας αὐτοῦ τὸ σῶμα ἐρεῖ· Ταῦροι πίονες περιέσχον με. παριστὰς δὲ αὐτῶν τὸ ἐξηγριωμένον τῆς πονηρίας καὶ τὸ ἕτοιμον εἰς τὸ θλῖψαί φησιν· Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων
15ἁρπάζων καὶ ὠρυόμενος. στόμα γὰρ ἠνεῳγμένον αὐτῶν εἰς τὸ ἁρπάσαι τοὺς ἀπατωμένους ὁ σοφιστικὸς εἴη λόγος. τάχα δὲ Ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος ἀναφέρεται ἐπὶ τὸν διάβολον, ἀφ’ οὗ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, καταπίοντος διὰ μὲν παρακοῆς τὸ οὖς τοῦ ἀνθρώπου τῆς ψυχῆς, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς.

184

(n)

Ps 21,15ab
1 Ἐπεὶ σῶμα Χριστοῦ οἱ πεπιστευκότες εἰσίν, τὰ τῶν πεπιστευκότων πάθη εἰς ἑαυτὸν ἀναλαβὼν πεπονθέναι λέγει ταῦτα, ἃ συμβέβηκεν τοῖς συμπληροῦσιν αὐτοῦ τὸ σῶμα. ἐπεὶ οὖν σκορπισμὸν ὑπέμειναν τὰ πρόβατα παταχθέντος τοῦ ποιμένος, φησὶν Ὡσεὶ ὕδωρ ἐξεχύθη· τὸ γὰρ ἐκκενωθὲν ὕδωρ σκορπίζεται.227 in vol. 1
5 Ἀλλὰ καὶ περὶ τῶν ἀποστόλων φησὶν τὸ Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· αὐτοὶ γὰρ ὀστᾶ αὐτοῦ τυγχάνουσιν διὰ τὸ εὔτονον καὶ διακρατεῖν πᾶν τὸ σῶμα.

185

(n)

Ps 21,15c—16b
1 Τάχα γίνεταί τινος ἡ καρδία τηκομένη οἷα κηρὸς ἐν μέσῳ τῆς κοιλίας, ὅτ’ ἂν ἴδῃ τοὺς ὠδινηθέντας καὶ γεννηθέντας ὑπ’ αὐτοῦ συμφορὰν ὑπομένοντας. ἐπεὶ τοίνυν καὶ τὰ προειρημένα περὶ τοὺς μαθητὰς Ἰησοῦ γέγονεν, ἡ καρδία αὐτοῦ διακειμένη πρὸς αὐτοὺς ἀγαπητικῶς, πυρουμένη
5κηροῦ πάθος ἀνεδέξατο ἐν μέσῳ τῆς κοιλίας συμπαθούσης οἷς ἔτεκεν. ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας ὅτε κηρὸς ὑπῆρχεν ἐτάκη, ὅτε τροφὴ γέγονεν καὶ εἰς γαστέρα ἐχώρησεν· τὰς γὰρ νοήσεις τῆς καρδίας ὡς κηρὸν τραφέντας εἰς κοιλίαν κατέβαλον, τηκόμενον καὶ λεπτυνόμενον διὰ τῆς συνεχοῦς μελέτης, ἐπὶ τῷ εἰς τὴν σύστασιν τοῦ τραφέντος ἀναδοθῆναι.
10 Ἀλλὰ καὶ ἡ ἰσχὺς εἰς τὴν κάμινον τοῦ βίου εἰσαχθεῖσα ὀστράκῳ παραπλησίως ἐξηράνθη· μετὰ πεῖραν γὰρ θλιβερῶν ὡς ἐκ καμίνου τις ἐξαφθεὶς ξηρασίαν ὀστράκου ἀναδέξεται, οὐκέτι ὑγραινόμενος οἷα πηλὸς ὑπὸ τῆς ὑγρότητος τοῦ πηλοῦ καὶ τοῦ ῥευστοῦ τῶν ἡδονῶν. Τῶν ἀκροατῶν διεσκορπισμένων οὐκέτι παρόντων εἰς οὓς ἡ γλῶττα
15ἐνήργει διδάσκουσα καὶ διαλεγομένη, ἀνενέργητος εἴη τῷ λάρυγγι κεκολλημένη· ἡ γὰρ προφέρουσα λόγον κινεῖται οὐκ ἐμποδιζομένη ὑπὸ τῆς πρὸς τὸν λάρυγγα κολλήσεως.

186

(n)

Ps 21,16c
1Χοῦν θανάτου τάχα λεκτέον τὸ παρὰ Παύλῳ σῶμα θανάτου ὀνομασθέν·
χοῦς γὰρ ἀληθῶς τοῦτο πεπλασμένον ἀπὸ τῆς γῆς. χοῦς δὲ θανάτου εἴρηται τὸ πάντως τὸν γεννώμενον καὶ τεθνήξεσθαι. εἰ γὰρ τὸ τεχθήσεσθαι συμπλέκεσθαί ἐστι σώματι, ἀνάγκη καὶ διάλυσιν γενέσθαι ἥτις ἐστὶν θάνατος.228 in vol. 1
5εἰς τοῦτο οὖν τὸ σῶμα τὸ ἐκ τῆς παρθένου ἐμβὰς ὁ σωτὴρ Εἰς χοῦν, ἔφη, θανάτου κατήγαγές με. τάχα καὶ εἰς ἣν κατῆλθεν νεκρότητα καὶ τὸν ᾅδην δι’ ἡμᾶς χοῦς ἐστιν θανάτου· γέγονε γὰρ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

187

(n)

Ps 21,17c—19
1 Ἡ Ὤρυξαν χεῖράς μου καὶ πόδας λέξις τὸν διὰ σταυροῦ σημαίνει θάνατον τῶν ἐπὶ τοῦτο ἐρχομένων, ἐξορυττομένων τὰς χεῖρας καὶ τοὺς πόδας διὰ τῆς τρυπήσεως τῶν ἥλων. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. ἐξαριθμεῖσθαι πάντα τὰ ὀστᾶ τοῦ
5σώματος δύναται, ὅτ’ ἂν γυμνωθῇ τῶν συμπεπαρμένων σαρκῶν· καὶ τοῦ Χριστοῦ σώματος μὲν ὀστᾶ προαποδέδονται οἱ ἀποστόλοι, σάρκες δὲ αὐτοῦ ῥηθεῖεν οἱ ἐπιπολαιότερον καὶ σωματικώτερον πεπιστευκότες. ὅτε οὖν ἐπὶ τὸ αὐτό ἐστιν τὸ σῶμα, τὰ μὲν ὀστᾶ διακρατεῖ τὰς σάρκας, αἱ δὲ σάρκες περὶ τὰ ὀστᾶ τυγχάνουσιν καλύπτουσαι αὐτά. ὅτ’ ἂν οὖν φόβος τις ἐκταράξῃ
10φευγόντων τῶν ἐπιπολαιότερον πεπιστευκότων, καταλείπονται μόνοι οἱ στερροὶ καὶ εὔτονοι ζηλωταὶ ὡς ἐξαριθμεῖσθαι αὐτοὺς γυμνωθέντας πεφευγότος τοῦ πλήθους. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· καίτοι οὐκ αὐτῶν περιγεναμένων μου (ἐγὼ γὰρ ἑκουσίως αὐτὰ ἀνειλόμην), Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
15 Πρὸς τῇ ἱστορίᾳ ἀλληγορικώτερον Ἱμάτια καὶ Ἱματισμὸς Ἰησοῦ εἶναι δύνανται αἱ πρόχειροι τῶν γραφῶν λέξεις· ταύτας γὰρ ἀμφίσκεται καὶ περιβάλλεται ὁ θεὸς λόγος ὑφεστὼς κατὰ τὰ πνευματικὰ νοήματα. οἱ οὖν ἑτερόδοξοι δήμιοι καὶ πνεύματα κυριοκτόνα τὰ ἱμάτια τοῦ σωτῆρος μερίζονται τὰς τῶν γραφῶν λέξεις. ἕκαστος γὰρ αὐτῶν τὰς μὲν δέχεται τῶν γραφῶν,
20τὰς δὲ οὔ, καίτοι τοῦ χιτῶνος Ἰησοῦ ἀσχίστου τυγχάνοντος διὰ τὸ εἶναι ἄρραφον· οὐ γὰρ βεβιασμένην ἕνωσιν ἀλλὰ συμφυῆ ἔχει. ἔστιν δὲ καὶ ἄνωθεν διὰ τὸ θεόπνευστος εἶναι ὑφαντὸς δι’ ὅλου· διὰ πάσης γὰρ δυνάμεως ἡ γραφὴ
ἄνωθέν ἐστιν. Ἡ δὲ ἐκκλησία οὐ μερίζεται τὰ ἱμάτια οὐδὲ κλῆρον βάλλει ἐπ’ αὐτοῖς·229 in vol. 1
25ὅλα γὰρ ἔχει καὶ ἐνδέδυται παραστᾶσα ἐκ δεξιῶν Ἰησοῦ οἷα Βασιλὶς ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. ὑπεραναβᾶσα δὲ ταῦτα τὰ ἱμάτια καὶ αὐτὸν Ἰησοῦν ἐνδύσεται ὄντα σοφίαν καὶ δύναμιν πατρός, σοφὴ καὶ δυνατὴ γινομένη.

188

(n)

Ps 21,20
1 Ταῦτα δὲ ποιούντων ἐκείνων, Μὴ μακρύνῃς τὴν βοήθειάν μου· σοῦ γὰρ βοηθοῦντος καὶ εἰς τὴν ἀντίληψίν μου προσέχοντος, τριταῖος ἀναστὰς ἐκ νεκρῶν ματαίαν τὴν κατ’ ἐμοῦ ἐπιβουλὴν ἀναδείξω.

189

(n)

Ps 21,21a
1 Ἐπεὶ οἱ περικυκλώσαντές με ἐχθροὶ κατ’ ἐμοῦ φονῶντες μάχαιραν ἔχουσιν οὐ σῶμα ἀλλὰ ψυχὴν τρῶσαι δυνατήν, Ῥῦσαι ἀπὸ τῆς τούτων ῥομφαίας τὴν ψυχήν μου, ἀβλαβῆ αὐτὴν ἀπὸ ταράχου καὶ δειλίας φυλάττων. εἰ γὰρ καὶ ἱκανῶς παρεσκεύασται ἡ ἡμετέρα ψυχή, ἀλλά γε θεωροῦσα τὸν διάβολον
5μετὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καὶ τοῦ στίφους τῶν ἀντικειμένων ἐνεργειῶν καὶ πονηρῶν ἀνθρώπων, ὑπ’ αὐτῶν ἐνεργουμένων ταραχθεῖσα (τρεπτῆς γάρ ἐστι φύσεως) σύμμαχον ἔχειν παρακαλεῖ τὸν δυνάμενον ῥύσασθαι ἀπὸ τῆς ῥομφαίας τῶν πολεμίων. Τάχα δὲ καὶ αὐτὸς ὁ διάβολος ἀλληγορικῶς ῥομφαία λέγοιτο, ἐπεὶ τολμᾷ
10κατὰ πάσης ψυχῆς τρῶσαι αὐτὴν προαιρούμενος· καὶ ἐκ ταύτης τοίνυν τῆς
ῥομφαίας ῥυσθῆναι παρακαλεῖ.230 in vol. 1

190

(n)

Ps 21,21b
1 Οὓς πρότερον πληθυντικῶς περικυκλώσαντας αὐτὸν κύνας εἶπεν, νῦν ἑνικῶς διὰ τὸ γένος καλεῖ. μονογενῆ δὲ αὐτοῦ τὴν ψυχὴν εἶπεν διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν ἄλλων ψυχῶν. πᾶσαι μὲν γὰρ ἐκεῖναι ἔγνωσαν ἁμαρτίαν, αὕτη δὲ οὔ. κἀκείναις μὲν ἐκ διαλειμμάτων ἐπιφοιτᾷ καὶ
5σύνεστιν ὁ θεὸς λόγος, ταύτῃ δὲ ἀχωρίστως καὶ ἀδιαστάτως μέχρι τέλους ἀδιάζευκτος διαμενεῖ. ταῦτ’ οὖν τὰ ἐξαίρετα αὐτῇ συνόντα μονογενὴς εἶναι αὐτοῦ λέγεται. Τάχα δὲ καὶ ἡ παραστᾶσα αὐτῷ ἔνδοξος ἐκκλησία, οὐκ ἔχουσα σπῖλον ἢ ῥυτίδα, συμπληρουμένη ἐκ τῶν ἀμώμως τελείων, μονογενὴς αὐτοῦ τυγχάνει,
10ὧν προκοπτόντων εἰς τάγματα πολλὰ διῃρημένων διὰ τὴν ἐκ τῆς προκοπῆς διαφοράν· ἑξήκοντα γοῦν οὐσῶν βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν καὶ νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός, μία αὕτη ὑπὲρ πάσας ἐστὶν περιστερὰ τελεία μονογενὴς οὖσα τῇ μητρὶ αὐτῆς τῇ ἄνω Ἱερουσαλήμ.

191

(n)

Ps 21,22
1 Ἀπὸ τοῦ μικρῷ πρόσθεν εἰρημένου λέοντος διαβόλου νῦν σωθῆναι παρακαλεῖ, ἀλλὰ καὶ τὴν ταπείνωσιν ἑαυτοῦ καθ’ ἣν Ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. σωθῆναι δὲ βούλεται καὶ ἀπὸ κεράτων μονοκερώτων, ἄλλου εἴδους ἀντικειμένης
5δυνάμεως βασιλείαν ἐπαγγελλομένης· βασιλείας γὰρ σύμβολον τὸ κέρας. εἰσὶν δὲ οἱ νομίζοντες τὸν σταυρὸν σημαίνεσθαι ἀπὸ τῆς προκειμένης λέξεως κέρατος σχῆμα φέροντα.

192

(n)

Ps 21,23
1Καὶ ταύτην τὴν λέξιν ἐκ προσώπου Χριστοῦ εἰρῆσθαι ἡ πρὸς Ἑβραίους
Ἐπιστολή φησιν, ἀναφθεγγομένου πρὸς τὸν πατέρα· Ὦ πάτερ, τὸ σὸν ὄνομα, τουτέστιν τὴν σὴν ἰδιότητα καὶ οἰκειότητα, τὴν ἔννοιάν σου διηγήσομαι, φανερὰν αὐτὴν ποιῶν τοῖς γεναμένοις μου ἀδελφοῖς οἷς τὸ ἐμὸν πνεῦμα231 in vol. 1
5κατέπεμψας· πρὸς οὓς ῥηθείη ἂν ὅτι Ἐστὲ υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν. οὗτοι δέ εἰσιν οἱ τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκ θεοῦ λαβόντες, ἵνα τοῦ θεοῦ μὲν υἱοί, ἀδελφοὶ δὲ τοῦ μονογενοῦς ὦσιν. καὶ ἐκ νεκρῶν γοῦν ἀναστάς, ἐπιφανεὶς ταῖς γυναιξίν, Πορευθεῖσαι, ἔφη, εἴπατε τοῖς ἀδελφοῖς μου ὅτι ἠγέρθην. ἐν μέσῳ δὲ τῆς ἐκ τούτων
10συναγομένης ἐκκλησίας ὑμνήσει τὸν πατέρα, αἴνους καὶ παιᾶνας θεολογικοὺς ἀναπέμπων.

193

(n)

Ps 21,24
1 Κατὰ πλείονας τρόπους τοῦ Ἰακὼβ ὀνομαζομένου (σημαίνει γὰρ ἡ προσηγορία αὕτη ὁτὲ μὲν τὸν θεῖον ἄνδρα, υἱὸν μὲν Ἰσαάκ, πατέρα δὲ τῶν δώδεκα πατριαρχῶν, ὁτὲ δὲ τὸν ἐκ τούτου προελθόντα δωδεκάφυλον λαόν, ὁτὲ δὲ τὰς δέκα φυλὰς μόνας ἀποσχισθείσας τοῦ οἴκου Δαυὶδ καὶ
5ἀκολουθησάσας τῷ Ἱεροβοάμ, ὁτὲ δὲ τὸν σωτῆρα αὐτὸν κατὰ τὸ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ταύτην γὰρ τὴν προφητείαν περὶ τοῦ σωτῆρος ὁ Ματθαῖος εἰρημένην ἔγραψεν) ζητητέον κατὰ τί τῶν σημαινομένων εἴρηται τὸ Ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. καὶ ὁ μὲν πολὺς ἐρεῖ· τοῦ πατριάρχου Ἰακὼβ
10τὸ σπέρμα τὸ δωδεκάφυλον ἐντραφὲν τῇ ἀναγνώσει τοῦ νόμου καὶ τῶν προφητῶν δοξάσαι βούλεται τὸν θεὸν καὶ διὰ νοημάτων καὶ λόγων καὶ ἔργων ἀγαθῶν. τάχα δέ, ἐπεὶ ψεῦδος εἴη τοῦτο πολλῶν ἐκ τοῦ Ἰακὼβ γεγενημένων ἀπίστων καὶ προδοτῶν Ἰησοῦ, λέξει τις ὅτι τοῦ Ἰακὼβ τοῦ πτερνιστοῦ καὶ καταπαλαίσαντος τὸν θάνατον καὶ τὴν ἀντικειμένην δύναμιν (Ἰησοῦς δέ ἐστιν
15οὗτος) τὸ σπέρμα αὐτοῦ τὸ γενόμενον ἐκ διδασκαλίας δοξάσαι τὸν θεὸν ἅπαν δυνήσεται. ἐπειδὴ δὲ καὶ Ἰσραήλ ἐστιν ὃν προσεδέξατο ἡ ψυχὴ τοῦ θεοῦ ἐκλεκτὸν ὄντα σπέρμα αὐτοῦ, ᾗ Ἰσραήλ ἐστιν φοβηθήσεται τὸν θεόν. καὶ ἕκαστος δὲ τῶν μιμητῶν Ἰησοῦ, εἰ μὲν ἔχει τὴν πάλην πρὸς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου, Ἰακώβ ἐστιν πτερνίζων
20τοὺς ἀντιπάλους· εἰ δὲ καρδίαν ἔχει καθαρὰν καὶ νοῦν διαυγῆ, ὄψεται τὸν θεόν, Ἰσραὴλ κατὰ τοῦτο τυγχάνων. παντὸς οὖν τοῦ τοιούτου τὸ σπέρμα
θεὸν φοβηθήσεται.232 in vol. 1

194

(n)

Ps 21,25
1 Ἐπεὶ οὐκ ἐξουδένωσεν ἐμοῦ τοῦ πτωχοῦ τὴν δέησιν οὐδὲ προσώχθισεν μυχθίζων αὐτήν, τούτου χάριν εὐχάριστοι γινόμενοι ἐπὶ τῷ ἐπηκοῦσθαι ὑπὸ κυρίου τὴν δέησιν ὑπὲρ ἡμῶν γινομένην αἰνέσατε καὶ δοξάσατε καὶ φοβήθητε αὐτόν. εἰ γὰρ καὶ ὡς πτωχὸς πρὸς αὐτὸν προσηυξάμην, ἀλλ’ εἰδέναι ὀφείλετε
5ὅτι ἐγὼ πλούσιος ὤν, θησαυρὸς ὢν τοῦ πληρώματος τῶν ἀγαθῶν, δι’ ὑμᾶς ἐπτώχευσα ἵνα διὰ τῆς ἐμῆς πτωχείας πλουσίους ὑμᾶς ποιήσω· οὐ γὰρ οἷοί τε ἦτε σάρκα περικείμενοι δέξασθέ μου τὸν πλοῦτον τέως ἐκ μέρους γινώσκοντες καὶ προφητεύοντες. πτωχεύσας οὖν δι’ ὑμᾶς, ὑπὲρ ὑμῶν πρὸς κύριον ἐκέκραξα, καὶ ὑπήκουσέν μου δοὺς ὑμῖν ἐκεῖνα ἐφ’ οἷς πλούσιοι ἀπεφάνθητε.
10οὕτω γάρ μου περὶ ὑμῶν πρεσβευομένου, Οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, ἀλλ’ ἔτι μᾶλλον ἐπέλαμψέν μοι αὐτό· διὸ καὶ τὴν κραυγήν μου προσήκατο.

195

(n)

Ps 21,26a
1 Ἄνθρωποι μὲν ἐπὶ φανεροῖς ἔργοις καὶ ἐπιτηδεύμασιν ἐπαινοῦσιν, θεὸς δὲ τὸ κρυπτὸν ὁρῶν ἐπὶ τελείᾳ ἀρετῇ καὶ γνώσει ὑπερβαλλούσῃ ἐπαινεῖ. μεγάλου τινὸς οὖν ἐστιν μετὰ παρρησίας εἰπεῖν· Παρὰ σοῦ, ὦ θεέ, ὁ ἔπαινός μου, οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ’ ἐπ’ ἐκκλησίας μεγάλης· μεγάλη δὲ ἐκκλησία ἡ ἐκ
5τῶν καθ’ ἕκαστον μεγάλων συναγομένη, ὡς ἐκκλησία πολλὴ ἡ ἐκ πολλῶν συλλεγομένη.

196

(n)

Ps 21,26b
1Εὐχή ἐστιν ὁμολογία γινομένη εὐχαριστίας, εἰ τῶνδέ τινων θεόθεν
τεύξοιτο.233 in vol. 1

197

(n)

Ps 21,27
1 Διττοῦ πλούτου κατὰ τὰς γραφὰς λεγομένου, ὡς τοὺς μὲν πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς καὶ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, τοὺς δὲ πλουσίους εἶναι ἐκ ψευδοδόξων δογμάτων καὶ πράξεων δυσαρέστων, ἀκόλουθον ἑκατέρῳ πλούτῳ ἐναντίαν εἶναι πενίαν. καὶ ὁ τὸν μὲν θεῖον πλοῦτον ἔχων, τοῦ φαύλου
5στερούμενος, ἔχοι ἂν τὴν ἐναντίαν αὐτῷ πενίαν ὡς ἅμα πλούσιον καὶ πένητα ἐπαινετῶς αὐτὸν εἶναι· ὡς αὖ ὁ τὸν μοχθηρὸν πλοῦτον ἔχων ἔχοι ἂν καὶ τὴν ψεκτὴν πενίαν ἀντικειμένην τῷ πλούτῳ τῷ ἀληθινῷ. Περὶ τῶν οὖν ἐπαινετῶς πενομένων τὸ Φάγονται πένητες καὶ ἐμπλησθήσον‐ ται εἴρηται. ἐρεῖς δὲ πένητας καθ’ ἃ εἴρηται ἤδη καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν
10πρότερον ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν κόσμῳ φαγομένους καὶ ἐμπλησθησομένους προσιόντας τῇ πίστει.

198

(n)

Ps 21,28
1 Πέρατα γῆς μνημονεύοντα θεοῦ καὶ ἐπιστρέφοντα ἤτοι τὰ ἔθνη ἢ οἱ περάσαντες ἀπὸ γῆς τῷ τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ἰουδαῖοι ὅτε τὴν Ἰουδαίαν ᾤκουν προσκυνεῖν ἐνώπιον θεοῦ ἐδόκουν ἐρχόμενοι ἐπὶ τὰ
5Ἱεροσόλυμα καὶ τὸν ναὸν ὃν ᾠκοδόμησεν Σαλομῶν. ταύτην τὴν τυπικὴν ἐν τόπῳ προσκύνησιν οὐχ οἷά τε ἦν ἐπιτελεῖν τὰ ἔθνη οἰκοῦντα μέχρι τῶν γῆς ἐσχάτων· προσκυνεῖν δὲ πνεύματι καὶ ἀληθείᾳ ἐδιδάχθησαν, μένοντα ὅποι ποτ’ ἂν ὦσιν, ἐνώπιον θεοῦ τὴν προσκύνησιν ποιούμενα, ὅτε ὡς βούλεται θεὸς πολιτεύονται. τούτῳ συνᾴδει καὶ ἡ προφητεία λέγουσα· Καὶ προσκυνήσουσιν
10ἐνώπιον αὐτοῦ, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν, ὥς
φησιν Σοφονίας.234 in vol. 1

199

(n)

Ps 21,30ab
1 Πίονες γῆς εἶναι δύνανται οἱ τοῖς γηΐνοις ἐντεθραμμένοι, οἵτινες, εἰς μετάνοιαν κεκλημένοι πνεύματι, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ὡς μηκέτι τὰ ἐπίγεια φρονεῖν, φαγόντες τὴν ὑπὸ Ἰησοῦ ὀρεγομένην πνευματικὴν τροφὴν προσεκύνησαν τῷ θεῷ πνεύματι καὶ ἀληθείᾳ. δυνατὸν δὲ πίονας τῆς
5γῆς εἰπεῖν τῶν ἐπὶ γῆς τοὺς διαφέροντας ἤτοι κοσμικὴν σοφίαν μετερχομένους ἢ πλουτοῦντας καὶ ἄρχοντας αἰσθητῶς· καὶ οὗτοι γὰρ φαγόντες τὴν παρὰ Ἰησοῦ τροφὴν ἀλεξητήριον οὖσαν τῶν προκαταλαβόντων κακῶν προσκυνήσουσι τῷ θεῷ, εὑρόντες αὐτὸν ὑπὲρ πᾶσαν ἣν εἶχον σοφίαν καὶ πλοῦτον καὶ ἀρχήν.
10 Καταβαίνοντας δὲ εἰς γῆν εἴποι ἄν τις τοὺς ἐξ οὐρανοῦ εἰς γῆν κατιόντας ἀγγέλους πάντας καὶ τῷ δεσπότῃ καὶ σωτῆρι προσκυνοῦντας κατὰ τὸ Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ· ἐπίστησον δὲ εἰ καταβαίνειν εἰς γῆν δύνανται οἱ τὸν κοινὸν ἀναδεχόμενοι θάνατον, οἵτινες προσκυνήσουσιν τὸν κύριον ὑπὲρ αὐτῶν εἰς τὰ κατώτερα μέρη τῆς γῆς γενόμενον.

199a

(n)

Ps 21,30c.31a
1 Καλῶς δὲ τὴν ἑαυτοῦ ψυχὴν ζῆν εἶπεν ἀλλ’ οὐ δουλεύειν αὐτῷ τῷ δὲ σπέρμα δουλεύειν. ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι καὶ τῆς αὐτῆς δόξης μετείληφε καὶ τιμῆς.

200

(n)

Ps 21,31b.32
1 Τὸ Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται ἐπὶ τῶν δύο λαῶν ἐκλαμβάνοντές τινες γενεὰν πορευομένην τοὺς ἐκ περιτομῆς εἰρήκασιν τῷ ἀποπεφοιτηκέναι
τοῦ κυρίου διὰ τὸ γενεὰ σκολιὰ καὶ πονηρὰ γεγονέναι. ἐρχομένη δὲ γενεὰ ἡ ἀπὸ τῶν ἐθνῶν κλῆσις πρὸς αὐτὸν τὸν καλοῦντα σωτῆρα ἐπειγομένη. αὕτη235 in vol. 1
5οὖν ἀναγγελήσεται τῷ κυρίῳ πρὸς τῶν πρεσβευόντων ὑπὲρ αὐτῆς λεγόντων· Πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. ταύτην γὰρ αὐτὸν ἐρχομένην τὴν γενεὰν οὐκ ἐκβάλλει ὁ λέγων σωτήρ· Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. εὖ δὲ καὶ τὸ εἰπεῖν τὸν ἐρχόμενον καὶ οὐ τὸν ἐλθόντα· τὸν γὰρ ἀεὶ
10ἐνεργοῦντα τὸ πρὸς αὐτὸν ἥκειν τῷ πράττειν τὰ τῆς ἀρετῆς οὐκ ἐκβάλλει ἔξω. καὶ γενεὰ οὖν περὶ ἧς ὁ λόγος οὐκ ἦλθεν ἀλλ’ ἔρχεται πρὸς αὐτὸν τὰ τῆς πίστεως περιέπουσα. αὐτοὶ δὲ οὗτοι οἱ ἀναγγέλλοντες τῷ κυρίῳ τὴν ἐρχομένην γενεὰν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ εἰς πάντας τοὺς πιστεύοντας ἐνεργουμένην ἀναγγελοῦσιν τῷ τεχθησομένῳ θεῖον
15τόκον λαῷ, ᾧ ὁ κύριος ἐποίησεν, περιποιησάμενος αὐτὸν διὰ τοῦ ἰδίου αἵματος, καλέσας τὸν οὐ λαὸν λαὸν ἑαυτοῦ.

201

(n)

Ps 22,1b—3a
1 Ὁ διὰ τὸ κατορθῶσαι τὸ πρᾶον καὶ εὐσταθὲς Χριστοῦ πρόβατον χρηματίσας περὶ τοῦ καλοῦ ποιμένος ἐρεῖ Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ἀπάγει γάρ με ἐπὶ τὴν σωτήριον νομήν, ἔνθα θεῖαι βοτάναι, περὶ ἧς αὐτὸς ὁ ποιμὴν περὶ τοῦ ἰδίου προβάτου φησὶν Εἰσελεύσεται καὶ ἐξελεύσεται
5καὶ νομὴν εὑρήσει. Τάχα δὲ τόπος χλόης ἡ θεία παίδευσις εἶναι δύναται, ἔνθα πνευματικὴ πόα εὑρίσκεται ἠθικὴ οὖσα διδασκαλία. ἐν τούτῳ οὖν τῷ τόπῳ Κατεσκήνωσέν με, οὐ κατῴκισεν· βούλεται γάρ με, ἐς ὅσον προκόπτω, χρᾶσθαί με τῇ τοιαύτῃ νομῇ τελείως. εἷς γὰρ οὐ ποιμένος ἀλλὰ παιδευτοῦ καὶ διδασκάλου, ἐκ
10προβάτου ἄνθρωπος γεγονώς, πειραθήσομαι. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με. τὸ γὰρ ἠθικὸν μάθημα οὐ μόνον ἄκος ἐστὶ δίψης, ἀλλὰ καὶ λύσιν ἁμαρτημάτων παρέχει. Τὴν ψυχήν μου ἐπέστρεψέν με· εἰ γὰρ καὶ πρόβατον ὂν πεπλάνημαι ἐκτὸς τῆς νομῆς διὰ τοῦ ἁμαρτάνειν γεγονός, ἀλλ’ ὁ ἐπιστρέφων τὸ πεπλανημένον
15ποιμὴν τὴν ψυχήν μου ἐπέστρεψεν. σημειωτέον ὅτι οὐδεὶς κακὸς φύσει τῷ δεκτικὸς εἶναι ἐπιστροφῆς. ἐπιστρέφεται δέ τις ἐκεῖ ἔνθα τὴν ἀρχὴν διῆγεν.
συμβεβηκυῖα ἄρα ἡ ἁμαρτία τοῖς ἀποστραφεῖσι θεόν· διὸ καὶ ἀναιρεθείη.236 in vol. 1

202

(n)

Ps 22,3bc
1 Περὶ τοῦ ποιμένος φησὶν τὸ Ὡδήγησέν με, προάγοντος καὶ ὁδοποιοῦντος ἵν’ ἐπιβαίνωμεν αἷς αὐτὸς ἔτριψε τρίβοις ἐπακολουθοῦντες τοῖς ἴχνεσιν αὐτοῦ. ὅτ’ ἂν γὰρ τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ ἴδια πρόβατα αὐτῷ ἀκολουθεῖ. δικαιοσύνην δὲ λέγει τὴν ἕξιν καθ’ ἣν πρακτικοὶ
5τῶν δικαίων ἐσμέν, τρίβους δὲ αὐτῆς τὰ κατ’ αὐτὴν ἐπιτελούμενα. ἢ τάχα δικαιοσύνη ἐστὶν ἡ καθ’ ὅλου καὶ γενικὴ ἀρετή, τρίβοι δὲ αὐτῆς αἱ κατ’ εἶδος ἀρεταί. ἕνεκεν οὖν τῆς ἐπικληθείσης αὐτοῦ ἐπ’ ἐμὲ προσηγορίας ὡδήγησέν με ἐπὶ τὰς προειρημένας τρίβους τῆς δικαιοσύνης.

203

(n)

Ps 22,4ab
1 Ὅτ’ ἂν συνῇ θεός, οὐδὲν τῶν ἐπιβλαβῶν βλάψαι ἢ ζημιῶσαι δύναται, ὥς φησιν ὁ προφήτης· Ἰδοὺ κύριος βοηθήσει μοι· τίς κακώσει με; εἴποτ’ οὖν καὶ πορευθείην ἐν θλιβεροῖς καὶ ἐπιπόνοις ἃ λέγεται σκιὰ θανάτου, οὐ φοβηθήσομαι τὰ κακωτικά, θεὸν ἔχων μετ’ ἐμαυτοῦ. κακὰ δὲ ἐνταῦθα οὐ τὰ
5κυρίως λέγει ἀλλὰ τὰ ἐπίπονα, πενίαν, νόσον, δυσφορίαν καὶ τὰ παραπλήσια, περὶ ὧν ὁ Ἰώβ· Τὰ κακὰ οὐχ ὑποίσομεν. οὐ γὰρ θεόν τις ἔχων μεθ’ ἑαυτοῦ γίνεται ἔνθα κακὰ τὰ ἀντικείμενα τοῖς κυρίως ἀγαθοῖς· μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος θεῷ.

204

(n)

Ps 22,4c
1 Τὴν μὲν ῥάβδον ἐπιτιμᾶν φησιν καὶ παιδεύειν κατὰ τὸ Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; τὴν δὲ βακτηρίαν ὑποστηρίζειν διὰ συμβουλῆς προτροπῆς τε
καὶ παραινέσεως.237 in vol. 1

205

(n)

Ps 22,5a
1 Ἐν ἀρχαῖς ἐφάσκομεν τὸν ἐν ταῖς προκοπαῖς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης. ἐπεὶ οὖν ὁ προκόπτων καὶ ἐπὶ τὸ τέλος φθάσειεν, οὐκ ἔτι μείνας πρόβατον ἀλλὰ λογικὸς ἀναδειχθείς, τράπεζαν ἔχει λογικῶν τροφῶν ηὐτρεπισμένην ὑπὸ κυρίου. τῷ γὰρ κυρίῳ τυγχάνοντι καὶ σοφίᾳ ἑτοιμασάσῃ
5τὴν ἑαυτῆς τράπεζαν, ἐφ’ ᾗ τὰ ἴδια θύματα παρέθηκεν, εὐχαριστῶν φησιν Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, οὐκ ἔτι ἐπαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. ἐπίστησον δὲ εἰ καί, ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος τὴν ἀλήθειαν βλέπων πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον,
10μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ κατὰ τὸ Κἀγὼ διαθήσομαι ὑμῖν διαθήκην ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς ἐν τῇ ἀληθείᾳ· ὅθεν καὶ τὸ Ἡτοίμασας εἴρηται. ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ θεός, Ἃ ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
15ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ τὸ Ἐνώπιον δέ μου δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν Τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων καὶ διὰ τοῦτο θλιβόντων με. ἐνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ κύριος θέλων ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφή, ἵνα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς
20ἀντιστῆναι γενναίως πρὸς τοὺς θλιβόντας δυνηθῶ. καὶ γὰρ ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους· ᾗ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη, καὶ οἱ ἀντικείμενοι πολλοί.

206

(n)

Ps 22,5b
1 Τουτέστιν τὸν νοῦν δαψιλῶς ἐπιχέων αὐτό· τοῦτο δὲ τὸ χρῖσμα ἱερατικόν ἐστι μύρον οὗ σύμβολον ἔφερεν Ἀαρών· Ὡς μύρον γάρ φησιν ἐπὶ κεφαλὴν τὸ
καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών.238 in vol. 1

207

(n)

Ps 22,5c
1 Ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία ἀλλὰ καὶ εἰς κρατῆρα ἐκέρασεν τὸν ἑαυτῆς οἶνον, ἐξ αὐτῆς γεγενημένον οὔσης ἀμπέλου ἀληθινῆς, ἐκέρασεν δὲ τοῦτον τὸν οἶνον, καταμίξασα τὰ θεῖα θεωρήματα λέξεσιν ἀνθρωπίναις. ἐκ τούτου τοῦ κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον,
5ὅπερ ποτήριον κράτιστον ὄν, τουτέστι τίμιον καὶ ἐξαίρετον τοῦ λαβόντος, λέγεται ὡς καὶ τὸ πνεῦμα τὸ ἅγιον χρηματίζει· τοῦ εἰληφότος αὐτό φησιν Καὶ τὸ ποτήριόν μου. εἰ δὲ φέροιτο τὸ Ποτήριόν σου τοιαύτην ἔχον διάνοιαν, σοῦ τοῦ κυρίου τὸ ποτήριόν ἐστιν, ὅπερ ἵνα πίω δέδωκας. οὐ γὰρ ἀνθρώπινον τὸ προειρημένον κρᾶμα τὸ πρὸς τῆς σοφίας προτεινόμενον.

208

(n)

Ps 22,6a
1 Οὐ τοσοῦτον ἐξ ἔργων τις καρποῦται σωτηρίαν, ὅσον ἐκ χάριτος θεοῦ ἐλεήμονος ὄντος. Ὁ γὰρ θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν προσοῦσαν αὐτῷ πρὸς ἀνθρώπους ἀγάπην Χριστῷ συνεζωοποίησεν τοὺς νεκροὺς δι’ ἁμαρτήματα καὶ τὰ παραπτώματα γεγενημένους· ὅθεν καὶ ὁ ἅγιός φησιν· Καὶ
5τὸ ἔλεός σου καταδιώξεται, ἀεὶ ἐπερχόμενον καὶ ἐπιχεόμενόν μοι. οὐ γὰρ ποτὲ μὲν ποτὲ δὲ οὔ, ἀλλὰ Πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώκει με. πᾶσαι δὲ αἱ ἡμέραι τῆς ζωῆς ἤτοι οἱ διάφοροι φωτισμοὶ τῆς ἀληθείας καθ’ οὓς ζωοποιούμεθα τυγχάνουσιν, ἢ ὁ διὰ βίου παρὼν ἡμῖν Χριστός.

209

(n)

Ps 22,6b
1 Εἰς τόπον μὲν χλόης κατασκηνοῖ, ἐν οἴκῳ δὲ κυρίου κατοικεῖ, οὐκ ἐπί τινα καιρὸν ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς τῆς ἀθανάτου, ἀδιαστάτως καὶ
ἐπαλλήλως φωτιζόμενος.239 in vol. 1

210

(n)

Ps 23,1b—2
1 Μυστικώτερον δὲ τοῦ κυρίου γέγονεν ἡ γῆ, ὁπηνίκα κατελθὼν ἠλευθέρω‐ σεν αὐτὴν τῶν τυραννικῶς κρατούντων αὐτὴν δαιμόνων, καταλύσας πάντα τὰ ἐπ’ αὐτῆς ἀπατηλῶς ἐπιτελούμενα, μαγείαν, φαρμακείαν, τὰ χρηστήρια τῶν ἐπὶ γῆς δαιμόνων σὺν τοῖς περὶ ἀγαλμάτων καὶ θυσιῶν νόμοις. ἀλλὰ καὶ τὸ
5πλήρωμα αὐτῆς τοῦ κυρίου ἐστίν, ἤτοι τὰ πάντα ἐπ’ αὐτῆς ἔθνη οἰκοῦντα· τὸ πλήρωμα τῶν ἀγαθῶν ὃ ἐπέβαλεν αὐτῇ κατὰ τὸ Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, Καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. ἀλλὰ καὶ ἡ οἰκουμένη· αὕτη δέ ἐστιν ἡ ὑφ’ ἡλίῳ ἐκκλησία αὐτοῦ ἅμα τοῖς κατοικοῦσιν αὐτήν. κατοικοῦσι δὲ ταύτην τὴν οἰκουμένην οἱ ἐκκλησιαστικῶς φρονοῦντές τε καὶ βιοῦντες. Αὐτὸς ἐπὶ
10θαλασσῶν ἐθεμελίωσεν αὐτήν, θαλασσῶν δὲ νοουμένων τῶν κατὰ τοὺς πειρασμοὺς περιστάσεων πολλὴν τρικυμίαν καὶ ἁλμυρίδα ἐχόντων. τότε γὰρ θεμελίωσιν καὶ ἕδραν ἀμετακίνητον ἡ ἐκκλησία λαμβάνει, ὅτ’ ἂν τρικυμιῶν προσβαλλουσῶν ἄσειστος κατὰ τὴν πίστιν διαμένῃ. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. εὐτρεπῆ τὴν προειρημένην οἰκουμένην
15καὶ γῆν κατεστήσατο διὰ τῆς δοθείσης νομοθεσίας πρὸς τὸ δέξασθαι τὸ ἅγιον πνεῦμα, ἀφ’ οὗ ὡς ἀπὸ πηγῆς τὰ ποικίλα χαρίσματα ῥέουσιν ποταμοὶ ὕδατος ζῶντος. ἐπὶ τῷ γὰρ ἔχειν τούτους τοὺς ποταμοὺς ἡτοίμασεν αὐτήν, θεμελιώσας αὐτήν, ὡς προείρηται, ἐπὶ θαλασσῶν.

211

(n)

Ps 23,4a
1 Ἀπόκρισις φέρεται πρὸς τὸν ἐρωτήσαντα ἑρμηνεύουσα ὁποῖός ἐστιν οὗτος. ἀθῷος δὲ χερσίν ἐστιν ὁ ἀμέμπτους καὶ ἀθῴους πράξεις ἔχων, καθαρὰν δὲ
καρδίαν ἔχει ὁ βελτίστην ἕξιν ἀναλαβὼν καὶ θεωρητικὸς ὢν τῆς ἀληθείας.240 in vol. 1

212

(n)

Ps 23,4b
1 Ἐπὶ ματαίῳ τὴν ψυχήν ἐστιν λαβεῖν, ὅτ’ ἄν τις λογικὴν ψυχὴν ἔχων γινώσκουσαν τί τὸ ὠφέλιμον καὶ βλαβερὸν μὴ χρῷτο τῇ γνώσει ταύτῃ, ὥστε φεύγειν τὸ βλαβερὸν καὶ αἱρεῖσθαι τὸ ὠφέλιμον· ὡς καὶ νόμον ἐπὶ ματαίῳ εἰληφέναι φαμὲν τὸν ἀπ’ αὐτοῦ μαθόντα τὰ ὑπαγορευόμενα καὶ ἐναλλὰξ
5χρώμενον ἐν τῷ ποιεῖν τὰ ἀπηγορευμένα. ὁ οὖν ἑπόμενος ταῖς κρίσεσιν τῆς ψυχῆς ταῖς περὶ ἀγαθῶν καὶ κακῶν ὡς ἀναχωρῆσαι τῶν φαύλων μεταποιεῖσθαι δὲ τῶν ἀγαθῶν, οὗτος Οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. Τάχα δὲ καὶ λαβών τις ψυχὴν λογικήν, δεκτικὴν ἀρετῶν καὶ ἐπιστημῶν,
10καὶ μὴ δεξάμενος ταῦτα ὧν ἐστιν δεκτικός, ἀλλ’ ἀπάτῃ τοῦ βίου καὶ μερίμνῃ βιωτικῇ καταξανθεὶς ἡδοναῖς καὶ πάθεσιν, ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ εἴληφεν. ὁ δ’ ἐναντίως τούτῳ διακείμενος οὐκ ἐπὶ ματαίῳ αὐτὴν ἔλαβεν. καὶ ὅλος ματαιότης ματαιοτήτων ὁ τῶν πολλῶν βίος ἐστίν.

213

(n)

Ps 23,4c.5
1 Πρόσεστι τῷ περὶ οὗ ὁ λόγος καὶ εὐορκεῖν καὶ τὸ μὴ ἐπὶ δόλῳ πανούργως ὀμνύειν τῷ πλησίον. ὀμνύει δὲ ἄνευ δόλου μόνος καὶ πᾶς ὁ φυλάττων τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ. ἆθλον δὲ ἕξει παρὰ θεοῦ σωτῆρος αὐτοῦ εὐλογίαν ἥτις φθάννει ἐπὶ κεφαλὴν δικαίου. πνευματικὴ δὲ πάντως αὕτη, οὐ χοϊκή. σὺν ταύτῃ δὲ τῇ
5εὐλογίᾳ καὶ ἐλεημοσύνην λήψεται παρὰ θεοῦ τοῦ σῴζοντος αὐτὸν ἐλέῳ καὶ χάριτι, διὰ τοῦτο καὶ μακάριος ἐσόμενος ὅτι ἐλεητικὸς καὶ κοινωνητικὸς γεγενημένος ἐλεηθήσεται. Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

214

(n)

Ps 23,6
1 Ἐπεὶ μὴ περὶ ἑνός τινος ἀναβαίνοντος εἰς τὸ ὄρος τοῦ κυρίου καὶ ἱσταμένου εἰς τόπον ἅγιον αὐτοῦ ἡ ἐρώτησις γέγονεν, οὐδὲ ἡ ἀπόκρισις περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς ἀθῴου χερσὶν καὶ καθαροῦ τῇ καρδίᾳ. διὸ καὶ ἐπιφέρει τὸ Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν ἀντὶ τοῦ Πάντες οἱ τοιοῦτοι καὶ τὴν ἐκ τῶν241 in vol. 1
5προειρημένων ἀρετὴν ἐσχηκότες γενεὰ ζητοῦντές εἰσι τὸν κύριον· ζητοῦντες δὲ ἐπὶ τῷ εὑρεῖν τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ, ὃν θεωρῆσαι θέλουσιν ἵνα βελτιωθέντες ἐκ τῆς κατανοήσεως καὶ ἐκλάμψεως αὐτοῦ εἴπωσιν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.

215

(n)

Ps 23,8—10
1 Προτρέχοντες θεῖοι ἄγγελοι προσεφώνουν τοῖς ἐφεστηκόσιν ταῖς οὐρανίαις πύλαις· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, τὰς ὑμετέρας ὧν ἡγεῖσθε καὶ φύλακές ἐστε. ὡς γὰρ κατιών, κλίνας οὐρανὸν καὶ οὐκ ἀνοίξας κατῆλθεν, οὕτως ἀναληφθείς, οὐκ ἀνοιχθεισῶν πυλῶν, εἰσῆλθεν, ἀλλὰ αἰρομένων. εἶτα
5ἐπεὶ αὗται αἱ πύλαι καὶ λογικαὶ τυγχάνουσιν, καὶ πρὸς αὐτὰς οἱ ἄγγελοί φασιν· Ἐπάρθητε, πύλαι αἰώνιοι. αὗται δὲ αἱ πνευματικαὶ πύλαι οὐ πρόσκαιροι, ἐπεὶ μὴ σωματικαί, ἀλλ’ αἰώνιοι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον· πλὴν φάσκοντες ἀρθῆναι καὶ ἐπαρθῆναι τὰς πύλας, οὐχ ἕνα τῶν ἐπιδόξων εἰσελεύσεσθαι ἀλλὰ τὸν Βασιλέα τῆς δόξης φασίν. Βασιλεὺς δὲ δόξης ὁ σωτὴρ τῷ ἄρχειν πάντων
10τῶν ἐπιδόξων κατὰ θεὸν εἴρηται καὶ ὡς τὴν παρὰ πάντων κομιζόμενος δόξαν καὶ τὴν ἀληθῆ καὶ μόνιμον ἔχων βασιλείαν. ταύτην δὲ παρέχων τοῖς ἀξίοις, καὶ κύριος αὐτῆς εἴρηται κατὰ τὸ Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἀλλ’ ἐπεὶ μὴ μόνος ὁ θεὸς λόγος ἀνῆλθεν ἀλλ’ ἐπιφερόμενος ἣν ἀνείληφεν σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ξενιζόμεναι αἱ
15ἄνω δυνάμεις ἐπυνθάνοντο Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; σάρκα γὰρ περικείμενον τὸν λεχθέντα Βασιλέα τῆς δόξης ἰδοῦσαι, ἐθαύμαζον. Πάλιν δὲ οἱ προτρέχοντες, Κύριος, ἔλεγον, κραταιὸς καὶ δυνατός, ἄντικρυς τοῦτο βοῶντες· ὃν ἴστε παμβασιλέα καὶ τῶν ὅλων δεσπότην κραταιὸν καὶ δυνατόν, οὗτός ἐστιν σῶμα περικείμενος, ἀριστεύσας κατὰ τῶν ἀφ’ ἡμῶν
20πεσόντων καὶ τυραννικὴν ἕξιν ἀναλαβόντων, Κύριος ὢν δυνατὸς ἐν πολέμῳ,
ὀφθεὶς τῷ πάντας καταλελυκέναι ἀντιδοξῆσαι καὶ ἀνθίστασθαι θελήσαντας. Ταῦτα ἀκούσαντες οἱ ἄρχοντες μετὰ καὶ τῶν αἰωνίων πυλῶν αὐτῶν οὐκ ἠρκέσθησαν τὸ προσταχθὲν μόνον ποιῆσαι, ἀλλὰ καὶ ταῖς ὑπερτέρω δυνάμεσιν ἐπιστατούσαις καὶ αὐταῖς ταῖς πύλαις τῶν ἀνωτέρων οὐρανῶν ἅπερ ἤκουσαν242 in vol. 1
25ἀνήγγειλαν, κηρύττουσαι τὸ Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ τὰ ἑξῆς. καὶ πυθομέναις πάλιν αὐταῖς ἀπεκρίναντο ἣν ἔσχον καὶ αὗται ἀπόκρισιν, Κύριος δυνάμεων εἰποῦσαι Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Δυνάμεων δὲ κύριον αὐτὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων. σημειωτέον δὲ ὅτι οἱ τὰ Ἑβραίων ἠκριβωκότες φασὶν τὴν Σαβαὼθ φωνὴν ἐν τῷ
30Ἑβραικῷ κειμένην. εἰς Ἑλλάδα φωνὴν οἱ ἑβδομήκοντα μεταλαμβάνοντες ὁτὲ μὲν τὸ Κύριος τῶν δυνάμεων, ὁτὲ δὲ Κύριος στρατιῶν, ὁτὲ δὲ τὸ Παντοκράτωρ ἔταξαν. λέγουσι γοῦν καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένου τοῦ Σαβαώθ, μετάληψις εἰς τὸ Κύριος τῶν δυνάμεων γέγονεν. εἰ δὲ τὸ Σαβαὼθ ἐπὶ τοῦ σωτῆρος κεῖται, ἑρμηνεύεται δὲ καὶ εἰς τὸ Παντοκράτωρ, εἰκότως ἡ
35Παντοκράτωρ φωνὴ τοῦ σωτῆρος κατηγορηθείη· εἰ γὰρ Πάντα δι’ αὐτοῦ γέγονεν καὶ Αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ δὲ προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γεγενημένων καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται. αὐτοῦ γοῦν ἐστι πρόσωπον λέγον ἐν Ζαχαρίᾳ Οὕτω λέγει κύριος παντοκράτωρ Ὀπίσω
40δόξης ἀπέστειλέν με, καὶ Γνώσῃ ὅτι κύριος παντοκράτωρ ἀπέστειλέν με πρός σε. παντοκράτωρ γὰρ ὑπὸ παντοκράτορος ἀποστελλόμενος ὁ υἱός ἐστιν, ὑπὸ τοῦ πατρὸς πεμπόμενος. ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ ὁ σωτὴρ λέγεται· Τάδε γὰρ λέγει κύριος, ὁ μαρτὺς ὁ πιστὸς καὶ ἀληθινός, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ.
45ἀναμφισβητήτως γὰρ ταῦτα περὶ τοῦ υἱοῦ εἴρηται.

216

(n)

Ps 24,1b—3a
1 Οἶδα μὴ καταισχυνθησόμενον ἐμαυτόν, ὥσπερ καταισχύνονται οἱ ἐπ’ ἄλλοις τισὶ πεποιθότες· Ὁ πεποιθὼς γὰρ ἐπὶ πλούτῳ οὗτος πεσεῖται. συνεκδοχικῶς δὲ περὶ πάντων τῶν προσκαίρων τοῦτο λεκτέον. τὴν γὰρ πρὸς σὲ πεποίθησιν ἔχων εὔχομαι μὴ διαμαρτεῖν τῶν σπουδαζομένων, ὅπως μὴ ὀφλήσω παρὰ τοῖς
5ἐχθροῖς γέλωτα· ἐχθροί μου δὲ διάβολος καὶ αἱ ἄλλαι πονηραὶ δυνάμεις καὶ
ἄνθρωποι θεοσεβείας ἐκτός. τεθάρσηκα γὰρ καθ’ ὅλου τοῦτο μαθών, οὐ καταισχυνθήσεσθαι πάντας τοὺς ὑπομένοντάς σε. Τάχα δὲ ἁρμόζει ταῦτα τοῖς πρὸ τῆς ἐπιδημίας ἁγίοις. προσδοκῶσιν αὐτὸν καὶ ὑπομένουσιν τὴν δεῦρο κάθοδον αὐτοῦ. ἐληλυθότος γὰρ αὐτοῦ, τέλος ἴσχει243 in vol. 1
10ὁ γέλως τῶν ἐχθρῶν, ὃν ἐκάγχαζον κατὰ τῶν ἐπὶ θεὸν ἐλπιζόντων.

217

(n)

Ps 24,3b
1 Τὸ Διὰ κενῆς τὸ μάταιον καὶ κενὸν σημαίνει. τοιοῦτό ἐστιν τὸ ἐν Παροιμίαις Αὕτη ἡ ὁδὸς πάντων τῶν συντελούντων τὰ ἄνομα, αἰσχύνην φέρουσα τοῖς διὰ κενῆς ἀνομοῦσιν· οὐ γὰρ ἐπί τινι τέλει χρηστῷ ὡς οἱ φύλακες τοῦ νόμου τὰ τῆς ἀνομίας ἐπιτελοῦσιν.

218

(n)

Ps 24,4.5
1 Ὁδοὺς κυρίου ῥητέον τὰς ἐντολὰς αὐτοῦ. ἀλλὰ καὶ αὐτὰς Τὰς ἐπὶ ταῖς ὁδοῖς τρίβους δίδαξόν μέ φησιν, ἵνα τὰ ἴχνη ἃ ἔτριψαν οἱ προοδεύσαντες ἔχων ἀπλανῆ τι ποιήσωμαι τὴν πορείαν. ἐπειδὴ δὲ μὴ ἀπαρκεῖ πρὸς τελείαν σωτηρίαν μόνος ὁ πρακτικὸς βίος, ἵνα σὺν τούτῳ καὶ τὸν θεωρητικὸν
5κατορθώσω, Ὁδήγησόν με παιδευτικῶς ἐπὶ τὴν ἀλήθειάν σου. Καὶ ἄλλως δὲ κατὰ τὸν τόπον λεχθήσεται· τοῦ νόμου καὶ τῶν προφητῶν ὁδῶν κυρίου τυγχανουσῶν, οὐκ ἄλλος αὐτὰς γνωρίσαι τῷ ποθοῦντι πειραθῆναι αὐτῶν οἷός τε ἢ ὁ κύριος. αὐτὸς γὰρ γνωρίσας ἡμῖν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς τρίβους διδάξας, διὰ τοῦ λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,
10Ὁδήγησόν με ἐπὶ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ἀλήθεια, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν λαλήσας ἐν υἱῷ. καὶ γὰρ σύ, ὦ θεέ, σωτήρ μου τυγχάνεις· δι’ ὧν γὰρ
ἐδίδαξάς με, σωτηρίαν μοι παρέσχου.244 in vol. 1

219

(n)

Ps 24,6
1 Ὡς ἰδία ἐνέργεια τοῦ φωτὸς τὸ φωτίζειν καὶ τῆς ἐπιστήμης εἰς τὸ γινώσκειν ἄγειν, οὕτω τοῦ θεοῦ οἰκεία ἐνέργεια τὸ οἰκτείρειν καὶ ἐλεεῖν ὅθεν καὶ Πατὴρ τῶν οἰκτιρμῶν εἴρηται. ὃ οὖν βούλεται λέγειν ὁ ἅγιος τοιοῦτόν ἐστιν· οἰκτίρμων τυγχάνων πατὴρ τῷ πηγὴ καὶ ἀρχὴ αὐτῶν εἶναι Μνήσθητι
5τούτων τῶν σῶν γενημάτων. εἰ γὰρ καὶ πρὸς ὀλίγον ὠργίσθῃς τοῖς ἡμαρτηκόσιν, ἀλλ’ ἡ ὀργὴ οὐ κατὰ φύσιν σου οὖσα ἀλλὰ χρησίμως ὑποστᾶσα ἐπὶ τῷ ἀναιρῆσαι κακίαν παυσάσθω, μνήμην σου λαμβάνοντος τῶν κατὰ φύσιν σου οἰκτιρμῶν. εἰώθαμεν δὲ καὶ ἡμεῖς, ἀγανακτοῦντες τοῖς ἡμετέροις, καὶ ἵλεω ἀνθρώποις λέγειν Μνήσθητι τῆς ἀγαθότητός σου καὶ μίμησαι σεαυτὸν
10καταλλασσόμενος τοῖς ὑπὸ τὴν ἀγανάκτησιν. Ὥσπερ οὖν οἱ οἰκτιρμοὶ καταλλήλως τῷ θεῷ πρόσεισιν, οὕτω καὶ τὰ ἐλέη αὐτοῦ κατὰ φύσιν αὐτῷ παρόντα Ἀπὸ τοῦ αἰῶνός εἰσιν, ὅθεν καὶ εἰς τὸν αἰῶνα μένουσιν κατὰ τὸ Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ πρός τινα δέ φησιν ὁ θεὸς Ἐλέῳ αἰωνίῳ ἠλέησά σε.

220

(n)

Ps 24,7ab
1 Οὐδεὶς μετανοῶν ἐπὶ παροῦσιν καὶ ἔτι ἐνεργουμένοις ἁμαρτήμασιν ἐξομολογεῖται ἀλλ’ ἐπὶ παυσαμένοις καὶ οὐκ ἔτ’ οὖσιν. τοῦτο γοῦν λέγει καὶ νῦν, φάσκων Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. τὰ γὰρ ἐν νεότητι ἡμαρτημένα καὶ ἠγνοημένα οὐκ ἔτ’ ἐνεργεῖται τῷ τὴν νεότητα
5διαβεβηκότι. τάχα δὲ τὸ τῆς νεότητος ὄνομα οὐχ ἡλικίαν ἐνταῦθα δηλοῖ ἀλλὰ τὸ ἄστατον καὶ ἀβέβαιον τοῦ ἤθους. ὅσον γάρ τις ἐν τοιαύτῃ καταστάσει ἐστίν, ἀγνοεῖ καὶ ἁμαρτάνει, ἕως ὁ θεὸς αἴσθησιν καὶ ἔννοιαν δῷ ᾗ φησὶν ἡ γραφὴ Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. Ἀξιώσας οὖν ὅπως μὴ μνησθῇ τῶν τῆς νεότητος αὐτοῦ ἁμαρτιῶν καὶ
10ἀγνοιῶν, ἐπήγαγεν εὐθὺς τὸ Κατὰ τὸ ἔλεός σου μνήσθητί μου. κατὰ
ἐλεημοσύνην γὰρ μιμνήσκεται ὁ θεὸς οὗ τῶν πταισμάτων οὐ μνημονεύει.245 in vol. 1

221

(n)

Ps 24,7c
1 Κατὰ φύσιν ἵλεως ὢν καὶ ἀγαθὸς ὁ θεὸς σύμφυτον ἔχει χρηστότητα, ἧς ἕνεκα σὺν ἐλέῳ μνημονεύει τοῦ μετανοοῦντος.

222

(n)

Ps 24,8
1 Καὶ εὐθής ἐστιν ἤτοι διὰ τὸ πρὸς ἁμαρτίαν μὴ πεφυκέναι ἢ διὰ τὸ εὐθύνας ἀπαιτεῖν τοὺς ἁμαρτάνοντας, ὅθεν καὶ Νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. τοὺς γὰρ ἔτι ἐνεργοῦντας τὸ κακὸν ὑποβάλλει νόμῳ, ὅπως κωλυθέντες τοῦ ἁμαρτάνειν τὴν σωτήριον ὁδεύσωσιν ὁδόν.

223

(n)

Ps 24,9
1 Ὁ νομοθετῶν θεὸς ὁδηγήσει τοὺς πραότητα καὶ εὐστάθειαν ἔχοντας ἐν κρίσει τουτέστιν ἐξητασμένως καὶ ἠκριβωμένως. ὁ γὰρ μαθὼν δύο ὁδοὺς πρὸ προσώπου τοῦ ἀνθρώπου εἶναι, τὴν τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ τὴν μὲν τοῦ θανάτου ἀποστραφείς, ὁδεύων δὲ τὴν τῆς ζωῆς ὁδόν, Ἐν κρίσει βαδίζει,
5ποδηγούμενος ὑπὸ κυρίου, διὰ τὸ γαληνὸν καὶ εὐσταθὲς τῆς διανοίας· οἱ γὰρ πραεῖς ἀταραξίαν ἔχουσι λογισμῶν. Αὐτὸς δὲ ὁ κύριος μετὰ τὸ ὁδηγῆσαι ἐν κρίσει τοὺς πραεῖς διδάξει αὐτοὺς καὶ τὰς ἑαυτοῦ ὁδούς, ἤτοι τὰς πρὸς αὐτὸν φερούσας ἢ ἃς αὐτὸς πορεύεται·
ὁ γὰρ ὀπίσω κυρίου πορευόμενος τὰς ὁδοὺς αὐτοῦ μανθάνει.246 in vol. 1

224

(n)

Ps 24,10
1 Πᾶσαι αἱ πρὸς κύριον φέρουσαι ὁδοὶ ἢ ἃς αὐτὸς βαδίζει τὸν εἰρημένον τρόπον κατ’ ἀλήθειαν κατορθούμεναι καὶ σὺν χρηστότητι γινόμεναι ἔλεός εἰσι καὶ ἀλήθεια· δεῖ γὰρ ἐλεηθῆναι πρότερον, ἵνα τις ἐπιβῇ αὐταῖς καὶ οὕτω δι’ αὐτοῦ τοῦ ὁδεύειν ἐπ’ αὐτὴν τὴν ἀλήθειαν φθάσῃ. οὐ πᾶσιν δὲ ἔλεος καὶ
5ἀλήθεια θεωροῦνται αἱ ὁδοὶ τοῦ κυρίου ἀλλὰ Τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ· ὁ γὰρ ἐκτὸς ὢν τῆς διαθήκης καὶ τῶν μαρτυρίων ἄπειρός ἐστιν τῆς χρηστότητος καὶ τοῦ κάλλους τῶν κυριακῶν ὁδῶν. Ἐκζητητέον οὖν τὴν διαθήκην ἣν διέθετο ὁ θεὸς τοῖς πατράσιν ἐξάγων
10αὐτοὺς ἐκ τῆς πνευματικῆς Αἰγύπτου τουτέστιν τῆς πολυθέου πλάνης. ἐκζητήσαντες γὰρ καὶ ἐρευνήσαντες αὐτὴν εἰσόμεθα καὶ τὴν καινὴν διαθήκην ἣν ἐβεβαίωσεν Ἰησοῦς τῷ αἵματι τῷ ἰδίῳ· πᾶσα γὰρ διαθήκη ἀνίσχυρος μὴ θάνατον ἐσχηκότος τοῦ διατιθεμένου, ᾗ φησιν ὁ ἀπόστολος· Διαθήκη γὰρ ἐπὶ νεκροῖς βέβαια, ἐπεὶ μήποτε ἰσχύει ὅσον ζῇ ὁ διατιθέμενος. διὸ πληρῶσαι τὴν
15ἑαυτοῦ διαθήκην ὁ Ἰησοῦς βουλόμενος θάνατον ἀνεδέξατο. ἐκζητητέον δὲ ἐν τῇ διαθήκῃ καὶ τὰ μαρτύρια τοῦ θεοῦ, τοὺς μεμαρτυρηκότας καὶ ἐμπνευσθέντας ὑπ’ αὐτοῦ λόγους.

225

(n)

Ps 24,11
1 Ἕνεκα τῆς σῆς προσηγορίας, ὦ δέσποτα, ἐγὼ ὁ σὸς οἰκέτης ἐκζητήσω τὴν διαθήκην σου, ἐλευθερίαν ἐξ αὐτῆς προσδοκῶν ἢ κληρονομίαν ἣν ὡς υἱῷ γενομένῳ ὥρισας· ἀλλὰ καὶ Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, οὐ τῇ ἔτι ἐνεργουμένῃ ἀλλὰ παυσαμένῃ. Πολλὴ γάρ ἐστιν, οὐ κατὰ ποσότητα ἀλλὰ κατὰ σύγκρισιν
5τῆς προσεῖναι ὀφειλούσης καθαρότητος.247 in vol. 1

226

(n)

Ps 24,12
1 Ὁ φοβούμενος θεὸν σπανίζει μέν, οὐκ ἀνεύρετος δέ ἐστιν. τούτῳ οὖν νομοθετεῖ ὁ κύριος ὁδόν, ἣν ᾑρετίσατο ἤτοι αὐτὸς ὁ κύριος ἢ ὁ φοβούμενος αὐτόν.

227

(n)

Ps 24,13
1 Ἡ ψυχὴ τοῦ εὐλαβοῦς τῶν ἀγαθῶν περαιτέρω μὴ γινομένη ἐν αὐτοῖς αὐλίζεται, ἐνεργοῦσα αὐτὰ ἀεί. διὸ καὶ καθόλου τεύξεται τὸ σπέρμα ἔχειν κληρονομοῦν τὴν γῆν, οὐ τὴν ὑπὸ πόδας ἀλλὰ τὴν τῶν πραέων.

228

(n)

Ps 24,16b—20
1 Μονογενῆ ἑαυτὸν φάσκει κατὰ τὸν λέγοντα· Κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. διὸ καὶ πτωχός εἰμι, οὐκ ἔχων τὴν ἐκ τῶν ὁμοζήλων ἀρωγήν. ἰστέον δ’ ὅτι τὸ μονογενὲς σημαίνει τὸ μόνον, ὥσπερ καὶ τὸν ἥλιον μονογενῆ ἐρεῖς· οὐ ταὐτὸν ἂν τῷ μονογενεῖ υἱῷ· ὅπου γὰρ πρόσκειται τῷ
5μονογενεῖ υἱὸς ἢ παρὰ πατρὸς μονογενές, λέγεται τὸ μόνον ἐξ ἐκείνου τυγχάνον. Θλίψεις δὲ τῆς καρδίας νοήσεις καὶ τοὺς διοχλοῦντας ἐναντίους λογισμούς. Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν περιεστηκότων βιαζομένων καὶ ἀναγκαζόντων ἐκκροῦσαι τὴν πρόθεσίν μου ὡς ἐκ μεγάλων ἀναγκῶν
10ἐξάγαγέ με. Αἴσθησιν τῶν ἁμαρτημάτων ἑαυτοῦ λαβών τις ταπεινούμενος διὰ τὸ ἀπαρρησίαστον καὶ κάμνων διὰ καρποὺς μετανοίας ἐρεῖ τὸ Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
Ὅτ’ ἂν παύσηταί τις ὧν πρότερον ἐνήργει ἁμαρτημάτων, ἐχθροὺς ἕξει248 in vol. 1
15τοὺς ἐνεργοῦντας αὐτὰ δαίμονας. οὗτοι δὲ καὶ πολλοὶ κατὰ τοῦ ἐπιβουλευομένου γινόμενοι μῖσος ἄδικον μισοῦσιν αὐτόν· μῖσος δὲ ἄδικόν ἐστι τὸ γινόμενον κατὰ τῶν μὴ ἄξια μίσους πραττόντων, δικαίως μισουμένων τῶν φαύλων. Φύλαξον τὴν ψυχήν, ὅπως μὴ ὑποπέσῃ τοῖς ἀδίκως μισοῦσι· ἀλλὰ καὶ ῥῦσαι αὐτὴν ἀπὸ πράξεων τοιούτων ἐφ’ αἷς κρατῆσαι αὐτῆς δυνήσονται.

229

(n)

Ps 24,21
1 Ἀκάκους λέγει ἢ τοὺς στερομένους κακίας ἢ τοὺς ἁπλουστέρους, εὐθεῖς δὲ τοὺς κατορθώσαντας τὴν τελείαν ἀρετήν. οὗτοι οὖν Ἐκολλῶντό μοι (δι’ ὁμοφροσύνην), ὅτι ὑπέμεινά σε, κύριε. τάχα δὲ καὶ ἀκάκους λέγει τοὺς ἐξ ἀνθρώπων σπουδαίους, εὐθεῖς δὲ τοὺς θείους ἀγγέλους κολλωμένους αὐτῷ
5τῷ καὶ θείας δυνάμεις γίνεσθαι περὶ τὸν σπουδαῖον.

230

(n)

Ps 25,1bc
1 Οὐδεὶς ἁμαρτάνων κριθῆναι βούλεται ἐφ’ οἷς πεποίηκεν καὶ μάλιστα πρὸς τοῦ τὰ κρυπτὰ ὁρῶντος. ὁ δὲ ἐν ἀκακίᾳ πορευθεὶς τουτέστιν προκόψας ἀξιοῖ τούτου τυχεῖν· οἶδεν γὰρ μισθοῦ ἢ κληρονομίας τευξόμενος, Καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω· ὅσον περιέχομαι τῆς πρὸς θεὸν ἐλπίδος, ὑπ’ αὐτῆς
5ἐνδυναμούμενος οὐκ ἀσθενήσω. φέρεται γραφὴ λέγουσα· Οὐ μὴ σαλευθῶ. καὶ διὰ ταύτης οὖν δηλοῦται· ἐπεὶ ἡ ἐλπὶς ἡ πρὸς θεὸν ἕδραν μοι βεβαίαν καὶ
ἀμετακίνητον παρέχει, Ἐλπίζων ἐπὶ τῷ κυρίῳ οὐ μὴ σαλευθῶ.249 in vol. 1

231

(n)

Ps 25,2
1 Ἐπεὶ οὐχ ὁ ἑαυτὸν συνιστάνων δόκιμός ἐστιν ἀλλ’ ὃν ὁ κύριος συνίστησιν, μαρτυρήσας ἑαυτῷ τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ τὸ μὴ ἀσθενῆσαι βούλεται ὑπὸ κυρίου δοκιμασθῆναι καὶ πειρασθῆναι μὲν δι’ ἀγώνων, ἵνα ἀναφανῇ δίκαιος, πειρασθῇ δὲ ὅπως πεῖραν δεδωκὼς καρτερίας ἔχῃ τὸ δόκιμον.
5 Καὶ πρότερον ἤδη ὡς ἀναλογίαν ἐχόντων τῶν νεφρῶν πρὸς τὴν καρδίαν εἴρηται. πυρωθῆναι οὖν ἑκάτερα ταῦτα ἀξιοῖ δι’ ἐπιπόνου ἀγωγῆς, ἵνα ὡς χρυσὸς δόκιμος ἀναδειχθῇ.

232

(n)

Ps 25,3
1 Οὐκ ἂν ἠξίωσα παθεῖν τὰ προειρημένα ἐπίπονα, εἰ μὴ κατανενοήκειν τὸν ἔλεόν σου συμβαλούμενόν μοι εἰς τὸ ἐνεγκεῖν αὐτά. ὁ ἔλεος σοῦ ὁ τεθεωρημένος μοι τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου· κατὰ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως
5εὐαρεστεῖν ποιεῖ ἡ τοῦ θεοῦ ἐλεημοσύνη.

233

(n)

Ps 25,6.7
1 Τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις χεῖρας τροπικῶς καλουμένας ἐν ἀθῴοις νίπτεταί τις οὐδὲν φαῦλον ἀλλ’ εἴ τι σπουδαῖον ἐνεργῶν ἐν αὐταῖς. τάχα δὲ καὶ ὁ μολύνας αὐτὰς ἐν ἐργασίᾳ πονηρῶν νίπτεται καὶ ἀποπλύνει αὐτὰς ἀνθ’ ὕδατος χρώμενος τῇ ἀγαθοεργίᾳ.
5 Ὁ πάντων τῶν προειρημένων βλαβερῶν ἐκτὸς γεγονὼς καὶ νιψάμενος ἐν ἀθῴοις τὰς χεῖρας δίκην ἀθῴου ἱερέως κυκλώσει τὸ πνευματικὸν θυσιαστήριον τοῦ κυρίου, ἐφ’ ὃ τὰς πνευματικὰς θυσίας τις ἀναβιβάζει ἤτοι τὰς καθαρὰς εὐχὰς ἢ τὰς νομίμους πράξεις. Τοῦ ἀκοῦσαι τῶν αἰνούντων σε ἀγγέλων καὶ ψυχῶν καὶ πνευμάτων
10δικαίων φωνὴν ἢ περικύκλῳ τοῦ θυσιαστηρίου γεγένημαι ἢ ἐνιψάμην ἐν
ἀθῴοις τὰς χεῖράς μου καὶ πάντων τῶν προαγόντων ἀπεσχόμην, ἀλλὰ καὶ τοῦ Διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἃ τεραστίως καὶ παραδόξως ἐπιτελεῖς.250 in vol. 1

234

(n)

Ps 25,8.9
1 Ὁ τὸν κύριον ἐξ ὅλης ψυχῆς ἀγαπῶν καὶ τὰ τοῦ θεοῦ πάντα, ὧν ἓν καὶ ἡ εὐπρέπεια τοῦ οἴκου αὐτοῦ τυγχάνει, ἀγαπᾷ· εὐπρέπεια δὲ τοῦ οἴκου τοῦ θεοῦ ἡ τῶν δογμάτων ἀλήθεια καὶ ἡ διαταγὴ τῶν κανόνων τῆς ἐκκλησίας οἴκου νοουμένης. πρὸς τούτοις δὲ καὶ τὸ σκήνωμα τῆς δόξης τοῦ οἴκου τοῦ
5θεοῦ ἀγαπᾶν φησιν. καὶ τάχα μὲν ἡ σκηνὴ τοῦ μαρτυρίου ἣν Μωυσῆς κατεσκεύασεν ἐν τῇ ἐρήμῳ τὸ σκήνωμα τῆς δόξης τοῦ θεοῦ ἐστιν· σύμβολον δὲ προκοπῆς τοῦτο. ὃν δὲ ᾠκοδόμησεν Σολομῶν μετὰ τὴν ὁδοιπορίαν εἰς τὴν Ἱερουσαλὴμ οἶκός ἐστιν οὗ τὴν εὐπρέπειαν ἀγαπᾷ τελειότητος τύπον φέρων. Εὔχεται δὲ μὴ ὡσαύτως τοῖς ἀσεβέσι διαθεῖναι, ἵνα μὴ συναπόληται
10αὐτοῖς ἡ ψυχὴ αὐτοῦ· εὐσεβῆ γάρ τις γνώμην ἔχων οὐ πείσεται τοῦτο. παρακαλεῖ δὲ μηδὲ φονικὸς γενέσθαι, ὅπως ἡ ζωὴ αὐτοῦ ἀνδράσιν αἱμάτων μὴ συναπόληται· ἐν πράξεσιν γὰρ τούτων ἀδικία ἐστὶν ἡ καθόλου κακία.

235

(n)

Ps 25,11b
1 Εἰ καὶ τὰ κάλλιστα συνειδὼς αὐτῷ τὰ προειρημένα εἶπεν, εὐλαβούμενος μὴ οὐκ ἐν τούτῳ δεδικαίωται λανθανόντων πολλάκις τῶν ἐν κρυπτῷ ἁμαρτημάτων, λυτρωθῆναι καὶ ἐλεηθῆναι ἀξιοῖ.

236

(n)

Ps 26,1bc
1 Σωτὴρ ἡμῶν ὁ θεός ἐστιν ῥυόμενος ἡμᾶς ἐξ ἁμαρτιῶν καὶ τοῦ θανάτου, φωτισμὸς δὲ λύων τὴν ἀχλὺν τῆς κακίας καὶ τῆς ἀγνοίας καὶ ἐναυγάζων τῷ φωτὶ τῆς γνώσεως. ὁ οὕτως οὖν ἑνωθεὶς καὶ πεφωτισμένος ὑπὸ κυρίου, Τίνα φοβηθήσεται; οὐδεὶς γὰρ οἷός τέ ἐστι βλάψαι τὸν ἀγαθῶν τοιούτων καὶ251 in vol. 1
5ἀσφαλείας τετυχηκότα. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; θεοῦ τῇ ἑαυτοῦ ζωῇ ὑπερμαχοῦντος τῆς ζωῆς Ἀπὸ τίνος δειλιάσω; τὸ Ἀπὸ τίνος ἐξευτελισμὸν δηλοῖ τοῦ ἐπανιστανομένου κατ’ αὐτοῦ τοῦ ὑπὸ θεοῦ φρουρουμένου· Εἰ γὰρ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς ὁ καθ’ ἡμῶν;

237

(n)

Ps 26,3.4
1 Ῥηθείη ταῦτα καὶ περὶ αἰσθητῶν ἐχθρῶν καὶ περὶ φάλαγγος ἀοράτων πολεμίων· Ἐὰν γάρ φησιν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ τῇ μὴ φοβουμένῃ αὐτοὺς καρδίᾳ μου ἐλπίζω, ὑπέρμαχον θεὸν ἔχειν θαρρήσας. Ἔστιν ὃ αἰτεῖται καὶ ἐκζητεῖ τὸ Κατοικεῖν ἐν οἴκῳ κυρίου, τουτέστιν τῇ
5ἐκκλησίᾳ διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης ζωῆς ἑαυτοῦ. δύναται δὲ τὸ Μίαν ᾐτησάμην οὕτως ἀκουσθῆναι· ἐπὶ γῆς τέως διατρίβων, εἰ καὶ πολλῶν ἀγαθῶν τυχεῖν παρακαλῶ, πρὸ πάντων ταύτην ᾐτησάμην τὴν αἴτησιν, τὸ Ἐν οἴκῳ κυρίου κατοικεῖν τῷ κατὰ τάξιν καὶ μὴ ἀθρόως ἐν πᾶσιν τοῖς ἀγαθοῖς οἷόν τε γενέσθαι· ἢ τάχα
10προσυπακουστέον τῷ Μίαν ᾐτησάμην τὸ ἐξαίρετον ἢ μεγάλην. Ἐπεὶ καὶ ἐν τοῖς ἔμπροσθέν φησιν ἠγαπηκέναι τὴν εὐπρέπειαν τοῦ οἴκου κυρίου, ὁ ταύτην ποθῶν θεωρεῖν εὔχεται ἐν τῷ οἴκῳ γενέσθαι, ἵν’ ἐγγὺς αὐτῆς τυγχάνων γνησίως προβάλλων ἀλλὰ καὶ ὑπεραναβὰς ἐπισκέψηται τουτέστιν περιαθρήσῃ τὸν ναὸν αὐτοῦ, τάχα οὐδὲ ἀναχωρῆσαι αὐτοῦ ἔτι
15θελήσας μιμούμενος τὸν Σαμουήλ. καὶ ὁ μὲν ἁπλῶς περὶ τῶν ὑποβεβηκότων δογμάτων τῆς ἐκκλησίας διειληφὼς θεωρεῖ τὴν τερπνότητα κυρίου,
προσβάλλων δέ τις τοῖς περὶ τῆς τριάδος περιαθρήσει τὸν ναὸν αὐτοῦ.252 in vol. 1

238

(n)

Ps 26,5.6
1 Πολλάκις ἤδη διαφορὰν σκηνῆς καὶ οἴκου ὅτε ἅμα ὀνομάζονται εἰρήκαμεν, ὡς τῆς μὲν προκοπὴν δηλούσης, τοῦ δὲ τελειότητα. ὅτε τοίνυν ἐνέστηκέν τινι ἔτι ἡ τῶν κακῶν ἡμέρα, οὐκ ἐν τῷ οἴκῳ τοῦ θεοῦ εἶναι δύναται, ἀλλ’ ἐν τῇ σκιᾷ κρύπτεται ὑπὸ κυρίου τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας
5ἀπαλλαττόμενον· οὐ γὰρ ὁ ἄρτι μετανοῶν ἐπὶ τελειότητα ἰέναι οἷός τε. Τάχα δὲ τὸ ὄνομα τῶν κακῶν σημαίνειν τὰ περιστατικὰ καὶ ἐνταῦθα δύναται. Ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, τῆς παιδεύσεως καθ’ ἣν προκόπτομεν. τὰ μέν ἐστι προφανῆ, τὰ δὲ ἀπόκρυφα καὶ ἀνακεχωρηκότα οἷα
10τὰ μυστικά. ἐν τῷ προκόπτειν οὖν σκεπάζει ὁ θεὸς οὐκ ἐν τοῖς ἐπιπολαίοις ἀλλ’ Ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. πρόσκειται δὲ τὸ Αὐτοῦ πρὸς παράστασιν τοῦ μὴ πᾶσαν σκηνὴν τουτέστι προκοπὴν κατὰ θεὸν εἶναι. Ἐν πέτρᾳ ὕψωσέν με, μετὰ τὴν προκοπὴν φθάσαντά με ἐπὶ τὸν στερρότατον καὶ ἀρραγῆ τῆς τελειώσεως λόγον πέτραν ἀλληγορικώτερον
15ὀνομαζόμενον· αὐτὸς ὁ κύριος ὕψωσέν με. κατάλληλον τῇ προκοπῇ τὸ Ἔκρυψεν, τῇ τελειότητι τὸ Ὕψωσεν. δυνατὸν δὲ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν σκηνὴν λέγειν ἧς ἐν τῷ ἀποκρύφῳ τουτέστιν ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ θεός, ὑψῶν αὐτὸν ἐν πέτρᾳ πνευματικῇ οὐκ ἄλλῃ τοῦ Χριστοῦ τυγχανούσῃ.
20 Καὶ νῦν μετὰ τὸ διαβῆναι τὴν προκοπὴν καὶ ἐπὶ τὸ τέρμα τῆς ἀληθείας ἐφθακέναι ὑψοῖ τὴν κεφαλήν, ἤτοι νοῦν τὸν ἐμὸν ἢ Χριστὸν ἄρχοντα νοῦ γεγενημένον, ἐπὶ τοὺς ἐχθρούς μου, ὅπως ὑπὸ πόδας καὶ ὑποτεταγμένους αὐτοὺς ἔχω. 〈Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως.〉 Κατάλληλον
25τῷ Ἔκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου καὶ τὸ προκείμενον· τότε γὰρ θυσίαν ἀλαλαγμοῦ μετὰ νίκην ἐπιτελουμένην θύσει, κυκλώσας ἐν τῇ σκηνῇ αὐτοῦ. ἀλαλάξαι δέ ἐστιν τὸ ἀθρόως ἐπὶ ἡττηθεῖσιν ἐχθροῖς βοῆσαι. ὁ οὖν τῶν ἐχθρῶν περιγινόμενος τὴν ἐπὶ νίκῃ χαριστήριον θυσίαν εἰκότως ἐν τῇ σκηνῇ, τουτέστιν ἐν τῇ προκοπῇ, προσάγει.
30 〈Ἄισω καὶ ψαλῶ τῷ κυρίῳ.〉 Οὐ μόνον θεωρήσω τὰ τῆς ἀληθείας ὅπερ δηλοῦται διὰ τοῦ Ἄισω, ἀλλὰ καὶ κατ’ ἀρετὴν ἐνεργήσω ὃ παρίσταται διὰ τοῦ Ψαλῶ, ἀρεσκόντως θεῷ ποιῶν ἀμφότερα. τοῦτο γὰρ σημαίνει τὸ Ἄισομαι
καὶ ψαλῶ τῷ κυρίῳ.253 in vol. 1

239

(n)

Ps 26,7—9a
1 Ἐπιστάμενος ὁ ταῦτα λέγων εὐχαῖς δικαίων ἐπακούοντα τὸν θεόν, ἀπὸ τῆς αὐτῆς διαθέσεως τοῖς δικαίοις κεκραγὼς εἰσακουσθήσεσθαι ἀξιοῖ. Εἰ τὸ κατ’ ἀξίαν σκοπήσοις, κύριε, οὐκ εἰσακούσῃ θνητοῦ τινος· οὐδεὶς γὰρ τηλικαύτην κραυγὴν ἀναπέμψει ὡς φθάσαι πρὸς σέ. εἰς τὴν σὴν οὖν
5ἀγαθότητα ἀποβλέψας Ἐλέησόν με· οὕτω γὰρ καὶ Εἰσακούσῃ μου. ἀμφότερα δὲ τότε ἐλεηθῆναι καὶ εἰσακουσθῆναι οὐκ ἐξ ἐπιπολῆς χειλέων ἀλλ’ ἀπ’ αὐτῆς καρδίας εἶπον πρὸς σέ. διὰ τούτου παρίσταται ὅτι οὐ πάντως τῆς προφορικῆς φωνῆς ἀλλὰ μάλιστα τῆς φωνῆς τῆς καρδίας εἰσακούει θεός. Ἐξεζήτησέν σε τὸ πρόσωπόν μου· καὶ τοῦτο δὲ εἶπέν σοι ἡ καρδία μου, τὸ
10ἐμοῦ τῆς καρδίας πρόσωπον οὐκ ἄλλο τυγχάνον τοῦ νοῦ ἐκζητήσει σε. τεύξομαι δὲ τῆς μετὰ τὴν ἐκζήτησιν εὑρέσεως πρόσωπον πρὸς πρόσωπον προσβάλλων σοι, καταργηθέντος τοῦ δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι. Ἐπιστήσας ἔγνων τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὴν σὴν τετυπωμένον· ὅθεν ζητῶ ἰδεῖν σου τὸ πρόσωπον.
15κατανοήσας γὰρ αὐτὸ φωτισμὸν πλείονα ἕξω. τότε δὲ ζητεῖν δύναμαι, ὅτ’ ἂν σὺ ἐπιφάνῃς τὸ πρόσωπόν σου· εἰ μὴ γὰρ τοῦτο γένηται, προσβάλλειν αὐτῷ οὐ δυνήσομαι. διό φημι· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.

240

(n)

Ps 26,11
1 Νομοθέτησόν με, ἵνα τοιοῦτον νόμον παρὰ σοῦ λαβὼν ὁδεύσω τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ὁδήγησόν με τῇ εὐθείᾳ καὶ ἀκαμπεῖ ὁδῷ σου ἕνεκα τῶν ἐπικειμένων ἐχθρῶν, σκάνδαλα ἐχόμενα τρίβου τιθέντων μοι. ἔτι μὴν τῆς ἀρετῆς μεσότητος οὔσης ὑπερβολῆς καὶ ἐλλείψεως τοῦ τηρεῖν τὸ σύμμετρον,
5σὺ δέσποτα, ὁδήγησον, φέρων με εἰς τὸ τέλος αὐτῆς ἕνεκα τῶν ἐχθρῶν μου τῶν ἐνεργούντων τὴν κακίαν. καθ’ ὑπερβολὴν ἐνεργοῦντες παρὰ θύραν ἱστάμενοι τῆς ἀρετῆς δι’ ἀπάτης λαμβάνουσιν τοὺς μὴ ἐφιστάνοντας τῇ διαφορᾷ μεσότητος καὶ ὑπερβολῆς. εἰ δὲ καὶ εὐθείαν ὁδὸν τὴν τῶν ἀληθῶν δογμάτων πορείαν λέγοις, ἴσθι ὅτι μὴ ὁδηγοῦντος θεοῦ οἱ τὰ παρακείμενα
10ψευδῆ δόγματα τῆς ἀληθείας ἄγοντες ἄρχοντες τούτου τοῦ αἰῶνος ἐχθροί εἰσιν, ὧν ἕνεκα, ὅπως μὴ ἐμπέσωμεν εἰς τὴν ἀπάτην αὐτῶν, παρακαλοῦμεν ὁδηγηθῆναι ὑπὸ κυρίου τὴν εὐθείαν ὁδόν.254 in vol. 1

241

(n)

Ps 26,12
1 Ἐπεὶ εἱλόμην ὁδεύειν τὴν εὐθείαν ὁδόν, πάντες οἱ πονηροὶ θλίβειν με προτέθεινται· σὺ δέ, κύριε, κηδόμενός μου Μὴ παραδῷς με εἰς ψυχὰς αὐτῶν· ἤτοι εὐχόμενος μὴ παραδοθῆναι αὐτοῖς ἢ μὴ συναριθμηθῆναι ταῖς ψυχαῖς αἷς εἶχον οἱ θλίβοντες αὐτὸ τοῦτο μάρτυρες ἄδικοι εἶναι ἑλόμενοι. ἀλλ’ ἡ ἀδικία
5ᾗ ἑαυτοὺς προσῳκείωσαν ἀσύστατος καὶ ἀβέβαιος οὖσα ἐψεύσατο ἑαυτήν· οὐχ οἷα γὰρ εἶναι ἐπαγγέλλεται, τοιαύτη εὑρέθη. ἡ γὰρ Ἐψεύσατο φωνὴ οὐκ ἀεὶ τὸ ἐναντίον τῇ ἀληθείᾳ σημαίνει, ὡς τὸ ἐν τῷ προφήτῃ Ἅλων καὶ οἶνος ἐψεύσατο αὐτοὺς ἀντὶ τοῦ οὐχ ὡς ἐπηγγέλλετο· κατ’ ἔτος ἡ ἅλων καὶ οἶνος εὑρεθέντα ἐψεύσαντο ἐλαττωθέντα.

242

(n)

Ps 26,13
1 Γῆ ζώντων ἐκλήθη ἡ ἐν ἐπαγγελίαις γῆ κατὰ τὴν αἰώνιον ζωήν, ἐπεὶ οὐδεὶς ἐν αὐτῇ μετέχει τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. αὕτη δὲ ἡ γῆ ἐν τοῖς μὴ βλεπομένοις καὶ αἰωνίοις ἵδρυται, καὶ ἐπ’ αὐτῆς ἐστιν τὰ ἀληθῶς καὶ κυρίως τοῦ θεοῦ ἀγαθά. ὃ τοίνυν λέγει ὁ ἅγιος τοιοῦτόν ἐστιν· πιστεύω ζωῆς
5αἰωνίου μετασχεῖν, ἵνα κατ’ αὐτὴν ζῶν μετοικισθῶ εἰς τὴν τῶν ζώντων γῆν, ὥστε ἰδεῖν τὰ ἐπ’ αὐτῆς τοῦ κυρίου ἀγαθὰ τὰ κατὰ τὰς ἐπαγγελίας ἀποκείμενα τοῖς ὁσίως βεβιωκόσιν. εὖ δὲ εἰπεῖν καὶ τὸ Ἰδεῖν καὶ μὴ φαγεῖν καὶ ἅψασθαι ἢ ἕτερόν τι· τὸ γὰρ ὅλον ἐν τῷ θεωρεῖσθαι τὰ θεῖα ἀγαθὰ
παρέχει τὴν ὠφέλειαν.255 in vol. 1

243

(n)

Ps 26,14
1 Ἤτοι πρὸς ἑαυτὸν διαλεγόμενος τοῦτό φησιν ἢ παντὶ ἀκούοντι αὐτοῦ. δύναται δὲ καὶ ἄνωθεν προτροπὴ αὐτῷ ὑπὸ τοῦ πνεύματος φέρεσθαι τοιαύτη, ἐπεὶ ἐπίστευσας τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἐν τῷ μέλλοντι αἰῶνι ὑπόμεινον τὸν κύριον ἢ ὑπόμεινον τὴν δεῦρο τοῦ σωτῆρος κάθοδον· δι’ αὐτῆς γὰρ ἀνελθεῖν
5ἐπὶ τὴν θέαν τῶν ἀγαθῶν δυνήσῃ. Ἀνδρίζου τουτέστιν ἀνδρείαν ἀνάλαβε μὴ κατ’ ἰσχὺν σώματος ἀλλὰ κραταιουμένης τῆς καρδίας σου. οὕτω γὰρ ὑπομεῖναι τὸν κύριον δυνήσῃ κατὰ πάντας τοὺς προειρημένους τρόπους.

244

(n)

Ps 27,1c
1 Σημαίνει δὲ τὸ ὄνομα τοῦ λάκκου καὶ τὸν τόπον τὸν φυλάττοντα τοὺς κατακρίτους.

245

(n)

Ps 27,2a
1 Ἐπεὶ οὖν πολλῶν ἐνδεὴς ὢν ἔγνων πρὸς σοῦ ταῦτα ἀναπληροῦσθαι δύνασθαι, πρὸς σὲ βοῶν ἀξιῶ εἰσακοῦσαί σε τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι οὐ πρὸς ἄλλον τινὰ ἢ σέ· οὐδὲ γὰρ ἄλλος ἀναπληρῶσαι δύναται τὰ ὧν ἐλλειπής εἰμι.

246

(n)

Ps 27,2b
1 Ναὸς δὲ θεοῦ εἴη ἂν καὶ ὁ ὑπερουράνιος χῶρος καὶ αἱ ἐν αὐτῷ δυνάμεις χωροῦσαι παρουσίαν θεοῦ κατὰ τὸ ἐφικτόν. εἴη δὲ καὶ ὁ λόγος τοῦ θεοῦ ὁ
φάσκων· Ὁ πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ ἔργα.256 in vol. 1

247

(n)

Ps 27,3b
1 Εὔχεται οὖν λέγων· ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργαζομένων αὐτήν.

248

(n)

Ps 27,4
1 Ὁ διορατικὸς ἐπιστημονικῶς τοῖς πράγμασιν προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ ὠφέλιμα ὄντα. ὁ δὲ φαῦλος ἡδονῇ θελγόμενος ἐργάζεται κακὰ οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἅγιος ἀποτῖσαι τῷ φαύλῳ
5κατὰ τὰ ἔργα αὐτοῦ ἐπίπονα, ὅπως κἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ αἴτια κολάσεως αὐτῷ γεγενημένα.

249

(n)

Ps 27,5
1 Ὧν πράττει ὁ ἄνθρωπος, τὰ μὲν αὐτοῦ ἔργα, τὰ δὲ τῶν χειρῶν αὐτοῦ ἐστιν· αὐτὸς γὰρ κατὰ διάθεσιν ἐργάζεται. αἱ δὲ ἐνεργητικαὶ δυνάμεις χεῖρες αὐτοῦ καλούμεναι ἐπιτελοῦσι τῶν ἁμαρτημάτων τὰ πρακτικά. ἀξιοῖ οὖν καθ’ ἕτερα ἀνταπόδοσιν γενέσθαι, Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ
5ἔργα τῶν χειρῶν αὐτοῦ. τῶν ἔργων τοῦ θεοῦ τὰ μὲν ὁρατά, τὰ δὲ ἀόρατα τυγχάνει. τοὺς γοῦν μὴ συνέντας τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἀνταπολαβεῖν βούλεται τὸ ἀνταπόδομα αὐτῶν· αὐτοὶ γὰρ προαιρετικῶς
εἵλοντο τὸ μὴ συνιέναι τὰ ἔργα ᾧ ἠκολούθησε τὸ τιμωρίας αὐτοὺς ὑποπεσεῖν.257 in vol. 1

250

(n)

Ps 27,7
1 Ἐπὶ τῷ βοηθῷ καὶ ὑπερασπιστῇ κυρίῳ ἐλπίσασα ἡ καρδία μου ἐβοηθήθη, ὡς μηδὲν ἐν αὐτῇ εἶναι ἐνθύμημα αἰσχρὸν ἢ δόγμα φαῦλον. βοηθουμένης γὰρ καρδίας ἐστὶν τὸ συγκατατίθεσθαι οἷς δεῖ καὶ ἀνανεύειν πρὸς τὰ ἐναντία. οὕτω δὲ τῆς καρδίας μου βοηθείσης Ἀνέθαλεν ἡ σάρξ μου ἐν τῷ πράττειν
5αὐτά. τάχα δὲ καὶ ἡ ἐλπίζουσα καρδία βοηθηθείη, ἀπολαμβάνουσα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν ἀνατείλασαν τὴν σάρκα. παραπλήσιον τούτῳ τὸ Καὶ τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ. σπέρματος γὰρ λόγον τὸ νῦν ἡμῶν σῶμα ἔχει πρὸς τὸ ἐξ ἀναστάσεως· αὐτὸ γὰρ τοῦτο σπαρὲν ἐν φθορᾷ ἀναθάλλει ἐν ἀφθαρσίᾳ σπειρόμενον· ὅθεν καὶ τῷ παραδείγματι τῷ σπειρομένῳ εἰς τὰ περὶ
10ἀναστάσεως ἐχρήσατο Παῦλος. Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. πολλοὶ φόβῳ κολάσεως ἢ αἰσχύνης ἕνεκα τῆς πρὸς ἀνθρώπους ἀπαγορεύουσι τὰ ἁμαρτήματα κατὰ διάθεσιν ἡδόμενοι ἐπ’ αὐτοῖς. ὁ δὲ κριτικὸς ἀνὴρ ἐνιδὼν τῷ μύσει καὶ βλαβερῷ τῶν ἁμαρτημάτων ἑκουσίως ἀποστρέφεται αὐτά, ἐξ ἰδίου θελήματος
15περὶ αὐτῶν ἐξομολογούμενος θεῷ. ἐὰν δὲ εὐχαριστίαν σημαίνοι τὸ Ἐξομολογήσομαι αὐτῷ, ἐκ θελήματός τις αὐτὸ ποιεῖ, ἐπὶ πᾶσιν τοῖς συμβαίνουσιν εὐχαριστῶν κἂν ἀηδῆ τινα εἶναι δοκῇ. οἱ γὰρ ἐπὶ τοῖς τέρπουσι μόνοις εὐχαριστοῦντες οὐκ ἐξ ἰδίου θελήματος ἀλλ’ ὑφ’ ἡδονῆς ἄγονται ἐπὶ τοῦτο.

251

(n)

Ps 27,8
1 Ὁ τοῦ θεοῦ λαὸς οὐκ ἄλλο τι ἔχει κραταίωμα ἢ τὸν κύριον αὐτὸν ἔρυμα καὶ ἕρκος αὐτῶν γινόμενον. αὐτὸς δὲ οὗτος ὁ κύριος καὶ ὑπερασπιστής ἐστιν τῶν σωτηριῶν τοῦ Χριστοῦ. πᾶς δὲ Χριστοῦ μετέχων ὁμωνύμως αὐτῷ χριστὸς καλεῖται. ὧν οὖν σῴζεται σωτηριῶν ὁ οὕτω χριστὸς αὐτοῦ
5ὑπερασπιστής ἐστιν, ἂν δὲ χριστοῦ τοῦ ὄντος υἱοῦ αὐτοῦ ὑπερασπιστὴς τῶν
σωτηριῶν ἢ σωτηρίας ἀκουστέον καθ’ ἃς σῴζει.258 in vol. 1

252

(n)

Ps 27,9
1 Σῶσον τὸν λαόν σου τοῦτον οὗ κραταίωμα τυγχάνεις, εὐλογῶν τὴν κληρονομίαν σου οὐκ ἄλλην τοῦ λαοῦ σου οὖσαν· εὐλόγησον δὲ αὐτὴν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, ἐπάρας καὶ μετεωρίσας δι’ ἀρετῆς αὐτοὺς ἀλλὰ καὶ ποιμαίνων αὐτοὺς εἰς πάντα τὸν αἰῶνα τοῦτον. ἐν γὰρ τῷ
5μέλλοντι ὑπερβάντες τὴν θρεμμάτων κατάστασιν παιδευτῇ καὶ διδασκάλῳ σοι χρήσονται.

253

(n)

Ps 28,1a
1 Ὁ προκείμενος ψαλμὸς μέγιστα περιέχων μυστήρια εἰκότως κατὰ τὸν εἰκοστὸν ὄγδοον ἀριθμὸν τέτακται ὄντα δυνάμει ἑβδομάδα. ἐὰν γοῦν συνθῇς τοὺς ἑξῆς ἀριθμοὺς ἀπὸ μονάδος ἕως ἑβδομάδος, εἰκοστὸς ὄγδοος ἀπαρτίζεται· ὅθεν καὶ τρίγωνός ἐστιν ἑκάστης αὐτοῦ πλευρᾶς συγκειμένης ἐξ
5ἑβδομάδος. ἔστιν δὲ καὶ τέλειος ἀριθμός, δεύτερος μετὰ τὸν ἕκτον. τέλειον δὲ ἀριθμόν φασιν τὸν ἐκ τῶν μερῶν ἑαυτοῦ συντιθέμενον, ὥστε μὴ ὑπερβάλλειν μηδὲ ἐλλείπειν. καὶ ὁ παρὼν οὖν ἀριθμὸς μέρη ἔχει ἥμισυ, τέταρτον, ἕβδομον, τεσσαρεσκαιδέκατον, εἰκοστὸν ὄγδοον· ἅπερ συντεθέντα ἀπαρτίζει ἑαυτόν.

254

(n)

Ps 28,1b—2
1 Προστάττει ἤτοι τοῖς ἀγγέλοις ἢ τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχουσιν ἀνθρώποις ἐνεγκεῖν ἐπὶ τὴν σκηνὴν τὰ πρὸς θεραπείαν· ἓν δὲ ὧν φέρουσιν καὶ υἱοὶ τῶν κριῶν εἰσιν. κριοὺς δὲ ἡγητέον εἶναι τοὺς εὐτόνους κατὰ θεοσεβείαν βίον ἐπανελομένους δίχα τοῦ λογικῶς θεωρεῖν τὴν ἀλήθειαν. διὸ
5καὶ ἄρχειν εἰσὶν ἱκανοί, υἱοὶ δὲ κριῶν οἱ μιμήσει τῆς πολιτείας γεννηθέντες ὑπ’ αὐτῶν.
Δόξαν φέρουσιν οἱ ὀρθῶς καὶ δικαίως καὶ εὐσεβῶς περὶ τῆς τριάδος διειληφότες, τιμὴν δὲ οἱ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττοντες. εἰ γὰρ ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ παραβαίνειν τὸν θεὸν ἀτιμάζει, τιμὴν αὐτῷ259 in vol. 1
10προσάγει ὁ περιεχόμενος τοῦ θείου νόμου. Ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· ὁμοίως τῷ πρὸ αὐτοῦ. Προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. ὁ κατὰ τὰ δόγματα τὰ ἐκκλησιαστικὰ καὶ τοὺς ἀμέμπτους αὐτῆς κανόνας τῷ θεῷ λατρεύων προσκυνεῖ τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

255

(n)

Ps 28,3a
1 Προχειρότερόν τις ἐπιβάλλων ἐρεῖ τὸν Ἰωάννην βαπτίζοντα ἐν τῷ Ἰορδάνῃ ποταμῷ φωνὴν εἶναι κυρίου ἐπὶ τῶν ὑδάτων.

256

(n)

Ps 28,7
1 Ἔτι μὴν εὔτονον καὶ αὐστηρὸν βίον ἀναλαβὼν ὁ Ἰωάννης, διοδεύσιμον τὸν φλογμὸν τῶν ἡδονῶν τοῦ βίου ποιήσας, Φωνή ἐστιν κυρίου διακόπτοντος φλόγα πυρός.

257

(n)

Ps 28,8b.9a
1 Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη. Ἡ προειρημένη τοῦ κυρίου φωνὴ καταρτίζει τὰς ἀλληγορικῶς καλουμένας ἐλάφους. ψυχαὶ δέ εἰσιν αὗται, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσαι
καὶ πνεύματι διὰ χειλέων κατὰ μίμησιν θεοῦ ἀναιροῦσαι τὸν ἀσεβῆ ὄφιν.260 in vol. 1

258

(n)

Ps 28,9b
1 Ἐργάσεται δὲ αὕτη ἡ τοῦ κυρίου φωνὴ καὶ δρυμῶν ἀποκάλυψιν, ὅπως φανερὰ γένωνται τὰ ἐν αὐτοῖς φωλεύοντα θηρία ἃ ἀνειμῶνται ἔλαφοι. δρυμὸς δέ ἐστιν σύμφυτος τόπος ξύλων ἀκάρπων· ἀποκαλύπτεται δὲ δρυμός, τῶν ἐν αὐτῷ ξύλων ἀκάρπων ἐκκοπτομένων ὑπὸ τῆς ἀξίνης τοῦ λόγου καὶ εἰς πῦρ
5βαλλομένων.

259

(n)

Ps 28,9c
1 Ὅτ’ ἂν τὰ ἐπισκιάζοντα τῇ τῶν ἀνθρώπων προκοπῇ περιαιρεθῇ, τὸ τηνικάδε πᾶς τις τὴν πολύθεον πλάνην ἐάσας δόξαν ἐρεῖ ἐν τῷ ναῷ τοῦ θεοῦ.

260

(n)

Ps 28,10b
1 Τὸ καθῆσθαι τὸν θεὸν σημαίνει τὴν ἵδρυσιν αὐτοῦ ἄτρεπτον καὶ ἀναλλοίω‐ τον μένειν ἀεί. διαστέλλει γοῦν αὐτὴν τοῖς διὰ τοῦ τρέπεσθαι ἀπολλυμένοις φάσκων· Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. καὶ ἐνταῦθα οὖν τὸ μόνιμον τῆς βασιλείας αὐτοῦ παρίσταται. διὰ τοῦτο Καὶ
5καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, τέλος οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ.

261

(n)

Ps 29,1
1Ὁ μέντοι τῇ ἱστορίᾳ συναγορεύων ἐρεῖ ὅτι Δαυὶδ ὁ βασιλεὺς οἶκον αἰσθητὸν
κυρίῳ οἰκοδομῆσαι προθυμηθεὶς κεκώλυται τοῦ θεοῦ εἰπόντος πρὸς αὐτόν· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον διὰ τὸ ἀνὴρ πολεμιστὴς εἶναι ἐκ νεότητός σου, ἀλλ’ ὁ ἐξερχόμενος ἐκ τῆς ὀσφύος σου οὗτος οἰκοδομήσει μοι οἶκον. πεισθεὶς261 in vol. 1
5τῷ χρησμῷ Δαυὶδ τοῦ μὲν οἰκοδομῆσαι ἐπαύσατο, τῶν δὲ πρὸς τὴν οἰκοδομὴν ὑλῶν προενοήσατο. ὥσπερ οὖν, φησίν, τὰς ὕλας προητοίμασεν, οὕτω καὶ τὸν ψαλμὸν ποιήσας ὡς ἕν τι τῶν ἀναγκαίων καταλέλοιπεν, καὶ ὅπως οἰκοδομηθέντος καὶ ἐγκαινισθέντος τοῦ οἴκου ὑπὸ τῶν εἰς τοῦτο τεταγμένων ἀνακρουσθῇ μετ’ εὐχαριστείας ψαλλόντων καὶ ᾀδόντων.

262

(n)

Ps 29,4
1 Σεσῶσθαι δέ φησιν ἤτοι μὴ ἐάσαντος αὐτὸν τοῦ θεοῦ καταβῆναι εἰς αὐτὸν ἢ μετὰ τὸ κατελθεῖν ἀναγαγόντος. ῥηθείη δὲ ταῦτα οἰκονομικῶς καὶ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ τοῦ ἐληλυθότος τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ ἡμῶν καὶ δόντος γε αὐτὴν καὶ ἀναστάντος ἐκ νεκρῶν εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός,
5πρὸς ὃν καὶ ἀνθρωπίνως φησίν· ἐπειδὴ Οὐκ ἐγκατέλιπες τὴν ψυχήν μου εἰς τὸν ᾅδην, λάκκον ὀνομαζόμενον, θαρρῶν λέγω· Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς τὸν λάκκον.

263

(n)

Ps 29,6cd
1 Οἷς ἡμέρα ἔληξεν ἣν κατασκευάζει τὸ φῶς τὸ ἀληθινόν, κλαίουσιν ἐν ἑσπέρᾳ, τουτέστιν ἐν ἀρχῇ νυκτὸς γεγενημένοι, ἀγαλλιώντων οἷς ἡμέρας ἀρχὴ συνυπέστη ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης. ἁρμόσει τοῦτο ἀμφοτέροις τοῖς λόγοις, τοῦ μὲν ἐκ περιτομῆς κλαίοντος ὅτε ἔδυ αὐτοῖς
5ὁ ἥλιος τῆς δικαιοσύνης, τοῦ δὲ πρωὶ τῶν ἐθνῶν ἀγαλλιωμένων
ἐπιλάμψαντος αὐτοῖς τοῦ σωτηρίου λόγου.262 in vol. 1

264

(n)

Ps 29,7
1 Εὐθηνίαν ἀκούειν δεῖ ἐπὶ πολυκαρπίᾳ πνευματικῇ, ὅτ’ ἂν ὁ σπόρος Ἰησοῦ ἑκατονταπλάσιος γένηται καὶ τἄλλα γενήματα τῆς ἀρετῆς πληθυνθείη. ἐν ταύτῃ οὖν τῇ εὐθηνίᾳ γεγονὼς δι’ αὐτῶν τῶν πραγμάτων ἐρῶ, βέβαιος καὶ ἀμετακίνητος μένων, τὸ Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. στικτέον δὲ καὶ
5οὕτως· Εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τοῖς γὰρ ἔργοις βοῶ ὅτι, εἰ γενοίμην ἐν τῇ προειρημένῃ εὐθηνίᾳ, ἀκλόνητος ἔσομαι μὴ περιτρεπόμενος ὑπὸ τοῦ ἀνταγωνιζομένου.

265

(n)

Ps 29,8a
1 Τὸ σωματικὸν κάλλος ἐμφαίνεται ἐπὶ συμμετρίᾳ καὶ ἀναλογίᾳ μελῶν συγκείμενον, τὸ δὲ τῆς ψυχῆς ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ τῶν κατορθουμένων ἀρετῶν πασῶν τῶν κατὰ λόγον ἐνεργειῶν συμμετρίαν καὶ ἀναλογίαν ἐχουσῶν ἢ καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἁρμονίως ἀναλογουσῶν. τοῦτ’ οὖν
5τὸ κάλλος σύ μου, ὦ κύριε, τῷ σῷ θελήματι παράσχου. ποιήσας γάρ σου τὸ θέλημα καὶ τοῦ ἐν οὐρανοῖς πατρὸς ἀνέλαβον αὐτό, ἐπεὶ πᾶς ὁ σύμμορφος γεγονὼς τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ κάλλος θεόθεν ἔσχεν ἑνωθεὶς τῷ κυριακῷ θελήματι.

266

(n)

Ps 29,10cd
1 Ὁ διὰ τοῦ τὰ ὑλικὰ πράττειν καὶ φρονεῖν τὰ ἐπίγεια χοῦς γεγονὼς καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ οὐδ’ ἐξομολογήσεται τῷ θεῷ, ἢ ἀναγγελεῖ αὐτοῦ τὴν
ἀλήθειαν καὶ δι’ ἠθῶν καὶ γνώσεως ἐσφαλμένος.263 in vol. 1

267

(n)

Ps 29,11b—13
1 Σημειωτέον ὅτι τὸ Ἐγενήθη οὐκ ἀεὶ οὐσίωσιν σημαίνει ἀλλ’ ἔσθ’ ὅτε καὶ τὴν πρός τινα σχέσιν. εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ σωτῆρος τοιαύτη γένοιτο φωνή, σχέσιν τὴν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. ἡ κοπετὸς φωνὴ τὴν
5συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησιν τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αἴσθησιν αὐτοῦ διεγείρας μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι χαρὰν τὸν καρπὸν τοῦ πνεύματος ἀναλήψεται. τὸ Ἔστρεψας δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς
10χαρὰν μεταβολήν· τὸ δὲ Οὐ μὴ κατανυγῶ 〈ἀντὶ τοῦ〉 οὐ μὴ μεταγνῶ φησιν. δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ θεῷ ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. [ἀντὶ τοῦ] Ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν οὐ προσηνέσι μόνον ἀλλὰ καὶ ἐπιπόνοις εὐχαριστῶ σοι, δέσποτα.

268

(n)

Ps 30,2—3b
1 Ὁ ἐλπίσας τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις οἶδεν μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα, ἐπὶ κύριον θέμενος τὴν τοιαύτην προσδοκίαν. Ἐν τῇ δικαιοσύνῃ σου, φησίν, ῥῦσαί με (οὐκ ἄλλῃ οὔσῃ τοῦ μονογενοῦς σου) ἐκ τῶν περιεστηκότων καὶ ἐξελοῦ ἐκ τῶν προσπολεμεῖν
5βουλομένων. καὶ ἐπεὶ μὴ φθάνῃ ἡ ἡμετέρα κραυγὴ πρὸς τὸ σὸν ὕψος, Κλῖνον τὸ οὖς σου πρός με διὰ τοῦ συγκαταβαίνειν μοι· τούτου γὰρ ὑπάρξαντος
δεξάμενός μου τὴν προσευχὴν ἀμελλητὶ ἐξελέσθαι με θελήσεις.264 in vol. 1

269

(n)

Ps 30,3c—4
1 Καὶ ἐνταῦθα τὸ Γενοῦ μοι σχέσιν δηλοῖ ὑπερασπιστοῦ πρὸς ὑπερασπιζόμενον. ἀξιοῖ δὲ καὶ οἶκον καταφυγῆς σωτηρίας αὐτῷ γενέσθαι τὸν θεόν, ἵν’ ὥσπερ ὑπὸ φρουρίου δυσαλώτου καὶ ἀκαταμαχήτου περιεχόμενος σωθῇ ἀβλαβὴς διαμείνας. τούτου δὲ πολλάκις ἤδη καὶ ἀεὶ ἐπειράθην, ὡς Κραταίωσις καὶ
5καταφυγή μου εἶ σύ, ἐπεὶ τὸ σὸν ὄνομα ᾠκείωταί μοι· σὸς γὰρ ἄνθρωπος ἢ δοῦλος χρηματίζω. εἰ καὶ μὴ ἄξιός εἰμι τυχεῖν ὧν αἰτοῦμαι, ἀλλ’ ἕνεκεν τῆς σῆς προσηγορίας ὁδηγήσεις με πρὸς σωτηρίαν καὶ διαθρέψεις δέ με παρέχων τὸν σὸν οὐράνιον ἄρτον.

270

(n)

Ps 30,6
1 Σπουδὴ δὲ τοῖς ἀγαθοῖς ἐστιν μὴ τοσοῦτον τὸ σῶμα ἄτρωτον πρὸς ἐχθρῶν ἔχειν ὅσον τὸν νοῦν καὶ τὴν διάνοιαν. ἐπεὶ οὖν πρὸς φένακας καὶ δεινοὺς ἀπατῆσαι ὁ πόλεμος αὐτῷ, οὗτοι δὲ οὐ σάρκα βάλλειν ἀλλὰ νοῦν τρῶσαι προύθεντο, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται τὸ πνεῦμα δυναμένας αὐτὸ
5διαφυλάξαι. καὶ ὁ σωτὴρ δὲ ἀναρτηθεὶς εἰς τὸν σκόλοπα, τρωθεισῶν αὐτῷ τῶν χειρῶν καὶ τῶν ποδῶν ὠρωρυγμένων κατὰ τὸ προφητικόν, τῷ Εἰς χεῖράς σου παραθήσομαι κέχρηται. χεῖρας δὲ τοῦ θεοῦ οὐκ ἄλλας τῶν προνοητικῶν καὶ σκεπαστικῶν αὐτοῦ δυνάμεων ἐκδεκτέον. Σημειωτέον δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου πολλαχῶς λέγεσθαι. ὅτ’ ἂν γὰρ
10λέγῃ τὴν παρθένον σπουδάζειν εἶναι ἁγίαν πνεύματι καὶ σώματι, πνεῦμα τὴν διάνοιαν λέγει. παρὰ δὲ Ἰακώβῳ (Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν) οὐκ ἄλλο τι ἢ τὴν ψυχὴν σημαίνει ἡ τοῦ πνεύματος προσηγορία. ἐν δὲ τῷ Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τῶν ἀνθρώπων εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐκ ἄλλο πνεῦμα δηλοῦται ἢ τὸ συνεζευγμένον τῇ ψυχῇ
15ἕτερον ὂν αὐτῆς, ὃ καὶ συνείδησις καλεῖται· τὸ γὰρ συνειδὸς τοῦ ἀνθρώπου τὰ ἐνθυμήματα ἄλλο τῆς ψυχῆς ἐστιν· ἡ γὰρ ψυχὴ ὁ ἄνθρωπός ἐστιν, οὐ τὰ
ἐνθυμήματα. τριχῶς οὖν πεφηνότος τοῦ πνεύματος τοῦ ἀνθρώπου, ἐπίστησον κατὰ ποῖον σημαινόμενον ἐκλαβεῖν δεῖ τὸ Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. ἐμοὶ δὲ ἀρέσκει καὶ κατὰ τοὺς τρεῖς τρόπους ἀληθεύεσθαι τὸ265 in vol. 1
20προκείμενον. Κρατηθέντα δέ με, φησίν, ὑπὸ τῶν πολεμίων καὶ αἰχμάλωτον ἤδη γεγενημένον ἐλυτρώσω, ὦ κύριε, ὃς καὶ θεὸς τῆς ἀληθείας εἶ καὶ τῆς ἐν ἑκάστῳ τῶν μετεχόντων τῆς τοῦ μονογενοῦς ἀληθείας.

271

(n)

Ps 30,7a
1 Καθόλου πᾶς ματαιότητα φυλάσσων διὰ κενῆς τοῦτο ποιεῖ ἤτοι τῷ ἀβέβαιον εἶναι ἢ τῷ κενῶς καὶ περιττῶς γίνεσθαι τὴν ματαιότητα. μισητὴ δὲ αὕτη οὖσα τῷ θεῷ μισητοὺς ποιεῖ τοὺς διαφυλάσσοντας αὐτήν.

272

(n)

Ps 30,8b—9
1 Ἡ ταπείνωσις δὲ ὁτὲ μὲν δηλοῖ τὴν ἀτυφίαν ἣν ἔθος ταπεινοφροσύνην καλεῖν, ὁτὲ δὲ τὴν ὑπ’ ἐχθροῖς κάκωσιν. ἀγαθὸν δὲ τὸ ἐπειδεῖν τὸν θεὸν τὴν ἑκατέρως ταπείνωσιν. τὸ ἑξῆς δὲ ἀκολουθεῖ τῷ ταπείνωσιν νομίζειν τὴν κάκωσιν· Ἔσωσας γάρ φησιν ἐξ ἀναγκῶν τὴν ψυχήν μου, ἀνάγκας λέγων
5τὰς περιστάσεις ἀφ’ ὧν ῥυσθείσης αὐτοῦ τῆς ψυχῆς οὐ συγκλείεται εἰς χεῖρας τοῦ καταπονοῦντος ἐχθροῦ. Εἰ τὸ εὐρύχωρον δὲ ὡσαύτως λέγοιτο τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ (αὕτη δέ ἐστιν ἡ φιληδονία), εὐχαριστεῖ τῷ βεβαιότητα αὐτῷ καὶ στάσιν ἐν τῷ βίῳ τούτῳ ὀρέξαντι. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ περὶ γῆς τόπῳ
10ὑπάρχων, ἔνθα ὀλισθηρὸν καὶ ἐπισφαλὲς διὰ τὰς φωλευούσας ἡδονὰς τὸ ζῆν, στάσιν τῆς ψυχῆς μοι δέδωκας, ὅπως μὴ ὧδε κἀκεῖσε ὑπὸ τῶν παθῶν παραφέρωμαι. εἰ δ’ ἐπαινετὸν λέγοι τὸ εὐρύχωρον, ἐρεῖ· ἐπεὶ θλιβόμενος οὐ στενοχωροῦμαι ἐγκαρτερῶν τοῖς πόνοις, ἵν’ οὕτως εἴπω, πλατυνόμενος διὰ τὸ
κλέος τὸ ἐκ τῶν περιστατικῶν, ἐρῶ· Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.266 in vol. 1

273

(n)

Ps 30,11c
1 Οὐ πάντως ὁ πτωχεύων ἀσθενεῖ (πολλοὶ γὰρ πτωχοὶ ἰσχυροί) οὐδὲ ὁ ἰσχύος λειπόμενος πτωχός· ἐν δὲ τοῖς πνευματικοῖς, ἐπεὶ ταὐτὸν ἡ ἰσχὺς πλούτῳ, ὁ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς ἰσχὺν ἔχει. ὃ οὖν βούλεται λέγειν ἔστιν τοιοῦτον· ἐπεὶ ἐπτώχευσα τὸν βλέποντα πλοῦτον ἀποστραφείς (οὗτος δέ ἐστιν
5ὁ θεῖος), Ἡ ἰσχύς μου ἠσθένησεν. Σημειωτέον ὅτι τὴν ἕξιν ἀντὶ τοῦ ἔχοντος εἶπεν· οὐ γὰρ ἡ ἰσχὺς ἀσθενεῖ ἀλλ’ ὁ ἔχων αὐτήν, ὥσπερ οὐδὲ τὴν ἐπιστήμην ἀγνοεῖν ἀλλὰ τὸν ἐσχηκότα φαμέν. τούτοις ὁμόλογον τὸ παρὰ Παύλῳ εἰρημένον περὶ Χριστοῦ· Ἵνα δικαιοσύνη γενώμεθα θεοῦ ἐν αὐτῷ. καὶ ἐν τούτοις γὰρ τοὺς δικαιοσύνην
10ἔχοντας δικαιοσύνην ἐκάλεσεν.

274

(n)

Ps 30,12—14a
1 Οἱ ἐχθροὶ φιλήδονοι μᾶλλον ἢ φιλόθεοι τυγχάνοντες οὐ μόνον οὐκ αἰσχύνονται οὐδ’ ὄνειδος ἔχειν δοκοῦσιν ἐφ’ οἷς πράττουσιν κακῶς, ἀλλ’ ἐκ τοῦ ἐναντίου σεμνύνονται, ὡς λεχθῆναι περὶ αὐτῶν· Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. καυχῶνται δὲ ἐφ’ οἷς ὀνειδιστέοι γίνονται· Αἰσχύνθητε γοῦν ἀπὸ καυχήσεως
5ὑμῶν καὶ ὀνειδισμοῦ ἐναντίον κυρίου· ὅθεν καὶ ἀναστήσονται οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Ὁ δὲ αἰσθόμενος ἐν τῇ προειρημένῃ πτωχείᾳ ἑαυτὸν γεγονέναι ὁμολογεῖ ὀνειδιστέος εἶναι. διό φησιν· Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, ἀλλὰ καὶ παρὰ πᾶσιν τοῖς πλησιάζουσίν μοι κατὰ τὴν οἴκησιν τουτέστιν τοῖς
10ὁμοδοξοῦσιν. Οἱ μετ’ ἐπιστάσεως προσβάλλοντές μοι, αἰσθόμενοι ἐξ οἵου πλούτου εἰς πτωχείαν ἔπεσον, εὐλαβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν, ἔξω τῆς ἐμῆς καταστάσεως ἔσπευδον εἶναι. ἀλλὰ καὶ σκεῦος ὢν πάλαι τίμιον καὶ εὔχρηστον τῷ δεσπότῃ ἠχρειώθην οὕτως ὡς ἀπολωλέναι δοκεῖν.
15 Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. εἴποι ταῦτα διδάσκαλος ψεγόμενος ὑπὸ τῶν δοκούντων περὶ αὐτὸν εἶναι διὰ τοῦ δῆθεν
μανθάνειν, παροικούντων δὲ καὶ μὴ ἐμμενόντων τοῖς μαθήμασιν τῷ μὴ κατοικεῖν ἐν αὐτοῖς. δύναται δὲ καὶ οὕτως· ἐπεὶ ψόγον ἤκουσα ὃν ψέγονται πολλοὶ τῶν περικύκλῳ μου τῷ μὴ κατοικεῖν ἀλλὰ παροικεῖν αὐτοὺς ἐν τοῖς267 in vol. 1
20ἡμετέροις, τούτου χάριν σκεῦος ἀπολωλὸς γέγονα. τούτῳ συνᾴδει τὸ Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

275

(n)

Ps 30,16
1 Ἐν ταῖς σκεπαζούσαις καὶ φρουρούσαις δυνάμεσι χερσίν σου χρηματιζούσαις οἱ κλῆροί μου τυγχάνουσιν, τουτέστιν πάντα τὰ συγκληρωθέντα μοι κατὰ κρίσιν σὴν ἤτοι ῥυσθῆναι ἀπ’ αὐτῶν ἢ παθεῖν· οὐδὲ γάρ τι συντυχικῶς οἴομαι συμβαίνειν.

276

(n)

Ps 30,16a
1 Ἕτεροι δὲ τὴν λέξιν σαφηνίζουσιν οὕτως· αἱ δεδομέναι ἐξουσίαι, φασίν, ἤτοι ὡς ἄρχουσιν ἢ διδασκάλοις ἢ ἄλλην ὑπεροχὴν ἔχουσι, κλῆροι αὐτῶν ὀνομάζονται. οὗτοι οὖν ἐν ταῖς χερσὶν τοῦ θεοῦ εἰσιν. ὡς γὰρ αὐτὸς καθιστᾷ, οὕτως καὶ μεθιστᾷ βασιλεῖς. κἂν τοίνυν διὰ τὴν παροῦσάν μοι ὑπεροχὴν
5ἐπέρχωνταί τινες μετακινῆσαι αὐτὴν βουλόμενοι, οὐ δυνήσονται τῷ πάντα τὰ κατ’ ἐμὲ ἐν ταῖς χερσίν σου εἶναι.

277

(n)

Ps 30,20.21
1 Οὐχ ἁπλῶς κρύπτει τὴν χρηστότητα τοῖς φοβουμένοις αὐτόν (πολὺ γὰρ αὐτῆς καθορῶσιν) ἀλλὰ τὸ πλῆθος, ἵνα μὴ βλαβῶσιν. εὖ δὲ καὶ τὸ εἰπεῖν· Τοῖς φοβουμένοις σε· αὐτοῖς γὰρ αὐτὴν ταμιεύεται. φανέρωσον αὐτὴν αὐτοῖς,
ὅτ’ ἂν ἐν τελείᾳ ἀγάπῃ γενόμενοι ἔξω βάλωσι τὸν φόβον.268 in vol. 1
5 Αὐτὰ δὲ ταῦτα ἃ Ἔκρυψας τοῖς φοβουμένοις σε ἤδη κατ’ ἐνέργειαν ἐφανέρωσας τοῖς πλέον τοῦ φόβου τὴν ἐλπίδα ἔχουσιν Ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἀνθρώπους δ’ ἐρεῖς τοὺς τὸ λογικὸν καὶ κατ’ εἰκόνα ἀδιάστροφον φυλάξαντας, υἱοὺς δὲ αὐτῶν τοὺς λογικῶς μαθητὰς καὶ μιμητὰς αὐτῶν γενομένους. ἀπόκρυφον δὲ τοῦ προσώπου τοῦ θεοῦ ἐρεῖς τὸ μὴ ἐφικτὸν
10νῦν πρὸς γνῶσιν, φανερωθησόμενον δὲ τότε ὅτε ὀψόμεθα αὐτὸν καθώς ἐστιν. τούτῳ τῷ ἀποκρύφῳ ἀντιδιαστέλλεται τὸ λεγόμενον παρὰ Παύλῳ· Γνωστὸν αὐτοῦ φανερωθὲν τοῖς ἀνθρώποις, τουτέστιν τὸ δημιουργὸν καὶ προνοητικὸν αὐτοῦ. ἑξῆς γὰρ τοῦ Ὁ θεὸς ἐφανέρωσεν εἴρηται· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται.
15 Τάχα καὶ ὁ σωτὴρ πρόσωπον ὢν θεοῦ ἀπόκρυφον ἔχει πᾶν τὸ κατὰ τὴν θεότητα, ἐμφανὲς δὲ τὸ κατὰ τὴν οἰκονομίαν. ὅτ’ ἂν οὖν ὁ λόγος γενόμενος σὰρξ σκηνώσῃ ἐν ἡμῖν, κατακρυπτόμεθα ἐν τῷ ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ, ὀψόμενοι αὐτὸ ὅτ’ ἂν ὀψώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
20 Ἐπίστησον δέ, εἰ καὶ τὰ προφανῆ ἔργα τῆς προνοίας πρόσωπον αὐτοῦ εἶναι δύναται· δι’ αὐτῶν γὰρ θεὸν φανταζόμεθα· ἀπόκρυφον δὲ αὐτοῦ οἱ ἀπόρρητοι λόγοι καθ’ οὓς γίνεται τὰ γινόμενα, οὓς ἐπὶ τέλει τῶν πραγμάτων εἰσόμεθα Ἀπὸ ταραχῆς ἀνθρώπων. οἱ ἀνθρώπινα δόγματα ἐπαγγελλόμενοι ἄνθρωποί εἰσιν ταραχὴν προβαλλόμενοι, δι’ ἧς ταράττουσιν τοὺς ἀνερματίστους.
25ταύτης τῆς ταραχῆς ἐκτὸς ποιῶν τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν ὁ θεὸς κατακρύπτει αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ κατὰ πάντας τοὺς εἰρημένους τρόπους. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. ὁ τέλειος πάσης προκοπῆς ἀναχωρήσας αὐτὴν κατανοεῖ τὴν ἀλήθειαν δι’ ὃ ἀνεξαπάτητός
30ἐστιν, ὁ δὲ ἐν τῷ προκόπτειν ἐπιτυγχάνων χρῄζει σκεπάζοντος θεοῦ ἐν σκηνῇ τουτέστιν τῶν διαφόρων γλωσσῶν ἤτοι διαφόρων ψευδοδοξιῶν. πρὸς γὰρ τὸν τέλειον λέγεται· Καὶ πᾶσα φωνὴ ἣ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. πᾶς γὰρ λόγος ἑτερόδοξος ἀνίσταται κρίνεσθαι βουλόμενος μετὰ τῆς ἐκκλησιαστικῆς γνώμης. πάντας δὲ αὐτοὺς ἡττήσει ὁ
35τέλειος τὰ τῆς ἐκκλησίας φρονῶν.269 in vol. 1

278

(n)

Ps 30,22.23
1 Οὐ τοσοῦτον θαύματος ἄξιον ὅτ’ ἂν ἐμφαίνηται ὁ ἔλεος τοῦ θεοῦ ἐν ταῖς ἀνετικαῖς καὶ ἡπλωμέναις πόλεσιν, ὅσον θαυμαστούμενος τότε ὅτ’ ἂν ἐν πόλει περιοχῆς γένηται· ὡς καὶ διὰ τοῦτο εὐλογητὸν εἶναι τὸν θεὸν πάνυ εὐλογούντων τῶν ἐκ πλείονος περιστάσεως ῥερυσμένων.
5 Τὸ δὲ τῆς ἐκστάσεως ὄνομα σημαίνει τὴν παραφροσύνην, δηλοῖ δὲ καὶ τὸν θαυμασμὸν μετ’ ἐκπλήξεως γινόμενον· σημαίνει ἡ παροῦσα λέξις τὸ δεύτερον τῶν σημαινομένων. ὃ γὰρ λέγει ἔστιν τοιοῦτον· Ἐν ἐκστάσει, τουτέστιν ἐν ἐκπλήξει γεγενημένος, εἶπα Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τουτέστιν μακρὰν ἔδοξα εἶναι τῶν ἐποπτικῶν καὶ ἐπισκοπευτικῶν σου
10δυνάμεων, καὶ ἐπεὶ οὕτω διατεθεὶς παρεκάλεσα μὴ ἀπερριμμένος μεῖναι ἀλλ’ ἐπιφανῆναί μοι τὸ πρόσωπον τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

279

(n)

Ps 30,24ab
1 Μιᾶς ἀληθείας οὔσης τῆς εἰπούσης Ἐγώ εἰμι ἡ ἀλήθεια, πολλαὶ συνίστανται ἐν τοῖς μετέχουσιν τῆς μιᾶς ἑκάστης ψυχῆς ἀλήθειαν ἐχούσης, ὃν ἐδέξατο τύπον ἐκ τῆς μονογενοῦς ἀληθείας. ἐπεὶ οὖν πάσας τὰς ἀληθείας ταύτας ἐκζητεῖ κύριος, τιμῆσαι ἐπ’ αὐτὰς βούλεται τοὺς ἔχοντας αὐτάς.
5τούτου χάριν, οἱ ὅσιοι αὐτοῦ, ἐκζητήσατε αὐτόν, οὐκ ἀμισθὶ καταλύοντες ἐφ’ ᾗ ἔχετε ἀληθείᾳ.

280

(n)

Ps 31,1a
1Καὶ ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς ἔχει, συνέσεως χρεία τῷ
ἐντυγχάνοντι, ἵνα συνιέναι δυνηθῇ ἕκαστα τῶν ἀσαφῶς εἰρημένων.270 in vol. 1

281

(n)

Ps 31,1bc
1 Ἀνομιῶν καὶ ἁμαρτιῶν διαφορὰν εἶναί φασιν τοιαύτην· αἱ ἁμαρτίαι τῶν μηδὲ ὅντιν’ οὖν νόμον προσηκαμένων ἀνομίαι καλοῦνται, τῶν κατὰ παράβασιν νόμου πραττομένων ἁμαρτιῶν ὀνομαζομένων. Μακάριοι οὖν εἰσιν ὧν ἀφίενται αἱ ἀνομίαι, ἄρτι τῷ θείῳ λόγῳ προσερχομένων· Μακάριοι δὲ καὶ ὧν
5ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, ὅτ’ ἂν παρακούσαντες τοῦ νόμου ὕστερον μετανοήσωσιν. ἄφεσις μὲν ἐπὶ τῶν ἀνομιῶν, ἐπικάλυψις δὲ ἐπὶ τῶν ἁμαρτιῶν εἴρηται τῷ τὰς ἀνομίας πάντῃ ἀφίεσθαι. συγγνωστοὶ γὰρ οἱ δίχα νόμου ἁμαρτάνοντες τῶν ἐπικρυπτομένων ἁμαρτιῶν οὐ πάντῃ ἀφιεμένων ἀλλ’ ἐξ ἀγάπης ἐπισκιαζομένων· Ἀγάπη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν.
10 Χρῶνται δέ τινες τῷ μὲν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι ἐπὶ τῶν τὸ λουτρὸν εἰς ἄφεσιν ἁμαρτιῶν ἐσχηκότων, τῷ δὲ Καὶ ὧν ἐπεκαλύφθησαν ἐπὶ τῶν ἐκ μετανοίας ἐπικρυψάντων τὰ ἁμαρτήματα. εἰσὶν δὲ οἳ λαμβάνουσιν τὴν μὲν προτέραν ἐπὶ τῶν πιστευόντων ἐθνῶν, τὴν δὲ δευτέραν ἐπὶ τῶν ἐκ περιτομῆς τὸν σωτῆρα προσηκαμένων.

282

(n)

Ps 31,2
1 Ὁ ἀναμάρτητος οὐχ ἁπλῶς ἄνθρωπος ἀλλ’ ἀνὴρ διὰ τὴν τελειότητα λέγεται. οὕτω γοῦν ὁ θεὸς οὐ λογίζεται ἁμαρτίαν ἤτοι τῷ ἀφίεσθαι αὐτὴν ἢ τῷ μηδ’ ὅλως γεγονέναι. ἁρμόσει γὰρ τοῦτο μάλιστα τῷ Χριστῷ κατὰ τὴν οἰκονομίαν· καὶ τὸ Οὐκ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος ὁμοίως ἐκδεκτέον
5ἢ τῷ ἀποβεβληκέναι ἢ τῷ μὴ ἐσχηκέναι δόλον. οὐκ ἔστιν δὲ δόλος ἐν στόματι τοῦ λόγον ἀληθῆ καὶ ἀκατάγνωστον ἔχοντος.

283

(n)

Ps 31,3
1 Ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζόμενος ἐν ἡμέρᾳ διῆγον καὶ ἐν ὅλῃ ταύτῃ ἔκραζον ὑμνῶν εὐχόμενος. ἐπεὶ οὖν ἀπὸ ταύτης τῆς κραυγῆς ἐξ ἀπροσεξίας ἐσίγησα, ἐπαιλαιώθη τὰ ἰσχυρὰ καὶ τὰ εὔτονα τῶν δογμάτων, ὀστᾶ μου ὀνομαζόμενα. σημαίνει δὲ τὴν μετάπτωσιν τοῦ ταῦτα λέγοντος τῷ271 in vol. 1
5πεπαλαιῶσθαι καὶ μὴ φύσει παλαιὰ εἶναι τὰ ὀστᾶ αὐτοῦ.

284

(n)

Ps 31,4
1 Καὶ ἐν τοῖς προάγουσιν εἴρηται, ὡς ἐν πολλοῖς τόποις τῆς γραφῆς ἡ κολαστικὴ τοῦ θεοῦ δύναμις χεὶρ αὐτοῦ ὀνομάζεται. ταύτην οὖν βαρέως ἐπικεῖσθαι αὐτῷ ἡμέρας καὶ νυκτὸς τουτέστιν συνεχῶς λέγει διὰ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν.
5 Τὰς βιωτικὰς μέντοι μερίμνας ἡδονάς τε καὶ ἀπάτας τούτου τοῦ αἰῶνος ἀκάνθας ἡρμήνευσεν ὁ σωτήρ. ὅτ’ ἂν οὖν τοιαύτη ἄκανθα ἐμπαγῇ τινι, εὐθέως εἰς ταλαιπωρίαν στρέφεται. ἰστέον ὅτι κατὰ μεταβολὴν καὶ τροπὴν ταλαίπωρός τις γίνεται μὴ φύσει ὢν τοιοῦτος. σημαίνει δὲ ἡ λέξις τὸν οἰκτρὸν καὶ ἐλεεινόν.
10 Καὶ τὸ ἐμπαγῆναι δὲ ἄκανθαν τὸ μὴ φύσει δηλοῖ ἀλλ’ ἔξωθεν ἐπεισιοῦσαν. νυττόμενος οὖν ὑπὸ ταύτης Ἐστράφην εἰς ταλαιπωρίαν, τὴν διὰ τῆς μετανοίας καὶ τῆς ὑπὸ τοῦ κυρίου παιδευτικῆς νουθεσίας· Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ἔγνωμεν δὲ ἐν ταῖς Βασιλείαις ὅσα ὑπέμεινεν διὰ ταύτην τὴν ἁμαρτίαν ὑπὸ κυρίου παιδευόμενος διὰ τὴν προτέραν
15αὐτοῦ δικαιοσύνην, ἵν’ ἐκείνης τῆς ἁμαρτίας καὶ τῆς δι’ αὐτὴν τιμωρίας ἀπαλλαγεὶς τὴν προτέραν ὑγείαν ἀναλήψηται.

285

(n)

Ps 31,5
1 Ὁ εἰς ἁμαρτίαν ἐμπεσὼν ὅσον ἐνεργεῖν αὐτὴν βούλεται σκέπει καὶ κρύπτει αὐτήν, ὁ δὲ μισήσας αὐτὴν φανερὰν ποιεῖ τῷ δυναμένῳ ἰάσασθαι δι’ ἐξομολογήσεως ἐξαγορεύων αὐτήν. ἀλλὰ καὶ τὴν ταύτῃ κατάλληλον ἀνομίαν ἀποκαλύπτει· εἶδος γὰρ ἁμαρτίας ἡ ἀνομία· πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει,
5οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. δύναται ἐκ παραλλήλου εἰρῆσθαι μάλιστα διὰ τὸ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Πραγματικῶς δὲ εἰπὼν ἐξαγορεύειν κατ’ ἐμαυτοῦ ἣν πεποίηκα ἀνομίαν πλέον οὗ ᾐτησάμην ἔσχον· οὐ μόνον γὰρ ταύτην ἀλλὰ καὶ τὴν τῆς καρδίας272 in vol. 1
10ἀσέβειαν ἀφῆκεν ὁ θεός. ἀσέβεια δὲ καρδίας εἶναι δύναται ἡ συμβαίνουσα τοῖς πολλοῖς δυσαρέστησις τῆς προνοίας ἐκ τῆς δοκούσης τῶν πραγμάτων ἀνωμαλίας.

286

(n)

Ps 31,6a
1 Εἰ καὶ πρακτικῆς ἀνομίας καθαρεύουσιν οἱ ὅσιοι, ἀλλά γε χραινομένους ἔχουσι τοὺς λογισμοὺς πολλάκις ἐκ τῆς εἰρημένης καρδίας ἀσεβείας. καίτοι οὐ περὶ ἀνομίας ἧς οὐκ ἔχουσιν οἱ προσευχόμενοι, ὑπὲρ τῆς ἀσεβείας προσεύξονται, ἄφεσιν αὐτῆς αἰτούμενοι ἐν εὐθέτῳ καιρῷ. εὔθετος δὲ καιρὸς
5προσευχῆς περὶ τῆς εἰρημένης ἀφέσεως, ὅτε τις ἀπὸ πράξεως ῥυπαρᾶς καθαρεύει. καὶ ὥσπερ τις τραυματίας ὅλος ὢν περὶ ἀμυχῆς οὐκ ἀπαιτήσει ἰατρὸν θεράπειαν ἀλλ’ ὅλον τὸ σῶμα ὁλόκληρον ἔχων ἐν μόνῃ τῇ ἀμυχῇ τυγχάνων, οὕτως οὐδεὶς πράξεων ἐναγῶν πεπληρωμένος περὶ καθαρότητος λογισμῶν προσεύξεται ἀλλὰ μόνος πᾶς ὅσιος.

287

(n)

Ps 31,6b
1 Ὅτ’ ἂν κατακλυσμὸς πολλῶν πνευματικῶν ὑδάτων γένηται, ἐσχηκότος τινὸς ἐν ἑαυτῷ πηγὴν ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον τουτέστιν τῶν ὑδάτων ἐξαφανιζόντων πάντα τὰ ἁμαρτήματα καὶ τὴν ἐπ’ αὐτοῖς ἀσέβειαν τῆς
καρδίας, οὐκ ἐγγιοῦσιν ἡ ἀσέβεια καὶ ἡ ἀνομία τῷ ὑπὲρ αὐτῶν προσευξαμένῳ.273 in vol. 1

288

(n)

Ps 31,7
1 Τῆς περιεστηκυίας θλίψεως ἀπαλλαγὴν οὐκ ἄλλως εὑρίσκειν ὁ ταῦτα λέγων νομίζει ἢ καταφυγὼν πρὸς Χριστόν. Ὥσπερ δικαιοσύνη καὶ σοφία οὕτω καὶ ἀγαλλίαμα τοῦ σπουδαίου Ἰησοῦς. φησὶν γοῦν πρὸς αὐτὸν ὡς ἀγαλλίαμα ἡμέτερον· Λύτρωσαί με ἀπὸ τῶν
5καταδιωκόντων με· καταδιώκουσι γάρ με δαίμονες ἀλιτήριοι καὶ ἄνθρωποι πονηροί· πείσομαι γὰρ οὐδὲν κακόν, σοῦ ῥυομένου.

289

(n)

Ps 31,9
1 Τουτέστιν μὴ τὸ λογικῶς ἐνεργεῖν ἀποβαλόντες εἰς ἄλογον πέσητε κατάστασιν, ὥστε ἵππῳ διὰ τὸ θηλυμανὲς ὁμοιωθῆναι ἢ ἡμιόνῳ διὰ τὸ ἐστερεῶσθαι πρὸς τὰ κακά· μὴ ἐχόντων γὰρ σύνεσιν ἡ τοιαύτη ὁρμή. Πρὸς τὸν θεὸν ὁ προφήτης φησίν· τοὺς γενομένους ὡς ἵππους διὰ τὸ
5σκιρτητικὸν καὶ ἀφηνιαστικὸν καὶ ἡμίονον σκληρόστομον ἐν χαλινῷ τῷ σῷ λόγῳ καὶ κημῷ τῇ καταλλήλῳ προτροπῇ τὰς σιαγόνας αὐτῶν ἄγξαις δαμάζων καὶ ἕλκων τῷ σῷ χαλινῷ, ᾧ ἄξεις ὑπὸ ζυγὸν τὸν σόν. Οἱ μὲν εὐεικτοὶ καὶ εὐήνιοι ἑκουσίᾳ ὁρμῇ ἐγγίζουσι τῷ θεῷ, οἱ δὲ προειρημένοι ὡς ἵππος καὶ ἡμίονος διὰ τὸ ἀσύνετον γεγονότες τῇ προειρημένῃ
10ἀνάγκῃ τῶν πωλοδαμνῶν ἀχθήσονται πρὸς σέ.

290

(n)

Ps 32,1bc
1 Οἱ τὸν ἠθικὸν κατορθώσαντες βίον δίκαιοί εἰσιν ἀγαλλιώμενοι ἐν τῷ κυρίῳ, εὐθεῖς δὲ οἷς πρέπει αἴνεσις οἱ πᾶσαν σκολιότητα ψευδοδοξίας διαφυγόντες. τούτοις γὰρ ἁρμόζει θεὸν αἰνεῖν, ἐπεὶ Οὐχ ὡραῖος αἶνος ἐν
στόματι ἁμαρτωλοῦ.274 in vol. 1

291

(n)

Ps 32,2
1 Ἡ ἐξομολόγησις καὶ ἐνταῦθα τὴν εὐχαριστίαν δηλοῖ. ταύτην οὖν ἐν κιθάρᾳ ποιητέον. καὶ εἰ κιθάρα εἴη τὸ σῶμα, νευραὶ τεταμέναι οὐκ ἄλλαι ἢ τῶν αἰσθήσεών εἰσιν· θείᾳ γὰρ ἀκροάσει πληττόμενοι τὴν ἀκοὴν καὶ ὄψιν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καθορῶντες ὡς θαυμάσαι τὸν πεποιηκότα καὶ ταῖς ἄλλαις
5αἰσθήσεσιν ἐπαινετῶς χρώμενοι, εὐρύθμως καὶ ἐναρμωνίως ταύτῃ τῇ κιθάρᾳ ἐξομολογούμεθα τῷ κυρίῳ. εἰ δὲ τὴν ψυχὴν ὑπολάβοι τις κιθάραν, αἱ δυνάμεις αὐτῆς οἷον μνημονικὴ καὶ συγκαταθετικὴ καὶ ἀνανευτικὴ καὶ ἄλλαι κατὰ λόγον κρουόμεναι νευρῶν δίκην ὑπὸ νοῦ μουσικῶς ἐξομολογήσονται τῷ κυρίῳ. Ψαλτηρίου δὲ πρὸς κιθάραν διαφορὰν εἶναι λέγουσι μουσικοὶ τοιαύτην·
10τὴν μὲν κιθάραν ἐκ τῶν κάτω μερῶν ἀποτελεῖν τὸν ἦχόν φασιν, τὸ δὲ ψαλτήριον ἐκ τῶν ἄνω μερῶν μετὰ τοῦ καὶ εὐθύτατον εἶναι δι’ ὅλων. τῆς οὖν ψυχῆς ἀποδοθείσης εἶναι κιθάρας, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐχ ἕτερον τάχα τοῦ νοῦ τυγχάνον ψαλτήριόν ἐστιν, ψάλλον οὐκ ἄλλῳ τινὶ ἢ τῷ θεῷ. ὅτε γὰρ χρώμεθα νοήσεσιν ὀρθαῖς καὶ τῷ πνεύματι τῷ
15ἡμετέρῳ τὸ ἅγιον προσλαμβάνομεν πνεῦμα, τὸ τηνικάδε ψάλλομεν ἐν ψαλτηρίῳ δεκαχόρδῳ. Καὶ τάχα ἐκ τοῦ δέκα χορδὰς ἔχειν τὸ τέλειον αὐτοῦ παρίσταται. τὸν γὰρ τοιοῦτον ἀριθμὸν συνεχῶς ὑμνούμενον ἐν ταῖς γραφαῖς ἔστιν εὑρεῖν. καὶ τῷ ἱεροφάντῃ γοῦν Μωυσῇ οὐ πλὴν δέκα γενικῶν λόγων ἐχρημάτισεν ὁ θεός,
20καὶ δεκάτας προσφέρειν ὁ λαὸς προστάττεται.

292

(n)

Ps 32,3
1 Ὁ διὰ πάντων σπεύδων θεὸν ὑμνεῖν καὶ διὰ φωνῆς μελῳδήσει τῷ θεῷ καινὸν ᾆσμα λέγων συγγενὲς τῇ καινῇ διαθήκῃ καὶ τῇ καινότητι τοῦ πνεύματος, ὅπως μὴ μόνον κιθάρᾳ καὶ ψαλτηρίῳ ἀλλὰ καὶ φωνῇ ἐξευμενίσηται θεόν. βούλεται δὲ καὶ ἐπαινετῶς ψάλαι μετὰ ἀλαλαγμοῦ· φωνὴ δέ ἐστιν ὁ
5ἀλαλαγμός. ὁ ἀθρόως καὶ ἀσήμως κατὰ νενικωμένων πολεμίων γινόμενος
τότε Καλῶς ψάλατέ φησιν, ὅτ’ ἂν νικήσαντες ἀλαλάξητε κατὰ τῶν πολεμίων.275 in vol. 1

293

(n)

Ps 32,4
1 Ὁ τοῦ κυρίου λόγος ὃν δίδωσι τοῖς τὰ τῆς γνώσεως μεταδιώκουσι εὐθής ἐστιν οὐδὲν ἔχων ἀπάτης σκολιόν. ἀλλὰ καὶ τὰ κατάλληλα τούτῳ τῷ λόγῳ ἔργα 〈ἃ〉 ἐργάζονται οἱ ἐργάται αὐτοῦ ἐν πίστει ἐπιτελοῦνται, καὶ τὰ ἔργα δὲ ἃ ποιεῖ ὁ τοῦ θεοῦ λόγος ἐν πίστει ἐστὶν τουτέστιν βέβαια καὶ ἀμετακίνητα,
5καὶ ὁ λόγος καθ’ ὃν διοικεῖ καὶ προνοεῖ εὐθής ἐστιν. εἰ δὲ καὶ εὐθῆ λόγον τις αὐτοῦ λέγοι τὸν θεὸν λόγον, τὰ ἔργα ἃ ἐν τῷ λόγῳ τούτῳ εἰργάσατο ἐν πίστει ἐπιτελούμενα εὕροι· αἱ γὰρ παραδοξοποιΐαι Ἰησοῦ ἔργα αὐτοῦ τυγχάνουσιν κατὰ πίστιν ἐκείνων εἰς οὓς ἐγίνοντο· Κατὰ γὰρ τὴν πίστιν σου γενηθήτω σοι.

294

(n)

Ps 32,5
1 Ἤτοι αὐτὸς ὁ θεὸς ἢ ὁ εὐθὴς λόγος αὐτοῦ κρίσιν μὲν ἀποδεχόμενος τῷ ἐκδικεῖσθαι δεῖν τὰς ἀρετὰς περιυβριζομένας ὑπὸ τῶν φαύλων, ἐλεημοσύνην δὲ στέργων τῇ ἑαυτοῦ ἀγαθότητι βοηθῶν τοῖς ἐπὶ κρίσιν ἀγομένοις. εἰ γὰρ παρατηροῖτο πάντα τὰ ἔργα αὐτῶν, οὐδεὶς ἂν ὑποστῆναι ἐδύνατο. διὸ καὶ πρὸ
5τῆς κρίσεως ἀγαπᾷ τὴν ἐλεημοσύνην. εἰ γὰρ ἔμπαλιν ἐγίνετο, ἄρδην τὸ πᾶν ἀπώλλυτο.

295

(n)

Ps 32,6
1 Ἐστερεώθησαν δὲ οἱ οὐρανοὶ τὸ δυσφθαρτότατον ἔχοντες· τοιαύτη γὰρ ἡ τῶν οὐρανῶν φύσις. ἀλληγορικῶς δὲ τῶν οὐρανῶν λαμβανομένων πάντων τῶν φρονούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου οὕτω καλουμένων, ἡ μὲν ἑδραία πῆξις καὶ βεβαιότης αὐτῶν τῷ λόγῳ τοῦ κυρίου γίνεται, ἡ δὲ δύναμις αὐτῶν
5καθ’ ἥν εἰσιν δυνατοὶ οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου περιγίνεται.276 in vol. 1

296

(n)

Ps 32,6b
1 Καὶ τούτῳ τῷ ῥητῷ συναγορεύουσιν εὐσεβεῖς ἄνδρες τὸ δημιουργικὸν εἶναι τὸ ἅγιον πνεῦμα.

297

(n)

Ps 32,7
1 Ὥσπερ τὸ ἐν ἀσκῷ ἢ ἐν ἑτέρῳ ἀγγείῳ ὕδωρ συνεχόμενον οὐκ ἐπιτρέπεται ἔξω τοῦ συνέχοντος χεῖσθαι, οὕτω τὸ πολὺ τῆς θαλάττης ὕδωρ ὅρῳ τινὶ περιορίζεται, οὐ συγχωρούμενον ὑπερβαίνειν τοὺς τεταγμένους ὅρους. εἰ γὰρ μὴ προστάγματι θεοῦ ἐπείχετο, ἐπέκλυσεν ἂν τὴν ὅλην γῆν. ἐπίστησον
5δὲ εἰ μὴ καὶ τοῦτο δηλοῦται· ἐπεὶ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης ἐκχέει αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν διὰ τῶν ὑετῶν, τὸ πρόσταγμα αὐτοῦ ἀσκῶν δίκην ἀνιμώμενον τὸ ὕδωρ ὑπεραέριον ποιεῖ ὡς συστασῶν νεφελῶν ὄμβρον ἐπὶ γῆς ἐνεχθῆναι. Ἀλληγορικῶς δὲ ὁ βίος τῶν ἀνθρώπων πολλαχοῦ θάλαττα εἴρηται διὰ τὸ
10ἄστατον καὶ ἁλμυρὸν ἦθος τῶν ἐπὶ γῆς. τούτου οὖν δίκην τρικυμίας ἐσκεδασμένου συνήγαγεν αὐτὸ ὕδατα θαλάσσης καλούμενον ὡσεὶ ἐν ἀσκῷ ᾧ ἀνέλαβεν ὁ σωτὴρ σώματι, ὅπως γαληνὸν καὶ εὐδιεινὸν γένηται. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. οὐδὲν τῶν ἐν τῇ κτίσει ἀτάκτως φέρεται· ἕκαστα γὰρ ὥσπερ ἐν θησαυροῖς τῷ ἑαυτοῦ βουλήματι συνέχων ἀφίησιν καὶ
15ἐπέχει ὡς ἂν αὐτῷ δοκῇ. ἀμέλει γοῦν καὶ τοὺς ἀνέμους ἐκ θησαυρῶν ἐξάγειν λέγεται, οὐ κατ’ ἰδίαν φορὰν τούτων φερομένων ἀλλὰ βουλήσει τοῦ πεποιηκότος ὁτὲ μὲν ἀποκλειομένων, ὁτὲ δὲ ἐξαγομένων. ἀλλὰ καὶ τὸν θησαυρὸν τῶν ἀγαθῶν οὐρανὸν ἀνοίγων δίδωσιν ὑετὸν τῷ σπέρματι τῆς γῆς, ὥσπερ αὖ καὶ ἐπέχει τὸν ὑετὸν κλείων τὸν οὐρανὸν ὡς ἐπὶ τοῦ προφήτου
20Ἠλιοῦ· καὶ τὰς ἀβύσσους οὖν ἱκανῶς ἐχούσας διὰ τὸ πλῆθος τὸ ἀπεριόριστον τῶν ὑδάτων βλάψαι ἐν θησαυροῖς τίθεται περικλείων αὐτάς, ἵν’ ὅτ’ ἂν
βούληται χρήσηται αὐταῖς ὡς συμφέρει κατὰ καιρόν.277 in vol. 1

298

(n)

Ps 32,7
1 Δύναται δὲ καὶ τὰ ἀκατάληπτα τῶν νοημάτων καὶ ἀνεξερεύνητα τῶν κριμάτων αὐτοῦ, τυγχάνοντα ἀβύσσους, τεθεικέναι ἐν τοῖς ἀποκρύφοις θησαυροῖς τῆς γνώσεως καὶ τῆς σοφίας, ὡς μηδένα ἐξ ἑαυτοῦ τούτου τυγχάνειν εἰ μήπου ὁ θεὸς παράσχοι.

299

(n)

Ps 32,8.9
1 Ἐπεὶ αὐτοῦ εἰπόντος ἐγενήθησαν καὶ αὐτοῦ ἐντειλαμένου ἐκτίσθησαν, σαλευθήτωσαν ὑπ’ αὐτοῦ· τοῦ γὰρ πεποιηκότος καὶ τὸ ἀλλοιοῦν ἐπὶ τὸ καλόν ἐστιν. σημαίνει δὲ τὸ Ἐγενήθησαν τὴν οὐσίωσιν τῶν εἰς τὸ εἶναι ἠγμένων, τὸ Ἐκτίσθησαν δὲ τὴν διακόσμησιν τὴν μετὰ τὴν οὐσίωσιν γεγενημένην.
5εἰ δὲ εἰπόντος καὶ ἐντειλαμένου θεοῦ ἐγενήθη καὶ ἐκτίσθη τὰ πάντα, ἐστὶν ᾧ εἶπε καὶ ἐνετείλατο οὐκ ἄλλος παρὰ τὸν δημιουργικὸν λόγον· ἐστὶν δὲ οὗτος ὁ τοῦ θεοῦ υἱός.

300

(n)

Ps 32,11a
1Καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς
διασκεδάσει;278 in vol. 1

301

(n)

Ps 32,11b
1 Ὥσπερ τὰ ἄλλα ἀφ’ ὧν οἴδαμεν ἀνθρωπίνως περὶ θεοῦ λέγει ὡς χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ ἄλλα ἔχοντος, οὕτω καὶ καρδίαν αὐτοῦ λέγει τήν, ἵν’ οὕτως εἴπω, βουλευτικὴν καὶ νοητικὴν αὐτοῦ ἐνέργειαν. ταύτης οὖν οἱ λογισμοὶ ἀραρότες καὶ βέβαιοι τυγχάνοντες παρατείνουσιν ἀπὸ γενεᾶς εἰς
5γενεάν, τουτέστιν κατὰ πᾶσαν τὴν ἐν γενεᾷ διαδοχὴν οἱ θεῖοι λογισμοὶ μένουσιν. ἢ τάχα οὓς ἐνέβαλεν λογισμοὺς τῇ ἐκ περιτομῆς γενεᾷ, τούτους ἐμβάλλει τῇ ἀπὸ τῶν πιστευόντων ἐθνῶν γενεᾷ· οὐ γὰρ ἐπ’ ἄλλοις κέκληται τὰ ἔθνη ἀλλ’ ἐπ’ ἐκείνοις οἷς εἶχον οἱ ἐκ περιτομῆς σκιᾷ κρυπτομένοις.

302

(n)

Ps 32,14b
1 Κατοικοῦσι δὲ τὴν γῆν οὐκ ἄνθρωποι μόνον ἀλλὰ καὶ πνεύματα ἀόρατα καὶ τὰ ἄλλα θνητὰ ζῷα. εἰς πάντας οὖν τοὺς ἐπὶ γῆς παρατείνει ἡ τοῦ θεοῦ κηδεμονία ἐφορῶντος αὐτοὺς ἐκ τοῦ προειρημένου κατοικητηρίου αὐτοῦ.

303

(n)

Ps 32,15b
1Ἐπεὶ μὴ μόνον τὰ πεπραγμένα ἀλλὰ καὶ τὴν γνώμην ἀφ’ ἧς ἐνεργεῖται
ταῦτα ἐπίσταται ὁ θεός, οὐχ ὁρᾶν ἀλλὰ συνιεῖν πάντα τὰ ἔργα αὐτῶν λέγεται.279 in vol. 1

304

(n)

Ps 32,16.17a
1 Ὅτι δὲ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, μαθήσῃ ἐκ τῆς ἱστορίας· Φαραὼ οὖν εἶχεν πολλὴν παράταξιν, ἀλλὰ Τὰ ἅρματα καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν ὁ θεὸς εἰς τὴν θάλασσαν. πλήρης δὲ τῶν τοιούτων πᾶσα ἡ ἱστορία. καὶ γίγαντα δὲ τὸν ὑπερβαλλόντως ἰσχυρὸν οὐ σωθήσεσθαι ἔφη ἐν τῇ
5παρούσῃ αὐτῷ ἰσχύϊ· ὄψει δὲ τοῦτο ἐπιστήσας τῷ κατὰ τὸν Γολιάθ. εἰ δὲ καὶ τὸν θεομάχον ἡ προσηγορία δηλοῖ, οὐδὲ οὗτος σωθήσεται ἐν πλήθει ἰσχύος ὧν ἔχει δογμάτων ἀθεότητος. τὸν μὲν οὖν ἰσχυρὸν οὕτω καλούμενον ἔστιν εὑρεῖν ἐν Ἡσαίᾳ λέγοντι Γίγαντα καὶ ἰσχύοντα, τὸν δὲ θεομάχον πάλιν παρὰ τῷ αὐτῷ· Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες. ἅμα καὶ ἐν
10Γενέσει· Καὶ ἦν Νεβρὼθ γίγας κυνηγὸς ἔναντι κυρίου. Ἵππος μέντοι ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου, παρὰ δὲ κυρίου ἡ βοήθεια.

305

(n)

Ps 32,19
1 Ἐπεὶ ὁ ἀπολυόμενος φωτισμὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ ζωή ἐστιν, τούτου μετάσχοντες οἱ εὐλαβεῖς καὶ ἐπὶ τὸν ἔλεον τὴν ἐλπίδα ἔχοντες ῥυσθεῖεν ἂν ἐκ θανάτου τοῦ ἑπομένου τῇ κακίᾳ, ὡς τὰς ψυχὰς αὐτῶν ζωοποιηθῆναι· ἀλλὰ καὶ τοῦ οὐρανίου ἄρτου (θεοῦ δὲ λόγος οὗτος) μεταλαμβάνοντες
5διατρέφονται ἐν λιμῷ. λιμὸν δὲ οὐ τὴν σπάνιν τῶν αἰθητῶν τροφῶν ἀλλὰ στέρησιν μαθημάτων λέγει θείων. τούτῳ συνῳδὸν τὸ Ἐπάξω λιμὸν ἐπὶ τὴν
γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου.280 in vol. 1

306

(n)

Ps 32,20.21
1 Ἐπεὶ οὐκ αὐτάρκεις ἐσμὲν πρὸς τὸ ἑαυτοῖς βοηθεῖν ἢ ὑπὲρ ἑαυτῶν μάχεσθαι, εἰδότες θεὸν βοηθὸν καὶ ὑπερασπιστὴν ὄντα ἐπ’ αὐτῷ ὑπομένομεν τῇ ψυχῇ τουτέστιν ἀπὸ βάθους διανοίας. τάχα δὲ καὶ οἱ πρὸ τῆς ἐπιδημίας ἑαυτοῖς ἀρήγειν μὴ δυνάμενοι ὑπομενοῦσιν τῇ προσδοκίᾳ τὸν ἐσόμενον βοηθὸν
5καὶ ὑπερασπιστὴν σωτῆρα. Καὶ ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. ἄλλοι ἐπί τινι τῶν προσκαίρων εὐφραίνονται διαχεόμενοι τὴν ψυχὴν ὅτ’ ἄν τι τούτων παρῇ, ἡμεῖς δὲ ἐπὶ τῷ κυρίῳ τὴν θείαν καὶ αἰωνίαν εὐφροσύνην ἔχομεν, οὐ σωματικὴν εὐπάθειαν ἀλλὰ νοῦ καὶ καρδίας ἔχοντες. διὸ Καὶ ἐπὶ τῷ ὀνόματι
10τῷ ἁγίῳ αὐτοῦ ἐλπίζομεν, εὐχόμενοι αὐτοῦ μεταλαβεῖν ἁγιασμοῦ ἡμῖν αἰτίου ἐσομένου.

307

(n)

Ps 33,4
1 Ὥσπερ οἱ ἐν τῇ καμίνῳ βληθέντες ἐν Βαβυλῶνι, ἐπὶ τῷ μὴ βεβλάφθαι ὑπὸ τοῦ πυρὸς θεὸν ὑμνοῦντες, πᾶσαν τὴν κτίσιν παρέλαβον εἰς τοῦτο, εἰδότες μὴ αὐτάρκεις εἶναι πρὸς τηλικοῦτον (μέγα γὰρ τὸ θεὸν ὑμνεῖν)· οὕτω καὶ ὁ λέγων Μεγαλύνατε τὸν κύριον σὺν ἐμοὶ ἢ πᾶσαν τὴν κτίσιν ἢ τοὺς πραεῖς
5συνδραμεῖν τούτῳ βούλεται. τὸ δὲ μεγαλύναι τὸν θεὸν οὐκ αὐξῆσαι μέγεθός ἐστιν αὐτοῦ (ἀμεγέθης γάρ· σωμάτων ἴδιον τοῦτο, ὁ δὲ θεὸς ἀσώματος), ἀλλὰ τὸ μεγάλα οὐχ ὡς πρὸς αὐτὸν ἀλλὰ πρὸς ἡμᾶς φρονῆσαι καὶ εἰπεῖν περὶ αὐτοῦ. Ὑψοῦσι δὲ τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ οἱ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ. ὑψοῦται δὲ πρὸς τῶν γενητῶν ἡ τοῦ θεοῦ προσηγορία οὐκ ἐκ
10ταπεινοῦ μετεωριζομένη, ἀλλ’ ὅταν οἱ φρονοῦντες αὐτὴν μηδὲν χαμαιπετὲς ἀλλὰ ὑψηλὰ καὶ οὐράνια διανοῶνται. ὡς γὰρ βεβηλοῦσιν τὸ ὄνομα τοῦ θεοῦ
οὐκ αὐτοῦ χραινομένου ὀνόματος ἀλλ’ ὅσον ἐπὶ τοὺς περικειμένους βέβηλα πράττοντας καὶ φρονοῦντας, οὕτω καὶ ἁγιάζεται ἐκ τῶν ἡμετέρων ἐνεργημάτων· ὅθεν ὁ σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγει, ἐν τῇ εὐχῇ281 in vol. 1
15διδάσκων τὸ Ἁγιασθήτω τὸ ὄνομά σου, οὐκ αὐτοῦ τοῦ ὀνόματος καθ’ ἑαυτὸ ἐκ μὴ ἁγίου ἁγίου γινομένου. εὐκτέον γὰρ ἁγιασθῆναι αὐτὸ ἐν ἡμῖν ὧν ἁγίως νοοῦσι καὶ πράττουσι. καὶ οὕτως ἡ περὶ θεοῦ διάληψις ἣν κατ’ ἔννοιαν θεοῦ ἠκριβωμένην ἔχομεν ἡ τοῦ θεοῦ προσηγορία ἐστίν. ταύτην ἁγιαζομένην ἕξομεν, ὅταν καθ’ ἁγιότητα πάντα ἐπιτελῶμεν. ὅσον γὰρ ἐν πλάνῃ καὶ ἀγνοίᾳ ἔνιοι
20τῶν ἀνθρώπων εἰσίν, ἡ τοῦ θεοῦ προσηγορία τρόπον τινὰ χραίνεται, ἑλκομένη ἐφ’ ἃ μὴ δεῖ. θεοὺς γοῦν ἀγάλματα καὶ τὴν σφῶν κοιλίαν ἐκάλεσάν τινες.

308

(n)

Ps 33,5a
1 Ἐπεὶ τῷ Ἐξεζήτησα τὸ Ἐπήκουσέν μου ἀνταπεδόθη, σαφὲς ὅτι τὸ ἐκζητῆσαι καὶ παρακαλέσαι δηλοῖ· ἢ ἐπεὶ μὴ μόνῳ ὀνόματι ἐπιτελεῖ τὰ τῆς εὐχῆς ἀλλὰ καὶ φρονήσει ὀρθῇ καὶ βίῳ καθαρῷ διὰ πάντων τούτων ἐκζητήσας τὸν κύριον, ἔσχεν αὐτὸν ἐπινεύοντα.

309

(n)

Ps 33,5b
1 〈Καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατό με.〉 φέρεται Καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.

310

(n)

Ps 33,6
1Ἐπεὶ φῶς ἀληθινὸν ὁ κύριος, ὁ προσερχόμενος αὐτῷ μεταλαμβάνων αὐτοῦ
φωτίζεται· φωτισθεὶς δὲ πολλὴν παρρησίαν ἀναλαβὼν ἀκαταίσχυντον ἔχει τὸ πρόσωπον. προστάττει δὲ τὸ πνεῦμα προαιρετικῶς προσελθεῖν τῷ κυρίῳ, ἵνα φωτισθέντες τὸ τῆς ψυχῆς πρόσωπον πᾶσαν αἰσχύνην ἀποβάλωμεν.282 in vol. 1

311

(n)

Ps 33,7
1 Πτωχὸν ἐνταῦθα καλεῖ τὸν μὴ δυνάμενον ἐκ τῶν παρουσῶν θλίψεων ἑαυτὸν σῶσαι. πάντες δὲ ταύτην τὴν πτωχείαν ἔχομεν, ὥστε περὶ παντὸς λέγει χρῄζοντος ἐκ θεοῦ σωτηρίας.

312

(n)

Ps 33,8
1 Εἰ φοβουμένους τὸν κύριον τοὺς τὸ πνεῦμα τῆς δουλείας ἔχοντας ἐνταῦθα δηλοῖ, ἀγγέλων οὗτοι περικυκλούντων αὐτοὺς δέονται ῥυομένων αὐτοὺς ἐκ τῶν βλάπτειν βουλομένων, ὥσπερ καὶ οἱ μικροὶ τῶν πιστευόντων ἐπὶ τὸν σωτῆρα ἀγγέλους ἔχουσιν 〈συνόντας ὁρῶντασ〉 τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς
5πατρός, τῶν τελείων τὸν θεὸν τῶν ἀγγέλων ἐχόντων συνόντα. εἰ δὲ τελείους ἐκλαμβάνοιμεν τοὺς θεὸν φοβουμένους, παρεμβαλόντα κύκλῳ αὐτῶν ἄγγελον ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς οὐκ ἄλλον ἐροῦμεν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον τοῦ θεοῦ σωτῆρα. τούτῳ ἀκόλουθον καὶ τὸ ὑπὸ Ἰακὼβ λεγόμενον· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἐκ πάντων τῶν κακῶν οὐκ οἷός τε
10ῥύεσθαι ἄγγελος ἀλλ’ ὁ σημαινόμενος σωτήρ.283 in vol. 1

313

(n)

Ps 33,9a
1 Ἐπὶ θεοῦ τὸ χρηστὸν ταὐτὸν τῷ ἀγαθῷ σημαίνει. ἐπεὶ οὖν καὶ τρόφιμός ἐστιν ἄρτος ὢν ζωῆς, προστάττει τὸ πνεῦμα τοῖς μὴ ὀρεκτικῶς ἔχουσιν ὥστε αὐτοῦ ἐμφορηθῆναι, κἂν μόνον γεύσωνται αὐτοῦ. ἡ γὰρ γεῦσις ἱκανή ἐστιν ὀρεκτικοὺς αὐτοὺς ποιῆσαι ὡς καὶ κατατρυφῆσαι αὐτοὺς θελῆσαι. τὸ δὲ
5γεύσασθαι δηλοῖ τό, κἂν ἀμωσγέπως, ἐπιστῆσαι καὶ ἐξετάσαι περὶ θεοῦ. ψιλὴ γὰρ γεῦσίς φησι τῶν ὑπὲρ ἄνθρωπόν τε καὶ θαυμασίων ἀσύγκριτον ἐνίησι ταῖς ψυχαῖς τῆς ἀπολαύσεως ἔρωτα.

314

(n)

Ps 33,9b
1 Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν. ὁ διὰ τὸ τελείως καὶ ἐνελλιπῶς ἐλπίζειν ἐπὶ θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν.

315

(n)

Ps 33,10
1 Διττὸν ἔφαμεν εἶναι τὸν φόβον. εὐθὺς γάρ τις θεῷ προσερχόμενος φόβον πρὸς αὐτὸν ἀναλαβὼν πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθοῖ. εἴρηται γοῦν· Τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. ἐν τῷ προκειμένῳ δὲ στίχῳ περὶ ὑπεραναβεβηκότος φόβου λέγει ἐφ’ ὃν καλεῖ τοὺς ἤδη ἁγίους γεγενημέ‐
5νους· τὸν γὰρ εἰσαγωγικὸν φόβον προσηκάμενοι ἔσπευσαν ἐπὶ τὴν ἁγιότητα. νῦν δὲ ἁγίοις αὐτοῖς οὖσι φοβηθῆναι τὸν θεὸν προστάττει φόβον τὸν πληροῦντα
παντὸς ἀγαθοῦ, ὥστε ἀνελλιπῆ εἶναι τὸν ἔχοντα αὐτόν.284 in vol. 1

316

(n)

Ps 33,12b
1 Σημειωτέον ὅτι ὡς τὰ ἄλλα ἀγαθὰ οὕτω καὶ ὁ θεῖος φόβος διδακτός ἐστιν, ἐξ οὗ μανθάνομεν μὴ τὸν παθητὸν δηλοῦσθαι φόβον· οὗτος γὰρ ἀδίδακτος τῇ φύσει οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ τοῖς ἀλόγοις ζῴοις ἐνυπάρχει.

317

(n)

Ps 33,15.16
1 Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι ἐπιβλέπουσιν ἐπὶ τοὺς δικαίους, ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν, τούτου χάριν φησίν· εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε.

318

(n)

Ps 33,17
1 Οἱ ἀπρονόητον τόδε τὸ πᾶν τιθέμενοι καὶ ταύτῃ πράττοντες τὰ κακὰ ὡς οὐκ ἐφορῶντος θεοῦ κολάσει περιτυχόντες ἐνθύμησιν λήψονται, παρόντος θεοῦ δίκην αὐτοὺς εἰσπραττομένου. καὶ κατὰ τοῦτο ἐπιφαίνεσθαι αὐτοῖς τοῦ θεοῦ τὸ πρόσωπον λέγεται, ὅπως ἐξολοθρευθῇ τὸ μνημόσυνον αὐτῶν οὐ καθ’
5ἅπαξ ἀλλ’ ἐκ τῆς γῆς. μακάριον δὲ τὸ ἐξολοθρευθῆναι τὸ μνημόσυνόν τινων ἐκ γῆς· οὕτως γὰρ ἐγγραφήσεται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς οὐρανοῖς. ποιοῦσι
δὲ κακὰ οἱ κακίας ἐργάται.285 in vol. 1

319

(n)

Ps 33,21
1 Τὰ ὀστᾶ τῶν δικαίων ὄντα ἤτοι δόγματα ἀληθείας ἢ ψυχῆς δυνάμεις φυλάξει ὁ κύριος, οὐκ ἐῶν οὐδὲ τὸ τυχὸν αὐτῶν συντριβῆναι τῷ μηδὲ τὰ δόγματα τοῦ δικαίου μηδ’ αὖ τὰς δυνάμεις αὐτοῦ ἀνατρέπεσθαι.

320

(n)

Ps 33,22a
1 Ὁ ἁμαρτάνων στερεῖται τῆς ζωῆς τῆς ἐπὶ τηρήσει τῶν ἐντολῶν παραγινομένης, θανάτῳ πονηρῷ περιπίπτων. πονηρὸς δὲ θάνατος ἤτοι ὁ ἐναντίος τῇ ἀγαθῇ ζωῇ ἢ ὁ πόνον ἐμποιῶν τῷ ὑποκειμένῳ· οὕτω γὰρ καὶ ἕλκει πονηρῷ ἐπαίσθη ὁ Ἰώβ, τῷ δηλονότι πόνον ἐμποιοῦντι.

321

(n)

Ps 33,22b
1 Οἱ τὰ φιλητὰ μισοῦντες βλάπτουσιν οὐχ ἑτέρους ἀλλ’ ἑαυτούς. καὶ τὸν δίκαιον γοῦν σπουδαῖον ὄντα ὁ μισῶν πλημμελεῖ καὶ τιμωρίᾳ περιπίπτει.

322

(n)

Ps 33,23a
1 Σημειωτέον ὅτι ἡ κυρίως λύτρωσις ψυχὰς ἀπὸ αἰχμαλωσίας ἐλευθεροῖ· εἰ γάρ ποτε καὶ σώματα λυτροῦται, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς
τοῦτο ποιεῖ· καὶ ψυχαὶ δὲ ῥύονται οὐκ ἄλλων ἢ τῶν δούλων αὐτοῦ.286 in vol. 1

323

(n)

Ps 33,23b
1 Οἱ ἐπὶ κύριον ἐλπίζοντες οὐκ ἂν διαμάρτοιεν τῶν ἐλπιζομένων καὶ προσδοκωμένων.

324

(n)

Ps 34,1bc
1 Διδάσκει δὲ καὶ ἐν ἑτέροις τίνες ἦσαν οἱ πολεμοῦντες αὐτὸν λέγων Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. οἱ μὲν οὖν πολεμοῦντες αὐτὸν ἠδίκουν τὸν μηδὲν ἀδικήσαντα· αὐτὸς δὲ οὐκ ἀδικηθῆναι τοὺς ἐχθροὺς εὔχεται ἀλλὰ δικασθῆναι τῇ τῶν ἐχθρῶν ἀδικίᾳ, τὴν τοῦ θεοῦ δικαιοσύνην ἀντιτάττων ἀναιρετι‐
5κὴν οὖσαν τῆς ἀδικίας, ὡς τὸ φῶς ἀναιρετικὸν τυγχάνει τοῦ σκότους. ἡ μὲν οὖν ἀδικία ἐναντία οὖσα καὶ ἀντικειμένη τῇ τοῦ θεοῦ δικαιοσύνῃ πολεμηθείη ἂν ἐξ αὐτῆς. διὸ καὶ ὁ ἄδικος ἄνθρωπος ἐχθρὸς ἂν λέγοιτο τῷ δικαίῳ. ἡ δὲ δικαιοσύνη τὸν δίκαιον φίλον ποιεῖ τῷ θεῷ, ὅτι δὴ τὰ ἴσα τοῖς ἴσοις φίλα. διὸ λέλεκται Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. θαρρῶν τε τῇ αὐτοῦ
10δικαιοσύνῃ ὁ δίκαιος εἴποι ἂν Κρῖνόν με, κύριε, καὶ δίκασον τὴν δίκην μου. δικάζων τοίνυν ὁ κύριος τοὺς ἀδικοῦντας τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπ’ ἀγαθῷ τῶν πολεμουμένων τοῦτο ποιῶν ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες.

325

(n)

Ps 34,1b
1 Σημαίνει δὲ τὸ ἀδικεῖν βλάβην ἐν τῷ Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς
οὐ μὴ ἀδικήσῃ.287 in vol. 1

326

(n)

34,1c
1 Ἐπεὶ πολλοὶ οἱ διὰ ψευδοδοξίας καὶ τῆς ἄλλης κακίας πολεμεῖν μοι προύθεντο, τούτου χάριν σὺ ἀντ’ ἐμοῦ πολέμησον αὐτοῖς· ἀναντιρρήτως γὰρ καταλυθήσονται, ἐπεὶ Κύριος συντρίβων πολέμους ὑπάρχεις.

327

(n)

Ps 34,2.3a
1 Ἐπιλαβόμενος τοῦ καταλλήλου σου θυραιοῦ καὶ τοῦ ὅπλου τῆς ἀληθείας Ἀνάστα εἰς τὴν βοήθειάν μου, τουτέστιν ὑπέρμαχός μου γενοῦ. τὸν αὐτὸν τρόπον καὶ τὴν ῥομφαίαν νοήσεις.

328

(n)

Ps 34,8
1 Σημειωτέον ὅτι ἐν τοῖς προκειμένοις στίχοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασιν· τὸ γὰρ Γενηθήτω ἡ ὁδὸς αὐτῶν ἀντὶ τοῦ γενηθείη καὶ τὸ Ἐλθέτω ἀντὶ τοῦ ἔλθοι, καὶ τὰ λοιπὰ ὁμοίως. Καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ· κατὰ γὰρ τὴν πρᾶξιν ἕκαστος
5τιμωρεῖται.

329

(n)

Ps 34,9
1 Τούτων συμβάντων περὶ ἐκείνους, ἡ ἐμὴ ψυχὴ ἀγαλλιάσεται ὁρῶσα κατὰ πρόνοιαν τοὺς μὲν φαύλους τιμωρουμένους, τοὺς δὲ σπουδαίους εὐεργετουμένους· ἀλλὰ καὶ τέρψιν ἕξει, πεῖραν λαβοῦσα τοῦ σωτηρίου αὐτοῦ
τοῦ θεοῦ.288 in vol. 1

330

(n)

Ps 34,10a
1 Οἱ πάντα ἐκ ψιλῆς τῆς λέξεως καὶ οὐδὲν ἀλληγορικῶς ἐκλαμβάνειν ποθοῦντες ἐλεγχέσθωσαν καὶ ἐκ τοῦ προκειμένου στίχου. οὐδὲν γὰρ οὕτως ἠλίθιόν ἐστιν ὡς νομίσαι τὰ αἰσθητὰ ὀστᾶ ἔννοιαν ἔχειν θεοῦ, ὥστε ὑμνεῖν αὐτὸν καὶ εἰδέναι ὅτι οὐδεὶς ὅμοιος αὐτῷ. περὶ γὰρ τῶν ὀστῶν τοῦ ἔσω
5ἀνθρώπου (δυνάμεις δὲ αὐτοῦ καὶ δόγματα ἀληθῆ ταῦτα) εἴρηται τὸ Πάντα τὰ ὀστᾶ μου· διὰ πάσης γὰρ ἐννοίας καὶ δόγματος ἀληθινοῦ ἐβεβαιώθην μηδὲν τῶν γεννητῶν ὅμοιον εἶναι τοῦ κυρίου· μόνος γὰρ αὐτὸς εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ χαρακτὴρ θεϊκῆς ὑποστάσεώς ἐστιν.

331

(n)

Ps 34,10c
1 Ἐπιστήσεις δέ, εἰ ἕτερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα καὶ πότερον τῇ ὑποστάσει ἢ τῇ ἐπινοίᾳ, τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν εἶναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι οὗ ἔσχεν πλούτου καὶ πένητα τῷ μετὰ πόνου περιποιεῖν τὰ πρὸς τὸ διαζῆν.

332

(n)

Ps 34,11
1 Οἱ μὴ δικαιοσύνης ἀλλ’ ἀδικίας μάρτυρες διαναστάντες καὶ διεγείραντες ἑαυτοὺς σοφιστικῶς ἐπερωτῶσιν ἃ οὐ γινώσκω. οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται· μαρτύριον δέ· Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ ἐνταῦθα γὰρ τὸ Οὐ
5γνώσεται 〈ἀντὶ τοῦ〉 οὐ πεποίωται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν. ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν
θείαν ἐντολήν· διάκρισιν γὰρ ἔχων πονηροῦ καὶ ἀγαθοῦ, τἄλλα πάντα ἀποστραφεὶς ῥήματα ἐπὶ τὸ τηρεῖν τὴν ἐντολὴν ἦλθεν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· πεῖραν οὐκ ἔχοντα οὐδὲ γνῶσιν ἢ ἔννοιαν τῶν κακῶν διερεθίζοντές με,289 in vol. 1
10ἐπηρώτων με περὶ αὐτῶν ὥσπερ ἡ Αἰγυπτία τὸν Ἰωσὴφ καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν.

333

(n)

Ps 34,12
1 Ἐμοῦ φιλοτιμωμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ὅσον δ’ ἐπ’ αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου
5ἀναιρεῖν ἐπεχείρουν. εἰ γοῦν πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσιν τοιοῦτος ἐγεγόνειν οἷον ἤθελόν με ποιῆσαι, ἠτεκνώθη ἂν ἡ ψυχή μου μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ οὕτως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασιν περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γεναμένους διὰ μαθητείας.

334

(n)

Ps 34,13b
1 Ἐπειδὴ ἡ τρυφὴ τὰς ἀλόγους ἡδονὰς διεγείρουσα ἀλόγως ἐπαίρει τὴν ψυχήν, νηστεία τὸ ἐναντίον ποιοῦσα καθαιρεῖ τὰ πάθη· ἀλλὰ καὶ ἁμαρτημάτων καθαίρεσιν ἡ ἐπαινετὴ νηστεία ποιεῖ, ἢ καὶ ἀληθῶς ἀτυφίαν ἐργαζομένη τῇ ψυχῇ ταπεινοῖ αὐτήν.

335

(n)

Ps 34,13c
1 Τοῦ καλῶς προσευξαμένου ἡ προσευχὴ εἰς αὐτὸν ἀνακάμπτει φέρουσα τὰ ἀγαθὰ ὑπὲρ ὧν γέγονεν, καὶ ἀποστραφεῖσα εἰς κόλπον συστρέφεται τοῦ ἀναπέμψαντος αὐτήν. σημαίνει δὲ ὁ κόλπος τὸ ἡγεμονικὸν αὐτῶν· Οὗτος γὰρ ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν, καὶ Εἰς κόλπον290 in vol. 1
5ἐπέρχεται πάντα τοῖς ἀδίκοις· καὶ ταύτῃ καὶ πάντες οἱ δίκαιοι εἰς κόλπον Ἀβραὰμ χωροῦσιν, τουτέστιν εἰς τὴν αὐτὴν αὐτῷ γνώμην καὶ ἐπαγγελίαν.

336

(n)

Ps 34,14
1 Ἐγὼ οὕτως εὐαρέστως διεκείμην πρὸς τοὺς βλάψαι τὰ προειρημένα βουλομένους, ὡς ἄν τις εὐαρεστοίη τῷ πλησίον καὶ τῷ σφετέρῳ ἀδελφῷ, ἢ οὕτως, ὡς πλησίον αὐτῶν καὶ ὡς ἀδελφὸς σφέτερος εὐηρέστουν αὐτοῖς. Ἐπεὶ ὡς περὶ γνησίων ἀδελφῶν διεκείμην ὁρῶν αὐτοὺς δι’ ὧν πράττουσι
5νεκρουμένους, ὡς πενθῶν αὐτοὺς καὶ σκυθρωπάζων ἐπ’ αὐτοὺς ἐταπεινούμην, ἐξευμενιζόμενος τὸν δυνάμενον ἀβλαβῆ ἀπ’ αὐτῶν με διαφυλάξαι.

337

(n)

Ps 34,15ab
1 Ἐξηγητικὸν τὸ παρὸν εἶναι δύναται τοῦ Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. ἐμοῦ γὰρ ὑπὲρ αὐτῶν πενθοῦντος καὶ σκυθρωπάζοντος ἐφ’ ᾗ ἔχουσι νεκρότητι, αὐτοὶ κατ’ ἐμοῦ συναγόμενοι εὐφροσύνην εἶχον ὡς ὑποχείριόν με ληψόμενοι· ἑκάτερα δὲ κατ’ ἐμοῦ πεποιήκασιν, τότε συναχθῆναι καὶ
5εὐφρανθῆναι. Δι’ ὧν ἐπεχείρουν κατ’ ἐμοῦ, ἐμάστιζον τὴν ψυχήν μου λογικῶς· ἐγὼ δὲ ἀβλαβὴς διαμένων οὐδὲ αἴσθησιν ἢ γνῶσιν ἔσχον τῶν πρὸς αὐτῶν προσαγομένων. εἰ δὲ καί ποτε διερεθιζόντων τῶν ἐχθρῶν εἰς ἁμαρτίαν τάραχος ἐν τοῖς λογισμοῖς γεγένητο ὡς μαστίζεσθαί με ἐξ αἰσθήσεως τῶν
10ἀπὸ λογισμῶν, οὐκ ἐφανέρουν τὰς μάστιγας ταύτας τοῖς ἀντικειμένοις, ὅπως
μὴ λαβόντες ἀφορμὴν ἐκ τοῦ κλόνου τῆς ψυχῆς ἔτι μᾶλλον ἐπιβῶσιν.291 in vol. 1

338

(n)

Ps 34,15c.16
1 Κατ’ ἐμοῦ συναχθέντες καὶ εὐφρανθέντες θείᾳ προνοίᾳ διεσχίσθησαν· διαλυθέντες καὶ ὅμως καὶ οὕτω σκεδασθέντες οὐ κατενύγησαν, τουτέστιν οὐ μετέγνωσαν ἐφ’ οἷς κακῶς ἐβουλεύσαντο ἀλλ’ αὖθις τοῖς αὐτοῖς ἐπεχείρησαν. Διὰ πάντων ὧν ἐποίουν ἀπόπειράν μου σπουδάζοντες λαβεῖν, ἑλεῖν με οὐ
5δεδύνηνται· διὸ καὶ ἐπὶ τοῦ χλευάζειν καὶ ἐκμυκτηρίζειν με μετεβάλοντο. Θηρῶν ἀγρίων δίκην τοὺς ὀδόντας, τουτέστιν τὴν ὀργίλον καὶ θυμωτικὴν αὐτῶν δύναμιν, ἐπ’ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες ἀπέτυχον.

339

(n)

Ps 34,17
1 Ὁ ἅγιός φησιν· Κύριε, πότε ἐπόψει; ἐποψομένου σου γὰρ οἰχήσεται τὰ προειρημένα πάντα συναπιόντα τοῖς δρῶσιν αὐτά. Μονογενῆ δὲ λέγει τὴν ψυχὴν ἑαυτοῦ τῷ μόνην αὐτὴν ἐσχηκέναι· οὐ γὰρ προσεκτέον τῇ περὶ μετεμψυχώσεως μυθοποιΐᾳ. ἢ τάχα μονογενὴς ἄλλη παρὰ
5τὴν ψυχὴν αὐτοῦ ἡ οὐσία τοῦ συνεζευγμένου τῇ ψυχῇ πνεύματός ἐστιν· μονογενὴς γὰρ αὕτη τῷ ἀποκεχωρίσθαι ἀπὸ πάντων τῶν ἐν ἡμῖν κατὰ θειότητα.

340

(n)

Ps 34,18
1Πολλὴ ἐκκλησία ἡ ἐκ πολλῶν ἁγίων συναγομένη, λαὸς 〈βαρὺσ〉 ὁ βέβαιος
καὶ στιβαρὸς ἐπιπολαίῳ καὶ εὐχερεῖ ἀντιδιαστελλόμενος.292 in vol. 1

341

(n)

Ps 34,22b
1 Ἐπεὶ σοῦ παρόντος μοι, οἱ ἐχθροὶ μακράν· Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅπως μὴ ἐπέλθωσί μοι μονωθέντι σου.

342

(n)

Ps 34,23
1 Ἐπεὶ πολλαχοῦ ἡ τοῦ θεοῦ μακροθυμία ὕπνος αὐτοῦ λέγεται, ἐπιτριβομένων τῶν ἐχθρῶν διανίστησιν εἰς ἀγανάκτησιν τὸν κύριον λέγων· Ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, τουτέστιν, ἐπίστησον τὴν ἔφορον δύναμίν σου, ὅπως ἐξετασθῇ τὰ κατ’ ἐμὲ πρὸς τοὺς ἐχθρούς μου. πρὸς ἀγαθοῦ γὰρ
5τοῦτο, ἐπεὶ ἀδίκως ἐχθρεύουσίν μοι καὶ πάντως καταδικασθήσονται Οἱ μισοῦντές με δωρεάν.

343

(n)

Ps 34,27.28
1 Καὶ οὗτος μὲν ὁ συγγραφεὺς εἴς τε τὸν Δαυὶδ καὶ εἰς τὸν Χριστὸν ἐξέλαβεν τὸν ψαλμόν, μᾶλλον δὲ εἰς τὸν Χριστόν· ἄλλος δὲ ἀορίστως εἰς δίκαιον· ὁ δὲ τρίτος εἰς τὸν Δαυὶδ μόνον. περὶ δὲ τοῦ κατεύχεσθαι τῶν ἐχθρῶν ὁ μὲν προφητικῶς ἔφη λελέχθαι τὰ μέλλοντα συμβήσεσθαι, ὁ δὲ ἐπ’ ὠφελείᾳ τῶν
5ἐχθρῶν ταῦτα λέγεσθαι τῷ αἰσχυνθῆναι αὐτοὺς καὶ ἐντραπῆναι καὶ αἴσθησιν λαβεῖν τῶν οἰκείων ἁμαρτημάτων καὶ εἰς τοὐπίσω χωρῆσαι τῆς ὁδοῦ ἧς ὥδευσαν. ὁ δὲ νομικήν φησιν καὶ οὐκ εὐαγγελικὴν ζῆν τὸν Δαυὶδ πολιτείαν· ὁ γὰρ νόμος, φησίν, διαγορεύει ἀγαπῆσαι τὸν πλησίον καὶ τὸν ἐχθρὸν μισῆσαι κακῶς τε λέγων· εὐαγγελικῶς γὰρ πολιτευόμενος ὁ Δαυὶδ ἔφασκεν, εἰ
10Ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· τελευταῖον μέντοι καὶ οὗτος
προφητικῶς ἔφη ταῦτα εἰρῆσθαι ὡς πάντως ἐσόμενα.293 in vol. 1

344

(n)

Ps 35,2
1 Ὁ καθ’ ἕξιν παράνομος ἐν ἑαυτῷ λογιζόμενος λέγοι οὐκ ἄλλο τι ἢ τὸ ἁμαρτάνειν. συγκαταθέμενος γάρ τις κατὰ διάνοιαν πρότερον ἐπὶ τὸ πρακτικῶς ἁμαρτάνειν διαβαίνει. δύναται δὲ καὶ ἐν τῷ ἐν ἑαυτῷ λέγειν ἁμαρτάνειν, οἷόν ἐστιν τὸ Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν
5ἀναβήσομαι, καὶ τὰ ἑξῆς. Εἰ φόβον εἶχεν πρὸ ὀφθαλμῶν τοῦ ἔσω ἀνθρώπου, ἀπείχετο πάσης ἁμαρτίας, ἐπειδὴ δὲ μὴ ἔχει Ἐν ἑαυτῷ, φησίν, τοῦ ἁμαρτάνειν. μαρτύριον τοῦ μὴ ἁμαρτάνειν τὸν ἔχοντα φόβον τὸ Ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.

345

(n)

Ps 35,3
1 Ὁ γεγονὼς παράνομος εἰδὼς τὴν ἀνομίαν αὐτοῦ μισητὴν τυγχάνουσαν· εἰ θεωρηθείη, δολοῖ ἐνώπιον αὐτοῦ, ὅπως μὴ εὑρίσκηται τὸ αἶσχος τῆς ἀνομίας ὥστ’ ἂν αὐτὴν μισηθῆναι. τοῦτο ποιοῦσιν οἱ σοφιστικῶς συναγορεύοντες τῇ ἁμαρτίᾳ ὡς καθηκόντως καὶ μὴ παρὰ λόγον γινομένῃ.

346

(n)

Ps 35,4.5
1 Ἑτέρα ἐστὶν γραφὴ φάσκουσα· Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, τουτέστιν, ἐπαχθῆ ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. Οὐκ ἐβουλήθη συνεῖναι τοῦ ἀγαθῦναι. δῆλον ἐκ τῶν εἰρημένων ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστιν τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν
5ἔχειν ἐπὶ τῷ ἀγαθοποιεῖν αὐτεξουσίου. Ἔτι δὲ πρὸς τούτοις· Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. τοιοῦτόν ἐστιν τὸ Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά. οὕτως οὖν ἀνομίαν λογισάμενος ἐπὶ τῆς κοίτης τυγχάνων Παρίσταται πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τουτέστιν πάσῃ294 in vol. 1
10πράξει πονηρᾷ· οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ, ἀποδεχόμενος αὐτὴν οὖσαν χειρίστην ἕξιν, πρακτικῶς ἄρχεται ὁδεύειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν.

347

(n)

Ps 35,6
1 Καὶ ἐν Ἡσαίᾳ ἅμα ταῖς νεφέλαις μνημονεύεται οὕτως· Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. αἰσθηταὶ δὲ νεφέλαι οὐ δικαιοσύνην ἢ ἀλήθειαν ἀλλ’ ὑετὸν ῥέουσιν. αἱ οὖν δικαιοσύνην ῥέουσαι νεφέλαι θεῖοι ἄνδρες εἰσίν, τὸν πνευματικὸν ὑετὸν τουτέστι τὸν κατ’ ἀρετὴν
5λόγον προχέουσαι. ὑπεράνω δὲ τούτων οὐρανὸς εὐφραινόμενος ἤτοι αἱ μακάριοι φύσεις αἱ οἰκοῦσαι τὸν οὐρανὸν τυγχάνουσιν ἢ ὁ σωτὴρ ἀλληγορικῶς οὕτως ὀνομαζόμενος· ἄνωθεν γὰρ ὁ οὐρανὸς οὗτος τουτέστιν ὑπεράνω φύσεως πάσης γεννητῆς τυγχάνει, καὶ ὑπὲρ τῆς πάντων ὠφελείας εὐφραίνεται. καὶ ἐνταῦθα οὖν ἐν μὲν τῷ οὐρανῷ, φημὶ τῷ σωτῆρι, ἐστὶ τὸ ἔλεος τοῦ κυρίου
10πάντας ἐλεοῦντος· ἡ δὲ ἀλήθεια αὐτοῦ ἡ τῇ κακίᾳ καὶ τοῖς τύποις ἀντιδιαστελλομένη ἐν ταῖς προειρημέναις νεφέλαις ἐστίν. εἰ γὰρ καὶ κατὰ σκιὰν ἐβίουν οἱ προφῆται, ἀλλ’ οὐκ ἠγνόουν τὴν ἀλήθειαν ἧς αὕτη σύμβολον.

348

(n)

Ps 35,7c.8a
1 Ἀνθρώπους τοὺς κατ’ εἰκόνα καὶ τὸ λογικὸν κίνημα τηροῦντας σωτηρίας τυγχάνειν οὐ θαῦμα. ὅταν δὲ καὶ ἀποκτηνωθέντας ἤδη καὶ ἵππους θηλυμανεῖς γεγενημένους καὶ τῶν ἄλλων ἀλόγων ζῴων ἦθος ἀναλαβόντας ἐπὶ σωτηρίαν ἐρχομένους ἴδῃ τις, ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ θεοῦ ἀγαθότητι ἐρεῖ Ἐπεὶ τὸν ἔλεόν
5σου ἐπλήθυνας, ὦ θεέ, οὐκ ἄνθρωποι μόνον ἀλλὰ καὶ κτήνη σῴζονται· τὰ γὰρ
μεγάλα ἁμαρτήματα μείζονος καὶ μᾶλλον ἐλέου δεῖται.295 in vol. 1

349

(n)

Ps 35,9a
1 Οἴκου θεοῦ τῆς ἐκκλησίας τυγχανούσης, πιότης αὐτοῦ ἡ ἐκκλησιαστικὴ διδασκαλία τυγχάνει. ἀπὸ ταύτης νηφάλιον μεθυσθήσονται μέθην οἱ περιεχόμενοι αὐτῆς. εἰ δὲ οἶκος θεοῦ εἴη ὁ σωτήρ, ἀπὸ τῆς παιδεύσεως αὐτοῦ οὔσης πιότητος μεθυσθήσονται οἱ ἀπολαύοντες αὐτῆς.

350

(n)

Ps 35,9b.10a
1 Ἐπεὶ Παρὰ σοὶ πηγὴ ζωῆς, αὕτη δέ ἐστιν ὁ εἰπὼν Ἐγώ εἰμι ὁ ὤν, εἰκότως καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ἐρχόμενον ἀπὸ τῆς πηγῆς τῆς ζωῆς ποτιεῖς τοὺς μεθυσθέντας ἀπὸ πιότητος τοῦ οἴκου σου. πηγὴ δὲ ζωῆς ὁ σωτὴρ τῷ μὴ ἔξωθεν ἔχειν ἀλλὰ παρέχειν αὐτὸν ἅπασι τοῖς ζῶσιν, οὐκ
5ἀνθρώποις μόνοις ἀλλὰ καὶ τοῖς ὑπεραναβεβηκόσι κατὰ τὰ αὐτὰ θείαν ζωήν, καθὸ καὶ πηγὴ σοφίας λέγεται· χείμαρρος δὲ τρυφῆς τὸ ἅγιον πνεῦμα τῷ τρυφᾶν τοὺς πεπωκότας ἀπ’ αὐτοῦ δεχομένους τὰ διάφορα αὐτοῦ χαρίσματα.

351

(n)

Ps 35,10b
1 Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· φῶς τοῦ θεοῦ τὸ ἀληθινὸν φῶς, τὸ Ἀπαύγασμα τοῦ φωτὸς τοῦ ἀιδίου. ἐν τούτῳ οὖν τῷ φωτὶ ὀψόμεθα φῶς, σὲ τὸ ἀίδιον φῶς περὶ οὗ εἴρηται Ὁ θεὸς φῶς ἐστιν. συμβαλεῖς τούτῳ Ὁ ἐμὲ
ἑωρακὼς ἑώρακε τὸν πατέρα.296 in vol. 1

352

(n)

Ps 35,12
1 Οἶδεν ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταβολαῖς χρῆσθαι, ὥσπερ ἐνταῦθα τῆς ὑπερηφανίας οὐ ζῴου ποδώτου ἀλλ’ ἕξεως οὔσης πόδα ὠνόμασεν, καὶ ἐν Παροιμίαις Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι· ὃ γοῦν εὔχεται τοῦτό ἐστιν· μὴ λάβοι χώραν ἐν τῇ ψυχῇ μου ἐπελθεῖν ἡ ὑπερηφανία ὥστε ἀπατῆσαί
5με, ἀλλὰ μηδὲ χείρ, τουτέστι πρᾶξις, ἁμαρτωλοῦ σαλεύσαι με· εἰ γὰρ πράξοιμι τὰ τῶν ἁμαρτωλῶν, κλονηθήσομαι ἀπὸ τῆς ἀρετῆς.

353

(n)

Ps 35,13a
1 Δύναται τὸ Ἐκεῖ σημαίνειν τὸν μέλλοντα βίον, ὡς τὸ Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ τὸ Ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, καὶ τὸ Γυμνὸς ἀπελεύσομαι ἐκεῖ, καὶ εἴ τι τοιοῦτον. λέγει οὖν ὅτι Ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, ἔπεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. εἰ γὰρ καὶ ὧδε
5ἔδοξαν ἑστάναι καὶ ἐνεργεῖν τὰ τῆς ἀνομίας, ἀλλ’ οὖν γε ἐκεῖ ἔπεσον οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν, ὡς πρότερον ἐνήργουν. οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς ἤδη γεγονὸς λέγει· πολλὰ γὰρ τοιαῦτα ῥηθείη, ὡς τὸ Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ Διεμερίσαντο τὰ ἱμάτιά μου· ἐπεὶ γὰρ ὁ προφητικῶς προορῶν τὰ ἐσόμενα οὕτως αὐτὰ βλέπει ὡς πάντως γενησόμενα,
10τούτου χάριν ὡς ἤδη γενόμενα αὐτὰ διορίζεται.

354

(n)

Ps 35,13b
1 Ἐξώσθησαν δέ, ἤτοι τῆς ἕξεως ἔξω ἧς εἶχον γενέσθαι ἐβιάσθησαν, ἢ ἔξω τῆς αὐτοπραγίας γεγένηνται· διότι οὐκέτι στῆναι δύνανται, ἐνεργητικῶς
ἐμποδισθεισῶν ἀλλ’ οὐκ ἀναιρεθεισῶν τῶν πρακτικῶν δυνάμεων αὐτῶν.297 in vol. 1

355

(n)

Ps 36,3
1 Αὕτη ἡ χρηστότης προξενήσει σοι τὸ κατασκηνῶσαι ἐπὶ τῆς ἁγίας γῆς, ὡς ποιμαίνεσθαι ἐπὶ τῷ πλούτῳ αὐτῆς· ἕξεις γὰρ ποιμένα τὸν ἀληθινὸν ἄγοντά σε ἐπὶ θείαν νομήν, ἥτις πλοῦτος τῆς γῆς ἐκείνης ὠνόμασται. [Τὰ δ’ ἄλλα ὁμοίως τῷ πρὸ αὐτοῦ.]

356

(n)

Ps 36,4
1 Διὰ πάντων ὠφέλιμον ἡμῖν ἑαυτὸν παρέχων ὁ κύριος καὶ τροφὴ ἡμῖν καὶ ποτὸν εὑρίσκεται. ὅταν οὖν τροφῶμεν αὐτὸν τυγχάνοντα ἄρτον ζωῆς καὶ ἐμφορηθῶμεν τῶν σαρκῶν αὐτοῦ καὶ τοῦ αἵματος, ὄντων βρώσεως καὶ πόσεως ἀληθινῆς, κατατρυφήσαντες αὐτοῦ, ἕξομεν αὐτὸν ὀρέγοντα ἅπαντα τὰ
5αἰτήματα τῆς καρδίας, τουτέστιν τοῦ νοῦ, οὐ τὰ αἰσθητὰ ἀλλὰ τὰ πνευματικὰ καὶ νοητά.

357

(n)

Ps 36,4—7a
1 Κατατρύφησον τοῦ κυρίου, καὶ τυχὼν τῶν προλεχθέντων τὴν σαυτοῦ ὁδὸν ἣν πρακτικῶς ὁδεύεις κατάστησον φανεράν. πότε δὲ ταῦτα ποιεῖς; ὅτ’ ἂν ἐνεργῇς ἐκεῖνα οἷς ἐφορᾷ ὁ θεός. ὁ γὰρ ἁμαρτάνων κρύπτεται θεόν, καλύπτειν αὐτοῦ τὴν ὁδὸν σπεύδων. φανερῶν δέ σου τὴν ὁδὸν τῷ θεῷ Ἔλπισον ἐπ’
5αὐτόν, καὶ αὐτὸς ποιήσει τὰ ἐλπισθέντα σοι καὶ προσδοκηθέντα σοι, ὥστε τὴν ἐν κρυπτῷ ἐνεργηθεῖσαν δικαιοσύνην σου ἐξοῖσαι ὡς φῶς, ὡς τὴν τοῦ Ἰὼβ καὶ Ἰωσήφ. ἡ γὰρ τούτων φωτὸς δίκην ἀναλάμψασα ἐν ὅλῃ τῇ οἰκουμένῃ ἐπὶ πάσας γενεὰς διεδόθη, ἀλλὰ Καὶ τὸ κρίμα σου. ἤτοι ὁ αὐτὸς ἔκρινεν περὶ σοῦ, ἢ ὃ σὺ ἔκρινας καὶ ἐδοκίμασας ἐν σεαυτῷ ἐξοίσει κατὰ τὰ αὐτὰ τῇ μεσημβρίᾳ
10τῇ ἀκμαῖον καὶ ἀκραιφνὲς φῶς ἐχούσῃ. οὕτω γὰρ πάντων τῶν κατὰ σὲ φανερωθέντων ὡς φωστὴρ ἐν κόσμῳ γενήσῃ. τέως δὲ νῦν Ὑποτάγηθι τῷ κυρίῳ. πῶς δὲ τοῦτο γενήσεται; διὰ τοῦ φυλάττειν τὰ θεῖα προστάγματα, ἱκετεύειν αὐτόν, τῶν προπεπραγμένων ἁμαρτημάτων συγχώρησιν αὐτὸν ἀπαιτῶν, καὶ τοῦ τυχεῖν τῶν εἰρημένων.298 in vol. 1

358

(n)

Ps 36,8a
1 Ὀλέθριον πάθος τυγχάνει ἡ ὀργή, ὡς καὶ τοὺς φρονίμους ἀναιρεῖν· Ὀργὴ γὰρ ἀπόλλυσι καὶ φρονίμους, ἀλλὰ καὶ τῆς ἐνεργείας τῆς ἀρετῆς ἐστιν ἐμποδιστική· Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. διὸ Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν, ζηλωτὴς πραΰτητος καὶ ἡμερότητος
5γινόμενος. δύναται δέ τις παύεσθαι ἀπὸ ὀργῆς τῆς τοῦ θεοῦ καὶ ἐγκαταλείπειν τὸν θυμὸν αὐτοῦ ἀπεχόμενος ἐκείνων οἷς ἀκολουθεῖ τὸ ὀργῇ καὶ θυμῷ ὑποπεσεῖν.

359

(n)

Ps 36,10.11
1 Ἐπεὶ καταργηθήσεται τὰ τῆς κακίας ἔτι ὀλίγου παραδραμόντος χρόνου, οὐχ ὑπάρξεται ὁ ἁμαρτωλός, τῆς ἕξεως καθ’ ἥν ἐστιν τοιοῦτος οὐχ εὑρισκομένης. διὸ καὶ ζητήσας τὸν τόπον αὐτοῦ οὐχ εὑρήσεις. τόπον δὲ ἀκουστέον τὸν ὡς ἔν τινι τάξει, οἷον διαφορᾶς ἐνούσης διδασκάλου καὶ
5μαθητοῦ. ἔστιν τόπος διδασκάλου καὶ τόπος μαθητοῦ, ὅτ’ ἂν ὁ μαθητὴς πληρωθῇ τῆς ἐπιστήμης, ὡς ὁ διδάσκαλος γεγενημένος ἀπολείψει τὸν μαθητοῦ τόπον ὡς μηκέτι εἶναι τοῦτον. ἐπεὶ οὖν καὶ τῶν λογικῶν ἐξ ἰδίας αἱρέσεως γέγονε διαφορὰ ὡς τοὺς μὲν δικαίων τοὺς δὲ ἁμαρτωλῶν ἐπέχειν τόπον, ἀφανιζομένης τῆς κακίας οὐκ ἔτ’ ἔσται τοῦ ἁμαρτωλοῦ τόπος. οἱ δὲ
10πραεῖς εὐστάθειαν κατορθώσαντες κληρονόμοι γῆς ἑτέρας παρ’ ἧς πατοῦμεν ἀποδειχθήσονται, ὡς καὶ κατατρυφᾶν ἐπ’ αὐτῆς πλήθους εἰρήνης ἐσομένου,
ὅτ’ ἂν πάντες οἱ ἐχθροὶ πρὸς οὓς ἔχομεν τὸν πόλεμον καταλυθῶσιν.299 in vol. 1

360

(n)

Ps 36,14
1 Δυνατὸν ἐπὶ τὸν διάβολον ἀνάγειν ταῦτα μετὰ ἄρθρου ἁμαρτωλὸν ὀνομαζόμενον. σπῶνται δὲ καὶ οἱ ἁμαρτωλοὶ ῥομφαίαν καὶ ἐντείνουσι τόξον, ὅπως τοῖς μὲν τόξοις βάλωσι τὸν πτωχὸν καὶ πένητα, τῇ δὲ ῥομφαίᾳ σφάξωσι τοὺς εὐθεῖς τῇ καρδίᾳ· οὐ γὰρ τοὺς ἐν κακοῖς πλουτοῦντας τιτρώσκουσι φίλους
5αὐτῶν ὄντας, οὐδὲ τοὺς σκολιοὺς τῇ καρδίᾳ σφάττουσιν ἑταιρίαν πρὸς αὐτοὺς ἔχοντες. τόξα δὲ αὐτῶν ἐντεταμένα οἱ πονηροί εἰσιν λογισμοί, ῥομφαία δὲ ἠκονημένη ἡ γλῶσσα ἤτοι ὁ λόγος αὐτῶν ἀναιρετικός ἐστιν διαφορῶν. ἐπεὶ τοίνυν ὁ ἁμαρτάνων τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθνῄσκει, καὶ τούτων ἡ ῥομφαία ἣν κατ’ ἄλλων ἠκόνησαν βλάψει αὐτοὺς εἰς τὴν καρδίαν αὐτῶν.

361

(n)

Ps 36,16
1 Πρὸς διάνοιαν· κρεῖττον τῷ δικαίῳ ὀλίγον γνώσεως ἔχειν μετ’ εὐσεβείας ὑπὲρ πλοῦτον μετὰ δυσσεβείας τῶν ἁμαρτωλῶν, ὃν πλουτεῖν οἴονταί τινες τὰ τῆς ψευδονύμου γνώσεως μετερχόμενοι.

362

(n)

Ps 36,17a
1 Βραχίονας δὲ νῦν οὐ τοὺς τοῦ σώματος ἀλλὰ τοὺς τῆς ψυχῆς ὄντας πρακτικὰς δυνάμεις ῥητέον.

363

(n)

Ps 36,18a
1 Ὁ γινώσκων κύριος τὴν τῶν δικαίων ὁδὸν καὶ τὰς τῶν ἀμώμων ὁδοὺς εἴσεται. τὸ τῆς γνώσεως οὐκ ἐπὶ τῆς εἰδήσεως ῥητέον τὰ νῦν ἀλλ’ ἐπὶ τῆς ἀνακράσεως· τὰς γὰρ τῶν ἀμώμων ὁδοὺς ἃς ὁδεύουσιν πάσας γινώσκει κύριος τῇ ἀμωμότητι αὐτῶν ἀνακρινάμενος. φέρεται δὲ καὶ Γινώσκει κύριος300 in vol. 1
5τὰς ἡμέρας τῶν ἀμώμων. ἐπεὶ γὰρ οἱ ἄμωμοι οὐδέποτε ἐν σκότῳ ἀλλ’ ἐν φωτὶ καὶ ἡμέρᾳ εἰσὶν ἀεί, τούτου χάριν γινώσκει κύριος τὰς τοιαύτας αὐτῶν ἡμέρας ἢ καὶ πάσας τὰς τοῦ βίου αὐτῶν ἡμέρας ἀεὶ ἀμέμπτως καὶ ἀμώμως ἐνεργούντων.

364

(n)

Ps 36,19a
1 Καιρὸς πονηρός ἐστιν ὅτε ἐπίπονά τις ἀπολαμβάνει ἁμαρτημάτων ἕνεκα. ἐν τούτῳ οὖν τῷ καιρῷ οὐ καταισχυνθήσονται οἱ ἄμωμοι, οὐκ ἔχοντες πράξεις ἐφ’ αἷς ἔστι τὸ παθεῖν.

365

(n)

Ps 36,20a
1 Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οὐ τῷ ἐξ ὅλων διαλύεσθαι τὴν σύστασιν αὐτῶν ἀλλὰ τῷ μηκέτι εἶναι ἁμαρτωλούς.

366

(n)

Ps 36,25ab
1 Κἂν πολλὴ σπάνις σιτίων διὰ κραταιὰν λιμὸν γένηται, κατ’ ἐντολὴν θεοῦ κόρακες οἴσουσιν ὡς τῷ Ἡλίᾳ τροφάς, καὶ ὡς τῷ Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ἄριστον ὁ Ἀμβακοὺμ μετέωρος φερόμενος οἴσει. καὶ τοῦτο πρὸς τὸ
ῥητόν, πρὸς δὲ διάνοιαν· ἐκ νεαροῦ καὶ ἀβεβαίου ἤθους καθ’ ὃ νεωτερίζων301 in vol. 1
5νεώτερος ἤμην μεταβαλὼν εἰς γῆρας ἦλθον βίον ἀκηλίδωτον καὶ πολιὰν φρόνησιν κεκτημένος. ὅμως οὕτω προκόψας Οὐκ εἶδον δίκαιον ἐγκαταλε‐ λειμμένον. [τὰ δ’ ἄλλα ὁμοίως τῷ πρώτῳ.]

367

(n)

Ps 36,25c.26
1 [ἐγκαταλελειμένον] τῷ τὸν θεὸν ἔχειν τρέφοντα καὶ ἄρτους θείους παρέχοντα, ὡς μὴ ζητῆσαί ποτε ἄρτους τὸ τοῦ δικαίου σπέρμα τουτέστιν τοὺς κατὰ διδασκαλίαν γεγενημένους. ὅλην γοῦν τὴν ζωὴν ἑαυτοῦ κατάστασιν οὖσαν ἀκριβῆ τε καὶ δεδοκιμασμένην ἐγνωσμένην πᾶσιν ἐργάζεται· καὶ οὕτως
5ὅλην τὴν ἡμέραν ἐλεεῖ κοινωνικὸς ὤν, καὶ δανείζει ἤτοι μαθήματα θεῖα τοῖς ἀκροωμένοις ἢ θεῷ κατὰ τὸ Ἐλεῶν πτωχὸν θεῷ δανείζει, ἐπὶ τῷ κερδῆσαι τόκους σωτηριώδεις ὥστε καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον εἶναι πάσῃ εὐλογίᾳ πνευματικῇ.

368

(n)

Ps 36,30
1 Ὁ δίκαιος πᾶσαν τὴν ἠθικὴν κατορθώσας ἀρετὴν ἦλθεν ἐπὶ θεωρίαν διὸ καὶ ὁ λόγος αὐτοῦ τροπικῶς στόμα καλούμενος οὐκ ἄλλο τι ἢ τὴν ἐν τῷ θεωρεῖν σοφίαν μελετᾷ. εἰς τοῦτο παραλήψῃ τὸ Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἡ γλῶσσα δὲ τοῦ δικαίου οὐκ
5ἀνεξετάστως οὐδ’ ὡς ἔτυχεν φθέγγεται. κρίνας γὰρ καὶ ἐξετάσας διαφορὰν λεκτέων καὶ οὐ λεκτέων· τὰ μὲν ἐρεῖ, τὰ δὲ ἡσυχάσει. τοιοῦτόν ἐστιν τὸ Χείλη σοφῶν δέδεται αἰσθήσει, τῷ ᾐσθημένως καὶ λέγειν καὶ σιωπᾶν·
αἰσθήσει δεσμῷ τῶν χειλέων κέχρηται.302 in vol. 1

369

(n)

Ps 36,31
1 Ὃν κατὰ φύσιν ἔχομεν νόμον ἐν καρδίᾳ καθ’ ὃν διακρίνομεν τὸ ποιητέον καὶ οὐ ποιητέον, οὐκ ἄλλου ἐστὶν ἢ τοῦ πεποιηκότος ἡμᾶς κατὰ τὴν ἑαυτοῦ εἰκόνα θεοῦ. ἀμέλει ὅτ’ ἂν σῴζωμεν ἀδιαστρόφους τὰς ἐννοίας τῶν χειρόνων ἀπεχόμενοι, τῶν κρειττόνων ἀντιποιούμεθα. τούτῳ τῷ νόμῳ ἡγεμόνι τῆς
5ὁδοῦ χρώμενοι ἄνευ ὑποσκελισμοῦ διαβαίνομεν ἐφ’ ὃ ἐπειγόμεθα τέρμα. Δυνατὸν δὲ τὸν εὐαγγελικὸν νόμον δηλοῦσθαι διὰ τῆς παρούσης λέξεως.

370

(n)

Ps 36,34
1 Τῷ δικαίῳ ᾧ κατανοεῖ ὁ ἁμαρτωλὸς ζητῶν αὐτὸν θανατῶσαι λέγεται· Ὑπόμεινον τὸν κύριον. εἰ καὶ πολλοὺς ἔχεις τοὺς φονῶντας κατὰ σοῦ, ἐκ θεοῦ δέχου τὴν σωτηρίαν. Ὑπόμεινον δὲ αὐτὸν καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, τηρῶν τὰς ἐντολὰς αὐτοῦ. οὕτω γὰρ διατεθέντι σοι ἀκολουθήσει τὸ ὑψωθῆναι, ὥστε
5κατακληρονομῆσαι τὴν πολλάκις ἤδη εἰρημένην γῆν. Σημειωτέον δὲ ὅτι ἐν ὕψει που κεῖσθαι τὴν τῆς εὐαγγελίας λέγει γῆν· οὐ γὰρ ἐπὶ τῷ τὴν ἐν ποσὶν κληρονομῆσαι γῆν ὑψοῦταί τις ἀλλὰ τὴν ἄνω που ἱδρυμένην. καὶ ἐν Ἡσαίᾳ γοῦν Ἀναβιβάσει σε κύριος ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς εἴρηται. καὶ ἐν οἵῳ δὲ ὕψει τυγχάνει αὐτὴ ἡ γῆ, σκόπει, ὡς θεοῦ ἀναβιβάζον‐
10τος ἐπ’ αὐτὴν καὶ ὑψοῦντος, ὥστε αὐτὴν κληρονομῆσαι τῷ μὴ οἷόν τε εἶναί τινα ἑαυτῷ ἐπ’ αὐτὴν γενέσθαι. τότε δέ, ὥσπερ ἀφ’ ὕψους τὸν τῶν ἁμαρτω‐
λῶν ἐπόψει ὄλεθρον, παραδιδομένους κολάσει.303 in vol. 1

371

(n)

Ps 36,36
1 Παρελθών, φησίν, τῇ διανοίᾳ ἐπὶ τὸν μέλλοντα βίον οὐκ ἔθ’ εὗρον τὸν ἀσεβῆ, ὡς ζητῆσαι τὸν τόπον αὐτοῦ καὶ μὴ εὑρεῖν. εἴρηται δὲ μὴ εὑρίσκεσθαι τοὺς φαύλους μετὰ ταῦτα, οὐ τῆς οὐσίας αὐτῶν ἀφανιζομένης ἀλλὰ τῆς ποιότητος καθ’ ἥν εἰσιν τοιοῦτοι, καὶ περὶ τοῦ μὴ εὑρίσκεσθαι τὸν ἐν τάξει
5τόπον αὐτῶν προαποδέδεικται. εἰ δὲ περὶ τοῦ σατανᾶ ταῦτα λέγοιτο, ἐπεὶ ἄρχων τοῦ κόσμου τούτου εἴρηται (παρέρχεται δὲ οὗτος ὁ κόσμος), ζητήσας τις ἐν τῷ μέλλοντι αἰῶνι τὸν τόπον τούτου τοῦ ἄρχοντος οὐχ εὑρήσει. εἰ δὲ καὶ ἡ ἁμαρτία τόπος ἐστὶν τοῦ διαβόλου κατὰ τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ, τῆς κακίας ἀφανιζομένης οὐχ εὑρέθη ὁ τόπος τοῦ ἀσεβοῦς. [εἰ δὲ καὶ κατὰ
10τὴν λέξιν βουληθείης νοῆσαι]

372

(n)

Ps 36,37—40
1 〈Εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι,〉 διαφορὰν ἀκακίας καὶ εὐθύτητος εἴποι ἄν τις τοιαύτην· εἰ μὲν ἀκακίᾳ ᾖ ἡ τῶν κακῶν ἀπραξία, εὐθύτης εἴη ἡ ἕξις καθ’ ἣν ἀπαθῶς πάντα ἐνεργοῦμεν· εἰ δὲ ἀκακίαν λέγοι τὴν τοῦ ἤθους κατόρθωσιν, εὐθύτης εἴη ἡ ἀκαμπὴς τῶν δογμάτων τῆς
5ἀληθείας θεωρία. ἑκατέρως προστάσσει φυλάσσειν ἀκακίαν καὶ ἰδεῖν εὐθύτητα τῷ εἶναι ἐγκατάλειμμα εἰς τὸν μέλλοντα βίον τῷ εἰρηνικῷ ἀνθρώπῳ τὴν οὐ καταισχύνουσαν ἐλπίδα, τῶν ἀσεβῶν ἐξολοθρευμένων ἐπὶ τὸ αὐτὸ καὶ ἅμα κατὰ τὸν τῆς κρίσεως καιρόν. Σωτηρία δὲ τῶν δικαίων γίνεται παρὰ κυρίου ὑπερασπίζοντος αὐτῶν ἐν
10καιρῷ θλίψεως. τούτῳ συνῳδὸν τὸ Ἡ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. ὑπάρξει δὲ αὐτοῖς καὶ τὸ βοηθείας παρὰ τοῦ κυρίου τυχεῖν καὶ τὸ ῥυσθῆναι ἐκ πολεμίων, ἀλλὰ καὶ τὸ ἐξαιρεθῆναι ἐκ χειρὸς ἁμαρτωλῶν τουτέστιν
πράξεως ἢ δυνάμεων πονηρῶν· διότι Ἤλπισαν ἐπ’ αὐτόν. Διὸ καὶ ὁ ψαλμὸς οὗτος ἐν οἰκείῳ ἀριθμῷ τῶν λεγομένων ἐν αὐτῷ304 in vol. 1
15τέτακται. ἔστιν γὰρ τριακοστὸς ἕκτος. οὗτος δὲ ὁ ἀριθμὸς ὁμοῦ τρίγωνος καὶ τετράγωνός ἐστιν. χρώμενος μὲν ἡ τρίγωνός ἐστιν πλευρὰ τῇ ὀγδοάδι, ἔστι δὲ ἡ ὀγδοὰς ἀναστάσιμος τοῦ σωτῆρος ἡμέρα. ἡ δὲ τετράγωνος πλευρὰν ἔχει τὸν ἓξ ὄντα ἀριθμὸν τέλειον· ἑξάκις γὰρ τριάκοντα ἕξ. τρίγωνος δὲ κατὰ τοῦτο· εἰ γὰρ ἀπὸ μονάδος ἑξῆς ἕως ὀγδοάδος ἀριθμήσεις, οὐκ ἄλλον τούτου
20εὑρήσεις ἀριθμόν.

373

(n)

Ps 37,2
1 Ἐξομολογούμενον πρόσωπον εἰσάγεται ἐν τῷ ψαλμῷ τούτῳ. εἰ γὰρ πέπρακταί μοι, φησίν, τι τοιοῦτον ἐφ’ ᾧ ἄξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ ὀργῆς παιδευθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ διδασκαλίας καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι.

374

(n)

Ps 37,3a
1 Δηλοῖ δέ ποτε ἡ τῶν βελῶν προσηγορία καὶ τὰς κολάσεις, ὡς ἐν τοῖς προάγουσιν εἴρηται. φησὶ τοίνυν· ἐπεὶ ἁμαρτίας πεποίηκα αἷς ἀκολουθεῖ κόλασις, Τὰ βέλη σου ἤδη ἐνεπάγησάν μοι.

375

(n)

Ps 37,4b
1Ἐπιφαινομένων τῶν ἁμαρτιῶν μου· δεῖγμα γὰρ τοῦ ἔτι αὐτὰς παρεῖναι
τὸ ὁρᾶσθαι αὐτῶν τὸ πρόσωπον.305 in vol. 1

376

(n)

Ps 37,5—7a
1 Τὰς μὲν ἀνομίας ὑπερηρκέναι τὴν κεφαλὴν ἑαυτοῦ φησιν, ὥστε πιέσαι καὶ βαρύναι τὸ ἡγεμονικὸν αὐτοῦ τροπικῶς κεφαλὴν ὀνομαζόμενον, ταύτας δὲ καὶ τρόπον φορτίου βεβαρύνθαι ἐπ’ αὐτόν· τῆς γὰρ κακίας φύσει κατωφεροῦς καὶ βαρυτάτης οὔσης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν
5αἴσθησιν τοῦ βάρους αὐτῆς λαμβάνει, οἰομένου κουφοτάτην αὐτὴν ὑπάρχειν τοῦ σὺν ἡδονῇ ἐνεργοῦντος αὐτήν. ὅθεν Ἰησοῦς τοὺς κοπιῶντας καὶ πεφορτισμένους διὰ μετανοίας ἥκειν πρὸς αὐτὸν καλεῖ αἰσθηθέντας τοῦ ἄχθους τῆς ἁμαρτίας καὶ κοπιάσαντας ἀπ’ αὐτοῦ. τοὺς δὲ μώλωπας οὓς ἔσχεν ἀπὸ τῶν πεπυρωμέ‐ νων τοῦ πονηροῦ βελῶν εἰς σῆψιν καὶ δυσωδίαν τετράφθαι φησὶν ἀπὸ
10προσώπου ἧς ἔσχεν ἀφροσύνης· σὺν ἀφροσύνῃ γὰρ οὐχ ἡ τυχοῦσα συνίσταται κακία, ὡς αὖ μετὰ φρονήσεως τὰ κατ’ ἀρετὴν ἐνεργεῖται. Τὰ δ’ ἑξῆς τάχα οὕτως ἀναγνωστέον· ἐπεὶ ἕως τέλους, τουτέστιν διὰ βίου, κατεκάμφθην τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων, ἠκολούθησεν τὸ οἰκτρὸν καὶ ἐλεεινόν με εἶναι, ὃ παρίσταται ἐκ τοῦ Ἐταλαιπώρησα.

377

(n)

Ps 37,7b.8
1 Ἤτοι τῶν λογισμῶν μου ἢ τῶν πονηρῶν πνευμάτων· τούτου ἕνεκα διὰ βίου σκυθρωπάζων ἐπορευόμην, πάσης ἱλαρίας ἀφαιρεθείσης. ἐπειδὴ δὲ φέρονται γραφαί, ὧν ἡ μὲν Ψύαι μου, ἡ δὲ Αἱ λαγόνες μου ἐπλήσθησαν ἐμπαιγμῶν, ῥητέον ὅτι, ἐπεὶ περὶ τὰς ψύας καὶ τὰς λαγόνας συνίσταται τὰ
5σπέρματα εἰς παιδοποιΐαν συντείνοντα, ἐμπαιγμῶν ἐμπίπλαται ταῦτα, ὅτ’ ἂν μὴ εἰς παιδοποιΐαν ἀλλὰ πορνικῶς ἐπιτελῆται. Διὰ τοῦτο γάρ φησιν μηδὲ ἴασιν εἶναι ἐν τῇ σαρκί μου διὰ τὸ ᾐσθῆσθαι τὴν ψυχήν μου τῶν παρόντων ἐμπαιγμῶν· πάνυ γὰρ ἀσθενεῖ ἡ σὰρξ ῥέουσα καὶ
μὴ σωφρονοῦσα, ὅθεν καὶ Ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.306 in vol. 1

378

(n)

Ps 37,9b.10
1 Ἀπὸ βάθους μετανοίας τοὺς ἐπὶ μετανοίᾳ στεναγμοὺς προφέρων, οὐκ ἐξ ἐπιπολῆς καὶ ἐπιπλάστως ὡς οἱ μετανοίας ὑποκριταί· διὸ καὶ θαρρῶν λέγει· Σοί, κύριε, ὡς ἄρα ἡ ἐπιθυμία τῆς καρδίας μου ἐναντίον σού ἐστιν· πᾶσα μὲν γὰρ φαύλων ὄρεξις μακράν σου καὶ κέκρυπταί σε, ἡ δὲ τῆς ἐμῆς καρδίας τῷ
5μετελθεῖν ἐκ κακίας εἰς ἀρετὴν γνησίαν μετάνοιαν ποθοῦσα ἀγαθὴν ἐπιθυμίαν ἔχει, ἥτις ἐν ὄψεσιν οὐ τυγχάνει. Δύναται καὶ περὶ τῆς φαύλης ἐπιθυμίας λέγειν· ἐπεὶ ἡ ἐγκειμένη μοι πονηρὰ ὄρεξις οὐκ ἔλαθέν σε, περὶ ταύτης ἐξομολογούμενος στενάζω, ὡς τὸν στεναγμὸν τὸν περὶ αὐτὸν εὐπαρρησίαστον ὄντα μὴ κεκρύφθαι ἀπὸ σοῦ·
10ἐπαινετὸν γὰρ τὸ ἐπὶ φαύλοις στένειν.

379

(n)

Ps 37,11—13
1 Τῆς καρδίας μου τουτέστιν τῆς διανοητικῆς μου δυνάμεως τάραχον ὑπομενούσης, ἡ ἰσχύς μου ἡ κατὰ τὰς κοινὰς ἐννοίας ἐγκατέλιπέν με, ἀλλὰ καὶ ἡ τῶν ἀληθῶν γνῶσις φῶς τῶν ὀφθαλμῶν μου τουτέστιν τοῦ νοῦ τυγχάνουσα οὐκ ἔστιν μετ’ ἐμοῦ· διατεθεὶς γὰρ κατὰ τὰ ἄλογα οὐδ’ ἐννοεῖσθαι
5φωτεινῶς ἢ ἰσχυρῶς διανοεῖσθαι δυνήσομαι. Δύναται καὶ ἰσχὺς εἶναι τοῦ ταῦτα λέγοντος καὶ φῶς ὀφθαλμῶν αὐτοῦ ὁ ὀρθὸς λόγος καθ’ ὅν ἐστιν λογικός. οὗτος οὖν ἐγκατέλιπεν αὐτόν, καὶ οὐκέτι εἶναι μετ’ αὐτοῦ δοκεῖ, ταραχθείσης αὐτοῦ τῆς καρδίας ἰσχύος ὀνομαζομένης κατὰ τὴν τῶν πρακτικῶν ὑφήγησιν, φῶς δὲ ὀφθαλμῶν κατὰ τὸ φωτίζειν τῇ
10σαφηνείᾳ τῶν ὁρώντων. Καὶ οὓς δὲ εἶχον, φησίν, φίλους καὶ πλησίον φιληδόνως ζῶν, τούτους πολεμικῶς ἀνθισταμένους καὶ πολεμίους ἔσχον ῥέψας ἐπὶ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῆσαι. οὗτοι δὲ καὶ Ἔγγιστά μου πρότερον ὄντες
σχέσει καὶ διαθέσει ἀπὸ μακρόθεν πολεμίων τρόπαιον ἔστησαν.307 in vol. 1
15 Ῥητέον δὲ καὶ οὕτως· ὅτ’ ἄν τις περιστάσεσι περιπέσῃ, ἐγκαταλείπεται ὑπὸ πάντων τῶν πρότερον ἐγγιζόντων καὶ φίλων καὶ πλησίον ὄντων, ὡς ἔσθ’ ὅτε καὶ κατηγορεῖν τὸν πάλαι ποθούμενον. τούτων εἰκόνας εὕροις ἐν τῷ Ἰώβ. Καὶ οἱ βλαπτικῶς δὲ καὶ φιλονείκως ἐκζητεῖν τὴν ψυχήν μου προελόμενοι καὶ βίᾳ περιβαλεῖν με ἠθέλησαν, ἀναγκαστικοῖς λόγοις ὡς δῆθεν ἀποδεικτικοῖς
20ὑπαγαγεῖν με νομίζοντες· ἀλλὰ τὰ πρὸ τούτων λεγόμενα ἐπὶ ἐκζητήσει τῶν κακῶν οἷς ὑποβάλλειν με ἔσπευδον ὤφθησάν μοι ματαιότης. ἤκουον γὰρ οὐχ ὡς ἀποδείξεως ἀλλ’ ὡς ματαίας καὶ ἀπατηλῆς σοφιστείας. ματαιότητα δὲ δι’ ὧν σοφίζονται φθεγγόμενοι δι’ ὅλης ἡμέρας, τουτέστι διὰ βίου, δολιότητα μελετῶσιν οὔτε ἀποδείξεις τότε τοῖς πράγμασιν ἐπιφέροντες ἀλλὰ καὶ
25σοφιστικῶς συναρπάζειν κρίναντες.

380

(n)

Ps 37,14.15
1 Ὁ κρίνας φυλάττειν τὸ Οὐ παραδέξῃ ἀκοὴν ματαίαν πρὸς τοὺς δολίους καὶ ἀπατηλοὺς λόγους κεκώφωται οὐδ’ αἴσθησιν αὐτῶν τὴν ἐξ ἀκοῆς ἔχειν βουλόμενος· πολλῷ δὲ πλέον ἀλάλου δίκην οὐδ’ ἀποκρίνεσθαι πρὸς τοὺς τοιούτους λόγους ἢ ἐλέγχειν αὐτοὺς βουληθείη· εἴρηται γὰρ ἐν ἄλλοις ἠλιθίου
5εἶναι τὸ ἐξελέγχειν τοὺς λίαν εὐήθεις λόγους. Ἐγενόμην οὖν, φησίν, πρὸς τοὺς τοιούτους ἀνθρώπους ὡς οὐκ ἀκούων οὐδ’ ἔχων ἐν στόματί μου ἐλεγμούς· κίνδυνον γὰρ ἔχει πολλάκις τὸ δυσφήμων λόγων ἀκούειν καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. διὸ μακάριον κεκωφῶσθαι πρὸς τὰ τοιαῦτα καὶ νομίζεσθαι μὴ οἷόν τε εἶναι αὐτὰ ἐλέγχειν.

381

(n)

Ps 37,16
1 Ἐπεὶ πάντων τῶν ἄλλων καταφρονήσας ἤλπισα ἐπὶ μόνῳ σοί, ὦ κύριε, τυγχάνων μου καὶ θεὸς Σὺ εἰσακούσῃ, ᾧ εὐξάμενος εἶπον ἀρξάμενος ἀπὸ τοῦ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. πολλάκις γὰρ οἱ συνόντες μοι, ὅτε
ἡμάρτανον, ἀλητήριοι δαίμονες ὀνειδίζουσι τὰ προπεπραγμένα εἰς μέσον308 in vol. 1
5φέροντες, ὡς διὰ τούτου ἐμποδίσαι τὴν μετάνοιάν μου πειρώμενοι καὶ ἀπόγνωσιν σωτηρίας ἐμποιῆσαι. ἐγὼ γοῦν πρὸς οὓς ὑποβάλλουσι τοιούτους λογισμοὺς κωφὸς καὶ οὐκ ἀκούων γεγένημαι οὐδ’ ἐλέγξαι αὐτοὺς βουλόμενος, ὅπως μὴ περὶ τοῦτο καταγινόμενος ἐκλύσω τὴν σύντονον περὶ τὴν μετάνοιαν προθυμίαν. ἐπεὶ οὖν ἐλπίζων, ὦ κύριε, θαρρῶ εἰσακουσθήσεσθαι. ἐμαυτῷ
10γὰρ ἀμῦναι δυνάμενος ἐπέχω τὴν ἄμυναν, γινώσκων τὸ Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, καὶ τὸ Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.

382

(n)

Ps 37,18
1 Ἕτοιμος καὶ εὐτρεπὴς πρὸς τὰς ἐξ αἰσθήσεως μάστιγάς εἰμι. ἀμέλει γοῦν καὶ ἡ ἀλγεδών μου, καθ’ ἣν ἀλγῶ ἐπὶ τοῖς προπεπραγμένοις, ἐνώπιόν μού ἐστιν τιτρώσκουσα καὶ μαστίζουσά με. Δύναται δὲ καὶ οὕτως· ἐπεὶ ἡ ἀλγηδών μού ἐστιν, ἀλγοῦντός μου ἐφ’ οἷς
5ἔδρασα κακοῖς κἂν διὰ μαστίγων δέοι ἐκτὸς τῶν ἁμαρτημάτων γενέσθαι, ἕτοιμός εἰμι πρὸς ταύτας, τουτέστι προθύμως ἔχω περὶ ἐπιστροφῆς τυφθῆναι.

382A

(n)

Ps 37,18b
1 Ἡ πρὸς ἡμᾶς δηλονότι συμπάθεια ἧς ἕνεκα τοῦ οἰκείου πάθους ἔχει διὰ παντὸς τὴν ἀνάμνησιν· Ἀφ’ ὧν γὰρ πέπονθεν, ὁ Παῦλός φησιν, αὐτὸς
πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι.309 in vol. 1

383

(n)

Ps 37,19
1 Ὡς κατὰ τὸν νόμον ὁ ἁμαρτίαν ἔχων ὑπὲρ ἧς δεῖ θυσίαν προσαγαγεῖν ἐφρόντιζεν τῶν ὑπὲρ αὐτῆς προσφερομένων, οὕτως ἐστὶ μεριμνᾶν ὑπὲρ τῆς ἁμαρτίας ἑαυτοῦ τινα σπεύδοντα κατορθοῦν μετανοίας ἔργα.

384

(n)

Ps 37,20a
1 Ἐμοῦ μεριμνοῦντος ὑπὲρ τῆς ἁμαρτίας μου, οἱ διὰ τὸ μετανενοηκέναι με ἐχθραίνοντές μοι ζῶσιν κατὰ τὴν φαύλην ζωήν, ἰσχύοντες καὶ κραταιοὶ ὄντες ὑπὲρ ἐμὲ τῷ ἐμὲ ἠσθενηκέναι κατὰ ταύτην τὴν ζωήν.

385

(n)

Ps 37,22
1 Εἰ κἀκεῖνοι ἀπέρριψάν με ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα· σοῦ γὰρ παρόντος ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί.

386

(n)

Ps 37,23
1 Ἐπεὶ ἐχθρῶν περιεστηκότων ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων βοηθείας δέομαι, οὐκ ἄλλοθεν βοήθειαν ἀπαιτῶ ἢ παρὰ σοῦ, κύριε· σὺ γὰρ καὶ θεὸς τῆς σωτηρίας μου τυγχάνεις, σωτηρίας δὲ θεὸς ὁ ταύτης
αἴτιος.310 in vol. 1

387

(n)

Ps 38,1
1 Ὁ βασιλεὺς Δαυὶδ τὴν κιβωτὸν τοῦ θεοῦ ἀγαγὼν εἰς Ἱερουσαλὴμ ὑμνῳδούς τινας ἄνδρας ἱεροὺς ἔταξεν ἐπ’ αὐτῆς τῆς λειτουργίας τε καὶ τάξεως, ὥστε τοὺς ὕμνους τοῦ θεοῦ ᾄδειν. εἷς οὖν ἦν τούτων καὶ ὁ Ἰδιθούμ, ὡς ἐν τῷ καταλόγῳ καὶ τῇ ἐξαριθμήσει τῶν προειρημένων ᾠδῶν ἐν ταῖς
5Παραλειπομέναις φέρεταί τι τοιοῦτον. τὸν οὖν προκείμενον ψαλμὸν αὐτὸς ὑπὲρ τοῦ Δαυὶδ ποιήσας ᾖσεν, ἢ ὑπὸ τοῦ Δαυὶδ γενόμενον αὐτὸν παραλαβὼν ἀπήγγειλεν. Ἔστιν δὲ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐκ μετανοίας εἰς ἀρετὴν εἰσαγόμενον πρόσωπον τὸ ἀπαγγέλλον.

388

(n)

Ps 38,2ab
1 Ἐπεὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, ὁ φυλάξαι προθέμενος τὰς διὰ τῶν πράξεων ὁδοὺς αὐτοῦ πρὸς ἑαυτὸν συνθήκας τίθεται, ὅπως μὴ ἁμάρτῃ τῇ γλώττῃ. εἰ γὰρ τὸ ἀναμάρτητον περὶ τὸν λόγον αὐτῷ τηρηθείη, ἀκολουθήσει τὸ καθαρεῦσαι ἀπὸ τῶν κατ’ ἐνέργειαν ἁμαρτημάτων·
5Ἐκ γὰρ τῶν λόγων σου, φησίν, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· καὶ Ἀμὴν λέγω ὑμῖν· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως.

389

(n)

Ps 38,2c.3
1 Μετὰ τοῦ ἄρθρου ὁ ἁμαρτωλὸς καὶ ἐνταῦθα διάβολος ἢ καὶ ὁ παρὼν τῷ ἀνθρώπῳ πονηρὸς ἄγγελος λέγεται.
Ὅτ’ ἂν οὖν τις πρὸς ἑαυτὸν εἴπῃ τὰς ὁδοὺς φυλάξαι ἑαυτοῦ τοῦ μὴ ἁμαρτεῖν ἐν γλώσσῃ καὶ θῆται φυλακὴν τῷ στόματι ἑαυτοῦ, τὸ τηνικαῦτα311 in vol. 1
5συνιστάμενος ὁ ἁμαρτωλὸς ἀντιπαρατεταγμένως ἐναντίον τοῦ μετανοοῦντος ὑπομιμνήσκει τὰ πρότερα, ἐπ’ ὀνειδισμῷ εἰς μέσον αὐτὰ φέρων ἢ γαργαλίσαι διὰ τῆς ὑπομνήσεως θέλων, ὅπως κατασπάσῃ εἰς τὴν προτέραν ἁμαρτίαν τὸν ἀποστάντα αὐτῆς. οὕτω γοῦν, φησίν, συστάντος τοῦ ἁμαρτωλοῦ καὶ ἐνώπιόν μου, κωφωθεὶς πρὸς τοὺς λόγους ἐσίγησα ἀφ’ ὧν ἠρξάμην λέγειν ἀγαθῶν·
10ἀρξάμενος γὰρ ἤμην περὶ ἀναμαρτησίας λέγειν· ἢ ἐξ ἀγαθῶν δογμάτων διειληφὼς ὅτι οὐ δεῖ ἀποκρίνεσθαι πρὸς ἐρεθίζοντας λόγους, ἐσίγησα μηδὲν πρὸς αὐτοὺς φθεγξάμενος, ὅπως, ἐκείνου λέγοντος τὰ προειρημένα, μὴ τὸ ἄλγημα, ὃ ἐξ αἰσθήσεως ἔσχον ὅτε τῶν ἁμαρτημάτων ἀπηλλατόμην, ἀνανεούμενον καὶ ἀνακαινιζόμενον γεγένηται, ἀλγήσας πάλιν ἐφ’ οἷς ὠνείδισε
15λέγων τὰ πεπραγμένα μοι.

390

(n)

Ps 38,4ab
1 Ἐκ τῶν λόγων τοῦ συστάντος κατενώπιόν μου ἁμαρτωλοῦ ἐθερμάνθη διαπυρωθεῖσα ἡ καρδία μου. ἐπεὶ δὲ μηδὲν ἐφθεγξάμην ἐκ τῶν τοιούτων λογισμῶν ἐντός μου, ἡ θέρμανσις ἐφυλάχθη καὶ Ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ὁ μὴ ἐκλύτως ἀλλὰ σπουδαίως καὶ διαπύρως μελετῶν τὰ
5θεῖα ἐρεῖ τὸν προκείμενον στίχον, ἐξαπτομένου πυρὸς ἐκ τῆς τοιαύτης μελέτης διεσθίοντος τὴν προϋπάρχουσαν μοχθηρὰν ἕξιν.

391

(n)

Ps 38,4c
1 Πρὸς μὲν τὸν ἁμαρτωλόν φησιν· Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα· πρὸς δὲ τὸν θεόν· Ἐλάλησα ἐν γλώσσῃ μου. ὁ ἀπὸ γνησίου πόθου καὶ φρονήματος προφέρων λόγους ἐν γλώσσῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ δολερῶς φθεγγομένου γλώσσῃ ἀλλοτρίᾳ λαλοῦντος. καὶ ἔτι ἐπεὶ ἔχομεν καὶ ἐν τῷ
5ἔσω ἀνθρώπῳ γλῶσσαν, κυρίως ἡμῶν αὕτη γλῶσσά ἐστιν, καθ’ ἣν ἀπὸ
διαθέσεως ἔστιν λαλεῖν.312 in vol. 1

392

(n)

Ps 38,5
1 Ἐπεὶ ἀρξάμενος τοῦ ζῆν κατὰ τὴν ἀνθρωπίνην ζωὴν καὶ τέλος αὐτῆς προσδοκῶ, ἄδηλον δέ μοι τοῦτο, σύ μοι γνώρισον τὸ πέρας μου, ἵνα τὸ πλῆθος τῶν ἐτῶν τῆς μετὰ σαρκὸς ζωῆς μαθὼν καὶ τίνα μοι κατορθοῦσθαι δεῖ γνῶ. τί μὲν πεποίηκα, τί δὲ λείπει μοι πρὸς ἀναπλήρωσιν τελειώσεως;
5 Ἢ καὶ οὕτως· ἐπεὶ πᾶς συνετὸς πράσσει καὶ ἐνεργεῖ ἐπὶ τέλει τινὶ ὃ καὶ σκοπὸς καλεῖται, δεῖ δὲ τούτου γνῶσιν ἔχειν, εὔχεται γνῶναι τί τὸ τέλος καθ’ ὃ ζῆν προτέθειται καὶ τίς ὁ ἀριθμὸς τῶν κατὰ τὰ θεωρήματα τῆς ἀληθείας ἡμερῶν. οὕτω γὰρ εἴσεται τί αὐτῷ ὑστερεῖ πρὸς ἀναπλήρωσιν τοῦ σκοποῦ· ὡσεὶ καὶ ἐπιστήμην τις προθέμενος ἀναλαβεῖν ἔφασκε τῷ διδασκάλῳ· Τὰ
10θεωρήματα τῆς ἐπιστήμης δήλωσον πόσα ἐστίν, ἵνα γνῶ ποῖα ἔσχον, ποίοις δ’ ἀκμὴν ὑστεροῦμαι.

393

(n)

Ps 38,6ab
1 Ἐξ οὗ εἰς τὸν βίον παρῆλθον, εἰς τὸ ἀγωνίσασθαι ἀνεγράφη, ὡς κατὰ μὲν τὴν ἀρχὴν ἔχειν τὴν πάλην πρὸς αἷμα καὶ σάρκα, ὑπερβὰς δὲ τὸν παῖδα καὶ ἀνὴρ γενόμενος πρὸς ἀρχάς, πρὸς ἐξουσίας κοσμοκράτορας τοῦ σκότους τούτου, εἶναί μοι τὸν ἀγῶνα. σημαίνει οὖν τὸ Παλαιστὰς εἶναι ταὐτὸν τῷ Ἐν ἀγῶνι
5ἔθου τὰς ἡμέρας μου. Δύναται δὲ νῦν Ὑπόστασις ἀντὶ οὐσίας λέγεσθαι, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον· ἡ ὕπαρξις ἡ ἐμὴ τῇ σῇ παραβαλλομένη οὐδ’ εἶναί τι δοκεῖ.

394

(n)

Ps 38,6
1Ἑτέρα δὲ περιέχει γραφή· Ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου, οἰκειότητα
ἐχούσας πρὸς τὸν παλαιὸν ἄνθρωπον ὃν ἐνεδυσάμην. διὸ Καὶ ἡ ὑπόστασίς μου, καθ’ ἣν ὑφιστάμην τὰ πρὸ τῆς πίστεως πράγματα, ὡς οὐδέν ἐστιν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης. πάντα ματαιότητα λέγει τὰ ἐπὶ τῆς γῆς313 in vol. 1
5ζῷα, φυτά, καὶ τὰ παραπλήσια. μόνος ὁ ἄνθρωπος ζῶν ἐστιν παρὰ ταῦτα μετέχων ἀθανάτου ζωῆς.

395

(n)

Ps 38,7
1 Ὁ ἐν τῷ προκόπτειν διαπορευόμενος εἰκόνος θείας μετέχων τοῦτο ποιεῖ, ὢν σύμμορφος τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἔτι Μέντοιγε πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, ἤτοι τῇ τοῦ θεοῦ, τηρῶν τὸ κατ’ εἰκόνα, ἢ ἄλλου τινὸς ζῴου ἵππος θηλυμανὴς ἢ ἄλλο τι ἄλογον κατὰ τὸ ἦθος γινόμενος. καὶ
5ἔτι ὁ αἰσθητὸς καὶ φαινόμενος κόσμος εἰκών ἐστιν τοῦ νοητοῦ καὶ ἀοράτου. αὐτεξουσίως οὖν διαπορεύεται ὁ ἄνθρωπος ἐν τούτῳ τῷ κόσμῳ ὅς ἐστιν εἰκών. εἰπὼν δὲ περὶ τοῦ κοινοῦ ἀνθρώπου τὰ εἰρημένα, περὶ τῶν καθ’ ἕκαστά φησιν ὡς μάτην ταρασσομένων ἐν ταῖς περὶ τὰ θνητὰ σπουδαῖς. περὶ ἑκάστου γοῦν ἐπιφέρει τὸ Θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. ὁ γὰρ
10θησαυρίζων ἐπὶ γῆς οὐκ οἶδεν τίς διαδέχεται τὸν πλοῦτον ὑπὲρ οὗ αὐτὸς ἐσπούδασεν· ὁ δὲ θησαυρίζων ἐν οὐρανῷ ἑαυτῷ καὶ οὐκ ἄλλῳ θησαυρίσας οἶδεν τίνι, ἐπιστάμενος τὸν πλοῦτον ὄντα ἀναφαίρετον αὐτοῦ.

396

(n)

Ps 38,8b
1 Κἂν ἡ οὐσία ἀντὶ τῆς ὑποστάσεως λέγηται, καὶ αὐτὴ παρὰ θεοῦ ἐστιν ὡς ἐκ δημιουργοῦ· κἂν καθὸ ὑφιστάμεθα, καὶ αὕτη ἡ ὑπόστασις ἡμῶν παρ’ αὐτοῦ
ἐστιν ἐνδιδόντος ἡμῖν τὸ ὑφίστασθαι τὰ συμβαίνοντα κἂν ἐπίπονα ᾖ.314 in vol. 1

397

(n)

Ps 38,11
1 Ἐπεὶ ῥυσθῆναι ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ἀξιώσας τέως τούτου οὐ τετύχηκα, ὀνειδίζει ὁ ἄφρων ὡς τὸ σὸν ποίημα ὑποχείριον ἔχων· Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλειπον. ὅτ’ ἂν γὰρ ἡ κολάζουσα χεὶρ ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος καθ’ ὃ τοιοῦτός ἐστιν.

398

(n)

Ps 38,12ab
1 Καὶ ἐκ τῆς παρούσης λέξεως μανθάνομεν τὰς λεγομένας μάστιγας τοῦ θεοῦ μὴ ἄλλας οὔσας ἐλέγχων. μετὰ γὰρ τὸ εἰπεῖν Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου ἐπενήνεκται τὸ Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας εἶναι αὐτάς· τοῖς γὰρ ὑπὲρ ἀνομίας προσφερομένοις ἐλεγμοῖς παιδεύεται ἄνθρωπος, ἐκτηκομένης
5τῆς ψυχῆς αὐτοῦ τῷ ἀποβαλεῖν πᾶσαν σαρκώδη παχύτητα. τότε γὰρ κατὰ τὴν ἀράχνην ὑφαίνειν δύναται, οὐκ ἔξωθεν ὑποκειμένην ὕλην ἀλλ’ οἴκοθεν ταύτην καὶ ἐξ ἑαυτοῦ προφέρων. δύναται καὶ τὸ ἀνυπόστατον τῶν φαύλων τῆς ψυχῆς λογισμῶν δηλοῦν ἡ λέξις, ὥσπερ ἐν Ἡσαίᾳ περὶ τῶν ἁμαρτωλῶν εἴρηται Ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὅταν τὰ ἔργα τὰ ἀράχνη ἐοικότα ἐκ τῶν ἐλέγχων
10τῶν ὑπὲρ ἀνομίας ἀφανισθῇ, ἐκτήκεται ὡς ἡ ἀράχνη ἡ ψυχὴ τοῦ ἐλεγχομένου.

399

(n)

Ps 38,13.14
1 Ἐπεὶ οἶδεν ἔτι ἑαυτὸν πολλῶν δεόμενον, παρακαλεῖ ἐνδοθῆναι αὐτῷ ἔτι ἐνδιατρίψαι ἐν τῷ βίῳ τούτῳ, ὅπως ἀναψύξῃ κατατρυφήσας ἐν τελείοις ἀγαθοῖς. εἰ γὰρ μὴ οὕτως ἀλλ’ ἔτι λείπων ἀπέλθοι, οὐκέτι μὴ ὑπάρξῃ, οὐ τῷ καταστρέφειν εἰς τὸ μὴ ὂν (ἀθάνατος γὰρ καὶ ἀνώλεθρος ἡ ψυχὴ) ἀλλὰ τῷ
5μηκέτι ἐν μετοχῇ τοῦ ὄντος ὑπάρχειν. τοῦτο γὰρ τὸ ἀληθῶς εἶναι τυγχάνει, τὸ μετέχειν τοῦ εἰρηκότος· Ἐγώ εἰμι ὁ ὤν, λεγομένων μὴ εἶναι τῶν ταύτην τὴν μετοχὴν οὐκ ἐχόντων κατὰ τὸ λελεγμένον ἐν εὐχῇ πρὸς τὸν θεόν· Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν. ταύτης τῆς ὑπάρξεως μετασχεῖν ποθῶν εὔχεται καιρὸν αὐτῷ δοθῆναι τοῦ ἀναψύξαι τῇ μετουσίᾳ τοῦ ὄντος,315 in vol. 1
10ἵν’ ἀληθῶς ὑπάρξῃ.

400

(n)

Ps 39,3ab
1 Λάκκον ταλαιπωρίας τὴν εἰδωλολατρίαν καλεῖ, ὡς ταλαιπωρουμένων τῶν ἐξ αὐτῆς ἀντλούντων· οὐδὲν γὰρ ἀντλοῦσιν τῶν εἰς ζωὴν ἐπιτηδείων, ὅπερ Ἱερεμίας ὀνειδίζων τοὺς Ἰουδαίους ἔλεγεν Ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν· Πηλὸν ἰλύος τὰς ἡδονάς,
5ἐπειδὴ τρὺξ αὕτη καὶ φθορὰ σωμάτων καὶ σηπεδόνες τυγχάνουσιν, ὡς ἐξ ἑκατέρου δὲ ὁ Χριστὸς τὰ ἔθνη διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ τοῦ κηρύγματος ἔσωσεν.

401

(n)

Ps 39,3cd
1 Οἱ παρὰ τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες λέγουσιν· ὡς ἂν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στάς, οὕτως εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ἡμεῖς δέ φαμεν ὅτι ὁ τῶν προειρημένων λάκκου καὶ πηλοῦ ἀπαλλαγεὶς ἐπὶ τὴν ἀρραγῆ καὶ
5ἀκλόνητον κατ’ ἀρετὴν τελειότητα ἱδρυνθεὶς ἀπαγγέλλει τὰ προκείμενα· τῷ γὰρ οὕτω στάντι ἐπὶ πέτραν ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ ὑπὸ κυρίου διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ θνητῶν εἰς
ἀθάνατα ἀλλὰ καὶ κατὰ πᾶσαν προκοπήν.316 in vol. 1

402

(n)

Ps 39,4ab
1 Οἰκεῖον τῇ καινότητι τοῦ πνεύματος καὶ τάχα Ἆισμα καινὸν ὁ ἠθικός ἐστιν λόγος, ὕμνος δὲ ἡ θεολογία.

403

(n)

Ps 39,5b
1 Ματαιότητας ἡγητέον λέγειν αὐτὸν τὰς βιωτικὰς σπουδάς, Μανίας δὲ ψευδεῖς τὰς ψευδεῖς διδασκαλίας καὶ ψευδοπροφητείας. σημειωτέον δὲ ὅτι, ὡς οὐσῶν ἀληθινῶν μανιῶν, προσέθηκεν τὸ Ψευδεῖς ταῖς μανίαις· τάχα γὰρ οἱ προφητικῶς κατεχόμενοι ἀληθῆ ἔχουσιν μανίαν, οἱ δὲ ψευδομάντεις μανίαν
5ψευδῆ.

404

(n)

Ps 39,6b
1 Διαλογισμοὺς δὲ θεοῦ λέγει τούς, ἵν’ οὕτως εἴπω, ἐκλογισμοὺς τῶν κατὰ πρόνοιαν θεοῦ γινομένων. τούτοις οὖν, φησίν, τοῖς διαλογισμοῖς σου οὐκ εὑρεθείη τις τῶν γενητῶν ὁμοιούμενος τῷ μηδένα εἶναι τὸν γινώσκοντα νοῦν κυρίου.

405

(n)

Ps 39,6c
1 Τὰ θαυμάσια καὶ οἱ διαλογισμοί σου· ὅταν γάρ τις περὶ βάθεός τινος διεξελθεῖν ἐθέλοι, τότε μᾶλλον ἀσαφέστερον εὑρήσει αὐτὸ ἢ πρότερον· Εἶπα γὰρ Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ
βάθος, τίς εὑρήσει αὐτήν;317 in vol. 1

406

(n)

Ps 39,7
1 Τούτους δὲ τοὺς προκειμένους στίχους ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι ἡ Πρὸς Ἑβραίους ἐπιστολή φησιν φάσκουσα περὶ τοῦ σωτῆρος Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ τὰ λοιπά. παρέσχεν οὖν ἀφορμὴν τοῦ ὅλον τὸν ψαλμὸν εἰρῆσθαι ὑπ’ αὐτοῦ
5τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς καθ’ ὃν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ θεός, κατηρτίσατο ἐκ τῆς παρθένου σῶμα τῷ υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας. τοῦ σωτῆρος εἰπόντος τῷ πατρὶ Ἰδοὺ ἥκω ἐπὶ τὸ θέλημά σου, καθ’ ὃ θέλημα ἦρεν τὴν
10ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας, ἵνα ἀφέσεως γεναμένης μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας.

407

(n)

Ps 39,8b.9a
1 Κεφαλίδα βιβλίου πᾶσαν τὴν θεόπνευστον γραφὴν νομικήν τε καὶ προφητικὴν λέγει· ἐν ταύτῃ γὰρ γέγραπται περὶ τῆς δεῦρο φοιτήσεως τοῦ σωτῆρος. Ἐν κεφαλίδι δὲ εἶπεν διὰ τὸ τὴν πᾶσαν εἰς ἓν ἀνακεφαλαιοῦσθαι. Ἔστι δὲ τὸ τὸν σωτῆρα ἄνθρωπον γενέσθαι, ὅπως ποιῆσαι τὸ θέλημα τοῦ
5κυρίου βουληθῇ. σημειωτέον δὲ ὅτι τὸ συντρέχον βούλημα ἐξ ἄλλου ἑτέρῳ θελήματι παραστατικόν ἐστιν τοῦ ὁμοούσιον εἶναι τὴν βουλευτικὴν ὑπόστασιν τῇ τοῦ θέλοντος οὐσίᾳ.

408

(n)

Ps 39,9b
1Ἐγγράψας αὐτὸν τῷ ἡγεμονικῷ μου. καὶ πᾶς δὲ ὁ κατὰ τὸν πνευματικὸν
νόμον ποιωθεὶς ἔχοι ἂν τὸν νόμον ἐν τῇ καρδίᾳ τουτέστιν ἐν τῇ ἕξει τῇ ἑαυτοῦ.318 in vol. 1

409

(n)

Ps 39,10.11a
1 Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη. ἐν ταύτῃ οὖν εὐαγγελίζεται δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ συνισταμένην. ταύτην δὲ ἀδιαστάτως καὶ συνεχῶς ἀπαγγέλλων ἐρεῖ· Τὰ χείλη μου οὐ μὴ κωλύσω. αὐτὸς δέ φησιν· Ἔγνως τὴν δικαιοσύνην μου, ταύτην
5ἀποδεξάμενος καὶ οἰκειούμενος.

410

(n)

Ps 39,11c
1 Πολλὴν συναγωγὴν τὴν ἀπὸ πάντων ἐθνῶν συνηγμένην λέγει, ἐν ᾗ τὸν ἔλεον τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν μετὰ παρρησίας ἀπαγγέλλων φησὶν μὴ κεκρυφέναι αὐτά. καὶ τάχα ἔλεον μὲν ἀπαγγέλλει δηλῶν τὴν κατ’ ἔλεον γινομένην ἄφεσιν ἁμαρτιῶν, ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ.

411

(n)

Ps 39,12.13
1 Ἐμοῦ τὰ προειρημένα ποιοῦντος, Σύ, ὦ κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ, οἰκτείρων τοὺς ὑπ’ ἐμοῦ ὠφελουμένους. τὸ γὰρ πλεῖστον τῆς σωτηρίας οὐ τοσοῦτον ἐξ ἔργων ὅσον ἐξ ἐλέου θεοῦ παραγίνεται, ἀλλὰ καὶ ἡ ἀλήθεια ἀντιλαμβανομένη φυλάττει μὴ ἁλῶναι ἀπάτῃ ἢ ἑτέρᾳ τινὶ πλάνῃ.
5αἱ γὰρ ἀνομίαι δίκην πολεμίων διώκουσι τὸν φεύγειν αὐτὰς προελόμενον· ἐὰν οὖν καταλάβωσιν, ἐμποδίζεται ἡ ὁρατικὴ τῆς ψυχῆς δύναμις ὥστε μὴ δύνασθαι βλέπειν τὸν ἁλόντα. τάχα δὲ ἀνομίαι καταδιώκουσαί εἰσιν αἱ ἐνεργοῦσαι αὐτὰς πονηραὶ δυνάμεις. Καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου· τουτέστιν, τὰ περὶ
10ἡμᾶς ἀναίσθητα πληθύνεται κακά. τούτων πολλῶν γεγενημένων, στερόμενοι
τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν.319 in vol. 1

412

(n)

Ps 39,15.16
1 Ἐπεὶ μονοπρόσωπος ὁ ψαλμὸς ὢν ἀπὸ Χριστοῦ λέγεται, ῥητέον καὶ πρὸς τοὺς μόνον σῶμα πεφορηκέναι τὸν κύριον λέγοντας χρωμένους τῷ Σῶμα δὲ κατηρτίσω μοι, ὅτι καὶ ψυχὴν ὁμολογεῖ ἔχειν, ἣν ζητοῦσιν ἀνώλεθρον οὖσαν ἐξᾶραι οἱ τοῦτο ἐσφαλμένως νομίζοντες, οὓς καὶ αἰσχυνθῆναι καὶ ἐντραπῆναι
5εὔχεται. Ὥσπερ δὲ οἱ σπεύδοντες ἐπὶ τὴν ἀρετὴν ἐντολὴν ἔχουσιν μὴ στραφῆναι εἰς τὰ ὀπίσω (ὀλέθριον γὰρ τοῦτο), οὕτως οἱ πρὸς τὰ κακὰ ἐπειγόμενοι σπευδέτωσαν ἀποστρέφεσθαι εἰς τὰ ὀπίσω ἀθετοῦντες τὴν φαύλην πρόθεσιν· τότε γὰρ καὶ τὸ ἐξ αἰσθήσεως αἰσχυνθῆναι ἕξουσιν.
10 Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε. ὁ ἀναμαρτησίαν ἀποδεχόμενος οὐδένα βούλεται γενέσθαι ἐν ἁμαρτίᾳ. εἰ δὲ καὶ πλανηθείη τις, εὔχεται, ὅπως παραχρῆμα αἰσχυνθῇ ἐφ’ οἷς πράττων κακῶς ἀλαζονικῶς λέγει Εὖγε εὖγε.

413

(n)

Ps 39,17.18a
1 Οἱ ἐκζητοῦντες τὸν κύριον τέλος ἔχουσι τῆς ἐκζητήσεως τοῦ εὑρεῖν αὐτόν· ἐφ’ ᾧ εὑρεθέντι ἀγαλλιῶνται καὶ εὐφραίνονται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ζητήσας γάρ τις καὶ εὑρὼν τὸν θεὸν καὶ μεγαλυνθῆναι αὐτὸν αὑτῷ βούλεται ἀγαπῶν τὸ σωτήριον τοῦ θεοῦ ἤτοι τὴν παρ’ αὐτοῦ σωτηρίαν ἢ τὸν
5σωτῆρα λόγον. ἀγαπᾷ δὲ διὰ παντὸς καὶ οὐ πρὸς ὀλίγον. Πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν ἀσθενῶν πτωχὸν καὶ πένητα ὁμολογήσας ἑαυτὸν τῷ θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιρρίπτων τὴν μέριμναν
ἐπὶ κύριον ὡς ἐπὶ κηδεμόνα.320 in vol. 1

414

(n)

Ps 40,2b
1 Ἡμέρα πονηρὰ ἡ τῆς κρίσεως 〈εἶναι〉 δύναται ἐν ᾗ τὸν ἐλεήσαντα ἐλεῶν ὁ θεὸς ῥύεται πάσης κολάσεως· τάχα δὲ καὶ πᾶς ὁ ἐνεστηκὼς βίος ἡμέρα ἐστὶν πονηρὰ ἐν ᾗ καὶ αὐτῇ ῥύεται κύριος ἀπὸ τῶν περιεστηκότων.

415

(n)

Ps 40,2b.3a
1 Νοηθείη δὲ ἡμέρα πονηρὰ καὶ ἡ τῆς κολάσεως. τὸ δὲ Ζῆσαι αὐτόν φησιν τὴν ἀληθινὴν ζωὴν ἐν τῇ γῇ τῶν πραέων.

416

(n)

Ps 40,3b.4
1 Οὐ παραδίδοται δὲ εἰς 〈χεῖρασ〉 ἐχθρῶν αὐτοῦ ὁ κωλυόμενος εἶναι τοιοῦτος, οἷαι αἱ τῶν ἐχθρῶν ψυχαί. Προσθήσει δὲ τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα καὶ τὰ τούτοις ἑξῆς· Ὁ κύριος βοηθήσει γὰρ αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ καὶ πᾶσαν τὴν κοίτην
5αὐτοῦ στρέψει ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ, ἀπαλλάττων αὐτὸν τῆς ἀνθρωπίνης ἀρρωστίας χαριζόμενός τε αὐτῷ τὴν τῆς ψυχῆς ὑγείαν, ὥστ’ εἰ καὶ συμβαίη αὐτῷ κατὰ ψυχὴν ἀρρώστημά τι (ὁποῖα πολλὰ συμβαίνει γίνεσθαι, ὥσπερ οὖν ὁ ἀπόστολος διδάσκει λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι) καὶ ταύτην μεταβάλλει τὴν ἀρρωστίαν. καὶ τὰ λοιπὰ δὲ πάντα
10παρέξει ὁ κύριος τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα.321 in vol. 1

417

(n)

Ps 40,5b
1Ἐκ τούτων μανθάνομεν ὅτι νόσος καὶ τρῶσις ψυχῆς ἁμαρτία.

418

(n)

Ps 40,7—9
1 Τούτους τοὺς στίχους περὶ Ἰούδα ἑρμηνεύουσιν. οὗτος γὰρ ἔξω τοῦ σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος. ὁ Ἰούδας ἀφ’ οὗ προέθετο προδοῦναι τὸν διδάσκαλον εἰσιὼν προσποιητῶς ὡς ἂν ἔτι ἀπόστολος μάτην ἐλάλει Ῥαββί, καὶ διδάσκαλον προσαγορεύων Ἰησοῦν, τῆς
5καρδίας ἑαυτοῦ ἀνομίαν ἑαυτῷ συναγαγούσης. βαλόντος γὰρ τοῦ διαβόλου εἰς τὴν καρδίαν αὐτοῦ φιλοχρηματίαν, ἐπισυνήγαγε καὶ τὸ προδοῦναι τὸν Ἰησοῦν ἀλλὰ καὶ τὸ ἀπάγξασθαι. οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω γινόμενος τῆς Ἰησοῦ μαθητείας, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ σωτῆρος. καὶ ἐπεὶ λάθρα συνετίθεντο περὶ τῆς δόσεως τῶν τριάκοντα
10ἀργυρίων, κατ’ αὐτοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροὶ αὐτοῦ· τὸ γὰρ ψιθυρίζειν ἀπαρρησίαστον φθέγμα. αὐτοὶ οὖν οὗτοι οἱ προθέμενοι ψιθυρίζειν κατὰ τοῦ Ἰησοῦ λόγον παράνομον κατέθεντο κατ’ αὐτοῦ· τὸ γὰρ ἀγοράζειν καὶ πιπράσκειν αἷμα ἀθῷον παρανόμου συνθήκης ἔργον. πρὸς τούτους δὲ ματαιουργοῦντας Τί μάταια σπουδάζετε εἶπεν, Ἢ δοκεῖτε ὅτι ὃν περιβάλλετε
15θανάτῳ οὐκ ἀνίσταται; ἴστε ὅτι ὁ κοιμώμενος Προσθήσει τοῦ ἀναστῆναι.
προσθήκη γὰρ ἀναιρετικὴ τοῦ θανάτου ἀνάστασις.322 in vol. 1

419

(n)

Ps 40,10
1 Θαυμαστὸν οὐδέν, ἐρεῖ ὁ σωτήρ, εἰ οἱ ἐχθροί μου κατ’ ἐμοῦ κατέθεντο τοιαῦτα· καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης ὁ εἰρηνεύων μοι καὶ τὴν ὑπὲρ ἐμοῦ εἰρήνην σπουδάζων, ἐφ’ ᾧ καὶ θαρσῆσαι ἐλπίσαντα ἐπ’ αὐτὸν συνέβαινεν, συνέρχεται τοῖς κατ’ ἐμοῦ. ὁμοδίαιτός μοι γὰρ τυγχάνων καὶ τῶν αὐτῶν ἁλῶν
5μεταλαμβάνων, μᾶλλον δὲ τοὺς ἐμοὺς ἄρτους ἐσθίων ἐπ’ ἐμὲ τὴν πτέρναν πολεμίως ἐπῆρεν φάσκων δολερῶς Χαῖρε ῥαββί, καὶ εἴ τι ἄλλο πανουργευό‐ μενος εἶπεν. σαφῶς τοίνυν ἐνταῦθα περὶ τοῦ Ἰούδα φησὶν ἐν τοῖς πρὸ τούτου ἐπικεκαλυμμένως περὶ αὐτοῦ διηγούμενος.

420

(n)

Ps 40,11
1 Διὰ τοῦ ἀντεισᾶξαί μοι ἀντὶ τοῦ ἀποβληθέντος ἕτερον λαὸν καὶ ἀντὶ Ἰούδα Ματθίαν· ἀλλὰ καὶ Ἀνάστησόν με ὅπως ἀνταποδώσω αὐτοῖς, τῆς ἀνταποδόσεως πρὸς καλοῦ αὐτοῖς γενησομένης.

421

(n)

Ps 40,14
1 Εὐλογημένος μέν ἐστιν ὅταν ὦσιν οἱ εὐλογοῦντες, εὐλογητὸς δὲ τουτέστιν ἄξιον τοῦ εὐλογηθῆναι αἰωνίως. εὐλογητοῦ δὲ τοῦ θεοῦ Ἰσραὴλ ὄντος, ἐπεύχεται τὸ Γένοιτο γένοιτο, οὐχ ὅτι ἡ εὐχὴ εὐλογητὸν ποιεῖ τὸν θεόν, ὥσπερ οὐδὲ τὸ ὄνομα τοῦ θεοῦ ἁγιάζει ἡ εὐχὴ τῶν λεγόντων Ἁγιασθήτω τὸ ὄνομά
5σου. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς ἀνωτέροις.323 in vol. 1

422

(n)

Ps 41,1
1 Τρεῖς δὲ ἦσαν οἱ υἱοὶ Κορὲ τεταγμένοι μετὰ ἄλλων εἰς τὸ ᾄδειν τοὺς θείους ψαλμούς, οὓς καὶ ᾠδοὺς ἡ γραφὴ καλεῖ, ὧν καὶ τὰ ὀνόματα φέρεται ἐν Παραλειπομέναις. οὗτοι οὖν οἱ τρεῖς τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένοι, ἑνωθέντες τῷ περὶ πάντα συμφώνως ἔχειν, ἑνικῶς τὰ ἐν τῷ
5προκειμένῳ ψαλμῷ προφέρονται πάντα.

423

(n)

Ps 41,2a
1 Ἡ ἔλαφος τὸ ζῷον πολεμίως ἔχουσα πρὸς τοὺς ὄφεις καὶ ἐσθίουσα αὐτούς, εἴ ποτε φαγοῦσα ὑπὸ τοῦ δίψους φλέγοιτο τοῦ ἐγγινομένου ἀπὸ τοῦ ἰοῦ ὧν ἔφαγεν ἑρπετῶν, ζητεῖ διὰ σπουδῆς πηγὰς ὑδάτων ἐπὶ τῷ ἀκέσασθαι τὸ δίψος. εἰσὶ δὲ οἱ λέγοντες ὅτι καὶ ἐσοπτρίσασθαι θέλουσα ἐν τοῖς ὕδασιν ἰχνεύει τὰς
5πηγάς, ὅπως ἴδῃ τὸν περὶ αὐτὴν γενόμενον μολυσμὸν ἐκ τοῦ αἵματος τῶν ὄφεων, ἵν’ ἀπονίψηται αὐτόν· ἐν γὰρ τῷ σπαράττεσθαι τοὺς ὄφεις ἀποσειόμενοι ῥαντίζουσιν εἰς αὐτὴν τὸ ἴδιον αἷμα. Καὶ ὁ ἅγιος οὖν ἀναιρῶν ὄφεις καὶ σκορπίους καθ’ ἣν εἴληφεν ὑπὸ Ἰησοῦ ἐξουσίαν, ἀλλὰ καὶ ἐκδικῶν πᾶσαν παρακοήν, πνευματικὸς ὢν ἔλαφος,
10σπεύδει ἀνιχνεύειν θείας πηγὰς ὑδάτων, οἷον τὸν θεὸν λέγοντα Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ τὸν σωτῆρα περὶ οὗ εἴρηται πρός τινα Ἐγκατέλιπες τὴν πηγὴν σοφίας, καὶ τὸ ἅγιον πνεῦμα ὑπὲρ οὗ ἀπήγγελται τὸ Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. τάχα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ
15πηγαὶ σωτήριοι τυγχάνουσιν.324 in vol. 1

424

(n)

Ps 41,3
1 Ὁμοιοῦται οὖν ἡ πρόθεσις τοῦ σπουδαίου πρὸς τὸν θεὸν τῷ πρὸς τὰς πηγὰς τῶν ὑδάτων πόθῳ τῆς ἐλάφου. καὶ ἐπεὶ οἶδεν ἐν τῷ παρόντι βίῳ δι’ ἐσόπτρου προσβάλλοντα αὐτὸν τῷ θεῷ, τοῦ Πρόσωπον πρὸς πρόσωπον ἀποκειμένου εἰς τὰ μετὰ ταῦτα, εὔχεται ἐνστῆναι καιρὸν καθ’ ὃν ἐλθὼν ὀφθείη τῷ προσώπῳ
5τοῦ θεοῦ. καὶ ἔτι· ἐπεὶ σκιὰν καθ’ ὅλου περιέχειν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν λέγεται, αἱ δὲ ἑορταὶ καθ’ ἃς ὠπτάνετο τὰ ἀρσενικὰ τῷ προσώπῳ τοῦ θεοῦ σκιαὶ καὶ σύμβολά εἰσιν μελλουσῶν ἑορτῶν, εὔχεται ἐλθεῖν εἰς τὰς πνευματικὰς ἑορτάς, ὅπως τελείως ὀφθῇ τῷ προσώπῳ τοῦ θεοῦ οὐχ ἑτέρου τυγχάνοντος τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου.

425

(n)

Ps 41,4a
1 Ὁ μὴ μάτην δακρύων ἀλλ’ ἀπὸ διαθέσεως τῷ ὑπὲρ ἀρετῆς πονεῖν, ἐκεῖνος τὰ δάκρυα ἑαυτοῦ ἄρτου δίκην τραφήσεται, οὐκ ἐν τοῖς ἀνεκτοῖς μόνοις ἃ ἡμέραν καλεῖ ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς ἃ νύκτα ὀνομάζει.

426

(n)

Ps 41,4b
1Οἱ περὶ πάντα ἠπατημένοι σφάλλονται καὶ περὶ τὸ νομίζειν τὸν θεὸν ἐν
τόπῳ εἶναι. ὀνειδίζοντες γοῦν λέγουσι Ποῦ ἐστιν ὁ θεός σου;325 in vol. 1

427

(n)

Ps 41,5a
1 Μετὰ γὰρ τῆς ἐπιθυμίας ταύτης ἐπέτεινέ μοι τὴν ἀθυμίαν καὶ τὸ ὀνειδίζεσθαι παρὰ τῶν κατεχόντων ὡς οὐκ ὄντος τοῦ βοηθοῦντος· καὶ πρὸς τούτοις ἡ μνήμη τῶν ἐπιτελουμένων ἐν τοῖς τόποις ἐκείνοις εἰς θεραπείαν σήν. τὸ δὲ Ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου ἀντὶ τοῦ Ἀπὸ
5τῆς ἀθυμίας διελυόμην.

428

(n)

Ps 41,5bc
1 Ἐπεὶ γὰρ προκόπτω καὶ οὔπω τέλειός εἰμι, σύμβολον δὲ προκοπῆς ἡ σκηνὴ ὡς πολλάκις εἴρηται, διὰ τοῦτο τετάραγμαι· πλὴν ἡ κατὰ θεὸν σκηνὴ θαυ‐ μαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ θεοῦ, τουτέστιν τὴν τελειότητα καθ’ ἣν οἰκοῦμεν ἔνθα θεός.
5 Διελεύσομαι δ’ ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἱερᾶς ἐξομολογήσεως κατὰ τὸν ἦχον τῶν πνευματικῶς ἑορταζόντων· οἱ γὰρ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι.

429

(n)

Ps 41,7b
1 Εἰ γενοίμην ἐν τῇ γῇ τοῦ Ἰορδάνου, τουτέστιν εἰ ἀξιωθείην τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικάδε σου μνησθήσομαι. διερμηνεύουσι δὲ καὶ τὸ Ἑρμω‐ νιεὶμ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοιγνύντος φωτισμοῦ
καὶ αὐγῆς τῆς εἰς νοῦν καὶ καρδίαν.326 in vol. 1

430

(n)

Ps 41,8
1 Καταρράκται τοῦ θεοῦ οἱ περὶ αὐτοῦ βαθύτατοι λόγοι ἢ οἱ θεῖοι προφῆται. ἡ τοῦ τοίνυν Ἰησοῦ διδασκαλία ἄβυσσος οὖσα ἐπικαλεῖται τὴν ἄβυσσον ἐκ τῆς παλαιᾶς γραφῆς. τάχα δὲ καί, ἐπεὶ τὰ κρίματα τοῦ θεοῦ ἄβυσσός ἐστιν πολλή, παρίσταται ὅτι τὰ κρίματα ἑτέρων ἤρτηται κριμάτων κἀκεῖνα ἄλλων πάντων
5ἀπὸ τοῦ λόγου τοῦ θεοῦ, ὃ εἴρηται μικρὸν ὄρος, τὴν αἰτίαν ἐχόντων· ὄρος γὰρ μέγα, φησίν, ὁ θεὸς λόγος, ὄρος δὲ μικρὸν δι’ ἣν ὑπέμεινεν ἐθελούσιον κένωσιν δι’ ἡμᾶς. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον. θαλάττης τροπικῶς ὄντος τοῦ ἀνθρωπίνου βίου, ὁ μὴ ναυαγῶν ἐν αὐτῇ ἀλλὰ κατ’ ὀρθὸν
10πλέων, πεῖραν τρικυμιῶν καὶ τῶν ἐξ ὀγκώσεως τῶν ἀπὸ χειμῶνος τῆς θαλάτ‐ της ἔχων, ἐπὶ τὸν λιμένα τῆς σωτηρίας ἐλθὼν ἐρεῖ τὸν στίχον· οὐ γὰρ εἶπεν Ἐπ’ ἐμὲ διέρχονται, ἀλλὰ Διῆλθον.

431

(n)

Ps 41,9a
1 Πάντες διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, οὐ πάντες δὲ ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατ’ ἐλεημοσύνην αὐτοῦ γινωσκόμενα τῷ ἐπίπονα εἶναι οὐχ ἡδέως ἔχοντες οὐδὲ ἔλεον εἶναι νομίζομεν. ὁ δὲ διει‐ ληφὼς ὅτι πᾶν ὃ ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει, ἐκεῖνος ὄψεται ὅτι δηλοῖ
5ἐν νυκτὶ τὸν ἔλεον αὐτοῦ ὃν ἡμέρας ἐνετείλατο.

432

(n)

Ps 41,10
1 Παρρησιαζομένου ἡ φωνή· ὁ γὰρ λέγων Διὰ τί μου ἐπελάθου θαρρεῖ μηδὲν πεποιηκὼς δι’ ἃ ἐπιλανθάνεται θεός. καὶ ἐπεὶ ἐκθλίβοντος ἐχθροῦ σκυθρωπάζων πορεύομαι, πυνθάνομαι τί τὸ αἴτιον τούτου, ἵν’ εἰ ἐξ ἐμοῦ εἴη ἀναιρήσω διὰ μετανοίας αὐτό. πάντες γὰρ διειλήφαμεν περὶ θεοῦ φανερῶς327 in vol. 1
5ὡς ἐλεήμονος, εἰ καὶ μὴ πάντες ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατὰ ἐλεημοσύνην αὐτοῦ γινόμενα τῷ ἐπίπονα εἶναι οὐχ ἡδέως ἔχοντες οὐδ’ ἔλεον εἶναι νομίζομεν, καὶ διὰ τοῦτο λέγομεν· Ἵνα τί μου ἐπελάθου; ὁ δὲ διειληφὼς ὅτι πᾶν ὃ ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει οὐδὲν ἐρεῖ τοιοῦτον, εἰ μή τι τὴν μετάνοιαν ἑαυτοῦ πραγματευόμενος.

433

(n)

Ps 41,11.12
1 Διὰ τῶν προαγόντων ὀστᾶ τῆς ψυχῆς τὰ εὔτονα αὐτῆς δόγματα καὶ αἱ δυνάμεις εἴρηνται. ἐπεὶ οὖν συμβαίνει πολλάκις ὑπὸ δεινῶν σοφιστῶν κατα‐ θλᾶσθαι τὰ ὀστᾶ, ὀνειδίζουσιν οἱ ἀπατεῶνες, οὐκ ἄλλα λέγοντες ἢ Ποῦ ἐστιν ὁ θεός σου ἐφ’ ᾧ εὔχει; τῇ σοφίᾳ λέγων αὐτοῦ πεπαιδεῦσθαι ἀλλὰ καὶ
5περὶ τούτου τοῦ πάθους πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλέγεται φάσκων Ἵνα τί περίλυπος εἶ; ἐλπίσας γὰρ ἐπὶ κύριον ἐξομολόγησαι· πάντως γὰρ ἐπιλάμψει σοι πρόσωπον αὐτοῦ οὐκ ἄλλο ὂν τῆς ἀληθείας, ὡς ἔχοντά σε τὴν ἐκ θεοῦ ἀλήθειαν λύειν δύνασθαι τὰς ἀπάτας τῶν καταθλασσόντων τὰ προκείμενά σου ὀστᾶ.

434

(n)

Ps 42,1
1 Εἴη ἂν πρόσωπον τὸ κυριακὸν τὸ ταῦτα λέγον· ἔθνος δὲ οὐχ ὅσιον ἐρεῖ τὸ Ἰουδαϊκόν, ἄνθρωπον δὲ ἄδικον καὶ δόλιον τὸν Ἰούδαν. ἐπιστατέον διὰ
τί μὴ ἀνόσιον ἀλλ’ οὐχ ὅσιον εἶπε τὸ ἔθνος. τάχα γὰρ μὴ ἀποκόπτων τὰς ἐλπίδας τῆς μετανοίας καὶ διὰ τοῦ οὐχ ὅσιον εἰπεῖν αἰνιττόμενος ὅτι, εἰ διὰ328 in vol. 1
5μετανοίας ἐπιστραφείη, γενήσεται ὅσιον.

434A

(n)

Ps 42,1
1 [Ἄλλος δὲ τὸ πρόσωπον τοῦ σωτῆρος παρεισήγαγεν λέγον πρὸς τὸν πατέρα τὰ ἐν τῷ ψαλμῷ, καὶ ἔθνος μὲν οὐχ ὅσιον τοὺς Ἰουδαίους ὀνομάζων, ἄδικον δὲ καὶ δόλιον τὸν Ἰούδαν· ἀλλ’ οὐκ ἐδυνήθη συναρμόσαι τοῖς ἑξῆς τὰ λεγόμενα· πῶς γὰρ οἷόν τε ἦν αὐτὸν λέγειν· Ἐξαπόστειλον τὸ φῶς σου καὶ
5τὴν ἀλήθειάν σου, καὶ τὰ ἑξῆς;]

435

(n)

Ps 42,3
1 Ἐπεὶ φῶς ἀληθινὸν ὁ σωτὴρ καὶ αὐτὸς ἡ ἀλήθεια εἶναί φησιν, οἱ πρὸ τῆς ἐπιδημίας ἄνθρωποι ἐκ τῶν προφητευομένων μαθόντες, ὡς ἐπιλάμψει τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ θεοῦ, παρεκάλουν ἀποσταλῆναι διὰ τῆς ἐνανθρωπήσεως τὸ φῶς καὶ τὴν ἀλήθειαν, ὅπως ὁδηγηθῶσιν ὑπ’ αὐτῶν ἐπὶ τὸ ὄρος τὸ ἅγιον,
5τὸν περὶ τῆς τριάδος ὑψηλότερον λόγον, καὶ τὰς αἰωνίους σκηνάς. οὐχ ἕτερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ’ οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ θεοῦ υἱὸς) ἀλλ’ ἐπινοίᾳ μόνῃ· ᾗ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ ἀλήθεια, ᾗ δὲ πλάνης καὶ ἀγνοίας φῶς ἐστιν.

436

(n)

Ps 42,4a
1 Τὸ Εἰσελεύσομαι οὐ παρέργως εἴρηται· ὁ γὰρ ἀπὸ τοῦ αἰσθητοῦ θυσιαστη‐ ρίου φαντασίαν τοῦ νοητοῦ λαβὼν εἴσεισι πρὸς αὐτὸν τὸν θεόν, ἀοράτως ἐπ’
αὐτῷ ἀναφέρων θυσίας.329 in vol. 1

437

(n)

Ps 42,4b
1 〈Πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου〉, ἀντικειμένως ἔχουσαν πρὸς τὸν παλαιὸν ἄνθρωπον· μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος εἴσεισιν πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα.

438

(n)

Ps 43,2.3a
1 Οἱ διαβάλλειν βουλόμενοι τὴν θείαν γραφὴν ὡς οὐκ ἀκριβοῦσαν τὰς φωνὰς καὶ τὰ σημαινόμενα καὶ τῇ παρούσῃ λέξει χρώμενοι τῇ λεγούσῃ Ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, φασίν· Τίς γὰρ ἀκούων οὐχὶ τοῖς ὠσὶν ἑαυτοῦ ἀκούει; ἐξ αὐτῶν δὲ ὧν διαβάλλειν ἐθέλουσιν τὸν ἔλεγχον τῆς σφῶν ἀβελ‐
5τερίας ἔχουσιν. ὃ γὰρ λέγουσιν οἱ ψάλλοντες τοιοῦτόν ἐστιν· οἱ λογικῶς ἀκούοντες οὐ τοῖς κοινοῖς ὀργάνοις τῆς αἰσθήσεως ὠσὶν ὀνομαζομένοις ἀκούουσιν ἀλλὰ τοῖς ἰδίοις τῶν ἀνθρώπων ὠσίν, ὡσεὶ καὶ μουσικοὶ ἄνδρες ἔφασκον· Τοῖς ὠσὶν τῶν μουσικῶν ἀνθρώπων τὰ μουσικὰ παιδεύματα ἀκούεται. διὸ κἂν λέγωσιν Τοῖς ὠσὶν ἡμῶν, οὐ πρὸς ἄλλο τι ἀλλὰ τὰ κοινὰ
10ἀντιδιαστέλλοντες λέγουσιν τὸ Τοῖς ὠσὶν ἡμῶν. συνᾴδει τούτοις τὸ Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν. ἢ οἱ κατὰ παίδευσιν πατέρες τὰ θεῖα ἀπήγγειλαν ἢ οἱ πρόγονοι τὰ κατ’ αὐτοὺς πραχθέντα. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν καὶ κατεφύτευσεν αὐτούς. πρὸς διάνοιαν
15τοῦ Ἰσραὴλ μετὰ τὸ προδοῦναι τὸν σωτῆρα ἀπὸ τῆς τοῦ θεοῦ χειρὸς ὀλοθ‐ ρευθέντες οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ἐν ταῖς θεοπνεύστοις γραφαῖς
κατεφυτεύθησαν.330 in vol. 1

439

(n)

Ps 43,3b.4
1 Κακώσας τοὺς ἐκ περιτομῆς λαοὺς ὁ θεὸς ἐξέβαλεν ἐκ τῆς ἱερᾶς τοῦ νόμου παιδεύσεως. οὐ νόμῳ δὲ πολέμου νικήσαντες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύ‐ σαντες ἐκληρονόμησαν τὴν ἔναγχος εἰρημένην γῆν. οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς, τουτέστιν ἡ ἐργασία αὐτῶν. χάριτι γὰρ τὴν σωτηρίαν
5ἐσχήκασιν ὑπὸ τῆς σῆς δεξιᾶς καὶ τοῦ βραχίονος, τουτέστι τοῦ μονογενοῦς υἱοῦ. φωτισμὸς δὲ ὁ φωτίζων πρόσωπόν σου τυγχάνον, ὅτι ηὐδόκησας ἐν αὐτοῖς τοῦ σῶσαι αὐτοὺς τῇ χάριτι, οὐκ ἐξ ἔργων αὐτῶν, ἵνα μὴ καυχή‐ σωνται.

440

(n)

Ps 43,5b
1 Τὰς τοῦ Ἰακὼβ σωτηρίας τοῦ πτερνίζοντος τὰ φαῦλα καθ’ ἃ σῴζεται ἐντέλλεται ὁ θεὸς τοῖς ἁγίοις πνεύμασιν τοῖς εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν εἰς ἀντίληψιν χωρῆσαι ταχὺ καὶ τὴν δι’ ἑαυτῶν ἐπικουρίαν διδόναι.

441

(n)

Ps 43,6a
1 Ὥσπερ τισὶν ἀλόγοις ζῴοις ἀμυντήριον κέρας ἀναδέδωκεν ὁ θεὸς ὅπως ἂν ἀπαλλάξωσιν τὰ βλάπτειν αὐτὰ δυνάμενα, οὕτω τοῖς ἁγίοις κέρατα αἱ τοῦ Ἰησοῦ δυνάμεις εἰσὶν καθ’ ἃς τοὺς ἐχθροὺς αὐτῶν κερατίζουσιν. διὸ καὶ πάντα τὰ ζῷα τὰ κέρασι χρώμενα καθαρὰ ὄντα ἢ ἐπὶ τὸν θεῖον βωμὸν ἀνάγεται
5ἢ τροφὴ τῇ μερίδι τοῦ θεοῦ τυγχάνει.331 in vol. 1

442

(n)

Ps 43,10.11
1 Ἀπωθεῖται ὁ θεὸς ἀφ’ ἑαυτοῦ οὐ πάντως δι’ ἁμαρτίας ἀλλὰ καὶ δι’ ἄλλας ἃς οἶδεν αὐτὸς αἰτίας. οὐ πᾶς δὲ ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς τοῦτο ὑφίσταται· εἰ γάρ τις τὰ φαῦλα καταλιπὼν μακρὰν φύγοι ἀποχωρῶν ἀπ’ αὐτῶν, οὗτος εἰς τὰ ὀπίσω στραφεὶς ἐφ’ ἃ καταλέλοιπεν ὀλέθρῳ περι‐
5πίπτει. εἰ δέ τις τὴν Σιών, τουτέστι τὴν ἀρετήν, καταλείψας ἐπείγοιτο ἐπὶ τὴν κακίαν Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω μακάριον ἀναδέχεται πρᾶγμα· πλὴν οἱ τὰ προκείμενα λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν, εἰς τὰ ὀπίσω ἀποστραφέντες ψεκτοῖς περιέπεσον.

443

(n)

Ps 43,12
1 Ἐοίκασιν οἱ ταῦτα λέγοντες, ἅγιοί τινες ὄντες, παραπλησίως τῷ Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγομένῳ δεδόσθαι Ὡς πρόβατα βρώσεως, τροφὴ γινό‐ μενοι τοῖς ἐπ’ ὠφελείᾳ τοὺς λόγους καὶ τὸν βίον αὐτοῖς προσιεμένοις· ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν οὗτοι ὑπὸ θεοῦ διεσπάρησαν, δίκην σπέρματος γεωργικῶς
5καταβαλλόμενοι, ἵνα μεταποιήσαντες τὰ ἔθνη εἰς τὴν αὐτὴν αὐτοῖς ποιότητα ἀγάγωσιν. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν διεσπάρθαι ἐν τοῖς ἔθνεσι τὴν τοῦ θεοῦ μερίδα αἰχμαλωσίας τρόπῳ.

444

(n)

Ps 43,13a
1 Οὐ τιμήν, φησίν, τοῦ λαοῦ λαβὼν ἀπέδου αὐτούς, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἃς πεποιήκασιν ἐχθροῖς ὑποχείριοι γεγένηνται· ταῖς γὰρ ἁμαρτίαις αὐτῶν
ἐπράθησαν κατὰ τὸν προφήτην.332 in vol. 1

445

(n)

Ps 43,16
1 Ἐπεὶ τοῖς προειρημένοις ἀπευκταίως ὑπεπέσαμεν διὰ βίου ἐντρεπόμενοι ὅλην τὴν ἡμέραν, ἐναντίον τὴν ἐντροπὴν ἑαυτῶν ἔχομεν, τῆς αἰσχύνης τοῦ προσώπου ἡμῶν καλυπτούσης ἡμᾶς ὡς μηκέτι παρρησίαν ἔχειν ἀνακεκαλυμ‐ μένῳ τῷ προσώπῳ τῆς ψυχῆς κατοπτρίζεσθαι τὴν δόξαν κυρίου.

446

(n)

Ps 43,17
1 Ἐκ τῆς φωνῆς τοῦ ὀνειδίζοντος καὶ δίκην παραπαίοντος καὶ παραλαλοῦντος ὅλην ἐντροπὴν τὴν ἡμέραν εἶναι κατενώπιον ἑαυτοῦ θεωρεῖ. ἀπὸ δὲ τοῦ ἐπιδεικνύντος ἑαυτοῦ φοβερὸν τὸ πρόσωπον ἐκδιώκοντος ἐχθροῦ ἡ αἰσχύνη ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ.

447

(n)

Ps 43,18
1 Τελείαν ἀνδρείαν ἀναλαβόντων ἡ φωνή· πολλῶν γὰρ καὶ διαφόρων θλίψεων ἐπ’ αὐτοὺς ἡκουσῶν καὶ ἐκβιαζομένων ἐπιλαθέσθαι τοῦ θεοῦ, ἐξ ἐναντίας ἀνε‐ πόλουν θεὸν ὡς ἕκαστον εἰπεῖν Ἐν θλίψει τοῦ κυρίου ἐμνήσθην.

448

(n)

Ps 43,19b
1Ἐκκλίνει τὰς τρίβους τινὸς ὁ θεὸς ἐκ τῆς ἑαυτοῦ ὁδοῦ, παραδιδοὺς αὐτὸν
ταῖς ἐπιθυμίαις τῆς καρδίας ἑαυτοῦ καὶ εἰς ἀδόκιμον νοῦν.333 in vol. 1

449

(n)

Ps 43,20a
1 Τόπος κακώσεως ὁ περὶ γῆν καὶ ὁ καταχθόνιος χῶρος· ἔνθα ταπεινοῦνται οἱ πεῖραν ἔχοντες τοῦ σώματος τοῦ θανάτου.

450

(n)

Ps 43,22b
1Τὰς ἐν καρδίᾳ τυπώσεις ἃς καὶ ἑξῆς προσαγορευτέον.

451

(n)

Ps 43,26
1 Εἰ μὲν τροπικῶς ταῦτα λέγοιτο, τὸ δηλούμενόν ἐστιν τοιοῦτον· ἐπεὶ χοῦν περικείμεθα τὸν ἐξ ἡδονῶν καὶ τῶν ἄλλων παθῶν συγκείμενον, διὰ τοῦτο Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, χαμαιριφῶν γενομένων, ἀλλὰ καὶ Εἰς γῆν ἐκολλήθη ἡ γαστὴρ ἡμῶν, οὐδὲν οὐράνιον τρεφομένων ἀλλὰ κατὰ τὸν
5ὄφιν γῆν ἐσθιόντων πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. Εἰ δὲ πρὸς ἀλληγορίαν ἐξηγηθείη τὸ προκείμενον, εἰς τὸ σῶμα ἐμβατεύουσα ἡ ψυχὴ ἐρεῖ Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. αὕτη καὶ τῆς μακαρίας ζωῆς τῆς ἐπουρανίου ἐκπεσοῦσα, ἐν τῷ κάτω φρονεῖν ἐρεῖ τὸ Ἐκολλήθη
εἰς γῆν ἡ γαστὴρ ἡμῶν· οὐκ ἄλλα γὰρ τῶν γηίνων τρέφεται.334 in vol. 1

452

(n)

Ps 43,27
1 Ταῦτά φασιν βοηθείας καὶ λυτρώσεως τυχεῖν ἀξιοῦντες οὐκ ἄλλου του χάριν ἢ τοῦ ὀνόματος αὐτοῦ. λέγοιεν δὲ ταῦτα καὶ πρὸς τὸν σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν, ἵνα ἀναστὰς ἀρωγὴν παράσχοι καὶ λύτρα διδοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ποιεῖ δὲ
5ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ.

452A

(n)

Ps 44,1
1 Σκοπὸς τοῖς προκόπτουσι καὶ ἐκ ποιότητος εἰς ποιότητα μεταβάλλουσι τὸ ἐπὶ τὴν ἀρίστην τῶν ποιοτήτων ἐπείγεσθαι καθ’ ἣν ἄφθαρτοι καὶ ἀθάνατοι ἀποδειχθεῖεν. ὑπὲρ τούτου οὖν τοῦ τέλους ὄντος Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τουτέστι τῶν ἀλλαγέντων καὶ ἐκ φαύλων σπουδαίων γεγενημένων, υἱοὶ Κορὲ
5εἰς σύνεσιν πάντα μεταβάλλοντες ᾠδὴν περὶ τοῦ ἀγαπητοῦ προφέρουσι κελαδοῦντες. ἀγαπητὸς δὲ ἐνταῦθα ὁ μονογενὴς τοῦ θεοῦ υἱός. ὑπὲρ τούτου οὖν τοῦ ἀγαπητοῦ ἐπινίκιος ᾄδεται, ὑπὲρ ὧν ἠλλοίωσεν ἀφθαρσίαν ἀντὶ φθορᾶς δεδωκώς.

453

(n)

Ps 44,2a
1 Εἰ τοῦ πατρὸς εἴη τὸ πρόσωπον, λέγοι ἂν Ἐπεὶ μόνος ἀγαθὸς ὑπάρχω, ἀνάγκη καὶ τὸν ἐκ τῆς ἐμῆς οὐσίας λόγον γενόμενον ἀγαθὸν εἶναι· εἰ δ’ ὁ προφήτης εἴη ὁ λέγων, φαμὲν Ἐπεὶ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, ἀνάγκη καὶ τὸν τραφέντα τροφαῖς
5πορνικαῖς πολὺ τὸ ἀγαθὸν ἐχούσαις ἐρεύγεσθαι ἀγαθὸν λόγον. ὡς γὰρ ὁ
μῆλον φαγὼν ἐρυγὴν ἐκπέμπει μήλου πνέουσαν, οὕτως ὁ φαγὼν ἀγαθὰ ὡς ἐντρυφῆσαι ἐν ἀγαθοῖς τὴν ψυχὴν αὐτοῦ ἀγαθὸν ἐκπέμπει λόγον ἐρευγό‐ μενος αὐτόν.335 in vol. 1

453a

(n)

Ps 44,2a
1 Ὥσπερ οὖν ἐπὶ ταύτης τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας τοιαῦτα ἠρεύγετο οἷα καὶ ἐσιτεῖτο.

454

(n)

Ps 44,2c
1 Γραφόντων καὶ αὐτῶν παιδεύσεις τινάς. ὡς γὰρ ὁ λόγος τοῦ εὐαγγελίου κόκκῳ σινάπεως παραβαλλόμενος, εἰ γεωργίας τύχοι, μείζων γίνεται τῶν ἀνθρωπίνων λόγων λαχάνων διὰ τὸ πρόσκαιρον ὀνομαζομένων, οὕτως ἃ γράφει ὁ τοῦ θεοῦ λόγος καλάμῳ ἰδίῳ καιρίως ἐπιδείκνυται αὐτὰ παρὰ τὰς
5τῶν ἀνθρώπων συγγραφὰς τῶν λογισμῶν ἐφαπτόμενα καὶ ταῖς ψυχαῖς ἐνιζάνοντα.

455

(n)

Ps 44,3bc
1 Οἱ ἀκούοντες τῶν Ἰησοῦ λόγων, τυγχανόντων Πλήρης χάριτος, ἐροῦσιν τὸ προκείμενον· πολλάκις δὲ ἀντὶ λόγων τὰ χείλη λέγεσθαι ἀποδέδεικται. τὸ δὲ Ἐξεχύθη τὴν δαψιλείαν δηλοῖ τῆς χάριτος· συνᾴδει τούτῳ τὸ Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ Ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν
5ταῖς καρδίαις ἡμῶν· καὶ ἐν τούτοις γὰρ ἡ δαψιλεία τοῦ πνεύματος καὶ ὁ πλοῦτος τῆς ἐκ θεοῦ ἀγάπης δηλοῦται. διὰ ταύτην οὖν τὴν ἐκχυθεῖσαν χάριν ἐν χείλεσί σου Εὐλόγησέν σε ὁ θεός σου, εὐλογιστίαν σοι μαρτυρήσας
ἐπὶ πάντα τὸν αἰῶνα.336 in vol. 1

456

(n)

Ps 44,4
1 Ἐπεὶ περὶ τὸν μηρὸν ἐνεργεῖται τὰ γενέσεως πράγματα, φύονται δὲ περὶ ταῦτα αἰσχραὶ ἐπιθυμίαι, χρεία τοῦ τμητικοῦ λόγου ῥομφαίας ὀνομαζομένου, ἵνα περὶ τὸν μηρὸν ζωσθεὶς ἐκτέμνοι τὰς ἀκολάστους ἡδονάς. ὁ σωτὴρ οὖν κατὰ τὸν ἄνθρωπον τύπον ἀρίστης πολιτείας καταβαλλόμενος ὑπὲρ αὐτοτελοῦς
5ἁγνείας περιζώννυται ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡραιότητα ἔχων καὶ κάλλος διὰ τὴν προσοῦσαν ἐν ἀναμαρτησίᾳ ἀρετήν· ὅτι δὲ σύμβολον ὁ μηρὸς τῶν προειρημένων δῆλον. καὶ γὰρ καὶ ὁ Ἀβραάμ, ἐπὶ μνηστείαν πέμπων τὸν παῖδα, Θές φησι τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε τὸν θεὸν τοῦ οὐρανοῦ. τάχα διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα ἔσεσθαι σωτῆρα τὸ κατὰ
10σάρκα δύναται ὁ γενόμενος σὰρξ λόγος 〈εἶναι〉. νοεῖται οὖν καὶ πιστεύεται ὁ μὲν λόγος ῥομφαία εἶναι, ἡ δὲ σὰρξ μηρὸς τῷ ἐκεῖθεν τὴν ἀρχὴν ἔχειν τὴν σάρκα. οὗτος δὲ πρὸς ὃν ὁ λόγος πᾶσαν ἀσθένειαν διαφυγὼν δυνατός ἐστι, τὴν φαιδρότητα τῆς θεότητος κάλλος καὶ ὡραιότητα ἔχων.

457

(n)

Ps 44,5
1 Ἐντείνας δὲ οἷα τοξότης ἄριστος τόξον κατευοδοῦ τιτρώσκων εἰς ἔρωτα θεῖον τοὺς βαλλομένους. ἀναγνωστέον δὲ καὶ Κατευοδοῦ ἴσον τῷ Εὐοδίαν πάρεχε· καὶ πρὸς τούτοις βασίλευε τῶν βεβλημένων πόθῳ. ἡ δὲ αἰτία τοῦ βασιλεῦσαί σε τελειότης ἀρετῆς ἐστιν οὐκ ἐν πράξει μόνῃ ἀλλὰ καὶ γνώσει.
5τὸ γὰρ Ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης τοῦτο σημαίνει· βασίλευε γάρ φησιν ἕνεκα τοῦ γνωσθῆναι τὴν ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατορθωθῆναι τοῖς ὑπὸ τὴν σὴν ἀρχήν. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. ὁ κατὰ θεὸν πάντα πράττων ὑπὸ τῆς τῶν καλῶν πρακτικῆς δεξιᾶς οὔσης θαυμαστῶς ὁδηγεῖται ἡγεμόνι αὐτῇ
10χρώμενος τῆς ἐπὶ τὸν σωτῆρα ὁδοῦ. καὶ ὁ σωτὴρ οὖν ἐπιτελῶν δεξιῶς παρα‐
δόξους δυνάμεις ὑπὸ δεξιᾶς ἑαυτοῦ θαυμαστῶς ὁδηγεῖται.337 in vol. 1

458

(n)

Ps 44,6ab
1 Οἱ τοῦ δυνατοῦ Χριστοῦ λόγοι βελῶν ἠκονισμένων δίκην βάλλουσιν τοὺς ἀκούοντας, ὥστε πάντων προκρῖναι τὴν πρὸς αὐτὸν ἀκολούθησιν. τούτοις τοῖς βέλεσι τρωθέντες οἱ ἀπόστολοι, τὰ ἐν ποσὶ πάντα ἀποπεμψάμενοι, ἕπεσθαι αὐτῷ καλῶς ἔχειν ἔκριναν· ἀλλὰ καὶ οἱ λαοὶ οἱ πρότερον φαύλην
5στάσιν ἔχοντες τῷ ἐν κακοῖς ἱδρύσθαι πληγέντες τούτοις τοῖς βέλεσιν ὑποκάτω αὐτοῦ ἔπεσον, τουτέστιν ὑπετάγησαν αὐτῷ καὶ ὑπ’ αὐτὸν γεγόνασιν.

459

(n)

Ps 44,6c
1 Οἱ ἐχθροὶ τοῦ βασιλέως Χριστοῦ πάντες οἱ ἁμαρτάνοντες. ὅταν οὖν ἐν τῇ καρδίᾳ τούτων τὰ προειρημένα βέλη γένηται, πίπτουσιν ἀπὸ τῆς ἔχθρας τὸν βασιλέα γονυπετοῦντες. ἢ τάχα οἱ λαοὶ οἱ ἑστηκότες Ἐν τῇ καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κατὰ τὸ βούλημα τῆς ἔχθρας αὐτῶν βεβαιούμενοι,
5βληθέντες ὑπὸ τῶν βελῶν ἔπεσαν ὑπὸ Χριστόν, τῇ καρδίᾳ τῶν ἐχθρῶν αὐτοῦ καταπεσόντες.

460

(n)

Ps 44,8
1 Εἰ δὲ εἴη πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ταῦτα, ὁ υἱὸς τοῦ θεοῦ μισήσας τὴν πρὸ τῆς ἐπιδημίας αὐτοῦ πολιτευομένην ἀνομίαν, ἀγαπήσας δὲ τὴν ἐκ τῆς παρουσίας αὐτοῦ φυομένην ἐκ πίστεως δικαιοσύνην ἐπιδέδωκεν ἑαυτὸν εὐδοκίᾳ πατρικῇ ἄνθρωπος γενέσθαι καὶ χρισθῆναι ἐλαίῳ ἀγαλλιά‐
5σεως τουτέστιν τῷ ἁγίῳ πνεύματι.338 in vol. 1

461

(n)

Ps 44,9a
1 Τὰ ἱμάτια τοῦ Χριστοῦ βασιλείως ἅμα καὶ ἱεραρχίως ὄντα πνεῖ σμύρνης δι’ ὃν ἀνέλαβεν θάνατον (τοῦτο γὰρ τὸ ἄρωμα τοῖς θαπτομένοις νεκροῖς ἐπιβάλλεται), ἀλλὰ καὶ στακτῆς οὔσης ἀπανθίσματος σμύρνης διὰ τὸ ἔχειν τι πλεῖον τὸν Χριστοῦ θάνατον ὑπὲρ σωτηρίας ἄλλων καὶ καταλύσεως
5διαβόλου γεγονέναι, καὶ κασσίας διὰ τὸν λόγον αὐτοῦ ὄντα διάπυρον· θερμαν‐ τικὸν γὰρ τὸ μῦρον τοῦτο. Χριστοῦ οὖν ἱμάτια τὰ εὐλόγως περὶ αὐτοῦ θεολογούμενά ἐστιν. ἐπεὶ οὖν προσελάβετο σὺν τοῖς ἄλλοις καὶ τὸ ὡς νεκρὸς ἀριστεύσας ὑμνεῖσθαι, εἰκότως ἐκ τῶν ἱματίων αὐτοῦ τὰ προειρημένα πνεῖ· τούτῳ συνᾴδει τὸ Ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα.

462

(n)

Ps 44,9b.10a
1 Βασιλεῖς ἐνταῦθα ῥητέον τοὺς Χριστῷ συμβασιλεύοντας ὧν αὐτὸς βασιλεὺς βασιλευόντων. τούτων θυγατέρες γεγόνασιν κατὰ διδασκαλίαν ἃς παιδεύουσι ψυχάς, μᾶλλον δὲ ἐκκλησίας· αἵπερ θυγατέρες ἐν τιμῇ τοῦ ὑμνουμένου οὖσαι ηὔφραναν τὸν βασιλέα Χριστὸν Ἀπὸ βαρέων ἐλεφαντίνων. βαρεῖς δὲ ἐλεφαν‐
5τίνας ἐρεῖς τὰς ὑψηλὰς θεολογίας· τὸ γὰρ ἐλεφάντινον, ὀδοὺς τυγχάνον, λόγου σύμβολόν ἐστιν· φωνητικὰ γὰρ ὄργανα καὶ οἱ ὀδόντες· βαρεῖς δ’ εἰσὶν αἱ μεγάλαι οἰκίαι. ἐπεὶ οὖν τὸν ἑαυτῶν λόγον οὕτως ἐμεγάλυναν ὡς οἶκον μέγιστον θεωριῶν τῶν περὶ θεοῦ γενέσθαι, αἱ πολλαὶ τῶν βασιλέων θυγατέρες ἀπὸ τῶν προειρημένων βαρέων ἐλεφαντίνων ηὔφραναν Χριστόν.

463

(n)

Ps 44,10bc
1 Ἡ τῷ Χριστῷ τῷ ἀληθινῷ βασιλεῖ ἀληθῶς σύζυγος γενομένη ψυχή, ἤτοι ἐκκλησία, βασιλίσσα διὰ τὸ εἶναι νύμφη βασιλέως ὀνομάζεται, παραστᾶσα ἐκ
δεξιῶν αὐτοῦ τῷ δεξιὰν ἐπέχειν στάσιν, ἐν ἀρετῇ δὲ καὶ πίστει τὴν ἵδρυσιν ἔχουσα. αὕτη δὲ καὶ ἱμάτια διάχρυσα ἔχει, Χριστὸν ἐνδυσαμένη· περιβέβληται339 in vol. 1
5δὲ καὶ πεποικιλμένη, τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ ἀναλαβοῦσα. οὐ προσκοπτέον δὲ εἰ αὐτὸς καὶ νύμφιος καὶ ἔνδυμά ἐστιν· κατὰ γὰρ ἄλλην καὶ ἄλλην σχέσιν καὶ ἐπίνοιαν ταῦτα ὑπάρχει, ὥσπερ καὶ ποιμὴν καὶ ἀμνὸς καὶ ἄλλα μυρία εὑρίσκεται ἐν τοῖς Εὐαγγελίοις.

464

(n)

Ps 44,11
1 Μεταβολὴ προσώπου ἐμφαίνεται γενομένη· θεὸς γάρ ἐστιν ὁ προσφωνῶν τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ ἣν καὶ θυγατέρα αὐτοῦ ὀνομάζει. φησὶν γοῦν· Δεξαμένη τοὺς ἐμοὺς λόγους, ὦ θύγατερ, ἄκουσον καὶ ἰδὲ αὐτῶν τὴν διάνοιαν ἐπιστήσασα αὐτοῖς· ἔτι γὰρ μᾶλλον πλεῖον θελήσεις τὸ οὖς σου
5κλῖναι ἐπὶ τὸ πλειόνως αὐτὰ καὶ ἐξεργαστικώτερον ἀκοῦσαι καὶ ποθῆσαι· ἀκολουθήσει δέ σοι λήθη τῶν ὁμοφύλων, μηκέτι θελησάσης σου τὰ αὐτὰ ἐκείνων περιστέλλειν ἔθη καὶ πάτρια· ἐπιλήσῃ δὲ καὶ τοῦ οἴκου τοῦ πατρός σου γεννήσαντός σε κατὰ κακίαν τοῦ διαβόλου.

465

(n)

Ps 44,12—14
1 Διὰ τοῦτο σὲ καλῶ, θύγατερ, φησὶν πρὸς αὐτὴν ὁ θεός, ἐπὶ τῷ ποιῆσαι τὰ προστεταγμένα σοι· ἐπείπερ ὁ ἐμὸς υἱὸς βασιλεὺς ὢν ἐπεθύμησεν τοῦ ἐνυπάρ‐ χοντός σοι κάλλους κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἐμὴν γεγενημένης, αὐτὸς δ’ οὖν οὗτος ὁ βασιλεὺς ἐπιθυμῶν τοῦ κάλλους σου οὐχ εἷς τῶν ὁμοτίμων σου
5τυγχάνει. Αὐτὸς γάρ ἐστιν ὁ κύριός σου· οὐ γὰρ ἄγγελος ἢ ἀρχάγγελος ἤ τις ἄλλος γενητὸς ὢν ὑπάρχει· αὐτῷ γὰρ καὶ προσκυνοῦσι πάντες. ἐπεὶ οὖν θεοῦ τὸ προσκυνεῖσθαι, ἴσθι θεὸν ὄντα τὸν βασιλέα τὸν ἐπιθυμοῦντα τοῦ κάλλους
σου, ὃς καὶ κύριός σού ἐστιν. Πρὸς τούτοις δ’ ἴσθι ὅτι πολλὴν μεταβολὴν ἔσχες. θυγάτηρ γὰρ Τύρου340 in vol. 1
10οὖσα δι’ ἣν εἶχες δεισιδαιμονίαν ἐμοῦ θυγάτηρ ἐχρημάτισας, ὡς λιτὰς τῷ προσώπῳ σου προσάγειν πάντας τοὺς πλουσίους τοῦ λαοῦ. τοῦ γὰρ ἐκ περι‐ τομῆς λαοῦ πάντες ὅσοι πλουτοῦσιν κατὰ πίστιν καὶ τὴν τοῦ εὐαγγελίου ἀλήθειαν σοὶ προσέρχονται, τὸ πρόσωπόν σου λιτανεύοντες διὰ τὸ σύζυγον τῷ βασιλεῖ γεγονέναι. ὡς γὰρ πάλαι οἱ ἀπὸ τῶν ἐθνῶν τῇ κατὰ θεὸν θερα‐
15πείᾳ προσερχόμενοι τῷ Ἰσραὴλ προσηλύτευον τὸ πρόσωπον αὐτοῦ παρακα‐ λοῦντες, οὕτω νῦν οἱ ἀπὸ τῶν Ἰουδαίων μετανοοῦντες προσφεύγουσιν τῇ τῶν ἐθνῶν ἐκκλησίᾳ ἀξιοῦντες ὑποδεχθῆναι παρ’ αὐτῆς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς βασιλέων Ἐσεβών. Ἐσεβὼν ἑρμηνεύεται λογισμοί. ὁ βασιλεὺς δὲ τῶν λογισμῶν τῶν δικαίων ὄντων ἔστιν ὁ κύριος.
20τῆς οὖν ὑμνουμένης θυγατρὸς Τύρου ἡ δόξα οὐκ ἄλλοθέν ἐστιν ἢ ἀπὸ τοῦ βασιλέως τῶν λογισμῶν. Ἰστέον δὲ ὅτι πολλαχοῦ τῶν γραφῶν ἀντὶ τῆς νοητῆς οὐσίας λαμβάνεται ὁ χρυσός, ὡς εὐκαίρως δειχθήσεται. ἐπεὶ οὖν ἐν τοῖς ἐνδύμασιν αὐτῆς τυγχανούσαις ἀρεταῖς συγκαθύφανται καὶ ὁ περὶ τῶν νοητῶν λόγος, μάλιστα
25ὁ περὶ τῆς τριάδος, κροσσωτὰ χρυσᾶ περιβέβληται ὄντα πεποικιλμένα διὰ τὸ πολύτροπον καὶ πολυειδὲς τῆς Χριστοῦ διδασκαλίας.

466

(n)

Ps 44,15a
1 Τῆς λέξεως ἀσάφειαν ἐχούσης, ἐξ ἄλλης τὴν διάνοιαν αὐτῆς ληψόμεθα. ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων τὰς διαφορὰς τῶν Χριστῷ προσερχομένων ψυχῶν ἑρμηνεύων ὁ λόγος φησίν· Εἰσὶ βασίλισσαι καὶ παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου· ὡς περὶ ταύτης
5εἰρῆσθαι Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν· ἐξ ὧν δείκνυται ἄλλη οὖσα παρὰ τὰς θυγατέρας αἳ εἴρηνται νεάνιδες καὶ παλλακαὶ καὶ βασιλίδες. δηλοῦται δὲ ἐκ τῶν λέξεων τούτων ὡς ἄρα αἱ Χριστῷ προσερχόμεναι ψυχαὶ αἱ μὲν οὔπω καιρὸν ἔχουσαι
γάμου νεάνιδές εἰσιν, αἱ δὲ συνελθοῦσαι αὐτῷ ἤδη ἀνακραθέντι αὐταῖς αἱ341 in vol. 1
10μὲν εὐγένιδες καὶ ὑπεραναβεβηκυῖαι τὸν ἐν ἓξ ἡμέραις γενόμενον κόσμον Ἑξηκοντά εἰσι βασίλισσαι, αἱ δὲ τὴν ὀκταήμερον περιτομὴν λαβοῦσαι ἀκμὴν τὸ τῆς δουλείας ἔχουσαι πνεῦμα Ὀγδοήκοντα παλλακίδες εἰσίν· ἡ δὲ πάσας ὑπερέχουσα κατὰ τὸ πνεῦμα πεποιωμένη ὥστ’ εἶναι περιστερὰ τελεία τοῦ λόγου ἡ ἔνδοξος ἐκκλησία ἐστὶν ἡ μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα ἤ τι τῶν
15τοιούτων. ταύτην τὴν ἐκκλησίαν ὑμνῶν ὁ ψαλμῳδὸς ἐν τοῖς πρὸ τούτου στίχοις τὰ νῦν φησι μετ’ ἐκείνην ἐνεχθήσεσθαι τῷ νυμφίῳ αὐτῆς βασιλεῖ τὰς νεανίδας τὰς πάλαι μὲν ὥραν συμβιώσεως οὐκ ἐχούσας, νῦν δὲ διὰ τὸ τελειωθῆναι προσαγομένας εἰς τὸν θάλαμον, ὅπως συγκαθευδήσασαι τῷ βασιλεῖ ἀναληφθῶσιν εἰς τὸ μέλη γενέσθαι τῆς μιᾶς τελείας νύμφης οὐκέτι
20ἄλλαι παρὰ ταύτην τυγχάνουσαι ὡς ὅτε ἀτελεῖς ἦσαν.

467

(n)

Ps 44,15b
1 Εἰ καὶ πολλαὶ ἀδιάφθοροι εἶεν ψυχαὶ ἃς παρθένους ἔθος καλεῖν, ἀλλ’ οὐ πᾶσαι ἤδη ἀποφέρονται τῷ βασιλεῖ ἀλλ’ αἱ πλησίον καὶ ἐγγὺς γενόμεναι τῇ διαθέσει τῆς τελείας νύμφης. εὖ δὲ καὶ τὸ Ἀπενεχθήσονται· αἱ γὰρ πεῖραν μὴ ἔχουσαι τοῦ νυμφίου λόγου οὐχ οἷαί τέ εἰσι δι’ ἑαυτῶν πρὸς αὐτὸν ἰέναι·
5ἄγουσι δ’ αὐτὰς πρὸς αὐτὸν οἱ τὰ προπαιδεύματα αὐταῖς παραδιδόντες· εἰσὶ δ’ οὗτοι νόμος καὶ προφῆται.

468

(n)

Ps 44,17
1 Ἐπεὶ πρὸς τὸν Χριστὸν λέγεται σχεδὸν τὰ πάντα τοῦ ψαλμοῦ, καὶ οὗτος ὁ στίχος λέγοι ἂν ὅτι ἀνθ’ ὧν εἶχες κατὰ σάρκα πατέρων, τουτέστι τῶν ἐκ περιτομῆς, ἐγεννήθησάν σοι ἐκ τοῦ αὐτοῦ γένους υἱοὶ προσηκάμενοι τὸν
εὐαγγελικὸν λόγον. τούτους δὲ καὶ κατέστησας ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν,342 in vol. 1
5φάσκων αὐτοῖς Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, μάρτυρες αὐτοῦ οἷα ὕπαρχοι βασιλέως γενόμενοι ἕως ἐσχάτου τῆς γῆς.

469

(n)

Ps 44,18
1 Διὰ τοῦτο λαοὶ εὐχαριστητικῶς ἐξομολογήσονται οὐκ ἐφ’ ἕνα ἢ δεύτερον αἰῶνα ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. τὴν γὰρ ἐφ’ ἁμαρτίαις ἐξομολόγησιν οὐκ ἐπιτρεπόμεθα νῦν ὀνομάζειν. ἅπαξ γὰρ καὶ οὐκ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὕτη γίνεται· μόνον γὰρ ἐν τούτῳ τῷ αἰῶνι μετανοεῖν καὶ ἐξομολογεῖσθαι
5οἷόν τε. εἰ δὲ Μνησθήσονται ἔχει καθ’ ἑτέραν γραφὴν ἀντὶ τοῦ Οἱ πρὸς σοῦ ἄρχειν κεχειροτονημένοι, τοῦ ὀνόματός σου μνησθήσονται ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ τῷ εἰς πάντας τοὺς αἰῶνας παρατείνειν σου τὴν βασιλείαν.

470

(n)

Ps 45,1
1 Ἔθος τὰ ἀσαφῶς λεγόμενα δι’ οἰκονομίαν τινὰ κρύφια καλεῖν· κατὰ τοῦτο γὰρ καὶ ἡ τοῦ θεοῦ σοφία ἐν μυστηρίῳ ἀποκεκρυμμένη ἐστίν· οὕτω καὶ Οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι εἴρηνται. ἔστιν οὖν καὶ τούτων τῶν κρυφίων τέλος οἱονεὶ σκοπὸς ἤτοι τὸ λαθεῖν τοὺς ἀναξίους τὴν τῶν θείων
5γνῶσιν, ἢ οἳ ἂν πόθον ἔχοντες καταλήψεως τῆς θείας γνώσεως, πόνοις καὶ ἀσκήσεσιν ἐπιδόντες ἑαυτούς, τύχωσι τοῦ σκοποῦ.

471

(n)

Ps 45,2
1Οὐ πάντων ὁ θεός ἐστιν ἢ τῶν ἀποταξαμένων πάσῃ ἀνθρωπίνῃ καταφυγῇ
τε καὶ δυνάμει. καταφεύγοντες γὰρ πρὸς τὸν θεὸν πᾶσαν ἀσφάλειαν ἔχουσιν καὶ δύναμιν τῷ μετέχειν αὐτοῦ, ὡς λέγειν κατὰ τὸν ἀπόστολον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.343 in vol. 1
5 Βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. τὸ Σφόδρα ἀμφιβόλως κεῖται· ἢ γὰρ βοηθὸς σφόδρα ἐστὶν ἐν ταῖς εὑρισκούσαις ἡμᾶς θλίψεσιν, ἢ ἐν ταῖς σφόδρα εὑρισκούσαις ἡμᾶς θλίψεσιν βοηθός ἐστιν.

472

(n)

Ps 45,3b
1 Ὄρη μετατιθέμενα ἐν καρδίαις θαλασσῶν οὐ τὰ αἰσθητὰ τυγχάνοντα μέρη γῆς ἡγητέον, ἀλλὰ πονηρὰς δυνάμεις μετατιθεμένας εἰς τὰς τεταραγμένας ὑπὸ τρικυμιῶν παθῶν ψυχάς, ἔνθα ἁλμυρόν τι πόμα κακίας καὶ πικρότης ἠθῶν. ἀμέλει καὶ ὁ σωτὴρ πρὸς τοὺς μαθητὰς Ἐὰν ἔχητε ἔφη πίστιν ὡς
5κόκκον σινάπεως, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, οὐδὲν ἀδυνατήσει ὑμῖν· δεικνύμενον δὲ ὄρος ὑπὸ τοῦ σωτῆρος οὐκ ἄλλο παρεκτὸς τῆς ἀντικειμένης δυνάμεως. καὶ γὰρ περὶ τοῦ κινοῦντος τὸν σεληνιασμὸν δαίμονος πάλιν εἶπεν Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μεταβῆναι ἐντεῦθεν
10ἐκεῖ, τὴν τελειοτάτην πίστιν κόκκῳ σινάπεως παραβάλλων. καὶ γὰρ ὁ ἀπόστολος Ἐὰν ἔχω φησὶν πᾶσαν πίστιν ὥστε ὄρη μεθιστάνειν.

473

(n)

Ps 45,4b
1 Τῇ Χριστοῦ κραταιότητι ἐταράχθη τὰ πονηρὰ πνεύματα, ψυχῶν καὶ σωμά‐ των τῶν προκατεσχημένων ἐλαυνόμενα. μέγα γὰρ ἐφ’ ἑαυτοῖς τὰ ὄρη ταῦτα φρονοῦντα, ἐξαπιναίως ἰδόντα τὸν μετ’ ἐξουσίας ἐλαύνοντα ἐνέπεσον εἰς
ταραχήν.344 in vol. 1

474

(n)

Ps 45,5a
1 Πόλιν θεοῦ ἤτοι τὴν ἐκκλησίαν ἢ τὴν Ἱερουσαλὴμ τὴν ἐπουράνιον νομιστέον λέγεσθαι. Ταύτην τὴν ἑκατέρως χρηματίζουσαν πόλιν τοῦ θεοῦ εὐφραίνουσιν τὰ ὁρμήματα τοῦ ποταμοῦ. ποταμὸς δέ ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ ἐξ Ἐδὲμ τῆς θείας τρυφῆς ἐκπορευόμενος καὶ πάντα τὸν πνευματικὸν παράδεισον
5ἐπάρδων καὶ πάντας καλῶν πρὸς ἑαυτὸν Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁρμήματα δ’ αὐτοῦ αἱ κατὰ μέρους διδασκαλίαι ἢ ἔννοιαι ἃς ὑποβάλλει τῇ ψυχῇ.

475

(n)

Ps 45,5b
1 Ὁ ὕψιστος κατ’ οὐσίαν ἅγιος ὑπάρχων μεταδοτικὸς ἁγιότητός ἐστιν· ὅθεν ἁγιάζει πάντας τοὺς ἐν οἷς κατασκηνοῖ, σκήνωμα αὐτοῦ καλουμένους. δύναται δὲ καὶ ὃ ἀνέλαβε σῶμα ἐκ τῆς παρθένου σκήνωμα αὐτοῦ τυγχάνον ἁγιάζειν ἐν αὐτῷ γεγενημένου. συνῳδὸν τούτῳ Τὸ γεννώμενον ἐν σοὶ ἅγιον κληθή‐
5σεται υἱὸς θεοῦ ζῶντος.

476

(n)

Ps 45,6a
1 Ὁ θεὸς ἐν μέσῳ τῆς πόλεως ἱδρυμένος οὐ σαλευθήσεται, οὐ καταλιμπάνων αὐτὴν διὰ τὴν προσοῦσαν αὐτῇ ἀναμαρτησίαν. σαλεύεται γὰρ ἀπὸ τῶν ἁμαρτανόντων· ὅθεν καὶ τῷ Ἀδὰμ τὸ ἁμαρτάνειν περιπατῶν εὑρίσκεται,
καὶ ἐν τῷ Ζαχαρίᾳ φησὶν Πορεύσεται ἐν σάλῳ ἀπειλῆς ὁ κύριος.345 in vol. 1

477

(n)

Ps 45,6b
1 Ἑτέρα δ’ ἐστὶν γραφὴ ἡ λέγουσα Βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ. σῴζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι ὅτ’ ἂν ταραχὴν δέξηται τῶν ἀντικειμένων. ἕως μὲν γὰρ ἀδιάβλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ἡ ψυχὴ καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς
5ἑαυτῇ περιτίθησιν, κάλλος ἔχει τὸ νοητὸν ᾧ καὶ αὐτὸς ἐπιγάνυται Χριστός. παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ἔχει, ἀλλ’ οὐ πείσεται τοῦτο, φησίν, ἡ ἐκκλησία· σῴζει γὰρ αὐτῆς τὸ κάλλος.

478

(n)

Ps 45,7a
1 Ἔθνη τὰ στίφη τῶν κατ’ αὐτῆς στρατευομένων δαιμόνων ὀνομάζει. ὅτ’ ἂν οὖν ταῦτα θεάσωνται τοῦ σωτῆρος τὴν ἔνσαρκον ἐπιφάνειαν, ταράττονται κατὰ τῆς αὐτοῦ ἐκκλησίας ἢ καὶ δέους πληροῦνται. τηνικαῦτα δὲ ἀκολουθήσει καὶ τὸ κλιθῆναι τὰς ψεκτὰς βασιλείας καθ’ ἃς ἐβασίλευσεν ὁ θάνατος καὶ ἡ
5ἁμαρτία. εἰ δὲ καὶ βασιλείαν λέγοις τοὺς βασιλευομένους, ἐκλίθησαν καὶ οὗτοι ἐκ πλάνης εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐκ κακίας εἰς ἀρετὴν ῥέψαντες.

479

(n)

Ps 45,7b.8
1 Σιωπῶντος θεοῦ βεβαιότητα καὶ στάσιν ἔχειν δοκεῖ τὰ γήϊνα καὶ ὑλικὰ πράγματα, κλονούμενα θεοῦ φωνὴν δεδωκότος· ὅτ’ ἂν γὰρ ὁ θεὸς ἐμβοήσῃ τῇ διανοίᾳ, εὐθὺς μετακινεῖται ταύτης πᾶν εἴ τι γεῶδες. Καὶ ἐπὶ θεοῦ τὴν κατὰ τὸ εὐαγγέλιον φωνὴν δεδωκότος ἡ γῆ σεσάλευται,
5μετατιθεμένων ἁπάντων τῶν ἐπ’ αὐτῆς ἐθῶν, νομίμων πατρίων, χρηστηρίων καὶ εἴ τι ἕτερον τῆς δυσσεβοῦς ἀπάτης, ταραττομένων τῶν ἐθνῶν καὶ κλινουσῶν τῶν βασιλειῶν· τῆς γῆς σαλευομένης, ἡμεῖς θαρροῦμεν μεθ’ ἑαυτῶν ἔχοντες τὸν τῶν δυνάμεων κύριον ἀντιλαμβανόμενον ἡμῶν τὸν θεὸν
Ἰακώβ.346 in vol. 1
10 Ὥσπερ δὲ ὁ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ τέκνον αὐτοῦ ἐστιν, οὕτως ὁ τὴν ἄσκησιν τοῦ Ἰακὼβ μιμούμενος τυγχάνει υἱὸς αὐτοῦ, ἀντίληψιν ἔχων παρὰ τοῦ θεοῦ Ἰακώβ.

480

(n)

Ps 45,9a
1 Καλεῖ δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν τούτων κατανόησιν τοὺς ὀξὺ καθορῶν‐ τας διὰ μὲν τοῦ Δεῦτε συνεγγίζειν αὐτούς, διὰ δὲ τοῦ Ἴδετε ἀτενίζειν τῇ ἀληθείᾳ παρασκευάζων.

481

(n)

Ps 45,9b
1 Ἐπλήρωσαν δὲ καὶ τεράτων τὴν οἰκουμένην οἱ ἀπόστολοι, πανταχῇ διατρέχοντες καὶ τά τε δι’ αὐτοῦ γεγονότα διηγούμενοι καὶ ἐν ὀνόματι αὐτοῦ θαυματουργοῦντες. δύναται καὶ καλεῖν ὁ λόγος τὰ ἔθνη ἐκ τῶν ὁρωμένων περὶ τὴν κτίσιν θαυμάτων τὸν ταύτης ἐπιγνῶναι δημιουργόν.

482

(n)

Ps 45,10
1 Ἐλθὼν καὶ καταλύσας διάβολον τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καὶ τὰς ἄλλας πονηρὰς δυνάμεις, ἀντανεῖλεν πολέμους ἕως τῶν περάτων τῆς γῆς, τουτέστι τῶν περασάντων ἀπὸ γηΐνων· συντρίβων τὸ τόξον ἀφ’ οὗ ἠφίετο τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη ἀλλὰ καὶ πυρὶ κατακαύσει τὸν θυρεὸν τῆς
5ἀπιστίας ἐναντίως ἔχοντα τῷ θυρεῷ τῆς πίστεως.347 in vol. 1

483

(n)

Ps 45,11a
1 Οὐδεὶς ἁμαρτάνων καὶ πλάνῃ σχολάζων γνῶναι θεὸν δύναται· Πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. ὁ βουλόμενος οὖν γνῶναι θεόν, πάσῃ ἀσχολίᾳ ἀποταξάμενος, γνώσεται τίς ὁ θεός ἐστιν, ᾗ φησιν τὸ παρὸν λόγιον Σχολάσατε καὶ γνῶτε. τοῦτο τοίνυν ὁ τῆς Αἰγύπτου τύραννος νοήσας
5ἀσχολίαις ὑποβάλλει τοὺς Ἑβραίους, ὅπως μὴ ἐπισπῶνται θεόν, Σχολάζετε λέγων Σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν καὶ λατρεύσωμεν τῷ θεῷ ἡμῶν.

484

(n)

Ps 46,2a
1 Ἐπεὶ αἱ χεῖρες ἀντὶ τῶν πράξεων πολλάκις εἴρηνται, ἔπραττε δὲ τὰ ἔθνη διάφορα κατὰ τὰ ποικίλα πάτρια πρὸ τῆς ἐπιδημίας, ὁ σωτὴρ εἰς ἀνθρώπους φοιτήσας προστάττει κρότον γενέσθαι, τουτέστιν συμφωνίαν τῶν πρακτικῶν δυνάμεων τῶν ἐθνῶν τροπικῶς χειρῶν ὀνομαζομένων.

485

(n)

Ps 46,2b
1 Οὐ μόνον ἀπαρκεῖ πρὸς σωτηρίαν πράξεως συμφωνία, εἰ μὴ καὶ φρόνημα ὀρθὸν σὺν τούτοις εἴη. διὸ καὶ ἀλάλαξειν Ἐν φωνῇ ἀγαλλιάσεως μετὰ τοῦ κρότου προστάττει τοῖς ἔθνεσιν.

486

(n)

Ps 46,3a
1Ἔστιν δὲ φοβερὸς καὶ τῷ σεβάσμιος εἶναι, ὡς εὐλάβειαν εἰς αὐτὸν ἔχειν
τοὺς ἐννοοῦντας αὐτόν.348 in vol. 1

487

(n)

Ps 46,3b
1 Οὐκ ἀμφίβολον εἰ τῶν ὑπερκειμένων βασιλεύει. περὶ τῆς γῆς δὲ ἀμφιβαλλόντων τινῶν, εἰ καὶ αὐτῆς κρατεῖ, λέγεται ὁ προκείμενος στίχος καὶ μάλιστα διὰ τοὺς περιγράφοντας τὴν πρόνοιαν μέχρι τῆς σεληνιακῆς σφαίρας οὐ βουλομέ‐ νους τὰ ὑπὸ γῆν ὑπὸ πρόνοιαν εἶναι.

488

(n)

Ps 46,4.5
1 Νοήσεις δὲ καὶ οὕτως· ὑπέταξεν τοῖς ἁγίοις ἀποστόλοις τοὺς ἐκ περιτομῆς λαοὺς καὶ τὰ ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν, πάντων ἀνθρώπων ἄρχοντας καὶ διδασκάλους χειροτονήσας αὐτούς, ἐκλεξάμενος τὴν κληρονομίαν ἑαυτοῦ οὐχ ἑτέραν οὖσαν τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰακὼβ τὴν ἐκλογὴν ἣν αὐτὸς ἐκλεξάμενος
5ἠγάπησεν. Ἰακὼβ δὲ τὸν πάντα λαὸν τῶν Ἑβραίων φησίν. ἐκ τούτου γνωρί‐ ζεται τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ τὴν καλλονὴν οὐκ ἄλλο τι τοῦ Ἰακὼβ ἀγαπήσαντος· Ἐν παντὶ γὰρ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιο‐ σύνην δεκτὸς αὐτῷ ἐστιν.

489

(n)

Ps 46,6
1 Φωνὴ δὲ ἄσημος καταπεσόντων πολεμίων ὁ ἀλαλαγμὸς ἐν ᾧ ἄνεισιν αὐτός· ἀναβαίνει δὲ ὑπεράνω τῆς νοήσεως ἡμῶν εὑρισκόμενος. ἔοικεν τὴν μεγαλοφωνίαν καὶ τὸ διάτορον τῶν δογμάτων φωνὴ σάλπιγγος ὀνομάζεσθαι· ἐπὶ γὰρ τοῦ φανεροῦ καὶ ἐν τῷ Εὐαγγελίῳ σάλπιγξ λαμβάνεται ὡς ἐν τῷ
5λέγειν Σὺ δὲ ποιῶν ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὅ ἐστιν μὴ
φανερώσῃς.349 in vol. 1

490

(n)

Ps 46,7
1 Μὴ μόνον αἰσθητῶς κατὰ τὴν σκιὰν τοῦ νόμου ἀλλὰ καὶ πνευματικῶς κατὰ τὸ εὐαγγέλιον ψάλατε. ἢ τάχα διὰ τοῦ διπλασιασμοῦ τὸ ἀδιαστάτως καὶ διηνε‐ κῶς τοῦτο ποιεῖν προστάττει. τὸν δ’ αὐτὸν διπλασιασμὸν τοῦ ψάλλειν ἐπὶ τὸν βασιλέα Χριστὸν ἀνάγειν δεῖ· ᾗ μὲν γὰρ δημιουργός, θεός, ᾗ δὲ
5προνοητικός, βασιλεύς ἐστιν. τῷ γοῦν αὐτῷ ὄντι θεῷ καὶ βασιλεῖ ψάλλειν ἀδιαστάτως δεῖ.

491

(n)

Ps 46,8b
1 Τὸν ψάλλοντα δεῖ καὶ νόησιν τῶν προφερομένων ἐν τῇ ᾠδῇ ἔχειν. οὐ γὰρ περὶ τὴν κλάσιν καὶ τὸ μέλος τῆς φωνῆς καταγίνεσθαι προηγουμένως δεῖ ἀλλὰ συνεῖναι τὰ ψαλλόμενα. τοὺς γὰρ μὴ οὕτω ψάλλοντας ἀλλὰ μόνον ἦχον ἀποτελοῦντας παραιτεῖται θεὸς λέγων Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν
5σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. ψάλλει δὲ συνετῶς ὁ πράττων κατὰ τὰ θεῖα παιδεύματα καὶ νοῶν αὐτά.

492

(n)

Ps 46,10a
1 Οἱ τῶν λαῶν ἄρχοντες οἱ ἀπόστολοι ἢ οἱ ἡγούμενοι τῶν ἐκκλησιῶν εἰσιν, συναγόμενοι μετὰ τοῦ θεοῦ Ἀβραάμ, ἵνα προσαγάγωσι τοὺς πρὸς αὐτὸν ὠφελουμένους λαούς· καὶ γὰρ αὐτῶν θεός ἐστι τεκνῶν γενομένων τοῦ Ἀβραάμ. ἐπίστησον δὲ εἰ ἄρχοντες τῶν λαῶν εἶναι δύνανται ἄγγελοι περὶ
5ὧν εἴρηται Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, οἵτινες καὶ συνάγονται μετὰ τοῦ θεοῦ Ἀβραάμ, ἐπεὶ διὰ πίστεως υἱοποιήθησαν τῷ Ἀβραὰμ
αἱ μερίδες ὧν τυγχάνουσιν ἄρχοντες.350 in vol. 1

493

(n)

Ps 46,10b
1 Κραταιοὶ τῆς γῆς οἱ ἐξ ἀνθρώπων ὀρθῶς πολιτευσάμενοι, ἐπαιρόμενοι τῷ τὰ ἄνω φρονεῖν τῷ τὰ ἄνω ζητεῖν. οὗτοι γὰρ σφόδρα ἐπαρθέντες, γνώσει θείᾳ καὶ ἀρετῇ μετεωριζόμενοι, τοῦ θεοῦ γεγένηνται· οἱ γὰρ κραταιοὶ τῆς γῆς τοῦ θεοῦ κτῆμα γεγενημένοι ἐπήρθησαν.

494

(n)

Ps 47,3a
1 Τὸ πάσης τῆς γῆς ἀγαλλίαμα εὔριζον καὶ ἀγαθὰς ῥίζας ἔχον ἐστίν, τάχα οὐχ ἕτερον ὂν τοῦ εἰπόντος Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. αὐτὸς γάρ ἐστι τὸ ἀγαλλίαμα πάσης τῆς γῆς, αἴτιος καὶ χορηγὸς τυγχάνων ἀγαλλιάσεως.

495

(n)

Ps 47,3b
1 Οὐκ οἶδ’ ὁπόθεν κινηθέντες τινὲς ᾠήθησαν ἔνθα πέπονθεν ὁ σωτὴρ σημαίνεσθαι ἐκ τῆς προκειμένης λέξεως· φασὶ γὰρ τὸν σωτῆρα ἐσταυρῶσθαι ἐν τοῖς βορείοις πλευροῖς τῆς Σιών, ἐκεῖσε τυγχάνοντος τοῦ κρανίου τόπου.

496

(n)

Ps 47,3b—4
1Ἡμεῖς δέ φαμεν, ἑπόμενοι πολλαῖς γραφαῖς, τὸν βορρᾶν οὐκ ἄλλον εἶναι ἢ
τὸν διάβολον κατὰ τὸ Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε. τούτου οὖν πλευρὰ οἱ πονηροὶ ἄνθρωποι, ὥσπερ καὶ ἄρχοντος πλευρά φασιν τοὺς δορυφόρους αὐτοῦ. οἱ πονηροὶ οὖν ἄνθρωποι οἱ δορυφοροῦντες τὸν διάβολον, πλευρὰ αὐτοῦ351 in vol. 1
5πρότερον ὄντες, εἰς τοσοῦτον μεταβάλλοντες κατ’ ἀρετὴν διέπρεψαν, ὡς μὴ ἁπλῶς τὴν Σιὼν χρηματίσαι ἀλλ’ ὄρη αὐτῆς ἀποδειχθῆναι. Παῦλος οὖν ὅτε προδότης ἦν πλευρὸν τυγχάνων τοῦ βορρᾶ, μεταβαλλόμενος ὄρος τῆς ἐκκλη‐ σίας τυγχανούσης Σιὼν ἐχρημάτισεν. καὶ ἐπεὶ ἡ γυνὴ πλευρὰ τοῦ ἀνδρὸς λέγεται, καὶ αἱ γενόμεναι ψυχαὶ σύζυγοι τῷ διαβόλῳ, πλευρὰ αὐτοῦ τυγχά‐
10νουσαι διὰ τῆς πρὸς ἐκεῖνον κοινωνίας, ὄρη τῆς Σιὼν διὰ μεταβολῆς γεγένην‐ ται, ὡς καὶ πόλιν αὐτοῦ τοῦ μεγάλου βασιλέως Χριστοῦ χρηματίσαι. Αὕτη γὰρ ἡ λέξις τοῦτο βούλεται, ὄρη λέγουσα Σιὼν τὰ πάλαι πλευρὰ τοῦ βορρᾶ ἢ τοῦ βασιλέως τοῦ μεγάλου, μέγαν πάλιν βασιλέα καθ’ ὑπεροχὴν δυνάμεως ἀλλ’ οὐ μεγέθους νοούντων ἡμῶν. ταύτης δὲ τῆς πόλεως εἶεν καὶ
15βάρεις τινὲς ὑψηλαὶ καὶ μεγάλαι οἰκεῖαι ἐν αἷς ὁ θεὸς γινώσκεται ὅταν ἀντιλαμβάνηται τῆς πόλεως. αὗται αἱ βάρεις ὁμογενεῖς εἰσιν τῇ οἰκίᾳ ἣν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν ὁ τοὺς Ἰησοῦ λόγους ἀκούσας καὶ ποιήσας.

497

(n)

Ps 47,5—8
1 Ἐν τῇ πόλει οἱ βασιλεῖς ἐληλυθότες καὶ εἰς αὐτὴν συναχθέντες, ἐπὶ τὸ αὐτὸ γεγενημένοι καταρτισθέντες τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· εἰσὶν δὲ οἱ βασιλεῖς οὗτοι οἱ κατὰ θεὸν βασιλεύσαντες, οἷος ἦν Ἀβραὰμ πρὸς ὃν εἶπόν τινες καίτοι οὐκ αἰσθητῶς βασιλεύοντα· Βασιλεὺς παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν.
5 Οὗτοι ἰδόντες τοὺς πάλαι πλευρὰ ὄντας τοῦ βορρᾶ εἰς τοσοῦτον ὕψος ἀναβάντας ὡς εἶναι τῆς Σιὼν ὄρη ἐθαύμασαν, ἐκπλαγέντες τὴν περὶ τὴν λογικὴν φύσιν γινομένην τροπήν. ὅτ’ ἂν δὲ καὶ ἐκ φαύλων σπουδαίους καὶ σοφοὺς γινομένους ἴδοι τις, θαυμάσας τὴν μεταβολὴν εἰ σκοπήσοι ὅτι ἀνά‐ παλιν ἐνδέχεται γενέσθαι τοὺς σπουδαίους καὶ σοφοὺς μεταπεσεῖν δυναμένους,
10τοῦτ’ 〈ἐννοηθεὶσ〉 καὶ τοῖς πάνυ προκόψασιν κατ’ ἀρετὴν τάραχον ἐμποιήσει καὶ κλόνον, ὡς τὸν ἐκ δέους τρόμον ἐπιλαβέσθαι αὐτῶν. τούτῳ συνῳδὸν τὸ Ἐν τόποις ἀσεβῶν στένουσιν δίκαιοι· ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. ἐν τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου εἰκὸς εἶναι ψυχὰς ἐγκύμονας ἀπὸ τοῦ νυμφίου γεγενημένας, αἳ καὶ μορφώσασαι τὰς352 in vol. 1
15παρ’ αὐτοῦ καταβεβλημένας γονὰς καιρὸν ἔχουσιν ἀποτέξεως, ὡς καὶ ὠδινῆσαι ἐπὶ τῷ μητέρας γεννημάτων γενέσθαι. δύναται δὲ τὸ τῶν ὠδίνων ὄνομα πόνους σημαίνειν τοὺς περὶ τοὺς ταραχθέντας καὶ σαλευθέντας, ὧν ἐπελάβετο τρόμος. Ἐν πνεύματι βιαίῳ συντρίψει πλοῖα Θαρσεῖς. πλοῖα τῶν ψυχῶν τὰ σώματα
20πολλαχοῦ τῆς γραφῆς λέγεται ὥσπερ καὶ ἐν τῷ Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις. ταῦτ’ οὖν τὰ σώματα φθαρτὰ καὶ μετάβλητα κατ’ οὐσίαν ὄντα ὑπὸ τοῦ θείου πνεύματος σφοδρῶς προσβάλλοντος αὐτοῖς συντρίβεται, τουτέστιν διαλύε‐ ται, ἵνα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν ἄφθαρτα ἰσχυρὰ ἐπίδοξα πνευματικὰ ἐκ φθαρτῶν ἀσθενῶν καὶ ἀτίμων καὶ ψυχικῶν γένηται. οὐχ ἁπλῶς δὲ ἀλλὰ
25Θαρσεῖς ἐστιν τὰ πλοῖα ταῦτα, μεταβαλλομένης Ἑλλάδι φωνῇ τῆς Θαρσεῖς εἰς τὸ κατασκοπὴ χαρᾶς. τότε γὰρ ἐπαινετῶς συντρίβεται τὰ σώματα ὑποπιαζόμενα καὶ νεκρούμενα, ὅτ’ ἂν κατασκοπῶσιν οἱ περικείμενοι αὐτὰ τὴν θείαν χαράν.

498

(n)

Ps 47,9a
1 Ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, πολλὰ περὶ τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ καὶ τῶν ἐν αὐτῇ πνευματικῶν ἀγαθῶν ἀκούομεν ὑπὸ λόγων προφητικῶν καὶ τῆς ἄλλης θεοπνεύστου γραφῆς. ἐὰν οὖν μετοικισθέντες ἀπὸ γῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ γενώμεθα, συμβάλλοντες τὰ ἐν αὐτῇ θεωρούμενα οἷς πάλαι
5ἀκηκόειμεν ἐροῦμεν Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν.353 in vol. 1

499

(n)

Ps 47,9cd
1 Ἔστι δὲ καὶ πόλις τοῦ θεοῦ ἡμῶν, ἐπείπερ αὐτὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. ὁ σωτὴρ δέ ἐστιν περὶ οὗ λέγεται ταῦτα· δεικνὺς γὰρ αὐτὸν ὁ πατὴρ Οὗτος ἔφη οἰκοδομήσει τὴν πόλιν μου, αὐτὸς ὢν τεχνίτης καὶ δημιουρ‐ γὸς οἷα θεὸς τῆς τοὺς θεμελίους ἐχούσης πόλεως ἣν καὶ ἐκδέχονται πάντες
5οἱ δίκαιοι.

500

(n)

Ps 47,11ab
1 Ὥσπερ τὸ ὄνομά σου θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, οὕτω καὶ ἡ αἴνεσίς σου κατὰ τὸ Τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. πέρατα τῆς γῆς τὰ τέρματα καὶ τὰς ἐσχατιὰς εἶναι ἡγητέον, ἢ τοὺς περάσαντας ἀπὸ τῆς γῆς εἰς οὐρανὸν ἐφ’ οὓς τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ αἴνεσις ἔφθασεν.

501

(n)

Ps 47,12a
1Τῆς ἐκκλησίας Σιὼν ὀνομαζομένης, ὄρος αὐτῆς ὁ κύριός ἐστιν ᾧ ὁμοιοῦνται
οἱ ἐπὶ κύριον πεποιθότες.354 in vol. 1

502

(n)

Ps 47,12bc
1 Ἰουδαία ἐξομολόγησις ἑρμηνεύεται, αἱ δὲ μετέχουσαι τῆς ἕξεως τῆς ἐξομο‐ λογητικῆς ψυχαὶ αἱ θυγατέρες εἰσὶν τῆς Ἰουδαίας. τάχα δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ὁμωνύμως τῷ τόπῳ ἐν ᾧ δέδοται Ἰουδαία ἐν ᾗ γνωσ‐ τὸς ὁ θεός ἐστιν. αἱ θυγατέρες οὖν τῆς ἑκατέρως ἀποδοθείσης Ἰουδαίας,
5προσβαλοῦσαι κατὰ τὸ ἐφικτὸν τοῖς κρίμασιν τοῦ κυρίου οὖσιν ἀληθινοῖς καὶ δεδικαιωμένοις, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται. καὶ ἐπεὶ ἀνεξερεύνητά ἐστιν τὰ κρίματα τοῦ κυρίου, ἐπὶ τοῦ παρόντος οὐκ ἀγαλλιῶνται, ἀλλὰ ἀγαλλιάσονται πρόσωπον πρὸς πρόσωπον προσβαλοῦσαι τότε τῇ ἀληθείᾳ.

503

(n)

Ps 47, 13—15
1 Τῆς ἐκκλησιαστικῆς γνώμης σκοπευτικῆς τῆς ἀληθείας τυγχανούσης καὶ διὰ τοῦτο Σιὼν καλουμένης, τῇ φρονήσει περιλαβεῖν αὐτὴν προσήκει, ἵνα περινοήσαντες τὰ τῆς ἀληθείας δόγματα ὡς ἐν κύκλῳ περιγράψωμεν αὐτὰ τῇ ἑαυτῶν νοήσει. καὶ ἐπεὶ ἡ τοῦ θεοῦ πόλις πάντοθεν ὠχύρωται διὰ τοὺς
5ἐπερχομένους πολεμίους, καὶ πύργους ἐγκατεσκευασμένους ἔχει ἀφ’ ὧν ἔστιν κατασκοπῆσαι τοὺς ἐπερχομένους ἐχθρούς. καὶ ἐπεὶ οἱ ἐχθροὶ τῆς πόλεως πολεμοῦσιν λοιπόν, ἀνάγκη καὶ τοὺς ἐν τοῖς πύργοις ὄντας αὐτῆς διηγεῖσθαι. συνᾴδει καὶ τὸ Ἐπὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτὸς οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι κυρίου· ταύτῃ καὶ Ἡ
10σοφία ἐπ’ ἄκρων τειχέων κηρύττεται. Θέσθε τοίνυν τὴν καρδίαν ὑμῶν, τουτέστιν τὸν νοῦν, ἐπιστημονικῶς ἐπιστά‐
νοντες εἰς τὴν δύναμιν τῆς Σιών (αὕτη δ’ ἐστὶν ἡ ἐκκλησιαστικὴ διδασκαλία), καὶ καταδιέλεσθε διαιρετικῶς ἑκάστοις ἐπιστάνοντες. ὡς γὰρ ἔστιν λογικῶς διελεῖν τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ τὰ γένη εἰς εἴδη, οὕτω καὶ τὴν355 in vol. 1
15δύναμιν τῆς Σιὼν καταδιελεῖν εἰς τὰς βάρεις αὐτῆς δυνατόν· βάρεις δὲ αὐτῆς αἱ καθ’ ἕκαστον θεωρίαι ἐν αἷς οἰκεῖ τὰ τῆς εὐσεβείας δόγματα. Τοῦτο δὲ πράξατε, Ὅπως διηγήσησθε εἰς γενεὰν ἑτέραν ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν. ἐπεὶ ἡ προτέρα γενεὰ ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα πονηρὰ καὶ μοιχαλὶς καὶ σκολιὰ καὶ διεστραμμένη ἐξ ἰδίας
20αἱρέσεως ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, ἥτις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν, ᾗπερ καὶ διηγήσησθε Ὅτι οὗτος ὁ θεός ἐστιν ὁ τὰ προειρημένα παράδοξα ποιήσας ἀποβαλὼν τὴν προτέραν γενεὰν καὶ ἄλλην καὶ ἄλλους καλέσας. οὗτος δὲ ὁ θεὸς περὶ οὗ ἡ προκειμένη θεολογία
25ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει Εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας κατὰ τὸ εἰρημένον Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος.

504

(n)

Ps 48,2a
1 Εὐτρεπίσατε δὲ τὴν ἀκοήν, οὐ τὴν κοινὴν πρὸς τὰ ἄλλα ζῷα ἀλλὰ τὴν τοῦ ἔσω ἀνθρώπου καθ’ ἣν συνίεμεν τῶν ἀκουομένων, καθά φησιν ὁ σωτήρ·
Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.356 in vol. 1

505

(n)

Ps 48,3a
1 Ἐπεὶ ἐν τοῖς καλουμένοις ἔθνεσιν εἰς ἀκρόασιν οἱ μέν εἰσιν γεώδεις ὅλοι τῆς ὕλης καὶ τοῦ γηΐνου φρονήματος, γεγενημένοι δὲ υἱοὶ ἀνθρώπων κατ’ ἐπιστήμην καὶ παίδευσίν εἰσιν ὅσοι μαθήμασιν καὶ λόγοις ἐξητασμένοις ἐπανέχουσιν, καλεῖ δὲ οὐ μόνον τοὺς ἀγελαίους καὶ βοσκηματώδεις ἀλλὰ
5καὶ τοὺς συνετοὺς λέγων Ἀκούσατε ταῦτα οἱ ἐν τοῖς ἔθνεσιν γηγενεῖς καὶ ἀνθρώπων υἱοί. ὀφειλέται γὰρ οἱ διδάσκαλοι οὐ μόνον σοφῶν ἀλλὰ καὶ ἀνοήτων εἰσίν.

506

(n)

Ps 48,4
1 Προφέρω ἐκ στόματος τὴν σοφίαν, πρότερον μελετήσας ἐν καρδίᾳ σύνεσιν. τότε γὰρ ἀλήπτως δυνήσεταί τις σοφὸν προσενέγκασθαι λόγον, ὅταν συγγεγυμνασμένην κατὰ σύνεσιν ἔχῃ τὴν διάνοιαν.

507

(n)

Ps 48,5b
1 Ὁ μαθὼν τὰ θεῖα καὶ καλῶς αὐτὰ παραδοῦναι δυνήσεται. διὸ καὶ μετὰ τὸ κλῖναι εἰς παραβολὴν τὸ οὖς αὐτοῦ ἀνοίγειν ὑπισχνεῖται, τουτέστιν σαφηνί‐ ζειν ἐν ψαλτηρίῳ τὸ πρόβλημα ἑαυτοῦ· ὃ γὰρ προέβαλεν ἑαυτῷ, μεμουσωμέ‐ νως καὶ εὐρύθμως κατὰ θεωρίαν ἀπαγγέλλων ἀνοίγει ἐν ψαλτηρίῳ τὸ
5πρόβλημα ἑαυτοῦ. μεμούσωται δὲ ὁ λόγος τοῦ τὰ ἀληθῆ ὡς δεῖ προφέροντος. τάχα δὲ καὶ ὁ τοὺς θείους λόγους προβλήματα τυγχάνοντας ἔργοις ἐπιδεικνύων ἐν ψαλτηρίῳ συγκειμένῳ ἐξ αἰσθήσεως καὶ δυνάμεως ἀνοίγει ἕκαστον τῶν
προβλημάτων.357 in vol. 1

508

(n)

Ps 48,6b.8
1 Εἰ ἄρα κυκλώσει με τῆς πτέρνης μου ἀνομία, οὐκ ἄλλη οὖσα τῆς πατροπα‐ ραδότου ἧς ὁ ὄφις ἐνῆκεν τῇ πτέρνῃ τοῦ Ἀδάμ. Πάντες οἱ γεννητοὶ ὁμογενεῖς καὶ ἀδελφοί, οὐδεὶς δὲ τὸν ἑαυτοῦ ἀδελφὸν ἁμαρτῶντα λυτρώσασθαι δύναται. μόνος γὰρ ὁ ἄνθρωπος ἐκεῖνος λυτρώσεται
5περὶ οὗ εἴρηται Ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, ὃς καὶ περὶ ἑαυτοῦ φησιν Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. οὗτος δὲ ὁ ἄνθρωπος, ἐπεὶ οὐκ ἔγνω ἁμαρτίαν οὐδὲ ἐποίησεν ἁμαρτίαν, οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ τὸ ὑπὲρ τῶν ἁμαρτανόντων διδόμενον, ἀλλ’ οὐδὲ τιμὴν ὀρέξει λυτρώσεως αὐτοῦ τῆς ψυχῆς· κοπιάσας δὲ
10κατ’ ἀρετὴν ζήσεται εἰς τέλος, οὐδεπώποτε ἔτι τεθνηξόμενος. Δύναται δὲ καὶ περὶ τοῦ λυτρουμένου λέγεσθαι τὸ Οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ. οὐ γὰρ ἕκαστος περὶ ἑαυτοῦ οἷός τέ ἐστιν ἐξίλασμα δοῦναι, Χριστοῦ πάντας ἱλασκομένου ἐν τῷ ἰδίῳ αἵματι, ἀλλ’ οὐδὲ δοῦναί τις τιμὴν ἱκανὸς τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, δόντος Χριστοῦ ὑπὲρ πάντων λύτρον
15τὴν ψυχὴν αὐτοῦ. εἰ καὶ οὐ δώσει δὲ ἐξίλασμα οὐδὲ τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, ἀλλά γε μετὰ τὸ ἀπολυτρωθῆναι ἐντολὰς δέχεται, ἵνα κατ’ αὐτὰς κοπιάσας ζῆσαι εἰς τέλος δυνηθῇ ἐσχηκὼς τὴν αἰώνιον ζωήν.

509

(n)

Ps 48,10b
1 Ὁ λυθρωθεὶς ὑπὸ Χριστοῦ οὕτω βεβαίως ἕξει τὴν σωτηρίαν ὡς μὴ εὔσεισ‐ τος καὶ εὐκίνητος εἶναι, εἴπερ ἄρα καὶ τοὺς νομιζομένους σοφοὺς ὁρᾷ ἀποθνῄσ‐ κοντας, ἐπεὶ οὐδὲ σκανδαλίζεται ὥστε διαφθορὰν ἰδεῖν. τὸ γὰρ σκανδαλίζεσθαι
ἐπὶ τῷ ὁρᾶν οὐκ ἐπὶ τοῦτον θετέον ἀλλ’ ἐπὶ τοὺς νομιζομένους σοφούς.358 in vol. 1

510

(n)

Ps 48,11.12ab
1 Ἄνουν οὐ τὸν πάντῃ ἐκτετμημένον ἀλλὰ τὸν κακόνουν καὶ κακόφρονά φησιν· καὶ γὰρ τὸν κακοπρόσωπον ἀπρόσωπον καὶ τὸν κακότεχνον ἄτεχνον λέγειν εἰώθαμεν. οὕτως οὖν ὁ κακόνους καὶ κακόφρων ἅμα τιμωρίαν ὑφέξουσιν· αὕτη γὰρ αὐτῶν ἡ ἀπώλεια, δι’ ἣν τὸν πλοῦτον αὐτῶν ὃν κακῶς
5ἐθησαύρισαν καταλείψουσιν ἀλλοτρίοις· οὐδεὶς γὰρ ἴδιος τοῦ ταῦτα λέγοντος κληρονόμος πλουσίου ἄφρονος καὶ ἄνου. οὗτος ὁ ἄφρων καὶ ἄνους ἀγνοήσαντες ἑαυτοὺς τίνες εἰσὶν ἔδοξαν ὅτι κατὰ τὰ ἄλογα ζῷα οὐκ ἐπιδιαμένει αὐτῶν ἡ ψυχή. φασὶν γάρ· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. οὗτοι τοὺς τάφους ἐν οἷς εἰσιν ἐντετυμβευμένοι οἴονται οἰκίας αὐτῶν εἶναι εἰς τὸν αἰῶνα,
10ἀνάστασιν νεκρῶν οὐ προσδοκῶντες· ἀλλὰ καὶ σκηνώματα αὐτῶν ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ οἴονται εἶναι τὰ μνήματα, ἐν μόνῃ ταύτῃ τῇ ζωῇ ἐλεεινῶς ἠλπικότες. τάχα δὲ καὶ μηδὲν ζωτικὸν ἐνεργοῦντες ἀλλὰ νενεκρω‐ μένοι δι’ ὧν ἁμαρτάνουσιν ἐν τάφῳ καταβαλλόμενοι οἴονται τὸν τάφον οἰκίαν αἰώνιον.

511

(n)

Ps 48,12c
1 Οὗτοι δὲ καὶ ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. τῶν μὲν γὰρ ἀποστόλων τὰ ὀνόματα δι’ ὧν πράττουσιν ἢ φρονοῦσιν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς, οἱ δὲ περὶ ὧν ὁ λόγος τὰς ἰδίας προσηγορίας ἐπὶ τῶν ἰδίων γαιῶν ἐπεκαλέσαντο δι’ ὧν πράττουσι τῇ γῇ ἐμπολιτογραφούμενοι· ἀφεστη‐
5κότες γὰρ ἐπὶ τῆς γῆς γραφήσονται.359 in vol. 1

512

(n)

Ps 48,13
1 Ἄνθρωπος κατ’ εἰκόνα καὶ ὁμοίωσιν γέγονεν θεοῦ, καὶ λογικὸς ἀποδειχθεὶς τιμὴν ἔχει μεγίστην. ταύτην δὲ μὴ συνιεῖς, ἀλλὰ πράττων σὺν ἀλογίᾳ κτήνεσιν ἀνοήτοις παραβάλλεται, ἵππος θηλυμανὴς γεγονὼς καὶ τῶν ἀλόγων ζῴων τῶν ἄλλων τὰς ὁρμὰς μιμησάμενος. ὡμοιώθη οὖν κτήνεσιν ἀνοήτοις, ἐλπίδα
5ἔχων εἰ βουληθείη ὁμοιωθῆναι θεῷ.

513

(n)

Ps 48,15b
1 Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων καὶ δέκα οἱ εὐθεῖς ἐν τῷ μέλλοντι αἰῶνι. καὶ ὁ Σολομῶν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησιν· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.

514

(n)

Ps 48,16
1 Εἰ καὶ τὰ προειρημένα τοῖς πλείστοις τῶν ἀνθρώπων συμβέβηκεν, ἀλλά γε τὴν ἐμὴν ψυχὴν λήψεται ὁ θεὸς ἐκ τοῦ ᾅδου ἤδη κρατοῦντος αὐτὴν καὶ καταπίειν θέλοντος. καὶ ἐπεὶ ἐν ᾅδῃ κατὰ τὴν κατάστασιν ὁ ἁμαρτάνων ἐστίν, ὁ ἄφεσιν τῶν κρατούντων αὐτὸν ἁμαρτημάτων ἔχων εὐχαριστεῖ τῷ
5θεῷ λαβόντι τὴν ψυχὴν αὐτοῦ ἀπ’ αὐτῆς τῆς χειρὸς τοῦ ᾅδου.360 in vol. 1

515

(n)

Ps 48,19
1 Ὁ προκείμενος πλούσιος οὐκ εἰδὼς ἄλλην ζωὴν ἐν τῇ ζωῇ αὐτοῦ, ταύτῃ εὐλογεῖσθαι τὴν ψυχὴν αὐτοῦ νομίζει· καὶ τότε μόνον ἐξομολογεῖται, ὅταν ἀγαθύνῃς αὐτῷ διὰ δόσεως τῶν ἐπιθυμιῶν τῶν ὑλικῶν.

516

(n)

Ps 48,20
1 Πατέρας εἶχεν ἔργοις φαύλοις καὶ χειρίστῳ φρονήματι γεννήσαντας αὐτόν. ὡσαύτως δὲ αὐτοῖς δρῶν ἐμιμήσατο τοὺς γεννήτορας καὶ ἕως τῆς γενεᾶς τῶν πατέρων ἐξομοιούμενος αὐτοῖς εἰς τὸν αὐτὸν ἐκείνοις τῆς ἀγνοίας τοῦ καλοῦ βυθὸν εἰσελεύσεται. οὗτος γὰρ τὴν παροῦσαν μόνην ζωὴν ἀποδεξάμε‐
5νος οὐκ ἔσπευσε τὸ φῶς θεωρῆσαι· διὸ καὶ ἕως αἰῶνος εἴρηται μὴ προσπελά‐ ζειν αὐτῷ· τάχα γὰρ ἐν ἐξωτέρῳ σκότῳ καταδικασθεὶς οὐκ ἐπιτραπήσεται τὸ αἰώνιον φῶς ἔτι θεάσασθαι.

517

(n)

Ps 49,1b
1 Θεούς φησιν οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ἀλλὰ τοὺς μετέχοντας ἀνθρώπους 〈τῶν〉 τοῦ θεοῦ λόγων· ἐκείνους γὰρ θεοὺς εἶπε πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. τούτων τῶν θεῶν θεὸς ὁ κύριός ἐστιν ὡς καὶ βασιλευόντων βασιλεύς.

518

(n)

Ps 49,1c
1 Καὶ πάλιν τοῖς ἀπὸ ἀνατολῶν ἡλίου, φησίν, καὶ μέχρι δυσμῶν ἐπέλαμψεν γνῶναι ὅτι Ἐκ τῆς Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ γεγένηται. ἐδείχθη γὰρ ἐκ σπέρματος Δαυὶδ ἔχων τὸ κατὰ σάρκα.361 in vol. 1

519

(n)

Ps 49,2.3a
1 Αὐτὸς ὁ τῶν θεῶν θεὸς ὁ πᾶσαν τὴν γῆν ἐπὶ τὸ μετασχεῖν αὐτοῦ καλέσας οὐ κρύβδην οὐδὲ λεληθότως ἀλλ’ Ἐμφανῶς ἥξει κατὰ τὴν δευτέραν ἐν δόξῃ μετ’ ἀγγέλων αὐτοῦ παρουσίαν· καὶ Οὐ παρασιωπήσεται, ἑκάστῳ κατὰ τὰ ἔργα καὶ τὴν πρᾶξιν τὴν κρίσιν ποιῶν. σημειωτέον δὲ ὅτι καὶ ἐν τῷ παρόντι
5ῥητῷ ἀμφοτέρας τὰς Χριστοῦ παρουσίας δηλοῖ, τὴν μὲν πρώτην διὰ τοῦ Ἐκ Σιὼν ἡ εὐπρέπεια, τὴν δὲ δευτέραν διὰ τοῦ Ὁ θεὸς ἐμφανῶς ἥξει.

520

(n)

Ps 49,4
1 Ἐπεὶ ἡ δόσις τοῦ νόμου ἐπὶ μάρτυσιν οὐρανῷ καὶ γῇ δέδοται, ὡς ἐν Δευτερονομίῳ γέγραπται, ἀνάγκη τὸν λαὸν διακρινόμενον ἐπὶ μάρτυσιν ἐφ’ ὧν τὸν νόμον ἔλαβεν ἐξετασθῆναι παραβεβηκότα τοὺς θείους νόμους. προσκαλεῖται οὖν τὸν οὐρανὸν ἄνω, τουτέστι τὰς θείας δυνάμεις, καὶ τὴν γῆν,
5λέγω δὴ τοὺς ἐνοικοῦντας ἐπ’ αὐτῇ, ἐπὶ τῷ διελεγχθῆναι τοὺς ἐπ’ αὐτῶν υἱοποιηθέντας· Ἄκουε γάρ, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ἐκκηρυττομένων τῶν
τεκνῶν τοῦ θεοῦ· ἐφ’ ὑμῖν γὰρ τὸν νόμον λαβόντες οὐκ ἐφύλαξαν.362 in vol. 1

521

(n)

Ps 49,5
1 Ἀγγέλοις τάχα προστάττει ἢ ἀνδράσιν ἱεροῖς, ὅπως τοὺς ὁσίους αὐτοῦ συναγάγωσιν ἐπὶ τὸ διαθέσθαι καὶ συνθέσθαι τὴν διαθήκην αὐτοῦ τοῦ θεοῦ ἐπὶ θυσίαις πνευματικαῖς· θυσίας δὲ τὴν τῆς αἰνέσεως καὶ εἴ τις ἄλλη παραπλήσια. τὰς οὖν θυσίας ἐφ’ ἃς ἡ πνευματικὴ διαθήκη ἀποδεχόμενος
5συναχθῆναι αὐτῷ τοὺς ὁσίους αὐτοῦ προστάττει, ἵνα τὰ προειρημένα ἐπιτελέ‐ σωσιν.

522

(n)

Ps 49,6a
1 Δικαιοσύνην προσονομαζόμενον ἀναγγελοῦσιν οἱ οὐρανοί, ἄνδρες ὄντες ἱεροὶ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου.

523

(n)

Ps 49,8
1 Ἐλέγχει θεὸς οὐκ ἐπ’ αὐτὰ τοῖς προσαγομένοις ἀλλ’ ἐπὶ τῇ διαθέσει καθ’ ἣν προσάγεται ταῦτα· καὶ τὸν Κάϊν γοῦν ἐπὶ τῷ μὴ ὀρθῶς διῃρηκέναι ἃ ἔδει προσάγειν ἤλεγξεν. κἂν πνευματικὴν οὖν θυσίαν προσφέρῃ τις ὡς ὁλοκαυτώ‐ ματα διὰ παντελοῦς τὸ σῶμα ἑαυτοῦ, ὀρθῇ γνώμῃ τοῦτο ποιείτω· οὐ γὰρ
5ἐπὶ τοῖς πραττομένοις ἐπαινετοῖς οὖσιν ἀλλ’ ἐπὶ τῇ γνώμῃ οὐκ ὀρθῶς ἐπι‐
τελούσῃ ἐλέγχεταί τις.363 in vol. 1

524

(n)

Ps 49,9—11a
1 Ἐπεὶ οἱ ἐν τῷ οἴκῳ σου, τροπικῶς λεγόμενοι μόσχοι, πολέμιοι τῷ σωτῆρι ὤφθησαν περὶ ὧν καὶ λέγεται Ἐκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με, τούτου χάριν οὐ δέξομαι αὐτοὺς οὐδὲ τοὺς συγκαταλεγομένους αὐτοῖς χιμάρους. καὶ οὗτοι γὰρ ὑπὲρ ἁμαρτίας προσάγοντες ἑαυτοὺς οὐδὲν
5ἧττον ἁμαρτάνουσιν. γίνωσκε γὰρ ὅτι οἱ ποτὲ θῆρες τοῦ δρυμοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν ἐξηγριωμένοι ἄνθρωποι, τῇ θείᾳ διδασκαλίᾳ τιθασσευόμενοι ἐμοὶ γεγένηνται τὸ πρότερον ἀκαρπίᾳ συνόντες· ταύτης γὰρ σύμβολον ὁ δρυμός. ἀλλὰ καὶ τὰ κτήνη οἱονεὶ πρόβατα Χριστοῦ καὶ οἱ βόες οἱ ὑπεραναβάντες σου τὸν οἶκον, τουτέστιν τὴν τοῦ νόμου σκιὰν ἐν τοῖς δόγμασι τοῦ εὐαγγελίου
10(διὰ τὸ ὕψος ὄρεσιν οὖσι) διατρίβοντες κτῆμα ἡμέτερόν εἰσιν. Παῦλος οὖν βοῦς ὢν τῶν ἐπὶ τὰ ὄρη τὸν περὶ βοὸς ἐκθέμενος νόμον ἐπήγαγεν τὸ Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως περὶ ἡμῶν λέγει; ἀλλὰ καὶ αἱ ὑψιπέτεις γενόμεναι ψυχαί, ἑπτερωμέναι νοήσεσι καὶ ἐνεργείαις ὀρθαῖς, πετεινὰ οὐρανοῦ χρηματίζουσιν ἃ ἔγνωκα ἐγώ· γινώσκων γάρ εἰμι τοὺς
15ὄντας ἐμούς.

525

(n)

Ps 49,11b
1 Ἡ δεξαμένη ἀγαθὴ γῆ, τουτέστι καρδία ὀρθή, τὸν ὑπὸ Ἰησοῦ βαλλόμενον σπόρον καὶ καρποφορήσασα ἑκατὸν ἑξήκοντα τριάκοντα τὸν πλήρη καὶ ὥριμον καρπὸν ἔχουσα ὡραιότης ἐστὶν ἀγροῦ, οὐ μακρὰν οὖσα τοῦ σπορέως·
αὐτὸς γάρ φησιν Ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν.364 in vol. 1

526

(n)

Ps 49,12
1 Πεινᾷ ὁ σωτὴρ τήν τινων σωτηρίαν, ὥσπερ ἀμέλει περὶ τῆς σωτηρίας τῆς Σαμαρείτιδος πρὸς τοὺς μαθητάς φησιν Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε, καὶ Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαν‐ τός με. ἐπεὶ οὖν οἱ ἐκ περιτομῆς ἐρχόμενοι τῆς σκιᾶς ὡς πεινῶντι αὐτῷ
5προσάγουσι τὰς αἰσθητὰς λατρείας, φησὶν Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἔχω γὰρ κτῆμά μου γεγενημένην τὴν ἔνδοξον ἐκκλησίαν οἰκουμένην χρημα‐ τίζουσαν καὶ τὸ πλήρωμα αὐτῆς. πλήρωμα δ’ αὐτῆς τὸ εὐαγγέλιον οὗ τύπος ἡ σκιά. τρεφόμενος οὖν τὸ πλήρωμα τῶν ἐθνῶν, οὐκ ἀπαιτήσω σε κατὰ σκιὰν τροφήν· εἰ δὲ θέλεις με τῷ ὄντι θεραπεύειν θεόν σου τυγχάνοντα,
10θῦσόν μοι θυσίαν αἰνέσεως αἰνῶν καὶ θεολογῶν· ταύτας γὰρ δέχομαι τὰς προσφοράς· Ἔλεον γὰρ θέλω ἢ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα.

527

(n)

Ps 49,14
1 Ὁ αὐτός ἐστι θεός τε καὶ ὕψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. αἰνέσεως δὲ λέγει θυσίαν τοὺς δικαίους πρέποντας ὕμνους, εὐχὰς δὲ τὰς ὑποσχέσεις· οὕτω γὰρ καὶ ἐν τῷ πρώτῳ καὶ εἰκοστῷ λέγει ψαλμῷ Τὰς εὐχάς μου ἀπο‐
δώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.365 in vol. 1

528

(n)

Ps 49,16
1 Ἐπεὶ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, τῷ ἁμαρτάνοντι ἐπι‐ πλήττει ὁ θεὸς φάσκων Ἵνα τί διηγῇ τὰ δικαιώματά μου ἃ ἐπιτελεῖν οὐ θέλεις, ἀλλὰ καὶ Ἵνα τί ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος; ἔδει γὰρ ἐν καρδίᾳ σου αὐτὴν δεξάμενον καὶ τυπώσαντά σου κατ’ αὐτὴν τὰς
5νοήσεις οὕτω προφέρειν τοὺς λόγους τῆς διαθήκης μου. τούτῳ συνᾴδει τὸ Ὁ κηρύττων μὴ κλέπτειν κλέπτεις; καὶ τὰ ἑξῆς.

529

(n)

Ps 49,18—21
1 Πρὸς δὲ διάνοιαν νοήσεις καὶ οὕτως· εἴ ποτε ἐθεώρεις ἑτεροδόξῳ γνώμῃ κλέπτοντα τὸ βούλημα τῆς ἀληθείας, συναινῶν συνέτρεχες αὐτῷ, ἀλλὰ καὶ τοὺς μοιχεύειν πειρωμένους τὴν Χριστοῦ νύμφην τῷ περισπᾶν εἰς αὐτοὺς τὰς ἐκκλησιαστικὰς ψυχὰς ὁμογνωμονῶν αὐτοῖς ἢ μὴ ἐκτρεπόμενος αὐτοὺς μετὰ
5τῶν μοιχῶν ὄντων τὴν μερίδα σου ἐτίθεις, ἁρμόζειν ἐρεῖς τὴν λέξιν ταύτην τοῖς ἐπαγγελλομένοις μὲν ἐκκλησιαστικοῖς εἶναι, εἰς κοινωνίαν δὲ ἐρχομένοις μὴ ἐκκλησιαστικοῖς ἀνδράσιν. Τὸ στόμα σου ἐπλεόνασεν κακίαν. ὁ ἀγνοῶν τὸ ἀγαθόν, πράττων δὲ τὸ κακὸν ἧττον ἁμαρτάνει· ὁ δὲ μετὰ τὸ γνῶναι τὸ ἀγαθὸν ἁμαρτάνων ἐπι‐
10τεινομένην ἔχει κακίαν· διὸ καὶ ὁ ἐγνωκὼς δοῦλος τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς. δύναται δὲ καὶ οὕτως· ἐπεὶ διὰ στόματος ἀναλαβὼν τὴν τοῦ θεοῦ διαθήκην τὴν καρδίαν πλήρης εἶχεν ἁμαρτίας, ἐκ τοῦ περισσεύματος τῆς καρδίας φαύλου ὄντος ἐν τῷ στόματι πλεοναζομένην εἶχεν κακίαν, ὡς καὶ τὴν γλῶσσαν αὐτοῦ δι’ ὧν σοφίζεται
15περιπλέκειν δολιότητας τοὺς αἱρετικοὺς λόγους ὄντας σοφίσματα. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. ὡς πρὸς τὸ ῥητὸν ἀδελφὸς εἶναι δύναται ὁμογνήσιος καὶ ὁμοπάτριος, υἱὸς δὲ μητρὸς ὁ ὁμογάστριος κἂν ἐξ ἄλλου εἴη πατρός. ὁ οὖν οὕτω πρὸς ἀδελφοὺς διακείμενος τίνα ἄλλον ἀγαπῆσαι δυνή‐366 in vol. 1
20σεται; πρὸς δὲ διάνοιαν· ἐπεὶ πρὸς Ἰουδαῖον ὁ λόγος ἐστὶν αἰσθητῶς ὁλοκαυτώματα τῷ θεῷ προσάγοντα καὶ θυσίας, πρὸς τοῦτον ῥητέον ἐκ προσώ‐ που τοῦ θεοῦ λέγεσθαι Καθήμενος, ὦ οὗτε, περὶ τὸ γράμμα τοῦ νόμου κατα‐ λαλεῖς τοῦ ἀδελφοῦ σου τοῦ κατὰ τὸ πνεῦμα τοῦ νόμου φρονοῦντος καὶ πολιτευομένου· ἴσθι δὲ ὅτι καὶ υἱὸς μητρός σού ἐστιν οὗτος· ἀπὸ γὰρ τῆς
25αὐτῆς προθέσεως ἐκυήθη τὸ πνεῦμα καὶ τὸ γράμμα τοῦ νόμου. σκανδαλίζεις δὲ τὸν τῆς μητρὸς υἱὸν πρόσκομμα καὶ σκάνδαλον τιθεὶς τὴν κατὰ σκιὰν καὶ σαρκίνην περιτομὴν πολιτείαν. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. σιγὴ θεοῦ λέγεται ἡ πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμία· ὅτ’ ἂν γὰρ παρ’ αὐτὰ τιμωρῆται, οὐ σιωπᾷ ἀποφαινόμενος κατ’
30αὐτῶν ἃ δεῖ αὐτοὺς παθεῖν. Τοῦτον τὸν νοῦν ἔχει καὶ τὸ Ἐσιώπησα ἀπ’ αἰῶνος, μὴ καὶ ἀεὶ σιωπή‐ σομαι καὶ ἀνέξομαι, λέγει κύριος. πρὸς τὸν ἐλεγχόμενον οὖν φησιν· Ταῦτα ἐποίησας ἃ προλέλεκται ἁμαρτήματα, καὶ ἐσίγησα, διὰ τῆς σιωπῆς καὶ τῆς μακροθυμίας μακρόθεν τόπον διδοὺς μετανοίας· ὠφεληθῆναι δέον ἐκ τῆς
35τοιαύτης σιωπῆς, ἐκ τοῦ ἐναντίου ὑπέλαβες πρὸς οἷς εἶχες κακοῖς ἀνομίαν, καθ’ ἣν νομίζεις με ὅμοιόν σοι τυγχάνειν· ἔδοξάς με γὰρ χαίροντα οἷς πράττεις μὴ ἐπεξέρχεσθαι κατὰ σοῦ.

530

(n)

Ps 49,22
1 Οἱ λήθην θεοῦ διὰ ῥαθυμίας ἀναλαβόντες, σύνεσιν λάβετε τῶν εἰρημένων ἐπιστάνοντες ὅτι κἂν μακροθυμῶ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐ χαίρω οὐδ’ ὡς πονηρὸς ποιῶ τοῦτο ἀλλ’ ἀγαθότητι καὶ συμφύτῳ χρηστότητι ἀφορμὴν μετα‐ γνώσεως διὰ τοῦ ὑπερτίθεσθαι τὴν τιμωρίαν ὀρέγων. εἰ γὰρ μὴ θελήσετε
5συνιέναι, ἁρπάζει ὁ ἄνομος ἢ ἡ ἀνομία, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος· ῥύσεται γὰρ ὁ θεὸς τοὺς συνόντας οἳ κακῶν εἰσιν καὶ μετανενοηκότας. ἀμέλει οἱ ἐξομολο‐ γούμενοι ἐπὶ παυσαμένοις καὶ οὐκέτ’ ἐνεργουμένοις ἐξομολογοῦνται λέγοντες· Ἠνομήσαμεν ἠδικήσαμεν ἠσεβήσαμεν. οὐ γὰρ οἷόν τ’ ἔτι ἐνεργοῦντα ταῦτα ἐξομολογεῖσθαι.367 in vol. 1

531

(n)

Ps 49,23
1 Τουτέστιν ἡ τῆς αἰνέσεως ὑμνοῦσα καὶ θεολογοῦσα δοξάζει αὐτόν· ἡ γὰρ αἰσθητὴ μᾶλλον ἀτιμάζει, ἐπιδεῆ καὶ χρῄζοντα κνίσης εἰσάγουσα τὸν θεόν. Οὐκ ἐνταῦθα ἐν τῇ αἰσθητῇ λατρείᾳ ἀλλ’ ἐκεῖ τῇ ἀληθείᾳ τυγχανούσῃ αἰνέσεως ἡ ὁδός ἐστιν ἣν δείκνυσιν φωτίζων ὁ θεὸς τὸ σωτήριον ἑαυτοῦ τὸν
5μονογενῆ υἱὸν σωτῆρα ὄντα ἢ αὐτὴν τὴν σωτηρίαν· τὸ γὰρ τοῦ θεοῦ σωτήριον ὁτὲ μὲν τὴν σωτηρίαν, ὁτὲ δὲ τὸν σωτῆρα Χριστὸν σημαίνει.

532

(n)

Ps 50,1.2
1 Ἀλλ’ ὅρα μὴ ἐκ τούτου ἀφορμὴ γένηται κατεπιβῆναι τοῦ Δαυίδ· δικαιώ‐ σαντος γὰρ τοῦ θεοῦ οὐδείς ἐστιν ὁ κατακρίνων. εὐλαβὴς δὲ περὶ τὸν ἄνδρα γενήσει ἐπιστήσας ὡς πολυχρόνιος ὢν ὁ ἀνὴρ καὶ τὰ πλεῖστα τῶν ἐτῶν ἐν δυναστείαις καὶ βασιλείᾳ διατελέσας τοῦτο μόνον τὸ ἁμάρτημα εἰσάγεται
5πεποιηκὼς καὶ πρὸς τοῦτο τὸ μεμετρηκέναι τὸν λαὸν παρὰ τὸ βούλημα θεοῦ ἀλλ’ ὥστε οὐδ’ ἐπίμονον τὴν ἁμαρτίαν ἔσχεν. βασιλεὺς γὰρ ὢν τοσοῦτος καὶ τηλι‐ κοῦτος ἐλεγχθεὶς ἐφ’ ᾧ ἥμαρτεν παρὰ ἀνδρὸς ἰδιώτου οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐκάκισεν ἑαυτόν, ὡς τὸν ἐλέγχοντα προφήτην εἰπεῖν· Καὶ κύριος παρήγαγεν τὴν ἁμαρτίαν σου. τὸ γὰρ φάναι Καὶ κύριος ἔδειξεν ὅτι καὶ αὐτὸς
10ὁ Δαυὶδ σφοδροτάτῃ μετανοίᾳ παραγαγὼν ἦν τὴν ἁμαρτίαν. ἐροῦμεν οὖν ὅτι οἱ ἄλλοι ἄνθρωποι καταπίπτουσιν ἁμαρτάνοντες, οἱ δὲ ἅγιοι τρέχοντες τὸν τῆς σωτηρίας δρόμον, εἴ ποτε ὡς ἄνθρωποι ἀπροσεκτήσαντες προσ‐ κόψοιεν, οὐ καταπίπτουσιν ἀλλ’ ἐπιμένουσι τῷ δρόμῳ, ὡς ἀδιαστάτου μεί‐
ναντος τοῦ δρόμου μὴ δεδόκειν αὐτοὺς προσκεκοφέναι· καὶ δι’ ἄλλα δὲ368 in vol. 1
15πολλὰ λυσιτελῆ ἀνεγράφησαν τὰ τῶν ἁγίων ἁμαρτήματα ὧν ἓν τοῦτο· ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἀρετὴν εἶχον ἐπὶ μίμησιν τούτων καλούμενοι, ὀκνοῦντες ἐπροφασίσαντο ἂν θείαν μοῖραν εἶναι καὶ ἁμαρτίας ἀνεπίδεκτον τοὺς ἁγίους, αὐτοὺς δὲ μὴ ὄντας τοιούτους, ἀδυνάτως εἶχον μιμήσασθαι τοὺς τηλικούτους ἁγίους· ὅθεν ἐνδέδωκεν ἡ πρόνοια πρόφασιν ἁμαρτίας περὶ αὐτοὺς γεγενῆ‐
20σθαι, ἵν’ ὥσπερ ἀρετῆς οὕτως καὶ μετανοίας διδάσκαλοι ὦσιν τῶν παιδευόν‐ των τότε ἀνυόντων, ὅτ’ ἂν πράξαντες ὦσιν. τάχα δὲ καὶ οὗτοι οἱ τηλικοῦτοι εἰς ἄκρον ἀρετῆς φθάσαντες ἔδοξαν ἰδίᾳ δυνάμει ἀλλὰ μὴ θεοῦ συνερ‐ γείᾳ ἐπὶ τοῦτ’ ἐληλυθέναι· ἵν’ οὖν μὴ εἰς οἴησιν πέσωσιν, παρεῖδεν ὀλίγον ἡ θεία χάρις, ἵν’ ὀλισθήσαντες ζητήσωσιν τὸν ἀρωγὸν τῆς ἑαυτῶν ἀσθενείας
25ἐν συναισθήσει γεγενημένοι.

533

(n)

Ps 50,1.2
1 Πεντηκοστὸς δὲ οὗτος ψαλμὸς ἀναγέγραπται οὐ ματαίως. ἔχει γὰρ ἁρμο‐ νίαν πρὸς ἔλεον καὶ ἄφεσιν ὁ ἀριθμός, ἐπεὶ, εἰ τὸ ἀκόλουθον τῆς ἱστορίας ἐτήρει τὸ συγγραφικὸν πνεῦμα, προέτασσεν τούτου τὸν πεντηκοστὸν πρῶτον καὶ πεντηκοστὸν καὶ τοὺς ἐφ’ ἑξῆς. ὁ γὰρ πεντηκοστὸς πρῶτος ἐπιγραφὴν
5ἔχει περιέχουσαν τὴν διαβολὴν Δωὴκ τοῦ Σύρου· αὕτη δὲ ἡ ἱστορία πρὸ βασιλείας ἐστὶν τοῦ Δαυίδ. καὶ ἡ τοῦ πεντηκοστοῦ τρίτου τῶν Ζιφαίων διαβολὴ πρὸς τὸν Σαοὺλ περὶ τοῦ Δαυὶδ ὡς κεκρυμμένου παρ’ αὐτοῖς περι‐ έχει· καὶ τοῦτο δὲ τὸ διήγημα πρὸ τῆς βασιλείας τοῦ Δαυὶδ γέγονεν, ἡ δὲ πρὸς τὴν Βηθσαβεὲ σύνοδος βασιλεύοντος τοῦ Δαυὶδ γέγονεν. εἴπερ οὖν τὸ
10ἀκόλουθον τῆς ἱστορίας ἐσῴζετο, οὐκ ἂν οὔτε πεντηκοστὸς ἦν μετ’ ἐκείνους ταττόμενος. ὅτι δὲ ἀναλογίαν ἔχει πρὸς ἔλεον ὁ ἀριθμός, ὁ σωτὴρ περὶ ἀφέσεως διδάσκων χρεώστας παρέλαβεν ὑπευθύνους πεντήκοντα καὶ πεντακοσίοις δηναρίοις ἀφέσεως καὶ ἑκατέροις γεγενημένης διὰ τὸ πεντή‐ κοντα καὶ τὸν συγγενῆ ἀριθμὸν χρεωστεῖν· οὗτος δὲ ὁ πεντακοσιοστός ἐστιν.
15ἀμέλει τὸ πάσχα σφαγέντος τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ τὴν ἁμαρτίαν τοῦ κόσμου αἴροντος, ἀναστάντος ἐκ νεκρῶν τοῦ τὴν ἄφεσιν πεποιηκότος, ὁ λαὸς ἐπὶ πεντήκοντα ἡμέρας διάγομεν εὐφραινόμενοι τὴν πεντηκοστὴν ἡμέραν τῆς
ἐκχύσεως τοῦ πνεύματος ἀξιούμενοι. Καλούμενος δὲ παρ’ Ἑβραίοις Ἰωβηλαῖος ὁ διὰ πεντήκοντα ἐτῶν369 in vol. 1
20ἐνιαυτός ἐστιν ἑορτάσιμος ἐν ᾧ χρεῶν ἀποκοπαὶ καὶ τῶν Ἑβραίων ἐλευ‐ θερίαι κτήσεων ἀποκαταστάσεις βεβαιοῦνται· ὅθεν ἀκόλουθον καὶ τὸν περὶ μετανοίας τοῦ Δαυὶδ ψαλμὸν πεντηκοστὸν τετάχθαι. ἔστιν δὲ συγκείμενος καὶ ἐξ ἑβδομάδων ἑπτὰ καὶ μονάδος, ὡς εἶναι ἑβδομάδα ἑβδο‐ μάδων ἀριθμόν. ἔδει οὖν ἐν ἑβδομάδων γενέσθαι τὸν ἀποβάλλοντα τὸ ἄχθος
25καὶ τὸ ἔργον τῆς ἁμαρτίας.

534

(n)

Ps 50,3a
1 Ὁ σφοδρῶς μετανοῶν καὶ τοὺς προσήκοντας τῇ μετανοίᾳ καρποὺς ἀγαπῶν αἰτεῖ καὶ τὸν παρὰ θεοῦ μέγαν ἔλεον εἰς αὐτὸν γενέσθαι, οὐκ ἐπαρκούσης τῆς μετανοίας ἄνευ ἐλέου θεοῦ οὐδὲ τοῦ ἐλέου τοῦ θεοῦ ἄνευ τῆς ἐκ τοῦ ἐφ’ ἡμῖν μεταγνώσεως πρὸς σωτηρίαν.

535

(n)

Ps 50,3b
1 Ὥσπερ αἱ δυσέκπλυτοι βαφαὶ οὐ μιᾷ πλύσει ἀλλὰ πολλαῖς ἐξίτηλοι γίνονται, οὕτω καὶ τὰ μεγάλα τῶν ἀνομημάτων πολλοῖς οἰκτιρμοῖς θεοῦ ἀπαλείφεται.

536

(n)

Ps 50,4
1 Τὴν αὐτὴν ἐνέργειαν ἀνομίαν καὶ ἁμαρτίαν καλεῖ τῷ κατὰ τὴν ἐπίνοιαν διαφέρειν, τῷ ἄνευ μὲν νόμου συνίστασθαι ἀνομίαν, τῷ δὲ κατὰ παράβασιν νόμου συνίστασθαι ἁμαρτίαν· πλὴν ἑκατέρως αὐτὴν ἐκπλυθῆναι καὶ καθα‐ ρισθῆναι ἀξιοῖ θεὸν τὸν ἐκπλύναι αὐτὴν καὶ καθαρίσαι δυνάμενον ἀπὸ τῆς
5προειρημένης ἕξεως.370 in vol. 1

537

(n)

Ps 50,5
1 Ὁ δὲ τὴν ἅπαξ πραχθεῖσαν ἁμαρτίαν ἐνώπιον αὐτοῦ ἔχων οὐκ ἀνάσχοιτο ἑτέραν ποιῆσαι· τῶν γὰρ προτέρων ἐπιλανθανόμενοι ἑτέρας ἐνεργοῦμεν ἡμεῖς.

538

(n)

Ps 50,6ab
1 Ὅσον ἐπὶ τῷ εἶναι βασιλεὺς οὐχ ὑπέκειτο ἀνθρωπίνῳ νόμῳ, ὅθεν οὐδέ τινι τῶν νομοθετῶν ἥμαρτεν οὐδ’ ἐνώπιόν τινος αὐτῶν τὸ πονηρὸν ἐποίησεν· ἐπειδὴ δὲ πρὸς τῷ βασιλεὺς καὶ θεοσεβὴς εἶναι βούλεται, ὑπέκειτο τῷ τοῦ θεοῦ νόμῳ· διὸ καὶ ἥμαρτεν μόνῳ θεῷ, καὶ τὸ πονηρὸν ἐνώπιον αὐτοῦ
5ἐποίησεν.

539

(n)

Ps 50,6cd
1 Καὶ πάλιν· ἐπεὶ θεὸς εἶπεν ἐπιρρεπεστέραν εἶναι τὴν διάνοιαν τῶν ἀνθρώπων ἐπὶ τὰ πονηρὰ καὶ τὸ Οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται ἁμαρτανόντων καὶ αὐτῶν τῶν τελείων, δικαιοῦται ὁ θεὸς ἐν τοῖς λόγοις ἑαυτοῦ ἐν οἷς εἶπεν πάντας ἐκκεκλικότας ἅμα ἠχρεῶσθαι· ταύτῃ δὲ καὶ νικᾷ κρινόμενος πρὸς
5τοὺς ἀνθρώπους ἀποδεικνὺς αὐτοὺς ἁμαρτωλούς. συνῳδὸν τούτοις τὸ Ἐὰν εἴπωμεν Οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν· εἰ γὰρ ἀπεφήνατο κατὰ πάντων ἐπιρρεπῶς ἐχόντων πρὸς ἁμαρτίαν, ὁ ἀναμαρτησίαν αὐχῶν ὅσον εἰς
αὐτὸν ψεύστην ἀποφαίνει τὸν θεόν.371 in vol. 1

540

(n)

Ps 50,8
1 Ὁ τῇ σοφιστικῇ ἕξει ἐγγεγυμνασμένος ἐπὶ θήρᾳ τῆς ἀληθείας τὸ μέγεθος αὐτῆς γνοὺς ἀγάπην πρὸς αὐτὴν ἔσχεν τελείαν. οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος, οἷός ἐστι Μωυσὴς καὶ Δανιήλ. μετὰ γὰρ τὸ πειραθῆναι
5σοφιστικῶν λόγων ἐπ’ αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες ὑπὸ τοῦ θεοῦ μαρτυρίαν ἔσχον ὡς ὄντες τέλειοι σοφοί, δηλώσαντος αὐτοῖς τοῦ θεοῦ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ ὡς μηδὲν αὐτοῖς ἔτι ἀσαφὲς ἢ ἐπεσκιασμένον εἶναι. ταύτης τῆς ἕξεως καὶ ὁ Δαυὶδ τυγχάνων ἀνεφθέγξατο τὸν προκείμενον στίχον.

541

(n)

Ps 50,9
1 Ὁ γνησίως τῷ τυπικῷ πάσχα προσεληλυθὼς ὑπὸ τοῦ αἵματος τοῦ ἐν ἡμῖν προβάτου καθαίρεται, προσαγομένου ὑσσώπου ὡς ἐν Ἐξόδῳ γέγραπται· ὁ δὲ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου προσηκάμενος, πλυνόμενος τῷ αἵματι τῷ ἐκ τῆς σφαγῆς αὐτοῦ, ὑπὲρ χίονα λευκαίνεται.
5ἑκάτερα δὲ περὶ τὸν Δαυὶδ γέγονεν· ἐρραντίσθη γὰρ ὑσσώπῳ (τὸ αἷμα τοῦ τυπικοῦ προβάτου) καὶ ἐπλύθη ὑπὸ Ἰησοῦ ὡς ὑπὲρ χίονα λευκανθῆναι· χίονα δὲ νοητὴν ἐνταῦθα σημαίνει.

542

(n)

Ps 50,10
1 Πολλάκις ἤδη δόγματα καὶ ψυχῆς δυνάμεις εἶναι εἴρηται τὰ ὀστᾶ· ταῦτα ταπεινοῦται ὑπὸ ἁμαρτίας καὶ σοφιστικῆς γοητείας. θεοῦ δὲ ἀκουτίσαντος
ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσεται τὰ τεταπεινωμένα ὀστᾶ.372 in vol. 1

543

(n)

Ps 50,11b
1 Ἐξαλείφονται δὲ ἁμαρτίαι ἀπὸ τῆς μετουσίας τῶν ἀρετῶν· ὡς γὰρ ἡ ἐπιστήμη εἰς ψυχὴν ἐλθοῦσα ἐξαλείφει καὶ ἀφανίζει τὴν ἄγνοιαν, οὕτω παρουσίᾳ ἀρετῆς τελείας ἐξαλείφεται πᾶσα ἁμαρτία.

544

(n)

Ps 50,12
1 Ἐὰν πάσας τὰς ἁμαρτίας μου ἐξαλείψῃς τὰς ἐγγεγραμμένας διὰ τῶν τυπώσεων τῇ καρδίᾳ μου, καρδίαν κτίζεις καθαρὰν ἐν ἐμοὶ πάσης κακίας στερομένην, ἀλλὰ Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἔγκατα δὲ ψυχῆς αἱ ὀρθαὶ ἔννοιαι καὶ σπουδαῖαι διαλήψεις περὶ ὧν
5φησιν· Καὶ πάντα τὰ ἐντός μου εὐλογεῖτε τὸ ὄνομα αὐτοῦ. εὐθὲς δ’ ἐστὶν πνεῦμα ἤτοι τὸ ἅγιον ἢ ἡ συνείδησις ἡ ὀρθὴ ἢ ὃ λέγει πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. σημειωτέον ὅτι ἡ ἔκτισεν φωνὴ οὐκ οὐσίωσιν σημαίνει ἀλλὰ σχέσιν τινὰ ἐπιτεινομένην οἷς ἂν παραγένηται.

545

(n)

Ps 50,13.14
1 Τῶν σπουδαίων ἀδιαστάτως παρισταμένων τῷ τοῦ θεοῦ προσώπῳ μόνος ὁ ἁμαρτάνων ἐκβάλλεται καὶ ἀπορρίπτεται αὐτοῦ. ἐμὲ δὲ περιεχόμενον τῆς θείας κατανοήσεώς σου μὴ κρίνῃς εἶναι τοιοῦτον, ὥστ’ ἀπορριφῆναι ἀπὸ προσώπου σου· ἀλλὰ καὶ τὸ πνεῦμα ὃ ἐνῴκισάς μοι ἅγιον μὴ ἀντανέλῃς ἀπ’
5ἐμοῦ, ὥστε με γυμνωθῆναι ἀπ’ αὐτοῦ. Προσδοκῶν τὴν δεῦρο κάθοδον τοῦ σωτῆρος, ἐφ’ ᾗ ἀγαλλίασιν τελείαν ἔχειν συμβαίνει, παρακαλεῖ τὸν πατέρα φάσκων Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου, ὅπως καὶ πνεύματι ἡγεμονικῷ καὶ τελείῳ στηρίσῃς με. ἑκατέρως δὲ καὶ ἐν τούτοις πνεῦμα λέγει ἤτοι τὸ ἅγιον ἄρχον καὶ ἡγεμονεῦον373 in vol. 1
10ἢ τὸ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἕτερον ὂν τῆς τοῦ ἀνθρώπου ψυχῆς. τοῦτο δὲ τὸ ἡγεμονικὸν πνεῦμα τὸ κατὰ τὴν προτέραν ἐκδοχὴν στηριγμὸν καὶ βεβαίωσιν οἷς ἂν παραγένηται ὀρέγει.

546

(n)

Ps 50,15
1 Καὶ ἐν τῇ προγραφῇ τοῦ ψαλμοῦ ἐφάσκομεν παρορᾶν ποτὲ τὸν θεὸν τοὺς σπουδαίους ὥστε ἁμαρτίαν ποιεῖν, ἵνα μετανοοῦντες ἔργῳ καὶ τὴν περὶ μετανοίας διδασκαλίαν ἐπιδείξωνται. ἰδοὺ γοῦν καὶ ἐνταῦθα βεβαιοῦται τὸ εἰρημένον· διὰ γὰρ τῆς ἐξομολογήσεως τῆς πρὸς θεὸν διδάσκειν ὑπισχνεῖται
5ἀνόμους αὐτοῦ τοῦ θεοῦ τὰς ὁδούς, ἵνα τούτων ἐπιβάντες, εἰ καί ποτε ἠσέβησαν, ἐξ ὀλιγωρίας ἐπιστρέψωσιν πρὸς αὐτόν.

547

(n)

Ps 50,15
1 Ὡς γὰρ ἀρίστου βίου μίμημα καὶ ὑπογραμμὸν ἔχουσιν τοὺς κατορθώσαντας, οὕτω καὶ οἱ περὶ γνῶσιν ἐσφαλμένοι ἔχουσι μιμήσασθαι τὸν εἰς μετάνοιαν ἐρχόμενον, ἀσεβεῖς ὄντες πρὸς θεὸν ἐπιστρέφοντες.

548

(n)

Ps 50,16a
1 Ἐπεὶ δι’ ὧν ἐποίησα πρὸς θάνατον ἁμαρτιῶν πλήρης εἰμὶ αἱμάτων, ἐκ τούτων ῥῦσαί με ὁ καθάπαξ θεὸς ὢν καὶ ἡμέτερος. τάχα δὲ καὶ ὁ Δαυὶδ ἐκ τῶν τοῦ Οὐρίου καὶ εἴ τινες ἄλλοι συναπέθανον αὐτῷ ῥυσθῆναι ἀξιοῖ ὑπὸ τοῦ
θεοῦ ὄντος τοῦ θεοῦ τῆς σωτηρίας αὐτοῦ.374 in vol. 1

549

(n)

Ps 50,16b.17
1 Ὁ λόγος ὁ ἡμέτερος Γλῶσσά μου καλούμενος ἐν τῷ ἀεὶ περὶ τῆς δικαιοσύνης σου φθέγγεσθαι ἀγαλλιάσεται τὴν δικαιοσύνην σου. ἐκείνου δ’ ἀνοίγει τὰ χείλη ὁ θεὸς τοῦ λαβόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ, δι’ ὃ καὶ τὸ στόμα αὐτοῦ ἐξαγγελεῖ τὴν αἴνεσιν τοῦ θεοῦ ἀεὶ αἰνοῦν καὶ
5εὐχαριστοῦν αὐτῷ.

550

(n)

Ps 50,20
1 Ὁ περὶ ἁμαρτίας ἰδίας ἐξομολογούμενος τί βούλεται περὶ τῆς Σιὼν καὶ Ἱερουσαλὴμ διαλέγεσθαι; ἀλλ’ ἐπεὶ εἴπομεν μὴ πάντως αὐτὸν βεβλάφθαι ἐκ τοῦ ἐπταικέναι ἐν τῷ συντόνῳ δρόμῳ, τούτου χάριν προφητικὴν ἔτι ἕξιν ἔχων καὶ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν εὔχεται καὶ προφητεύει Ἀγαθύνον
5λέγων τὴν Σιὼν ἐν τῇ σῇ εὐδοκίᾳ τῷ υἱῷ σου γεγενημένην καὶ τῷ πνεύματι συνεγγίζουσαν· ἀλλὰ καὶ οἰκοδομεῖται τὰ τείχη τῆς Ἱερουσαλήμ. ἀγγέλων δὲ φρουραὶ ταῦτα ἢ δογμάτων ἀκαταλύτων ἵδρυσις.

551

(n)

Ps 50,21
1 Δικαιοσύνην φησὶν τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας συνισταμένην. αὕτη δὲ ἡ δικαιοσύνη ἀναφορὰ καὶ ὁλοκαυτώματα πνευματικὰ τυγχάνει καὶ τὸ Θύσατε θυσίαν δικαιοσύνης· ἀλλὰ καὶ ἐπὶ τὸ πνευματικὸν θυσιαστήριον ἀνοίσουσι μόσχους γεωπόνους ἕλκοντας ἄροτρα
5ψυχὰς οὐκ ἄλλας τυγχανούσας τῶν ψυχῶν τῶν μαρτύρων ὀφθείσας παρὰ τὸ ἐπουράνιον θυσιαστήριον ἀναφερομένας ἐπ’ αὐτῷ μόσχων δίκην. ἐν γὰρ τῇ Ἀποκαλύψει Ἰωάννου αἱ τῶν πεπελεκισμένων ψυχαὶ διὰ τὸ ὄνομα Ἰησοῦ καὶ
τὴν μαρτυρίαν αὐτοῦ ὑπὸ τὸ θυσιαστήριον τὸ ἐπουράνιον τεθεώρηνται.375 in vol. 1

552

(n)

Ps 51 arg
1 Τίνα δὲ δεῖ τῆς τοσαύτης τραγῳδίας πρόφασιν παρασχεῖν ἢ τὸν νομέα τῶν ἀλόγων ζῴων; ἀγελάρχης γὰρ ἦν ἡμιόνων. ὁ γοῦν Δαυὶδ συνεὶς τὴν πολλὴν αὐτοῦ κακίαν ἢ τὸν κινήσαντα τὸν ἐν αὐτῷ φθόνον διάβολον ὡς πρὸς παρόντα τὰς λέξεις ἐφθέγξατο τοῦ ψαλμοῦ.

553

(n)

Ps 51,3 b
1 Τὸ ὄνομα τὸ Ἡμέρα ἐνταῦθα φανέρωσιν δηλοῖ ἢ ὅλον τὸν χρόνον καθ’ ὃν ἀνομεῖ.

554

(n)

Ps 51,6
1 Καταποντισμοῦ ῥήματά ἐστι τὰ τιμωρίαν φέροντα, τοῦ καταποντισμοῦ σημαίνοντος κόλασιν ὡς καὶ Τοῦ ἄφρονος δὲ χείλη καταποντιζοῦσιν αὐτόν. καὶ Δωὴκ οὖν ὁ Ἰδουμαῖος ἀληθῶς γήινος ἑρμηνευόμενος, ἀεὶ κλονούμενος τῷ ἀβέβαιος εἶναι· εἰς σάλον γὰρ Δωὴκ ἑρμηνεύεται ὃς διαβολὴν ἐργασάμενος
5κατὰ θεραπευτῶν θεοῦ ἠγάπησε γλῶσσαν δολίαν καὶ σὺν αὐτῇ ῥήματα καταποντίζοντα αὐτόν. δηλοῖ δὲ τὸ Εὐαγγέλιον καταποντισμὸν εἶναι τὴν κόλασιν λέγον τῷ σκανδαλίζοντι ἕνα τῶν μικρῶν ἐν τῇ ἐκκλησίᾳ· Συμφέρει καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης περικεισόμενον αὐτῷ μύλον
ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ.3 in vol. 2

555

(n)

Ps 51,7
1 Διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος τουτέστι παντελῶς καθελεῖ σε ὡς οὐ καλῶς οἰκοδομηθέντα ἀλλὰ καὶ ὡς κακῶς φυτευθέντα ἐκτῖλαι ὁ φάσκων Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται· ἀλλὰ καὶ τοῦ ἱεροῦ σκηνώματος μεταναστεῦσαι ποιήσει, ἐκβάλλων καὶ φυγαδεύων σε
5ἐκ τῆς σκηνῆς ἐκείνης ἧς τοὺς ἱερεῖς διαβέβληκας καὶ εἰς θάνατον ἤγαγες, ἔτι μὴν Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. εἰ γὰρ καὶ Ἰδουμαῖος ἦν ἀλλὰ προσηλύτευσας τῷ Ἰσραὴλ διὰ τῆς τοῦ νόμου κατηχήσεως, ἐν τῷ σκηνώματι καὶ τῇ τῶν ζώντων γῇ πεφύτευτο· εἰ γὰρ μὴ εἶχε σέβας πρὸς τὸν τοῦ Ἰσραὴλ θεόν, οὐδ’ ἂν ἐν τῷ ἱερῷ ἐνοχλούμενος ἤρχετο. τὰ δὲ πρὸς τοῦτον λεγόμενα
10ἁρμόσει πρὸς πάντας τοὺς ἀπὸ τῆς εὐσεβείας μεταπίπτοντας.

556

(n)

Ps 51,8.9a
1 Οἱ πάνυ εὐλαβεῖς, ὅταν μεταπίπτοντας ἐξ ἀρετῆς εἰς κακίαν ἴδωσί τινας, φόβον λαμβάνουσι μὴ τὰ αὐτὰ πάθοιεν. οὗτοι δὲ καὶ ἐπικερτομήσαιεν κατὰ τοῦ ἁλόντος ὡς ἐπ’ αὐτῷ γελᾶν ἐροῦντες Οὗτος ὁ ἄνθρωπος οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ· ἢ γὰρ ἂν οὐ διέβαλε τοὺς δούλους καὶ θεραπόντας αὐτοῦ.
5συμβαλεῖς τούτοις τὸ Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ.

557

(n)

Ps 51,11
1 Εὐχαριστίαν διὰ τοῦ ἐξομολογεῖσθαι τῷ θεῷ δηλοῖ ἐπὶ τῷ πεποιηκέναι αὐτόν, ἴσως ἃ ᾐτήσατο ἢ ἃ προτέθειτο. προθέμενος γὰρ ἦν φυγεῖν τὸν Σαούλ. Ἀλλὰ καὶ ἔτι ὑπομενῶ, φησίν, τὸ ὄνομά σου ἔστ’ ἂν αὐτοῦ τύχω ὅτι χρηστὸν καὶ ἀγαθότητός ἐστι πλῆρες ἐναντίον τῶν ὁσίων σου· οἱ γὰρ ὁσιότητα
5κατορθώσαντες τῆς χρηστότητος τοῦ ὀνόματός σου αἰσθάνονται.4 in vol. 2

558

(n)

Ps 52,2a
1 Ἄφρονα ἡγητέον λέγεσθαι τὸν φρονήσεως θείας στερούμενον. φαίνεται γὰρ οὗτος περὶ οὗ ὁ λόγος μὴ σῴζων κοινὴν φρένα. εἰδὼς γὰρ πάσῃ ψυχῇ ἔννοιαν θεοῦ καταβεβλημένην, ἀθεότητα ἀσπαζόμενος, οὐδενὶ ἄλλῳ εἰ μὴ τῇ ἑαυτοῦ καρδίᾳ εἶπεν μὴ εἶναι θεόν. καὶ οὕτως ὁ ἄφρων διάβολος οὐ τῇ ἀλλοτρίᾳ
5ἑαυτοῦ καρδίᾳ (αὕτη δ’ ἔστιν ἡ ἀνακειμένη θεῷ) ἀλλὰ τῇ ἐξ αὐτοῦ διὰ τὸ ἁμαρτάνειν γεγενημένῃ εἶπεν μὴ εἶναι θεόν.

559

(n)

Ps 52,2b
1 Ὁ γὰρ κακῶς περὶ θεοῦ φρονήσας καὶ εἰς τὴν ἄλλην ἔρχεται κακίαν· τὴν γὰρ εὐσέβειαν τῆς ἑαυτοῦ ψυχῆς ἐκβάλλων συνεκβέβληκεν αὐτῇ πᾶσαν ἀρετὴν ἀκολουθοῦσαν ὡς βασιλίδι τῇ εὐσεβείᾳ. οἱ γοῦν δι’ ἀφροσύνην λέγοντες μὴ εἶναι θεὸν διέφθειραν τὴν ἑαυτῶν γνώμην ἐν ἀνομίαις αἷς ἔπραξαν, ἐξ ὧν
5ἐβδελύχθησαν τουτέστι βδελυκτοὶ γεγόνασιν. Εἶθ’ ἑξῆς ἐπιλέγεται.

560

(n)

Ps 52,2c
1 Ἢ πάντων ἁμαρτανόντων ἢ καὶ αὐτῶν τῶν δοκούντων τὸ ἀγαθὸν ποιεῖν, οὐ κυρίως καὶ ἀληθῶς ποιούντων ἀλλ’ ἵνα κἂν τύπον αὐτοῦ λάβωσι δι’ ἐσόπτρου καὶ αἰνίγματος αὐτὸ ποιούντων.

561

(n)

Ps 52,3
1 Ὁ παρὼν στίχος προνοητὴν εἰσάγει τὸν θεόν, οὐ τῶν κατ’ οὐρανὸν μόνον ἀλλὰ καὶ τῶν ἐπὶ γῆς· ἐξ οὐρανοῦ γὰρ ἐφορᾶν προνοητικῶς τοὺς υἱοὺς τῶν ἀνθρώπων εἴρηται, οὐκ ἔξωθεν κατὰ τὸ σῶμα μόνον ἐπιβλέπων αὐτοὺς ἀλλὰ
καὶ κατὰ τὸ κρυπτὸν τῆς καρδίας. ἐπιβλέπει γοῦν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,5 in vol. 2
5ὅπως ἴδῃ εἰ ἔστιν ὁ διὰ τοῦ καλὸν ποιεῖν συνιὼν καὶ διὰ τοῦ ἐξετάζειν τὴν ἀλήθειαν ἐκζητῶν τὸν θεόν. ἀνθρωπίνως δὲ καὶ ἀφ’ ὧν ἴσμεν εἴρηται τὸ διακύπτειν αὐτὸν ἐξ οὐρανοῦ καὶ τοῦ ἰδεῖν εἰ ἔστιν συνιών· μεγάλῃ γάρ, ἵν’ οὕτως εἴπω, προσβολῇ βλέψεως τοῦ πάντων κρυπτοῦ γνῶσιν ἔχει.

562

(n)

Ps 52,4
1 Καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν κατὰ παράβασιν νόμου τὴν ἁμαρτίαν συνίστασθαι ᾧ ἀκολουθεῖ μὴ εἶναί τινα φύσει πονηρόν· Πάντες γὰρ ἐξέκλιναν· αὕτη δὲ ἡ ἔκκλισις ἁμαρτία ἐστίν, ἀποτυχία οὖσα τῆς εὐθείας ὁδοῦ. ἅμα δὲ καὶ ἠχρειώθησαν οἱ ἐκκλίνοντες· ἀχρεῖον λέγων ἢ κατὰ τὴν ἐπικράτησιν
5τῶν παθῶν ἢ τὴν ἄγνοιαν τοῦ μὴ νοοῦντος συγχεομένου τῷ μετιέναι ἐξ ἑτέρων εἰς ἕτερα πράγματα, τῷ μὴ κεκρατηκέναι ἑνὸς οὗ τὴν ἐπιστήμην ἔχει. Πάντων οὖν ἐκκλινόντων, εἰκότως εἴρηται τὸ Οὐκ ἔστι ποιῶν ἀγαθόν. καθ’ ἑκάτερον τῶν προειρημένων τὸ Ἕως ἑνὸς προσκείμενον δηλοῖ ἤτοι μηδὲ ἕνα εἶναι τὸ ἀγαθὸν ποιοῦντα ἢ τὸν μηδὲ ἓν ἀγαθὸν ποιοῦντα.

563

(n)

Ps 52,5a
1 Ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ γνώσονται ἃ δεῖ εἰδέναι κατὰ θείαν γνῶσιν. οὐ γὰρ κατὰ πεῦσιν ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον.

564

(n)

Ps 52,6
1 Τὸ Ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος δύναται ἀναφέρεσθαι εἰς τὸν μέλλοντα αἰῶνα· ἔνθα ἀποδράσης ὀδύνης καὶ στεναγμοῦ καὶ λύπης ἔδει θάρσος ἔχειν. ἐν τούτῳ οὖν τῷ καταστήματι οὐκ ὄντος φόβου, φοβηθήσονται οἱ ἐπιφερό‐
μενοι τὰ ἐφ’ οἷς κολασθήσονται. διὰ τοῦτο δὲ φοβηθήσονται ὅτι τοὺς ὑποκριτὰς6 in vol. 2
5γενομένους ἐνταῦθα καὶ σκοπὸν ἔχοντας ἀνθρώποις ἀρέσαι ἐφανέρωσεν ἐκεῖ ὁ θεὸς σκορπίσας αὐτῶν τὰ ὀστᾶ δόγματα καὶ ἐπιτηδεύματα μοχθηρίας καὶ οἰήσεως ἔκγονα καὶ φαύλης ψυχῆς ἐνθυμήσεις ὄντα. εἰ γὰρ καὶ ἐνταῦθα ἔδοξαν εἶναί τι ἀνθρώποις οἷς ἤρεσκον, ἀπατῶντες ἀλλά γε ἐξουδενωθέντες ὑπὸ τοῦ θεοῦ ὡς οὐκ ὄντες τι κατῃσχύνθησαν. καὶ τάχα οἱ τὴν κακίαν
10ἐνεργοῦντες καὶ ταῖς προαναφωνηθείσαις κολάσεσι περιτεύξονται. οἱ δ’ ἀνθρωπαρέσκως ὑποκρινόμενοι τὴν ἀρετὴν κολάσεως ἄλλης οὐ πειραθήσονται, διελεγχθείσης αὐτῶν τῆς ὑποκρίσεως· οἷον ὁ ποιῶν ἐλεημοσύνην πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων οὐ κολασθήσεται ὑπὸ πυρὸς ἢ ἄλλου τινὸς τοιούτου (ἠλέησε γάρ), καταισχυνθήσεται δὲ ἀποδειχθεὶς μὴ διὰ θεὸν ἀλλὰ
15δι’ ἀνθρώπους κοινωνήσας τῶν ὑπαρχόντων πένησιν.

565

(n)

Ps 52,7
1 Ἡ γὰρ ἁμαρτία ἐστὶν ἡ αἰχμαλωτίζουσα τοὺς ποιοῦντας αὐτήν. ἀφέσεως δὲ ἁμαρτημάτων δωρουμένης εὐφραίνεται ὁ Ἰσραὴλ καὶ ἀγαλλιᾶται ὁ Ἰακὼβ τοῖς χαίρουσιν ἐν οὐρανοῖς παραπλησίως ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

566

(n)

Ps 53,3b
1 Δύναμις τοῦ πατρὸς ὁ Χριστός. οὗτος δὲ κρινεῖ τὰ κρυπτὰ τῶν ἀνθρώπων, παρακαλεῖ δὲ μὴ ἄλλοις κριταῖς ἀλλὰ τῇ δυνάμει τοῦ ἀγαθοῦ θεοῦ εἰς ἐξέτασιν παραδοθῆναι· οἶδε γάρ, συγγνώμης τευξόμενος ἐφ’ οἷς παρεῖδεν, ἐκδικίαν δὲ γενησομένην κατὰ τῶν αὐτὸν πορθούντων ματαίως.

567

(n)

Ps 53,4
1Δέεται ὅπως εὐπρόσδεκτος ἡ προσευχὴ αὐτοῦ γενήσηται καὶ ἵνα λάβῃ τὰ
περὶ ὧν ηὔξατο. ἀλλὰ καὶ ὡς ἐγγὺς θεοῦ διὰ καλῶν ἔργων γεγενημένος Ἐνώτισαι ἔφη τὰ ῥήματα τοῦ στόματός μου. οὐδεὶς γὰρ ἀργὸν προφερόμενος ῥῆμα ἢ αἰσχρὸν ἢ ἕτερόν τι κακὸν φθεγγόμενος θέλει τὸν θεὸν ἐνωτίσασθαι7 in vol. 2
5αὐτοῦ τὰ ῥήματα ἀλλὰ μόνος καὶ πᾶς ὁ ἀληθῆ καὶ εὐσεβῆ λαλῶν.

568

(n)

Ps 53,5
1 Ἀλλοτρίους φησὶ τοὺς ἐναντίαν προαίρεσιν τοῖς σπουδαίοις ἔχοντας, κραταιοὺς δὲ τοῦς πονηροὺς δαίμονας. καὶ φησίν· ἐπεὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν ἀποστραφέντες αὐτὸν καὶ νῶτα αὐτῷ δεδωκότες, ἐπανέστησαν τῷ δικαίῳ καὶ ἐζήτησαν τὴν ψυχὴν αὐτοῦ.

569

(n)

Ps 53,6.7
1 Θεὸν βοηθὸν ἔχειν ὁμολογεῖ, τάχα τὸν πατέρα καὶ κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ ἵνα εἴπῃ τὸν υἱὸν ὃς Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἃ γὰρ ἐπαγαγεῖν μοι βεβούληνται κακωτικά, ταῦτα πρὸς αὐτοὺς ἀποστρέφει, τοῦτο τοῦ κυρίου κρίναντος οὕτω. συνᾴδει τούτῳ τὸ Ποιήσατε αὐτῷ ὃν τρόπον
5ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίῳ. καὶ τοὺς δὲ ψεύστας ὄντας διελέγχουσα ἡ τοῦ θεοῦ ἀλήθεια ὀλοθρεύει εἰ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἀναιρεθῆναι καθάπαξ αὐτοὺς ἀλλ’ ᾗ τοιοῦτοί εἰσιν ὁ ἅγιος εὔχεται.

570

(n)

Ps 53,8a
1 Τούτων δὲ συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπ’ εὐχαριστίαν ἐρχόμενος Ἑκουσίως θύσω σοι, οὐκ ἀνάγκης ἢ βίας εἰς τοῦτο καλούσης ἀλλ’ αὐτοκελεύστου
προθυμίας.8 in vol. 2

571

(n)

Ps 54,2.3a
1 Προσευχὴν ἀναφέρων θεῷ παρακαλεῖ αὐτὸν ἐγγίσαι αὐτῷ ὅπως εἰς τὰ ἴδια ὦτα δέξηται ἣν προσαγήοχεν προσευχήν. ἐνωτίζεται γὰρ ὁ ἐγγὺς ὢν τοῦ λέγοντος, εἰς τὰ ὦτα δεχόμενος τὸν λόγον. καὶ ἐπεὶ δέομαι ὧν οὐκ ἄλλοθεν θαρρῶ τὰ λείποντά μοι ἀναπληρωθῆναι ἢ ἐκ σοῦ, μὴ ὑπερίδῃς τὴν ὑπὲρ ὧν
5δέομαι παράκλησιν. πρόσχες δέ μοι ἐπαίροντι ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ κοσμίως καὶ ἱεροπρεπῶς παρισταμένῳ σοι, καὶ εἰσάκουσον τῶν λόγων ὧν ἐκ καθαρᾶς συνειδήσεως ἀναπέμπω.

572

(n)

Ps 54,3b.4a
1 Δύναται ὁ ἐχθρὸς ὁ αὐτὸς εἶναι τῷ ἁμαρτωλῷ, σχέσει μόνῃ τῆς διαφορᾶς οὔσης. θλίβοντος οὖν τοῦ ἁμαρτωλοῦ δι’ ὧν πράττει κακῶς καὶ ἄθεα φθεγγομένου τοῦ ἐχθροῦ τῆς ἀληθείας, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην. ἡ ἀδολεσχία ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐν τῇ πρώτῃ
5τῶν Βασιλειῶν τῆς Ἄννας λεγούσης Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν· περὶ γὰρ τῆς προσευχῆς ἑαυτῆς τοῦτο λέγει. ὁ ἅγιος οὖν φησιν· τὸν ἐχθρὸν ὑπερήφανα φθεγγόμενον καὶ θλίβοντα τὸν ἁμαρτωλὸν ὁρῶν, πρὸς τὸν θεὸν δι’ εὐχῆς ἀδολεσχῶν, ἐλυπήθην· τοὺς ὁμοουσίους καὶ ὁμογενεῖς μοι ὁρῶν εἰς βάθος κακίας πεσόντας ὡς καὶ ταραχθῆναι ἐπὶ τῷ τρεπτῷ τῆς φύσεως,
10μήτι ἄρα κἀγὼ ταύτην τὴν τροπὴν ὑποστῶ. τάχα δὲ καὶ κηδεμονικώτατα λυπεῖται καὶ ταράττεται ὁρῶν τοὺς φαύλους παραπαίοντας ὡσεί τις πατὴρ λυπεῖ τῷ ἐπιμανέντι υἱῷ. Καὶ γὰρ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπινον
ἀπαγγέλλουσί τινες εἰρῆσθαι ᾧ καὶ ἁρμόζει περὶ τῶν βλαπτομένων λυπεῖσθαι.9 in vol. 2

573

(n)

Ps 54,5
1 Ἐπίσταται πᾶς σπουδαῖος ἕτερον εἶναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν ὃ καὶ ἀνεκτόν ἐστι καὶ ἕτερον ἐν πράξει καὶ λόγοις ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ. διὸ καὶ εἴποτε ἐν λογισμοῖς συμβαίνει κλόνον καὶ βλάβην γενέσθαι, ἐν ἑαυτῷ φυλάττων αὐτὰ οὐδὲ προφέρει λόγον κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα οὐδὲ
5πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον εἶναι τὸ ἐνθύμημα ἔσθ’ ὅτε καὶ ἀνίατον· διό φησιν Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί. οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν ἢ ἔπραξά τι κατ’ αὐτήν, ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου τοῦ ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. συμβαίνει γὰρ ἐκ τοῦ ἔξω τὴν δειλίαν φανῆναι καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα.

573a

(n)

Ps 54,6.7
1 〈Τὸ δὲ Φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ καὶ ἐκάλυψέ με σκότοσ〉, τῆς φύσεως τῆς ἀνθρωπίνης ἐνυπάρχον ἐχούσης τὸ παθητικὸν ὃ καὶ θυμικὸν καὶ ἐπιθυμητικόν τινες καλοῦσι, κἂν κατ’ ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ προπαθείᾳ γενέσθαι. ἀμέλει γοῦν καὶ
5τὸ προκείμενον πρόσωπον ὠθούμενον ὑπὸ φωνῶν ἐχθροῦ καὶ θλίψεως ἁμαρτωλοῦ ἀναρριζόμενον ἔσχεν τὸ ἐνυπάρχον παθητικόν, ὡς φοβηθῆναι καὶ τρόμῳ ὑποπεσεῖν καὶ καλυφθῆναι ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν ἐνταῦθα σημαίνει ἡ σκότος φωνή. Πολλῶν δὲ τῶν περιεστηκότων αὐτὸν θλιβηρῶν τυγχανόντων, εὔχεται
10δοθῆναι αὐτῷ τὰς τοῦ πνεύματος νοήσεις μετεωριζούσας καὶ ἐπαιρούσας πτέρυγας περιστερᾶς ἀλληγορικώτερον ὀνομαζομένας. αὗται αἱ πτέρυγες πετασθῆναι ποιοῦσιν εἰς ὕψος, ὡς καταπαύσαντα ἐκεῖ τὸν ἀναπτάντα ἀμερίμνως
τοῦ λοιποῦ διάγειν σαββατίζοντα τὰ τρυφερὰ καὶ εὐλογημένα σάββατα τοῦ θεοῦ.10 in vol. 2

573b

(n)

Ps 54,8
1 Ἡ τοῦ φυγαδεύειν λέξις τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων· Ἰδοὺ ἐμάκρυνα, τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλόν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ.
5 Εἰ δὲ τὸ φυγαδεύειν ἰδίως ἐνταῦθα τὸ φυγεῖν σημαίνοι, ἐρεῖ ὁ δίκαιος, τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν προσοῦσαν αὐτοῖς ἀλαζονείαν· Καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, νόμου καὶ προφητῶν ἐκκλησίᾳ. Ἁρμόζει δὲ ταῦτα μάλιστα τῷ κατ’ οἰκονομίαν Χριστῷ. ταῦτα γὰρ συμβολικῶς ποιῶν ἀνεγράφη ἐν τοῖς Εὐαγγελίοις· Ἀκούσας γάρ φησιν ὅτι Ἰωάννης
10παρεδόθη ἀνεχώρησεν ἐκεῖθεν εἰς ἔρημον τόπον. περὶ ταύτης τῆς ἐρήμου καὶ τὸ Εὐφράνθητι, ἔρημος διψῶσα, καὶ τὸ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.

573c

(n)

Ps 54,10a
1 Ἡ ἐπὶ κακῷ συμφωνία δεινόν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις. καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ πυργοποιΐᾳ τῷ ἔχειν φωνὴν μίαν καὶ χεῖλος ἓν πάντες ἐνεποδίσθησαν μεγίστῃ δυσσεβείᾳ συσχεθέντες ὡς μηκέτι ὁμοφωνίαν ἔχειν. ὃ γὰρ ἐκ συμφωνίας ποιοῦντες
5ἀσεβεῖν ἔμελλον, τοῦτο οὐκ ἐποίησαν, τῶν γλωσσῶν αὐτῶν καταδιαιρεθεισῶν. καὶ ἐνταῦθα γοῦν ὁ εὐχόμενος βούλεται καταδιαιρεθῆναι τὰς γλώσσας τῶν ὁμοφωνησάντων κατ’ αὐτοῦ, καταποντιζομένων τῶν γλωσσῶν τουτέστιν ἀφανῶν γινομένων. καὶ πρὸ τούτου δὲ εἴρηται κόλασιν σημαίνειν τὸ καταποντίζεσθαι. καὶ Παῦλος γοῦν, εἰδὼς συμφέρειν ποτὲ τὴν πρὸς ἑαυτοὺς
10τῶν φαύλων διαφωνίαν, ἐπὶ τῶν ἀναβαθμῶν ἀπολογούμενος συνέκρουσε
Φαρισαίους καὶ Σαδδουκαίους.11 in vol. 2

573d

(n)

Ps 54,10b
1 Τοῦτο ἀναφέρεσθαι δύναται ἐπὶ τὸ Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, διὰ μέσου εἰρημένων τῶν δύο στίχων ἀπὸ τοῦ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ἕως τοῦ Καταδίελε τὰς γλώσσας αὐτῶν, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ ἐν τῇ νομιζομένῃ θεοῦ πόλει τῇ Ἱερουσαλὴμ εἶδον
5ἀνομίαν καὶ ἀντιλογίαν ἀνομούντων καὶ ἀντιλεγόντων τῇ ἀληθείᾳ, ἐμάκρυνα φυγαδεύων ἀπ’ αὐτῆς, ὥστε γενόμενον ἐν τῇ ἀπὸ ἐθνῶν ἐκκλησίᾳ ἐρήμῳ καλουμένῃ αὐλισθῆναι ἐν αὐτῇ διαναπαυόμενον καὶ διανυκτερεύοντα ἐν τοῖς πιστεύουσιν.

573e

(n)

Ps 54,11.12
1 Ἐπεὶ διαπαντὸς νύκτωρ καὶ μεθ’ ἡμέραν ἀνομοῦσι καὶ ἀντιλέγουσιν ἐν τῇ πόλει ὡς κυκλωθῆναι τὴν πόλιν ἀπὸ τῆς ἀνομίας καὶ τῆς ἀντιλογίας καὶ τοῦ διὰ ταύτας τὰς κακίας ἐπελθόντος αὐτῇ στρατοπέδου, ἔφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουρούντας αὐτὴν ἱεροὺς ἀποστόλους.
5καὶ γὰρ οὗτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες, διότι ἀνομία καὶ πόνος ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον δολιευομένων τῶν οἰκούντων αὐτὴν δι’ ὧν φρονοῦσι πονηρῶς, κοπιώντων δὲ τῷ αἴρειν ἐφ’ ἑαυτοῖς τὸ τῆς κακίας ἄχθος μολύβδῳ παραβαλλομένης.
10 Ἢ καὶ πλατείας αὐτῆς ἡγητέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς ψυχὰς τῷ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν τουτέστι τὸν ἄδοξον καὶ παθητικὸν βίον. καὶ ἐν ταύταις γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος καὶ ὁ περὶ τὰς ἀπάτας δόλος πληροῦσθαι ποιεῖ τὸ Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν
αὐτῆς τόκος καὶ δόλος.12 in vol. 2

574

(n)

Ps 54,14b.15a
1 Τὸ Γνωστέ μου ἀντὶ τοῦ γινωσκόμενε ὑπ’ ἐμοῦ, Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκυνάς μοι ἐδέσματα, ἅμα τοῖς λοιποῖς μαθηταῖς τρέφων με τοῖς καλοῖς ἔργοις.

575

(n)

Ps 54,16bc
1 Ἔλεγε γάρ τις τῶν παλαιῶν ζῶντας εἰς ᾅδου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντας. ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων νεκρός· οἱ οὕτω ζῶντες εἰς ᾅδην κατέρχονται. οὐ γὰρ οἷόν τε ζῶντας τὸ κοινὸν ζῆν εἰς ᾅδην κατέρχεσθαι τῷ μὴ πεφυκέναι γίνεσθαι σῶμα ἐκεῖ μεθ’
5οὗ τις τὴν κοινὴν ζωὴν ἔχει. ἐπεὶ οὖν ὁ Ἰούδας καὶ πᾶς ὁ τῶν Ἰουδαίων λαὸς κατήχησιν εἶχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ’ αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ ζῶντες εἰς ᾅδην κατέρχονται. Ἀκολούθως δὲ καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. εἰ γὰρ καὶ πεῖραν ἔσχον τῶν ζωοποιῶν
10γραφῶν, οὐ κατῴκησαν ἀλλὰ παρῴκησαν ἐν αὐταῖς τῷ πονηρίας ἔχειν ἐν μέσῳ ἑαυτῶν τουτέστι τῷ ἡγεμονικῷ· ἐν μέσῳ γὰρ εἶναι λέγεται τοῦ ὅλου ζῴου.

576

(n)

Ps 54,17
1 Ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ἔσχον εἰσακουμένην ὑπὸ κυρίου τὴν φωνήν μου. μόνος γὰρ εἰσακούεται ὑπὸ κυρίου ὁ πρὸς τὸν θεὸν κεκραγώς. οὐ γὰρ πᾶς κράζων πρὸς θεὸν βοᾷ· περὶ Σοδομιτῶν γέγραπται Φωνὴ Σοδόμων
καὶ Γομόρρας πεπλήθυνται, οὐ πρὸς θεὸν κεκραγότων.13 in vol. 2

577

(n)

Ps 54,18
1 Ἐπεὶ διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, εὐσεβὴς ὢν καὶ διαπαντὸς διηγούμενος σοφίαν, ὁ ψάλλων φησίν· Ἑσπέρας ὅταν δύνει μοι τὰ τῆς κακίας καὶ τὸ σβεννύμενον φῶς τῶν ἀσεβῶν, ἀνατελεῖ δέ μοι ὁ τῆς δικαιοσύνης ἥλιος ὡς ἐν πρωΐᾳ με ποιῆσαι, οὗ ἀκμάσαντος ἐν τῷ μεσημβρινῷ γενόμενος διηγήσομαι
5τὰ τῆς προειρημένης ἑσπέρας καὶ τοῦ προαπηγγελμένου πρωῒ καὶ τῆς προειρη‐ μένης μεσημβρίας· ἀπαγγέλλοντος δέ μου, ταῦτα εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς μου, ἀποδεχόμενος καὶ (ἵν’ οὕτως εἴπω) τερπόμενος ἐπὶ τῇ φωνῇ μου τῇ πάντα διηγησαμένῃ.

578

(n)

Ps 54,20b
1 Ὑπάρχοντα δέ φησι τὸν θεὸν πρὸ τῶν αἰώνων ἀλλ’ οὐχ ὑπάρξαντα. εἰ γὰρ εἴρηκεν ὑπάρξαντα, καὶ αὐτὸς ἀρχὴν ἔχων μεμετρημένῳ τινὶ διαστήματι πρώην ὢν ὑπῆρχεν. διὰ τοῦτο οὖν εἶπεν Ὁ ὑπάρχων, ἄναρχον καὶ ἀΐδιον αὐτοῦ τὴν ὕπαρξιν τιθέμενος, διὰ δὲ τοῦ Πρὸ αἰώνων ἀρχὴν ὑπάρξεως τῶν αἰώνων
5καταβαλλόμενος. δεῖ δὲ Τῶν αἰώνων ἀκούειν ὡς παρεκτάσεων οὐσῶν τῶν κτισμάτων. Καὶ ὁ σωτὴρ δὲ ἀΐδιος ἐξ ἀϊδίου τυγχάνων πρὸ τῶν αἰώνων ἐστὶν τῷ καὶ αὐτοὺς τοὺς αἰῶνας δι’ αὐτοῦ γεγονέναι. καὶ Παῦλος δὲ Καὶ αὐτός ἐστιν, φησί, πρὸ πάντων· ἴσον δὲ τὸ Ὑπάρχων τὸ αὐτό ἐστι Πρὸ πάντων· οὐ γὰρ εἶπεν Καὶ
10αὐτὸς γέγονε πρὸ πάντων. καὶ ὁ σωτὴρ περὶ ἑαυτοῦ Πρὶν Ἀβραὰμ γενέσθαι οὐκ εἶπεν ἐγὼ ἤμην ἀλλ’ ἐγώ εἰμι.

579

(n)

Ps 54,20d
1Τῶν ἁμαρτημάτων τὰ μὲν δυσίατα ἢ καὶ ἀνίατα, τὰ δὲ ἰάσιμα. καὶ περὶ
μὲν τῶν ἰασίμων ἔστιν ἀντάλλαγμα εὑρεῖν τὴν ὑπὲρ ἁμαρτιῶν προσαγομένην θυσίαν ἀλλὰ καὶ ἐλεημοσύνην καὶ νηστείαν μετὰ προσευχῆς (ταῦτα γὰρ ῥύεται ἐκ θανάτου), τῶν δὲ ἀνίατα ἡμαρτηκότων οὐκ ἔστιν ἀντάλλαγμα λύτρον καὶ14 in vol. 2
5σῶστρον καταθέσθαι. ἐὰν γὰρ ἁμαρτῶν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξωνται περὶ αὐτοῦ, ἔστι τούτων ἀντάλλαγμα· ἐὰν δὲ εἰς κύριον τὸν θεόν, τίς προσεύξεται περὶ αὐτοῦ; οὐκ ἔστι γὰρ τῶν τοιούτων ἀντάλλαγμα.

580

(n)

Ps 54,21.22a
1 Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι τὰ ἀντάξια ὧν εἰργάσαντο. ἐπεὶ γὰρ προδόται καὶ φονεῖς Χριστοῦ γεγένηνται ἀκατάλλακτα ἠνομηκότες, ἄξιοι ὑποπεσεῖν τιμωρίᾳ ὤφθησαν. ἑάλωσαν οὖν ὑπὸ Ῥωμαίων ὡς ἐξανδραποδισθῆναι καὶ τῆς θρεψαμένης 〈χώρασ〉 ἐξωσθῆναι ὃ οὐπώποτε
5ἄλλῳ ἔθνει γεγένηται. οὗτοι δ’ ἂν ἐπάνακτοι τῆς πατρίδος ἀπερρίφησαν. Ἐβεβήλωσαν γὰρ τὴν διαθήκην τοῦ θεοῦ, οὐ προσηκάμενοι ἀλλὰ καὶ ἀναιρήσαντες τὸν ὑπ’ αὐτῆς προφητευόμενον. τάχα δὲ καὶ ἐπεὶ μέχρι καιροῦ ὥριστο τηρεῖσθαι κατὰ τὸ αἰσθητὸν ἡ διαθήκη, πληρωθέντος τοῦ χρόνου καθ’ ὃν ἔδει ἐκ τοῦ κατὰ σάρκα ἐπὶ τὸ κατὰ πνεῦμα αὐτὴν μεταβαλεῖν, ἐμμείναντες
10τῇ τυπικῇ λατρείᾳ Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. διὸ καὶ ἐκτείνας τὴν χεῖρα τὴν κολαστικὴν ἀπέδωκεν αὐτοὺς ὡς φθάσαι ἐπ’ αὐτοὺς τὴν ὀργὴν αὐτοῦ εἰς τέλος ὑφ’ ἧς καὶ διεμερίσθησαν οὐκέτι ἐν τῇ αὐτοῦ χώρᾳ συστρεφόμενοι ἀλλ’ ἐν παντὶ ἔθνει ἐσκορπισμένοι. ταῦτα δ’ αὐτοῖς προυξένησεν ἡ ὀργὴ τοῦ προσώπου τοῦ θεοῦ, ἐπεὶ ἐπιλάμψαντος καὶ ἐπιφανέντος τοῦ προσώπου αὐτοῦ
15οὐκ ἐδέξαντο.

581

(n)

Ps 54,22b—d
1Ἀπαλοὶ γὰρ νομιζόμενοι εἶναι καὶ λεῖοι διὰ τὸ μεθ’ ὑποκρίσεως αὐτοὺς
προφέρεσθαι βολίδες ἦσαν ἀναιρετικαὶ καὶ ἰοῦ πλήρεις. [Εἰσὶ δὲ οἱ καὶ περὶ θεοῦ ἑρμηνεύοντες οὕτως·] τὴν καρδίαν ἑαυτοῦ θεὸς ἤγγισεν συγκαταβαίνων τοῖς ἀνθρώποις λόγους τε προφέρων ἐλαίου δίκην15 in vol. 2
5ἰωμένους καὶ λύοντας τὰς ἀλγηδόνας τῶν καμνόντων. οὗτοι δὲ οἱ ὑπὲρ ἔλαιον ἀπαλοὶ λόγοι τοῖς καταφρονοῦσιν αὐτῶν εὑρίσκονται βολίδες, κολάζοντες τοὺς καταφρονοῦντας. πολλαχοῦ δὲ ἐπὶ τῶν κολάσεων κεῖται ἡ βέλους προσηγορία, βέλος δὲ καὶ βολὶς ταὐτὸν καθ’ ὑποκείμενον.

582a

(n)

Ps 54,24a
1 Τῷ δικαίῳ οὐ διδοὺς σάλον ὁ θεὸς τοὺς βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ κατάξει εἰς φρέαρ διαφθορᾶς, ἐναντίως ἔχον τοῖς φρέασιν ἀφ’ ὧν πίνειν ζωὴν καὶ ἀφθαρσίαν προστάττει ὁ λόγος. ἢ τάχα Φρέαρ διαφθορᾶς τὸν ᾅδην λέγει εἰς ὃν οἱ διαφθαρέντες τὴν γνώμην κατάγονται ὑπὸ τοῦ θεοῦ ψήφῳ αὐτοῦ καὶ
5κρίσει παραδιδόμενοι.

583

(n)

Ps 54,24b—d
1 Οὓς εὔχεται ταπεινωθῆναι ὑπὸ τοῦ θεοῦ τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων τοὺς Ἰουδαίους εἶναι νοήσομεν. ἐκεῖνοι γὰρ τῷ θελήματι ἀντέπιπτον τοῦ μονογενοῦς, οὐ φοβηθέντες τὸν θεὸν ἀλλὰ καὶ βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ. ἄνδρας δὲ αἱμάτων λέγει τοὺς εἰπόντας Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν,
5ὄντας καὶ ἐνόχους παντὸς αἵματος ἐκκεχυμένου ἐπὶ τῆς γῆς τῶν δικαίων. οἱ δ’ αὐτοὶ καὶ δολιότητός εἰσιν ἄνδρες, δολερῶς ἀεὶ τῷ σωτῆρι καὶ τοῖς ἁγίοις
προσερχόμενοι. Τούτους οὖν εὔχεται μηδ’ ἐπὶ τὸ ἥμισυ τῶν ἡμερῶν αὐτῶν φθάσαι. ἐπεὶ γὰρ ἀποστραφέντες τὴν ἡμέραν τὴν ἐκ τῆς λάμψεως τοῦ ἀληθινοῦ φωτὸς16 in vol. 2
10συνισταμένην ἑαυτοῖς ἡμέραν δῆθεν φωτισμοῦ διὰ μυθικῶν παραδόσεων ἐπενόησαν, πονηρὸν δὲ τὸ ἐν τούτοις ἀναπληρωθῆναι αὐτῶν τὰς ἡμέρας παρακαλεῖ, μεσολαβηθεισῶν τῶν ἡμερῶν αὐτῶν μήποτε ἐπὶ τὸ ἥμισυ αὐτῶν τῶν ἡμερῶν φθάσασιν ἀνατεῖλαι αὐτοῖς τὸν ἥλιον τῆς δικαιοσύνης ἵνα ἐν ἡμέρᾳ κυρίου γένωνται.
15 Καὶ πρὸς τὸ ῥητὸν δὲ βιάσοιτό τις τοιαῦτα· ἐπεὶ ἐν τῷ βίῳ οἱ ἀσεβεῖς διαμένοντες ἀμετανοήτῳ προαιρέσει πολλὰ κακὰ δρῶσιν, φειδόμενος αὐτῶν ἀξιοῖ ὅπως μεσούσης τῆς ἀνθρωπίνης ζωῆς ἁρπαγῶσι τοῦ βίου ἵνα ὑπὲρ ὀλίγων ἁμαρτημάτων καὶ μὴ πολλῶν τιμωρηθῶσιν. Τούτων, φησίν, οὕτω διακειμένων, ἐγὼ τὴν προσδοκίαν καὶ ἐλπίδα ἐπὶ σὲ
20ἔχω, κύριε.

584

(n)

Ps 55,2
1 Τὸ καταπατεῖσθαι ἐπὶ καταφρονήσεως τάττει ἡ γραφή, ὥσπερ ἐπὶ τοῦ μεμωραμένου ἁλὸς λέγεται Ἔξω βάλλουσιν αὐτό. καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ περὶ τοῦ τὸν Χριστὸν ἐξευτελίζοντος γέγραπται· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας; καὶ ὁ ἅγιος
5οὖν ἐξευτελιζόμενος ὑπὸ τοῦ διὰ φαυλότητα ἀνθρώπου ὄντος κατὰ τὸ Ὅπου ἔρις ἐν ὑμῖν καὶ ζῆλος οὐχὶ σάρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ἐλεηθῆναι ὑπὸ θεοῦ ἀξιοῖ. Οὗτος δὲ ἀδιαστάτως πολέμιος καὶ φονικὸς ὢν ὅλην τὴν τοῦ βίου ἡμέραν ἐκθλίβει πολεμῶν τὸν δίκαιον, οὐδὲ κατὰ ποσὸν εἰρηνικὸς εἶναι βουλόμενος.
10ἐπειδὴ δὲ καὶ ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὁ τούτων σπορεὺς πονηρὸς ἄνθρωπος ὁ διάβολος ἡρμήνευται, ἐπίστησον εἰ καὶ περὶ αὐτοῦ ῥηθείη τὰ
προκείμενα.17 in vol. 2

585

(n)

Ps 55,3
1 Ἀρξάμενοι ἀπὸ πολλοῦ τοῦτο ποιεῖν, φησίν, ἢ τάχα ἀπὸ ὑψηλοτέρας ἡμέρας καὶ ζωῆς καταπεσόντες ἐπὶ τὸ ἐχθροί μου εἶναι ἐληλύθασιν.

586

(n)

Ps 55,8a
1 Τοὺς εἰς κακίαν πεσόντας σῴζει ὁ θεὸς δωρεάν, οὐδὲν παρ’ αὐτῶν δεχόμενος. Ἰδοὺ γάρ φησι ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε, οὐκ ἐξ ἔργων ἀλλὰ χάριτι σῳζόμενοι. τὸ γοῦν Ὑπὲρ μηδενὸς σημαίνει μὴ ὑπέρ τινος διδομένου αὐτῷ τὴν σωτηρίαν αὐτοῖς παρέχειν.

586a

(n)

Ps 55,9
1 Παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. ὁ γὰρ ζῶν μὴ τῇ ἁμαρτίᾳ ἀλλὰ τῷ θεῷ δι’ αὐτῶν τῶν ἔργων φανερὰν τῷ θεῷ ποιεῖ τὴν ζωὴν ἑαυτοῦ, ἐξαγγέλλων αὐτὴν διαθέσει καὶ πράξει.

587

(n)

Ps 55,11
1 Τὸ ἐπὶ τῷ θεῷ καὶ διὰ τὸν θεὸν προφερόμενον ῥῆμα αἰνετόν ἐστιν, ὡσαύτως καὶ ὁ λόγος. ἤτοι δὲ ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ τὸ ῥῆμα καὶ τὸν λόγον
κατηγορεῖ, ἢ ἐπ’ ἄλλου καὶ ἄλλου τίθεται τὰς τοιαύτας προσηγορίας. ἐπεὶ γὰρ τὸ ῥῆμα μέρος ἐστὶ λόγου, ὁ εἰς τὴν θεοσέβειαν εἰσαγόμενος πληρεστάτῳ18 in vol. 2
5λόγῳ μήπω δυνάμενος κοινωνεῖν ἀπὸ ῥήματος ἄρχεται τουτέστι μερικοῦ λόγου. ἀμέλει πρότερον τὸ ῥῆμα κυρίου γίνεται ἐπὶ Ἱερεμίαν καὶ μετὰ τοῦτο λόγος κυρίου γίνεται πρὸς αὐτόν· καὶ ἐν Ἡσαΐᾳ Ἀκούσατέ φησι ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. ἀκούεται δὲ ῥῆμα κυρίου τῷ ἐν εἰσαγωγῇ γινομένῳ δι’ αὐτοῦ.
10 Εἰ δέ τις ἐνστήσεται ῥῆμα λέγων δίδοσθαι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ἴστω πρὸς τὴν μέλλουσαν γνῶσιν καὶ διδασκαλίαν ῥῆμα λαμβάνειν νῦν τοὺς ἐκ μέρους γινώσκοντας καὶ προφητεύοντας, τοῦ τελείου λόγου διδομένου αὐτοῖς τῆς τελείας γνώσεως ἐπιλαμπούσης ὡς τὴν ἐκ μέρους καταργηθῆναι. Ἀποδεχόμενος οὖν καὶ τὴν εἰσαγωγὴν καὶ τὴν πληρεστάτην τοῦ λόγου
15ἐπιφοίτησιν ἐπὶ τῷ θεῷ αἰνεῖ ῥήματι καὶ λόγῳ.

588

(n)

Ps 55,12
1 Σάρκα δὲ ἢ τὸν ἄνθρωπον λέγει ἢ ἐκείνην ἧς τὸ φρόνημα ἔχθρα εἰς θεὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτασσομένης. ὁ γὰρ ἐν ταύτῃ τῇ σαρκὶ γινόμενος θεῷ ἀρέσαι οὐ δύναται. φοβεῖται οὖν μήτι ποιήσει αὐτῷ σὰρξ ὁ ἐν πνεύματι γινόμενος, ὡς ἂν τὰ ἔργα τῆς σαρκὸς νεκρώσας· οὗτος γὰρ ἀληθῶς ἐπὶ θεὸν ἤλπισεν.

589

(n)

Ps 55,13
1 Ὁ εὐχόμενος ὅτε καταλλήλως διάκειται οἷς ἐπαγγέλλεται διὰ τῆς εὐχῆς, ἐν ἑαυτῷ ἔχει τὰς εὐχὰς τῆς αἰνέσεως ἃς ἀποδώσει τῷ θεῷ. εὐχαὶ δὲ αἰνέσεως αἱ περὶ αἰνέσεως· ὡς γὰρ εὔχεταί τις ποιῆσαι ἢ ἀποδοῦναι τῷ θεῷ
τόδε τι, οὕτως εὔχεταί τις αἰνέσαι τὸν θεόν.19 in vol. 2

590

(n)

Ps 55,14ab
1 Καὶ ἐπεὶ ἀκολουθεῖ τῷ θανατουμένῳ τὸ θρηνεῖσθαι καὶ δάκρυα ἐπ’ αὐτῷ γίνεσθαι, οὐκ ἄλλος δὲ θρηνεῖ τὸν κατὰ ψυχὴν τεθνηκότα ἢ αὐτὸς ἑαυτόν, εἰκότως μετὰ τὸ ἐρρύσθαι τὴν ψυχὴν ἐκ θανάτου τοῦ νοητοῦ τῆς ἀγνωσίας τῆς περὶ θεοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ δακρύων ἠλευθέρωνται.
5 Ἐρρύσατο δὲ ἀπὸ ὀλισθήματος τοὺς πόδας, ὑποδήσας αὐτοὺς ὑπόδημα μετεώριζον καὶ ἄνω τῆς γῆς ποιοῦν. Ἐγὼ γάρ φησιν ὁ θεὸς ὑπέδησά σε ὑάκινθον. ὁ δὲ ὑάκινθος μιμούμενος τὸ σῶμα τοῦ οὐρανοῦ δηλοῖ τὴν ψυχὴν οὐρανίῳ χρωμένην ὑποδήματι οὐκ ἄλλῳ τυγχάνοντι ἢ τῆς τοῦ εὐαγγελίου ἑτοιμασίας. μετεωριζομένου οὖν τοῦ ὑποδεδεμένου, ἀκολουθεῖ τὸ ἐξ
10ὀλισθήματος τοῦ περὶ τὴν ὕλην ἐρρύσθαι τοὺς πόδας αὐτοῦ.

591

(n)

Ps 55,14c
1 Ῥύεταί τις ἀπὸ τῶν προειρημένων ἐπιβλαβῶν ἐπὶ τῷ εὐαρεστῆσαι τῷ θεῷ ζῶν τε καὶ πεφωτισμένος. ὁ γὰρ εὐαρεστῶν τῷ θεῷ ἐν φωτὶ ζώντων τοῦτο ποιεῖ, ζῇ δὲ καὶ πεφώτισται πᾶς μετέχων θεοῦ· αὐτὸς γὰρ ζωὴ ὢν φῶς ἐστι τῶν ἀνθρώπων κατὰ τὸ Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

592a

(n)

Ps 56,2a—c
1 Ὁ ἐπιδιπλασιασμὸς δηλοῖ ὅτι καὶ ἐν τῷ βίῳ τούτῳ καὶ ἐν τῷ μέλλοντι ἐλέου θεοῦ χρῄζομεν. σκιὰν δὲ πτερύγων τὴν θείαν κηδεμονίαν καλεῖ. εἰ δὲ προδιαστέλλοιτο ἡ σκιὰ τῇ ἀληθείᾳ, ὃ βούλεται τοιοῦτόν ἐστιν· ἐν τῷ βίῳ τούτῳ τυγχάνων ἐν τῇ σκιᾷ τῶν πτερύγων εἰμί, ἐλπίζων καὶ ἐπ’ αὐτὰς τὰς
5πτέρυγας ἐλθεῖν ἐπτερώμενος ἀρετῇ καὶ νοήσει πνευματικῇ. πτέρυγες δὲ θεοῦ
ἢ αἱ σκεπαστικαὶ αὐτοῦ δυνάμεις ἢ αἱ ὑψιπετεῖς περὶ αὐτοῦ νοήσεις.20 in vol. 2

593a

(n)

Ps 56,2d
1 Τὸ παρέρχεσθαι τὴν ἀνομίαν δηλοῖ πρόσκαιρον αὐτὴν εἶναι· καὶ ὁ Παῦλος γοῦν ἐν τῇ Πρὸς Ἑβραίους πρόσκαιρον γράφει τὴν τῆς ἁμαρτίας ἀπόλαυσιν. ὥσπερ οὖν παρερχομένη, οὕτω καὶ ἀπό τινος χρόνου ἀρξαμένη ἐστὶν ἡ ἀνομία· περὶ γάρ τινος εἴδους αὐτῆς εἴρηται· οὔτε ἦν ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα
5ἔσται.

594a

(n)

Ps 56,3a
1 Οὐ μάτην δὲ Τὸν ὕψιστον εἶπεν. ἐπεὶ γὰρ ἡ ἀνομία ἑρπηστικὴ καὶ χαμαιπετής ἐστιν, ὁ ταύτης ἀπαλλακτιῶν πρὸς τὸν ὕψιστον βοᾷ ἵν’ εἰς ὕψος αἰρόμενος τῇ βοῇ μακρὰν ἀπὸ τοῦ βλαβεροῦ θηρὸς γένηται.

595a

(n)

Ps 56,4a
1 Ὁ ἀποσταλεὶς ἐξ οὐρανοῦ ἐπὶ τῷ σῶσαι ὁ κύριός ἐστι φάσκων Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν. τοῦτον γὰρ ὄντα λόγον αὐτοῦ ἐξαπέστειλεν ὁ θεὸς καὶ ἰάσατο τοὺς τετρωμένους ἐκ τῶν διαφθορῶν αὐτῶν, ὥς φησιν ἑτέρωθι αὐτὸς ὁ Δαυίδ.
5 Ζητήσειε δ’ ἄν τις τὸ ἐξ οὐρανοῦ ἀπεστάλθαι, εἰ τοπικὴν ἐκ τοῦ σωματικοῦ οὐρανοῦ ἐκπομπὴν δηλοῖ. δόξει γὰρ ἄλογον εἶναι τοπικὴν κατάβασιν τῷ θεῷ προσάπτειν. μήποτ’ οὖν σημαίνει ἡ οὐρανὸς φωνὴ τὴν ἀσώματον καὶ νοητὴν οὐσίαν, κατὰ τὸ Θησαυρίζετε ἐν οὐρανοῖς, καὶ τὸ Ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω. ὁ ἐν μορφῇ τοίνυν θεοῦ καὶ ἴσα θεῷ ὑπάρχων μορφὴν δούλου λαβὼν εἰς
10ἀνθρώπους ἧκεν. καὶ τοῦτό ἐστι τὸ ἐξ οὐρανοῦ ἀποστεῖλαι ἵνα ὁ θεὸς λόγος
σὰρξ γένηται καὶ ἐπὶ γῆς ὀφθεὶς ἀνθρώποις συναναστράφῃ. τὰ αὐτὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος μυσταγωγῶν ὁ Πέτρος γράφει Ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ· ἀποσταλὲν γὰρ ἐκ τοῦ νοητὴν οὐσίαν τυγχάνειν τὸ πνεῦμα ἀνθρώποις ἐνῳκίσθη τοῖς21 in vol. 2
15εὐαγγελισαμένοις ὑμᾶς.

596a

(n)

Ps 56,4b
1 Οἱ πρὸ τούτου διὰ τοῦ ἐξευτελίζειν καταπατοῦντές με εἰς ὄνειδος ἐδόθησαν, θεοῦ ἀποστείλαντος ἐξ οὐρανοῦ ὅπως σωθῶ. ἑωρακὼς γὰρ τὸν τοῦ θεοῦ υἱὸν φροντίσαντα τῆς σωτηρίας μου, ἀσχημονοῦντας αὐτοὺς καὶ ὀνειδιζομένους εἶδον καταπατήσαντας ὃν ὁ θεὸς ἔσωσεν.

597a

(n)

Ps 56,4c.5a
1 Ἐν τῷ προάγοντι στίχῳ εἰπὼν Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, οὐκ εἰρηκὼς τί τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ, νῦν ἑρμηνεύει ὅτι ἔλεός ἐστι καὶ ἀλήθεια τὸ ῥυόμενον τὴν ψυχὴν αὐτοῦ γενομένην μεταξὺ ἐχθρῶν τῶν καταπατησάντων· οὗτοι δέ εἰσι διὰ τὸ ἄγριον καὶ ὠμόθυμον σκύμνοι. οὐχ ἕτερον δὲ κατ’ οὐσίαν τῆς
5ἀληθείας τὸ ἔλεος· ἀμφότερα γὰρ ὁ σωτήρ.

598a

(n)

Ps 56,5b
1 Ἡ κοίμησις τὴν ἀνάπαυλαν πολλάκις σημαίνει, ὡς ἐν τῷ Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. ὃ οὖν βούλεται λέγειν τοῦτό ἐστιν· εἰ καὶ
ἐταράχθην καταπατούμενος ὑπὸ ἐχθρῶν καὶ θαμβούμενος τῶν σκύμνων τῶν μέσον με λαβόντων, ἀλλ’ οὐ παρέμεινεν ἡ ταραχή. ἐκοιμήθην γὰρ τεταραγμένος,22 in vol. 2
5οὐχὶ τεταραγμένος γρηγορῶν ἔμεινα ἀλλ’ ἐκοιμήθην ἀποβαλὼν τὴν ταραχήν.

599a

(n)

Ps 56,7b
1 Τούτου σύμβολον ἦν ἡ συνεχομένη πνεύματι ἀσθενείας γυνή, Συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές, ἣν ἔλυσεν ὁ Ἰησοῦς ἀπὸ τῶν βρόχων τῶν σατανικῶν θυγατέρα οὖσαν Ἀβραάμ. τάχα δὲ καὶ πᾶς ὁ τὰ κάτω φρονῶν κατακεκαμμένην ἔχει τὴν ψυχὴν οὐ δυναμένην τὰ ἄνω σκοπεῖν ὅσον
5ἐστὶν τοιαύτη.

600a

(n)

Ps 56,10
1 Λαοὺς δὲ νοήσεις καὶ τοὺς ἐκ περιτομῆς, ἔθνη δὲ τοὺς ἀπὸ τῶν εἰδώλων μετανοήσαντας ὡς μίαν γενέσθαι ἐκκλησίαν.

601a

(n)

Ps 57 arg
1 Οἱ ἐν ἀφθαρσίᾳ τὸν κύριον ἀγαπήσαντες εἰς τὸ τέλος τοῦ μὴ διαφθείρειν ἐληλυθότες τὴν στηλογραφίαν δι’ ὧν ἐνεργοῦσι καλῶς ἐγείρουσιν. ὡς γὰρ οἱ τἀναντία ποιοῦντες αὐτὰ ἃ πράττουσι κακῶς στήλην ἀπηγορευμένην ποιοῦσιν, ᾗ φησιν ὁ νόμος Οὐ ποιήσεις σεαυτῷ στήλην ἃ ἐμίσησεν ὁ κύριος, δηλῶν ὅτι
5πᾶς ὁ τὰ ἀπηγορευμένα πράττων φαῦλον βίον στήλης δίκην ἐγείρει. διὸ καὶ τὸν τὰ ἀγαθὰ ποιοῦντα εἰκότως ἐρεῖς στήλην ἀνατιθέναι οὖσαν σύμβολον ὧν διήθλησεν ἀγώνων.23 in vol. 2

602a

(n)

Ps 57,3
1 Οὗτος γὰρ καρπὸς δικαιοσύνης καὶ ἐν Παροιμίαις· Νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. συμπλέκει δὲ ἀδικίαν ὁ ἁμαρτίας συνάπτων ἐν τῷ ἀδιαστάτως ἐνεργεῖν τὸ κακόν. τούτῳ ἰσοδυναμεῖ τὸ Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.
5 Οὐ μάτην πρόσκειται τῷ Ἀνομίας ἐργάζεσθε τὸ Ἐν τῇ γῇ· κἂν γὰρ ἐν καρδίᾳ τις ἀνομίαν ποιήσῃ, Ἐν τῇ γῇ τουτέστι περὶ τὰ ὑλικὰ ἐνεργεῖ αὐτήν.

603a

(n)

Ps 57,4
1 Οἱ διαβάλλειν δὲ τὰς γραφὰς ἀποτολμῶντες καὶ ταύτην τὴν λέξιν διέσυραν, λέγοντες μὴ εἶναι οἷόν τε ἀπὸ γαστρὸς πλανηθῆναι καὶ ψεῦδος λαλῆσαι· συμπεπληρωκότων γὰρ τὸν λόγον φασὶ τὸ ἁμαρτάνειν. πρὸς οὓς ῥητέον μὴ νενοηκότας τὴν συνήθειαν τῆς γραφῆς ταῦτα· τὸ ἀρτίτοκον βρέφος δεκτικὸν
5ἀρετῆς καὶ κακίας ἐστὶ δυνάμει, τότε δεχόμενον κατ’ ἐνέργειαν ὁποτέραν τούτων τῶν ἕξεων ὅταν γνῶσιν ἀγαθοῦ καὶ κακοῦ σχῇ· τότε γὰρ καὶ συμπληροῦται ὁ λόγος ὅταν κατ’ ἀρετὴν ἄρξηται ἐνεργεῖν. Ἐκ κοιλίας μητρὸς λέγεται τὸ ἀγαθὸν πεποιηκέναι. τοιοῦτόν ἐστιν ὅ φησιν ὁ Ἰώβ· Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα· ἐκ
10κοιλίας γὰρ μητρὸς ὡδήγουν αὐτοὺς καὶ ἐξέτρεφον ὡς πατήρ. καὶ οὗτοι οὖν περὶ ὧν ὁ λόγος φθάσαντες ἐπὶ συμπλήρωσιν τοῦ λόγου ἀπὸ πλάνης ἤρξαντο ἐνεργεῖν.
Καὶ σημαίνει τὸ κατ’ αὐτὴν τὴν λέξιν φθέγγεσθαι τὸ λελαληκέναι ψευδῆ. τάχα δὲ καὶ ὡς ἐπὶ τοῦ προάγοντος στίχου εἴποιμεν καὶ ἄλλην εἶναι γέννησιν·24 in vol. 2
15οἱ τεχθέντες ἀπὸ φαύλης διδασκαλίας ἀπ’ αὐτῆς τῆς γαστρὸς τῆς αὐτοὺς τεκούσης εἶχον καὶ τὸ πεπλανῆσθαι καὶ τὸ ψευδῆ λελαληκέναι.

604a

(n)

Ps 57,5b.6
1 Ἀσπίδα βύουσαν τὰ ὦτα αὐτῆς τὴν καλουμένην παλαμναίαν φασίν. εἴ ποτε γὰρ ἐπαοιδὸς κατὰ τὴν σοφίαν ἑαυτοῦ ἐπῳδήν τινα προφέροι δυναμένην κατακοιμίσαι αὐτήν, εἰ ἀκούσοι, βύει τὰ ὦτα ἐπὶ τῷ μὴ ἀκοῦσαι τὴν φωνὴν τοῦ ἐπᾴδοντος οὖσαν φάρμακον παρὰ σοφοῦ σκευαζόμενον. βύουσι δὲ καὶ οὗτοι, οὐ
5τὰ τῆς αἰσθήσεως ἀλλὰ τὰ τῆς νοήσεως ὦτα, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προφερόντων. τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν. Φαρμάκου δὲ ἀναγνωστέον ἐν παραθέσει ὄντος, τουτέστι συνοδῶς καὶ οὐ ῥηματικῶς φαρμακοῦται.

605a

(n)

Ps 57,7.8a
1 Τοῦτο δὲ αὐτοῖς ὁ θεὸς ποιεῖ εὐεργετῶν ἵνα μὴ κατεσθίοντες τοὺς ὑπὸ σφῶν ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται, καὶ τὰς μύλας γοῦν αὐτῶν συνέθλασεν ὅπως μὴ δάκνωσι μηδὲ κατεσθιῶσιν. σημειωτέον δὲ ὅτι κατὰ τὴν γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεῖς καὶ διαιροῦντες
5τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασώμεναι καὶ λεαίνουσαι μύλαι. Ὥσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου ὕδωρ οὐ παραμένον ἀλλὰ διασκεδαννύμενον ἐξουδενεῖται καὶ εὐκαταφρόνητον γίνεται, οὕτω καὶ οὗτοι ἐξευτελισθήσονται οὐδὲν βέβαιον καὶ παράμονον ἔχοντες ἀλλ’ ὑδαρῆ καὶ ὑγρὸν
βίον προσκαίρως ὑποδεξάμενοι.25 in vol. 2

606a

(n)

Ps 57,8b—10
1 Καὶ πρότερον εἴπομεν τὰ βέλη σημαίνειν αὐτοῦ τὰς κολάσεις, τόξον δ’ ἐστὶν ἀφ’ οὗ ἀφίεται τὰ βέλη· ταῦτα ἡ κριτικὴ τοῦ θεοῦ δύναμις. τοῦτο οὖν τὸ τόξον ἐντενεῖ, οὐκ ἀνιεὶς αὐτὸ ἕως οὗ ἀσθενήσωσιν οἱ βαλλόμενοι· πρὸς ἀγαθὸν δὲ αὐτοῖς τὸ ἀσθενῆσαι, καθαιρουμένης ἧς εἶχον ἰσχύος περὶ τὴν κακίαν.
5 Ὥσπερ δὲ ὁ τηκόμενος κηρὸς ἀναιρεῖται καθὸ τηκτὸς καὶ παχύτητα ἔχων τοῦ πρώτου ὑποκειμένου εἰς πῦρ μεταβαλόντος, οὕτως οἱ φαῦλοι κολάσεως πεπειραμένοι τὴν ἐκ μοχθηρᾶς ἕξεως παχύτητα τηκόμενοι ἀποβάλλουσι. πρὸ κολάσεως δ’ ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν τυγχάνον δικαιοσύνης ἥλιος· μετὰ γὰρ τὴν κόλασιν οὐχ οἷόν τε προσβάλλειν τῇ λαμπηδόνι τοῦ νοητοῦ ἡλίου. ὅθεν
10ἐνταῦθα εἴρηται· ὡς ἄρα ἐπιπεσόντος τοῦ κολαστικοῦ φωτὸς οὐκ εἶδον τὸν ἥλιον οἱ τῇ κολάσει περιπεσόντες. οἱ δὲ συνέντες τὰ ἴδια πάθη ἀλληγορικώτερον ἀκάνθας ὀνομαζόμενα οὐ πειρασθήσονται κολαζούσης ὀργῆς, πρὸ τοῦ δὲ συνιέναι τὰς πνευματικῶς λεγομένας ἀκάνθας καὶ ῥάμνον ὡσεὶ ζῶντες ὑπ’ ὀργῆς καταποθήσονται· οὐ γὰρ ζῶντες ἀλλὰ ζῶσιν ὅμοιοι τυγχάνοντες ὑπ’
15ὀργῆς συλληφθήσονται. τὸ γὰρ καταπιεῖν κατὰ τὴν γραφὴν τὸ κρατῆσαι καὶ νικῆσαι σημαίνει, τοῦ καταποθέντος ἤδη κεκρατημένου καὶ νενικημένου. καταπίνεται γοῦν καὶ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, κρατούσης καὶ νικώσης τῆς ζωῆς τὸν θάνατον.

607a

(n)

Ps 57,11a
1 Οὐκ ἐπιχαίρων εὐφραίνεται ἀλλ’ ὅτι μὴ αὐτὸς ὑπόκειται τιμωρίᾳ καὶ καθαίρει τὰς ἑαυτοῦ πράξεις γινόμενος ἀσφαλέστερος.

608

(n)

Ps 58,2.3
1 Ἑνὸς τοῦ Σαοὺλ διώκοντος, ἐκ πλειόνων ἐχθρῶν ἐξαιρεθῆναι εὔχεται. μήποτ’ οὖν τοὺς συμπνέοντας τῷ Σαοὺλ δορυφόρους ἢ τοὺς ἐνεργοῦντας εἰς αὐτὸν ἀλιτηρίους δαίμονας καθ’ ἑαυτοῦ πληθυντικῶς ἐχθροὺς εἰπών, ῥυσθῆναι ἐξ αὐτῶν εὔχεται· καὶ λυτρωθῆναι ἐκ τούτων ἐπανισταμένων ἐπ’ αὐτὸν26 in vol. 2
5παρακαλεῖ, εὐχόμενος τάχα γενέσθαι ἐπιδημίαν τοῦ ἐλευσομένου λύτρον δοῦναι τὴν ἑαυτοῦ ψυχὴν ἀντὶ πολλῶν. Ἐργάται δὲ ἀνομίας οἱ πράττοντες ἃ ἀπαγορεύει ὁ νόμος, καὶ ἐπεὶ τῶν ἀπηγορευμένων ὁ φόνος ἐστίν, οἱ ἀναιρεῖν ἀνθρώπους προτιθέμενοι διὰ τὴν προσοῦσαν ὠμότητα ἄνδρες αἱμάτων εἰσίν. ῥύεται δὲ ἀπὸ τῶν ἐργαζομένων
10τὴν ἀνομίαν ὁ μὴ ἐπηρεαζόμενος ὑπ’ αὐτῶν, σκέποντος τοῦ θεοῦ, ἀλλὰ καὶ σῴζεται ἀπὸ φονικῶν ἀνδρῶν ὁ μὴ παραδιδόμενος εἰς χεῖρας τῶν ἐκχέαι τὸ αἷμα αὐτοῦ ἐθελόντων. καὶ ἑτέρως δέ· ῥύεταί τις ἐκ τούτων· ὁ γὰρ μὴ ἐνεργῶν τὴν ἀνομίαν ἀλλ’ ἐναντίως διακείμενος τῶν ποιούντων αὐτὴν ἔρρυσται ἀπὸ διαθέσεως ἀνομημάτων πρακτικῆς, ὡς αὖ ὁ ἐκτὸς φονικῆς γνώμης
15ὑπάρχων σέσωται οὐ συγκαταλεγόμενος ἀνδράσι φονικοῖς. Ἑρμηνευτέον τοὺς στίχους καὶ οὕτως· ἐπεὶ ἐνεργούντων διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ ἐν τοῖς ἀνθρώποις τὴν τῆς ἀνομίας ποίησιν ἀνομοῦσιν οἱ ἄνθρωποι, εὔχεται ῥυσθῆναι ἀπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ προ‐ κατερχομένων τῆς ἐργασίας τῆς ἀνομίας. μαρτυρία τῆς νοήσεως ταύτης· ἀπ’
20ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. προκατερχομένου γὰρ ἐκείνου ἐφέπονται οὗτοι τῷ ἁμαρτάνειν ἐν οἷς ἐνεργεῖ. βαλόντος γὰρ αὐτοῦ ἐν τῇ καρδίᾳ τοῦ Ἰούδα προδοσίας ἐνθύμησιν προδότης γέγονεν, ἐπακολουθήσας ᾧ ἔτρεχεν περὶ προδοσίας λογισμῷ ἐκ τοῦ εἰς τοῦτο παρορμήσαντος. Εὖ δὲ καὶ τὸ προσθεῖναι τοῖς φονικοῖς τὸ ἄνδρες· οὐ γὰρ τοῦ τυχόντος ἀλλ’
25ἰσχυροῦ καὶ τελείου ἐν κακοῖς τὸ αἷμα ἀνθρώπου ἐκχεῖν.

609

(n)

Ps 58,4a
1Ὅσον εἰς τὴν πρόθεσιν καὶ ὠμότητα τοῦ Σαοὺλ καὶ τῶν πεμφθέντων παρ’
αὐτοῦ ἐπὶ τῷ λαβεῖν αὐτὸν ἐκ τοῦ οἴκου τοῦ ἰδίου καὶ θανατῶσαί φησιν Ἐθήρευσαν τὴν ψυχήν μου, εἰ καὶ θεοῦ δυνάμει ἐσώθη παραδόξῳ τέχνῃ τῆς γαμετῆς.27 in vol. 2
5 Περὶ ἀοράτων ἐχθρῶν τῶν σπουδὴν ἐχόντων θηρεύειν ψυχὴν ἑρμηνευθείη ὁ στίχος τῶν παρασκευαζόντων τὸν Σαοὺλ φονέα κατὰ τοῦ διὰ πάντων ἀμέμπτου Δαυὶδ γενομένου πρὸς αὐτόν.

610

(n)

Ps 58,4b
1 Κραταίους δὲ τοὺς ἐπιθεμένους αὐτῷ δηλοῖ βασιλέα καὶ τοὺς ἀφ’ ἑαυτοῦ, ὡς δὲ πρὸς διάνοιαν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου.

611

(n)

Ps 58,5a
1 Εὖ δὲ καὶ τὸ Ἔδραμον εἶπεν· τελέσαντος γὰρ τὸν δρόμον ἡ φωνή. ὡς γὰρ οὐ ταὐτὸν τὸ πράττειν καὶ πεπραχέναι, οὕτως οὐ ταὐτὸν τὸ τρέχειν καὶ τὸ δεδραμηκέναι. Παῦλος τοίνυν ἀμφοτέρων διδάσκαλος· ὁτὲ μὲν λέγει Οὕτως τρέχω ὡς οὐκ ἀδήλως, ὁτὲ δὲ Τὸν δρόμον τετέλεκα, τοῦ τὸν δρόμον τελέσαντος
5οὐκέτι τρέχοντος. Ἀντερεῖ δέ τις τοῖς εἰρημένοις, φέρων τὴν πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίαν 〈ἐξομολόγησιν〉, ἐπεὶ καὶ ἐξωμολογήσατο τῷ θεῷ φήσας Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας καθάρισόν με. γέγονε δὲ ἡ πρᾶξις περὶ ἧς καὶ ἡ ἐξομολόγησις μετὰ τὸν τοῦ Σαοὺλ θάνατον. τούτου γοῦν ἀληθοῦς
10ὄντος, πῶς ὁ ἐπὶ τοῦ ἔτι ζῶντος Σαοὺλ διωκόμενος ὡς ἤδη τελέσας τὸν δρόμον εἶπεν Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα; λεκτέον πρὸς τὴν ἀντίρρησιν πρῶτον μὲν ὅτι τὴν πρὸς τὸν Σαοὺλ καὶ τὴν πρὸς αὐτὸν ὑπηρεσίαν ἄνευ ἀνομίας κατευθυκέναι φησὶν ὡς μάτην ἐκεῖνον ἐπιβουλεύειν, εἶτα καὶ οὕτως· εἰς ὅτε τότε δραμὼν ἄνευ ἀνομίας καὶ κατευθύνας ἦν πάντα τὰ διανυσθέντα28 in vol. 2
15αὐτῷ. ἀλλ’ ἐπεὶ τρεπτὸς καθόλου πᾶς γενητὸς ἄνθρωπος ὤν, μετὰ ταῦτα πταίσας ῥᾷστα μετενόησεν· ἐξ οὗ καὶ αὐτοῦ δείκνυται ὡς οὐκ εἶχε τριβὴν καὶ συνήθειαν πρὸς τὸ ἁμαρτάνειν.

612a

(n)

Ps 58,5b
1 Τῶν προειρημένων ἐχθρῶν ἐμμενόντων τῇ κατ’ ἐμοῦ σπουδῇ, ἐξεγερθεὶς συνάντησον εἰς τὸ βοηθῆσαί μοι μηκέτι μακροθυμῶν ἐπ’ αὐτοῖς. παρακαλῶ δὲ ἐξεγερθέντα εἰς συνάντησίν μου ἰδεῖν ὡς οὐ κατ’ ἐμὴν πρόφασιν κατ’ ἐμοῦ φονῶσιν ἁμαρτόντος εἰς αὐτούς. οὔτε γὰρ ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου
5ἐξεκαλέσατο αὐτοὺς ἀλλὰ τὸ φθονερὸν αὐτῶν πάθος λυπηθέντας ἐπὶ ἐυκλείᾳ ἡμετέρᾳ.

613a

(n)

Ps 58,6ab
1 Τῇ περὶ αὐτοῦ εὐχῇ συμπαραλαμβάνει τὴν περὶ πάντων τῶν ἐθνῶν ἀξίωσιν, φιλάνθρωπος ἅμα καὶ προφήτης ὑπάρχων. προγνοὺς γὰρ προφητικῶς τὴν τῶν ἐθνῶν κλῆσιν παρακαλεῖ κύριον τὸν θεὸν τῶν θείων δυνάμεων ἀλλὰ καὶ τοῦ Ἰσραὴλ θεὸν προσέχοντα ἐπισκέψασθαι τὰ ἔθνη ὅπως ἰάσηται αὐτὰ διάγοντα
5κακῶς διὰ εἰδωλολατρείαν καὶ δαιμόνων θεράπειαν. γίνεται δὲ ἡ ἐπισκοπὴ τῶν ἐθνῶν ἀποσταλέντος τοῦ θείου λόγου ἐπὶ τῷ πάντας ἰάσασθαι καὶ σῶσαι ἐκ τῶν προκαταλαβουσῶν διαφθορῶν. ἰατρὸς γοῦν ἐστι ψυχῶν, τοὺς
συντετριμμένους τῇ καρδίᾳ ἰώμενος. Δυνάμεων δὲ θεὸν αὐτὸν καλεῖ καὶ κύριον ἤτοι λογικῶν ἁγίων ζῴων καὶ29 in vol. 2
10στρατευμάτων οὐρανίων. ὡς δὲ τούτων τῶν δυνάμεων θεός, οὕτω καὶ τῶν διορατικῶν ἀνθρώπων Ἰσραὴλ καλουμένων Ἑβραίων φωνῇ θεός ἐστιν.

614

(n)

Ps 58,10.11
1 Διωκόμενος ὁ Δαυὶδ ὑπὸ Σαοὺλ διὰ τὸν προειρημένον φθόνον ἔγνω ὅτι ἔσται τῆς ἀρχῆς διάδοχος. καὶ προφητικῶς μὲν θεωρήσας τὸ ἐσόμενον καὶ ἐκ τοῦ κεχρίσθαι εἰς τοῦτο ὑπὸ τοῦ Σαμουήλ, πλὴν εἰ καὶ οὕτω πεπληροφόρητο, οὐκ ἀνῄρει αὐτὸν πολλάκις εἰς χεῖρας αὐτοῦ παραδοθέντα, νομίμως ἐκ θεοῦ
5ἀντιπαραλαβεῖν τὴν ἀρχὴν βουλόμενος ἀλλ’ οὐκ ἐκ τοῦ ἐπιθέσθαι καὶ δολοφονῆσαι. ἀπὸ ταύτης τῆς προθέσεώς φησιν Ὁ θεὸς τὸ κράτος μου, πρὸς σὲ φυλάξω, οὐ σφετερίσασθαι αὐτὸ προαιρούμενος ἀλλ’ ἐκδεχόμενος παρὰ σοῦ αὐτὸ λαβεῖν· θαρρῶ δὲ τῇ περὶ τούτου διαβεβαιώσει, γνοὺς πεῖρᾳ πολλάκις ὅτι καὶ θεὸς καὶ ἀντιλήπτωρ μου τυγχάνεις. κἂν γὰρ μὴ ἐξ ἡμετέρας δυνάμεως
10ἄξιος λαβεῖν τὸ βασιλεύειν, ἀλλά γε τὸ σὸν ἔλεος προφθάσαν με δείξει μοι ἐν τοῖς ἐχθροῖς μου, ὡς αὐτοὶ μὲν παιδευθήσονται κολάσει ὑποπεσόντες, ἐγὼ δὲ τὴν βασιλείαν λήψομαι παρὰ σοῦ. Καὶ πρὸς διάνοιαν δὲ ὁ κατὰ τὸν Ἀβραὰμ ἐκ θεοῦ τὸ βασιλεύειν ἔχων. γέγραπται γὰρ ὡς εἶπόν τινες τῷ πατριάρχῃ οὐκ αἰσθητῶς κρατοῦντι Βασιλεὺς
15παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν. βασιλεύων ἀρεσκόντως θεῷ ἐρεῖ Ὁ θεός μου τὸ κράτος μου, πρὸς σὲ φυλάξω· σὺ γὰρ εἰσάξεις εἰς τὴν βασιλείαν τοὺς εἰρηκότας Κορινθίους Καὶ ὀφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.

615

(n)

Ps 58,12.13ab
1 Ὡς πρὸς ἱστορίαν· τοὺς ἐπικειμένους ἐχθροὺς ἐπιτιμηθῆναι πρὸς θεοῦ ἀλλ’ οὐκ ἀποθανεῖν ἀξιοῖ. οἶδεν γὰρ ὅτι, εἰ μένοντες φαῦλοι ἀποθάνοιεν, λῆξιν ἕξουσι τοῦ θεϊκοῦ νόμου, διασκορπισθέντες δὲ τῇ τοῦ θεοῦ δυνάμει καὶ εἰς αἰχμαλωσίαν παραδοθέντες στενάξουσι πρὸς θεὸν πεῖραν κακώσεως30 in vol. 2
5ἐσχηκότες. Βούλεται δὲ αὐτοὺς καὶ καταχθῆναι ἀπὸ ὕψους ἧς ἔχουσι ὑπερηφανίας, ποιοῦντος αὐτὸ τοῦ ὑπερασπίζοντος κυρίου τοῦ τὴν δέησιν ἀναφέροντος. ἡ γὰρ παντελὴς τιμωρία εἰς ἀπόγνωσιν παρασκευάζει καὶ προτρέπεται. ὅτι δὲ φειδόμενος αὐτῶν τοῦτο ὁ Δαυὶδ ἐπρεσβεύετο, ἵνα τῇ μετριωτέρᾳ τιμωρίᾳ
10σωφρονισθέντες νήφωσιν, ἐπάγει τὰ ἑξῆς· ἐὰν γὰρ διασκορπισθῶσιν, ὁμοῦ καὶ τιμωροῦνται καὶ συναχθῆναι πάλιν δυνήσονται μετανοήσαντες. ὁμοίως δὲ καὶ καταχθῆναι τουτέστι ταπεινωθῆναι βούλεται Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, συμφέρων αὐτοῖς τε τοῖς ταπεινουμένοις καὶ τοῖς πλείοσι ὥστε μὴ παροξυνθῆναι πρὸς ζῆλον τῶν ἐν ὑπερηφανίᾳ λαλούντων
15καὶ φθεγγομένων ἄδικα. οἱ γὰρ μεθ’ ὑπερηφανίας λελαληκότες οἱ κατὰ τοῦ δικαίου ψευσάμενοι· ὅταν ἐναντίαν τοῖς ἔργοις τὴν ἔκβασιν ἐν τῇ ὑπερηφανίᾳ τῶν οἰκείων λόγων συλλαμβανόμενοι δέχωνται, ὡς παράνομοι καταληφθέντες ἐλέγχονται.

616a

(n)

Ps 59,3b
1 Ἐλεγκτέον καὶ ἐκ τῆς προκειμένης λέξεως τοὺς ἀμυντικὸν φρονοῦντας εἶναι τὸν δημιουργὸν αἱρετικούς. ὀργίζεται ὁ θεὸς οὐχ ἵνα ἀπολέσῃ, ἀλλ’ ἵνα οἰκτειρήσῃ. τούτῳ συνᾴδει Εὐλογήσω σε, κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν. εἰ γὰρ εἰς σωτηρίαν ὀργίζεται καὶ ἐπὶ τῷ οἰκτεῖραι, οὐ πάθος ἡ ὀργὴ αὐτοῦ ἀλλὰ χρησίμως
5παραλαμβανομένη.

617a

(n)

Ps 59,4
1 Οἱ προσπαθοῦντες τοῖς ὑλικοῖς καὶ τὰ ἐπίγεια φρονοῦντες† ἐπ’ αὐτοῖς τῷ ἐμπαθεῖς εἶναι οἴονται εὐστάθειαν καὶ ἀταραξίαν ἔχειν, βλάβην δὲ αὐτοῖς ἡ τοιαύτη κατάστασις φέρει· ὅθεν χρήσιμον ἐλέῳ θεοῦ συσσεισθῆναι αὐτὴν καὶ ταραχθῆναι μεταμελείας τρόπῳ. γνοῦσα γὰρ ὡς ἐπιβλαβὲς τοῖς ὑλικοῖς31 in vol. 2
5ἐνέχεσθαι καὶ φρονεῖν τάραχον καὶ συσσεισμὸν σχοίη, μετατιθεμένη ἐκ τοῦ προτέρου φαύλου βίου ἐπὶ σπουδαῖον, ἀμέλει καὶ συντριβεῖσα, αἴσθησιν λαβοῦσα τῶν ὑπαρξάντων συντριμμάτων ἐκ τῶν δαιμόνων παρακαλέσει τὸν δυνάμενον κύριον ἰᾶσαι ταῦτα.

618a

(n)

Ps 59,5
1 Δείκνυταί τινι σκληρά, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερ ἐάν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετάνοιαν λαμβάνων ἐκ τοῦ ποτισμοῦ. πολλαχοῦ δὲ τῆς γραφῆς† ἀκράτου ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά, ὡς ἐν τῷ Ποτήριον ἐν
5χειρὶ κυρίου οἴνου ἀκράτου. ὁμωνυμεῖ δὲ τὰ σκληρὰ καὶ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς· ἐν IS ψαλμῷ οὕτως λέγει· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ αἱ κατ’ ἀρετὴν εἴρηνται διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς, ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ πειραθεὶς κακωτικῶν.

619

(n)

Ps 59,6
1 Τίς ἡ σημείωσις ἣν δίδωσιν ὁ θεὸς ἢ ὁ φωτισμὸς καθ’ ὃν δυνατὸν διάκρισιν ἔχειν πνευμάτων καὶ ἀγαθοῦ καὶ κακοῦ; ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ἔργου καὶ πνεύματος πονηροῦ
γινόμενοι. δίδοται δὲ οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς κατὰ θεὸν εὐσεβέσι σημείωσις.32 in vol. 2

620

(n)

Ps 59,7
1 Ὅπως ἀβλαβεῖς διαμείναντες ῥυσθῶσιν ἀπὸ προσώπου τόξου οἱ ἀγαπητοί σου, τὴν λεχθεῖσαν σημείωσιν ἔδωκας. λεκτέον καὶ ὧδε· τότε ῥυσθῆναι ἀπὸ πολεμίων ἀοράτων δυνήσονται, ὅταν σώσῃ ἡ δεξιά σου, μονογενής σου υἱός. οὗτος γὰρ δεξιὰ θεοῦ ἡρμήνευται πολλάκις, μάλιστα ὅτε προέκειτο τὸ
5Ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, καὶ Τῇ δεξιᾷ μου ἐστερέωσα τὸν οὐρανόν. Ἐπιστατέον ὡς ἔμπαλιν τῇ τάξει τῆς νοήσεως ἔχει τὰ τῆς προφορᾶς. πρότερον γὰρ εἰσακούσας σῴζει θεὸς καὶ αὕτη ἡ ἀκόλουθος ἁρμονία, τῆς λέξεως μετὰ τὸ Σῶσον τὸ Ἐπάκουσόν μου ἐχούσης, εἰ μὴ ἄρα οὕτω νοηθείη·
10Σώσας τῇ δεξιᾷ ἐπάκουσόν μου, εὐχῆς οὔσης ἐμοὶ τῷ σωθέντι οὐ περὶ τοῦ σωθῆναι (ἐκεῖνο γὰρ εἴρηται) ἀλλὰ περὶ θείων ἀγαθῶν αἰτουμένῳ ἅπερ ἐστὶ τὰ τοῦ θείου πνεύματος χαρίσματα. Ἀγαπητοὶ δὲ θεοῦ τυγχάνουσιν οἱ διὰ καλοκἀγαθίαν ὄντες, ἄξιοι τοῦ ἀγαπᾶσθαι ὑπ’ αὐτοῦ· οἱ κατ’ εἰκόνα θεοῦ πεποιημένοι ἄνθρωποι, εἰ καὶ τὰ
15μάλιστα ὑποπεπτώκασιν τῇ ἁμαρτίᾳ, ἀλλ’ ὅμως διὰ τὴν τῆς ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν εἶεν ἂν ἀγαπητοὶ αὐτοῦ.

621a

(n)

Ps 59,8a
1 Θεὸς λαλεῖ ἐν παντὶ μετέχοντι ἁγιότητος. οὕτω γοῦν καὶ ἐν Παύλῳ ἁγίῳ ὄντι ἐλάλει Χριστὸς καὶ ἐν παντὶ προφήτῃ. εἰ δὲ περὶ τοῦ πατρὸς ἐκλαμβάνεται ἡ φωνή, ἅγιος ἐν ᾧ λαλεῖ ὁ σωτὴρ ἂν εἴη συμφώνως τῷ Ὁ πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ ἔργα, καὶ Ἐντολὴν δέδωκέν μοι ὁ πατὴρ τί εἴπω καὶ τί λαλήσω·
5ἁρμόζει ταῦτα τῇ οἰκονομίᾳ.33 in vol. 2

622a

(n)

Ps 60,3ab
1 Ὁ ἐνταῦθα εὐχόμενος πόρρω ἑαυτὸν τυγχάνοντα εἰδὼς τοῦ ᾧ τὴν εὐχὴν ἀναπέμπει ἐκ τῶν περάτων εἶναι τῆς γῆς λέγει καὶ κεκραγέναι πρὸς θεὸν τότε ὅτε ἀκηδιᾷ· καθὰ γάρ φησιν ἐν τῷ Ἐκκλησιαστῇ Ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐν τῇ γῇ κάτω. σημαίνεται δὲ διὰ τῆς λέξεως οὐ διάστασις
5τοπικὴ ἀλλ’ οὐσίας ἀκτίστου καὶ κτισμάτων διαφορᾶς, τῆς τοῦ θεοῦ ὑπάρξεως δι’ ὑπεροχὴν τιμῆς ἄνω ἐν οὐρανῷ λεγομένης, τῆς τοῦ ἀνθρώπου κάτω εἰς γῆν τυγχανούσης τῷ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐληλυθέναι. εἰς ταύτην τὴν διαφορὰν καὶ ὁ Βαπτιστὴς σκοπήσας τὸν σωτῆρα ἄνωθεν ἐξ οὐρανοῦ εἶναι λέγει, τὸν δὲ ἄνθρωπον ἐκ τῆς γῆς τυγχάνειν καὶ λαλεῖν· προφέρει γὰρ ἃ
10κτίσματι δυνατὸν εἰπεῖν.

623a

(n)

Ps 60,3c—5
1 Πέτραν σημαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα τὸν Χριστόν. ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γινόμενος τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμός) μετεωρίζεται κατὰ τὸν νοῦν ὑψούμενος ὑπὸ θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ σωτῆρι προθέμενοι κατὰ τὰς αὐτοῦ προτροπὰς
5λέγοντος Δεῦτε ὀπίσω μου, καὶ πάλιν πρὸς Φίλιππον Ἀκολούθει μοι, ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσιν, οὐκ ἄλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἴτιον ὁδοῦ. ταύτης τῆς δωρεᾶς τυχὼν καὶ ὁ Δαυὶδ μεθ’ ὕμνου λέγει τῷ κυρίῳ Ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ
10προσώπου ἐχθροῦ. σὲ γὰρ ἰσχὺν ἔχων καὶ ἰσχύος πύργον ἀβλαβὴς διέμεινα, καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου καὶ πολεμεῖν με θέλοντος. τοῦτον τὸν πύργον ὁ οἰκοδομεῖν ἀρξάμενος ὡς θεμελίους ἤδη τεθεικέναι τελειωσάτω τὴν οἰκοδομὴν ὡς καὶ στεφανὴν ἐπιθεῖναι τῷ δώματι, ὅπως μὴ αἰσχύνην ὀφλῇς πρὸς τῶν παραπορευομένων εἰωθότων ἐπιχλευάζειν τοῖς μὴ εἰς τέλος ἣν
15ᾑρήσαντο πολιτείαν ἄγουσιν. Δύναται ἀναφορὰν ἔχειν εἰς τὸ Ἀπὸ προσώπου ἐχθροῦ καὶ τὸ Ὡδήγησάς με εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ ἐλπίς μου γεγενημένος, ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τῷ ὡδηγηκέναι με ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ σωτήρ, ᾗ φησι Παῦλος Καὶ Ἰησοῦ34 in vol. 2
20Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, καὶ ἡ προφητεία Ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν· αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι Ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι, ὃ δηλοῖ τὸ Τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; αἰώνιον γὰρ τοῦτο ταὐτὸν ὂν τῇ σκηνῇ Ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. πλὴν
25εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ ὡς καὶ Ἅγια ἁγίων εἶναι, ἀλλ’ οὖν ἐστιν μετ’ αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν καθ’ ἣν ἔσονται ἐν πατρὶ καὶ υἱῷ, μᾶλλον δὲ τῇ τριάδι. διὸ παροικεῖν εἰς τοὺς αἰῶνας ἀλλ’ οὐ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται. ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ θεοῦ σκέπῃ.

624a

(n)

Ps 60,6b
1 Πλούσιος γὰρ ὤν, φησίν, καὶ μεγάλας δωρεὰς παρέχεις, μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς κληρονομίαν αὐτοῖς δέδωκας. εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη κατὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλά γε τῷ ἤδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν
5δέοντα ἀχθησομένοις. Καὶ ἐπὶ τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ὁ θεὸς κληρονομίαν ἔδωκεν. ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ θεοῦ προσηγορίᾳ τῶν ἑνωθέντων αὐτῷ τῷ θεῷ, ὅρα
10ὡς καὶ τοῖς φοβουμένοις τὸν θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν.

625a

(n)

Ps 60,7.8
1 Ὁ τυχὼν τῶν ἡρμηνευμένων δωρεῶν βασιλεύς τίς ἐστι καθ’ ὃ σημαινόμενον εἴρηται περὶ τῶν θεοσεβῶν ὡς εἴησαν Βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. τούτῳ τῷ σημαινομένῳ βασιλεῦσαι καὶ οἱ ἀπόστολοι προσδοκῶντες λέγουσι Κορινθίοις Χωρὶς ἡμῶν ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. τῷ οὕτω35 in vol. 2
5γενομένῳ βασιλεῖ ἔτη ὑπὸ τοῦ κυρίου προστίθεται, ἡμέρας ἐφ’ ἡμέρας ἀγομένης. δεῖ γὰρ ἐκ προλαβούσης φωτεινῆς καταστάσεως εἰς ἑτέραν ὡσαύτως ἔχουσαν μετάβασιν γίνεσθαι, ὡς ἐκ τοῦ τῶν ἡμερῶν ὀνομαζομένου συμπληροῦσθαι τὰ ἔτη τὰ αἰώνια περὶ ὧν εἴρηται Καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα. παρατείναι δὲ ἡ ζωὴ τῶν ἡμέρας ἐφ’ ἡμέρᾳ προσλαμβανόντων ἕως ἡμέρας
10γενεᾶς γενεῶν ἐνώπιον τοῦ θεοῦ. Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; πολλαχοῦ τῶν θείων παιδευμάτων ἅμα τῇ ἀληθείᾳ τοῦ θεοῦ τὸ ἔλεος αὐτοῦ συνέζευκται· μήποτ’ οὖν ἐπεὶ τὸ γνῶναι ἀκραιφνῶς καὶ καθαρῶς τὴν ἀλήθειαν τοῦ θεοῦ οὐχ οἷόν τε περικείμενον τὴν ἀνθρωπίνην ἀσθένειαν, τούτου ἕνεκα ἐλέου θεοῦ χρεία πρὸς τῷ συνιέναι
15τὴν ἀλήθειαν. συντείνει πρὸς τὸ προκείμενον τὸ θέλειν πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πρῶτον μὲν γὰρ σωθῆναι ἐλέῳ θεοῦ δεῖ, ἵν’ ἑπομένως ἡ ἐπίγνωσις τῆς ἀληθείας ὑπάρχῃ. ἔργον γὰρ τῆς τοῦ θεοῦ ἐλεημοσύνης ἡ ἀνθρώπων σωτηρία· Ἐξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ τὰ ἑξῆς.

626a

(n)

Ps 60,9
1 Ἐπεὶ ὧν ἠξίωσα παρὰ σοῦ τέτευχα εὐχάριστος οὕτω γεγονώς, ψαλῶ τῷ ὀνόματί σου, ὑμνῶν δι’ ἔργων νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ’ ἐμοὶ κληθεῖσαν προσηγορίαν σου· καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας ἃ ηὐξάμην ἀποδώσω, ὥσπερ ὁ Ἰακώβ φησιν Ἐὰν δῷ μοι ὁ θεὸς ἄρτον φαγεῖν, καὶ τὰ
5ἑξῆς, πάντα μοι ὅσα ἐὰν δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά. πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ Ηὔξατο ὁ Ἰακώβ, λέγων τὸ Ἐὰν ᾖ κύριος μετ’ ἐμοῦ ἕως τοῦ Δεκάτην ἀποδεκατώσω αὐτά.
Εὖ δὲ καὶ τὸ εἰπεῖν Ἡμέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι ψάλλειν τε τῷ ὀνόματι τοῦ θεοῦ Εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι36 in vol. 2
10τοῦ ὑμνουμένου παρεκτείνειν ἕως τοῦ μέλλοντος αἰῶνος, τῷ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι ἕως ἔτι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· οὗτος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. ἕως οὖν ἐν βίῳ ἐσμέν, τὰς εὐχὰς ἀποδώσομεν, ἵνα καὶ ψάλαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ θεοῦ δυνηθῶμεν.

627A

(n)

Ps 61,3 b
1 Σαλεύεται πᾶς ὁ ἐξ ἀρετῆς εἰς κακίαν μεταπίπτων· ἀλλ’ οὐκ ἀθρόως συμβαίνει τοῦτο, προτέρας γινομένης ταραχῆς ἐν λογισμοῖς διὰ παθῶν μεθ’ ἥν, εἰ προσληφθείη κατάλληλος πρᾶξις, τοῖς τεταραγμένοις λογισμοῖς κλόνος καὶ πτῶμα γίνεται. ἀρχομένης τοιγαροῦν αἰσχρᾶς ἐπιθυμίας ἢ ἑτέρου τινὸς
5ἀλόγου κινήματος, ἐπισχεῖν δεῖ τῷ εὐσεβεῖ λογισμῷ, συλλαμβανομένου θεοῦ, τὴν ἐπὶ τὴν πρᾶξιν ὁρμήν, ἵνα μὴ ἐπὶ πλεῖον κλόνος γένηται. ταῦτα ὁ σωτὴρ σαφῶς ἐν τῷ εὐαγγελίῳ διδάσκει, τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἀναιρῶν ἵνα μὴ μενόντων αὐτῶν τὸ ἐπὶ πλεῖον σαλευθῆναι πρακτικῶς γένηται.

628

(n)

Ps 61,4c
1 Ὁ ἐν ἀγάπῃ τεθεμελιωμένος καὶ ἐρριζωμένος ἄσειστός ἐστι τοῖχος καὶ φραγμὸν ἔχει ἠσφαλισμένον, ὅπως μὴ τρυγῶσιν αὐτὸν οἱ τὴν ὁδὸν παραπορευόμενοι φαῦλοι ἄνθρωποι καὶ πονηραὶ δυνάμεις. τὸν οὕτως ἀσφαλῶς ἔχοντα φραγμὸν ὁ θεὸς περιβάλλει, φάσκων Καὶ ἐχαράκωσα καὶ φραγμὸν
5περιέθηκα. σύγκειται γὰρ οὗτος ὁ φραγμὸς ἐξ ἀγγέλων φρουρούντων καὶ δογμάτων ἀληθείας καὶ πράξεων κατ’ ἀρετὴν ἐπιτελουμένων. τούτου μένοντος, οὐδεὶς βλάψαι τοὺς θείους καρποὺς τοῦ πνευματικοῦ φυτοῦ δυνήσεται. εἰ δὲ συμβαίη ποτὲ ἀντὶ σταφυλῶν ἀκάνθας ἐξενέγκειν τὸν φρουρούμενον ἀμπελῶνα, ἐγκαταλιπὼν αὐτὸν ὁ θεὸς λέγει Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς
10διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. εἰ δὴ τοῦτο συμβαίνει διὰ τὸ φαῦλον καρπὸν γενέσθαι ἐξ ἡμῶν, κεκλιμένος ὁ τοῖχος
καὶ ὠσμένος γίνεται ὁ φραγμός. ***37 in vol. 2

629

(n)

Ps 61,5
1 Τιμὴ τοῦ σοφοῦ ἣν βουλεύονται ἀπώσασθαι οἱ πονηροὶ ἡ ἀρετὴ καὶ ἡ εὐσέβεια, κατὰ τὸ Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν. 〈ἀτιμία τοίνυν ἐστὶν ἡ κακία εἰς ἣν οἱ ἐκπεσόντες ὃ πεπόνθασιν αἰσθανόμενοι λέγουσιν Ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν εἰς θλῖψιν.〉
5εἰς τοῦτο λήψῃ 〈καὶ〉 τὸ Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. εἶτ’ ἐπεὶ μὴ βίᾳ ἑλκύσαι εἰς κακίαν δύνανται οἱ ἐπικείμενοι ἀπατεῶνες, οὐκ Ἀπώσαντο εἶπε τὴν τιμήν μου ἀλλ’ Ἐβουλεύσαντο ἀπώσασθαι· οὐ γὰρ οἷοί τέ εἰσιν ἑλεῖν τὸν ἰσχυρῶς ἀνθιστάμενον. τούτων συγγενεῖς εἰσι περὶ ὧν γράφει ὁ Παῦλος Δι’ εὐλογίας καὶ χρηστολογίας ἐξαπατῶντες τὰς τῶν ἀκάκων καρδίας.
10τῆς αὐτῆς διανοίας ἐστὶ τὸ Ἐὰν δέηταί σου ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ, ἐγγινόμεναι τάχα ἀπὸ τῶν Ζ πνευμάτων ὧν παραλαμβάνει τὸ ἀκάθαρτον πνεῦμα πονηρωτέρων ἑαυτοῦ ὑπαρχόντων ** ...σαν τὰς ἑπτὰ πονηρίας ἔχων ἐν τῇ ψυχῇ ἑαυτοῦ ἱκετεύησε, τὸ Πρωῒ λαμπρὰ καὶ ἡδέα λέγων κολαστικῶς, μὴ πεισθῇς· στόματι γὰρ
15εὐλογῶν καταρᾶται τῇ καρδίᾳ.

630

(n)

Ps 61,7b
1 〈Οὐ μὴ μεταναστεύσω,〉 μετανάστου γινομένου τοῦ δι’ ἁμαρτίας μακρυνομένου τοῦ θεοῦ, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ Ἐλιπάνθη, ἐπαχύνθη καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.

631

(n)

Ps 61,8
1Ἀντιλαμβανομένου θεοῦ οὐ γέγονα μετανάστης, ὅθεν ἣν ἔχω σωτηρίαν καὶ
δόξαν ἐπὶ τῷ θεῷ τυγχάνουσι· οὐ γὰρ ἰδίᾳ δυνάμει ἢ τέχνῃ ἐσώθην. δόξαν δὲ λέγει ἐπὶ θεῷ ἔχειν ἣν δίδωσιν ὁ μόνος θεὸς τοῖς ζητοῦσιν αὐτόν, καὶ σωτηρίαν οὐ τὴν σαρκῶν ἀλλὰ τὴν ψυχῆς λογικῆς ἣν ἔχει ὁ πιστεύσας εἰς τὴν38 in vol. 2
5τριάδα κατὰ τὸ λεχθὲν Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. 〈Διὸ κἄν τι πάλιν εἰς σάλον με βιάζηται, ἐπ’ αὐτῷ τὴν ἐλπίδα ποιοῦμαι πολλάκις με σώσαντι.〉

632a

(n)

Ps 61,9
1 Πᾶσαι αἱ τῶν λαῶν τῶν πιστευσάντων ἀπὸ ἐθνῶν συναγωγαί, ὅπως μηκέτι ἄθεοι καὶ ἐλπίδα μὴ ἔχοντες ἦτε, ἐλπίσατε ἐπ’ αὐτὸν ἄνευ πάσης πανουργίας, ἐνώπιον αὐτοῦ φανερώσαντες τὰς καρδίας ὑμῶν· γενήσεται γὰρ ὑμῖν ὁ θεὸς βοηθός.
5 Ταὐτὸν τῷ ἐκχεῖν ἐνώπιον 〈αὐτοῦ〉 τὴν καρδίαν τὸ ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας ἀγαπᾶν αὐτόν. πολλαχοῦ γὰρ τὸ ἐκχέαι ἀντὶ δαψιλείας πλουσίας καὶ χορηγίας τέτακται, ὡς ἐν τῷ Ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου.

633a

(n)

Ps 61,10
1 〈Πρὸς τοὺς τοιούτους ἐρρήθη Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, καίτοι παραγγέλλονται μὴ στάθμιον ἔχειν μικρὸν καὶ μέγα ἀλλὰ ζυγὸν ἀληθινόν, ἐπείπερ βδέλυγμα κυρίῳ ἐστὶ δισσὸν στάθμιον.〉 Ῥητέον δὲ εἰ βουλητὸν ταῦτα καὶ πρὸς ῥητὸν τοῖς περὶ συναλλάγματα καὶ
5κοινωνίαν ἔχουσιν· ἐν παντὶ γὰρ πράγματι ποθεινὴ ἡ δικαιοσύνη· οἱ γὰρ συντρέχοντες εἰς τὴν ματαιότητα ἐπὶ τὸ αὐτὸ ματαιοῦνται, ἀεὶ περὶ ματαίαν συμφωνίαν καὶ σπουδὴν ἔχοντες. Ἐνταῦθα δ’ ἰστέον· τὸ Υἱοὶ ἀνθρώπων περιφραστικῶς σημαίνει τοὺς ὡς ἀνθρώπους ἀποθνῄσκοντας τῷ μηκέτι θεοὺς καὶ υἱοὺς ὑψίστου εἶναι, καθὸ
10σημαινόμενον γέγραπται Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε
καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;39 in vol. 2

634a

(n)

Ps 61,11
1 〈Οὐ γὰρ δυνατὸν θεῷ δουλεύειν καὶ μαμωνᾷ, οὐδὲ μὴν ἐπ’ ἀδικίαν ἐλπίσαι καὶ θεόν.〉 Ἐὰν δοκῇ ῥέειν καὶ μειοῦσθαι ὁ πλοῦτος τοῦ μὴ ἁρπάζοντος καὶ μὴ ἀδικοῦντος, οὐ δεῖ προστιθέναι τῇ καρδία, ἵνα μὴ δόξῃ λυπεῖσθαι τῶν χρημάτων μειουμένων.
5 Ἐπεὶ τὸ τῆς ἀδικίας ὄνομα σημαίνει ὁτὲ μὲν τὴν περὶ συναλλάγματα καὶ κοινωνίαν ἀνισότητα ὡς ἐν τῷ Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς, ὁτὲ δὲ πᾶσαν τὴν πρακτικὴν κακίαν καθὸ λέγεται Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, ἐπιστατέον κατὰ ποῖον σημαινόμενον τῆς λέξεως νῦν παρίσταται. καὶ ὁ μὲν ἐρεῖ τὸ πρότερον δηλοῦσθαι διὰ τὸ συνεζεῦχθαι αὐτῷ
10ἁρπάγματα καὶ πλοῦτον ῥέοντα, ὁ δὲ τὸ ὕστερον καθὸ εἴρηται Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν. εἶδος γὰρ ταύτης καθόλου οὔσης καὶ ἡ περὶ χρήματα ἁρπαγή.

635

(n)

Ps 61,12.13
1 Ἀσώματος ὢν ὁ θεός, μᾶλλον δὲ ὑπερέκεινα πάσης γενητῆς οὐσίας καὶ νοητῆς ὑπάρχων, οὐδὲν ἔχει ἐπιπεπλεγμένον ἑαυτῷ· ὅθεν λαλῶν ἅπαξ τουτέστι μονοειδῶς καὶ ἀσυνθέτως λαλεῖ, οὐκέτ’ ἐμοῦ οὕτως ἀκούοντος. τὸ γὰρ ἅπαξ λαληθὲν δύο ὄντα κατὰ τὴν δεῖξιν ἤκουσα· ἡ γὰρ ταῦτα φωνὴ δεικτικὴ ὑπάρχει.
5ἔστι τοίνυν ὃ λέγει τοιοῦτον· καθαρᾷ νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ, ὡς δύο ὄντων τῶν λεγομένων ἀκούω, παρυφισταμένου τῇ φαντασίᾳ μου τοῦ παρά τισι καλουμένου λεκτοῦ ἀρρήτου τυγχάνοντος νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ. καὶ ὅρα εἰ τοῦτο θέλει παραστῆσαι ὁ ἀπόστολος ἄρρητα ῥήματα ἀκηκοέναι 〈γράφων〉, ἀρρήτων ὄντων ὧν ἤκουσε τῷ μὴ ἐκ συλλαβῶν καὶ
10φωνῶν ὑπάρχειν ἀλλὰ καὶ ῥημάτων ὄντων διὰ τὸ νόησιν ἔχειν τὸ ἀληθὲς ἔχουσαν. ἔνθα γὰρ τὸ ἀληθές, ἐκεῖ πρότασις. ἀνάγκη δὲ τὴν πρότασιν ἐξ ὀνόματος εἶναι καὶ ῥήματος. Ῥητέον δὲ καὶ ἑτέρως· ἡμεῖς φωνητικοῖς ὀργάνοις χρώμεθα, καὶ ἅμα πολλὰ εἰπεῖν ἀδυνατοῦμεν. θεοῦ οὖν ἅπαξ καὶ ἅμα λέγοντος, διττῶς ἡμεῖς
15ἀκούομεν. Ἐπίστησον μὴ καὶ τρίτον δυνατὸν εἰπεῖν. θεοῦ ἅπαξ ἐντελλομένου περὶ
θυσίας Φέρε, αἰσθητῶς καὶ πνευματικῶς ἀκούομεν τῆς ἐντολῆς, ὡς καὶ περιτομὴν διττῶς νοοῦμεν ἅπαξ εἰρημένην ὑπὸ θεοῦ, τὴν μὲν σωματικήν, τὴν δὲ πνευματικήν.40 in vol. 2
20 Πότερον θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν καὶ ἐν τούτοις παρίστησιν ὁ λόγος ἢ τὸν αὐτὸν θεὸν ἅμα καὶ κύριον λέγει, νῦν ἐπίσκεψαι· ἑκατέρως γὰρ καὶ εὐσεβὲς καὶ ἀληθὲς τὸ θεωρούμενον. Ζητῆσαι δὲ δεῖ πῶς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εἰ γὰρ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι,
25καὶ ὁ τὰ ψεκτὰ δὲ ἐργασάμενος οὐκ ἀξίως ὧν ἔπραξε τιμωρεῖται. Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται, πῶς κατ’ ἰσότητα ἐκλαμβάνειν δεῖ; ἐπιστατέον μήποτε οὐ κατὰ τὴν ποσότητα ἀλλὰ κατὰ τὴν ποιότητα γίνηται, κἂν ποσότης δὲ δηλοῦται ἐκ τῆς λέξεως τὰ μείζονα τῆς ἀξίας τῶν πεπραγμένων ἐπαινετῶς δίδοσθαι τοῖς δικαίοις καὶ τὸ ἐλαττοῦσθαι
30τὴν κόλασιν. οὐ γὰρ κατὰ τὴν ἐπανορθωτικὴν δικαιοσύνην ἡ ἰσότης, ἀλλὰ κατὰ τὴν διανεμητικὴν τὸ ἶσον καὶ ἄνισον.

636

(n)

Ps 62,2a
1 Κατορθοῦται τοῦτο τῷ γενομένῳ ἐκτὸς ἀγνοίας καὶ κακίας, ὡς φάναι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. τούτῳ συνᾴδει τὸ Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός. εἰ δέ τις ἔτι τὰ τῆς νυκτὸς ἔργα καὶ σκότους πράττοι, πῶς ἂν λέγοι τὸ Ὀρθρίζω, μὴ ἐνστάντος αὐτῷ τοῦ ὄρθρου;
5 Τὸ δὲ Πρὸς σὲ ὀρθρίζω οὐ τοπικῶς ἀκουστέον. οὐ γὰρ ἐν τόπῳ θεὸς ἀλλ’ ἐν διαθέσει, σχέσει πρὸς θεὸν γινομένου τοῦ τὰ αἰσθητὰ ὑπερπηδήσαντος· τούτῳ γὰρ ἀκολουθεῖ τὸ πρὸς θεὸν ἐλθεῖν. Εὖ δὲ καὶ τὸ εἰπεῖν Ὁ θεὸς ὁ θεός μου. καὶ γὰρ τῶν ἁγίων ὁ θεὸς λατρευόντων αὐτῷ καὶ καθάπαξ θεός ἐστιν οὐ πάντων τῶν ἐχόντων τὸ εἶναι,
10τινῶν καὶ ἀπολελυμένων ὄντων. ἡ κοιλία γοῦν τῶν περὶ τρυφὴν ἐχόντων θεὸς οὖσα ἁπλῶς οὐ λέγεται θεός, ἀλλ’ οὐδὲ οἱ δαίμονες κυρίως εἰσὶ θεοὶ τῶν ἐθνῶν λεγόμενοι θεοί· ὅθεν μόνος καὶ πᾶς ὁ ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ
ἀληθῶς θεῷ Ὁ θεὸς ὁ θεός μου.41 in vol. 2

637

(n)

Ps 62,2b—3
1 Πάντων τῶν παρόντων ἀποστήσῃ μου τὸν πόθον· διψῶ τῇ ψυχῇ εἶναι πρὸς θεὸν ὀρέξοντά μοι πηγὴν ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. καὶ ἐπεὶ ὠφελουμένης καὶ φωτιζομένης τῆς ψυχῆς καὶ ἡ σὰρξ μεταλαμβάνει, καὶ τούτων ὡς οἷόν τε καὶ αὐτὴ ποσαπλῶς διψᾷ πρὸς θεὸν καὶ *** τὴν δύναμιν
5〈καὶ τὴν δόξαν〉 αὐτοῦ. Καὶ εἰ μὲν εἴη ὁ πατὴρ πρὸς ὃν διψᾷ, δύναμις καὶ δόξα αὐτοῦ ὁ μονογενής. Χριστὸς γὰρ θεοῦ δύναμις, αὐτὸς ὢν καὶ ἡ δόξα περὶ ἧς εἴρηται Ὀφθήσεται ἡ δόξα κυρίου. εἰ δὲ ὁ υἱὸς δόξα αὐτοῦ καὶ δύναμις, ἡ περὶ αὐτοῦ θεολογία καὶ τεραστίων ἐπιτελεστικὴ ἐνέργεια ὑπάρχει κατὰ τὸ γεγραμμένον ἐν τῷ
10Εὐαγγελίῳ Δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας, καὶ πάλιν Καὶ δύναμις ἦν θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν. καταλλήλως ταύτῃ τῇ δυνάμει καὶ τὰ περὶ τῆς δόξης αὐτοῦ ἐκλήψῃ ἔκ τε τοῦ Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, καὶ τοῦ Δόξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι.
15 Ἑπομένως ἑκατέρᾳ ἀποδώσει ἐκλήψῃ τὸ Ἐν τῷ ἁγίῳ ὤφθην σοι, ἐπειδὴ ἡ ψυχή μου ἐδίψησέν σοι, ἡ σάρξ μου ποσαπλῶς ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καὶ ὅρα μὴ ὁ περὶ γῆν τόπος δηλοῦται διὰ τῆς λέξεως, ἔρημος ὢν τῆς τελειότητος καὶ ἄνυδρος τῷ μὴ ἔχειν δαψιλῶς τὰ χαρίσματα τοῦ πνεύματος
20Ποταμοὶ ὕδατος ζῶντος εἰρημένα ἐξιόντες ἐκ νηδύος τοῦ πεπιστευκότος· διὸ καὶ ἄβατός ἐστιν, οὐδενὸς ἐπ’ αὐτοῦ διατρίβοντος τῶν πάντῃ κατὰ τὸ δυνατὸν θεῷ ὁμοιωμένων. πῶς γὰρ οὐκ ἔρημος ὁ ἑρμηνευθεὶς χῶρος ἐκ μέρους οὔσης ἐν αὐτῷ γνώσεως, καὶ ἄνυδρος ἀρραβῶνος πνεύματος ἐν αὐτῷ γινομένου; οὐ γὰρ ἔρημος καὶ ἄνυδρος κατὰ παντελῆ στέρησιν οἰκούντων καὶ πατούντων καὶ
25ὕδατος εἴρηται, ἀλλὰ διὰ τὸ σπανίως καὶ βραχέως ἐν αὐτῷ ταῦτα γίνεσθαι. Ἐκδεκτέον δὲ καὶ ἑτέρως τὸ προκείμενον· ὁ ἐκτὸς κακίας καὶ ἀγνοίας ἔρημός ἐστι τούτων, ὢν δὲ καὶ τῆς τῶν παθῶν ὑγρότητος ἐκτὸς ἄνυδρος ὑπάρχει, ὡς ἄβατος εἶναι ἤδη τοῖς χείροσι διὰ τὸ μὴ εὑρίσκεσθαι ἐν αὐτῷ τόπον διαβόλου ἤ τινος ἄλλου χείρονος πνεύματος. κἄν ποτε οὖν ἐπιτολμήσῃ τὸ
30πνεῦμα τὸ ἀκάθαρτον πλησιάσαι τοῖς οὕτως ἀνύδροις τόποις, διέρχεται αὐτοὺς οὐχ εὑρίσκον παρ’ αὐτοῖς ἀνάπαυσιν· πεπληρωμένοι γὰρ πάντων ἀγαθῶν εἰσι τῶν ἀπελαυνόντων καὶ καταπονούντων πᾶσαν πονηρὰν δύναμιν. Ἐν τῇ ἑκατέρως ἑρμηνευθείσῃ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ γῇ τυγχάνων τις ὀφθῆναι, ἐν τῷ ἁγίῳ πόθῳ διψᾷ ψυχῇ πρὸς τὸν θεόν, ἐπακολουθούσης καὶ42 in vol. 2
35τῆς σαρκὸς κατὰ τὸ ἐφικτόν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ Καὶ ἐτάκη ἡ σάρξ μου, περὶ ἧς λεκτέον τάδε· ὅτε ἡ ψυχή μου πρὸς θεὸν διψᾷ, τήκεται ἡ σὰρξ ἀπολαβοῦσα παχύτητα τὴν ἐξ αἰσχρῶν ἐπιθυμιῶν τῶν τε ἄλλων παθῶν συνισταμένην. εἰς τοῦτο λήψῃ τὸ ὧδε ἔχον εὐαγγελικόν· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ὅταν
40γὰρ προθυμίαν ἔχῃ τις διψώσης τῆς ψυχῆς πρὸς τὸν θεόν, τὸ ἠγγίκεναι δὲ ἀσθενεῖ ἡ σὰρξ τηκομένη.

638a

(n)

Ps 62,4a
1 Γέγραφεν ὁ ἀπόστολος ὡς πρὸς πάντα ὠφέλιμος οὖσα ἡ εὐσέβεια ἐπαγγελίαν ζωῆς ἔχει τῆς τε νῦν καὶ τῆς μελλούσης. τῆς δὲ νῦν εἰπὼν οὐ τῆς κοινῆς λέγει τῶν ζῴων ἀλλὰ τῆς ἐν βίῳ δυνατῆς ὑπαρχθῆναι, περὶ ἧς φησιν ὁ σωτὴρ Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον, καὶ Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα
5γινωσκῶσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ταύτης τῆς νῦν ζωῆς καὶ τῆς μελλούσης ἥτις κατὰ τὴν τελειότητα γίνεται τοῖς προσβάλλουσι τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον κρεῖσσόν ἐστι τὸ ἔλεος τοῦ θεοῦ τῷ δι’ αὐτὸ καὶ καθ’ αὐτὸ γίνεσθαι ἐν ταῖς ζωαῖς τὸν εἰς αὐτὰς ἀναγόμενον. οὐ γὰρ κατ’ ἀξίαν πράξεως καὶ θεωρίας ἀλλ’ ἀγαθότητι καὶ
10ἐλέου θεοῦ ἔρχεταί τις ἐπὶ τὸ ζῆν κατ’ ἀμφοτέρας τὰς ζωάς. κρεῖσσον δὲ αὐτῶν εἴρηται τὸ ἔλεος ὡς αἴτιον αἰτιατοῦ. Ὅρα γε μὴ τὸ λεγόμενον ἐνταῦθα ἔλεος οὐχ ἕτερόν ἐστι τοῦ θεοῦ λόγου, περὶ οὗ γέγραπται Ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν
αὐτοῦ.43 in vol. 2

639a

(n)

Ps 62,6
1 Ὅρα εἰ στέαρ ἐστὶ πληροῦν τὴν ψυχὴν ἃ ἔσφαξε θύματα ἡ σοφία καὶ ἡ ἀληθινὴ βρῶσις σὰρξ τοῦ λόγου καὶ πιότης εὐφραίνουσα τὸν ἔσω ἄνθρωπον ὁ τρυγώμενος οἶνος ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ ἡ ἀληθινὴ πόσις τῆς σοφίας τὸ αἷμα. κληθεὶς γὰρ ὁ ταῦτα λέγων εἰς τὸ μετασχεῖν τῆς ἑτοιμασθείσης
5τραπέζης ὑπὸ τῆς σοφίας σφαξάσης τὰ ἑαυτῆς θύματα καὶ τὸν ἑαυτῆς κερασάσης οἶνον. Ἐμφορηθεὶς ἤδη τῆς θείας ἑστιάσεως καὶ ἔτι ἐμφορηθήσεσθαι προσδοκῶν οὕτως εἶπεν· Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. καὶ ἐπεὶ ἀεὶ ὁ ταύτης τῆς εὐωχίας μεταλαμβάνων πεινᾷ διὰ τὸ τῆς ὀρέξεως τοῦ
10νοῦ ἀκόρεστον Ἐμπλησθείη εἶπεν καὶ οὐκ Ἐνεπλήσθη ἡ ψυχή μου, καίπερ ἤδη δαψιλῶς μετειληφὼς τῆς τροφῆς καὶ τοῦ πόματος. Ἐντρεπέσθωσαν καὶ ἐκ ταύτης τῆς λέξεως οἱ μετὰ ἀνάστασιν αἰσθητὴν τροφὴν καὶ μέθην ὀνειροπολοῦντες. οὐ γὰρ εἶπε τὴν σάρκα ἢ τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν ἐμπλησθήσεσθαι στέατος καὶ πιότητος, πληροῦντος τοῦ θεοῦ ἐν
15ἀγαθοῖς τὴν τῆς ψυχῆς ἐπιθυμίαν ὡς εἶπεν ἐν ἑτέρῳ ψαλμῷ. Πληρωθεὶς δὲ τῆς εὐφροσύνης χαριστηρίως ἀγαλλιᾷ τῷ ὀρέξαντι τὴν τροφήν, λέγων Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου, περὶ ὧν ἔλεγε Τὰ χείλη μου ἐπαινέσουσί σε. Χείλη δὲ ἀγαλλιάσεως τυγχάνει ἡ ἀρετή. ὡς γὰρ λέγεται ἀφροσύνης μέλη
20ὡς ἐν τῷ Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ, οὕτω μήποτε καὶ τῆς ἀγαλλιάσεως εἴη χείλη, εἰ μὴ ἄρα καὶ ἐν τούτοις εἴπῃ τις τοὺς ἔχοντας τὰς ἕξεις δηλοῦσθαι διὰ τῶν ἕξεων, ὡς περὶ τοῦ ἄφρονος εἰρῆσθαι, ὡς ἔχει πόδας τοὺς κατάγοντας εἰς τὸν ᾅδην τοὺς χρωμένους αὐτοῖς, καὶ περὶ
τοῦ ἀγαλλιῶντος ὡς χείλεσιν ἀγαλλιάσεως αἰνοῦντος τὴν τοῦ θεοῦ προσηγορίαν.44 in vol. 2

640a

(n)

Ps 62,7
1 Δύναται δὲ ταῦτα λέγειν ὁ ἀγαμίᾳ σχολάζων, ἵνα μεριμνῶν τὰ τοῦ κυρίου ἀρέσῃ αὐτῷ, καὶ ὁ κοίτην ἀμίαντον ἔχων τῷ κατὰ τοὺς ἁγίους ἄνδρας τιμίως συνεῖναι τῇ γαμετῇ.

641a

(n)

Ps 62,9.10a
1 Ὥσπερ δέ ἐστι τὸν τρέχοντα ἐπὶ τὴν ἀρετὴν καὶ τὴν εὐσέβειαν τέλος ἐπιθεῖναι κατὰ τὸ λεχθὲν Τὸν δρόμον τετέλεκα, καὶ τὸ Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα (τελέσαντος γάρ ἐστι τὸ Ἔδραμον), οὕτως ὁ ἑπόμενος θεῷ κατὰ τὸν Ἱερεμίαν Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ κατὰ
5τὸν Ὡσηὲ Ὀπίσω κυρίου πορεύσομαι, καὶ καθά φησιν Μωυσῆς Ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ, τελέσοι ἄν ποτε τὴν ὀπίσω τοῦ θεοῦ πορείαν ἐπ’ αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος ὅτε ἀκούσεται πρὸς θεοῦ Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ. Οὐ γὰρ ἔτι πορευομένου φωνή. εἰς ταύτην τὴν κατάστασιν μετὰ τὸ πορευθῆναι
10ὀπίσω καταφθάσας ὡς κολληθῆναι ὀπίσω οὗ εἵπετό φησιν Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δηλούσης τῆς φωνῆς τῆς Ἐκολλήθη τὸ Ἡνώθη. οὕτω γὰρ ἀκουστέον καὶ τοῦ Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. ἕνωσιν τὴν πρὸς θεὸν δηλοῖ καὶ τὸ Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν· ὅπερ ζητητέον εἰ ταὐτόν ἐστι τῷ Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ὡς μὴ
15διαφθείρειν τὸ κολληθῆναι τῷ κυρίῳ καὶ τὸ κολληθῆναι τὴν ψυχήν τινος ὀπίσω ἑτέρου οὐ ταὐτὸν εἶναι βουλομένου τῷ τέλει τὸ αὐτῷ τῷ κυρίῳ κολληθῆναι. τέλος μὲν γὰρ τοῦ ὀπίσω κυρίου πορευθῆναι τὸ κολληθῆναι τὴν ψυχὴν τοῦ πορευομένου ὀπίσω αὐτοῦ· πλὴν εἰ καὶ τέλος πορείας τὸ φθάσαντα ἑνωθῆναι ὀπίσω, ἀλλ’ οὖν ἔτι τούτου τελειότερον τὸ κολληθῆναι πρὸς τὸν
20κύριον ἐπὶ τῷ ἓν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. Ὅπως δ’ ἂν δέχῃ τὰ τῆς θεωρίας, ὁμολογεῖ κεκολλῆσθαι ὀπίσω τοῦ θεοῦ τὴν ψυχὴν ἑαυτοῦ, ἀντιλαμβανομένης τῆς τοῦ θεοῦ δεξιᾶς. αὕτη δέ ἐστιν ἡ μονογενὴς θεοῦ δύναμις· ἧς ἀντιλαμβανομένης καὶ κρατούσης ἀσφαλῶς, εἰς μάτην ἐζήτησαν τὴν ψυχὴν τοῦ ταῦτα λέγοντος οἱ ἐπικείμενοι ὁρατοὶ καὶ45 in vol. 2
25ἀόρατοι ἐχθροὶ, οὐ δυνάμενοι ἁρπάσαι τὸν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ φρουρούμενον.

642a

(n)

Ps 62,10b.11
1 Σύμφωνον τῷ εἰσελεύσεσθαι τοὺς φαύλους εἰς τὰ κατώτατα τῆς γῆς τὸ Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. εἰσελθόντα δὲ κολάσει παραδοθήσονται σημαινομένῃ ὀνόματι τῆς ῥομφαίας. χεῖρες τῆς ῥομφαίας ταύτης ἤτοι οὓς ἐνεργεῖ πόνους καὶ πικρία
5ἐστὶν ἢ οἱ ὑπηρετοῦντες αὐτῇ, σκεύη ὀργῆς ἐν ἑτέροις ὀνομαζόμενοι. ἀλωπέκων δὲ μερίδας τὰς πονηρὰς δυνάμεις καλεῖ, διὰ τὸ πανοῦργον καὶ δολερὸν καὶ κακόηθες ἀλωπέκων ὀνομαζομένων. Ἑρμηνευτέον δὲ τὰ προκείμενα καὶ ἄλλως· ἐπεὶ ἔστιν ἐπιτεταμένως ὑλικὸν καὶ σάρκινον γενέσθαι τὸν τοιοῦτον, ἐρεῖς βεβαθυγκέναι ἑαυτῷ εἰς γῆν
10κάθεσιν ὡς εἰς αὐτὰ τὰ κατώτατα αὐτῆς προαιρετικῶς εἰσελθεῖν. πάσχουσι δὲ τοῦτο οἱ παραδιδόμενοι εἰς ἀτιμίας πάθη οἷς ἔχειν εἵλοντο καὶ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν. τούτῳ τῷ τρόπῳ καὶ ὁ Φαραὼ καὶ οἱ ἀμφ’ αὐτὸν ὑπὸ γῆς κατεπόθησαν, καὶ Μωυσῆς ὡς ἐν ἐπινικίῳ ὕμνῳ εἶπε πρὸς θεὸν Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. καὶ μὴν ὅσον ἐπὶ τῇ
15ἱστορίᾳ οὐχ ὑπὸ γῆς ἀλλ’ ὑπὸ βυθοῦ κατεπόθησαν, οἱ οὕτως καταποθέντες ὑπὸ τῆς γῆς καὶ εἰς τὰ κατώτατα τῆς γῆς κατεληλυθότες παρεδόθησαν εἰς χεῖρας διαβόλου ῥομφαίας ἀλληγορικῶς καλουμένου. χεῖρες δὲ αὐτοῦ ἤτοι οἱ ἄγγελοι αὐτοῦ ἢ αἱ χείρισται πράξεις τυγχάνουσιν. οὕτω παραδοθέντες μερίδες
ἀλωπέκων γενήσονται.46 in vol. 2

643a

(n)

Ps 62,12b
1Ἐπαινεῖται δὲ καὶ ὁ ὀμνύων ἐπὶ τῷ θεῷ τῷ εὐφραίνοντι τὸν βασιλέα.

644a

(n)

Ps 63,2b
1 Ἔξω δὲ ποιεῖ φόβου θεός, οὐ πάντως ἀνατρέπων ἢ καταβάλλων τὸν ἀντικείμενον ἀλλ’ ἀνδρείαν ὀρέγων τῷ προσευχομένῳ.

645a

(n)

Ps 63,3.4a
1 Διττῆς οὔσης τῆς ἐκ κακίας βλάβης ζημιούσης ὁτὲ μὲν τὸ φρόνημα, ὁτὲ δὲ τὴν πρᾶξιν, δύο φάλαγγές εἰσιν αἱ προσπολεμοῦσαι τοῖς δικαίοις ἀφ’ ὧν ῥυσθῆναι ἀβλαβὴς παρακαλεῖ ὁ ᾄδων τὰ προκείμενα, φάσκων τῷ θεῷ Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων (οὗτοι δέ εἰσιν οἱ παραχαράττειν τὴν τῶν δογμάτων
5ἀλήθειαν θέλοντες), ἀλλὰ καὶ ἀπὸ τῶν πρακτικὴν ἀδικίαν ἐπιτελούντων καὶ εἰς αὐτὴν ἑλκῦσαι με θελόντων. ἀμφότερα γὰρ τὰ στρατόπεδα ταῦτα ῥομφαίας δίκην τὰς γλώσσας ἑαυτῶν ἠκόνησαν ὡς λόγον ἔχοντας τοὺς μὲν πονηρευο‐ μένους συναγορεύοντας καὶ ψευδωνύμῳ γνώσει, τοὺς δὲ τῇ πρακτικῇ κακίᾳ.

646a

(n)

Ps 63,6ab
1 Πλὴν εἰ καὶ οὗτοι πονηρῶς εἰσι παρεσκευασμένοι, ἀλλ’ ὁ εὐεργέτης θεὸς τοῖς φοβουμένοις αὐτὸν δίδωσι σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. ὅπερ εἴρηται τυγχάνειν πρᾶγμα πικρόν (τοιοῦτο δ’ ἐστὶ πᾶν κακίας εἶδος καὶ ἀσεβὲς δόγμα), τοῦτο ἐντείναντες οἷα τόξον ἀπ’ αὐτοῦ βάλλουσιν, ἀναλογίαν
5ἔχοντα βέλη πρὸς τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη.47 in vol. 2

647a

(n)

Ps 63,6c
1 Καὶ οἱ ἑτερόδοξοί φασι μηδένα εἶναι τὸν καταλαβεῖν δυνάμενον τὴν κεκομψευμένην αὐτῶν καὶ σεσοφισμένην διδασκαλίαν.

648a

(n)

Ps 63,7.8a
1 Ἐκλειπόντων ἐρευνᾶν ἐξερευνήσεις διὰ τὸ σφόδρα ἐξηρευνηκέναι τὴν ἀνομίαν ὡς καὶ λόγον ἑαυτοῖς κραταιῶσαι πονηρὸν καὶ παγίδας κρύψαι ἐν τοῖς διηγήμασιν ἑαυτῶν ἐφ’ οἷς σὺν πολλῇ κομψείᾳ ἐσπουδασμένοις σεμνύνονται ὡς ἀλύτους ἔχειν λόγους ὡς μὴ φωρᾶσαί τινα τὴν ἀπάτην,
5προσελεύσεται αὐτοῖς ἄνθρωπος ἀληθινὸς σῴζων τὸ κατ’ εἰκόνα καὶ τὸ εἶναι διηρθρωμένος λόγιος καὶ βαθεῖαν καρδίαν τουτέστι νόησιν ἔχων βαθεῖαν, ὡς ὑψωθῆναι τὸν θεὸν δραττόμενον τῶν σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν· οὕτω γοῦν καὶ διὰ Παύλου τοῦ ἀποστόλου Ἐλύμαν τὸν μάγον φανερώσας αὐτοῦ τὸν δόλον καὶ τὴν πανουργίαν. πῶς γὰρ οὐχ ὑψοῦται θεὸς δι’ ἁγίων ἀνδρῶν,
10τῆς πλάνης λυομένης τῶν ἀπατεώνων; Μέγα ἐφρόνουν ἐπὶ γοητείᾳ καὶ σοφιστείᾳ οἱ Αἰγύπτου φαρμακοὶ καὶ ἐπαοιδοί, ἀλλ’ ὁ θεοῦ ἱεροφάντης Μωυσῆς, ἔχων ἐν ἑαυτῷ καρδίαν βαθεῖαν. προσελθὼν ἀνέτρεψε τὴν ἀπάτην ἐφ’ ᾗ μέγα ἐφρόνουν. καὶ οὕτως ὑψώθη θεὸς πρὸς πάντων ἀνυμνούμενος. ὁ ταύτην δὲ τὴν βαθεῖαν νόησιν ἔχων δέχεται αὐτὴν
15ὑπὸ τοῦ τὰ πάντα ἐρευνῶντος πνεύματος.

649a

(n)

Ps 63,8b—10
1Ὥσπερ τὰ πεμπόμενα νηπίων βέλη οὐδὲ μέχρις ἀμυχῆς πλήττει τι
τιτρώσκοντα, οὕτω καὶ τῶν παρεσκευασμένων σοφιστῶν ἐντεινάντων πρᾶγμα πικρὸν κεχώρηκε κατ’ αὐτῶν ἡ λώβη· καὶ αἱ γλῶσσαι ἠσθένησαν δ’ αὐτῶν, τουτέστιν οἱ λόγοι, ὡς μηδὲ κατὰ ποσὸν βαλεῖν δύνασθαι τὸν48 in vol. 2
5ἀναλαμβάνοντα τὸν τῆς πίστεως θυρεόν. Θεωροῦντες οἱ ἄνθρωποι τὰ προειρημένα, οἱ πάλαι δεινότητα ἑαυτοῖς μαρτυροῦντες, 〈ἐταράχθησαν〉, οὐκέτι μένοντες ἐν αἷς ἔσχον ὑπὸ τῶν σοφιστῶν ἠπατημέναις δόξαις, φόβον ἐσχηκότες διὰ τὸ τοιούτοις ἀσεβέσι δόγμασιν συγκατατεθεῖσθαι. μαθόντες γὰρ ἧσαν παρ’ αὐτῶν ὡς οὐκ εἴη πρόνοια· ὡς ἐκ
10ταὐτομάτου φέρονται τὰ πάντα, καὶ πρὸς ἄλλων ἀπατεώνων ἕτεροι συναρπαγέντες φύσει ἀγαθοὺς καὶ κακοὺς ἀνθρώπους παρεδέξαντο, καὶ προσέτι ὡς εἱμαρμένης πρυτανευούσης. τούτων κλονηθεισῶν τῶν ψευδοδοξιῶν ἐν τῷ ταράττεσθαι αὐτούς, ἀληθῆ φανέρωσιν ἔσχον ὡς εἴη θεὸς ποιητὴς τῶν ὅλων καὶ προνοητής. ἀνήγγειλαν γοῦν τὰ τῆς προνοίας
15ἔργα καὶ τὰ κτίσματα αὐτοῦ συνῆκαν καὶ τὸν προνοούμενον ἔγνωσαν, ἐκ τοῦ μεγέθους καὶ κάλλους αὐτῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσαντες.

650a

(n)

Ps 63,11
1 Διελεγχομένης τῆς πλάνης, ὁ δίκαιος εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ὁρῶν τοὺς πάλαι πλανωμένους ἀνθρώπους ἀναγγέλλοντας τὰ ἔργα τοῦ θεοῦ καὶ σύνεσιν ἔχοντας τῶν ποιημάτων αὐτοῦ. καὶ πρὸς τούτῳ ἔτι μᾶλλον ἐλπίσει ἐπὶ τῷ κυρίῳ ἐν ᾧ ηὐφράνθη, ὡς λοιπὸν ἐπαινεῖσθαι μόνους τοὺς εὐθεῖαν ἔχοντας
5καρδίαν ἐπὶ πρακτικῷ καὶ θεωρητικῷ βίῳ.

651a

(n)

Ps 64 arg
1 Εἴρηται δὲ πρότερον ὡς πρᾶξιν μὲν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ. ὁ πρακτικὸς ἄρα ἅμα τῷ θεωρητικῷ βίῳ κατορθούμενος ἄνδρα τέλειον
ἀποδείκνυσιν.49 in vol. 2

652a

(n)

Ps 64,2.3a
1 Ἐκ τοῦ ῥητοῦ μεταβατέον ἐπὶ τὴν ἐκκλησιαστικὴν γνώμην. διὰ τὸ σκοπευτικὸν τῆς ἀληθείας Σιὼν ὀνομαζομένης, ἐν ταύτῃ πρεπόντως ὕμνος καὶ εὐχὴ ἀποδίδοται τῷ πάντων αἰτίῳ. σημαίνει δὲ ὁ μὲν ὕμνος θεωρίαν θεοῦ καὶ τῆς ἀληθείας, ἡ δὲ εὐχὴ εὐχαριστίαν. ὁ ἐν παντὶ τοίνυν εὐχαριστῶν ἐν τῇ
5Σιὼν τοῦτο ποιείτω, ἀρξάμενος ἀπὸ τοῦ ὑμνεῖν τὸν ᾧ τὴν εὐχὴν ἀποδίδωσιν. ἧς τοίνυν προσηγάγομεν νῷ καὶ πνεύματι θεοῦ προσευχῆς εἰσάκουσον, ὦ κύριε· ἔστι δὲ περὶ οὗ ἠξιώσαμεν τὸ ἵλεών σε ἔχειν ὑπὲρ ὧν ἀσεβεῖν ἐδόξαμεν κατὰ ἄγνοιαν.

653a

(n)

Ps 64,3b
1 Ἔρχεται πρὸς τὸν θεὸν πᾶσα σάρξ, πληρουμένου τοῦ Πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ τοῦ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν ἐναντίον σου. Ἐκληπτέον δὲ καὶ ἑτέρως πρὸς θεὸν ἔρχεσθαι πᾶσαν σάρκα τὴν εὔεικτον ψυχὴν πρὸς τὸ ῥᾷστα τυποῦσθαι πρὸς τῶν θείων νόμων καὶ τῶν χαρακτήρων
5τῆς ἀληθείας· καθὸ σημαινόμενον εἴρηται ὁ πνευματικὸς νόμος ἐν πλαξὶ καρδίας σαρκίναις γεγράφθαι καὶ οὐκ ἐν πλαξὶ λιθίναις. τοῦτο δὲ αὐτὸ παρίσταται καὶ ἐκ τῆς τοῦ Ἰεζεκιὴλ προφητείας, τοῦ θεοῦ λέγοντος περὶ τῶν σκληροκαρδίων λεγομένων κατ’ ἠλιθιότητα Ἐκσπάσω ἀπ’ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐνθήσω καρδίας σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται.

654a

(n)

Ps 64,5ab
1Ὁ ἐκλεγεὶς δι’ ἁγιότητα, ἐὰν ἐπιμείνῃ τῇ ἐκλογῇ, προσλαμβάνεται ὑπὸ τοῦ
θεοῦ, ὡς μετοικισθέντα αὐτὸν τοῦ περὶ γῆν τόπου κατασκηνῶσαι ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου περὶ ὧν εἴρηται Εἰσέλθετε εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ὧν ἀπεντεῦθεν πόθον τις ἔχων εἶπεν Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή50 in vol. 2
5μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. καὶ ἐπεὶ οὐκ ἐν ταῖς αὐλαῖς τὸ τῆς μακαριότητος τέλος, κατασκηνοῖ ἐν αὐταῖς ὁ ἐκεῖ παραληφθείς, ἵνα προκόψας καὶ ἐπ’ αὐτὸν τὸν οἶκον ἐλθὼν κατοικῇ μακαριζόμενος· Μακάριοι γάρ φησιν οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. ὅτι τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι ὑπὸ τοῦ ἐκλεξαμένου δῆλον ἐκ τοῦ Ἐν τῇ
10βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. ὅταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν θεοῦ πράττῃ, τότε μετὰ δόξης τὰς ἐπαγγελίας προσλαμβάνεται. Τὰς δὲ λέξεις ταύτας προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου δοξολογοῦντες.

655a

(n)

Ps 64,5cd
1 Οἶκον θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ· Ἐὰν δὲ βραδύνω ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος. τούτου τοῦ οἴκου ἀγαθὰ τὰ τοῦ πνεύματος χαρίσματα τά τε περὶ τριάδος καὶ τὰ λοιπὰ δόγματα οἵ τε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ
5καὶ κανόνες. Τούτων τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι προσδοκῶσιν οἱ εἰρηκότες Ἱλάσθητι ταῖς ἀσεβείαις ἡμῶν ἃς ἔχειν ἐδόξαμεν, τῶν ἀνόμων λόγοις ὑπερδυναμωθέντων καθ’ ἡμῶν. Ἡ ἀρετὴ τῷ τῆς δικαιοσύνης ὀνόματι σημαινομένη θαυμαστῶς ἐν αὐτῷ
10ἐπιτελεῖται. Ὁ πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν κύριον ἐν ἑαυτῷ·
εἴρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον. οὕτως ὁ κύριος πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ πατρὸς ἐρχόμενος μονὴν ποιεῖται, ὥστε ναὸς ἅγιος ὁ ἄνθρωπός ἐστιν· γέγραπται γὰρ Οὐκ οἴδατε51 in vol. 2
15ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ μεθ’ ἕτερα· Ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς. οὗτος θαυμαστός ἐστι καὶ ἐν δικαιοσύνῃ κατορθοῖ τῇ διὰ τῆς πίστεως Ἰησοῦ Χριστοῦ συνισταμένῃ, πλήρης ὢν ἀγαθῶν θείων χαρισμάτων τοῦ πνεύματος ὧν οἱ μετασχεῖν προσδοκῶντες ἐροῦσι Πλησθησόμεθα.

656

(n)

Ps 64,8c.9
1 Πῶς γὰρ οὐκ ἐφοβοῦντο οἱ κατοικοῦντες τὰ πέρατα καὶ συνεταράσσοντο τὰ ἔθνη, τῶν χρηστηρίων καταλυθέντων ὡς μὴ κομπάζειν ἔτι τοὺς μαντικοὺς δαίμονας καὶ ἰατρείαν ἐπαγγελλομένους, πρὸς τούτοις μαγείας καὶ φαρμακείας καταλυομένης καὶ αὐτοῦ τοῦ Σατανᾶ τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου
5καταργουμένου; σημεῖα γὰρ ἱκανὰ τὰ τελεσθέντα, δεικνῦντα θεὸν εἶναι τὸν ἐργασάμενον. ἀμέλει γνόντες αὐτοῦ τὴν θεότητα ἐκ τῶν γινομένων, ἐπίστανται λοιπὸν ὡς καὶ τῶν κατ’ οὐρανὸν αὐτὸς προνοεῖ, ὡς τοῖς νόμοις αὐτοῦ ἀνατέλλει καὶ δύεται τὰ ἄστρα. ἔξοδοι γὰρ πρωΐας αἱ ἀνατολαί, ἑσπέρας δὲ τέρψεις αἱ δύσεις, τερπομένων καὶ εὐφραινομένων λοιπὸν τῶν πιστευσάντων ἐθνῶν
10θεωρησάντων ὅτι ὁ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ἐπιτέλλειν καὶ δύεσθαι ποιῶν αὐτός ἐστιν ὁ γενόμενος ἄνθρωπος καὶ τῆς
ἀπάτης καὶ τοῦ θανάτου ἐλευθερώσας.52 in vol. 2

657a

(n)

Ps 64,10ab
1 〈Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν,〉 ὑετὸν πνευματικὸν διδούς, πρώϊμον μὲν διὰ τῆς παλαιᾶς ὄψιμον δὲ διὰ τῆς καινῆς διαθήκης δι’ ὧν μεθυσθεῖσα ἡ ἀλληγορουμένη γῆ (ψυχὴ δὲ ἀνθρώπου αὐτή) ἐπλουτίσθη παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἔργοις ἀγαθοῖς, πληθύνοντος
5αὐτοῦ τοῦ θεοῦ.

658a

(n)

Ps 64,10cd.11
1 Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει καὶ ζωὴ καὶ πηγὴ αὐτὸς ὤν. καὶ τάχα ὅτε πρὸς τὸν θεόν ἐστι, πηγὴ ὑπάρχει· εἴρηται γὰρ Παρὰ σοὶ πηγὴ ζωῆς, ποταμὸς τότε εὑρισκόμενος ὅταν τὴν λογικὴν κτίσιν ποτίζῃ. τούτου τὰ ὁρμήματα τουτέστιν αἱ κατὰ μέρος διδασκαλίαι εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ ἤτοι τὴν
5ἐκκλησίαν. καὶ ἐπεὶ τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ, πεπληρωμένος ὑδάτων ἐστίν, καθὸ λέγεται περὶ αὐτοῦ Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. οὐ μόνον τοίνυν ἐκ τούτων τῶν ὑδάτων ὧν πλήρης ὁ ποταμός ἐστιν ποτίζεται πᾶσα ἡ λογικὴ κτίσις, ἀλλὰ καὶ τροφὴν θεόθεν ἑτοιμαζομένην ἔχει, σπείροντος Ἰησοῦ σπορὰν
10ἑκατονταπλασίονα καρποφοροῦσαν. Ἐκ τούτου τοῦ ποταμοῦ οἱ αὔλακες τῆς γῆς ἐφ’ ἣν βέβληται τὸ πνευματικὸν ἄροτρον μεθύσκονται πίνοντες ἐπ’ εὐφροσύνῃ, ὡς καὶ τὰ γενήματα τῆς
δικαιοσύνης αὐξανόμενα ἐν αὐτῇ πληθύνεσθαι, περὶ ὧν εἴρηται Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· καὶ ἔτι Ἐκζητήσατε τὸν53 in vol. 2
15κύριον ἕως ἔλθῃ ὑμῖν γενήματα δικαιοσύνης. Καὶ ἐπεὶ μὴ ἐκ τοῦ ποταμοῦ μόνον μεθύουσιν οἱ ἐκ τῆς γῆς αὔλακες ἀλλὰ καὶ ἐκ τοῦ πνευματικοῦ ὑετοῦ οὗ ῥαίνουσιν αἱ νεφέλαι κατὰ τὸ λεχθὲν Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, εὐφραίνεται ἀνατέλλουσα ἡ γῆ ἐν ταῖς σταγόσι ταῖς ἐπ’ αὐτῆς ἐρχομέναις. εἰσὶ δὲ αὗται αἱ τῶν θεοπνευστῶν γραφῶν
20λέξεις καὶ τὰ νοήματα.

659a

(n)

Ps 64,13b.14ab
1 Δυνατὸν εἰπεῖν ἀγαλλίασιν ἐνδεδύσθαι τοὺς κριοὺς ἵν’ ᾖ κατὰ κοινοῦ λεχθὲν τὸ Ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται, ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, ὡς τὴν ἀγαλλίασιν τῶν μὲν ἔνδυμα τῶν δὲ ζώνην εἶναι. Πάντων καρποφορούντων τῶν προειρημένων, καὶ αἱ κεκοιλωμέναι ψυχαί,
5τῷ μὴ ἔχειν ἔπαρμα νοήσεως κοιλάδες καλούμεναι, ἐπλήθυναν σῖτον ἐκεῖνον ὃν ἀρτοποιήσας τις τραφῆναι δύναται, κατὰ τὸ Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων· ὅπερ ἐστὶ τοὺς τῆς καρδίας ὀφθαλμοὺς διάνοιξον ἵνα μεταλάβωσι φῶς γνώσεως. τούτου γὰρ γινομένου, πληθύνονται οἱ ἄρτοι, αἱ πρακτικαὶ ἀρεταί, τρέφοντες τὸν ἔσω ἄνθρωπον.

660a

(n)

Ps 64,14bc
1 Ὁ νύμφιος ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων (οὗτος δ’ ἐστὶν ὁ σωτήρ) φησὶν Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐγὼ γέγονα ἄνθος τοῦ περὶ γῆν τόπου πεδίον διὰ τὸ χθαμαλὸν ὠνομασμένου ἵν’ ἀρχὴν καρποφορίας οἱ ἄνθρωποι λάβωσιν, γέγονα δὲ καὶ ταῖς κοιλάσι (ταῖς ἐν
5ᾅδου ψυχαῖς) κρίνον, νεκρότητα ἀναδεξάμενος. ὁ γεγονὼς τοίνυν τῶν κοιλάδων κρίνον καὶ κόκκος ἔσται σίτου, ὡς αὐτὸς εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ πεσὼν ἀποθάνῃ, πλείονα καρπὸν φέρει. ἐπεὶ πεσὼν ὁ κόκκος διὰ τοῦ σταυροῦ εἰς τὴν γῆν μέχρι τῆς καρδίας αὐτῆς ἔφθασε καρπὸν πλείονα ποιήσας, καὶ ἐν ἐκείνοις τοῖς54 in vol. 2
10χωρίοις αἴτιος γέγονε καὶ ταῖς κοιλάσι πλήθους σίτου. Διὰ παντὸς τοῦ ψαλμοῦ ἔργων θαυμασίων θεοῦ δηλουμένων, εἰκότως εἰς ὕμνον κατέπαυσεν· ἐπενήνεκται γὰρ τοῖς σπουδαίως τελεσθεῖσι· Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν, πάντων τῶν εὐπαθόντων μεγαλοφώνως ἐπιτεταμένῃ νοήσει δοξολογούντων τὸν τῶν ἀγαθῶν αἴτιον.

661a

(n)

Ps 65,1b.2
1 Ὁ ἀλαλαγμὸς φωνή ἐστι νενικηκότων κατὰ τῶν ἑαλωκότων, ἀσήμως ἀναπεμπόμενος ὑπὲρ τοῦ εἰς μήκιστον τὸν ψόφον τῆς φωνῆς διαδοθῆναι. ἐπεὶ τοίνυν χάριτι θεοῦ, Ἰησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου, οἱ νεκροὶ ἐγείρονται, καταλυθέντος τοῦ διαβόλου 〈τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου〉,
5προστάττεται οὐ μέρος τῆς γῆς ἀλλὰ πᾶσα αὐτὴ ἀλαλάξαι τῷ θεῷ, ἐγειρομένων τῶν ἁπανταχοῦ νεκρῶν δικαίων καὶ ἀδίκων. Καὶ πρὸς τὸ ἔγειρον δὲ εἶδος τῆς κατὰ μετάνοιαν ἀναστάσεως ἁρμόζει πᾶσαν τὴν γῆν ἀλαλάξαι, τοῖς ἁπανταχοῦ γῆς ἀνθρώποις τόπου μετανοίας λεγομένου. λέγεται γὰρ πρὸς ἕκαστον Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται, καὶ πρὸς
10πᾶσαν τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν ὁ κύριος λέγει Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, εἰς τὸ ἀναστῆναι διὰ μετανοίας καὶ ἥκειν πρὸς αὐτόν. Γενομένης οὖν ἀλαλαγμῷ τῆς φωνῆς κατὰ τῶν ἡττηθέντων, προστάττονται οἱ ἐλευθερωθέντες τῶν πολεμίων τῷ θεῷ τὴν αἰτίαν τῆς νίκης ὁμολογοῦντες αἰνεῖν αὐτὸν καὶ ψάλλειν τῷ ὀνόματι αὐτοῦ, πλὴν οὐχ ὡς ἔτυχεν ἀλλ’ ἐπιδόξως·
15Δότε γάρ φησι δόξαν αἰνέσει. γίνεται δὲ τοῦτο ὅταν ὁ ὑμνῶν κατάλληλον τῇ αἰνέσει πρᾶξιν ἔχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις. διὸ κωλύεται ὁ ἔτι φαῦλος
τοῦτο ποιεῖν, οὐκ ὄντος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ.55 in vol. 2

662a

(n)

Ps 65,3
1 Οὐκ ἀεὶ τὸ ψεῦδος ἐπὶ λόγου καὶ δόξης λαμβάνειν δεῖ. ἔστι γὰρ ὅτε καὶ ἐπὶ τοῦ διαμαρτάνειν τοῦ σκοποῦ κεῖται ἡ φωνὴ αὕτη. τούτῳ τῷ σημαινομένῳ ἐψεύσαντο οἱ ἐχθροὶ τοῦ θεοῦ οὐδὲ κατὰ ποσὸν ἀντιστῆναι αὐτῷ δυνηθέντες. θεϊκῶν γὰρ ἔργων ὑπὸ Ἰησοῦ γινομένων πλήθους τε δυνάμεως θεϊκῆς
5ἐκφαινομένης ἐν τοῖς γινομένοις, οἱ ἐχθρεύειν βουλόμενοι Ἰουδαῖοι ψιλὸν ἄνθρωπον τὸν Ἰησοῦν οἰόμενοι ἐψεύδοντο λέγοντες Ἐν Βεεζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια, 〈καίτοι τῶν ἔργων δηλούντων ὡς κρείττω ταῦτα παντὸς γεννητοῦ· διὸ πρὸς κατανόησιν καλῶν αὐτοὺς ὁ σωτὴρ ἔλεγε Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ πατρὶ
10καὶ ὁ πατὴρ ἐν ἐμοί.〉

663a

(n)

Ps 65,4
1 Τοῦ σωτῆρος ἐπιδημήσαντος, τέλος ἀπείληφεν ἡ τοῦ νόμου σκιά· ὅθεν οὐ σπουδάζεται ἔτι ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύμοις τελεῖσθαι ἡ θεοῦ προσκύνησις, γινομένη ἤδη ἐν πνεύματι καὶ ἀληθείᾳ ὡς μὴ κωλύεσθαι τὸν θεοῦ προσκυνητὴν ἐν παντὶ τόπῳ τοῦτο ποιεῖν. προσκυνήσουσι γὰρ αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου
5αὐτοῦ πράττων κατάλληλα τῷ προσκυνεῖν θεῷ, ὅθεν ἅμα εἴρηται Προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. ποιοῦσι δὲ τοῦτο ἀμέμπτως, ἐπικληθείσης αὐτοῖς τῆς σῆς προσηγορίας, ὅθεν ἀναγκαίως ἐπενήνεκται τὸ
Ψαλάτωσαν τῷ ὀνόματί σου, ὕψιστε.56 in vol. 2

664a

(n)

Ps 65,5.6a,b
1 Δεῦτε, ὦ φιλομαθεῖς, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ κατορθούμενα ἐν τοῖς πιστοῖς ἀνθρώποις, ἀνυόμενα οὐκ ἀνθρωπίνῃ ἀλλὰ θεοῦ βουλῇ. πῶς γὰρ ἀγαμίαν καὶ ἀκτημοσύνην ὡς δεῖ κατορθῶσαι δυνατόν, μὴ θεοῦ βουλῆς ἐξευμαριζούσης αὐτά; ὅτι δὲ θεός ἐστιν ὁ δύναμιν παρέχων τοῦ ἀνυσθῆναι
5ταῦτα. τὸν βίον τῶν ἀνθρώπων κυματούμενον καὶ ταραττόμενον οἷα ἀθάλατταν εἰς ξηρὰν μετέβαλεν, βαλὼν πυρὸς ἐπὶ τῆς γῆς λόγον πᾶσαν ὑγρότητα ξηραίνοντα, ὡς ἑκάστῳ τῶν ἐκ κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀπιστίας εἰς πίστιν ἐρχομένων μετεστράφθαι τὴν θάλασσαν ὡς ποσὶ περιπατεῖσθαι. τούτου σύμβολον εἰκονογραφεῖται Πέτρου τοῦ ἀποστόλου πίστει τῇ εἰς τὸν σωτῆρα
10ἐπὶ τῆς θαλάσσης περιπατοῦντος. 〈Ὁ δὲ ποταμὸς λόγος ἐστὶν ὠχυρωμένος Ἑλληνικῇ σοφίᾳ καὶ τέχνῃ, κωλύων τὴν ὁδὸν τὴν ἐπὶ τὴν ἁγίαν ἀπάγουσαν γῆν. ἀλλὰ καὶ τοῦτον μετέστρεψεν ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν καὶ βάσιμον ἀπειργάσατο τοῖς πορευομένοις εἰς ἁγιότητα.〉
15 Ἔλεγχος δ’ ἐστὶ τὰ οὕτως λεγόμενα κατὰ τῶν διακοπτόντων τὴν θεότητα. οὐ γὰρ ἄλλος θεὸς τὴν ἐρύθραν θάλασσαν διεῖλε καὶ τὰς ἐν τοῖς Εὐαγγελίοις τεραστίους δυνάμεις πεποίηκεν. 〈Ἰησοῦς γὰρ ἐν Αἰγύπτῳ τὸν λαὸν ἔσωσεν, ὡς ἐν ἐπιστολῇ φησιν ἀποστολικῇ.〉

665a

(n)

Ps 65,6c.7a
1 Γενόμενοι ἔργῳ καὶ διαθέσει ἔνθα ἡ θάλασσα καὶ ὁ ποταμὸς εἰς ξηρὰν μετεστράφη ὡς ποδὶ λοιπὸν διαβαίνειν ἀκωλύτως ὁδεύοντας ἀπὸ κακίας καὶ ἀσεβείας ἐπ’ ἀρετὴν καὶ εὐσέβειαν, εὐφραινόμεθα ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ εὐμαρῆ, θεοῦ βασιλικῶς δεσπόζοντος τοῦ αἰῶνος καὶ τῶν ἐν αὐτῷ, ὡς
5ἐξαιρεῖσθαι ἀπὸ τῆς ἐν αὐτῷ πονηρίας τοὺς πιστεύσαντας κατὰ τὸ λεχθὲν Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστηκότος αἰῶνος πονηροῦ. Δυνατὸν δὲ τὸν αἰῶνα τὸν ἐπ’ ἄπειρον ἐκλαβεῖν ἐκ τῆς προκειμένης λέξεως συμφώνως τῷ Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι· οὕτω γὰρ βασιλεύων τὸν αἰῶνα ἐπ’ ἄπειρον δεσπόζει αὐτοῦ τῇ δυναστείᾳ τῆς συμφυοῦς
10βασιλείας αὐτοῦ.57 in vol. 2

666a

(n)

Ps 65,7b.c
1 Εἰ δὲ καὶ πᾶσαν τῶν ἐναντίων τὴν δύναμιν παραπικραίνοντας εἴποις, οὐκ ἂν ἁμάρτοις· ἠπείλουν γὰρ τοῖς ἀφισταμένοις ἔθνεσιν. θάρσος τοίνυν καὶ εὐθυμίαν ἐμποιῶν τοῖς πιστεύουσιν ἀπὸ ἐθνῶν, φόβον δὲ τοῖς ἀπειλοῦσιν αὐτοῖς, Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη, φησίν, ἐπιβλέπουσιν, φρουροῦντες αὐτοὺς
5ἀβλαβεῖς· ὅθεν Οἱ παραπικραινόμενοι μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς, ὡς δυνάμενοι ἀπολέσαι τοὺς τῷ εὐαγγελίῳ προσερχομένους.

667a

(n)

Ps 65,9
1 Τίθεται εἰς ζωὴν ἡ ψυχὴ τοῦ τέλος κομιζομένου τῆς πίστεως σωτηρίαν, ὡς εἰπεῖν πιστῇ προθέσει Ἡ ψυχή μου αὐτῷ ζῇ (δῆλον δὲ ὅτι τῷ θεῷ). ζῇ δὲ ψυχὴ ἀρετὴν καὶ σοφίαν ἔχουσα, ὡς ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται, ὡς εἰπεῖν τῷ θεῷ Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
5 Οὐ δίδονται εἰς σάλον οἱ πόδες τοῦ ἔσω ἀνθρώπου, ὅταν τις ἱδρυνθῇ ἐπὶ τὸν ἀρραγῆ καὶ ἰσχυρότατον τοῦ θεοῦ λόγον, ὡς χαριστηρίως εἰπεῖν Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου.

668a

(n)

Ps 65,10
1 Πυροῦταί τις ὡς τὸ ἀργύριον φλεγούσαις περιστάσεσιν ὑποπίπτων· ἃς γενναίως τις ἐνέγκων δόκιμος ἀναδείκνυται, οὐδὲν ἔχων ψεκτὸν ἐν ἑαυτῷ. εἰς τοῦτο λήψῃ Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος
λήψεται τὸν στεφανὸν τῆς ζωῆς.58 in vol. 2

669a

(n)

Ps 65,11b.12
1 Διὰ πολλῶν θλίψεων δεῖ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἀλλ’ εἰ καὶ Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ’ οὖν θαρροῦμεν δι’ ὑπομονῆς μετεωρίσαι αὐτάς, κατασπωμένων ἀπ’ αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. σημαίνει ἐνταῦθα τὸ τῆς κεφαλῆς ὄνομα ὡς καὶ ἐν
5ἑτέραις γραφαῖς τὸ ἡγεμονικόν, ὡς ἐν τῷ Εὐλογίᾳ κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. Τῶν δ’ ἐχθρῶν θλίβειν με θελόντων, ὀπίσω μου αὐτοὺς ἔρριψας, παρασκευάσας με συντόνως τρέχειν. διὸ καὶ σπεύδοντες καταλαμβάνειν με ὀπίσω μένουσιν ἀεί, ὀξέως μου τρέχοντος συνεργείᾳ σῇ· ὅθεν ἐπὶ τοῦ νώτου
10ἔχω τὰς θλίψεις, οὐδ’ ὅλως ἰδεῖν αὐτὰς βουλόμενος· οὐ γὰρ στρέφομαι πρὸς αὐτάς, πόνου ἢ ὀλιγωρίας ἑλκυσάντων. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. ἵνα εἴπῃ τὰ περιστατικὰ ἱκανὰ ὄντα πυρῶσαι καὶ θερμῶς κινῆσαι ψυχήν, ῥηθείη πῦρ, καθ’ ἑτέραν δὲ ἐπίνοιαν καὶ ὕδωρ λεγόμενα διὰ τὸ βυθίζειν καὶ ἀποπνίγειν τοὺς μὴ γενναίως αὐτὰ φέροντες.
15ὁ ταῦτα διεληλυθὼς συνεργείᾳ θεοῦ ἐξέρχεται εἰς ἀναψυχήν, ἐλπίζων τὰς ἐπ’ αὐτοῖς ἀμοιβάς. Καὶ ἐπεὶ αἱ ἀρχαὶ καὶ αἱ προκοπαὶ τοῖς πρακτικοῖς ἡμετέραι, τὰ δὲ τέλη τῆς τοῦ θεοῦ δωρεᾶς, τὸ μὲν διελθεῖν διὰ πυρὸς καὶ ὕδατος ἑαυτοῖς δόντες, τοῦ δὲ τέλους τὴν αἰτίαν τῷ θεῷ ἐπιγράφουσιν. ὅτι δὲ πῦρ καὶ ὕδωρ τὰ περιστατικά,
20παρίσταται ἐκ τοῦ προφήτου Ἡσαΐου λέγοντος ἐκ προσώπου θεοῦ Μὴ φοβοῦ, μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε· καὶ ἐὰν διέλθῃς δι’ ὕδατος, ποταμοὶ οὐ συγκλείσουσί σε.

670a

(n)

Ps 65,13.14a
1 〈Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου·〉 ἤτοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας ἢ πνευματικὰς εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ θεοῦ (οὗτος δ’ ἐστὶν ἡ ἐκκλησία) ἐν ὁλοκαυτώμασι τελείας καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερουργῶν, καταλλήλους
5ταύτῃ τῇ ὁλοκαυτώσει ἀποδιδοὺς καὶ ἃς διέστειλεν τὰ χείλη αὐτοῦ εὐχάς.59 in vol. 2

671a

(n)

Ps 65,15
1 Τὰ προερμηνευθέντα πνευματικὰ ὁλοκαυτώματα εὐτραφῆ καὶ μεμυαλωμένα τυγχάνει, ὅτε μὴ ἄλλου του χάριν ἀλλὰ τοῦ θεοῦ ἀναφέρεται. ταῦτα γοῦν, ὅπως ὃν δεῖ τρόπον ἀνυσθῇ, μεθ’ ἱκεσίας ἀναφέρεται· σημαίνεται δὲ αὐτῇ τῇ ὀνομασίᾳ τοῦ θυμιάματος. Κατευθυνθήτω γὰρ ἡ προσευχή μου ὡς θυμίαμα
5ἐνώπιόν σου. καὶ οὐ μετὰ μόνου θυμιάματος ἡ προσφορὰ γίνεται ἀλλὰ καὶ κριῶν. εἰσὶν οἱ κριοὶ κινήσεις καὶ θυμία, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Σὺν τοῖς μεμυαλωμένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν ἀνοίσειν ἐπαγγέλλεται βόας μετὰ χιμάρων, ἱερουργοῦντος τάχα βοῦν τοῦ
10προσάγοντος θυσίαν ζῶσαν τῷ θεῷ τὸ ἴδιον σῶμα· γεωπόνον γὰρ τὸ ζῷον, ὅθεν ἀναλογίαν ἔχει τῷ σώματι ἐκ γῆς τὴν πλάσιν ἔχοντι. οἱ χίμαροι δέ εἰσι τὰ μετανοίας ἔργα καὶ λόγοι· περὶ ἁμαρτίας γὰρ προσφέρεται ὁ χίμαρος.

672a

(n)

Ps 65,17
1Ἄνευ γλώττης καὶ προσφορᾶς αὐτῆς κατὰ τὸ σιωπώμενον ἐν διανοίᾳ ὕψωσα.

673a

(n)

Ps 65,18
1 Δυνατὸν δὲ τὸν στίχον ἐκλαβεῖν τῇ νοήσει τοιαύτῃ· εἰ τῇ καρδίᾳ μου ἀδικίαν ἐθεώρουν, μὴ εἰσακουσάτω κύριος. εἰς τοῦτο λήψῃ τὸ λεγόμενον ὑπὸ Παύλου Οὐδὲν ἐμαυτῷ σύνοιδα ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ ἐγχωρεῖν θεὸν ὁρᾶν ἐν ἐμοὶ ἀδικίαν κἂν ἡ ἐμὴ καρδία μὴ θεωρεῖ αὐτήν. εἰς τοῦτο
5παραλήψῃ καὶ τὸ Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν
με.60 in vol. 2

674a

(n)

Ps 65,20
1 Ὑπῆρκται δέ μοι τοῦτο, οὐ τοσοῦτον διὰ τὸ ἀναμάρτητόν μου ὅσον διὰ τὸ ἔλεος αὐτοῦ, ὃ οὐκ ἀπέστησέ μου, ἀφισταμένου τοῦ θεϊκοῦ ἐλέους ἀπὸ τοῦ μὴ εἰσακουομένου διὰ τὸ μὴ ἀγαθὰ αἰτεῖσθαι ἀλλὰ τὰ ἀνθρώποις φίλα τε καὶ ἡδέα.

675a

(n)

Ps 66 arg
1[Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει καὶ πολλῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται. προκηρύττει γὰρ τοῦ θεοῦ λόγου τὴν ἐνανθρώπησιν καὶ τὴν σωτήριον ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν·] ὅθεν Εἰς τὸ τέλος ἐπιγέγραπται. καὶ ἐπεὶ μὴ ἀνθρώπινα ἔργα τὰ κατορθωθέντα, οὐκ ἐν
5ἐγκωμίοις ἢ ἐπαίνοις ἀλλ’ Ἐν ὕμνοις ἐπιγέγραπται· θεοῦ γὰρ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι’ ἐπαίνων ἐγκωμιάζεσθαι. ἀμέλει γοῦν ὁ θεῖος ὕμνος Ψαλμὸς ᾠδῆς τυγχάνων τῷ καὶ πράξεις δηλοῦν τοῦ σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην οὐκ ἐν τῷ τυχόντι ἀλλὰ κάλλη περιέχοντι ἀριθμῷ τέτακται· ὁ γὰρ ΞΣ τὸ τέλειος εἶναι ἔχει καὶ ἐν μονάσι καὶ ἐν δεκάσιν.

676a

(n)

Ps 66,2
1 Οἰκτιρμῶν καὶ εὐλογιῶν πληροῦνται οἱ ἄνθρωποι, ἐπιφαίνοντος τὸ πρόσωπον ἑαυτοῦ τοῖς τυχεῖν τούτου εὐχομένοις. ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ, ὅταν ἐπιδημήσῃ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ἄνθρωπος γεγονὼς καὶ ἐμφανίσῃ ἑαυτὸν τοῖς ἀξίοις ᾗ φησι περὶ τοῦ τηροῦντος τὰς
5ἐντολὰς αὐτοῦ Ἐμφανίσω αὐτῷ ἐμαυτόν. τούτου ὑπάρξαντος ἐπεὶ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου ὁ ταῦτα λέγων, ὁ αὐτῷ προσβάλλων νῷ καθαρῷ ὁρᾷ τὸν πατέρα· Ὁ ἐμὲ γάρ φησιν ἑωρακὼς ἑώρακε τὸν πατέρα. τῷ τρόπῳ τούτῳ τοῦ θεϊκοῦ προσώπου ἐπιφανέντος, οἰκτείρονται οἱ εὐεργετούμενοι καὶ
εὐλογοῦνται πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.61 in vol. 2

677a

(n)

Ps 66,3
1 Ἐπιφάναντος σοῦ τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα τὸν πατέρα. τίς δὲ αὕτη ἢ ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδὸς καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ; συμφώνως δὲ τῷ γνωσθῆναι ἐν τῇ γῇ τὴν ὁδὸν τοῦ θεοῦ καὶ τὸ σωτήριον αὐτοῦ, οὐχ ἕτερον ὂν τῆς ὁδοῦ, γνωσθήσεται ἐν πᾶσι
5τοῖς ἔθνεσιν, πληρωθέντος τοῦ Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Δυνατὸν δὲ ὁδὸν τοῦ θεοῦ γνωριζομένην ἐν τῇ γῇ τὰς ἐντολὰς αὐτοῦ λαβεῖν, κατὰ τὸ Ὁδὸν ἐντολῶν σου ἔδραμον. σωτήριον ἁρμωνίως ταύτῃ τῇ ὁδῷ γνωσθὲν πᾶσι τοῖς ἔθνεσιν ἡ σωτηρία ἐστὶν ἣν ἐλήλυθε παράσχειν.

678a

(n)

Ps 66,4
1 Πάλαι ἑνὸς λαοῦ τοῦ τῶν Ἑβραίων ἐξομολογουμένου τῷ λέγοντι θεῷ Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου (ἐξαγορεύων αὐτὰς μετανοίας τρόπῳ), ἵνα δικαιωθῇς—τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ ἅγιος τῷ θεῷ φησι Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν
5ἁμαρτίαν μου οὐκ ἐκάλυψα· ἀφ’ οὗ δὲ ἡ ἐπιδημία τοῦ σωτῆρος, πάντες οἱ ἀπὸ τῶν πιστευόντων ἐθνῶν συμπληρούμενοι λαοὶ ἐπὶ μετάνοιαν καλοῦνται ἐπὶ τῷ ἐξομολογησαμένους θεῷ ἀφέσεως ἁμαρτιῶν τυχεῖν. πῶς δὲ οὐκ ἀκόλουθον εὐχαρίστως ἐξομολογεῖσθαι πάντας τοὺς λαούς, ἐπιφανέντος αὐτοῖς τοῦ προσώπου τοῦ θεοῦ;

679a

(n)

Ps 66,5
1Γνωσθείσης τῆς ὁδοῦ ἐν τῇ γῇ καὶ τοῦ σωτηρίου τοῦ θεοῦ ἐν πᾶσι τοῖς
ἔθνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ ἔθνη εὐφραίνεται κατορθοῦντα ἠθικὴν ἀρετὴν καὶ ἀγαλλιᾶται λαβόντα θεοῦ γνῶσιν, μαθόντα καὶ ὡς ἐν εὐθύτητι κρινεῖ λαοὺς καὶ ὁδηγήσει ἔθνη ἐν τῇ γῇ ὁ κύριος.62 in vol. 2
5λαοὶ δὲ καὶ ἔθνη ἢ ἐκ παραλλήλου οἱ αὐτοὶ ἢ λαοὶ μὲν οἱ ἐκ περιτομῆς, ἔθνη δὲ οἱ ἀπὸ ἐθνῶν.

680a

(n)

Ps 66,6.7
1 Πῶς γὰρ οὐκ ἔμελλε πᾶσα ἡ γῆ, τουτέστιν οἱ ἐπ’ αὐτῆς ἄνθρωποι, αἰνέσεως πληροῦσθαι καὶ καρπὸν εὐσεβείας φέρειν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς ἐν τοῖς ἔθνεσιν, μεγαλυνθέντος τοῦ ὀνόματος τοῦ κυρίου κατὰ τὸ φερόμενον ἐν ἑνὶ τῶν ΙΒ προφητῶν;

681

(n)

Ps 67,2
1 Προσευχή ἐστιν ἀναπεμπομένη ῥήμασι προστακτικοῖς ἐξενεχθεῖσα· ἀντὶ γὰρ τοῦ ἀνασταίη τὸ ἀναστήτω καὶ ἀντὶ τοῦ φύγοιεν φυγέτωσαν ἐγράφη. συνεχέστατα γὰρ ἐν ταῖς γραφαῖς εὑρίσκεται τοῦτο τὸ εἶδος, λέγω δὴ ἀντὶ τοῦ εὐκτικῶς προστακτικῶς λεγόμενα.
5 Δυνατὸν δὲ εἰπεῖν ἐχθροὺς σκορπισθησομένους τοὺς περὶ τὴν γνῶσιν τῆς ἀληθείας ἀσεβοῦντας, μισοῦντας δὲ θεὸν καὶ φεύγοντας ἀπὸ προσώπου αὐτοῦ τοὺς περὶ πρακτικὴν κακίαν ἔχοντας. εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ τὸν θεόν. Ῥηθείη δὲ ταῦτα εὐχῆς τρόπῳ πρὸς τὸν πατέρα, ὅτε τοῦ Χριστοῦ παθόντος
10καὶ ἔτι ἐν τῷ μνημείῳ κειμένου τοῦ σώματος αὐτοῦ τε σκυλεύοντος τὸν ᾅδην συνήγοντο οἱ Ἰουδαῖοι ἅμα τοῖς πληροῦσιν αὐτοὺς ἀλιτηρίοις δαίμοσι καὶ ταῖς ἄλλαις πονηραῖς δυνάμεσιν· ἀναστήτω ὁ θεὸς ὁ εἰς θάνατον κατελθὼν ᾗ ἄνθρωπος γέγονεν, ἵνα διασκορπισθῶσιν οἱ κατ’ αὐτοῦ συναχθέντες. τότε γὰρ καὶ οἱ μισοῦντες αὐτὸν ἀντιβλέψαι αὐτῷ μὴ δυνάμενοι ἐκ νεκρῶν ἀναστάντι
15φεύξονται ἀπὸ προσώπου αὐτοῦ.63 in vol. 2

682

(n)

Ps 67,3.4
1 Οὐχ ὡς ἡ κακία ἀπόλλυται, οὕτως ἡ ἀρετὴ τῶν δικαίων· γέγραπται γὰρ Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μαρτύριον δὲ τοῦ τὴν κακίαν καπνὸν εἶναι τὸ Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ, βλάπτουσα κατὰ τὰ αὐτὰ τὰς τῆς ψυχῆς
5δυνάμεις, τροπικῶς ὀδόντας αὐτὰς καλουμένας, αἷς τέμνει καὶ λεαίνει τὰς πνευματικὰς τροφάς, ἀλλὰ καὶ τὰς νοήσεις αὐτῆς ὄψεις καλουμένας. Ἰστέον ὅτι ὁ τηκόμενος κηρὸς ἀπὸ προσώπου αὐτοῦ οὐκ εἰς τὸ μὴ ὂν καταστρέφει, ἀλλ’ εἰς τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν. ὅθεν κἂν ἀπηλλοίηται ἡ ποιότης καθ’ ἣν ἁμαρτωλός τίς ἐστιν, ἡ οὐσία αὐτοῦ ἀδιάφθορος μένει. εὖ
10δὲ καὶ τὸ φάναι μὴ καθάπαξ ἀπόλλυσθαι τοὺς ἁμαρτωλοὺς μηδὲ ἐκλείπειν ἀλλ’ ἀπὸ προσώπου τοῦ θεοῦ, ἐπείπερ τοιοῦτοι γεγενημένοι ὡς μισεῖν αὐτὸν φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ τῷ παρανόμους μὴ διαμένειν ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Δύναται ἀγαλλίασις καθ’ ἣν ἐνώπιον τοῦ θεοῦ ἀγαλλιῶσιν οἱ δίκαιοι χαρὰ
15εἶναι ἥτις Καρπός ἐστι τοῦ πνεύματος ἀγάπη χαρὰ εἰρήνη, εὐφροσύνη δὲ ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια εἰκότως καλουμένη.

683a

(n)

Ps 67,5b
1 〈Οὐκ ἂν δέ τις πράξοι τὸ ἀγαθὸν μὴ ἀποστὰς τοῦ κακοῦ (ἀσυνύπαρκτα γάρ) οὐδ’ ἂν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης φωτίζοιτο μετέχων ἔτι τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτὸς καὶ τὸν ἥλιον ὑποκρινομένου τῆς δικαιοσύνης, καλουμένου δὲ φωτὸς ἀσεβείας· Φῶς γὰρ ἀσεβῶν σβεσθήσεται.
5τούτου γὰρ καταδυομένου, ἐκεῖνος ἐν ταῖς ἡμῶν ἀνίσχει καρδίαις, ἐπιβαίνων ταῖς ἐκείνου δυσμαῖς.〉 Ὁδοποιήσατε τῷ ἐρχομένῳ μετὰ κυριακῆς προσηγορίας κατὰ Μωυσῆ καὶ τοὺς προφήτας ἐπὶ τῷ ἐπιβῆναι ἐπὶ δυσμάς. ἔνθα ἐκβέβληται ἐκ τοῦ κατὰ ἀνατολὰς πεφυτευμένου παραδείσου Ἀδὰμ ἐπὶ τῷ εἰς τὰς ἀνατολὰς πάλιν αὐτὸν
10εἰσαγαγεῖν, ὅπερ καὶ πεποίηκεν εἰπὼν τῷ μετανοοῦντι λῃστῇ Σήμερον μετ’
ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.64 in vol. 2

684

(n)

Ps 67,6a
1 Εὐθυμοποιῶν ὁ λόγος τοὺς καταπονουμένους ὑπὸ τοῦ Σατανᾶ εἰς ἀγαλλίασιν αὐτοὺς προτρέπει διὰ δείξεως τοῦ προστάτου καὶ ἐπικούρου αὐτῶν ἐσομένου ὃς πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἐστιν. ὅθεν σπουδὴ ὑμῖν γενέσθω ἀγαλλιᾶσθαι ἐνώπιον αὐτοῦ, ὅταν μάλιστα καταλιπόντες τὸν πρότερον πατέρα
5γεννήσαντα κατὰ κακίαν καὶ τὸν πρῶτον ἄνδρα ἀνόμως συνοικοῦντα ὀρφανοὶ ἀπ’ ἐκείνου γένησθε· πατέρα γὰρ ἕξετε τὸν θεόν. ἀλλὰ καὶ αἱ τῇ παρανόμῳ μίξει ἀποταξάμεναι ψυχαὶ χηρεύσασαι τῆς συνοικήσεως τοῦ θεοῦ πειράσονται.

685a

(n)

Ps 67,6b
1 Τόπος ἅγιος αὐτοῦ τυγχάνει ἤτοι ἡ ἐκκλησία ἡ ἡγιασμένη ὑπὸ Χριστοῦ ἢ ὁ καθεῖς τῶν πεπιστευκότων· ἀληθεῖ γὰρ καὶ ἀμφότερα. τόπος δὲ ἅγιος αὐτοῦ καὶ ὃ ἀνείληφεν ἔμψυχον σῶμα καὶ λογικόν.

686A

(n)

Ps 67,7bc
1 Ἀλλὰ καὶ ἐκ τάφων ἐξάγει τοὺς νεκροὺς κατὰ τὸ Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημίοις· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν· ὁποῖον καὶ τὸ ἐν Εὐαγγελίῳ Ἐλεύσεται ὥρα ὅτε πάντες οἱ ἐν τοῖς μνημίοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ (δηλονότι τοῦ υἱοῦ) καὶ ἐκπορεύσονται
5οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς
ἀνάστασιν κρίσεως.65 in vol. 2

687a

(n)

Ps 67,8.9a
1 〈Ἤγουν ἐν τῷ ἐκπορεύεσθαι τὸν θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ ἢ ἐκ μέσου αὐτοῦ, ὅτε εἶπεν Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, κατὰ τὸ παρ’ Ἱερεμίᾳ Ἐγκατέλειπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,〉 ἐν τῷ διαβαίνειν αὐτὸν ἐν τῇ ἐρήμῳ τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ, γῆ ἐσείσθη τουτέστι τὸ
5γράμμα καὶ ἡ σκιὰ τοῦ νόμου, διὰ τὸ παχυλὸν οὕτω κεκλημένη. γέγονε δὲ ὁ σεισμὸς ταύτης, σταξάντων τῶν οὐρανῶν τὸν θεῖον νοῦν κατὰ τὸ ζωοποιὸν πνεῦμα τῶν θείων γραφῶν. οὐρανοὶ δὲ ἐν τούτοις λελέξονται ἤτοι Μωσῆς καὶ οἱ προφῆται ἢ τὰ μυστικὰ θεωρήματα· οὐρανὸς δὲ καὶ νεφέλαι ταὐτὸν εἰς τοῦτο. ὧδε μὲν οἱ οὐρανοὶ ἔσταξαν, ἀλλαχοῦ δ’ Αἱ νεφέλαι ῥανάτωσαν
10δικαιοσύνην. 〈Ἀλλὰ καὶ τῶν τῆς εἰδωλολατρείας μετατεθέντων ἐθνῶν, ἐσείσθη ἡ γῆ, κρατούσης λοιπὸν τῆς εὐαγγελικῆς διατάξεως ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ τῶν λοιπῶν διδασκάλων τὰς πνευματικὰς σταζόντων γονάς.〉

688a

(n)

Ps 67,10.11
1 〈Ἡ ῥηθεῖσα βροχὴ τῷ αἱρετὴν εἶναι καὶ ποθεινὴν σταυρὸν ἐξ ἀσθενείας ἀναδεξαμένην τὴν ζωοποιὸν τοῦ κυρίου σάρκα κατηρτίσθη, ζήσασα ἐκ δυνάμεως θεοῦ. ὁ γὰρ θεῖος λόγος ἐζωοποίησε τὸ ἑαυτοῦ σῶμα σταυρωθὲν ἐξ ἀσθενείας.〉 Πτωχὸς δὲ ἑνικῶς ὁ πιστεύσας ἀπὸ τῶν ἐθνῶν λαὸς εἶναι δύναται διὰ τὸ
5ἄθεος εἶναι καὶ μηδόλως ἐλπίδα ἔχειν. περὶ αὐτοῦ φησιν ἡ προφητεία Ἡσαΐου Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· 〈ἠδικοῦντο δὲ οἱ καταδυναστευόμενοι ὑπὸ τοῦ Σατανᾶ.〉

689a

(n)

Ps 67,17
1 〈Ἕτερος σημαίνειν ἔφη τοὺς κλήρους καὶ τοὺς τῶν ὑδάτων ἀγωγούς. εἴρηται γὰρ ἐν Γενέσει περὶ τοῦ Ἰσσάχαρ ὡς κληθεὶς ἀνὴρ γεωργὸς ἀνὰ μέσον τῶν κλήρων ἀνεπαύετο· ὃ δὴ τρεπτέον νῦν εἰς τὴν παλαιὰν καὶ καινὴν διαθήκην. αὗται γὰρ ἄγουσι τὸν νοητὸν ταῖς ψυχαῖς ποτισμὸν ἐπὶ καρποφορίᾳ πνευματικῇ.〉66 in vol. 2
5 Τούτων τῶν δύο κλήρων κοιμᾶταί τις, ἀνὰ μέσον ἑνὸς θεοῦ εἶναι αὐτὰς συγκατατιθέμενος, ὡς διαστέλλειν τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος. οὕτω κοιμηθείς τις μεταξὺ τῶν κλήρων πτεροῦται, κατὰ τὸ ἅγιον πνεῦμα νοῶν. καὶ ἐπειδὴ τὰς πτέρυγας ταύτης τῆς περιστερᾶς οὔσας νοήσεις ἐπαιρούσας τὴν ἐπτερωμένην ψυχὴν καὶ ἐκ τῶν θείων λογίων μαρτυρεῖσθαι ἃ εἴρηται ἀργύριον
10πεπυρωμένον ὑπάρχειν, περιηργυρωμέναι εἰσίν, τῶν μεταφρένων τῆς περιστερᾶς χλωρότητι χρυσίου συνηρμοσμένων. πολλαχοῦ τῶν θείων γραφῶν τὸ χρυσίον ἐπὶ ἀκραιφνεστάτου νοῦ λαμβάνεται. ἔχει δὲ χλωρότητα τὸ χρυσίον σημαίνουσαν τὴν ζωὴν αὐτοῦ· σύμβολον γὰρ ζώντων φυτῶν τὸ χρῶμα τοῦτο. 〈Λέγοις δ’ ἂν εἰς τὸ Ἀνὰ μέσον τῶν κλήρων καὶ οὕτως· ἐν τῷ Λευιτικῷ
15τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ δύο προσηγάγοντο τράγοι εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· εἶτα κλήρου βληθέντος, ὁ εἷς ἐπὶ τὸ θυσιαστήριον ἤγετο τυφησόμενος τῷ κυρίῳ, τοῦ ἑτέρου τῷ ἀποπομπαίῳ εἰς τὴν ἔρημον ἐκπεμπομένου. σύμβολα δὲ ταῦτα ἀγαθοῦ καὶ κακοῦ· ὧν ἐν μέσῳ γινόμενον χρὴ διακρίναντα, τὸ μὲν ἀγαθὸν ἱερουργεῖν τῷ κυρίῳ, τὸ δὲ κακὸν ἐκπέμπειν τῷ ἀρεσκομένῳ, ἐπεὶ καὶ ἀπ’
20αὐτοῦ τὴν ἀρχὴν ἔλαβεν. οὕτω γάρ τις σχήσει τὰς περιηργυρωμένας πτέρυγας καὶ τὴν χλωρότητα τοῦ χρυσίου ἐν τοῖς μεταφρένοις.〉

690a

(n)

Ps 67,14c
1Καὶ ἡ γνῶσις τῆς θείας γραφῆς ὡς χρυσίον ἐξαστράπτων.

691A

(n)

Ps 67,15
1Διασταλεῖσι τοῖς βασιλεῦσιν ἀκολουθήσει τὸ Χιονωθήσονται ἐν Σελμών,
τουτέστι πληρωθήσονται χιόνων. αὗται δέ εἰσιν αἱ ἀρεταί, ποτίζουσαι νᾶμα τὸν νοῦν καὶ καταψύχουσαι τῶν παθῶν τὸν φλογμόν. οὐδὲ γὰρ ἐν τῷ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, περὶ αἰσθητῆς χιόνος ὁ λόγος. ἀσύμβλητος67 in vol. 2
5γὰρ αὕτη πρὸς λαμπρότητα κεκαθαρμένης ψυχῆς. τοιοῦτον καὶ τὸ Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ, καὶ τὸ Ἐκαθαριώθησαν οἱ Ναζωραῖοι αὐτῆς ὑπὲρ χιόνα. Σαλωμὼν δὲ σκιὰ μερίδος ἑρμηνεύεται. μήποτε τοίνυν, ἐπεὶ οἱ βασιλεῖς (οὗτοι οἱ ἀπόστολοι) ἰουδάϊσάν ποτε τηροῦντες τὸν κατὰ σκιὰν νόμον, μερίδος
10εἰσὶν σκιᾶς, ἔχοντες μὲν πνευματικὴν μερίδα, πεπειραμένοι δὲ καὶ τῆς σκιᾶς. ὁποῖος ὁ λέγων Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος. ἢ ἐπειδὴ ἡ μερὶς μὲν ἦν τῶν Χριστοῦ μαθητῶν ἐν τοῖς οὐρανοῖς κατὰ τὸ Ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τῶν ἁγίων ἐν φωτί, οὔπω δὲ ἔφθασαν ἐπ’ αὐτήν, κἂν ἐν οὐρανοῖς ἔχωσι τὸ πολίτευμα, ἐπὶ γῆς ἔτι περιπατοῦντες, ἐκ μέρους
15γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες καὶ ἀρραβῶνα τοῦ πνεύματος ἔχοντες, ἐν σκιᾷ τῆς ἑαυτῶν μερίδος εἰσίν. διὸ καὶ μέγα τυγχάνει τὸ ἐν ταύτῃ τυγχάνοντα χιονωθῆναι βίον ἀκηλίδωτον ἔχοντα.

692a

(n)

Ps 67,16
1 Κυρίως ὄρος θεοῦ ὁ σωτὴρ ὑπάρχει· εἴρηται γὰρ περὶ αὐτοῦ Ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου· 〈καὶ πάλιν Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τῇ Σιών. ἡ δὲ ἀνάβασις διὰ προκοπῆς.〉 ὁ τοίνυν θεὸς λόγος σοφία τε καὶ ζωὴ καὶ ἁγιασμὸς ὑπάρχων πίων ἐστίν, οὐκ ἔξωθεν
5δεχόμενος πιότητα ἀλλὰ παρέχων αὐτὴν τοῖς μετέχουσιν αὐτοῦ. τοῦτο τὸ ὄρος πρὸς τῷ πῖον εἶναι καὶ τετυρωμένον ἐστίν, τοὺς μὲν γάλα ποτίζων, τοὺς δὲ στερεᾶς τροφῆς μεταδιδούς, οὐχ ἑτέρας οὔσης ταύτης παρὰ τὸ γάλα· αὐτὸ γὰρ παγὲν τελείων γέγονε τροφή. Λελέξεται δ’ εἰς τὸ τετυρωμένον καὶ οὕτως· τὸ πῖον ὄρος θεὸς ὢν
10ἐνηνθρώπησεν, ἐκ παρθένου ἀναλαβὼν σάρκα δι’ ἣν τετυρωμένον κέκληται,
δηλουμένης τῆς ἀνθρωπίνης γενέσεως τῇ λέξει ταύτῃ, ὡς ἐκ τοῦ Ἰὼβ φανερὸν λέγοντος πρὸς θεὸν 〈Μνήσθητι ὅτι πηλόν με ἔπλασας, καὶ ἑξῆς·〉 πότερον οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; σάρκα καὶ δέρμα με ἐνέδυσας, καὶ τὰ ἑξῆς. εἶτ’ ἐπεὶ τετυρωμένος γεγονὼς ἀβλαβῆ68 in vol. 2
15φυλάττει τὴν θεότητα, καὶ μετὰ τὸ τετυρῶσθαι πίων ἐστίν, ὡς αὐτὴ ἡ λέξις παρίστησι λέγουσα Ὄρος τετυρωμένον, ὄρος πῖον. πρὸ γὰρ τοῦ τετυρῶσθαι καὶ μετὰ τοῦτο πῖόν ἐστιν. Εἶτ’ ἐπάγει Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα, τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεός;

693A

(n)

Ps 67,17
1 Ἁρμόσει δὲ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου μᾶλλον ὁ λόγος. τοῦ γὰρ σωτῆρος πολλαῖς προσηγορίαις ἐν τῇ γραφῇ λεγομένου, καθ’ ἑκάστην ἐνόμισαν οὐσίαν δηλοῦσθαι διάφορον, ὡς ἕτερον λέγειν τὸν κύριον παρὰ τὸν Ἰησοῦν καὶ τὴν σοφίαν ἑτέραν καὶ τὰ λοιπά. ἓν οὖν τὸ ὄρος ἐν ᾧ κατοικεῖ ὁ κύριος, κατὰ τὸ
5Ὡς ὅτι ὁ θεὸς ἦν ἐν Χριστῷ, καὶ τὸ Ὁ πατὴρ ὁ μένων ἐν ἐμοί. Ἀπαιτεῖ τοίνυν τὴν αἰτίαν καθ’ ἣν ὑπέλαβον πολλὰ ὄρη εἶναι τετυρωμένα, ἀλλὰ καὶ ἓν ὄρος τετυρωμένον ὁ σαρκωθεὶς ἐκ τῆς θεοτόκου παρθένου ἐν ᾧ κατοικῶν ὁ κύριος εἰς τέλος κατασκηνοῖ, μὴ μεταβαίνων ἐξ ἑτέρου εἰς ἕτερον ὡς ἐπὶ τῶν ἁγίων ἀνδρῶν· ἀλλὰ καὶ διδάσκαλοι γεγόνασιν ἐξ ἀνθρώπων,
10Μωσῆς τε καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἀλλὰ καὶ ἄγγελοι. Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, ἕκαστος δὲ πίων ἦν ὡς ἐκ θεοῦ πιαινόμενος παρ’ οὗ καὶ τετύρωτο. πολυθεΐας οὖν τὸ τοιαῦτα φύσει νομίσαι πολλά.

694a

(n)

Ps 67,18.19aα
1Τὸ ἅρμα τοῦ θεοῦ οὐ μονοειδὲς ἀλλὰ μυριοπλάσιόν ἐστιν, ὑπεζευγμένων
αὐτῷ πατριαρχῶν Μωυσέως καὶ τῶν προφητῶν ἀποστόλων εὐαγγελιστῶν ἀγγέλων ἀρχαγγέλων ἀρχῶν θρόνων κυριοτήτων καὶ ἅπαξ ἁπλῶς θεοληπτουμένων καὶ ἐχόντων ἅγιον πνεῦμα 〈περὶ ὧν ἐν ᾠδῇ φησιν Ἐπίβηθι69 in vol. 2
5ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. δι’ αὐτῶν γὰρ ἐξέτεινεν εἰς τὴν οἰκουμένην τὸ σωτήριον εὐαγγέλιον.〉 ἐμφαίνεται γὰρ πλείονα τάγματα λογικῶν ὑπεζευγμένα τῷ Χριστοῦ ζυγῷ. διὰ τοῦτο γὰρ ἐπενήνεκται ὡσεὶ ἓν ἅρμα εὐθηνούντων χιλιάδες· οὐδεὶς γὰρ ἐν αὐτοῖς ἄκαρπος. Ὥσπερ οὖν ἅρμα καὶ ὄχημα ἓν ἀποτελοῦσιν ἐν οἷς ἐποχεῖται ὁ θεός, οὕτως
10καὶ ὄρος ἓν τὸ Σινᾶ γεγενημένοι κύριον ἔχουσιν ἐν ἑαυτοῖς νομοθετοῦντα. ὑψηλὸν δὲ τοῦτο ἐν ᾧ ὁ θεὸς καταβὰς προστάττει Μωυσῇ ἀναβῆναι. ἀδύνατον γὰρ εἰς ὕψος θεῖον ἀναβῆναι γενητόν, μὴ πρότερον θεοῦ συγκαταβάντος ἐν αὐτῷ. 〈Ἑρμηνεύεται δὲ τὸ Σινᾶ πειρασμός, οὐ συνωνυμῶν περιστάσει ἀλλὰ πείρᾳ
15καθ’ ἣν πειραζόμενός τις διὰ πολυπειρίας ὑψηλὸς ἔσται ὡς τὸν ἀναβαίνοντα ἐπ’ αὐτὸ νομοθέτην καὶ θεοῦ χρησμῷ ἱεροφάντην ἀναδειχθῆναι.〉

695a

(n)

Ps 67,19a—c
1 Αἱ προκείμεναι φωναὶ παρὰ τοῦ χοροῦ τῶν ἁγίων εἴρηνται 〈τῷ〉 ἀναβάντι διὰ τοῦ σταυροῦ εἰς ὕψος κἀκεῖθεν αἰχμαλωτεύσαντι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ καὶ ἐλευθεροῦντι αὐτοὺς ἀπὸ τῆς ὠμότητος αὐτοῦ τῆς τυραννικῆς, λυτρὸν δεδωκότι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν. τούτῳ τῷ τρόπῳ ἐλυτρώσατο
5πάντας. ἐπεὶ γὰρ μὴ πάντες ἑκουσίως καὶ αὐθαιρέτως ἔρχονται πρὸς αὐτόν, καὶ τοὺς ἀπειθοῦντας ἔτι λαμβάνει ἐπὶ τῷ κατασκηνῶσαι παρ’ αὐτῷ. πολλοὶ γὰρ ἀπειθοῦντες τῇ κλήσει τοῦ εὐαγγελίου, ἑλκυσθέντες ὑπὸ νόσου καὶ ἄλλου περιστάσεως. ἔστι δ’ ὅτε καὶ δι’ ὁραμάτων ἦλθον εἰς τὸ κατασκηνῶσαι παρὰ
τῷ Ἰησοῦ.70 in vol. 2

696a

(n)

Ps 67,19d.20
1 Τοσούτων εὐεργεσιῶν γενομένων ὑπὸ τοῦ κυρίου, πῶς οὐκ ἔμελλον τὸν τῶν τηλικούτων εὐλογεῖν καὶ τοσούτων ἀγαθῶν αἴτιον, καὶ εὐλογεῖν μήποτε μὲν οὔ, ποτὲ δὲ οὔ; ἀλλὰ κατὰ πᾶσαν ἡμέραν τῇ εὐλογίᾳ καταμίξαντες εὐχήν, αἰτοῦνται κατευοδωθήσεσθαι ὑπὸ τοῦ θεοῦ τοῦ τὰς σωτηρίας ὀρέγοντος. εὐλόγητος δέ
5ἐστιν οὐ τῷ δέχεσθαι εὐλογίας ἀλλὰ τῷ διδόναι ταύτας. ὡς γὰρ ἀγαθός ἐστιν, οὐ γινόμενος ἀλλὰ ποιῶν ἀγαθούς, καὶ ἅγιος ἁγιάζων, οὐχ ἁγιαζόμενος· οὕτω καὶ εὐλόγητός ἐστι, πηγὴ πάσης εὐλογίας ὤν.

697a

(n)

Ps 67,21.22
1 Εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου λέγεται τὰ προκείμενα, μυρίαι εἰσὶν ὁδοὶ γνώριμοι πᾶσιν εἰς τὸν κοινὸν ἄγουσαι θάνατον· εἰ δὲ περὶ τοῦ κατὰ θεὸν ζῆν καὶ τοῦ ἐναντιουμένου τούτῳ θανάτου καὶ ἐνταῦθα σημαίνεται, θεὸς ἡμῶν ὢν ὁ σωτὴρ θεὸς τοῦ σῴζειν ἐστίν. γίνεται γὰρ αἴτιος σωτηρίας αἰωνίου.
5λέγει γοῦν περὶ ἑαυτοῦ Σῴζων οὐκ ἔστι πάρεξ ἐμοῦ. Ὥσπερ οὖν τοῦ σῴζειν ἐστὶν ὁ θεός, οὕτω καὶ αἱ διέξοδοι τοῦ θανάτου τυγχάνουσιν αὐτοῦ κυρίου ὄντος, παρέχοντος ἀεὶ διεξόδους δι’ ὧν τις ἐξέρχεται διὰ μετανοίας τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. 〈Καὶ ὁ διάβολος γὰρ οὕτως ὠνόμασται ἐν τῷ Κατέπιεν ὁ θάνατος ἰσχύσας.
10παρέχει δὲ τὰς διεξόδους τοῦ θανάτου τῷ ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θανάτου. κεφαλαὶ δὲ ἐχθρῶν ἢ οἱ ἄρχοντες ἢ τὰ ἡγεμονικά, ὡς ἐν τῷ Ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· τὸ δὲ ἡγεμονικὸν ἐν τῷ Τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν, καὶ τῷ Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. ἀμφότερα δὲ ἴσως δηλοῖ τὸ Ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, εὐεργετοῦντος θεοῦ
15ὅπως μὴ ζῶσιν ἔτι πονηρῶς περιγραφείσης τῆς καθ’ ἁμαρτίαν ζωῆς. ἐχθροὶ
δὲ οὗτοι ὄντες ἐκ τοῦ πλημμελεῖν διαπορεύονται ἐν πλημμελείαις αὐτῶν.〉71 in vol. 2

698a

(n)

Ps 67,25
1 Σημειωτέον δὲ ὅτι καὶ ἡ θεία γραφὴ ἐπὶ τῆς Μωσέως τὸ τῆς θεωρίας ὄνομα τάττει. οὐ γὰρ ὄψει αἱ πορεῖαι τοῦ θεοῦ καταλαμβάνονται ἀλλ’ εὐσεβεῖ καὶ ὀρθῇ νοήσει.

699a

(n)

Ps 67,26
1 Ψάλλοντας τοὺς τὸν πρακτικὸν κατορθοῦντας βίον λεκτέον, καὶ νεανίδας τυμπανιστρίας ἑπομένως ἐκληπτέον τὰς νεκρωσάσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἑαυτῶν περιφερούσας ψυχάς. τούτους τοὺς ψάλλοντας προέφθασαν οἱ κατὰ διδασκαλίαν ἄρχοντες τῷ καὶ
5αὐτοὺς ἀπὸ πρακτικῆς ἀρετῆς ἦρχθαι. ἀλλὰ καὶ ἐν μέσῳ νεανίδων εἰσὶν τῶν διὰ τὸ ἀρχὴν ἔχειν τοῦ τυμπανίζειν, τουτέστι νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεανίδων εἰρημένων. ἄρχοντες προφθάνοντες τοὺς ψάλλοντάς εἰσιν οἱ ἀπόστολοι.

700a

(n)

Ps 67,27
1 Πηγαὶ τοῦ Ἰσραὴλ αἱ νομικαὶ καὶ προφητικαὶ γραφαί. ἐκ τούτων γὰρ τῶν πηγῶν ὁ κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ’ εὐφροσύνης ὕδωρ. τοῦτο δ’ ἐστὶ περὶ οὗ ὁ Ἰησοῦς εἶπεν Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ἕξει ἐν ἑαυτῷ πηγὴν ὕδατος
5ἀλλομένου εἰς ζωὴν αἰώνιον. Ἐλεγκτέον δὲ διὰ τούτου τοὺς διακόπτοντας τὴν παλαιὰν γραφὴν ἀπὸ τῆς καινῆς, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν θεόν, οὐκ ἔχοντες τὰς τοῦ Ἰσραὴλ πηγὰς οὐδὲ τὸν κύριον αὐτῶν ἅτε καὶ τὴν θεότητα αὐτὴν διαιρεῖν
τολμῶντες.72 in vol. 2

701a

(n)

Ps 67,29.30
1 Ἔντειλαι τῇ δυνάμει σου ἐπὶ πάντων, δημιουργέ, ἵν’ ἐπιδημήσασα λύσῃ τὴν ἀσθένειαν τῶν ἀνθρώπων. λύσει δὲ αὐτὴν πρὸς ἡμᾶς ἐλθοῦσα ἀπὸ τοῦ ναοῦ σου, ἐνδυναμωθέντος τοῦ ἡμῶν ἕνεκα κατεργασθέντος. τοῦτο δ’ ἐστὶ τὸ τεχθῆναι τὸν Ἐμμανουὴλ τῷ γενέσθαι σάρκα τὸν λόγον σου. ταύτῃ τῇ
5δυνάμει θεῷ λόγῳ οὔσῃ εἶπεν ὁ θεός, ἵνα γενηθῇ τὰ πάντα, καὶ ἐνετείλατο, ἵνα κτισθῶσι διάφορα. Λυθείσης τῆς ἀσθενείας παρουσίᾳ τῆς θεοῦ δυνάμεως, οἱ βασιλεῖς κομίζουσι δῶρα τῷ θεῷ ἐπὶ τὴν πνευματικὴν Ἱερουσαλὴμ ἤτοι τὴν ἐκκλησίαν. καὶ εἰ μὲν ἐκεῖνοι οἱ βασιλεῖς οὓς διέστειλεν ὁ ἐπουράνιος ἐν τῇ κληρονομίᾳ
10ἑαυτοῦ εἶεν οἱ τὰ δῶρα φέροντες ἐπὶ τὴν Ἱερουσαλήμ, οἱ ὠφεληθέντες ὑπ’ αὐτῶν εἰσιν οἱ προαγόμενοι. οὕτως προσήνεγκεν ὁ ἀπόστολος Πέτρος δῶρον τὸν ἀδελφὸν αὐτοῦ Ἀνδρέα καὶ Φίλιππος τὸν Ναθαναὴλ καὶ ἑτέρους πλείονας οἱ ἄλλοι ἀπόστολοι, ἄλλοι δὲ προσήνεγκαν δῶρα νοήματα σπουδαῖα καὶ λόγους καὶ ἔργα ἐπαινετά.
15 〈12/4 ...Ναθαναὴλ καὶ πάντες τοὺς ἑαυτῶν μαθητάς· ἤγουν οἱ πιστοὶ κατὰ τὸ Καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ὧν τὰ δῶρα νοήματα καὶ λόγοι καὶ ἔργα ἐπαινετά.〉

702a

(n)

Ps 67,31a
1 Νοήσεις θηρία καλάμου τοὺς τὴν ψευδώνυμον πρεσβεύοντας γνῶσιν. δύναται περὶ τούτων εἰρῆσθαι ἡ προφητεία ἡ οὕτως ἔχουσα Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσι.

703

(n)

Ps 67,32
1Διὰ μὲν τῆς Αἰγυπτίας τὴν σύμπασαν γῆν ἧς ἐξῆρχεν ὁ νοητὸς Φαραώ, διὰ
δὲ τῆς Αἰθιοπίας τὸ σκοτεινὸν καὶ δυσειδὲς τῶν ψυχῶν τῶν ἐν ἁμαρτίαις ἐδήλωσεν· ὡς καὶ ἐν ἑνί φησι τῶν ψαλμῶν Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιοπῶν· 〈οὗτοι ἐγενήθησαν ἐκεῖ (δῆλον ὡς ἐν τῇ πνευματικῇ73 in vol. 2
5Σιών). καὶ Σοφονίας δὲ λέγει〉 Τότε μεταστρέψει ἐπὶ λαοὺς γλῶσσαν τοῦ ἐπαγγελεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. συνᾴδει τῷ ... πληροῦσθαι τὴν Αἰθιοπίαν ἐκ * τῶν βασιλειῶν * κ̣α̣ὶ̣ ἐν * λεγομένῳ. αὐτὴ ἡ ἀπ’ ἐγγὺς καὶ 〈ἡ〉 Αἰθιοπία πν〈ευματικὴ γενο〉μένη γνησίαν μετάνοιαν συνεισενεγκαμένη
10φησὶ περὶ ἑαυτῆς Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν διὰ τὴν εἰδωλολατρείαν καὶ πρακτικὴν κακίαν, καλὴ δὲ διὰ τὴν *** ἀναχώρησιν 〈ἐξ ἐ〉κείνων δι’ ἃ μέλαινα ἐχρημάτισα. τί δὲ ὑπάρξει ἐξομολογησαμένῃ αὐτῇ καὶ προσφθασάσῃ τῷ θεῷ τὴν χεῖρα ἢ τὸ καθαρισθῆναι ἐπὶ τῷ πᾶσαν καρδίαν ἀποβαλεῖν καὶ ἐν φωτὶ γενέσθαι; δηλοῖ τοῦτο τὸ τῶν ᾀσμάτων Ἆισμα ἐν τῷ ὁ〈ρᾶσθαι〉
15αὐτὴν σὺν τῷ *** 〈5—13 ὅτι γε μὴν Αἰθιοπία πάντα τὰ ἔθνη δηλοῖ, παρίστησιν ἡ διὰ μετανοίας λέγουσα νύμφη Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν καὶ δυσειδὴς διὰ τὴν εἰδωλολατρείαν καὶ τὴν κακίαν τὴν πρακτικήν, καλὴ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν. ὑπῆρξε δὲ αὐτῇ φωτεινῇ γενέσθαι προφθασάσῃ χεῖρα θεῷ, ὡς
20τοὺς ὁρῶντας αὐτὴν σὺν τῷ εὐεργετήσαντι λέγειν Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκασμένη;〉

704a

(n)

Ps 67,34
1 Φωνὴ αὐτοῦ ἡ θεία γραφή. ταύτῃ δώσει φωνὴν δυνάμεως πνευματικὴν λαβεῖν. εἰ δὲ καὶ ἐν τούτοις φωνὴν αὐτοῦ τὸν Ἰωάννην δεῖ λαβεῖν εἰπόντα Ἐγὼ φωνὴ βοοῦντος ἐν τῇ ἐρήμῳ, λεκτέον ὡς ἐπιβὰς τῷ οὐρανῷ τοῦ οὐρανοῦ ὁ σωτήρ, πληρώσας τὰς προφητείας τὰς προαναφωνησάσας τὴν
5ἐνανθρώπησιν θάνατόν τε καὶ ἀνάστασιν καὶ ἀνάληψιν αὐτοῦ, φωνὴν αὐταῖς δέδωκε. τὰ γὰρ περὶ μελλόντων λέγοντα ἀσθενεῖν δοκεῖ διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως, τότε φωνὴν δυνάμεως λαμβάνοντα ὅταν πληρωθῇ. Εὖ δὲ καὶ τὸ φάναι τὸν θεὸν ἐπιβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· 〈ὅστις μόνος ἀνάκειται τῷ κυρίῳ κατὰ τὸ Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
10καὶ Ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ, εἰς ὃν οὐδεὶς πέφυκε τῶν νοητῶν ἀναβαίνειν.〉 οὐ γὰρ κτίσμα τι ἢ τόπος εἰς ὃν ἀνέβη θεὸς οὐρανόν, ἀλλὰ πρέπουσα θεῷ περιωπὴ ἢ κατάστασις ἄφραστος,
διὰ κυρίας λέξεως οὐ δηλουμένη.74 in vol. 2

705a

(n)

Ps 67,35ab
1 Εὐχάριστοι γινόμενοι ἔργῳ καὶ λόγῳ, δοξάσατε αὐτὸν ὕμνοις 〈καὶ〉 θεολογίαις, ἵνα τὴν μεγαλοπρέπειαν αὐτοῦ χωρῆσαι δυνηθεῖτε ἀληθινὸς Ἰσραὴλ γεγενημένοι διὰ καθαρότητα καρδίας θεὸν ὁρῶντες. ἡ γὰρ ὑπερφυὴς θεοῦ γνῶσις ἐν μεγάλοις τὸ πρέπον ἔχουσα σύνεστι μόνῳ τῷ ἁγιασμὸν καὶ
5εἰρήνην ἔχοντι.

706a

(n)

Ps 68 arg
1 Ἐπεὶ ἀπ’ ἀρχῆς μέχρι τέλους πρόσωπον τὸ αὐτὸ λέγον φυλάττει, ἀκόλουθον ὅλον αὐτῷ εἱρμῷ διανοίας τῆς αὐτῆς ἐκλαβεῖν. ἐπεὶ τοίνυν τὸν ἐπιδημήσαντα κύριον σημαίνει ὁ ψαλμὸς ἀλλοιώσαντα βίῳ καὶ διδασκαλίᾳ τοὺς ἀνθρώπους ὡς ἐξ ἀπίστων καὶ ἁμαρτωλῶν πιστοὺς καὶ δικαίους γενέσθαι, ἁρμοδιώτατα
5Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἡ ἐπιγραφὴ κεῖται. ἀλλὰ καὶ οἱ πιστεύσαντες ἐκ περιτομῆς ἠλλοιώθησαν κατὰ τὸ πνεῦμα ζῶντες τοῦ νόμου. Εἰ δὲ καὶ ἔμπαλιν τῆς μεταβολῆς γινομένης ἐκ τῆς κρείττονος ἐπὶ τὴν χείρονα ποιότητα, φημὶ καὶ οὕτως· οὐδὲν ἧττον ὑπὲρ τῶν ἀλλοιωθησομένων ἔσται τῶν μὴ πιστευσάντων αὐτῷ Ἰουδαίων. εἰ δὲ καὶ τοὺς κατὰ ἀνάστασιν
10τὴν ἐκ νεκρῶν ἠλλοιωμένους κατὰ τὸ Καὶ ἡμεῖς ἀλλαγησόμεθα, συνεπίσκεψαι. εἰ γὰρ ἐκ προσώπου Χριστοῦ ἐστιν ὁ ψαλμός, σημαίνεται δὲ ἐν αὐτῷ καὶ τὸ πάθος αὐτοῦ ᾧ ἕπεται ἀποθανόντος αὐτοῦ καὶ ἀναστάντος καὶ πάντας ἐγείρεσθαι, οὐκ ἀπᾴδει ἐκλαβεῖν καὶ ὑπὲρ τῶν οὕτως ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν εἶναι.

707

(n)

Ps 68,2.3
1Ἰστέον ὅτι τὰ πλεῖστα ἐν τῷ ψαλμῷ ἐκ προσώπου ἡμετέρου ὑπὸ Ἰησοῦ
λέγεται τὰς ἀσθενείας ἡμῶν φέροντος καὶ ὑπὲρ ἡμῶν ὀδυνωμένου. οὗτος γοῦν ἐξομολογεῖται περὶ ἁμαρτημάτων ὧν οὐδ’ ὅλως τι πεποίηκεν. εἰ τοίνυν μὴ ὑπὲρ ἰδίων ἐξομολογεῖται, δηλονότι ὑπὲρ ἡμῶν τοῦτο ποιεῖ. καὶ γὰρ οἱ περὶ75 in vol. 2
5ἁμαρτωλῶν φυγὴν ὑποστάντων, δι’ ἃ ἔπραξεν, βασιλέως δεόμενοι, εἰς ἴδιον πρόσωπον τὰ ἁμαρτήματα τῶν ὑπὲρ ὧν δέονται ἀναφέροντες εὐεργεσίαν καὶ συγχώρησιν τῶν κακῶς πραχθέντων αὐτοῖς αἰτοῦνται. ἔθος γοῦν ἔχουσιν οἱ ἅγιοι ἐν ταῖς ἐξομολογήσεσι ταῖς περὶ ἄλλων λέγειν Ἡμαρτήκαμεν ἠνομήσαμεν ἠσεβήσαμεν.
10 Εἰ δὴ τοῦτο δορύφοροι βασιλέως καὶ φίλοι θεοῦ ὑπὲρ ἄλλων παρακαλοῦσιν ὡς ἴδιον πρόσωπον χάριν αἰτούμενοι, παράδοξον οὐδὲν δι’ ὑπερβάλλουσαν κηδεμονίαν ὑπὲρ ἡμῶν ἐξομολογεῖσθαι χάριν καὶ συγχώρησιν ἀπαιτοῦντα ὑπὲρ ἄλλων τὸν ὄντα πρὸς πατέρα παρακλητὸν ὑπὲρ ἁμαρτημάτων τοῦ ὅλου κόσμου.
15 Περὶ γοῦν τῶν ἡμετέρων ἁμαρτημάτων ἐξηγεῖται ὧν οὐδ’ ὅλως τι πεποίηκεν. ἀνοίκειον γὰρ αἰτεῖσθαί τι τὸν σωτῆρα ὄντα χορηγὸν πάντων τῶν ἀγαθῶν. αἴρει γοῦν τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ἄφεσιν ἁμαρτιῶν ὀρέγει τοῖς προσερχομένοις. ἐπεὶ τοίνυν οὐ δι’ ἁμαρτίας ὁ κύριος εἰς τὸν χῶρον ἐκεῖνον ἔφθασεν ἀλλὰ διὰ θάνατον ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο, φησὶ 〈Καταιγίς
20με εἰς τὰ βάθη τῆς θαλάσσης κατεπόντισεν.〉 Καταιγίδα δὲ τοὺς πειρασμοὺς δηλοῖ καθάπερ 〈τὸ Καταιγὶς δι’ ἐρήμου διέλθοι,〉 καὶ τὸ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. ** νομίσῃς τὸ προκείμενον τῷ Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, αὐθαιρέτως ἀναδεξαμένου τὸν
25θάνατον. ἐπειδὴ οὐ νόσῳ οὐδ’ ἁπαξαπλῶς τῷ εἰθισμένῳ τέλει ἰδίῳ λέγεται τὴν ψυχὴν δεδωκέναι ἀλλ’ ὑπομείνας σταυρόν, ταύτῃ λέγεται ὑπὸ καταιγίδος καταποντίζεσθαι, εἰ καὶ μὴ ἀκουσίως ὑπέμεινε τοῦτο ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου γενόμενος.

708a

(n)

Ps 68,4.5
1 Τοῦτο δὲ παραστατικόν ἐστι τῆς τῶν Ἰουδαίων κωφώσεως. εἰ γοῦν καὶ πρὸς μὴ δεῖν ἐκκακεῖν προσευχόμενον ἀλλὰ βοᾶν ἡμέρας τε καὶ νυκτὸς πρὸς τὸν θεὸν εἶπε κεκοπιακέναι ἐν τῷ κράζειν συμφώνως 〈τῷ Μετὰ κραυγῆς
ἰσχυρᾶς καὶ δακρύων,〉 συνεπίσκεψαι. καὶ ὁ πᾶσαν δὲ τὴν προσδοκίαν τείνας76 in vol. 2
5εἰς τὸν θεὸν ἐρεῖ τὸ Ἐξέλιπον οἱ ὀφθαλμοί μου, 〈δῆλον ὡς οἱ τῆς καρδίας. Μάτην δὲ διώκεται καὶ μισεῖται ὁ τῶν ταῦτα ποιούντων εὐεργετικός, ὡς ὁ σωτὴρ πᾶν εἶδος ἀσθενείας ἐν Ἰουδαίοις ἰώμενος καὶ νεκροὺς ἐγείρων δι’ ἃ περίβλεπτος ἡ τούτων ἐγίνετο πόλις.〉 Τὸ ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς τοῦ μισουμένου πεπληθῦνθαι τοὺς μισοῦντας
10αὐτὸν ὑπερβολικῶς εἴρηται. φυλάττεται γὰρ καὶ τῆς ὑπερβολῆς τρόπος συνεχῶς καὶ ἐν ταῖς γραφαῖς Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. εἰ καὶ ἀπέδωκεν ἃ μὴ ἥρπασεν, ἀλλ’ οὖν ἡμᾶς ἐλυτρώσατο τουτέστιν ἀποτιννύναι ἐξαλείφων τὸ καθ’ ἡμῶν χειρόγραφον ὃ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενον καθ’ ἡμῶν. ἐξήλειπται δὲ τοῦτο καὶ ἦρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτημάτων δοθείσης.

709a

(n)

Ps 68,6
1 〈Οὐδείς γε μὴν ἁμαρτωλὸς ἔχει γινωσκομένην ἀπὸ θεοῦ ἀφροσύνην ἢ πλημμελείας ἐπίπροσθεν αὐτοῦ μενούσας, οὐ διαμενόντων παρανόμων ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.〉 Τί ταράττεταί τις ἀκούων ἀφροσύνην; οὐ γὰρ μακρὰν αὕτη ἡ λέξις τὴν
5ἄγνοιαν ἔχειν αὐτὸν ὁμολογεῖν ἐν τῷ πρός τινας λέγειν Οὐδέποτε ἔγνων ὑμᾶς· καὶ φάσκει ὡς οὐκ ἔγνω τι περὶ τῆς ἡμέρας καὶ ὥρας τῆς κρίσεως. ὡς οὖν ταῦτα εὐσεβῶς ἐκλαμβάνεται, καὶ τὰ περὶ ἀφροσύνης αὐτοῦ σαφηνείας τεύξεται εὐσεβῶς νοούμενα. 〈καὶ γὰρ διδάσκαλος τελείαν ἔχων ἐπιστήμην διὰ συγκαταβάσεως τοῖς εἰσαγομένοις ταῦτα φαίνεται γινώσκων ὧν εἰσιν ἐκεῖνοι
10χωρητικοί, τρόπον τινὰ συνομοιούμενος αὐτοῖς· τὴν τοιαύτην συγκατάβασιν ἀπεδέξατο πᾶς ἄγνοιάν πως καὶ ἀφροσύνην ὑπάρχουσαν.〉 ἐπειδὴ γὰρ πλούσιος ὢν ἐν σοφίᾳ ἐπτώχευσε δι’ ἡμᾶς ὡς ὑποληφθῆναί τισι μὴ εἶναι σοφία, ἔσχεν ἀφροσύνην δι’ ἧς πλούσιοι γενησόμεθα Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. καταλλήλως τῇ οὕτω ληφθείσῃ ἀφροσύνῃ καὶ τὰς πλημμελείας τὰς ἀπὸ θεοῦ
15μὴ κρυπτομένας ἐκδέξασθαι προσήκει. Τί δὲ καὶ ἔχουσιν εἰπεῖν οἱ περὶ τὰς λέξεις ταύτας δεισιδαιμονοῦντες, λεγομένων περὶ θεοῦ τοιούτων ἐν οἷς μᾶλλον ἀπέμφασίς ἐστι; πῶς γὰρ οὐ χεῖρον ἀφροσύνης καὶ πλημμελειῶν λήθη μεταμέλεια θυμὸς ὀργή, ἅπερ πάντα καὶ ἔτι τούτων πλεῖστα περὶ θεοῦ λέγεται; ἢ οὖν καὶ ταύτας τὰς λέξεις
20φασκέτωσαν μὴ περὶ θεοῦ εἰρῆσθαι, ἢ καὶ ταῖς προκειμέναις συγκαταθέσθωσαν.77 in vol. 2

710a

(n)

Ps 68,10b
1 Ταύτην ὑπὸ τοῦ σωτῆρος εἰρημένην ἐξείληφεν ὁ ἐν Χριστῷ λαλῶν ἀπόστολος, γράφων ὧδε· Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθόν· καὶ γὰρ 〈ὁ〉 Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, καθάπερ γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ.

711a

(n)

Ps 68,11.12a
1 Ἐνστήσεταί τις φάσκων τοσοῦτον· ὁ Ἰησοῦς ἀπείχετο νηστείας, ὡς φάγου καὶ οἰνοπότου ἀπενέγκασθαι δόξαν παρὰ τοῖς κακοηθεστέροις. λεχθείη γοῦν πρὸς αὐτὸν οὐ πάντως τὸν Ἰησοῦν καὶ τοὺς μαθητὰς ἀεὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν εἶναι, εἰ καὶ ἐποίουν αὐτὸ εἰς ἑστίας καλούμενοι τοῦ ὠφελῆσαι χάριν
5καὶ σημεῖα ποιῆσαι. πρὸς τὰς ἑστίας οὖν ἀφορῶντες φάγον καὶ οἰνοπότην ἐκάλουν. καὶ γὰρ καὶ τεσσαράκοντα ἡμέρας ἐνήστευσεν. Ἐπεὶ οὖν ἡ νηστεία κωλυτική ἐστι τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως τῆς ψυχῆς, Συνεκάλυψα, ἔφη, ἐν νηστείᾳ τὴν ψυχήν μου. 〈Σύνηθες δὲ τοῖς φαῦλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι’ ἃς ἔχουσι καλοκἀγαθίας·
10Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια.〉 Ἐπείπερ ὁ σωτὴρ περὶ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται, αἰνίττεται δὲ διὰ τοῦ σάκκου τὴν σκληρὰν καὶ κακωτικὴν δίαιταν. οὐ γὰρ αἰσθητῶς που ἐλέχθη σάκκον ἐνδεδύσθαι τὸν Ἰησοῦν. τινὲς δέ φασι δηλοῦσθαι ἐκ τοῦ
ἐνδύματος τούτου τὸ σῶμα ὅπερ ἀνέλαβεν ὁ Χριστός.78 in vol. 2

712a

(n)

Ps 68,14
1 Διὸ ἐπάκουσόν μου ἐν πλήθει ἐλέου τοῦ σοῦ, τὴν ἐν ἀληθεῖ σωτηρίαν παρέχων τοῖς ὑπὲρ ὧν ἀξιῶ. ὑπάρξει δὲ τοῦτο ὅταν αὐτὸν ἀποθανόντα σώσῃς δι’ ἀναστάσεως. οὕτω γὰρ ζωὴ καὶ σωτηρία ὑπὲρ αὐτῶν ἔσται ἣν ἀναδέχομαι. σωτηρία ἐν ἀληθείᾳ ἡ κατὰ θεόν ἐστιν, οὐκ ἐν ἀληθείᾳ ἀλλ’ ἐν τύπῳ καὶ
5εἰκόνι οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν γινομένης τοῖς κάμνουσιν. εἰ καί ποτε τοίνυν ἐπιδεικνύς με αὐτοῖς εἴρηκας, πάτερ, Οὗτός ἐστιν ὁ υἱός μου ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, σταυρούμενον ὑπὲρ αὐτῶν ἀνάστησον. οὕτω γὰρ ὁ καιρός, τουτέστι τὸ τέλος τῆς εὐδοκίας τῆς θελήσεως τῆς σῆς τῆς ὑπὲρ σωτηρίας.
10 Διὸ καὶ ἐπάκουσόν μου, ἵνα ἐμοῦ ζωοποιουμένου σὺν ἐμοὶ ζωοποιηθῶσιν οἱ δι’ ἁμαρτίας νεκροί. Τοῦτο μυσταγωγῶν ὁ ἀπόστολος εἶπεν Ὁ θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς νεκροὺς ὄντας διὰ παραπτώματα καὶ ἁμαρτίας τῷ Χριστῷ συνεζωοποίησεν.

713a

(n)

Ps 68,15
1 Καὶ ταύτην ὑπὲρ ἡμῶν προσάγει τὴν δέησιν, ἵνα μὴ ἐμπαγῶμεν τῷ σώματι διὰ παθῶν πηλῷ ὀνομαζομένῳ. εἰ δὲ καὶ αὗται αἱ ἁμαρτίαι ἃς ἀνέλαβεν εἰς τὸ ἑαυτοῦ σῶμα, ἵνα ἀνέλῃ αὐτὰς ἀναβὰς ἐπὶ τὸν σταυρόν, ὁ πηλός ἐστιν, συνεπίσκεψαι.
5 〈Τὰ ὕδατα μὲν〉 πειρασμοί εἰσιν οὓς ὑπὲρ ἡμῶν ἀνεδέξατο, ἵν’ ἡ μόνη αὐτοῦ σωτηρία ἡμῖν ὑπαρχθῇ· Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. βάθος δὲ τῶν ἑρμηνευθέντων ὑδάτων ἐστίν, εἰς ὃ γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες, ἀφ’ οὗ θεοῦ μόνου ῥύεσθαι 〈αὐτοὺσ〉 μὴ δυναμένους εἰπεῖν Ἐκ βαθέων ἐκέκραξά σε, κύριε† καὶ τὰ ἑξῆς
10δὲ ὑπαρχθῆναι αὐτῷ ἡμῶν ἕνεκα αἰτεῖ. οὐδὲν γὰρ αὐτὸν θαμβεῖ ἢ φοβεῖ τῶν ἄλλους βλαπτόντων. κἂν τοίνυν παρ’ αὐτῷ τῷ θανάτῳ φθάσας ἄρξηται θαμβεῖσθαι καὶ ἀδημονεῖν, προηγουμένως μὲν ἡμῶν ἕνεκα, οὐχ ἥκιστα δὲ
ἵνα καὶ ἄνθρωπος ἀληθῶς γεγονὼς δειχθῇ, ἀναδέχεται τὰ πάθη ταῦτα.79 in vol. 2

714a

(n)

Ps 68,15b
1 Μισοῦντας καὶ τοὺς δαίμονας ὑποληπτέον, καὶ τοὺς αὐτὸν μισοῦντας ἀνθρώπους, οἷοι ἦσαν οἱ λέγοντες Ἆρον ἆρον, σταύρωσον αὐτόν.

715a

(n)

Ps 68,16
1 Μὴ ὡς φρέαρ αἱ συμφοραὶ σχῶσιν, ὥστε μοι παντελῶς ἀδιεξοδεύτους ταύτας γενέσθαι. τροπικῶς γὰρ ταῦτα τίθησιν, ἐπιμένων τῇ ἐξ ἀρχῆς ὑποθέσει. κἀκεῖ γὰρ Ὅτι εἰσῆλθεν ὕδατα, ἔλεγεν, ἕως ψυχῆς μου, πῶς δὲ εἰπὼν Καὶ καταιγὶς κατεπόντισέ με· νῦν λέγει Μὴ ὅτι. ἐπεὶ ἔστι βυθισθέντα πάλιν
5ἀνανήξασθαι, εὔχεται ὧν ἐπειράθη, μὴ πεῖραν πάλιν λαβεῖν δευτέραν.

716a

(n)

Ps 68,17—19
1 Ἐπεὶ ἐκ πολλῆς ἀγαθότητος χρηστὸν ἔσται τὸ ἔλεός σου ὃ παρακαλῶ γενέσθαι ἐπὶ τοὺς ὑπὲρ ὧν ἀξιῶ (λύσεις γὰρ αὐτῶν τὰς ἁμαρτίας), εἰσάκουσόν μου· ὡσεὶ ἐπιβλέψεις ἐπ’ ἐμὲ πρεσβευόμενον ὑπὲρ πάντων, οὐ καθ’ ἕνα ἢ δεύτερον ἀλλὰ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου σωθήσονται καὶ πολλὴν
5ὠφέλειαν σχήσουσιν. ταῦτα γὰρ οἰκονομῆσαί με βουλόμενος ἀπέστειλας· οὐ γὰρ ἐπὶ τῷ κρῖναι ἀλλὰ σῶσαι τὸν κόσμον ἐπέμφθην ὑπὸ τῶν σῶν οἰκτιρμῶν τῶν εἰς τοὺς εὐεργετουμένους καὶ τῷ χρηστῷ ἐλέῳ σου. Ἡ δὲ προσθήκη ἡ τῷ χρηστῷ παρίστησιν, ὡς μὴ πάντα ἔλεον εἶναι τοιοῦτον· λέγει γὰρ ὁ θεὸς περὶ τῶν κόλπων τοῖς δικάζουσιν Οὐ φείσεται
10ὀφθαλμός σου ἐπ’ αὐτῷ, οὐδὲ μὴ ἐλεήσεις αὐτόν. οὐ πιθανὸν δὲ ἐκ προσώπου τοῦ μονογενοῦς ταῦτα λέγεσθαι γυμνοῦ ὄντος τῆς ἐνανθρωπήσεως, κἄν ποτε ἡ παῖς προσηγορία σημαίνει τόν τινος υἱόν· ἀλλὰ ταῦτα δηλονότι κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ τὰ ἡμέτερα οἰκειωσάμενος πάθη (τὰ φυσικά φημι καὶ ἀδιάβλητα)
15ἔλεγεν. Πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν. ἐστὶ δὲ τὸ λυτρωθῆναι αὐτὴν τὸ μὴ γενομένην ἐν νεκροῖς κατασχεθῆναι ἐν τῷ ᾅδῃ ἀλλὰ καὶ λυτρώσασθαι τοὺς ἐκεῖ. ταῦτα περὶ ἀλόγου ψυχῆς οὐδεὶς νοῦν ἔχων εἴποι, ζωὴν καὶ ὑπόστασιν καθ’ ἑαυτὴν οὐκ ἐχούσης. πῶς δὲ καὶ λυτρωθείη αὐτή, εἰπάτωσαν οἱ οὕτω80 in vol. 2
20φρονοῦντες· ἀνθρωπίνης γὰρ ψυχῆς τὸ λυτροῦσθαι, τουτέστι λογικῆς. Δυνατὸν καὶ πιθανῶς εἰπεῖν ψυχὴν εἶναι τοῦ πρεσβευομένου πᾶσαν τὴν οἰκειωθεῖσαν αὐτῷ, ἵνα, ὥσπερ τις ἄνθρωπος θεοῦ λέγεται οἷον Μωυσῆς καὶ Ἠλίας, οὕτω καὶ ψυχὴ αὐτοῦ ῥηθείη ἡ κολληθεῖσα αὐτῷ καὶ ἓν πνεῦμα πρὸς αὐτὸν γεγενημένη. πᾶσαν γὰρ ταύτην λυτροῦται διδοὺς ὑπὲρ αὐτῆς ἣν
25ἀνείληφεν· ὡς γὰρ ὑπὲρ τῶν σωμάτων τῶν ἀνθρωπίνων δέδοται τὸ Ἰησοῦ σῶμα, οὕτως ἡ ψυχὴ αὐτοῦ ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ἵν’ ὅλος ἄνθρωπος ὑπὲρ πάντων δοθῇ πρὸς τοῦ αὐτὸν ἀνειληφότος. Ἕνεκα τοίνυν τῶν ἐχθρῶν μου τῶν ἐναλλομένων τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων ῥῦσαί με ἐγείρας ἐκ νεκρῶν, ἵν’ αὐτοὶ καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου
30διάβολος καταλυθῶσιν, ἀναστῶσι δὲ οἱ ἄνθρωποι σωτηρίαν κοιμιούμενοι· εὔχομαι δὲ ἀπὸ ἐχθρῶν θλιβόντων με οὐκ ἀγνοουμένων· εἰσὶ γὰρ ἐνώπιόν σου. ἐμὴ δὲ θλῖψις τὸ καταπονεῖσθαι τοὺς ἀνθρώπους ὑπὲρ ὧν ἀπέστειλάς με, ἵνα λυτρώσωμαι τοῦ καταδυναστεύοντος αὐτοὺς διαβόλου. Ταῦτα δὲ λέγει πρὸς τὸν πατέρα, ἵνα οἱ ἄνθρωποι παιδευθῶμεν, ἣν ἔχει
35φροντίδα ὑπὲρ ἡμῶν ὁ θεὸς οὐ φεισάμενος τοῦ υἱοῦ, ἵν’ ἡμῶν φείσηται.

717a

(n)

Ps 68,21.22
1 Περίλυπος ἡ ψυχή μου γέγονεν ἕως θανάτου, προσδοκώσης τῆς καρδίας μου ὀνειδισμὸν καὶ ταλαιπωρίαν. (ὁ σταυρὸς δέ ἐστιν ὁ δηλούμενος διὰ τοῦ ὀνειδισμοῦ καὶ τῆς ταλαιπωρίας.) ταύτης τῆς προσδοκίας οὔσης ἐν τῇ καρδίᾳ μου, ὑπέμεινα συλλυπούμενον εὑρεῖν ἐκ τῶν Ἰουδαίων τῶν ἀπιστούντων, καὶ
5οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον. πῶς γὰρ συνελυποῦντο καὶ παρεκάλουν φάσκοντες Πιλάτῳ τῷ ἡγεμόνι Σταύρωσον σταύρωσον αὐτόν· ἐφ’ ἡμᾶς τὸ αἷμα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πῶς δὲ παρεκάλουν ἢ
συνελυποῦντο οἱ δεδωκότες αὐτῷ ὄξος μετὰ χολῆς μεμιγμένον; Πρὸς ἀλληγορίαν τοῦ Ἰησοῦ προσδοκῶντος ὀνειδισμὸν καὶ ταλαιπωρίαν,81 in vol. 2
10ἵν’ ὑπὲρ τοῦ κόσμου παθὼν ἄρῃ τὴν ἁμαρτίαν αὐτοῦ· οὐδεὶς τῶν κατὰ σάρκα Ἰσραηλιτῶν συναποθανεῖν ἠθέλησεν αὐτῷ, ἵνα συλλυπηθῇ περίλυπον αὐτῷ ἔχοντι τὴν ψυχὴν ἕως θανάτου, οὐδὲ παρεκάλεσεν αὐτὸν συγκαταθέμενος ταῖς περὶ τοῦ θανάτου αὐτοῦ προφητείαις· ὅθεν πρὸς τῷ ταῦτα μὴ ποιεῖν εἰς μείζονα ἀσέβειαν διαβάντες χολὴν αὐτὸν διέθρεψαν καὶ ἐπότισαν ὄξος. πῶς
15γὰρ οὐ χολὴ καὶ ὄξος ὁ καρπὸς αὐτῶν ἐγεγόνει μὴ τηρησάντων τὴν ἐξ ἀρχῆς φυτείαν; τοῦ γὰρ θεοῦ ἄμπελον καρποφόρον πᾶσαν ἀληθινὴν τὴν Ἰουδαικὴν πληθὺν φυτεύσαντος, αὕτη ὁρμῇ ἰδίᾳ στραφεῖσα εἰς πικρίαν γέγονεν ἄμπελος ἀλλοτρία. εἴρηται γοῦν περὶ αὐτῶν ἐχθρῶν καὶ ἀνοήτων γεγενημένων Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας,
20σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῆς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. ταύτην τὴν τῆς σταφυλῆς χολὴν καὶ τῆς πικρίας τὸν βότρυν προσήγαγον αὐτῷ πότον, καίτοι διψῶντι αὐτῷ τὴν αὐτῶν σωτηρίαν. οἴνου γὰρ παράβασις τὸ ὄξος. Πλὴν εἰ καὶ μὴ εὑρεθῇ ἐν τοῖς προδόταις Ἰουδαίοις συλλυπούμενος καὶ
25παρακαλῶν, ἀλλ’ ἐν τῇ κλήσει τῶν ἐθνῶν εὑρίσκεται. φασὶ γοῦν οἱ οὕτω γνώμην ἔχοντες Εἰ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ Εἰ σύμφυτοι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἀλλὰ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα.

718a

(n)

Ps 68,26
1 Τὸ Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἔρημος καὶ τὸν ἑξῆς στίχον περὶ Ἰούδα πεπροφητεῦσθαι Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐξείληφεν. καὶ ἐπεὶ πληθυντικῶς ἐξενήνεκται, περὶ πάντων τῶν Ἰησοῦ προδοτῶν ἐκληπτέον αὐτό, ἐρημωθείσης τῆς πόλεως αὐτῶν καὶ ἐπαύλεως γεγενημένης διὰ τὸν
5κτηνώδη αὐτῶν τρόπον. ἐν ἐπαύλεσι γὰρ τὰ θρέμματα τὴν κοίτην ἔχει· καὶ ἄλλως δὲ μὴ ἔχουσα τὸν θεὸν ἐν ἑαυτῇ ἀλλ’ οὔτε ἀγγέλους τοὺς πάλαι αὐτὴν
ἐφορῶντας.82 in vol. 2

719a

(n)

Ps 68,27
1 Τὰς ἁμαρτίας ἡμῶν ἀναλαμβάνων εἰς τὸ ἑαυτοῦ σῶμα ὁ Ἰησοῦς, δι’ ἃς μὲν ἧμεν τραυματίαι πληγέντες ὑπὸ λῃστῶν ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ἰδιοποιησάμενος ὑπὲρ τοῦ ἰάσασθαι τραύματα ἑαυτοῦ εἶπεν· ἀλγήδονα δὲ ἔχει ταῦτα, εἰς ὅσον ἐπιμένομεν τῷ ἁμαρτάνειν. εἰ δὲ πρὸς τούτῳ καὶ διωγμὸν
5κατ’ αὐτοῦ κινοῖμεν, προσθήκην ἀλγήματος ποιοῦμεν τῷ μηκέτι ὑπὲρ ἁμαρτωλῶν ἁπλῶς ἀλλὰ καὶ διωκόντων αὐτὸν ἀλγεῖν ὑπὲρ ἡμῶν.

720a

(n)

Ps 68,28
1 Ταῖς αὐτῶν ἐπιθυμίαις καὶ αἷς εἵλαντο ἔχειν πάθεσιν παραδιδόμενοι, ἑαυτοῖς εἰσιν αἴτιοι τοῦ ὑπομένειν ταῦτα, τοῦ θεοῦ αἰτίαν οὐκ ἔχοντος, εἰ οἷς ἐπόθησαν παραδέδονται· Ἐξαπέστειλε γοῦν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, προσθήκης γενομένης
5ἀνομίας ἐπὶ τὴν ἀνομίαν αὐτῶν. ἐπεὶ τοίνυν οὐχ εἵλαντο τὴν ἀλήθειαν ἐλθοῦσαν ἀλλ’ ἐν τῇ σκιᾷ τοῦ νόμου παρανόμως διαβιῶναι ἠθέλησαν, ἐξώσθησαν καὶ τοῦ τόπου τῆς τυπικῆς λατρείας, ἵνα προσθῶσι τῇ προτέρᾳ ἀνομίᾳ καὶ ἄλλην τῷ ἔξωθεν τῆς Ἰουδαίας βούλεσθαι ταύτην φυλάττειν. διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῇ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, περὶ ἧς γράφεται Νυνὶ δὲ χωρὶς
10νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρομένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πῶς γὰρ οἷόν τε ἦν ἀεὶ περὶ τὰ ἔξω καὶ τὴν σκιὰν ἔχοντας εἰσελθεῖν ἐν δικαιοσύνῃ, ἣν ἠγνόησαν θεοῦ οὖσαν, ἵνα στήσωσι τὴν ἰδίαν; Ἀγνοοῦντες γάρ φησι τοῦ θεοῦ τὴν δικαιοσύνην καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· ταὐτὸν τὸ ὑποταγῆναι δικαιοσύνῃ καὶ τὸ
15εἰσελθεῖν ἐν αὐτῇ.

721a

(n)

Ps 68,29
1 Ὅτι γὰρ οἱ ἀρετὴν καὶ πίστιν καὶ γνῶσιν θεοῦ ἔχοντες ζῶσιν, ἀκουστέον τοῦ Αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, ἀγαπᾶν σε κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς σου· ἀλλὰ καὶ ἐκ τοῦ Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. βίβλος ἐν ᾗ οἱ οὕτως ζῶντες γράφονται ἡ θεοῦ83 in vol. 2
5γνῶσίς ἐστιν γινώσκοντος τοὺς ὄντας αὐτοῦ, ᾧ ἕπεται ἐξαλείφεσθαι τοὺς μὴ ὑποπίπτοντας τῷ μνημονεύεσθαι ὑπὸ θεοῦ.

722a

(n)

Ps 68,30—33a
1 Πλούσιος καὶ ἐκτὸς τραυμάτων ὑπάρχων πτωχὸς γέγονα, ἵνα οἱ πτωχοὶ πλουτήσωσιν τῇ ἐμῇ πτωχείᾳ, καὶ ἤλγησα τραυματισθεὶς ὑπὲρ τραυματιῶν γενομένων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. κἂν οὕτω μου ὄντος ἀναισθητῶσί τινες τῶν ὑπὲρ ὧν γέγονα πτωχὸς καὶ ἀλγῶν, ὡς προστιθέναι
5ἄλγος ἐπὶ τὰ τραύματά μου καὶ οἴεσθαί με κατὰ φύσιν πτωχὸν εἶναι, ἀλλ’ οὖν ἡ σωτηρία ἐκ προσώπου τοῦ θεοῦ ἀντελάβετό μου. Ἀναστὰς γὰρ ἐκ νεκρῶν καὶ ἀναληφθεὶς ἀπέβαλεν τὰ τραύματα καὶ τὴν πτωχείαν ἣν εἶχεν ὑπὲρ ἀνθρώπων. Καταλυθέντων δὲ τῶν ἐχθρῶν καὶ μάλιστα τοῦ διαβόλου, ἀκόλουθον ἦν
10ᾠδὴν ἐπινίκιον ἀνακρουθῆναι ὑπ’ αὐτοῦ νικήσαντος τῷ ὀνόματι περὶ οὗ εἶπεν Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ ἔτι ὑπερβάντα τῇ νοήσει αὐτὸν τὸν οὗ τὸ ὄνομα μεγαλύναι ἐν αἰνέσει μεγάλα λέγοντα ἐν τῷ αἰνεῖν καὶ δοξολογεῖν αὐτὸν ἀλλὰ καὶ θεωροῦντα ὑψηλῶς τὰ περὶ αὐτοῦ· οὐ γὰρ οἷόν τε ἑτέρως ἢ οὕτως μεγαλύνεσθαι τὸν θεὸν τῷ πᾶν αἰσθητὸν μέγεθος μακρὰν
15αὐτοῦ τυγχάνειν ἀσωμάτου ὄντος. Καὶ ἐπεὶ τὸ αἰνεῖν τὸν θεόν ἐστι θυσία κατὰ τὸ Θυσία αἰνέσεως δοξάσει σε, αἰνέσας τὸ ὄνομα τοῦ θεοῦ μετ’ ᾠδῆς καὶ μεγαλύνας αὐτὸν ἐν αἰνέσει θαρρεῖ ὡς Ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς, προσαγόμενον εἰς θυσίαν. διὸ καὶ τοῖς οὕτω θύουσιν ἀρεσκόμενός φησιν Ἔλεος
20θέλω ἢ θυσίαν, ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα. Ταῦτα ἰδέτωσαν οἱ πτωχοὶ τῷ πνεύματι ἃ κατώρθωσεν Ἰησοῦς κατὰ πάσης πονηρὰς φάλαγγος· ἕψεται γὰρ τῷ ἰδεῖν αὐτοὺς τὴν τοσαύτην ἀνδραγαθίαν τὸ
εὐφρανθῆναι αἰωνίως κατὰ τὸ Εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς.84 in vol. 2

723a

(n)

Ps 68,34a
1 Οὗτος γάρ ἐστιν ὁ λύων τοὺς πεπεδημένους καὶ ἐξάγων ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς.

724A

(n)

Ps 68,37
1 Οἵ τε πάλαι λεγόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ εὐαγγελίου.

725

(n)

Ps 69 arg
1 Εἰκότως εἰς ἀνάμνησιν περὶ σωτηρίας ὁ ψαλμὸς ᾄδεται, πάντων τῶν μετανοούντων ἀναμιμνῃσκομένων καὶ ἀναγνωριζόντων τὸ ἀγαθὸν καὶ τὴν ἀλήθειαν καὶ ἐρχομένων ἐπ’ αὐτά· Μνησθήσονται γάρ φησιν καὶ ἐπι‐ στραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. καὶ ἐπεὶ τέλος τῆς
5ἀναμνήσεως ἀναπολῆσαί ἐστιν ἐκεῖνα ἃ πρότερον ἐπιλέλῃστο ὡς ἀκριβῆ καὶ τελείαν γνῶσιν ἔχειν, ἀκολούθως Εἰς τὸ τέλος εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με κύριον εἶπεν, σῳζομένου παντὸς τοῦ τὴν λήθην τῶν καλῶν ἀποβαλόντος ὡς χρῆσιν καὶ γνῶσιν αὐτῶν ἔχειν. πάντες γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ καὶ εὐθεῖς γεγενημένοι ἐσπαρμένας ἔχουσι τὰς περὶ θεοῦ
10ἐννοίας. κἄν ποτε γοῦν ἐξ ἀμελείας ἡ ἁμαρτία παρείσδυσιν λάβῃ, εἰ συμβαίνει μετὰ τὴν πρᾶξιν αὐτῆς μετανοῆσαι, ἀναμιμνῄσκεται τοῦ ἀγαθοῦ οὗ κατὰ φύσιν τὴν ἔννοιαν εἶχε λογικὸς καὶ κατ’ εἰκόνα θεοῦ γεγονώς.

726

(n)

Ps 69,3.4
1 Ἐπεὶ ἡγεῖται τῆς ἁμαρτίας ἀναισθησίᾳ καὶ ἀγνοίᾳ τῶν καλῶν ὡς διὰ τοῦτο σὺν ἡδονῇ καὶ παρρησίᾳ πράττειν αὐτά, εἴρηται γοῦν περί τινων ὡς δόξαν ἔχουσιν ἐφ’ οἷς αἰσχύνεσθαι ἔδει· ὧν γάρ φησιν Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· πρὸς οὓς καὶ ἡ προφητεία φησὶν Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν· ψόγον γὰρ85 in vol. 2
5καὶ ἀπώλειαν φέρει. οἱ οὕτως ἀναισθήτως ἐπὶ τὸ κακὸν τρέχοντες, εἰ αἴσθησιν καὶ ἔννοιαν αὐτοῦ λάβοιεν, πεπαύσεσθαι τοῦ ποιεῖν αὐτὸ θελήσαιεν· ᾧ ἕπεται ἐκκλίναντας αὐτοὺς ἀπὸ τοῦ κακοῦ τὸ ἀγαθὸν ποιῆσαι. τοῦτο αὐτὸ ὑπαρχθῆναι τοῖς ἐπικειμένοις διαφόροις εὐχόμενός φησι περὶ αὐτῶν Αἰσχυνθείησαν γνόντες οἷ κακῶν εἰσιν, ἐντραπείησαν ἀναπολήσαντες ἃ ἔπραξαν· τὴν γὰρ ψυχήν μου
10εἰς τὴν αὐτὴν αὐτοῖς κακίαν ἀγαγεῖν ἐζήτησαν, ἢ ἀποκτεῖναί με, ἐπεὶ μὴ συντρέχω αὐτοῖς εἰς τὴν ἀποστασίαν καθ’ ἣν ἐκτὸς θεοῦ εἰσιν. Τοῦτο αὐτὸ συμφέρον αὐτοῖς προσλιπαρεῖ λέγων Ἀποστραφείησαν εἰς τὰ ὀπίσω, μηκέτι ἐπὶ τὸ κακὸν ἐπείγεσθαι ποθοῦντες, καὶ καταισχυνθείησαν, ἐφ’ οἷς ἔδρασαν κακῶς βουλόμενοι ὑπαρχθῆναί μοι τὰ βλάπτοντα.
15 Ἀποστρέφεται εἰς τὰ ὀπίσω ὁ μετανοῶν, πάλιν δρομῶν ἐφ’ ὃ καταλέλοιπεν ἀγαθὸν μετὰ τοῦ αἰσχύνεσθαι θέλειν, καίτοι πρὸ τῆς μετανοίας ἀλαζονικῶς κατὰ τοῦ διωκομένου λέγων Εὖγε εὖγε, τουτέστιν Κρατήσομέν σου φεύγοντος ἀφ’ ἡμῶν. Ἐπιστατέον τὸ Οἱ βουλόμενοί μοι κακά· μέχρι τοῦ βουληθῆναι κακῶσαι καὶ
20βλάψαι ἔχουσι δύναμιν· ἃ ἐπαγαγεῖν βούλονται κακὰ οὐχ οἷοί τε ὄντες, εἰ μὴ θεὸς παραδῷ.

727a

(n)

Ps 69,3a
1 Οὐ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων ἢ περὶ τῆς † ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. ἡ δὲ τῆς ψυχῆς ἐπιβουλὴ ἡ ἀπὸ θεοῦ ἐστιν ἀλλοτρίωσις. εἴη δ’ ἂν αὕτη ἐκ παθῶν καὶ δαιμόνων καὶ ἐμπαθοῦς διαθέσεως
καὶ τῶν τούτοις συνεργούντων κακοήθων ἀνθρώπων.86 in vol. 2

728a

(n)

Ps 69,5
1 Πιστεύσας ὅτι πάντως εὑρήσει τὸν βοηθήσαντα αὐτῷ περὶ πάντων τῶν ὡσαύτως διακειμένων ὅτε περιστάσεις διάφοροι πάρεισιν, φησὶν ὑμνῶν Ἀγαλλιάσονται καὶ εὐφρανθήσονται οἱ ζητοῦντές σε, κύριε. κἂν γὰρ σὺν πόνῳ καὶ ἱδρῶτι τὸ ζητεῖν τὸν κύριον γίνηται, ἀλλ’ οὖν αὐτοῦ ἐπιφαινομένου
5ἀγαθότητι πολλῇ οἷς ποθοῦσιν ἰδεῖν ἀγαλλίασις θεία καὶ εὐφροσύνη διαδέχεται τὸν ἐν τῷ ζητεῖν πόνον. Ταύτης δὲ τῆς χάριτος τυχόντες διαπαντὸς ἔργῳ καὶ λόγῳ ἀλλὰ καὶ διαθέσει πιστῇ ἐροῦσι Μεγαλυνθήτω ὁ κύριος, ἀεὶ μέγεθος νοήσεως αὐτοῦ εὐχόμενοι δέχεσθαι.
10 Ὑμνοῦσι δὲ οὕτως οἱ πεῖραν λαβόντες τῆς παρ’ αὐτοῦ σωτηρίας ὡς ἀγαπᾶν αὐτὴν σωτήριον ὀνομαζομένην, ἢ ἀγαπῶσι τὸ σωτήριον· τοῦτο δ’ ἐστὶν ὁ Χριστὸς ὁ αἴτιος αὐτοῖς αἰωνίου σωτηρίας ὤν· τοῦτο τὸ σωτήριον ὄψεται πᾶσα σάρξ.

729a

(n)

Ps 69,5b
1 Καὶ τὰ μὲν εἰρημένα ἐκεῖνοι πείσονται, οἱ δὲ τῆς ἐμῆς μερίδος ἤτοι οἱ τὴν παρὰ σοῦ σωτηρίαν ἐλπίζοντες καὶ οὐχὶ πλήθει καὶ δυνάμει θαρροῦντες θυμηδίας τῆς ἀπὸ σοῦ ἐμπλησθεῖεν, ἵνα σε μεγαλύνωσιν.

730a

(n)

Ps 69,6a
1 Πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ πτωχὸν καὶ πένητα διὰ τῶν προκειμένων ἑαυτὸν ὀνομάζει· καὶ ἀρχόμενος δὲ τοῦ λόγου ὡς μηδενὸς αὐτῷ αὐτῷ συμβαλλομένου, μὴ πλούτου μὴ βασιλείας μὴ τῆς τοῦ παντὸς ἔθνους βοηθείας μηδὲ τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης,
5τὴν παρὰ μόνου τοῦ θεοῦ βοήθειαν ἐκζητεῖ.87 in vol. 2

731a

(n)

Ps 69,6b
1 Μὴ εἰς μακρούς, φησίν, χρόνους πολεμούμενόν με καταλείψῃς, ἵνα μὴ μεγάλην ἀπενέγκωμαι βλάβην· ἀλλὰ βοήθειαν ὄρεξον, ἵνα ταύτῃ σκεπόμενος ὡς ὅπλῳ εὐδοκίας μὴ βληθῶ ὑπ’ αὐτῶν.

732a

(n)

Ps 70,1b.2a
1 Ὁ ἔχων τὴν ἐπὶ θεὸν ἐλπίδα ἀκαταίσχυντον ἔχει τέλος, μέχρι τοῦ παντὸς αἰῶνος παρρησιαζόμενος ἐφ’ ᾗ ἔσχεν προσδοκίᾳ, παντὸς τοῦ ἐπὶ ἕτερόν τι τὴν πεποίθησιν ἔχοντος καταισχυνομένου, ὅταν διαμάρτῃ τῆς ἐλπίδος. Ὁ πεποιθὼς γάρ φησιν ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· καὶ Μὴ ἐλπίζετε, φησίν, ἐπ’ ἄρχοντας,
5ἐπὶ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστι σωτηρία· καὶ Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. ὅθεν σπουδαστέον τὸν κύριον ἔχειν ἐλπίδα· Εὐλογημένος γὰρ ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ. ζῶσα γὰρ αὕτη ἡ ἐλπίς· διὸ γέγραπται Ἀναγεγεννημένοι εἰς ἐλπίδα ζῶσαν. ὅθεν εἴρηται ὑπὸ τοῦ ἔχοντος αὐτὴν Οὐ καταισχυνθείην εἰς τὸν αἰῶνα· καὶ ἐν τῇ
10δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Ῥύεται ἐν δικαιοσύνῃ θεὸς τοὺς σπεύδοντας εἶναι ἐκτὸς ἀδικημάτων, ὡς ἐν σοφίᾳ τοὺς ποθοῦντας ἀναλαμβάνειν αὐτήν. εἰ δὲ καὶ ἐξ ἀδικούντων ἀνθρώπων εὔχεται ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ὁ τὰ προκείμενα λέγων, ἐπίστησον. δοκεῖ γὰρ ἀκολουθίαν ἔχειν τὸ ὑποβαλεῖν τοῦτο τοῖς ἐν τῇ προγραφῇ εἰρημένοις Περὶ τῶν
15αἰχμαλωτισθέντων ἄλλων χάριν· δικαίως γὰρ οὗτοι ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ἀπαιτοῦσιν. οἱ μὲν γὰρ ἠδίκουν, οἱ δὲ Ἰσραηλῖται οὐδὲν ἠδίκησαν. Λελέξεται καὶ ὧδε· ἐπεὶ ἡ πρακτικὴ ἀρετὴ δικαιοσύνη ὀνομαζομένη καὶ ἐκ τοῦ ἐναντίου ἀδικία πᾶσα ἡ ἐν πράξεσιν ἁμαρτία, ἐν τῇ δικαιοσύνῃ ἀξιοῖ ῥυσθῆναι ἐκ τῆς ἀδικίας ἣν ὁ ἀγαπῶν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. μαρτυρία δὲ
20τοῦ τὴν καθόλου ἀρετὴν οὕτως εἰρῆσθαι 〈τὸ〉 Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, τοῦ δὲ τὴν καθόλου ἁμαρτίαν προσαγορεύεσθαι ἀδικίαν μαρτυρία τὸ Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, 〈καὶ Τὸ αἷμα Ἰησοῦ
Χριστοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας.〉 Ἐρεῖ τὴν φωνὴν καὶ ὁ ὑπερβῆναι βουλόμενος τὴν κατὰ τὸν νόμον σκιάν,88 in vol. 2
25ἵνα σχῇ θεοῦ δικαιοσύνην πιστεύσας εἰς Ἰησοῦν Χριστὸν, ὅπως εὑρεθῇ μὴ ἔχων ἐν ἑαυτῷ ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ἀλλὰ τὴν θεοῦ τὴν εἰς δικαιοσύνην λελογισμένην.

733a

(n)

Ps 70,2b
1 Πολλῆς ὑπεροχῆς οὔσης σου, ὦ δέσποτα, πρὸς τὰ κτίσματα, μάλιστα δὲ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους κράζειν τοσοῦτον, οὐ σθένομεν τοῦ φθάνειν εἰς τὰ ὦτά σου τὸν προσευχὴν ἣν ἀναπέμπομεν· διὸ παρακαλῶ ἀγαθότητι πολλῇ κλῖναί σε τρόπῳ συγκαταβάσεως τὸ οὖς σου πρὸς μέ, ἵνα σώσῃς με δεξάμενος
5τὴν περὶ σωτηρίας δέησίν μου.

734a

(n)

Ps 70,3
1 Πολλῶν πολεμεῖν με θελόντων, ὑπερασπιστής μου γενοῦ σκέπων με τῇ σῇ ἀσπίδι περὶ ἧς εἴρηται Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. καὶ ἐπειδὴ σὲ θέλω εἶναί μοι πάντα, καὶ φρούριον ἀκαταμάχητον καὶ ἔρυμα ἀκαθαίρετον γενοῦ μοι, ἵν’ ὀχυρώτατον τόπον σε ἔχων παντὸς φόβου τοῦ ἀπὸ ἐχθρῶν ἐκτὸς
5μένω, σοῦ καταφυγῆς καὶ στερεώματός μου ὄντος.

735a

(n)

Ps 70,4
1 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητική ἐστι πρᾶξις ἀφ’ ἧς ῥυσθῆναι ἀξιοῖ, ἵνα μηδὲ κατὰ ποσὸν ἐνεργῇ κατ’ αὐτὴν πράττων, ὡσαύτως παρανομοῦντος καὶ ἀδικοῦντος πράξεις αἱ ἀποτελεστικαὶ ἐνέργειαι ὧν καὶ αὐτῶν ἔξω εἶναι ποθεῖ, ῥυσαμένου θεοῦ. πότερον δὲ ὁ αὐτὸς ἢ ἕτερος καθ’ ὑποκείμενον ὁ ἁμαρτωλὸς
5τῷ παρανομοῦντι καὶ ἀδικοῦντι, ἐπίστησον. δοκεῖ γὰρ εἰς ἑκάτερα ῥέπειν, παντὸς παρανομοῦντος καὶ ἀδικοῦντος ἁμαρτωλοῦ ὄντος. ἐὰν δὲ ὁ διάβολος
ᾖ ἐκ τούτων τῶν ὀνομάτων σημαινόμενος, χεῖρα αὐτοῦ ἐκληπτέον καὶ τὴν ὡσεὶ στρατιωτικὴν αὐτοῦ δύναμιν συνταττομένην ἐκ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου. ὁ ῥυσθεὶς οὖν ἐκ χειρὸς τῶν ἐκκειμένων ὑπὸ τὴν κραταιὰν χεῖρα89 in vol. 2
10τοῦ θεοῦ γενόμενος ὑπ’ οὐδενὸς ἁρπάζεται ἐξ αὐτῆς.

736a

(n)

Ps 70,5
1 Ὥσπερ σοφία καὶ δύναμις τοῦ ἁγίου ὁ θεός, οὕτω καὶ ὑπομονὴ καὶ ἐλπὶς ὑπομείναντος εἰς σωτηρίαν καὶ ἐλπίζοντος ἐπ’ αὐτόν. εἴρηται γοῦν περὶ τούτων ἐν τῷ ΛΗ ψαλμῷ, προκειμένου Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; καὶ ἐν τῷ Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
5 Ἐπιστατέον τὸ Ἡ ἐλπίς μου ἐκ νεότητός μου δυναμένου δηλοῦν ὡς ὁ ἐκ βρέφους κατὰ θεὸν ἀνατραφεὶς ἄλλην τοῦ θεοῦ ἐλπίδα οὐκ ἔσχε ποτέ. πρὸς δὲ τούτοις ἐκ νεότητος εἶναί τινος ἐλπίδα τὸν θεὸν ἐρεῖς, ἀφ’ οὗ τὸν παλαιὸν ἄνθρωπον ἐκδυσάμενος τὸν καινὸν καὶ νέον ἐνεδύσατο κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας.

737a

(n)

Ps 70,6ab
1 Τὸ Ἀπὸ γαστρὸς ἐκ κοιλίας μητρός μου ἐκληπτέον συνετῶς, οὐ σημαινομένου τοῦ ἀπὸ τῆς ὥρας τῆς ἀποτέξεως, οὔπω τότε κινουμένου λογικῶς καὶ θεοσεβῶς τοῦ τικτομένου· γέγραπται γὰρ Καὶ τὸν Σαμουὴλ πρὶν γνῶναι θεόν, καίτοι παρὰ θεοσεβέσι γονεῦσιν ἐξ ἀπαλῶν ὀνύχων θεοσεβῶς ἀνατραφέντος. ἔχει
5γὰρ τὰ ἀνθρώπων τέκνα καιρὸν ἀφ’ οὗ λογικῶς κινεῖσθαι δύναται. φησὶν ὁ μέγας Μωσῆς ἐν τῇ ἐρήμῳ Καὶ πάντα τὰ παιδία μεθ’ ἡμῶν σήμερον ἃ οὐκ οἶδεν ἀγαθὸν ἢ κακὸν 〈εἰσελεύσεται εἰς τὴν γῆν τῆς ἐπαγγελίασ〉 εἰ τοίνυν ἀγαθὸν ἢ κακὸν οὐκ ἐπίστανται τὰ παιδία πρὸ τῆς τοῦ ἐνδιαθέτου λόγου συμπληρώσεως, πῶς οἷόν τε τὸν ἐν ταύτῃ τῇ ἡλικίᾳ ὄντα θεὸν εἰδέναι,
10ὡς καὶ ἐπιστηρίζεσθαι ἐπ’ αὐτῷ προαιρετικῶς; ὃ σημαίνεται τοίνυν ἐστὶ
τοιοῦτον· ἀφ’ οὗ ἠρξάμην νοεῖν καὶ ἐνεργεῖν, τὴν ἀρχὴν τοῦ νοεῖν καὶ ἐνεργεῖν ἀνέθηκά σοι, ἐπιστηριζόμενός σοι καὶ σκεπόμενος ὑπὸ σοῦ, τοῦ μετὰ κακίαν ἀρξαμένην μετανοοῦντος ὡς δι’ εὐσέβειαν ἣν ἀνείληφεν ἐπιστηρίζεσθαι ἐπὶ θεὸν καὶ σκέπεσθαι ὑπ’ αὐτοῦ οὐ δυναμένου εἰπεῖν τοὺς προκειμένους90 in vol. 2
15στίχους ἀλλ’ ἢ μόνου τοῦ ἀμεσολαβήτως ἐπὶ θεὸν ἑαυτὸν ἐπιδεδωκότος. δείκνυται τουτὶ καὶ ἐκ τῶν λόγων τοῦ Ἰὼβ εἰρηκότος Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ ὀρφανοῖς οὐ μετέδωκα, εἰ μὴ ἐκ κοιλίας μητρός μου ὡδήγουν αὐτοὺς καὶ ἐξέστρεφον 〈ὡς πατήρ〉. νοῦν γὰρ ἔχων οὐδεὶς ἡγήσεται ὡς ἀπ’ αὐτῆς τῆς ὥρας τῆς ἀποτέξεως δυνατὸν κατορθοῦσθαι τὸ εἰρημένον,
20ἀρχὴν τοῦ γενέσθαι τότε λαμβάνοντα ὅταν συμπληρωθῇ ὁ λόγος καθ’ ὃν οἱ λογικοί εἰσι τοιοῦτοι 〈ὥσπερ οἱ λέγοντες Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματός σου, εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον.〉 Εἰ δυνατὸν καὶ περὶ πνευματικῆς γεννήσεως ἐκλαβεῖν τοὺς στίχους, ἐπίστησον, τοῦ ἐκ διδασκαλίας θείας καὶ ἐξ ὕδατος καὶ πνεύματος γεννωμένου
25καταλλήλως τῇ γεννήσει ταύτῃ γαστρὸς καὶ κοιλίας νοουμένων ἀφ’ ὧν ὁ γεννηθεὶς νοητῶς προελήλυθεν.

738a

(n)

Ps 70,6c
1 Πᾶν τὸ καλὸν καὶ εὐσεβὲς ἀνύεται σὺν θεῷ. ὅθεν ὁ ὁμολογῶν τὸν Ἰησοῦν ἔμπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ αὐτὸ ποιεῖ, ἵν’ ἀκολούθως καὶ αὐτὸς ὁμολογηθῇ ὑπὸ τοῦ σωτῆρος ὄντος ἐν τῷ ὁμολογοῦντι αὐτόν. ἐπεὶ γὰρ δικαιοσύνη καὶ σοφία ἁγιασμός τε καὶ ζωὴ καὶ ἀλήθεια ὁ σωτὴρ ὁ πραγματικῶς
5ὁμολογῶν αὐτὸν ᾧ ἕπεται καὶ διὰ φωνῆς ὁμολογία, ἐν τῷ ὁμολογουμένῳ τυγχάνει ὤν, ἐν δικαιοσύνῃ καὶ σοφίᾳ δίκαιος καὶ σοφὸς ὑπάρχων ἀλλὰ καὶ ἐν ἁγιασμῷ καὶ ζωῇ καὶ ἀληθείᾳ ἅγιος καὶ ζῶν καὶ ἀληθὴς ἀποδειχθείς. ὡς οὖν αὐτὸς ἐν τῷ μετεχομένῳ, οὕτω καὶ ὁ μεθεκτὸς ἐν τῷ μετέχοντι, καθὸ λέγομεν ἐν τῷ σπουδαίῳ τὴν ἀρετὴν καὶ ἐν αὐτῇ τὸν σπουδαῖον εἶναι. κατὰ τοῦτο τὸ
10σημαινόμενον ὁ ἀπόστολος ἄνθρωπος ἦν ἐν Χριστῷ καὶ εἶχεν Χριστὸν ἐν ἑαυτῷ, ᾗ φησιν 〈Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ〉 Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ταύτης τῆς θεωρίας καθόλου οὔσης, καὶ ὁ ὑμνῶν θεὸν ἐν αὐτῷ τυγχάνει, ὄντος καὶ τοῦ ὑμνουμένου ἐν τῷ ὑμνοῦντι. Ἄλλων ὑμνούντων ἄρχοντας διδασκάλους ἀνθρωπίνων μαθημάτων καὶ
15αὐτὰ τὰ μαθήματα ἔτι μὴν δοξάρια καὶ πλοῦτον γεραιρόντων, ἡ ὕμνησις ἡ
ἡμετέρα ἐν σοὶ καὶ οὐκ ἐν ἄλλῳ τινὶ γίνεται. φέρεται γραφὴ ὧδε ἔχουσα· Ἐν σοὶ ἡ ὑπόμνησίς μου διαπαντός. κατ’ ἀμφοτέρας τοιγαροῦν τὰς γραφὰς ἐκληπτέον τὸ διαπαντὸς ὑπὲρ τοῦ συνεχῶς καῖ ἀδιαστάτως ἐν θεῷ τὴν ὕμνησιν καὶ τὴν ὑπόμνησιν ἔχειν.91 in vol. 2

739

(n)

Ps 70,7
1 Οἱ ἀρετὴν εὐτελίζοντες καὶ βδέλυγμα τὴν θεοσέβειαν ἡγούμενοι ἁμαρτωλοὶ τὸν σπουδαῖον καὶ εὐτελῆ βδελυττόμενοι τέρας ἀποκαλοῦσιν. φάσκουσι γὰρ ἐν ἑαυτοῖς Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. καὶ ἐπεὶ φαῦλοί εἰσιν ἡμῖν οἱ τὰ τοιαῦτα διανοούμενοι καὶ λέγοντες, εἰκότως οὐ καθάπαξ εἶπεν τέρας
5ἀλλὰ τοῖς πολλοῖς γεγονέναι τουτέστι τοῖς χυδαιοτέροις καὶ φεύγουσι τὴν ἀρετήν. Ἀλλ’ εἰ κἀκεῖνοι προφέρονταί μοι τῷ εἰρημένῳ τρόπῳ, ἀλλ’ οὖν σὺ κραταιὸς ὢν βοηθὸς φυλάττεις με ἀζημίωτον ὑπ’ αὐτῶν. ταύτῃ τῇ διανοίᾳ καὶ ὁ ἀπόστολός φησιν ὡς περικαθάρματα τοῦ κόσμου καὶ περίψημα πάντων ἀνθρώπων
10γεγενῆσθαι. συμφώνως τούτοις ἔχει καὶ τὸ Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι. ἀπὸ τῆς αὐτῆς διαθέσεως γράφεται καὶ τὸ 〈Δοκῶ γὰρ ὅτι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, καὶ τὸ〉 Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ. 〈τοιοῦτον καὶ τὸ τοῖς ἁμαρτωλοῖς εἰρημένον ὑπὸ θεοῦ Καὶ ἔσται Ἱεζεκιὴλ εἰς τέρας, ὡς αὐτός φησιν ὁ προφήτης διὰ τὰ συμβολικῶς
15μάλιστα γινόμενα παρ’ αὐτοῦ οἷον τὸ ἐπὶ τοσάσδε καταθεῖναι τοῦτον ἡμέρας ἐπὶ πλευροῦ δεξιοῦ καὶ τόσας πάλιν ἐπὶ εὐωνύμου καὶ τῶν τριχῶν τοῦ σώματος ξύρησιν.〉 Εἰ δὲ καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφέρεται δόξαντα τοῖς πολλοῖς ὡσεὶ τέρας γεγονέναι διὰ τὸν σταυρόν, συνεπίσκεψαι.
20Εὖ δὲ καὶ τὸ φάναι Ὡσεὶ τέρας· οὐδεὶς γὰρ τῶν προειρημένων τοιοῦτος ἦν,
ὡς ὑπελαμβάνετο τοῖς πολλοῖς.92 in vol. 2

740a

(n)

Ps 70,8
1 Ἀξιοῖ αἰνέσεως πληρωθῆναι αὐτοῦ τὸν λόγον στόμα ὠνομασμένον. δόξα δὲ θεοῦ ἤτοι ἡ περὶ αὐτοῦ διάληψις ἢ ὁ μονογενὴς υἱὸς αὐτοῦ ὑπάρχει· εἴρηται γὰρ περὶ Χριστοῦ ὡς εἴη δόξα θεοῦ ὀφθησομένου κατὰ τὴν ἐπιδημίαν. ὀφθήσεται γὰρ ἡ δόξα θεοῦ, μεγαλοπρεπείας αὐτοῦ νοουμένης τῆς ἐν προνοίᾳ καὶ
5δημιουργίᾳ τάξεως ὡς πολὺ τὸ πρέπον ἐμφαινούσης, 〈μόνῳ γινομένης κελεύματι. τοιαύτη γὰρ καὶ ἡ προνοητικὴ τῷ δυναμένῳ λέγειν Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· σύμφωνον δὲ τῷ παρόντι τὸ Ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν.〉

741a

(n)

Ps 70,9a
1 Ἐπὶ σοὶ ἡ ἐλπίς μου ἐκ νεότητός μου. παρακαλῶ ἐν τῇ καταστάσει ταύτῃ μέχρι γήρως διαμεῖναι οὐκ ἀπορριπτόμενος ἀπὸ σοῦ, παντὸς τοῦ φαῦλα πράσσοντος καὶ ἀνομοῦντος ἀπορριπτομένου. Θεωρηθείη δὲ καὶ πρὸς διάνοιαν· ἐπεὶ γῆρας τίμιον οὐ τὸ πολυχρόνιον,
5πολιᾶς οὔσης τοῦ ἔνδον ἀνθρώπου τῆς θείας φρονήσεως καὶ γήρως τοῦ δι’ ἀκροτάτην ἀρετὴν ἀκηλιδώτου βίου· ἐπεὶ ἀκμὴν ἐν τῷ προκόπτειν εἰμί, παρακαλῶ μὴ ἀπορριφῆναι ἀλλὰ συνεργεῖσθαι ὑπὸ τῆς ἀγαθότητός σου, ἕως φθάσω ἐπὶ τὸν καιρὸν τοῦ ἀκηλιδώτου βίου.

742A

(n)

Ps 70,10.11
1Εἰ γὰρ Χριστὸς ὁ λέγων, ἕπεται τῷ Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν.
τοῦτο γὰρ καὶ τὰ ἐπὶ τούτων περὶ τοῦ Ἰούδα φησίν.93 in vol. 2

743a

(n)

Ps 70,14—16
1 〈Τῶν ἐμῶν αἰσχυνομένων ἐχθρῶν τῷ κατ’ ἐμοῦ μάτην ἐσπουδακέναι, προστίθημι καὶ νῦν ἐπινικίως αἰνῶν σε τῇ προλαβούσῃ αἰνέσει περὶ ἧς ἔφην Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. ἐνδιέβαλλον δὲ τὴν ψυχὴν αὐτοῦ οἱ λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν. μεγίστη γὰρ δηλοῦται κατὰ τοῦ ἐγκαταλειπομένου
5διαβολὴ πρὸς ὃ τὸ Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ φησίν, δεικνὺς ὡς οὐδεμίαν ἐγκαταλείψει παρέσχετο χώραν.〉 Πρὸς τὸ Ὁ θεὸς ἐγκατέλιπεν αὐτὸν τὸ Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ εἶπεν. καὶ τῶν ἐχθρῶν ἀδίκως φονώντων ὡς ἀπωλείᾳ περιβαλεῖν αὐτὸν θέλειν, ἀβλαβὴς διαμείνας ἀπ’ αὐτῶν ἐξαγγέλλει παρ’ ὅλον αὐτοῦ τὸν βίον (ἡμέραν
10ὀνομαζόμενον) τὴν δικαιοσύνην καὶ σωτηρίαν τοῦ κυρίου. Καὶ ἐπεὶ μὴ ἔγνων, φησί, γραμματείας τι τοῦ νόμου, τούτου χάριν οὐκ ἔξω μένων ἐπὶ τῆς λέξεως καὶ τῆς σκιᾶς εἰσελεύσομαι, κατὰ τὸ ζωοποιοῦν πνεῦμα καὶ τὸν θεῖον τῶν γεγραμμένων νοῦν δυναστεύων βασιλικῶς, θεοῦ δεδωκότος. διό φημι Μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, οὐκ ἔτι φροντίζων τὴν κατὰ
15σκιὰν τοῦ νόμου δικαιοσύνην, περὶ ἧς γενόμενος κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην ἄμεμπτος Παῦλος γράφει πάντα τὰ σκιώδη ἃ ἦν αὐτοῦ πρότερον κέρδη ἐζημιῶσθαι καὶ σκύβαλον ἡγεῖσθαι διὰ τὸ ὑπερέχον τῆς γνώσεως.

744a

(n)

Ps 70,19a
1 Ταῦτα ἕως ὑψίστων μεγαλεῖα καὶ σὺν αὐτοῖς τὰ θαυμάσια ὑπῆρκται, τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. τεχθέντος γὰρ αὐτοῦ ἐκ τῆς παρθένου, πλῆθος οὐρανίου στρατιᾶς Δόξα ἐν ὑψίστοις θεῷ, ἔλεγε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. τῆς γὰρ γενομένης εὐδοκίας ἐν ἀνθρώποις εἰρήνη
5πολλὴ ἐκράτησεν, τῶν ἐπὶ γῆς πάντων πολεμίων καταλυθέντων· ἀλλὰ καὶ δόξα ἐν ὑψίστοις γέγονεν, τῶν σῳζομένων ἀνθρώπων μέχρι τῶν ὑψίστων τὴν ἀνάβασιν ἐχόντων. πῶς γὰρ οὐκ ἔμελλον οἱ γενόμενοι τέλειοι, ὡς ὁ πατὴρ
ὁ οὐράνιος τέλειός ἐστιν, ἐν ἀνυπερβλήτῳ ἁγιότητι γενόμενοι, ἔχειν ἐν ἑαυτοῖς τὸν θεὸν πάντα ἐν πᾶσιν γενόμενον; καὶ αὐτὸς δὲ ὁ κύριος ἐν Εὐαγγελίοις94 in vol. 2
10ἔφη πρὸς τὸν ἑαυτοῦ πατέρα Θέλω, πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οὗτοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν.

745

(n)

Ps 70,20
1 Ἐπεὶ ἀγαθότητι ὁ θεὸς πειραθῆναι θλιβερῶν καὶ κακωτικῶν πρὸς σύμφορόν τι συνεχώρησεν, πάλιν ἐπιστρέψας πρὸς ἑαυτὸν ζωοποιεῖ, μεταδιδοὺς ζωῆς τοῖς ἑωρακόσι διὰ πείρας θλίψεις καὶ κακά, ὡς καὶ ἐξ αὐτῶν τῶν ἀβύσσων τουτέστι τοῦ βάθους τῶν περιστατικῶν ἀνιμήσασθαι τὸν κατενεχθέντα. καὶ
5ἐπειδὴ τὰ κακὰ κατάλληλα ταῖς θλίψεσι τὰ ἐπίπονα καὶ κακωτικὰ ἐξειλήφαμεν, ἀκολούθως ἡ ζωοποίησις κατὰ τὴν κοινὴν ζωὴν ἐκληφθήσεται καὶ ἡ ἐκ τῆς ἀβύσσου ἄνοδος· ἐπεὶ γὰρ τὰ κακωτικὰ ἐκταθέντα θανατοῦν δοκεῖ καὶ καταβιβάζειν εἰς ᾅδην, ὅταν τέλος λάβῃ τὰ αἴτια, ζωοποιεῖταί τις ὑπὸ θεοῦ καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀναβιβάζεται.
10 Ταῦτα δὲ οὐκ ἀπὸ ἰδίου προσώπου ὁ ἅγιος λέγει ἀλλὰ τοῦ τῶν ἀνθρώπων γένους πειραθέντος πλείστων ὅσων κακῶν καὶ θλίψεως πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· μεθ’ ἣν πεῖραν ἐπιστρέψας ὁ κύριος πρὸς ἡμᾶς ἐλήλυθεν καὶ ἐζωοποίησεν δοὺς ἀνθ’ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν λύτρον ὥστε πάντα τὸν πιστεύοντα εἰς αὐτὸν καὶ δεχόμενον τὴν διδασκαλίαν αὐτοῦ ἔχειν ζωὴν αἰώνιον,
15ἀνήγαγεν δὲ ἐκ τῶν ἀβύσσων τῆς γῆς τουτέστι τοῦ ᾅδου γενόμενος ἐκεῖ μετὰ ἀπόθεσιν οὗ εἶχεν σώματος οὐκ ἄλλου ἕνεκα ἢ τοῦ ἀναγαγεῖν τοὺς ἐκεῖ καταχθέντας δι’ ἁμαρτίας ἰδίας.

746

(n)

Ps 70,21
1 Προσκειμένου τῷ Ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με τοῦ πάλιν—εἰ μὲν ἡ ἄβυσσος σημαίνοι τὸν ἐν τοῖς περιστατικοῖς βυθισμόν (ὡς ἑρμηνεύεται), ἀκόλουθον ἐκλαβεῖν ὡς πολλάκις ἔστιν ὑπὸ θεοῦ ἐκεῖθεν ἀναχθῆναι ἀεὶ εὐεργετοῦντος (μαρτύριον τούτου τὸ φερόμενον οὕτως· Πολλαὶ αἱ θλίψεις95 in vol. 2
5τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος)· εἰ δὲ ἀντὶ τοῦ ᾅδου ἡ ἄβυσσος παραληφθῇ, ἔργον εἰπεῖν πῶς πάλιν ἐκεῖθέν τις ἀνάγεται· ὡς γὰρ μία εἴσοδος εἰς τὸν βίον καὶ ἔξοδος ἀπ’ αὐτοῦ μία, ἀνάγκη καὶ τοὺς χωριζομένους τοῦ σώματος οὗ ἔσχον ἐν τῷ ᾅδῃ ἅπαξ γίνεσθαι. Ἤτοι οὖν παρέλκει τὸ πάλιν ἢ παραμυθίας τεύξεται, ἀλλὰ μὴν οὐδὲν τοῖς
10θείοις παρέλκον καὶ περιττόν. ἔσται αὐτοῦ ἄρα νόησις τοιαύτη· ζωοποιήσας με εὐεργεσίᾳ τῇ σῇ, ἀλλὰ καὶ τὴν δικαιοσύνην σου πλεονάσας ἐπ’ ἐμέ, πάλιν εὐεργετῶν ἀνήγαγές με ἐκ τῶν ἀβύσσων τῆς γῆς τῷ μὴ μόνον ἐζωοποιηκέναι με καὶ πεπλεονακέναι σου τὴν δικαιοσύνην ἐπ’ ἐμὲ ἀλλὰ καὶ ἐκ τῶν κάτω ἀναγαγεῖν με.

747

(n)

Ps 70,22.23
1 Σκεῦος ψαλμοῦ τὸ ψαλτήριον, δι’ οὗ λέγει Ἐξομολογήσομαί σοι, εὐχαριστικῶς προφέρων τὴν ἀλήθειαν καὶ καθ’ ἣν οὐδεὶς ὅμοιος θεοῦ μετὰ τὰ κακὰ ζωοποιοῦντος καὶ πᾶσαν τὴν ἑπομένην εὐεργεσίαν τελοῦντος. πρὸς τὸ ἐξομολογήσασθαι τὴν ἀλήθειαν ἐν σκεύει ψαλμοῦ καὶ ἐν κιθάρᾳ ψάλαι
5ὑπισχνεῖται τῷ θεῷ ὑπάρχοντι ἁγίῳ τοῦ Ἰσραήλ. ἅγιος δὲ τοῦ Ἰσραὴλ λέγεται ὡς ἁγιάζων αὐτόν· ὥσπερ γὰρ ἐὰν λέγωμεν θεοῦ ἁγίους εἶναι παριστῶμεν τοὺς πρὸς αὐτοῦ ἁγιαζομένους, οὕτως ἅγιον αὐτὸν λέγοντες τίνος τὸ ἁγιαζόμενον σημαίνομεν. καὶ ὅτι τοῦθ’ οὕτως ἔχει, ἐπίστησον τῷ περὶ Χριστοῦ λεγομένῳ Ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις·
10γέγονε γὰρ σοφία τοῖς σοφοῖς, δικαιοσύνη τοῖς δικαιουμένοις, ἁγιασμὸς καὶ ἀπολύτρωσις τοῖς ἁγιαζομένοις καὶ ἀπολυτρουμένοις. οὐκ ἐνταῦθα μόνον ἅγιος τοῦ Ἰσραὴλ ὁ θεὸς εἴρηται ἀλλὰ καὶ ἐν τῷ Παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ,
δῆλον ὅτι οἱ ἁμαρτάνοντες. Λυτροῦται ἡ λογικὴ ψυχή, λύτρον δεδωκότος τοῦ Ἰησοῦ ὑπὲρ αὐτῆς τὴν96 in vol. 2
15ἑαυτοῦ ψυχὴν καὶ αὐτὴν δηλονότι λογικὴν οὖσαν. ὅνπερ γὰρ τρόπον λυτρούμενος τὰ σώματα τῶν ἀνθρώπων σῶμα ὁμοούσιον αὐτὸς ὑπὲρ αὐτῶν δέδωκεν, οὕτως λυτρούμενος λογικὰς ψυχὰς λογικὴν ψυχὴν ὑπὲρ αὐτῶν ἔθηκεν.

748

(n)

Ps 71 arg
1 Οὗτος ὁ ψαλμὸς οὐ διενέγκοι τῷ πατρὶ τοῦ Ῥοβοὰμ Σολομῶνι ἀλλὰ τῷ πνευματικῷ οὕτω καλουμένῳ διὰ τὴν τοῦ ὀνόματος μετάληψιν· ἑρμηνεύεται γὰρ Ἑλλήνων φωνῇ εἰρηνικός. τίς δὲ οὗτος ὑπάρχει ἢ ὁ λέγων Ἰησοῦς Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν; περὶ τούτου ὁ θεολόγος γράφει Αὐτὸς γάρ
5ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὸ Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, λύσας τὴν ἔχθραν τὴν διαιροῦσαν Ἕλληνας ἀπὸ τῶν Ἑβραίων ὥστε μίαν ποίμνην καὶ ἕνα λαὸν ἐξ ἐθνῶν καὶ Ἰουδαίων συστῆναι. οὕτως εἰρηνικὸς δεικνύμενος διὰ τῶν ἔργων ὧν ἐτέλεσεν ἐκ τοῦ Δαυίδ ἐστιν ὁ κατὰ σάρκα γεννηθεὶς ἐκ παρθένου. γέγραπται γοῦν περὶ
10αὐτοῦ Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ.

749a

(n)

Ps 71,2
1 Κρίνειν δὲ τὸν λαόν σου ἐν δικαιοσύνῃ (τὸν ἐκ περιτομῆς δηλονότι) καὶ τοὺς πτωχούς σου ἐν κρίσει· οὗτοι δέ εἰσιν οἱ ἀπὸ ἐθνῶν τῷ εὐαγγελίῳ προσερχόμενοι πτωχοὶ ὠνομασμένοι διὰ τὴν ἐξ ἀπιστίας καὶ κακίας πενίαν. εἰ δὲ δύνανται πτωχοὶ εἶναι θεοῦ οἱ μέτριοι τὴν γνώμην κατὰ τὸ Μακάριοι οἱ
5πτωχοὶ τῷ πνεύματι, συνεπίσκεψαι.97 in vol. 2

750

(n)

Ps 71,3
1 Προστάττει τοῖς μεγαλοφυεστέροις δι’ ἀρετῆς ὕψος ὄρεσι καὶ βουνοῖς καλουμένοις πρὸς τὸν λαὸν εἰρήνην ἀναλαβεῖν. καὶ εἰ μὲν ὄρη καὶ βουνοὶ ἀρχάγγελοι καὶ ἄγγελοι τυγχάνουσι, πᾶν τὸ τῶν ἀνθρώπων γένος λαός ἐστι πρὸς οὓς εἰρηνεῦσαι καλοῦνται, ἐπείπερ Ἰησοῦς διὰ τοῦ αἵματος τοῦ σταυροῦ
5εἰρηνο‐ ποί〈ησε〉 τὰ ἐν τοῖς 〈οὐρα〉νοῖς κ〈αὶ τὰ〉 ἐπὶ τῆς γῆς πρότε〈ρον δ〉ιαστασιαζόντων τῶ〈ν ἐπὶ〉 τῆς γῆς διὰ κακίαν 〈πρὸ〉ς τοὺς ἐν τοῖς οὐρανοῖς. ἐ〈πεὶ〉 τοίνυν ὁ σταυρωθεὶς 〈ᾗ〉 ἀμνὸς τοῦ θεοῦ τέθυται, ἵν’ αἴρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου λυθείσης τῆς ἁμαρτίας τῶν ἐπὶ γῆς, εἰρηνοποιεῖται τὰ ἐν τοῖς οὐρανοῖς καὶ
10τὰ ἐπὶ τῆς γῆς, γινομένης χαρᾶς ἐν τοῖς οὐρανοῖς ἔμπροσθεν ἀγγέλων ἐπὶ τοῖς μετανοοῦσιν ἀπὸ ἁμαρτίας. εἰ δὲ Μωυσῆς καὶ οἱ προφῆ〈ται〉 σημαίνονται διὰ τῶν ὀρῶν καὶ βουνῶν, πρὸς τὸν λαὸν τὸν ἀπὸ ἐθνῶν ἀπιστεύσαντα εἰρήνην ἀναλαβέτωσαν εἰδότες ὅτι αὐτοὶ περὶ τῆς κλήσεως ταύτης προανεφώνησαν. Εἶτ’ ἐπεὶ καὶ τῶν ἀρετὴν ἐχόντων οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον αὐτὴν ἔχουσιν,
15τοὺς μᾶλλον ἔχοντας ὡς ἐπὶ πλεῖον διαρθέντας πράξει καὶ γνώσει τῆς ἀληθείας ὄρη λεκτέον τῶν ὑποδεεστέρων χρηματιζόντων βουνῶν.

751

(n)

Ps 71,4
1 Ἔργον δὲ τοῦ λαβόντος τοῦ θεοῦ τὸ κρίμα καὶ τὴν δικαιοσύνην τὸ κρίνειν τοὺς πτωχοὺς τοῦ λαοῦ. 〈Οὗ〉τοι δέ εἰσιν οἱ τῷ γράμματι καὶ τῇ σκιᾷ τοῦ νόμου ἐπανέχοντες, ἀεὶ πτωχοὶ ὠνομασμένοι τῷ μὴ ἐσχηκέναι τὸν κατὰ πνευματικὸν νόμον ὀξὺ
5βλέποντα πλοῦτον, ἐχόντων αὐτὸν τῶν ἀπὸ Ἰουδαίων πιστευσάντων ὧν εἰσι καὶ οἱ ἀπόστολοι. πρὸς τούτῳ καὶ σωτηρίαν φέρει ἐπὶ τοὺς υἱοὺς τῶν πενήτων· οὗτοι δέ εἰσιν οἱ ἐξ εἰδωλολατρίας ἐπὶ τὴν πίστιν τοῦ Ἰησοῦ ἐληλυθότες, τῶν γεννησάντων αὐτοὺς κατὰ δεισιδαιμονίαν πενήτων ὄντων. διὸ οὐκ αὐτοὺς καταμείναντας ἐν τῇ πολυθέῳ πλάνῃ ἀλλὰ τοὺς υἱοὺς αὐτῶν μεταγνόντας
10σώσει. τούτων ῥυσθέντων καὶ σωθέντων πρὸς τοῦ κριτοῦ καὶ σῶσαι ἐληλυθότος ταπεινοῦται ὁ πάντας καταδυναστεύων ἐν συκοφαντίᾳ ὡς ὑπὸ πόδας τῶν ἁγίων συντριβῆναι. 〈Πρὸς γὰρ τὸν δίκαιον εἴρηται Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, καὶ πρὸς ἄνδρα δὲ (πάντα δὲ συκοφάντην), εἰ λέγοιτο, Ἀποστρέψει συκοφαντίας.〉98 in vol. 2

752

(n)

Ps 71,5
1 Ταὐτὸν τῷ Παραμενεῖ τῷ ἡλίῳ ὃ πρὸς αὐτὸν εἰρημένον Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸ Πρὸ τῆς σελήνης γενεὰς γενεῶν ταὐτὸν τῷ Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. λέγεται τὸ Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ περὶ τῆς σαρκὸς ἧς ἥνωσεν ἑαυτῷ τῆς ἐμψυχωμένης ψυχῇ λογικῇ
5τε καὶ νοερᾷ· συμπαραμένει γὰρ τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τὴν ἀδιαίρετον ἕνωσιν. ἀλλὰ καὶ πρὸ τῆς σελήνης τῆς ἀναλογίαν ἐχούσης πρὸς τὸν νοητὸν ἥλιον ὑπάρχει γενεὰ γενεῶν τῷ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἱδρῦσθαι τὴν ἐκκλησίαν συγκειμένην ἐκ πάντων τῶν γενεὰν ἐχόντων ἀνθρώπων. οὗτοι γὰρ ἐκ γενεᾶς καὶ γενεᾶς κατὰ διαδοχὴν ὕπαρξιν ἔχουσιν. παρίσταται ἐκ τοῦ Ἄισματος τῶν
10ᾀσμάτων ὡς σελήνη ἡ ἐκκλησία· χρηματίζει οὕτως· Τίς αὕτη ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη ἐκλεκτή;

753a

(n)

Ps 71,6
1 Ὥσπερ ὁ ὑετὸς ἐπὶ τῆς γῆς ἐρχόμενος εὐκαρπίας αἴτιος, οὕτως ἡ ἐπιδημία τοῦ σωτῆρος πρὸς τοὺς ἀνθρώπους γενημάτων δικαιοσύνης ἕνεκα γεγένηται.
ῥητέον δὲ ὡς ὁ μὲν πόκος τὸν Ἰσραὴλ σημαίνει, ἡ δὲ γῆ τὰ ἔθνη δηλοῖ. ἐπεὶ πρότερον ἐπὶ πόκον κατῆλθεν, εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν γῆν. ἀπειθήσαντος γὰρ τοῦ99 in vol. 2
5Ἰσραὴλ ὡς μὴ δέξασθαι τὸν ἐληλυθότα, μετάβασις ἐπὶ τὴν γῆν τοῦ ὑετοῦ γέγονεν ὡς πάντας τοὺς ἐπ’ αὐτῆς ἀνθρώπους ὑγραίνεσθαι, μᾶλλον δὲ ποτίζεσθαι ἐκ τῶν σταγόνων ἐπὶ τῷ ἀγαγεῖν καρποὺς πνευματικούς.

754

(n)

Ps 71,7
1 Ἐν ταῖς ἡμέραις τοῦ ἐπιδημήσαντος σωτῆρος ἀνατελεῖ οἷα φῶς δικαιοσύνη πρακτικὴ ἀρετὴ οὖσα καὶ σὺν αὐτῇ ἡ διὰ πίστεως Ἰησοῦ εἰς τοὺς ζῶντας εὐαγγελικῶς συνισταμένη καὶ ἡ κατάλληλος εἰρήνη πλῆθος ἔχουσα πολὺ ὡς παρατείνεσθαι μέχρι τῆς συντελείας τοῦ κόσμου. τοῦτο γὰρ σημαίνει ἡ τῆς
5σελήνης ἀνταναίρεσις.

755

(n)

Ps 71,7b
1 Ἐλέγομεν τὴν σελήνην τὴν ἐκκλησίαν δηλοῦν. ἡ γὰρ σελήνη νόθον ἐξ ἡλίου δέχεται φῶς καὶ οὐχὶ οἴκοθεν ἔχει, ὡς ἡ ἐκκλησία ὅσον ἐστὶν ἐπὶ γῆς ἐκ μέρους γινώσκει καὶ οὐ γνησίως ὅλη πεφώτισται λήγουσα ποτὲ ἐσομένη κατὰ τὸν ἥλιον ὅτε τὸ τέλειον ...
5 ...〈λήγ〉ουσα οὐχ ὅλη γν〈ησίως π〉εφώτισται σχήσ〈εως, τό〉τε τοῦτο γενομένη κατὰ τὸν ἥλιον, ὅταν τὸ τέλειον καὶ πρόσωπον πρὸς πρόσωπον ἔλθῃ. ᾧ γὰρ λόγῳ καταργεῖται τὸ ἐκ μέρους γινώσκειν, ἐνστήσ〈ει〉 τῆς ἀνυπερβλήτου γνώσεως. οὕτως ἀναιρεθή〈σεται ἡ σ〉εληνιακὴ κατάστασις τῆς ἐκκλησίας κατὰ τὸν ἥλιον τῆς δικαιοσύνης ἐσομένης, ἐκλαμψάντων ὡς ὁ ἥλιος τῶν συμπληρούντων
10τὴν ἐκκλησίαν δικαίων ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. κατα...... ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων ἡ τελειότης τῆς νύμφης· ἡ ἐκκλησία δ’ αὐτὴ μετὰ πολλὴν 〈προ〉κοπὴν κατὰ τὸν ἥλιον ἔσται. Τίς γὰρ αὕτη, φησίν, ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, ἀρχὴν φωτισμοῦ ἔχουσα μεθ’ ἣν ἀρχὴν ὡς σελήνη πλησιφαὴς
ἐσομένη; 〈αὕ〉τη γὰρ ἡ ἐκλ... * μεθ’ ὃ ὡς ἥλιος 〈θάμβος ἔσται.〉100 in vol. 2

756

(n)

Ps 71,9—11a
1 Νοήσεις οὕτως· τῶν ἀπὸ ἐθνῶν Αἰθιόπων καλουμένων δι’ ἣν εἶχον ἐξ ἀσεβείας μελανίαν ἐνώπιον τοῦ βασιλέως προσπιπτόντων μεταγνώσεως τρόπῳ, οἱ τοῦ βασιλέως ἐχθροὶ Ἰουδαῖοι γοῦν λείξουσιν. εὖ δὲ καὶ τὸ φάναι ἐνώπιον αὐτοῦ προσπίπτειν τοὺς Αἰθίοπας· γνησίαν ὑποταγὴν δηλοῖ τὸ
5ἐπίπροσθεν τοῦ τὰ κρυπτὰ ὁρῶντος βασιλέως προσπίπτειν. δυνατὸν καὶ τῶν ἐχθρῶν τοῦ θεοῦ αἴσθησιν μετανοίας φαίνεσθαι διὰ τοῦ χοῦν λείχειν· γονυπετούντων γὰρ ἡ ἐνέργεια. Μεταλαμβάνεται δὲ Θάρσεις εἰς τὸ κατασκοπεῖν χαράς, κατασκοπούντων χαρὰν τῶν ἀρετῆς καὶ εὐσεβείας φίλων, ἵν’ ἀκοῦσαί ποτε δυνηθῇ ἕκαστος
10αὐτῶν Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. τῶν οὕτω θεωρητικῶν πρὸς τὴν χαρὰν τὸ βλέμμα ἐχόντων, οἱ κρατοῦντες βασιλεῖς δῶρα οἴσουσιν τοὺς ἀρχομένους. καὶ νῆσοι δὲ προσάγονται. ψυχαὶ δέ εἰσιν αὗται, ἑδραίως καὶ ἀμετακινήτως ἔχουσαι κἂν ἐπαφρίζει καὶ τρικυμίας ἡ θάλασσα ἐπεγείρει. πρὸς ταύτας ὁ σωτὴρ λέγει Ἐγκαινίζεσθε, νῆσοι, πρός με, ἀνανεούμεναι
15τῇ καινότητι τοῦ πνεύματος, φέρουσαι τὸν νέον ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα. πρὸς τούτοις τοῖς βασιλεῦσι καὶ οἱ τῶν Ἀράβων καὶ Σαβᾶ προσοίσουσι δῶρα τοὺς πρὸς τὴν ἑσπέραν τοῦ βίου τοῦ φαύλου ἐρχομένους ὡς σκοτισθῆναι ἀπ’ αὐτῶν τὸ φῶς τῶν ἀσεβῶν. Καὶ δύναιτ’ ἂν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς ψευδῶς καὶ
20μέχρι τοῦ ἀπατῆσαι ἥλιον ὄντα· Ἄραβες γὰρ δυσμαὶ καὶ ἑσπέρας ἑρμηνεύονται. μετὰ τούτων τῶν Ἀράβων καὶ ἑτέρων πλειόνων μετάνοια προσφέρεται Σαβᾶ· μεταλαμβάνεται δὲ τὸ ὄνομα εἰς τὸ ἐπιστροφή. Δυνατὸν ἐκλαβεῖν προσκυνοῦντας αὐτὸν καὶ δῶρα προσφέροντας τοὺς διδασκάλους πάντων τῶν ἐθνῶν ἀποστόλους καὶ μαθητὰς καὶ τοὺς τούτων
25διαδόχους· προσφέρουσι γὰρ τοὺς κερδαινομένους ὑπ’ αὐτῶν ἀνθρώπους δῶρα τῷ θεῷ. εἰ δὲ καὶ ἕκαστος τῶν πιστῶν δῶρα φέρει πράξεις ἐπαινετὰς καὶ ἀληθὲς φρόνημα, ὡς βασιλεῖς προσάγουσι τὰ οἰκεῖα δῶρα τῷ μόνῳ καὶ ἑνὶ παμβασιλεῖ.

757A

(n)

Ps 71,14b
1Γράφεται δὲ καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν τοῦ τοσούτων
κακῶν αὐτοὺς ἀπαλλάξαντος.101 in vol. 2

758

(n)

Ps 71,15b
1 Μαθόντες οἱ ἅγιοι ἄνδρες ὡς οὐδεὶς τῶν γενητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, πάντων ἐκκλινάντων καὶ ἅμα ἀχρειωθέντων περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυναστοῦ καὶ σωτηρίας αἰωνίου αἰτίου ἐσομένου, συνεχῶς καὶ ἀδιαστάτως εὐχὴν τῷ πατρὶ ἀνέπεμπον,
5ὁτὲ μὲν λέγοντες Δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν, ὁτὲ δὲ Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. 〈περὶ δὲ τῆς ἀποστολῆς αὐτοῦ καὶ ἐν ἀρχῇ τοῦ παρόντος ψαλμοῦ προσηύχοντο λέγοντες Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.〉

759a

(n)

Ps 71,15c
1 Δοξολογοῦσί τε αὐτὸν δι’ ὅλης ἡμέρας ἤτοι τοῦ ἐνεστῶτος αἰῶνος ἢ τοῦ πεφωτισμένου βίου τῶν εὐλογούντων.

760a

(n)

Ps 71,16a
1 Ἄκρα τούτων τῶν ὀρέων αἱ ἐκβάσεις τῶν προαναφωνήσεών εἰσιν ἐφ’ ἃ φθάσας ὁ προφητευόμενος στήριγμα γέγονεν ἐν τῇ γῇ.

761

(n)

Ps 71,16bc
1Οὓς γὰρ ἐκαρποφόρησεν Ἰησοῦς διὰ τῆς ἐπιδημίας πιστοὺς ἀνθρώπους,
καὶ πλῆθος καὶ μέγεθος πράξεων καὶ θεωρημάτων ἔχουσιν· μαρτύριον δὲ τούτου τὸ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. οὕτω γοῦν πληθυνθέντος καὶ ὑπεραρθέντος τοῦ καρποῦ τοῦ102 in vol. 2
5στηρίγματος τῶν ὅλων, ἐξανθήσουσιν ἐκ τῆς πόλεως τῆς Ἱερουσαλὴμ οἱ ἀπιστήσαντες τῷ σωτῆρι Ἰουδαῖοι ὡς ἐκ τῆς γῆς χόρτος, διὰ τὸ εὐμάραντον καὶ ταχὺ ἀποξηραίνεσθαι οὕτως ὠνομασμένοι καὶ μάλα δικαίως. ἐπεὶ σὰρξ τῷ φρονήματι γεγόνασιν ἀπιστήσαντες τῷ σωτῆρι καὶ δόξαν παρ’ ἀλλήλων λαμβάνοντες ἀλλὰ μὴ τὴν παρὰ θεοῦ μόνου διδομένην ζητοῦντες, ἐξανθήσουσιν
10οἷα τῆς γῆς χόρτος· Πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. οὐ γὰρ ἀνθή〈σειν〉 εἶπεν ἀλλ’ ἐξανθήσειν. Εὖ δὲ καὶ τὸ Ἐκ πόλεως καὶ μὴ ἐν πόλει ἐξανθῆσαι οἷα χόρτος τοὺς περὶ ὧν ὁ λόγος. ἔξω γὰρ τῆς πνευματικῆς πόλεως Ἱερουσαλὴμ βίῳ καὶ φρονήματι σπεύσαντες εἶναι ὡς ὁ εὐμάραντος καὶ ξηραινόμενος ταχὺ χόρτος ἐξηράνθησαν,
15τοῦ ἔνδον ἐν τῇ πόλει μένοντος οὐδὲν τοιοῦτο πεισομένου· Οὐ σαλευθήσεται γὰρ εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.

762

(n)

Ps 71,17c—19a
1 Αἱ εὐλογηθεῖσαι ἐν αὐτῷ φυλαὶ οὖσαι τὰ ἔθνη μακαρίζουσιν τὸν εὐλογήσαντα λέγουσαι Εὐλόγητος κύριος ὁ τοῦ διορατικοῦ γένους θεός, ὃς μόνος θαυμάσια πεποίηκεν ἐλευθερώσας ἡμᾶς ἀπὸ εἰδωλολατρείας καὶ δαιμόνων ἀλιτηρίων θεραπείας· θαυμάσιον γὰρ ἀληθῶς ἕκαστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν
5ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ Μόνος μὴ ταραττέτω σε· οὐ γὰρ ἐναντιοῦται τῷ Οὐ δύναται ποιεῖν ὁ υἱὸς οὐδέν, ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. τὸ γὰρ Μόνος καὶ ὅσα τοιαῦτα ἐπὶ θεότητος λαμβανόμενα δηλοῖ πατέρα καὶ υἱόν, ὡς ἐκ τοῦ προφήτου παρίσταται·
10ἔνθα εἴρηται πρὸς τὸν πατέρα Καὶ οἱ Σαβαεῖν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν,
θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Τίς δὲ ἡ δόξα ἧς τὸ ὄνομα εὐλογεῖται ἢ ἣν κατώρθωσεν ἐπιδημήσας103 in vol. 2
15ἐπιδόξους καὶ ἐπιτιμίους ποιήσας ἐξ ἀτίμων καὶ ἀδόξων τοὺς μετανοήσαντας ἀνθρώπους; δυνατὸν δόξαν αὐτοῦ φάναι καὶ ὃν ἀνεδέξατο ἀοίδιμον θάνατον ὑπὲρ τῆς τῶν ὅλων σωτηρίας· τὸ γὰρ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, καὶ τὸ Τὸν ἠ〈λαττω〉μένον βλέπο〈μεν Ἰησοῦν διὰ〉 τὸ πάθη〈μα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ***
20 Εἰ δὲ κἀκείνη δόξα αὐτοῦ ἐστιν ἧς εὐλογεῖται τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα περὶ ἧς γράφει Παῦλος Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐπίστησον. μάλιστα γὰρ ταύτην καὶ τὴν περὶ αὐτῆς ἀπαγγελίαν εἰς ἀεὶ ὑμνούμενον εὑρίσκομεν, 〈Πέτρου φήσαντος· τάδε λέγει ὁ μάρτυς τῶν αὐτοῦ παθημάτων Καὶ ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι
25δόξης κοινωνός.〉

763a

(n)

Ps 72,1.2
1 [Καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται.] διὸ καὶ νοοῦντες ὃν ὁρῶσιν ἴσασιν ὅτι ἀγαθός ἐστιν. κἄν τι γοῦν σκυθρωπόν τε καὶ ἀηδὲς τοῖς ἀνθρώποις παρέχει, ἴσασιν ὡς συμφερόντως καὶ πρὸς σωτηρίαν ποιεῖ τοῦτο, καὶ οὐ σαλεύονται τὰ διαβήματα ἃ ἦσαν διαβεβηκότες καὶ προκόψαντες.

764

(n)

Ps 72,6b—9
1 Ἐπεὶ μὴ μόνῃ πρακτικῇ κακίᾳ ἀλλὰ καὶ ἀσεβείᾳ ἐνέχονται οἱ περὶ ὧν ὁ λόγος, ἀκολούθως περιβέβληνται ἀδικίαν καὶ τὴν καθ’ ὅλου ἠθικὴν κακίαν καὶ
σὺν ταύτῃ ἀσέβειαν ἀσεβῶς περὶ πάντων τῶν δογμάτων φρονοῦντες. εὖ δὲ καὶ τὸ εἰπεῖν ἐξελεύσεσθαι τὴν ἀδικίαν αὐτῶν ὡς ἐκ στέατος, τότε ἐξερχομένης104 in vol. 2
5ὅταν πρακτικῶς ἐπιτελῆται μηκέτι ἐν μόνοις τοῖς λογισμοῖς μένουσα. Διήλθοσαν εἰς διάθεσιν καρδίας. κατὰ κακίαν πρότερον διαθέντες, οὐ μόνοις ἑαυτοῖς ἔστησαν τὸ κακὸν καὶ ἄλλοις βλαπτικοὶ ποθοῦντες εἶναι· ὅθεν μετὰ τὸ διελθεῖν εἰς διάθεσιν κακίας διανοηθέντες ἐν πονηρίᾳ ἐλάλησαν ἀπατηλῶς ὡς ἀγαθά.
10 Ἐπήρθησαν, φησίν, ὡς καὶ κατὰ θεοῦ λαλεῖν ἄδικα καὶ τὴν δημιουργίαν αὐτοῦ καὶ τὴν πρόνοιαν διαβάλλειν, 〈ὁποῖοί τινές εἰσιν οἳ τῇ φορᾷ τῶν ἀστέρων ἀνατιθέντες τὰ προαιρέσει γινόμενα, οἳ καὶ θεοποιοῦντες τὰ ἄστρα καὶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα εἰς οὐρανὸν ἔθεντο τὸ στόμα αὐτῶν.〉 κατεσπάσθησαν, μᾶλλον κατερίφθησαν ὡς τὴν γλώτταν αὐτῶν ἣν κατὰ τοῦ ὑψίστου ἠκόνησαν
15διελθεῖν ἐπὶ τῆς γῆς, ὡς πάντας τοὺς ἀκούοντας εἰδέναι ὅτι ματαίως καὶ ἀσεβῶς κατὰ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ φιλοσοφοῦσιν.

765a

(n)

Ps 72,10
1 Τῶν ἀσεβῶν ὑπερήφανα λελαληκότων, ὁ τοῦ θεοῦ λαὸς ἀφορμὴν εὗρεν ἐπιστροφῆς, φωτεινῶν ἐθέλων ἀπολαύσασθαι θεωριῶν ἃς ἡμέρας ὁ λόγος καλεῖ. τὸ δὲ Ἐνταῦθα ἔνθα ὁ λέγων τοῦτο θεὸς ὁποῖον τὸ λεχθὲν Μωυσῇ Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ.

766

(n)

Ps 72,11—13
1 Οἱ ἐκβάλλειν θέλοντες τὴν πρόνοιαν καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλή〈σα〉ντες τοιούτους προφέρουσι λόγους· πῶς γνῶναι θεὸν δυνατὸν τὰ ἀνθρώπινα; μὴ
γὰρ αἰσθητικὴν ἔχει ὀργανικὴν δύναμιν; μὴ γὰρ τύπ〈ουσ〉 τῶν ὁρωμένων καὶ ἀκου〈ομ〉ένων δέχεται ἡ νόησις 〈αὐτοῦ〉, ἵνα καὶ γνοὺς * διάθηται προνοητικῶς105 in vol. 2
5ἅμα καὶ βασιλικῶς ἄγων αὐτὰ ᾗ βούλεται; εἰπόντες δὲ πρότερον Πῶς γνώσεται ὁ θεός; ὁμολογοῦσι γινώσκειν * τὸν θεόν, ἀ〈γνοοῦσι〉 δὲ τὸν τρόπον 〈τῆς γνώσεως. μετὰ ταῦτα δὲ καὶ ἀγνοεῖν αὐτὸν λέγουσιν εἰπόντες Εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; πεπλάνηνται δὲ νομίζοντες αὐτὸν ἔχειν διάθεσιν τὴν κατὰ ποιότητα. πατὴρ γὰρ σοφίας καὶ ἀληθείας καὶ θείας ἐπιστήμης ἐστίν. εἴρηται
10γοῦν Θεὸς γνώσεων κύριος, καὶ Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, καὶ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. καὶ πῶς ὧν καὶ διδάσκει καὶ δίδωσι λείπεται, νεμεσητικοῦ δὲ πάθους τὸ θέλειν ἕκαστον τῶν πρὸς ἀξίαν τυγχάνειν, τοῦ ἀληθῶς σοφοῦ τὴν εὐπραγίαν ἢ δυσπραγίαν οὐκ ἐν ἡδέσιν ἢ λυπηροῖς τιθεμένου, ἀλλὰ τὴν μὲν ἐν ἀρετῆς κτήσει καὶ εὐσεβείας, τὴν δὲ τῇ
15τούτων στερήσει; ἐπεὶ τοίνυν ἑκατέροις συμβαίνει ἀηδῆ τε καὶ λυπηρά, οὐκέτι ὡς εὐσεβέσιν ἢ ἁμαρτωλοῖς τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα συμβαίνει. ὅπερ διὰ τοῦ προκειμένου κατασκευάζεται, ὡς ἂν μετὰ τὸ λεχθῆναι τὰ ταράττοντα λύσις εὐσεβὴς ἐπενεχθῇ, τοιοῦτον ἐν τῷ Μαλαχίᾳ φησὶν ὁ θεός· Ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμέν σου; καὶ εἴπατε Μάταιος
20ὁ δουλεύων θεῷ· καὶ ἰδοὺ μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν, οὐδὲν ἡμῶν πλέον ἐχόντων τῶν δουλευόντων αὐτῷ, καίτοι ἱκέται προπορευόμενοι τοῦ προσώπου αὐτοῦ. πρὸς δὲ τοὺς ταῦτα λέγοντας ἐπάγει μεθ’ ἕτερα Εἴπατε Πᾶς ποιῶν πονηρά, καλὸν ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν.〉

767

(n)

Ps 72,14
1 ...〈πε〉ρὶ τῆς μελλού〈σης αἰῶνο〉ς ὡς κολασθήσ〈ονται〉 ἄνομοι καὶ ἀσεβεῖς, τῶ〈ν〉 δικαίων ἐπαγγελίας θείας ληψομένων. Δυνατὸν ἐκλαβεῖν Καὶ ἐγενήθην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν νοήσει τοιαύτῃ· εἰρηκὼς Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ τὰ ἑξῆς,
5γνοὺς ὡς οὐκ ἔδει ταραχθέντα τοῦτ’ εἰπεῖν, ἐμαστίχθην ὑπὸ τοῦ τῆς εὐσεβείας
λογισμοῦ ὅλην τὴν ἡμέραν ἐλεγχόμενος καὶ ἐπιτιμώμενος ὑπ’ αὐτοῦ.106 in vol. 2

768

(n)

Ps 72,19b
1 Συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβανοῦ καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

769A

(n)

Ps 72,20b.21a
1 Τὴν εἰκόνα γὰρ τοῦ χοϊκοῦ ἐξουδένωσεν ὁ θεὸς οὐκ ἐῶν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον πόλιν· τοῦτο γὰρ τῶν ἐχόντων τὴν εἰκόνα τοῦ ἐπουρανίου. γράφεται δὲ καὶ ὅτι Ηὐφράνθη ἡ καρδία μου, παυσαμένη δηλονότι τῆς ἐπὶ τῷ μὴ νομίζειν πρόνοιαν ταραχῆς καὶ μεταβάλλουσα πρὸς θάτερα.

770

(n)

Ps 72,22b.23a
1 Καλῶς τὸ Κτηνώδης ἐγενόμην παρὰ σοί. ὡς γὰρ πρὸς τὸν πατέρα τῆς σοφίας καὶ θεὸν τῆς γνώσεως πάντες οἱ γενητοὶ ἀγνοοῦντές εἰσιν, κατὰ τὸ εἰρημένον ὑπὸ Μωυσέως, ὅτε εἶδεν τὸν θεὸν λόγον, Ἐγὼ ἄλογός εἰμι· πῶς γὰρ οὐ συγκρίσει λόγου καὶ ὁ λογιώτατος ἄλογος εὑρίσκετο; ταύτῃ εἴρηται
5πάλιν ὑπ’ αὐτοῦ Μωυσέως Οὐ εἰμι ἱκανὸς 〈πρὸ τῆς χθὲς καὶ τρίτησ〉 ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. οὐ γὰρ ἁπλῶς 〈εἶπεν〉 ἰσχνόφωνον καὶ 〈βραδύγλωσ〉σον καὶ τὸ μὴ ἱκα〈νὸν εἶναι〉 ἑαυτῷ πρὶν ** λόγιος γὰρ ** ἀλλὰ μετὰ ** τοῦ Ἀφ’ οὗ ἤ〈ρξω〉 λαλεῖν τῷ
θεράποντί σου ***107 in vol. 2
10 Ταύτῃ καὶ ὁ Ἀβραὰμ πρὸς τὸν κτίστην εἶπεν Ἐπεὶ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, 〈ὅπερ ἠγνόει πρὶν λαλῆσαι θεῷ〉 Παρίσταται δὲ διὰ τοῦ Ἐγενήθην, ὡς οὐδ’ ἁμαρτίαν ἐταράττετο ἐπὶ τοῖς ἀνθρώποις, ἀλλ’ ὅτι οὐχ οὕτως αὐτὰ θεωρεῖ ὡς ἐπιφέρων αὐτὰ τῇ αὐτοῦ σοφῇ προνοίᾳ. οὐ τοῦ τυχόντος δ’ ἔστι τὸ εἰπεῖν Ἐγὼ διαπαντὸς μετὰ σοῦ, ἢ μόνου
15τοῦ τεταγμένως καὶ ὁμαλῶς ἀρετὴν καὶ εὐσέβειαν ἔχοντος τοῦ ἐκ διαστημάτων κατορθοῦντος.

771

(n)

Ps 72,27.28
1 Ἐπεὶ μὴ ἐν τόπῳ ὁ θεὸς, τοπικῶς οὐδεὶς αὐτοῦ διίσταται, ἀλλὰ σχέσει καὶ διαθέσει τοῦ ἀδίκου καὶ πονηροῦ μακρὰν νοουμένου τοῦ δικαίου καὶ ἀγαθοῦ καὶ πάντων αἰτίου· καὶ ἐπεὶ τὸ ἐγγίζειν αὐτῷ ἀρετῆς ἀναλήψει σῴζει τὸν πλησιάζοντα, τὸ ἀφίστασθαι αὐτοῦ τῷ κακίαν καὶ ἀσεβείαν ἐσχηκέναι
5ἀπώλειαν φέρει. ταὐτὸν τὸ μακρύνεσθαι θεοῦ τῷ ἁμαρτάνειν. εἰκότως οὖν εἴρηται ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπολοῦνται, οὐχ οἱ μακρύναντες τῷ μὴ τοὺς ἡμαρτηκότας ἀπόλλυσθαι τῷ ἁμαρτάνειν τέλος ἐπιβάλλοντας διὰ μετανοίας. ταύτῃ καὶ Ὁ ποιῶν ἀλλ’ οὐχ ὁ ποιήσας τὴν ἁμαρτίαν δοῦλός ἐστιν αὐτῆς.
10 Πολλῶν κινησάντων μακροὺς καὶ πλείονας λόγους περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας, διὰ βραχυλογίας ὁ σοφὸς παρέστησεν αὐτοῦ τὴν ὕπαρξιν, εἰπὼν κυρίως ἀγαθὸν εἶναι τὸ προσκολλᾶσθαι τῷ θεῷ καὶ ἐπ’ αὐτῷ τίθεσθαι τὴν ἐλπίδα. εἴρηται δὲ ἤδη ὡς ἀρεταὶ καὶ εἰς τὴν τελειότητα εἰσαγωγαὶ αἱ πύλαι τῆς Σιών εἰσιν, θυγάτηρ δὲ Σιὼν πᾶσα γινομένη ἡ γενηθεῖσα κατ’ αὐτὴν καὶ πρὸς
15αὐτῇ ψυχὴ χρηματίζουσα.

772a

(n)

Ps 73,1b
1 Πυνθάνεται τίς ἡ αἰτία τοῦ ὑποπεσεῖν τοῖς περιεστηκόσι, ἵνα κωλύσαντες αὐτὴν συναπερχόμενα σχῶσι καὶ τὰ αὐτῆς ἕνεκα παρόντα. Ἀπωθεῖται ὁ θεὸς τὸν ἁμαρτάνοντα, ἐκείνου πρότερον ἀποσχοινίσαντος ἑαυτόν· Τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ἔξω, εἶπεν ὁ κύριος.108 in vol. 2

773A

(n)

Ps 73,1c
1 Ὀργὴν τοῦ θεοῦ καὶ θυμὸν μὴ καθ’ ἡμᾶς νόμιζε· ἄπαγε τῆς ἀτοπίας. περὶ γὰρ τὸν θεὸν οὐδὲν πάθος ἀνθρώπινον ἀλλὰ τὴν ὑπερβάλλουσαν ἀποστροφὴν διὰ τῶν εἰρημένων αἰνίττεται λέξεων ἣν ὑπομένειν φησὶ πρόβατα νομῆς αὐτοῦ. νομὴ δὲ τοῦ θεοῦ τὰ λόγια τοῦ πνεύματος, νόμος οἷον καὶ προφῆται, ἐν οἷς
5καθάπερ ποιμὴν πρόβατα τοὺς δικαίους νέμει.

774a

(n)

Ps 73,13.14
1 Πρὸς θεωρίαν ἀνηγμένην θάλασσα πᾶς ὁ τῶν ἀνθρώπων βίος λαμβάνεται. τοῦτον ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ θεὸς ἐκραταίωσεν ὡς ἐκ πλείονος χειμῶνος καὶ σφοδροτάτης ζάλης εἰς εὐδίαν καὶ γαλήνην ἀγαγεῖν, ἵν’ οἱ πατοῦντες αὐτὴν ὡς διὰ ξηρᾶς βαδίζωσι κατὰ τὰ λεχθέντα Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς
5ξηράν. πλειόνων οὖν δρακόντων πολλὰς κεφαλὰς ἀλλὰ καὶ ἑνὸς πολλὰς κεφαλὰς συνέθλασεν ἐπὶ τοῦ ὕδατος ὁ σωτήρ, ὕδατος νοουμένου τῆς κακίας ἢ τῶν ἀστάτων καὶ τεταραγμένων πραγμάτων τοῦ βίου. ἐν τῷ τοιούτῳ γὰρ ὕδατι ἐνεργοῦσι βλαπτικῶς οἱ δράκοντες, καὶ ὁ τούτων ὑπερέχων εἷς περὶ οὗ γέγραπται ὡς βασιλεὺς εἴη πάντων τῶν ἐν τοῖς ὕδασι καὶ ὡς ἐν θαλάσσῃ
10διατρίβει. Αὕτη γὰρ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· δεικνὺς τὴν ταραχὴν τῶν πραγμάτων καὶ τὴν κακίαν λέγει Ἐν ταύτῃ ζῷα μικρὰ μετὰ μεγάλων ἐννήχεται καὶ διαπορεύεται πλοῖα ἐπὶ τῷ ἐμπαίζειν τῷ ἐν αὐτῇ
δράκοντι εἰς τοῦτο πεπλασμένῳ. Πλείονες οὖν δράκοντες ὧν συντρίβονται αἱ κεφαλαὶ οἱ ἄρχοντές εἰσι τοῦ109 in vol. 2
15αἰῶνος τούτου οἱ ἐπαγγελλόμενοι σοφίαν καὶ σὺν αὐτοῖς ἀρχαὶ καὶ ἐξουσίαι κοσμοκράτορες τοῦ κόσμου τούτου καὶ προσέτι πνευματικὰ πονηρίας καὶ πᾶς ὁ τῶν δαιμόνων καὶ ἀντικειμένων δυνάμεων ὄχλος, κεφαλαὶ δὲ τούτων τῶν δρακόντων μαντεῖαι γοητεῖαι οἰωνισμοὶ καὶ ὅσα συντελεῖ πρὸς εἰδωλολατρίαν ἀλλὰ καὶ ψευδοδοξίαι καὶ πράξεις ἐναγεῖς. μόνου τοῦ σωτῆρος ἔργον συντρίβειν
20τῶν εἰρημένων δρακόντων τὰς κεφαλάς. οὐκ ἄλλοθεν ἀλλ’ ἔνθα ἰσχύειν ἐδόκουν. Εἶτ’ ἐπεὶ μὴ μόνας τὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἀλλὰ καὶ ὅλον αὐτὸν ἐνέκρωσεν, βρῶμα τοῦτον παρέσχεν λαοῖς τοῖς Αἰθίοψιν. οὐ γὰρ ἄλλους ἔδει ἐμφορεῖσθαι τῶν σαρκῶν καὶ μερῶν αὐτοῦ ἢ τοὺς λαοὺς τῶν Αἰθιόπων
25δι’ ἄγνοιαν σκότους καὶ νυκτὸς ὄντας υἱούς. ὡς γὰρ τὰς Ἰησοῦ σάρκας τροφὴν ἀληθινὴν οὖσαν τρέφονται πάντες οἱ τοῦ φωτὸς υἱοὶ ὡς ἐξ αὐτῆς τῆς χρήσεως τῆς βρώσεως φωτιζομένους ὑπὲρ χιόνα λευκαίνεσθαι, οὕτω τὰ τέκνα τοῦ σκότους Αἰθίοπες κατὰ τὸν ἔσω ἄνθρωπον ὄντα τραφήσονται τὰς σάρκας τὰς δρακοντείους (τὰ κακίας καὶ ψευδοδοξίας εἴδη), ὅταν παραδοθῶσι ταῖς
30ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν καὶ προσέτι εἰς πάθη ἀτιμίας καὶ ἀδόκιμον νοῦν.

775a

(n)

Ps 73,17b
1 Ἤρξατο ἀπὸ τοῦ ἔαρος τῆς ἐξαριθμήσεως πρὸς δήλωσιν τοῦ ἀπὸ ἔαρος ἄρχεσθαι τὸν ἐνιαυτόν, ἀρχομένου τοῦ μηνὸς τῶν νέων ἀπὸ ἐαρινῆς ἰσημερίας, ὃν μηνῶν ἀρχὴν καὶ πρῶτον ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀπήγγειλε Μωυσῆς.

776A

(n)

Ps 73,18
1Ἐχθρὸς ὀνειδίζων τὸν κύριον ὁ διάβολος, ἄφρων δὲ λαὸς ὁ τῶν 〈ἄλλων
ἀοράτων καὶ πονηρῶν δυνάμεων ὄχλοσ〉.110 in vol. 2

777a

(n)

Ps 73,18—21
1 Ὠνείδισε τὸν σωτῆρα Χριστὸν ἐχθρὸς Καϊαφᾶς ὁ ἀρχιερεύς, παρώξυνε δὲ τὸ ὄνομα αὐτοῦ λαὸς ἄφρων ὁ τῶν Ἰουδαίων κεκραγὼς Ἆρον ἆρον σταύρωσον αὐτόν. Οὐκ ἀληθὲς τὸ προκείμενον αἰσθητῶν θηρίων λαμβανομένων. πολλοὶ γὰρ
5τέλειοι ἄνδρες, μάρτυρες τῆς ἀληθείας, ἐβρώθησαν ὑπὸ θηρίων. λεκτέον τοίνυν ὡς οὐ παραδοθήσεται ψυχὴ ἐξομολογουμένη θηρσὶν ἐκείνοις, περὶ ὧν γέγραπται Πρόβατον πλανώμενον Ἰσραήλ· λέοντες ἐξῶσαν αὐτόν. τούτων τῶν λεόντων τὰς μύλας συνέθλασεν ὁ κύριος. εἷς τούτων ὁ Σατανᾶς ἐστιν, ὡς Πέτρος ὁ ἀπόστολος γράφει Ὁ ἀντίδικος ὑμῶν διάβολος περιπατεῖ ὡς
10λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ. Πένητες δὲ τοῦ θεοῦ εἶναι δύνανται οἱ αὐτοῦ ἕνεκα ἀπεσχημένοι πλούτου κατὰ τοὺς εἰπόντας Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, ἑτέρως πενήτων αὐτοῦ τυγχανόντων τῶν ἐν ψευδοδοξίᾳ κακίας πλοῦτον ἀποβαλόντων. εἰ δὲ αὐτοὶ τοῖς πτωχοῖς τῷ πνεύματι τυγχάνουσιν οἱ ὀνομαζόμενοι
15νῦν θεοῦ πένητες, ἐπίσκεψαι. Μετὰ ταῦτα παρακαλεῖ τὸν θεὸν ἐπιβλέψαι τὴν διαθήκην ἣν διέθετο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ πατράσιν, ἵνα μὴ τέλεον τοὺς ἀπὸ τοῦ σπέρματος αὐτοῦ ἐγκαταλείψῃ· πεπληρῶσθαι δὲ οἴκων ἀνομιῶν ῥητέον τοὺς ἐσκοτισμένους ἐν τῇ γῇ· οὗτοι γὰρ ἐν τῇ γῇ προσπελάζουσι· διὸ ἔχουσι σκῆνος γήϊνον βίον,
20πολυφρόντιδα νοῦν σκοτισθέντες δι’ ἄγνοιαν.

778a

(n)

Ps 74,1.2
1 Εἰ τὸ φθεῖραι καὶ διαφθεῖραι πολλαχοῦ παρὰ τῇ θείᾳ γραφῇ τὸ ἁμαρτάνειν ἐστίν, ἀφθαρσία καὶ τὸ ἔχειν αὐτὴν ἀρετὴν σημαίνει· Ἡ χάρις γάρ φησι μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. καὶ ἐπεὶ τὸν ἀρξάμενον ἔργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ τουτέστιν ἀγαγεῖν αὐτὸ εἰς πέρας,
5Εἰς τὸ τέλος μὴ διαφθείρῃς εἴρηται, μέχρι τέλους φεύγων τὴν φθοράν, ἵνα μὴ μείνῃ τις ἐν αὐτῇ ἀλλ’ ἐν ἀφθαρσίᾳ μείνῃ. μέγα δὲ τοῦτο τὸ κατόρθωμα, ὅθεν Ψαλμὸς ᾠδῆς ἐπὶ τῇ συμπληρώσει αὐτοῦ ἀναπέμπεται.
Εἰς τὸ τέλος φθάσαντες τοῦ μὴ διαφθεῖραι, κατωρθωμένης ἀφθαρσίας, εὐχαρίστως ἐξομολογησόμεθά σοι, θεέ, ὡς αἰτίῳ τῶν ὑπαρξάντων καὶ111 in vol. 2
10κατορθουμένων ἀγαθῶν· σὺν σοὶ γὰρ καὶ ἐκ σοῦ βεβαιοῦται ταῦτα. καὶ ἐπὶ τοῖς κατορθωθεῖσιν ἀγαθοῖς προσλαβεῖν καὶ ἕτερα βουλόμεθα· οὔπω γάρ ἐσμεν τέλειοι· ἐξομολογησόμεθα μὲν περὶ τῶν ὑπαρξάντων, ἐπικαλεσόμεθα δὲ τὴν προσηγορίαν σου ὑπὲρ τοῦ ἄλλα λαβεῖν. Ἐὰν δὲ ὦσι τέλειοι οἱ ἐξομολογούμενοι καὶ ἐπικαλούμενοι, ἐξομολογοῦνται
15ὑπὲρ ὧν πλήρη εἰλήφασιν ἐπικαλούμενοι ὑπὲρ φυλακῆς αὐτῶν, ὅπως παραμένῃ αὐτοῖς μέχρι τέλους τὰ δοθέντα παρὰ τοῦ οὐρανίου πατρὸς τοῖς αἰτήσασιν αὐτόν.

779a

(n)

Ps 74,4b
1Καὶ Δίδυμος δὲ ὁμοίως τούτοις ἐξηγήσατο.

780a

(n)

Ps 74,4.5a
1 Τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἀντὶ ψόγου λαμβάνεται ὥσπερ τὸ παροικεῖν ἐπὶ ἐπαίνου· Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. φαύλου τοιγαροῦν ὄντος τοῦ κατοικεῖν τὴν γῆν, παχύνεσθαι συμβαίνει ἐκ τοῦ φρονεῖν τὰ
5ἐπὶ γῆς καὶ ποιεῖν τὰ κατηριθμημένα τῆς σαρκὸς ἔργα καὶ τὸ ὑποκεῖσθαι τῷ φρονήματι αὐτῆς τυγχάνοντι ἔχθρᾳ εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν. ταύτην τὴν ἐκ κακίας προσγενομένην παχύτητα καθ’ ἣν ἐπαχύνθη ἡ καρδία τοῦ ἐγκαλουμένου λαοῦ ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία, περὶ ἧς εἶπεν ὅτι Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. καὶ ἐπεὶ μὴ μόνον ἐκ τοῦ τήκοντος
10ἀναλωθῆναι δεῖ τὴν κακίαν ἀλλὰ καὶ ἐκ προαιρέσεως τῶν ἐνεχομένων, προστάττεται πνεύματι πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ἵνα Σαρκὸς ἐπιθυμίαν μὴ τελέσητε. Στύλους δὲ αὐτῆς τῆς τακείσης γῆς τοὺς εὔτονον καὶ φρόνημα ἀληθὲς ἔχοντας 〈λέγει〉 ἢ τοὺς κήρυκας τῆς ἀληθείας, οὓς στερεοῖ ὁ ἐν τάξει τῇδε
15οὔσῃ ἱδρύων αὐτοὺς ἐν τῷ οἴκῳ τοῦ θεοῦ σωτήρ.112 in vol. 2

781A

(n)

Ps 74,4.5a
1 Στερεώσας τῆς ἐκκλησίας τοὺς στύλους τοῖς λοιποῖς παρῄνεσα μὴ παρανομεῖν. λέγοιτο δ’ ἂν πρὸς τὸ καταστασιάσαν τάγμα καὶ κατεπαρθὲν τοῦ Χριστοῦ, δι’ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. πλὴν καὶ τοῖς καθ’ ὅλης οἰκουμένης ἔθνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ
5παρανομεῖν μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ θεοῦ τῇ πολυθέῳ προσέχοντας πλάνῃ. Ἄνωθεν δὲ τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἐπὶ ψόγου λαμβάνεται ὡς ἐν ἐπαίνῳ τὸ παροικεῖν. Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν
10γῆν. παχύνεται γὰρ ὁ φρονῶν τὰ ἐπὶ τῆς γῆς καὶ ποιῶν τὰ τῆς σαρκὸς ἔργα ἧς τὸ φρόνημα ἔχθρα εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν, κατὰ τὸ Ἐπαχύνθη ἐπλατύνθη ἐλιπάνθη· ὁποῖοι ἦσαν οἱ τὸ στέαρ αὐτῶν συγκλείσαντες ἐν τῇ γῇ καὶ περὶ ὧν εἴρηται Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Τὴν δὲ τοιαύτην ἐκ κακίας παχύτητα ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος
15διδασκαλία εἰπόντος Πῦρ ἦλθον βαλεῖν ἐπὶ τῆς γῆς. ἀλλ’ ἐπεὶ καὶ ἐκ προαιρέσεως ἀναλωθῆναι δεῖ τὴν κακίαν καὶ οὐκ ἐκ μόνου τοῦ τήκοντος, προσταττόμεθα τὰς πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ἵνα σαρκὸς ἐπιθυμίαν μὴ τελέσωμεν. Στερεοῖ δὲ τῆς γῆς τῆς τακείσης τοὺς στύλους τοὺς εὔτονον βίον καὶ
20ἀληθὲς ἔχοντας φρόνημα, μᾶλλον δὲ τῆς ἀληθείας τοὺς κήρυκας περὶ ὧν εἴρηται Στῦλοι οὐρανοῦ ἐπετάσθησαν, πτερωθέντες πτεροῖς οὐρανίοις ὡς λέγεσθαι περὶ αὐτῶν Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. γέγραπται δὲ καὶ περὶ πάσης τῆς ἐνδόξου ἐκκλησίας ἧς παρέστησε Χριστὸς ἑαυτῷ Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. πάντας οὖν τοὺς στύλους τούτους στερεοῖ ὁ ἐν τάξει
25τῇδε οὔσῃ ἱδρύων αὐτοὺς ἐν τῷ οἴκῳ τοῦ θεοῦ σωτὴρ λέγων Τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

782A

(n)

Ps 74,7b
1 Ἔρημον δέ φησιν ἀρετῆς καὶ εὐσεβείας. σημεῖον δὲ τῆς πονηρίας αὐτῶν τὸ διὰ θυσιῶν αὐτοὺς ἀποτροπιάζεσθαι ὡς διαβλάπτοντας, εἰ μὴ λοιβὴν καὶ καπνὸν καὶ κνῖσαν λάβοιεν· ἀλλ’ οἱ εὐσεβεῖς θεὸν εἰδότες τοῦ φρονεῖν
εἱμαρμένην καὶ γοητείαν ἐλεύθεροι.113 in vol. 2

783a

(n)

Ps 74,7.8
1 Ὁμοίως καὶ Δίδυμός φησιν. Οἱ πιστοὶ εὐσεβεῖς ὄντες ἴσασιν ὡς οὐκ ἐξ ἀνατολῆς καὶ δύσεως ἄστρων οὐδὲ πονηρῶν ἐπιμελητῶν ἀλλ’ ἐκ θεοῦ ἄγεται τὰ τῆς προνοίας ἔργα· Αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας
5ἀνίστησι πένητα. Ἐπίστησον δὲ εἰ οἷόν τε καὶ περὶ τοῦ ἀπὸ ἐθνῶν καὶ ἐκ περιτομῆς λαοῦ λαβεῖν τὸν στίχον, ταπεινωθέντος τοῦ ἐκ περιτομῆς καὶ ὑψωθέντος τοῦ ἀπὸ ἐθνῶν.

784

(n)

Ps 74,9
1 Ἐναντίωμα δοκεῖ σημαίνεσθαι ἐκ τοῦ πλῆρες εἶναι τὸ ποτήριον κεράσματος, ἀκράτου οἴνου ὄντος ἐν αὐτῷ. οὐκ ἀντίκειται δὲ τὸ ἄκρατον τῷ κεράσματι· ἡ γὰρ ἄκρατος φωνὴ ὁμώνυμος, δηλοῦσα ποτὲ αὐτὸν τὸν οἶνον ὡς μὴ διαφέρειν οἶνον ἢ ἄκρατον εἰπεῖν, ἄλλοτε παριστᾷ τὸν ἀμιγῶς ἔχοντα πρὸς ὕδωρ οἶνον.
5παριστᾷ δὲ καὶ τρίτον σημαινόμενον, ὅταν κράματος γενομένου ἐξ οἴνου καὶ ὕδατος ἐπικρατοῦντος τοῦ οἴνου ἄκρατον λέγωμεν τὸ κρᾶμα. τὸ τρίτον τοίνυν σημαινόμενον δηλοῖ τὸ προκείμενον ῥητόν, τοῦ θεοῦ καταμιγνῦντος τῷ κράματι τῷ πρὸς τοὺς κρινομένους ἔλεον καὶ χρηστὴν πρόθεσιν ὥστε μὴ ἐπαξίως τιμωρηθῆναι οἷς ἔδρασεν ὁ κολαζόμενος, οὐδενὸς ἂν ὑφισταμένου εἰ τὰς γενομένας
10ἁμαρτίας παρατηρούμενος ὁ θεὸς ἐπήγαγε τὸ κρίμα καθὸ κολάζεται ὁ ἠνομικώς. Τοῦτο τὸ ποτήριον ἐν τῇ χειρὶ τοῦ θεοῦ κλίνεται ἐξ ἄλλου εἰς ἄλλο τῷ πολλάκις τὸν κολαστέον δι’ ἃ ἐποίησεν κακὰ ἐκ μετανοίας δικαιοῦσθαι καὶ τὸν δόξαντα πρὸς ὀλίγον εἶναι ἀγαθὸν μεταπίπτειν. πλὴν εἰ καὶ κλίνει ἐκ τούτου εἰς τοῦτο, οὐκ ἐκχεῖ εἰς τοὺς ἀνθρώπους ὁ τρυγίας ἀλλ’ εἰς τοὺς ἁμαρτωλοὺς
15τῆς γῆς εἴς τε τὸν διάβολον καὶ τοὺς ἀλιτηρίους δαίμονας.114 in vol. 2

785a

(n)

Ps 74,10.11
1 Ἐλεγχθέντων τῶν κατὰ τοῦ θεοῦ ἄδικα λαλούντων καὶ τῶν ἑπομένων τελεσθέντων, ἐγὼ εὐχαριστῶ μὴ ὑπεύθυνος εὑρεθείς τινι τῶν ἐγκληθέντων· ὅθεν καὶ ἀγαλλιῶ καὶ ψαλῶ εἰς τὸν αἰῶνα τῷ θεῷ τοῦ πατριάρχου Ἰακὼβ ἰσχὺν δεδωκότι μοι ὡς ἐκείνῳ ἐπὶ τῷ συγκλάσαι πάντα τῶν ἁμαρτωλῶν τὰ
5κέρατα οἷς ἐχρῶντο κατὰ τῶν ἀσθενεστέρων τυγχάνοντες ταῦροι κερατισταί. τίνες δὲ οὗτοι ἐδηλώθη ἐν τῷ Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. 〈εἰ〉πὼν δὲ τοῦτο οὐκ ἐπήνεγκεν Καὶ ὑψωθήσεται τὰ κέρατά μου, ἀλλὰ Τοῦ δικαίου. σύνηθες τοῦτο τοῖς ἁγίοις διὰ προσοῦσαν ἀτυφίαν· καὶ διδάσκουσιν ὡς ὑπάρξαι παντὶ ἀνθρώπῳ ἐν Χριστῷ ὄντι δικαίῳ συντρίψαντι
10τῶν ἁμαρτωλῶν τὰ κέρατα τὸ ὑψωθῆναι τὸ κέρας αὐτοῦ. Εὖ δὲ καὶ τὸ φάναι πληθυντικῶς μὲν τοὺς ἁμαρτωλοὺς ὧν τὰ κέρατα συντρίβεται, ἑνικῶς δὲ τὸν δίκαιον οὗ ὑψοῦται τὰ κέρατα. 〈πλῆθος γὰρ πᾶς ἁμαρτωλὸς τῷ μὴ συνυπάρχειν ἀλλήλαις τὰς κακίας ὥσπερ τὰς ἀρετὰς ἀντακολουθούσας ἀλλήλαις εὑρίσκεσθαι διὰ τὸ εἶναι μεσότητας.〉 κἂν τοίνυν
15πολλοὶ ἄνθρωποι δικαιοσύνην ἔχωσιν (αὕτη δέ ἐστιν ἡ καθόλου ἀρετή), ἑνικῶς δίκαιος καλοῦνται.

786a

(n)

Ps 75,2
1 Οὐ ταὐτὸν τὸ γινώσκεσθαι καὶ τὸ γνωστόν, γνωστοῦ ὄντος καὶ τοῦ ἀγνοουμένου ὅταν γνωσθῆναι δυνατῶς ἔχῃ. ὄντος τοιγαροῦν τρόπῳ τῷ λεχθέντι ἐν τῇ Ἰουδαίᾳ τοῦ θεοῦ γνωστοῦ, ἀκολούθως ἐν τῷ οἰκοῦντι
τὴν Ἰουδαίαν Ἰσραὴλ μέγα ἐστὶ τὸ ὄνομα αὐτοῦ, φημὶ δὲ τοῦ γνωστοῦ.115 in vol. 2

787a

(n)

Ps 75,3.4
1 Παντὶ τρόπῳ ἀποδιωκτέον τὴν τῶν παθῶν ταραχὴν καὶ τὸν τῶν κακιῶν πόλεμον, ἵν’ εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἔχοντες τόπος γενώμεθα θεοῦ. οὕτω γὰρ καὶ κατοικητήριον αὐτοῦ ἐσόμεθα, σκοπευτικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι εἶναι· τὸ γὰρ κατοικητήριον αὐτοῦ ἐν τῇ ἀποδοθείσῃ
5Σιὼν τυγχάνει. Ἀναχθήσεται τὰ εἰρημένα εἰς τὴν ἁγίαν ἐκκλησίαν οὖσαν τόπον θεοῦ ἐν εἰρήνῃ ἱδρυμένην καὶ τὸ κατοικητήριον αὐτοῦ. Ψάλατε γάρ φησι τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. καὶ ἐπεὶ μὴ ἐκ δυνάμεως ἡμῶν ἀλλὰ χάριτι θεοῦ κατώρθωται ταῦτα, αὐτῷ τὴν αἰτίαν τῆς εἰρήνης ἀναφέρων ὁ λόγος φησὶν
10Ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. οὕτω γὰρ εἰρήνη ὑπῆρκται ἐν ᾗ ὁ τόπος τοῦ θεοῦ ἐστιν, συντριβέντων τῶν κρατούντων τῶν τόξων ἀφ’ ὧν ὁ πονηρὸς πέμπων τὰ πεπυρωμένα βέλη αὐτοῦ ἐνεποίει πάθη καὶ ἄτακτα κινήματα, ὧν καὶ αἴτιος ἦν. σὺν τοῖς εἰρημένοις τόξοις καὶ τὰ συγγενῆ ὅπλα καὶ ῥομφαία συντρίβεται καὶ σὺν αὐτοῖς οἱ
15χρώμενοι πόλεμος καλούμενοι· Συντρίβων γὰρ πολέμους ὁ κύριός ἐστιν.

788a

(n)

Ps 75,5—7
1 〈Καὶ οἱ ἅγιοι δὲ ἄνδρες ὄρη αἰώνια σκοποῦντες, λοιπὸν τὰ μὴ βλεπόμενα καὶ αἰώνια, ἀφ’ ὧν φωτίζει θεὸς διαφόρως τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ, πρὸ μὲν τῆς ἐπιδημίας διὰ προφητῶν καὶ Μωυσέως, μετὰ δὲ ταύτην δι’ ἀποστόλων καὶ εὐαγγελιστῶν ὡς τοὺς φωτιζομένους γίνεσθαι φῶς, λέγοντος
5Παύλου Ὁ θεὸς ὁ εἰπὼν Ἐκ σκότους φῶς λάμψαι ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ. Τὸ θαυμαστῶς δὲ τῷ φωτίζειν προσέθηκεν, ὅτι τῶν ἄλλων γνῶσιν ἐπαγγελλομένων καὶ ταύτῃ φωτίζειν θεὸς παραδοξότερον εἰς γνῶσιν καὶ σοφίαν ἄγων δι’ ἀποκαλύψεών τε καὶ ὀπτασιῶν φωτίζει θαυμαστῶς ἀπὸ τῶν
10εἰρημένων ὀρῶν. εἰ δὲ καὶ Ἰουδαίας οὔσης, ὡς εἴρηται τῆς γραφῆς, ὄρη ταύτης αἱ ὑψηλαὶ θεωρίαι καὶ τὰ δόγματα τῆς θεοσεβείας, καὶ ἀπὸ τούτων
θαυμαστῶς φωτίζει θεὸς τοὺς ἐρχομένους εἰς ἐπίγνωσιν ἀληθείας. πολλαχοῦ δὲ τῆς γραφῆς ὄρη νοητὰ καὶ οἱ ἄγγελοι ἀφ’ ὧν πάλιν φωτίζει θεὸς ἀποστέλλων αὐτοὺς εἰς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἑκάστῃ δὲ τῶν116 in vol. 2
15ἐκδόσεων ἁρμόσει τὸ Ἐγγίσατε ὄρεσιν αἰωνίοις, ὑπὸ θεοῦ τοῖς ποθοῦσιν εὐσέβειαν προσταττόμενον, τῶν μέντοι συνετῶν ἐκ τῆς παρούσης αὐτοῖς ἀρετῆς ὠφελουμένων. Σύνεσις γὰρ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν. οἱ ἀσύνετοι ὑπὸ παθῶν τε καὶ κακίας ταράττονται, ἐσθότε καὶ ὑπὸ ἀπατεώνων αἰσθητῶν καὶ ἀοράτων, κατὰ τὸ Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. ταὐτὸν γὰρ τὸ
20σκοτισθῆναι καὶ ταραχθῆναι· δηλοῖ γὰρ ἑκάτερον ἄγνοιαν, ἐπ’ ἀμφοτέρων σκοτιζομένου τοῦ νοῦ. Θεὸς δὲ λέγεται Ἰακὼβ τοῦ ἀσκητικοῦ καὶ ἀνδρείου καὶ δικαίου πρὸς ἔλεγχον τοῦ διὰ ῥαθυμίαν ἰδίαν τούτων ἐκπίπτοντος ὑπευθύνου ἐπιτιμίοις καθισταμένου.〉†
25 Εἴρηταί τισιν ὡς ὀχήματα καὶ ἵπποι τῶν ψυχῶν τὰ σώματα. ἐν τούτοις τοῖς ἵπποις ἐπιβᾶσαι φιληδόνως ἀρχὴν τοῦ καθεύδειν δέχονται, καθελκόμενοι εἰς ὕπνον ψεκτὸν τῶν ὑποπιαζόντων τὸ σῶμα καὶ δουλαγωγούντων σὺν ἐπιστήμῃ τοῖς ἵπποις ἐπικαθημένων. ἔστι γοῦν ἰδεῖν ἐν τῇ γραφῇ τὸν ἐπιβάτην ὡς ἐπὶ τὸ πλεῖστον ψεκτῶς ὠνομασμένον, ὡς καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ
30ἀπειλὴ θεοῦ· Καὶ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην ἐν παραφρονήσει· καὶ παρὰ Μωυσῇ Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν— καὶ ἱππέα ἐπαινετῶς παραλαμβανόμενον· εἶπε γοῦν πρὸς τὸν Ἠλίαν Ἐλισσαῖος Πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ πρὸς τὸν σωτῆρα ἀπαγγέλλεται Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.

789a

(n)

Ps 75,8
1 Οὐδεὶς οἷός τέ ἐστιν τῶν πενήτων ὀργιζομένῳ θεῷ ἀντιστῆναι φόβον ἐμποιοῦντι τοῖς κρινομένοις τῷ μηδὲν παρορᾶν ὅσον ἐπὶ τῷ καρδιογνώστην εἶναι. φασὶν γοῦν οἱ τὸν λόγον πρὸς αὐτὸν ὡς πρὸς κριτὴν ἔχοντες Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται;
5 Πλὴν εἰ καὶ μηδεὶς ἀντιστῆναι τῇ ὀργῇ αὐτοῦ δυνήσεται ὄντος φοβεροῦ, ἀλλ’ οὖν αὐτὸς διὰ προσοῦσαν ἀγαθότητα σὺν ἐλέει καὶ κρίνει· Ἔλεος γὰρ
καὶ κρίσιν ᾄσομαί σοι, κύριε. Ἐξ οὐρανοῦ ἀκουτίζει κρίμα κρίνων τῷ προνοίας λόγῳ πρὸς τὸ ἕκαστον ὑπὸ ἴδιον συμφέρον γενέσθαι. συνᾴδει τῷ προκειμένῳ τὸ ἐν προφητείᾳ τοῦ117 in vol. 2
10Ἀμὼς οὕτως ἔχων· Κύριος ποιῶν 〈εἰς ὕψοσ〉 κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν. καθὸ γὰρ ἐν οὐρανῷ ἐστιν, ἐν ὕψει ποιεῖ πᾶν κρίμα· καθὸ δὲ ἀκουτίζει ἐξ οὐρανοῦ κρίσιν ἐκπέμπων αὐτὴν τοῖς ἐπὶ γῆς, δικαιοσύνην εἰς γῆν ἔθηκεν οὖσαν τέλος τῶν κριμάτων.

790a

(n)

Ps 75,11
1 Ἐνθύμιόν ἐστι τὸ κρυπτὸν τοῦ ἀνθρώπου. ὁ τοῦτο καθαρεῦον ἔχων εὐχαρίστως ἐξομολογήσεται τῷ θεῷ. τότε ἑορτάσει ἐν τῷ πράττειν τὰ ὠφελοῦντα, καὶ φρονεῖν τἀληθῆ δυνήσεται. εἰ δὲ καὶ τὸ Ἐξομολογήσεται τὴν ἐπὶ ἁμαρτήμασιν ἐξαγόρευσιν δηλοῖ, νόησις τοῦ προκειμένου ἔσται τοιαύτη·
5ἐπεὶ οὐκ ἐν μόναις πράξεσι καὶ λόγοις καθαρεύειν δεῖ τὸν θέλοντα εἶναι τελείως ἅγιον, καὶ περὶ ἐνθυμήματος βραχυτάτου ἐξομολογεῖσθαι δεῖ κακίζοντα ἑαυτόν. τοῦτο δηλοῦσθαι δύναται ἐκ τοῦ Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. Ἐὰν οὖν καὶ περὶ τοῦ οὕτως ἔχοντος ὥσθ’ ὑπονοεῖσθαι μὴ ἄρα ὑπάρχῃ ἐξομολόγησις γένηται, ἑορτάσει λοιπὸν τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου τοῦ
10ἀνθρώπου εὑρεθὲν πάσης κακίας ἐκτός· ἢ τῷ ἀπειλῆφθαι τὴν περὶ αὐτοῦ ἀμφιβολίαν, ἀναδειχθείσης καθαρότητος, ἑορτάζει ὁ ἅγιος, οὐ ποτὲ μέν, ποτὲ δὲ οὐ, ἀλλ’ ἀδιαστάτως καὶ ἀεὶ γινώσκων τὴν ἀλήθειαν καὶ ἐνεργῶν κατὰ δικαιοσύνην. αὕτη γὰρ κυρίως ἑορτὴ κατὰ τὸν ἀπόστολον εἰρηκότα Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ
15ἀληθείας.

791a

(n)

Ps 75,13
1Φοβερὸς ὢν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς τὸν Φαραὼ κατεπόντισεν, τὸν
Ναβουχοδονόσορ τῶν ἀνθρώπων ἐδίωξεν ἀλλοιώσας αὐτοῦ τὸ φρονοῦν ὡς μετὰ θηρίων τὴν διατριβὴν ἔχειν, ἀφῄρηκε πνεῦμα ἀπὸ Σαοὺλ ὅτε ἐξουθενήσας τὸν Σαμουὴλ τὴν τοῦ θεοῦ διαθήκην παρέβη· εἴρηται γὰρ ὡς Ἀπέστη πνεῦμα118 in vol. 2
5κυρίου ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου, κρίσει καὶ ψήφῳ ἐπιπεμφθὲν αὐτῷ. Εἰ δὲ καὶ περὶ ἐκκλησιαστικῶν ἀρχόντων ἐκδεκτέα ταῦτα, ἐπίστησον τῇ θεοπνεύστῳ γραφῇ. 〈ἔφη γὰρ πρὸς τοὺς Μιλήτου πρεσβυτέρους ὁ Παῦλος καλέσας αὐτοὺς Προσέχετε ἑαυτοῖς καὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα
10τὸ ἅγιον τοῦ θεοῦ ἐπισκόπους, καὶ μεθ’ ἕτερα Καὶ ἐξ ὑμῶν ἀναστήσονταί τινες λαλοῦντες διεστραμμένα, δηλαδὴ τὸ θεῖον πνεῦμα τοῦ φοβεροῦ τούτους ἀφαιρουμένου κριτοῦ.〉

792a

(n)

Ps 76,2—4
1 〈Ὅτε δὲ πόρρω διέστηκεν ὁ λέγων τοῦ πρὸς ὃν ὁ λόγος, ἐπιτεταμένης χρεία φωνῆς. ἐπεὶ τοίνυν τοῦ ποιήσαντος ἡ γεννητὴ οὐσία κεχώρισται, κραυγῆς τῆς κατὰ διάνοιαν δεῖ. θεὸν δὲ καλεῖ τῷ πάντα πεποιηκέναι, κύριον δὲ τῷ δεσπόζειν τῶν ἐξ αὐτοῦ γεγονότων. λέγοι δ’ ἂν καὶ θεὸν μὲν τὸν πατέρα,
5κύριον δὲ τὸν υἱόν. Ἡμέρα δὲ τῷ λέγοντι θλίψεως ἢ πᾶς ὁ βίος αὐτοῦ ἤγουν αἰὼν ὁ ἐνεστηκὼς ἐν ᾧ πρὸς τὸ ῥυσθῆναι ζητεῖ τὸν θεὸν ὡς ἄν τις ἰατρὸν ἐπὶ νόσῳ διενοχλούσῃ καλῶν. ζητεῖ δὲ πράξει καὶ διαθέσει, μὴ ἀπατώμενος κατὰ τοὺς τῶν περιστατικῶν ἀγνοοῦντας τὸ τέλος, ὡς ὁ Σαοὺλ πρὸς ἐγγαστρίμυθον ἀπελθὼν
10ἠπατήθη. ὁ δὲ ἅγιος ὅσον ἐνοχλεῖται ζητεῖ τὸν θεὸν ἐν τῇ τῶν περιστατικῶν ἀγνοίᾳ καλουμένῃ νυκτί, κατὰ τὸ παρ’ Ἡσαΐᾳ ...〉 Ἀπηνήνατο πρός τινος θνητοῦ παρακληθῆναι ἡ ψυχή μου, αὐτάρκους οὔσης πρὸς πᾶσαν παραμυθίαν τῆς περὶ θεοῦ μνήμης. εἰς τοῦτο λήψει καὶ τὸ ἐν Ἡσαΐᾳ Ἐν θλίψει τοῦ κυρίου ἐμνήσθην.
15 Κατὰ μὲν τὴν τῶν πολλῶν συνήθειαν ψεκτόν τι δηλοῖ ἡ Ἠδολέσχησα φωνή, κατὰ δὲ τὴν γραφὴν καὶ ἐπὶ ἐπαινετοῦ κεῖται· ἤγουν πρὸς τὸν θεὸν
γνησίως προσευχομένη Ἅννα, καλουμένη ἀπὸ παιδαρίου τοῦ ἱερέως ἐπιμένειν τῇ εὐχῇ, ἀποκρίνεται Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν· καὶ περὶ τοῦ Ἰσαὰκ δὲ ὅτι Ἐξῆλθεν ἀδολεσχῆσαι εἰς τὸ πεδίον. ἐπὶ ψεκτοῦ119 in vol. 2
20παραλήψῃ δὲ τὸ Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας. εἴ ποτε γοῦν λέγοιτο ἡ λέξις αὕτη ἐν τοῖς θείοις λογίοις, τῇ ἀκολουθίᾳ καὶ τῷ λέγοντι προσώπῳ ἐπιστήσαντες τὴν φωνὴν ληψόμεθα ἢ ἐπὶ βελτίονος ἢ ἐπὶ κακοῦ. 〈νῦν τοίνυν καὶ τὸ πρόσωπον καὶ ἡ λέξις ἐπαινετὰ οὗ τὸ πνεῦμα ὠλιγοψύχησεν δηλοῦν τὴν ψυχήν· οὕτω γὰρ καὶ Στέφανος ἔλεγε Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·
25ὀλιγωρήσας δὲ διὰ τοὺς ἐπικειμένους ἐχθροὺς ἐπέδωκεν ἑαυτὸν τῷ θεῷ.〉

793a

(n)

Ps 76,5
1 Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου. ἄλλη γραφὴ φέρεται οὕτω ἔχουσα· Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Πολλῶν φυλακῶν περὶ ἐμὲ τυγχανουσῶν, ἐφύλαττον τὴν λέγουσαν ἐντολὴν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. προκατελάβοντο αὐτὰς τὸ ὅσον ἐπὶ τῷ
5ὠλιγοψυχηκέναι με πάντες οἱ ἐχθροί μου· οὐ γὰρ εἷς ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες ἅμα ἐπλήσθησαν κατ’ ἐμοῦ. διὸ καὶ ἐπικρατεστέρους αὐτοὺς γενομένους ἑωρακὼς ἐν προπαθείᾳ τινὶ γεγένημαι ὡς τάραχον ὑπομεῖναι, ἀλλ’ οὐκ ἐφθεγξάμην τι ταραχῶδες οὐδ’ ἐν διαθέσει τινὶ τεθορυβημένῃ γεγένημαι· ἔστη γάρ μοι τὰ τῆς κρίσεως τῆς προπαθείας οὐδ’ ὅλως ἐν τῷ
10παθητικῷ φόβῳ γεγενημένῳ. ἐφθεγξάμην γοῦν οὐδὲν ὧν οἱ δειλωθέντες φιλοῦσι λέγειν. Εἰ δὲ ἀρρενικῶς οἱ φύλακες λέγοιντο, ἐρεῖ ὅτι πάντας τοὺς λογισμούς, οὓς ἔδει με στῆσαι περὶ ἐμαυτὸν ἐπὶ τῷ φρουρεῖν με, ἔφθασαν πάντες οἱ ἐχθροί μου ἀντὶ τῶν φυλαττόντων ὀλεθρίους καὶ ἐπιβλαβεῖς ὑποβάλλοντες λογισμούς.
15ταῦτα δὲ περὶ ἀοράτων ἐχθρῶν λεγέσθω. Εἰ δὲ καὶ φυλακαὶ οἱ τῆς νυκτὸς μερισμοὶ λέγονται (εἰ συμβαίη, φησίν, ὅλην τὴν νύκτα ὕπνου ἐμπλησθῆναι κατὰ τὸν Ἐφραίμ), προκαταλαμβάνοντες ταύτας τὰς φυλακὰς πάντες οἱ ἐχθροὶ ἐπιθήσονται· Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ
κακοποιήσωσιν.120 in vol. 2

794a

(n)

Ps 76,6
1 Τούτων συμβάντων μοι, φησίν, διήγειρα ἐμαυτὸν πρὸς τὸ μνημονεῦσαι τῶν ἄνωθεν καὶ πολλῶν προκαταλαβουσῶν περιστάσεων (οὐ μόνον ἐμὲ ἀλλὰ καὶ τοὺς κατ’ ἀρετὴν πατέρας μου) ἀφ’ ὧν πασῶν ὁ κύριος ἐρρύσατο ἐμέ τε κἀκείνους· ἐφ’ ᾧ καὶ εὐθυμότερος γέγονα πρὸς τὸ ὑπομεῖναι εἰς τέλος, ἵνα
5ἄθλου τῶν τοιούτων ἀγώνων σωτηρίας τύχω· Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. διαλογησάμενος γὰρ τὰς ἀρχαίας ἡμέρας καὶ τὰ αἰώνια ἔτη μνησθεὶς καὶ μελετήσας, εὗρον πολλάκις ἐμαυτόν τε καὶ τοὺς λοιποὺς ἀνθρώπους εἰς ἀπορίαν τοιαύτην ἐμπεσόντας, ὡς ἀπογνῶναι τὴν σωτηρίαν καὶ πᾶσαν ἐλπίδα καταλεῖψαι· ἀλλὰ πεποιθήσεως ἐπὶ θεὸν γεγενημένης, πᾶσα
10εὐπορία ἐν τοῖς καταλαβοῦσιν ἀπόρεις ἀναπέφανται. μνημονεύσῃς εἰς τὰ προκείμενα τῆς Ἑβραϊκῆς πληθύος ἐλθούσης παρὰ τὰς ὄχθας τῆς θαλάσσης· οὐδεμιᾶς γὰρ ἐκεῖ ὑπολειπομένης ἐλπίδος χρηστῆς, ἐξαίφνης ὁ θεὸς ἐν στενοῖς πλάτος καὶ ἐν ἀπόροις εὐπορίαν παρέσχεν.

795a

(n)

Ps 76,7
1 Παντὸς τοῦ βίου τούτου διὰ τὴν ἐπιπολάζουσαν ἄγνοιαν τῶν πραγμάτων νυκτὸς ὀνομαζομένου, οὐ κατὰ τοὺς ἄλλους ἀνθρώπους ὕπνῳ καὶ κάρῳ ἐμαυτὸν παραδέδωκα ἀλλὰ πρὸς νηφαλεότητα καὶ γρήγορσιν διαναστήσας ἐμαυτόν· 〈Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν.〉
5 Μετὰ τῆς καρδίας μου, τουτέστι τοῦ νοῦ μου, αὐτὸς ἐμαυτῷ διαλεγόμενος περὶ τῶν πρακτέων καὶ φύσεων τῶν πραγμάτων (γνοῦς γὰρ ὅτι πρόσκαιρα τὰ παρόντα) ἔμαθον ὅτι τέλος ἕξει τὰ περιστηκότα πονηρά. ἐσκάλευον δὲ σὺν γεωργικῇ τέχνῃ τὸ πνεῦμά μου, σπείρειν εἰς αὐτὸ βουλόμενος, ἵνα ἐξ αὐτοῦ θερίσω ζωὴν αἰώνιον· Ὁ σπείρων γὰρ εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος
10θερίσει ζωὴν αἰώνιον. Οὐ νομιστέον δὲ συνωνύμως εἰρῆσθαι τὸ πνεῦμα, ἀλλ’ ὁμωνύμως ἐπὶ τῆς
παρούσης λέξεως καὶ τῆς πρότερον τεθείσης· ἐκεῖ μὲν γὰρ ἡ ψυχὴ πνεῦμα ἐλέγετο, ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἰ γὰρ καὶ ἐνταῦθα τὸ πνεῦμα ἀντὶ τῆς ψυχῆς λέγεται, τίς ὁ σκάλλων τὸ πνεῦμα αὐτοῦ καὶ121 in vol. 2
15ἀδολεσχῶν μετὰ τῆς καρδίας αὐτοῦ; οὐ γὰρ οἷόν τέ ἐστι τὸ σῶμα ταῦτα ποιεῖν. Ψυχὴ οὖν ἐστιν ἡ καὶ κυρίως ἄνθρωπος οὖσα καὶ ἀδολεσχοῦσα μετὰ τοῦ νοῦ καὶ σκαλεύουσα τὸ πνεῦμα τὸ τῷ νῷ συνεζευγμένον· Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ
20νοΐ.

796a

(n)

Ps 76,8—10
1 Φθορὰ γὰρ ἂν εἴη τὸ ἐκστῆναι τῆς κατὰ φύσιν ἀγαθότητος, οὐκέτι τῆς οὐσίας μενούσης, εἰ τῶν κατὰ φύσιν ὑπαρχόντων τι ἀφαιρεθείη αὐτῆς. πρότερον γὰρ εὐδοκοῦντα βοηθεῖν καὶ ἐπινεύοντα τοῖς αἰτουμένοις εἶδον αὐτόν, ὅτε Διελογισάμην ἡμέρας ἀρχαίας. ἆρ’ οὖν μέχρις ἐκείνων ἔστη ἡ χρηστότης
5αὐτοῦ, οὐκέτι προστιθέντος αὐτοῦ εὐδοκῆσαι; ἄπαγε. οὔτε γὰρ τὸ ἔλεος αὐτοῦ ἀποκόπτει ἀπὸ τῆς προτέρας γενεᾶς, οὐ φθάνον ἐπὶ τὴν ἐσομένην. τοῦτο γὰρ οἰομένων ἐστὶ τέλος ἕξειν τὸ ἔλεος αὐτοῦ, εἰ ἔν τινι μὲν γενεᾷ εὐεργετοίη καὶ ἐλεοίη, ἔν τινι δὲ μή. οὐδὲ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι, ὥσπερ οὐδὲ τὸ πῦρ καὶ τὸ φῶς ἐπιλήσεται τοῦ φωτίζειν καὶ θερμαίνειν. κἂν γὰρ διὰ
10πρόσκαιρον ὀργὴν διὰ ἁμαρτίαν συμβᾶσαν δόξῃ συνέχειν τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀλλ’ οὐκ εἰς τὸ ἀεὶ συσχεθήσονται.

797a

(n)

Ps 76,11
1 Εἰ καὶ πολλὰ θλιβερὰ περὶ ἐμὲ γεγενημένα τάραχον ἐνέβαλέ μοι ᾧ ἠκολούθησε τὰ διηγηθέντα ἐν πάσαις ταῖς προκειμέναις λέξεσιν, ἀλλὰ καὶ ἐπιστήσας τοῖς πράγμασιν ἐθεώρησα μὴ εἰς τοὺς αἰῶνας ἀπωθούμενον τὸν θεὸν μηδὲ τὰ ἄλλα ἃ κατείλεκται ποιοῦντα, ὡς ἄλλην ἀρχήν με τρόπον τινὰ
5ζωῆς καταβαλέσθαι· ἐπὶ πᾶσιν γὰρ οἷς διεξελήλυθα εἶπον τὸ Νῦν ἠρξάμην, πάντων τῶν ταραξάντων με καὶ φοβησάντων μεταβαλόντων ὡς θαρσαλέον
με τοῦ λοιποῦ γενέσθαι. Αὕτη οὖν ἡ μεταβολὴ κατὰ ποιότητα οὖσα (ἐκ διαθέσεως γὰρ εἰς διάθεσιν μεταβέβηκα) ἀλλοίωσίς ἐστιν, οὐκ ἄλλου αὐτὴν ἐνεργήσαντος ἢ τῆς δεξιᾶς122 in vol. 2
10τοῦ ὑψίστου. αὕτη γὰρ καὶ τὰς ἐννοίας ταύτας παρέσχεν καὶ συνήργησεν εἰς τὸ ἀλλοιωθῆναί με.

798a

(n)

Ps 76,13b
1 Αὕτη ἡ ἀδολεσχία ὁμοία τῇ ἄνωθεν ἀγαθή· τὸ πολλάκις γὰρ τὰ θαυμάσια τοῦ θεοῦ λέγειν τινὰ καλόν ἐστιν.

799a

(n)

Ps 76,14a
1 Ἐπεὶ ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τοῖς ἁγίοις ὁ θεός, ἐν ἑκάστῳ τῶν ἁγίων ἔχει τὴν ἰδίαν ὁδόν, ἐπιπορευόμενος τῇ ἑκάστου αὐτῶν διανοίᾳ. ἐπειδὴ δὲ ὁ λόγος αὐτοῦ ὁδὸς εἴρηται (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ὁδός), ἔστι δὲ ὁ λόγος αὐτοῦ ἐν οὐδενὶ φαύλῳ καθὸ ὁδός ἐστιν, ἀλλ’ ἐν μόνοις τοῖς ἁγίοις εἰκότως
5εἴρηται ἡ ἐγκειμένη φωνή.

800a

(n)

Ps 76,14b
1 Τὸ μέγα ἐπὶ νοητῆς οὐσίας καθ’ ὑπεροχὴν δυνάμεως ἀλλ’ οὐ κατὰ ποσὸν λέγεται. οὐδεὶς οὖν οὕτω μέγας εὑρίσκεται θεὸς ὡς ὁ ἡμέτερος. θεοὺς δὲ λέγει οὐ τὰ ἀγάλματα οὐδὲ τὰ δαιμόνια (ἑκάτερα γὰρ ταῦτα θεοὶ λέγονται), ἀλλ’ ἐκεῖνοι πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ γενόμενος ἐθεοποίησεν αὐτούς. οὐ
5γὰρ θεότητος οὗτοι παρεκτικοὶ ἀλλὰ μέτοχοι. Λέγεται δὲ ἡ παροῦσα λέξις πρὸς τὸν σωτῆρα, ὡς τὰ ἑξῆς δηλώσει,
μεγάλου ὄντος θεοῦ καὶ πατρός, ἐπεὶ υἱὸς τοῦ μεγάλου θεοῦ ὑπάρχει.123 in vol. 2

801

(n)

Ps 76,15a
1 Μετὰ τοῦ ἄρθρου λέγεται θεὸς ὁ σωτήρ, ἵνα δειχθῇ ἕτερος ἐκείνων τῶν πρὸς οὓς εἴρηται Ἐγὼ εἶπα Θεοί ἐστε· ὅθεν οὐδεὶς αὐτῶν ὡς ὑπερέχων τῶν ὁμογενῶν μετὰ τοῦ ἄρθρου εἴρηται θεός. τοιοῦτόν ἐστι καὶ τὸ Ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, τῷ μόνος εἶναι κατ’ οὐσίαν θεός· οὐδεὶς
5γὰρ τῶν ἑτέρων μονογενὴς ἀλλὰ μεθ’ ὁμογενῶν ἐστι θεός. κατὰ τὴν αὐτὴν θεότητα τῷ μονογενεῖ θεῷ καὶ ὁ πατὴρ θεός ἐστιν. εἴρηται γοῦν πρὸς τὸν σωτῆρα (μιᾶς οὔσης θεότητος αὐτοῦ καὶ τοῦ πατρός) Ἐν σοὶ ὁ θεός ἐστιν, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν. πῶς γὰρ εἰ ὁ θεὸς ἐν αὐτῷ ἐστιν, οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ καὶ αὐτὸς ὁ θεός ἐστιν, εἰ μὴ
10νοοῖμεν πατρὸς καὶ υἱοῦ τὴν αὐτὴν θεότητα ὡς ἕνα θεὸν εἶναι πατέρα καὶ υἱόν, υἱόν τε καὶ πατέρα μὴ ἕνα; ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός· ὅθεν καὶ τὸ Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τοῦ Ἐγὼ καὶ ὁ πατὴρ ἀκολούθως ἐν τῷ Ἕν ἐσμεν λεγομένου, οὐκέτι λέγοντος τοῦ υἱοῦ Ἐγὼ καὶ ὁ θεός· ἄλλος γὰρ υἱοῦ ὁ πατήρ, οὐκ ἄλλος δὲ θεὸς τῷ τὴν αὐτὴν εἶναι θεότητα τοῦ γεννήματος
15καὶ τοῦ γεννήτορος.

802

(n)

Ps 76,15b.16
1 Ἐγνώρισε τὴν δύναμιν αὐτοῦ ὁ σωτὴρ ἐν ἀμφοτέροις τοῖς λαοῖς, τῷ ἀπὸ ἐθνῶν καὶ τῷ ἐκ περιτομῆς, παράδοξα καὶ θαύματα πολλὰ ἐν αὐτοῖς ποιήσας· Δύναμις γὰρ παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. ἀλλὰ καὶ ἐν τῷ βραχίονι αὐτοῦ (λέγω δὴ τῇ ἐνεργείᾳ καὶ πράξει αὐτοῦ) ἐλυτρώσατο τὸν ἴδιον λαὸν τὸν
5ἐκ τῶν δύο ἑνωθέντα, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· Τῷ γὰρ τιμίῳ αἵματι αὐτοῦ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατρωπαραδότου. Λαοὶ δέ εἰσιν ἐν οἷς ἐγνώρισε τὴν δύναμιν αὐτοῦ, οὓς καὶ ἥνωσεν εἰς ἕνα λαὸν ὃν ἐλυτρώσατο, υἱοὶ Ἰακὼβ καὶ Ἰωσήφ, τῶν ἐκ περιτομῆς πιστευόντων
10χρηματιζόντων υἱῶν Ἰακώβ, τῶν δὲ ἀπὸ ἐθνῶν υἱῶν Ἰωσήφ. Ἰωσὴφ γὰρ ἑρμηνεύεται Κυρίου πρόσθεσις· προσέθηκε γὰρ ἀληθῶς ὁ θεὸς τοῖς σῳζομένοις
ἐκ τῆς περιτομῆς τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας. Τὸ δὲ Ἐγνώρισας οὐ τὸ ἀρχὴν τοῦ γινώσκεσθαι ἔχον σημαίνει ἀλλὰ τὸ ἐπιγινωσκόμενον καὶ ἀναγνωριζόμενον· εἰπὼν γὰρ Ὁ ποιῶν θαυμάσια,124 in vol. 2
15ἀναγνωρίζει ταῦτα διὰ τούτων τῶν ῥημάτων.

803a

(n)

Ps 76,19c—21
1 Τοῦ σωτῆρος ἐπὶ γῆς ὀφθέντος, σάλον καὶ τρόμον ἡ γῆ ὑπέμεινεν τουτέστι τὰ ἐπὶ γῆς πράγματα, τῶν παρὰ πᾶσιν νόμων καὶ δεισιδαιμόνων θεῶν ἅμα τοῖς χρηστηρίοις δι’ ὧν ἠπάτων οἱ δαίμονες ἀνατρεπομένων· ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς γηΐνοις διὰ προπαθείας ἡνωμένων μετατιθεμένων τῷ Χριστῷ
5λόγῳ, κλόνον καὶ τρόμον ὑπέμενεν ἡ γῆ. Καὶ τὴν θάλασσαν δέ, τὸν παρόντα βίον, μόνος Ἰησοῦς θεὸς ὢν ὥδευσεν ὡς ἴχνη καὶ τεκμήρια καταλειπεῖν τῆς ὁδοῦ, ὅπως ἐπακολουθήσωσιν οἱ βουλόμενοι αὐτῷ ἕπεσθαι· Αἱ τρίβοι σου γάρ φησιν ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσεται, διὰ τὸ ἀκατάληπτον εἶναι τὸν τῆς πορείας αὐτοῦ
10λόγον. Ὡδηγήθη δὲ τὰ Χριστοῦ πρόβατα ὑπὸ θεοῦ ἐν πράξει (συμβολικῶς χειρὶ ὀνομαζομένῃ) τοῦ πνευματικοῦ νόμου καὶ τοῦ ἱερατικοῦ λόγου. Χριστὸς δὲ ἡμῖν ἀμφότερα γεγένηται αὐτὸς ὢν ὁ πνευματικὸς νόμος, τῆς πνευματικῆς τελετῆς τοῦ θεοῦ μυσταγωγὸς καὶ ἀρχιερεὺς ὁ μέγας τοὺς οὐρανοὺς διεληλυθώς.
15σημαίνει δὲ Μωυσῇ τὸν νόμον, Ἀαρὼν δὲ τὸν ἀρχιερέα· διὸ καὶ ἀδελφοὶ τυγχάνουσιν, υἱοὶ τυγχάνοντες τῆς θείας προνοίας γεννησάσης τοῦτον τὸν νόμον καὶ τὸν κατάλληλον αὐτῷ ἀρχιερατικὸν λόγον· βουλήσει γὰρ αὐτῆς ἀνθρώποις ὑπῆρκται τὰ ἀγαθὰ ταῦτα.

804

(n)

Ps 77,1a
1 Νόμον ἐπὶ τοῦ παρόντος δύναται καλεῖν πᾶσαν τὴν παλαιὰν γραφήν. εἰ δὲ σημαίνοιτο ὁ προστακτικὸς καὶ ἀπαγορευτικὸς λόγος ἐκ τῆς νόμος φωνῆς κατὰ τὸν προκείμενον στίχον, προσέχειν ἐντέλλεται τῷ νόμῳ, ὅπως κατωρθωμένα τὰ ἤθη ἔχωσιν οἱ τὴν πρόσταξιν εἰληφότες αἱρούμενοι τἀγαθὰ καὶ φεύγοντες
5τὰ φαῦλα.125 in vol. 2

805

(n)

Ps 77,3
1 Ταῦτα οἱ Χριστοῦ νοῦν ἔχοντες ἤκουσαν καὶ συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ’ αὐτῶν τῶν πατέρων κατ’ ἐπιστήμην διηγησαμένων αὐτοῖς. καὶ αὐτοὶ δὲ οὗτοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ’ αὐτῶν διὰ παιδεύσεως ἐφανέρωσαν τὰ ἀπ’ ἀρχῆς προβλήματα, ὅπως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν
5γνωστὰ καὶ μὴ κεκρυμμένα τυγχάνῃ.

806

(n)

Ps 77,8d
1 Ὁ γὰρ μετὰ τοῦ θεοῦ πνεύματι γινόμενος ἐξ αὐτοῦ τοῦ συνεῖναι θεῷ πιστοῦται καὶ βεβαιοῦται κατὰ πνεῦμα. πνεῦμα δὲ τὴν διάνοιαν ἐνταῦθα εἰρῆσθαι νομιστέον κατὰ τὸ περὶ τῆς παρθένου λεχθέν, ὅπως ᾖ ἁγία πνεύματι καὶ σώματι· πνεῦμα γὰρ ἐν τούτοις τὴν γνώμην αὐτὴν καὶ τὴν διάθεσιν καλεῖ, ἀφ’
5ἧς ἡγιασμένης συμβαίνει καὶ τὸ σῶμα ἁγιάζεσθαι ἐνεργείαις ἁγιαστικαῖς ὑπηρετούμενον. εἰ δὲ καὶ αὐτὴ ἡ ψυχὴ πνεῦμα καὶ ἐνταῦθα καλεῖται, συνεπίστησον.

807

(n)

Ps 77,17—22
1 Πρὸ τῆς ἀντιλογίας δεδόμενον ἦν τὸ μάννα, ὁ ψαλμὸς μετὰ τὴν ἀντιλογίαν φησὶ καὶ τὸ μάννα καὶ τὸ κρέας δεδόσθαι. ἀλλὰ τοῦτο οὐκ ἂν εἴη ζήτημα. ἐπισυνάπτει γὰρ τὰ ἐν διαφόροις χρόνοις ὁ ψαλμός, μίαν ἀντιλογίαν ἐν διαφόροις χρόνοις γεγενημένην συνάγων ὑπὸ μίαν αἰτίαν. εἰ γὰρ δὴ τὴν πρώτην
5ἀντιλογίαν τις οἴητο τὴν πρὸ τῆς ποιήσεως τῆς σκηνῆς τὴν ἐν δευτέρῳ μηνὶ τῆς ἐξόδου, οὐκ ἐν καιρῷ τὴν ἱστορίαν ἐκείνην τῷ ψαλμῷ παρατίθησιν· οὔπω γὰρ τότε τὸ ἐκ τῆς πέτρας ὕδωρ ἐτύγχανε δεδόμενον, οὐδὲ μὴν τιμωρία ἡ τοῦ πυρὸς ἐπηκολούθησεν, ἅτε δὴ καὶ πρωτοπείροις οὖσι καὶ οὐκ ἀπεικότως ἀπιστοῦσιν ἔτι πρὸς τὴν παράδοξον δόσιν τῆς τροφῆς καὶ ὀλιγοψύχως ἔχουσι
10διὰ τὸ μὴ παραχρῆμα τῆς ἀφθονίας τυγχάνειν. διὸ οὐδὲ Μωυσῆς ἀπέκαμεν ἐπὶ ταῖς τοῦ λαοῦ μικροψυχίαις. ἐν δὲ τῇ δευτέρᾳ περὶ τῶν κρεῶν ἀντιλογίᾳ χαλεπῶς ἤδη φέρει καὶ Μωυσῆς· εἰκότως δὲ καὶ ἡ παρὰ θεοῦ τιμωρία τηνικαῦτα αὐτοῖς ἐπῄει, καὶ πυρὶ κατεφλέγοντο. δέον πιστεύειν ἐκ τῶν προυπηργμένων μὴ πιστεύοντες τῇ θείᾳ δυνάμει, καὶ δέον ἐλπίζειν τὴν ἀπ’
15αὐτοῦ σωτηρίαν οὐκ ἐλπίζοντες.126 in vol. 2

808

(n)

Ps 77,17—25a
1 Ῥητέον δὲ καὶ κατὰ ἀναγωγὴν ὧδε· ἐν τῇ ἐρήμῳ τοῦ υἱοῦ ἔνθα πολλὴ ἐπικρατεῖ ἄγνοια τῶν πραγμάτων. διελὼν καὶ διαιρήσας τὸν στερρότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ποτισμὸς πολὺς τοῖς εὐεργετουμένοις γεγένηται ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ διὰ τὸ ἀπερίγραφον κατὰ βάθος
5καὶ πλάτος ἀβύσσῳ. τὸ γὰρ ἐξαχθὲν ἐκ ταύτης τῆς πέτρας ὕδωρ ὡς ποταμοὶ κατηνέχθη. ποταμοὶ δὲ περὶ ὧν ὁ σωτὴρ Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ἐκ τῆς πνευματικῆς αὐτοῦ κοιλίας (τῆς κατὰ τὸν ἔσω ἄνθρωπον) ῥεύσουσιν ὕδατος ζῶντος· ἔλεγε δέ, φησὶν ὁ συγγραφεύς, τοῦτο περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαβεῖν οἱ πιστεύοντες.
10 Τούτων γὰρ τῶν ποταμῶν τὸ ὕδωρ ἐξάγεται ἐκ πέτρας περὶ ἧς ὁ Παῦλός φησιν Ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. αὐτὸς οὖν ὁ Χριστός, καθὸ πέτρα ἐστί, περὶ τοῦ ὕδατος τῶν ποταμῶν εἶπεν Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα. Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, οὐ πάντων τῶν ἁμαρτανόντων
15θεῷ ἁμαρτανόντων ἀλλὰ μόνων τῶν γνόντων αὐτοῦ τὸ θέλημα καὶ μὴ ποιούντων αὐτό. ἀμέλει καὶ Δαυὶδ οὐκ ἀγνοῶν τοῦ θεοῦ τὸ βούλημα ἔφη Σοὶ μόνῳ ἥμαρτον. ἢ τάχα τῶν ἐν ἠθικοῖς ἁμαρτανόντων ἡ ἁμαρτία εἰς ἀνθρώπους γίνεται, τῶν δὲ θεὸν καὶ τὴν πρόνοιαν κακολογούντων ἡ ἁμαρτία ἀσέβειά τις οὖσα εἰς θεὸν ἀνατρέχει. Ἐὰν γὰρ ἁμάρτῃ τις εἰς ἄνδρα, καὶ προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ
20εἰς κύριον τὸν θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ἀμέλει γοῦν ἐπιφέρεται ὅτι τὸν ὕψιστον παρεπίκραναν ἐν ἀνύδρῳ στερόμενοι τῶν πνευματικῶν ὑδάτων· ἀπεστράφησαν γὰρ τὸ ἀπὸ τῆς προ‐ ειρημένης πέτρας ὕδωρ. ἐν ἀνύδρῳ δὲ τυγχάνοντες οὐδὲν τῶν γλυκαινόντων τὴν χρηστότητα τοῦ θεοῦ ἔδρασαν. γλυκαίνει δὲ αὐτὴν τὰ κατ’ ἀρετὴν καὶ
25σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. Ἐξεπείρασαν οὖν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν, οὐκ ἐξ ἐπιπολῆς ἀλλ’ ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἑαυτῶν κατὰ τοῦ θεοῦ διανοούμενοι καὶ ἀμφιβάλλοντες περὶ τῆς δυνάμεως αὐτοῦ τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν οὐ ταῖς κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημέναις (τρέφονται γὰρ αὗται τὸν τῆς
30ζωῆς ἄρτον καὶ τὸν καρπὸν τοῦ ξύλου τῆς ζωῆς) ἀλλὰ ταῖς εἰς σάρκας μεταβαλλούσαις διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν ἀλλ’ ἡδέων καὶ νοσοποιῶν. ἢ τάχα ψυχὴ τροφῶν ὀρεγομένη ἡ ἐπιθυμητικὴ καὶ ὀρεκτικὴ ἐν ἡμῖν ἄλογος δύναμίς ἐστιν. περὶ ταύτης γὰρ εἴρηται Καὶ φάγῃ κρέα ὅσον ἐπιθυμεῖ ἡ ψυχή σου. ταύτης μετέχει καὶ τὰ
35ἄλογα ζῷα ὀρεγόμενα καὶ ἐπιθυμητικὰ τροφῆς ὄντα. Καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπον Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καὶ τὰ ἑξῆς; ἀλλὰ καὶ δέδωκεν ἄρτον ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα καὶ τράπεζαν ἡτοίμασεν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ. ἔφη ἡ Σοφία Τὰ ἑαυτῆς θύματα ἐπέθηκε καὶ τὸν ἑαυτῆς οἶκον εἰς κρατῆρα κεράσασα127 in vol. 2
40ἡτοίμασε· καὶ γεύσεται αὐτῶν οὐδεὶς τῶν ἀπίστων. εἰς τοῦτο παραλήψῃ τὸ Λέγω γὰρ ὑμῖν Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων γεύσεταί μου δείπνου. Διὰ τοῦτο ἤκουσε κύριος καὶ ἀνεβάλετο, κἂν εἰς τὸ ἔτι προσέχειν αὐτοῖς. τοῦτο δὲ ἠκολούθησε τὸ ἀναφθῆναι τὸ πῦρ τῶν ἐπιθυμιῶν ἐπὶ τὸν Ἰακώβ· ἢ τὸ ἐπὶ τὸ ἀσκεῖν καὶ πονεῖν ὑπὲρ ἀρετῆς κεκριμένον, ἢ πῦρ ἀνήφθη ἐκ θεοῦ
45τὸ δυνάμενον καταφλέξαι ἐπ’ εὐεργεσίᾳ αὐτῶν τὴν ὑλικὴν προαίρεσιν καὶ διάθεσιν αὐτῶν. ἑπομένως δὲ τῷ πυρὶ τούτῳ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ ὀργή. ἀφ’ ὧν γὰρ ἔπραττον κατωτερικῶν ὄντων, ἐξαφθεῖσα ἡ ὀργὴ ἐπὶ τὸν Ἰσραὴλ ἀναβέβηκε. καὶ τάχα μὲν ἐπὶ τοὺς ἀλλοτρίους τῆς θεοσεβείας κάτω που κειμένους ὀργὴ καταβαίνει κατὰ τὸ λεχθὲν Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ

808

(50)

ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. ἀναβαίνει δὲ ὀργὴ ἐπὶ τοὺς κληθέντας ἐπὶ τὸ πράττειν ἃ βούλεται θεός, ἄνω διὰ τοῦ κεκλῆσθαι γεγενημένους. ἀμέλει γοῦν ἐπὶ τὸν Ἰσραὴλ τὸν ὀφείλοντα ἄνω βλέπειν ἀναβεβηκέναι εἴρηται ἡ ὀργή. Ἐπίστησον εἰ οἱ διακονούμενοι ταῖς ἐκ θεοῦ κολάσεσι σκεύη τυγχάνοντες
55ὀργῆς, ὁμωνύμως ᾗ ὑπηρετοῦνται ὀργὴ καλοῦνται. καὶ ἡ οὕτως οὖν λεγομένη ὀργὴ κατωτέρω οὖσα τοῦ προλεχθέντος Ἰσραήλ, ἐπ’ αὐτὸν ἀναβαίνει. τούτω[ν] συνᾴδει Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. καὶ ἐν τούτοις γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον κάτω λέγεται εἶναι τοῦ πρὸς ὃν ἀναβαίνει. διὸ ἀναβαίνειν ἐπὶ τὸν Ἰσραὴλ δεδύνηται.
60 Καὶ ἐπεὶ οὐκ ἐπίστευσαν τῷ θεῷ, οὔτε ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. οἱ γὰρ μὴ ἐλπίσαντες ἐπὶ τὸν Ἰησοῦν ὄντα θεοῦ σωτήριον οὐδὲ αὐτῷ τῷ θεῷ ἐπίστευσαν. τοῖς γοῦν ἀποστόλοις ὑπὸ Χριστοῦ εἴρηται Πιστεύετε εἰς ἐμέ, καὶ εἰς τὸν θεὸν πιστεύετε. δυνατὸν δ’ ἐπὶ τὸν Ἰσραὴλ μὴ πιστεύσαντα εἰς τὸν θεὸν μηδ’ ἐλπίσαντα ἐπὶ τὸ σωτήριον αὐτοῦ ἀναβεβηκέναι νομίζειν
65τὴν ὀργὴν ἣν ὑπομένουσιν ἁλόντες ὑπὸ ῥώμης, περὶ ἧς ὁ Παῦλος ἔφη Ἔφθασε δ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. ἡ οὐρανὸς φωνὴ σημαίνει τὴν τῶν νοητῶν οὐσίαν καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν διειλήφαμεν, αἱ δὲ ἀνοιγόμεναι θυρίδες τῶν οὐρανῶν αἱ ἐξαπλώσεις καὶ φανερώσεις τῶν πατρικῶν εἰσιν,
70ῥέοντος τοῦ θεοῦ τὰς αὐτοῦ δωρεὰς διὰ τούτων τῶν θυρίδων. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· ἵνα εἴπῃ τὸν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπον. διὸ καὶ πάντα τὰ ἄλλα ὀνόματα παρεὶς καίτοι πολλάκις αὐτῶν μνημονεύσας, τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ 〈καὶ〉 τοῦ Ἐφραίμ, τῆς ἀνθρώπου
προσηγορίας ἐνταῦθα μνημονεύει πρὸς δεῖξιν τοῦ τὸν ἀληθῶς ἄνθρωπον τὸν128 in vol. 2
75κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημένον ὁμοτράπεζον καὶ ὁμέστιον ἀγγέλοις γεγονέναι μεταλαμβάνοντα τοῦ ἀληθινοῦ μάννα.

809

(n)

Ps 77,38b
1 Τὸ διαφθεῖραι σημαίνει ποτὲ τὸ κολάσει περιπεσεῖν καθάπερ Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός, ἀντὶ τοῦ κολάσει. ἀλλ’ ἐπεὶ δηλοῖ τὸ διαφθεῖραι καὶ τὸ παραδοθῆναι πάθεσιν ἀτιμίας κατὰ ἀντιμισθίαν πλάνης καὶ ἄλλων ἁμαρτημάτων γινομένων, οὐ διαφθείρει ὁ θεὸς κατὰ τοῦτο τὸ
5σημαινόμενον τοὺς ἀξίους τοῦ ἵλεω εὑρεῖν αὐτόν, ὡς ἐλέῳ πολλῷ καὶ οἰκτιρμῷ ἱλάσασθαι ταῖς ἁμαρτίαις αὐτῶν.

810

(n)

Ps 77,49c—51
1 Ἀγγέλους πονηροὺς οὐ φύσει ὄντας τοιούτους φησὶν ἀλλὰ τοὺς πόνων κάκωσιν ἐπιφέροντας. Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, ἐπαγαγὼν αὐτοῦ τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον· εἰς τοῦτον τὸν θάνατον συγκλείσας καὶ
5τὰς ἀλόγους αὐτῶν δυνάμεις κτήνη τροπικῶς ὀνομαζομένας. πρὸς ἀγαθοῦ γὰρ αὐτοῖς ἔσται ἀποβαλεῖν καὶ τὰ κτήνη αὐτῶν τὴν φαύλην ζωήν, τουτέστι τὴν ἐμπαθῆ κίνησιν. Καὶ βαθύτερον δὲ νοήσεις· ἐπεὶ γὰρ ὁ ψυχικὸς ἄνθρωπος κατὰ ψυχὴν ἀλλ’ οὐ κατὰ πνεῦμα ζῇ, οὐ φείδεται τῶν οὕτω λεγομένων ψυχῶν αὐτῶν,
10ἵν’ ἀπολέσας τὴν ψυχικὴν κατάστασιν αὐτῶν εἰς πνευματικὴν ἕξιν αὐτοὺς ἀγάγῃ. ὅτι δὲ οὐκ ἀεὶ τὸ ὄνομα τῆς ψυχῆς οὐσίαν σημαίνει, σαφῶς παρίσταται ἐκ τοῦ Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν. οὐ γὰρ τὸ σῶμα κτησάμενον ψυχὴν λέγει πονηρὰν ἀλλὰ τὴν οὐσίαν ᾗ συμβέβηκε τὸ πρᾶγμα καθ’ οὗ κεῖται νῦν ἡ ψυχὴ λέξις. καὶ ἡ συνήθεια δὲ ψυχὴν καλὴν καὶ φαύλην ἔχειν τινὰς
15λέγουσα συμφέρεται τῷ προκειμένῳ σημαινομένῳ. Ἡ δεκάτη δὲ πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα θάνατος ἦν τῶν παρ’ αὐτοῖς
πρωτοτόκων ἀπὸ ἀνθρώπου ἕως κτήνους. τάχα οὖν ἐπὶ τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων κυριολεκτοῦσαν τὴν πρωτότοκον φωνὴν ἐπὶ τῶν ἀλόγων ζῴων ἀπαρχὴν πόνων τὴν πρωτότοκον εἶπε. ἀπαρχὴ γὰρ πόνων τῶν129 in vol. 2
20ζῳοτροφούντων τὰ πρωτότοκα. συμφέρομαι δὲ εἰς τοῦτο εἶναι τὸ δηλούμενον· ἐκ προσθήκης τῆς λεγούσης ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰ πρωτότοκα τῶν ἀλόγων ἀνῃρέθη, ὅπως ζημίᾳ ὑποπέσωσιν οἱ κεκτημένοι, ἀλλὰ καὶ τὰ ἀνθρώπων πρωτότοκα ὑπεβλήθη θανάτῳ ἐπὶ τῷ πειραθῆναι συμφορᾶς τοὺς τούτων γονέας. πρὸς γοῦν τοὺς μὴ παιδευομένους μηδ’ αὖ μετανοοῦντας ἐπὶ
25τοιούτοις θεηλάτοις Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, εἴρηται, παιδείαν οὐκ ἐδέξασθε. καὶ οὗτοι δὲ οἱ πρωτότοκοι ἤτοι ἐπιτιμίαν ἔσχον τὸ θανεῖν τῶν σφῶν ἁμαρτιῶν ἢ οὐδὲν ἐβλάβησαν, εἰ παιδεύσεως ἄλλων ἕνεκα ὑπέπεσον θανάτῳ· ἀδιάφορον γὰρ τὸ τεθνάναι καὶ ἐξ ἀνάγκης συμβαῖνον, πρὸς δ’ ἀλήθειαν ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ.
30 Πρὸς ἀναγωγήν· ἐπεὶ πνευματικῶς Αἴγυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύονται. χάριτι θεοῦ τοίνυν τούτων τῶν Αἰγυπτίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, ἄγνοια καὶ κακία τυγχάνοντα. πρὸ γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν τῶν ὠφελίμων τέκνων τῶν διανοιῶν κακία καὶ ἄγνοια ὑφίσταται· διὸ καὶ
35πρωτότοκά τις ταῦτα ὀνομάζων οὐχ ἁμαρτάνει. ἀλλὰ καὶ τῶν κατὰ τὰς ἐπιτηδεύσεις τῶν κατὰ ἀρετὴν ἐπιστήμην ἐνεργειῶν φαῦλα τυγχάνοντα ἔστιν ἀναιρετέα. παντὶ γὰρ τῷ κατὰ τέχνην καὶ ἐπιστήμην ἐνεργοῦντι οὐκ εὐθὺς τὸ εὖ ποιῆσαι ἢ πρᾶξαι παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπιλήπτως ἐνεργῆσαι τὸ ἀμέμπτως ἐνεργῆσαι παραγίνεται.
40 Τὸ δ’ ἐν τοῖς σκηνώμασιν αὐτῶν προσκείμενον δηλοῖ περὶ ψυχῶν τὰ προκείμενα λέγεσθαι ἔτι τοῖς σώμασι συμπεπλεγμένων· σκηνώματα γὰρ ψυχῶν τὰ σώματα.

811

(n)

Ps 77,54
1 Ἁγιάσματος ὄρος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετή ἐστιν, οὐχ ἡ διανοητικὴ μόνον ἀλλὰ καὶ ἡ πρακτική. μόνος δὲ εἰς ταύτην γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσκαλος Ἰησοῦς. τότε οὖν ἁγιάζονται οἱ ἐν τῷ ὄρει γινόμενοι, ὅταν ὑπὸ κυρίου ἀχθῶσιν εἰς αὐτό. τοῦτο δὴ τὸ ὄρος οὐχ ἡ τυχοῦσα ἀλλ’ ἡ δεξιὰ τοῦ
5θεοῦ δύναμις οὐκ ἄλλη τοῦ μονογενοῦς Ἰησοῦ τυγχάνουσα κέκληται αὐτό. κτῆμα γὰρ ἀληθῶς Ἰησοῦ πᾶσα ἀρίστη γνώμη καὶ θεωρητικὴ τῆς ἀληθείας ἕξις, ὅθεν
καὶ οἱ ταύτας τὰς διαθέσεις κτώμενοι κτήματα τοῦ κυρίου καλοῦνται.130 in vol. 2

812

(n)

Ps 77,61
1 Τάχα δὲ καὶ τεθνηκυίας αὐτὰς ἐν τοσαύτῃ φορᾷ θεηλάτων κακῶν ἐμακάρισαν μᾶλλον ἢ ἔκλαυσαν.

813

(n)

Ps 77,66
1 Εἰς τὰ ὀπίσω αὐτοὺς ἐπάταξεν, ὅπως μὴ ἔμπροσθεν καὶ πρόσω ὠμότητος ἐλάσσωσιν ἀλλ’ ἀναχαιτίσωσιν ἀπὸ τῆς ἀπανθρώπου καὶ πονηρᾶς ἕξεως αὐτῶν· οὐδένα γὰρ βούλεται ὁ θεὸς ἐν κακοῖς προκόπτειν, κηδόμενος δὲ αὐτῶν καὶ ὄνειδος αἰώνιον παρέσχεν αὐτοῖς. ὀνειδίζονται δὲ οἱ ἁμαρτωλοὶ καὶ 〈οὐ〉 πρὸς
5ἄλλων μόνον ἀλλὰ καὶ ὑφ’ αὑτῶν, ὅταν αἴσθωνται ὧν δεδράκασι κακῶν. λέγει γοῦν πρός τινας ὁ θεὸς Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ ὅλην τὴν ἡμέραν. οἱ γὰρ ἐπὶ τοῖς χειρίστοις καυχώμενοι εὐεργετοῦνται, ὅταν αἰσχυνθῶσι καὶ ὀνειδισθῶσιν ἐφ’ οἷς ἐσεμνύνοντο.

814

(n)

Ps 77,72
1 Τὸ τῆς ἀκακίας ὄνομα οὐκ εὐήθειαν ἐνταῦθα σημαίνει ἀλλὰ στέρησιν κακίας καὶ τὸ ἄδολον. ὅσοι οὖν τῶν ἀρχομένων μιμοῦνται ἀκακίαν τοῦ διδασκάλου, ποιμαίνονται ὑπ’ αὐτῆς. ὅπως δὲ μὴ ἐπιπλάστως τὸ ἄκακον ἐπιτηδεύων νομισθῇ ἀλλὰ ἀπὸ βελτίστης ἕξεως, ἐπιτελούμενον καρδίας
5ἀκακίαν ἔχειν αὐτὸν ἔφη. Ὡδήγησε δὲ καὶ ἄλλους τῇ τῶν χειρῶν αὐτοῦ συνέσει. διττὸν γὰρ καὶ τὸ τῆς συνέσεως εἶδος, τὸ μὲν χειρῶν, τὸ δὲ νοῦ καὶ χειρός· ἡ γὰρ μετὰ σοφίας ὀνομαζομένη σύνεσις νῷ παραγίνεται. περὶ ταύτης λέγεται Ὁ κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. ἡ δὲ τῶν χειρῶν
10πρακτικὴ καὶ ποιητικὴ τυγχάνουσα δηλοῦται ἐν τῷ Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ γὰρ ποιουμένη σύνεσις χειρῶν ἐστι· καὶ ταύτῃ ὁδηγεῖ τινας ὁ διδάσκαλος τοὺς μὴ τοσοῦτον λόγῳ ὅσον πράξει ὠφελουμένους. Νοηθείη δὲ χειρῶν σύνεσις καὶ ὁ τῶν πρακτέων λόγος καθ’ ὃν δυνάμεθα
ἑκάστῳ τῶν κατὰ ἀρετὴν πραττομένων ἐπιστῆσαι λογικῶς.131 in vol. 2

815

(n)

Ps 78 arg
1Vide Apoll Nr. 127

816

(n)

Ps 78,1—3
1 Πρὸς δὲ διάνοιαν· ἥ ποτε κλῆρος γενομένη θεοῦ ψυχὴ καὶ ναὸς χρηματίσασα μεταπεσοῦσα πεῖραν τῶν ἐγκειμένων ἔλαβεν. ἦλθον γὰρ ἐπ’ αὐτὴν οὖσαν κληρονομίαν θεοῦ οἱ πάλαι μηδὲ κατὰ ποσὸν δυνάμενοι συνεγγίσαι αὐτῇ ἀόρατοι ἐχθροὶ οὓς εἶπεν ἔθνη διὰ τὸ ἀλλότριον τῆς τοῦ θεοῦ οἰκειώσεως.
5ταῦτα οὖν ἐγγίσαντα ἐμίαναν τὸν ἐν αὐτῇ ἅγιον τοῦ θεοῦ ναόν, φθείροντες αὐτὸν δι’ ὧν ἐνῆκαν ἁμαρτημάτων. ὅπως οὖν μὴ τοῦτο γένηται, γράφεταί τισιν Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθειρεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
10 Δυνατὸν δὲ καὶ τοὺς ἀκαθάρτους καὶ ἀπεριτμήτους λογισμοὺς ἔθνη εἰπεῖν ἐλθόντας εἰς τὴν κληρονομίαν τήν ποτε οἰκειωθεῖσαν θεῷ ψυχήν, ὅτε καὶ ἐμίαναν τό ποτε ἅγιον. εἰ δὲ τὰ συμβάντα κατά τινας καιροὺς τῷ χριστιανισμῷ ἅμα τοῖς ἁγίοις τόποις ἐνεργηθέντα ὑπὸ τῶν ἐθνῶν σημαίνει τὰ ἐγκείμενα, κρινέτω ὁ ἐντυγχάνων.
15 Οὗτοι δὲ οἱ ἀόρατοι ἐχθροὶ ἔθνη καλούμενοι εἰς τοσοῦτον ἴσχυσαν ὡς τήν ποτε πόλιν θεοῦ γενομένην ἐρημῶσαι, ὡς μηδενὸς ἔτι καρποῦ ἐν αὐτῇ περιλειπομένου εἰς ὀπωροφυλάκιον αὐτὴν τεθῆναι. τὸ δὲ ὀπωροφυλάκιον, ὡς ἐν Ἡσαΐᾳ γέγραπται, διὰ σικυήρατόν ἐστι· σίκυες δὲ καὶ πέπονες τούτου οἱ καρποί, Αἰγύπτια βρώματα ἅπερ ἁμαρτάνων ὁ λαὸς ἐπεθύμει, καίτοι γε
20ἔχων τὸ μάννα καὶ τὴν οὐράνιον τροφὴν ἀπὸ τοῦ θεοῦ ἀλλὰ καὶ τὰ θνησιμαῖα τῶν θεοῦ δούλων βρώματα καὶ τροφὴν θέσθαι τοῖς τοῦ οὐρανοῦ πετεινοῖς. ἡ γὰρ ἁμαρτοῦσα ψυχὴ ἡ τὴν εἰρήνην τοῦ θεοῦ ὁρῶσα, ὅτε καλῶς διῆγεν Ἱερουσαλήμ, λογισμούς τινας εἶχεν οἳ διὰ τὸ σπουδαῖον καὶ ἐνάρετον δοῦλοι ἐτύγχανον θεοῦ. οὗτοι δὲ οὐ πάντῃ ἔμειναν ἀντιποιούμενοι τῆς ἀφθάρτου
25ζωῆς, ἀλλὰ θνητόν τι προσείληφαν ἐν τῷ πράττειν τι ἐμπαθῶς. τοῦτο οὖν τὸ θνησιμαῖον βρῶμα γενόμενον τῶν πετεινῶν τῶν ἁρπαζόντων τὰ παρὰ τὴν ὁδὸν σπαρέντα, ἃ ἑρμήνευσεν ὁ σωτὴρ τὸν πονηρὸν εἶναι καὶ τοὺς ἐκ τούτου νοσοποιουμένους. οὗτοι γὰρ γῦπες καὶ νεοσσοὶ γυπῶν χρηματίζοντες θηρία γῆς
ὄντα οὐ τοὺς ὁσίους ἀλλὰ τὰς σάρκας αὐτῶν κατεσθίει. εἴ τι γὰρ εὑρίσκεται132 in vol. 2
30σαρκῶδες καὶ ἐμπαθές, τρέφεται. Εἰ δὲ ἀνάγειν ταῦτα δυνατὸν εἰς τοὺς Χριστοῦ μάρτυρας, καὶ αὐτὸς ἐπιστήσεις· πολλῶν ἐν τοῖς διωγμοῖς βρῶσις ὀρνέων καὶ θηρίων βορὰ γεγενημένων, πλὴν τὰς ψυχὰς αὐτῶν οὐδὲ τὰ πνευματικὰ πετεινὰ τοῦ οὐρανοῦ οὐδ’ αὐτὰ θηρία κατεδωδῆσαι δεδύνηται, οὐ παραδιδόντος τοῦ θεοῦ τοῖς
35θηρίοις ψυχὴν ἐξομολογουμένην. Ἐκχέουσι δὲ αἷμα οἱ αἴτιοι γινόμενοι ἀναιρέσει ψυχῆς, ἀντὶ τοῦ τὴν ζωτικὴν αὐτῆς δύναμιν τροπικῶς αἷμα καλουμένην, οὐ μακρὰν οὐδὲ πόρρω τῆς Ἱερουσαλὴμ ἀλλὰ κύκλῳ αὐτῆς. αὕτη δέ ἐστιν ἡ τῆς εἰρήνης ὅρασις. ἐπεὶ δ’ ὁ σκανδαλιζόμενος ἔξω γίνεται τῆς Ἱερουσαλήμ, τῆς τῶν δογμάτων
40ὀρθότητος, περὶ αὐτὴν καὶ κύκλῳ αὐτῆς ἐκχεῖται αὐτοῦ τὸ προειρημένον αἷμα, οὐδὲ ταφῆς ἄξιος ὢν διὰ τὸ ὑπεραίρειν αὐτοῦ τὰ ἁμαρτήματα· τοιαῦτα δὲ τὰ μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας πταιόμενα. ἐπεὶ οὖν συνθάπτεται Χριστῷ ὁ βαπτιζόμενος, δεύτερον δὲ οὐκ εἴη λουτρόν, εἰκότως οὐκ ἔστι θάπτων τοὺς μετὰ λουτρὸν ἠσεβηκότας.

817

(n)

Ps 78,4
1 Κατὰ ἀναγωγὴν δὲ γείτονας ἐρεῖς τοὺς αἱρετικούς· ἔγγιστα γὰρ ἡμῶν τὰς οἰκήσεις ἔχουσι διὰ τὸ ταῖς αὐταῖς δῆθεν ἐπανέχειν γραφαῖς. οὗτοι οὖν ὀνειδίζουσιν ἡμᾶς σφᾶς μὲν αἱρετικοὺς ἀναγορεύοντας, ἡμᾶς δὲ ὡς ἀνδραποδώδεις εὐήθεις καὶ ἠλιθίους ἀποκαλοῦντες. κύκλῳ δὲ ἡμῶν εἶεν
5Ἑλλήνων οἱ σοφοὶ μυκτηρίζοντες καὶ χλευάζοντες ἡμᾶς ὡς ἀνεξετάστως καὶ μωρῶς πιστεύοντας.

818

(n)

Ps 78,5—6
1Πεπαίδευκας, φησίν, τοὺς Ἰουδαίους ἱκανῶς· ἤδη ποτὲ μετάγαγε τὴν ὀργήν
σου ἐπὶ τὰ ἔθνη τὰ δυσσεβῆ καὶ ἐπὶ βασιλείας ἀλλοτρίας τοῦ σοῦ σεβάσματος.133 in vol. 2

819

(n)

Ps 78,7.8a
1 Κατὰ δὲ ἀναγωγήν· εἰ περὶ ἀοράτων ἐχθρῶν εἴη ὁ λόγος, κατέφαγον οὗτοι τὸν τῶν φαύλων ποτὲ γενόμενον πτερνιστὴν ἐφ’ ᾧ καὶ ὁ τόπος αὐτῶν ἠρημώθη. τόπος δ’ ἑκάστου ἡ ὑπόθεσις οὗ εἵλατο βίου· ὁ γὰρ σώφρων τρόπον τινὰ οἰκεῖ τὴν σωφροσύνην. λέγομεν οὖν τινας οἰκεῖν τὸν τῶν σωφρόνων
5τόπον καὶ ἄλλους τὴν δικαίων τάξιν. ἐὰν οὖν συμβῇ καταβρωθῆναι ὑπὸ ἐχθρῶν τοὺς τὰς ἕξεις ταύτας περιέποντας, ἐρημωθήσεται ἡ τάξις καὶ ὁ τόπος αὐτῶν. λέγομεν οὖν ἐν ἐκκλησίᾳ ἐπισκόπου καὶ πρεσβυτέρου τόπον. ὡς οὖν Ἰησοῦ τροφὴ οἱ σῳζόμενοι, οὕτω βρῶσις τῶν πονηρῶν οἱ ἀπολλύμενοι. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ ἐν ἄλλοις εἴπομεν μηδένα
10ἐξομολογεῖσθαι ἐφ’ οἷς ἔτι πράττει κακῶς ἀλλ’ ἐφ’ οἷς πάλαι ἐνήργησεν, ὅτι προέκειτο Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. καὶ νῦν οὖν οἱ μετανοοῦντες τὰς πεπαυμένας ἀνομίας αὐτῶν καὶ διὰ τοῦτο ἀρχαίας οὔσας ἀξιοῦσι μὴ μνημονεύεσθαι ὑπὸ τοῦ θεοῦ. ἀεὶ γοῦν οἱ αἰσθητικοὶ οὐκ ἐπὶ νεαροῖς ἀλλὰ παρῳχηκόσιν ἔργοις παρακαλοῦσι θεόν, Ἡμάρτομεν ἠδικήσαμεν
15ἠνομήσαμεν λέγοντες· ἐναντίον γὰρ τῷ μετανοοῦντι τὸ ἔτι ἁμαρτάνειν.

820

(n)

Ps 78,8b—9a
1 Ἐπτωχεύσαμεν σφόδρα πεσόντες ἀπὸ τοῦ πλούτου τῆς ἀρετῆς καὶ γνώσεως, δέσποτα· ὅθεν παρακαλοῦμεν καταξιῶσαι οἰκτειρῆσαι ἡμᾶς, μὴ εἰς τὸ μέλλον ἀλλ’ ἤδη καὶ ταχέως. πατὴρ γὰρ τῶν οἰκτιρμῶν εἶ καὶ θεὸς πάσης παρα‐ κλήσεως, καὶ ἱκανοὶ οἱ οἰκτιρμοί σου πάλιν πλουσίους ἡμᾶς ἀποδεῖξαι.
5ὑπάρξεται δὲ ἡμῖν ῥᾷστα τοῦτο, βοηθοῦντος σοῦ καὶ σῴζοντος· ἤδη γὰρ πολλάκις βοηθοῦντος σοῦ καὶ σωτῆρος πεῖραν ἀνέσχομεν.

821

(n)

Ps 78,9b—10
1 Εἰ καὶ μὴ ἄξιοι ἡμεῖς τοῦ εὖ παθεῖν διὰ τὸ ἁμαρτίας εἶναι περὶ ἡμᾶς, ἀλλά γε ἐπειδὴ τὸ σὸν ὄνομα ἐπικέκληται ἡμῖν (ἐσμὲν γὰρ κληρονομία καὶ λαός σου), ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ὅπως δοξασθῇ τὸ ὄνομά σου. οὐ φέρομεν γὰρ τὸν ὀνειδισμὸν τῶν ἐθνῶν λεγόντων Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. κρατοῦσι γὰρ134 in vol. 2
5ἡμῶν ᾗ ἡμάρτομεν, ὀνειδίζουσι δὲ καὶ τὸ ὄνομά σου οἰόμενοί σε ἡττηκέναι τῷ ἡμᾶς ὑποχειρίους ἔχειν.

822

(n)

Ps 78,11
1 Πρὸς δὲ τροπικὴν διάληψιν· οἱ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι πεπέδηνται, ἀλλ’ ἐν συναισθήσει γενόμενοι τοῦ βάρους ὧν περίκεινται πεδῶν, δι’ ἃς ἐμποδίζονται καὶ τρέχειν ἐπὶ σωτηρίᾳ καὶ ἐνεργεῖν τὰ συντείνοντα πρὸς εὐδαιμονίαν, στενάζουσι σφᾶς ὁλοφυρόμενοι. διὸ καὶ εὔχονται γνωσθέντα τῷ
5θεῷ τὸν στεναγμὸν αὐτῶν εἰσιέναι ἐνώπιον αὐτοῦ. οὕτω γὰρ κινῆσαι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπινεύσει πρὸς τὸ διαρρῆξαι τοὺς δεσμοὺς αὐτῶν· Κύριος γὰρ λύει πεπεδημένους. περιποιήσεται δὲ αὐτοὺς εἰς ζωὴν μακαρίαν, ἄγων κατὰ τὴν μεγαλωσύνην τοῦ θεοῦ λόγου ὄντος αὐτοῦ βραχίονος, ὅπως, εἰ καὶ τεθανατωμένων υἱοὶ ἀνθρώποις ἐφάνησαν, ἀλλά γε δειχθῶσι τέκνα
10τυγχάνοντες ζώντων. οἱ γὰρ θανατωθέντες πατέρες αὐτῶν ὑπὸ τῶν ἐχθρῶν ζῶντές εἰσι παρὰ κυρίῳ, ὅσιοι καὶ δοῦλοι αὐτοῦ τυγχάνοντες.

823

(n)

Ps 78,12
1 Ἐπειδὴ ὁ ἑπτὰ ἀριθμὸς καταπαύσεως σύμβολον ἔχει, βούλονται τὴν ἀνταπόδοσιν ἐπὶ τῷ περιγραφῆναι τὴν ἀσέβειαν αὐτῶν, ἐφ’ ᾗ ὠνείδισαν θεὸν καὶ ὠμῶς προσηνέχθησαν τοῖς δούλοις αὐτοῦ, ἐπαχθῆναι. οὐ γὰρ ἐπαναιρέσει τῶν κολαζομένων οἱ θεὸν ἀγαθὸν ἐπιστάμενοι ἐπιφέρεσθαι βούλονται τὰς
5κολάσεις ἀλλ’ ἐπὶ τῷ ἀργῆσαι τῶν ἔργων ἐκείνων οἷς ἐξ ἀνάγκης ἀκολουθεῖ τιμωρία. ἀργίας δὲ σύμβολον ὁ σαββατικὸς ἀριθμός.

824

(n)

Ps 78,13
1 Ἐπεὶ λαός σου χρηματίζομεν ἡμεῖς καὶ πρόβατα νεμόμενα τὴν σὴν νομὴν περὶ ἧς εἴρηται τὸ Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει (δηλονότι τὸ Χριστοῦ πρόβατον) ἃς ᾐτήσαμεν εὐεργεσίας, κατὰ τὴν μεγαλωσύνην σου ποίησον, ἐφ’ αἷς ὡς ἤδη παρούσαις χαριστηρίως ἀνθομολογησόμεθά σοι διὰ135 in vol. 2
5βίου· τοῦτο γὰρ ἐπὶ τοῦ παρόντος τὸ Εἰς αἰῶνα δηλοῖ. εἰ δὲ καὶ τὸ συνήθως ἐκλαμβανόμενον τοῦ αἰῶνος ἐκλαμβάνοιτο, ἐρεῖς μὴ μόνον ἐν τῷ παρόντι ἀλλὰ καὶ ἐν τῇ μελλούσῃ ζωῇ εὐχαριστέον τῷ θεῷ. Τὸ δὲ Εἰς γενεὰν καὶ γενεὰν δύναται ἁπλούστερον λέγεσθαι ἀντὶ τοῦ Καὶ εἰς ἔτη καὶ διαδοχὰς ἀνθρώπων πλείονας. μυστικώτερον δὲ ἐρεῖς ἐν τῷ
10παρόντι καὶ ἐν τῷ μέλλοντι βίῳ, ἢ ἐν ἀμφοτέραις ταῖς γενεαῖς τῇ τε ἐκ περιτομῆς καὶ τῇ κλήσει τῶν ἐθνῶν, ὅπως καὶ αὗται μάθωσι θεὸν ὑμνεῖν.

825

(n)

Ps 79,2—4
1 Ὁ τοῦ Ἰσραὴλ ποιμὴν οὐκ ἄλλος ἐστὶ τοῦ εἰπόντος Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, νέμων τοὺς ἔχοντας νοῦν ὁρῶντα θεόν. ὁδηγεῖ δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν προστιθεμένους ὡσεὶ πρόβατα, τουτέστιν ὡς τὰ ἑαυτοῦ πρόβατα, τοὺς Ἰσραηλίτας· Ἰωσὴφ γὰρ ἑρμηνευόμενος κυρίου πρόσθεσις σημαίνει τοὺς ἀπὸ
5τῶν ἐθνῶν τοῖς ἐκ περιτομῆς προστιθεμένους. ἔθος δὲ τοῖς παλαιοῖς μόνοις τοῖς ἡμέροις τάττειν ἀντὶ τῆς βασιλέων προσηγορίας τὴν ποιμὴν φωνήν. ἀμέλει γοῦν καὶ ἐκ ποιμένων ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὸ βασιλεύειν ἵενται ἀρχὴν προεθιζόμενοι καὶ ἡγεμονεύειν ἐν ταῖς ἀγέλαις τῶν εὐτελεστέρων ζώων, ἵνα προκόψαντες διαβῶσιν ἐπὶ τὸ καὶ λαῶν ἡγήσασθαι.
10 Καθήμενος δ’ ἐπὶ τῶν χερουβὶμ ὁ κύριός ἐστιν, ὡς ἐν τῷ Ἱεζεκιὴλ παρίσταται. ἐφέζεται δὲ τοῖς ἤτοι ζῴοις οὖσι τετευχόσι ταύτης τῆς προσηγορίας ἀπὸ τῆς προσούσης αὐτοῖς σοφίας (πλῆθος γὰρ γνώσεως ἑρμηνεύεται τὰ χερουβίμ), ἢ αὐτῇ τῇ ἀρετῇ ἐφίδρυται ἐν οἷς ἂν εὑρίσκηται τυγχάνουσα· ἐνυπάρχει δὲ πᾶσι τοῖς φωτίσασιν ἑαυτοῖς φῶς γνώσεως οἷς ἔλαμψεν ὁ
15θεὸς ἐν ταῖς καρδίαις πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. τοῦτον οὖν τὸν βασιλικῶς ἱδρυμένον ἐπὶ τῶν χερουβὶμ παρακαλεῖ ὁ τῶν ἁγίων χορὸς ἐμφανῆναι καὶ ἐπιλάμψαι ἐναντίον τῶν καρποφορούντων τὴν ἀρετὴν καὶ τῶν υἱῶν τῆς δεξιᾶς τοῦ θεοῦ διὰ δεξιῶν ἔργων καὶ νοημάτων καὶ λόγων γεγενημένων καὶ τῶν ἀπομαθόντων τὴν τῶν κακῶν εἴδησιν ἅμα
20ταῖς ἐνεργείαις αὐτῶν. οὗτοι γὰρ ἀληθῶς λήθην τῶν κακῶν λαβόντες ἐν ὑπομνήσει τῶν ἀγαθῶν ἐληλύθασιν. Ἐφραῒμ γὰρ καρποφορία, Βενιαμὶν δὲ δεξιᾶς υἱός, Μανασσὴς δὲ ἀπὸ λήθης ἑρμηνεύεται. φασὶ τοίνυν· Ἐπεὶ βασιλεὺς ὑπάρχεις δυναστείαν ἔχων μεγίστην διεγείρας καὶ ἐξεγείρας αὐτήν,
ἧκε, ὦ δέσποτα, εἰς τὸ σῶσαι ἡμᾶς· οὐκ ἄλλως γάρ ἐστι σωτηρίας τυχεῖν ἢ136 in vol. 2
25σοῦ πρὸς ἡμᾶς ἐληλυθότος ἐπιστρέψαι ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ τῆς αἰχμαλωσίας, κύριος τῶν δυνάμεων τυγχάνων κατὰ τὸ ἑξῆς ἐπιφερόμενον.

826

(n)

Ps 79,5.6
1 Ὦ δέσποτα παμβασιλεῦ, κυριεύων τῶν οὐρανίων στρατευμάτων, ἕως πότε οὐκ ἐπιλάμπεις μοι ὃ ποθῶ σου πρόσωπον ἰδεῖν; ὀργιζομένῳ γὰρ ἔοικας ἐμοὶ τῷ δούλῳ σου· διὸ δέομαί σου· καταλλαγείς μοι τῷ σῷ θεραπόντι, ὄρεξον τὸ περὶ οὗ ἐδεήθην. πάνυ γὰρ αὐτοῦ διψῶ ἔρωτι ἀκατασχέτω.
5 Ὀργιζομένου δὲ σοῦ ἐπὶ τῇ προσευχῇ, ᾗ ἀνεπέμψαμεν εἰς κλαυθμὸν καὶ θρῆνον τραπέντες, τοσοῦτον πλῆθος δακρύων φέρομεν παρὰ τὸν τῆς τροφῆς καιρόν, ὡς ἄρτον δακρύων ἐσθίειν καὶ πίνειν μετὰ δακρύων ὀλίγον καὶ μεμετρημένον πότον.

827

(n)

Ps 79,6—8
1 Ἐπεὶ ὁ ὑπὲρ ἀρετῆς πόνος καὶ κλαυθμὸς τρόφιμός ἐστιν, αὐτοῦ τούτου τοῦ κλαυθμοῦ τὰ δάκρυα ἄρτου δίκην ἐσθίομεν. ἀλλὰ καὶ πίνομεν αὐτὰ ἐν μέτρῳ. τὸ δὲ Ἐν μέτρῳ παρίστησι τὸ μὴ ἀεὶ καὶ ἐπ’ ἄπειρον δακρύειν. τοὺς γὰρ ὑπὲρ τῶν καλῶν πόνους διά τι γινομένους ἀνάπαυσις καὶ ἱλαρὰ κατάστασις
5διαδέξεται. εἰς τοῦτο λήψῃ τὸ Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται· καὶ τὸ Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. οἱ γὰρ σπείροντες μεθ’ ἱδρώτων καὶ δακρύων τὴν ἀρετὴν μεμετρημένον ἕξουσι τὸν κλαυθμόν, ἐν ἀγαλλιάσει θερίζοντες· μετ’ αὐτὸν γὰρ γελάσονται. Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. εἴρηται Ἀντιλογίας ἐγείρει
10πᾶς κακός· καὶ ὁ σωτὴρ δὲ πρὸς τὸν ἁμαρτάνοντα λαὸν ἐκπεπετακέναι τὰς χεῖρας ἀπειθοῦντας καὶ ἀντιλέγοντας εἶπεν. οὗτοι δὲ οἱ γείτονες ἐχθροὶ τυγχάνουσιν οἷς ἀντιλέγουσιν. ἐκμυκτηρίζουσιν αὐτοὺς χλευάζοντες καὶ διασύροντες τοὺς συνετοὺς αὐτῶν λόγους. ἐντολὴν γοῦν ὁ σοφὸς εἴληφεν εἰς ὦτα ἄφρονος μηδὲν λέγειν, ὅπως μὴ μυκτηρίσῃ ὁ ἄφρων τοὺς συνετοὺς τοῦ
15σοφοῦ λόγους. ἀλλὰ καὶ μυκτηρίσουσι τοὺς θεὸν ἐπιβοωμένους. Ἀλλά γε αὐτοὶ ἔτι μᾶλλον παρακαλοῦντές φασι Κύριε ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον δή, λυτρούμενος τὴν αἰχμαλωσίαν ἡμῶν ἀπὸ τῶν καταδυναστευόντων· τευξόμεθα δὲ τοῦ ἀγαθοῦ τούτου, εἰ ἐπιφάνας σου τὸ πρόσωπον αἰώνιον ἡμῖν
σωτηρίαν ὀρέξεις.137 in vol. 2

828

(n)

Ps 79,6—14
1 Πρὸς ἀλληγορίαν· ἡ ψυχὴ τότε τὴν Αἴγυπτον οἰκεῖν λέγεται, ὅταν τοῖς αἰσθητοῖς καὶ τοῖς τῆς σαρκὸς ἔργοις ἐπιδιατρίβῃ. μεταίρει δὲ αὐτὴν ἀπὸ τῆς Αἰγύπτου θεὸς ἀποσπῶν αὐτὴν τῶν ὑλικῶν ἁπάντων, ὅτε καὶ μεταφυτεύσει αὐτὴν ἀπὸ τῆς προτέρας φαύλης φυτείας εἰς ἀμείνονα γῆν. αὕτη δέ ἐστιν ἡ
5κατὰ ἀρετὴν ἕξις. ὡδοποίησε δὲ ἔμπροσθεν αὐτῆς, ταύτης τῆς ψυχῆς τροπικῶς ἀμπέλου καλουμένης, νόμον σωτήριον καὶ φωτεινὰ προστάγματα δεδωκὼς ἐπὶ τῷ ὁδεῦσαι ἐπὶ τὴν ἀγαθὴν γῆν· αὕτη δέ ἐστιν ἡ παντελὴς ἀρετή. Εἰ δέ σοι καλῶς ἔχειν δοκεῖ Αἴγυπτον πνευματικὴν τὸν περὶ γῆν ἐκλαβεῖν κόσμον ἐν ᾧ ἡ ψυχὴ προσπαθοῦσα ταῖς αἰσθητοῖς καὶ προσκαίροις πεφύτευται,
10ἐκλάβοις μεταφύτευσιν τὴν ἐν ἐπουρανίοις καὶ νοητοῖς ἵδρυσιν αὐτῆς, τοῦ θεοῦ αἰτίου αὐτῇ τοῦ τηλικούτου ἀγαθοῦ γινομένου διὰ τὸ ὁδοπεποιηκέναι ἔμπροσθεν αὐτῆς τῷ δεδωκέναι τὴν πνευματικὴν τῶν θεοπνεύστων γραφῶν διάληψιν. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς. ἐσκέποντο γὰρ ὅτι εὖ διῆγεν ὑπ’ αὐτῆς οἱ
15ὑψηλόν τι καὶ διηρμένον πολιτείας ἔχοντες ὄρη καλούμενοι. ἀλλὰ καὶ οἱ δι’ εὐτονωτέρου βίου στερροὶ καὶ εὔτονοι γεγενημένοι ὡς χρηματίσαι θεοῦ κέρδους ἐκαλύπτοντο ὑπὸ τῶν ἀναδενδράδων αὐτῆς τρόπον τινὰ ὑποβασταζομένων ὑπ’ αὐτῶν. εὐκλήματος δ’ οὖσα ἡ ἄμπελος αὕτη ἐπὶ μήκιστον ἠφίει τὰ κλήματα, ὡς θαλάσσαις αὐτὰ πλησιάζοντα μὴ ὑφίστασθαι
20βλάβην τῷ καὶ παρ’ αὐτοῖς τοῖς πειρασμοῖς καὶ κλύδωσι τοῦ βίου ὀνομαζομέναις θαλάσσαις τροπικῶς καρποφορεῖν. ἠφίει δὲ καὶ τὰς παραφυάδας αὐτῆς ἕως καὶ αὐτῶν τῶν ποταμῶν τῶν ποτιζόντων αὐτὴν ἐπὶ τῷ τὸν κατάλληλον καρπὸν ἀποδοῦναι. κλήματα δὲ αὐτῆς εἶεν οἱ συμπεφυκότες τῇ Ἰουδαϊκῇ λατρείᾳ, οἳ διὰ τὸ ἐμμένειν τῷ νόμῳ καρποφοροῦσι τυγχανουσῶν παραφυάδων αὐτῆς τῶν
25προσηλυτευόντων. Εἰ δὲ ἄμπελος εἴη ἡ τοιάδε ψυχὴ ὑπὸ θεοῦ γεωργουμένη τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχουσα ἐν τῷ λόγῳ, καθ’ ὅν ἐστι λογικὴ τὸν εἰπόντα Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καταφυτεύσει θεὸς τὰς διαφόρους σχέσεις καὶ δυνάμεις αὐτῆς, ῥίζας τροπικῶς οὔσας, ἐν ταῖς ποικίλαις ἐπινοίαις τοῦ μονογενοῦς.
30αὕτη τοιγαροῦν ἡ ἄμπελος ὑψουμένη διὰ τὸ καλῶς γεωργεῖσθαι καλύψει τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα ὄρη ὀνομαζόμενα σκιᾷ τῇ ἑαυτῆς. ἔστι δὲ αὕτη ἡ ἐνταῦθα πολιτεία καὶ γνῶσις ὑπαρχθῆναι δυνάμεναι σκιὰν καὶ τύπον φέρουσαι τῆς ἀληθοῦς μετὰ ταῦτα καταστάσεως αὐτῆς. ἐκτείνει δὲ καὶ τὰς παραφυάδας αὐτῆς τὰς παραφυείσας ταῖς δυνάμεσιν αὐτῆς ἀρετὰς ἕως τῶν
35ποτίμων τοῦ θεοῦ λόγων καλουμένων ποταμῶν. δύνανται δὲ καὶ ἄλλως παραφυάδες αὐτῆς καλεῖσθαι, ὅσα παραφύεται αὐτῇ ἐπ’ ὠφελείᾳ ἐκ τῆς
ἄλλης παιδεύσεως. ὃν γὰρ τρόπον αἱ παραφυάδες πιαίνονται καὶ πιότητος μεταποιοῦνται ἐκ τοῦ φυτοῦ ᾧ παρέφυσαν, οὕτω τὰ ἐξ ἄλλης μαθήσεως παραφυόμενα αὐτῇ πιαίνεται ἐκ τῆς προηγουμένης διδασκαλίας αὐτῆς,138 in vol. 2
40αἰχμαλωτιζομένου παντὸς ὀνόματος εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; ὅταν ὁ ἀμπελὼν καρποφορεῖ, ἐν τῇ σκηνῇ τυγχάνει ὁ φύλαξ τῆς σταφυλῆς. ἀκαρπίας δὲ ὑπαρχούσης, ἐγκατα‐ λείπει τὴν σκηνήν. Καὶ τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν, οὐχ οἱ πορευόμενοι. εἰσὶ
45δὲ οὗτοι ψευδοδιδάσκαλοι καὶ τὰ τῆς πλάνης πνεύματα. τρυγῶσι δὲ αὐτὴν ἔχουσαν σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· γέγονε γὰρ τοιούτων οἰκιστική. καὶ ὅτε μὲν ἀντὶ τῶν ἠθικῶν ἀρετῶν πάθη καρποφορεῖ, ἀκάνθας ἀντὶ σταφυλῶν ἤγαγεν· ὅτε δὲ περὶ τὰ τῆς γνώσεως ἁμαρτάνει, σταφυλὴν χολῆς καὶ βότρυν πικρίας φέρει.

828

(50)

Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ. τὰ λυμαινόμενα αὐτὴν ἤτοι τὰ ἄλογα καὶ ἄγρια πάθη αὐτῆς ἐστιν, ἢ αἱ ἐκτεθηριωμέναι καὶ πονηρόταται δυνάμεις. καὶ τάχα ὗς εἶναι δύναται αἱ αἰσχραὶ ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ αἳ καὶ διὰ τὸ ἀκάθαρτον ἐν δρυμῷ τουτέστιν ἀκάρποις φυτοῖς λοχῶνται· περὶ γὰρ τὰς ἀλόγους ὁρμὰς καὶ φαντασίας τὰ πάθη ταῦτα ἐγκρύπτεται, θυμοὺς δὲ καὶ
55ὀργάς, εἰ καὶ ὡς γενομένας ἀποσημαίνειν δύναται ἡ τοῦ ἀγριωτέρου μονιοῦ προσηγορία. μονιὸς δὲ ὁ ἄγριος ὄνος, ὡς ἄν τις εἴποι Τὸ θυμικὸν αὐτῆς ἐπιβήσεται.

829

(n)

Ps 79,18.19
1 Ἀνὴρ πολλάκις, ὃ δι’ ἡμᾶς καθ’ ἡμᾶς γενόμενος καὶ μὴ ἀποβαλὼν τὸ εἶναι ὃ ἦν, προσηγόρευται παρὰ τῇ θείᾳ γραφῇ· Ἰδοὺ γὰρ Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὀπίσω μου ἔρχεται ἀνήρ. εἰ οὖν ἐπὶ τοῦτον τὸν ἄνδρα καθὸ γέγονεν ἄνθρωπος ἡ ποιητικὴ σημείων καὶ τεράτων θεοῦ χεὶρ γενηθείη
5δεξιὰ τυγχάνουσα (αὕτη δέ ἐστιν ὁ θεὸς λόγος), ἀντὶ τοῦ εἰ ἑνωθείη σαρκὶ καθ’ ὑπόστασιν ψυχὴν λογικὴν ἐχούσῃ καὶ δι’ αὐτῆς εὐεργήσειε τὰς θεοσημείας, τοσαύτη βελτίωσις περὶ ἡμᾶς ἔσται ὡς μὴ ἀποστῆναί σου. οὕτω γὰρ μετέχοντές σου ζωοποιηθησόμεθα καὶ τὸ σὸν ἐπικαλεσόμεθα ὄνομα. ἐκ τούτου γὰρ ἀκολουθήσει καὶ σωτηρία ἡμῖν· Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται
10τὸ ὄνομα κυρίου σωθήσεται.139 in vol. 2

830

(n)

Ps 80 arg
1 Ἐπεὶ τάγματά εἰσι πολλὰ τῶν ὑπὸ Χριστοῦ βελτιουμένων οἳ καὶ κλήματα αὐτοῦ εἴρηνται ὄντος ἀμπέλου ἀληθινῆς, ποικίλαι εἶεν ληνοὶ τουτέστιν ἐπαγγελίαι, εἰς ἃς ἀποθλιβόμενος ὁ καρπὸς αὐτῶν οἶνον ποιεῖ εὐφραίνοντα καρδίαν ἀνθρώπου. ἐπειδὴ δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ἀμπελὼν
5εἴρηται (περὶ γὰρ αὐτῆς ἀρθείσης ἀπὸ τῶν Ἑβραίων καὶ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασι δοθείσης εἴρηται τοῖς Ἰουδαίοις Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν—ἣν ἀμπελὼν ἐν τῇ παραβολῇ ὑπῃνίξατο—καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς), ταύτης τῆς ἀμπέλου καρποὶ καὶ βότρυες ἡ τῶν νοημάτων φορά· οὕσπερ καρποὺς αἱ διάνοιαι τῶν πιστευόντων παραλαβοῦσαι
10οἷα θεῖαι ληνοὶ ἐκθλίψασαι ποιήσουσιν οἶνον, ἀφ’ οὗ πίεται ὁ δυνάμενος εἰπεῖν θεῷ Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Καταλλήλως δὲ τῇ ἐπιγραφῇ καὶ ὀγδοηκοστὸς ὁ ψαλμὸς τέτακται, τοῦ ἀριθμοῦ τούτου ὀγδοάδας δεκάδων περιέχοντος ὡς σύμβολον φέρειν τῆς ἀναστάσεως τοῦ κυρίου ἐν τῇ κυριακῇ ὀγδοῇ οὔσῃ ἡμέρᾳ ἐπιτελεσθείσης.
15οὐ πρῶτος δὲ οὗτος Ὑπὲρ τῶν ληνῶν ἐπιγέγραπται ἀλλὰ καὶ ὁ ὄγδοος. καὶ αὐτὸς διὰ τὴν εἰρημένην διάνοιαν ἐν τάξει τοῦ ὀγδόου ἀριθμοῦ τεταγμένος.

831

(n)

Ps 80,2
1 Καὶ ἐπεὶ διὰ τοῦ θανάτου ἑαυτοῦ βοηθῶν ἡμῖν Ἰησοῦς κατέλυσε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον, ἀλαλάζομεν ἐπικερτομοῦντες κατὰ τοῦ καταργηθέντος τυράννου, τῷ τὴν βοήθειαν παρασχόντι ἀγαλλιώμενοι.

832

(n)

Ps 80,3
1 Ἐπεὶ τὸ τύμπανον ἐκ δορᾶς νενεκρωμένου ζῴου ὑπάρχει, βούλεται ἡμᾶς νεκρώσαντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας τύμπανον κατασκευάσαι ἑαυτοῖς, ὅπερ δώσομεν ἀντὶ
ψαλμοῦ. οὐ λαμβάνομεν τῷ παρερχομένῳ αὐτόν· οὐ μόνον δὲ τύμπανον140 in vol. 2
5ἀποδοῦναι πρὸς τὸν ψαλμὸν προστάττει ὁ λόγος ἀλλὰ καὶ ψαλτήριον καὶ κιθάραν. ἔστι δὲ καθὰ ἐν ἑτέροις εἴρηται ψαλμοῖς ψαλτήριον διὰ τὸ εὐθὺ καὶ ἀκαμπὲς εἶναι καὶ ἐκ τῶν ἄνωθεν ἀποδιδόναι τὸν ἦχον τὸ πνεῦμα εἶναι τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, τῆς ψυχῆς δηλουμένης διὰ τῆς κιθάρας τῷ τεταμένας τὰς αἰσθήσεις καὶ τῆς ψυχῆς τὰς δυνάμεις αὐτῆς ἐμμελῆ καὶ
10μουσικὴν τῶν ἐνεργειῶν ἀποτελεῖν τὴν φθογγήν. εἰ τοίνυν τὸ ψαλτήριον τὸ πνεῦμα καὶ τὴν ψυχὴν ἡ κιθάρα καὶ τὸ σῶμα τὸ τύμπανον αἰνίττεται, λαμβάνομεν τὸν λόγον θεῖον ψαλμὸν ὄντα ἐπὶ τῷ δοῦναι τὸ πνεῦμα τὴν ψυχὴν τὸ σῶμα τὰς κατ’ ἀρετὴν θεωρίας καὶ πράξεις ἐνεργεῖν.

833

(n)

Ps 80,6—8b
1 Κατὰ δὲ ἀναγωγὴν ἔχει οὕτως· τὸ πρόσταγμα τὸ δηλοῦν τὸ πνευματικὸν βούλημα τῆς σκιώδους ἑορτῆς μαρτύριον τέθειται ὑπὸ κυρίου τοῖς ὑπὸ ἐθνῶν προστεθειμένοις τῷ εὐαγγελίῳ. τούτους γὰρ ἀποσημαίνειν ἡ τοῦ Ἰωσὴφ ὀνομασία καὶ πρότερον εἴρηται. οὗτοι γὰρ τὰ πάθη καὶ τὰς κακίας καὶ αὐτὸν
5τὸν περὶ γῆν τόπον τῷ φρονήματι καταλιπόντες ἔξω τῆς Αἰγύπτου τῆς τροπικῆς ἔσπευσαν γενέσθαι, ἅμα δὲ τῷ ἐξιέναι ταύτην ἣν πρότερον ἠγνόουν γλῶτταν τουτέστι διάλεκτον ἤκουσαν. τούτου δὲ τοῦ παραδόξου τὰ σύμβολα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων φέρεται, ὅτε ὀφθεισῶν ὡσεὶ πυρὸς γλωσσῶν ὡς καθίσαι αὐτὰς ἐφ’ ἕνα ἕκαστον τῶν πιστευόντων ἐξαπιναίως ἕκαστος τῇ ἰδίᾳ
10διαλέκτῳ ἤκουσε λαλούμενα πρὸς διαφόρων φωνῶν τὰ μεγαλεῖα τοῦ θεοῦ· ἀλλ’ οἱ τούτου τοῦ χαρίσματος τυχόντες ἀπέστησαν ἀπὸ ἄρσεων τὸν νῶτον τῆς ψυχῆς αὐτῶν, οὐκέτι αἴρειν ὑπομένοντες τὰ ὑλιπὰ καὶ πηλώδη τῆς τροπικῆς Αἰγύπτου πράγματα. ἐδούλευσαν γὰρ ἀλλ’ οὐ δουλεύσωσιν ἐν τῷ κοφίνῳ αἱ χεῖρες αὐτῶν, τῶν πράξεων αὐτῶν ἃς χεῖρας εἶπεν οὐκέτι ἀχύρου
15καὶ πλίνθου ἐφαπτομένων ἀλλ’ αἱρουσῶν εὐγενῶς καὶ ἐλευθερίως τινὰ τῶν κοφίνων, ὧν ἐπλήρωσεν Ἰησοῦς ἀφ’ ὧν ἔκλασεν ἄρτων. τὰ γὰρ καταλειφθέντα κλάσματα κοφίνων πληρώματα γεγένηνται ἀφ’ ὧν τρέφουσι τοὺς μαθητευομένους οἱ βαστάζοντες τοὺς πνευματικοὺς τούτους κοφίνους. Καταιγὶς πολλάκις ἐπὶ πειρασμοῦ λαμβάνεται. ἐπεὶ οὖν θεὸς πάρεστι τοῖς
20πειραζομένοις οὐ φανερῶς ἀλλὰ κεκρυμμένως, δέον ἐπικαλεῖσθαι τὸν πειραζόμενον, ὅπως ἐπακούσας αὐτοῦ ὁ θεὸς ῥύσηται αὐτὸν ἐκ τῆς παρούσης
αὐτοῦ θλίψεως.141 in vol. 2

834

(n)

Ps 80,12
1 Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου. τὸ ἀκοῦσαι οὐ μόνον αἰσθηθῆναι φωνῆς σημαίνει ἀλλ’ ἔσθ’ ὅτε καὶ τὸ πεισθῆναι τῷ λέγοντι κατὰ τὸ Οὐκ ἤκουον φωνὴν παιδεύοντός με, τουτέστιν οὐ συγκατετιθέμην ταῖς προστάξεσι τοῦ παιδεύοντος. δηλοῖ δὲ ἡ ἀκούειν φωνὴ καὶ τὸ συνιέναι καὶ νοῆσαι. Ὁ
5ἔχων γάρ φησιν ὦτα ἀκούειν ἀκουέτω, ᾧ ἶσόν ἐστιν Ὁ ἔχων σύνεσιν συνέτω. λαὸν δὲ αὐτοῦ φησιν αὐτὸν ἤτοι εἰς εὔνοιαν αὐτοὺς διεγείρων ἢ βαρύνων καὶ ἐπιτείνων τὸ ἔγκλημα αὐτῶν· μονονουχὶ λέγων, εἰ ἕτερον ἔθνος ἐτύγχανε, συγγνώμην ἂν εἶχον μὴ ἀκούοντες τῆς ἡμετέρας φωνῆς ὄντες ἀήθεις, νῦν δὲ ἀσύγγνωστα τιμωρηθείη—οὐ μόνον δὲ Οὐκ ἤκουσε τῆς φωνῆς μου ὁ λαός
10μου ἀλλ’ οὐδὲ προσέσχε μοι, καίτοι νοῦν ἔχων δυνάμενον ὁρᾶν ἐμέ, ἵνα, εἰ καὶ τῆς φωνῆς καταφρονεῖ, ἀλλά γε κἂν αἰσχυνθῇ με προσβαλών μου τῇ αὐθεντείᾳ εὐκαίρως εὐαγγελικὴν λέξιν μὴ νοουμένην ὑπὸ τῶν ἑτεροδόξων καὶ ταῦτα διακοπτόντων τὴν θεότητα σαφηνίσαι καλόν, τοῦ σωτῆρος τοῖς Ἰουδαίοις λέγοντος περὶ τοῦ πατρὸς Οὐδὲ φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος
15αὐτοῦ ἑωράκατε. μὴ νοήσαντες οἱ αἱρετικοὶ τὸ λεχθέν φασι (τῶν Ἰουδαίων τοῦ θεοῦ τὴν φωνὴν ἀκηκοότων τοῦ τὸν κόσμον πεποιηκότος καὶ τὸ εἶδος αὐτοῦ ἑωρακότων) κατὰ τὰς ἀναγραφείσας παρ’ αὐτοῖς 〈ἀποφανείασ〉· ἐλέγχων ὁ σωτὴρ μηδέποτε φωνὴν αὐτοὺς ἀκηκοότας θεοῦ μήτε εἶδος αὐτοῦ ἑωρακότας ἄλλῳ προσέχειν θεῷ οὗ καὶ φωνὴν ἤκουσαν καὶ εἶδος ἑωράκασιν. ἠπατήθησαν
20δὲ οἱ ἑτερογνωμονοῦντες τὸ πολύσημον τῆς ἀκούειν φωνῆς ἠγνοηκότες. εἰ γὰρ καὶ ἤκουσαν θεοῦ φωνῆς οἱ Ἰουδαῖοι νόμον παρ’ αὐτοῦ λαβόντες μὴ νοήσαντες αὐτὴν μηδὲ πεισθέντες αὐτῇ, εὐλόγως ἐλέγχονται μὴ ἀκούσαντες φωνὴν αὐτοῦ· ἀλλ’ οὐδὲ τὸ εἶδος αὐτοῦ ἑωράκασι μὴ προσηκάμενοι τὸν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ λέγοντα Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα.
25 Ὧι οὖν εἴρηται σημαινομένῳ μὴ ἀκηκοέναι φωνὴν θεοῦ πώποτε, οὕτω καὶ ἐνταῦθα πλήττονται διὰ τῆς εἰρημένης λέξεως καὶ τῆς ἑξῆς ἐκτεθησομένης οὕτως ἐχούσης.

835

(n)

Ps 80,15a
1 Τὸ Ἐν τῷ μηδενὶ ἂν σημαίνει τὸ δι’ εὐτελῶν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνουν, ὥσπερ καὶ τὸν μέγιστον τύραννον τῆς Αἰγύπτου οὐ γίγαντας
ἰσχυροὺς ὁπλίσας κατ’ αὐτῶν ἢ θηρία μέγιστα ἀλλ’ εὐτελῆ καὶ μικρὰ ζῳύφια.142 in vol. 2

836

(n)

Ps 81,2—4
1 Ἔθει Ἑβραϊκῷ φασι τοὺς εἰς τὸ κρίνειν τὸν λαὸν προβεβλημένους ἄνδρας θεοὺς ὀνομάζεσθαι, ὡς καὶ αὐτὸς Μωυσῆς παρίστησι λέγων Θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. ἄρχοντι γὰρ λαοῦ θεοὶ συνταττόμενοι οὐχ ἕτεροι τῶν κριτῶν εἶεν. ἀλλ’ ἐπεὶ ἑξῆς ἐν αὐτῷ τῷ
5ψαλμῷ τούτῳ ὁ θεὸς ἔφη Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες (οὗτοι *** θέντες, γεγονότος πρὸς αὐτοὺς τοῦ θεοῦ λόγου), δηλονότι καὶ νῦν τὸ Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν ἐπ’ αὐτοὺς ἀνενεχθήσεται. πάντων γὰρ τῶν οὕτω θεῶν ὄντων, ἄνδρες δὲ καὶ ἄγγελοι θεῖοι τῷ αὐτῷ τρόπῳ τυγχάνουσιν ὧν ὁ θεὸς ἐν μέσῳ ἵσταται οὐ μετακινούμενος αὐτῶν οὐδὲ καταλείπων αὐτοὺς
10ὅσον εἰσὶ τοιοῦτοι. τῶν γὰρ μεταπιπτόντων ἀφίσταται καταλιπὼν αὐτούς. διὸ καὶ ὁ Ἀδὰμ μετὰ τὴν παράβασιν ᾐσθήθη θεοῦ ἑστηκότος αὐτῷ πρὸ τῆς ἁμαρτίας· καὶ ἐν τῷ προφήτῃ εἴρηται Καὶ πορεύσεται κύριος ὁ θεὸς ἐν σάλῳ ὀργῆς αὐτοῦ. ἱστάμενος δὲ ὁ θεὸς ἐν τῇ συναγωγῇ τῶν θεῶν τηρεῖ αὐτῶν τὴν θεότητα, τρέφων μᾶλλον δὲ αὔξων αὐτὴν τῇ μετοχῇ ᾗ μετέχουσιν αὐτοῦ. ἀλλὰ
15καὶ ἐν μέσῳ αὐτῶν τυγχάνων διακρίνει αὐτοὺς τὸν εἰρημένον τρόπον. Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; εἰ οἱ κριταὶ τοῦ Ἰσραὴλ θεοί, μεταπεσοῦσιν αὐτοῖς λέγεται τὰ ἐγκείμενα. διαστροφὴ γὰρ κριτοῦ τὸ ἀδικίαν κρίνειν καὶ πρόσωπα λαμβάνειν ἁμαρτωλῶν. ὡς γὰρ ἕτεροι δώρων ἕνεκα παραχαράττουσι τὸ δίκαιον, οὕτως οὗτοι ἀποδεξάμενοι
20πρόσωπα παρὰ τὸ ἴσον κρίνουσιν. εἰκότως δὲ τὸ ἁμαρτωλῶν πρόσκειται. οὐ γὰρ ψεκτὸν εἴη τὸ δοῦναι τὸ δίκαιον πλουσίῳ καὶ ἄλλως ὑπερέχοντι τὴν ἀκολουθίαν τῆς ἰσότητος. εἴρηται γοῦν Καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει· εἴρηται δὲ καὶ τὸ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν. δεῖ γὰρ τὸν
25κριτὴν εἰδέναι, ὅτι κρίσει θεοῦ ὑπηρετεῖ. διὸ καὶ καλῶς εἴρηται ἵστασθαι ὁ θεὸς ἐν τῇ τῶν θεῶν τούτων συναγωγῇ καὶ ἐν μέσῳ αὐτοὺς διακρίνειν, ὅπως εἰδότες αὐτὸν ἐν αὐτοῖς καὶ μέσον αὐτῶν ὄντα ἕπωνται τῷ αὐτοῦ βουλήματι. Εἰ δὲ θεοὶ εἶεν οἱ θεότητος μεταποιούμενοι, ἐπεὶ τρεπτοὶ τυγχάνουσι, κἂν τραπεῖεν ἀπροσεκτήσαντες πρὸς οὓς καὶ σχετλιάζων ὁ λόγος Ἕως πότε, ἔφη,
30κρίνετε ἀδικίαν; νόμον γὰρ ἐνδιάθετον ἔχοντες καθ’ ὃν ἔστιν εἰδέναι τὸ ἀγαθὸν αἱρετὸν εἶναι καὶ φευκτὸν τὸ κακὸν, ἐν ἀλλάξει τοῖς πράγμασι προσερχόμενοι ὡς ἀποστρέφεσθαι τὸ ἀγαθόν, ἀσπάζεσθαι δὲ τὸ κακόν, ἀδικίαν κρίνετε· διὸ καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε, ἐπικρύπτοντες τὰ ἴδια ἑαυτῶν πρόσωπα καθὸ κατ’ εἰκόνα τοῦ θεοῦ ἐστε· κρίνατε ὀρφανῷ οἱ τὸ
35κρίνειν ἐπιτραπέντες τῷ κηδεμονίᾳ πατρὸς ἐρημωθέντι ἀλλὰ καὶ πτωχῷ τῷ μὴ θέλοντι ἐπαγωνίζεσθαι τοῖς ἑαυτοῦ δικαίοις· ἀλλὰ καὶ πένητα καὶ
πτωχὸν ἐξέλεσθε καταπονουμένους, ῥυόμενοι αὐτοὺς ἐκ τῶν πλεονεκτούντων ἁμαρτωλῶν. Ἀλλὰ καὶ τοῖς κατ’ ἀρετὴν θεοποιηθεῖσι λέγεται, ὅπως τὸν ἀποβαλόντα143 in vol. 2
40τὸν φαῦλον πατέρα καὶ τὸν τῆς πονηρίας πλοῦτον κρίνωσιν ἀξίως τῆς πρὸς αὐτῶν διὰ παιδεύσεως προστασίας. δικαιούτωσαν δὲ καὶ τὸν δι’ ἀτυφίαν ταπεινὸν καὶ πένητα διὰ τὸ πονεῖν ὑπὲρ εὐσεβείας γεγενημένον, ἐξαιρούμενοι τοὺς οὕτω πτωχοὺς καὶ πένητας ἐπὶ τῷ ἐκτὸς αὐτοὺς χειρὸς τουτέστι πράξεως ἁμαρτωλοῦ ποιῆσαι.

837

(n)

Ps 81,5
1 Ἡ θεία γνῶσις σοφία θεοῦ τυγχάνουσα ἐλλάμπει καὶ φωτίζει τὸν ἔχοντα· Σοφία γὰρ ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ οἱ εἰς ἐπιστήμην θείαν καλούμενοι ἐντολὴν ἔχουσι φωτίσαι ἑαυτοῖς φῶς γνώσεως. εἰ τοίνυν πεφωτισμένοι τυγχάνουσιν οἱ κατὰ θεὸν σοφοί, οἱ ἐναντίως διακείμενοι τῷ
5ἄγνοιαν καὶ τὸ ἀσύνετον περιέπειν ἐν σκότει διαπορεύονται προκόπτοντες ἀεὶ ἐν κακοῖς. Ἀλλ’ ἐπεὶ τοῖς κακοῖς ἐντριβέντες τὰ πρῶτα ἐνεγκάμενοι τῆς κακίας, οὐκ αὐτὸ μόνον γῆ διὰ τὴν ὑλικὴν ἕξιν γεγένηνται, ἀλλὰ καὶ θεμέλια γῆς εἶναι ἠθέλησαν, ἑδραίως καὶ ἀμετακινήτως τῇ φαύλῃ γνώμῃ ἐμμένοντες. ἀλλ’ εἰ
10καὶ αὐτοὶ τοιοῦτοι εἶναι ἠγάπησαν, ἀλλ’ ὅ γε φιλάνθρωπος λόγος εὔχεται κλονηθῆναι καὶ σεισθῆναι αὐτοὺς ἀφ’ ἧς ἔχουσι κακίστης στάσεως καὶ καταπεσεῖν ἀφ’ ἧς ᾠκοδόμησαν χειρίστης ἕξεως.

838

(n)

Ps 81,6.7
1 Ὁ ἀγαθὸς θεὸς οὗ πᾶς φθόνος μακράν ἐστι τῶν ἰδίων μεταδιδοὺς ἀνθρώποις εἶπεν, ὅπως καὶ θεοὶ ὦσι καταδεξάμενοι τὸν θεὸν λόγον αὐτοῦ. οὗτος δὲ ὁ θεὸς λόγος ποιῶν αὐτοὺς θεοὺς θεός ἐστι καὶ υἱοὺς ὑψίστου αὐτοὺς ποιήσει, μετεχόμενος ὑπ’ αὐτῶν ᾗ μονογενὴς υἱὸς ὑψίστου τυγχάνει.
5ἀλλὰ τοῦ μὲν θεοῦ χαρισαμένου αὐτοῖς τὸ εἶναι θεοῖς καὶ ὑψίστου υἱοῖς, αὐτοὶ τὴν ἐναντίαν ἔδραμον, ὡς ἄνθρωποι γενέσθαι καὶ ἀποθανεῖν τὸν ἑπόμενον τοῖς ἀνθρώποις θάνατον. ἄνθρωποι δὲ οὗτοι γεγένηνται ἐκπεσόντες τῆς θεότητος οὐ καθὸ θνητὰ καὶ λογικὰ ζῷά εἰσιν (τοῦτο γὰρ εἶχον καὶ ὅτε
θεοὶ καὶ υἱοὶ ὑψίστου ἐτύγχανον), ἀλλὰ καθὸ θνητὰ καὶ ἀνθρώπινα ἠγάπησαν.144 in vol. 2
10ἀποθνῄσκουσι δὲ ᾗ οὕτως ἄνθρωποί εἰσιν οὐ τὸν κοινὸν θάνατον ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, πίπτοντες παραπλησίως τῷ πεσόντι ἑνὶ τῶν ἀρχόντων. οὗτος δ’ ἐστὶν ὁ διάβολος· ἄρχων γὰρ ὢν καὶ αὐτὸς ἐν τοῖς ἐπουρανίοις ἔπεσεν. εἴρηται γοῦν περὶ αὐτοῦ Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; ταύτῃ καὶ ὁ Ἀδὰμ ἁμαρτὼν οὐχ ὡς θεὸς
15ἀλλ’ ὡς εἷς τῶν τοῦ θεοῦ ἐκπεσὼν δηλονότι γέγονεν· οὐ γὰρ εἶπε περὶ αὐτοῦ ὁ θεὸς Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς ἡμεῖς, ἀλλ’ Ὡς εἷς ἡμῶν, ἢ Ὡς εἷς ἐξ ἡμῶν, ὡς πολλὰ περιέχει τῶν ἀντιγράφων.

839

(n)

Ps 81,8
1 Ἑτέραν ἔφησε γραφὴν ἔχουσαν Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ ἐξολοθρεύσεις ἐν πᾶσι τοῖς ἔθνεσι. κρινεῖ ὁ θεὸς ἤτοι πάντας τοὺς ἐπὶ τῆς γῆς ἢ ὅσοι γῆ διὰ τὸ φρονεῖν τὰ ἐπίγεια γεγένηνται. κρινεῖ δὲ τὴν γῆν ὁ θεὸς ἐξολοθρεύων ἐν πᾶσι τοῖς ἔθνεσιν ἀλλ’ οὐ πάντα τὰ ἔθνη. ὅσα γὰρ ἔθνη
5δεισιδαίμονα χρηστήριά τε καὶ ἡ ἄλλη περιεργία σὺν τοῖς ἐνεργήσασιν αὐτὰ πνεύμασι πλάνης ἐξωλοθρεύθη ὑπὸ θεοῦ, ἵνα καθαρὰ τούτων τὰ ἔθνη γένηται ἐπὶ τῷ καταδέξασθαι τὸν τῆς σωτηρίας λόγον. καὶ αὐτὴν δὲ τὴν ἐν τοῖς ἔθνεσι διάθεσιν, καθ’ ἣν ἔθνη διάφορα ἐτύγχανεν, ἐξολοθρεύσας θεὸς ἀνθρώπους αὐτοὺς ἀποδείξει κατ’ εἰκόνα ἑαυτοῦ ἀποβαλόντα τὰ συμβεβηκότα
10καθὰ καὶ ἔθνη γεγένηνται.

840

(n)

Ps 82,2a
1 Ἡ ὁμοίωσις διττῶς νοεῖται. ἔστιν γὰρ κατ’ οὐσίαν ὁμοιότης ἣ καὶ κυρίως ταυτότης λέγεται, ἔστι δὲ καὶ κατὰ ποιότητα ἣ καὶ ἁπλῶς ὁμοιότης καλεῖται. κατὰ τὸ δεύτερον σημαινόμενον ὁμοιωθεῖεν ἂν θεῷ οἱ γινόμενοι τέλειοι, Ὡς τέλειός ἐστιν ὁ οὐράνιος πατήρ· ὅθεν εἴρηται Ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ
5ἐσόμεθα, τῷ θεῷ δηλαδή. Καὶ τὸν ἄνθρωπον οὖν κατ’ εἰκόνα καὶ τὴν ἑαυτοῦ ὁμοιότητα κατεσκεύασεν ὁ πάντων αἴτιος κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ κατ’ οὐσίαν λέγω, οὐδενὸς ὁμοιουμένου θεῷ. τὸ γὰρ Τίς ὁμοιωθήσεται οὐ πεῦσιν οὐ τὸ σπάνιον ἀλλὰ τὸ ἀδύνατον δηλοῖ, οὐδενὸς δυναμένου κατ’ οὐσίαν θεῷ ὁμοιοῦσθαι. ἀλλὰ μὴ
10λάθῃς σαυτὸν νομίσας καὶ τὸν υἱὸν ὑποκεῖσθαι τοῖς λεγομένοις. οὐ γὰρ εἶπε Τίς ὅμοιός σοι, ἀλλὰ Τίς ὁμοιωθήσεταί σοι; οὐ γὰρ ἐπὶ μέλλουσιν ἔχει ὁ υἱὸς τὸ ὁμοιωθήσεσθαι τῷ θεῷ, ἐκ τῆς οὐσίας αὐτοῦ τυγχάνων καὶ διὰ τοῦτο ὁ αὐτὸς αὐτῷ ὢν οὐκ ἀριθμῷ ἀλλ’ ἐν τῷ ταυτῷ τῆς οὐσίας.145 in vol. 2

841

(n)

Ps 82,14—16
1 Βούλεται αὐτοὺς τεθῆναι ὑπὸ τοῦ θεοῦ ὡς τροχὸν ἀβέβαιον καὶ ἀνίδρυτον. πρὸς καλοῦ γὰρ αὐτοῖς ἔσται τὸ μὴ βεβαιωθῆναι καὶ ἀκινήτως ἔχειν ἧς εἵλαντο κακίας. διὸ καὶ βούλεται τεθῆναι αὐτοὺς ὡς καλάμην σκορπιζομένην καὶ διαρριπτουμένην κατὰ πρόσωπον σφοδρὸν πνέοντος ἀνέμου ὑπὸ τοῦ
5διώκοντος αὐτοὺς τιμωροῦ πνεύματος ὃ ἀλληγορικῶς ἄνεμον εἶπεν. Καταφάγεται δὲ αὐτοὺς καὶ δρυμὸν ἄκαρπον γεγενημένους τὸ τῶν κολάσεων πῦρ ἐκκοπέντας ἀξίνῃ. χρώμενος δὲ κατ’ αὐτῶν καὶ ἑτέρᾳ τιμωρίᾳ καταδιώξει αὐτοὺς τῇ ἰδίᾳ αὐτοῦ καταιγίδι ἣν οὐκ ἔστι διαδράναι· ὅθεν καὶ ταραχθήσονται ἐν τῇ φερομένῃ ἐπ’ αὐτοὺς θεοῦ ὀργῇ. ἐπεὶ γὰρ ποικίλα τὰ ἁμαρτήματα αὐτῶν
10ἐτύγχανεν, ἀναγκαίως πολύτροπος αὐτοῖς ὑπῆρκται κόλασις. Σημειωτέον δὲ ὅτι καλὴ φυτεία τυγχάνοντες ἀκαρπίαν ἠγάπησεν. ἡ γὰρ καλάμη ἐκ τοῦ καλοῦ σπέρματος τὴν ἀρχὴν ἔχει, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς παραφυομένη. ἔδει μὲν γὰρ αὐτούς, εἴπερ προηγουμένως ἐκαρποφόρουν, σῖτον γενέσθαι, ἵν’ εἰσαχθῶσιν εἰς τὰς τοῦ λόγου ἀποθήκας.
15τοῦτο δὲ μὴ θελήσαντες καλάμη καὶ ἄχυρα γεγένηνται, οἷς χρήσεται μὲν καὶ ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος πρὸς οἰκοδομὴν ὧν κατασκευάζει ὀλεθρίων πόλεων, κατακαήσονται δὲ καὶ ὑπὸ τοῦ ἀσβέστου πυρός. τὸ γὰρ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

842

(n)

Ps 82,19b
1 Εἰ καὶ ἄλλοι ὑψηλοὶ καὶ ὕψιστοι ἐκ θεοῦ γεγένηνται ἀρετῇ μετεωριζόμενοι καὶ ὑψούμενοι, ἀλλ’ οὐδεὶς ἐκείνων ἐξ ἑαυτοῦ καὶ κατ’ οὐσίαν ἐστὶ τοιοῦτος. μόνος γὰρ θεὸς ὕψιστος ὑψίστους ποιῶν ἀλλ’ οὐ γινόμενος· ὡς μόνος σοφός ἐστι καὶ μόνος ἀληθινὸς παρέχων σοφίαν καὶ ἀλήθειαν ἀλλ’ οὐ μετέχων, οὕτω
5μόνος ὕψιστος, κατὰ τοῦτο τοῦ ὑψίστου τὸ εἶδος καὶ τοῦ μονογενοῦς ὑψίστου τυγχάνοντος. ὑψίστου γὰρ ὢν δύναμις ἐπεσκίασε τὴν Μαρίαν· καὶ τὸ πνεῦμα
δὲ τὸ ἅγιον ἀπὸ ὑψίστου πεμπόμενον ὕψιστόν ἐστιν. ὁ μόνος οὖν ὕψιστος ἅμα τῇ τριάδι ἁρμόζει. ὁ γὰρ τὸν πατέρα ὕψιστον εἰπὼν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ· ὡσαύτως ὁ τὸν υἱὸν οὕτω καλέσας δηλοῖ καὶ τὸν146 in vol. 2
10πατέρα καὶ τὸ ἅγιον πνεῦμα. ὡς γὰρ μία θεότης, οὕτω καὶ τὸ ὕψιστος ἕν, ἵνα μηδὲν τούτῳ διαφορὰ ᾖ περὶ τὴν τριάδα, ὥσπερ ἐν τοῖς ἄλλοις ὀρθῶς θεολογοῦμεν.

843

(n)

Ps 83,2.3a
1 Ἡ Ὡς λέξις οὐχ ὁμοίωσιν καὶ παραβολὴν ἐνταῦθα σημαίνει ἀλλ’ αὐτὸ τὸ ἀγαπητόν, ὥσπερ καὶ ἐν τῷ Μωυσεῖ Ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, καὶ ἔτι Χριστὸς δὲ ὡς υἱός. τὸ γὰρ Ὡς υἱὸς ἀληθείᾳ υἱὸν ἀλλ’ οὐχ ὁμοίωμα τοῦτο σημαίνει, καὶ Μωυσῆς δὲ οὐχ ὁμοίωμα θεράποντος τοῦ θεοῦ ἦν ἀλλὰ
5θεράπων ἦν αὐτοῦ. ὅθεν ἐπὶ τῆς προκειμένης λέξεως οὐ κατὰ παραβολὴν ἀλλὰ κατὰ ἀλήθειαν ἀγαπητὰ τὰ σκηνώματα τοῦ θεοῦ. καὶ εἰ νοήσαμεν αὐτὰ τίνα ποτέ ἐστιν, ἔτι μᾶλλον συνήσομεν ὡς ἀγαπητὰ ἀλλ’ οὐχ ὅμοια ἀγαπητοῖς τυγχάνει. ἔστι τοίνυν αἰώνια καὶ ἐπουράνια ταῦτα, περὶ ὧν ὁ σωτὴρ τοῖς παροῦσιν ἔφη Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν’ ὅταν
10ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου, τῷ ἀποβαλεῖν τὴν ψυχικὴν κατάστασιν καὶ γενέσθαι πνευματικὴν ὡς καταλλήλως ἔχειν πρὸς τὴν διατριβὴν τὴν ἐν ταῖς ἐπουρανίαις αὐλαῖς ἐκ παραλλήλου εἰρημέναις.

844

(n)

Ps 83,4c
1 Θυσιαστήρια οὐκ αἰσθητά. οὐ γὰρ πλῆθος ἀλλ’ ἓν ἦν τὸ θυσιαστήριον κατὰ τὴν ἱστορίαν. εἰ μὴ ἄρα καὶ τὸ θυσιαστήριον οὕτω τις καλέσοι, κυρίου δὲ τῶν δυνάμεων τῶν οὐρανίων τὰ θυσιαστήρια εἶπεν ἐφ’ ἃ ἀνάγονται κρείττους θυσίαι τῶν κατὰ σκιὰν καὶ ὑπόδειγμα· ᾗ φησιν ὁ ἀπόστολος Ἀνάγκη τὰ
5ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς ταύταις ταῖς θυσίαις· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. αἱ γὰρ τῆς αἰνέσεως καὶ δικαιοσύνης θυσίαι ἐπὶ ταῦτα τὰ θυσιαστήρια ἀναφέρονται, καὶ οἱ θυσίαν δὲ ζῶσαν εὐάρεστον τῷ θεῷ προσάγοντες τὰ ἑαυτῶν σώματα οὐκ ἐπ’ ἄλλα ἢ ἐπὶ ταῦτα τὰ θυσιαστήρια
αὐτὴν προσφέρουσιν.147 in vol. 2

845

(n)

Ps 83,5
1 Οἶκος δὲ θεοῦ ἡ παντελὴς ἀρετὴ καὶ ἀκροτάτη γνῶσις τῆς ἀληθείας ἐστίν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν τὴν σκηνὴν προκοπῆς σύμβολον εἶναι· ὁδευόντων γὰρ οἰκεία αὕτη. αὐτὸ δὲ τὸ τέλος τῆς μακαριότητος δηλοῖ ἡ οἶκος θεοῦ φωνή. ὅθεν καὶ κατὰ τὴν ἱστορίαν ὁδεύων ὁ λαὸς σκηνὴν μαρτυρίου (οἶκον δὲ
5θεολογίας) εἶχε καὶ τῶν ἑαυτοῦ ἀρετῶν διαφόρους σκηνὰς ἐν αἷς πᾶς ὁ λαὸς ᾤκει. φθάσαντες δὲ ἐπὶ τὴν ἁγίαν γῆν καὶ αὐτοὶ ἐν οἰκίαις τὴν οἴκησιν εἶχον, οὐκέτι προκόπτοντες· εἰς τὸ τέλος γὰρ τῆς ἀρετῆς καὶ ἐπιστήμης ἔφθασαν. ἀλλ’ οὐκέτι τῇ σκηνῇ τοῦ μαρτυρίου ἀλλὰ τῷ οἴκῳ τῷ ἱδρυμένῳ προσερχόμενοι ἐπετέλουν τὰ τῆς λατρείας. καὶ ἐνταῦθα τοίνυν μετὰ τὸ ποθῆσαι καὶ ἀγαπῆσαι τὰς
10προκοπὰς ἃς διὰ τῶν σκηνωμάτων ᾐνίξατο εἰπὼν Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε, μακαρίζει τοὺς διὰ τῶν προκοπῶν ἐπὶ τὴν ἀκρώρειαν ἀναβεβηκότας ὡς οἰκεῖν τὸν θεοῦ οἶκον φέροντας τὴν κατὰ θεὸν κατάστασιν, πληρωθέντος ἐπ’ αὐτοῖς τοῦ Ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.

846

(n)

Ps 83,7.8a
1 Τὸ Ἔθετο δηλοῖ τότε ποιῆσαι, ὡς τὸ Ἐθέμην τῷ στόματί μου φυλακήν, ἀντὶ τοῦ ἐποίησα· καὶ Ὁ τιθεὶς τὴν οἰκουμένην ὅλην ἔρημον ταὐτὸν ὂν τῷ ποιῆσαι τὴν οἰκουμένην ἔρημον. καὶ ἐνταῦθα οὖν τὸ Εἰς τόπον ὃν ἔθετο παρίστησι τὸ Ἐποίησε τόπον. οὗτος δ’ ἐστὶν ὁ περίγειος τόπος. ἐν τούτῳ
5γὰρ ὁ θεὸς διέθετο τὰς πρὸς ἀνθρώπους διαθήκας αὐτοῦ. κλαύσωμεν οὖν ἐπαινετῶς τὸ ἀμέμπτως κλαίειν, μανθάνοντες ἐξ ἧς διέθετο ὁ θεὸς διαθήκης τοῖς ἔτι ἐνταῦθα τυγχάνουσιν. οὕτω γὰρ καὶ τῶν εὐλογιῶν τευξόμεθα, κατὰ τὸ βούλημα τῆς διαθήκης ζήσαντες τῆς ἐνταῦθα δοθείσης. γνωσόμεθα δὲ τὸ μέγεθος τῶν δεδομένων εὐλογιῶν, συνέντες τίς ὁ ὀρέγων αὐτάς. ἔστι δὲ
10οὗτος ὁ νομοθετήσας θεός. Πορεύσονται δὲ καὶ ἐκ δυνάμεως εἰς δύναμιν. αἱ ἀρεταὶ καὶ θεωρίαι τῆς ἀληθείας δυνάμεις εἰσίν. διὸ καὶ πλέον τι δύνανται οἱ ταύτας ἔχοντες. οἱ
πορευθέντες οὖν κατὰ τὰς προκοπὰς τῆς εἰσαγωγικῆς δυνάμεως σπεύσουσιν ἐπὶ τὴν τελειοτέραν γενέσθαι καὶ οἱ κατὰ νόμον πολιτευόμενοι ἐπὶ τὴν148 in vol. 2
15εὐαγγελικὴν πολιτείαν, οἱ γνόντες κατὰ σάρκα Χριστὸν εἰς τὸ θεάσασθαι τὴν δόξαν αὐτοῦ, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός· οἱ ἐκ μέρους γινώσκοντες τῷ ἐπὶ γῆς εἶναι καὶ μὴ χωρεῖν τὸ ἀκραιφνέστατον τῆς γνώσεως—ἐλθόντος τοῦ τελείου εἴδους τῆς θεωρίας εἰς τὸ γνῶναι καθὸ δεῖ γνῶναι, ἐξ ὑποδεεστέρας δυνάμεως τῆς νοήσεως ἐπὶ μείζονα καὶ τελειοτέραν δύναμιν πορευόμενοι.

847

(n)

Ps 83,10b
1 Ἁπλούστερον δὲ καὶ ἕκαστος τῶν ἁγίων, μᾶλλον δὲ καὶ ἱερέων καὶ βασιλέων δύναται ταύτην τὴν ἀξίωσιν προσάγειν, χριστὸς ὢν θεοῦ. Μὴ ἅπτεσθε γὰρ τῶν χριστῶν μου περὶ πάντων ἁγίων εἴρηται, καὶ ἱερεῖς δὲ καὶ βασιλεῖς Ἑβραϊκῷ ἔθει χριστοὶ προσηγορεύοντο.

848

(n)

Ps 83,11a
1 Κρεῖσσον εἴη ἐν ταῖς αὐλαῖς σου γενέσθαι κἂν ἐπὶ ἡμέραν μίαν ὑπὲρ πλῆθος χιλιάδων ἡμερῶν ἐκτὸς τῶν αὐλῶν σου τυγχάνοντι. τῆς γὰρ παρ’ ἀνθρώποις τελειώσεως ὑπερέχει τὸ δοκοῦν ὀλίγον ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ. τοιοῦτόν ἐστι καὶ τὸ περὶ Ἰωάννου πρὸς τοῦ σωτῆρος ῥηθὲν Ἐν γεννητοῖς
5γυναικῶν οὐδεὶς μείζων Ἰωάννου ἀλλ’ ὁ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστι. Λεχθείη δ’ ἂν καὶ οὕτως ἐνταῦθα· βιοῦντες οἱ ἄνθρωποι ὑπὸ χρόνον εἰσίν, ὅστις χρόνος εἰς πλῆθος ἡμερῶν μερίζεται, μίαν ἡμέραν ἔχοντος αἰώνιον καὶ ἀδιάκοπον τοῦ ἐν ταῖς θείαις αὐλαῖς τοῦ κυρίου γεγενημένου. γέγονε γὰρ
10αὐτῷ κύριος φῶς αἰώνιον τοῦ ἡλίου τῆς δικαιοσύνης οὐ δύνοντος ἐπ’ αὐτῷ. αὕτη οὖν ἡ ἀδιάστατος καὶ ἀδιάκοπος ἡμέρα κρείσσων εἴη τῆς πολυημέρου
ἐνταῦθα γινομένης ζωῆς.149 in vol. 2

849

(n)

Ps 83,12b—13
1 Δίδωσιν ὁ θεὸς χάριν τοῖς σῳζομένοις χάριτι κατὰ τὸ Χάριτί ἐστε σεσῳσμένοι, ἴσον δωρεᾶς δυναμένης ἐνταῦθα τῆς χάριτος. ἔστι γὰρ καὶ ἕτερον τῆς χάριτος σημαινόμενον καθὸ κεχαριτωμένος τις εὑρίσκεται. κατὰ τοῦτο γὰρ λέγεταί τις εὑρηκέναι χάριν ἐνώπιον τοῦ θεοῦ. ταύτην τὴν
5χάριν ἀντὶ χάριτος προτέρας δίδωσιν, ἧς ἐκ τοῦ ἐφ’ ἡμῖν κατὰ τὸ δυνατὸν ἀναλαβεῖν ἐσπεύσαμεν. Δίδωσι δὲ καὶ δόξαν τοῖς ἀξίοις τοῦ τυχεῖν ταύτης διὰ τὸ προδεδοξακέναι τὸν λέγοντα Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι δι’ ἀγαθῶν ἔργων καὶ ἀληθινῶν δογμάτων.
10 Πορεύονται δ’ ἐν ἀκακίᾳ οἱ ἄνευ χειρίστης ἕξεως διὰ πάντων κινούμενοι. εἰ δὲ καὶ τὴν ἁπλότητα σημαίνει ἡ ἀκακία, καὶ αὐτὸς ἐπίστησον. Καὶ ἐπεὶ προσδοκία ἐστὶν ἀγαθῶν ἡ ἐλπίς, μόνον δὲ τὸ λογικὸν ὀρεκτικὸν τῶν κυρίως ἀγαθῶν, μόνου ἀνθρώπου οἰκεία ἀρετὴ τὸ ἐλπίζειν, μάλιστα ὅταν εὐσεβείας ἀντιποιῆται· γέγραπται γὰρ Ἐλπὶς τῷ εὐσεβεῖ. ἀναγεννῶνται
15γὰρ οἱ πιστοὶ εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν διὰ τὸ ἀκήρατον εἶναι τὴν τῶν ἀγαθῶν προσδοκίαν.

850

(n)

Ps 84,2—4
1 Πρὸς δὲ διάνοιαν· εὐδοκεῖ κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν γῆν αὐτοῦ τυγχάνουσαν διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ’ αὐτοῦ καὶ ἑκατονταπλασίονα καρποφορεῖν. ἀποστρέφει δ’ εἰς αὐτὴν καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων ἀχθέντων ὑπὸ πονηρῶν δυνάμεων, λογισμῶν Ἰακὼβ ὄντας διὰ
5τὸ ἵστασθαι κατὰ τῶν παθῶν. Ταῦτα δ’ ἐνέργησας ἄφεσιν ἀνομημάτων χαρίζεται πᾶσιν, ἐξαίρων καὶ λύων τὰς ἀνομίας αὐτῶν. εἴ ποτε δὲ καὶ μετὰ ἄφεσιν ἥμαρτον, καὶ ταῦτα τὰ ἁμαρτήματα ἐπικαλύπτει ἐνδοὺς τὴν ἀρετήν· καλύπτει γὰρ ἡ ἀρετὴ τὰς ἁμαρτίας, οὐκ ἐγκρύπτουσα αὐτὰς ἀλλ’ ἐξ ὅλων ἀναιροῦσα καὶ ἀφανίζουσα.
10οὕτω γὰρ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. ὡς γὰρ ἡ ἐπιστήμη καλύπτει τὴν ἄγνοιαν ἐξ ὅλων ἀναιροῦσα αὐτὴν τῆς ψυχῆς ᾗ ἂν παραγένηται, οὕτω καὶ ἡ ἀγάπη τοῦ θεοῦ ἡ αὐτὴ οὖσα τῇ ἀρετῇ καλύπτει τὰς ἁμαρτίας ὧν ἂν
εὐεργετεῖν κρίνῃ. Εὐδόκησεν δὲ τὴν γῆν αὐτοῦ ὁ θεός, ἀποστείλας τὸν υἱὸν αὐτοῦ ὀφθῆναι150 in vol. 2
15ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· ὅθεν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία εἴρηται. Μανθάνομεν δὲ ἐκ τῶν εἰρημένων ἐντεῦθεν μὴ πάθος εἶναι θεοῦ τὴν λεγομένην αὐτοῦ ὀργήν. διὰ γὰρ τὰ ἁμαρτήματα ὑποστῆναι οἰκονομεῖται ὧν
20καταλυθέντων καὶ ἠφανισμένων καὶ αὐτὴ αὐτοῖς συναπέρχεται. εἰ δὲ φαίνονται οἱ τῇ ὀργῇ ὑπηρετούμενοι σκεύη ὀργῆς καλούμενοι ὁμωνύμως αὐτῇ θυμὸς καὶ ὀργὴ προσαγορευόμενα, βέλτιον ἐπισκέψῃ.

851

(n)

Ps 84,5—7
1 Ἐπεὶ τῶν σωτηρίων ὧν δίδως ἡμῖν θεὸς ὑπάρχεις, ἐπίστρεψον ἡμᾶς, ἀφορμὰς μετανοίας ἡμῖν παρασχὼν καὶ δεχόμενος ἡμᾶς ἀνακάμπτοντας πρὸς σέ. ἕψεται γὰρ τὸ καὶ τὸν θυμόν σου ἀποστραφῆναι ἀφ’ ἡμῶν. ἐπεὶ γὰρ ἡμεῖς ἐξήψαμεν αὐτὸν δι’ ὧν ἡμαρτήκαμεν, μεταγνόντων καὶ ἐπιστρεψάντων
5ἡμῶν, οὐκέτ’ ἐνεργήσει καθ’ ἡμῶν ἀφανιζόμενος. ὡς γὰρ πῦρ, ἐπιλειπούσης τῆς καυστῆς ὕλης καθ’ ἣν ἐνεργεῖ, οὐκέτ’ ἐστιν, οὕτως ἠφανισμένων τῶν ἁμαρτημάτων ἡμῶν οὐκέτι ὑποστήσεται θυμός σου καθ’ ἡμῶν. Ζωοῖ ὁ θεὸς ζωὴν παρέχων τούτοις, οἳ πρὸς αὐτὸν ἐπέστρεφον ἀποστάντες αὐτοῦ καὶ ἀποστραφέντες αὐτόν· ἢ αὐτὸς ἐπιστρέψας τὸ πρόσωπον αὐτοῦ ὃ
10ἀπέστρεψεν ἀπ’ αὐτῶν δι’ ἣν ἔπραττον κακίαν. ἑκατέρως γὰρ τὸ Ἐπιστρέψας νοεῖν δυνατὸν ἀπαρεμφάτως εἰρημένον. οὐ γὰρ ἐμφαίνει τὸ πότερον αὐτὸς ἐπ’ αὐτοὺς ἢ αὐτοὶ πρὸς αὐτὸν ἐπέστρεψαν. ζωῆς ἐνδοθείσης τοῖς ζωωθεῖσιν, εὐφράνθη ὁ λαὸς τοῦ θεοῦ ἐπ’ αὐτῷ τῷ τὴν ζωὴν δεδωκότι θεῷ.

852

(n)

Ps 84,8
1 Ἐπεὶ οὐκ ἐξ ἔργων ἀλλὰ χάριτι καὶ ἐλέῳ θεοῦ ἀπαιτοῦσι τὴν σωτηρίαν, φασὶν Ὦ κύριε, δεῖξον ἡμῖν δι’ ὧν ἐλεεῖς καὶ οἰκτείρεις τὸν λαόν σου· οὕτω
γὰρ καὶ τὸ σωτήριόν σου, τουτέστιν ἡ παρὰ σοῦ σωτηρία, δοθείη ἡμῖν. Δυνατὸν ἔλεος καὶ σωτήριον εἰπεῖν τὸν αἴτιον τῆς ἐλεημοσύνης καὶ151 in vol. 2
5σωτηρίας Ἰησοῦν. αὐτὸς γὰρ τὸ ἔλεος καὶ τὸ σωτήριον τοῦ θεοῦ ἐστι καθὸ ἐλεεῖ καὶ σῴζει.

853

(n)

Ps 84,9
1 Οὐκ ἔξωθεν κρούων τὴν ἀκοὴν τῶν ἀκουόντων λαλεῖ θεὸς ἀλλ’ ἐν αὐτῇ τῇ διανοίᾳ ἐναποτιθέμενος ἅπερ βούλεται δηλῶσαι τῷ νῷ ἄνευ προφορᾶς, ὅθεν εἴρηται τὸ Ἀκούσομαι τί λαλήσει ἐν ἐμοί. συνᾴδει τούτῳ καὶ τὸ τοῦ Ἀμβακοὺμ ἔχον οὕτως· Καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ
5κύριος ὁ θεός. κατὰ ταῦτα καὶ ὁ Παῦλός φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ἐν αὐτῷ γὰρ ἀλλ’ οὐχ ἁπλῶς αὐτῷ ἐλάλει Χριστός. λαλεῖ γὰρ ἐκείνῳ ἐν ᾧ λαλεῖ, οὐ πάντως δὲ ᾧ λαλεῖ τις καὶ ἐκείνῳ λαλεῖ, ὅταν ἔξωθεν μόνον πλήττηται ἡ ἀκοή. πλὴν ὃ λαλήσει ἐν αὐτῷ κύριος ὁ θεὸς ἑρμηνεύων, εἶπεν εἰρήνην εἶναι ἐπὶ τὸν λαὸν αὐτοῦ τοῦ θεοῦ πάντων
10πολεμίων τῶν κατὰ τοῦ λαοῦ δηλονότι ἀνατρεπόντων, ἢ εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἐσχηκότος τοῦ λαοῦ δι’ ἧς πάσης ταραχῆς καὶ θορύβου ἐκτὸς εἴη γαλήνην ἀγόντων τῶν λογισμῶν. αὕτη ἡ εἰρήνη ἀπὸ θεοῦ καὶ πατρὸς καὶ κυρίου Ἰησοῦ ἅμα χάριτι δίδοται, ὡς τὸν σωτῆρα περὶ αὐτῆς φάναι Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. δίδοται δὲ ἡ εἰρήνη αὕτη καὶ τοῖς
15ἀποδιδοῦσι τὰ τοῦ θεοῦ τῷ θεῷ φυλάττουσι τὴν πρὸς αὐτὸν δικαιοσύνην, οἵτινες κυρίως οἱ ὅσιοι αὐτοῦ καλοῦνται. δίδωσι δὲ αὐτὴν καὶ τοῖς διὰ μετανοίας ἐπιστρέφουσι καρδίαν πρὸς αὐτόν, τὴν ἐπιστροφὴν οὐ σκολιὰν πρὸς αὐτὸν οὐδὲ ἐπίπλαστον ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ βάθους τῆς διανοίας ποιουμένοις.

854

(n)

Ps 84,10
1 Τότε δὲ καὶ ἀληθῶς κατεσκήνωσεν καὶ δόξαν ἐν τῇ γῇ, πολλὰ καὶ μεγάλα παραδόξως ἐπιτελοῦντος τοῦ σωτῆρος νεκρῶν ἀναστάσεις τυφλῶν ἀναβλέψεις
λεπρῶν καθαρισμοὺς καὶ ὅσα ἄλλα θαυμαστῶς ἐποίει. ὡς δὲ πρὸς μυστικώτερον λόγον τοῖς θεὸν φοβουμένοις ἀνελλιπέσιν οὖσιν (Οὐκ ἔστι γὰρ ὑστέρημα τοῖς152 in vol. 2
5φοβουμένοις αὐτόν) ἤγγισεν τὸ θεοῦ σωτήριον μετεχόμενον ὑπ’ αὐτῶν δι’ ὧν πράττουσι σωτηριωδῶς. ὡς γὰρ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ἐνεργούντων τὰ τῆς ἀπωλείας, οὕτως ἐκ τοῦ ἐναντίου ἐγγὺς τὸ σωτήριον τοῦ θεοῦ τῶν φοβουμένων αὐτὸν ὑπάρχει. διὸ καὶ κατασκηνοῖ δόξαν ἐν τῇ γῇ τῶν ταῦτα λεγόντων. γῆν δὲ αὐτῶν ἐρεῖς τὴν ἀγαθὴν αὐτῶν καρδίαν τὴν ἑκατονταπλασίως
10καρποφορήσασαν τὸν ἐπ’ αὐτῇ βληθέντα σπόρον. ὅτι δὲ κατασκηνοῖ ἐν τῇ καρδίᾳ δόξα θεοῦ, παρίστησιν ἡ λέξις ἡ φάσκουσα Ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. κατασκηνοῖ δὲ καὶ ἐν τῷ σώματι τῶν πειθομένων τῇ παραινέσει τῇ λεγούσῃ Δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ἑαυτῶν τῶν
15τελείαν σωφροσύνην κατορθούντων.

855

(n)

Ps 84,11.12
1 Δύναται καὶ ἐντεῦθεν ἡ ἀντακολούθησις τῶν ἀρετῶν δηλοῦσθαι, τοῦ ἐλεητικοῦ ἀληθοῦς καὶ τοῦ ἀληθοῦς ἐλεητικοῦ τυγχάνοντος, ἀλλὰ καὶ τοῦ δικαίου εἰρηνικοῦ καὶ τοῦ εἰρηνικοῦ δικαίου ὄντος. καὶ ἐν ἄλλοις δὲ ἅμα τῷ ἐλέει ἡ ἀλήθεια ὀνομάζεται, ὥσπερ ἐν τῷ Τὸ ἔλεός σου καὶ ἡ
5ἀλήθειά σου διαπαντὸς ἀντελάβετό μου, καὶ τὸ Ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. καὶ ἐφίστημι δὲ διὰ τοῦτο ἅμα αὐτὰ εἰρῆσθαι, ἐπείπερ δυσέφικτός ἐστιν ἀνθρώποις ἡ τῶν πραγμάτων ἀλήθεια, μᾶλλον δὲ ἀνέφικτος, εἰ μὴ τύχοι ἐλέῳ θεοῦ χορηγουμένη· ἢ τάχα τὴν ἀληθῆ σωτηρίαν ἄνευ ἐλεημοσύνης θεοῦ οὐκ ὄντος λαβεῖν, ἅμα ὠνομάσθησαν
10δικαιοσύνῃ. συνηντηκέναι τὸ ἔλεος τῇ ἀληθείᾳ φησίν. εἰ γὰρ εἰς ταὐτὸν ἔλθοι τὸ ἔλεος καὶ ἡ ἀλήθεια, καὶ γνωσόμεθα αὐτὴν καὶ ἐν αὐτῇ ἐσόμεθα. Ἀλλὰ καὶ ἡ δικαιοσύνη καταφιλεῖ τὴν εἰρήνην καὶ ἡ εἰρήνη τὴν δικαιοσύνην. ἔνθα γὰρ δικαιοσύνη, πάντως εἰρήνη ἕπεται οὖσα αὐτῆς βλάστημα. δύνασαι δὲ καὶ ἐπὶ τοῦ σωτῆρος ταῦτα ἐκλαβεῖν κατὰ διαφόρους ἐπινοίας αὐτοῦ
15εἰρημένα, ὡς ἤδη προείρηται. Ἀνατέταλκε δὲ ἐκ τῆς γῆς ἡ ἀλήθεια τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. πολλὴ γὰρ ἀπάτη καὶ πολὺ τὸ ψεῦδος ἐν ἀνθρώποις ἦν. Οὐκ ἔστι γὰρ ἀλήθεια καὶ ἔλεος οὐδ’ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· ἄρα καὶ ψεῦδος καὶ φόνος καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, φησὶν ὁ προφήτης. τοῦτο οὖν τὸ
20ψεῦδος τὸ καθόλου τῆς γῆς ἰσχύσαν ἔλυσεν ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ἀλήθεια, τὸ δ’ ἐκ τῆς γῆς (τουτέστιν ἐκ τῶν ἀνθρώπων) ἀνατείλας. ἀλλὰ καὶ δικαιοσύνη
τυγχάνων πατρὸς κατὰ τὸ εἶναι λόγος θεοῦ καὶ σοφία, ἐξ οὐρανοῦ διέκυψε κλίνας οὐρανοὺς καὶ καταβάς. ἐπήνεγκε δὲ ἡμῖν τὴν εἰρήνην καθὸ δικαιοσύνη καὶ τὸ ἔλεος καθὸ ἀλήθεια· ἐπινοεῖται γὰρ αὐτῷ πάντα ταῦτα, ὡς ἀρτίως153 in vol. 2
25εἴρηται.

856

(n)

Ps 84,13
1 Ὅνπερ τρόπον ὑετοῦ δοθέντος ἡ χθὼν καρποφορεῖ αὐτοῦ τοῦ κυρίου δεδωκότος χρηστότητα, καρπὸν ἡ νοητὴ γῆ δίδωσι, ποτισθεῖσα τῇ ἐκ θεοῦ χρηστότητι. καρπὸς δὲ αὐτῆς ἡ γενικὴ ἀρετὴ ἧς τὰ εἴδη προβαλλομένη ἡ ψυχὴ γῆ καρποφοροῦσα τυγχάνει.

857

(n)

Ps 84,14
1 Δύναται περὶ τοῦ λαοῦ εἰρῆσθαι τὸ προκείμενον, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ἐλάλησε κύριος εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἢ τοῦ λαοῦ δικαιοσύνη ἔμπροσθεν αὐτοῦ πορευομένη θήσει τὰ διαβήματα αὐτοῦ ἐπὶ τὴν ὁδὸν τὴν ἀνάγουσαν ἐπὶ τὴν μακαριότητα, ἢ αὐτὸς ὁ κύριος ὢν ἡ δικαιοσύνη προπορεύεται
5τοῦ λαοῦ καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. πρός τινα γοῦν εἶπεν Ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ. Ἢ καὶ οὕτως· ἡ κατὰ νόμον δικαιοσύνη ἐν Μωυσεῖ καὶ τοῖς προφήταις ἐνεργοῦσα ἧς τέλος Ἰωάννης προελήλυθε τοῦ σωτῆρος, τεθεῖσα εἰς ὁδὸν τὴν ἐν ἡμῖν τὰς διαβάσεις αὐτοῦ, ἵν’ ἐνοικῇ καὶ ἐμπεριπατῇ ἡμῖν, κέκραγεν
10Ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου εὐθείας, ποιεῖτε τὰς τρίβους αὐτοῦ· μονουχὶ βοῶν Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ. ἀμέλει καὶ περὶ Ἰωάννου λέγεται τὸ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον κυρίου ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ τὸ Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. εἰ δὲ καὶ ὁ
15σωτὴρ δικαιοσύνη ἐστὶ προπορευομένη τοῦ πατρὸς εἰς τὰς διανοίας τῶν θεοφορουμένων, ἐπίστησον νοῶν τίνα τρόπον εἴρηται τὸ Ὁ δεχόμενος ὑμᾶς
ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.154 in vol. 2

858

(n)

Ps 85,2b.3
1 Αὐχοῦσιν ὡς ἐπὶ μεγάλῳ ἀξιώματι οἱ ἅγιοι πάντες ἐπὶ τῷ δοῦλοι θεοῦ εἶναι. Ἰωνᾶς γοῦν ἐρωτώμενος ἐκ ποίας χώρας εἴη καὶ ἐκ ποίου λαοῦ, Ἐγὼ δοῦλος θεοῦ εἰμι ἔφη, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ σέβομαι. καὶ οἱ ἀπόστολοι γοῦν μαρτυροῦνται ὑπὸ τοῦ σωτῆρος καλῶς δι’ ἔργων καὶ λόγων κύριον αὐτὸν
5ὁμολογοῦντες· Ὑμεῖς γὰρ φωνεῖτέ με Ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ ὑμῶν καὶ κύριος καὶ διδάσκαλος ἀεὶ μανθανόντων παρ’ ἐμοῦ καὶ δουλευόντων μοι γνησίως. καὶ τῶν γραμμάτων γοῦν ἑαυτῶν προτάττουσι ταύτην τὴν σημασίαν ὡς ἐπὶ μεγίστῳ ἀξιώματι ἐναβρυνόμενοι· Ἰάκωβος γὰρ θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, καὶ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.
10ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, οὕτως οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσι. τὸ παραπλήσιον ποιῶν ὁ Δαυίδ, καίτοι βασιλεὺς ὤν, Σῶσον, ἔφη, τὸν δοῦλόν σου, ὁ θεός, τὸν ἐλπίζοντα ἐπὶ σέ· σῶσον δέ με
15ἐλέῳ τῷ σῷ, ἐπειδήπερ ὅλην ἡμέραν, λέγω δὴ πάντα τὸν χρόνον τῆς ζωῆς μου, πρὸς σὲ βοῶ.

859

(n)

Ps 85,5a
1 Τὸ δὲ ἐπιεικὴς ἐπὶ τοῦ θεοῦ οὐ κυριολεκτεῖται. ἀνθρωπίνη γὰρ ἀρετὴ ἡ ἐπιείκεια. εἴρηται δὲ περὶ αὐτοῦ ἀνθρωπικώτερον ὡς καὶ τὰ ἄλλα, τὸ χαίρειν τὸ εὐφραίνεσθαι τὸ μνημονεύειν.

860

(n)

Ps 85,8
1Θεοὺς δὲ καὶ ἐνταῦθα λέγεσθαι οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ληπτέον
ἀλλὰ καὶ τοὺς ἁγίους. ἐν τούτοις γὰρ οὐδεὶς πάντῃ καὶ ἀπαραλλάκτως ὅμοιός ἐστι τῷ κυρίῳ. μόνος γὰρ αὐτὸς ὡσαύτως τῷ πατρί ἐστι θεός, τούτων δὲ ἕκαστος μετουσίᾳ θεὸς γέγονε δεξάμενος τὸν θεὸν λόγον κατὰ τὸ Ἐκείνους155 in vol. 2
5εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. εἰ γὰρ καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγένηνται, ἀλλ’ οὐδεὶς αὐτῶν κατ’ οὐσίαν ὅμοιός ἐστι τῷ κυρίῳ, αὐτῶν ὁμοιωθησομένων ἀλλ’ οὐκ ὄντων· Ἔσεσθε γὰρ ἅγιοι διότι ἐγὼ ἅγιός εἰμι, αὐτοῦ ὄντος ἁγίου, αὐτῶν δ’ ἐσομένων. περὶ τῶν ἐσομένων ἀληθὲς εἰπεῖν Τίς ἅγιός ἐστιν ὡς σύ, κύριε; οὐ γὰρ γέγραπται Τίς ὁμοιωθήσεταί σοι ἐν
10θεοῖς, κύριε, ἀλλὰ Τίς ὅμοιός σοι. ὅμοιοι γὰρ ἔσονται κατὰ τὸ ῥηθὲν Ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Οὐδεὶς οὖν ὅμοιος τῷ κυρίῳ τῶν προκειμένων θεῶν ἀλλ’ οὐδὲ κατὰ τὰ ἔργα αὐτοῦ τυγχάνει τις αὐτῶν. διὸ καὶ ἐν Εὐαγγελίῳ φησὶν Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον. εἰ γὰρ καὶ
15τὰ αὐτά ποτε τῷ σωτῆρι ἐποίησαν κατὰ τὸ ὑποκείμενον οἱ ἅγιοι, ἀλλά γε τῷ τρόπῳ πολὺ διαλλάττει, τῶν μὲν εὐχῇ καὶ πίστει τῇ εἰς θεὸν ἐργαζομένων, τοῦ δὲ ἐξουσιαστικῶς ἐπιτελοῦντος· ὅθεν εἴρηται μηδένα τῶν θεῶν εἶναι κατὰ τὰ ἔργα τοῦ σωτῆρος. εἴρηται δὲ ἡμῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ΠΒ πῶς ἐλέχθη τὸ Κύριε ὁ θεός, τίς ὁμοιωθήσεταί σοι, ἅπερ ἀξιοῦμεν καὶ τῇ προκειμένῃ λέξει
20ἐφαρμόζειν τὸν ἐντυγχάνοντα.

861

(n)

Ps 85,11ab
1 Τῆς γνώσεως τῆς ἀληθείας ἀμέμπτως μεταλαβεῖν ἀδύνατον μὴ διὰ τῶν ἠθικῶν παιδευμάτων καὶ ἐνεργημάτων διαβεβηκότα. ὁδηγηθῆναι γοῦν ὑπὸ θεοῦ πρότερον εὔχεται ἐν τῇ ὁδῷ. αὕτη δ’ ἐστὶν ἡ ἐν πρακτικοῖς προκοπή· Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, ἵν’ οὕτω πορευθῆναι ἐν τῇ
5ἀληθείᾳ τοῦ θεοῦ δυνηθῇ προκόπτων ἐν αὐτῇ ἔστ’ ἂν ἐπὶ τὸ τέλος διαβῇ. τέλος δὲ τῆς γνώσεως τῆς ἀληθείας τὸ ἐπιβαλεῖν τοῖς γνωστοῖς τελείως καὶ ὡς ἔχουσιν ὑπάρξεως.

862

(n)

Ps 85,11c—13
1 Ὁ δι’ αὐτὰ τὰ ἀγαθὰ αἱρούμενος αὐτὰ εὐφραίνεται ἐπὶ τῇ τούτων κτήσει. ἔστι δὲ καὶ τὸ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ τῶν ἀγαθῶν, ὅθεν μετ’ εὐφροσύνης αὐτὸ ἔχειν βουλόμενος εὔχεται εὐφρανθῆναι ὑπὸ θεοῦ τὴν καρδίαν ἑαυτοῦ ἐπὶ τῷ φοβεῖσθαι τὸ ὄνομα αὐτοῦ.156 in vol. 2
5 Τούτου δὲ τυχὼν εὐχαριστικῶς ἐξομολογεῖται κυρίῳ τῷ θεῷ ἐν ὅλῃ τῇ καρδίᾳ τῇ εὐφρανθείσῃ ἐπὶ τῷ τετευχέναι τῶν αἰτημάτων. δοξάζει δὲ καὶ τὸ ὄνομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα τουτέστι πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, γενομένου ἐπ’ αὐτῷ μεγάλου τοῦ θεϊκοῦ ἐλέους· ἐφ’ ᾧ καὶ ἐρρύσθη ἐκ τοῦ πυθμένος τοῦ ᾅδου. τοῦτον γὰρ κατωτάτω ᾅδην ὠνόμασεν. οἱ γὰρ πολλὰ
10καὶ μεγάλα ἁμαρτάνοντες καταπίπτουσιν εἰς τὸν κατωτάτω ᾅδην, ἀφ’ οὗ, ἵνα ῥυσθῶσιν, μεγάλου ἐλέους δέονται, ὡς ἕκαστον αὐτῶν εὐκτικῶς λέγειν Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου. ἁρμόζει τοίνυν τῷ ἐκ τηλικούτου κακοῦ ῥυσθέντι τὸ δοξάζειν τὸ ὄνομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖσθαι αὐτῷ.

863

(n)

Ps 85,14.15
1 Οὐκ ἀμούσως δὲ παραδέξοιτ’ ἄν τις εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραστάντων τῶν βασιλέων τῆς γῆς καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ’ αὐτοῦ.

864

(n)

Ps 85,16
1 Ἐπισκόπησόν με. ἐπισκοπεῖς γὰρ οὓς βλέψεις οὐκ ἄλλου του ἕνεκα ἢ τοῦ εὖ ποιῆσαι καὶ ἐλεῆσαι. διὸ καὶ ἐν τοῖς ἑξῆς βασιλεὺς ὢν ἀξιοῖ δοθῆναι καὶ φυλαχθῆναι αὐτῷ τὸ κράτος, ὅπερ αὐτὸς αὐτῷ δέδωκεν ὁ θεός. τούτῳ γὰρ ἀκολουθήσει καὶ τὸ σωθῆναι αὐτὸν ὄντα υἱὸν τῆς τοῦ θεοῦ παιδίσκης.
5 Εἰ δὲ προφητεία εἴη περὶ Χριστοῦ τὰ ἐπαγγελλόμενα, τοῦτον τὸν τρόπον ἐξομαλισθείη τὰ προκείμενα· φησὶν ὁ Δαυίδ· ἐπιβλέψας ὡς θεὸς ἐλέησόν με. ὑπάρξει δὲ τοῦ διδόντος σοῦ τὸ κράτος σου τῷ παιδί σου ἐν τῷ ἐνανθρωπεῖν καὶ λαμβάνειν τὴν τοῦ δούλου μορφήν. καὶ ἐπεὶ ἀκολουθεῖ τῷ γενομένῳ ἀνθρώπῳ καὶ τεθνάναι, ἀνιστῶν αὐτὸν ὁ θεὸς σώσει αὐτὸν ὄντα υἱὸν τῆς
10παιδίσκης αὐτοῦ τῆς εἰπούσης ὁπηνίκα ἤκουσεν ὑπὸ τοῦ ἀγγέλου Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ· Ἰδοὺ ἡ δούλη κυρίου·
γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. ἀληθῶς γὰρ δούλη καὶ μήτηρ τοῦ κυρίου ἡ τεκοῦσα αὐτόν. ἐκ παραλλήλου δὲ εἰρῆσθαι νόμιζε τὸν κύριον παῖδα καὶ τὸν υἱὸν τῆς παιδίσκης.157 in vol. 2
15 Δύναται δὲ καὶ υἱὸς παιδίσκης ὁ ἐκ περιτομῆς λαός. σαφῶς γὰρ περὶ τούτων ὁ Παῦλος Γαλάταις ἐπιστέλλων φησὶν Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται.

865

(n)

Ps 85,17
1 Γένοιτό μοι σημεῖον εἰς ἀγαθὸν τῆς προφητείας περιαιρουμένης τῆς διαγορευούσης ἐν ἡμῖν τοῖς ἀνθρώποις γενήσεσθαι τὸν θεόν, παρθένου πρὸ πείρας ἀνδρὸς τικτούσης καὶ διαμενούσης παρθένου καὶ μετὰ τὸν τόκον. τοῦτο εἰς ἀγαθὸν σημεῖον ὤφθη ἐπὶ βοηθείᾳ τοῦ γένους ἡμῶν. διὸ καὶ παρεκλήθημεν·
5πῶς γὰρ οὐκ ἐμέλλομεν πληρεστάτην παραμυθίαν ἕξειν, θεὸν βοηθὸν ἐσχηκότες;

866

(n)

Ps 86,4a
1 Τῆς Ῥαὰβ καὶ τῆς Βαβυλῶνος μνησθήσεσθαι ὁ θεός φησι γινωσκόντων αὐτόν. συνᾴδει τούτοις τὸ Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. γνῶσιν γὰρ αὐτοῦ ἀναλαβόντες μᾶλλον καὶ μάλιστα γνωσθησόμεθα ὑπ’ αὐτοῦ· Εἰ γάρ τις ἀγνοεῖ, ἀγνοεῖται. καὶ πρός τινα ὁ θεὸς λέγει Ὅτι σὺ
5ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μου· ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. τῶν φαύλων τοίνυν ἀγνοούντων αὐτὸν ἐπιλέληστο θεός, μνησθεὶς αὐτῶν ὅτε καὶ αὐτὸν ἔγνωσαν αὐτοί. Ἰδοὺ τοίνυν τῆς Ῥαὰβ τῆς εἰς πλατυσμὸν μεταλαμβανομένης καὶ Βαβυλῶνος συγχύσεως ἑρμηνευομένης μεμνῆσθαι ὁ θεὸς εἶπεν ἐγνωκότων αὐτόν.
10μεταβαλόντες γὰρ οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν Ῥαάβ εἰσιν ἐγνωκότες θεόν, καὶ οἱ ἐκ συγκεχυμένων καὶ τεταραγμένων ἐνθυμημάτων εἰς γαλήνην καὶ κατάστασιν διανοίας ἐληλυθότες Βαβυλών εἰσι θεὸν ἐγνωκότες, ὧν μνημονεύει θεὸς ἀξιῶν τῆς μνήμης αὐτοῦ κριθέντων. Δύναται δὲ ὁ πλατυσμὸς σημαίνειν τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐπὶ τὴν
15βασιλείαν ἐρχομένων.158 in vol. 2

867

(n)

Ps 86,6
1 Τῆς ἐκκλησίας οὐ μόνον οἱ ἄρχοντες ἀλλὰ καὶ οἱ λαοὶ ἐνεγράφησαν εἰς τὴν πολιτείαν τῆς οὐρανίου πόλεως τοῦ ζῶντος θεοῦ, τὴν ἀναφορὰν ἐχόντων ἐπὶ τὴν ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ, μόνου θεοῦ διηγήσασθαι δυναμένου τὴν γραφὴν αὐτῶν. οὐ γὰρ τῶν ἐκ συλλαβῶν
5ὀνομάτων αὐτῶν ἡ ἀναγραφὴ γέγονεν ἀλλὰ τῶν δηλούντων τὴν κατὰ ψυχὴν ποιότητα αὐτῶν ἧς μόνος αὐτὸς ἔφορός ἐστιν. καὶ ἔστιν ἐκ τοῦ ἐναντίου ἐπιστῆσαι τῷ θεωρουμένῳ· ἐν Ἱερεμιᾷ γέγραπται Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήσονται. ὡς οὖν οἱ ἀφεστηκότες καὶ πόρρω θεοῦ γεγενημένοι γράφονται ἐπὶ τῆς γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ περικείμενοι φρονοῦντες τὰ ἐπίγεια καὶ τὰ
10ὑλικὰ διανοούμενοι, οὕτως οἱ τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες καὶ τὸ πολίτευμα ἔχοντες ἐν οὐρανοῖς ἐκεῖ ἐμπολιτογραφούμενοι ἐνετάγησαν τῇ τοῦ θεοῦ βίβλῳ.

868

(n)

Ps 87 arg
1 Ὑπὲρ μαελέθ, τουτέστιν ὑπὲρ χοροῦ ἢ χορείας τῶν υἱῶν Κορέ, ὑπὲρ τοῦ σύνεσιν καὶ συνετῶς ἀποκρίνεσθαι τῷ τὸν θεὸν φοβουμένῳ καὶ διὰ τοῦτο τυγχάνοντι ἀληθῶς Ἰσραηλίτῃ. Αἰμὰν γὰρ ἑρμηνεύεται φόβος αὐτῶν, ὡς πάντα τὸν ἔχοντα θεῖον φόβον καὶ εὐλάβειαν Αἰμὰν εἶναι, ᾧ σύνεσιν
5ἀποκρίνεσθαι προσήκει ὄντι συνετῷ ἀκροατῇ μετὰ χορείας καὶ χοροῦ θείου τοῦ ψαλμοῦ τὴν ᾠδὴν ἀπαγγέλλοντι.

869

(n)

Ps 87,2.3
1 Κεκράξομαι πρὸς σὲ οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, οὐκ ἐν μόνοις τυγχάνων τοῖς λαμπροῖς καὶ προσηνέσι τοῦ βίου πράγμασιν (ἀδύνατον ἡμέραν εἶναι) ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποῖς γεγενημένος νυκτερινὴν κατάστασιν περιέχουσιν· ἐν ἡμέρᾳ μὲν κεκραγώς, ὅπως παραμένῃ μοι ἡ τῶν ἀγαθῶν
5μετουσίᾳ, ἐν νυκτὶ δέ, ὅπως τέλος αὐτῆς λαβούσης ἐκ νυκτὸς πρὸς σὲ τὸ πνεῦμά μου ὀρθρίσαι δυνηθῇ.
Δυνατὸν δὲ καὶ ἁπλούστερον εἰπεῖν παραπλησίως τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος Ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν τεκνῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός. ὁ γὰρ τὸν νόμον κυρίου μελετῶν ἡμέρας καὶ159 in vol. 2
10νυκτὸς καὶ δι’ αὐτοῦ τοῦ μελετᾶν ἔργοις καὶ διαθέσει κεκράξεται πρὸς τὸν θεὸν τῆς σωτηρίας ἑαυτοῦ ἡμέρας καὶ νυκτός, ὁτὲ μὲν αἰτούμενος σωτηρίαν, ὁτὲ δὲ φυλαχθήσεσθαι αὐτὴν ἤδη ὑπάρξασαν παρακαλῶν. Πολλὴν δὲ παρρησίαν ἔχοντος πρὸς θεὸν ἡ λέγουσα φωνὴ Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. ἐπεὶ γὰρ τοιαῦτα αἰτοῦμαι ἃ κἀμοὶ συμφέρει καὶ
15σοὶ πρέπει καὶ φίλον διδόναι (αἰτοῦμαι γὰρ τὰ κυρίως ἀγαθά), ἐν ὄψεσί σου ἡ ἡμετέρα προσευχὴ γενέσθω· οὕτως γὰρ καὶ ἐπινεύσεις παρασχεῖν ἃ ᾐτησάμην, συγκαταβαίνων καὶ κλίνων πρὸς μὲ τὸ οὖς σου· οὕτως γὰρ εἰσακουσθῆναι πεπίστευκα· διὰ τοῦτο δὲ πρὸς σέ, ὦ δέσποτα, βοῶ.

870

(n)

Ps 87,4
1 Πολλοὶ γὰρ οἱ ἐπικείμενοι πολέμιοι οἱ κατασπάσαι τὴν ζωήν μου εἰς τὸν ᾅδην θέλοντες, ἐφ’ οἷς ἀθυμῶν καὶ ἀγωνιῶν κακῶν ἔχω πλησθεῖσαν τὴν ψυχήν, τουτέστιν ἐπιπόνων κακωτικῶν.

871

(n)

Ps 87,5
1 Ἐκ παραλλήλου τὸν αὐτὸν τόπον ᾅδην καὶ λάκκον καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. αὐτὸς οὖν γενόμενος ὁ σωτὴρ ὑπὲρ τῆς τῶν ὅλων σωτηρίας ἐλήλυθε λύτρον δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου. Μόνος γὰρ αὐτὸς ὑπὲρ πάντων ἀπέθανε καὶ ταύτῃ εἶπε
5Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. ἑκάστου γὰρ εἰκότως κατιόντος εἰς τὸν λάκκον δι’ ἃ ἔπραξεν ἢ ἐφρόνησεν, ἐγὼ προσελογίσθην καὶ μετ’ αὐτῶν ἠριθμήθην, οὐκ ἀκολουθίας ἔργων εἰς τοῦτό με ἀγαγούσης ἀλλ’ εὐδοκίας πατρικῆς καὶ ἡμετέρου θελήματος προσλογισθῆναι τούτοις τοῖς εἰς τὸν λάκκον κατιοῦσι κρινάντων· ὅθεν αὐθαιρέτως καὶ ἐθελουσίως ἐγενήθην
10ὡς ἄνθρωπος ἀβοήθητος, τῆς ὁμοιώσεως οὐκ εἰς τὸν ἄνθρωπον ἀναφερομένης. Ἄπαγε· ἄνθρωπος γὰρ κατὰ ἀλήθειαν γέγονεν, ὁμοιῶσθαι δέ φησιν οὐχ ἁπλῶς ἀνθρώπῳ ἀλλ’ ἀβοηθήτῳ ἀνθρώπῳ. δυνάμενος γὰρ μὴ παθεῖν μὴ κρατηθῆναι μὴ δεθῆναι, ἑαυτὸν ἐπιδέδωκεν, Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.160 in vol. 2
15 Ἀλλ’ εἰ καὶ γέγονεν ἑκουσίως ἄνθρωπος ἀβοήθητος ὡς καὶ περιβληθῆναι θανάτῳ, ἀλλά γε ἐν νεκροῖς ἐλεύθερος ἦν. πάντων γὰρ τῶν εἰς τὸν χῶρον τῶν νεκρῶν ἀπιόντων ὑπό τινων ἀγομένων, οὐ φαύλων μόνον ἀλλὰ καὶ σπουδαίων, μόνος Ἰησοῦς τεθάρρηκεν εἰπεῖν Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν. ὅτι δὲ ἡ πάντων
20ψυχὴ ὑπό τινων εἰς ᾅδην ἄγεται, σαφές σοι ἔσται ἐπιστήσαντι τοῖς Εὐαγγελίοις. περὶ γὰρ Λαζάρου ἀνδρὸς σπουδαίου ὄντος εἴρηται Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι εἰς κόλπους Ἀβραάμ· καὶ πρὸς φαῦλον δέ τινα λέλεκται Ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· καὶ πρὸς ἕτερον πρόσωπον λέλεκται τὸ Ἕως ᾅδου καταβιβασθήσῃ. ὁ γὰρ καταβιβαζόμενός
25που ὑφ’ ἑτέρων ἐκεῖσε καταβιβάζεται. ὅθεν οὐδεὶς ἐν νεκροῖς ἐλεύθερος εἴη τῶν πρὸς ἄλλων ἑλκομένων ἢ ποδηγουμένων εἰς τὸν τῶν νεκρῶν τόπον, μόνος δὲ Ἰησοῦς ἀφ’ ἑαυτοῦ θεὶς τὴν ψυχὴν αὐτοῦ, οὐδενὸς λαβόντος αὐτὴν ἀπ’ αὐτοῦ, ἐν νεκροῖς ἐλεύθερος γέγονε. καὶ ἔτι· ἐπεὶ Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, ἀπαλλαττόμενοι τοῦ βίου μετὰ δεσμῶν διαφορὰν ἐχόντων τὴν
30κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν τῷ ᾅδῃ γεγένηνται, μόνου τοῦ ἁμαρτίαν μὴ πεποιηκότος καὶ μὴ γνόντος ἁμαρτίαν καὶ ἐν τοῖς νεκροῖς ἐλευθέρου γεγενημένου ὡς καὶ λύειν τῶν ἑτέρων νεκρῶν τὰ δεσμὰ τοῦ θανάτου ἐπὶ τῷ ἀναστῆσαι καὶ ζωοποιῆσαι αὐτούς. ὡς γὰρ τῶν ἐπὶ γῆς μόνος αὐτὸς ἐλευθερωτὴς ἁμαρτημάτων ἄφεσιν δωρούμενος, λέγει γοῦν Ἐὰν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ,
35ὄντως ἐλεύθεροι γενήσεσθε, οὕτως καὶ ἐν ᾅδῃ γεγενημένος μετ’ ἐλευθερίας τὰς κατεχομένας ψυχὰς ἠλευθέρωσε, φόβον ἐμποιήσας τοῖς αὐτὰς κατέχουσιν· ἔπτηξαν γοῦν καὶ οἱ πυλωροὶ τῶν τόπων ἐκείνων, τὴν αὐθεντίαν αὐτοῦ καὶ ἐλευθερίαν αὐτοῦ θεασάμενοι. Ἀκόλουθον δ’ ἂν καὶ τοὺς προάγοντας στίχους ἑρμηνεῦσαι ὡς εἰρημένους
40ὑπὸ Χριστοῦ. λέγει τοίνυν ὁ σωτὴρ πρὸς τὸν ἑαυτοῦ πατέρα· Εἰ καὶ σωτὴρ τοῦ κόσμου τυγχάνω ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς αἴτιος σωτηρίας αἰωνίου πᾶσι γενόμενος, ἀλλά γε, ὦ πάτερ, ταύτης ἧς παρέχω τοῖς σῳζομένοις σωτηρίας θεὸς ὑπάρχεις· βουλήματι γὰρ τῷ σῷ χαρίζομαι αὐτήν· ὅθεν καὶ παράκλητος γινόμενος πρὸς σὲ ὑπὲρ τῶν ἡμαρτηκότων σώσω
45αὐτούς, ἐντυγχάνων ὑπὲρ αὐτῶν.
Ἀκολούθως δὲ τοῖς ἤδη προειρημένοις νοήσεις καὶ τὰ ἑξῆς.161 in vol. 2

872

(n)

Ps 87,6bc
1 Τὸν γὰρ ὑπὸ τῆς τοῦ θεοῦ κραταιᾶς χειρὸς φρουρούμενον ἁρπάσαι οὐδεὶς δυνήσεται, φησὶν ὁ σωτήρ· ὅσον γὰρ περιέχεται τοῦ θεοῦ, ἀήττητος τοῖς ἐπιβουλεῦσαι καὶ ἁρπάσαι θέλουσι διαμένει. ὅταν δέ τις φαῦλος γεγενημένος δι’ ὧν ἁμαρτάνει ἀνάξιος τῆς χειρὸς γένηται, ἀπωθεῖται οὐκέτι ἄξιος ὢν
5κρατεῖσθαι καὶ μνημονεύεσθαι ὑπὸ θεοῦ.

873

(n)

Ps 87,7
1 Ἐπεὶ οὐ κατὰ τὰ ἑαυτοῦ ἔργα ἦλθεν εἰς τὸν ᾅδην καὶ τὸν θάνατον ἀλλὰ ἄλλων ἕνεκα ὑπὲρ αὐτῶν γευόμενος θανάτου, εἰς ἐκείνους ἀναφέρων τὴν αἰτίαν τοῦ εἰς τὸν κατώτατον λάκκον καὶ εἰς αὐτὴν τὴν καρδίαν τῆς γῆς ἐφθακέναι φησὶ τὸ Ἔθεντό με, ἀντὶ τοῦ Ἐποίησάν με εἰς τὰ κατώτατα τοῦ
5λάκκου ἰέναι, ὅπως καὶ τοὺς ἐν βάθει τούτου ἀνιμησάμενος μεταγάγω ἐκεῖθεν ἐπὶ τῷ εἰσαγαγεῖν αὐτοὺς εἰς τὸν θεοῦ παράδεισον. Ἔθεντο δέ με καὶ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. εἰ γὰρ καὶ ἐν θανάτῳ αὐτῶν ἕνεκα γεγένημαι, ἀλλ’ οὐκ ἐν αὐτῷ τῷ κυρίως θανάτῳ ἀλλ’ ἐν τῇ σκιᾷ αὐτοῦ (ἔφθασα γὰρ τριήμερος ἀναστάς), τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐν
10σκοτεινοῖς ὑπ’ αὐτῶν τεθειμένος κατηύγασα αὐτούς, ὡς μηκέτ’ αὐτοὺς ἐν σκότει διάγειν ἀλλ’ ἐν ἐμοὶ τῷ φωτί.

874

(n)

Ps 87,8—10a
1 Ὁ τοῦ θεοῦ θυμὸς ἐοικὼς πυρὶ τροφὴν καὶ ὕλην ἔχει τὰ ἁμαρτήματα. ἐφ’ ὅσον οὖν ὑφέστηκε ταῦτα, καὶ αὐτὸς ἐνεργεῖ· ἀναλουμένων δὲ αὐτῶν συναπέρχεται καὶ αὐτός. πολλῶν οὖν τυγχανόντων ἀνθρωπίνων ἀνομημάτων, ἐφέρετο κατ’ αὐτῶν ὁ θεοῦ θυμός, ἀλλ’ ὁ σωτὴρ εὐεργέτης ὢν ὑπέβαλεν
5ἑαυτὸν τῷ θεοῦ θυμῷ, ὡς ἐπιστηριχθῆναι αὐτὸν ἐπ’ αὐτὸν μηκέτι κινούμενον
ἢ ἐνεργοῦντα τῷ μὴ εὑρίσκειν ὕλην. ὅθεν καὶ σβεσθῆναι αὐτὸν συνέβη οὐ τραφέντα παρ’ ᾧ ἐπεστήρικτο, ἁμαρτίαν οὐκ ἐγνωκότος αὐτοῦ τῷ πεπειρᾶσθαι κατὰ πάντα χωρὶς ἁμαρτίας. Ἐπήγαγε δ’ ἐπ’ αὐτὸν καὶ πάντας τοὺς μετεωρισμοὺς αὐτοῦ πειρασμοὺς καὶ162 in vol. 2
10θλίψεις ὄντας, ὅπως ἀγωνισάμενος καὶ πειρασθεὶς περὶ πάντων δόκιμος ἀναδειχθῇ ὡς μηκέτι ἡμᾶς ὑποκεῖσθαι τοῖς μετεωρισμοῖς. ἐξηφάνισε γὰρ αὐτούς· θεοῦ δὲ εἴρηνται οὗτοι, ἐπεὶ κρίσει αὐτοῦ ἐπὶ συμφέροντι ἐπάγονται. Γνωστοὶ τοῦ σωτῆρος οἱ γινώσκοντες αὐτὸν καὶ γινωσκόμενοι ὑπ’ αὐτοῦ ἐτύγχανον οἱ ἐκ περιτομῆς, ὅτε τῷ νόμῳ καὶ τοῖς προφήταις ἐπανεῖχον ἀλλὰ
15μακρὰν αὐτοῦ γεγένηνται ἀποστήσαντες καὶ προδόται αὐτοῦ ἀποδεδειγμένοι, τοῦ πατρὸς ἐκβαλόντος καὶ μακρὰν πεποιηκότος αὐτοὺς τοῦ ἰδίου υἱοῦ, ὃς καὶ χεὶρ αὐτοῦ ὑπάρχει ἀφ’ ἧς ἀπώσατο αὐτοὺς κατὰ τὸ Αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. ὅθεν καὶ τὴν πρόφασιν τοῦ μεμακρῦνθαι αὐτοὺς ἀπ’ αὐτοῦ ἀπαγγέλλων φησὶν Ἔθεντό με βδέλυγμα ἑαυτοῖς. ἁμαρτωλοὶ γὰρ γενόμενοι
20οἱ Ἰουδαῖοι βδελυκτὴν τὴν θεοσέβειαν ἡγοῦντο· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. διὸ καὶ τὸν ταύτης μυσταγωγὸν βδέλυγμα ἑαυτοῖς ἔθεντο οὐκ ὄντα τοιοῦτον. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. οὐ γὰρ εὐθὺς παραδοθεὶς ὑπ’ αὐτῶν εἰς θάνατον ὁ σωτὴρ ἐξεπορεύθη, καταλιμπάνων αὐτοὺς ἔτι παραμένων αὐτοῖς ἐν
25τῷ παρέχειν μετανοίας τρόπον. ᾔδει γὰρ αὐτοὺς διορατικοὺς εἶναι, ὡς καὶ ὀφθαλμοὺς αὐτοῦ λέγεσθαι οἳ καὶ ἠσθένησαν ὡς μηκέθ’ ὁρᾶν αὐτόν. διὰ τοῦτό φησιν Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. αἰτία γὰρ τῆς ἀσθενείας αὐτοῖς ἡ πνευματικὴ πτωχεία γεγένηται, ἣν ἔχειν ἐπεπόθησαν καὶ κατὰ τὸ γράμμα πάντα τὰ γεγραμμένα ἐκλαμβάνοντες. πῶς δὲ ὀφθαλμοὶ 〈αὐτοῦ〉 οἱ διορατικοὶ
30τοῦ Ἰσραὴλ εἶναι δύνανται, ἔσται σοι σαφῶς ἐπιστήσαντι τῷ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ὡς γὰρ οἱ πιστεύσαντες κατὰ τὸ εὐαγγέλιον συμπληροῦσι τὸ Χριστοῦ σῶμα, ὡς τοὺς μὲν διορατικοὺς εἶναι ὀφθαλμούς, τοὺς δὲ συνετοὺς ἀκροατὰς ὦτα, ἔτι μὴν τοὺς πρακτικοὺς χεῖρας καλεῖσθαι, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας οἱ ταῖς γραφαῖς ἐπανέχοντες σῶμα τοῦ θεοῦ
35λόγου ὑπῆρχον κατὰ τὴν εἰρημένην ἀναλογίαν.

875

(n)

Ps 87,11—13
1 Δύναται πεῦσις ἀναγινώσκεσθαι οὕτως· μὴ τοῖς ἀναισθητοῦσι καὶ τὸ ἀντιλαμβάνεσθαι ἀπολέλασι νεκροῖς οὖσι ποιήσεις θαυμάσια; ταῦτα γὰρ τοῖς αἰσθανομένοις καὶ θαυμάσαι δυναμένοις γίνεται ὁμοίως, μὴ τοῖς θεομάχοις γίγασιν εἰς θεὸν ἀσεβοῦσι καὶ διὰ τοῦτο ἀμετανοήτως ἔχουσιν. οὐδεὶς γὰρ
5προσεύξεται περὶ αὐτῶν. Ἀνάστασις ἔσται ἐπὶ τῷ ἐξομολογήσασθαί σοι. οὐ γὰρ πεφύκασι ᾗ θεομάχοι τυγχάνουσιν ἐξομολογεῖσθαι. ἀνάστασιν δ’ ἐνταῦθα οὐ τὴν κοινοτέραν νοουμένην λέγει (πάντες γὰρ μεθέξουσι ταύτης), ἀλλὰ τὴν κατὰ μετάνοιαν γινομένην καθ’ ἣν λέγεται Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται;163 in vol. 2
10 Δυνατὸν ἀπόφασιν εἶναι Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια· μόνον οὐχὶ λέγων Μὴ τοῖς νεκρωθεῖσι τῷ ἄλλοις θεοῖς προσέχειν ποιήσεις θαυμάσια, ἐπείπερ οὐδὲ γίγαντες διὰ τοῦ θεομαχεῖν ὄντες ἀναστήσονται ἐπὶ τῷ ἐξομολογήσασθαι. οὐδεὶς γάρ φησι τοῖς ἀπελπισθεῖσι καὶ ἤδη ἐν τάφοις συγκεκρυμμένοις διηγήσεται τὸ ἔλεός σου ἀπαγγελλόμενον τοῖς ζῶσι καὶ
15ἐλεηθῆναι ποθοῦσιν, ἀλλ’ οὐδὲ τὴν ἀλήθειάν σου εἴποιεν ἄν τις τοῖς ἀπωλείας ἔργα ποιοῦσι καὶ διὰ τοῦτο ἀπώλειαν ὀνομαζομένοις. διηγεῖται γὰρ ὁ λόγος τὸ ἔλεος τοῖς πεφυκόσιν ἐλεεῖσθαι (οὗτοι δέ εἰσιν οἱ ἐλεοῦντες τοὺς πέλας· Μακάριοι γάρ φησιν οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται), ἀλλὰ καὶ τὴν ἀλήθειαν οὐκ ἐν τῇ ἀπωλείᾳ ἀλλ’ ἐν τοῖς μεταστᾶσιν 〈αὐτῆσ〉 καὶ ἐπὶ σωτηρίαν
20ἐφθακόσιν. Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσια. οἱ ὑπὸ περιττῆς κακίας καὶ ἀγνοίας κεκρατημένοι σκότος εἰσίν. ἦτε γὰρ σκότος πρός τινας εἴρηται ἀλλὰ καὶ γῆ ἐπιλελησμένη καὶ ἀμνημόνευτος ἡ καρδία ἡ ἀκανθῶν πεπληρωμένη οὐσῶν ἡδονῶν καὶ μεριμνῶν βιωτικῶν. οὐ γνωσθήσεται οὖν ἐν τούτοις
25σκότος οὖσι τὰ θαυμάσια τῆς ἀληθείας ἀλλ’ οὐδὲ ἡ δικαιοσύνη ἡ πρακτικὴ καὶ ἠθικὴ ἀρετὴ ἐν τοῖς διὰ τὰς ἀκάνθας γενομένοις ἐπιλελησμένη γῆ.

876

(n)

Ps 87,15
1 Ἁρμόζει τῇ Ἰησοῦ παρρησίᾳ τὸ εἰπεῖν Ἵνα τί, κύριε, ἀπωθεῖς τὴν προσευχήν μου; οὐ γάρ ἐστιν αἴτιόν τι δι’ ὃ ἀπωθεῖς τὴν προσευχήν μου καὶ ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, οὐδαμῶς μου ἡμαρτηκότος· διὸ προσδεξάμενός μου τὴν εὐχὴν πάντας εἰς σωτηρίαν ἄγαγε, ὑπὲρ ὧν
5πρεσβεύομαι, ἐπιλάμπων αὐτοῖς τὸ πρόσωπόν σου.164 in vol. 2

877

(n)

Ps 87,16
1 Ὅτε δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν ἐπόνησέ τε ὑπὲρ ἡμῶν κάμνων ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἐρεῖ τὸ προκείμενον, οὐ καθάπαξ λέγων πτωχὸς εἶναι ἀλλ’ ἐκ νεότητος. πλούσιος γὰρ καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν κενώσας ἐν τῷ νῦν αἰῶνι πτωχὸς γέγονεν, ἐξότε ἐτέχθη καὶ ἡλικίαν ἔχειν
5ἤρξατο· ὑψωθεὶς δ’ ἐπὶ τὸν σταυρὸν καὶ ταπεινωθείς, ὅτε εἰσήχθη εἰς τὸ μνῆμα τὸ σῶμα αὐτοῦ, ἔδοξεν ἐξαπορεῖσθαι σκανδαλιζομένων πολλῶν τῶν πιστευσάντων αὐτῷ, ἀλλ’ ἐκ νεκρῶν ἀναστὰς πάλιν ὑψώθη εἰς οὐρανούς, ἀναληφθεὶς ὡς ἑλκύσαι πρὸς αὐτὸν τοὺς δυναμένους μηκέτι πτωχὸν αὐτὸν ὁρᾶν καὶ κάμνοντα διὰ τὴν ἐνανθρώπησιν ἀλλὰ πλούσιον καὶ ὄντα εἰκόνα τοῦ
10θεοῦ τοῦ ἀοράτου.

878

(n)

Ps 87,17.18
1 Ἐπεὶ τὸ πάσης τῆς ἀνθρωπότητος πολλὰ ἁμαρτούσης πρόσωπον φέρει ὁ ἐνανθρωπήσας κύριος (ἀνέλαβε γὰρ τὰς πάντων ἁμαρτίας εἰς τὸ ἑαυτοῦ σῶμα), διῆλθον ἐπ’ αὐτὸν πᾶσαι αἱ κατὰ διαφόρων ἁμαρτημάτων ὀργαὶ καὶ οἱ φοβερισμοὶ αὐτοῦ ὡς ἐκταράξαι αὐτόν, ἐνεργῆσαι δὲ κατ’ αὐτοῦ οὐδὲν
5δεδύνηνται οὐκ ἐγνωκότος οὐδὲ πεποιηκότος ἁμαρτίαν. Ῥηθεῖεν δ’ ἂν ὀργαὶ καὶ φοβερισμοὶ θεοῦ αἱ ὑπηρετούμεναι ταῖς κολάσεσι δυνάμεις, ὀργῆς σκεύη τυγχάνουσαι. αὗται ἐπὶ τὸν σωτῆρα διελθοῦσαι ἐξετάραξαν αὐτὸν λέγοντα Νῦν ἡ ψυχή μου τετάρακται. εἰ γὰρ καὶ τελειοτάτην ψυχὴν εἶχεν, ἀλλ’ οὖν τοσοῦτον πλῆθος ἐχθρῶν ὁρῶσα προπάθειαν ἔσχε,
10μάλιστα ἐπεὶ τρόπον ὕδατος ὅλην τὴν ἡμέραν περιέσχον αὐτὸν ἅμα κατ’ αὐτοῦ συνδραμοῦσαι καὶ ἔπνιξαν αὐτόν, εἰ μὴ δύτης ἄριστος ἦν. ὡς γὰρ τὸ ὕδωρ τὸ αἰσθητὸν περιεχόμενόν τινος πνίγει αὐτὸν μάλιστα νήχεσθαι μὴ ἐπιστάμενον, οὕτως αἱ πονηραὶ δυνάμεις ἀποκτένουσι τὸν ὑπ’ αὐτῶν καταπωθέντα. ἀλλ’ εἰ κύκλῳ τοῦ Ἰησοῦ ὡς ὕδωρ γεγένηνται αὗται ὅλην τὴν ἡμέραν περιέχουσαι
15αὐτὸν ἅμα, ἀλλά γε βλάψαι αὐτὸν οὐδὲ δεδύνηνται· Ὕδωρ γὰρ πολὺ οὐ σβέσει τὴν ἀγάπην. ἡ γὰρ τελεία ἕξις ἡ δι’ ἀγάπης πρὸς τὸν θεὸν τεθεῖσα ἄσβεστός ἐστιν. αὕτη δὲ ὑπῆρχε κατὰ τὸ ἀνθρώπινον τῷ Ἰησοῦ, ὅθεν βλάψαι αὐτὸν ἡ
τῶν χειρόνων φάλαξ οὐ δεδύνηνται.165 in vol. 2

879

(n)

Ps 87,19
1 Καὶ οὕτως μὲν Εὐσέβιος ὁ Καισαρείας καὶ Δίδυμος καὶ Ἀπολινάριος ἐξηγήσαντο.

880

(n)

Ps 88,2.3
1 Εἴρηται δὲ πολλάκις ὡς ἔνθα διττῶς φέρεται ἡ γενεά. σημαίνει τὸν ἐκ περιτομῆς καὶ ἐθνῶν λαόν. ἀποδίδωσι δὲ τὴν αἰτίαν δι’ ἣν εἰς τὸν αἰῶνα ᾄδει τὰ ἐλέη τοῦ κυρίου, ἐπαγαγὼν Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. ὅσον γὰρ ἐνέστηκεν ὁ αἰὼν οὗτος, φανερῶς ἐλεεῖ καὶ
5εὐεργετεῖ ὁ θεός· καὶ ταύτῃ οἰκοδομεῖν ἔλεος εἰς τὸν αἰῶνα λέγει. ὡς γὰρ ἡ οἰκοδομὴ ἐκ πολλῶν καὶ διαφόρων συναρμοζομένων ἀποτελεῖται, οὕτω πολλῶν εὐεργετουμένων ἐλέῳ θεοῦ οἰκοδομὴ γίνεται. Τάχα δὲ ἔλεος οἰκοδομεῖται, τῆς σοφίας οἰκοδομησάσης ἑαυτῇ οἶκον. ἡ γὰρ ἐνανθρώπησις αὐτῆς θεμέλιος καὶ πέρας τῆς οἰκοδομῆς τοῦ ἐλέους ἐστίν,
10πάντων ἐλεουμένων ἀφαιρέσει τῆς προκαταλαβούσης ἁμαρτίας. Ἑξῆς τούτοις ἐστὶν Ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ἐπεὶ γὰρ οἱ ἐπὶ γῆς ὄντες δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι φανταζόμεθα τὰ θεῖα πράγματα οὔπω προσβολῇ καθαρᾷ ἀντιλαμβάνεσθαι αὐτῶν δυνάμενοι, ἐν τοῖς οὐρανοῖς ἑτοιμάζεται ἡ ἀλήθεια τοῦ θεοῦ τούτοις ἀπεντεῦθεν
15προπαρασκευασαμένοις ὡς οἷόν τ’ ἦν προσβαλεῖν αὐτῇ. τότε γὰρ πρόσωπον πρὸς πρόσωπον προσβάλλουσι τῷ κάλλει τῆς ἀληθείας, τὸ τέλος τῆς γνώσεως καὶ ἐπιστήμης ἀπειληφότες, καταργηθείσης αὐτοῖς τῆς μερικῆς τῶν πραγμάτων διαλήψεως. ἑτοιμάζεται δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τοῖς μὴ τὰ ἐπίγεια φρονοῦσιν ἀλλ’ ἔχουσι τὸ πολίτευμα ἐν οὐρανοῖς τῷ φορεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου δι’
20ἣν χρηματίζουσιν οὐρανοί.

881

(n)

Ps 88,4.5
1 Τούτῳ δίδωσιν ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ ἐπὶ τῷ βασιλεῦσαι ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, ὡς μὴ εἶναι τέλος τῆς βασιλείας αὐτοῦ. Ὅπως δὲ μὴ νομίσῃ τις ὡς ἔτυχε κατὰ προσωποληψίαν τὸν Δαυὶδ166 in vol. 2
5τετευχέναι ταύτης τῆς εὐλογίας, φησὶν ὁ θεὸς Ὤμοσα Δαυὶδ τῷ δούλῳ μου· ἐπεὶ γὰρ γνήσιος δοῦλός μου καὶ θεράπων ἀποδέδεικται ὁ Δαυίδ, δίδωμι τῷ οἴκῳ αὐτοῦ σημεῖον, ὡς παρθένον ἄχραντον καὶ ἄψαυστον ὑπὸ ἀνδρὸς τεκεῖν τὸν μεθ’ ὑμῶν τῶν ἀνθρώπων θεόν. τοῦτο γὰρ ἀποσημαίνει ἡ Ἐμμανουὴλ φωνή· οὗτος δέ ἐστι τὸ ἑτοιμαζόμενον σπέρμα τοῦ Δαυίδ.
10 Τὸ δὲ Ὤμοσα λεγόμενον ὑπὸ τοῦ θεοῦ τὸ βέβαιον τῆς πρὸς τὸν Δαυὶδ ἐπαγγελίας παρίστησιν. ὡς γὰρ ὁ ὀμνὺς ἀπαράβατον πρόθεσιν φυλάττει τῷ τὸν ὅρκον εἶναι λόγον ἐμπεδούμενον μετὰ θεοῦ παραλήψεως, οὕτως καὶ ὁ θεὸς ἐφ’ οἷς αἰωνίως καὶ βεβαίως χαρίζεται ὀμνύναι λέγεται οὐ κατ’ ἄλλου. εἴρηται γὰρ Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὐχ ὅτι ἀπωμοτικοῖς ἢ
15κατωμοτικοῖς χρᾶται ἐπιρρήμασιν ἀλλ’ ὡς ἄτρεπτος καὶ ἀμετάβλητον βουλὴν ἔχων ὑπισχνεῖται. ἐπεὶ οὖν καὶ ἡ βούλησις αὐτοῦ ἡ περὶ τοῦ ἐκ Δαυὶδ ἄνθρωπον γενέσθαι τὸν υἱὸν αὐτοῦ ἀμετάθετος ἦν, εἰκότως τὸ Ὤμοσα Δαυὶδ τῷ δούλῳ μου εἶπεν.

882

(n)

Ps 88,7
1 Οὐδεὶς τῶν ἐκ θεοῦ γεγεννημένων τῷ παραδεδέχθαι τὸ τῆς υἱοθεσίας πνεῦμα ὁμοιωθῆναι τῷ κυρίῳ δυνήσεται. αὐτὸς γὰρ μόνος κατὰ ἀλήθειαν γέννημα θεοῦ, οἱ δ’ ἄλλοι τῷ μετέχειν αὐτοῦ υἱοὶ θεοῦ καλοῦνται. ὑπὲρ τελείας δὲ νοήσεως τῶν προκειμένων χρησόμεθα ἀποστολικῇ φωνῇ οὕτως ἐχούσῃ·
5Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. εἰπὼν γὰρ τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ τῶν παραπλησίων ηὐλαβήθη, μὴ δόξῃ τισὶν ἰσοτιμίαν ἑαυτῷ νέμειν πρὸς τὸν μονογενῆ υἱόν· διὸ ἐπήνεγκε Καὶ κυρίου Ἰησοῦ Χριστοῦ, μονονουχὶ κεκραγώς· εἰ καὶ θεοῦ χάριτι γεγόναμεν υἱοί, καὶ αὐτὸς ἡμῶν τυγχάνει πατήρ, ἀλλά γε καὶ δοῦλοι Ἰησοῦ Χριστοῦ
10ἐσμεν κατὰ φύσιν κυρίου ἡμῶν ὄντος. ταύτην τὴν διάνοιαν παρεμφαίνει καὶ ἡ προκειμένη λέξις· Τίς γὰρ ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; οὐδεὶς κατ’ οὐσίαν υἱὸς θεοῦ ἢ μόνος ὁ σωτὴρ ἴδιος καὶ μόνος ὁμοούσιός ἐστι τῷ πατρί, ὁμοιωθήσονται δὲ αὐτῷ οὗτοι οἱ οὐ κατ’ οὐσίαν ἀλλὰ κατὰ ποιότητα ὥσπερ καὶ τῷ πατρὶ οἰκτίρμονες ὡς αὐτὸς γινόμενοι καὶ τέλειοι ὡς ὁ πατὴρ
15γινόμενοι· Ἅγιοι γὰρ ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι. Οὗτος δὴ ὁ κύριος ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ οἱ ἅγιοι ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τῷ κυρίῳ εἰς ἀέρα ἐπὶ τῷ πάντοτε σὺν αὐτῷ εἶναι. τοῦ τοίνυν κυρίου καὶ τῶν ἁγίων ἐν νεφέλαις ὄντων, οὐδεὶς τῶν ἁρπαγέντων ἐν νεφέλαις ἰσωθήσεται167 in vol. 2
20τῷ ἐρχομένῳ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. εἰ γὰρ καὶ ἕκαστος μετὰ δυνάμεως καὶ δόξης ἡρπάγη, ἀλλ’ οὐ πολλῆς. ἐκείνην γὰρ τὴν δύναμιν καὶ δόξαν εἶχεν ἣν ἔλαβεν, ὁ δὲ σωτὴρ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἧς παρέχει ἐλεύσεται· καὶ ἕκαστος ἐκείνων ἐν νεφέλῃ, οὗτος δ’ ἐπὶ τῶν νεφελῶν. παρίστησι δὲ ἡ Ἐπὶ τῶν νεφελῶν λέξις
25τὸ αὐθεντικὸν καὶ βασιλικόν, ὅθεν οὐδεὶς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ· ἔτι μὴν ἑκάστου τῶν ἁγίων νεφέλης ὄντος πνευματικῆς ὑούσης τὸν νοητὸν ὑετόν (Αἱ νεφέλαι γάρ φησι ῥανάτωσαν δικαιοσύνην), οὐδεμία τῶν τοιούτων νεφελῶν ἰσωθῆναι τῷ κυρίῳ δυνήσεται τυγχάνοντι καὶ αὐτῷ νεφέλῃ, ἐπείπερ ἑκάστη ἐκείνων ὀλίγους ποτίζει, αὕτη δὲ οὐ πάντας ἀνθρώπους μόνον ἀλλὰ καὶ
30τὰ λογικὰ πάντα.

883

(n)

Ps 88,8
1 Φοβερὸς δ’ ἐστὶ καὶ τοῖς ἐναντίοις ἀπειλῶν κολάσεις καὶ ἐπιφέρων κατὰ τῶν λειπτοτακτούντων τῶν θείων αὐτοῦ προσταγμάτων. ὅσοι γὰρ ἐγγὺς αὐτοῦ τυγχάνοντες τῷ παραδεδέχθαι τὴν θείαν αὐτοῦ διδασκαλίαν ἁμαρτάνοντες ἐγγὺς τοῦ πυρός εἰσιν, ὡς εἴρηταί που ὑπὸ τοῦ σωτῆρος Ὁ ἐγγύς μου ἐγγὺς
5τοῦ πυρός, ὁ δὲ μακρὰν ἀπ’ ἐμοῦ μακρὰν ἀπὸ τῆς βασιλείας· ὅθεν καὶ ἐν τῇ προκειμένῃ λέξει τοῖς περικύκλῳ αὐτοῦ διὰ τοῦ πεπιστευκέναι αὐτῷ παρακούουσι τῶν ἐντολῶν αὐτοῦ φοβερός ἐστιν, μέγας ὢν τοῖς δι’ ἀρετὴν περιεχομένοις αὐτοῦ.

884

(n)

Ps 88,9b
1Ἡ περὶ τὸν θεὸν ἀλήθεια οὐκ ἄλλη τυγχάνει τοῦ εἰπόντος Ἐγώ εἰμι ἡ
ἀλήθεια. εἰ δὲ κύκλῳ τοῦ θεοῦ αὕτη ἐστίν, οὐ δύναταί ποτε μὴ εἶναι, ἵνα μὴ καταβοᾷ θεὸς ἐκ τοῦ ποτε μὴ κυκλοῦσθαι ὑπὸ ἀληθείας εἰς τοῦτο ἐληλυθόσι. κυκλοῦται δὲ ὑπὸ ταύτης γεννῶν αὐτὴν καὶ μόνος ὢν θεὸς ἀληθινός. ὡς γὰρ168 in vol. 2
5μόνος σοφὸς οὐ μετέχων ἀλλὰ καὶ γεννῶν σοφίαν, οὕτω μόνος ἀληθινὸς καὶ κύκλῳ ἔχει τὴν ἀλήθειαν, οὐ μεταλαμβάνων αὐτῆς ἀλλὰ συνὼν καὶ ἑτέροις αὐτὴν δωρούμενος. καθ’ ἑκάστην γὰρ ἐπίνοιαν καὶ ἐνέργειαν συνυπάρχοντα ἔχει τὸν υἱὸν ὁ πατήρ· ἔστι γὰρ ὁ λόγος πρὸς τὸν θεὸν θεὸς ὢν λόγος, ἵν’ ὁ πατὴρ ᾖ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· ἥρμοζε γὰρ θεῷ πατρὶ συνεῖναι
10θεὸν λόγον. ἀλλὰ καὶ φῶς ὢν ὁ θεὸς ἔχει φῶς σὺν αὐτῷ τὸν υἱὸν ᾗ φησι Δανιὴλ Καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. οὐ γὰρ εἶπεν Ἦν ἢ Ἔσται ἀλλ’ Ἐστίν· δηλωτικὸν γὰρ τοῦτο ἀϊδιότητος, ὅθεν καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου εἴρηται. Καὶ ἡ ἀλήθεια δὲ οὐ γέγονεν ἢ ἔσεσθαι κύκλῳ ἀλλ’ εἶναι τοῦ δυνατοῦ θεοῦ εἴρηται. παρέσται δὲ τῷ δυνατῷ θεῷ καὶ ἡ ἀΐδιος δύναμις, ἡ αὐτὴ τῇ σοφίᾳ
15καὶ ἀληθείᾳ καὶ φωτὶ καὶ λόγῳ τοῦ θεοῦ ὑπάρχουσα, ἀλλὰ καὶ παρὰ τοῖς κυκλοῦσί σε ἡ ἀλήθειά σου.

885

(n)

Ps 88,10
1 Νοήσεις καὶ οὕτως· πίστις τοῦ δεσπόζειν αὐτὸν πάσης τῆς κτίσεως καὶ τῆς θαλάσσης τὰ περὶ τοῦ Ἰωνᾶ ἀναγραφέντα· ἐκεῖ γὰρ ἐξεγηγερκέναι κλύδωνα ἐν τῇ θαλάσσῃ λέγεται, καὶ πάλιν θελήσει αὐτοῦ Ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. καὶ ὁ Ἰησοῦς ἔργῳ δεικνὺς ὅτι υἱός ἐστι τοῦ δεσπότου τοῦ
5κράτους τῆς θαλάσσης, ἐπαφριζούσῃ αὐτῇ καὶ τρικυμίας διεγειρούσῃ ἐπιτιμᾷ καὶ εὐθέως αὐτὴν καταπραΰνει. Εἰ δὲ σημαίνοι τὸν τῶν ἀνθρώπων βίον ἡ τῆς θαλάσσης προσηγορία, κράτος αὐτῆς δύναται εἶναι ὁ πονηρὸς ἐν ᾧ ὁ κόσμος ὅλος κεῖται τουτέστιν ἡ θνητὴ καὶ ἐπίκηρος πολιτεία. τούτῳ οὖν τῷ κράτει τῆς θαλάσσης ἀσθένειαν
10ὁ δεσπότης αὐτοῦ παρέχων ἐξουσίαν ὀρέγει τοῖς φοιτηταῖς πατεῖν ἐπὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν, καταπραΰνων τὰς ἀστάτους καὶ ἀνωμάλους ὁρμὰς κύματα αὐτῆς καλουμένας ἐπὶ τῷ καὶ βάσιμον αὐτὴν εἶναι τοῖς ἐξουσίαν λαβοῦσιν ἐπ’ αὐτῆς σὺν Ἰησοῦ βαδίζειν ὧν εἰκόνα ὁ Πέτρος φέρει. οὐδεὶς γὰρ ἄνευ Ἰησοῦ κατ’ ἐκεῖνον πατεῖν δύναται τὴν τοῦ βίου θάλασσαν, ὑπεράνω μεριμνῶν καὶ
15ἡδυπαθειῶν γινόμενος, εἰ μὴ Ἰησοῦ συμπεριπατῇ. αὐτὸς γάρ ἐστιν ὁ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης, ὅθεν εἴρηται πρὸς αὐτὸν Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς. αἷς γὰρ ἔτριψεν Ἰησοῦς τρίβοις ἐν τοῖς ἰσχυροῖς ὕδασι, τὰ πάθη εἰσὶ καὶ βιωτικαὶ μέριμναι αἷς
ἐπιβαίνειν δύνανται οἱ ἐπακολουθοῦντες τοῖς ἴχνεσι αὐτοῦ.169 in vol. 2

886

(n)

Ps 88,12.13
1 Πρὸς διάνοιαν δὲ πάντες οἱ ἑρμηνευόμενοι οὐρανοὶ ἐξομολογούμενοι τὰ θαυμάσια αὐτοῦ καὶ ἡ τὸν Ἰησοῦ δεχομένη σπόρον καὶ καρποφοροῦσα εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα γῆ αὐτοῦ τυγχάνουσα κτῆμα δὲ αὐτοῦ τυγχάνει, καὶ ἣν ἐθεμελίωσεν ἅμα τῷ πληρώματι αὐτῆς οἰκουμένην, οὐκ ἄλλη
5τῆς ἐκκλησίας οὖσα ἐν ᾗ οἰκοῦσι ψυχαὶ αἱ τὸν ὀρθὸν λόγον καὶ τὴν ἀλήθειαν προσηκάμεναι. οἰκοῦσι δὲ αὐτὴν καὶ ἱεραὶ δυνάμεις παρεμβάλλουσαι κύκλῳ τῶν φοβουμένων αὐτόν. θεμέλιος δὲ ἐφ’ ὃν τεθεμελίωται οὐχ ἕτερός ἐστι τοῦ περὶ ὧν γράφει Παῦλος Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. πλήρωμα δὲ τῆς νοητῆς ταύτης
10οἰκουμένης ἐπὶ τὸν αὐτὸν θεμέλιον ἱδρυμένον τὸ πλήρωμα τῶν ἀρετῶν ἐστι καὶ τῶν τῆς εὐσεβείας δογμάτων ἅμα τοῖς θείοις τοῦ πνεύματος δωρήμασιν. Ἔκτισε δὲ τὸν βορρᾶν ὁ κύριος καὶ τὰς θαλάσσας ἐπὶ τῷ μηκέτι εἶναι ὃ ἦσαν πρότερον. ὡς γὰρ κτίσας τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον ἐκ δύο ἕνα αὐτοὺς πεποίηκε καὶ ἡ κτιζομένη δὲ καρδία καθαρὰ ἐξ οὗ καθαρὰ
15γεγένηται κτίζει δὲ καὶ τοὺς ἐκτὸς τῆς πίστεως, ἵν’ ἐν Χριστῷ καινὴ κτίσις γένωνται—οὕτω κτίζει τὸν βορρᾶν καὶ τὰς θαλάσσας. Πᾶς δὲ ὁ τυγχάνων ἐκλογῆς θείας καὶ ὑπὸ φωτὸς μετεωριζόμενος τῷ πεφωτικέναι ἑαυτῷ φῶς γνώσεως ἀγαλλιᾶται τῷ ὀνόματι τοῦ θεοῦ. ὡς ἐκτὸς μὲν τὸ Θαβώρ, φωτὸς δὲ μετεωρισμὸς τὸ Ἑρμωνιείμ· εἰς ταῦτα γὰρ
20μεταλαμβάνονται αἱ Ἑβραϊκαὶ τῶν ὀρέων προσηγορίαι. εἰ δὲ καὶ λάκκος ἑρμηνεύεται τὸ Θαβώρ (καὶ οὕτω γὰρ φέρεται), νοήσεις πῶς εἴρηται ἐπαινετὸς λάκκος, ἐπιστήσας ὡς δίδωσι θεός τισιν εὐλογίας τρόπῳ λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησαν οἱ εἰληφότες. εἰ δὲ καὶ ἐπὶ ψόγου λέγοιτο ἡ λάκκος φωνὴ μεταβαλὼν οὕτως ὠνομασμένος ὡς οὐ χρηματίσαι
25φρέαρ, ἡ πηγὴ ἀγαλλιάσεται ἐπὶ τῷ ὀνόματι κυρίου.

887

(n)

Ps 88,14.15
1Ἡ ποιητικὴ τοῦ θεοῦ δύναμις (αὕτη δ’ ἐστὶν ὁ δημιουργικὸς αὐτοῦ ὢν
αὐτοῦ μονογενὴς υἱός) ἅπασι τοῖς ἐγκειμένοις ὀνόμασι σημαίνεται. βραχίων γὰρ εἴρηται ἐν τῷ Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ Ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδειμεν. ἀλλὰ καὶ χεὶρ κυρίου ὁμολογεῖται ἐν τῷ Ἡ χείρ170 in vol. 2
5μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα· καὶ δεξιὰ ἐν τῷ Δεξιὰ κυρίου ὕψωσέ με. Λέγει γοῦν ὁ ἅγιος τῷ θεῷ· Σὸς ὁ βραχίων μετὰ δυναστείας, βασιλεύων καὶ κρατῶν ἁπάντων. φάσκει δὲ καὶ τὸ Κραταιωθήτω ἡ χείρ σου, παρα‐ δοξοποιοῦσα καὶ δυνάμεις τεραστίους ἐπιτελοῦσα. φησὶ γὰρ ὁ Πέτρος πρὸς τὸν θεὸν Δὸς τοῖς δούλοις σου ἀφόβως μετὰ παρρησίας λαλεῖν τὸν λόγον σου
10ἐν τῷ ἐκτείνειν τὴν χεῖρά σου εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα. Κατ’ ἐπίνοιαν οὖν διάφορον ἡ τοῦ πατρὸς δύναμις ὁ Χριστὸς ταῦτα καλεῖται. εἰ γὰρ υἱὸς θεοῦ καὶ σοφία καὶ θεὸς λόγος καὶ ἀλήθεια δεξιά ἐστιν ὑψουμένη θεοῦ μετεωρίζουσα καὶ ἐπαίρουσα πάντα τὸν μιμητήν, προπορεύεται δὲ τῆς σῆς παρουσίας ἔλεος καὶ ἀλήθεια· οὐδεὶς γὰρ οἷός τέ ἐστι προσβαλεῖν σου
15τῷ προσώπῳ μὴ πρότερον ἠλεημένος καὶ τῇ ἀληθείᾳ ἐνωμιληκώς. Δυνατὸν γοῦν ὡς ἐν ἄλλοις καὶ ἐνταῦθα τὸ ἔλεος καὶ τὴν ἀλήθειαν μὴ ἄλλα τοῦ μονογενοῦς εἶναι ὡς ἐν τῷ Ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. οὗτος οὖν ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ αὐτὸς ὢν τῷ ἐλέει καὶ τῇ ἀληθείᾳ τοῦ θεοῦ προεπιδημῶν ταῖς διανοίαις ἐμφανίζει τὸν
20συνηρμοσμένον αὐτῷ πατέρα· Ὁ γὰρ ἐμὲ δεχόμενος δέχεται τὸν πατέρα, καὶ Ἐλευσόμεθα ἐγώ τε καὶ ὁ πατήρ. εἰκὼν γὰρ ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου ἐμφανίζει ἑαυτὸν τῷ καθαρῷ νῷ, ὅπως διὰ τὸ ὁραθῆναι δείξῃ καὶ τὸν πατέρα. Εἰ δὲ πρόσωπον τοῦ πατρὸς ὁ υἱὸς λέγοιτο τῷ χαρακτὴρ εἶναι τῆς ἑαυτοῦ
25ὑποστάσεως, προπορευθῆναι τούτου τοῦ προσώπου δεῖ ἐν τοῖς διὰ καθαρότητα τῆς καρδίας δυναμένοις ἐνιδεῖν τῷ θεοῦ προσώπῳ ἔλεον διὰ ἠθικῶν ἀρετῶν καὶ ἀλήθειαν διὰ γνώσεως τῶν τῆς εὐσεβείας μυστηρίων. ἐπεὶ γὰρ κατὰ τὴν ἠθικὴν ἐνέργειαν ἐλεούμεθα, καὶ κατὰ τὴν γνῶσιν προσβάλλομεν τῇ ἀληθείᾳ· τούτου χάριν πολλαχοῦ ἅμα τῇ ἀληθείᾳ τὸ ἔλεος ὀνομάζεται.

888

(n)

Ps 88,16—19
1 Οὐκ εἶπε δὲ μακάριον εἶναι λαὸν τὸν ἐγνωκότα ἀλαλαγμὸν ἀλλὰ τὸν γινώσκοντα. οὐ γὰρ ἀπαρκεῖ τὸ νενικηκέναι, εἰ μὴ καὶ τὸ νικᾶν ἀεὶ ἐνεργοῖμεν·
ἀεὶ γὰρ πρὸς ἀντιπάλους ἔχομεν. οὕτω δέ τις περιγινόμενος τῶν ἀντιπαρατεταγμένων προκόψοι καὶ ἐπὶ τὴν τῆς ἀληθείας θεωρίαν, καὶ ἀεὶ171 in vol. 2
5καταλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ θείου προσώπου ἐν ἡμέρᾳ ἔσται αἰωνίῳ, ἐν ᾗ τυγχάνων ἅμα πᾶσι τοῖς τὸν αὐτὸν φωτισμὸν ἔχουσιν ἀγαλλιάσεται περικείμενος τὴν σωστικὴν θεοῦ προσηγορίαν ἐν τῷ ὀνόματι κυρίου ἀγαλλιώμενος ὅλην τὴν ἡμέραν. πρόφασις γὰρ τῆς ἀγαλλιάσεως καὶ αἰτία τοῖς τῷ προσώπῳ τοῦ θεοῦ πορευομένοις τὸ θεοῦ ὄνομά ἐστιν.
10 Οὗτοι δὲ καὶ μετεωρισθήσονται τῇ σῇ δικαιοσύνῃ ὑψούσῃ αὐτούς. σὴ δὲ δικαιοσύνη ὁ γενόμενος ἡμῖν παρὰ σοῦ, οὐ μόνον σοφία ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμός. ὑψοῖ γὰρ ἅπαντας αὕτη ἡ δικαιοσύνη, ἕλκουσα αὐτοὺς πρὸς ἑαυτὴν διὰ μετουσίας. ὑψοῦται δέ τις καὶ τῇ διὰ πίστεως Ἰησοῦ Χριστοῦ δικαιοσύνῃ εἰς πάντας τοὺς πιστεύοντας γινομένῃ. αἰτίαν δὲ τούτου
15ἐδήλωσεν εἰπὼν Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ. εἰ γὰρ καὶ δύναμιν ἔχουσι καθ’ ἣν πάντα δυνατῶς ἐπιτελοῦσι καὶ θεωροῦσιν, ἀλλὰ παρὰ σοῦ εἰδότες ἔχειν αὐτὴν καυχῶνται οὐκ ἐπ’ ἄλλῳ ἢ σοί, πληροῦντες τὸ Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. Ὁμολογοῦσι γοῦν λέγοντες Αὐτὸς γὰρ δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν·
20ὅθεν καὶ παρρησιέστερόν φασιν Ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ὑψώθη γὰρ καὶ ηὔξησεν ἡμῖν εὐδοκίᾳ θεοῦ τοῦ εἰπόντος Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. ηὐδόκησε γὰρ ἐν τῷ ἰδίῳ υἱῷ σωτηρίαν ἡμῶν ποιῆσαι. καὶ διὰ τοῦτο, φησίν, ἐν τῇ τοῦ θεοῦ εὐδοκίᾳ ὑψώθη τὸ ἡμέτερον κέρας, ἐπεὶ αὐτοῦ τοῦ κυρίου
25ἐστὶν ἀντίληψις καθ’ ἣν ἀντιλαμβάνεται ὑπερμαχῶν καὶ ὑπερασπίζων τῶν παρ’ αὐτοῦ ταύτην τὴν χάριν λαμβανόντων. ἔστι δὲ ἡ ἀντίληψις τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. ὁ γὰρ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ τοῦ θεὸν ὁρῶντος ἅγιός ἐστιν, ὁ αὐτὸς ὢν τῷ κυρίῳ οὗ ἐστιν ἡ ἀντίληψις. Δύναται ἡ αὐτὴ ἀντίληψις τοῦ κυρίου εἶναι ὡς ἐνεργουμένη ὑπ’ αὐτοῦ καὶ
30τοῦ ἁγίου Ἰσραὴλ ὡς ὑπομένοντος αὐτήν. ἅγιον δὲ Ἰσραὴλ ἐν τούτοις ἐρεῖς τὸν ἁγιαζόμενον ἐν τῷ νῷ καθορᾶν αὐτόν. τὸ δὲ Βασιλεὺς ἡμῶν ἀνακτέον ἐπὶ τὸν κύριον τοῦ ὑπερβατοῦ οὕτως ἀποκαθισταμένου, ὅτι τοῦ κυρίου βασιλέως ἡμῶν ἡ ἀντίληψις καὶ τοῦ ἁγίου Ἰσραήλ.

889

(n)

Ps 88,20—23
1 Ὁ ἀντιλαμβανόμενος προφορικοῦ λόγου εἰ μὲν αὐτὸ μόνον αἴσθοιτο αὐτοῦ ἢ ἀκουστὸς εἴη, ἐν ἀκοῇ λέγοντα ἔχει τὸν λαλοῦντα, εἰ δὲ νοοίη τὰ ἀπαγγελλόμενα, οὐκ ἀκοῇ ἀλλ’ ὁράσει νοῦ ἀντιλαμβάνεται τῆς λαλίας τοῦ προσφέροντος αὐτήν. ἐπεὶ οὖν θεὸς ἐδείκνυε τὰ πράγματα ἔτι μᾶλλον ἢ172 in vol. 2
5ἀπαγγέλλων αὐτά, λαλεῖ τοῖς διὰ προκοπὴν καὶ τελειότητα χρηματίσασιν αὐτοῦ υἱοῖς οὐκ ἐν ἀκοῇ ἀλλ’ ἐν ὁράσει. οὕτω γοῦν καὶ περὶ τοῦ Ἰσραὴλ ἀναγέγραπται Καὶ ὁ λαὸς ἑώρα τὴν φωνὴν κυρίου. δέον εἰπεῖν Ἤκουσε τῆς φωνῆς κυρίου, εἴρηται δὲ ἀντὶ τούτου τὸ Ἑώρα τὴν φωνήν, τουτέστιν ἐνόει ταύτην. ὁράσεις ἑώρων οἱ προφῆται· οὐ γὰρ αἰσθητῶν τινων καὶ ὄψει
10καταληπτῶν ἀντιλαμβανόμενοι ὁρᾶν ἐλέγοντο, ἀλλὰ νῷ προσβάλλοντες κάλλει πραγμάτων νοητῶν. Ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, δυνατὸν λέγων τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ γεγενημένον σωτῆρα. ἀληθῶς γὰρ ἐν τούτῳ βοήθειαν ἔθετο τὴν βοηθῆσαι τῇ κτίσει πάσῃ δυναμένην. ἔστι δὲ ὁ δυνατὸς
15ἐφ’ ὃν ἔθετο βοήθειαν ἐκλεκτὸς ἐκ τοῦ λαοῦ, ὑψωθεὶς οὐ κατὰ τὴν θεότητα ἀλλὰ κατὰ τὴν σάρκα. περὶ αὐτοῦ γάρ ἐστι καὶ τὸ Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔστι γὰρ Ἐκλελοχισμένος ἀπὸ μυριάδων, ὡς ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων. καὶ κατὰ τοῦτο ὕψωσεν αὐτὸν ὁ πατήρ, χαρισάμενος αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
20 Εὗρον Δαυὶδ τὸν δοῦλόν μου· καὶ ἐπεὶ ἐκ σπέρματος Δαυὶδ τυγχάνει τὸ κατὰ σάρκα, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα ἐπὶ τῷ πᾶσαν τὴν λογικὴν κτίσιν εἰς τὸ οὕτως δουλεύειν μοι διδάξαι· ὅθεν καὶ ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν, ἀρχιερέα καὶ βασιλέα ἅμα κατὰ πάντα ἀποδείξας (Ἐν ἐλαίῳ ἁγίῳ, τῷ πνεύματι τῷ ἁγίῳ δηλονότι κεχρισμένος, περὶ οὗ εἴρηται Ἔχρισέ σε ὁ θεὸς ὁ
25θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου), ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ τοῦ μονογενοῦς ἡ θεότης· συναντιλαμβάνεται δὲ αὐτῷ, ἔργα παράδοξα καὶ μεγάλα δι’ αὐτοῦ ἐπιτελοῦσα. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ· ἀντὶ τοῦ ὁ διάβολος (Οὐκ ἔγνω γὰρ
30ἁμαρτίαν οὐδ’ ἔσχε δόλον ἐν τῷ στόματι αὐτοῦ), δοκῶν ὠφελεῖν ἐν οἷς ἂν ἀπάτην καὶ ἄλλην κακίαν ἐμποιεῖν δύνηται. ἀλλ’ οὐδὲ υἱὸς ἀνομίας τις διὰ τοῦ ἀνομεῖν γεγονὼς δυνήσεται κακῶσαι αὐτὸν τῷ εἰς ἁμαρτίαν περιβαλεῖν. κυρίως δὲ τὸ ὠφελῆσαι ἐπὶ τοῦ ἐχθροῦ κεῖται ἀντὶ τοῦ ἀνύσαι. καὶ ἐν Εὐαγγελίῳ γοῦν οἱ βουλευόμενοι ἀρχιερεῖς καὶ Φαρισαῖοι κατὰ τοῦ
35Ἰησοῦ, μὴ ἀνύοντες ἐν τῷ συσκευάζεσθαι αὐτόν, πρὸς ἀλλήλους ἔφασκον Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν— ἴσον τῷ μηδὲν ἀνύειν. [Ταῦτα μὲν ὁ Δίδυμος, προφανῶς διαιρῶν τὸν ἕνα Χριστόν, εἰ καὶ ποσῶς τὰς προφανεῖς αὐτοῦ δυσφημίας ἐξέκλινα. δύο γὰρ πρόσωπα φανερῶς ὑφίστησι173 in vol. 2
40καὶ υἱοὺς δύο, καὶ εἰς τὸ τῆσδε προβιοτῆς ἀπάγει δόγμα· ὅθεν δοκεῖ μοι ἡ τῶν πρὸ αὐτοῦ ἑρμηνεία μᾶλλον αἱρετωτέρα εἶναι τοῖς εὐσεβῶς νοεῖν βουλομένοις. καὶ Εὐσέβιος δὲ διὰ τῶν ὁμοίων Διδύμῳ σχεδὸν πρόεισιν ἐνθυμημάτων οἷς ἐπιλέγει· Ὁ μὲν τῶν προφητῶν κτλ.]

890a

(n)

Ps 88,21—23
1 Τὸν ὄντα Δαυίδ φησιν, ἐπεὶ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα τυγχάνει, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα· εἰς τοῦτο γὰρ μεταλαμβάνεται ἡ Δαυὶδ φωνή. εὗρον καὶ ἁγίῳ ἐλαίῳ ἔχρισα αὐτόν, ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ ὁ θεοῦ
5υἱὸς εἴρηται. οὗτος γὰρ κατισχύει τὸν ἄνθρωπον συναντιλαμβανόμενος αὐτῷ τὸν ἐκ τῆς παρθένου γεγεννημένον. κατισχύει δὲ αὐτὸν ἡ χεὶρ καὶ συναντιλαμβάνεται, ἔργα παράδοξα δι’ αὐτοῦ ἐπιτελοῦσα. Τὸ δὲ Οὐκ ὠφελήσει ἐχθρός· ὁ διάβολος ἐν τῷ ἀνθρώπῳ τῷ κυριακῷ· Οὐκ ἔγνω γὰρ ἁμαρτίαν οὐδ’ ἔσχεν δόλον ἐν τῷ στόματι αὐτοῦ.

891a

(n)

Ps 88,27.28a
1 Αὐτὸς (δηλονότι ὁ ἐλαίῳ ἁγίῳ χρισθείς) ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ ὁ θεός, ἔφη. ἐπεὶ γὰρ γεννηθεὶς ἐκ τῆς παρθένου υἱὸς θεοῦ κέκληται, ἐπικαλέσεταί με, λέγων Πατήρ μου εἶ σύ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ (ἔστι γὰρ κατ’ οὐσίαν υἱός) ἀλλ’ οὐδὲ ἐπικαλουμένου ἀλλ’ ὁμολογοῦντος
5πατέρα τὸν θεόν. ὃν δὲ ἀνέλαβεν ἄνθρωπον, καὶ ἐκλήθη υἱὸς θεοῦ καὶ ἐπικαλεῖται τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ ἀντιλήπτορα τῆς σωτηρίας αὐτοῦ· ἀνέστησεν γὰρ αὐτὸν καὶ εἰς οὐρανοὺς ἀνέλαβεν. ἀντιλήπτωρ δὲ γέγονεν καὶ
ἄλλως τῆς αὐτοῦ σωτηρίας, οὐχ ἧς αὐτὸς σῴζεται ἀλλ’ ἧς σῴζει τοὺς προσφεύγοντας αὐτῷ. αὐτοῦ τοιγαροῦν ἐπικαλεσαμένου τὸν πάντων αἴτιον174 in vol. 2
10πατέρα, καὶ αὐτὸς ὁ πατὴρ τίθεται αὐτὸν πρωτότοκον τὰ πρωτεῖα φέροντα πάντων τῶν χρηματισάντων υἱῶν θεοῦ, οὐχ ὁμοίως αὐτῷ ἀνακραθέντων τῷ μονογενεῖ· μόνος γὰρ αὐτὸς γνήσιον ὄργανον καὶ ναὸς τοῦ θεοῦ λόγου ἀναπέφαται.

892

(n)

Ps 88,30b
1 Ἀλλὰ μὴ λάθῃς σαυτόν, νομίσας μέχρι τότε παρατείνειν τὸν Χριστοῦ θρόνον μέχρι πληρώσεως τούτου· Οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου μὴ παρέλθωσι. πάλιν γὰρ βασιλεύει, τῶν λόγων αὐτοῦ μὴ παρερχομένων μετὰ τὴν πάροδον οὐρανοῦ καὶ γῆς. οὐ γὰρ εἴρηται Θήσομαι
5τὸν θρόνον αὐτοῦ μέχρι τοῦ παρελθεῖν τὸν οὐρανόν, ἀλλ’ Ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· καὶ μετὰ τὴν πάροδον γὰρ οὐρανός ἐστιν. οὐ γὰρ ἴσον τῷ φθαρῆναι τὸ παρελθεῖν αὐτόν. Δύναται δὲ καὶ τὰ λαμπρὰ καὶ περιμάχητα τοῖς ἀνθρώποις ἡμέραι γῆς εἶναι, οὐρανοῦ δὲ ἡμέραι τὰ φωτεινὰ καὶ φωτοειδῆ τῆς ἀληθείας μυστήρια οἷς
10παραπλησίως ὁ θρόνος τοῦ σωτῆρος τεθεὶς ἀσάλευτος εἰς ἀεὶ διαμένει.

893

(n)

Ps 88,36—38
1 Ἔνθα βεβαίως ἐπαγγέλλεται θεὸς ὀμόσας, ἐφ’ οἷς εἴρηκεν εἰσάγεται. ἐπεὶ οὖν τῷ κατὰ τὴν τάξιν Μελχίσεδεκ ἀπαράβατον ἱερωσύνην δίδωσιν ὀμνύς, οὐ μεταμέλεται· καὶ τῷ Ἀβραὰμ δὲ ἐπαγγειλάμενος μεθ’ ὅρκων ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεσθαι πάντα τὰ ἔθνη τῆς γῆς τὸ ἀμετακίνητον τῆς εὐλογίας
5δηλοῖ. εἰ δέ που προσκαίρως δίδωσί τι, οὐκ ὄμνυσιν ἐπὶ τούτῳ· ἀμέλει γοῦν οὐ μεθ’ ὅρκων ἐγχειρίσας τὴν βασιλείαν τῷ Σαοὺλ μετεμελήθη. ἐπεὶ οὖν καὶ τὸ ἐκ τοῦ Δαυὶδ γενέσθαι τὸν σωτῆρα κατὰ σάρκα καὶ τὸ σπέρμα αὐτοῦ τοῦ ἐκ τοῦ Δαυὶδ γεγενημένου ἀπαράβατον καὶ βέβαιον εἶναι ἐβούλετο, ὤμοσεν
αὐτῷ ἐπὶ τῷ τὰς ὑποσχέσεις ἀσαλεύτους ἔσεσθαι.175 in vol. 2
10 Ἐπεὶ τοίνυν ὤμοσα Δαυὶδ ἐν τῷ ἁγίῳ μου οὐ ψευδόμενος ἐφ’ οἷς ἐπηγγειλάμην, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, συνδιαιωνίζοντος τοῦ θρόνου τῆς ἀρχῆς αὐτοῦ αὐτῷ τῷ ἡλίῳ τῆς δικαιοσύνης. καὶ ἡ σελήνη δὲ τὸ ἄθροισμα τῶν ὑπὸ τοῦ Χριστοῦ φωτιζομένων εἰς τὸν αἰῶνα διαμένει πληρέστατα πεφωτισμένη, πληρουμένου τοῦ Ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ
15ἡλίου, ἐκλαμψάντων δὲ τῶν δικαίων ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. μαρτὺς δὲ πιστὸς περὶ τοῦ οὕτως ἔχειν ἐν οὐρανοῖς ἐστιν, περὶ οὗ Ἰώβ 〈φησιν〉 Ἰδοὺ γὰρ ἐν οὐρανοῖς ὁ μάρτυς μου καὶ ὁ συνίστωρ μου ἐν ὑψίστοις.

894

(n)

Ps 88,39—46
1 Δίδυμος δὲ τῆς Εὐσεβίου ἑρμηνείας τὴν διάνοιαν οὕτως ἀποδέδωκε· Σὺ, ὦ δέσποτα, εἰπὼν Τὸ σπέρμα τοῦ Χριστοῦ εἰς τὸν αἰῶνα μένει, ἀπώσω τὸ σπέρμα αὐτοῦ. ἐξουδένωσας αὐτὸν ἀναλαβόμενον τὸν Χριστὸν ὃν ἐν ἐλαίῳ ἁγίῳ 〈ἔχρισασ〉 ἔλαιον μένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἕξειν, καθ’ ὃ ἐλεοῦνται οἱ ἐξ
5αὐτοῦ φῦντες. ἀναβαλλόμενος οὖν τὸν Χριστὸν κατέστρεψας τὴν διαθήκην αὐτοῦ ὄντος δούλου σου, καίτοι εἰπὼν μὴ βεβηλώσειν τὴν πρὸς αὐτὸν διαθήκην σου. ἐβεβήλωσας δὲ καὶ τὸ ἁγιαστήριον αὐτοῦ εἰς τὴν γῆν, ἤτοι εἰς θάνατον καὶ μνῆμα τὸ σῶμα αὐτοῦ παραδοὺς ἢ τὴν ἐκκλησίαν τυγχάνουσαν οἶκον καὶ ἁγιαστήριον αὐτοῦ βεβηλώσας εἰς τὴν γῆν αὐτὴν ἐν τοῖς καιροῖς καθ’ οὓς
10ἐπέτρεψας ἢ συνεχώρησας διωγμοὺς πρὸς ἀθέων ἐπιτελεῖσθαι. Δοῦλος δὲ θεοῦ ὁ Χριστὸς τυγχάνει ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν, γενόμενος ἐκ τῆς εἰπούσης τῷ ἀγγέλῳ Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ καθεῖλες ἀπὸ τῶν υἱῶν αὐτοῦ, πᾶσαν
15ὀχυρωτάτην βοήθειαν, ὡς πάντα τὸν ἐπιβουλεύειν αὐτοῖς ἐπιχειροῦντα δύνασθαι κατ’ αὐτῶν. φραγμοὶ γὰρ κατὰ τὴν γραφὴν ἀδιαφόρως θεόθεν γινόμεναι φρουραί· φραγμοὺς δὲ τοῦ Χριστοῦ ἀμπελῶνος δυνατὸν εἰρῆσθαι τοὺς ἀποστόλους οὓς καθαιρεῖσθαι ὑπὸ θεοῦ φασιν οἱ ὁρῶντες αὐτοὺς ἐσκορπισμένους
καὶ σκανδαλισθέντας ἐν τῇ νυκτὶ τῆς παραδόσεως Ἰησοῦ.176 in vol. 2
20 Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ὀχυρώματα τοῦ Χριστοῦ οἱ γνήσιοι μαθηταὶ αὐτοῦ τυγχάνουσιν ἅπερ δειλωθέντα κατὰ τὸν καιρὸν τῆς παραδόσεως Ἰησοῦ δειλίᾳ τεθεῖσθαι εἴρηνται. ᾧ ἠκολούθησεν τὸ διηρπάσθαι αὐτὸν τὸν Χριστὸν ὑπὸ τῶν διοδευόντων ἢ παραπορευομένων ὁδόν. Χριστὸς δὲ διαρπαζόμενος οὐχ ἕτερος τῶν διαρπαζόντων αὐτοῦ τὸ σῶμα τυγχάνει·
25Ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. δυνατὸν δὲ καὶ τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας ὀχυρώματα αὐτοῦ εἰρῆσθαι. Πρὸς τούτῳ καὶ ὄνειδος αὐτὸν ἔθου τοῖς διὰ τὸ πρὸς αὐτὸν καὶ πέριξ αὐτοῦ εἶναι καλουμένοις γείτοσιν αὐτοῦ. οἱ γὰρ δοκοῦντες τῆς γραφῆς αὐτοῦ περιέχεσθαι καὶ ἐγγὺς τῆς ἐκκλησίας αὐτοῦ διὰ ψευδωνύμου γνώσεως
30ἀθροιζόμενοι γείτονες αὐτοῦ τυγχάνουσι· δι’ ὧν κακῶς φρονοῦσι καὶ πράττουσιν, ὀνειδίζουσιν αὐτόν. ὡς γὰρ ἐκ τοῦ ἐναντίου δοξάζει αὐτὸν ὁ ὀρθῶς καὶ ἐπαινετῶς ἐνεργῶν κατὰ τὴν ἀλήθειαν φρονῶν, οὕτως ὁ ἐναντίως τοῖς ὀρθῶς ἔχουσι διακείμενος ὀνειδίζει αὐτόν. Διὰ ταῦτα ὕψωσας δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ· ἐπαίρονται γὰρ ὡς ἰδίᾳ
35δυνάμει περιγενόμενοι καὶ ποιήσαντες ἃ διέθηκας αὐτόν. εὔφρανας δὲ ἐπὶ τοῖς συμβεβηκόσιν αὐτῷ καὶ τοὺς μισοῦντας αὐτόν, οὐκ ἀντιλαμβανόμενος αὐτοῦ ἐν τῷ πολέμῳ. ἀλλὰ γὰρ καὶ ἀπέστρεψας τῆς βοηθείας τὴν ῥομφαίαν αὐτοῦ ἢ τὴν ῥομφαίαν τῆς βοηθείας αὐτοῦ· ἑκατέρως γὰρ φέρεται. συμβαλόντων γὰρ εἰς πόλεμον Χριστῷ τῶν ἐχθρῶν αὐτοῦ καὶ μισούντων αὐτόν, Οὐκ
40ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ, ὡς 〈δήσαντασ〉 αὐτὸν ἀπαγαγεῖν ἐπὶ τῷ σταυρῶσαι καὶ τὰ ἄλλα ὑβριστικῶς ἐπενεγκεῖν κατ’ αὐτοῦ. παύσονται ταῦτα λέγοντες οἱ πρὸς Χριστὸν πόθον ἔχοντες καὶ περὶ τῆς προνοίας ὀρθῶς διειληφότες, οὐ μὴν ὁρῶντες πρόθεσιν καθ’ ἣν οὐ φεισάμενος ὁ πατὴρ τοῦ ἰδίου υἱοῦ ἔκδοτον αὐτὸν ἀφῆκε τοῖς παραστᾶσι καὶ συναχθεῖσι κατ’ αὐτοῦ,
45τὴν σωτηρίαν μαθόντες τὴν κατορθωθεῖσαν διὰ τοῦ θανάτου αὐτοῦ, οὐ μόνον τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδωκότος αὐτὸν ἀλλὰ καὶ αὐτοῦ εἰς τοῦτο παραδεδωκότος ἑαυτόν· δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς ἕως τοῦ διαψάλματος. οἰόμενοι παρὰ τὰ ἐπηγγελμένα αὐτῷ ἀπηντηκέναι καὶ ταῦτά φασιν. κατα‐

894

(50)

λελύσθαι γοῦν ὑπειλήφασιν αὐτὸν ἀπὸ τοῦ καθαρισμοῦ οὗ εἰργάσατο διὰ τοῦ αἵματος αὐτοῦ· ἐφ’ ᾧ νομίζουσι καὶ τὸν θρόνον αὐτοῦ κατερράχθαι εἰς τὴν γῆν, σμικρυνθεισῶν τῶν ἡμερῶν τοῦ θρόνου αὐτοῦ. ἀλλ’ οὐδὲν τοιοῦτον περὶ τὸν θρόνον αὐτοῦ συμβήσεται, θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ περὶ οὗ τὰ ἐγχωροῦντα εἴπομεν· ἀλλὰ καὶ μένειν ἐναντίον ἑαυτοῦ
55ὁ θεὸς εἶπε τὸν θρόνον τοῦ Χριστοῦ ὡς τὸν ἥλιον καὶ τὴν κατηρτισμένην σελήνην εἰς τὸν αἰῶνα. σταυρωθέντα γὰρ καὶ πεπονθότα 〈ἰδόντεσ〉 αὐτὸν ἔδοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ, σμικρυνθέντος καὶ ἀνατραπέντος τοῦ θρόνου αὐτοῦ, καὶ τὴν ἐπὶ τῷ σταυρῷ αἰσχύνην κατασχεθεῖσαν αὐτοῦ περὶ ἧς ὁ ἀπόστολός φησιν Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε177 in vol. 2
60σταυρὸν αἰσχύνης καταφρονήσας, ἵν’ ἐκ νεκρῶν ἀναστὰς μηκέτι καταλελυμένος ὑπὸ καθαρισμοῦ ᾖ ἀλλ’ ἐπιτελῶν καὶ ἐνεργῶν αὐτὸν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸ εἰρημένον Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνωρθωμένον καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον ἔχων μακροήμερον καὶ αἰώνιον διαμένοντα.

895

(n)

Ps 88,47.48a
1 Μνήσθητι τίς ἡμῶν τῶν ταῦτα λεγόντων ἡ ὑπόστασίς ἐστι. τρεπτοὶ γὰρ καὶ ἀλλοιωτοὶ τυγχάνομεν αὐτεξούσιοι ὄντες· διὸ καὶ φοβούμεθα, μὴ εἰς ἀσέβειαν ὑποσυρῶμεν. ὅθεν τάχυνον τὸν ἔλεόν σου ἐπιβλέψας ἡμῖν. οὕτως γὰρ μόνως σβέννυσθαι ἡ ἐξαφθεῖσα ὀργὴ πέφυκε.
5 Δύναται τὸ τῆς ὑποστάσεως ὄνομα μὴ τὴν οὐσίαν σημαίνειν, ὡς ἡρμηνεύσαμεν, ἀλλὰ τὴν καθ’ ἣν ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων.

896

(n)

Ps 88,49
1 Ἐπεὶ πολλὰ σημαίνει ἡ τίς φωνή, σκοπήσωμεν κατὰ τί τῶν σημαινομένων λέγεται τὸ Τίς ἐστιν ἄνθρωπος. σημαίνει γάρ ποτε πεῦσιν ἐν τῷ Τίς ἀναβήσεται εἰς τὸ ὄρος κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; δηλοῖ καὶ τὸ σπάνιον ἐν τῷ Τίς ἄρα ἐστὶν ὁ δοῦλος ὁ πιστὸς καὶ φρόνιμος; καὶ Τίς σοφὸς καὶ συνήσει
5ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; κεῖται καὶ ἐπὶ ἀδυνάτου ἡ φωνὴ ἐν τῷ Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ ἐν τῷ Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τάττεται ἡ φωνὴ καὶ ἐπὶ εὐτελιζομένου ὡς οὐδενὸς ὄντος ἐν τῷ Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; καὶ Ἰδοὺ κύριος βοηθήσει μοι, τίς κακώσει με; κεῖται καὶ ἐπὶ
10τοῦ καλουμένου παρά τισιν ἰδίως ποίου, παρ’ ἄλλοις δὲ ἀτόμου καὶ ἑνὸς ἀριθμῷ, ἐν τῷ Ἄνθρωπός τις εὐγενής. Ἐνταῦθα δὲ δυνατὸν ἐκλαβεῖν τὸ προκείμενον ἐπὶ τοῦ οὐδείς· Τίς γάρ ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ἀντὶ τοῦ Οὐδείς. καὶ εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου ὁ λόγος, οὐδείς ἐστιν ἀληθῶς ὃς ἔζησε καὶ οὐκ178 in vol. 2
15εἶδε θάνατον, καθὸ εἴρηται Καὶ οὗτος ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον, καὶ Καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν. τὸ γὰρ τίς ἰσοδυναμεῖ τῷ πᾶσιν ἀνθρώποις. οὐδεὶς οὖν ἐστιν ἄνθρωπος, ἐπεὶ πᾶς θνητόν ἐστι ζῷον καὶ πᾶς δὲ ἄνθρωπος γεγονὼς τῷ ἀποπεπτωκέναι θεότητος, ὡς τὸ Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ
20τὸ Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; οὐδεὶς γὰρ τῶν τοιούτων ἀνιστόρητος γέγονε θανάτου τῷ ἁμαρτάνειν· διὸ εἴρηται Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται; θεῶν γάρ ἐστι τὸ τοιοῦτον, τῶν κατὰ μετουσίαν θεότητος θεῶν εἰρημένων· οὗτοι γὰρ μόνοι οὐκ ὄψονται θάνατον, ἐπείπερ ζῶσι μεταποιούμενοι τῆς αἰωνίου ζωῆς· ἐφ’
25ᾗ ζωῇ ψαῦσαι ἢ καὶ κρατῆσαι αὐτῶν ὁ ᾅδης οὐ δυνήσεται, ῥυομένου θεοῦ τοὺς τοιούτους ἐκ χειρὸς ᾅδου.

897

(n)

Ps 89,1b.2
1 Καὶ ταῦτα μὲν εἰρήσεται, μενόντων ἡμῶν ἐπὶ τοῦ ῥητοῦ· εἰ δὲ ὄρη λέγοιτό τις ἑδραννύμενα τοὺς ἀποστόλους, γῆν δὲ πλασσομένην τὴν καρποφορεῖν δυναμένην ψυχήν, οἰκουμένην δὲ τὴν ἐκκλησίαν ἐν ᾗ οἰκοῦσιν ἄγγελοι, δόγματά τε ἀληθείας καὶ τοῦ πνεύματος τὰ χαρίσματα ἐρεῖ πρὸ τούτων
5πάντων, ὡσεὶ καὶ τοῖς προφήταις τὸν θεὸν καταφυγὴν γεγενῆσθαι ἐν γενεᾷ καὶ γενεᾷ. Σημαίνει δὲ τὴν ἐξ ἀπείρου ἐπ’ ἄπειρον τοῦ θεοῦ ὕπαρξιν τὸ Καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. σὺ γὰρ εἶ μένων ὁ αὐτὸς ἀεί, οὐκ ἐν ἑτέρῳ μὲν αἰῶνι ἄλλος, ἐν ἑτέρῳ δὲ ἄλλος· ἄτρεπτος γὰρ καὶ ἀμετάβλητος
10ὢν ἐξ ἀπείρου ἐπ’ ἄπειρον ὁ αὐτὸς εἶ.179 in vol. 2

898

(n)

Ps 89,3a
1 Ἐκ ταπεινῶν καὶ χαμαιζήλων πραγμάτων εἰς ὕψος ἀναγαγὼν τὸν ἄνθρωπον, φυλάττων αὐτὸν ἐν τῷ μετεωρισμῷ καὶ ὕψει, μὴ ἀποστρέψῃς αὐτὸν αὖθις εἰς τὰ χαμαιριφῆ γενέσθαι.

899

(n)

Ps 89,8
1 〈Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου〉, ἐπὶ τῷ τιμωρήσασθαι ἡμᾶς ἐπ’ αὐταῖς, ὡς πάντα τὸν αἰῶνα ἡμῶν (χρόνος δ’ ἐστὶν ὁ παρεκτείνων τῇ ἡμετέρᾳ μετὰ σώματος ζωῇ) φανερὸν καὶ πεφωτισμένον σοι τυγχάνειν, παντὸς παροράματος οὐ πρακτικοῦ μόνου ἀλλὰ καὶ τοῦ ἐν λογισμοῖς φανεροῦ καὶ
5πεφωτισμένου σοι τυγχάνοντος.

900

(n)

Ps 89,12—17
1 Ἡ προκειμένη δέησις ἐπισταμένων ὅτι θεὸς ἔχει δεξιὰν καὶ ἰδεῖν αὐτὴν ποθούντων. ὡς ἐπιστάμενοι γοῦν φασιν· Ὦ δέσποτα θεέ, τὴν δεξιάν σου δι’ ἧς ἐδημιούργησας τὸν κόσμον καὶ προνοῇ αὐτοῦ φανέρωσον, ὅπως μὴ δι’ ὧν ποιεῖ καὶ ἐνεργεῖ καταλαμβάνωμεν ἀλλὰ κατὰ τὸ προσβάλλειν αὐτῇ
5γνωρίσωμεν αὐτήν. Δύναται πρεσβεία τῶν παρακαλούντων αἴτησις εἶναι τῆς Χριστοῦ ἐπιδημίας. αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ. τότε γὰρ γνώριμος γέγονεν ἡ θεοῦ δεξιά, ὅτε ὁ λόγος σὰρξ γενόμενος ἐσκήνωσεν ἐν ἡμῖν· ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ πατρός.
10 Γνωρίσαντος δὲ τὴν δεξιὰν τοῦ θεοῦ, ἔγνωμεν σὺν αὐτῇ φανερωθέντας καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. οὗτοι δέ εἰσιν οἱ φάσκοντες
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. δυνατὸν καὶ τοὺς προφήτας ἐγνωρίσθαι φάσκειν ὄντας πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, ὅτε ἡ Χριστοῦ ἔλλαμψις πεφανέρωται. τότε γὰρ ἀληθῆ προαναφωνοῦντες οἱ προφῆται περὶ αὐτοῦ180 in vol. 2
15ἀνεδείχθησαν ὑποπτεύεσθαι ἴσως δυνάμενοι πρὶν πληρωθῆναι αὐτῶν τὰς προφητείας. ὅτε γὰρ οἱ λόγοι αὐτῶν ἐκβάσεως τετυχήκασι τῆς θεοῦ δεξιᾶς γνωρισθείσης, φανεροὶ γεγένηνται ὡς ἄρα εἶεν πεπαιδευμένοι τῇ θεοῦ σοφίᾳ. πεπαίδευται δὲ τὴν καρδίαν ἐν σοφίᾳ ὁ τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν σεσοφισμένος, ὡς ὁ προφορικὸς αὐτῷ μυρία διαμαρτάνει ὡς καὶ ἀληθεύοντα
20φάναι· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. Φέρεται καὶ Τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. πεπέδηται γὰρ ὁ λογισμὸς καὶ ἡ ἐνθύμησις ἀπὸ πεδῶν τῆς σοφίας τοῦ σοφῶς καὶ εὐσεβῶς ἐπιβάλλοντος τοῖς πράγμασιν· εἴρηται δὲ περὶ πεδῶν σοφίας εἰς ἃς ἐμβάλλειν τοὺς πόδας τῆς ψυχῆς προσταττόμεθα.
25 Ἐπίστρεψον, κύριε· ἕως πότε, τουτέστιν ἕως πότε τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου ἀποστρέφεις ἀφ’ ἡμῶν; κἂν πρὸς ὀλίγον γὰρ τοῦτο ποιῇς ἡμῖν, πολὺς χρόνος φαίνεται τῆς ὑπερθέσεως ἐξημμένοις τοῦ ποθουμένου. παρακληθεὶς οὖν ἐπὶ τοῖς δούλοις σου, ἐπίστρεψον πρὸς ἡμᾶς μακρὰν γεγενημένους καὶ ἀποστραφέντας τὰ προστάγματά σου.
30 Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. ἐπιλάμψασα γὰρ ἡμῖν ἡ δεξιά σου ἣν γνωρισθῆναι ἠξιώσαμεν, ἥλιος δικαιοσύνης οὖσα, ἀρχὴν ἡμέρας νοητῆς κατεσκεύασεν. ἐν ᾗ ἀρχῇ πρωῒ τυγχανούσῃ ἐπληρώθημεν τοῦ παρὰ σοῦ ἐλέους, ὡς ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι ἡμᾶς ἐν πάσαις αἷς ἐφώτισεν ἡμῖν ἡμέραις τὸ φῶς σου τὸ ἀληθινόν· ὅπερ εἰσιὸν ἐν ταῖς διανοίαις ἡμῶν πρωΐας
35ἐστὶ ποιητικόν. Ἀλλ’ ἐπεὶ μὴ καθ’ ἕνα τρόπον ἀλλὰ ποικίλως ἡμῖν ἀνατέλλει κατὰ τὰς διαφόρους πράξεις τε καὶ νοήσεις, ἐν πολλαῖς ἡμέραις γινόμεθα· ἐν αἷς πᾶσιν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα τοσοῦτον ὡς ἐξαρκεῖν λῦσαι τὸ ἐκτὸς σκυθρωπὸν καὶ κακωτικὸν τῶν ἡμερῶν, ἐν αἷς ἐταπείνωσας ἡμᾶς αἰχμαλωσίᾳ
40καὶ ἐχθροῖς δι’ ἄγνοιαν καὶ κακίαν παραδούς. ἐν γὰρ ἡμέραις καὶ ἔτεσι πλείοσι ταπεινωθέντες εἴδομεν κακά, ἤτοι τὰ ἐναντία τῶν κυρίως ἀγαθῶν περὶ ὧν λέγεται Ἄφρων ἐν γέλωτι πράττει κακά, ἢ τὰ ἐπίπονα καὶ κάκωσιν ἐμποιοῦντα οἷά ἐστι περὶ ὧν εἴρηται τῷ Ἰὼβ Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν; ἀμφότερα γὰρ τὰ γένη τῶν κακῶν ἰδόντες πρότερον,
45νῦν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα. Ἐπίβλεψον τοίνυν ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς γεννηθέντας ἡμῖν ἄρρενας καὶ εὐτόνους ὄντας ὁδήγησον ἐπὶ τὴν τῆς σωτηρίας ὁδόν. οὕτω γὰρ καὶ ἡ λαμπρότης σου τοῦ θεοῦ ἔσται ἐφ’ ἡμᾶς ἐκλάμψοντας ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ σου. διὸ

900

(50)

δεόμεθα Τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς. τοῦτο δὲ
θαρρούντων ἐστὶν ἐφ’ οἷς δεδράκασι καὶ διάκεινται, τοῦ φαύλου οὐ κατευθυνθῆναι θέλοντος ἐπ’ αὐτὸν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἀλλὰ μᾶλλον λήθῃ παραδοθῆναι.181 in vol. 2

901

(n)

Ps 90,3
1 Θηρευταὶ εἶεν ἂν ἐν τούτοις καὶ οἱ ἀπατεῶνες καὶ οἱ σοφισταὶ ἄνδρες παγιδεύειν πειρώμενοι τοὺς ἀνθρώπους, ὥστε ὑπάγειν αὐτοὺς διὰ σοφίαν εἰς ἃ βούλονται ψευδῆ δόγματα. διὸ καὶ ἑρμηνεύων αὐτῶν τὴν παγίδα εἶπεν αὐτὴν ταραχώδη λόγον· οὐδὲν γὰρ οὕτω συγχεῖ καὶ συνταράττει διάνοιαν
5ὡς ἐριστικὸς λόγος. Θηρεύοντες διὰ παγίδος εἰσὶ καὶ αἱ πονηραὶ δυνάμεις, ἀγρεύουσαι τὰς ψυχὰς δι’ ἐπιθυμιῶν βλαβερῶν καὶ τῶν ἄλλων παθῶν· Ὀφθαλμὸς γάρ φησι πόρνης παγὶς ἁμαρτωλοῦ, καὶ ἔτι Γυνὴ γὰρ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. καὶ διὰ πλούτου δὲ καὶ τῶν παραπλησίων ἀγρεύουσιν οὗτοι. ἡγεμὼν δὲ
10τούτων τῶν θηρευόντων ὁ διάβολος, ἔχων καὶ αὐτὸς παγίδα. εἴρηται γοῦν περί τινος Ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.

902

(n)

Ps 90,4ab
1 Τούτοις συνῳδὰ ἐν τῇ τοῦ Δευτερονομίου ᾠδῇ περὶ θεοῦ ᾄδεται· Ὡς ἀετὸς σκεπάσει νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. ἅπαντες οἱ δι’ ὑπομονῆς καὶ τῆς ἄλλης ἰσχύος ἐξ ἀρετῆς ἐγγινομένης
5ἀετοῦ δίκην ὑψιπετεῖς εἰσιν, ὑπὸ πτερῶν τῆς νοήσεως καὶ τῆς πρακτικῆς ἀρετῆς μετεωριζόμενοι. ἐκ θεοῦ τὸ εἶναι τοιοῦτοι ἐσχήκασι· διὸ καὶ νεοσσοὶ αὐτοῦ τυγχάνουσιν, ὅθεν εἴρηται ἐν τῷ προφήτῃ Οἱ δὲ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι. τοὺς πτεροφυήσαντας κατὰ τὰ αὐτὰ τοῖς ἀετοῖς ὁ θεὸς σκεπάσει οἷα νεοσσοὺς
10ἀετοῦ· Ὡς ἀετὸς γὰρ σκεπάσει νοσσιὰν αὐτοῦ. ὅθεν καὶ τοὺς νεοσσοὺς αὐτοῦ ἐπιποθήσας ἐνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ σκεπάζειν αὐτούς.
Καὶ ἐν τῇ προκειμένῃ τοίνυν λέξει περὶ τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου εἴρηται ὡς ἄρα ἀναλαμβάνει αὐτὸν ὁ θεὸς ἐπὶ τῶν μεταφρένων182 in vol. 2
15αὐτοῦ ἐπὶ τῷ ἐλπίζειν καὶ προσδοκᾶν ἀγαθὰ τυγχάνοντα ἐν ταῖς πτέρυξι τοῦ θεοῦ. εἴρηται δὲ τίνες θεοῦ πτέρυγες καὶ πῶς ἐλπίζει τις σκιαζόμενος ἐπ’ αὐταῖς ἐν NS· ἔνθα γέγραπται Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.

903

(n)

Ps 90,4c—6
1 Ὁ ὑπερασπιστὴς θεὸς ὥσπερ ἀσπίδι καὶ ὅπλῳ τῇ ἀληθείᾳ ἑαυτοῦ κυκλοῖ πάντα τὸν ὑπ’ αὐτοῦ φρουρούμενον, ὅπως ἄτρωτος διαμένοι ὑπὸ πάντων τῶν βαλεῖν αὐτὸν βουλευομένων καὶ μάλιστα τοῦ πεπυρωμένα ἐκπέμποντος βέλη πονηροῦ. οὗτος δὲ ὁ κυκλωθεὶς ὑπὸ τῆς ἀληθείας τοῦ θεοῦ τῷ ἐνδεδύσθαι
5τὴν πανοπλίαν τοῦ θεοῦ καὶ ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀνειληφέναι, κἂν ἐν νυκτὶ γένηται, οὐ φοβεῖται, φωτιζόμενος ὑπὸ τῆς κυκλούσης αὐτὸν ἀληθείας τυγχανούσης καὶ φωτός. εἰ γάρ ποτε καὶ ἐν ἀγνοίᾳ τις γενόμενος δόξειεν ἐν νυκτερινῇ καταστάσει εἶναι, οὐ φοβηθήσεται, ἔχων τὸ τῆς γνώσεως αἴτιον φῶς ὃ ταὐτὸν εἴρηται τῇ ἀληθείᾳ. εἰ δὲ καὶ νὺξ εἴη τὰ βλαβερὰ καὶ
10σκυθρωπὰ πράγματα τοῦ βίου, οὐδ’ ἐν ταύτῃ τῇ νυκτὶ γενόμενος φοβεῖται, δυνάμενος εἰπεῖν Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; τιμῶν γὰρ τὸν θεὸν καὶ διὰ τοῦτο ἰσχύων, πλὴν αὐτοῦ οὐδένα φοβεῖται, μαθὼν τὸ Τίμα τὸν θεὸν καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. ὡς γὰρ ὁ ἐν νυκτὶ τυγχάνων οὐ φοβεῖται, ὅτε φῶς ἔχει καί εἰσιν οἱ νυκτοφυλακοῦντες,
15οὕτως ὁ ἔχων τὸν εἰπόντα Μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι οὐδὲν φοβηθήσεται τῶν προειρημένων νυκτερινῶν. Ἐκείνων μόνων φοβουμένων τῶν ἐν νυκτὶ καθευδόντων καὶ μεθυόντων, ἀλλ’ οὐδὲ βέλος πετόμενον ἡμέρας δεδίττεται ὁ κυκλωθεὶς ὑπὸ τῆς τοῦ θεοῦ ἀληθείας. βέλος δὲ πετόμενον ἡμέρας ἐπαγγελλόμενος φωτεινὸς εἶναι
20ἑτερόδοξος λόγος. Ἀλλ’ οὐδ’ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου φοβεῖται, ὅπλῳ τῇ ἀληθείᾳ χρώμενος. πρᾶγμα δὲ ἐν σκότει διαπορευόμενον πᾶσα ἁμαρτία καὶ ἄγνοια καὶ τὰ ἐνεργοῦντα αὐτὰ πονηρὰ πνεύματα τῆς πλάνης. πρὸς τούτοις οὐδὲ σύμπτωμα φοβηθήσεται, 〈πάντα〉 τλητικῶς καὶ γενναίως φέρων, κατὰ
25τὰ αὐτὰ τῷ Ἰὼβ λέγων Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ
οὐχ ὑποίσομεν; ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. πᾶν γὰρ τὸ ἐπαγόμενον παρὰ κυρίου προσδέχεται ὡς ἀγαθόν, εἰδὼς ὅτι Τοῖς ἀγαπῶσι τὸν κύριον πάντα συνεργεῖ εἰς ἀγαθόν, καὶ τὰ ἐπίπονα καὶ θλιβερὰ κατὰ πειρασμὸν ἐπαγόμενα. ἀμέλει γοῦν καὶ νικᾶν καὶ στρέφεσθαι ἐπ’ αὐτοῖς183 in vol. 2
30συμβαίνει· Μακάριος γὰρ ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς. Ὁ οὖν ἐν τοσούτοις κατορθώμασιν εὑρεθεὶς οὐδὲ τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς διάβολον φοβεῖται ὄντα δαιμόνιον μεσημβρινόν. κἂν ἀκμαῖον φῶς ἐπαγγέλληται διὰ φιλοσοφίας καὶ κενῆς ἀπάτης, αὐτὸ τοῦτο
35ὅλον ἐστὶ δαιμόνιον μεσημβρινόν. οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματιζόμενοι εἰς διακόνους δικαιοσύνης δαιμόνια μεσημβρινά εἰσιν. ἀλλ’ εἰ καὶ προσποιεῖται τούτων ἕκαστος μεσημβρινὸς εἶναι, οὐ διαμένουσι τοιοῦτοι οἷοι εἶναι προσποιοῦνται, σβεσθησομένου τοῦ φωτὸς τῶν ἀσεβῶν, ὅταν ὁ Χριστὸς ἐλθὼν φωτίσῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ τὰς βουλὰς τῶν καρδιῶν
40φανερώσῃ.

904

(n)

Ps 90,7—9
1 Ὁ ἐν τοῖς πρακτικοῖς καὶ ἐν τοῖς τῆς γνώσεως τῆς ἀληθείας κατορθῶν πολλοὺς τοὺς ἐφεδρεύοντας ἐπιβουλευτικῶς ἔχει, ἀλλὰ πάντων αὐτῶν περιγίνεται ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ θεοῦ. εἶτ’ ἐπεὶ ὀλιγώτεροι ἐπιβουλεύουσι τοῖς ἠθικοῖς ὡς ἂν ἀριστεροῖς οὖσιν, πολλοὶ δὲ τοῖς πνευματικοῖς
5ὑπάρχουσι δεξιοῖς, ἐκ τοῦ κλίτους τοῦ τελείου χιλιὰς πίπτει, μυριάδος πεσουμένης ἐκ τῶν δεξιῶν αὐτοῦ. τὸ κλῖτος δὲ πρὸς ἀντιδιαστολὴν δεξιοῦ λεχθὲν τὴν περὶ ἀριστεροῦ καὶ εὐωνύμου ὑπόληψιν ὑποβάλλει. παραπλήσια τούτοις καὶ ἐν Δευτερονομίῳ λέγεται πρὸς τοὺς κατορθοῦντας τὸν νόμον Εἷς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας. καὶ Παῦλος γοῦν
10οὕτω τελειωθεὶς πρὸς τοὺς ἐναντίους πολεμεῖ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, ὡς πίπτειν ἐκ τῶν ἀριστερῶν αὐτοῦ χιλιάδα, μυριάδα δὲ ἐκ δεξιῶν αὐτοῦ. καὶ ἐν Ἐκκλησιαστῇ ἐπὶ ἐπαίνου τὸ δεξιὸν φέρεται οὕτως· Καρδία σοφοῦ ἐκ δεξιῶν αὐτοῦ, καρδία δὲ ἄφρονος εἰς ἀριστερὰν αὐτοῦ· τοῦ σοφοῦ τὸν νοῦν ἔχοντος περὶ τὰ νοητὰ καὶ πνευματικὰ
15διὰ τὸ τίμια εἶναι δεξιὰ καλεῖται, τοῦ δὲ ἄφρονος περὶ αἰσθητὰ καὶ ὑλικὰ
δευτέρα καὶ ἀριστερά ἐστιν. Πίπτουσα δὲ ἡ χιλιὰς καὶ ἡ μυριὰς οὐκ ἐγγίζει τῷ δικαίῳ ἐπὶ τῷ βλάψαι· γέγραπται δὲ Πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. ἅμα γὰρ τῷ ἐθέλειν πλησιάσαι τῷ σπουδαίῳ πίπτει ἡ φάλαγξ τῶν ἐναντίων· Ἐν τῷ ἐγγίζειν γὰρ ἐπ’ ἐμὲ184 in vol. 2
20κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. ἐπιτελούμενα ταῦτα συμβολικῶς εὕροις ἐν τῷ Εὐαγγελίῳ· ὁπηνίκα γὰρ συνεγγίσαι τῷ Ἰησοῦ ἐτόλμησαν οἱ ἐπὶ τῷ συλλαβεῖν αὐτὸν ἐληλυθότες, εἰπόντος αὐτοῦ Τίνα ζητεῖτε, τῶν δὲ ἀποκριναμένων Ἰησοῦν τὸν Ναζαρηνόν, ἀποκριναμένου αὐτοῦ τοῦ Ἰησοῦ τὸ Ἐγώ εἰμι,
25Ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. Πλὴν τούτων ἐπιτελουμένων (λέγω δὴ τοῦ μὴ ἐγγίζειν τῷ δικαίῳ τὴν πίπτουσαν χιλιάδα καὶ μυριάδα τῶν πολεμίων), τοῖς ὀφθαλμοῖς τῆς διανοίας ἑαυτοῦ κατανοήσει τὰ κατορθωθέντα αὐτῷ ὑπὸ τῆς ἀληθείας φρουρούμενος, ὀψόμενος καὶ τὴν ἀνταπόδοσιν τῶν ἁμαρτωλῶν· τούτων εἰρημένων περὶ
30αὐτῶν, εὐθέως αὐτὸν τὸν αἴτιον τῶν ὑπαρξάντων ἀγαθῶν ὁμολογῶν. διὰ τοῦτό φησιν· Ὦ δέσποτα, κατωρθώθη μοι ταῦτα πάντα, ἐπείπερ οὐκ ἄλλος ἢ σὺ ἐλπίς μου καθέστηκας. εἶπε γὰρ ἐν τοῖς ἀνωτέρω Καὶ καταφυγή μου ὁ θεὸς καὶ ἐλπιῶ ἐπ’ αὐτόν, καὶ περὶ αὐτοῦ Καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ τοῦ θεοῦ ἐλπιεῖς.

905

(n)

Ps 90,10
1 Νοήσεις καὶ οὕτως· κοινῶς συνπιπτόντων ἀδίκοις καὶ δικαίοις τῶν περιστατικῶν ἃ καὶ κακὰ διὰ τὸ ἐπίπονον ὠνομάσθη, οὐκ ἄρα περὶ τῶν οὕτω κακῶν αἱ προκείμεναι λέξεις. καὶ μάστιξ γὰρ σωματικὴ πολλάκις καθήψατο σκηνώματος τουτέστι σώματος δικαίου· Ἐπειράσθησαν γὰρ
5ἐμαστιγώθησαν, φησὶν ὁ Παῦλος. καὶ αὐτὸς γοῦν ὁ σωτὴρ ἐμαστίχθη ἐπὶ τὸν σταυρὸν ἀγόμενος, πληρῶν ὃ προεῖπε διὰ τοῦ προφήτου περὶ ἑαυτοῦ Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας. διττοῦ τοίνυν τοῦ γένους τῶν κακῶν ὄντος θατέρου γινομένου ἀδιαφόρως σπουδαίοις καὶ φαύλοις, τὸ ἕτερον οὐ προσεγγίζει τῷ θεμένῳ τὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ. προσκολλώμενος
10γὰρ αὐτῷ ἐν μετοχῇ τῶν ἀγαθῶν γινόμενος λέγει Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. τοῦτο γὰρ τὸ ἀγαθὸν ἔχων ἄψαυστός ἐστι τῶν ἐναντίων
κακῶν, νικῶν ἐν τῷ ἀγαθῷ τὸ κακὸν καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ποιῶν. Ὁ πληρωθεὶς οὖν ἀγαθότητος τῷ ποιεῖν καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν ἀμέτοχός ἐστι τῶν κυρίως κακῶν. ἀλλ’ ἐπεὶ μὴ συνεγγίζει τῷ θεμένῳ τὸν185 in vol. 2
15ὕψιστον καταφυγὴν ἑαυτοῦ τὰ προειρημένα κακά, οὐδὲ κόλασις ἡ ἐπὶ τούτοις μάστιξ προσαγορευομένη ἐγγίζει τῷ σκηνώματι αὐτοῦ, ἐπεὶ μὴ ἁμαρτωλός ἐστι· μόνου γὰρ τούτου τὸ ἐπὶ τούτοις μαστίζεσθαι· Πολλαὶ γὰρ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ ἐν ἄλλοις εἴρηται ἡμῖν ὅτι αἱ αὐταὶ περιστάσεις τοῖς μὲν ἁμαρτωλοῖς μάστιγες, τοῖς δὲ δικαίοις ἀγῶνές εἰσι. κἄν ποτ’ οὖν τῶν
20ἐπιπόνων καὶ κακωτικῶν προσέλθοι τῷ εὐσεβεῖ, οὐχ ὡς μάστιξ ἀλλ’ ὡς δοκίμιον παραγίνεται, ὥσπερ τῷ Ἰὼβ ἐπὶ τῷ δίκαιον ἀναφανῆναι ἐπελήλυθεν. Εὖ δὲ καὶ τὸ φάναι Οὐ προσελεύσεται πρὸς σὲ κακά. ἡ γὰρ τῆς κακίας φύσις ἔξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οἴκοθεν τὴν πρόφασιν ἐχούσης· εὐθῆ γὰρ ὁ θεὸς τὸν ἄνθρωπον πεποίηκεν, ὃς ζητήσας λογισμοὺς πονηροὺς ἔξωθεν
25ἐπεσπάσατο τὴν κακίαν.

906

(n)

Ps 90,11.12
1 Ταῦτας τὰς λέξεις ὡς πρὸς τὸν σωτῆρα εἰρημένας ἐξείληφεν ὁ διάβολος, ὡς ἐν Εὐαγγελίῳ φέρεται· ἔστι δὲ ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου λεγόμενος βοηθουμένου καὶ σκεπαζομένου ὑπὸ τοῦ ὑψίστου ὄντος θεοῦ τοῦ οὐρανοῦ. εἰ δὲ καὶ περὶ Χριστοῦ λέγεται, φανερὸν ὅτι οὐχ ᾗ θεὸς ἀλλ’ ᾗ
5ἄνθρωπός ἐστι· πάντα δὲ τὰ περὶ αὐτοῦ ᾗ πρὸς αὐτὸν ᾗ ἄνθρωπος ἀπαγγέλλεται, ἁρμόσει καὶ πρὸς πάντα ἅγιον τὸν μιμητὴν αὐτοῦ καὶ ἑπόμενον αὐτῷ. καὶ ταῦτα μέχρι τούτου. Ἴδωμεν δὲ καὶ αὐτῶν τῶν λέξεων τὸ βούλημα. ἐντολὴν δίδωσιν ὁ θεὸς τοῖς ἀγγέλοις ἑαυτοῦ, ὅπως φρουρῶσι καὶ σκέπωσι τὸν δίκαιον, πνεύμασι
10λειτουργικοῖς οὖσιν εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἀμέλει παρεμβάλλουσιν οἱ ἄγγελοι κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς ἐξ ἐχθρῶν καὶ πολεμίων ἀοράτων. ἀμέλει γοῦν καὶ Ἰακὼβ ὁ πατριάρχης, μέλλων προσβάλλειν πολεμίοις μεγίστοις, ὁρᾷ παρεμβολὴν θεοῦ συμπληρουμένην ὑπὸ ἀγγέλων ὑπερμαχησόντων
15αὐτοῦ, ὅθεν εὐχαριστῶν εἶπεν Ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. ὡσαύτως καὶ ὁ Ἐλισσαῖος
πλῆθος ἀγγέλων εἶχε περικυκλούντων αὐτόν, αὐτῷ μὲν ὁρωμένων, οὐ μὴν καὶ τῷ παιδὶ αὐτοῦ· εὔχεται γοῦν ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου ἐπὶ τῷ ἰδεῖν ὅτι πλείους εἶχεν ὑπερμαχοῦντας τῶν ἀντιπαλαιόντων αὐτοῖς.186 in vol. 2
20 Ἐντολὴν δὲ λαβόντες οἱ ἄγγελοι ὑπὸ κυρίου διαφυλάξαι τὸν σπουδαῖον ἐκ πασῶν πράξεων καὶ ἐνεργειῶν ἃς ὁδοὺς αὐτοῦ εἶπεν αἴρουσι μετεωρίζοντες αὐτὸν ἐπὶ τῶν ἰδίων χειρῶν (αὗται δέ εἰσιν αἱ ἀγγελικαὶ ἐνέργειαι) ἐπὶ τῷ τὸν πόδα τῆς ψυχῆς αὐτοῦ μὴ προσπταῖσαι λίθῳ. τυγχάνει γὰρ ὁ ὑπ’ ἀγγέλων βασταζόμενος εὐλογίας τῆς λεγούσης Ὁ δὲ ποῦς σου οὐ μὴ
25προσκόψει. ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ νοητὴν ἡμέραν καταυγάσαντος, ὁ ἐν ταύτῃ τῇ ἡμέρᾳ περιπατῶν οὐ προσκόψει, ὅτι τὸ φῶς βλέπει. ἔστι δὲ ὁ λίθος εἰς ὃν προσκόπτουσιν οἱ μὴ μετεωριζόμενοι ὑπὸ ἀγγέλων ἠλίθιος καὶ σκληρωτάτη ἁμαρτία. προσκόπτουσι δὲ καὶ ἐπὶ τὸν ἀκρογωναῖον λίθον ἐκλεκτὸν ἔντιμον δι’ ἀπιστίας ὡς λίθον προσκόμματος
30αὐτοῖς γενέσθαι.

907

(n)

Ps 90,13
1 Τέσσαρα εἴδη ἀντικειμένων δυνάμεων σημαίνει διὰ τῶν ἐγκειμένων τεσσάρων ὀνομάτων τυγχανόντων ἰοβόλων καὶ ἐκτεθηριωμένων ζῴων. καὶ Παῦλος δὲ ὑπερβὰς τὴν πρὸς αἷμα καὶ σάρκα πάλην πρὸς τεσσάρας διαφορὰς ἀντιπάλων ἀοράτων, πρὸς ἀρχὰς πρὸς ἐξουσίας πρὸς κοσμοκράτορας
5σκότους πρὸς πνευματικὰ τῆς πονηρίας ἔχει τοὺς ἀγῶνας. Καὶ ὁ νῦν οὖν ἐπὶ ἀριστείας ἐγκωμιαζόμενος ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνει, λαβὼν ἐξουσίαν ὑπὸ Ἰησοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· καταπατῶν δὲ καὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ καταπατήσει λέοντα καὶ δράκοντα. δύναται καὶ ἐκ παραλλήλου λέων καὶ δράκων εἶναι ὁ ἀντίδικος
10ἡμῶν διάβολος· Ὡς γὰρ λέων περιπατεῖ ζητῶν τίνα καταπίει· αὐτὸς ὢν καὶ ὁ ὄφις καὶ ὁ δράκων, ὁ ἀρχαῖος σατανᾶς, κατὰ τὴν Ἀποκάλυψιν.

908

(n)

Ps 90,14—16
1 Ἐπεὶ ἐπ’ ἐμὲ ἤλπισεν, ὁ κύριος λέγει, ὁ καταφυγὼν καὶ ἐλπίσας ἐπ’ ἐμέ, ὁ εἰπὼν Ὅτι σύ, κύριε, ἡ ἐλπίς μου, —ῥύσομαι αὐτὸν ἀπὸ πιπτούσης ἐκ τοῦ κλίτους αὐτοῦ χιλιάδος καὶ μυριάδος ἐκ δεξιῶν αὐτοῦ· ἀλλὰ καὶ σκεπάσω αὐτὸν ἐγνωκότα τὸ ὄνομά μου, ὅπως ἀβλαβὴς διαμείνῃ ἐπιβὰς ἐπὶ ἀσπίδος καὶ187 in vol. 2
5βασιλίσκου καὶ καταστήσας λέοντα καὶ δράκοντα, τῆς γνώσεως τοῦ ὀνόματός μου ἀλεξικάκου ποιότητος περὶ αὐτὸν γινομένης. κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμέ, ἐπακούοντά με καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ· μετ’ αὐτοῦ γάρ εἰμι ἐν θλίψει (μάλιστα γὰρ τότε συνεῖναι αὐτὸν χρεία, ὅταν θλιβερὰ καὶ περιστατικὰ ᾖ περὶ
10ἡμᾶς). Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν θλιβερῶν, ἀλλὰ καὶ ἐπίβλεπτον ἀπεργάσομαι. παρέξω δὲ αὐτῷ καὶ ζωὴν τὴν αἰώνιον ἐπὶ τῷ πολυήμερον καὶ μακροήμερον ὄντα ἔχειν φῶς αἰώνιον (Φῶς γὰρ δικαίοις διαπαντός). δείξω δὲ αὐτῷ τὸ σωτήριόν μου ἤτοι τὴν παρ’ ἐμοῦ σωτηρίαν ἢ τὸν ταύτης αἴτιον
15Ἰησοῦν, ὅπερ καὶ ὁ μακάριος Συμεὼν ἰδὼν ηὐχαρίστει λέγων Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Οὐ δὴ νομιστέον περὶ τοῦ κυρίου ὅλον εἰρῆσθαι τὸν ψαλμόν, ὡς οἱ Ἀρειανοὶ βούλονται καὶ Εὐσέβιος, ἀλλὰ καὶ περὶ ἀνδρὸς δικαίου καὶ θεῷ πεποιθότος
20ᾧ πρόκειται τέλος τῆς ἐλπίδος τὸ ἄριστον ἰδεῖν Χριστὸν Ἰησοῦν τὸ σωτήριον τοῦ θεοῦ. εἰ δὲ ὁ διάβολος ἐν τοῖς πρὸς κύριον λόγοις ἔφησεν αὐτῷ τὴν ἐπαγγελίαν κεῖσθαι τὸ Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ὡς ἀνδρὶ κἀκεῖνος διελέγετο δικαίῳ, τὸ καθαρῶς καὶ ἐξόχως δίκαιον ὁρῶν ἐν αὐτῷ, μήπω δὲ τὸ πλέον ἀνθρώπου καὶ ἀνώτερον ἐν Χριστῷ συνιέναι δυνάμενος.

909

(n)

Ps 91,2.3
1 Ὁ ἐξομολογούμενος καὶ κατηγορῶν ἑαυτοῦ ἐπὶ κυρίου ἄφεσιν καὶ συγχώρησιν αἰτούμενος, τὴν ἐκ τοῦ ἐξομολογεῖσθαι ὠφέλειαν πείρᾳ ἔχων, ἔργοις ἀπαγγέλλει τὸ ἔλεος τοῦ θεοῦ, ἐλεηθεὶς ἐφ’ οἷς μετενόησεν. ἀναγγέλλει δὲ τὸν ἐπ’ αὐτὸν γενόμενον ἔλεον θεοῦ, φωτισθεὶς καὶ ἐν ἀρχῇ ἡμέρας ὑπὸ
5τοῦ ἡλίου τῆς δικαιοσύνης συνισταμένης γεγονώς, ὅθεν πρωῒ ἀναγγέλλειν εἶπε τὴν εὐεργεσίαν ἣν θεόθεν ἔσχε. Καὶ τὸ ψάλλειν δὲ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου θεολογίας καὶ θεοπτίας ὑπόθεσις τυγχάνον τέλος ἔχει τὴν ἀλήθειαν ἣν ἀναγγέλλειν προσήκει οὐκ ἐξ ἐπιπολῆς καὶ ἐκ τῶν φανερῶν πραγμάτων ἀλλ’ ἐκ βαθέων καὶ ἀποκρύφων
10διὰ γνώσεως ὑπερβολήν. τὴν δὲ ἀσάφειαν τὴν ἐν τοῖς τοιούτοις ὠνόμασε νύκτα· φύσει γὰρ τὰ περὶ τοῦ εὐσεβῶς καὶ ὀρθῶς λεγόμενα τῆς τῶν πολλῶν γνώσεως διὰ μέγεθος δυνάμεως ἀποδημεῖ. νὺξ δ’ ἐστὶ τὸ δυσκατάληπτον. αὕτη δὲ ἡ νὺξ ἀναφορὰν ἔχει πρὸς τὸ σκότος ὃ ἔθετο ὁ θεὸς ἀποκρυφὴν αὐτοῦ. ἀπαγγέλλει τε τὸ πρωῒ τὸ ἔλεος τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα.188 in vol. 2

910

(n)

Ps 91,6.7
1 Ὅσον δὲ τὸ μέγεθος αὐτῶν ἀναφαίνεται ἡμῖν, τοσοῦτον βαθυνομένους ὁρῶμεν τοὺς περὶ αὐτῶν θεοῦ διαλογισμοὺς καθ’ οὓς πεποίηκε καὶ ἐμεγέθυνεν αὐτά. τούτοις συνᾴδει τὸ λεγόμενον ὑπὸ τοῦ Ἐκκλησιαστοῦ Εἶπα Σοφισθήσομαι, καὶ αὕτη ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν καὶ βαθὺ βάθος, τίς εὑρήσει
5αὐτήν; ὡς τὸ βάθος αὐτῆς φησιν ἀκατάληπτόν μοι φανῆναι· εἰπὼν δὲ Σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου, εὐθυμοποιεῖ τοὺς σοφίας ἐραστάς, φήσας ἄνδρα ἄφρονα καὶ ἀσύνετον μὴ γνώσεσθαι καὶ συνιέναι αὐτά, δηλονότι τοῦ σοφοῦ ἀνδρὸς καὶ ἔχοντος τὸ θεοῦ πνεῦμα τὸ ἐρευνοῦν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ συνιέντος. ἄφρονα δὲ καὶ ἀσύνετον λέγει τὸν θείας φρονήσεως καὶ
10συνέσεως ἐστερημένον, κἂν δοκῇ ἄλλως φρόνιμος εἶναι καὶ συνετός· ὡς ἐκ τοῦ ἐναντίου ὁ ἔχων τὴν τοῦ θεοῦ σοφίαν ἀφρονέστατός ἐστιν, οὐ καθάπαξ ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων φρόνησιν· Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί· ὁ δὲ θεὸς δεδίδαχέ με σοφίαν. ὅθεν καὶ Ὁ σοφὸς ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ὡς πρὸς
15τὴν θνητὴν σοφίαν.

911

(n)

Ps 91,8—10
1 Τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνθρώπων ἁπάντων ταπεινουμένων, ἀφ’ ἧς εἶχον ὑψαυχενίας ἐπὶ τοῖς προσκαίροις, ὑψοῦται κύριος μόνος βασιλεὺς ἁπάντων ἀποδεικνύμενος ἀμέμπτως τε πάντων προνοησάμενος καὶ δια‐ ταξάμενος τὰ ὅλα.
5 Καὶ ἑτέραν δὲ διάνοιαν ἐν τοῖς προκειμένοις καταλαβεῖν ἔστιν· ὅτε οἱ ἁμαρτωλοὶ οἷα χόρτος ἀνατέλλουσι καὶ ἐνεργεῖται ἡ ἀνομία καὶ ἡ πρὸς θεὸν ἔχθρα αὐτῶν ἐπιτείνεται, ἀγνοεῖται τὸ τοῦ θεοῦ ὕψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ὄμμα τοῦ νοῦ τὸ δυνάμενον προσβάλλειν τῷ κυρίῳ·
ὅταν δὲ κατάλυσις τῆς ἁμαρτίας γένηται ὡς ἀπολέσθαι τοὺς διὰ τὸ189 in vol. 2
10ἁμαρτάνειν ἐχθροὺς γεγενημένους θεοῦ, ἀπόλλυσθαι δὲ ᾗ τοιοῦτοί εἰσι, τὸ τηνικάδε ὁ θεὸς ὕψιστος εἰς τὸν αἰῶνα εὑρεθήσεται τῷ καθαρθέντι νῷ.

912

(n)

Ps 91,11.12
1 Σύμμαχον πολλαχοῦ τὸ κέρας τῆς βασιλείας καὶ πρότερον εἶπον. οὐ μόνον δὲ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου ἀλλὰ καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ τῆς ἀγαλλιάσεως πιαινόμενον, γῆρας οὐ τὸ σωματικὸν ἀλλὰ τὸ παριστάμενον τὴν τελείαν τοῦ ἔσω ἀνθρώπου ἡλικίαν, περὶ οὗ γέγραπται
5Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. εἰς τοῦτο φθάσας Ἀβραὰμ εἴρηται ἐν γήρει τετράφθαι καλῷ· γεγράπται γὰρ περὶ αὐτοῦ Καὶ ἐκλείπων Ἀβραὰμ ἀπέθανε τραφεὶς ἐν γήρει καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. περὶ δὲ τῆς σωματικῆς ἡλικίας, εἰ ἐλέγετο, ταῦτα μᾶλλον εἴρητο
10περὶ τῶν πρὸ τοῦ Ἀβραὰμ πολυχρονιωτέρων γεγενημένων. Τοῦτ’ οὖν τὸ ἑρμηνευθὲν γῆρας ἐλαίῳ πιαίνεται τετρυγωμένῳ ἐκ τῆς ἐλαίας ἐκείνης τῆς ἀληθινῆς τῆς ἐν τῷ οἴκῳ τοῦ θεοῦ φασκούσης Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. τοῦτο τὸ ἔλαιον οὐ μόνον πιαίνει τὸ τῆς γνώσεως φῶς, ἀλλὰ καὶ ἰᾶται καὶ πόνους λύει πιαῖνον τὸ προειρημένον
15γῆρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου. τάχα τοὺς παρόντας ἐχθροὺς καταβεβλημένους ἐφορᾷ, ἀκούσεται δὲ τὸ οὖς αὐτοῦ περὶ τῶν μελλόντων αὐτῷ ἐπανίστασθαι. ὡς καὶ αὐτῶν ἤδη διαλυθέντων, ταῦτα δὲ πάντα περὶ
20πονηρῶν δυνάμεων ἐκληπτέον. κυρίως γὰρ αὗται ἐχθραίνουσιν ἡμῖν. Ἐπεὶ δέ τινες κατεπιβαίνουσι τῆς γραφῆς ὡς παρέλκοντα καὶ μάταια ἐνίοτε λεγούσης, φέρε ἀπολογησώμεθα καὶ περὶ τῶν προκειμένων. φασὶ γάρ· Τίς οὐκ οἶδεν ὅτι ἐφορῶν τινα καὶ περί τινος ἀκούων ὀφθαλμῷ καὶ ἀκοῇ τοῦ ἑαυτοῦ ὁρᾷ καὶ ἀκούει; ἀπαντητέον πρὸς ταῦτα οὕτω πονηρῶς εἰρημένα ὅτι
25διττὸν γένος αἰσθήσεών ἐστιν ἐν ἡμῖν, θνητὸν καὶ ἀθάνατον, κυρίως δὲ ἡμῶν τῶν λογικῶν τὸ ἀθάνατον τυγχάνον νοητόν. τὸ γὰρ θνητὸν οὐκ ἴδιον ἡμῶν ἀλλὰ κοινὸν καὶ πρὸς τὰ ἄλογα ζῷα. ὅταν οὖν ἡ γραφὴ τὰς αἰσθήσεις τοῦ ἔσω ἀνθρώπου σημαίνῃ, ὀφθαλμόν μου καὶ οὖς μου ὁρᾶν καὶ ἀκούειν λέγει ὡς
ἐν τοῖς προκειμένοις.190 in vol. 2

913

(n)

Ps 91,13
1 Ἐπεὶ ὁ φοίνιξ πολύχουν τὸν καρπὸν φέρει καὶ ἡ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πολύερνος καὶ πολύριζός ἐστιν, εἰκότως τὸν δίκαιον παρέβαλε τοῖς τοιούτοις πολύκαρπον ὄντα ἐν ταῖς κατ’ εἶδος ἀρεταῖς καὶ τὰ διάφορα δόγματα τῆς ἀληθείας. κατὰ ταῦτα γὰρ ἡ ἀνθὴ αὐτοῦ παραβάλλεται τῷ φοίνικι, ἀλλὰ καὶ διὰ
5τὸ βέβαιον καὶ ἐχυρὸν περὶ τὰ ἀγαθὰ τῇ κέρδῳ τῇ ἐν τῇ Λιβάνῳ παρεικάζεται· ἄσηπτος γὰρ καὶ πυκνοτάτη ἡ κέρδος, καὶ ἀειθαλὴς δὲ ὁ φοίνιξ καὶ τὴν καρδίαν ἄνω νενευκυῖαν ἔχων, ᾧ εἰκότως ὁμοιοῦται ὁ θησαυρίσας ἐν οὐρανῷ καὶ διὰ τοῦτο ἐκεῖ τὴν καρδίαν ἔχων. Ἐπειδὴ δὲ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων ὁ νύμφιος (ἔστι δὲ οὗτος ὁ θεὸς
10λόγος) φοίνιξ εἴρηται ἐφ’ ὃν ἀναβαίνειν καὶ κρατεῖν τῶν ὕψεων αὐτοῦ ἐπαγγέλλεται ἡ νύμφη (ἡ τελεία ψυχὴ καὶ ἡ ἐκκλησία) φάσκουσα Εἶπα Ἀναβήσομαι ἐν τῷ φοίνικι καὶ κρατήσω τῶν ὕψεων αὐτοῦ, ὅρα εἰ τούτῳ τῷ φοίνικι παραπλησίως ἀνθήσει ὁ δίκαιος, ἀπ’ αὐτοῦ λαμβάνων τὴν δύναμιν τοῦ σῴζειν τὸν ἀνθοῦντα καρπόν. οἱ γὰρ πρὸς γεωργῶν θηλυκοὶ καλούμενοι
15φοίνικες ἀπὸ τοῦ ἄρρενος φοίνικος τὴν ἀφορμὴν τοῦ φυλάττειν τὸν καρπὸν λαμβάνουσι. τοιοῦτος δὲ ἐφ’ ὃν ἀναβαίνειν ἡ νύμφη φησὶν ἐπὶ τῷ κρατῆσαι κατά τινα τῶν ἑρμηνευσάντων τῶν ἐλάτων αὐτοῦ τοῦ φοίνικος οἳ θεῖαι διδασκαλίαι τυγχάνουσαι τὸ γόνιμον καὶ φυλακτικὸν τῶν καρπῶν λαμβάνουσιν· ὅθεν καὶ ἡ νύμφη ἡ ταῦτα λέγουσα, οὐκ ἄλλη τοῦ ἀνθοῦντος κατὰ τὸν φοίνικα
20δικαίου τυγχάνουσα, φησὶν Ὁμοιωθήσομαι τῷ φοίνικι. ἀπὸ τούτου τοῦ φοίνικος κάλ〈λ〉υνθρα κοσμητήρια τὰ ἀπὸ τῶν κλάδων τῶν φοινίκων γινόμενα λαμβάνων τις ἄγει τὴν τῆς σκηνοπηγίας ἑορτήν, καὶ τὰ σύμβολα δὲ τῆς νίκης ἐκ τούτου οἱ νικηταὶ φέρονται.

914

(n)

Ps 92,3—4b
1 Οἱ μιμούμενοι ποταμοὶ τὸν ποταμὸν τὸν εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ ἐπαίρουσι πρότερον τὴν σφῶν νόησιν, εἶτα τὰς φωνὰς τὰς ἑρμηνευούσας τὰ νοηθέντα αὐτοῖς, ὡς ἀπὸ τῆς τῶν πολλῶν τούτων ποταμῶν ὑδάτων φωνῆς θαυμαστοὺς καὶ ἀποδοχῆς ἀξίους γενέσθαι διὰ μετανοίας καὶ ἀναλήψεως
5ἀρετῆς τοὺς πάλαι δι’ ἀλαζονείας καὶ πλούτου καὶ αὐθαδείας καὶ δοξαρίων
μετεωρισμοὺς ὄντας τῆς τοῦ βίου τῶν ἀνθρώπων θαλάττης. Δυνατὸν δὲ καὶ τοὺς λόγους αὐτοὺς τῶν θεοπνεύστων γραφῶν καινῆς τε καὶ παλαιᾶς 〈διαθήκησ〉 ποταμοὺς εἶναι διὰ τὸ πότιμον καὶ ζωτικὸν καὶ καρποφορίας αἴτιον. οὗτοι δὲ οἱ ποταμοὶ τὸν πίνοντα ἀπ’ αὐτῶν ἐπαίρουσι καὶ191 in vol. 2
10μετεωρίζουσι θεωρίᾳ τῆς ἀληθείας οὓς ἂν εὕρωσιν ἑτοίμους, ἐπαίροντες καὶ τὰς φωνὰς αὐτῶν ἀφ’ ὧν φωνῶν θεοπρεπῶς καὶ ὑψηλοφυῶς νοουμένων θαυμαστοὶ γίνονται οἱ τῆς θαλάσσης μετεωρισμοί. μετεωρισμῶν θαλάττης κατὰ τὴν παροῦσαν διάνοιαν ὄντων τῶν καλουμένων πειρασμῶν οἳ καὶ θαυμαστοὶ γενήσονται σωτηρίας αἴτιοι ἀναφαινόμενοι ἀπὸ τῶν φωνῶν τῶν
15ποτίμων ὑδάτων πολλῶν, ἔστι γοῦν ἰδεῖν ἐπὶ τοῖς πειρασμοῖς καὶ ἀγῶσι τούτοις νικητάς τινας ἀποδεικνυμένους· Μακάριος γὰρ ἀνὴρ ὃς ὑπομένει πειρασμόν, καὶ τὰ ἑξῆς. ἐπίστησον εἰ τὰ πολλὰ ὕδατα, ὧν ἀπὸ τῶν φωνῶν θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ τῆς θαλάσσης, τυγχάνουσι ταῦτα τῇ θαλάσσῃ· ἐκ γὰρ τῶν πραγμάτων αὐτῆς καὶ τῶν ἐν αὐτοῖς τῶν ἀνθρώπων
20συμβαινόντων θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ αὐτῆς, λογικῶς καὶ φρονίμως ἐταζόμενα καὶ γινωσκόμενα.

915

(n)

Ps 92,4c.5a
1 Ἐν τοῖς ὑψηλοῖς καὶ ἐπῃρημένοις λόγοις θαυμαστὸς ὁ κύριός ἐστιν ὡς πιστοῦσθαι ἐπὶ τούτῳ τὰ μαρτύρια τὰ συγγενῆ τοῖς λεγομένοις δικαιώμασι καὶ νομίμοις αὐτοῦ δὲ τοῦ θεοῦ ὑψηλὰ ἐν οἷς θαυμαστός ἐστι. δυνατὸν ἄνδρας θείους διὰ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ὑψουμένους εἰπεῖν, ἢ καὶ τοὺς κατ’
5οὐρανὸν ἀγγέλους καὶ ἀρχαγγέλους ὑψηλοὺς ἐν οἷς ὁ κύριος θαυμαστὸς ὢν ἔχει μαρτύρια καὶ λόγια βεβασανισμένα καὶ ἐξητασμένα ἃ διὰ τὸ βέβαιον πιστὰ εἴρηται.

916

(n)

Ps 92,5bc
1 Οἶκος θεοῦ πάντες οἱ προσηκάμενοι αὐτὸν εἰς ἑαυτοὺς οἷς καὶ πρέπει ἀληθῶς τὸ ἁγίοις εἶναι οὐκ ἐπὶ μίαν καὶ δευτέραν ἀλλ’ εἰς μακρότητα ἡμερῶν· ὅθεν ὁ μυσταγωγὸς βουλόμενος τὸν οἶκον τοῦ θεοῦ εἰς μακρότητα ἡμερῶν ἁγίασμα ἔχειν φησὶν Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν
5ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ
θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς. πρέπει γὰρ ἀληθῶς ἡ ἁγιότης καὶ τὸ ἁγίασμα παντὶ τῷ γενομένῳ θεοῦ οἴκῳ, ἵν’ ὥσπερ θεοῦ ἅγιος ᾖ καὶ ὥσπερ ἅγιος οὕτω καὶ τοῦ θεοῦ.192 in vol. 2

917

(n)

Ps 93,1bc
1 Ὁ τῶν ἐκδικήσεων θεὸς ὑπάρχων ἐν αὐτῷ τῷ ἐκδικεῖν ἐπαρρησιάσατο. τῷ γὰρ ἀκριβῶς ἐπίστασθαι τῶν κρινομένων τὰ πράγματα καὶ αὐτὴν τὴν πρόθεσιν τῶν ἐνεργούντων αὐτὰ μετὰ παρρησίας ἐπάγει τὰς ἐκδικήσεις, τῶν ἄλλων κριτῶν ἔσθ’ ὅτε σφαλλομένων ὡς μὴ κατ’ ἀναλογίαν τῆς ποσότητος
5καὶ ποιότητος τῶν ἁμαρτανομένων ἐπάγειν τὴν τιμωρίαν· ἐφ’ ᾧ καὶ αἰσχύνεσθαι συμβαίνει τὸν κρίνοντα ὡς μὴ δεόντως ἐπιτιμήσαντα τοῖς ἑαλωκόσι τῷ κακίᾳ, μόνου παρρησιαζομένου ἐν τῷ ἐκδικεῖν τοῦ λέγοντος Ὧι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· ἀποδιδοὺς γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

918

(n)

Ps 93,2
1 Ἀναχθείη ταῦτα πάντα καὶ εἰς τὴν Χριστοῦ ἐπιδημίαν. τότε γὰρ ἐπαρρησιάσατο ἀναμάρτητος ἄνθρωπος γεγονὼς καίτοι θεὸς ἐκδικήσεων κύριος ὤν, ἀλλὰ καὶ τὴν γῆν ἔκρινεν ἁμαρτίας πλήρης αὐτὴν ἀποδείξας, αὐτὸς ἁμαρτίαν οὐ ποιήσας οὐδὲ γνοὺς ἁμαρτίαν· διὸ καὶ ἀνταπέδωκε τοῖς
5ὑπερφανήσασιν αὐτὸν Φαρισαίοις καὶ τοῖς ἀοράτοις ἐχθροῖς ἐπαρθεῖσιν ἐν τῷ σταυρῶσαι αὐτόν.

919

(n)

Ps 93,13b
1 Πολλαχοῦ ὁ βόθρος ἀντὶ τῆς κολάσεως λέγεται, καθὰ εἴρηται Καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἀπαρεμφάτως δὲ εἰρημένου τοῦ Ἕως
οὗ ὀρυγῇ (οὐ γὰρ εἴρηται ὑπὸ τίνος), παρίσταται ἐξ ἑτέρων γραφῶν ὅτι ὁ ὀρυσσόμενος τῷ ἁμαρτωλῷ βόθρος οὐχ ὑπὸ ἄλλου ὀρύσσεται ἢ ὑπ’ αὐτοῦ193 in vol. 2
5τοῦ εἰς αὐτὸν ἐμπεσουμένου· Ὤρυξαν γὰρ πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσον εἰς αὐτόν· καὶ τὸ Ὁ ὀρύσσων τῷ πλησίον βόθρον ἐμπεσεῖται εἰς αὐτόν· καὶ Ὅτι ὁ δὲ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, κακὰ λέγων τὰς κολάσεις εἰς ἃς ἐμπίπτουσιν οἱ δι’ ἀφροσύνην ἁμαρτάνοντες.

920

(n)

Ps 93,20
1 Σὺ δημιουργὸς ἡμῶν ὑπάρχων κήδῃ καὶ φροντίζεις ἡμῶν, ὦ δέσποτα· ὅθεν εἴ τι πάρεστιν ἡμῖν ἀγαθόν, ἴσμεν αὐτὸ σὸν καὶ παρὰ σοῦ εἶναι. ἀλλ’ ἐπεὶ ὁρῶμεν φαύλους τινὰς κατὰ τῶν δικαίων φονῶντας καὶ ἀθῴους καταδικάζοντας, ἀναφθεγγόμεθα πρὸς σὲ μὴ ἕτερος θρόνος βασιλείας
5σύνεστί σοι ἢ προσέσται σοι, ὅτι ταῦτα κατὰ τῶν σῶν θεραπόντων ἐπιτελεῖται, ἀλλ’ οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν πάντων βασιλέα ἀνέδειξας καθ’ ὃν τὸ πᾶν διοικεῖται. κἂν τοίνυν παρανόμως ἄρχειν ἐπιχειροίη διάβολος ἀποστάτης τῶν προσταγμάτων τῶν σῶν γεγενημένος, οὐ σύνεστιν οὐδὲ προσέσται σοι, ἀλλ’ ἀποστὰς καὶ μακράν σου γεγενημένος λῃστάρχου
10δίκην τυραννεῖ κατὰ τῶν ἑλομένων ὑπὸ τὴν ὠμότητα αὐτοῦ τυγχάνειν. θρόνος γὰρ ἀνομίας ἡ μετὰ τυραννίδος ἀρχή· οὐδὲν γὰρ ἕτερόν ἐστι τύραννος ἢ παράνομος ἀρχή. διὸ καὶ ὠμότατος καὶ ἐπαχθὴς ὢν βαρέα καὶ ἐπίμοχθα προστάττει, φυλάττων τοῖς προστάγμασιν αὐτοῦ κόπον. ἀλλ’ αἱ ἐντολαὶ σοῦ τοῦ θεοῦ βαρεῖαι οὐκ εἰσὶ κατὰ τὸν Ἰωάννην, ὅθεν καὶ ἀνωφερεῖς εἰσιν
15ὑψοῦσαι καὶ μετεωρίζουσαι τὸν μεταποιούμενον.

921

(n)

Ps 93,20.21
1 Δυνατὸν δὲ καὶ οὕτως ἐκλαβεῖν τὴν λέξιν· Σοῦ, δέσποτα, κοῦφα καὶ ἐλαφρὰ προστάττοντος, κόπους ἐπὶ τοῖς σοῖς προστάγμασι πλάττει ὁ τῆς ἀνομίας θρόνος, δειλίαν καὶ τοῖς ταχθεῖσι τἀναντία ὑποβάλλων τῇ διανοίᾳ. τοῦ γὰρ ὀρθοῦ λόγου προτρεπομένου ἐπὶ δικαιοσύνην ὡς ὠφέλιμον, τὴν ἀδικίαν
5ἀντιτίθησιν κέρδη καὶ πορισμοὺς τὰ ἐκ ταύτης προτείνων· πάλιν τοῦ λόγου ἐπ’ ἀκτημοσύνην παρακαλοῦντος καὶ ἀμεριμνίαν, καὶ ἐπὶ τῷ τοιούτῳ
προστάγματι πλάττει κόπον, δειλίας ἐνιεὶς λογισμὸν καὶ φόβου τοῦ μὴ ὑστερηθῆναι τῶν ἀναγκαίων νόσον καὶ γήρως καταλαβόντων. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων προσταγμάτων τοῦ θεοῦ οὐκ ὄντων βαρέων πλάττει κόπον194 in vol. 2
10βάρους φαντασίαν ὑποβάλλων. Ἀναγνωστέον δὲ καὶ οὕτως· Ὦ δέσποτα, ὁ πλάσσων ἐπὶ τοῖς σοῖς προστάγμασι κόπον ὡς μὴ διὰ τὸ εὔκολον καταφρονῶνται· θέλεις γὰρ τοὺς προσερχομένους αὐτοῖς κατορθοῦν αὐτὰ σὺν ἱδρῶτι καὶ πόνῳ. οὕτω γὰρ καρτερίαν καὶ ὑπομονὴν κτήσασθαι συμβαίνει· διὸ καὶ σωτηρία ἕψεται· Ὁ
15γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐ συμπροσέσται σοι τυραννικὸς θρόνος· διὸ κώλυσον αὐτοὺς τῆς ὠμοτάτης καθ’ ἡμῶν ὁρμῆς, καθ’ ἣν δολερῶς θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου, ἐπιμορφαζόμενοι δὲ καὶ τὸ κριταὶ καὶ δικασταὶ τυγχάνειν καταδικάζουσιν ἀθῷον αἷμα.
20 Θρόνον δὲ ἀδικίας τὴν τυραννικὴν ἀρχὴν τοῦ διαβόλου ἔφη. εἰς τοσοῦτον γὰρ ἤλασε πονηρίας ὁ διάβολος ὡς ἰσοδυναμεῖν τῇ μοχθηρᾷ ἕξει. ἀνομίαν γὰρ ἀντὶ ἀνόμου καὶ ἀπώλειαν ἀντὶ ἀπολωλότος καλεῖ αὐτὸν ἡ γραφή· ὅπου μὲν λέγουσα πρὸς αὐτὸν Ἀπώλεια ἐγένου (ταύτῃ καὶ ὁ Ἰούδας Υἱὸς ἀπωλείας ἐχρημάτισεν υἱὸς Σατανᾶ γεγονώς), ὅπου δὲ ἀνομίαν ὀνομάζουσα
25αὐτόν· τοὺς γὰρ τέκνα αὐτοῦ γεγενημένους υἱοὺς ἀνομίας λέγει, ᾗ φησι περὶ Χριστοῦ Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. τούτου ὑπασπισταὶ τυγχάνουσιν οἱ πονηρευόμενοι περὶ ὧν φησι Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; δαίμονες δὲ οὗτοι καὶ ἄνθρωποι πονηροί, διὰ πανουργίας τὰ
30προειρημένα κατὰ τοῦ ἀθῴου καὶ δικαίου δρῶντες.

922

(n)

Ps 94,1b—2
1 Ἐπὶ ἐξομολόγησιν παρακαλοῦσιν ἤτοι ἐφ’ οἷς ἔδρασαν κακῶς ἢ ἐφ’ οἷς εὖ πεπόνθασι θεόθεν εὐχαριστοῦντες τῷ ἐπιφανέντι καὶ ἐπιλάμψαντι αὐτοῖς τὴν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τυγχάνοντα αὐτοῦ πρόσωπον· Αὐτὸς γάρ ἐστιν ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. δυνατὸν τὸν τρίτον στίχον τῷ πρώτῳ
5ἀποδοῦναι καὶ τὸν τέταρτον τῷ δευτέρῳ οὕτω νοοῦντα ἐπὶ τῷ ἥκειν ἀγαλλιᾶσθαι τῷ κυρίῳ· Προεφθάσαμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἀλλὰ καὶ ἀλαλάττομεν τῷ σωτῆρι θεῷ ἡμῶν ἐν ψαλμοῖς. ψαλμοὶ δὲ καθ’ οὓς ἀλαλάζουσι τῷ κυρίῳ πράξεις καθ’ ἃς ἐνεργοῦσιν εὐαρεστοῦντες αὐτῷ
τοιαῦτα γάρ τινα ὑποβάλλει ἡ ψαλμὸς φωνή.195 in vol. 2

923

(n)

Ps 94,3b
1 Θεοὺς λέγει οὓς ἀγγέλους ἡ γραφὴ καλεῖ. βασιλεύει δὲ κἀκείνων γενομένων θεῶν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ γεγένηται.

924

(n)

Ps 94,4
1 Πάσης τῆς γῆς περιδραττόμενος ὁ λόγος κατὰ τὸν τῆς προνοίας λόγον ἐν τῇ χειρὶ ἑαυτοῦ ἔχει τὰ λεγόμενα τῆς γῆς πέρατα· ἡ κατάσχεσις γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς ἐστι, κρατοῦντος δὲ αὐτοῦ τῶν τῆς γῆς περάτων. ἐπεὶ μέρη τῆς γῆς καὶ τὰ ὄρη αὐτοῦ τοῦ κυρίου (καὶ ταῦτά ἐστιν ὑψηλὰ ἐν
5τούτοις) τυγχάνει, σημειωτέον ὅτι διὰ πάσης τῆς γραφῆς ἀναιρεῖται τὸ δόγμα τῶν περιγραφόντων μέχρι τῶν τῆς σελήνης ὅρων τὴν πρόνοιαν. οὐκ ἐνταῦθα γὰρ μόνον κρατεῖν τῶν περάτων τῆς γῆς λέγεται ἀλλὰ καὶ πολλαχοῦ, ἀμέλει γοῦν ὡς οὐρανοῦ οὕτω καὶ γῆς κύριός ἐστιν· Ἐξομολογοῦμαί σοι γάρ, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
10 Πρὸς διάνοιαν δὲ ἐν τῇ χειρὶ γίνονται τοῦ θεοῦ τῇ σκεπαστικῇ καὶ παντοδυνάμῳ μόνοι οἱ περαιτέρω τῆς γῆς φρονήσει καὶ πολιτείᾳ γινόμενοι· ὅθεν οὐδεὶς αὐτοὺς ἁρπάσαι δύναται ὄντας ἐν τῇ χειρὶ τοῦ πατρὸς καὶ ἐν τῇ χειρὶ τοῦ υἱοῦ. ταῦτα τὰ πέρατα κατ’ ἐπίνοιαν ἄλλην Χριστοῦ εἶεν πρόβατα, περὶ ὧν ὁ κύριός φησι Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ
15δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρός μου, καὶ ἑξῆς· οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου. Ἐπεὶ οὖν τὰ ἑρμηνευθέντα τῆς γῆς πέρατά εἰσιν ἐν χειρὶ θεοῦ, εἰκότως καὶ τὰ ὑψηλὰ τῶν ὀρέων αὐτοῦ τυγχάνει, ὀρῶν ὄντων τῶν διῃρημένων βίῳ καὶ φρονήματι θεοσεβῶν ἀνδρῶν. κατ’ ἐξαίρετον δὲ αὐτοῦ εἰσιν ὑπερέχοντες
20οὓς ὑψηλὰ τῶν ὀρέων προσηγόρευσεν· ἢ τάχα πέρατα μὲν γῆς, οἱ ἐπὶ γῆς περιπατοῦντες ἄνθρωποι, ἐν οὐρανῷ δ’ ἔχοντες τὸ πολίτευμα καὶ τὴν καρδίαν διὰ τὸ ἐκεῖ τεθησαυρικέναι, τῶν ἀγγέλων ὑψηλῶν ὀρῶν
χρηματιζόντων.196 in vol. 2

925

(n)

Ps 94,5b
1 Σημειωτέον ὅτι οὐχ ὑπὸ χειρὸς ἀλλ’ ὑπὸ χειρῶν πεπλᾶσθαι ἡ ξηρὰ λέγεται, ὥσπερ τὸ Ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ τὸ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. τίνες δὲ αὗται αἱ δημιουργικαὶ χεῖρες ἀπορητέον· μία μὲν γὰρ ὁμολογουμένως δραστήριος τοῦ θεοῦ χεὶρ ὁ θεὸς λόγος ἐστίν,
5ἀλλὰ ταύτῃ τῇ χειρὶ καὶ ἑτέρα τις συντέτακται διὰ πλειόνων γραφῶν καὶ αὕτη δημιουργικὴ ὑπάρχουσα. ἔδοξε δὲ ἀνδράσι θείοις καὶ τῶν ἀποστόλων φοιτηταῖς γεγενημένοις εἰπεῖν, ὡς ἄρα αἱ δημιουργικαὶ τοῦ θεοῦ χεῖρες ὁ μονογενὴς εἴη καὶ τὸ ἅγιον πνεῦμα. ταύτης δὲ τῆς γνώμης ὁ Εἰρηναῖος μάλιστα ἦν, ἐξ οὗ δηλονότι παλαιὰ δόξα ἐστὶν ἡ τιθεμένη μὴ ποιούμενον ἀλλὰ
10ποιητικὸν καὶ τὸ ἅγιον πνεῦμα.

926

(n)

Ps 94,6—7c
1 Οὐκ ἐκ τόπου εἰς ἕτερον τόπον ἰόντες ἐπὶ τῷ θεὸν προσκυνῆσαι παρακαλοῦσιν ἀλλήλους. οὐκέτι γὰρ τοπικὴ προσκύνησίς ἐστιν, ὥσπερ ἐτύγχανεν οὖσα ὅτε συνέστηκε τὰ Ἱεροσόλυμα καὶ ὁ ἐκεῖσε ναός. Προσκυνοῦσι γὰρ τῷ κυρίῳ, κατὰ τὸν προφήτην, ἕκαστος ἐκ τοῦ τόπου ἑαυτοῦ, οὐκ αἰσθητῶς καὶ σωματικῶς
5ἀλλὰ πνεύματι καὶ ἀληθείᾳ. Ἔρχονται τοίνυν κατὰ διάθεσιν μᾶλλον ἢ μεταβολὴν τόπου οἱ προσκυνοῦντες καὶ προσπίπτοντες αὐτῷ, κλίνοντες αὐτῷ γόνυ θεὸν αὐτὸν ὁμολογοῦντες, οὐχ οἱ ἐπὶ γῆς μόνοι ἀλλὰ καὶ οἱ ἐν οὐρανοῖς καὶ καταχθονίοις κλαίοντες ἐνώπιον αὐτοῦ τὸν ἐκ μετανοίας κλαυθμόν, ἢ καὶ ὁσαχῶς κλαίειν καὶ ὀδυνᾶσθαί τινας
10εἴπομεν. ἄμεμπτος δὲ κλαυθμὸς καὶ πᾶσαν κηλίδα διαφεύγων ὁ θαρσῶν ἐνώπιον κυρίου γίνεσθαι. Λέγουσι δὲ τὴν αἰτίαν δι’ ἣν τὰ ἐγκείμενα ἐπιτελοῦσι, φάσκοντες Ὅτι αὐτὸς θεὸς ἡμῶν καὶ ἡμεῖς πρόβατα νομῆς αὐτοῦ, σχέσεως τοῦ λαοῦ πρὸς θεὸν δηλουμένης διὰ τῆσδε τῆς λέξεως. διὰ τοῦτό φησι· Λαὸς νομῆς αὐτοῦ
15τυγχάνομεν ὅτι αὐτὸς ἐπιδέδωκεν ἑαυτὸν θεὸς ἡμῶν γενέσθαι· ἐπεὶ γὰρ αὐτὸς θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ τυγχάνομεν· καὶ ἐπεὶ ἡμεῖς λαὸς
νομῆς αὐτοῦ, αὐτὸς θεὸς ἡμῶν. τῆς δ’ αὐτοῦ νομῆς λαὸς αὐτοῦ ὄντες, ἐσμὲν καὶ πρόβατα χειρὸς αὐτοῦ ὄντος ποιμένος ἡμῶν. διὸ οὐδεὶς ἁρπάσει ἡμᾶς ἐκ τῆς δεξιᾶς αὐτοῦ· Κἀγὼ γὰρ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐχ ἁρπάσει τις197 in vol. 2
20αὐτὰ ἐκ τῆς χειρός μου.

927

(n)

Ps 94,7c—9
1 Ταύτας τὰς λέξεις ἕως τοῦ τέλους τοῦ ψαλμοῦ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι φήσας ὁ ἀπόστολος, ἔθηκεν αὐτὰς ἐν τῇ Πρὸς Ἑβραίους ἐπιστολῇ ἀμωσγέπως καὶ ἑρμηνείαν αὐταῖς ἐπαγαγών. ἡρμήνευσε δὲ τὸ σήμερον, εἰς τὸν πάντα ἐνεστηκότα αἰῶνα ἀναφέρων αὐτό· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος
5σημαίνεται διὰ τοῦ σήμερον. σκληρύνεται δὲ καρδία, ὃν τρόπον καὶ ἡ τοῦ Φαραὼ κακίᾳ προσκλινομένη καὶ ὑπὸ ἁπάσης τῆς ἁμαρτίας σκληρὰ καὶ ἀντίτυπος ἀναφαινομένη. ταύτης τοίνυν ἀφέμενοι τῆς ὠμότητος, βοῶντι θεῷ κλίνωμεν τὴν ἀκοὴν ἐπὶ τῷ δίκαιοι γενέσθαι.

928

(n)

Ps 94,10.11
1 Ἄλλος δὲ τὸ Προσώχθισα προσκορής φησιν ἐγενόμην οὐ πάσῃ γενεᾷ ἀλλ’ ἐκείνῃ ἀεὶ πλάνῃ συμβιούσῃ διὰ τὸ μὴ ἐθέλειν γνῶσιν ἔχειν θεοῦ· ἔφη τὸν θεὸν ὀργισθέντα ὀμόσαι μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, ταῦτα δὲ ἐν ΟΖ εἰπών. ἐξηγησαμένου δὲ καὶ Παύλου ταύτην τὴν λέξιν, οὐδὲν
5πλέον τῶν τότε ῥηθέντων ἐροῦμεν.

929

(n)

Ps 95,1—2a
1 Νοήσεις δὲ καὶ οὕτως· ἡ λογικὴ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη ψυχὴ οἶκός ἐστι τοῦ πεποιηκότος, μάλιστα σὺν ἀρετῇ διάγουσα, ἁμαρτάνουσα δὲ αἰχμαλωτίζεται καὶ καθαιρεῖται ὥστε μηκέτι εἶναι ναὸς
θεοῦ. εἶπε γοῦν ὁ θεὸς περί τινων Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς198 in vol. 2
5ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. πάλαι γὰρ ἐνοικοῦντος ἐν αὐτοῖς τοῦ θείου πνεύματος ναὸς ἦσαν αὐτοῦ· ὅτε δὲ ἁμαρτάνοντες σάρκες γεγένηνται ἐμπαθῆ καὶ ὑλικὴν ἕξιν ἀναλαβόντες, τὸ τηνικάδε ἀπέστη ὁ ἐνοικῶν ἐν αὐτοῖς καὶ καταστροφὴν ὑπέμειναν πρὸς τῶν αἰχμαλωτισάντων αὐτοὺς πονηρῶν πνευμάτων.
10 Ὥσπερ τοίνυν ὁ ἁμαρτάνων αἰχμάλωτος γεγονὼς παύεται τοῦ εἶναι θεοῦ οἶκος διαλυθέντος τοῦ ἐξ ἀρετῶν οἰκοδομήματος αὐτοῦ, οὕτως ὁ ἐπιστρέφων πρὸς θεὸν διὰ μετανοίας οὐ μόνον τῆς αἰχμαλωσίας λυτροῦται, ἀλλὰ καὶ θεμελιοῦται καὶ οἰκοδομεῖται θεοῦ οἶκος δι’ ὀρθότητα φρονήματός τε καὶ πράξεων ἀρίστων. καὶ τοῦτό ἐστιν ὃ δηλοῖ ἡ ἐγκειμένη τοῦ ψαλμοῦ προγραφή.
15μετὰ γὰρ τὴν αἰχμαλωσίαν τοῦ οἴκου οἰκοδομηθέντος πρὸς τῶν εὐπαθόντων χαριστήριος ᾠδὴ ἀναπέμπεται ὑπὲρ ἀφέσεως τῆς αἰχμαλωσίας καὶ ἐγκαινισμοῦ τοῦ θείου οἴκου. καὶ πρὸς τὸ ῥητὸν ἐκλαβεῖν τις τὰ κατὰ τὸν τόπον δυνήσεται. φαίνεται γὰρ ὁ οἶκος ἐν τοῖς χρόνοις Ἔσδρα μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομηθείς. λεκτέον οὖν περὶ τῆς τοιαύτης εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως τοῦ οἴκου
20προφητικώτερον τὸν Δαυὶδ τεθεωρηκότα τὴν ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τὴν ᾠδὴν πεποιηκέναι. ᾄδουσι δὲ τὴν ᾠδὴν οἱ τὸν παλαιὸν ἄνθρωπον ἐκδυσάμενοι καὶ τὸν νέον ἐνδυσάμενοι τὸν ἀνανεούμενον εἰς τὸ γενέσθαι κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, τῷ μαθητεύεσθαι τῇ καινῇ διαθήκῃ τὴν καινότητα τῆς Χριστοῦ διδασκαλίας προσηκάμενοι.
25 Ἐνταῦθα μὲν οὖν ᾄδειν πᾶσα ἡ γῆ προστάττεται, ἐν ΞΕ δὲ προσκυνεῖν· Πᾶσα γὰρ ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι· καὶ ἐν Ἀμβακοὺμ Τῆς αἰνέσεως αὐτοῦ (δηλαδὴ τοῦ θεοῦ) πλήρης πᾶσα ἡ γῆ εἴρηται, καὶ ἐν ἄλλοις Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. οὗτοι οὖν πάντες οἱ ᾄδοντες τῷ θεῷ πρὸς τῷ ἄδειν αὐτῷ καὶ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ προστάττονται. διὰ
30γὰρ ἔργων ἀγαθῶν καὶ γνώσεως τῆς ἀληθείας εὐλογεῖ τις καὶ δοξάζει τὸ ὄνομα τοῦ θεοῦ. εἴρηται γοῦν ἐν Εὐαγγελίῳ Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. τῆς γὰρ θεοῦ προσηγορίας ἐπικληθείσης ἡμῖν, πάντα πράττοντες τὰ κατὰ λόγον τὸν ὀρθὸν δι’ εὐλογίας ὧν εὐλογοῦμεν,
35ἐνεργοῦμεν ὃ φοροῦμεν ὄνομα κυρίου· οὐ γὰρ ἄλλως ἔχοντος αὐτοῦ, εὐχόμεθα εὐλογημένον αὐτὸ καὶ ἅγιον γενέσθαι. δι’ ἀκριβείας δὲ ὡς οἷόν τ’ ἦν εἴρηται περὶ τούτου ἐν τῷ ΛΓ ψαλμῷ εἰς τὸ Ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ὅθεν νῦν ἀρκούμεθα τοῖς διὰ βραχέων εἰρημένοις.
Ἐπίστησον εἰ δυνατὸν καὶ οὕτως ἐκδέξασθαι τὰς προκειμένας λέξεις·199 in vol. 2
40οἱ τῇ παλαιᾷ διαθήκῃ προσανέχοντες ὑπὲρ αἰσθητῶν συμβαινόντων πραγμάτων ᾄδοντες ᾆσμα παλαιὸν ᾖδον. τοῦ γὰρ Φαραὼ τοῦ τῆς Αἰγύπτου τυράννου καταποντισθέντος, ᾄδει Μωυσῆς μετὰ πάσης τῆς Ἑβραϊκῆς πληθύος ᾠδὴν ἢ ἐφύμνιον Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. καὶ ἐπ’ ἄλλοις δὲ συμβεβηκόσι σωματικώτερόν ἐστιν
45ἰδεῖν ᾄδοντα τὸν Ἰσραὴλ ἐν τῇ Πεντατεύχῳ καὶ τῇ λοιπῇ παλαιᾷ γραφῇ. οἱ δὲ ἀποστάντες τῆς παλαιότητος τοῦ γράμματος ἐπὶ τῷ μαθητευθῆναι τῇ καινότητι τοῦ πνεύματος ἐπὶ νοητῶς καὶ πνευματικῶς κατορθουμένοις καινὸν τῷ κυρίῳ ᾄδουσιν ᾆσμα, καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου διαβόλου καὶ ὑποβρυχίου γενομένου τοῦ τῆς νοητῆς Αἰγύπτου τυράννου, Ἰησοῦ

929

(50)

ὑπὲρ παντὸς γευσαμένου θανάτου χάριτι θεοῦ. ᾄδοντες δὲ κυρίῳ οὗτοι πάσας κατάρας ἠλευθερωμένοι καὶ τῆς εὐλογίας μετειληφότες τῆς θεόθεν χορηγουμένης, εὐλογοῦσι τὸ ὄνομα τοῦ εὐλογήσαντος αὐτοὺς πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.

930

(n)

Ps 95,2b.3
1 Αἱ προκείμεναι προστάξεις γίνονται τοῖς Ἰησοῦ μαθηταῖς ἀκούουσι Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. βούλεται γὰρ τὸ πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον. τὸ γὰρ Ἡμέραν ἐξ ἡμέρας τοῦτο παρίστησι τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι
5τὸ θεοῦ σωτήριον, περὶ οὗ εἴρηται Οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, καὶ πάλιν Ἐτέχθη σήμερον ὑμῖν σωτὴρ ὅς ἐστι χριστὸς κύριος. τῶν γὰρ ἀποστόλων εὐαγγελιζομένων ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἐκβάσεως τεύξεται ἡ προφητεία ἡ λέγουσα Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
10 Δυνατὸν τὸ Ἡμέραν ἐξ ἡμέρας ἐκλαβεῖν τὰς δύο διαθήκας τοῦ σωτῆρος ὄντος ἡλίου δικαιοσύνης. ἐπεὶ οὖν οἱ εὐαγγελίζεσθαι προσταττόμενοι νομομαθεῖς ὄντες καὶ τῆς πρώτης ἡμέρας φωτισμὸν εἶχον, ἀκολούθως ἐκ τῆς ἡμέρας ἐκείνης ἡμέραν ἄλλην τὴν κατὰ τὴν καινὴν διαθήκην φωτιζόμενοι τὸ θεοῦ σωτήριον ἀπαγγελοῦσιν.
15Εὐαγγελιζόμενοι δὲ τὸν σωτῆρα Χριστὸν ὄντα θεοῦ σωτήριον, ἀναγγέλλουσι
πᾶσι τοῖς ἔθνεσι τὴν θεοῦ δόξαν, ἥτις ἐστὶν ὁ Χριστὸς τυγχάνων ἀπαύγασμα τῆς θεοῦ δόξης· περὶ ἧς γέγραπται ἐν Ἡσαΐᾳ Ὀφθήσεται ἡ θεοῦ δόξα, καὶ μεθ’ ἕτερα Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. ὡς γὰρ σοφία καὶ δύναμις ἀλήθειά τε καὶ δικαιοσύνη θεοῦ ὁ Χριστός, οὕτως καὶ δόξα αὐτοῦ200 in vol. 2
20τυγχάνει. Πρὸς τούτοις δὲ καὶ ἀναγγέλλειν ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ προστάττονται, περὶ ὧν ἐν ΛΘ ψαλμῷ πρὸς θεὸν εἴρηται Πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. τὸν τούτων τῶν θαυμάτων αἴτιον ὑμνῶν Ἡσαΐας ὁ προφήτης φησὶ Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά
25σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Χριστὸς γὰρ ὁ σωτὴρ θαυμαστὰ πεποίηκεν ἐλευθερώσας πᾶσαν ψυχὴν ὑπὸ τοῦ διαβόλου καταπονουμένην, τὴν ἀρχαίαν θεοῦ βουλὴν στήσας καθ’ ἣν εὐθὴς ὁ ἄνθρωπος ὑπῆρχε κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ δημιουργοῦ γεγονώς. εἰ δὲ καὶ τεραστίους δυνάμεις εἶναι βούλεται τὰ ἀπαγγελλόμενα τοῖς λαοῖς θαυμάσια καθ’ ἃς Ἰησοῦς
30νεκροὺς ἤγειρε καὶ τυφλοὺς εἰς ὄψιν ἀποκαθιστᾷ καὶ εἴ τι ἄλλο τοιοῦτον ἀναγέγραπται, οὐχ ἁμαρτάνεις. Δυνατὸν δὲ καὶ οὕτως· Φανερώσατε διὰ θεολογίας τὴν περὶ θεοῦ ἀκραιφνεστάτην γνῶσιν, ὅπως ὀρθὴν διάληψιν περὶ θεοῦ ἔχῃ τὰ ἔθνη ἀφέμενα πολυθέου δεισιδαιμονίας.
35 Ταῦτα οὐδενὶ τρόπῳ ἁρμόσει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι κατὰ τοὺς Κύρου χρόνους ἢ κατὰ τοὺς Δαρείου, ὅτε αἰσθητῶς ὁ οἶκος ᾠκοδομεῖτο ὁ ἐν τῇ Ἰουδαίᾳ προεστῶτος τῆς οἰκοδομῆς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως μετὰ τὴν αἰχμαλωσίαν. πεπλήρωται γὰρ ταῦτα δι’ ἔργων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, τῶν αὐτοῦ μαθητῶν τὴν σύμπασαν γῆν
40περιδραμόντων καὶ εὐαγγελισαμένων τὸ σωτήριον αὐτοῦ ἀναγγειλάντων τε ἐν πᾶσι τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν πᾶσι τοῖς λαοῖς. σωτήριον δέ φησιν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν μετὰ τὸν θάνατον σωτηρίαν ἢ καὶ αὐτὸν τὸν Χριστόν.

931

(n)

Ps 95,4.5
1 Μέγας ὁ κύριος λέγεται οὐ κατ’ ἐπίδοσιν μεγέθους καὶ ὄγκου (ἀσώματος γάρ· σωμάτων δὲ ἴδιον τὸ πεποσῶσθαι καὶ ὄγκον ἔχειν) ἀλλὰ καθ’ ὑπεροχὴν ἀσύγκριτον δημιουργικῆς δυνάμεως· τῶν γὰρ παμμεγέθων οὐρανῶν τυγχάνει ποιητής. εἰ δὲ τούτων πολλῷ πλέον τῶν ὑποδεεστέρων τοῦ κόσμου μερῶν,
5τούτῳ τῷ τρόπῳ μέγας ὢν ὁ κύριος, καὶ ὑμνητὸς καὶ αἰνετός ἐστι καὶ φοβερὸς ἐπὶ πάντας τοὺς θεούς, τῆς Σφόδρα λέξεως κατὰ κοινοῦ τεταγμένης. καὶ εἰ μὲν καθόλου καὶ κυρίως ἐκλάβοιμεν τὴν πρόσταξιν φάσκουσαν Ἐπὶ πάντας τοὺς θεούς, συναριθμήσαιμεν καὶ τοὺς ἐπαινουμένους θεοὺς ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ Ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών, καὶ Θεὸς θεῶν201 in vol. 2
10κύριος ἐλάλησεν—ἐπὶ πάντας οὖν τούς τε ἐπαινουμένους καὶ διαβαλλομένους θεοὺς φοβερὸς ὁ κύριός ἐστι τῷ μέγας καὶ αἰνετὸς σφόδρα τυγχάνειν, πάντων κριτὴς καὶ ἐξεταστὴς τυγχάνων· εἰ δὲ μὴ ἁπλῶς καθόλου ἀλλὰ περὶ μόνων τῶν θεῶν τῶν ἐθνῶν ἡ θέσις εἴη οὕτω λεγομένη, ἐπεὶ πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ὑπάρχουσιν, ἐπὶ πάντας τοὺς θεοὺς τούτους φοβερός ἐστιν ὁ
15μέγας καὶ αἰνετὸς σφόδρα κύριος, κρίνων καὶ κολάσει αὐτοὺς ὑποβάλλων. εἰς ταύτην τὴν διάνοιαν καὶ τὸ ἐν Ἡσαΐᾳ λήψῃ Ὀλολύξατε γλυπτὰ Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς· οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς γλυπτοῖς αὐτῆς. γλυπτὰ γὰρ ὀλολύξαντα οὐ τὰ ἄψυχα (ἐμψύχου γὰρ τὸ ὀλολύζειν) ἀλλὰ τὰ διὰ τῶν αἰσθητῶν ἀγαλμάτων δηλούμενα δαιμόνια
20ἐκδεκτέον. Κατὰ οὖν τῶν θεῶν τῶν ἐθνῶν (οὗτοι δέ εἰσι δαιμόνια) φοβερὸς ἔσται ὁ κρίνων αὐτοὺς κύριος· οὐχ ἁπλῶς δέ γε θεοὶ ἀλλὰ τῶν ἐθνῶν. διὸ καὶ οὐκ ἀληθῶς ὄντα θεοὶ τὰ δαιμόνια, δειλιᾷ καὶ φοβερὸν ἔχοντα τὸν κύριον, παρακαλεῖ αὐτὸν μὴ ἐπιτάξαι αὐτοῖς ἀπελθεῖν εἰς τὴν ἄβυσσον, οἰκτροπάτην φωνὴν
25ἀφιέντα Δεόμεθά σου μὴ πρὸ καιροῦ βασανίσῃς ἡμᾶς.

932

(n)

Ps 95,6
1 Ὁ διὰ τὸ τῆς ἀρετῆς κάλλος ὡραιότητα κεκτημένος καὶ τὴν συμφυῆ ταύτῃ κατ’ εὐχαριστίαν ἐξομολόγησιν ἐνώπιον παρίσταται θεοῦ κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, παντὸς ἁμαρτάνοντος φεύγοντος τὸ ἐνώπιον ἵστασθαι θεοῦ· Οὐ διαμενοῦσι γὰρ παράνομοι κατέναντι
5τῶν ὀφθαλμῶν αὐτοῦ. ἀμέλει καὶ ὁ Ἀδὰμ ἅμα τῇ γυναικὶ μετὰ τὸ ἁμαρτεῖν φεύγει ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ αἰσχυνόμενος, μᾶλλον δὲ φοβούμενος ὀφθῆναι αὐτῷ. ταύτῃ καὶ Καὶν ὁ ἀλάστωρ ἐξέρχεται ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ, οὐχ ὅτι δυνατὸν διαδρᾶναι θεὸν καὶ πόρρω τοῦ προσώπου αὐτοῦ γενέσθαι, ἀλλ’ ὅτι οἱ φαῦλοι ψευδοδοξοῦντες ἠπάτηνται ὡς οἰηθῆναι λανθάνειν θεὸν ἐφ’
10οἷς δυσσεβῶς ἐνεργοῦσιν· εἰ γὰρ καὶ ἴσασιν ὅτι λαθεῖν θεὸν οὐχ οἷόν τε, ἀλλ’
οὖν γε διάθεσιν τοιαύτην ἔχουσιν ὡς εἰ δυνατὸν ὑπῆρχεν, ἠβούλοντο πόρρω θεοῦ εἶναι αἰσχυνόμενοι τὰς αὐγὰς τῶν ὄψεων αὐτοῦ. οἱ δέ γε σπουδαῖοι διὰ πολλὴν παρρησίαν καὶ τὸ ἐλεύθερον τοῦ βλέμματος ἐνώπιον θεοῦ γνησίων θεραπόντων δίκην ἑστήκασι, λέγοντες Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με,202 in vol. 2
15καὶ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μὴ ταραττέτω σε εἰ ἐξομολογήσεως καὶ ὡραιότητος ἐνώπιον κυρίου τυγχανουσῶν ἡμεῖς τὸν ἐξομολογούμενον καὶ ὡραιότητα ἔχοντα ἐνώπιον κυρίου εἴπομεν εἶναι, πολλάκις καὶ κατὰ τὴν γραφὴν τῶν τὰς ἕξεις ἐχόντων σημαινομένων ταῖς τῶν ἕξεων προσηγορίαις· ἀνθρώποις γὰρ γράφων ὁ
20ἀπόστολος περί τε αὐτοῦ κἀκείνων φησὶν Ἵνα γενώμεθα (δηλονότι ἐν αὐτῷ τῷ Χριστῷ) θεοῦ δικαιοσύνη. Ἐξομολογήσεως δὲ καὶ ὡραιότητος οὐσῶν ἐνώπιον θεοῦ, ἁγιότης καὶ μεγαλοπρέπεια ὑπάρξει τῷ ἁγιάσματι αὐτοῦ. ἁγίασμα δὲ θεοῦ καλεῖν ἔθος πατρίῳ συνηθείᾳ τοῖς ἐκ περιτομῆς τὸν θεοῦ ναόν. ἐπεὶ οὖν ὁ ἐξομολογούμενος
25καὶ ὡραιότητα ἔχων δεξάμενος θεὸν ἐν ἑαυτῷ ναὸς αὐτοῦ καὶ ἁγίασμα γίνεται, εἰκότως περὶ τοῦ τοιούτου λέγεται τὸ ἁγιότητα καὶ μεγαλοπρέπειαν ἔχειν, ἁγιότητα μὲν μεταλαμβάνων τῆς ἁγιότητος τοῦ παρόντος θεοῦ καὶ Χριστοῦ ὄντος θεοῦ ἁγιασμοῦ ἀλλὰ καὶ τοῦ ἁγίου πνεύματος, μεγαλοπρέπειαν δὲ ζητῶν τὸ πρέπον καὶ εὐπρεπὲς ἐν μεγάλοις καὶ ὑπερτέροις· μεγαλοπρέπεια γάρ ἐστι
30τὸ ἐν μεγάλοις πρέπον, μικροπρέπεια δὲ τὸ ἐν μικροῖς. ὅσοι γοῦν ἐν ἀνθρωπίνοις δοξαρίοις καὶ ἀξιώμασι καὶ ἐν αἰσθητοῖς ῥώμῃ καὶ πλούτῳ εὐπρεπεῖν θέλοντες, μικροπρεπεῖς εἶεν τοῦ χρηματίσαντος ἁγιάσματος θεοῦ κατὰ τὰ ἀποδοθέντα ἐν νοητοῖς καὶ πνευματικοῖς ἀρεταῖς τε καὶ εὐσεβείᾳ, ἅπερ πάντα μεγάλα τυγχάνει διαπρέπειν ζητοῦντα καὶ ταύτῃ μεγαλοπρέπειαν ἔχει σύζυγον οὖσαν ᾗ κέκτηται
35ἁγιότητι.

933

(n)

Ps 95,7.8
1 Ἐπεὶ δοῦλοι τυγχάνοντες Χριστοῦ ἔχομεν τὸ ὄνομα αὐτοῦ ἐπικληθὲν ἐφ’ ἡμᾶς διὰ τοῦ σοφῶς καὶ λογικῶς δικαίως τε καὶ ἁγίως ἐπιτελεῖν πάντα, δόξαν ἐνέγκωμεν τῷ ἐφ’ ἡμᾶς ὀνόματι τοῦ Χριστοῦ. Εὖ δὲ καὶ τὸ φάναι Ἄρατε θυσίας, τουτέστι μετεωρίσατε τὸ περὶ θυσιῶν
5νόημα, μὴ χαμαιζήλως βουθυτοῦντες καὶ τὰ λοιπὰ σφάζοντες ζῷα ἀλλ’ ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας ὧν ὑποδείγματα καὶ σκιὰ αἱ αἰσθητῶς προσαγόμεναι
θυσίαι.203 in vol. 2

934

(n)

Ps 95,9b—11a
1 Καὶ πᾶσα δὲ διάνοια γεώδη ποιότητα ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν ὕλην συμπαθείας σειομένη ἀποβάλλει τὴν προτέραν καὶ γεώδη διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν. ἀληθῶς γὰρ τοῦτ’ εἴη τὸ σαλευθῆναι τὴν γῆν τὸ εἰς οὐρανὸν μεταβαλεῖν καὶ φορέσαι τὴν εἰκόνα τοῦ
5ἐπουρανίου. Ἀκόλουθα τούτοις καὶ τὰ ἐπιφερόμενα Εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσε. παθὼν γὰρ καὶ ἐκ νεκρῶν ἀναστὰς ἐβασίλευσεν ἐν τοῖς ἔθνεσιν, εἰπὼν Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. γινομένου λοιπὸν τοῦ θελήματος τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, βασιλεύοντος δὲ τοῦ κυρίου
10ἐν πᾶσι τοῖς ἔθνεσι, σαλεύεται τὸν εἰρημένον τρόπον ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, ὅπως τὴν τῆς ἀρετῆς ἕξιν ἀναλάβῃ κατορθωθεῖσα ὑπὸ τοῦ κυρίου εἰς τὸ μηκέτι σαλεύεσθαι οἰκουμένη ἀντὶ γῆς γεγενημένη· βασιλεύοντος γὰρ τοῦ κυρίου, οὐχ ἁπλῶς γῆ ἔτι μένει ἀλλ’ οἰκουμένη, οἰκοῦντος ἐν αὐτῇ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῶν θείων χαρισμάτων.
15 Οὗτος ὁ βασιλεύσας ἐν πᾶσι τοῖς ἔθνεσι κρινεῖ λαοὺς ἐν εὐθύτητι, ἕκαστον ἐν τῷ ἰδίῳ τάγματι δικάζων, ἐπείπερ ἐν πᾶσιν αὐτοῖς ἀνηγγέλη τὰ θαυμάσια αὐτοῦ, οὐκ ἐν μόνῳ τῷ Ἰσραήλ. κρινεῖ δὲ αὐτοὺς ἐν εὐθύτητι, οὐ τὰ ἔργα μόνον ἀλλὰ καὶ τὴν διάθεσιν αὐτῶν ἐξετάζων. ταῦτα δὲ κατὰ τὴν δευτέραν αὐτοῦ γενήσεται παρουσίαν, ἡνίκα καὶ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ
20ἀγαλλιάσεται ἡ γῆ.

935

(n)

Ps 95,11.12a
1 Πρὸς ἀναγωγὴν οἱ τὴν τοῦ ἐπουρανίου εἰκόνα φοροῦντες καὶ ἐν οὐρανοῖς πολίτευμα ἔχοντες οὐρανοί εἰσιν, εὐφραινόμενοι τῷ ἐμπεφορῆσθαι τὸν ἄκρατον ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου γινόμενον οἶνον ὃν ἐκέρασεν εἰς κρατῆρα ἡ σοφία. τούτων τῶν οὐρανῶν ὑποδεέστεροί τινες ὄντες μέλλουσι διὰ πραότητα
5κληρονομεῖν τὴν ὑψηλὴν καὶ ἄνω που κειμένην γῆν, ἧς ὁμωνύμως μετωνυμικῷ
τρόπῳ γῆ καλούμενοι ἀγαλλιῶνται χαρὰν χαίροντες τὴν ὑπὸ τοῦ ἁγίου πνεύματος καρποφορουμένην. Εἴη δέ τις διάνοια ὑπὸ παθῶν ἐξηγριωμένη ὡς δι’ ἀλμυρότητα καὶ ἤθους πικρότητα καὶ τὴν ἐξ ἀταξίας κινημάτων τρικυμίαν θάλασσα χρηματίζουσα·204 in vol. 2
10ταύτην σαλευθῆναι ἐπ’ εὐεργεσίᾳ προσήκει, ὅπως ἐκ σάλου καὶ κλύδωνος εἰς εὐστάθειαν καὶ γαλήνην μεταβάλλῃ ἅμα τῷ πληρώματι αὐτῆς τοῖς πικροῖς καὶ τεταραγμένοις· πρώτη γὰρ εὐεργεσία τοῖς μετανοοῦσιν ἀποθανεῖν τὰς ἀτάκτους καὶ τεθορυβημένας ὁρμάς. Καὶ αἱ οὖσαι δὲ ψυχαὶ διὰ τὸ δεδέχθαι τὸν Ἰησοῦ σπόρον πεδία καρποφόρα
15χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ ἐπὶ τῷ ἐν ἀγαλλιάσει θερίζειν ἃ ἔσπειραν ἐν δάκρυσιν.

936

(n)

Ps 95,12b—13b
1 Τὸ τότε ἀναφορὰν ἔχει ἐπὶ τὸ κεκατορθῶσθαι ὑπὸ κυρίου τὴν οἰκουμένην. ἀνενεκτέον δὲ τὸ τότε καὶ ἐπὶ τὸ Εὐφραινέσθωσαν οἱ οὐρανοί. ὅταν γὰρ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ, τότε ἀγαλλιᾶται τὰ ξύλα τοῦ δρυμοῦ. δρυμοῦ δὲ ξύλα οἱ μὴ φέροντες καρπόν· ἀλλ’ οὗτοι οἱ πάλαι
5ἄκαρποι καρποφοροῦντες ἀγαλλιῶσι, προτρέχοντες τοῦ κυρίου δεῦρο κατιόντος. ἐρχομένου γὰρ τοῦ κυρίου κρῖναι τὴν γῆν, τότε τὰ ξύλα τοῦ δρυμοῦ ἀγαλλιᾷ, ἀεὶ εὐφραινομένων τῶν ξύλων τοῦ παραδείσου τῆς τρυφῆς. τούτων δὲ οὐκ ἀεί (δρυμοῦ γάρ εἰσι ξύλα), ἀλλ’ ὅταν ὁ κύριος αὐτοῖς ἐπιλάμπῃ ὡς φέρειν καρπὸν ἐδώδιμον καὶ ποιῆσαι ὡς μῆλον ᾗ φησιν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων
10Ὡς μῆλον ἐν ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· μόνος γὰρ αὐτὸς ἀρχῆθεν καρποφορῶν τὴν ἀρετήν, μὴ γνοῦς μηδὲ ποιήσας τὴν ἁμαρτίαν· διὸ καὶ μεταδίδωσι τῆς ἑαυτοῦ καρποφόρου ποιότητος τοῖς συνοῦσι τοῦ δρυμοῦ ξύλοις ὧν ἐν μέσῳ ἐστὶ τυγχάνων μῆλον.

937

(n)

Ps 95,13cd
1 Ἣν κατώρθωσεν οἰκουμένην ἐπὶ τῷ μηκέτι κλονεῖσθαι ἐν δικαιοσύνῃ, ἐν δικαιοσύνῃ κρινεῖ ὁ ἐρχόμενος κύριος. κρινεῖ δ’ ἐν ἀληθείᾳ καὶ τοὺς λαοὺς ἐν οἷς γέγονε τὰ θαυμάσια αὐτοῦ, ὅπως τῇ μὲν οἰκουμένῃ μισθὸν ὁσιότητος νέμῃ
κατ’ ἀξίαν κριθείσῃ, τοῖς δὲ λαοῖς γνῶσιν τελείαν ὀρέξῃ, ὅπως μηκέτι ἐκ205 in vol. 2
5μέρους γινώσκοιεν ἀλλ’ αὐτοπροσώπῳ προσβάλοιεν τῷ ἀληθείᾳ τελείως αὐτὴν καὶ ἀναλαμβάνοντες καὶ θεωροῦντες.

938

(n)

Ps 96,1
1 Τοῦ ἱκανοῦ χειρὶ (οὗτος δ’ ἐστὶν ὁ πνευματικὸς Δαυὶδ ὁ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγονώς) ἡ γῆ καθίσταται, παντὸς θορύβου καὶ ταράχου πολεμικοῦ ὑπ’ αὐτοῦ καταλυθέντος· ἣ καθίσταται γῆ κατάστασιν ἀναλαμβάνουσα καθὸ καρποφορεῖν ἐδέξατο σπόρον εἰς Ρ καὶ Ξ καὶ Λ, σπειράντων ἑαυτοῖς εἰς
5δικαιοσύνην ἐπὶ τῷ γενήματα δικαιοσύνης πληθύναι τῶν ὑπὸ Ἰησοῦ σπαρέντων. Διὸ καὶ βασιλεύει ὁ κύριος, οὐκ ἀπὸ τοῦ μὴ βασιλεύειν καθάπαξ ἐπὶ τὸ βασιλεύειν ἐληλυθὼς ἀλλ’ ἀπὸ τοῦ μὴ ἄρχειν τῶν ἁμαρτανόντων μετανοησάντων ἥκειν ἐπὶ τὴν βασιλείαν. ἀγαλλιᾶται οὖν πᾶσα ἡ γῆ, τοῦτο ποιεῖν προσταττομένη ἐπὶ τῷ τὸν κύριον πάσης αὐτῆς βεβασιλευκέναι.
10 Πρὸς δὲ τῷ ἀγαλλιᾶσθαι τὴν ἀποδοθεῖσαν γῆν καὶ νῆσοι εὐφρανθήσονται, τουτέστιν οἱ ἐν αὐταῖς οἰκοῦντες ἄνθρωποι ἤτοι καὶ αἱ ἐκκλησίαι. δύνασαι δὲ καὶ τὰς τῶν βεβαίων κατ’ ἀρετὴν ψυχὰς νήσους φάναι ὑπὸ τῆς τρικυμίας καὶ ζάλης τῶν παθῶν περικλυζομένας, πασχούσας δὲ ὑπ’ αὐτῶν τὸ σύνολον οὐδέν. εἰς πάσας τὰς διανοίας τὰς προκειμένας λήψῃ τὸ ὑπὸ τοῦ θεοῦ λεγόμενον
15Ἐγκαινίζεσθε πρός με, νῆσοι. ἀνανεωθεῖσαι γὰρ αἱ προκείμεναι νῆσοι παιδεύσει τῆς καινῆς διαθήκης δέξονται τὸν περὶ τῶν παραδοξοποιῶν τοῦ θεοῦ δυνάμεων λόγον πρὸς τῶν ἱκανῶς ἀπαγγέλλειν αὐτὸν δυναμένων, ᾗ φησι τὸ πνεῦμα Τὰς ἀρετὰς αὐτοῦ (τουτέστι τοῦ θεοῦ) ἐν ταῖς νήσοις ἀπαγγελοῦσι. τούτων δ’ ἁπάντων ὑπαρξάντων ταῖς νήσοις τελείως εὐφραίνεσθαι αὐτὰς συμβαίνει.

939

(n)

Ps 96,2.3
1〈Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ〉—οὐ σωματικῶς· εἰ γὰρ τὰ κυκλοῦντα
εἴη σώματα, καὶ ὁ κυκλούμενος εἴη σῶμα ἢ σώματί γε χρώμενος· ἀλλ’ ἀσώματος, μᾶλλον δὲ ὑπερέκεινα σωμάτων ὁ θεὸς καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς καθὸ θεὸς λόγος ἐστί. λέγει δὲ νῦν πρὸς παράστασιν τῆς ἀκαταληψίας206 in vol. 2
5αὐτοῦ περὶ αὐτὸν νεφέλη καὶ γνόφος εἶναι· καὶ τάχα μὲν ἡ νεφέλη τοὺς ἐξ αὐτοῦ ῥέοντας ποτίμους σημαίνει λόγους, ὁ δὲ γνόφος τὴν ἀσάφειαν τῆς ἀκαταληψίας αὐτοῦ. εἴρηται γοῦν καὶ πρότερον Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὸ γὰρ δυσθεώρητον, μᾶλλον δὲ ἀκατάληπτον τῷ νῷ τῶν γενητῶν τῆς πορείας αὐτοῦ καθ’ ἣν πορεύεται
10δημιουργικῶς καὶ προνοητικῶς παρίσταται διὰ τοῦ Γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Εἰ δὲ περὶ τοῦ σωτῆρος κατὰ τὴν ἐνανθρώπησιν ἐκλαβεῖν ταῦτα καλῶς ἔχει, ἐπίστησον εἰ νεφέλη δύναται λέγεσθαι κύκλῳ αὐτοῦ τυγχάνουσα ἡ ἀνθρωπεία φύσις ἡ προσληφθεῖσα καθ’ ἕνωσιν ἀδιαίρετον, πληρῶν τὴν
15λέγουσαν προφητείαν Ἰδοὺ κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυπτον. ἦλθε γὰρ εἰς τὴν ἀλληγορικῶς καλουμένην Αἴγυπτον οἰκουμένην ἐπιβὰς καὶ, ἵν’ οὕτως εἴπω, βασιλικῶς προκαθήμενος ἐπὶ κούφης νεφέλης οὐδαμῶς βάρος ἁμαρτίας ἐχούσης· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ἐπὶ τῷ ποτίσαι διὰ ταύτης τῆς νεφέλης τὸν πάντα κόσμον. ἀλλ’ ἐπεὶ ἡ ἐπίβασις τοῦ
20κυρίου ἡ εἰς τὴν προειρημένην νεφέλην πολὺ τὸ δυσθεώρητον ἔχει, εἰκότως καὶ γνόφος ἅμα τῇ νεφέλῃ τυγχάνει περὶ αὐτόν. Δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. ἡ κατόρθωσις τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ δικαιοσύνη καὶ κρίσις ἐστίν, ἐπείπερ βασιλεύων
25κριτὴς δίκαιός ἐστι. συνᾴδει τούτοις τὰ ἐν Παροιμίαις οὕτως ἔχοντα· Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ὅθεν δικαίου κριτοῦ τυγχάνοντος αὐτοῦ, πῦρ προπορευόμενον αὐτοῦ φλογίζει πάντας τοὺς ἐχθροὺς αὐτοῦ. ἐχθροὶ δὲ τοῦ λόγου τῆς δικαιοσύνης οἱ ἀλόγως καὶ ἀδίκως πράττοντες ὥσπερ οὖν διάφοροι τῆς ἀληθείας οἱ ψευδοδοξοῦντες καὶ ψευδόμενοι· καὶ ἡ φιλία δὲ τοῦ
30κόσμου ἐχθροποιεῖν εἴρηται θεῷ. ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται, τῶν τὴν ἔνυλον καὶ κοσμικωτέραν διαγωγὴν ἀσπαζομένων ἐχθρῶν τοῦ θεοῦ ἀποδεικνυμένων. τούτους οὖν τοὺς ἐχθροὺς φλογίζει τὸ πῦρ τὸ ἔμπροσθεν τοῦ κυρίου προπορευόμενον, οὐκ ἀναλίσκον καὶ φθεῖρον αὐτῶν τὴν οὐσίαν (ἀθάνατος γὰρ ἡ τῆς ψυχῆς αὐτῶν ὑπόστασις) ἀλλ’
35ἀφανίζον τὰ περὶ αὐτοὺς παραφυέντα τῆς σαρκὸς ἔργα καὶ ὑλικὰ φρονήματα· ὅθεν ὁ σωτὴρ εὔχεται ἀναφθῆναι τὸ πῦρ ὃ βαλεῖν ἦλθεν ἐπὶ τῆς γῆς, ὅπως ἀναλωθῇ τὰ γήινα πάντα. οὐχ ἡγητέον δὲ τοῦτο τὸ πῦρ ὁμογενὲς εἶναι τῷ τὰς καυστὰς ἀναλίσκοντι ὕλας ἀλλ’ ἑτεροούσιον αὐτοῦ πολλῷ διαφέρον τῆς
παρ’ ἡμῖν φλογός.207 in vol. 2

940

(n)

Ps 96,4
1 Οἱ φωτεινοὶ λόγοι τῆς θείας διδασκαλίας αὐτοῦ ἀστραπῶν τρόπῳ ἔφαναν πάσῃ τῇ οἰκουμένῃ, καταυγάζοντες καὶ φωτίζοντες αὐτὴν ἐπὶ τῷ ἔχειν φῶς γνώσεως, ἀλλ’ ἡ γῆ ταύτας τὰς ἀστραπὰς ἰδοῦσα κλονηθεῖσα μετέβαλεν, ἀποβαλοῦσα τὴν γεώδη ποιότητα ἐπὶ τῷ ἀναλαβεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου.
5 Καὶ ἑτέρως δέ· ἐσαλεύθη ἡ γῆ ἰδοῦσα τοὺς ἀστραπαῖς ἐοικότας τοῦ θεοῦ νόμους ὡς μετατεθῆναι τοὺς ἀνθρωπίνους νόμους καὶ τὰ κατάλληλα τούτοις ἔθη. πάντες οὖν οἱ ἄνθρωποι τὰ σφέτερα πάτρια καταλιπόντες τῇ εὐαγγελικῇ παιδεύσει προσεληλύθασιν, ἀλλ’ ἡ οἰκουμένη μὲν ἰδοῦσα τὰς ἀστραπὰς αὐτοῦ τοῦ κυρίου ἐλλάμπεται, ἡ δὲ γῆ σαλεύεται διὰ τοῦ κλόνου ἀρχὴν λαμβάνουσα
10πρὸς τὸ καὶ αὐτὴν οἰκουμένην χρηματίσαι, ἵνα φανῶσιν αὐτῇ τοιαύτῃ γεγενημένῃ αἱ θεῖαι τοῦ κυρίου ἀστραπαί. Τὰ δ’ ἄλλα ὁμοίως.

941

(n)

Ps 96,6
1 Οἱ προαναφωνήσαντες τὴν ἐνταῦθα ἐπιδημίαν τοῦ σωτῆρος ὄντος δικαιοσύνης θεοῦ οὐρανοί εἰσι τῷ φέρειν τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ ἔχειν τὸ πολίτευμα ἐν οὐρανῷ, ἀναγγείλαντες τὴν τοῦ θεοῦ δικαιοσύνην οὐρανόθεν ἐλευσομένην. Τούτων οὕτως εἰς πέρας ἠγμένων, ἠκολούθησε τὸ πάντας τοὺς λαοὺς
5θεάσασθαι τὴν τοῦ κυρίου δόξαν οὐκ ἄλλην τῆς δικαιοσύνης αὐτοῦ τυγχάνουσαν. ἀλλ’ ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πρακτικῶς μόνοι ἴσασιν οἱ οὐρανοὶ ὄντες ἄνδρες δίκαιοι· Ἐπιδεικνυμένην γὰρ πίστιν ἀναγγέλλει δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. καὶ πάντες δὲ οἱ λαοὶ μιμηταὶ αὐτῶν γενόμενοι
10ὁρῶσι τὴν ἑπομένην ταύτῃ τῇ δικαιοσύνῃ θεοῦ δόξαν.208 in vol. 2

942

(n)

Ps 96,8
1 Καὶ ἄλλως δὲ Σιὼν νοηθήσεται πᾶσα σκοπευτικὴ καὶ θεωρητικὴ τῆς ἀληθείας ἕξις, θυγατέρες δὲ τῆς Ἰουδαίας τὰς ἐξομολογουμένας ψυχὰς ἐπ’ εὐχαριστίᾳ αἰνούσας θεὸν ἐφ’ οἷς εἶδον θαυμασίοις· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. δυνατὸν δὲ καὶ πάσας τὰς συγκατατιθεμένας τῇ θείᾳ γραφῇ
5Ἰουδαίᾳ καλουμένῃ θυγατέρας αὐτῆς φάναι. Ἔτι εἰς τὸ Ἤκουσε καὶ εὐφράνθη Σιὼν τοιαῦτα ῥητέον· ὁ μετὰ συνέσεως θείων λόγων ἀκούων πάντως εὐφραίνεται, ὁρῶν τὰ κάλλη τῶν ὑπὸ τῆς διδασκαλίας θεωρημάτων δηλουμένων. εὐφρανθείσης οὖν τῆς Σιὼν ἐπὶ τῷ οὕτως ἀκηκοέναι, αἱ ταύτης ὑποδεέστεραι Ἰουδαίας θυγατέρες
10προσαγορευόμεναι ἕνεκεν τῶν τοῦ θεοῦ κριμάτων καθὰ κρινεῖ ἀγαλλίασιν θείαν ἔσχον, τῆς διανοίας αὐτῶν εὐλόγως ἐπαιρομένης παρουσίᾳ τοῦ ἁγίου πνεύματος.

943

(n)

Ps 96,10bc
1 Εἴ ποτε ἐπεβούλευσέ τις τῶν ὁσίων τινὶ μέχρι τῆς σώματος κακώσεως ἢ θανάτου τὰ τῆς ἐπιθέσεως ἴσχυσεν, τῆς ψυχῆς ἀζημιώτου καὶ ἀμειώτου διαμεινάσης, τίς οὖν οὐχ ὁμολογήσειε τοὺς τῆς ἀληθείας μάρτυρας περιφρουρεῖσθαι κατὰ τὰς ψυχὰς ὑπὸ τοῦ ὁμολογουμένου παρ’ αὐτῶν κυρίου;
5εἰ δέ ποτε καὶ συμβαίη ἐξ ἀπροσεξίας ἢ ὀλίγης παραβλέψεως ψυχὴν ὁσίου ὑπὸ χεῖρα τοῦ ἁμαρτωλοῦ γενέσθαι διαβόλου ἤ τινος τῶν ἐκείνου, καὶ ταύτην ὁ κύριος ῥύσεται ὡς ἐλευθερωθεῖσαν ὑπὸ ἁμαρτιῶν, αἳ χεῖρες εἴρηνται τοῦ ἁμαρτωλοῦ, ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ γενέσθαι. καὶ περὶ τῶν μαθητῶν αὐτοῦ ὁσίων γεγενημένων φησὶ πρὸς τὸν πατέρα Πάτερ ἅγιε, τήρησον αὐτούς·
10ταὐτὸν δὲ τὸ τηρῆσαι τῷ φυλάξαι.

944

(n)

Ps 96,11.12a
1 Τῷ τὴν πρακτικὴν ἀρετὴν κατορθώσαντι δικαιοσύνην καλουμένην ἀνέτειλε φῶς τῆς γνώσεως, οὐκ ἄλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ περὶ οὗ ὁ πατὴρ εἶπε Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης. ἀναλάμψαντος δὲ τούτου τοῦ φωτὸς τῷ δικαίῳ, εὐθύτης ἐγγέγονε τῆς καρδίας·209 in vol. 2
5ὅθεν καὶ εὐφροσύνη αὐτῷ εὐθεῖαν ἔχοντι τὴν καρδίαν ἀνέτειλεν, εὐθειῶν κατὰ τὴν καρδίαν ὄντων τῶν μετεχόντων τῆς γνώσεως τῆς ἀληθείας, δικαίου δὲ τυγχάνοντος τοῦ τὴν πρακτικὴν παίδευσιν ἀσκουμένου. διὸ εἰκότως εὐφροσύνη καὶ θεία θυμηδία ἀνατέλλει τοῖς πρὸς θεωρίαν ἔχουσι, φῶς δὲ τῷ κατορθώσαντι τὸ ἦθος.

945

(n)

Ps 96,12b
1 Εἴρηται δὲ τὰ εἰς τοῦτο ὑποπεσόντα ἐν ΚΘ ψαλμῷ τῷ κἀκεῖ τὴν προκειμένην λέξιν φέρεσθαι.

946

(n)

Ps 97,1de
1 Δεξιὰ καὶ βραχίων θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ σωτὴρ εἶναι, κατὰ τούτου τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένων. σῴζει οὖν αὐτῷ τῷ θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἀγομένους. οὐ γὰρ πᾶς σῳζόμενος κυρίῳ θεῷ σῴζεται, ἀλλὰ καὶ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν
5λόγον ἀπαλλαττόμενος καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ’ εὐσεβείας εἰληφώς. ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως θεῷ σῴζεται, μάλιστα ὅτι οὐ ἐπίσταται ἐκ θεοῦ τὴν ὑγεῖαν αὐτῷ δεδόσθαι, ἀλλ’ οὐδὲ ἐκ πολέμου ἢ λῃστῶν ἢ τοιουτοτρόπων κινδύνων ἀβλαβὴς διαμείνας. μόνος δὲ καὶ πᾶς ὁ ἀπὸ τοιούτων σωθεὶς θεῷ σῴζεται, ὅταν τὴν αἰτίαν τοῦ μηδὲν πεπονθέναι
10προσάπτῃ τῷ θεῷ. ἐπεὶ οὖν ἐλήλυθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἀλλ’ οὐ κρῖναι τὸν κόσμον, σῴζει τῷ θεῷ τοὺς πρὸς αὐτοῦ εὐεργετουμένους, δεξιῶς αὐτοῖς τὰ πρὸς μακαριότητα διδούς. Ἅγιος δὲ ὁ βραχίων ἐστὶ τοῦ θεοῦ οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων ἀλλ’ ἁγίου πνεύματος ὢν βραχίων. καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ
15θεοῦ δύναμις οὐκ ἄλλη τοῦ θεοῦ λόγου τυγχάνουσα καλεῖται διὰ τὸ δεξιῶς τουτέστιν ἁγίως σοφῶς ἐπαινετῶς ἀμέμπτως πάντα ποιεῖν, βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι.210 in vol. 2

947

(n)

Ps 97,2
1 Ὡς δεξιὰ καὶ βραχίων θεοῦ, οὕτω καὶ σωτήριον καὶ δικαιοσύνη αὐτοῦ ὁ Χριστός. τὸ γοῦν Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ βούλεται δηλοῦν ὅτι πάντες οἱ ἄνθρωποι διὰ τοῦ σῴζεσθαι ὄψονται τὸ τοῦ θεοῦ σωτήριον αὐτὸν τὸν τὴν σωτηρίαν παρέχοντα Χριστόν.
5 Εὖ δὲ καὶ τὸ Ἐγνώρισε· δυνάμενος γὰρ εἰπεῖν Ἐφανέρωσεν ἢ Εἰς μέσον ἤγαγεν· τούτων οὐδὲν εἶπεν ἀλλ’ Ἐγνώρισε. γνωρίζει δέ τις ἐκεῖνα ὧν ἀμυδρὰν προτέραν διάληψιν ἔχων ὕστερον ἐπὶ τὸ τελείως αὐτὰ ἐπίστασθαι ἔρχεται. ἐπεὶ οὖν ἔγκειται φυσικῶς τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ὥσπερ θεοῦ διάληψιν οὕτω καὶ λόγου αὐτοῦ δημιουργικοῦ καὶ προνοητικοῦ μόνου
10χορηγοῦντος τὴν τελείαν ἀρετὴν καὶ τοὺς φύσεως νόμους τιθέντος, ταύτην δὲ τὴν τοῦ λόγου ἔννοιαν εἰς τοὐμφανὲς ἤγαγε θεός, πέμψας ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τὸν ἴδιον υἱὸν σωτῆρα 〈εἰσ〉 τὸν κόσμον, εἰκότως ἐγνωρικέναι ἐν τοῖς ἔθνεσιν ὁ θεὸς τὸ ἑαυτοῦ σωτήριον εἴρηται. Γνωρίσας δὲ τὸ ἑαυτοῦ σωτήριον ὁ θεὸς κατὰ τὴν τοῦ σῴζειν ἐπίνοιαν
15ἀπεκάλυψε καὶ τὴν δικαιοσύνην αὐτοῦ τὴν αὐτὴν οὖσαν τῷ σωτηρίῳ, ὡς εἶπον ἀρτίως· Γέγονε γὰρ ἡμῖν ὁ σωτὴρ ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμός. ὢν γὰρ ταῦτα ἁπλῶς ἐκέκρυπτο ἡμῖν· ὅτε δὲ ἡμῖν γέγονε προσβάλλειν αὐτῷ δυναμένοις, ἡ δικαιοσύνη ἀπεκαλύφθη ἡμῖν. Εἰ δὲ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ δικαιοσύνην ἐρεῖ τις εἶναι περὶ ἧς
20τὸ προκείμενον, λέξει κεκαλύφθαι ταύτην τὴν δικαιοσύνην ὑπὸ τῆς εἰκονικῆς καὶ κατὰ σκιάν, ἣν κατὰ νόμον δικαιοσύνην ὁ Παῦλος ἔφη, παυσαμένης δηλονότι τῆς σκιᾶς· Χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πεφανέρωται δὲ καὶ ἀπεκαλύφθη οἷς ἐγνώρισεν ἔθνεσι τὸ σωτήριον αὐτοῦ ὁ θεός· ὅθεν οὐχ ὁ
25Ἰησοῦς μόνος συνθήσεται ἐν παντὶ ἔθνει, τοῦ φοβουμένου τὸν κύριον καὶ ἐργαζομένου δικαιοσύνην δεκτοῦ θεῷ γινομένου. ἐκ πίστεως γοῦν δικαιοῦται τὰ ἔθνη καὶ οὐκ ἐξ ἔργων νόμου, κατὰ τὸν Ἀβραὰμ τῆς πίστεως αὐτῶν εἰς
δικαιοσύνην λογιζομένης.211 in vol. 2

948

(n)

Ps 97,3ab
1 Διαφέρει τοῦ Ἰακὼβ ὁ Ἰσραὴλ ἐπινοίᾳ ἀλλ’ οὐχ ὑποστάσει· ὁ γὰρ αὐτός, ὁτὲ μὲν Ἰακώβ, ὁτὲ δὲ Ἰσραήλ ἐστιν. ὅτε γὰρ ἀσκητὴς τυγχάνων τῆς πρακτικῆς ἀρετῆς καταπαλαίων τὰ ἄλογα πάθη καὶ τὰς κακίας καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, Ἰακώβ ἐστι πτερνίζων τὸ προειρημένον στῖφος·
5ὅταν δὲ ἀνωτέρω πάσης μοχθηρίας γεγονὼς διὰ καθαρότητα νοῦ προσβάλλῃ τῷ θεῷ, Ἰσραὴλ προσαγορεύεται. ἐπεὶ οὖν τῷ ἔτι ἀγωνιζομένῳ πρὸς τοὺς εἰρημένους ἀντιπάλους χρεία ἐλέου θεοῦ, τῷ δὲ πρὸς θεωρίαν ἠκονημένῳ τῆς ἀληθείας, ἁρμονίως ἐν τοῖς προκειμένοις θεὸς μνημονεύειν λέγεται τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. καὶ ἐν
10Ἱερεμίᾳ δὲ τῷ ἀρχομένῳ τῆς ἀρετῆς ἐλέου δεῖ, ὡς τὸν θεὸν λέγειν πρὸς τὸν θεοσεβοῦντα Ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου· ὥσπερ γὰρ ἐλέου δεῖ τῷ ἀρχομένῳ, οὕτω καὶ ἀγάπης τῷ εἰς τελειότητα ἠγμένῳ ὃς καὶ δύναται εἰπεῖν Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. ὅτι δὲ τοῖς διορατικοῖς κατάλληλος ἡ ἀλήθεια, ὁ σωτήρ φησι πρὸς τοὺς πεπιστευκότας
15αὐτῷ Ἰουδαίους Ἐὰν οὖν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.

949

(n)

Ps 97,3c
1 Ἐκβάσεως τυχούσης τῆς προφητείας λεγούσης Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, λεχθήσεται Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. κηρυχθέντος γὰρ τοῦ εὐαγγελίου
5ἐν πάσῃ τῇ ὑπ’ οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κατὰ τὴν τοῦ Χριστοῦ χρῃσμωδίαν, εἶδε πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν τὸ σωτήριον τοῦ θεοῦ. εἶδον δὲ οὐκ ὄψει προσβάλλοντες ἀλλὰ πιστῇ συγκαταθέσει τῆς διδασκαλίας αὐτοῦ δι’ ἧς φαντασίαν εἶχον παρόντος· ἀλλὰ καὶ πρὸς διάνοιαν οἱ περάσαντες τὴν γῆν καὶ ἀνωτέρω αὐτῆς γεγενημένοι τῷ
10μὴ ὑλικὰ καὶ ἐπίγεια ἔτι φρονεῖν ἀλλὰ ζητεῖν καὶ φροντίζειν τὰ ἄνω—πέρατα γῆς ὄντες εἶδον σωτηρίαν καὶ τὸν ταύτης αἴτιον θεὸν λόγον ὄντα σωτήριον τοῦ
θεοῦ.212 in vol. 2

950

(n)

Ps 97,4.5
1 Πᾶσαν τὴν γῆν, τουτέστι τοὺς ἐπὶ γῆς ἅπαντας ἀνθρώπους προστάττει ἐπινίκιον ὕμνον ἀναπέμπειν τῷ κυρίῳ καθελόντι τοὺς πολεμίους τοὺς ἀοράτους ἐχθροὺς τῶν ἀνθρώπων, διάβολον καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ. ἀλαλάζοντες δὲ αὐτῷ πάντες οἱ ἐπὶ γῆς, ψαλάτωσαν αὐτῷ καὶ ἐν κιθάρᾳ. τίς δὲ ἡ κιθάρα,
5πολλάκις εἴπομεν, καὶ τί τὸ ψάλλειν ἐν αὐτῇ, ὅτι τὸ πρακτικῶς ἐστι διὰ σώματος ἐνεργεῖν τὰ τῆς ἀρετῆς ἢ διὰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων. ψάλλοντες δὲ ταύτῃ τῇ κιθάρᾳ καὶ ᾠδὴν προφέρεσθαι ἐντολὴν λαμβάνουσιν, ἣν φωνὴν ψαλμοῦ εἶπεν· ἀντὶ τοῦ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον καὶ φωνή τις ᾀδέσθω οὖσα ἡ περὶ τῶν πρακτέων θεωρία.

951

(n)

Ps 97,6a
1 Σαλπίζουσιν ἐν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαπύρως προφέροντες. οὗτοι γὰρ ἀληθῶς εἰς πνευματικὴν ἑορτὴν διεγείρειν ἱκανοί, λέγοντες Ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, τῶν πλουτούντων παντὶ λόγῳ καὶ πάσῃ γνώσει μόνων τοῦτο
5δυναμένων προφέρειν. σαλπίζουσι δὲ τῇ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λόγους ἀπατηλούς. καὶ ἐπίστησον εἰ ἐξηγητὴς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι διδακτικῶς καὶ ἀποδεικτικῶς προφέρων τοὺς λόγους, σάλπιγγι δὲ κερατίνῃ ἐπιστομίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ.

952

(n)

Ps 97,8b.9
1Καὶ οἱ τῷ φρονήματι δὲ καὶ τῇ πολιτείᾳ διῃρημένοι ὄρη διὰ τὸ ὕψος τῆς
πίστεως χρηματίσαντες ἀγαλλιῶνται, οὐκ ὄντες ἔνοχοι τῇ κρίσει ᾗ ἦλθεν ὁ κύριος ποιῆσαι· Ὁ πιστεύων γάρ φησιν ὁ κύριος εἰς ἐμὲ οὐ κρίνεται, τουτέστιν οὐχ ὑπόκειται ἐγκλήμασι, παρίσταται δὲ τῷ Χριστοῦ βήματι ἐπὶ τῷ τυχεῖν213 in vol. 2
5τῶν ἐπηγγελμένων ἀγαθῶν. Κρίνων δὲ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κατ’ ἐξοχὴν τοὺς οἰκειωθέντας αὐτῷ ὡς λαοὺς αὐτοῦ χρηματίσαι ἐν εὐθύτητι κρινεῖ, ἐπεὶ εὐθεῖαν καρδίαν καὶ εὐθείας πράξεις ἔχουσι οἱ λαοί· Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

953

(n)

Ps 98,2
1 Πρότερον ἐν τῇ Σιὼν κατὰ τὴν δόσιν τοῦ νόμου καὶ τῶν προφητῶν μέγας ὁ κύριός ἐστιν, εἶθ’ οὕτως ὑψηλὸς τυγχάνει ἐπὶ πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν προσερχομένους τῇ πίστει λαούς· Δόξα γὰρ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ὑψωθεὶς γὰρ ἐκ τῆς
5γῆς πάντας εἵλκυσε πρὸς ἑαυτόν. ἀμφότερα δὲ κατὰ φύσιν αὐτοῦ ὑπάρχει τὸ ὑψηλὸν καὶ μέγα. ὑψηλὸς γὰρ ἐν ὑψηλοῖς κατοικῶν ἐστι, καὶ μέγας τυγχάνει καὶ αἰνετὸς σφόδρα, τῆς γενητῆς φύσεως ταπεινῆς καὶ βραχείας, μᾶλλον δὲ οὐδὲν οὔσης πρὸς αὐτόν. ὑψηλοῦ δὲ αὐτοῦ φαντασίαν ἔχομεν, ὅτε τὰ ἄνω φρονοῦμεν· ἀλλὰ καὶ μεγάλα περὶ αὐτοῦ διαλαμβάνοντες τὸ μέγεθος αὐτοῦ
10θεωροῦμεν. ἀλλ’ οὔτε τὸ μέγεθος οὔτε τὸ ὕψος αἰσθητῶς φανταζόμεθα (μακρὰν γὰρ ταῦτα τῶν ἀσωμάτων), οὔ τι γε αὐτοῦ τοῦ θεοῦ.

954

(n)

Ps 98,3.4a
1 Νοήσεις καὶ οὕτως· μεγάλου ὄνομα μέγιστόν ἐστιν ὡς διαρκεῖν ἥκειν εἰς πάντας· μόνον γὰρ τὸ τοῦ σωτῆρος ὄνομα δέδοται ἐν γῇ ὑπ’ οὐρανὸν πάσῃ ὡς θαυμαστὸν αὐτὸ εἶναι ἐν πάσῃ τῇ γῇ. πάντας γοῦν τοὺς ἀπὸ πάντων τῶν ἐθνῶν σῳζομένους Χριστιανοὺς ἀπὸ Χριστοῦ καλουμένους ἔστιν ἰδεῖν, περὶ οὗ
5ἄλλη πάλιν προφητεία Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. παρέτεινε γὰρ ἀληθῶς εἰς πάντα τὰ λογικὰ ἡ Χριστοῦ προσηγορία, ὡς μὴ τοὺς ἐπὶ γῆς μόνους ἀλλὰ καὶ τοὺς ἐν οὐρανῷ
καὶ τοὺς καταχθονίους ἐξομολογήσεσθαι τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, ἐπείπερ τοῖς μὲν ἀποστάταις τοῦ θείου νόμου καὶ αὐτῆς τῆς ἀληθείας214 in vol. 2
10φοβερόν ἐστι, τυγχάνον δὲ ἅγιον τοῖς τυχοῦσι τῆς εὐχῆς ἧς ἀνέπεμψαν λέγοντες Ἁγιασθήτω τὸ ὄνομά σου. Τούτου δὲ τοῦ βασιλέως Χριστοῦ οὗ τῷ ὀνόματι τῷ μεγάλῳ πάντες ἐξομολογήσονται ἡ τιμὴ κρίσιν ἀγαπᾷ. εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον δι’ αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν, οἱ κατορθοῦντες τὸν θεῖον
15νόμον δι’ αὐτοῦ τοῦ ἐνεργεῖν κατ’ αὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα ἀγαπῶντες τὴν παρ’ αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρίμα αὐτοῦ, καὶ ὅτι τεύξονται θείων ἀμοιβῶν κατὰ τὸ βούλημα αὐτοῦ εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι, τῶν φαύλων οὐκ ἀγαπώντων αὐτοῦ τὴν κρίσιν, ἐπείπερ ἠτίμασαν αὐτήν. πᾶς οὖν φαῦλος τὴν ἀπὸ τοῦ φωτὸς φανέρωσιν
20ἐντρεπόμενος μισῶν τὸ φῶς, οὐκ ἔρχεται πρὸς αὐτό, ἵνα μὴ ἐλεγχθῇ αὐτοῦ τὰ ἔργα, τοῦ τὴν ἀλήθειαν ποιοῦντος ἐρχομένου πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὸ ἔργον, ὅτι ἐν θεῷ ἐστιν εἰργασμένον ἐφ’ ᾧ καὶ τὴν κρίσιν τὴν φανεροῦσαν αὐτὸ ἀγαπᾷ.

955

(n)

Ps 98,4bc
1 Εὐθύτητας οὐκ ἄλλας ἡγητέον εἶναι τῶν ἀρετῶν. ταύτας οὖν Ἰησοῦς ἡτοίμασε προκατορθώσας καὶ ἐνεργήσας αὐτάς, ἵν’ ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ μιμησάμενοι αὐτόν· ὑπογραμμὸν γὰρ ἀρίστου βίου ὑπέδειξεν ἡμῖν. λέγων οὖν Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,
5ἡτοίμασεν εὐθύτητας, ἵν’ εὐκόλους καὶ ἑτοίμους εὑρεῖν αὐτὰς δυνηθέντες μετάσχωμεν αὐτῶν. Καὶ ἐν τῷ πτερνίζοντι δὲ πάντα τὰ πονηρὰ κρίσιν ὁ θεὸς τὴν ἐξετάζουσαν τὰ τῆς ἀληθείας πράγματα σὺν δικαιοσύνῃ ποιεῖ. καὶ δύναται μὲν τὸ τῆς δικαιοσύνης ὄνομα τὴν πρακτικὴν δηλοῦν ἀρετήν, τὸ δὲ τῆς κρίσεως τὴν
10τῶν δογμάτων ἐξέτασιν· καὶ ἔτι τὴν μὲν ἕξιν καθ’ ἣν διακρίνεται τὸ φρονητέον καὶ μὴ φρονητέον καὶ πρακτέον καὶ οὐ πρακτέον κρίσιν εἶπεν, αὐτὴν δὲ τὴν κατ’ ἀρετὴν ἐνέργειαν δικαιοσύνην ἐκάλεσεν. ἀμφότερα γοῦν ὁ θεὸς ποιεῖ, τουτέστι χαρίζεται τῷ πρακτικῷ καὶ ἀσκητικῷ τῶν καλῶν
σημαινομένῳ τῇ τοῦ Ἰακὼβ προσηγορίᾳ.215 in vol. 2

956

(n)

Ps 98,5ab
1 Ὑψηλὸν ποιεῖτε οὐκ ἐκ τοῦ κάτω εἰς τὰ ἄνω ἐπαίροντες αὐτόν (ἴδιον γὰρ σωμάτων τοῦτο), ἀλλ’ ὑψηλὰς καὶ ὑπερφυεῖς περὶ αὐτοῦ ἔχοντες νοήσεις. ὑποπόδιον δὲ αὐτοῦ εἶναι δύναται ἡ προσληφθεῖσα σάρξ. ὅταν οὖν τὰ περὶ θεοῦ λόγου ὡς περὶ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διαλαμβάνωμεν, ὑψοῦμεν κύριον
5τὸν θεόν· ἀλλὰ καὶ περὶ τῆς οἰκονομίας τῆς κατὰ τὴν ἐπιδημίαν αὐτοῦ θεωροῦντες, προσκυνοῦμεν τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ διὰ τὸν ἐπερείσαντα αὐτῷ τὰς πορευτικὰς αὐτοῦ δυνάμεις ἀλληγορικώτερον πόδας καλουμένας. λέγεται δὲ ὑποπόδιον αὐτοῦ καὶ ὁ πάλαι νεώς, ὡς ἐν Ἱερεμίᾳ γέγραπται Πῶς ἐζόφωσε κύριος ἐν ὀργῇ αὐτοῦ τὴν θυγατέρα Σιών;
10κατέρριψεν εἰς γῆν τὸ ἁγίασμα αὐτῆς, οὐκ ἐμνήσθη ὑποποδίου αὐτοῦ. Τὸ μὲν οὖν ἀληθῶς καὶ κυρίως προσκυνεῖν ἁρμόζει μόνῃ τῇ τριάδι· Κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ προσκυνεῖν καὶ ὁ κύριος Ἰησοῦς προσκυνεῖται· Προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ. ἄλλῳ δὲ τρόπῳ τιμῆς
15ἕνεκα ἄνθρωποι τοὺς ἐν ὑπεροχαῖς κατὰ ταύτην τὴν γραφὴν προσκυνεῖν λέγονται. πολλάκις γοῦν ἀναγέγραπται ὡς ἄρα τὸν βασιλέα Δαυὶδ πολλοὶ προσεκύνησαν, ἐπεὶ καὶ τοὺς ἄλλους τοὺς Ἰσραὴλ βασιλέας.

957

(n)

Ps 98,6
1 Οὐ περὶ μόνων τῶν ἀνδρῶν τούτων ταῦτα λέγεται, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐχόντων τὴν αὐτὴν αὐτοῖς ἀρετήν. καὶ ὅτι τοῦτο ἀλήθειά ἐστιν, ἐπίστησον τοῖς ἐν τῷ Ἱεζεκιὴλ γεγραμμένοις· γέγονε δὲ οὗτος ὁ προφήτης κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν. γέγραπται γοῦν ἐν αὐτῷ τῷ Ἱεζεκιήλ, λέγων ὁ
5θεὸς ἐν ταῖς πρὸς τὸν Ἰσραὴλ ἀπειλαῖς Ἐὰν ῥομφαίαν ἐπάξω ἐπὶ τῆς γῆς καὶ εὑρεθῶσιν ἐπ’ αὐτῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, ἐπὶ τούτους οὐκ εἰσελεύσεται ἡ ῥομφαία—καίτοι πρὸ μυρίων ἐτῶν γεγενημένων τῶν ἀνδρῶν ὧν μνημονεύει. ὁ μὲν γὰρ Νῶε πρὸ τοῦ κατακλυσμοῦ γεγένηται, Ἰὼβ δὲ πέμπτος ὢν ἀπὸ Ἀβραὰμ πρὸ πάνυ πολλῶν ἐτῶν τῆς προφητείας
10ὑπῆρξε. τί οὖν ἔχομεν περὶ τούτων εἰπεῖν ἢ ὅτι τοὺς τὰς αὐτὰς ἀρετὰς
ἔχοντας ὁμωνύμως αὐτοῖς ὠνόμασεν; εἰ δὲ τοῦτο οὕτως ἔχει, δῆλον ὅτι καὶ οἱ πιστοὶ θεράποντες γενόμενοι πάντες κατὰ Μωυσέα τυγχάνουσι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.216 in vol. 2

958

(n)

Ps 98,7
1 Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. καὶ ἐντεῦθεν μανθάνομεν κατὰ τὴν γραφὴν εἶναι τὸν καλούμενον συλληπτικὸν τρόπον, ὃς ἂν πλείονας ὠνόμασε τὰ τοῖς κατὰ μέρος προσόντα, ὡς περὶ πάντων ἀπαγγέλλει. μόνῳ γοῦν Μωυσῇ λαλήσαντος ἐν στύλῳ νεφέλης, περὶ πάντων αὐτὸ νῦν φθέγγεται.
5εὑρήσεις δὲ καὶ ἐν τῇ Πρὸς Ἑβραίους ἐπιστολῇ σχῆμα τοιαύτης διηγήσεως. ἀπαριθμηθέντων γὰρ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, τὰς τῶν κατὰ μέρος πράξεις ἢ πάθος συλλήβδην ἅμα λέγει περὶ πάντων Ἐπρίσθησαν ἐλιθάσθησαν, καὶ τὰ ἑξῆς. Τί δὲ βούλεται τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλεῖν, ἤδη κατανοητέον.
10μήποτ’ οὖν ἐπεὶ ὁ τοῦ θεοῦ λόγος βέβαιος καὶ ἀκλινής ἐστι, στῦλος εἰκότως καλεῖται ὡς τὴν καταδεξαμένην αὐτὸν ἐκκλησίαν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας εἶναι· ἀλλ’ ἐπεὶ καὶ πότιμος καὶ καρπῶν αἴτιός ἐστιν ὑετοῦ δίκην εἰς τὰς διανοίας τῶν ἀνθρώπων ἐρχόμενος, στῦλος νεφέλης ἐστι. Τάχα δὲ καὶ προεθεσπίζετο διὰ τούτου ἡ τοῦ σωτῆρος δεῦρο κάθοδος καθ’
15ἣν ἐπιβὰς κούφης νεφέλης εἰς Αἴγυπτον ἧκε τὸν περὶ γῆν τόπον. Τελείου δὲ ἀνδρὸς καὶ ἔχοντος πάσας τὰς ἀρετὰς τὸ πάντα τὰ μαρτύρια καὶ προστάγματα τοῦ θεοῦ φυλάσσειν.

959

(n)

Ps 99,2b
1 Ἀντίκειται τῷ ἐξελθεῖν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ τὸ εἰσελθεῖν ἐνώπιον. 〈ὡσ〉 τοίνυν ἐξελθὼν ὁ Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ οὐ τόπον καταλείψας ἐν ᾧ τὸ πρόσωπον τοῦ θεοῦ ἐν ἄλλῳ τόπῳ γεγένηται ἀλλ’ ἔρημος τῶν περὶ θεοῦ ὀρθῶν ἐννοιῶν γεγενημένος, ἔξω τοῦ προσώπου
5αὐτοῦ ἐχώρησεν, ἀπρονοησίαν καὶ ἀθεΐαν ἀσπασάμενος ὡς μηκέτι φαντασίαν ἢ ἔννοιαν ἔχειν ἐπιφανείας θεοῦ· οὕτω τὸ εἰσιέναι ἐνώπιον τοῦ κυρίου τὸ διὰ
νοήσεως ἡγεῖσθαι αὐτὸν παρόντα τυγχάνειν. ὁ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν θεασάμενος πάντα τὸν κόσμον ὑπερβὰς εἰς αὐτὴν τὴν περὶ θεοῦ νόησιν εἰσελήλυθεν, ὡς ἐνώπιον κυρίου217 in vol. 2
10διαπαντὸς ἑστάναι κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ.

960

(n)

Ps 99,4
1 Πύλαι τοῦ κυρίου αἱ κατ’ εἶδος ἀρεταὶ περὶ ὧν καὶ ἐν ἄλλοις εἴρηται Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, ἵνα ὑπερβάντες τὰς πύλας αὐτοῦ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐν τοῖς κατὰ θεολογίαν ὕμνοις εἰσεληλυθότες εὐχαρίστως ἐξομολογήσωνται τῷ θεῷ.

961

(n)

Ps 100,1b
1 Ὁ νῦν ᾄδων πραΰνει καὶ καταστέλλει τὰ ἤθη τῶν ἀκροατῶν, διὰ τῆς ᾠδῆς κριτὴν τὸν θεὸν τῶν πραττομένων ἀνθρώποις ὑμνῶν· εἶτ’ ἐπεὶ ἀκριβής ἐστιν αὐτοῦ ἡ κρίσις οὐ τὰ φανερὰ μόνον ἀλλὰ καὶ τὰ κρυπτὰ τῆς καρδίας ἐξετάζουσα, σὺν χρηστῇ προθέσει ἐπάγει αὐτήν. εἰ γάρ τοι πρὸς ἀξίαν τῶν
5ἔργων καὶ λόγων καὶ ἐνθυμημάτων ἡμῶν σκοπήσαι, ἄρδην ἀπολώμεθα· ἵν’ οὖν μὴ τοῦτο γένηται, πρὸ τῆς κρίσεως ἐλεεῖ· Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεται; ἀλλ’ ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν (πηγὴ γὰρ τυγχάνεις ἀγαθότητος καὶ ἐλεημοσύνης), θαρροῦμεν ὅτι ἐλέῳ καὶ κρίσει ἐξετάζοντός σου τὰ καθ’ ἡμᾶς σωτηρίας τευξόμεθα.

962

(n)

Ps 100,2a
1Τοῦ δὲ ὀρθῶς βιοῦντος καὶ ἄμωμον ὁδὸν ἔχειν βουλομένου οὐχ ἡ πρᾶξις
μόνη ἄμεμπτος εἶναι ὀφείλει ἀλλὰ καὶ ἡ σύνεσις καὶ ἡ περὶ τὰ δόγματα γνῶσις ἠκριβωμένη. ψάλλει γάρ τις κρούων τὸ ὄργανον ἐμμελῶς καὶ ἐναρμονίως, ὅπερ ἐστὶ τὸ σῶμα καθὰ πολλάκις εἴρηται, ἐπὶ τῷ ἀποτελεῖν ἀρίστους218 in vol. 2
5ἐνεργείας. καὶ σύνεσιν δὲ ἀναλαμβάνει, περὶ τῶν φρονητέων διανοούμενος. καὶ ἐπεὶ τέλος ἐστὶ τοῦ ἀμώμως πρᾶξαι καὶ νοῆσαι τὸ θεοῦ δέξασθαι παρουσίαν εἰς τὸν νοῦν καὶ τὴν διάνοιαν, ἐπήγαγεν εὐθὺς τὸ Πότε ἥξεις πρός με; ἐπὶ γὰρ τῷ ἥκειν σε πρὸς ἐμὲ καὶ οἰκῆσαι ὡς ἐν ἁγίῳ ναῷ παρ’ ἐμοὶ κατώρθωταί μοι τὰ προειρημένα.
10 Ῥηθείη δ’ ἂν καὶ πρὸς τῶν προαναφωνησάντων τὴν τοῦ σωτῆρος ἐνταῦθα ἐπιδημίαν Ἐψάλαμεν, συνήκαμεν τὰ θεσπισθέντα περὶ τῆς εἰς τὸν βίον φοιτήσεώς σου.

963

(n)

Ps 100,2b—4
1 Τῶν διαπορευομένων κατὰ τὰς τοῦ νοῦ ἐνεργείας, ὅσοι σὺν κακίᾳ κινοῦνται, ἐκτὸς ἑαυτῶν γίνονται ἐμπαθῶς τοῖς αἰσθητοῖς προσκεχηνότες. ἔθος γοῦν λέγειν τοὺς τοιούτους ἐκτὸς ἑαυτῶν καὶ ἐξεστηκότας εἶναι. ὁ δὲ σὺν ἀκακίᾳ τουτέστι σὺν ἀρετῇ κινούμενος περὶ τὰ πρακτέα καὶ φρονητέα πρὸς ἑαυτὸν
5κεκλικὼς στρέφεται· ὅλος τοῦ νοῦ καὶ τῆς ἐπιμελείας τοῦ ἔσω ἀνθρώπου γινόμενος, διαπορεύεται μεθ’ ἕξεως βελτίστης ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ. οἶκος δ’ ἑκάστου τῶν σπουδαίων ἣν κατορθοῦσιν ἀρετήν. ταύτῃ καὶ ὁ Ἰακὼβ οἰκῶν οἰκίαν μνημονεύεται, καὶ αἱ τῶν ἀφανῶν καὶ κεκρυμμένων θεωριῶν ζητητικαὶ ψυχαί, ἃς μαίας τῶν Ἑβραίων ὁ λόγος καλεῖ, φοβηθεῖσαι τὸν θεὸν τὰς ἐκ
10τῶν ἀρετῶν συγκληρουμένας οἰκίας οἰκοδομοῦσιν· ἃς καὶ σοφὰς γυναῖκας καθ’ ἕτερον λόγον καλῶν Σοφαί, εἶπε, γυναῖκες ᾠκοδόμησαν οἴκους. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· οὐ σκοπὸν ἔχω καὶ προκείμενον τέλος παρανομῆσαι. καὶ ἐροῦσί γε τὸ ἐγκείμενον Ἰωσὴφ Σουσάννα οἱ ἐν τῇ καμίνῳ τρεῖς παῖδες καὶ ὅσοι εἰς τὸ τάγμα τούτων
15συλλέγονται· ὅθεν φασὶ πρὸς τοὺς πολεμοῦντας αὐτοὺς καὶ διώκοντας· Οὐκ ἐκκρούεις με ἧς ἔχω προθέσεως, κἂν μυρία ἐπὶ μυρίοις σοφιζόμενος λέγῃς, κἂν ἀναρτᾷς τιμωρίας καὶ αὐτὸν τὸν θάνατον ἀπειλῇς. Ποιοῦντας παραβάσεις ἐμίσησα. ποιοῦντας παραβάσεις λέγει τοὺς ἁμαρτάνοντας· πᾶσα γὰρ ἁμαρτία παρακοὴ καὶ παράβασις τοῦ θείου γίνεται
20νόμου. ἡ συνήθεια δὲ τῶν ἀδελφῶν παραβάτας καλεῖ τοὺς Χριστὸν ἀρνησαμένους οὓς ἐπιτεταμένως μισεῖν προσήκει ἐχθροὺς τοῦ σωτῆρος ἑλομένους εἶναι· ὅθεν καὶ ἀκοινωνήτως ἔχειν πρὸς αὐτοὺς βουλόμενος ὁ λόγος φησίν Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πρὸς ἑτέροις ἁμαρτήμασι καὶ εἰδωλολάτρης ᾖ, τῷ τοιούτῳ μὴ συνεσθίειν. οὐ γὰρ περὶ τῶν καθάπαξ ἐθνικῶν τοῦτο ὁ219 in vol. 2
25ἀπόστολος γράφει, ὅς γε ἐν τῇ αὐτοῦ ἐπιστολῇ χαράττει Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες. εἰ οὖν οὐ κωλύει ἁλῶν κοινωνεῖν ἀπίστοις, ἀπαγορεύει δὲ συνεσθίειν μετὰ ὀνομαζομένου ἀδελφοῦ ὄντος εἰδωλολάτρου, φανερὸν ὅτι τὸν ἐκ χριστιανισμοῦ παραβεβηκότα ἐπὶ τῷ σέβειν εἴδωλα σημαίνει. καὶ τούτους οὖν
30τοὺς παραβάτας ποιοῦντας παραβάσεις μάλιστα μισητέον, οὐχ ᾗ ἄνθρωποι τυγχάνουσιν ἀλλ’ ᾗ εἰσι τοιοῦτοι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. γέγραπται ἐν τῷ Ἐκκλησιαστῇ Ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ. εἰ οὖν εὐθὴς γεγένηται τῷ κατ’ ἀρετὴν ἀρχῆθεν πεποιῶσθαι, πᾶσα κακία καὶ σκολιότης ἠθῶν μακρὰν αὐτοῦ ἐστιν. ὅστις οὖν
35διέμεινε τηρῶν τὴν εὐθύτητα καὶ τὴν πρὸς θεὸν ὁμοιότητα, ταύτην προφέρει τὴν φωνήν, δεικνὺς τὴν σκαμβὴν καὶ τὸ ὀρθὸν ἀπολέσασαν νόησιν μὴ κατάλληλον ἡμῖν οὖσαν ἀλλ’ ἔξωθέν ποθεν ἐπερχομένην, ὅταν ἡμεῖς αὐτὴν ἐπισπασώμεθα τὸ εὐθὺ ἀποβάλλοντες. Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. ἐκκλίνει ὁ πονηρὸς
40διάβολος ἀπὸ παντὸς τηροῦντος τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ. Ἰούδας γοῦν ἐπεὶ μὴ ἐφυλάξατο τόπον αὐτῷ παρασχεῖν, οὐκ ἐξέκλινεν ἀπ’ αὐτοῦ, ἀλλὰ πρότερον βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ ἐνθυμήσεις ἐναγεῖς, ὕστερον καὶ εἰς αὐτὸν ὅλον τὸν Ἰούδαν εἰσελθὼν ἐνήργει τὰ τῆς πονηρίας ἑαυτοῦ, ὡς αἰσθήσει καὶ γνώσει τὸν Ἰούδαν εἰδέναι συνόντα αὐτῷ τὸν πονηρόν. κατὰ γὰρ πονηρίαν
45καὶ αὐτὸς ὁ παραδεξάμενος τὸν πονηρὸν πεποίωται, ἀλλ’ ὁ νῦν ψάλλων, καρδίαν σκαμβὴν οὐκ ἔχων εἰς ἣν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ θεοῦ καὶ τῶν τοῦ θεοῦ ἐπεπλήρωτο ὡς μὴ ἔχοντα τὸν πονηρὸν τόπον παρ’ αὐτῷ ἐκκλίνειν ἀπ’ αὐτοῦ. ψάλλει γοῦν λέγων Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον, τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν

963

(50)

αὐτοῦ ἔσχον παρ’ ἐμοί. Τάχα δὲ καὶ τὴν εὐτέλειαν αὐτοῦ παραστῆσαι βουλόμενος τὴν τοιαύτην προσηγάγετο φωνήν, εἰωθότων τῶν μεγαλοψύχων καὶ εὐτελιζόντων τὰ ἀσθενῆ καὶ μηδὲν ὄντα λέγειν περὶ αὐτῶν Οὐδὲ εἰ ἔστιν οὐδὲ εἰ ἄπεστιν οἶδα. πονηρὸς δὲ οὗτος μετὰ τοῦ ἄρθρου ἀεὶ ἐν τοῖς παιδεύμασι καλεῖται τῷ
55ὑπεραίρειν ἐν πονηρίᾳ καὶ δι’ ἀπάτης ποιεῖν πονηροὺς τοὺς αὐτῷ πλησιάζοντας.220 in vol. 2

964

(n)

Ps 100,8
1 Ἐπεὶ κατὰ τὸ ῥητὸν τοῦτο γενέσθαι ἀμήχανον (οὐδεὶς γὰρ δυνήσεται πάσης τῆς γῆς τοὺς ἁμαρτωλοὺς ἀνελεῖν, κἂν πάσης αὐτῆς βασιλεὺς ᾖ), ἀληθεύει δὲ ὁ τὰ προκείμενα λέγων, ἄλλην γῆν θεωρητέον ἧς πάντας τοὺς ἁμαρτωλοὺς ἀποκτέννει οὐκ ἄλλῳ ἢ τῷ ἑωθινῷ καιρῷ. λέγεται τοίνυν γῆ
5τὸ σῶμα καὶ τὰ περὶ ἡμᾶς ὑλικὰ πάντα, ἁμαρτωλοὶ δὲ τῆς γῆς ταύτης αἱ αἰσχραὶ καὶ ἀκόλαστοι ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἄλλα πάθη. ὅταν οὖν ἰσχύσας ὁ λογισμός, ἀνατείλαντος αὐτῷ τοῦ ἡλίου τῆς δικαιοσύνης ὡς ἡμέρας πνευματικῆς ἀρχὴν αὐτῷ γενέσθαι, τὸ τηνικαῦτα νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πᾶσαν ἐπιθυμίαν κακὴν καὶ τὴν
10πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία ἐρεῖ τὴν προκειμένην ἐπὶ νίκης φωνήν, οὐχ ἑαυτῷ διδοὺς τοσοῦτον τὸ ἀνῃρηκέναι τοὺς πολεμίους ὅσον τῷ ἀληθινῷ φωτὶ τῷ διὰ φωτισμοῦ συνεργήσαντι αὐτῷ. Εὖ δὲ καὶ τὸ πληθυντικῶς τὰς πρωΐας εἰπεῖν. καθ’ ἕκαστον γὰρ ἁμαρτωλὸν τῆς γῆς ἡμέρας αὐτῷ ἀρχομένης, ἀνῄρει τοῦτον τῷ ζῆν καὶ ἐνεργεῖν τοὺς
15ἁμαρτωλούς· ἔνθα ἀγνοίας καὶ κακίας νύξ· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθύοντες νυκτὸς μεθύουσι. παρέρχεται δὲ καὶ τὸ τέλος· λαμβάνει αὐτὸ ἡ νύξ, ἀνατείλαντος τοῦ φωτὸς τοῦ ἀληθινοῦ. πολλάκις δ’ ἀνατέλλων ἐν αὐτῷ πολλὰς πρωΐας ποιεῖ, ἐν αἷς καὶ ἀποκτέννει πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ἵστανται δὲ αὐτῷ οἱ φωτισμοὶ οὐ μέχρι τῶν πρωϊῶν·
20διὸ καὶ μετὰ τὰς πρωΐας ἡμερῶν μακρῶν καὶ πολλῶν ἀπολαύων καὶ μακροήμερος καὶ πολυήμερος ἔσται. καὶ περὶ ἄλλου ἁγίου ἐν εὐλογίας τρόπῳ λέγεται Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν. Πόλις δὲ κυρίου ὄντος βασιλέως μεγάλου Ἱερουσαλὴμ λέγεται, ἑρμηνευομένη εἰρήνης ὅρασις. πᾶσα οὖν ψυχὴ τὸν ἐκ κακιῶν καὶ παθῶν καὶ
25〈ἀγνοίασ〉 καθαιροῦσα πόλεμον ἐν ὁράσει τῆς εἰρήνης τὰ πάντα νοῦν ὑπερεχούσης γίνεται, λαμβάνουσα χάριν καὶ εἰρήνην ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· διὸ καὶ πόλις θεοῦ Ἱερουσαλὴμ χρηματίσει. Ἐν ταύτῃ τῇ τοῦ θεοῦ πόλει τῆς γῆς οἱ ἁμαρτωλοὶ ἀνιόντες ἀνομίας ἐργάται γίνονται. τῶν γὰρ ἐν αὐτῇ κακιῶν τὰς ἀφορμὰς ἐκ τῶν τῆς σαρκὸς
30παθημάτων ἔχει ἡ ψυχή. ἐὰν οὖν τις ἰσχύσῃ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τὸν εἰρημένον τρόπον, ἐξολοθρεύσει ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. νεκρωμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ γῆς ὑπωπιαζομένου καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐκέτι οἷαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς
35τῇ ψυχῇ τοὺς σπεύδοντας δι’ ἡδονῆς 〈ἀπόλαυσιν〉 τὴν ἀνομίαν ποιεῖν.221 in vol. 2

965

(n)

Ps 101 arg
1 Πᾶς ὁ αἰτούμενός τι, οὐκ ἔχων ὃ αἰτεῖται ἐπὶ τῷ τυχεῖν τούτου ἐρχόμενος διὰ τῆς αἰτήσεως, πτωχός ἐστι. πᾶς οὖν προσευχόμενος θεῷ ἀγαθῶν αἰτεῖται μετουσίαν, ταύτην ἐξ ἑαυτοῦ ἔχειν οὐ δυνάμενος· ὅθεν καὶ πάντες πρὸς θεὸν πτωχοί. εἰ καὶ μέγας οὖν ἦν καὶ βασιλεὺς ὁ Δαυίδ, ἐν τοῖς ἐκ θεοῦ διδομένοις
5πτωχὸς ἦν· ὅθεν γνοὺς ἑαυτὸν πολλῶν ἢ πάντων τῶν ἐκ θεοῦ χορηγουμένων λειπόμενον ἀκηδίας ἀναπίμπλαται ὡς σφόδρα ἀθυμῆσαι. εἶτα μετὰ τὸ οὕτως διατεθῆναι ἐκχεῖ ἐνώπιον κυρίου τὴν δέησιν αὐτοῦ, αἰτούμενος παρὰ τοῦ διδόντος τὰ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. ὁ γὰρ μὴ ταῦτα ἀλλὰ τὰ τῶν προσκαίρων αἰτῶν οὐκ ἔχει παρρησίαν ἐνώπιον κυρίου ἐκχεῖν τὴν δέησιν
10αὐτοῦ δι’ ἐμπαθῆ προαίρεσιν.

966

(n)

Ps 101,2
1 Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν θεὸν καὶ τὴν παράκλησιν, ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ ἃ καὶ τῷ θεῷ πρέπον διδόναι καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν.
5 Εἴρηται δὲ ἤδη περὶ κραυγῆς τῶν ἁγίων ὑμνούντων θεὸν καὶ εὐχομένων αὐτῷ μεγαλοφώνως, ὅτι ἐστὶν οὐχ ἡ ἐν προφορᾷ ἀλλ’ ἡ τῆς νοήσεως ἐπίτασις.

967

(n)

Ps 101,3
1 Ἀποστρέφει δὲ ὁ θεὸς τὸ πρόσωπον ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν ἃ πρέπει θεῷ χαρίζεσθαι καὶ αὐτοῖς λυσιτελεῖν λαβεῖν, ἢ τῷ μὲν ἃ ἁρμόζει θεῷ παρέχειν αἰτεῖσθαι, μὴ μὴν αὐτούς πω καιρὸν ἔχειν τοῦ ὠφελίμως χωρῆσαι
5ταῦτα· εἰσὶ δὲ καὶ οἱ ἐπὶ τῷ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. ὁ ἅγιος οὖν παρακαλεῖ λέγων· Μὴ εἴη τοιαῦτά με αἰτῆσαι ἐφ’ οἷς ἀνανεύσας ἀποστρέφεις ἀπ’ ἐμοῦ τὸ πρόσωπον· εὔχομαι δὲ οὐχ ὅπως μὴ θλιβῶ (ἀδύνατον
γὰρ τοῦτο) ἀλλ’ ὅπως θλιβούμενος μὴ ἡττηθῶ καὶ ὅπως τῂ ἐλπίδι χαίρω ὑπομένων τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. Ἡ γὰρ θλῖψις ὑπομονὴν222 in vol. 2
10κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.

968

(n)

Ps 101,4—6
1 Φρύγιον ἔνθα εἰώθασι τὰ φρυγόμενα ἐπιτιθέναι σφόδρα πεφρυγμένῳ διὰ τὸ ἀεὶ ὑποκαίεσθαι. ἐκλείπει δὲ καπνός, πυρὸς σβεννυμένου, ὑφεστηκὼς εἰς ὅσον ἐνεργεῖ τὸ πῦρ ᾧ αὐτός τις ἄρα ἀκολουθεῖ. ἵν’ οὖν καὶ 〈αἱ〉 ἡμέραι μὴ ἐκλείπωσιν (οὐ γάρ μοι πρὸς καλοῦ ἔσται τὸ σβεσθῆναι τὸ φῶς ἀπ’ ἐμοῦ τὸ ποιητικὸν τῶν
5ἡμερῶν μου), παράγαγε τὰ θλιβερά· εἰ γὰρ ἐπιμένοιεν, αἴτια γενήσεται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ἔτι μᾶλλον συμφρύξειε παραμένοντα. εἴρηται δὲ πολλάκις ὀστᾶ εἶναι τοῦ ἔσω ἀνθρώπου τὰ εὔτονα τῶν δογμάτων καὶ αἱ στερρόταται τῆς ψυχῆς δυνάμεις ἃ καὶ συμφρύγεται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως.
10 Ξηρανθῆναι δὲ αὐτοῦ τὴν καρδίαν φησὶν οὐδὲν ἱλαρὸν οὐδ’ ἐφ’ ᾧ ἔστιν ἔχειν θυμηδίαν κεκτημένην. γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον ὡς μηκέθ’ οἷόν τε εἶναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῷ τιμιωτέρᾳ οὐσίᾳ αὐτοῦ ἄρτον τρέφεσθαι. τούτου γὰρ τοῦ ἄρτου μεταλαμβάνειν ἔστι μὴ περιελκόμενον μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. εἰς τοσοῦτον δέ φησι μὴ
15τετράφθαι τοῦτον τὸν ἄρτον καὶ λήθην ἔχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν ὡς ἐκ τῆς φωνῆς αὐτοῦ μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου διὰ τὴν πολλὴν προσγινομένην ξηρασίαν, ἀναποθείσης πάσης τῆς παρεσπαρμένης
20τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. αὕτη γὰρ ἡ ὑγρότης ὅτε μοι παρῆν πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς τὴν μέσην σαρκὸς καὶ ὀστέων ἔχουσαν χώραν.

969

(n)

Ps 101,14
1 Οἰκτειρήσεις γὰρ τὰ πεπονθότα, ἐπεὶ θεὸς ὑπάρχεις ὁ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. ἔσται δὲ καιρός τις τούτων ἐν ᾧ πληρωθήσεται τὰ περὶ τῆς Σιὼν ἐπηγγελμένα· τίς δὲ οὗτος ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς ὁ τῆς ἀναστάσεως, ὦ κύριε; προφητεύειν δ’ αὐτὸν223 in vol. 2
5οἶμαι ἐν τούτοις τοῦ θεοῦ λόγου, αὐτοῦ δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν εἰς ἀνθρώπους θεοφάνειαν αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. ἔνθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν.

970

(n)

Ps 101,14
1 Διὰ τί δὲ μόνης μέμνηται τῆς Σιών; ὅτι προηγουμένως οὐκ ἐλήλυθεν εἰ μὴ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. ἅπαξ δὲ εἰς τὸν κόσμον ὑπὲρ τῶν ἰδίων ἐλθών (λαὸς γὰρ αὐτοῦ ἐχρημάτιζον διὰ τοὺς πατέρας), οὐδένα τῶν ἐν τῷ κόσμῳ παρόψεται, ἀλλὰ σὺν τοῖς ἰδίοις ἅπαντα τὸν κόσμον
5ζωοποιήσει.

971

(n)

Ps 101,16.17
1 Εἰσαγομένων τὸ φοβεῖσθαι τὸ ὄνομα κυρίου, τελειωθέντων δὲ τὸ αὐτὸν φοβεῖσθαι τὸν δεσπότην (Οὐκ ἔστι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν), ἀμέλει καὶ τῆς θεοσεβείας ἀρχόμενοι πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. μετὰ γὰρ τὴν εἰς τὴν προσηγορίαν αὐτοῦ πίστιν αὐτῷ τῷ θεῷ πιστεύουσι καὶ
5τῷ Χριστῷ αὐτοῦ, πίστιν εἰς δικαιοσύνην λελογισμένην καθ’ ἣν ἐκ θεοῦ γεννηθήσεταί τις πᾶς προπιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται. τέλειον δὲ τὸ ἐκ θεοῦ γεγεννῆσθαι· διὸ καὶ ἀναμαρτησία ἕπεται τῇ ἐξ αὐτοῦ γεννήσει. Τῶν δὲ ἐθνῶν φοβηθέντων τὸ ὄνομα κυρίου, οἱ ὑπεραναβεβηκότες τὰ ἔθνη,
10νοητῶς τυγχάνοντες βασιλεῖς τῷ ἀπολεληφέναι ἀφροσύνην ἵνα εἰς τὸν αἰῶνα βασιλεύσωσι, φοβοῦνται τὴν δόξαν τοῦ κυρίου πλεῖον οὖσαν ἢ τὸ ὄνομα αὐτοῦ,
ὡς εἶναι μεταξὺ τῶν φοβουμένων τὸ ὄνομα κυρίου καὶ τὸν κύριον αὐτὸν τοὺς φοβουμένους τὴν δόξαν αὐτοῦ βασιλεῖς κατὰ αὐτὰ βασιλεύοντας Κορινθίοις οἷς γράφει ὁ Παῦλος Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε,224 in vol. 2
15ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδημίαν ᾠκοδόμησε κύριος τὴν Σιών, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται σὺν τῇ δόξῃ αὐτοῦ. ἢ καὶ οὕτως· γενόμενος σὰρξ ὁ λόγος καὶ σκηνώσας ἐν ἡμῖν ᾠκοδόμησε τὴν ἐκκλησίαν πνευματικῶς Σιὼν ὀνομαζομένην· ὀφθήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν
20αὐτοῦ θεασώμεθα τὴν δόξαν αὐτοῦ, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.

972

(n)

Ps 101,19b.20a
1 Ἐκτίσθη γὰρ τὰ ἔθνη πιστεύσαντα τῷ κυρίῳ κατὰ τὸ προσεληλυθέναι τῇ θεοσεβείᾳ· Ὥστε γὰρ εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· καὶ ἐν αὐτῷ τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐκ περιτομῆς καὶ ὁ ἐξ ἐθνῶν, εἰς ἕνα καινὸν ἄνθρωπον. τὸ γὰρ τῆς κτίσεως ὄνομα οὐκ οὐσίωσιν ἀλλ’ ἀλλοίωσιν ἢ μετασκευασμὸν
5σημαίνει. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, λέλεκται. εἰ δὲ τοῦτο ἐπὶ πολλῶν τὸ σημαινόμενον, καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς τὰ ἔργα αὐτοῦ οὐκ οὐσίωσιν σημαίνει τοῦ λέγοντος προσώπου· οὐ γὰρ καθάπαξ ἐκτίσθη ἀλλ’ εἰς ἀρχὴν ὁδῶν θεοῦ τῶν εἰς ἔργα αὐτοῦ· τὸ δὲ ἀρχήν τινων κτισθῆναι σχέσιν ἀλλ’ οὐκ οὐσίωσιν δηλοῖ.
10 Ὁ οὕτως οὖν κτιζόμενος λαὸς αἰνέσει τὸν κύριον, εἰς γνῶσιν τοῦ ἑνὸς θεοῦ ἐρχόμενος. εὖ δὲ καὶ τὸ Κτιζόμενος εἶπεν· εἰ γὰρ οὐσίωσιν ἐμφῆναι ἠβούλετο, καὶ λαὸς ὁ κτισθεὶς εἶπεν ἄν· οὐ γὰρ ἀεὶ ἐν τῷ οὐσιῶσθαι ἀλλ’ ἐν τῷ μετασκευάζεσθαι καὶ ἀλλοιοῦσθαι μένειν δυνατόν. Ἡ δὲ αἰτία τοῦ κτίζεσθαι τὸν λαὸν καὶ αἰνεῖν τὸν κύριον παρίσταται ἐν τῷ
15Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. συγκαταβαίνων γὰρ ἡμῖν ἐν τῷ δούλου μορφὴν εἰληφέναι καὶ μέχρι θανάτου ἐφθακέναι ἐξέκυψεν ἐξ ὕψους ἁγίου
αὐτοῦ, οὐδὲ τοῦ ἅγιος οὐδὲ τοῦ ὑψηλὸς εἶναι παυσάμενος.225 in vol. 2

973

(n)

Ps 101,20b.21
1 Ἀσώματος καὶ νοερὰ οὐσία, μᾶλλον δὲ ὑπὲρ ταῦτα ὁ κύριος ὤν, οὐκ ἐν τόπῳ ἐστὶ τοῦ ἀσωμάτου μὴ περιοριζομένου τόπῳ τῷ ἀπερίγραφον καὶ ἐκτὸς περάτων εἶναι. ἐπειδὴ δὲ πρὸς ἁπάντων τῶν παρ’ αὐτοῦ γινομένων καὶ διοικουμένων πεφοίτηκε τῇ δυνάμει (Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι’
5αὐτοῦ ἐγένετο), διατρίβει δὲ ἐν τοῖς βελτίοσι καὶ κρείττοσι μέρεσι τοῦ κόσμου. εἰ λέγεται κατὰ τὸ Ὁ κατοικῶν ἐν οὐρανοῖς καὶ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐχ ὡς περιεχόμενον τόποις αὐτὸν ἡγούμεθα, ἀλλὰ τίθεμεν ἀφάτῳ δυνάμει παρεῖναι αὐτὸν τοῖς αὐτοῦ ἔργοις· διὸ ἐν τοῖς διαφέρουσι τοῦ κόσμου μορίοις τοῖς οὐρανοῖς εἴρηται εἶναι. καὶ γὰρ ἡ πάντων διάνοια ταύτην πως
10ἔχει τὴν ἔννοιαν. Ἐπεὶ οὖν τὸν εἰρημένον τρόπον ὁ θεὸς ἐν οὐρανῷ τυγχάνων ἐπιβλέπει ἐπὶ τὴν γῆν τῷ καὶ τῶν τῇδε προνοεῖσθαι πρὸς αὐτοῦ γεγενημένων, ὀρθότατα εἴρηται Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. καὶ τὴν πρόφασιν δι’ ἣν τοῦτο ποιεῖ ὁ λόγος ἐπήγαγεν εὐθὺς εἰπὼν Τοῦ ἀκοῦσαι τῶν στεναγμῶν τῶν
15πεπεδημένων. στενάζουσι γὰρ ἐκ μετανοίας οἱ τὰ δεσμὰ καὶ τὰς πέδας τῆς κακίας φέροντες. ὅτε μὲν γὰρ σὺν ἡδονῇ ἔπραττον τὸ κακόν, κοῦφον ὑπελάμβανον αὐτὸ καὶ ἡδέως ἔφερον τὰς κατ’ αὐτὸ πέδας· ὁπηνίκα δὲ τῶν πράξεων τῆς κακίας ἀνεχώρησαν, βαροῦνται ὑπ’ αὐτῆς τῆς χειρίστης ἕξεως πεπεδημένοι· διὸ καὶ στενάζουσι πρὸς τὸν δυνάμενον λύειν πεπεδημένους.
20 Λύει δὲ καὶ τοὺς υἱοὺς τῶν τεθανατωμένων ἐπιβλέπων ἐπὶ τὴν γῆν ὁ κύριος, τουτέστι τοὺς γεννηθέντας ἀπὸ τῶν πραξάντων τὴν πρὸς θάνατον ἁμαρτίαν καὶ διὰ τοῦτο ἀποτεθνηκότων. καὶ εἶεν οὗτοι οἱ ἀπὸ τῶν ἐθνῶν ἐρχόμενοι, ἁμαρτωλῶν καὶ δυσσεβῶν πατέρων ὄντες ἀπόγονοι οὓς καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας· ὧν τοὺς υἱοὺς ἐλευθερώσας τῶν ἁμαρτημάτων
25ἔλυσε τῶν πικρῶν δεσμῶν διὰ τοῦ τῆς ἀναγεννήσεως μυστηρίου. Δυνατὸν δὲ χρήσασθαι τούτοις τοῖς δύο στίχοις πρὸς τοὺς ἐν τοῖς διωγμοῖς πεπεδημένοις διὰ τὸν Χριστοῦ λόγον καὶ τοὺς υἱοὺς τῶν διὰ μαρτυρίαν τῆς ἀληθείας τεθανατωμένων.

974

(n)

Ps 101,22
1 Ἡ γὰρ σκοπευτικὴ ψυχὴ Σιὼν τυγχάνουσα ἕξει τοὺς ἀπαγγέλλοντας αὐτῇ διδασκάλους τὸ ὄνομα κυρίου, ἀπαγγέλλοντας δὲ καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν τῇ διὰ τὸ ὁρᾶν τὴν εἰρήνην χρηματιζούσῃ Ἱερουσαλὴμ διανοίᾳ. εἰ δὲ Σιὼν καὶ Ἱερουσαλὴμ κατηγοροῖτο τῆς ἐκκλησίας διὰ τὸ σκοπεῖν τὰ κρείττονα καὶ226 in vol. 2
5ὁρᾶν τὴν εἰρήνην ἐν τῷ εἱρμῷ καὶ τῇ συμφωνίᾳ τῶν δογμάτων, εἰκότως καὶ ἐν τῇ οὕτως καλουμένῃ Σιὼν ἀναγγελθείη τὸ ὄνομα κυρίου καὶ ἡ αἴνεσις αὐτοῦ ἐν τῇ οὕτω προσαγορευθείσῃ Ἱερουσαλήμ.

975

(n)

Ps 101,24.25a
1 Τίς ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ οὐ συνεμφαίνει ἡ λέξις. μήποτ’ οὖν τὸν κτιζόμενον λαὸν ἐπὶ τῷ αἰνέσαι κύριον λέγει· ἤ, ὅπερ μᾶλλον, τὸν ἐπὶ τῇ προγραφῇ πτωχὸν ἀκηδιῶντα καὶ ἐνώπιον κυρίου ἐκχέοντα τὴν δέησιν αὐτοῦ ἡγητέον εἶναι τὸν ἀποκρινόμενον, οὐ φωνῇ καὶ προφορᾷ ἀλλ’
5ἐν ὁδῷ ἰσχύος αὐτοῦ ἰσχυρῶς καὶ μετ’ εὐτονίας ὁδεύοντα τὴν τῶν κατ’ ἀρετὴν πράξεων ὁδόν. οὕτως γὰρ μόνως πραγματικῶς ἀλλ’ οὐ φωνῇ ἔστιν ἀποκρίνασθαι θεῷ. Φησὶ δέ· Ἐπεὶ πολλὴν ἔχω προθυμίαν κατορθῶσαι ἅ μοι ἐνετείλω καὶ θεωρῆσαι τὰ τῆς ἀκραιφνεστάτης σου ἀληθείας δόγματα, πολλοῦ δέ μοι
10χρόνου χρεία πρὸς τὸ ἐν τούτοις τελειωθῆναι, ἱκετεύω τὴν ἀγαθότητά σου ἀναγγειλαί μοι τὴν ὀλιγότητα τῶν ἡμερῶν τῶν παρεκτεινουσῶν τῇ μετὰ σαρκός μου ζωῇ, ἵν’ ὅσα δύναμαι συντόνῳ προσευχῇ ἐμαυτὸν ἐπιδιδοὺς κατορθώσω· ὅθεν καὶ τοῦτο ἀξιῶ Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν. Ἐν ἡμίσει δὲ ἡμερῶν ἀνάγεται ὁ μὴ τελείως μηδὲ ὡς δεῖ ἐνταῦθα
15καρποφορήσας κατὰ τὴν ἀρετήν. οὐκ ἐν χρονικῷ δὲ διαστήματι τοῦτο μετρεῖται, ἐπεὶ τότε πλήρης ἡμερῶν κατὰ τὸν Ἀβραὰμ παραλαμβάνομαι, ὅταν τελειωθῶ μετὰ τῆς γνώσεως τῆς ἀληθείας καὶ τῶν ἀρετῶν. τότε γὰρ ἀνάλαβέ με, ὅταν ἐπιλάμψαντός μοι τοῦ ἀληθινοῦ φωτὸς πασῶν ἡμερῶν πλήρης γένωμαι, πράξαντός μου ἐκεῖνα κατ’ ἀρετὴν καὶ φρονήσαντος ὅσα
20ἐνδέχεται γενέσθαι παρὰ πάντα τὸν τῆς ζωῆς μου χρόνον.

976

(n)

Ps 101,26—29
1Καὶ πρὸ βραχέος ἐσημειωσάμεθα ὡς πρὸς Χριστὸν εἰρημένων τῶν προ‐
κειμένων λέξεων ὑπὸ Παύλου ἐν τῇ Πρὸς Ἑβραίους ἐπιστολῇ. ὃ οὖν λέγει ὁ ψάλλων τοιοῦτόν ἐστι· καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, τουτέστιν ἅμα τῷ οὐσιωθῆναι αὐτὴν πεποίηκας συμφώνως τῷ Ἐν ἀρχῇ227 in vol. 2
5ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. δύναται τὸ κατ’ ἀρχὰς κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων πάντων τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγονέναι οὐδενὸς προτέρου αὐτῆς ὄντος. φαίνεται γὰρ οὐκ ἀρχὴ ἀλλὰ κατά τινας προεπινοουμένας αὐτὰς ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. εἴρηται καὶ τῷ Ἰὼβ ὑπ’ αὐτοῦ τοῦ κυρίου ὡς θεμελιώσαντος τὴν γῆν Ποῦ
10ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; θεμελιοῦντος δὲ τοῦ κυρίου δι’ οὗ τὰ πάντα γεγένηται τὴν γῆν, καὶ περὶ τοῦ πατρὸς λέγεται Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. καὶ τὸ εἰρημένον δὲ περὶ θεοῦ Κρεμάζων γῆν ἐπ’ οὐδενὸς ἐμφαίνει τὴν ἐν τῷ μεσαιτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. Ἀλλὰ πρὸς τῷ θεμελιῶσαί σε τὴν γῆν καὶ οἱ οὐρανοὶ ἔργα τῶν χειρῶν
15σού εἰσι, τῶν ἐνεργητικῶν σου δυνάμεων χειρῶν ὀνομαζομένων. ἐπεὶ γὰρ τῶν παρ’ ἡμῖν τεχνιτῶν χερσὶν ἐργαζομένων τὰ ἔργα παρίστησι γνησίως αὐτοὺς ταῦτα πεποιηκέναι, τὸ κυρίως ἔργα τοῦ θεοῦ τὰ κτίσματα εἶναι παρίσταται διὰ τὸ χειρῶν αὐτοῦ ἔργα λέγεσθαι. Τῶν δὲ κτισμάτων ἀλλοιουμένων διὰ τὸ παράγειν τὸ σχῆμα τοῦ κόσμου
20τούτου, σὺ διαμένεις ὡσαύτως οὐ πεφυκὼς ἀλλοιοῦσθαι ἢ μεταβάλλεσθαι. κτισμάτων γὰρ ἴδιον τοῦτο τὸ καὶ τὴν οὐσίωσιν αὐτοῖς ἀπὸ τροπῆς ἦρχθαι. Ἑξῆς γοῦν φησι τὸ Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, παλαιουμένων πάντων τῶν ὑπὸ χρείαν. τὰ γὰρ χρονικὴν ἀρχὴν ἐν τῷ 〈γίνεσθαι〉 λαβόντα, πολλοῦ χρόνου παρατρέχοντος, παλαιοῦται. ἀλλ’ ὅρα μὴ ἀπατηθῇς περὶ θεοῦ
25ἀκούων ἐν Δανιὴλ τὸ Παλαιὸς ἡμερῶν. ἐνταῦθα γὰρ οὐ τὸ πεπαλαιῶσθαι δηλοῖ ἐκ πλήθους ἡμερῶν ἀλλὰ τὸ ἀρχαῖος καὶ παλαιὸς τῶν ἡμερῶν εἶναι· ὡς ἴσον τὸ ἐν Ψαλμοῖς δύναται τὸ φάσκον Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὕτω καὶ Πρὸ τῶν ἡμερῶν τουτέστι πρὸ παντὸς χρόνου παλαιὸς καὶ ἀρχαῖός ἐστι. τῶν οὐρανῶν δὲ ἡ παλαιότης οὐ τὸ πρὸ χρόνου ἀλλ’ ἐν χρόνῳ αὐτοὺς
30εἶναι δηλοῖ. οὗτοι δὲ ὡς ἱμάτιον παλαιούμενοι ἑλιγήσονται καὶ ὡς περιβόλαιον ὑπὸ τοῦ αὐτοὺς πεποιηκότος ἑλιγήσονται ἐπὶ τῷ ἀλλαγῆναι καὶ μεταστοιχειωθῆναι. τὸ δὲ παλαιοῦσθαι καὶ ἑλίσσεσθαι αὐτοὺς σημαίνει παρεληλυθέναι τὴν χρείαν καθ’ ἣν συνέβαλλον τὸ τῇ παρούσῃ διακοσμήσει. ὡς γὰρ τὸ περιβόλαιον ἑλίσσεται μετὰ τὸ πληρῶσαι τὴν χρείαν, οὕτως ἐπεὶ καὶ τῶν οὐρανῶν ἅμα τῇ
35γῇ πάλιν ἀναστοιχείωσις ἔσται μετὰ τὸ παρελθεῖν αὐτὰ κατὰ τὸν λέγοντα σωτῆρα Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, εἰκότως εἴρηνται ὡσεὶ
περιβόλαιον ἑλίσσεσθαι. Τῇ ἑλιγῇ γοῦν αὐτῶν ἐπιφέρεται τὸ Καὶ ἀλλαγήσονται. καὶ ἐν Ἡσαΐᾳ δὲ εἴρηται Ἑλιγήσεται ὁ οὐρανὸς ὡς βίβλιον.228 in vol. 2
40 Τούτων δέ, φησὶν ἐν ταυτότητι, μὴ μενόντων ἐπιλείψει τὰ ἔτη ποτέ. σοῦ δέ, ὦ δέσποτα, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος οὔτε ἤρξατο οὔτε ἐπιλείψει τὰ ἔτη· Ἐν γενεᾷ γὰρ καὶ γενεᾷ τὰ ἔτη σου. ἀλλ’ ὅρα μὴ χρονικῶς ἐκλαβεῖν τὰ ἔτη θελήσεις· ἄχρονος γὰρ περὶ οὗ ταῦτα λέγεται. μὴ ἐκλείπειν δὲ αὐτοῦ εἶπε τὰ ἔτη τῷ ἐπ’ ἄπειρον τὴν ὕπαρξιν αὐτοῦ μένειν ἀφθάρτου
45ὄντος καὶ μόνου ἀθανασίαν ἔχοντος. Υἱοὺς δὲ δούλων τοῦ θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν πολιτείας. ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο τῷ κατὰ προφητικὴν ἕξιν ἴσως γεγενῆσθαι παρ’ αὐτῶν. καὶ Παῦλος γοῦν Χριστοῦ δοῦλος ὢν υἱοὺς εἶχε Σιλουανὸν καὶ Τιμόθεον καὶ τοὺς τούτοις

976

(50)

παραπλησίους. Σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. κατα‐ σκηνώσουσιν οὖν σὺν Παύλῳ ἐν ταῖς σκηναῖς ταῖς ἐπουρανίαις οἱ προειρημένοι αὐτοῦ παῖδες, ἅμα αὐτοῖς καὶ τοῦ σπέρματος αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνομένων.

977

(n)

Ps 102,1bc
1 Ἄλλοι δέ φασιν τὸν σύνθετον ἄνθρωπον πολλάκις ὡς περὶ ἄλλων ἑαυτοῦ λέγειν Ἡ ψυχή μου Τὸ σῶμά μου. καὶ Παῦλος γοῦν οἶδε τὴν χρῆσιν ταύτην, ὅπου μὲν λέγων Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅπου δὲ ὑπωπιάζων Τὸ σῶμά μου. φασὶ δὲ οὕτως ἐκλαμβάνοντες ὥσπερ
5λέγομεν δῆμον καὶ ἄρχοντας καὶ ἐπιμελητὰς τῆς πόλεως οὐ πάντῃ ἑτέρους ὄντας αὐτῆς (ἐξ αὐτῶν γὰρ συμπληροῦται), ἀλλ’ ὅτι ἕκαστον τάγμα ἄλλο τῆς ὅλης πόλεώς ἐστιν (οὐ γὰρ οἱ ἄρχοντες μόνοι ἡ πόλις οὐδὲ ἰδίᾳ οἱ βουληταὶ αὐτῆς οὐδ’ αὖ ὁ δῆμος καθ’ ἑαυτόν), τῷ ἅμα πάντας τὴν πόλιν εἶναι—οὕτως, εἰ καὶ μὴ ἄλλος ὁ σύνθετος ἄνθρωπος παρὰ τὴν ψυχὴν καὶ τὸ
10σῶμα (ἐξ αὐτῶν γὰρ τούτων συντέθειται), ἀλλά γε τοῦ ὅλου ἡ ψυχὴ λέγεται ὡς ἄλλη αὐτοῦ. Ἀσύνθετος οὖν ἐστιν ὁ παρορμῶν τὴν ἑαυτοῦ ψυχὴν ἐπὶ τῷ εὐλογεῖν τὸν
κύριον. καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες εἶναι τοῦ πνεύματος οὐχ ὡς χοῦν αὐτό φασιν ἀλλ’ ὡς ὑπ’ αὐτὸ καὶ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν.229 in vol. 2
15 Ἐντὸς δὲ αὐτοῦ καλεῖ πᾶσαν τὴν λογικὴν τοῦ ἀνθρώπου δύναμιν. οὕτω γὰρ ἀκουστέον καὶ τοῦ σωτῆρος λέγοντός τισιν Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. καὶ οὕτω θεώρησον τὰ ἐντὸς κατὰ διάνοιαν ἄλλην· ὅταν τὰς δυνάμεις ἔχωμεν ἡσυχαζούσας, ὧν δυνάμεθα ἐνεργῆσαι καλῶς ἐντὸς ἡμῶν εἶναι λέγονται. δεῖ οὖν ἀνακινῆσαι ταύτας καὶ τρέψαι πρὸς ἐνεργείας
20δι’ ὧν εὐλογοῦμεν τὸ ὄνομα κυρίου. οὐδεὶς γὰρ τῷ δυνάμεις ἔχειν ἀλλ’ ἐνεργείας ἀγαθὰς εὐλογεῖ τὸ ἅγιον ὄνομα. ἀμέλει καὶ ὁ σωτὴρ τοῖς δύναμιν ἀρετῆς καὶ γνώσεως θείας μεταλαβοῦσιν ἔφη Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι, μονονουχὶ λέγων· Ἧς ζητῶ παρ’ ὑμῶν πίστεως καὶ ἀρετῆς τὰς ἀφορμὰς ἐν ἑαυτοῖς ἔχετε, λογικοὶ καὶ κατ’ εἰκόνα θεοῦ γεγενημένοι· ὅθεν
25μὴ ἔξω ἑαυτῶν ζητεῖτε τὸ ἀγαθόν.

978

(n)

Ps 102,3b—5
1 Νόσοι ψυχῆς αἱ ἁμαρτίαι. ἴασαι γάρ φησι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι. Λυτροῦται δὲ ζωὴν ἐκ φθορᾶς, ἵνα μηκέτι κατὰ φθορὰν καὶ ἐμπαθῆ ζῇς ζωὴν ἀλλ’ ἐν ἀφθαρσίᾳ ἀγαπῶν τὸν κύριον Ἰησοῦν. καὶ ἄφθαρτον δὲ ἀνθρώπου παρέχων σοι σῶμα ἐν τῇ ἀναστάσει λυτροῦται ἐκ φθορᾶς τὴν ζωήν
5σου. Στεφανοῖ δέ σε καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τῆς ὕλης τοῦ στεφάνου τούτου ἐλεημοσύνης καὶ οἰκτιρμοῦ τυγχανούσης. ὡς γὰρ ἄλλοι τὸν τῆς δικαιοσύνης στέφανον καὶ τὸν ἀμαράντινον στέφανον τῆς δόξης δέχονται ἐκ δικαιοσύνης καὶ δόξης ὀρθῆς πεπλεγμένον, οὕτω καὶ σὺ ἐξ ἐλέου καὶ οἰκτιρμοῦ ὧν
10εἰργάσω στεφανοῦσαι κατὰ τὸ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ἢ καὶ οὕτως ὅπερ βέλτιον· οὐ τοσοῦτον δι’ ἃ ἠνδραγαθήσω ἐν τῷ ἀγωνίζεσθαι, ὅσον διὰ τὸ ἐλεεῖσθαί σε καὶ οἰκτείρεσθαι ὑπὸ κυρίου στεφανοῦσαι, ἀναδοῦντος τοῦ κυρίου τῷ στεφάνῳ τῶν χαρίτων τὴν νοητὴν κεφαλήν σου. ὡς γὰρ χάριτι θεοῦ καὶ οὐκ ἐξ ἡμετέρων ἔργων σῳζόμεθα καὶ οὐκ ἄξια ἔχομεν παθήματα ἐν
15τῷ νῦν καιρῷ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν ἡμῖν, οὕτω καὶ στεφανοῖ ἡμᾶς οὐ πρὸς τὴν ἡμετέραν σκοπῶν ἄθλησιν ἀλλὰ πρὸς τὸν ἑαυτοῦ ἔλεον καὶ οἰκτιρμόν. Ἐμπίπλησι δὲ καὶ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. διδοὺς γὰρ ἀγαθὰ τοῖς
αἰτοῦσιν αὐτόν ἐστιν. ἐπεὶ οὖν καὶ αὐτὸ τὸ ἐπιθυμεῖν τῶν ἀγαθῶν αἰτεῖσθαι230 in vol. 2
20αὐτὰ τυγχάνει, διδούς σοι πάντα ὧν ὀρέγῃ ἐμπιπλᾷ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· τοῦ γὰρ δικαίου πᾶσα ἐπιθυμία ἀγαθή ἐστι. Καὶ ἐπεὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη καὶ ἅμα τῷ εἰς οὐσίαν ἐλθεῖν ἐν προχρείᾳ τοῦ ἀγαθοῦ γέγονας, ἐξ ἀπροσεξίας δὲ πτερορρυήσασα ἀπέβαλες τὴν ἀρετὴν πρακτικήν τε καὶ διανοητικὴν οὖσαν δι’ ἧς μετεωριζομένη
25εἰς ὕψος ἀνήρχου, ἴσθι ὅτι ἔχεις δύναμιν τοῦ πτεροφυεῖσθαι, εἰ βουληθείης καὶ συνεργηθείης θεόθεν. καὶ ἔσται σοι τοῦτο, ἀνακαινιζομένης σου τῆς νεότητος κατὰ τὸν ἀετόν. ὡς γὰρ τὸ ὄρνεον τοῦτο γηράσαν ἀποτιλλοῦται, ἵν’ αὖθις νέα πτερὰ φύσῃ, οὕτω καὶ σὺ γηράσασα τῇ κακίᾳ ἀνανεώθητι τῆς ἀρχαιότητος καὶ τῆς νεότητός σου ἐν ἀπολήσει γινομένη, ἵν’ οἷς ποτε ἐχρῶ ἰσχυροῖς οὖσι
30καὶ νῦν χρωμένη μετέωρος εἰς οὐρανὸν ἀρθῇς πρὸς πάντας τοὺς ἅμα σοι τὸν θεὸν ὑπομεμενηκότας· Οἱ γὰρ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ κοπιάσουσιν.

979

(n)

Ps 102,6
1 Πατὴρ οἰκτιρμῶν καὶ μόνος ἀγαθὸς ὢν ὁ κύριος ἐλεημοσύνας ποιεῖ, πάντας ἐλεῶν εὐεργετῶν· ὅθεν καὶ τοῖς ἀδικουμένοις ὑπὸ διαβόλου καὶ τῆς κακίας ποιῶν κρίμα, τὸν ἴδιον υἱὸν ἐπέπεμψεν ἐπὶ τῷ ἰάσασθαι καὶ ἐλευθερῶσαι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρούμενον
5τὰς ψυχὰς αὐτῶν, ἄρας τὸ καθ’ ἡμῶν χειρόγραφον καὶ προσηλώσας τῷ σταυρῷ. ὁ κατέχων, ὁ διάβολος, ὑποχρέους εἶχεν ἡμᾶς, ἡμῶν δι’ ὧν ἐπράττομεν συστησάντων αὐτῷ τὸ καθ’ ἡμῶν χειρόγραφον. ἐρρύσθημεν οὖν ἀπὸ πάσης ἀδικίας τῆς καθ’ ἡμῶν, ποιήσαντος τοῦ θεοῦ κρίμα τοῖς ἀδικουμένοις, ὅπως διὰ τοῦ αἵματος τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καθαρισθῶμεν ἀπὸ πάσης
10ἀδικίας οὐ μόνον καθ’ ἣν ἠδικούμεθα ἀλλὰ καὶ ἧς ἐπράττομεν. ἐντεῦθεν μανθάνομεν κατὰ τὴν τοῦ Παύλου προτροπὴν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν. τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ θεὸς ποιεῖ κρίμα εὐεργετῶν αὐτούς, τοῖς δ’ ἀδικοῦσι κόλασιν ἐπιφέρων ὡς μὴ κληρονομεῖν αὐτοὺς θείαν ἐπαγγελίαν·
Ἄδικοι γὰρ βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.231 in vol. 2

980

(n)

Ps 102,7
1 Ἐκ παραλλήλου αἱ ἀρεταὶ καλοῦνται. ὁ γὰρ λέγων Τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι τὰς ἀρετὰς ἀξιοῖ φανερὰς αὐτῷ γενέσθαι· καὶ τὸ Οὐ παύσῃ δὲ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας ὑπὸ Παύλου πρὸς Ἐλύμαν λεγόμενον τὸ αὐτὸ παρίστησι σημαῖνον. ὅτι δὲ καὶ θελήματα τοῦ
5θεοῦ αἱ ἀρεταί, πιστωθήσεται ἐκ τοῦ Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Καὶ ἑτέρως δὲ νοηθείη τὸ προκείμενον· ἐπεὶ γὰρ σκιὰν ἔχοντα τὸν νόμον τῶν μελλόντων ἀγαθῶν δέδωκεν ὁ θεὸς διὰ Μωυσέως, ἕκαστον δὲ μέρος τοῦ νόμου τούτου εἰκόνα καὶ τύπον νοητοῦ καὶ πνευματικοῦ φέρει ὡς οἷόν τ’
10εἶναι τρόπῳ ἀναλογίας ἀπὸ τῶν αἰσθητῶν ἢ τῆς κακίας ἐπὶ τὰ πνευματικὰ καὶ πρωτότυπα μεταβαίνειν, τὰς τοιαύτας δὲ μεταβάσεις οὐκ ἄλλος ἢ ὁ κύριος διδάξει—εἰκότως περὶ τούτων τῶν μεταβάσεων εἴρηται Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ. καὶ τίς γὰρ ἄλλος Μωυσέως ἠπίστατο ἀπὸ τῆς αἰσθητῆς περιτομῆς καὶ σωματικῆς θυσίας καὶ τῶν ἄλλων σκιωδῶν
15ἀναβαίνειν ἐπὶ τὴν ἀλήθειαν, ὑπὸ θεοῦ μαθὼν τὸ οὕτως ὁδεύειν; ἐγνώρισε γὰρ αὐτῷ τὰς ὁδοὺς αὐτοῦ. ἀλλὰ καὶ εἴ τις τοῦ Ἰσραὴλ υἱὸς εἴη περὶ οὗ λέλεκται Ἰσραὴλ ὁ ἐκλεκτός μου, οὕτως ἐπιστήσεται τοῖς θεοῦ θελήμασι γνωριζομένοις ὑπ’ αὐτοῦ τοῖς διορατικοῖς, ὅπως ἐν κρυπτῷ Ἰουδαῖοι σπεύδοντες εἶναι μὴ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν περιτέμνωνται· ἀλλὰ καὶ θύουσι θυσίαν
20δικαιοσύνης καὶ αἰνέσεως τῷ θεῷ οὖσαν πνευματικὴν θυσίαν.

981

(n)

Ps 102,9
1 Ἔστι πάντα τὰ εἰρημένα ὁ κύριος, ἐπείπερ ἀληθινός ἐστι θεός, ὢν δὲ θεὸς ἀληθινὸς οὐκ ἐν ἕξει τῶν προειρημένων ἀρετῶν ἀλλὰ πηγὴ καὶ οὐσία αὐτῶν ὑπάρχει. διὸ καὶ θαρροῦμεν ὅτι κἄν ποτε ἁμαρτήσασιν ἡμῖν ὀργισθείη οὐκ ἐπὶ τῷ συντελέσαι καὶ ἀπολέσαι τοῦτο ποιεῖ. τοῦτο γὰρ ἦν τὸ Εἰς τέλος
5ὀργισθήσεται, τουτέστι παραμεῖναι τῷ ὀργίζεσθαι ἕως τέλους καὶ φθορᾶς τῶν πρὸς οὓς ἡ ὀργή. Μὴ εἰς τέλος οὖν ὀργιζόμενος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. οὐδὲ γὰρ ἐπίμονον ὀργὴν ἔχει ὁ φάσκων Ὅταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται,
πάλιν ἰάσομαι.232 in vol. 2

982

(n)

Ps 102,11.12
1 Τὸ δὲ ἔλεος τοῦ θεοῦ τὴν ἀρχὴν λαμβάνει ἐπὶ τὴν γῆν κατὰ τὸ λεχθὲν Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ· εἶτα ἐντεῦθεν ἀρχόμενον τὸν ἔλεον γίνεσθαι ἐπὶ τοὺς εὐλαβεῖς ἐπαίρει καὶ μετεωρίζει τούτους ἐπὶ τὸ ὕψος ἄγων τοῦ οὐρανοῦ· Ἐμεγαλύνθη γὰρ ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ αὐτὸ γὰρ τὸ
5εἰς βασιλείαν οὐρανῶν ἀνελθεῖν μᾶλλον ἐλέῳ θεοῦ ἢ ἑτέρῳ τινὶ γίνεται. Φωτειναὶ δὲ τυγχάνουσαι αἱ σωτηριώδεις ἀρεταὶ ἀνατολαῖς ἐοίκασι, δύσεσι δὲ αἱ ἁμαρτίαι πάντῃ φωτὸς ἐστερημέναι. ἐπεὶ οὖν ἅμα τις ἐν ἀρετῇ καὶ κακίᾳ οὐ δύναται εἶναι, ὁ συνεγγίσας ταῖς προειρημέναις ἀνατολαῖς ὡς ἐν αὐτῷ διατρίβειν τῷ ἐν Ἐδὲμ κατὰ ἀνατολὰς ὑπὸ θεοῦ πεφυτευμένῳ παραδείσῳ
10μακρυνθείσας ἔχει ἀφ’ ἑαυτοῦ† τοσαύτῃ διαστάσει ὅσον ἀπέχουσιν αἱ ἀρτίως εἰρημέναι δυσμαὶ τῶν ἑρμηνευθεισῶν ἀνατολῶν· μακρὰν γὰρ αἱ κακίαι τῶν ἀρετῶν. ἀλλ’ ὥσπερ ὁ ἐν ταῖς 〈ἀνατολαῖσ〉 ὢν μακρυνομένας ἔχει ὑπὸ θεοῦ τὰς προειρημένας δυσμάς, οὕτως ὁ ἐν αὐταῖς διὰ τοῦ ἁμαρτάνειν εἶναι θέλων παρ’ ἑαυτὸν ἀλλ’ οὐκ ἐκ τοῦ θεοῦ μεμακρύνεται ἀπὸ τῶν ἀνατολῶν, ἐκβληθεὶς
15τοῦ παραδείσου. ἀλλ’ ὅμως καὶ τούτων γεγενημένων ἐκ παρακοῆς τῶν θείων ἐντολῶν, ἐρχόμενος Ἰησοῦς ἐπὶ τὰς δυσμὰς κατὰ τὸ Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ, οὐκ ἐάσει ἐπὶ πολὺ ἐκεῖσε διατρῖψαι, πρὸς ἕκαστον ἐρῶν Μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. ἄφεσιν γὰρ ἁμαρτημάτων παρέχων ἀφίστησι τῶν δυσμῶν ἐπὶ τῷ εἰς τὸν παράδεισον
20κατὰ ἀνατολὰς ἀνάγειν.

983

(n)

Ps 102,13.14a
1 Μᾶλλον δὲ καθ’ ὑπερβολὴν ὑπερεχόντως οἰκτείρει θεὸς τοὺς φοβουμένους αὐτόν, εἰς τάξιν υἱῶν αὐτοὺς θέμενος τῷ αὐτὸν ἑκάστῳ ἡμῶν ἐγνωκέναι πλάσμα. οὐδὲ γὰρ μισῶν τι κατεσκεύασεν, ἀλλ’ ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων ἃς κατὰ μόνας ἔπλασεν οἶδεν τί ἑκάστῳ ἡμῶν συμφέρει. καὶ ὧν
5ἔχομεν δύναμιν καὶ ἀφορμήν, καὶ ταῦτα δίδωσιν ἐπὶ τῷ κατ’ ἐνέργειαν ἡμᾶς αὐτὰ ἔχοντας υἱοὺς αὐτοῦ γενέσθαι. Δυνατὸν ἐκλαβεῖν τὸ Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν καὶ οὕτως· πεῖραν ἔλαβε τοῦ πλάσματος ἡμῶν· γενάμενος σὰρξ ἔσχε φυσικὴν διάθεσιν ὥστε
υἱοὺς ἡμᾶς ἑαυτοῦ λογίσασθαι.233 in vol. 2

984

(n)

Ps 102,14b
1 [Οἶδεν ὡς δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν.] εἰ γὰρ καὶ μὴ πᾶσα ἡ κατασκευὴ ἡμῶν ἐκ χοός ἐστιν (ἔχομεν γὰρ καὶ νοερὰν φύσιν ἐν ἑαυτοῖς κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τυγχάνουσαν), ἀλλά γε ἐν ταῖς πρὸς θεὸν ἱκεσίαις συλλήπτορα καὶ εὐεργέτην ἔχειν αὐτὸν ἀξιοῦντες τὸ ὑποδεέστερον
5καὶ ἀσθενέστερον τῶν ἐν ἡμῖν προφέροντές φαμεν Μνήσθητι, κύριε, ὅτι χοῦς ἐσμεν· διὸ βοήθησον τῇ ἀσθενείᾳ καὶ τῇ εὐτελείᾳ ἡμῶν.

985

(n)

Ps 102,15
1 Ἀκολούθως τῷ Μνήσθητι, κύριε, ὅτι χοῦς ἐσμεν οὐ περὶ τοῦ ἔσω ἀνθρώπου ἀλλὰ περὶ τοῦ ἔξω τὰ προκείμενα διαγορεύει. κατὰ γὰρ τὴν ἔνυλον καὶ μετὰ σαρκὸς ζωὴν ἡμέρας τινὰς ἔχομεν τὰς συμπληρούσας ἡμῖν τὸν παρεκτείνοντα χρόνον τῆς μετὰ σαρκὸς ζωῆς παραβαλλομένας χόρτῳ ξηραινομένῳ. τούτοις
5συνῳδὰ καὶ ὁ Ἡσαίας φησι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἀνέτειλεν ὁ ἥλιος καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν. παρίστησι δὲ ταῦτα τὰς ἐν τῷ βίῳ τούτῳ ὑπαρχούσας τοῖς μετὰ σαρκὸς ζῶσι δοκούσας εὐημερίας πλούτους δόξας ἀξιώματα καὶ τὰς ἄλλας εὐπραγίας, αἵπερ δίκην ἄνθους καὶ χόρτου ἀπορρεῖ καὶ μαραίνεται ὡς μηδὲ
10γεγονέναι δοκεῖν.

986

(n)

Ps 102,17.18
1 Νοήσεις δὲ καὶ ἄλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν τοὺς τῶν ἔργων αὐτῶν ζηλωτάς· οὕτως τὸ ἔλεος ἐπὶ τοὺς φοβουμένους αὐτὸν ἀπερίγραφόν ἐστιν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος παρατεῖνον. οὐ γὰρ ποτὲ μὲν ἐλεεῖ, ποτὲ
δὲ οὐ· φύσει γὰρ ἀγαθὸς ὢν ἀεὶ ἐλεεῖ. ἀλλὰ καὶ ἡ σύζυγος τῷ ἐλέει τούτῳ234 in vol. 2
5δικαιοσύνη· οὐδ’ αὐτὴ περιοριζομένη χρόνῳ, εἰς πάσας ἐκτείνεται τὰς γενεάς, ἐπὶ υἱοὺς υἱῶν καὶ εἰς πᾶσαν διαδοχὴν παραμένουσα, ὡς ἀεὶ τὴν δικαιοσύνην ταύτην ἔχειν μετὰ τοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐλέου τοὺς φυλάσσοντες τὴν διαθήκην τοῦ θεοῦ, οἳ καὶ ἐνεγράφησαν διὰ τοῦ πράττειν τὰ ἀγαθὰ κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν.
10 Οὕτω γὰρ φυλάσσοντες αὐτὴν καὶ μεμνήσονται τῶν τοῦ θεοῦ ἐντολῶν ἐπὶ τῷ ποιεῖν αὐτάς. δέδονται γὰρ αὗται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν εἶναι ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. ὅτι δὲ εἰς τὸ ποιεῖν δέδονται, καὶ ὁ σωτὴρ παρίστησιν εἰπὼν Ὁ ἔχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. τῆς γὰρ ποιήσεως ἀλλ’ οὐ τῆς μνήμης αὐτῶν μόνης μισθὸς καὶ
15κληρονομία αἱ ἐπαγγελίαι.

987

(n)

Ps 102,19
1 Καὶ ἐν ἄλλοις εἴρηται οὐκ ἐν τόπῳ εἶναι τὸν θεόν, ἀκολουθίᾳ δέ τινι καὶ οἰκονομίᾳ λέγεσθαι αὐτὸν οἰκεῖν ἐν οὐρανῷ. ἀκολούθως οὖν ἐκείνοις καὶ ἐνταῦθα ἐν οὐρανῷ ἡτοιμακέναι τουτέστιν ἱδρυκέναι τὸν θρόνον τῆς βασιλείας εἴρηται, τῆς ἀρχῆς αὐτοῦ καὶ βασιλείας οὐ μόνον τῶν ἐν οὐρανῷ ἀλλὰ καὶ
5πάντων ἁπαξαπλῶς κρατούσης καὶ δεσποζούσης.

988

(n)

Ps 102,20a
1 Οὐ τὸν προφήτην ἄνθρωπον ὄντα ἀλλὰ τὸ ἐν αὐτῷ πνεῦμα ἅγιον ἡγητέον προστάττειν τοῖς ἀγγέλοις τὰ ἐγκείμενα· πάντες γάρ φησιν οἱ ἄγγελοι αὐτοῦ (δηλονότι τοῦ κυρίου) εὐλογεῖτε αὐτόν. προστάττον δὲ πᾶσι τοῖς ἀγγέλοις τὸ πνεῦμα, ἕτερον αὐτῶν κατ’ οὐσίαν ἐστίν. εἰ δὲ τοῦτο, πῶς θρασέως ἐτόλμησάν
5τινες τῆς τάξεως τῶν ἀγγέλων αὐτὸ φάναι, καίτοι ἁπάντων ἕτερόν τι ὄν;

989

(n)

Ps 103, 1d
1 Μεγαλοπρέπειαν ἐνεδύσατο τῷ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν ἔχειν τὸ πρέπον, ἐξομολόγησιν δὲ τῷ πᾶσαν συμφωνίαν τὴν ἐναρμόνιον ἔχειν περὶ αὐτά. σημαίνει γὰρ καὶ τὸ τῆς ἐξομολογήσεως ὄνομα καὶ τὴν συμφωνίαν τὴν ἐν λόγοις. εἰ δὲ θέλεις ἄλλην κατὰ μετάνοιαν ἐξομολόγησιν καὶ τὴν ἐπ’235 in vol. 2
5εὐχαριστίαν ἐνδεδύσθαι αὐτόν, οὐχ ἁμάρτοις. καταλλήλως δὲ τούτῳ τῷ σημαινομένῳ καὶ τὴν τῶν κατορθούντων ἀρετὴν μεγαλοπρέπειαν καλουμένην ἐνδύσεται. καὶ ὥσπερ ὁ σωτὴρ φάσκων Γυμνὸς ἤμην καὶ περιεβάλετέ με δηλοῖ ὅτι ἔνδυσις καὶ σκέπη αὐτοῦ γίνεται ἡ πρᾶξις τῶν κατ’ αὐτὸν πολιτευομένων, οὕτω καὶ ὁ πατὴρ ἐνδύσεται τὰς τῶν περὶ αὐτὸν σπουδαζόντων
10εἶναι ἀρετάς.

990

(n)

Ps 103,2a
1 Ὥσπερ ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, οὕτω θεὸς πάντοθεν γνώσεως πεπληρωμένος ὡς ἀκατάληπτον αὐτοῦ τυγχάνειν τὴν οὐσίαν ἀναβάλλεται φῶς ὡς ἱμάτιον, σημαινούσης καὶ ἐνταῦθα τῆς φῶς προσηγορίας τὴν ἀκραιφνεστάτην γνῶσιν. τούτῳ συνᾴδων περὶ θεοῦ γράφει
5Παῦλος ὡς ἄρα οἶκον ἔχει φῶς ἀπρόσιτον ἢ οἰκεῖ φῶς ἀπρόσιτον. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει τὸ ὅλον εἶναι τὸν θεὸν γνῶσιν καὶ διὰ τοῦτο δυσπερινόητον ὑπάρχειν τοῖς νοητοῖς οἰκῶν εἴρηται φῶς ἀπρόσιτον.

991

(n)

Ps 103,2b.3a
1 Τὸν ἀνωτέρω ἡμῶν ἀέρα καὶ νεύοντα πρὸς τὸν αἰθέρα ὕδασι τοῖς κατὰ τὰς συστροφὰς τῶν νεφελῶν στεγάζει. Πρὸς δὲ διάνοιαν· τὴν νοητὴν οὐσίαν οὐρανὸν ὀνομάζει ἐκτεινομένην καὶ ἁπλουμένην ἐπὶ σκέπῃ τοῦ νοῦ ὁ στεγάζων τοῖς νοητοῖς καὶ θείοις ὕδασι τὰ
5ὑπερῷα τῆς ψυχῆς τουτέστι τὰς δυνάμεις αὐτῆς τὰς ὑπεράνω τῶν αἰσθητῶν
τυγχανούσας.236 in vol. 2

992

(n)

Ps 103,6a
1 Τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην καὶ ἐν τῷ Τὰ κρίματά σου, κύριε, ἄβυσσος πολλή. ἀνεξερευνήτων γὰρ ὄντων τῶν κριμάτων αὐτοῦ, οὐκ ἔστι κατάληψιν αὐτῶν ἔχειν. διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ ἀλλὰ πολλῇ παραβάλλονται. καὶ τὸν θεὸν οὖν οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι
5περιβολαίου δίκην καλύπτει ἀκαταληψία ἄβυσσος ὀνομαζομένη.

993

(n)

Ps 103,7b
1 Βροντῆς ἀκούοντα τὰ ὄρη τουτέστιν τὸν κατὰ τὴν πρόνοιαν μεγαλοφώνως γινόμενον λόγον δειλιᾷ. εἰκότως περὶ τῶν αἰσθητῶν ὀρῶν καὶ ὑδάτων εἰρῆσθαι ταῦτα δεῖ νοεῖν. δυνατὸν δὲ τὸ Ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσι μὴ ἐπὶ τῶν ὑδάτων ἐκλαβεῖν ἀλλ’ ἐπὶ τῶν ἀνθρώπων, μᾶλλον δ’ ἐπὶ τῶν
5ἐμψύχων ἁπάντων δηλουμένων, ὅπως ἂν γένοιτο βροντή, τῆς ἀοράτου καὶ ἀφανοῦς θεότητος συναισθανομένων.

994

(n)

Ps 103,11.12
1 Διὰ πάσης λέξεως ὁ προκείμενος ψαλμὸς θεὸν ὑμνῶν δοξολογεῖ, ἑκάστου κτίσματος μνημονεύων· ὅθεν καὶ ἐν τοῖς προκειμένοις ἀποδεχόμενος τὴν πρόνοιαν αὐτοῦ, θαυμάζει καὶ τὴν μετὰ σοφίας ἀγαθότητα αὐτοῦ φροντίσαντος καὶ τῆς διαμονῆς τῶν ἀλόγων ζῴων. καὶ εἰκότως· εἰ γὰρ αὐτὸς αὐτὰ
5πεποίηκε, καὶ τῆς τροφῆς καὶ τοῦ πότου αὐτῶν αὐτὸς χορηγὸς εἴη.

995

(n)

Ps 103,13—15
1Καὶ κατὰ ἀναγωγὴν δὲ νοήσεις τὰ ἀρτίως ἀποδοθέντα ὄρη· εἰσὶ δὲ οἱ
πνευματοφόροι ἄνδρες. ποτίζονται ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ θεοῦ, πληρούμενοι τῶν τοῦ πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. ὑπερῷα δὲ θεοῦ ἀφ’ ὧν τὰ ὄρη ποτίζει ἀκραιφνεῖς καὶ237 in vol. 2
5ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσιν, ὑπερῷα καλούμεναι τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. αὐτὸς γὰρ εἶπε Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, καὶ τὰ ἑξῆς. κατὰ δὲ ἀναγωγὴν ἐκ τῶν Ἰησοῦ κατὰ τὴν ἐπιδημίαν ἔργων
10πολὺν καρπὸν ἐχόντων ἅπασα ἡ γῆ χορτάζεται μεταλαμβάνουσα τῶν οὕτω παραδόξως ὑπὸ Ἰησοῦ γεγενημένων. οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς οἷα καρπὸς ἔργων θεοῦ τυγχάνων χορτάσει τὴν γῆν, φημὶ δὲ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους.
15 Ἀνατελεῖ δὲ καὶ ἐν τοῖς ὑπὲρ φύσιν καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον ὃν φέρεσθαι οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι. ἔστι δ’ ὁ ἐν τούτοις ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς γραφῆς, ἀλλὰ καὶ ὁ ἠθικώτερος οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. ὑπερβάντες δέ
20ποτε τὴν τοιαύτην κατάστασιν οὐκέτι δουλεία τῶν ἀνθρώπων ὄντες ἀλλ’ ἄνθρωποι γεγενημένοι ἐροῦσι πάλιν ἕκαστος Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν. Οἶνος δ’ εὐφραίνει καρδίαν ἀνθρώπων, οὐ πᾶς ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ἀλλ’ 〈ἐπεὶ〉 τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται.
25 Ἐκ τούτων δὲ λαβεῖν ἔστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά. καὶ οὗτος ὁ λόγος ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος ἐπὶ τῷ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον· καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένων ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω
30ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. ὁ γὰρ τοῦ θεοῦ λόγος ὥσπερ ἄμπελος, οὕτως καὶ ἐλαία ἐστίν· Ἐγὼ γάρ φησι ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ
διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος.238 in vol. 2

996

(n)

Ps 103,18
1 Κατὰ δὲ ἀναγωγήν· τὸ γένος τῶν ἐλάφων πολεμίως ἔχει πρὸς τὸ τῶν ὄφεων γένος. σπεύδουσι γοῦν ἀνελεῖν αὐτούς. τοιοῦτοι δὲ πάντως οἱ Χριστοῦ μαθηταί, ἑτοίμως ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. ἔσχον δὲ καὶ τὴν κατὰ τῶν νοητῶν ὄφεων δύναμιν ἐκ τοῦ ὀρέξαντος ἐξουσίαν αὐτοῖς πατεῖν ἐπάνω
5ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Αὗται οὖν αἱ πνευματικαὶ ἔλαφοι ἐπιποθοῦσαι ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων τὰς πνευματικὰς αἳ καὶ ὄρη ἄλλως ὀνομάζονται, ἐπ’ αὐτὰ ταῦτα τὰ ὄρη διατρίβουσι. Καὶ εἶεν ἂν αἱ κατ’ ἀρετὴν τετελειωμέναι ψυχαὶ πηδῶσαι μεγάλα ἔλαφοι,
10μιμούμεναι τὸν πηδῶντα ἐπὶ τὰ ὄρη καὶ διαλλόμενον ἐπὶ τῶν βουνῶν ὄντα καὶ δορκάδα διὰ τὸ ὀξυωπὲς καὶ διορατικόν. αἱ δέ γε ὑποβεβηκυῖαι ταύτας τὰς ψυχὰς καὶ ἀσθενέστεραι χοιρογρύλλιοι καλούμεναι καταφεύγουσιν ὡς ἐπὶ φρούριον ἀκαταμάχητον τὴν πέτραν ἐφ’ ᾗ θεμελιοῖ Ἰησοῦς τὴν ἐκκλησίαν· αὕτη δ’ ἐστὶν ἡ ὁμολογία τῆς πίστεως. καὶ ἐν Παροιμίαις εἴρηται Καὶ οἱ
15χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, ἐποίησαν ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους. θαυμαστὸν δὲ οὐδὲν εἰ ὅπου μὲν ἑνικῶς, ὅπου δὲ πληθυντικῶς εἴρηται ἡ πέτρα, τοῦ Χριστοῦ ὄντος πέτρας ἁπλῶς, ὄντος δὲ καὶ κατὰ τὰς διαφόρους ἐπινοίας πετρῶν. φέρεται γραφὴ Πέτρα καταφυγὴ τοῖς λαγωοῖς, ὡς τάχα συνωνυμίαν εἶναι λαγωοῦ καὶ χοιρογρυλλίου. ἔστιν οὖν ἑκάστου ἀκούειν
20λέγοντος Ἰδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με; καὶ Κύριος ἐμοὶ βοηθός, καὶ Οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;

997

(n)

Ps 103,24
1 Τὸ δὲ Ὡς ἐνταῦθα κείμενον οὐχ ὁμοιώσεως ἀλλ’ ἀληθείας ἐστὶ δηλωτικόν, ὥσπερ καὶ ἐν τῷ Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός· οὐ γὰρ ἀγαθοῦ ὅμοιον ἀλλ’ ἀληθῶς ἀγαθὸν τὸν θεὸν λέγει. καὶ ἐν τῇ παρούσῃ τοίνυν λέξει τὸ μεμεγαλύνθαι τὰ ἔργα τοῦ θεοῦ σημαίνεται διὰ τοῦ Ὡς ἐμεγαλύνθη τὰ
5ἔργα σου, κύριε. πᾶν γὰρ τὸ ἐν σοφίᾳ γινόμενον θεοῦ μέγα ἐστί. σοφία δὲ θεοῦ ἐν ᾗ τὰ πάντα γεγένηται ὁ κύριός ἐστι· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ
σοφία.239 in vol. 2

998

(n)

Ps 103,27.28
1 Ἄλλος δὲ περὶ τῶν λογικῶν μόνον εἰρῆσθαί φησι. τὸ γὰρ προσδοκᾶν καὶ πρὸς θεὸν ἔχειν τὴν προσδοκίαν τοῦτο αἰνίττεται. εἰς εὔκαιρον δὲ προσδοκῶσι ταύτης τυχεῖν, ὅταν πάσης καχεξίας καὶ νόσου ὦσιν ἀπηλλαγμένοι. τότε γὰρ διδομένης ταύτης, συλλέξουσι τοσοῦτον σπεύδοντες αὐτὴν λαβεῖν, ὅσον εἰς
5κόρον τραφῆναι. ὑπαρχθήσεται δὲ αὐτοῖς ἡ ἐπὶ τῇ τοσαύτῃ εὐθηνίᾳ χρηστότης, τὴν χεῖρα τῶν λόγων σου καὶ τὴν σοφίαν ἀνοίγοντος αὐτοῖς.

999

(n)

Ps 103,31
1 Τὴν αἰώνιον παρέχων δόξαν τοῖς ἑαυτοῦ ἔργοις ὁ θεός, ὅταν πάντα πρὸς αὐτὸν προσδοκήσῃ, εὐφραίνεται. ὡς γὰρ ἐν ἀρχῇ τὰ πάντα λίαν καλὰ ποιήσας ἐνηυφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων οὔπω τότε παραβάσεως οὔσης, οὕτως ἐπὶ τελειώσει καὶ ἀποκαταστάσει
5τῆς ἐπὶ τὸ ἀρχαῖον τῶν ἔργων αὐτοῦ εὐφραίνοιτο θεός, τῆς θεοῦ εὐφροσύνης οὐκ εὐπαθείας οὔσης (ἀπαθὲς γὰρ τὸ θεῖον) ἀλλ’ ἀποδοχῆς τῶν τελείαν ἀρετὴν κατορθωσάντων.

1000

(n)

Ps 103,32
1 Εἰ δέ σοι βούλεται πνευματικῶς ἔχειν ταῦτα, ὡς ἂν ἐπιβλέπῃ θεὸς κατὰ τὸ Ἐπίβλεψον ἐπ’ ἐμέ, καὶ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, τούτῳ οὐχ ἕστηκεν ἔτι τὰ γήινα ἀλλὰ σκοτοδινῶντα τρέμει, ὡς ἀποβληθῆναι καὶ παρελθεῖν τὴν ὑλικὴν ἕξιν.
5 Ἐφαπτόμενος δὲ ὁ θεὸς καὶ τῶν πονηρῶν δυνάμεων διὰ τὴν ὑπερηφανίαν ὀρῶν καλουμένων, καπνίζει αὐτάς, ἐναύσματι ἤδη αὐτὰς ἐνιεὶς τῆς διὰ πυρὸς
κολάσεως.240 in vol. 2

1001

(n)

Ps 103,33.34a
1 Ἄισω τῷ κυρίῳ, τοῦ ᾄσματος οὐκ ἐν φωνῇ ἀλλ’ ἐν νοήσεσι τὴν ὕπαρξιν ἔχοντος· ψαλῶ δὲ καὶ ἐν πράξεσι τελείαις τῷ θεῷ, ἕως ὑπάρχω ὕπαρξιν ἔχων καθ’ ἣν μετέχω τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων καὶ εἰπόντος Ἐγώ εἰμι ὁ ὤν.
5 Εὐπρόσδεκτα δὲ καὶ ἀρέσκοντα τῷ θεῷ διαλεγόμενος ἐρῶ Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. οὕτω γὰρ καὶ αὐτὸς τὴν ἐκκλησίαν ἀποδεξάμενός φησιν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων Ἡ φωνή σου ἡδεῖα.

1002

(n)

Ps 104,4b
1 Ὥσπερ κατὰ τὴν ἱστορίαν διηνεκῶς Σαμουὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λειτουργῶν ἑώρα τὸ τοῦ θεοῦ πρόσωπον, οὕτως οἱ συνεχῶς καὶ ἀδιαστάτως ἐξετάσει δογμάτων τῆς ἀληθείας καὶ πράξει τῶν ἀρετῶν ἐπιδεδωκότες σφᾶς διαπαντὸς ζητοῦσι τὸ πρόσωπον τοῦ θεοῦ, ἰδεῖν αὐτὸν νῷ καθαρῷ βουλόμενοι.
5πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεώς ἐστι, τυγχάνων εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· διὸ καὶ ὁ ὁρῶν αὐτὸν εὐθὺς ὁρᾷ τὸν θεόν.

1003

(n)

Ps 104,5b
1 Στόμα δὲ αὐτοῦ τὸν λόγον αὐτοῦ νοήσαις, ὃς καὶ νομοθέτου καὶ ἀκριβοῦς παιδευτοῦ δίκην κεκριμένα παιδεύματα καὶ παραγγέλματα ὑμῖν δέδωκε.

1004

(n)

Ps 104,6.7
1Δούλους εἰπὼν τοῦ θεοῦ τοὺς ἐξ Ἀβραὰμ 〈διὰ τὴν ἐξ Ἀβραὰμ〉 καταγωγὴν
τοῦ γένους καὶ ἐκλεκτοὺς τοὺς ἐκ Ἰακὼβ διὰ τὸ Αὐτοῦ καὶ ἐπωνύμους εἶναι αὐτοῦ, καὶ ἐκλογὴν ἐκ τῶν ἐθνῶν τότε προσληφθέντας εἰς κλῆρον ἴδιον θεοῦ καὶ αὐτῶν κύριον καὶ θεὸν ἴδιον τὸν θεόν, ὅμως κατὰ πάντας ἀνθρώπους εἶναί241 in vol. 2
5φησι τὴν κρίσιν τὴν προνοητικήν.

1005

(n)

Ps 104,8b
1 Ὁ τῶν χιλίων γενεῶν ἀριθμὸς οὐ κατὰ πλήθους εἴρηται ἀλλὰ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ὥσπερ καὶ ἐν τῷ Χιλιάδες εὐθηνούντων, καὶ ἔτι Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

1006

(n)

Ps 104,10a
1 Δι’ ὃν εἶπον ἂν καὶ αὐτοὶ Μέτοχοι Χριστοῦ γεγόναμεν, ἅτε ἀξιωθέντες τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐπιφανείας· αὐτὸν γὰρ εἶναι τὸν Χριστὸν τὸν καὶ αὐτοῖς λελαληκότα καὶ αὐτὸς ὁ σωτὴρ διδάσκει ἐν οἷς φησιν Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. πότε εἶδεν ἢ
5ὅτε ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἐπιστάντα τὸν θεὸν αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ; τότε γάρ φησιν ἡ γραφὴ Ὤφθη ὁ θεὸς Ἀβραάμ. καὶ ταῦτα οὖν, εἰ καὶ ἕτερον, ἀναγκαῖα ἦν ἀπαγγελθῆναι τοῖς ἔθνεσιν ὑπὸ τῶν ἐνταῦθα προστεταγ‐ μένων τοῦτο ποιεῖν.

1007

(n)

Ps 104,12a
1Τὸ Βραχεῖς ἀντὶ ὀλίγων εἶπεν. τὸ γὰρ βραχὺ ἐπὶ μεγέθους κεῖται, τὸ δὲ
ὀλίγους ἐπὶ ἀριθμητῶν τάττεται.242 in vol. 2

1008a

(n)

Ps 104,18.19
1 Τοὺς πόδας αὐτοῦ μόνους ἐταπείνωσαν, ἐν πέδαις τῆς ψυχῆς αὐτοῦ οὐ συνδεθείσης ἀλλ’ ἔξω τοῦ σιδήρου γεγενημένης. ὅσοι γὰρ δεσμοῖς περιβαλλόμενοι ἀγεννῶς τὴν περίστασιν φέρουσιν, καμφθεῖσαν ὑπὸ τοῦ σιδήρου τὴν ψυχὴν ἔχουσι. τοῦτο δὲ ὑπέμεινεν οὐκ εἰς ἅπαν. περιορίζει γὰρ
5τῆς περιστάσεως τὸ τέλος, εἰπὼν αὐτὴν κεκρατηκέναι μέχρις οὗ διῆλθεν ὁ τοῦ θεοῦ λόγος· καθ’ ὃν ἐκ τοῦ δεσμωτηρίου μετασταλεὶς κηδεμὼν καὶ τροφεὺς πάντων κεχειροτόνητο, τοῦ λογίου τοῦ κυρίου πυρώσαντος ἐπὶ τῷ ζέειν τῷ πνεύματι καὶ ἐξημμένον αὐτὸ ἔχειν τῷ θείῳ φωτί, μεθ’ ὃ καὶ τηρεῖν δυνατὸν παραίνεσιν λέγουσαν Τὸ πνεῦμα μὴ σβέννυτε.

1009a

(n)

Ps 104,20.21
1 Καὶ αὐτὸς δὲ Ἰωσὴφ οἶδεν τοῦτο τὸ δόγμα· διὸ πρὸς τοὺς αἰτίους ἔφη Οὐχ ὑμεῖς ἀπεστάλκατέ με ὧδε· ὑμεῖς μὲν γὰρ εἰς κακὸν ἐβουλεύσασθε, ὁ δὲ θεὸς εἰς ἀγαθόν.

1010a

(n)

Ps 104,26
1 Ἐπεὶ μὴ πάντες οἷοί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι’ ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς οὕτως ἀσθενοῦσιν ἀποστέλλει θεὸς τοὺς δυναμένους ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. εἰσὶ δὲ οὗτοι ὁ θεοῦ νόμος Μωυσῆς καὶ ὁ ἀρχιερατικὸς λόγος οὗ σύμβολον Ἀαρών· 〈ὁ μὲν διαγορεύων τὰ
5πρακτέα, ὁ δὲ λειτουργῶν ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ τὰς ἐξ αὐτοῦ χάριτας
διαπορθμεύων ἡμῖν· οἷς ἡγεμόσι χρώμενοι τὴν Αἴγυπτον φεύγομεν.〉243 in vol. 2

1011

(n)

Ps 104,37
1 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ὡς ἕκαστος τῶν ἐν ταύταις ταῖς φυλαῖς ὑγείαν καὶ σθένος ἔχων ἐρεῖ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, πλουτῶν δὲ καὶ ἐν ἔργοις ἀγαθοῖς παντί τε λόγῳ καὶ πάσῃ γνώσει, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ ἔξω τῆς Αἰγύπτου ὑπὸ θεοῦ γίνεται. ἀδύνατον γὰρ ἀσθενοῦντά τινα καὶ
5χρυσίου καὶ ἀργυρίου τῶν προειρημένων στερούμενον ἐξελθεῖν τῆς Αἰγύπτου.

1012

(n)

Ps 105,4—6
1 Ἁγίων ἐστὶν ἡ προκειμένη μάλιστα φωνὴ τῶν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος παρακαλούντων, ὅπως μνησθῇ αὐτῶν ὁ κύριος ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ αὐτοῦ ἣν ηὐδόκησεν ἐν τῷ ἀγαπητῷ υἱῷ ἑαυτοῦ σῶσαι κρίνας τὸν λαὸν ἑαυτοῦ καὶ τὸν κόσμον· δεικνὺς γοῦν αὐτόν φησιν Οὗτός ἐστιν ὁ υἱός μου ὁ
5ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. ἐπεὶ οὖν ὄμματι διανοίας εἶδον οἱ θεῖοι προφῆται ἐπιθυμήσαντες ἰδεῖν καὶ ἀκοῦσαι τὰ πρὸς Ἰησοῦ γινόμενα καὶ λαλούμενα, ἀξιοῦσι μνήμην αὐτῶν γενέσθαι ἐν τῇ κατὰ τὴν εὐδοκίαν σωτηρίᾳ. Σωτήριον δὲ θεοῦ πολλάκις ὁ Χριστὸς λέγεται, ὡς καὶ ἐν τῷ Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ταύτην τὴν ἐπίσκεψιν ὁ τοῦ βαπτιστοῦ
10πατὴρ ἐμφανίζων περὶ θεοῦ φησι Διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους. Ἐπισκεψαμένου δὲ ἡμᾶς ἐν τῷ σωτηρίῳ ἑαυτοῦ, ὑπάρξει ἡμῖν τὸ ἐκλεκτοὺς αὐτοῦ γενέσθαι καὶ θεάσασθαι ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν αὐτοῦ τὴν ἐπιτελουμένην χαρὰν καὶ εὐφρανθῆναι ἐν τῇ θείᾳ εὐωχίᾳ τοῦ ἔθνους τοῦ
15συμπληρουμένου ἐκ πάντων τῶν πιστευόντων. Κατορθωθείη δὲ ἡμῖν καὶ τὸ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας αὐτοῦ, ἤτοι ἧς ὀρέξει ἡμῖν ὡς κληρονόμοις ἢ ἧς ἔχει κληρονομίας. τίς δὲ αὕτη 〈ἢ〉 ἡ ἐξ ἐθνῶν ἐκκλησία κατὰ τὸ Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου; πνευματικῶς γὰρ λοιπὸν κατὰ τὸ εὐαγγέλιον τῷ νόμῳ
20προσέχοντες ἐπαινοῦνται μετὰ τῆς προειρημένης κληρονομίας. ἐπαινοῦνται δὲ ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἱερῶν δυνάμεων ἀποδεχομένων τοὺς εὐδοκιμεῖν σπεύδοντας παρὰ τῷ θεῷ. Ἀναλαμβάνοντες δὲ καὶ τὸ πρόσωπον οἱ θεῖοι ἄνδρες τῶν μεταγινωσ‐ κόντων ἐφ’ οἷς ἔδρασαν κακῶς, καὶ διδάσκοντες πῶς μετὰ τὰς ἁμαρτίας
25μετανοεῖν δεῖ φασιν, οὐχ Ἁμαρτάνομεν, ἀλλ’ Ἡμάρτομεν μετὰ τῶν πατρῶν
ἡμῶν· πατέρας ἑαυτῶν λέγοντες ἤτοι τοὺς προγόνους καὶ προγενεστέρους ἢ τοὺς 〈κατὰ〉 κακίαν αὐτοὺς γεγεν〈ν〉ηκότας. πάντ’ οὖν ἃ λέξουσιν ἐξομολογούμενοι εἰς παρῳχηκότα χρόνον ἐνέκλιναν φάσκοντες Ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν. εὖ δὲ καὶ τὸ ἀπαριθμουμένους ἐφ’ οἷς μετανοοῦσι μὴ φάναι244 in vol. 2
30Ἠσεβήσαμεν· οὐ γὰρ ἔξω τῆς θεότητος γενάμενοι ἀλλὰ περιεχόμενοι αὐτῆς ὑπὸ παθῶν καὶ μοχθηρᾶς ἕξεως ἡττώμενοι ἡμάρτανον καὶ τὰ ἄλλα ἐποίουν.

1013

(n)

Ps 105,9
1 Ὁ ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ πᾶσι θεὸς ἀνωμολόγηται. εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτιμᾷ τῇ θαλάσσῃ, ἵν’ ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται, θεὸς ὢν ἀποδείκνυται αὐτὸς ὢν ὁ ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ ᾗ υἱὸς ἐκείνου.
5 Ὅμως δ’ ἐπιτιμήσαντος τοῦ θεοῦ τῇ ἐρυθρᾷ θαλάσσῃ, ξηραίνεται ὡς διοδεύσιμον αὐτὴν γένεσθαι τὴν πάλαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην.

1014

(n)

Ps 105,19
1 〈Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ〉, ἔχοντες φαντασίαν ἐξ Αἰγύπτου κομισθεῖσαν τοῦ ἐν Μέμφει Ἄπιδος. διὸ καὶ πρὸς τούτῳ τῷ μόσχῳ καὶ ἑτέροις γλυπτοῖς προσεκύνησαν, συνεσχημένοι τῷ δράματι τῆς πολυθεότητος. αὐτίκα γοῦν μόσχον ἕνα πεποιηκότες ὡς πολλοὺς δεικνῦντες ἔφασκον Οὗτοι οἱ θεοί
5σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.

1015

(n)

Ps 106 arg
1 Καὶ ὁ ἐπιφερόμενος ψαλμός, περιέχων θεοῦ εὐεργεσίας καὶ ἐλεημοσύνας πρὸς τοὺς ἀνθρώπους γεγενημένας αἶνος αὐτοῦ τυγχάνων, προτεταγμένον ἔχει τὸ
ἀλληλουϊά.245 in vol. 2

1016

(n)

Ps 106,1bc
1 Οἷς μεταπίπτει τὰ περιεστηκότα θλιβερά (μηδὲν αὐτῶν εἰσενεγκαμένων εἰς τοῦτο), ἐλέει χρηστοῦ θεοῦ ταῦτα ἔχειν ἐγνωκότες λέγειεν ἂν τοὺς προκειμένους στίχους. καὶ ἐπεὶ εἶέν τινες ἐν προσκαίροις νομιζομένοις ἀγαθοῖς γινόμενοι, οὗτοι ἐλέου θεοῦ ἁπλῶς πεῖραν ἔχουσιν, εἰς τὸν αἰῶνα ἐλεουμένων
5τῶν αἰώνια ἀγαθὰ παρ’ αὐτοῦ ἐχόντων. εἶπε γοῦν καὶ αὐτὸς ὁ χρηστὸς θεὸς πρός τινα Ἐλέῳ αἰωνίῳ ἐλέησά σε. οὕτω δὲ καὶ ἔλεος ποιεῖ εἰς χιλιάδας τοῖς αὐτὸν ἀγαπῶσιν, ἑτοιμάζων αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδ’ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. εἴρηται καὶ πρότερον τὸ ἀγαθὸν τῷ χρηστῷ συνωνυμεῖν.

1017

(n)

Ps 106,4
1 Διὸ καὶ ἐν ἐρήμῳ τε ἀρετῶν ὄντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ἔχοντες ᾧ ἑπόμενοι εὑρεῖν οἷοί τε ἦμεν μετὰ τὴν ὁδὸν πόλιν εὖ διατεταγμένην ἱερῷ νόμῳ ἐν ᾗ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες αὐτῆς. ἔστι δὲ ἀρετὴ καὶ θεοῦ σοφία.

1018

(n)

Ps 106,10b
1 Καὶ τῆς προκαταλαβούσης πτωχείας ἐναντίως ἐχούσης τοῦ πλουτεῖν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἐν ἔργοις ἀγαθοῖς, ὁ τούτων τῶν κακιῶν ἀφεθεὶς οὐδὲ κολάσεις πειρασθήσεται.

1019

(n)

Ps 106,17
1 Ἔτι βαδιζόντων τῆς ἀνομίας αὐτῶν ὁδόν, ἀντελάβετο αὐτῶν ὁ ἵλεω θεός, ἐπείπερ διὰ πλῆθος ὧν εἶχον ἀσεβειῶν ταπεινωθέντες ἐνείχοντο τοῖς ἀφ’ ὧν
αὐτοὺς ἐξήγειρε. καὶ ὅρα εἰ δύνασαι ἐφαρμόσαι τούτοις τὸ περὶ τοῦ ἐν τῷ σταυρῷ μετανοήσαντος λῃστοῦ· ἔτι γὰρ ἐν ὁδῷ ἀνομίας ὄντος αὐτοῦ (διὰ246 in vol. 2
5λῃστείαν γὰρ κατεκέκριτο) καὶ ταπεινωθέντος κολάσει διὰ τὰς ἀνομίας ἃς εἶχεν, ἀντελάβετο αὐτοῦ ὁ εἰπὼν πρὸς αὐτὸν Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

1020

(n)

Ps 106,18.19
1 Καθόλου δὲ καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τῆς ψυχῆς ὁ διά τι νόσημα καχεκτῶν πρὸς πᾶσαν τροφὴν ἀπεχθάνεται σωματικήν τε καὶ ψυχικήν, οἱ δὲ τὴν ὑγείαν τῆς ψυχῆς ἔχοντες πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην. Πύλαι δὲ θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι. ταύταις ἐγγίζουσιν οἱ πρὶν
5ἐλθεῖν πρὸς αὐτὸν ἔτι ζωτικὴν ἔχοντες πνοήν τε καὶ δύναμιν, λέγω δὴ τὴν περὶ θεοῦ ἔννοιαν· διὸ ἐν τῷ θλίβεσθαι αὐτοὺς βοῶσι πρὸς κύριον, καὶ σῴζει αὐτοὺς ἐκ πασῶν τῶν κατεχουσῶν ἀναγκῶν. καὶ εἰ μὴ πρὸς κύριον ἐκέκραξαν, ἔφθανον ἂν καὶ μέχρις αὐτοῦ τοῦ θανάτου.

1021

(n)

Ps 106,22b
1 Ἐξαγγέλλει δὲ ἐν ἀγαλλιάσει τὰ ἔργα αὐτοῦ πᾶς ὁ τὰ εἰς ἑαυτὸν γενόμενα ἐξαγγέλλων καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ εὐεργεσίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέρων γενόμενα διηγούμενος.

1022

(n)

Ps 106,26
1 Τὸ δὲ ἀναβαίνειν λέγεσθαι τὰ ὕδατα ἕως τοῦ οὐρανοῦ καὶ καταβαίνειν ἕως τῆς ἀβύσσου καθ’ ὑπερβολὴν εἴρηται. καὶ γὰρ τοῦ τοιούτου τρόπου εὕροις ἂν μυρία παραδείγματα ἐν τῇ γραφῇ· περὶ γὰρ τῶν πόλεων τῶν τοῦ Ἰσραὴλ ἐχθρῶν ὅτι τετειχισμέναι ἦσαν ἕως τοῦ οὐρανοῦ διὰ τὸ ἐν ὑψηλοῖς τετειχίσθαι
5τείχεσι, καὶ τὸ Ὑπὲρ χιόνα δὲ λευκανθήσομαι τῷ αὐτῷ εἴρηται τρόπῳ.247 in vol. 2

1023

(n)

Ps 106,38b
1 [Ἄλλοι φασί·] κτήνη ἂν εἶεν τὰ καλούμενα πρόβατα, οἵτινες ἕξουσι πλῆθος καὶ μέγεθος διὰ τὸ κατωρθωκέναι πραΰτητα καὶ εὐμάθειαν.

1024

(n)

Ps 106,42b
1 Ἀλλὰ καὶ μὴ ἔχουσα κατειπεῖν τῆς περὶ τὰ ἔθνη οἰκονομίας τοῦ θεοῦ ἐμφράξει τὸ στόμα αὐτῆς. ἀνομίαν δὲ νοήσεις τὸν διάβολον καὶ πάντα τὸν κατ’ αὐτὴν πεποιωμένον κατὰ τὸ Ἐνεφράγη στόμα λαλούντων ἄνομα.

1025

(n)

Ps 106,43
1 Ἐπειδὴ τὸ πολὺ αὐτῶν ἀνάκειται τῇ πνευματικῇ διανοίᾳ, σοφῶν καὶ συνετῶν ἔστι τὸ συνιέναι αὐτά.

1026

(n)

Ps 107,2b
1 Δόξα αὐτοῦ ἡ πρακτικὴ καὶ θεωρητικὴ ἕξις καθ’ ἣν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διανοητικὴν ἀρετήν.

1027

(n)

Ps 107,3
1 Οἷς ἀνέτειλε τὸ φῶς τὸ ἀληθινόν, πρὸς κύριον ὀρθρίσαντες ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, πλήττοντες τὸ ψαλτήριον καὶ κρούοντες τὴν κιθάραν μελῳδοῦσι τῷ πανσόφῳ θεῷ, εὐρύθμως καὶ ἐναρμονίως τοὺς ὕμνους
ἀναπέμποντες. εἴρηται δὲ ἐν τῷ ϙ ψαλμῷ τί ψαλτήριον καὶ τί κιθάρα.248 in vol. 2

1028

(n)

Ps 107,5
1 Μεγαλύνεται ἕως τοῦ οὐρανοῦ τὸ ἔλεος, ἀρχόμενον ἀπὸ τῆς γῆς· Τοῦ γὰρ ἐλέους κυρίου πλήρης ἡ γῆ. τὸ τέλος ἔχει τοὺς ἀρξαμένους ἀπὸ τῆς γῆς ἐλεεῖσθαι ἐπὶ τὸν οὐρανὸν φθάσαι ἐπὶ τῷ τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομῆσαι. μεγαλύνεται δὲ καὶ ἡ ἀλήθεια αὐτοῦ ἐν ταῖς τὸν πνευματικὸν
5διακονουμέναις ὑετὸν νεφέλαις Μωυσῇ καὶ τοῖς προφήταις, ἐπείπερ ἡ διακονία αὐτῶν ἀπὸ τῆς σκιᾶς ἀρξαμένη εἰς τὴν ἀλήθειαν καταλήγει, ὡς καὶ αὐτοὺς πνεύματι καὶ ἀληθείᾳ προσκυνῆσαι τῷ πατρὶ ὡσαύτως τοῖς ἀποστόλοις καὶ πᾶσι τοῖς τοῦ πνεύματος μαθηταῖς.

1029

(n)

Ps 107,6
1 Ἀπὸ τῆς πρώτης λέξεως ἕως τοῦ Ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου ὁ αὐτός ἐστι τῶν Νϛ, ἀπὸ δὲ τοῦ ἑξῆς στίχου μέχρι τελευτῆς τῶν ΝΘ· ὅθεν ἕκαστα τῶν προκειμένων ἐκεῖ εἰρηκότες νῦν ἐπιτεμνόμεθα.

1030

(n)

Ps 107,6
1 Ὑψουμένου τοῦ θεοῦ ἐν τοῖς τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦσι καὶ διὰ τοῦτο οὐρανοῖς καλουμένοις, ἡ δόξα αὐτοῦ ἐπὶ πᾶσαν ἐκτείνεται τὴν γῆν τὴν δυναμένην καρποφορεῖν ἑκατὸν ἑξήκοντα τριάκοντα· ἢ ὑψουμένου τοῦ θεοῦ ἐπὶ τὰς θεωρητικὰς τοῦ κόσμου φύσεις προσαγορευομένας οὐρανούς, ἡ δόξα
5αὐτοῦ ἐπὶ τὰς πρακτικὰς γῆν ὀνομαζομένας τυγχάνει.

1031

(n)

Ps 107,7
1 Οὐκ ἄλλως οἱ ἄξιοι τοῦ ὑπὸ σοῦ ἀγαπᾶσθαι ῥυσθεῖεν ἀπὸ τῶν κατεχόντων πολεμίων ἢ καὶ τῶν περιστάντων αὐτούς, ἢ σοῦ σώσαντος τῇ δεξιᾷ σου καὶ
ἐπακούοντος ἐμοῦ τοῦ ὑπὲρ αὐτῶν πρεσβευομένου.249 in vol. 2

1032

(n)

Ps 107,8—10
1 〈Ὠμίασισ〉 ἑρμηνεύεται Σίκημα, ἔργου σύμβολον οὖσα. ὑψωθεὶς οὖν ὁ κύριος ἐπὶ τὸν σταυρὸν καὶ ἀναβεβηκώς, διεμέρισε τῶν ἀνθρώπων τὰ ἔργα ὡς τὰ μὲν δικαιῶσαι, τὰ δὲ ἀποδοκιμάσαι· κριτὴς γὰρ δίκαιός ἐστι. διὸ καὶ τὸν περίγειον τόπον, διὰ τὸ εἶναί που κάτω κοιλάδα καλούμενον τῶν ἐν αὐτῷ
5διατριβόντων σωμάτων ἀνθρωπίνων, σκηνώματα καλεῖται τῶν ἐνοικουσῶν ψυχῶν διαμέτρησιν τῷ καὶ τῶν κάτω καὶ τῇδε πραγμάτων προνοεῖσθαι. ἀμέλει γοῦν εἰς πάντα τὰ ἔθνη ἀπέστειλε τοὺς κήρυκας τῆς ἀληθείας, κηρυχθῆναι τὸ εὐαγγέλιον δικαιώσας. Γαλαὰδ μετοικισμός, Μανασσῆς δὲ ἀπὸ λήθης, Ἐφραῒμ καρποφορία
10ἑρμηνεύεται. ἐρεῖ οὖν ὁ σωτὴρ Ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀλήθειαν ἢ ἀπὸ κακίας εἰς ἀρετὴν ἢ γῆς εἰς οὐρανὸν μετοικιζόμενος· ἐμὸς δ’ ἐστὶ καὶ ὁ λήθην τῶν καλῶν πᾶσαν ὑπερβὰς καὶ ἀπὸ ταύτης γεγενημένος. ὁ γὰρ μετὰ λήθην εἰς μνήμην ἐρχόμενος Μανασσῆς ἐστι, τουτέστι ἀπὸ λήθης ἀφεὶς καὶ καταλιπὼν τὴν λήθην καθ’ ἣν ἐπιλέληστο θεοῦ
15τῶν ἀγαθῶν. ἀλλὰ καὶ ἡ πολλὴ καρποφορία τῶν πεπιστευκότων ἐθνῶν σκέπη καὶ ἀντίληψις τοῦ σωτῆρος γέγονεν· ὡς γὰρ Παῦλος τοῖς πρὸς αὐτοῦ ὠφεληθεῖσι γράφει ὡς εἶεν αὐτοῦ χαρὰ καὶ στέφανος, οὕτω καὶ ὁ σωτὴρ ἀντίληψιν ἔχει στέφανον αὐτοῦ πλεκόμενον τοὺς δικαιοσύνην καὶ ἀλήθειαν καρποφοροῦντας.
20 Καὶ Ἰούδας δὲ βασιλεὺς αὐτοῦ ἐστιν, οὐ τῷ βασιλεύειν αὐτοῦ ἀλλὰ τῷ βασιλέα ὄντα προσοικειῶσθαι αὐτῷ. τοιοῦτος δὲ ὁ Δαυίδ, ἢ τάχα πᾶς ἐξομολογούμενος ἐφ’ οἷς κατώρθωσεν Ἰούδας ἐστι ἐξομολόγησις ἑρμηνευόμενος. Ὁ μέντοι Μωὰβ διὰ τὸ κολαστικὸς εἶναι τῶν αὐτῷ παραδεδομένων ὑπὸ κυρίου τῆς ἐλπίδος τοῦ λέγοντος λέβης ἐστίν. ὁ δὲ λέβης πολλαχοῦ τῶν
25προφητῶν σημαίνει κόλασιν. ἐπεὶ οὖν χρηστῇ προθέσει αἱ κολάσεις ἐπάγονται ἐλπίδα ἀγαθὴν διαδεχομένην ἔχουσαι, λέβης ἐλπίδος καὶ προσδοκία ἀγαθῶν ἐστιν. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. εἰ πρόσωπον εἴη τοῦ σωτῆρος τὸ ταῦτα λέγον, ἐπεὶ μεταλαμβάνεται ἡ Ἰδουμαία εἰς τὸ γηίνη, ἐρεῖ ἐπὶ τὴν
30γῆν καὶ τὰ γήινα πορείαν ποιήσασθαι· σύμβολον γὰρ κεκαλυμμένης πορείας τὸ ὑπόδημα. πάλαι μὲν οὖν γυμνῇ τῇ πορείᾳ ἐχρῆτο κτίζων προνοούμενος, νῦν δὲ μετὰ σαρκὸς ἧς περίκειται ἣ καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. ἐπειδὴ δὲ καὶ τὸ εὐαγγέλιον ὑπεδήσαντό τινες τῇ ἑτοιμασίᾳ τῆς εἰρήνης, καὶ τοῦτο τὸ ὑπόδημα πανταχοῦ διαδοθὲν ἐξετάθη ἐπὶ τὴν Ἰδουμαίαν καθ’ ἑκατέρους τοὺς εἰρημένους
35τρόπους.250 in vol. 2

1033

(n)

Ps 108,6—8
1 Οὐ πᾶσι τὰ αὐτὰ δεξιά, ἀλλὰ τῷ μὲν σπουδαίῳ τὰ νοητὰ καὶ τὰ τῆς ἀρετῆς, τῷ δὲ φαύλῳ τὰ αἰσθητὰ καὶ τὰ τῆς κακίας· ἐν μὲν τοῖς δεξιοῖς τοῦ ἁγίου θεὸς ἵσταται, ἐν δὲ τοῖς τοῦ ἁμαρτωλοῦ διάβολος. ἀλλ’ ἴσως ἀντερεῖ τις λέγων· Καὶ περὶ Ἰησοῦ τοῦ μεγάλου ἱερέως ἁγίου τυγχάνοντος λέλεκται Καὶ ὁ διάβολος
5εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. οὐκ ἐπέστησε δὲ ὁ ἀνθιστάμενος τῇ τῶν λέξεων διαφορᾷ· ἐπὶ μὲν γὰρ τοῦ Ἰούδα Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ γέγραπται, ἐπὶ δὲ τοῦ μεγάλου ἱερέως Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ· τῇ γὰρ δεξιότητι τοῦ ἁγίου ἵσταται μαχόμενος καὶ ἀνθιστάμενος, εἰ καὶ ἀνατρέψαι οὐχ οἷός τέ ἐστι τὸν οὗ ὁ θεὸς ἐν τοῖς δεξιοῖς ἐστι·
10τοῦ δὲ Ἰούδα ὡς ἐν ἰδίῳ τόπῳ τοῖς δεξιοῖς ἵσταται. διὸ καὶ φαῦλός ἐστι, καὶ ἔτι τὸ ἑπόμενον ἐμφαίνει τὴν πονηρίαν αὐτοῦ, τοῦ σωτῆρος εὐχομένου εἰς ἁμαρτίαν 〈γενέσθαι τὴν τοῦ Ἰούδα προσευχήν. γίνεται εἰς ἁμαρτίαν〉 προσευχὴ τῷ ἀναπέμποντι αὐτήν, ὅταν ἀποτυγχάνῃ ὧν αἰτεῖται. Ηὔξατο γοῦν, τρόπον τινὰ προδιδοὺς τὸν διδάσκαλον, ἀφανισθῆναι τὸν
15λόγον αὐτοῦ καὶ σκορπισθῆναι πάντας τοὺς μαθητὰς καὶ πεπιστευκότας, ἀλλ’ ἀπέτυχεν. ἔδραμε γοῦν ὁ λόγος αὐτοῦ, καὶ οἱ πιστεύοντες αὐτῷ ὁσημέραι αὐξάνοντες τὴν πᾶσαν οἰκουμένην ἐπλήρωσαν. Καὶ ἄλλως γε γίνεταί τινι εἰς ἁμαρτίαν ἡ προσευχή, ὅταν μὴ ἃ δεῖ ἀλλὰ ἃ μὴ συμφέροι αὐτῷ ἀξιοῖ λαβεῖν παρὰ τοῦ θεοῦ καὶ διὰ τοῦτο κρίναντος αὐτόν,
20ἐπεὶ μηδὲ ἃ πρέπει θεὸν διδόναι μηδὲ αὐτῷ λυσιτελῆ ᾐτήσατο. Παντὸς δὲ προδότου τῆς ἀληθείας γίνονται αἱ ἡμέραι ὀλίγαι, ἃς εἶχε φωτιζόμενος, πρὶν προδῷ τὴν ἀλήθειαν. ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενος, λαμβάνει δὲ καὶ τούτου τὴν ἐπισκοπὴν ἀντ’ αὐτοῦ διδάσκαλος γινόμενος, ὁ καὶ ἐμμείνας καὶ προκόψας ἐν τῇ ἀληθείᾳ.

1034

(n)

Ps 108,14a
1 Πατέρες τοῦ Ἰούδα οἱ κατὰ προδοσίαν γεννήσαντες αὐτὸν εἶναι δύνανται οἵ τε διὰ τῆς δόσεως τῶν ἀργυρίων εἰς τοῦτο αὐτὸν παρορμήσαντες, καὶ ἔτι ὁ βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ Σατανᾶς προδοῦναι τὸν κύριον, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶνος ἄρχοντες περὶ ὧν ὁ Παῦλος Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν
5τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.251 in vol. 2

1035

(n)

Ps 108,16c
1Ἐθανάτωσε δὲ αὐτόν, αἴτιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι.

1036

(n)

Ps 108,21—23
1 Ὁ τὴν τοῦ δούλου μορφὴν περικείμενος ὡς πρὸς κύριον τὸν πατέρα λαλεῖ. λέγει δὲ τῷ κυρίῳ, ὅπως ποιήσει μετ’ αὐτοῦ ἔλεος εὐεργετῶν τοὺς πιστεύοντας ὄντας αὐτοῦ σῶμα· τὰ γὰρ εἰς τὸ σῶμα αὐτοῦ γινόμενα ἑαυτῷ λογίζεται. διό φησι Ποίησον μετ’ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματος σου, ἐπείπερ ἐν τούτῳ ἐλήλυθα
5πρὸς οὓς ἀπέστειλάς με φάσκων Ἐγὼ ἐν τῷ ὀνόματι τοῦ πατρὸς ἐλήλυθα· ἕνεκεν οὖν τούτου τοῦ ὀνόματος ποίησον, Ὅτι χρηστὸν τὸ ἔλεός σου, εὐεργετικὸν ὂν καὶ μεστὸν ἀγαθότητος· ποίησον δέ, ἐπεὶ Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Λέγοις δ’ ἂν καρδίαν καὶ ἰσοψύχους αὐτοῦ τοὺς ἀποστόλους, τῶν
10ὑποδεεστέρων πεπιστευκότων τυγχανόντων αὐτῷ σῶμα. ἐπεὶ οὖν ἐσκορπίσθησαν οἱ μαθηταὶ σκανδαλισθέντες ἐν τῇ νυκτὶ ἐκείνῃ, ὅτ’ ἐπαρέστησαν ἐπὶ τῷ κρατῆσαι αὐτὸν Ἰούδας καὶ ὁ τῶν Φαρισαίων ὄχλος, τεταράχθαι αὐτοὺς καρδίαν αὐτοῦ τυγχάνοντας συνέβη. πλὴν εἰ καὶ ἐταράχθη ἡ καρδία αὐτοῦ, ἀλλ’ οὖν οὐκ ἀπέστη αὐτοῦ, περιεχομένη αὐτοῦ καὶ ἔνδον
15οὖσα τῶν μαθητῶν αὐτοῦ. Ἀλλὰ καὶ πᾶς ὁ ταραττόμενος τὴν καρδίαν ἀπὸ λογισμῶν ἢ παθῶν, μηδὲν δὲ πράττων ἢ λέγων κατὰ τὴν ταραχήν, ἐρεῖ τὸ Ἐταράχθη ἡ καρδία μου ἐντός μου. Εἶτ’ ἐπεὶ ἀεὶ ἐν ἀνθρώποις ἤμελλεν ὁ σωτὴρ διάγειν (ἀνελήφθη γοῦν μετὰ
20ἀνάστασιν εἰς οὐρανούς), ἐρεῖ περὶ τῆς ἀνθρωπίνης ζωῆς οὐ μονίμου οὐδ’ ἑστηκυίας οὔσης ὡς σκιὰ ἐν τῷ ἐκλείπειν Ἀντανῃρέθης μου ἐκτιναχθέντος ὡς ἀκρίδος· ὡς γὰρ αἱ ἀκρίδες δι’ ἀσθένειαν φύσεως θᾶττον ἐκτινάσσονται σοβούμεναι, οὕτω κἀγὼ ἀσθενῆ ζωὴν δι’ ἀνθρώπους ἀναλαβὼν ἐπὶ τῷ σταυρωθῆναι ἐξ ἀσθενείας ταχέως ἐξεδιώχθην μετὰ ἀνάστασιν ἀναληφθείς.
25 Δύναται καὶ περὶ πάντων τῶν μαθητῶν ὡς περὶ αὐτοῦ λέγειν τὸ Ἐξετινάχθην ὡσεὶ ἀκρίδες, ἐπείπερ διωκόμενοι καὶ ἐκτινασσόμενοι πρὸς τῶν κακοῦν θελόντων οὐ ταπεινοῦνται ἀλλ’ ἱπτάμενοι μετάρσιοι φέρονται. καὶ πάντες οὖν οἱ μάρτυρες ἐκτιναχθέντες ὡσεὶ ἀκρίδες, ἐάσαντες τὰ κάτω,
διώκουσι τὸ βραβεῖον τῆς ἄνω κλήσεως.252 in vol. 2

1037

(n)

Ps 108,30.31
1 Ἀποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν αὐτὸν ἐπήγαγεν Ὅτι παρέστη ἐκ δεξιῶν πένητος· ἐμοῦ δηλονότι τοῦ ὑπὲρ πάντων πτωχεύσαντος, ὅπως τῇ ἐμῇ πτωχείᾳ πλουτήσωσι. παρίσταται δὲ ἐκ δεξιῶν τοῦ πάντα δεξιῶς πράττοντός τε καὶ φρονοῦντος. πάλιν δὲ τοῦ ἐκ δεξιῶν αὐτοῦ παρεστάναι τὸν
5θεὸν τὴν πρόφασιν τιθεὶς λέγει Τοῦ σῶσαι τὴν ψυχήν μου.

1038

(n)

Ps 109,1bc
1 Πληρώσαντι τὴν οἰκονομίαν ἐκ νεκρῶν τε ἀναστάντι καὶ εἰς οὐρανὸν ἀναληφθέντι τῷ υἱῷ κυρίῳ ὄντι εἶπεν ὁ κύριος Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, τουτέστιν ὁ πατήρ. Παῦλος γοῦν οἶδε μετὰ τὴν ἀνάληψιν ταύτην εἰρῆσθαι τὴν φωνὴν διὰ τοῦ φάναι Καθαρισμὸν
5τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· καὶ ἑξῆς Τίνι γὰρ τῶν ἀγγέλων εἴρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; 〈κύριος τοίνυν ὢν ὁ πατὴρ τῶν πρὸς αὐτοῦ γεγενημένων ἁπάντων λέγει τῷ κυρίῳ τῆς κτίσεως Κάθου ἐκ δεξιῶν μου,〉 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
10 Λέγει δὲ ὁ πατὴρ τῷ υἱῷ ὡς ἂν εἴποι πατὴρ υἱῷ καὶ υἱὸς πατρί, οὐ γὰρ προφορᾷ χρώμενος διαλέγεται τῷ υἱῷ· αὐτὸς γὰρ αὐτοῦ νόησις ἀλήθειά τε καὶ σοφία καὶ λόγος. κάθηται δὲ ἐν τοῖς δεξιοῖς ὁ κύριος τοῦ κυρίου. οὐ τοπικῶς ἢ σῶμα ἦν ἢ εἶχεν ὁ ταῦτα λέγων, κἂν ἐν τόπῳ τὸ δεξιὸν ἐζητοῦμεν. δεξιοῖ τοιγαροῦν τοῦ θεοῦ οἱ μετέχοντες αὐτοῦ καθὸ θεὸς καὶ ἅγιος καὶ ἀγαθός ἐστιν·
15ὧν οὐκ ἄλλος ἡγήσεται ἢ ἅμα τῷ πατρὶ βασιλεύων. τὸ γὰρ Κάθου ἐκ δεξιῶν συμβασιλεύειν τοῦ υἱοῦ δηλοῖ πρὸς τὸν πατέρα. Εἴτ’ ἐπὶ τῶν λογικῶν· οἱ μὲν σοφίαν καὶ ἀκραιφνεστάτην ἀρετὴν ἔχοντες θρόνος εἰσὶ τοῦ θεοῦ· καὶ ἐν τούτοις καθήμενος ὁ σωτὴρ ἐν δεξιᾷ τοῦ θεοῦ κάθηται. οἱ δὲ πρὸς κακίαν καὶ κακοδοξίαν ἑλάσαντες ἐχθροὶ τοῦ λόγου καὶ
20τῆς ἀληθείας εἰσί. βούλεται δὲ καὶ τούτους ὁ πατὴρ διὰ μετανοίας ἕλκων ὑπὸ τὴν πορείαν καὶ τοὺς πόδας τοῦ λόγου ποιῆσαι, ἵν’ ὑποπόδιον αὐτοῦ γεγενημένοι κατὰ τὸ ἐγχωροῦν ἅπτωνται τῶν ποδῶν αὐτοῦ· μεθ’ ἣν ἁφὴν πρὸς ἀρετὴν καὶ σοφίαν εὐκινητότεροι γινόμενοι ἐξ ὑποποδίου καὶ αὐτοὶ θρόνος ἔσονται. διό φησιν ὁ Παῦλος Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς
25πόδας αὐτοῦ. καὶ ἐνταῦθα οὖν ὁ θεός φησιν Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου. κάθηται μὲν γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς βασιλεύων εἰς ὅσον οἱ ἐχθροὶ ἀντιτείνουσιν. ὅταν δὲ αὐτοὺς ὑποτάξῃ καὶ ὑποπόδιον ἑαυτοῦ ποιῆσαι ἀρχὴν ὠφελείας ἐν αὐτοῖς τεθεικώς, ὀρέγων χεῖρα ἀνάγει αὐτούς, ὅπως καὶ αὐτοὶ ἐν δεξιοῖς ἀριθμηθεῖεν, οὐκέτι οὔσης κακίας τότε δι’ ἣν253 in vol. 2
30ἐτύγχανον ἀριστεροί, ὡς λοιπὸν τὸν πατέρα ἐν υἱῷ καὶ τὸν υἱὸν ἐν πατρὶ ἓν εἶναι καὶ πάντας τελειωθέντας τοὺς λογικοὺς ἓν γενέσθαι πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τοῦ θεοῦ πάντα ἐν πᾶσι γινομένου.

1039

(n)

Ps 109,3ab
1 Νοήσεις καὶ οὕτως· τὸ τῆς ἀρχῆς ὄνομα βασιλείαν ἐνταῦθα σημαίνει οὖσαν μετὰ τοῦ σωτῆρος ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ ἢ μετὰ ἀνάστασιν ἣν ἀνέστη ἐκ νεκρῶν· εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. ἢ σημαίνων τὴν προσοῦσαν αὐτῷ σύμφυτον ἀρχήν, καθ’ ἣν κρατεῖ καὶ
5δυναστεύει (αὕτη δὲ ἡ τῆς δυνάμεως ἡμέρα) οὐκ ἐν τοῖς τυχοῦσιν ἀλλ’ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων καθ’ ἃς ἕξουσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενοι καὶ λαμπρυνόμενοι ὥστ’ ἂν εἰπεῖν Ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς. Ἐὰν δὲ ἀρχὴν τοὺς ἀρχομένους λέγῃ, καθ’ ὃ σημαινόμενον εἴρηται Ὁ
10θεὸς πάσης ἀρχῆς ἐπικρατῶν, καὶ τὸ Ἐγενήθη ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ οὕτως ἐρεῖς μετὰ τοῦ εἶναι τοὺς ἀρχομένους ὑπ’ αὐτοῦ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ ἣ καταυγάζει ἥλιος δικαιοσύνης ὤν. λέγει γοῦν αὐτὸς περὶ τῶν ὑπ’ αὐτοῦ βασιλευομένων πρὸς τὸν πατέρα Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοί εἰσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν.

1040

(n)

Ps 109,3c
1 Πάντες οἱ ἐκκλησιαστικοὶ οὐ νῦν πρότερον ἀλλὰ καὶ ἀεὶ πρὸς τοῦ πατρὸς τὴν προκειμένην λέγουσι φωνὴν εἰρῆσθαι συναπτομένην τῇ ἀρχῇ τοῦ ψαλμοῦ οὕτως· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά
5σε, —τῶν ἄλλων ἡμιστίχων διὰ μέσου εἰρημένων. καὶ ἔοικέ γε καὶ ὁ ἀπόστολος
ταύτῃ τῇ διανοίᾳ ἠκολουθηκὼς εἰρηκέναι Τίνι γὰρ τῶν ἀγγέλων εἴρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; μονονουχὶ λέγων· Οὐδενὶ τῶν γεννητῶν ἀλλὰ τῷ μονογενεῖ υἱῷ ἑαυτοῦ μόνῳ εἶπε Κάθου ἐκ δεξιῶν μου, ἐπεὶ καὶ μόνος αὐτός ἐστι μονογενὴς ὢν ἐν κόλποις τοῦ πατρός.254 in vol. 2
10 Ἴδωμεν δὲ καὶ αὐτὴν τὴν λέξιν τί βούλεται. καὶ ῥητέον γε ὅτι ὁ θεὸς ἁπλοῦς μὲν καὶ ἀσύνθετός ἐστι· καὶ ὅμως οὕτως αὐτοῦ ὑπάρχοντος, ὁ θεῖος λόγος, ἐὰν δημιουργὸν αὐτὸν γνησίως παραστῆσαι βούλεται, ἀφ’ ὧν ἴσμεν, ὁμιλῶν τῶν χειρῶν αὐτοῦ λέγει ἔργα εἶναι τοὺς οὐρανοὺς καὶ τὴν ἄλλην κτίσιν. οὕτω καὶ γνησίας γονεῖς, ὅταν λόγον ποιώμεθα, γαστέρα ὀνομάζομεν.
15ἐπεὶ γάρ εἰσι κυρίως τινῶν υἱοί, ἄλλοι δὲ εἰσποιητοὶ καὶ θετοί, ὅταν μὴ τοὺς θετοὺς ἀλλὰ τοὺς κυρίως σημαίνωμεν, λέγομεν γεννήματα γαστρὸς αὐτοὺς τῶν τεκόντων. καὶ θεὸς οὖν γνήσιον υἱὸν καὶ ἐξ ἑαυτοῦ τὸν μονογενῆ παραστῆσαι θέλων γαστρὸς μνημονεύει. ἀλλ’ ὥσπερ τὸ ποιεῖν αὐτὸν χερσὶ θεοπρεπῶς, οὕτω καὶ τὸ γεγεννηκέναι ἐκ γαστρὸς ἀκούωμεν.
20 Ἀλλὰ πολλὰ μὲν τὰ χειρῶν ἔργα, ἓν δὲ τὸ μονογενὲς γέννημα γαστρός· ὅθεν οὐ ταὐτὸν τὸ κτίζειν καὶ τὸ γεννᾶν ἐπὶ θεοῦ ῥητέον, ὡς οἴονταί τινες. πάντα μὲν γὰρ διὰ τοῦ λόγου καὶ ἐν σοφίᾳ γεγένηται, ἡ σοφία δὲ καὶ ὁ λόγος οὐ διά τινος ἀλλ’ ἐκ θεοῦ γεγέννηται. διὸ οὐ ταὐτὸν τὸ γεννᾶν τῷ ποιεῖν· εἰ γὰρ μὴ εἶχε διαφοράν, οὐδὲν ἐκώλυεν εἰπεῖν· Αἱ χεῖρές μου ἐποίησάν σε,
25καὶ γαστρός μου ἔργα οἱ οὐρανοί. ἀλλ’ ὥσπερ ἡ λέξις πολλὴν ἔχει παραλλαγήν, οὕτω καὶ τὰ σημαινόμενα ὑπ’ αὐτῆς. Ἀλλ’ οὐκ ἀγνοοῦντι τῷ υἱῷ ταῦθ’ ὁ πατὴρ λέγει, ἀλλ’ ἵν’ ἡμεῖς γνῶμεν τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, ἀνεγράφη ταῦτα.
30 Ὥσπερ καὶ τὸ ὑπ’ αὐτῆς τῆς μονογενοῦς σοφίας εἰρημένον Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὸ καὶ ἐνταῦθα πρὸ ἑωσφόρου γεγεννῆσθαι λέγεται, ἑωσφόρου δὲ φωτός, οὐκ αἰσθητοῦ μόνου ἀλλὰ καὶ νοητοῦ. εἰ δὲ καὶ τῶν νοητῶν, πρόδηλον ὅτι καὶ πάσης τῆς κτίσεως κατὰ τὸ εἰρημένον Καὶ αὐτός ἐστι πρὸ πάντων.

1041

(n)

Ps 109,4
1 Ὥσπερ ἡμῖν ὁ σωτὴρ ὅρκον ὁρίζει εἶναι τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, οὕτω μᾶλλον δὲ πολλῷ πλέον θεὸς ἀληθεύων ὀμνύναι λέγεται, οὐ ἀπωμοτικῷ ἢ κατωμοτικῷ τινι χρησάμενος. ὤμοσε τοίνυν ὁ κύριος καὶ οὐ μεταμελήσεται, ἐπείπερ ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ· κλῆσις δὲ μεγίστη
5ἡ τοῦ σωτῆρος εἰς ἱερωσύνην καὶ ἀμεταμέλητον χάρισμα, ἡ ἱερωσύνη οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἀλλὰ τοῦ Μελχισεδὲκ εἰς τὸν αἰῶνα. ἡ γὰρ τοῦ Ἀαρὼν μέχρι καιροῦ διορθώσεως ἐπικειμένη μετετέθη, ᾗ φησιν ὁ Παῦλος Μετατιθεμένης τῆς ἱερωσύνης ἀνάγκῃ καὶ νόμου μετάθεσις γίνεται. ἡ δὲ πρὸς τὸν σωτῆρα γεναμένη διαθήκη αἰώνιος ἀπαράβατον ἔχει τὴν ἱερωσύνην,255 in vol. 2
10σῴζειν εἰς τὸ παντελὲς δυναμένου τούτου τοῦ ἱερέως τοὺς δι’ αὐτοῦ προσερχομένους τῷ θεῷ ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. οὕτως δὲ καὶ τὰς πνευματικὰς θυσίας, θυσίαν αἰνέσεως καὶ δικαιοσύνην οὔσας, ὑπὲρ ἡμῶν προσάγει τῷ πατρί, ἀλλὰ καὶ ἑαυτὸν ὑπὲρ πάντων θυσίαν προσηγίοχεν ἐπὶ τῇ τῶν ὅλων σωτηρίᾳ.

1042

(n)

Ps 109,5.6
1 Τοῦ πατρὸς εἰπόντος Κάθου ἐκ δεξιῶν μου τῷ υἱῷ, νῦν λέγεται Κύριος ἐκ δεξιῶν σου, ὡς φανεροῦσθαι μὴ τοπικῶς ἐκ δεξιῶν τοῦ πατρὸς εἶναι τὸν υἱόν. ἰδοὺ γὰρ ἅμα καὶ αὐτὸς ἐκ δεξιῶν καὶ ὁ πατὴρ αὐτοῦ ἐκ δεξιῶν ἐστιν, ὅπερ ἀδύνατον εἰ τοπικῶς τὸ Ἐκ δεξιῶν νοοῖτο. ὡς οὖν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς
5ἐν τῷ πατρί, οὕτως ὁ υἱὸς τοῦ πατρὸς δεξιός. Καὶ ὁ πατὴρ τοῦ υἱοῦ ἐκ δεξιῶν αὐτοῦ συνθλᾷ ἐν τῇ ἡμέρᾳ τῆς ὀργῆς αὐτοῦ τοὺς νοητοὺς βασιλεῖς οὐκ ἄλλους τυγχάνοντας ἀρχῶν καὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων τοῦ σκότους. οἱ αὐτοὶ δέ εἰσιν οὗτοι οἱ ὑπὸ πόδας τοῦ σωτῆρος τιθέμενοι ὄντες διὰ τὴν κακίαν καὶ πονηρίαν ἣν εἵλαντο ἐχθροὶ αὐτοῦ, πλὴν
10συνθλασθέντες παύσονται τοῦ εἶναι πολέμιοι, καταργουμένης ὑπὸ κυρίου πάσης ἀρχῆς καὶ πάσης ἐξουσίας τοιαύτης. ἡμέρα δὲ ὀργῆς κυρίου ὁ καιρὸς τῆς ἅμα πάντων κρίσεως ἐν ταῖς γραφαῖς λέγεται. Τούτων δὲ οὕτως ἐπιτελουμένων, ὁ θεὸς ἐν τοῖς ἔθνεσι πτώματα πληρώσει, οὐδένα κενὸν ἐῶν καὶ ἀμέτοχον τῆς ἀπ’ αὐτοῦ πληρότητος τῶν ἐπὶ σωτηρίᾳ
15πεσόντων, ἵνα ἀναστῶσιν εἰς αἰώνιον ζωήν. κεῖται γὰρ αὐτὸς οὗπερ ἐκ τοῦ πληρώματος οἱ ἅγιοι εἰλήφασιν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καταβάλλων καὶ πίπτειν ποιῶν τοὺς φαύλην στάσιν ἔχοντας τῷ κατὰ κακίαν καὶ ἀσέβειαν δοκεῖν ἱδρῦσθαι ἐπὶ τῷ ἐγεῖραι αὐτοὺς εἰς ἀνάστασιν ζωῆς, ὅπως αὐτῷ λοιπὸν χρήσονται κεφαλῇ, συνθλασθεισῶν τῶν φαύλων βασιλειῶν ἃς εἶπε Κεφαλὰς
20πολλῶν, τῶν κεχυδεῶσθαι διὰ τὴν κακίαν πολλῶν καλουμένων. ἐπεὶ γὰρ οὐχ οἷόν τε ἦν ἅμα ἐκείνους καὶ αὐτὸν κεφαλὴν τουτέστι βασιλέα ἔχειν πρῶτον ἔτι ἐπὶ τῆς γῆς ὤν, συνθλάσας τοὺς ἐπὶ κακῷ τῶν ἐθνῶν ἄρχοντας αὐτὸς νομίμως αὐτῶν βασιλεύων παντὸς ἀνδρὸς κατὰ τὸν ἔσω ἄνθρωπον τυγχάνοντος καὶ τῆς ἀμωμήτου ἐκκλησίας κεφαλή ἐστιν.
25 Αἴτιον δὲ τούτων ἁπάντων καθέστηκε τὸ πεπωκέναι ἐκ χειμάρρου αὐτὸν γενόμενον ἐν τῇ ὁδῷ τοῦ τῶν ἀνθρώπων βίου. τοῦτο γὰρ ὁ τελευταῖος αἰνίττεται στίχος λέγων 〈Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται ὕδωρ· διὰ τοῦτο ὑψώσει κεφαλήν.〉256 in vol. 2

1043

(n)

Ps 109,7
1 Ὁ χειμάρρους πολλαχοῦ ὥσπερ καὶ ἐνταῦθα πειρασμὸν σημαίνει, πιεῖν δὲ ἐξ αὐτοῦ ἐστι τὸ ἀναδέξασθαι αὐτόν. πεπείραται δὲ Ἰησοῦς ὑπὲρ σωτηρίας γενόμενος ἐν τῇ τῶν ἀνθρώπων ὁδῷ, ὥς φησιν ὁ ἀπόστολος γράφων ὧδε· Ἐν ᾧ γὰρ αὐτὸς πέπονθε πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι·
5ὧν καὶ βασιλεὺς ἀναδειχθείς, δοθείσης αὐτῷ ἐξουσίας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὕψωσε κεφαλήν, ἄρχων οὐ μόνον τῶν ἐπὶ γῆς ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς χειροτονηθεὶς ὑπὸ τοῦ πνεύματος ἐπὶ τῷ πᾶν γόνυ κάμψαι αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πάσης γλώσσης ἐξομολογουμένης ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ταύτης τῆς ὑψώσεως σύμβολον
10ὁ σταυρὸς φέρει. Πάντα δὲ ταῦτα περὶ τοῦ γενομένου σαρκὸς λόγου εἰρήσεται. εἰ γὰρ καὶ εἷς καὶ αὐτὸς τυγχάνει, ἀλλ’ οὖν κατὰ τὴν ἐπίνοιαν ἁρμόσει τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τὰ προκείμενα.

1044

(n)

Ps 110,1
1 Καὶ ὀλίγῳ δὲ πρότερον ἣν ἔγνωμεν παράδοσιν ἀρχαίων ἐθήκαμεν ἐκείνων εἶναι τοὺς μετὰ τοῦ Ἀλληλουϊὰ ἐπιγραφομένους ψαλμοὺς τῶν ἐν τοῖς προτέροις συντεταγμένων 〈οἷσ〉 καὶ ἐνταῦθα ἀπὸ τοῦ ΡΙ ψαλμοῦ ἕως τοῦ ΡΙΗ τὸ Ἀλληλουϊὰ προγέγραπται, οὐ παρεμφαινομένου προσώπου ῥητοῦ οὗ ἕκαστος τούτων τυγχάνει.
5ἐπεὶ οὖν ὁ ΡΘ τοῦ Δαυὶδ ἐπιγέγραπται, ἀνάγκη ὅσον ἐπὶ τῇ παραδόσει αὐτοῦ καὶ τοὺς καθεξῆς εἶναι πάντας μέχρι τοῦ ΡΙΗ. καὶ ἔστω καθόλου παρατήρησις αὕτη ἐπὶ πάντων τῶν ἀνεπιγράφων ψαλμῶν. Μέλλων δὲ ὁ ἅγιος ἀπαγγέλλειν τὰ ἐπὶ σωτηρίᾳ τῶν ὅλων γενόμενα ὑπὸ κυρίου προαναφωνεῖ τὰς ἐκκειμένας φωνάς. ἐν ὅλῃ δὲ καρδίᾳ ἐξομολογεῖται
10πᾶς καὶ μόνος ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας τὸν θεὸν ἀγαπήσας·
καὶ πᾶσαν μὲν τὴν ἀγαπητικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀποτείνας ἐξ ὅλης καρδίας τὸν θεὸν ἀγαπᾷ, πᾶσαν δὲ τὴν ὑμνητικὴν καὶ εὐχαριστικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀναλώσας ἐξομολογεῖται αὐτῷ ἐξ ὅλης καρδίας ἐν τῇ τῶν σπουδαίων συναγωγῇ, οὐκ ἐν τῷ τυχόντι τόπῳ ἢ μετὰ τῶν τυχόντων.257 in vol. 2
15 Δυνατὸν στίξαντα εἰς τὸ Ἐν ὅλῃ καρδίᾳ ἀναγνῶναι ἑξῆς Ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα κυρίου.

1045

(n)

Ps 110,2
1 Καθόλου καὶ γενικῶς ὀνομαζομένου τοῦ θελήματος τοῦ κυρίου, τὰ περὶ τῶν κατὰ μέρος ἔργων αὐτοῦ ἰδικὰ θελήματα αὐτοῦ εἶεν. εἰ οὖν πάντα ὅσα ἠθέλησεν ἐποίησε, καθόλου ἡ ποίησις ἐξῆπται τῆς θελήσεως αὐτοῦ, τῶν καθ’ ἕκαστα ποιημάτων ἡρμοσμένων τοῖς κατ’ εἶδος θελήμασι. διὸ καὶ μεγάλου ὄντος τοῦ
5δημιουργοῦ, μεγάλα ἐστὶ καὶ τὰ ἔργα αὐτοῦ σφόδρα ἠκριβωμένα πρὸς τὴν ἅρμοσιν τῶν θελημάτων αὐτοῦ· οὐ γὰρ ὡς ἔτυχεν, ἀλλ’ ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τυγχάνει ταῦτα. διὸ τῶν ἔργων ἐξεζητημένων, μὴ λεγέτω τις εἰς τί ἐκεῖνο. πάντα γὰρ εἰς χρείαν αὐτῶν ἐκτίσθη· διὸ πάντα καλὰ λίαν ἐστὶ τὰ τοῦ θεοῦ ἔργα.
10 Εἰ δ’ ἔργα θεοῦ λάβοι τις τὰ παραδόξως καὶ τεραστίως ἐπιτελούμενα (τοῦτο μὲν διὰ Μωυσέως καὶ τῶν προφητῶν, τοῦτο δὲ διὰ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν), ῥηθείη καὶ περὶ τούτων τὰ προκείμενα ῥητά. τὰς γὰρ ἀναστάσεις τῶν νεκρῶν καὶ τὰς τῶν λεπρῶν καθάρσεις καὶ ἀναβλέψεις τῶν τυφλῶν καὶ τὰ ὁμογενῆ τούτοις Ἰησοῦς ἐπιτελῶν συμβολικῶς ἐδήλου δι’ αὐτῶν τὰς τοῦ ἔσω
15ἀνθρώπου ἰάσεις, ἅπερ πάντα προηγουμένως θελήματά ἐστι θεοῦ. Εἰ δὲ καὶ τὰς ἀρετὰς λάβοι τις θελήματα θεοῦ λέγεσθαι διὰ τὸ Ὃς ποιήσει πάντα τὰ θελήματά μου, ἐρεῖ ἔργα μεγάλα ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τοῦ θεοῦ εἶναι τὰς κατ’ ἀρετὴν ἐνεργείας.

1046

(n)

Ps 110,5.6
1 Καὶ κατὰ τὸ ῥητὸν μέντοι τροφὴν ἐξαιρέτως δίδωσι τοῖς φοβουμένοις αὐτὸν μετά τινος παραδοξοποιΐας, ὡς τῷ Δανιὴλ τὸ ἄριστον τυγχάνοντι ἐν τῷ λάκκῳ τῶν λεόντων ἐν τῇ Βαβυλῶνι· ἐκ τῆς Ἱερουσαλὴμ τὸν Ἀμβακοὺμ μετάρσιον ἄρας ἤγαγεν εἰς Βαβυλῶνα κομίζοντα τὴν τροφὴν αὐτῷ τῷ Δανιήλ. ἀλλὰ καὶ
5κόραξιν ἐντειλάμενος ἄρτους τὸ πρωῒ καὶ κρέας τὸ δείλης φέρειν τῷ Ἠλίᾳ (λιμοῦ πολλῆς τυγχανούσης) ἔθρεψεν αὐτὸν φοβούμενον τὸν κύριον. Τῆς δὲ παλαιᾶς διαθήκης αὐτοῦ ἕως καιροῦ διορθώσεως δοθείσης τέλος ἀναλαβούσης, μνησθήσεται εἰς τὸν αἰῶνα τῆς κατὰ τὸ εὐαγγέλιον καινῆς διαθήκης ἀδιαδόχου μενούσης. διὸ καὶ τῷ λαῷ οὓς περιεποιήσατο τῷ ἰδίῳ258 in vol. 2
10αἵματι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος Ἰησοῦς δίδωσι τὴν ἰσχὺν τῶν ἔργων αὐτοῦ, φανερῶν αὐτοῖς οἵας δυνάμεώς ἐστιν ἕκαστον ὧν προσέταξεν ἐργάζεσθαι τὸν λαὸν καὶ τοὺς λόγους τῶν γεγονότων. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ὅτε πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονε, τὸ πλήρωμα τῶν ἐθνῶν εἰς τὴν σωτηρίαν εἰσῆλθεν. ἀλλ’
15ἐπεὶ ἀγαθὸς ὁ θεός ἐστιν οὐκ ἀρκεσθεὶς τῷ μόνον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν εἰς τὴν ἀκήρατον καὶ δεδοξασμένην κληρονομίαν, μιμνήσκεται εἰς τὸν αἰῶνα τῆς πρὸς τοὺς υἱοὺς Ἰσραὴλ διὰ τοὺς πατέρας αὐτῶν διαθήκης. τὴν ἰσχὺν ὧν ἐποίησεν ἔργων ἀναγγελεῖ τῷ Ἰσραηλιτικῷ λαῷ, ἵνα τῆς οἰκονομίας τὴν δύναμιν θεωρήσαντες σωθῶσι καὶ αὐτοὶ μετὰ τὸ εἰσελθεῖν
20τὸ πλήρωμα τῶν ἐθνῶν λαμβάνοντες θεόθεν τὴν προσοικειωθεῖσαν καὶ βεβαιωθεῖσαν τοῖς ἔθνεσι κληρονομίαν.

1047

(n)

Ps 110,7.8
1 Πολλαχοῦ τῶν θείων λογίων χεῖρα τοῦ πατρὸς καλούμενον εὑρίσκομεν τὸν κύριον, ὡς ἐν τῷ Ἡ χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα. ὁ γὰρ λόγος δι’ οὗ τὰ πάντα καὶ ἡ σοφία ἐν ᾗ τὰ πάντα ὁ πατὴρ ἐποίησε χείρ ἐστιν αὐτοῦ δημιουργήσασα τὸ πᾶν. ἀλλὰ καὶ ἐν χειρὶ κραταιᾷ ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν
5λαὸν ὁ θεὸς ἐν τῷ αὐτῷ υἱῷ τοῦτ’ εἰργάσατο, ὥς τις τῶν ἀποστόλων γράφει Ἰησοῦς ἅπαξ λαὸν ἐξ Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύοντας ἀπώλεσε. Καὶ ἐπεὶ καὶ ἄλλαι γραφαὶ οὐ μιᾷ χειρὶ τὸν θεὸν πεποιηκέναι φασὶν ὡς ἡ λέγουσα Ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ ἡ ἀπαγγέλλουσα Οὗ αἱ
10χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ (συνᾴδει τούτοις καὶ ὁ εἰπὼν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με), ζητῶν τις εὐλόγως εὕροι καὶ τὸ ἅγιον πνεῦμα χεῖρα τοῦ θεοῦ καλούμενον· ἐξ οὗ δείκνυται δημιουργικὸν ὂν τὸ πνεῦμα τὸ ἅγιον, ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι τοῦ πατρὸς τοὺς οὐρανοὺς ἐργασαμένου καὶ τὴν στρατιὰν τοῦ οὐρανοῦ κτίσαντος.
15 Τούτων δὲ τῶν χειρῶν ἔργα θεοῦ ἐν πᾶσι τοῖς ἁγίοις εὑρίσκεται τυγχάνοντα ἀλήθεια καὶ κρίσις. ἣν γὰρ δίδωσιν υἱὸς ἐν πνεύματι ἁγίῳ πρακτικὴν ἕξιν,
κρίσις ἐστὶ κρίνουσα καὶ μετ’ ἐξετάσεως ὁρίζουσα ἃ δεῖ αἱρεῖσθαι ἀγαθὰ καὶ φεύγειν κακά· ἀλήθεια δὲ ὢν δίδωσιν ὁ Χριστὸς διὰ πνεύματος ἁγίου καὶ κατὰ τὸ πνεῦμα λόγον σοφίας καὶ λόγον γνώσεως.259 in vol. 2
20 Ἔργα οὖν τῶν τοῦ θεοῦ χειρῶν γνῶσις ἀληθείας καὶ ἠθικὴ ἀρετὴ ὄντα ἀλήθεια καὶ κρίσις· διὸ ἀκολούθως ἐπηνέχθη Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, οὐ διὰ τὸ πιστεύειν οὕτως εἰρημέναι ἀλλὰ διὰ τὸ ἀμετακίνητον καὶ βέβαιον, καθ’ ὃ σημαινόμενον γέγραπται Δώσω ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά.
25 Αὗται οὖν αἱ πισταὶ ἐντολαὶ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τυγχάνουσι διὰ τὸ θεοῦ εἶναι καὶ ἀνατραπῆναι μὴ οἵας τε εἶναι. περὶ αὐτῶν γοῦν ὁ σωτὴρ Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, εἶπεν. Ἀλλὰ μὴ λάθῃς νομίσας περὶ ἐντολῶν τῶν κατὰ τὴν σκιὰν εἰρῆσθαι τὰ
30προκείμενα. παρῆλθον γὰρ ἐκεῖναι μέχρι καιροῦ διορθώσεως δοθεῖσαι. περὶ γὰρ τῶν κατ’ αὐτὸν πνευματικῶν νόμων ἀκούειν δεῖ τῶν προκειμένων, ὡς τὸ ἐπιφερόμενον διδάσκει ἔχον οὕτως· Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. γίνονται γὰρ ἐν ἀληθείᾳ νενοημέναι κατὰ τὸ δόγμα τῆς θεοσεβείας. ἀλλὰ καὶ εὐθύτητι ἐπιτελοῦνται σὺν βελτίστῃ ἕξει φυλαττόμεναι, ὡς ἔργα
35χειρῶν κυρίου καὶ ταύτας ἐν ἑκάστῳ θεοσεβεῖ ἐπιτελεῖσθαι τυγχάνοντα ἀλήθεια καὶ κρίσις. μετέλαβε δὲ τὴν κρίσιν εἰς εὐθύτητα τῷ τὴν πρακτικὴν καὶ ἠθικὴν ἀρετὴν κατευθύνειν τὴν ψυχὴν καὶ κριτικὴν εἶναι πρακτέων καὶ μὴ πρακτέων.

1048

(n)

Ps 110,9ab
1 Ἣν ἀπέστειλεν ὁ θεὸς λύτρωσιν τῷ λαῷ αὐτοῦ, οὐχ ἑτέρα ἐστὶ τοῦ εἰπόντος Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. τῷ αὐτοῦ γοῦν τιμίῳ αἵματι χάριτι θεοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου ἐλυτρώθημεν ἐκ τῆς πατροπαραδότου ματαίας ἀναστροφῆς ἡμῶν. γέγονε γὰρ
5ἡμῖν ὁ Χριστὸς ὥσπερ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ἀπὸ θεοῦ, οὕτω καὶ ἀπολύτρωσις, φάσκων Ἀπέστειλέ με κηρύξαι αἰχμαλώτοις ἄφεσιν. ἀφεὶς γὰρ τῆς αἰχμαλωσίας τοὺς ὑπὸ τοῦ διαβόλου καὶ τῆς κακίας κεκρατημένους λυτρωτὴς καὶ εὐεργέτης πάντων ἀναπέφανται, ἁμαρτήματα καὶ ἀσεβείας ἀφεὶς τῶν προσφευγόντων αὐτῷ.
10 Ἀλλὰ καὶ οὐκ ἀρκεσθεῖσα ἡ ἀγαθότης αὐτοῦ τῷ λελυτρῶσθαι μόνον τοὺς αἰχμαλώτους, καὶ κληρονόμους αὐτοὺς [τοὺς] τοῦ ἰδίου πατρός, ἑαυτοῦ δὲ συγκληρονόμους ἔθετο ἐντειλάμενος αὐτοῖς διαθήκην αἰώνιον, ὅπως συντόνως καὶ τελείᾳ προθυμίᾳ ἐχόμενοι αὐτῆς ἀθάνατον κληρονομίαν ἀπολάβωσι κατὰ
τὰς αἰωνίους καὶ ἀφθάρτους ἐπαγγελίας.260 in vol. 2

1049

(n)

Ps 110,9c
1 Τὸ ὄνομα, φησίν, αὐτοῦ τοῖς μὲν ἁγίοις ἅγιον, τοῖς δὲ μὴ ἁγίοις φοβερόν. ὥσπερ γὰρ ἁγίους ποιεῖ τοὺς μετέχοντας αὐτοῦ τυγχάνον πηγὴ ἁγιότητος, οὕτω φοβερόν ἐστι τοῖς μετὰ τοῦ φορεῖν αὐτὸ ἁμαρτάνουσι.

1050

(n)

Ps 110,10
1 Ὥσπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς (αὕτη δ’ ἐστὶν ἡ θεωρία τῆς ἀληθείας) ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρχει, οὕτως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν θεοῦ σοφίαν οὐκ ἄλλην οὖσαν τῆς θεωρίας τῆς ἀληθείας ὁ θεῖός ἐστι φόβος ὁ αὐτὸς ὢν τοῖς πρακτικοῖς δικαίοις ὀνομαζόμενος. ὅνπερ οὖν ἔχει λόγον τὸ ποιεῖν τὰ δίκαια
5πρὸς τὴν ἀγαθὴν ὁδόν, τοῦτον ὁ τοῦ θεοῦ φόβος πρὸς τὴν σοφίαν. δύναται τὸ ἀρχὴ ὄνομα καὶ ἐνταῦθα οὐκ ἀντὶ εἰσαγωγῆς ἀλλ’ αἴτιον κεῖσθαι, ἵν’ ᾖ τὸ λεγόμενον αἰτία καὶ ἀρχὴ ὁ τοῦ θεοῦ φόβος. Καὶ ἡ ἅμα τῇ σοφίᾳ ταύτῃ σύνεσις ἀγαθὴ οὐ τοῖς ἄνευ τοῦ ποιεῖν νενοηκόσιν ἀλλὰ τοῖς ποιοῦσιν αὐτὴν τυγχάνει. τοῖς γὰρ ποιοῦσι τὴν σύνεσιν οὐχ ἑτέραν
10οὖσαν τῆς ἀρετῆς ὠφέλεια ἔσται, ἐξ ἧς ὠφελείας μανθάνουσι τὸ ἀγαθὸν αὐτῆς. Ἐπὶ πᾶσι τοῖς ἐν τῷ προκειμένῳ ψαλμῷ θεολογηθεῖσι φέρεται τέλος μένειν τὴν αἴνεσιν αὐτοῦ. τοῦτο γὰρ κατάλληλον πέρας τοῖς θεολογοῦσι τὸ λέγειν Ἡ αἴνεσις αὐτοῦ (τοῦ θεολογηθέντος δηλονότι) μένει ἐπ’ ἄπειρον. ἐπεὶ
15γὰρ ὁ ὑμνούμενος ἀθάνατος, ἀνάγκη καὶ τὴν αἴνεσιν αὐτοῦ ἀτελεύτητον εἶναι ὡς διαρκεῖν εἰς πάντας τοὺς αἰῶνας.

1051

(n)

Ps 111,1bc
1 Ὁ μὴ ἄλλου του χάριν ἢ αὐτῶν ἕνεκα ἐνεργῶν αὐτὰς οἷον διὰ δόξαν ἀνθρωπίνην ἢ διὰ τὸ μὴ περιπεσεῖν τῇ τοῖς ἁμαρτάνουσιν ἐπαγομένῃ κολάσει ἢ διὰ μισθόν, ἀλλὰ δι’ αὐτὸ τὸ ἀγαθὸν αἱρούμενος καὶ ἐνεργῶν—οὕτω γὰρ
ἔσται ἀληθῶς ὁ τοιοῦτος μακάριος.261 in vol. 2

1052

(n)

Ps 111,2.3
1 Τοῦ μακαριζομένου ἀνδρὸς ἐπὶ τῷ τὸν τοῦ κυρίου φόβον ἔχειν τὸ σπέρμα ὃ σπείρει εἰς τὴν ἀγαθὴν γῆν, τὴν σπουδαίαν καὶ καλὴν καρδίαν αὐτοῦ, δυνατόν ἐστιν ὡς ἑκατονταπλασίονα καρπὸν ἐνεγκεῖν. τῶν μὲν γὰρ φαύλων τὰ σπέρματα ἃ σπείρουσιν εἰς τὴν σάρκα, τὴν ὑλικὴν καὶ γεώδη ἕξιν αὐτῶν, ἀσθενῆ (διὸ καὶ
5ἐκ τῆς σαρκὸς θερίζουσι φθοράν), τῶν δὲ σπειράντων εἰς τὸ πνεῦμα δυνατὸν τὸ σπέρμα, ὅθεν καὶ θερίζουσιν εἰς ζωὴν αἰώνιον. ἑκάστῳ γοῦν τῶν οὕτω τελείων καὶ ἅμα πᾶσι προστάττει ὁ λόγος Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε ἑαυτοῖς εἰς καρπὸν ζωῆς. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. ὁ τοὺς Ἰησοῦ λόγους οὓς ἤκουσεν εἰς
10ἔργα μεταβαλὼν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν, ἐπὶ τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὰς κρηπίδας τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ βίου ἑαυτοῦ καταβαλλόμενος. ταύτην οὖν ἣν ᾠκοδόμησεν οἰκίαν ἕκαστος τῶν φοβουμένων τὸν κύριον ἐπὶ τῷ ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου τεθεληκέναι (τουτέστι τοῖς Ἰησοῦ λόγοις σφόδρα τεθεληκέναι) πληροῖ δόξης νοημάτων τῆς ἀληθείας καὶ
15πλούτου συγκειμένου ἐκ παντὸς λόγου καὶ πάσης γνώσεως καὶ ἔργων ἀγαθῶν. ὅθεν καὶ τὸ ἐπάγγελμα τῆς δικαιοσύνης αὐτοῦ παρατείνει ἐπὶ τὸν αἰῶνα τοῦ αἰῶνος. τοιαύτας αἱ μαῖαι οἰκίας ἑαυταῖς ᾠκοδόμησαν φοβηθεῖσαι τὸν κύριον, ἵνα μὴ ἄοικοι τὴν ἐρημίαν πλανώμεναι κατὰ τὸν Ἠσαῦ τυγχάνωσιν ἀλλ’ οἰκῶσι κατὰ τὸν ἄπλαστον Ἰακὼβ οἰκίαν.
20[Ἄλλοι δὲ καὶ κατὰ τὸ ῥητὸν ἐξειλήφασι τὰ προκείμενα.]

1053

(n)

Ps 111,5b
1 Οὐκ ἀνθρωπίνους δὲ τοὺς λόγους ἡγητέον εἶναι. οὓς γὰρ πιστεύονται οἰκονομεῖν λόγους, καὶ αὐτῶν πως λέγονται. προτέταχε γοῦν ἧς ἔτυχε προφητείας θεόθεν τις τὸ Λόγοι Ἀμὼς οἳ ἐγένοντο ἐπὶ ἀκκάρων, καὶ Σολομὼν δὲ ἀπογυμνῶν τὸ πρᾶγμα Οἱ ἐμοὶ λόγοι, φησίν, εἴρηνται ὑπὸ θεοῦ. ἀμέλει καὶ
5τὸ θεῖον εὐαγγέλιον ὁτὲ μὲν τοῦ δεδωκότος ὁτὲ δὲ τῶν διακονούντων χρηματίζει, ἀπὸ μὲν τῶν διακονούντων ὅταν λέγῃ Παῦλος Τὸ εὐαγγέλιόν μου, ἀπὸ δὲ τοῦ ἐγχειρίσαντος ὅταν πάλιν Παῦλος λέγῃ Καθὼς δεδοκιμάσμεθα ὑπὸ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, καὶ Ὅτι ἀφωρισμένοι εἰς εὐαγγέλιον
θεοῦ· καὶ οὐ θαυμαστόν. αὐτὸ γὰρ τὸ ἅγιον πνεῦμα τὸ πληροῦν τῶν θείων262 in vol. 2
10τοὺς ἱεροὺς ἄνδρας ὁτὲ μὲν θεοῦ ὁτὲ δὲ τῶν ἐχόντων λέγεται, ὡς ἐν τῷ Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοῦ, καὶ Ἐν πνεύματι καὶ δυνάμει Ἠλιοῦ.

1054

(n)

Ps 111,8b
1 Ἀλλὰ μὴ νομίσῃς διὰ τὸ χρονικῶς εἰρῆσθαι Μέχρις οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μὴ σαλεύεσθαι αὐτόν, ὅτι μετὰ τὴν κατάλυσιν τῶν ἐχθρῶν σαλεύεται. πῶς γὰρ ἂν κλονηθείη, καθαιρεθέντων τῶν ἐχθρῶν, ὁ ἐν τῷ ἀπειλεῖν καὶ ἐπικεῖσθαι αὐτοὺς τοῦτο μὴ παθών; σύνηθες γὰρ τῇ γραφῇ
5ἐπὶ πολλῶν οὕτω χρῆσθαι, οἷον περὶ τῆς Μαρίας φησὶ τὸ Εὐαγγέλιον μεμενηκέναι παρθένον αὐτήν, Ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἀκολούθως. ἐπεὶ γὰρ προσήκει τὸ δεῖξαι ἄνευ γάμου ἐκ παρθένου γεγονέναι τοῦ Ἰησοῦ τὴν γέννησιν, εἰκότως ἔνθα ἀμφίβολον ἦν. μὴ ἄρα φθορὰν ὑπέμεινεν ἡ παρθένος· ἔφη καὶ συνείληφε· τὴν ἀμφιβολίαν ταύτην περιελὼν παρθένον
10αὐτὴν μεμενηκέναι μέχρι τῆς ἀποτέξεως λέγει. εἰ γὰρ μέχρι τοῦ τεκεῖν παρθένος οὖσα εἴρηται, οὐκ ἐξ ἀνδρὸς συνείληφεν ὃ προήνεγκε παρθένος οὖσα τέκνον. ταύτῃ τῇ διανοίᾳ ὑπὸ θεοῦ λέγεται Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι.

1055

(n)

Ps 111,9c
1 Κέρας τὸν θεόν φησι. πάντες γὰρ οἱ δίκαιοι τοῦτο θαρροῦντές φασιν Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. καὶ ὁ μακαριζόμενος τοίνυν τοὺς ἐχθροὺς ἑαυτοῦ ἐν κυρίῳ κερατίσας τὸ κέρας ᾧ αὐτοὺς καθεῖλεν ἐν δόξῃ ὑψούμενον ἔχει.

1056

(n)

Ps 111,10
1 Ἐν τῷ μετὰ ταῦτα βίῳ τυγχανόντων τῶν ἐπαγγελιῶν τῶν εὖ βεβιωκότων, τῶν ἁμαρτωλῶν ἕκαστος περιτυχὼν κολάσει ὄψεται ὃν ἐπόρθησε δίκαιον,
καὶ ὀργισθήσεται καθ’ ἑαυτοῦ ἐν μεταμελείᾳ σφοδροτάτῃ γινόμενος, ὅτε καὶ βρύξει τοὺς ὀδόντας αὐτοῦ, καὶ τακήσεται ἀποβαλὼν τὸν ὄγκον καὶ τὸ οἴδημα263 in vol. 2
5τῆς ὑλικῆς καὶ σαρκικῆς ἕξεώς τε καὶ προαιρέσεως, τῆς τῶν ἁμαρτωλῶν ἐπιθυμίας ἀπολλυμένης. ἀμέλει γοῦν καὶ βρύχουσι καθ’ ἑαυτῶν τοὺς ὀδόντας. συμβαίνειν ταῦτα τοῖς κολαζομένοις καὶ ὁ σωτὴρ εἶπε φάσκων Ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
10 Ἀλλὰ μὴ οὕτως βραδὺς ἔσο ὡς αἰσθητοὺς ὀδόντας νομίζειν λέγεσθαι. ἐπεὶ μηδὲ Ὀδόντας ἁμαρτωλῶν συνέτριψας αἰσθητῶς λαμβάνομεν, μήποτ’ οὖν οἱ τραφέντες ἐν τῷ βίῳ τούτῳ τὴν κακίαν καὶ τὴν συνηρμοσμένην αὐτῇ δυσσέβειαν οἵαν τροφὴν δηλητήριον ψυχικαῖς δυνάμεσί τισι τὰ ἄθεα δόγματα κατελέαινον οἷα ὀδοῦσι καὶ μύλαις μεταμελούμενοι· ἐφ’ οἷς κακῶς ἐτράφησαν
15αὐτὰς ἐκείνας τὰς τῆς ψυχῆς δυνάμεις δι’ ὧν ἔτεμνον καὶ ἐλέαινον τὴν χειρίστην τροφήν, βρύξουσι σφοδρῶς αὐτῶν καθικνούμενοι, μεμφόμενοι ἑαυτοὺς ἐφ’ οἷς πράξαντες συνεσχέθησαν τῇ φλεγούσῃ τιμωρίᾳ.

1057

(n)

Ps 112,1b
1 Ἀπολύτως εἰρημένον τὸ Παῖδες οὐκ ἐπιτρέπει νομίσαι ἀντὶ δούλων εἰρῆσθαι τοὺς παῖδας· ἁπλῶς γὰρ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται. οἱ δὲ δοῦλοι παῖδές τινων· ὡς γὰρ δοῦλος, οὕτω καὶ τὸ παῖς πρὸς τὸν δεσπότην ἔχει τὴν ἀναφοράν. πολλαχοῦ γοῦν ἔστιν ἰδεῖν παῖδας Δαυὶδ καὶ παῖδας
5Σολομῶντος καὶ ἑτέρων πλειόνων τοὺς δούλους αὐτῶν καλουμένους. εἰ δὲ ἴσον δύναται τὸ Αἰνεῖτε, παῖδες, τῷ Αἰνεῖτε, υἱοί, καὶ αὐτὸς ἐπίστησον. δύναται γὰρ ἀκολουθίαν ἔχειν τοῦ λόγου διαστελλομένου, ὅτι δούλων ἐστὶ τὸ φοβεῖσθαι τὸν θεόν, υἱῶν δὲ τὸ δοξάζειν αὐτὸν διὰ τὸ ὑμνεῖν· φησὶ γὰρ ὁ θεὸς Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος φοβεῖται τὸν κύριον αὐτοῦ· καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν
10ὁ φόβος μου; καὶ εἰ πατήρ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου;

1058

(n)

Ps 112,3.4
1 Τάχα καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου εἶεν ἂν ἀνατολαί τινες καθ’ ἃς ἀνατέλλει. αὗται δὲ συγγένειαν ἔχουσιν (ἢ αὐταὶ αὐταῖς τυγχάνουσι) πρὸς τὰς ἀνατολὰς ἐν αἷς ὁ παράδεισος πεφύτευται. εἶεν δὲ ταύταις ταῖς ἀνατολαῖς
καταλλήλως ἔχουσαι καὶ δύσεις καθ’ ἃς ἀνατολὰς καὶ δυσμὰς αἰνεῖν τὸ264 in vol. 2
5ὄνομα κυρίου προσήκει. ἔδυνε γὰρ τῷ Ἰσραήλ, ἀνέτειλε δὲ τοῖς πιστεύσασιν ἔθνεσιν. ἐπεὶ οὖν σοφῶς καὶ δικαίᾳ κρίσει κἀκείνους ἔδυνε καὶ τούτοις ἀνέτειλεν, ἀποδεχόμενοι τὰ τῆς προνοίας κρίματα πανταχοῦ καὶ ἐπὶ παντὶ ὑπὸ κυρίου γινόμενα Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ· ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
10 Καὶ ἁπλουστέρως λαμβανόμενα τὰ ῥητὰ δηλοῦσιν ὡς θεὸς τῶν πάντων προνοεῖται ὑψηλὸς ὢν οἷα βασιλεὺς ἐπὶ πάντα τὰ ἔθνη, ἔχων καὶ ἐν τοῖς οὐρανοῖς τὴν δόξαν τῷ καὶ τῶν ἐκεῖσε λογικῶν ταγμάτων ἡγεῖσθαι. βαθυτέρῳ δὲ νῷ ἐπὶ πάντα τὰ πεπιστευκότα ἔθνη ὁ κύριος ὑψηλός ἐστιν ὑμνούμενος πρὸς αὐτῶν καθαρῷ βίῳ πρακτικῷ τε καὶ θεωρητικῷ. ἐπὶ δὲ τοὺς οὐρανοὺς τοὺς
15μηκέτι φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ ἀλλὰ τὴν τοῦ ἐπουρανίου ἡ δόξα αὐτοῦ τυγχάνει ὡς καὶ ἀπαγγέλλειν αὐτὴν ἰδίοις μαθηταῖς· Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. πάντως γάρ τισιν αὐτὴν διηγοῦνται. Εἰ δὲ δύνασαι δόξαν κυρίου φάναι τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ τὸν κύριον καὶ σωτῆρα ἡμῶν, ἀκολούθως ἐκλήψῃ τῷ λεχθέντι πρὸς τὸν
20φωτιζόμενον Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν.

1059

(n)

Ps 112,5—9
1 Καὶ διὰ τῶν προκειμένων λέξεων προνοοῦντα τὸν πάντων θεὸν μανθάνομεν, περὶ οὗ ἀσυγκρίτως πρὸς πάντα τὰ γενητὰ ἔχοντος ὁ ἅγιός φησιν Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν; οὐδεὶς γάρ ἐστι κατ’ αὐτόν, ἐπείπερ μόνος αὐτὸς καὶ ποιητὴς καὶ προνοητὴς ἁπάντων ἐστί. ταῦτα δέ φησιν οὐκ ἀπομερίζων τοῦ
5πατρὸς τὸν υἱὸν ἢ τοῦ υἱοῦ τὸν πατέρα· μία γὰρ ἡ θεότης, καὶ οὐκ ἄλλος θεὸς ὁ υἱὸς καὶ ἄλλος ὁ πατήρ ἐστιν. ἐν Ἡσαΐᾳ γοῦν πρὸς τὸν πατέρα λέγεται Ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν. εἰ γὰρ ἐν υἱῷ θεός ἐστιν ἄλλος ὢν παρ’ αὐτόν, πῶς ἑξῆς ἐπιφέρει Καὶ οὐκ ἔστι θεὸς πλήν σου; καὶ εὐθὺς Σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ
10Ἰσραὴλ σωτήρ. διὸ κἂν περὶ τοῦ πατρὸς ἦν τὸ Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν, οὐκ ἀπεσχοίνισται ὁ υἱός· ἀλλὰ κἂν περὶ τοῦ σωτῆρος, οὐ διέστηκεν ὁ πατὴρ τῷ μίαν εἶναι πατρὸς καὶ υἱοῦ θεότητα. Τίς οὖν φησιν ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν; ὡς πρὸς θεὸν γὰρ πάντα ταπεινὰ κτίσματα ποιήματα ὄντα,
15οὐ τὰ ἐπὶ γῆς μόνον ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὁρᾷ δὲ ταῦτα τὰ ταπεινὰ προνοητικῶς. Ἀμέλει γοῦν πτωχὸν ὁρῶν ἐπὶ γῆς ῥιφέντα καὶ ἐπὶ κοπρίας πένητα ἤγειρε,
καὶ ἀνέστησεν αὐτοὺς ἀπὸ περιεστηκότων ἐκ πενίας καὶ πτωχείας κακῶν, καὶ οὐ μέχρι τοῦ ἐγεῖραι καὶ ἀναστῆσαι, ἀλλὰ γὰρ ἐπιτείνων τὴν ἀγαθότητα καθίσαι265 in vol. 2
20αὐτοὺς μετὰ ἀρχόντων, ἰσοτίμους αὐτοὺς αὐτοῖς παρασκευάζων. καθίσει δὲ αὐτοὺς οὐ μετὰ ἁπλῶν ἀρχόντων ἀλλὰ τῶν ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. καὶ εὐφραινομένην γυναῖκα τὴν πρότερον διὰ στειρότητα ἄτεκνον οὖσαν ἐν οἴκῳ κατοικήσει μητέρα γεγενημένην ἐπὶ πολυπαιδίᾳ. Δύναται καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι ὑπὲρ οὗ προφητεία Διὰ
25τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός. τοῦτον τοιγαροῦν τὸν πτωχὸν καὶ πένητα λαὸν ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας καὶ τῆς κοπρίας τῶν Ἑλληνικῶν μυσαγμάτων καθίσει μετὰ τῶν ἀρχόντων τοῦ Ἰσραὴλ ὄντος αὐτοῦ λαοῦ. εἰσὶ δὲ οἱ ἀπόστολοι ἄρχοντες τοῦ Ἑβραίου λαοῦ, οὓς εἴπομεν καθιζομένους ἐπὶ δώδεκα θρόνους ἐπὶ τῷ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ στεῖραν δὲ τὴν ἀπὸ
30τῶν ἐθνῶν ἐκκλησίαν, ἄτεκνον οὖσαν τὸ πρῶτον, εἰς εὐφροσύνην καλεῖ λέγων Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἀληθῶς γὰρ πολύπαις καὶ καλλίπαις ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία γεγένηται ὑπὲρ τὴν ἔχουσαν τὸν ἄνδρα νόμον Ἰουδαίων συναγωγήν. ἑκάστη δὲ ψυχὴ διὰ στειρότητα
35ἄπαις οὖσα κατοικίζεται ὑπὸ θεοῦ ἐν οἴκῳ τῇ τοῦ ζῶντος θεοῦ ἐκκλησίᾳ, μήτηρ ἔργων μαθημάτων νοημάτων τε καὶ λόγων ἐπὶ τῷ εὐφραίνεσθαι ἅμα οἷς ἔσχε γεννήμασιν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ θεοῦ λόγου. Συνέβη δὲ ταῦτα καὶ κατὰ τὴν τῆς γραφῆς ἱστορίαν. Ἄννα γοῦν ἡ μήτηρ Σαμουὴλ κατοικεῖσθαι ἐν οἴκῳ μήτηρ λέγεται τέκνων εὐφραινομένη, ὅλων
40ἓξ τέκνων γεναμένη μήτηρ. καὶ περὶ τῆς Σάρρας καὶ Ῥεβέκκας Ἐλισάβετ τε καὶ πρὸ ταύτης τῆς μητρὸς γεναμένης τοῦ Σαμψὼν λέγοι τις εὐλόγως περὶ ἑκάστης αὐτῶν ὅτι κατῴκισεν αὐτὴν μητέρα τέκνων εὐφραινομένην.

1060

(n)

Ps 113,1.2
1 Πρὸς δὲ διάνοιαν· ὁρῶν θεὸν νοῦς τυγχάνων τοῦ πτερνιστοῦ τῶν ἀντικειμένων τῇ ἀληθείᾳ οἴκου τῆς Αἰγύπτου ἀναχωρῶν ἐπὶ τῷ μηκέτ’ Αἰγυπτιάζειν μηδὲ τῶν Αἰγυπτιακῶν δεισιδαιμονιῶν περιέχεσθαι ἵλεω θεὸν ἔσχε τὸν ἁγιάζοντα τὴν ὁμολογουμένην γνησίως ψυχήν, ὅτε καὶ
5ἐξουσιάσει καὶ οἷα βασιλεὺς κρατήσει τοῦ διορατικοῦ· Ἰουδαία γὰρ ἐξομολόγησις, Ἰσραὴλ δὲ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. πρότερον μὲν οὖν ἐξομολογήσασθαι προσήκει, ἵν’ εἰς ἁγίασμά τις θεοῦ γεγένηται οἶκος καὶ ἅγιος ναὸς αὐτοῦ κατασκευαζόμενος, ἵν’ οὕτως τελειωθεὶς διὰ θεωρίας τῆς ἀληθείας Ἰσραὴλ ἀποδειχθῇ γενόμενος ὑπὸ τὴν τοῦ θεοῦ ἐξουσίαν ἐπὶ
10τῷ δυνηθῆναι, βασιλευόμενος ὑπ’ αὐτοῦ, μακαρισμοῦ τυχεῖν ὀψόμενος τὸν
θεὸν καρδίᾳ καθαρᾷ.266 in vol. 2

1061

(n)

Ps 113,10.11
1 Σοῦ, δέσποτα, ἡμᾶς εὐεργετοῦντος, οὐχ ἕξει χώραν τὰ ἔθνη λέγειν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἐπεὶ γὰρ αὐτοὶ τοπικοὺς θεοὺς ἔχουσι καὶ ἱδρυμένους που, καὶ περὶ σοῦ τοῦτο τοπάζουσι λέγοντες Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἢ τάχα χλευαστικῶς τοῦτό φασιν οἰόμενοι μὴ ἔχειν ἡμᾶς θεόν. ἀλλ’ εἰ κἀκεῖνοι
5πλανώμενοι τοῦτο λέγουσιν, ἀλλ’ οὖν γε ἡμεῖς ἠκριβωμένῃ ὑπολήψει ἴσμεν ὅτι ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω ἐστίν, οὐ τοπικῶς ἀλλ’ ὑπεροχῇ μεγαλειότητος φρονοῦντες. εἰ γὰρ ἦν ἄνω τόπος, ἀλλαχόσε εἶναι ἐκωλύετο. Ἔστι δὲ καὶ αἰτία πᾶσι τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, ἐπείπερ ὅσα ἠθέλησεν ἐποίησεν, ἄλλος ὢν παρὰ πάντα. διὸ οὐ περιέχεται ὑπὸ πάντων,
10ἀλλὰ καὶ ἔξω πάντων καὶ ἐν αὐτοῖς ὑπάρχει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. οὕτω γὰρ πληροῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ δὲ πάντες οἱ οὐρανοὶ καὶ τὰ ἐν αὐτοῖς ἥ τε γῆ καὶ πάντα τὰ ἐν αὐτῇ θελήσει θεοῦ εἰς οὐσίαν ἦλθεν, ἀσεβῶς σφόδρα διανοούμενοί τινες ἐξάπτουσι τὴν ὕπαρξιν τοῦ υἱοῦ τῆς τοῦ πατρὸς θελήσεως, ἕνα ποιοῦντες αὐτὸν τῶν ἐν
15τοῖς οὐρανοῖς θελήσει πατρὸς οὐσιωμένων. ἀλλὰ ἀκουέτωσαν οἱ δυσσεβεῖς ὡς τὴν κτίσιν μόνην ἐξήρτησε τῆς βουλήσεως τοῦ θεοῦ. καταλλήλως γὰρ ἔχει τὸν ποιητὴν ἃ βούλεται δημιουργεῖν (ὅθεν καὶ ὁ Ἰάκωβος συνῳδᾷ γράφων Βουληθεὶς ἀπεκύησεν ἡμᾶς, ἔφη λόγῳ θεοῦ, λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων καὶ ποιημάτων) ἡ θέλησις τοῦ θεοῦ
20εἰσακτική. οὐ κτίσμα δὲ οὐδὲ ποίημα ὁ υἱός, οὐσίας ἀλλ’ οὐ βουλήσεώς ἐστι γέννημα. εἰ γὰρ βουλήσεως υἱός, ἦν ἂν καὶ εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ βουλήσεως· ἀλλὰ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ καὶ εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου οἱ θεῖοι λόγοι φασίν. εἰ οὖν χαρακτὴρ τῆς ὑποστάσεως καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ υἱός, εἰκότως γέννημα τῆς οὐσίας τοῦ θεοῦ τοῦ ἀοράτου
25καὶ τῆς ὑποστάσεως αὐτοῦ ὁ μονογενὴς εἴη. καὶ ὅρα γε τοὺς βουλήσει γεννωμένους λόγῳ ἀληθείας τούτου τυγχάνοντας, αὐτὸς δὲ ὁ λόγος καὶ ἡ ἀλήθεια, ὁ μονογενὴς τοῦ θεοῦ. ἐπεὶ μὴ λόγῳ ἀληθείας κυΐσκεται, αὐτός ἐστιν ἡ βούλησις τοῦ πατρός· ᾧ γὰρ τρόπῳ σοφία καὶ ἀλήθεια, οὕτω καὶ θέλησίς ἐστι τοῦ θεοῦ. ταὐτὸν γοῦν ἐστιν ἐν σοφίᾳ καὶ θελήσει πάντα ποιῆσαι.

1062

(n)

Ps 113,17—19
1Τὸ πᾶν διορατικὸν γένος διὰ τὸ νοῦν ἔχειν ὁρῶντα θεὸν (οἶκος Ἰσραὴλ
χρηματίζει διὰ τοῦ τυγχάνειν ἐκκλησία θεοῦ ζῶντος) ἤλπισεν ἐπὶ κύριον, πρὸς οὐδὲν ἕτερον ὧν οἱ ἄλλοι ἄνθρωποι ἐλπίζουσιν ἔχον τὴν προσδοκίαν. καὶ ὁ οἶκος δὲ τῶν θεραπευόντων τὸ θεῖον τῷ τυγχάνειν ἱερεῖς ἤλπισεν ἐπὶ267 in vol. 2
5κύριον μείζονι καὶ τεθεωρημένῃ παρὰ τὸν Ἰσραὴλ ἐλπίδι· τῶν γὰρ ὑπεραναβεβηκότων θεωρίᾳ καὶ πράξει μείζων ἡ ἐλπὶς μειζόνως αἰτούντων βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν ἔχειν. ἀλλὰ καὶ πάντες οἱ φοβούμενοι τὸν κύριον (οὗτοι δέ εἰσιν οἱ προσήλυτοι καὶ προστεθέντες τῷ νόμῳ ἀπὸ τῶν ἐθνῶν) ἐλπίσαντες καὶ αὐτοὶ ἐπὶ κύριον βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν
10ἔχειν ἐπικαλοῦνται.

1063

(n)

Ps 113,20.21
1 Πάντων γὰρ μνημονεύει θεὸς τῶν αὐτῷ μεμνημένων. διό φησιν Ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὁ γὰρ ἐπιλανθανόμενος τοῦ θείου νόμου εὐθέως καὶ τοῦ δεδωκότος αὐτὸν ἐπιλανθάνεται, μνημονεύσας δέ τινος θεὸς εὐθὺς εὐλογημένον αὐτὸν ἀποφαίνει διδοὺς πνευματικὰς καὶ
5ἐπουρανίους εὐλογίας κατὰ ἀναλογίαν οὗ ἔχει τις μεγέθους πίστεως· ὥσπερ τὰ ἄλλα τῶν χαρισμάτων, οὕτως καὶ τὰς εὐλογίας διδούς. Ἐπίστησον δὲ 〈εἰ〉 Τοὺς μικροὺς μετὰ τῶν μεγάλων ἐπὶ μόνων τῶν φοβουμένων τὸν κύριον δεῖ λαβεῖν ἢ καὶ ἐπὶ πάντων τῶν εἰρημένων ταγμάτων, οὔσης καὶ ἐν τούτοις διαφορᾶς καθ’ ἣν οἱ μὲν μεγάλοι οἱ δὲ μικροί.

1064

(n)

Ps 113,23
1 Εὐλογημένοι δὲ τῷ κυρίῳ ἐσμὲν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πεποιηκότι. αὐτὸς γάρ ἐστιν οὗ τοὺς νόμους φυλάττομεν. ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς τοὺς χρησμοὺς εἶναι οὓς Μωυσῆς διηκονήσατο, ἀκολούθως ὁ ἱεροφάντης πρὸ τῆς τῶν νόμων δόσεως τὰ περὶ τῆς κοσμοποιΐας παραδέδωκε, δι’ ἧς
5διδάσκει ἕνα θεὸν εἶναι, πάντα δὲ τὰ τοῦ κόσμου μέρη καὶ αὐτὸν εἶναι γενητά.

1065

(n)

Ps 113,24
1 Ὁ δὲ βαθύτερον καὶ ταῦτα θεωρεῖν βουλόμενος ἐρεῖ εἶναί τινα ἐξαιρέτως ἐν τῇ γραφῇ λεγόμενον οὐρανὸν θεῷ προσῳκειωμένον, ἐν ᾧ μόνος ὁ θεός· θεὸν δὲ λέγω περὶ τῆς τριάδος διανοούμενος. τούτου τοῦ οὐρανοῦ πόρρω που οὐ τόπῳ ἀλλ’ 〈οὐσίας ἰδιώματι〉 τυγχάνει τὰ γενητά, κἂν ἐν τοῖς οὐρανοῖς ᾖ268 in vol. 2
5ταῦτα. ἀμέλει πρὸ παραβάσεως ὁ διάβολος, ὢν ἐν οὐρανῷ ὡς κάτω που τοῦ οὐρανοῦ τούτου τυγχάνων, ἔλεγεν Εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· εἴρηται γὰρ αὐτῷ ταῦτα πρὶν ἐκπεσεῖν τοῦ οὐρανοῦ· αὕτη γοῦν καὶ αἰτία τῆς καταπτώσεως αὐτοῦ μνημονεύεται. εἰς τοῦτον τὸν οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἐπεὶ
10κἀκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα ἐκ τούτου ἀπεστάλη τοῦ οὐρανοῦ, ᾗ ὁ Πέτρος φησὶν Ἃ δὴ ἀνηγγέλη ἡμῖν διὰ τῶν εὐαγγελισαμένων ἡμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ. ἔνθα γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν 〈περὶ〉 τούτων νόησιν, οὐρανὸν τοπικὸν
15καὶ μετάβασιν ἐκεῖθεν κατὰ φορὰν γινομένην ὑπολαβών· θεοῦ γὰρ προηγουμένην, ἵν’ οὕτως εἴπω, ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία.

1066

(n)

Ps 113,25.26
1 Οὐδεὶς τῶν νεκρωθέντων τῷ ἁμαρτάνειν θεὸν αἰνεῖ (Οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἁμαρτωλοῦ), ἀλλ’ οὐδὲ τῶν καταβαινόντων εἰς τὸν ᾅδην τὸν τροπικὸν εἰς ὃν γίνονται οἱ ἀποθνῄσκοντες τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον (Οὐκ ἔστι γὰρ ἐν τῷ θανάτῳ ὁ μνημονεύων θεοῦ), οὐδενὸς ἐν τῷ
5ᾅδῃ ἐξομολογουμένου αὐτοῦ. Τούτων τοίνυν μὴ αἰνούντων αὐτόν, ἡμεῖς αὐτὸν αἰνοῦμεν οἱ ζῶντες καὶ τῆς αἰωνίου μετέχοντες ζωῆς, περὶ ἧς ὁ σωτήρ φησιν Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

1067

(n)

Ps 114,6
1 Τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας τῷ ἐστρέφθαι καὶ γεγονέναι ὡς τὰ παιδία αὐτὸς ὁ κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς πολεμίους τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. ὅμως τοὺς οὕτως τυγχάνοντας νηπίους
φυλάττων, ἐμὲ ὡς ὑπεραναβεβηκότα τὴν τῶν παιδίων ἡλικίαν εἰς ἀγῶνα269 in vol. 2
5προβαλλόμενος ἐταπείνωσέ με καὶ ἀντὶ πολλῶν ἰσχυρῶν πειρασθῆναι ποιήσας· ὥσπερ δ’ ἐταπείνωσέ με, οὕτω καὶ ἔσωσέ με ἀνανταγώνιστον ἰσχὺν καὶ ἀκαταμάχητον πανοπλίαν ἐνδύσας με.

1068

(n)

Ps 115,1
1 Ταύτης τῆς λέξεως τὴν διάνοιαν ὁ ἀπόστολος Κορινθίοις Ἔχοντες, ἔφη, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· πνεῦμα πίστεως λέγων ἤτοι τὴν ἕξιν τὴν ἀπ’ αὐτῆς ἐγγινομένην ἢ τὸ ἐπιχορηγούμενον ἐκ θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα.
5 Τὸ Ἐπίστευσα, διὸ ἐλάλησα συνῳδὸν τῷ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· ἐὰν οὖν φησι ὁμολογήσῃς κύριον Ἰησοῦν καὶ πιστεύσῃς τῇ καρδίᾳ ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· τούτῳ γὰρ εὐθὺς ἐπηνέχθη τὸ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, καὶ τὰ ἑξῆς. εἰς ταύτην τὴν διάνοιαν παραλήψῃ καὶ τὸ Ἐὰν μὴ πιστεύσητε,
10οὐδ’ οὐ μὴ συνῆτε· πρότερον γὰρ πιστεύει τις, εἶτα συνίησι καὶ μετὰ τοῦτο λαλεῖ, ᾗ φησιν ὁ ψαλμὸς Ἐπίστευσα, διὸ ἐλάλησα. Ὅτε δὲ πιστεύσας ἐλάλησα ὑπερφυῆ καὶ μεγάλα, τότε τὸ μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. τοιοῦτόν ἐστι τὸ ὑπὸ Ἰωάννου περὶ Ἰησοῦ λεγόμενον Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. οὐ γὰρ ἀποβαλών τι
15οὗ εἶχε μεγέθους ὁ Ἰωάννης ἠλαττοῦτο, ἀλλὰ συγκρίνων ἑαυτὸν τῇ ὑπεροχῇ τῆς Ἰησοῦ διδασκαλίας τε καὶ πολιτείας. καὶ ὁ εἰπὼν τοίνυν μετὰ τὸ λαλῆσαι ἀπὸ ἕξεως πεπιστευκυίας Ἐγὼ ἐταπεινώθην σφόδρα οὐ κατὰ ἀφαίρεσιν ὕψους τοῦτο πέπονθεν ἀλλ’ ἐκ τοῦ μείζονα καὶ ὑπὲρ ἑαυτὸν τεθεᾶσθαι.

1069

(n)

Ps 115,6
1 Ἐὰν δὲ καὶ θάνατον ὁσίων θεοῦ σημαίνηται καθ’ ὃν 〈συναποθνῄσκουσι〉 Χριστῷ καὶ τὴν νέκρωσιν αὐτοῦ ἐν τῇ σαρκὶ περιφέρουσι, καὶ οὕτω καλῶς ἂν εὐχαριστεῖν διέγνω, ληψόμενος τὸ τοιούτου θανάτου σωτηρίου ποτήριον ὃ καὶ ἀμέμπτως πίεται ὁ ληψόμενος αὐτό, εἰ ἐπικαλοῖτο τὸ ὄνομα κυρίου
5ἐπὶ τῷ γενναίως αὐτὸ πιεῖν. Εἰ δὲ τῶν ἐλαττόνων εἰρήκαμεν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου, τελείων δὲ αὐτὸν τὸν κύριον, μή σε ταραττέτω νῦν ἐπὶ τοῦ οὕτως τελείου παρα‐ λαμβανόμενον· οἱ γὰρ ἅγιοι δι’ ἀτυφίαν ὄντες ἑαυτῶν ἐλαττωτικοὶ τὰ ἐλάττονα ἑαυτοῖς διδόασιν ὧν ἔχουσιν. ἀμέλει γοῦν οὐ Μωυσῆς οὐ Σαμουὴλ εἰρήκασι270 in vol. 2
10περὶ ἑαυτῶν Ἐπεκαλοῦντο τὸν κύριον, ἀλλ’ ἄλλος εἶπε περὶ αὐτῶν.

1070

(n)

Ps 116.1.2
1 Οὐκ ἦν ἐντελὴς ὁ περὶ τῆς σωτηρίας λόγος, εἰ μὴ καὶ τῶν σῳζομένων ἀπειλήφει τὴν μνήμην. εἰπὼν γὰρ ἐν ἐκείνῳ ὡς τέλος ἀπολαβούσης τῆς σκιᾶς τὸ Σοὶ θύσω θυσίαν αἰνέσεως, εὐθέως εἰς αἶνον καλεῖ τὰ ἔθνη πάντα, ὅπως καὶ ταῦτα διὰ τῶν αἴνων τὴν τῆς αἰνέσεως προσάγει θυσίαν, ἀποβεβλημένου
5αὐτοῦ ἑνὸς ἔθνους καὶ λαοῦ, ἐπείπερ ταλανίζεται ἁμαρτωλὸν ἔθνος καὶ λαὸς πλήρης ἁμαρτιῶν γεγονώς· ἀλλὰ τούτου ἀποβληθέντος τοῦ ἔθνους καὶ λαοῦ, ἡ ἐλεημοσύνη τοῦ θεοῦ εἰς πάντας ἔφθασεν ὡς βέβαιον καὶ κραταιὸν ἐφ’ ἡμᾶς γενέσθαι τὸ ἔλεος αὐτοῦ. καὶ ἐπειδὴ τοῦτο ὑπῆρκται, Ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. τὴν μὲν γὰρ σκιὰν ἡ ἀλήθεια διεδέξατο τέλος καὶ κλῆρον
10αὐτῇ περιορίσασα, αὐτὴν δὲ τὴν ἀλήθειαν αἰώνιον οὖσαν οὐδὲν διαδέξεται τῷ μηδὲν ὑπὲρ αὐτὴν ἀλλ’ αὐτὴν ὑπὲρ πάντα καθ’ ὑπερβολὴν ἀσύγκριτον εἶναι. ὅρα γοῦν ὡς μετ’ αἰτίας ἀποδέδωκε τὸ μένειν ἀλήθειαν εἰς τὸν αἰῶνα.

1071

(n)

Ps 116,2b
1 Συνδιαιωνίζοντος τῇ ἀληθείᾳ τοῦ κραταιωθέντος ἐφ’ ἡμᾶς ἐλέου, πολλαχοῦ δὲ τὰ ὀνόματα ταῦτα, τὸ ἔλεος αὐτοῦ καὶ ἡ ἀλήθεια, ἐπὶ τοῦ σωτῆρος λέγεται, ὥσπερ καὶ ἐν τῷ Ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. αὕτη τοιγαροῦν ἡ
5ἀλήθεια καὶ ἡ προσδοκία τῶν ἐθνῶν ἦν· διὸ καὶ ἐπιλάμψασα τῷ τῶν ἀνθρώπων γένει εἰς αἶνον πάντα τὰ ἔθνη καὶ πάντας τοὺς λαοὺς καλεῖ, εὐχαριστεῖν διδάσκουσα τῷ πατρὶ τῷ κραταιώσαντι τὸ ἔλεος αὐτοῦ καὶ μένειν
ποιήσαντι τὴν ἀλήθειαν αὐτοῦ ἕως τοῦ αἰῶνος.271 in vol. 2

1072

(n)

Ps 117,1
1 Ἐπεὶ ἀγαθὸς ὢν ὁ θεὸς βούλεται τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἢ τὸν θάνατον αὐτοῦ, ὅσοι ὑπεύθυνοι ἁμαρτίας ἐστέ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ’ αὐτῷ ποιούμενοι ἕξετε αὐτὸν ἀφιέντα τὰ ὑπὲρ ὧν ἐξομολογεῖσθε. τὸ γὰρ ἔλεος αὐτοῦ ἀχώριστον αὐτοῦ τυγχάνον εἰς τὸν αἰῶνα εἴη, ἐπείπερ καὶ ἦν
5ἀεί, ἐλεοῦντος αὐτοῦ οὐ νῦν πρότερον ἀλλὰ καὶ πάλαι ἄνωθεν, ἐξομολογουμένων αὐτῷ πάντων τῶν πεῖραν ἐχόντων τῆς ἀγαθότητος αὐτοῦ.

1073

(n)

Ps 117,5—9
1 Ὁ ἐν θλίψει γενόμενος δίκαιος οὐ τοσοῦτον παρακαλεῖ περὶ τοῦ ἐκτὸς αὐτῆς γενέσθαι, ἀλλ’ ὅπως γενναίως καὶ ἱλαρῶς αὐτὴν ἐνέγκῃ. καὶ γὰρ ὁ ἐν σταδίῳ πρὸς ἀντιπάλους θλιβόμενος οὐ τὸν ἀγῶνα εὔχεται αὐτῷ παρελθεῖν, ἵνα μὴ ἐξαγώνιος γένηται, ἀλλὰ παρακαλεῖ τὸν παιδοτρίβην συνεργεῖν αὐτῷ,
5ὅπως ἐγκαρτερῶν τοῖς ἐπιφερομένοις πρὸς τοῦ ἀντιπάλου ἐλπίδι νίκης καὶ στεφάνου προσηνῆ δόξῃ εἶναι τὰ δι’ ὧν ἀποδίδοται ὁ στέφανος. Καὶ δύναται μὲν περὶ θνητῶν διαφόρων λέγεσθαι τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος, περὶ δὲ ἀοράτων πολεμίων τὸ Κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· οἵτινες ἐχθροὶ καὶ τοὺς ἀνθρώπους ἐπεγείρουσι καθ’ ἡμῶν
10ἐκπολεμοῦντες αὐτοὺς πρὸς ἡμᾶς καὶ φονικῶς διατιθέντες καθ’ ἡμῶν. εἰ δὲ καὶ τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος ἐπὶ τὸν διάβολον ἀναφέρεται διὰ τὸ Ἐχθρὸς ἄνθρωπος ἐποίησε τοῦτο, φανερὸν δ’ ὅτι τὸ ἐπισπεῖραι τὰ ζιζάνια καὶ τὸ Σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός, συνεπίσκεψαι. Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον, καὶ τὰ ἑξῆς·
15οὐ καθάπαξ τὸ πεποιθέναι καὶ ἐλπίζειν ἐπὶ κύριον συνκρινόμενον τῷ πεποιθέναι ἐπ’ ἄνθρωπον καὶ ἐλπίζειν ἐπ’ ἄρχοντας ἀγαθόν ἐστιν. ἁπλῶς γὰρ καὶ κυρίως ἀγαθὸν τοῦτο. τὸ δὲ ἐπ’ ἄνθρωπον καὶ ἄρχοντα πεποιθέναι καὶ ἐλπίζειν οὐκ ἀγαθόν, ἀλλὰ πρὸς τοῦς ἐπ’ ἀνθρώπῳ πεποιθέναι καὶ ἐν ἄρχοντι ἐλπίζειν σπουδάζοντας ἡ τοιαύτη προσάγεται παίδευσις, ὅπως μάθωσιν ἐπὶ
20τὸν ἀεὶ μένοντα καὶ ἰσχυρὸν ὄντα καὶ παντοδυνάμενον θεὸν πεποιθέναι καὶ μὴ ἐπ’ ἄνθρωπον θνητὸν καὶ ῥᾷστα φθειρόμενον. ἔστιν ὅτε καὶ τῇ γνώμῃ παλίμβολον ὄντα· ἀντὶ γὰρ τοῦ βοηθεῖν ἔστιν ὅτε καὶ βλάψει μεγάλα τὸν ἐπ’ αὐτῷ πεποιθότα· διὸ μακάριος ὁ πεποιθὼς ἐπὶ κύριον ἀκαταίσχυντος διαμένων,
κατὰ τὸ Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.272 in vol. 2

1074

(n)

Ps 117,10—13
1 Εἰ μὴ ὑπερβολικῶς εἴρηται, ἀδύνατον τὸ ἐπαγγελλόμενον· πῶς γὰρ ἕνα ἄνδρα ἐν τῇ Ἰουδαίᾳ διατρίβοντα πάντα τὰ ἔθνη ἐκύκλωσαν καὶ κυκλοῦντά γε αὐτὸν πολεμοῦντες, καὶ τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς; αὐτὸ γὰρ ὅπλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. ἐπίστησον δὲ εἰ μὴ
5παραπλησίως τῷ Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς δυνατὸν νοῆσαι τὰ προκείμενα τῷ κυκλοῦσθαι τὸν σπουδαῖον ὑπὸ πνευμάτων πονηρῶν ὑποβαλλόντων τοὺς σαρκὸς γαργαλισμοὺς καὶ τὰ ἄλλα πάθη μετὰ πάντων τῶν τῆς σαρκὸς ἔργων, ἔτι μὴν λόγους ἀθέους ἀνα‐ σκευάζοντας σοφιστικῇ δεινότητι τὰ τῆς ἀληθείας δόγματα. ἀλλ’ ὁ εὔτονος καὶ
10ἰσχυρὸς καὶ τῇ τοῦ θεοῦ καθωπλισμένος προσηγορίᾳ ἀνατρέψει τὰ ἔθνη πάντα εἰς φυγὴν τρέπων, ἐσθ’ ὅτε δὲ καὶ ἀναιρῶν αὐτά. ὁ γὰρ ἀντὶ ὅπλου καὶ ξίφους χρησάμενος τῷ τοῦ θεοῦ ὀνόματι ἐκκόψει τὰς παθητικὰς ὁρμὰς μετὰ καὶ τῶν τεταραγμένων λογισμῶν, ἀλλὰ καὶ λύων καὶ ἀνατρέπων τὰ σοφιστικῶς κατεσκευασμένα ἀπατηλὰ δόγματα.
15 Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τὰ ἑξῆς· ὁμοιότητα φέρει πρὸς τὰς μελίσσας κηφήνων τὸ γένος· αὗται γὰρ εἰ καὶ μείζους τῶν μελισσῶν τῷ ὄγκῳ τυγχάνουσιν, ἀλλ’ οὖν γε ἀπατῶσι τοὺς ἀνιστορήτους ὡς οὖσαι μέλισσαι· οὔτε δὲ μελισσουργοῦσιν ἢ πλάττουσι κηρὸν οὐδ’ αὖ κέντρον ἔχουσι τὸ ἀλεξοῦν τὰ βλάπτειν ἐπιχειροῦντα τὸν κηρόν. ἐκ τοῦ ἐναντίου δὲ ἐσθίοντες
20τὸ μέλι ἐκπολεμοῦσι κατ’ αὐτῶν τὰς μελίσσας ὡς χρησαμένας κατ’ αὐτῶν τῷ ἰδίῳ κέντρῳ σωρηδὸν ἀναιρεῖν τοὺς κηφῆνας ὡς λυμηναμένους τῷ καρπῷ αὐτῶν. ἐστὶν οὖν πρὸς ἀλληγορίαν ἡ μελισσουργοῦσα καὶ κηροπλαστοῦσα μέλιττα ἡ τιμήσασα τὴν τοῦ θεοῦ σοφίαν ἐκκλησία, ἧς ἐργάτιδος οὔσης ποθεινῆς τυγχανούσης καὶ ἐπιδόξου τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς
25ὑγίειαν προσφέρονται· καίπερ οὔσης τῇ ῥώμῃ ἀσθενοῦς τῷ τὸ κήρυγμα αὐτῆς μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις εἶναι, ὅμως δ’ ἔχει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως θεοῦ τῆς πίστεως τὸν λόγον ἔχουσα, ὡς καὶ ἀναιρεῖν κηφήνων δίκην τὰς αἱρέσεις διχοτομοῦσα αὐτὰς ἐλέγχῳ τῆς ἀληθείας. καὶ μία μὲν ἡ τιμήσασα τὴν σοφίαν μέλισσα, πολλαὶ δὲ αἱ ἀποστᾶσαι
30τοῦ τιμᾶν τὴν σοφίαν τοῦ θεοῦ οὐ μέλισσαι ἀλλ’ ὡς μέλισσαι τυγχάνουσαι, ἃς εἶναι κηφῆνας λέγων οὐχ ἁμαρτήσεις κυκλούσας ὡς κηρίον ἐπὶ τῷ ἀναλῶσαι τὸ περὶ αὐτὸ μέλι καὶ ἐκκαυθείσας ὡσεὶ πῦρ ἐν ἀκάνθαις. ἐξάπτουσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων καὶ τὸ τῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν πῦρ, ᾗ φησιν ὁ Παῦλος Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. ἀκάνθας δὲ τὰς
35ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον. Ὅμως δὲ εἰ καὶ ἐκύκλωσαν τὸν σοφὸν ὡσεὶ κηρίον μέλισσαι καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, ἀλλ’ οὖν αὐτὸς τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς. οὐ γὰρ ἀζήμιος μόνον ἔμεινεν, ἀλλὰ καὶ καθεῖλεν αὐτῶν πάντα σοφιστικὸν λογισμόν, ἀλλὰ καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως273 in vol. 2
40τοῦ θεοῦ, ἐπείπερ τὰ ὅπλα αὐτοῦ οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ οὐχ ἕτερα ὄντα τῆς τοῦ θεοῦ προσηγορίας ἠμύνατο αὐτούς.

1075

(n)

Ps 117,14b
1 Γενόμενος εἰς σωτηρίαν ὁ κύριος οὐκ ἀρχὴν οὐσιώσεως δέχεται· ἀΐδιος γὰρ καὶ αἰώνιός ἐστι. γίνεται δὲ εἰς σωτηρίαν κατὰ τὸ ἀναλαμβάνειν σχέσιν τὴν πρὸς τοὺς σῳζομένους. ὅθεν πάντα γεγονέναι τὸν Χριστὸν λέγοντα ταῦτα ὑποβάλλεται τῇ διανοίᾳ· οὐ γὰρ γέγονε θεὸς λόγος οὐκ ἀλήθεια οὐ σοφία οὐχ
5υἱός, ἀλλὰ γέγονεν ἡμῖν σοφία, οὐχ ἁπλῶς γενόμενος σοφία ἀλλ’ αὐτὸ τοῦτο ἡμῖν δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ὢν γὰρ ἁπλῶς καὶ ἀϊδίως ταῦτα ἡμῖν γεγονέναι κατὰ ἀναφορὰν τὴν πρὸς ἡμᾶς λέγεται· οὕτω καὶ χριστὸν καὶ κύριον πεποίηκεν αὐτὸν ὁ θεός, χριστὸν μὲν τουτέστι βασιλέα καὶ ἱερέα τοῖς βασιλευομένοις καὶ τοῖς ὑπὲρ ὧν προσάγει τὰς θυσίας. ἀλλὰ καὶ τοῖς δουλεύειν
10ἐθέλουσιν αὐτῷ κύριον καὶ καθόλου τὰ σχετικῶς περὶ αὐτοῦ λεγόμενα οὕτω διανοούμενος οὐκ ἀσεβήσεις.

1076

(n)

Ps 117,15a
1 Σκηνὰς δὲ δικαίων νοήσεις τὰς παρὰ τῷ πατρὶ μονὰς κατὰ τὴν ἀπόδοσιν τῶν ἐπαγγελιῶν, περὶ ὧν ὁ σωτήρ φησιν Ὅταν ἐκλίπῃ (δηλονότι ὁ μαμωνᾶς), δέξονται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ἐν ταύταις ταῖς σκηναῖς πάντες εἰσὶν οἱ δίκαιοι ἀγαλλιώμενοι· τετύχασι γὰρ τῶν προσδοκωμένων ἀγαθῶν. ὅθεν
5καλῶς εἴρηται Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἐν σκηναῖς δικαίων, ἀποδρασάσης λύπης καὶ στεναγμοῦ. Εἰ δὲ καὶ τὰ σώματα τῶν δικαίων σκηνὰς αὐτῶν ἐρεῖς ἀφθάρτων καὶ πνευματικῶν ἀποδοθεισῶν αὐτοῖς, οὐκ ἀμφισβητήσεις ὡς καὶ ἐν ταύταις ταῖς σκηναῖς αὐτῶν φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἔσται.
10 Φέρεται Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας τῷ ὡς ἐν ταῖς προειρημέναις σκηναῖς ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐπὶ τῷ αἰωνίαν σωτηρίαν ἀπειληφέναι
οὐκ ἄλλην οὖσαν τῆς αἰωνίου ζωῆς.274 in vol. 2

1077

(n)

Ps 117,15b—17
1 Αὕτη τοιγαροῦν ἐποίησε δύναμιν τοῖς μετειληφόσιν αὐτοῦ, ὡς ἕκαστον φάναι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. αὕτη τὸν μετέχοντα ὑψοῖ καὶ μετεωρίζει, ὡς φαιδρότερον καὶ μειζόνως ὑπὸ τῆς δεξιᾶς κυρίου δυναμωθέντα καὶ δεύτερον εἰπεῖν Δεξιὰ κυρίου ἐποίησε δύναμιν. διό φησιν Οὐκέτι θνήξομαι
5τὸν ἑπόμενον τῇ κακίᾳ θάνατον, ἀλλὰ ζήσομαι μετασχὼν τῆς ἐναντίας τοῦ πονηροῦ θανάτου ζωῆς ἐπὶ τῷ ἐκδιηγήσασθαι τὰ τοῦ θεοῦ εἰς ἐμὲ γενόμενα θαυμαστὰ ἔργα. ποιεῖ δὲ δύναμιν ἡ δεξιὰ αὐτοῦ ἐν παντὶ τῷ δεξιὰ φρονοῦντι καὶ πράττοντι ἀλλὰ καὶ ὑψοῖ αὐτὸν ὡς καὶ δευτέραν γενέσθαι ἐν αὐτῷ τῆς προτέρας δυνάμεως δύναμιν ἐφ’ ᾗ ἀθανασίαν κεκτημένος ἐρεῖ τὸ Οὐκ
10ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ τὰ ἑξῆς.

1078

(n)

Ps 117,19.20
1 Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται δι’ ὧν εἰσῄει πρὸς θεὸν ὁ Ἰσραήλ, πύλη δὲ νῦν ἡ πίστις δι’ ἧς οἰκειότερον νῦν προσαγόμεθα μαρτυρουμένης ὑπὸ νόμου καὶ προφητῶν. εἰς ταύτην τὴν διάνοιαν λήψῃ καὶ τὸ ἐν Ἱερεμίᾳ λεγόμενον Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας καὶ
5ἐξετάσατε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ καὶ εὑρίσκετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ ἐνταῦθα γὰρ στάς τις ἐν ταῖς πλείοσιν ὁδοῖς, φημὶ ταῖς ἰδικαῖς ἀρεταῖς, ἐξετάσει τὰς ἐξ αἰῶνος τετριμμένας ὑπὸ τῶν ἁγίων ἐπὶ τῷ γνῶναι τίς μετὰ ταῦτα κατὰ τὴν θεωρίαν ἀγαθὴ ὁδὸς ἣν ὁ βαδίζων ἁγνισμὸν εὑρίσκει τῇ ψυχῇ αὐτοῦ ἁγνίσας αὐτὴν εἰς τὴν ὑπακοὴν
10τῆς ἀληθείας.

1079

(n)

Ps 117,18—20
1 Νοήσεις καὶ οὕτως· ὁ παιδεύσει θείᾳ καὶ πάνυ γε ὠφελίμως ὑπὸ κυρίου παιδευόμενος οὐκ ἐμπίπτει εἰς τὸν θάνατον τὸν κρατοῦντα τῶν ἁμαρτανόντων.
ἐπεὶ γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος, ὁ παιδεύσει ὑπὸ κυρίου παιδευόμενος ἄριστος τὴν γνώμην καὶ τὴν πρᾶξιν ὢν οὐ παραδίδοται τῷ θανάτῳ τῷ275 in vol. 2
5παραλαμβάνοντι τοὺς παραδιδομένους πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. Τοῦ δὲ ὀνόματος τῆς δικαιοσύνης κατηγορουμένου κατὰ πάσης τῆς ἠθικῆς ἀρετῆς τὰς πύλας αὐτῆς τὰς ἰδικὰς ἀρετὰς λεκτέον, εἰς ἃς εἰσέρχονται οἱ δι’ ἀσκήσεως καὶ ἐπιμελείας τῆς περὶ αὐτῶν κρούοντες αὐτάς. εἰσέρχονται δὲ ἐπὶ τῷ ἐξομολογήσασθαι ὑπὲρ ὧν ἔπραξαν ἔξω τῶν πυλῶν τῆς δικαιοσύνης
10ὄντες. εἰσέρχεσθαι οὐ δι’ αὐτῶν ἀλλ’ εἰς αὐτάς φησιν· οὐδὲ γὰρ ὑπερβατέον τὰς ἐνεργείας τῶν ἀρετῶν, ἀλλὰ προσδιατριπτέον αὐταῖς. εἰσελθοῦσι δὲ εἰς τὰς τῆς δικαιοσύνης πύλας καὶ ἐξομολογησαμένοις ἐν αὐταῖς ἑτέρα ὑπερέχουσα καὶ τιμιωτέρα δείκνυται πύλη ἡ κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, εἰς ἣν εἰσέρχονται οἱ τὴν δικαιοσύνην κατορθώσαντες ὥστε παρωνύμως ἀπ’
15αὐτῆς κληθῆναι δίκαιοι.

1080

(n)

Ps 117,21
1 Ὑμνῶ σε τοιγαροῦν ἀνοίξαντά μοι τῆς δικαιοσύνης τὰς πύλας καὶ εὐχαριστῶ ὅτι εἰσήκουσάς μου καὶ προσεδέξω τὴν δέησιν καὶ παρέσχες τὴν σωτηρίαν.

1081

(n)

Ps 117,24
1 Πάσης τῆς κατ’ αἴσθησιν ἡμέρας ὑπὸ ἡλίου γινομένης ὅταν ὑπὲρ γῆν γένηται, ἡ δεικνυμένη ἡμέρα ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὄντος κυρίου κατεσκευάσθη, ἣν καὶ δεικνῦντες ἀλλήλοις οἱ τῷ ἀληθινῷ φωτὶ καταυγαζόμενοί φασιν Αὕτη ἡ ἡμέρα ὑπὸ κυρίου γεναμένη ἐστίν· ὅθεν εὐφραινώμεθα καὶ
5ἀγαλλιώμεθα ἐν αὐτῇ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες· οὐ γὰρ ἔτι νυκτὸς καὶ σκότους ἀλλ’ υἱοὶ φωτὸς καὶ ἀληθείας ἐσμέν, ἔχοντες τὴν πίστιν Ἀβραὰμ τοῦ ἀγαλλιασαμένου, ἵνα ἴδῃ τὴν ἡμέραν κυρίου, καὶ χαρέντος ἐπὶ
τῷ ἑωρακέναι αὐτήν.276 in vol. 2

1082

(n)

Ps 117,25.26a
1 Ὁ διάληψιν ἔχων περὶ τοῦ θεοῦ προνοεῖσθαι τῶν ὅλων παρ’ αὐτοῦ καὶ τὸ σωθῆναι καὶ τὸ εὐοδοῦσθαι ἀπαιτεῖ· θεὸς γὰρ τοῦ σῴζειν ἐστί, καὶ παρ’ αὐτοῦ κατευθύνεται τὰ διαβήματα ἀνδρί. ὅθεν καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ὁ μακαριζόμενος πάντα ὅσα ἂν ποιῇ κατευοδοῦται, θεῷ ἡγεμόνι χρώμενος τῆς
5ὁδοῦ τῆς ἐπὶ μακαριότητα ἀγούσης. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ταύτην τὴν φωνὴν οἱ Εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι κυρίου ἐρχόμενος.

1083

(n)

Ps 117,26b.27a
1 Πάντων τῶν πρὸ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς κυρίου δούλων, ἀμέλει Τάδε λέγει κύριος ἕκαστος ἔφη, καὶ ἕκαστος τῶν ἀγγέλων φησὶν πρὸς ὃν ἔρχεται Ὁ κύριος ἀπέστειλέ με· ἀλλ’ οὗτος ὁ ἐν ὀνόματι κυρίου ἐρχόμενος εὐλογημένος ἐστίν. ὅθεν ἕκαστος τῶν προαγορευόντων αὐτοῦ τὴν
5ἐπιδημίαν λέγει Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου. ἐξ οἴκου γὰρ κυρίου τῶν κόλπων τῶν πατρικῶν ἐστιν ὁ ἐρχόμενος. Ἐπιφέρεται γοῦν παραχρῆμα· Θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι ἀλλ’ ἐπιφανῆναι πρότερον οὐχ ὁρώμενον. ὑπάρχων γὰρ ἀόρατος τῷ εἶναι εἰκὼν θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν
10καὶ γενόμενος λόγος σὰρξ ὤφθη, ἵν’ οὕτως φανεὶς χειραγωγήσῃ διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. λέγουσι γοῦν οἱ ταύτην τελέσαντες τὴν μύησιν Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν Ὁ ἐρχόμενος, ἀλλ’ οὐχ Ὁ ἐλθών· ἀεὶ ἔρχεται καὶ
15ἐπιδημεῖ τῷ τῶν ἀνθρώπων γένει, εἰ καὶ μὴ διὰ σαρκός· οὐ κινούμενος οὐ μεταβαίνων αὐτός· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος καὶ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν θεϊκῇ παρουσίᾳ. ἡμῶν δὲ σχέσει καὶ διαθέσει ἐγγιζόντων αὐτῷ ἢ μακρυνομένων αὐτοῦ, τοῖς μὲν ἔρχεται εὑρισκόμενος παρ’ αὐτῶν (Ἐγγίσατε γὰρ θεῷ καὶ ἐγγιεῖ ὑμῖν), τῶν δὲ μακρύνεται οὐ τοπικῶς ἀποδημῶν ἀλλ’ ὡς
20προείρηκα σχέσει· Μακρὰν γὰρ ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν.277 in vol. 2

1084

(n)

Ps 117,27bc
1 Ἢ καὶ οὕτως· πυκάζοντές εἰσιν οἱ βλαστοὺς καὶ καρποὺς ἄρτι φέροντες. ἐν τούτοις οὖν τυγχάνοντες νέα φυτὰ συστήσασθε ἑορτὴν παρατείνουσαν μέχρι τῶν κεράτων τοῦ πνευματικοῦ θυσιαστηρίου, ἀφ’ οὗ τὸν ἄνθρακα λαβὼν τῇ λαβίδι τὸ ἕτερον τῶν σεραφὶμ ἀποστέλλεται πρὸς τὸν προφήτην ἐπὶ τῷ καθᾶραι
5αὐτὸν καὶ περιελεῖν τὰς ἀνομίας καὶ ἁμαρτίας αὐτοῦ. Τίσι δὲ προστάττεται συστῆναι ἑορτὴν ἢ τοῖς διδασκάλοις καὶ ἱερεῦσι; τάχα δὲ καὶ ἀγγέλοις ἐρεῖς. ἑορτὴ δὲ συνισταμένη καθ’ ὑφήγησιν θεοῦ τὸ πράττειν ἐστὶ τὰ δέοντα καὶ τὴν ἀλήθειαν φρονεῖν. αὕτη δὲ μάλιστα χώραν ἴσχει ἐν τοῖς ἀποσεισαμένοις τὴν παλαιότητα ἐπὶ τῷ γενέσθαι καινὴν φυτείαν. καὶ ἐπεὶ τὸ
10πάσχα τῷ μηνὶ τῶν νέων ἐπιτελεῖται, δυνατὸν ὑπολαβεῖν ὅτι μεταβαίνων τις ἐκ κακίας καὶ τῶν αἰσθητῶν ἐπὶ ἀρετὴν καὶ τὰ νοητὰ ἀνανεούμενος πυκάζει, ὥστ’ ἂν ἑορτάσαι καὶ προσαγαγεῖν πνευματικὰς θυσίας ἕως τῶν ἐμφαινόντων βασιλικὸν εἶναι τὸ θυσιαστήριον κεράτων αὐτοῦ. καὶ περὶ τῆς ἑορτῆς δὲ ἡμῶν τῶν ἑβδομάδων εἰ λέγοιτο ταῦτα, οὐκ ἀπᾴδει τῆς ἀληθείας.

1085

(n)

Ps 117,28.29
1 Ὁ δι’ ὅλου τοῦ ψαλμοῦ εὐχαριστῶν τῷ θεῷ τῷ τὰς τηλικαύτας καὶ τοσαύτας ποιήσαντι εὐεργεσίας ἀναφθέγγεται τὸ Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου εἶ σύ, καὶ ὑψώσω σε. δοξολογῶν, θεολογῶν σε λέγω Εἰς ἐμὲ πεποίηκας θαυμάσια· ὕψωσας γάρ με καὶ πεποίηκας
5δύναμιν, ὡς μὴ ἀποθανεῖν ἀλλὰ ζήσαντά με διηγήσασθαι τὰ ἔργα σου. καὶ δεύτερον δὲ ἐξομολογοῦμαι Ὅτι ἐπήκουσάς μου τῶν δεήσεών μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. πείρᾳ τοιγαροῦν μαθών σου τὸ πολυέλεον καὶ τὴν ἀγαθότητα καὶ ἄλλους προτρεπόμενος λέγω πρὸς πολλοὺς ἀποτεινόμενος Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα ἔχει ἐκτεινόμενον
10τὸ ἔλεος αὐτοῦ, καθ’ ὃ ἐλεεῖ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι.

1086

(n)

Ps 118,2a
1Μαρτύρια δ’ ἂν εἴη καὶ τὰ λόγια τοῦ θεοῦ τῷ μαρτυρεῖσθαι ὑπ’ αὐτοῦ καὶ
τῆς ἀληθείας αὐτοῦ.278 in vol. 2

1087

(n)

Ps 118,3
1 Μακάριοι τοίνυν οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ καὶ ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦντες αὐτόν, πάσης σπουδῆς ἀνθρωπίνης ἀποστάντες καὶ δι’ ἔργων ἀγαθῶν καὶ φρονήματος ὀρθοῦ ἐγγίζοντες αὐτῷ. εὖ δὲ τὸ μακαρίζειν οὐ τοὺς πορευθέντας ἀλλὰ τοὺς πορευομένους, καίτοι τὸ Οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
5ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐπορεύθησαν ἐμφαίνει τὸ μηδεπώποτε αὐτοὺς πεπειρᾶσθαι τοῦ θείου νόμου ὡς περὶ αὐτῶν εἶναι· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. οὗτοι δέ εἰσιν οἱ μηδεπώποτε θείας διδασκαλίας ἀκηκοότες· οἱ γὰρ μετὰ τὸ ταύτης μυηθῆναι πταίσαντες ἐν νόμῳ ἡμαρτηκέναι καὶ παραβάται αὐτοῦ λέγονται.

1088

(n)

Ps 118,6
1 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν πάσας τὰς ἐντολάς σου· οὐκ ἐπί τινας ἀλλ’ ἐπὶ πάσας. κατ’ ἐκείνας γὰρ τὰς ἐντολὰς ἃς μὴ βλέπω αἰσχυνθήσομαι.

1089

(n)

Ps 118,8b
1 Ἐγκαταλείπομαι γὰρ πρὸς ὀλίγον πολλάκις ὑπὲρ πείρας καὶ δοκιμῆς ἐμῆς ἐπὶ τῷ γενναίως ἐνεγκόντα τὰ περιστατικὰ ὠφεληθῆναι. εὐθέως γοῦν σοῦ βοηθοῦντος ὃν δεῖ τρόπον τοὺς ἀγῶνας διαθλήσας στεφανοῦμαι· διό, ἵνα μὴ ἡττηθῶ, δεινῶν ὄντων τῶν προσπαλαιόντων, μὴ ἕως σφόδρα ἐγκαταλείψῃς.

1090

(n)

Ps 118,11
1 Ὁ μὴ ἐξ ἐπιπολῆς τὰ λόγια τοῦ θεοῦ δεχόμενος κρύπτει αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἵνα τὴν γνώμην καὶ τὴν πρόθεσιν αὐτοῦ κατὰ ταῦτα ποιωθεὶς ἀναμάρτητος εἴη θεῷ τῷ τὸ κρυπτὸν ὁρῶντι, μὴ μόνον μὴ μοιχεύων ἀλλὰ μηδὲ αἰσχρὰν ὄρεξιν ἔχων. συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Υἱέ, ἐὰν δεξάμενος
5ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς
σου.279 in vol. 2

1091

(n)

Ps 118,17
1 Ὅπως μὴ ἀμισθὶ δόξω πεπραχέναι τὰ δικαιώματά σου, ἀνταπόδος μοι τὴν θείαν καὶ μακαρίαν ζωήν, ἵνα ζήσας κατ’ αὐτὴν φυλάξω τοὺς λόγους σου· μετὰ γὰρ τὸ μνημονεῦσαι αὐτῶν ἀκόλουθον φυλάξαι. εἰς τοῦτο λήψῃ τὸ ὑπὸ Ἰησοῦ λεχθὲν Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς· ἔχει γὰρ τὰς
5ἐντολὰς ὁ μνημονεύων αὐτῶν καὶ τηρεῖ ὁ καὶ ταύτας ἐνεργῶν.

1092

(n)

Ps 118,20
1 [Ἄλλος δὲ οὐ Τὰ κρίματα ἀλλὰ Τὰ δικαιώματα εἰπὼν οὕτως ἐξηγήσατο·] τὰ θεοῦ δικαιώματα ἀεὶ ὠφελεῖ, ἀγαθὰ κυρίως ὄντα. ἐπιθυμίαν αὐτῶν ἔχων ἐν παντὶ καιρῷ ἐπεπόθησεν, οὐ θέλων αὐτὰ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ποιεῖν, ὡς ποιοῦσιν οἱ ἐνεργοῦντες αὐτὰ φόβῳ τοῦ μὴ περιπεσεῖν κολάσει, ἀλλὰ σὺν ὀρέξει
5καὶ ἐπιθυμίᾳ. συμβήσεται γὰρ ἐκ τούτου σωφρόνως καὶ γενναίως πάντα φέρειν, οὐ μόνον τὰ ἡδέα ἀλλὰ καὶ τὰ ἐπίπονα καὶ ἀηδῆ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν σὺν πόθῳ ἰέναι.

1093

(n)

Ps 118,22
1 Ἐπεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ μαρτύριά σου, σὺ περίελε τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσίν μου. πῶς δ’ ἂν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομένων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, ἅμα ἐμοὶ ἐκζητήσουσι καὶ αὐτοὶ τὰ μαρτύριά σου.

1094

(n)

Ps 118,26
1 Ἑτέρα γραφὴ Τὰς ὁδούς σου, φησίν, ἐξήγγειλα, ἵνα εἴπῃ· τὰς φερούσας πρὸς σὲ οὐχ ἑτέρας οὔσας τῶν ἀρετῶν ὁδούς, ὦ δέσποτα, πρακτικῶς ἐξήγγειλα σπουδαίᾳ προθέσει καὶ καταλλήλοις αὐτῇ ἔργοις, καὶ ἐπήκουσάς
μου· διὸ πρὸς ὑπακούσαντά φημι Δίδαξόν με τὰ δικαιώματά σου.280 in vol. 2

1095

(n)

Ps 118,29
1 Ὁ προαιρέσει ἀποστὰς τῆς ὁδοῦ τῆς ἀδικίας καὶ τῷ νόμῳ τοῦ θεοῦ προσελθὼν τελειωθῆναι καὶ βεβαιωθῆναι ταῦτα βούλεται πρὸς θεοῦ τοῦ τὰ τέλη τῶν ἀγαθῶν ἐπιφέροντος. ὡς γὰρ μισήσας ἣν εἶχεν ἄγνοιαν τῷ πόθον ἐσχηκέναι τῆς ἀντικειμένης ἐπιστήμης, οὐχ οἷός τε ὢν ἑαυτὸν τῆς ἀγνοίας
5ἀποστῆσαι καὶ τῇ πίστει προσερεῖσαι, τὸν διδάσκαλον παρακαλεῖ· Τὴν ἄγνοιαν ἀπόστησον ἀπ’ ἐμοῦ καὶ τῇ ἐπιστήμῃ σου ἐλέησόν με.

1096

(n)

Ps 118,39
1 Οὐ συνειδότος ἐστὶν ἑαυτῷ ἁμαρτίαν ἡ φωνὴ ἀλλ’ ὑποπτεύοντος, ὥσπερ οὖν καὶ τὸ Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. θαρρῶ δὲ ὅτι περιαιρήσεις ὃ ὑπώπτευσα ὄνειδος, πεπεισμένος ὅτι χρηστοφιλανθρωπίας γέμοντα τὰ κρίματά σού εἰσιν.

1097

(n)

Ps 118,41.42a
1 Εἰ δὲ δυνατὸν πάντα περὶ τοῦ ἀποσταλέντος λόγου εἰρῆσθαι, ἐπίστησον· αὐτὸς γὰρ καὶ ἔλεος καὶ σωτήριον κυρίου ἐστί. διὸ εὐκτέον ἥκειν ἐφ’ ἡμᾶς τὸ ἔλεος κυρίου, τὸ σωτήριον κατὰ τὸ ἔλεος αὐτοῦ. οὕτω γὰρ ἐλεηθέντες καὶ σωθέντες τοῖς ὀνειδίζουσι πρότερον ὡς λειπομένοις ἐλέου καὶ σωτηρίας θεοῦ
5ἀποκρινούμεθα.

1098

(n)

Ps 118,43.44
1 Νοήσεις δὲ καὶ οὕτως· εἰ καί ποτε πρὸς ἐμπιπτούσας ἀπορίας περὶ προνοίας ἢ ὁμοιοτρόπων ζητημάτων μὴ ἔχοιμι λόγον ἀποδοῦναι λύοντα τὰς ἀντιρρήσεις τῶν ἐπαπορούντων, ἀλλὰ σὺ τῇ αὑτοῦ ἀγαθότητι ἀνοίξαντί μοι τὸ στόμα τῷ
σῷ λόγῳ δὸς ἑρμηνευτικὸν τῆς ἀληθείας, ἵνα μὴ παντελῶς περιαίρεσις τοῦ281 in vol. 2
5λόγου τῆς ἀληθείας ἐκ τοῦ στόματός μου γένηται ἀλλὰ δυνηθῶ περὶ τῶν δυσαποδότων ἀμωσγέπως λέγειν Ὅτι ἤλπισα ἐπὶ τὰ κρίματά σου, τοὺς κεκριμένους καὶ ἐξητασμένους σου λόγους ἢ τὰ κρίματα καθ’ ἃ διοικεῖς καὶ προνοεῖς τῶν ἀνθρώπων. Μὴ περιέλῃς ἕως σφόδρα ἐκ τοῦ στόματός μου ἀληθείας λόγον. οὕτω γὰρ
10καὶ διὰ παντὸς φυλάξαι σου τὸν νόμον συμβήσεται τηρούμενον οὐκ ἐν τούτῳ μόνῳ τῷ αἰῶνι ἀλλὰ καὶ μέχρις αἰῶνος, τῶν λόγων Ἰησοῦ οὐ παρερχομένων. φυλάττομεν γοῦν τὸν τοῦ θεοῦ νόμον κατὰ τὴν εἰκόνα τῶν πραγμάτων, πρότερον ὑπὸ Ἰουδαίων κατὰ σκιὰν φυλαχθέντα, φυλαχθησόμενον ἡμῖν κατὰ τὰ μέλλοντα ἀγαθὰ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

1099

(n)

Ps 118,51
1 Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτόν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην καὶ κατὰ ποσὸν κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν μὴ ἀνεχόμενος.

1100

(n)

Ps 118,53
1 Ἐπεὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι τῷ μηδὲ τὴν ἀρχὴν πεπειρᾶσθαι νόμων, οἱ δ’ ἐν νόμῳ τῷ παραβαίνειν αὐτόν, ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν τοῦ θεοῦ νόμον· Εἴ τι γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξαζόμενον ᾖ ἓν μέλος,
5συγχαίρει πάντα τὰ μέλη. καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον.

1101

(n)

Ps 118,58
1 Πρόσωπον θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις ἡμῖν εἴρηται. ὁ τοίνυν ὅλῃ καρδίᾳ ἐφιέμενος τούτου, ὅπως καθαρὰ αὕτη γενομένη θεωροίη αὐτὸ καὶ ἐκ τοῦ ἀτενίζειν αὐτῷ ἐλεηθῇ κατὰ τὸν λόγον τῆς διδασκαλίας αὐτοῦ, εἴποι ἂν τὰ ἐγκείμενα ῥητά. ὅρα δὲ πηλίκος ἐστὶν ὁ282 in vol. 2
5ὀψόμενος τὸ πρόσωπον τοῦ θεοῦ. Ἰησοῦς σε διδαξάτω λέγων Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.

1102

(n)

Ps 118,61
1 Καὶ τίνα τὰ σχοινία ἢ οἱ πονηροὶ διαλογισμοὶ καὶ αἱ ὑποβάλλουσαι τούτους πονηραὶ δυνάμεις δι’ ὧν τῆς κατὰ θεὸν στάσεως ἐνεχείρουν καταβάλλειν; ἀλλ’ ἀνήνυτος ἡ σπουδὴ τῶν περιβαλλόντων τὰ σχοινία τῷ δικαίῳ, ὅταν συντόνῳ σπουδῇ μνημονεύοι τοῦ νόμου. τὰ αὐτὰ δύνανται καὶ αἱ περιστάσεις
5αἱ πρὸς τῶν ἁμαρτωλῶν τῷ δικαίῳ προσαγόμεναι σχοινία αὐτῶν ὑπάρχειν· ἀλλὰ καὶ ταύτας καρτερῶς φέρων οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ ὁ δίκαιος. καὶ οἱ δι’ ἀπατηλῶν δὲ λόγων εἰς ἁμαρτίαν παρακαλοῦντες σχοινία περιπλέκουσιν· ἀλλ’ ἐὰν νήφῃ τις, οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ.

1103

(n)

Ps 118,63
1 Μέτοχον δὲ νοήσωμεν τὸν φίλον καὶ κοινωνόν, ᾗ φησιν ὁ Ἐκκλησιαστὴς Ὅτι ἐὰν πέσῃ, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. μήποτ’ οὖν τοῦτο βούλεται λέγειν ὅτι φίλος καὶ κοινωνός εἰμι πάντων τῶν φοβουμένων τὸν θεὸν καὶ τῶν φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ καὶ αὐτὸς φοβούμενος αὐτὸν καὶ φυλάσσων
5τὰς ἐντολὰς αὐτοῦ.

1104

(n)

Ps 118,65.66a
1 Οὔσης περὶ τὸν θεὸν χρηστότητος καὶ ἀποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστότης γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς. ἐπεὶ οὖν ὁ ἅγιος ἐβεβαίωτο ἐν τῇ πίστει, Χρηστότητα,
εἶπεν, ἐποίησας μετὰ τοῦ δούλου σου. σοῦ δὲ ἔφη, παραστῆσαι βουλόμενος283 in vol. 2
5μὴ κατὰ ἀποκλήρωσιν γινομένην μετά τινος τὴν χρηστότητα τοῦ θεοῦ, ἀλλὰ μετὰ τοῦ δουλεύοντος αὐτῷ, ὅστις ποτ’ ἂν ᾖ οὗτος. Τὸ δὲ Κατὰ τὸ λόγιόν σου προσκείμενον δηλοῖ σὺν λόγῳ καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ κυρίου χρηστότητα. διὸ καὶ τὸ λογικὸν καὶ τὸ σοφὸν αὐτῆς γνῶναι θέλων οὐκ ἄλλον ἀξιοῖ διδάσκαλον αὐτῷ περὶ αὐτῆς
10γενέσθαι, ἵνα σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθῃ, παιδείαν μὲν τὴν ἠθικήν, γνῶσιν δὲ τὴν διανοητικὴν ἀρετὴν καλῶν. καὶ ἐν Παροιμίας τὸ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνοιστέον ἐπὶ πρακτικὴν καὶ θεωρητικὴν ὠφέλειαν.

1105

(n)

Ps 118,66b
1 Ἐπεὶ ὀρθῶς καὶ φρονίμως ταῖς παρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐταῖς ὡς τηρῆσαι αὐτάς, ὄρεξόν μοι σοφίαν, διδάξας με χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν. συνᾴδει τούτοις τὸ Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν.

1106

(n)

Ps 118,67
1 Εἰ γὰρ καὶ διττὸς ὁ τρόπος τοῦ ἐπάγεσθαι τὰ τοιαῦτα· τοῖς μὲν γὰρ δι’ ἁμαρτίας, τοῖς δ’ ἐπὶ τῷ δοκιμασθῆναι καὶ φανερωθῆναι αὐτῶν ἐπαγομένων, τούτων τὸ ἔλαττον ἑαυτῷ διδοὺς πεπλημμεληκέναι εἶπεν. ἀλλ’ ὅμως, φησίν, ἐφύλαξα τὸ λόγιόν σου, ἵν’ ὥσπερ πλημμελήσας ἐταπεινώθην, οὕτως
5κατορθώσας καὶ φυλάξας τὸ λόγιόν σου ἀφεθῶ τῆς ταπεινώσεως.

1107

(n)

Ps 118,68
1 Οὐκ εἰς τὴν ἐμὴν ἀξίαν ἀφορῶν (Ἐπλημμέλησα γὰρ) ἀλλ’ εἰς τὴν σὴν χρηστότητα, ἐπεὶ χρηστὸς ὢν χρηστότητα ἔχεις, ἀξιῶ διδαχθῆναι οὐ παρ’
ἑτέρου ἢ σοῦ αὐτοῦ τὰ δικαιώματά σου.284 in vol. 2

1108

(n)

Ps 118,69
1 Πολλῶν ἀπατεώνων ἀπονενοημένων κατὰ τῶν ἐντολῶν σου καὶ μυρία ὅσα πρὸς διαβολὴν αὐτῶν καὶ ἀνατροπὴν δῆθεν λεγόντων, ἀδικία πολλὴ ἐπ’ ἐμὲ γεγένηται. ὅμως δὲ εἰ καὶ δεινὰ ἐδόκουν λέγειν ἃ τοὺς ἀνερματίστους ἀποστῆσαι αὐτῶν δύναται, ἀλλ’ ἐγὼ ἐπιτείνων τὴν σπουδὴν καὶ τὸν πόθον εἰς αὐτὰς ἐν
5ὅλῃ καρδίᾳ ἐξηρεύνουν αὐτάς, ὡς τὸ κάλλος αὐτῶν τεθεωρηκότα με ἐκ τῆς πολλῆς καὶ ἐπιτεταμένης αὐτῶν ἐρεύνης κατεγνωκέναι σφόδρα τῶν διαβαλλόντων αὐτάς. Εἴποι δ’ ἂν ταῦτα καὶ ὁ πρός τινων ὑπερηφάνων τε καὶ δυναστῶν καταπονούμενος καὶ ἀδικούμενος ἐν τοῖς τοῦ βίου πράγμασιν· ἀπὸ γὰρ τῶν
10ἐντολῶν σου, φησίν, δυνήσομαι μαθεῖν φαυλότερον εἶναι τὸ ἀδικεῖν καὶ ἀποστερεῖν τοῦ ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι.

1109

(n)

Ps 118,70
1 Ἐπεὶ γὰρ ποτισθέντες τὸ λογικὸν καὶ ἄδολον γάλα πρὸς τῶν παιδευόντων οὐ διῴκησαν οὐδ’ ἔπεψαν αὐτὸ συστραφὲν καὶ παγὲν ἐν αὐτοῖς, ἐτύρωσε τὴν καρδίαν αὐτῶν. ἀλλ’ οὖν εἰ καὶ ἐκεῖνοι τοῦτο πεπόνθασι παρ’ ἑαυτούς, ἐγὼ τὸν νόμον σου διὰ μελέτης ἔχων ἐσπούδαζον αὐτὸν νοεῖν, τῆς τούτου νοήσεως
5λυούσης οὐ μόνον τὴν ἀχλὺν ἀλλὰ καὶ τὴν παχύτητα τῆς ὑλικῆς διαθέσεως.

1109a

(n)

Ps 118,72
1 Διττοῦ ὄντος τοῦ νόμου, τοῦ μὲν πνευματικοῦ καὶ πρὸς διάνοιαν, τοῦ δὲ κατὰ γράμμα καὶ τὴν σκιὰν διαταγέντος δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου, ὁ προφήτης ἀγαθὸν αὐτῷ λέγει τὸν νόμον τοῦ θεϊκοῦ στόματος ὑπὲρ πάντα τὰ τοῦ κόσμου ἡδέα ἃ διὰ χιλιάδων χρυσίου καὶ ἀργυρίου ἐδήλωσεν. πρὸς θεωρίαν δὲ
5λεκτέον τὸ ἀργύριον ἀντὶ λόγου, τὸ δὲ χρυσίον ἀντὶ νοῦ· πολλῶν γὰρ χιλιάδων τοιούτου ἀργυρίου καὶ χρυσίου ἐν τοῖς τὰ τοῦ κόσμου καὶ τῶν αἱρέσεων φιλοσοφοῦσιν, ὑπὲρ πάντα ταῦτα τῷ τῆς σοφίας καὶ ἀληθείας θεοῦ ἐραστῇ ἀγαθὸς ὁ νόμος τοῦ στόματος τοῦ θεοῦ ἐστι τῷ ἐκ μόνου τούτου τὴν κυρίως
ὠφέλειαν ἐγγίνεσθαι τοῖς αὐτῷ προσέχουσιν.285 in vol. 2

1110

(n)

Ps 118,74
1 Νοήσεις δὲ καὶ οὕτως· οἱ θεὸν φοβούμενοι τῷ μηδὲν αὐτοὺς 〈ὑστερεῖν〉 τέλειοί εἰσιν· ὄντες δὲ τοιοῦτοι ἀγαθοὶ τυγχάνουσι κατὰ τὸν οὗ ἔχουσι φόβον. διὸ καὶ πάντας βούλονται προκόπτειν καὶ ὠφέλειαν ἔχειν καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι θεῷ, μιμούμενοι τοὺς ἐν οὐρανῷ χαίροντας
5ἐπὶ τῇ ὠφελείᾳ τῶν μετανοούντων. Δυνατὸν δὲ καὶ ὑποδεεστέρους ἐκλαβεῖν περὶ ὧν λέγει Ὄψονταί με εὐφρανθήσονται, ἵν’ ᾖ ὁ νοῦς τῶν λεγομένων τοιοῦτος. Ἐπελπίσας ἐγὼ εἰς τοὺς λόγους σου ποθῶ τὸ τελείως συγγενέσθαι, πράττω καὶ φρονῶ κατὰ τὴν σὴν παίδευσιν· οἱ δὲ φόβῳ τοῦ μὴ περιπεσεῖν τῇ κατὰ
10τὴν κρίσιν ἑπομένῃ τοῖς ἁμαρτάνουσι τιμωρίᾳ ἀπέχονται κακίας. ἐὰν οὖν οἱ οὕτω φοβούμενοί σε δυνηθῶσιν ἰδεῖν με, εὐφρανθήσονται, οὐκέτι ἐκ λύπης καὶ ἀνάγκης ἁμαρτημάτων ἀπεχόμενοι ἀλλὰ σπουδῇ ἀναλαβεῖν ἐπὶ τῷ ἐλπίσαι καὶ αὐτοὺς εἰς τοὺς λόγους σου.

1111

(n)

Ps 118,77a
1 Ἐπειδὴ δὲ μὴ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ θεοῦ λέγονται, ἐπιστατέον μήποτε ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, οἱ ζωῆς παρεκτικοί, οἰκτιρμοὶ θεοῦ εἰσι. καὶ πατὴρ εἴρηται κατὰ τὴν τοῦ ἀποστόλου φιλοσοφίαν τῶν οἰκτιρμῶν.

1112

(n)

Ps 118,78a
1Μεγάλου δὲ ἀνδρὸς τὸ λέγειν Ἀδίκως ἠνόμησαν εἰς ἐμέ.286 in vol. 2

1113

(n)

Ps 118,81
1 Ἐκλείπει ἡ ψυχή μου εἰς τὸ σωτήριον τοῦ θεοῦ, ὅταν τέλος τῆς πίστεως σωτηρίαν κομίσηται· οὐ γὰρ ἔτι μένει ψυχή, ἀποτιθεμένη τὴν κατάστασιν δι’ ἣν ἐτύγχανε ψυχή, ὀρέξει τῇ πρὸς τὸ σωτήριον τοῦ θεοῦ καὶ ἐλπίδι συνεχεῖ τῇ πρὸς τὸ λόγιον αὐτοῦ πνεῦμα καὶ νοῦς γινομένη. οὐ γὰρ τῆς οὐσίας αὐτῆς
5δηλωτικὸν τὸ ψυχῆς ὄνομα ἀλλὰ τῆς σχέσεως τῆς πρὸς τὴν κοινωνίαν τοῦ σώματος. ὅταν δὲ ἀΰλου μεταλάβῃ ζωῆς καὶ ἄφθαρτον καὶ πνευματικὸν ἐξ ἀναστάσεως ἀναλάβῃ τὸ σῶμα, τὸ πάλαι αὐτῇ συνεζευγμένον φθαρτὸν καὶ ψυχικὸν ψυχῇ τυγχανούσῃ νοῦς καὶ πνεῦμα γενήσεται, ἐκλείπουσα εἰς τὸ θεοῦ σωτήριον καὶ ἓν πνεῦμα πρὸς αὐτὸ γινομένη δι’ αὐτοῦ τῷ κυρίῳ. καὶ
10τοῦτό ἐστι τὸ ἀπαρνήσασθαί τινα ἑαυτόν· ὁ γὰρ ἀπαρνησάμενος ἑαυτὸν ἕτερος ἀνθ’ ἑτέρου γενήσεται, οὐ κατὰ τὴν ὑποκειμένην ὑπόστασιν ἀλλὰ κατὰ τὰ ποιοῦντα ταύτην, ὁτὲ μὲν ψυχήν, ὁτὲ δὲ νοῦν. εἰ γὰρ καὶ προτρεπτικὰ εἰς μαρτύριον τὰ εὐαγγελικὰ ῥητά, ἀλλ’ οὖν καὶ κατὰ τὸν εἰρημένον μυστικὸν λόγον ἐκληπτέον.

1114

(n)

Ps 118,83a
1 Ὁ τοῦ θεοῦ λόγος πνευματικὴ ὢν πάχνη, ἐπεὶ καὶ δρόσος καὶ ὑετὸς πολλαχοῦ λέγεται, καταψύχει μου τὸν ἀπὸ παθῶν ἀκόλαστον φλογμὸν καὶ ἀσθενῆ μου τὴν σάρκα ποιεῖ, ὡς τὴν νέκρωσιν Ἰησοῦ φέρειν ἐν αὐτῇ.

1115

(n)

Ps 118,85
1 Πολλοὶ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας γραφὰς καὶ τῶν τῆς ἐκκλησίας καὶ τῶν ἔξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων ἢ καὶ Σαμαρειτῶν, ἀλλ’ οὐ πάντες λέγουσι καλῶς· σπάνιος γὰρ ὁ ἔχων τὴν ἀπὸ τοῦ θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελομένων λέγειν, οὐ καλῶς δὲ ἢ καὶ παρανόμως βιούντων.
5εἴ τι λέγουσιν, ἀδολεσχία ἐστὶ καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ
ἐρρωμένος καὶ σωτήριος εἶναι ἐν ψυχῇ παρανόμῳ.287 in vol. 2

1116

(n)

Ps 118,87a
1 Ταῦτα ὁ διὰ τὴν δικαιοσύνην καὶ τὴν Χριστοῦ διδασκαλίαν διωκόμενος ὑγιῶς ἐρεῖ τὴν προειρημένην λέξιν, καὶ πάντες δὲ οἱ προφῆται. συντελεσθῆναι δέ ἐστιν ἐν τῇ γῇ οὐ τὸ κοινῶς τεθνάναι ἀλλὰ τὸ εἰς τὴν ὑλικὴν ἕξιν ἣν ἐκάλεσε γῆν ὡς εἰς τέλος ἐλθεῖν ἐπὶ τῷ κατ’ αὐτὴν ποιωθῆναι.

1117

(n)

Ps 118,88
1 Τὸ κατὰ τὸ λόγιον τοῦ θεοῦ ζῆν τὸ σὺν εὐσεβείᾳ ζῆν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. τούτου γὰρ τυχὼν ἐν εὐζωΐᾳ ἔσται, ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ θεοῦ μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ λόγου τοῦ θεοῦ, οὗ εἶπεν αὐτοῦ στόματος εἶναι.

1118

(n)

Ps 118,91a
1 Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὡς τεταγμένως καὶ ὁμαλῶς περικυκλεῖν κατὰ τοὺς ἐτησίους κύκλους, οὐκ ἐξισταμένης τῆς ἡμέρας οὐδεπώποτε ἧς ἔχει πρὸς νύκτα διατάξεως κατά τε ἰσότητα καὶ ἀνισότητα.

1119

(n)

Ps 118,93
1 Ὥσπερ γὰρ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βέβαιον ἀναλαβὼν ὑγείαν δι’ αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν 〈ἰατρικῶν〉 ἐκείνων οἷς ἠκολούθησε τὸ οὕτως αὐτὸν μετ’ εὐεξίας ὑγιαίνειν, οὕτως ὁ ἅγιος οὗτος ὑπὸ θεοῦ ζωοποιηθεὶς ἐν οἷς ἔσχε παρ’
5αὐτοῦ δικαιώμασι λέγει παρ’ ὅλον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν,
ἀποδιδοὺς τὴν αἰτίαν τὸ ἐν αὐτοῖς τὸν θεὸν αὐτὸν ἐζηκέναι.288 in vol. 2

1120

(n)

Ps 118,96a
1 Εἰ καὶ τῆς ἀρετῆς ἓν τέλος διὰ τὸ ἐπὶ πάσῃ προκοπῇ ἐγγινόμενον, ἀλλ’ οὖν γε καὶ ἑκάστης προκοπῆς ἐστι τὸ προσεχὲς πέρας. ὁ οὖν διὰ πάσης προκοπῆς ἀφιγμένος εἰς τὸ τέλος τῆς ἀρετῆς ἐρεῖ Πάσης συντελείας εἶδον πέρας, τοῦ ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος πολλὰς ἀρχὰς καὶ τέλη
5καταβαλλομένου· ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ καὶ ἐκείνης τέλος στοιχεῖον τῆς ἑπομένης· ὅθεν εἴρηται τὸ Ὅτε συντελέσει ἄνθρωπος, τότε ἄρχεται.

1121

(n)

Ps 118,96b
1 Οὐδεὶς γὰρ 〈ἐν〉 ἐντολῇ θεοῦ περιπατῶν στενοχωρεῖται, μεγαλόψυχος καὶ μεγαλόνους γινόμενος ἐκ τοῦ περιέπειν αὐτήν.

1122

(n)

Ps 118,97
1 Οὐ παραβολὴν δὲ καὶ ὁμοίωσιν ἐνταῦθα σημαίνει τὸ Ὡς ἀλλὰ τὸ ἀληθῶς καὶ πρωτοτύπως καὶ οὐ δι’ ἕτερόν τι ἀγαπητὸν ἡγεῖσθαι τὸν νόμον τοῦ θεοῦ. Δυνάμεθα δὲ νοεῖν τὸ Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστι ἀντὶ τοῦ Ἐν ὅλῳ τῷ τῆς ζωῆς μου χρόνῳ· πολλαχοῦ γὰρ ὁ πᾶς χρόνος τῆς ζωῆς
5ἀνθρώπων ἡμέρα καλεῖται, ὡς ἐν τῷ Καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, καὶ τὸ Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν.

1123

(n)

Ps 118,98
1 Οἱ ἐπικείμενοι ἐχθροὶ ἀόρατοι πειρῶνται διὰ πάσης σπουδῆς εἰς τὸ προτιμᾶν ἡδονὴν ἀγαγεῖν με· δι’ ἧς ἡδονῆς συμβαίνει πρὸς πάντα πόνον δυσχερῶς ἔχειν, ὡς καὶ τὴν θείαν ἐντολὴν σὺν ἱδρῶτι κατορθουμένην παραιτεῖσθαι.
κρείττων δὲ γίνεται τῆς ἡδονῆς καὶ τῶν πρεσβευόντων αὐτὴν ἐχθρῶν ὁ289 in vol. 2
5τὴν θεοῦ ἐντολὴν σοφιζόμενος ὑπ’ αὐτοῦ, ὥστε εἰς αἰῶνα αὐτὴν ἔχειν, 〈προτιμήσασ〉 τῆς πρὸς ὀλίγον οὔσης καὶ προσκαίρου ἡδονῆς. διὸ τῷ θεῷ εὐχαριστικῶς ὑμνῶν ἐρεῖ Ἐσόφισάς με τὴν ἐντολήν σου, ἐξ οὗ καὶ ὑπὲρ τοὺς ἐχθρούς μου γεγένημαι.

1124

(n)

Ps 118,101
1 Ἐμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τῷ Ἐκώλυσα τοὺς πόδας μου· ὡς γὰρ ἐπ’ αὐτῷ ὄντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν καὶ κωλῦσαι αὐτοὺς τὸ προκείμενον εἶπε. τοῦτο συνᾴδει τῷ Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ὁ γὰρ ἐκκλίνων ἀπὸ κακοῦ ἐκ πάσης ὁδοῦ πονηρᾶς κωλύει τοὺς πόδας
5αὐτοῦ, ἵνα ποιήσας τὸ ἀγαθὸν φυλάξῃ τοὺς τοῦ θεοῦ λόγους.

1125

(n)

Ps 118,105
1 Λύχνος ὁ νόμος ἐστὶ τοῖς πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν νυκτὶ βαδίζουσι, τοῦ ἀληθινοῦ φωτὸς οὐ λύχνου ὄντος ἀλλ’ ἡλίου φωτίζοντος ἐκείνοις, οἷς προέκοψεν ἡ νὺξ ἐγγισάσης τῆς ἡμέρας, καθ’ ἣν ἡμέραν εὐσχημόνως περιπατεῖν ἔστιν.

1126

(n)

Ps 118,106
1 Τὸ δὲ στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι δηλοῖ, καὶ τὸ ὀμόσαι οὐ τὸν θεὸν ὀνομάσαι ἀλλὰ τὸ ἀμεταθέτως τοῦτο προθέσθαι καὶ ἀπαράβατον φυλάττειν, τὸ
ἔργον τοῦ ὅρκου δυνάμει ποιῶν.290 in vol. 2

1127

(n)

Ps 118,124
1 Οὐχ ὡς μὴ τυχὼν δὲ τῆς αἰτήσεως πάλιν αὐτὴν προσάγει ἀλλ’ ὡς μαθὼν τὰ δικαιώματα τοῦ θεοῦ κατὰ προτέραν ἀξίωσιν· ὡς οἷόν τε ἦν ἔτι ἐπιδιατρίβων αὐτοῖς, μειζόνως ἢ ἔγνω θεωρῆσαι αὐτὰ βουλόμενος, δέεται καὶ ἀεὶ τοῦτο ποιεῖ, ἕως ἐπὶ τὸ τέρμα ἔλθῃ τῆς νοήσεως αὐτῶν.

1128

(n)

Ps 118,125
1 Ὅπερ δὲ εἶπον ἀρτίως περὶ τῆς μαθήσεως τῶν δικαιωμάτων διαφόρως γινομένων, τοῦτ’ ἐρῶ καὶ περὶ τῆς γνώσεως τῶν μαρτυρίων, κατὰ προκοπὴν ἀεὶ ὑπεραναβεβηκυίας γνώσεως αὐτῶν γινομένης τῷ προσδιατρίβοντι τῇ κατανοήσει αὐτῶν.

1129

(n)

Ps 118,127
1 Ταῦτα συνᾴδει τῷ Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου, καὶ τῷ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. διὸ καὶ πρὸς ἑταίρους εἴρηται περὶ αὐτῆς τῷ
5Ἰὼβ Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. ταῦτα δὲ οὐ κατὰ σύγκρισιν εἴρηται ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων αἵρεσιν.

1130

(n)

Ps 118,130
1 Ὁ ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας πάντας τοὺς ἐν αὐτοῖς λόγους ἐφανέρωσε, τοῦτο μὲν ἐκβάσει πληρῶν τὰς προφητείας, τοῦτο δὲ ἀνακαλύπτων τὸν νόμον ἐπὶ τῷ μηκέτι γράμμα καὶ σκιὰν ἀλλὰ πνευματικὸν αὐτὸν ὁρᾶσθαι. αὕτη τοιγαροῦν ἡ γεναμένη δήλωσις τῶν θείων λόγων συνετὸν
5τὸν προφήτην ἀποδείξει καὶ φωτίσει τοὺς μετὰ τὸν Ἰσραὴλ καλουμένους ἀπὸ τῶν ἐθνῶν νηπίους τῷ ὕστερον καὶ ὀψέ ποτε τὴν ἐκ πίστεως ἐσχηκέναι γένεσιν. ἀλλ’ εἰ καὶ πρὸ τῆς καθόδου τοῦ πληρώσαντος τὸν νόμον καὶ τοὺς προφήτας ἀπήγγειλεν ὁ σοφὸς λέγων Ἡ δήλωσις τῶν λόγων σου συνετιεῖ με, ἀλλ’ οὖν γε πνεύματι προφητικῷ ταῦτα ὁρῶν ὡς οἷόν τ’ ἦν σύνεσιν αὐτῶν291 in vol. 2
10ἔχειν ἐπόθει τὴν ἐγχωροῦσαν πρὸ τῆς ἐπιδημίας Χριστοῦ δηλωθῆναι.

1131

(n)

Ps 118,135
1 Τὴν δεῦρο τοῦ σωτῆρος ἐπίλαμψιν ἰδεῖν καὶ μαθεῖν ἀξιοῖ, περὶ αὐτῆς τῷ σωτῆρι φάσκων Τὸ πρόσωπόν σου ἐπίφανον, ὅπερ ἰδών τις σὲ ὁρᾷ. αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. τούτου γὰρ ὑπάρξαντος, φησίν, συμβήσεταί με μαθεῖν τὰ δικαιώματά σου. τὸ δὲ μαθεῖν αὐτό ἐστι τὸ ἐν
5αὐτοῖς περιπατεῖν, μὴ κατὰ σάρκα ἀλλὰ κατὰ χάριν.

1132

(n)

Ps 118,137.138
1 Διὰ τοῦτο εὐθής ἐστιν ἡ κρίσις σου, ἐπεὶ δίκαιος ὢν κατὰ τοὺς τῆς δικαιοσύνης 〈κανόνασ〉 εὐθυτάτους ὄντας κρινεῖς πάντας τοὺς δεξαμένους τὰ κρίματά σου, ἅπερ δικαιοσύνην καὶ ἀλήθειαν σφόδρα ἐνετείλω. αἱ γὰρ θεῖαί σου γραφαὶ ἃς ἀνθρώποις ἐνετείλω, οὐχ αἱ καιναὶ μόναι ἀλλὰ καὶ αἱ παλαιαί,
5δικαιοσύνη κατὰ τ〈ὰ ἠθικὰ τυγχά〉νουσαι καὶ ἀλήθεια[ν] σφόδρα, τουτέστιν 〈ἠκριβωμέναι κατὰ τὴν θεωρίαν τῶν ὄντων καθ’ ἣν ἂν〉 ἐνετείλω ἡμῖν ποιεῖν κρίματα, ὅπως 〈κρινῶμεν κατὰ τὸν〉 μέγα καὶ τὸν μικρὸν κρίμα δίκαιον
〈κρίνοντες σφόδρα〉, ἀλήθεια καὶ δικαιοσύνη εἰσίν.292 in vol. 2

1133

(n)

Ps 118,140
1 Ὅθεν τὸ οὕτως πεπυρωμένον λόγιον σφόδρα παρά τινος ἀγαπηθὲν ποιεῖ αὐτὸν τῷ πνεύματι ζέοντα ἅτε δοῦλον ὄντα τοῦ θεοῦ. ὁ τοιοῦτος καὶ σαφηνιζομένων ὑπὸ Ἰησοῦ τῶν γραφῶν ἐξάπτεται τὴν καρδίαν, ὡς φάσκειν κατὰ τοὺς περὶ τὸν Κλεώπαν Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς
5διήνοιγεν ἡμῖν τὰς γραφάς;

1134

(n)

Ps 118,142
1 Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν οὐ ποτὲ μὲν ποτὲ δὲ οὐκ ἔχει δικαιοσύνην, πηγὴ καὶ γεννήτωρ αὐτῆς ὑπάρχων· καὶ ὁ λόγος δὲ αὐτοῦ ἀλήθεια * ἀκουόντων ἀλήθεια εἰς τὸν αἰῶνα, οὐκ ὄντος ἀνθρωπίνου λόγου τοιούτου· τῆς γὰρ ἀνθρωπίνης σοφίας ὁ λόγος, κἂν δόξῃ γενέσθαι ἀληθής,
5μετὰ ταῦτα τῆς ἀληθείας φανείσης ἐλεγχθήσεται ψευδὴς ὤν.

1135

(n)

Ps 118,144
1 Ἃ δέδωκάς μοι μαρτύρια οὐ πρὸς ὀλίγον ὄντα ὠφέλιμα δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς.

1136

(n)

Ps 118,147
1 Πρῶτον ἐν ἀωρίᾳ, ὅπερ νοήσεις καὶ οὕτως ἐπὶ τοῦ παρόντος αἰῶνος νυκτὸς ὀνομαζομένου πολλάκις ὡς πρὸς τὸν μέλλοντα αἰῶνα ἡμέραν καλούμενον, κατὰ
τὸ Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν.293 in vol. 2

1137

(n)

Ps 118,148
1 Προέφθασαν δὲ καὶ αἱ διορατικαὶ αὐτοῦ δυνάμεις χρηματίζουσαι αὐτοῦ ὀφθαλμοὶ πρὸς τὸν ἐκ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμενον ὄρθρον. διὸ καὶ καταυγασθεὶς καὶ ἐν τῷ φωτὶ τυγχάνων ἤδη μελετᾷ τὰς ἐντολὰς τοῦ θεοῦ πτερούσας αὐτὸν ἐπὶ τῷ μετεωρισθῆναι καὶ αὐτῷ γυμνῷ
5τῷ ἀληθινῷ φωτὶ προσβαλεῖν, ὡς μηκέτ’ ἐν ἀωρίᾳ ἀλλ’ ἐν ἀκμαίῳ καὶ μεσημβρινῷ φωτὶ τυγχάνειν.

1138

(n)

Ps 118,151
1 Ἑτέρα δὲ γραφὴ ὧδε ἔχει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. τούτων τῶν ὁδῶν ὁ ἐπὶ τέρμα φθάσας ἐν ἀληθείᾳ ἐστίν, ἔχων αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν ἑαυτῷ. ἐπειδὴ δὲ καὶ
5τῶν ἁμαρτανόντων ἐγγίζων ἦν καθ’ ἕτερον τρόπον, ἐγγύς ἐστιν αὐτῶν· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ καθ’ ἃς ἐπιπορευόμενος τὴν ἐξέτασιν καὶ κρίσιν τῶν πραγμάτων αὐτῶν ποιεῖται ἀλήθειά εἰσιν.

1139

(n)

Ps 118,152
1 Ἐθεμελιώθη τὰ μαρτύρια ὑπὸ τοῦ θεοῦ, ὡς μηδένα δύνασθαι σεῖσαι ἢ ἀνατρέψαι αὐτά· ὁ γὰρ σὸς λόγος σοφία καὶ υἱός σου τυγχάνων θεμέλιος αὐτῶν ὑπάρχει. διὸ καὶ παριστὰς τὸ ἀκαταμάχητον καὶ ἀκαθαίρετον αὐτῶν ἔφη Οἱ λόγοι μου οὐ μὴ παρελεύσονται, κἂν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχωνται.

1140

(n)

Ps 118,160
1 Πολλαχῶς λαμβανομένης τῆς ἀρχῆς καθ’ ἓν σημαινόμενον, ἐροῦμεν ἀρχὴν εἶναι τὴν ἀλήθειαν τῶν τοῦ θεοῦ λόγων ὡς τὸ οὗ ἕνεκα. τοῦ γὰρ γνωσθῆναι
αὐτὴν καὶ γυμνὴν τύπων ἀναφανῆναι οἱ νομικοὶ καὶ προφητικοὶ καὶ ἔτι μὴν καὶ οἱ τῆς καινῆς διαθήκης θεοῦ λόγοι δέδονται· γυμναζόμενοι γὰρ δι’ αὐτῶν καὶ294 in vol. 2
5χειραγωγούμενοι κατὰ τὸ πνευματικὸν αὐτῶν βούλημα φθάνομεν ἐπὶ τὸ προσβάλλειν πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ. εἰ δ’ ἔστι τὸ οὗ ἕνεκα ἀρχὴ τῶν ἐπ’ αὐτὰ φερόντων καὶ αὐτοῦ χάριν γινομένων, φέρουσι δὲ καὶ οἱ θεοῦ λόγοι ἐπὶ τὴν ἀλήθειαν (αὐτῆς γὰρ χάριν εἴρηνται), εἰκότως ἀρχὴ αὐτῶν εἴρηται.
10 Ἐπειδὴ δὲ καὶ κατ’ ἄλλο σημαινόμενον ἀρχὴ καλεῖται τὸ ἐνυπάρχον τισίν, ἐνυπάρχει δὲ τοῖς θεοῦ λόγοις ἡ ἀλήθεια αὐτόθεν ἀληθέσιν οὖσι, καὶ κατὰ τοῦτο ἀρχὴ αὐτῶν αὕτη εἶναι λέγεται. Καταλλήλως ἐπὶ τῶν ἀληθῶν λόγων ἡγεῖται ἡ ἀληθὴς ἕξις, καθ’ ἣν λέγονται ἀπὸ τῆς αὐτοαληθείας τῆς ἐμπνεομένης εἰπεῖν τὰς θεοπνεύστους
15γραφάς, αἵπερ εἰσὶν οἱ θεοῦ λόγοι. καὶ κατὰ τοῦτο ὀρθῶς ἔχοι ἂν ἀρχὴν τῶν θεοῦ λόγων εἶναι τὴν ἀλήθειαν. Καὶ ἔτι· ἐπεὶ ὁ κύριός φησιν Ἐγώ εἰμι ἡ ἀλήθεια, θεοῦ λόγος καὶ αὐτὸ τυγχάνει, ᾗ φησιν αὐτὸς τῷ πατρὶ Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ὁ γινόμενος πρὸς ἕκαστον προφήτην.
20 Καὶ ἄλλως· ὁ θεοληπτούμενος ἀλήθεια ὤν, ἀρχὴ γίνονται λόγων θεοῦ οἱ κατὰ τὴν ἀλήθειαν πεποιωμένοι. ὡς οὖν τῶν λόγων σου ἀρχὴ ἦν ἀλήθεια, οὕτως εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου τυγχάνει ἀκατάλυτα καὶ εἰς ἀεὶ δεικνύμενα.

1141

(n)

Ps 118,161c
1 Διττή ἐστιν ἡ δειλία, ἡ μὲν ἄλογος περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς καταγινομένη, ἡ δὲ λογικὴ περὶ τὴν καρδίαν συνισταμένη καὶ τὴν νόησιν οὐκ ἄνευ λόγου, καὶ τάχα ἡ αὐτὴ τῷ θείῳ φόβῳ τυγχάνειν δύναται.

1142

(n)

Ps 118,164
1 Παρ’ ὅλον τὸν βίον ἑαυτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτὸς καὶ αἰνεῖ τὸν θεὸν ἑπτάκις, ὑπερκόσμιος γεγονὼς τῷ ἄνω κεχωρηκέναι τοῦ ἐν ἓξ ἡμέραις γενομένου κόσμου, ὅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας θεοῦ
5λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ θεοῦ,
καθ’ ἃ κρίματα ἕκαστον ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχε.295 in vol. 2

1143

(n)

Ps 118,166
1 Εἰ δὲ καὶ τὸν σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται Πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ θεοῦ οὗ καὶ τὸ σωτήριον προσεδόκησεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρὸς καὶ τὴν προσδοκίαν θεωρητικός, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν θεὸν λόγον ζητῆσαι
5καὶ σῶσαι τὸ ἀπολωλός.

1144

(n)

Ps 118,170
1 Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον καὶ βεβαίαν καὶ ἀκατάγνωστον ὥστε εἰσελθεῖν ἐνώπιον κυρίου. γνώσομαι δὲ εἰ εἰσέλθοι ἐνώπιόν σου τὸ ἀξίωμά μου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν σου· ὁ γὰρ ἀνωτέρω πάντων παθῶν ἀλόγων καὶ τῶν ἀπὸ ἀλογίας ἐνεργουμένων κακῶν
5χωρήσας ῥέρυσται ὑπὸ θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ.

1145

(n)

Ps 118,171
1 Ἢ ὅταν διδάξῃς με ἐκ τοῦ ἐνεργεῖσθαι καὶ τρανῶς ἐγγυῶσθαί μοι αὐτά, εὐχάριστον προσγινόμενον ὕμνον σοι προσενέγκωμαι ἐκ χειλέων μου τοῦ ἔσω ἀνθρώπου. εἰ δὲ ἡ ἐρυγὴ ὑμνῳδία θεοῦ, δηλονότι ἡ ἀρχὴ γινομένη αὐτῆς τροφή, πληρεστάτη θεολογία τυγχάνει.

1146

(n)

Ps 118,172
1 Αἱ διάφοροι ἐντολαί σου προστάξεις οὖσαι τῶν κατ’ εἶδος ἀρετῶν 〈ἓν〉 πᾶσαι τυγχάνουσιν, ἡ καθόλου γενικὴ ἀρετὴ τῷ ἀντακολουθεῖν τὰς ἰδικὰς ἀρετάς, ὡς τὸν μίαν τελείως ἔχοντα πάσας ἔχειν. Φθέγγομαι τοῖς τοῦ ἔσω ἀνθρώπου χείλεσί μου τὸ λόγιόν σου. φθέγγεται δὲ
5κυρίως τὸ περὶ τῆς δικαιοσύνης λόγιον οὐχ ὁ φωνῇ μόνῃ οὕτω προφέρων ἀλλὰ
καὶ ἔργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ.296 in vol. 2

1147

(n)

Ps 118,173a
1 Τὸ Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με οὐ τὴν κατ’ οὐσίαν γένεσιν αὐτῆς σημαίνει ἐνταῦθα ἀλλὰ τὴν πρὸς τὰ σῳζόμενα σχέσιν. τῆς αὐτῆς διανοίας ἔχεται καὶ τὸ Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν.

1148

(n)

Ps 118,174
1 Ὁδὸς τοῦ ἐπιποθοῦντος τὸ σωτήριον τοῦ θεοῦ τὸ τὸν νόμον εἶναι μελέτην τῷ ἐπιποθοῦντι προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ ἄφιξιν. νόμον δ’ ἐνταῦθα καλεῖ τὴν παλαιὰν καὶ θείαν γραφήν.

1149

(n)

Ps 118,175
1 †Ἐπείπερ τῶν κριμάτων μνημονεύων καὶ ἐξεχόμενος ἐκκλίνω τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, οὐδ’ ὅλως ἁμαρτάνων ἀλλ’ ἐνεργῶν ἐκεῖνα, οἷς ἀκολουθεῖ τὸ ζήσεσθαι τὴν ψυχὴν καὶ αἰνέσαι σε εὐχαριστοῦσαν, ἐφ’ ᾗ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ.
5 [Ἐπείπερ τῶν κριμάτων σου μνημονεύων ἐκκλίνω τὸν τῇ ἁμαρτίᾳ παρεπόμενον θάνατον τῷ μὴ ἁμαρτάνειν, ζήσεται ἡ ψυχή μου τὰ τῆς ζωῆς ἐνεργήσασα καὶ τοῦς εὐχαριστηρίους αἰνεῖν, ἐφ’ ᾗ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ.]

1150

(n)

Ps 118,176
1 Ὡς τὸ ἀπολωλὸς πρόβατον τὸ τυγχάνον ἀπὸ τῶν ἑκατόν, ἐφ’ ὃ ἐλήλυθε ζητῆσαι αὐτὸ βουλόμενος ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα ἐν τοῖς
ὄρεσιν, ἐπλανήθην ὑποκείμενος τῇ παραβάσει τοῦ Ἀδάμ. τὸ γὰρ ἀπολωλὸς ἀπὸ τῶν ἑκατὸν προβάτων τὸ τῶν ἀνθρώπων γένος ἐστί, τὰ δὲ μὴ σφαλέντα297 in vol. 2
5λογικὰ ἃ καὶ αὐτὰ μέρος τῆς κτίσεώς ἐστιν ἐπὶ τὰ ὄρη ἀπέμεινε τῷ ὕψει τῶν ἀρετῶν καὶ δογμάτων τῆς ἀληθείας, μόνου τοῦ ἀνθρώπου εἰς πλάνην ἐληλυθότος. ἐπεὶ τοίνυν παραπλησίως τῷ προβάτῳ, μᾶλλον δὲ μέρος αὐτοῦ ὤν, πεπλάνημαι, ζήτησον ἐμὲ τὸν δοῦλόν σου· ἦλθες γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· ζήτησον δέ με ἐπὶ τῷ εὑρεῖν ἕτοιμον ὄντα πρὸς τοῦτο· ἐπεπόθησα
10γὰρ τὰς ἐντολάς σου.

1151

(n)

Ps 119 arg
1 Ἰστέον δὲ ὡς ὁ ἐν τῇ Ἱερουσαλὴμ νεὼς ἀναβαθμοὺς εἶχε δεκαπέντε καὶ ἐφ’ ἕκαστον αὐτῶν ἐν τῷ ἀναβαίνειν εἰς αὐτὸν ἑστηκότες οἱ εἰς τὸ ὑμνεῖν τεταγμένοι ᾠδὴν ἔλεγον. διὸ καὶ συνέβη ἰσαρίθμους ᾠδὰς τοῖς ἀναβαθμοῖς εἶναι. κεῖται δὲ ἡ περὶ τῶν ᾠδῶν καὶ τῶν λεγόντων αὐτὰς ἐφ’ ἑκάστου τῶν
5ἀναβαθμῶν τοῦ ναοῦ διάταξις ἐν τοῖς Παραλειπομένοις. Νοήσεις δὲ ναὸν εἶναι θεοῦ ἅγιον νοητὸν ἅμα καὶ πνευματικὸν τὴν * θεολογίαν, βαθμοὺς δὲ *

1152

(n)

Ps 120,1
1 Ὁ ἐπὶ δεύτερον τοῦ ναοῦ βαθμὸν ἀναβεβηκὼς ἤδη τελειότητος ἄρχεται μεταποιεῖσθαι, οὐκέτι χαμαίζηλόν τι διανοούμενος. διὸ καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας εἰς ὕψος ἠρκέναι φησίν. ὅθεν καὶ οἰκείου ἀριθμοῦ τετύχηκεν ἡ τοῦ δευτέρου ἀναβαθμοῦ ᾠδή. ὁ γὰρ ἑκατοστὸς εἰκοστὸς τὴν τελειότητα τῆς
5ἀνθρωπίνης ζωῆς περιορίζει. ἀμέλει γοῦν μετὰ τὸν κατακλυσμὸν εἴρηται περὶ ἀνθρώπων τὸ Ἔσονται αἱ ἡμέραι αὐτῶν ΡΚ. ὅθεν καὶ ὁ πάντα μέγας ἱεροφάντης Μωυσῆς θεοῦ διάκονος γεγονὼς τῶν τελειούντων τὴν ἀνθρωπίνην ζωὴν εἰς ἑκατοστὸν εἰκοστὸν ἐνιαυτὸν περιγράφει τὴν ἰδίαν ζωήν, μίμημα τὸν ἑαυτοῦ βίον προβαλλόμενος τοῖς ὑπ’ αὐτοῦ τοῦς νόμους παραλαβοῦσιν.

1153

(n)

Ps 120,7.8
1 Δυνατῶς δὲ καὶ πρὸς ἦθος τὸ προκείμενον νοῆσαι· ἔξοδον ποιουμένου τοῦ φρουροῦντος θεοῦ ἀπὸ τῆς κακίας τοῦ ἐκκλίνοντος ἀπὸ κακοῦ, εἴσοδον τὴν πρὸς τὸ ποιεῖν τὸ ἀγαθὸν ὡσαύτως φυλάττοντος καὶ τὴν ἔξοδόν τινος τὴν ἀπὸ τῶν αἰσθητῶν καὶ τὴν εἰς τὰ νοητὰ καὶ πνευματικὰ εἴσοδον.298 in vol. 2

1154

(n)

Ps 121,1
1 Ὁ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἀεὶ τῶν ὄπισθεν ἐπιλανθάνεται, οὐ πάλιν δρομῶν. ὁσημέραι γὰρ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενος ἐπὶ τὰ ἄνω χωρεῖ. διὸ καὶ ἀρξάμενος τῆς ἐπὶ τὸν ναὸν ἀνόδου ἀνεπιστρέπτει ὁδεύσας, εἰς τρίτον βαθμὸν ἀναβέβηκεν· ὅθεν καὶ ἐξ ἀπόπτου ἤδη τοῦ οἴκου ἐφ’ ὃν
5σπεύδει φαντασίαν λαβὼν 〈εὐθυμεῖ〉 θυμηδίαν προτρεπομένων αὐτὸν τῶν ἡγεῖσθαι τῆς εἰσόδου δυναμένων.

1155

(n)

Ps 121,2—4
1 Οἱ ἱδρυθέντες βεβαίως τοὺς πόδας τῆς ψυχῆς ἑαυτῶν πρότερον ἐν ταῖς τῆς Ἱερουσαλὴμ αὐλαῖς πόθον ἔχουσι τοῦ καὶ ἐπὶ τὸν ναὸν ἀναβῆναι. ἡ δὲ ἀκραιφνεστάτη θεολογία ὁ ναὸς εἴη, αὐλαὶ δὲ τῆς ὁράσεως τῆς εἰρήνης αἱ κατὰ μέρος θεωρίαι, αἱ ἰδικαὶ ἀρεταὶ τυγχάνουσαι. ἡ τοίνυν τῆς προειρημένης
5εἰρήνης ὅρασις ἀρξαμένη μεταποιεῖσθαι ὡς πόλις ὑπὸ κυρίου οἰκοδομεῖται, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ αὐλὰς ἔχει τὰς προειρημένας, ἐν αἷς οἱ πόδες τῶν βεβαίων ἑστῶτές εἰσιν. οὐ χαμαίζηλος δέ, ἀλλ’ ἐν ὕψει τινὶ οὖσα τυγχάνει, ὡς πάντα τὸν βουλόμενον πολίτην αὐτῆς γενέσθαι μὴ καταβαίνειν ἀλλ’ ἀναβαίνειν πρὸς αὐτήν. καὶ φυλαὶ γοῦν κυρίου τὰ διάφορα τάγματα τῶν
10σῳζομένων ἐξομολογήσεως προαίρεσιν ἔχουσαι ἀναβαίνουσιν ἐκεῖ, μεμαρτυρημέναι ὑπὸ κυρίου καλῶς ἀναβάσαι καὶ ἐξομολογησάμεναι καὶ εἰς ζῆλον καὶ προκοπὴν ἄγουσαι τὸν δρῶντα αὐτὰς Ἰσραήλ.

1156

(n)

Ps 121,5
1Δαυὶδ ὁ σωτὴρ πολλάκις εἴρηται, ἤτοι διὰ τὸ ἐκ σπέρματος Δαυὶδ εἶναι τὸ
κατὰ σάρκα ἢ διὰ τὸ ἱκανῶς τῂ χειρὶ ὑπάρχειν· Δαυὶδ γὰρ ἱκανὸς χειρὶ ἑρμηνεύεται. πῶς γὰρ οὐχ ἱκανὸς χειρὶ ὁ τεραστίους δυνάμεις ποιῶν; τούτου τοῦ Δαυὶδ ἡ ἐκκλησία, ἐν ᾗ θρόνοι εἰς κρίσιν ἵδρυνται ἐφ’ οἷς οἱ ἀπόστολοι299 in vol. 2
5καθήμενοι κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ἡ γὰρ ἑκάστου ἀποστόλου πίστις καὶ πολιτεία βασιλείας αὐτοῦ θρόνος ἐστί, κρίνων καὶ καταδικάζων τοὺς μὴ προσηκαμένους τὸν προφητευόμενον ἐν ταῖς θείαις γραφαῖς μηδὲ πιστεύσαντας οἷς ἐποίει καὶ ἐδίδασκε λόγοις.

1157

(n)

Ps 121,6.7
1 Καὶ κατὰ θεωρίαν δὲ ὁ διὰ τὸ ἀγαπᾶν τὴν Ἱερουσαλὴμ καρποφορῶν τὰ πνευματικὰ ἐν πολλῇ εἴη εὐθηνίᾳ καὶ εὐετηρίᾳ ἔσται, οὐ πράξεις αὐτῷ μόνον τῆς ἀρετῆς ἀλλὰ καὶ θεωρίας τῆς ἀληθείας καρποφορῶν. τὸ δὲ Ἐν τῇ δυναστείᾳ σου δύναται πρὸς τὴν Ἱερουσαλὴμ διὰ τὸ βασιλεύειν δυναστεύουσαν
5εἰρηκέναι πάντα ἐχθρὸν πρότερον πολεμοῦντα δυναστείᾳ καθελοῦσαν ὡς εὐθηνίαν εἶναι λοιπὸν ἐν ταῖς πυργοβάρεσιν. οὗτοι δὲ μεγάλοι πύργοι εἰσὶν ἐν τοῖς τείχεσι κατασκευαζόμενοι τοῦ ἀποσκοπεῖν χάριν τοὺς ἐρχομένους πολεμίους. βαρεῖς γὰρ ἐπιχωρίῳ ἔθει παρὰ Σύροις αἱ μεγάλαι οἰκίαι καλοῦνται, αἵτινες καὶ ὕψος προσλαβοῦσαι ἐπὶ τῶν τετειχισμένων πόλεων τὴν θέσιν
10ἔχουσαι πυργοβάρεις καλοῦνται. ὅταν τοίνυν τῇ δυναστείᾳ ἑαυτῆς ᾗ ἀπὸ θεοῦ ἔσχε χρησαμένη Ἱερουσαλὴμ καθυποτάξῃ τοὺς ἀντιταγμένους, εἰρήνη ποιήσει ἀκολουθῆσαι καὶ ἐν ταῖς πυργοβάρεσιν αὐτῆς εὐθηνίαν εἶναι. Εἶεν δ’ ἂν κατ’ ἀλληγορίαν πυργοβάρεις οἱ δι’ ὕψος τῆς πολιτείας καὶ θεωρίας τῆς ἀληθείας μὴ μόνον σκοποῦντες τοὺς ἐρχομένους ἐπὶ πόλεμον
15ἐχθροὺς ἀλλὰ καὶ ὕψωθεν ἐν τοῖς ἐλεγχοῖς βάλλοντες αὐτούς.

1158

(n)

Ps 121,8.9
1 Κατὰ θεωρίαν δὲ ὁ ἐκ θεοῦ γεννηθεὶς τῷ ποιεῖν δικαιοσύνην καὶ πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἀδελφοὺς ἔχει τοὺς τὰ αὐτὰ ἐνεργοῦντας καὶ πιστεύοντας, πλησίον δὲ τοὺς ὑποδεεστέρους τῇ ποιήσει τῆς δικαιοσύνης καὶ τῇ πίστει Ἰησοῦ Χριστοῦ προσερχομένους.
5 Πλὴν ἕνεκα ἀμφοτέρων τούτων τῶν ταγμάτων τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πλησίον, λέγω περὶ τῆς ἀποδοθείσης Ἱερουσαλήμ, εἰρήνην λαλεῖν φησιν, εἰρηνικὴν εἶναι εὐχόμενος αὐτῶν τε καὶ τῶν ἀδελφῶν καὶ τῶν πλησίον
πατρίδα, ἀλλὰ καὶ ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἑαυτοῦ ἐκζητεῖν τὰ κυρίως ἀγαθὰ τῇ Ἱερουσαλήμ. οἶκον δὲ κυρίου τοῦ θεοῦ λέγει ἐφ’ ὃν ἂν ἀναβαίνειν300 in vol. 2
10ἤρξατο, ἕνεκα τούτου ζητῶν ἀγαθὰ τῇ Ἱερουσαλὴμ τὴν τῶν θείων ἐντολῶν τήρησιν καὶ τῆς ὀρθῆς πίστεως σὺν ἀληθείᾳ κατανόησιν.

1159

(n)

Ps 122,2
1 Δυνατὸν δούλους εἰς χεῖρας κυρίων τοὺς ὀφθαλμοὺς ἔχοντας ἐκλαβεῖν τὰ ἔθνη τὰ ὑπὸ τοὺς ἀγγέλους οἰκονομούμενα κατὰ τὸ Ἔστησαν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, παιδίσκην δὲ εἰς χεῖρας τῆς κυρίας τοὺς ὀφθαλμοὺς ἔχουσαν τὴν ἐκ περιτομῆς συναγωγήν, παιδίσκην διὰ τὸ τῆς δουλείας πνεῦμα
5εἰρημένην· κυρίαν δὲ αὐτῆς τὴν ἄμωμον καὶ ἄσπιλον τοῦ θεοῦ ἐκκλησίαν λέγων τις οὐ σφάλλεται. ἀλλ’ ἡμεῖς οὐκ εἰς χεῖρας ἐκείνων τῶν κυρίων ἔχομεν ἀλλὰ πρὸς κύριον τὸν θεὸν ἡμῶν οἰκτείροντα καὶ ἐλεοῦντα ἡμῶν.

1160

(n)

Ps 123,4a
1 Οὐ πευστικῶς δὲ τὸ Ἄρα ἀλλὰ συλλογιστικῶς λέγει. ἀνυπόστατον δὲ ὕδωρ τῷ μὴ ἄν τινα ὑποστῆναι αὐτὸ χωρὶς τοῦ Χριστοῦ δύνασθαι. εἰ δὲ τὴν κακίαν σημαίνοι τις ἀνυπόστατον ὕδωρ, ῥητέον ἀνυπόστατον εἰρῆσθαι τὴν κακίαν τῷ μὴ εἶναι οὐσίαν καὶ ἰδίαν ὑπόστασιν· συμβεβηκὸς γὰρ οὖσα
5ἐν τοῖς ἐνεργοῦσιν ὑφίσταται, καθ’ ἑαυτὴν ὕπαρξιν οὐκ ἔχουσα.

1161

(n)

Ps 124,1
1 Ὥσπερ τὸ τῆς Σιὼν ὄρος ἄσειστον καὶ ἀμετακίνητον (ἔστι δ’ ὁ τοῦ θεοῦ λόγος), οὕτω καὶ οἱ ἐπὶ τὸν θεὸν πεποιθότες ἀμετακίνητον στάσιν ἔχουσι, μιμηταὶ αὐτοῦ σπεύδοντες εἶναι. οὐ γὰρ περὶ τοῦ αἰσθητοῦ ὄρους τὸ προκείμενον λέγεται ὁμοίως πάντων τῶν ὀρῶν ὄντων ἀκλονήτων, ἀλλὰ περὶ
5ἐκείνου περὶ οὗ προστάττον τὸ πνεῦμα τῷ προφήτῃ φησὶν Ἐπ’ ὄρος ὑψηλὸν ἀναβάθητι, ὁ εὐαγγελιζόμενος Σιών. τῆς γὰρ σκοπευτικῆς τῶν ἀγαθῶν τῆς ἁγίας ἐκκλησίας Σιὼν οὔσης ἑρμηνευομένης σκοπευτήριον, ὑψηλὸν ὄρος ὁ
θεὸς λόγος αὐτὸς ὢν καὶ τὸ τῆς ἐπουρανίου Σιὼν ὄρος περὶ οὗ εἴρηται Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.301 in vol. 2
10κατορθώσωμεν τοίνυν τὴν πρὸς θεὸν πεποίθησιν ἐπὶ τῷ καὶ μακαρισμοῦ τυχεῖν καὶ τῶν ἄλλων ἐπαγγελιῶν, προτρεπομένης τῆς προφητείας τῆς ὧδε ἐχούσης· Καὶ πεποιθὼς ἔσῃ ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. ἀρχὴ γὰρ τοῦ ἀναβιβασθῆναι ἐπὶ τὰ ἀγαθὰ τῆς τῶν ζώντων καὶ πραέων γῆς ὑπὸ θεοῦ ἐστὶ τὸ πεποιθέναι ἐπ’ αὐτόν.
15 Τὴν ἐκκλησίαν δὲ χρηματίζουσαν ἔστιν ἰδεῖν ἐν τῷ Φωτίζου φωτίζου, Ἱερουσαλήμ, Ἱερουσαλὴμ ᾠκοδομημένη ὡς πόλις. διὸ ὁ τελείως καὶ γνησίως φρονῶν τὰ τῆς ἐκκλησίας κατοικεῖν αὐτὴν λεχθήσεται εἰς τὸν αἰῶνα, οὐ σαλευθησόμενος οὐδὲ τῆς οἰκειώσεως ταύτης μεθιστάμενος τῷ βεβαίως καὶ ἀμετακινήτως παρειληφέναι τὰ πρακτέα καὶ φρονητέα. καὶ κυρίως αὐτὴν
20κατοικεῖν εἰς τὸν αἰῶνα ῥηθείη ὁ ζῶν καὶ πιστεύων εἰς τὸν κύριον, εἰς τὸν αἰῶνα οὐ τεθνηξόμενος τῷ τὴν αἰώνιον ζωὴν ἐντεῦθεν ἠρραβωνίσασθαι. εἰ δὲ ῥαθυμήσαιέν ποτε ὡς ἐνδοῦναι τῇ προσοχῇ καὶ τῷ πόθῳ πρὸς τὸ ἀγαθόν, μετακινήσεται τῆς οἰκήσεως· διὰ τοῦτό φησιν ἐν Παροιμίαις Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει.

1162

(n)

Ps 124,2
1 Ὄρη δὲ ῥηθεῖεν τῆς νοητῆς Ἱερουσαλὴμ τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα καὶ οἱ διῃρημένοι θεσμοὶ καὶ κανόνες ἐκκλησιαστικοί, καὶ πρὸς τούτοις οἱ ἅγιοι πάντες, οὐχ οἱ πρὸ τῆς ἐπιδημίας μόνοι ἀλλὰ καὶ οἱ μετὰ ταύτην· ἕκαστος γὰρ τούτων ὄρος ἐστὶ περὶ τὴν ἐκκλησίαν τυγχάνων, ὡς ἀπὸ πάντων αὐτῶν
5ἕνα κύκλον συνεχῆ καὶ ἀδιάστατον γενόμενον ἐν μέσῳ ἔχειν τὴν ἐκκλησίαν. καὶ πρὸς τούτοις ἄγγελοι εἶναι δύνανται, παρεμβάλλοντες κύκλῳ τῶν φοβουμένων τὸν κύριον, τὰ κύκλῳ τῆς Ἱερουσαλὴμ ὄρη. Μεῖζον δὲ τῆς ἐκ τῶν ὀρῶν ἀσφαλείας ὑπάρχει τῷ λαῷ τῷ κατοικοῦντι τὴν Ἱερουσαλὴμ δι’ ἣν μάλιστα οὐ σαλεύεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν αὐτῇ,
10τοῦ κυρίου κύκλῳ γινομένου αὐτοῦ. κύκλῳ δὲ γίνεται ὁ κύριος οὐ τοπικῶς καὶ σωματικῶς ἔνδον τινὰς περιορίζων, ἀλλὰ μετεχόμενος ὑπ’ αὐτῶν καὶ ἐπὶ πᾶσι συνὼν αὐτοῖς, οὐ κατὰ μόνον τὸν παρόντα αἰῶνα ἀλλὰ καὶ τὸν μέλλοντα.

1163

(n)

Ps 124,3
1 Καὶ σκοπὸς μὲν τῇ ῥάβδῳ ταύτῃ βιάσασθαι ἐπὶ ἀνομίαν ἐκτεῖναι τὰς χεῖρας τοὺς δικαίους, θέλημα δὲ τοῦ κυρίου τὸ ἐπὶ δικαιοσύνην ἐκτείνειν τοὺς δικαίους τὰς χεῖρας ἐπαίροντας αὐτὰς ὁσίως χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.302 in vol. 2

1164

(n)

Ps 124,4
1 Ἀγαθοί εἰσιν οἱ τὴν γνώμην ἐξ ἀρετῆς ὠφελημένοι καὶ εὐθεῖς τῇ καρδίᾳ οἱ ἀληθῶς καὶ ὀρθῶς τὰ τῆς εὐσεβείας φρονοῦντες. διαφέρουσι δὲ οὗτοι οὐ τῇ ὑποστάσει ἀλλὰ τῇ ἐπινοίᾳ. οἱ γὰρ κατοικοῦντες εἰς τὸν αἰῶνα τὴν Ἱερουσαλὴμ ἀκλονήτως πρακτικοὶ καὶ γνωστικοὶ ἅμα ὄντες ἀγαθοὶ καὶ εὐθεῖς
5τῇ καρδίᾳ εἰσίν. ἀγαθύνει δὲ αὐτοῖς ὁ θεός, διδοὺς ἀγαθὰ αἰτοῦσιν αὐτὸν προσθήκην πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς σὺν μετουσίᾳ θείων χαρισμάτων παρεχομένοις ἐπὶ τῷ καὶ εἰς τὰς ἐπουρανίους ἐπαγγελίας καὶ βασιλείαν οὐρανῶν εἰσαγαγεῖν αὐτούς.

1165

(n)

Ps 124,5a.b
1 Τὸ Ἀπάξει τὸ παραδώσει φησίν, αἷς εἵλαντο ἔχειν ἐπιθυμίας εἰς ἀκαθαρσίαν καὶ εἰς πάθη ἀτιμίας καὶ εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. ἔφη δὲ καὶ ἐν ψαλμοῖς Καὶ ἐξαπέστειλα αὐτοῖς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. ἀπάξει τοίνυν τοὺς ἐκκλίνοντας εἰς
5τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἐπὶ τῷ δειχθῆναι φανερῶς τίνες ὄντες ἐλάνθανον, ὡς δοκεῖν τὴν ἀνομίαν μὴ ποιεῖν, καίτοι κατ’ αὐτὴν διακείμενοι. δηλοῦται τὸ ψεκτὸν τῶν στραγγαλιῶν καὶ ἐν τῷ προφήτῃ, τοῦ θεοῦ λέγοντος τῷ εἰς νηστείαν ἐρχομένῳ Διάλυε στραγγαλιὰς βιαίων συν‐ αλλαγμάτων, ὅπως ὀρθῶς ἐπιτελῇ αὐτὴν καὶ μετὰ τῆς ὀφειλούσης ἕξεως.

1166

(n)

Ps 124,5c
1 Ἡ δὲ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἡ μετὰ θείας χάριτος διδομένη ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ ὑπάρξεται παντὶ καὶ μόνῳ νοῦν ἔχοντι
χρηματίζοντι Ἰσραήλ, ἐπευχομένου τοῦ ὑμνοῦντος.303 in vol. 2

1167

(n)

Ps 126 arg
1 Ὀγδόη τῶν ἀναβαθμῶν ᾠδή· αἰνιττόμενος τὰ μυστήρια τῆς ἐν ὀγδοάδι ἀναστάσεως τοῦ κυρίου * τῷ Σολομῶν ἀναγέγραπται, τῷ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γεγενημένῳ εἰρηνικῷ ἀληθῶς * ὄντι. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τῶν σῳζομένων, φάσκων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. * τὰ
5κατάλυσιν παντὸς ἐχθροῦ καὶ πολεμίου εἰρηνι * ειν καὶ τὸν οἶκον τοῦ θεοῦ θεμελιοῦντι καὶ οἰκοδομοῦντι, οὗ τὸ σύμβολον φέρων ὁ ἐκ τοῦ Δαυὶδ γεννηθεὶς Σολομῶν, πολλῆς εἰρήνης γενομένης ἐν ταῖς ἡμέραις αὐτοῦ, τὸν ἐν τῇ Ἰουδαίᾳ ναὸν τοῦ θεοῦ ᾠκοδόμησεν.

1168

(n)

Ps 126,1
1 Οὐχ ἧττον δὲ τῶν ἄλλων γραφῶν καὶ οἱ προκείμενοι στίχοι προνοητὴν ἁπάντων τὸν κύριον τέθεινται, τῶν ἀνθρωπίνων σπουδῶν ματαίων γινομένων, εἰ μὴ τύχοιεν τὸ κατάλληλον τέλος ἐκ θεοῦ ἀπολαβοῦσαι· ὅθεν τι ποιοῦντες μὴ τὸ ὅλον ἑαυτοῖς δῶμεν, ἀλλὰ τῷ τελειοῦντι θεῷ, μηδ’ αὐτῷ τὸ πᾶν ἐάσαντες
5ἄπρακτοι διατελῶμεν. ἑκάτερα γὰρ αἱ προκείμεναι δηλοῦσι λέξεις, τότε ἐξ ἡμῶν καὶ τοῦ θεοῦ, ματαίως λέγουσαι τὸν οἰκοδομοῦντα ἄνευ θεοῦ, οὐ τὸν μηδ’ ὅλως ἐνεργοῦντα.

1169

(n)

Ps 126,2
1 Νοήσεις δὲ καὶ οὕτως· οἱ καταξαινόμενοι ταῖς φροντίσι τοῦ βίου τῷ τοῖς αὐτοῖς διδόναι τῶν σπουδαζομένων ἄρτον ὀδύνης ἐσθίουσι συνεχῶς. διὸ καὶ στεροῦνται τῶν ἀγαπητῶν τοῦ θεοῦ παραινούντων καὶ συμβουλευόντων μετρίως τούτων ἐφικέσθαι τῷ κυρίῳ εἶναι τὸ τέλος καὶ ἡ πρόνοια. ἐπὰν οὖν
5καταφρονησάντων τῶν εἰς εὐσέβειαν ἐγειρόντων ἀγαπητῶν τοῦ θεοῦ ὕπνος γένηται αὐτοῖς τοῖς ἀγαπητοῖς τοῦ θεοῦ εἰς ἰδίαν ἀνάπαυσιν τραπέντων ἢ καὶ μετατεθέντων ἀπὸ τοῦδε τοῦ βίου καὶ τῆς γρηγόρσεως αὐτοῦ συνισταμένης κατὰ τὸ ζῆν τὸ κοινόν, τὸ τηνικαῦτα οἱ προειρημένοι τὸν ἄρτον τῆς ὀδύνης ἐσθίουσιν· ἀτελῶς πάντα τὰ σπουδαζόμενα ποιοῦσι μάτην ὀρθρίζοντες καὶ
10ἐγειρόμενοι μετὰ τὸ καθῆσθαι, ἀνηνύτων καὶ τῆς καθέδρας καὶ τῆς στάσεως
καὶ τῆς ἔξω ἀναστάσεως αὐτοῖς γενομένων. ἠδύναντο γὰρ μὴ ματαίως ταῦτα ποιεῖν μηδ’ ἄρτον ὀδύνης ἐσθίειν, εἰ προσεῖχον τοῖς θεοῦ ἀγαπητοῖς πρὶν λαβεῖν ἐκ θεοῦ τὸν ὕπνον. καὶ οἱ εἰς θεοσέβειαν δὲ ἰέναι δοκοῦντες, εἰ φωτίζεσθαι παρ’ ἑαυτοὺς οἰηθεῖεν, εἰς μάτην ὀρθρίζουσι· τοῖς γὰρ μὴ304 in vol. 2
15λέγουσιν Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, εἰκότως τοῦτο λεχθείη. ἀλλὰ καὶ εἰς μάτην διεγείρουσιν ἑαυτοὺς εἰς ἐνέργειαν δῆθεν τῶν καλῶν, μεθ’ ἣν πάλιν καθήμενοι καὶ διαναπαυόμενοι οὐκ ἐκ θεοῦ ἀλλ’ ἐξ ἑαυτῶν οἰόμενοι τοῦτο κατορθοῦν. ἐκ θεοῦ δὲ τοῦτ’ ἔχειν ὁμολογεῖ ὁ φάσκων τῷ κυρίῳ Σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου. δέον δὲ
20καὶ τὴν χαρὰν ἔχειν καὶ εὐφροσύνην ἐσθίοντα τὸν στηρίζοντα καρδίαν ἀνθρώπου ἄρτον· σὺν ὀδύνῃ ἐσθίουσιν αὐτὸν ἐκ λύπης καὶ ἐξ ἀνάγκης, ἀλλ’ οὐχ ἱλαρῶς προσερχόμενοι τῇ χρήσει αὐτοῦ. διὸ πάμπαν ἀτελεῖς οὗτοι καὶ μάτην πάντα ποιοῦντες.

1170

(n)

Ps 126,3
1 Καὶ ἡ μὲν προτέρα αὐτοῦ κληρονομία Ἰσραὴλ ἐγενήθη· Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ Ἰσραήλ· υἱὸς ἦν πρωτότοκος θεοῦ λέγοντος Υἱὸς πρωτότοκός μου Ἰσραήλ· εἷς δὲ υἱὸς οἱ πάντες ἐτύγχανον διὰ τὸ σύμφωνον καὶ ἡνωμένον τῆς γνώμης καθ’ ἕνα νόμον * βιοῦντες. δεύτεροι δὲ μετ’
5ἐκείνους υἱοὶ περὶ ὧν εἴρηται ὑπὸ τοῦ πατρὸς τῷ σωτῆρι Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. ἐξ ἀμφοτέρων δὲ τῶν δύο κληρονομιῶν μία γέγονεν, ἣν δεικνύων ἐν τῷ υἱῷ τὸ πνεῦμά φησιν Ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί, πάντες τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντες καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ θεοῦ γεγεννημένοι.
10 Μισθὸς δέ ἐστιν αὐτῇ, τοῦ ἐπιδημήσαντος κυρίου τυγχάνοντος καρποῦ τῆς γαστρὸς τῆς παρθένου. εἴρηται γοῦν πρὸς αὐτὴν ὑπὸ τῆς Ἐλισάβετ Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καρπὸς δὲ κοιλίας ὠνόμασται τὸ μὴ ἐξ ἀνδρὸς εἶναι ἀλλ’ ἐκ μόνης τῆς Μαρίας, πνεύματος ἁγίου ἐπελθόντος αὐτῇ καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιάσης αὐτήν. οἱ γὰρ ἐκ τῶν
15πατέρων σπορὰν ἔχοντες ἐκείνων εἰσὶ καρποί· εἴρηται γοῦν πρὸς Δαυὶδ Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου, διδάσκοντος αὐτὸν τοῦ λόγου μὴ ἐπιλείψειν τὴν βασιλείαν αὐτοῦ ὡς τὴν τοῦ Σαοὺλ ἀλλ’ ἐκ τῆς διαδοχῆς αὐτοῦ ταύτην διευθύνεσθαι. Εἰ δὲ καὶ καρπὸς τῆς γαστρὸς τοῦ πατρὸς δύναται εἶναι ὁ υἱὸς ἀκολούθως
20τῷ Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, συνεπίσκεψαι.305 in vol. 2

1171

(n)

Ps 126,4
1 Τίς δὲ ὁ δυνατὸς ὁ ἱκανῶς ἐκπέμπων τὰ βέλη ὥστε εἰς ἀγάπην σοφίαν τε καὶ ἀλήθειαν τρῶσαι ἢ ὁ σωτήρ, περὶ οὗ γέγραπται Τὰ βέλη σου ἠκονημένα, δυνατέ; παραπλησίως αὐτῷ τοξεύοντες οἱ υἱοὶ τῶν ἐκτετιναγμένων οἱ ἐκ τῶν ἁγίων ἀνδρῶν γεγεννημένοι. ἐκτετιναγμένοι δὲ οὗτοι τυγχάνουσι πᾶσαν κόνιν
5ὑλικῶν καὶ χοῦν κινήσει λογικῇ ἀποπεμψάμενοι· ὅθεν καὶ πο * διορατικὴν ψυχὴν προσβάλλειν τῷ εἱρμῷ τῆς ἀκολουθίας τῶν δογμάτων δυναμένην. καὶ διὰ τοῦτο τὴν εἰρήνην ὁρῶσαν προτρεπόμενος ὁ λόγος εἰς τοῦτο παρακαλεῖ λέγων Ἐκτίναξαι τὸν χοῦν σου, Ἱερουσαλήμ. Ἐπειδὴ καὶ πατρίῳ ἔθει τῶν Ἑβραίων ἐκτετιναγμένοι καλοῦνται οἱ νέοι
10καὶ πρὸς πόλεμον δυνατοί, ὡς ἀπὸ τοῦ Ἐσδρὰ μανθάνομεν, εἰκότως οἱ τὸν νέον ἄνθρωπον ἐνδυσάμενοι τῷ ἐκτετινάχθαι ἀπ’ αὐτῶν τὸν παλαιὸν ἄνθρωπον ἅμα ταῖς πράξεσιν αὐτοῦ, μιμηταὶ τοῦ δυνατοῦ γινόμενοι ἐν ταῖς πράξεσιν αὐτῶν σὺν λόγῳ γινομέναις χερσὶν αὐτῶν καλουμέναις, ἔχουσι τὰ βέλη τοὺς ἠκονημένους λόγους οὓς βάλλειν οἷοί τέ εἰσιν. ἔχει δὲ τὰ τοῦ Ἐσδρὰ περὶ
15ἐκτετιναγμένων ῥητὰ οὕτως· Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, καὶ τὰ ἑξῆς. καὶ διὰ τῶν ἐκκειμένων δηλαδὴ λέξεων μανθάνομεν τοὺς υἱοὺς τῶν ἐκτετιναγμένων ἐν τῷ οἰκοδομεῖν τὸν
20οἶκον κυρίου κατέχειν βολίδας καὶ ῥομφαίας καὶ τὰ ἄλλα ὅπλα, ὡς μιᾷ μὲν χειρὶ τὸ τῆς οἰκοδομῆς ἔργον ποιεῖν, τῇ δ’ ἑτέρᾳ βάλλειν ταῖς βολίσι τοὺς κωλύειν ἐθέλοντας τὴν κατασκευὴν τοῦ θείου οἴκου. σπουδὴ γὰρ τοῖς θείοις διδασκάλοις ἅμα οἰκοδομεῖν θεῷ οἶκον ἐν ἑκάστῃ τῶν παιδευομένων ψυχῇ καὶ καταπολεμεῖν λογισμοὺς καὶ πονηρὰς δυνάμεις ἐμποδίζειν πειρωμένας τὴν
25αὔξησιν τῆς οἰκοδομῆς.

1172

(n)

Ps 126,5
1 Μακαρίζει τὸν διὰ τὸ τετηρηκέναι τὸ κατ’ εἰκόνα τοῦ θεοῦ μένοντα ἄνθρωπον ἐπὶ τῷ τὴν ἐπιθυμίαν αὐτοῦ πεπληρωκέναι ἐκ τῶν βελῶν τοῦ δυνατοῦ. τρωθεὶς γὰρ εἰς ἐπιθυμίαν τῶν ἀγαθῶν ὑπ’ αὐτῶν μακάριος ἀποδέδεικται. ὅθεν καὶ ἀκαταίσχυντον ἔχων παρρησίαν ἐν πύλῃ τῇ τῶν
5ὠφελίμων εἰσαγωγῇ λαλῶν οὐ καταισχύνεται ὑπὸ τῶν ἐχθρῶν, οἵτινες κωλυταὶ τῆς πληρώσεως τῆς ἐπιθυμίας καὶ τῆς οἰκοδομῆς ἐσπούδαζον εἶναι.
οὐ θαυμαστὸν δὲ εἰ ἑνικῶς μακαρίσας ἄνθρωπον· πληθυντικῶς εἶπε μὴ καταισχυνθήσεσθαι τοὺς λαλοῦντας ἐν πύλῃ· οὐ γὰρ περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς τοῦ πληρώσαντος τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ τῶν βελῶν ὁ λόγος.306 in vol. 2

1173

(n)

Ps 127,2
1 Καὶ ἄλλως δ’ ἂν εἴποις τρέφειν ψυχὴν αὐτὴν τὴν ἀρετήν, ὥστε εἶναι αὐτοὺς τοὺς κατὰ θεὸν καμάτους τροφίμους καὶ εὐφραντικοὺς ψυχῆς. ὁ μὲν οὖν φοβούμενος τὸν κύριον τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἐσθίει, ὁ δὲ ἀγαπῶν αὐτὸν ὡς ἤδη τέλειος τὸν ζῶντα φάγεται ἄρτον τὸν ἐπουράνιον κατὰ
5τὸ Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καρποὺς δέ φησιν ἐνταῦθα τὰς χεῖρας, ἵνα εἴπῃ Τοὺς πόνους τῶν χειρῶν σου φάγεται, τουτέστι τῶν πρακτικῶν δυνάμεων.

1174

(n)

Ps 127,3
1 Προχείρως μέν ἐστι καὶ περὶ πόδα τὴν λέξιν ἐξομαλίζοντα ταύτας δίδοσθαι τὰς ἐπαγγελίας τῷ φοβουμένῳ τὸν κύριον, ὡς ἂν ἔτι ἀτελεῖ, ἀλλ’ οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ
5ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τῷ δὲ φοβουμένῳ τὸν κύριον δῶρον θεοῦ δίδοται κοινωνός τις καὶ σύζυγος, οὐχ ἡ τυχοῦσα γυνὴ ἀλλ’ ἡ τῇ ἀληθινῇ ἀμπέλῳ παρεικασμένη, ὥστ’ ἂν εἰρῆσθαι περὶ αὐτῆς Γυνὴ ἀγαθὴ μέρις ἀγαθή, καὶ Γυναῖκα ἀνδρείαν τίς ἂν εὑρήσῃ; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. ὡς ἔμπαλιν ἐκ τοῦ ἐναντίου πονηρὰ καὶ τὸν τρόπον
10ὀργαλέα σύζυγος ὀργὴ ἂν εἴη θεοῦ, οὕτω καὶ υἱοὶ ἐκ θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν κύριον οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς ἀλλ’ οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ. νοήσεις δὲ καὶ τούτους ἀπὸ τοῦ τελείου τοῦ λέγοντος Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. τῆς γὰρ τοιαύτης ἐλαίας τὰ γεννήματα ὡς νεόφυτα ἐλαιῶν
15εἶναι λέγεται. Εἰ δέ τις μὴ φοβουμένους τὸν κύριόν φησι πολλάκις ἐν περιουσίᾳ τέκνων ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικός, ἀλλ’ ἐροῦμεν ὅτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ’ ὅλον αὐτὸ τοῦτο τὴν ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δ’ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ
20τῶν ἀσεβῶν.307 in vol. 2

1175

(n)

Ps 127,4
1 Ἀπεντεῦθεν μακάριος εἶ ὁ φοβούμενος τὸν κύριον, ἐπεὶ ἡ συνοῦσά σοι γυνὴ οἰστική ἐστι καρπῶν εὐφραινόντων τυγχάνουσα ἄμπελος. ἀλλὰ καὶ τὰ γενήματά σου οὐκ ἀσθενῆ οὐ θήλεα ἀλλ’ εὔτονοι υἱοὶ περὶ τὴν σὴν τράπεζαν ὄντες δίκην νεοφύτων ἐλαιῶν τὴν τροφὴν τοῦ φωτὸς καρποφορούντων. πλήρης δὲ
5πάντων τῶν τὸν νοῦν καὶ τὴν ψυχὴν τρεφόντων ἡ νοητὴ τράπεζά σου ὑπάρχει. Ἴσθι δὲ ἐν τούτοις γεγονὼς ὑπὸ κυρίου εὐλογίαν ἔχειν ἣν οὐκ ἄλλος ἢ ὁ εὐλαβὴς παρὰ κυρίου λήψεται. δηλοῦται δὲ διὰ τοῦ Ἄνθρωπος καὶ πᾶς ἄνθρωπος. διὸ οὐ περὶ αἰσθητῆς γυναικὸς καὶ σωματικῶν τέκνων ἐκλαβεῖν
10προσήκει τὰ προκείμενα, πολλῶν τὸν θεοῦ φόβον κεκτημένων οὔτε γυναῖκα οὔτε τέκνα ἐσχηκότων. εἰ τοίνυν τὰ τῆς λέξεως οὐ καθόλου, τὸ πνευματικὸν τῶν ἐκκειμένων ζητητέον παντὶ εὐλαβεῖ ὑπάρχοντι.

1176

(n)

Ps 128,1—4
1 Κατὰ ἀναγωγὴν δὲ νοήσεις οὕτως· οἱ μιᾷ προσβολῇ πολεμίων ἁλισκόμενοι οὐ λέγοιεν τοῦτο, ἀλλὰ μόνος ὁ ἐκ νέου μέχρι γήρως εἰς φυγὴν τοὺς πολεμίους τρέπων ἀεὶ νικητὴς καὶ τροπαιοῦχος αὐτῶν γινόμενος. ἀπόδειξιν δὲ τοῦ πλεονάκις αὐτοὺς πεπολεμηκέναι ἐπήγαγε τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι·
5εἶχον γὰρ τὸν κύριον τὸν συντρίβοντα πολεμίους ἐνδυναμοῦντά με. Τῶν δὲ μετὰ παρρησίας ἀπαγγελλομένων οὐ τὸν τυχόντα ἀλλὰ τὸν ὁρῶντα θεὸν νοῦν μάρτυρα καλεῖ. καὶ τὸ Ἐκ νεότητός μου προσκείμενον δείκνυσιν ὅτι ἐκ νέων καὶ ἤδη βιασάμενος εἰπεῖν μητρόθεν κατὰ θεοσέβειαν ἀναγόμενος διάβολον καὶ τοὺς συμμάχους καὶ δορυφόρους αὐτοῦ
10ἀντιπαρατεταγμένους καὶ προσπολεμοῦντας ἔχων οὐδὲ κατὰ ποσὸν ἡττήθη πρὸς αὐτῶν. τὸ ἰσχυρὸς καὶ ὑπὸ Χριστοῦ ἐνδυναμούμενος εἶναι δηλοῦν δύναται τὸ Ἐκ νεότητός μου, ἐξ οὗ ἀπεδυσάμην τὸ γῆρας, τὸν παλαιὸν ἄνθρωπον ἅμα ταῖς πράξεσιν αὐτοῦ ἀποβεβληκώς· ἐνδυσάμενος τὸν νέον ἄνθρωπον πρὸς τῶν εἰρημένων ἐχθρῶν πολεμούμενος οὐδεπώποτε ἀνετράπην ὑπ’ αὐτῶν,
15ἀδιαστάτως καὶ συνεχῶς νικῶν καὶ τροπούμενος αὐτοὺς ἐπὶ μάρτυρι τῷ Ἰσραήλ. καύχημα δὲ οὐ μικρὸν τὸ ὑπὸ διαβόλου καὶ τῶν ἀμφ’ αὐτὸν πολεμεῖσθαι, τῶν φαύλων τοῦτ’ οὐκ ἐχόντων· εἰσὶ γὰρ αὐτοῦ φίλοι καὶ ὑπήκοοι. πᾶς δὲ καὶ μόνος ἐρεῖ τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι ὁ ἐξουσίαν
ὑπὸ θεοῦ λόγου λαβὼν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ καταπατεῖν308 in vol. 2
20λέοντα καὶ δράκοντα. πάντων γὰρ περιγενόμενος τῶν τοιούτων, συντρίβοντος τοῦ θεοῦ τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐρεῖ Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ἐγὼ δ’ ἠδυνήθην κατ’ αὐτῶν ὑπὸ κυρίου ἐνδυναμούμενος. Ἐπὶ τῶν νώτων μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν
25αὐτῶν. ἐπιζήμιον καὶ πάνυ ἐπισφαλὲς εἰς πρόσωπον τοὺς πολεμίους ἔχειν κατὰ διάνοιαν ἱκανῶς ἔχοντας καὶ διὰ μόνου τοῦ βλέπεσθαι καὶ ὅλως εἰς αἴσθησιν ἔρχεσθαι βλάπτειν καὶ ἀναιρεῖν τοὺς ὁποσοῦν ᾐσθημένους αὐτῶν· ὅθεν ἀποστρέφεσθαι αὐτοὺς ἀεὶ προσήκει εἰς νῶτον αὐτοὺς βάλλοντα. ὁ γὰρ σπεύδων πρὸς θεὸν καὶ τὴν ἀρετὴν τὴν κακίαν ἀποστρέφεται. εἰ γὰρ ἐπὶ τοῦ
30προσώπου καὶ τῶν ἄλλων ἔμπροσθεν ἐτέκταινον οἱ ἁμαρτωλοί, ἔβλαψαν ἂν τὴν καρδίαν, καιρίως αὐτὴν πονηροῖς λογισμοῖς βάλλοντες καὶ τὴν ὄψιν διὰ θεαμάτων ὀλεθρίων καὶ τὰς λοιπὰς αἰσθήσεις βλάπτοντες διὰ τῶν οἰκείων αὐταῖς αἰσθητῶν. ἔχει δὲ ὀπίσω τοὺς ἁμαρτωλοὺς ὁ τῶν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος καὶ ὀπίσω κυρίου τοῦ θεοῦ πορευόμενος· ὁ δὲ
35ἀκολουθῶν τοῖς ἑρμηνευθεῖσιν ἁμαρτωλοῖς τὸν κύριον ἀποστρέφεται, ὡς θεὸν εἰπεῖν Ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν· μισήσας γὰρ ἕκαστος αὐτῶν παιδείαν ἐξέβαλε τοὺς λόγους μου εἰς τὰ ὀπίσω, ἀκολουθῶν τοῖς ἐρασταῖς τῆς καρδίας αὐτοῦ δαίμοσιν. Δηλοῖ δὲ τὴν ἐπίμονον κακίαν τῶν ἐπὶ τοῦ νώτου τῶν δικαίων τεκταινόντων
40ἁμαρτωλῶν τὸ Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. σειρᾶς γὰρ δίκην τὰ ἁμαρτήματα πλέκοντες τῷ τοῖς προλαβοῦσιν ἕτερα προσλαμβάνειν μακρύνουσι τὴν ἀνομίαν αὐτῶν. ταλανίζων τοὺς τοιούτους ὁ λόγος εἶπεν Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγῷ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. ἀδικίαν γὰρ αἱ χεῖρες αὐτῶν συμπλέκουσι
45καὶ ὡς προστιθέντες ἁμαρτίας ἐφ’ ἁμαρτίαις μακρύνουσι τὴν ἀνομίαν ἑαυτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. συγκόπτει τὸν αὐχένα ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ ὁ δίκαιος κύριος. χρηστῇ δὲ προσθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν ὑποταγῶσι τῷ κυρίῳ ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστί.

1177

(n)

Ps 128,5—8
1 Καὶ οἱ τοῦ κόσμου δὲ σοφοὶ καὶ αὐτοὶ χόρτος εἰσὶ τῷ καὶ αὐτῶν τὴν ἐπαγγελίαν μέχρι τῆς παρούσης ζωῆς εἶναι καὶ χόρτος δωμάτων τῷ δῆθεν δι’ ὧν πράττουσι καὶ φρονοῦσι τὴν τῆς ἀνθρωπίνης ζωῆς οἴκησιν ὑπερβεβηκέναι. διὸ καὶ εὐξήραντος χόρτος ἐστίν, οὔτ’ εἰς χέρσον (τουτέστι τὰ αἰσθητά) τὰς
5ῥίζας βάλλοντες, οὔτ’ αὖ ἀντὶ χόρτου νοητὴ φυτεία σπεύσαντες εἶναι. ὅθεν πρὶν ἐκσπασθῆναι ξηραίνονται, οὐ πληροῦντος τὰς χεῖρας τοῦ θερίζοντος τούτου τοῦ χόρτου, δι’ ἣν ἔχουσιν ἀπιστίαν· Οὐκ ἀναστήσονται γὰρ οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ Ὁ μὴ πιστεύων ἤδη κέκριται. Οὐ μόνον δὲ χεῖρας ἀλλὰ οὐδὲ τὸν κόλπον ἑαυτοῦ πληρώσει τούτου τοῦ309 in vol. 2
10χόρτου ὁ θερίζων τῷ μὴ παραλαμβάνεσθαι αὐτοὺς πρῶτον μὲν εἰς κόλπον Ἀβραάμ, εἶθ’ ἑξῆς εἰς κόλπους τοῦ θερίζοντος ἀγγέλου· τοὺς γὰρ θεριστὰς ἀγγέλους ἡρμήνευσεν ὁ σωτὴρ ὁ θεριστὴς φάσκων ἐν τῷ προφήτῃ Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. αὐτὸς γοῦν καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, ἔχων τὸ πτύον ἐν τῇ χειρὶ ἐπὶ τῷ τὸν σῖτον εἰς ἀποθήκην συνάξαι, τὸ δὲ
15ἄχυρον κατακαῦσαι πυρὶ ἀσβέστῳ. Τίνες δὲ ὄντες οἱ μισοῦντες Σιών; οὐ χόρτος ἀλλ’ ὡσεὶ χόρτος γίνονται ἢ ζιζάνια ἐπισπαρέντα τῷ καλῷ σπέρματι ὑπὸ τοῦ πονηροῦ καὶ κατακαιόμενα ἐν τῷ μέλλοντι αἰῶνι ἐν καιρῷ θερισμοῦ. ζιζάνια γὰρ οἱ αἱρετικοί, χόρτος δὲ δωμάτων οἱ ὑπερπηδήσαντες δῆθεν τὴν ἀνθρωπίνην πολιτείαν τοῦ κόσμου
20σοφοί, πρὸς οὓς ὁ λόγος Ἵνα τί ἀνέβητε πάντες εἰς δώματα μάταια; οἱ μέντοι τῆς Σιὼν πολῖται ὄντες ἐπὶ δώματος μὴ καταβαινέτωσαν ἆραι τὰ ἐκ τῆς οἰκίας, ἀλλὰ καὶ ὃ ἤκουσαν εἰς τὸ οὖς κηρυξάτωσαν ἐπὶ τῶν δωμάτων, ἵνα καὶ σπέρμα καλὸν διαμείναντες καρποφορήσωσιν ἐπὶ τῷ συγκομισθῆναι ὑπὸ τοῦ τὰ τοιαῦτα δράγματα συνάγοντος εἰς τὴν ἅλω τῆς σωτηρίας.
25 Καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. οἱ ἀποδοθέντες ἑτερόδοξοι μισοῦντες τὴν Σιὼν καὶ οἱ ἑρμηνευόμενοι τοῦ κόσμου σοφοὶ δωμάτων χόρτος, ἐπεὶ τὴν ἐπαγγελίαν τοῦ βίου καὶ τοῦ φρονήματος μέχρι τῶν προσκαίρων καὶ παρερχομένων ἔσχον, παράγοντες εἴρηνται. οὗτοι δὲ ἀπηνεῖς καὶ ὑπερήφανοι φιλαδελφίαν καὶ
30ἀγαπητικὴν διάθεσιν οὐδ’ ὅλως ἔχοντες, μόνους ἑαυτοὺς δοκοῦντες εἶναι μεγάλους καὶ θεοῦ φίλους, οὐδενὶ προσφωνοῦσιν εὐλογίαν· ὅθεν περὶ αὐτῶν εἴρηται Καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ’ ὑμᾶς, οὐδένα τῶν ἄλλων παρὰ σφᾶς τευξόμενον εὐλογίας παρὰ κυρίου λέγοντες. ὅμως δὲ εἰ καὶ ἐκεῖνοι οὐδενὶ προσφωνοῦσιν εὐλογίαν, ἀλλ’ οὖν ἡμεῖς οἱ τὸ ὄνομα
35κυρίου εὐλογοῦντες φιλεταιρίᾳ προστιθέμενοι προσφωνοῦμεν εὐλογίαν πᾶσι τοῖς πρὸς οὓς ὁ λόγος ἡμῖν. Δυνατὸν ἐκλαβεῖν ἀμφότερα τὰ ἡμιστίχια ὡς λεγόμενα πρὸς τῶν παραγόντων, ἵν’ ἀμφοτέρων ᾖ προτεταγμένον τὸ Οὐκ εἶπαν· οὐκ εἶπαν γὰρ οἱ παράγοντες Εὐλογία κυρίου ἐφ’ ὑμᾶς, ἀλλ’ οὐδὲ εἶπαν Εὐλογήκαμεν ὑμᾶς ἐν
40ὀνόματι κυρίου.310 in vol. 2

1178

(n)

Ps 129,1.2
1 Ὁ εἰς βάθη κακίας καὶ δυσσεβείας πεσὼν κατὰ τὸ Ἐὰν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐν συναισθήσει γενόμενος οἷ κακῶν ἐστι, φθάσας εἰς τὰ βάθη τῆς κυμαινομένης τοῦ βίου θαλάσσης ἐξ ἰδίας ῥαθυμίας δέεται τοῦ ἐκεῖθεν ἀνάγοντος· ἀλλὰ μηδένα εὑρὼν δυνάμενον βοηθῆσαι κράζει πρὸς
5θεόν. μετὰ τοῦ ὁμολογεῖν ποῦ πεσὼν ἔφθασε, καί φησιν Ἐκ βαθέων ἐκέκραξά σε, κύριε· κύριε, εἰσάκουσον τῆς φωνῆς μου· εἰσακούσας γὰρ ἀνάξεις με ἐξ αὐτοῦ τοῦ βυθοῦ τῆς κακίας καὶ τοῦ βαθυτάτου ᾅδου. συνᾴδει ταύτῃ τῇ ἐκδοχῇ τὰ μεθ’ ἕτερα λεγόμενα ὑπ’ αὐτοῦ ἐν τῷ Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
10 Δυνατὸν καὶ πάντα τὸν ἐν τῷ περιγείῳ τόπῳ μετὰ ἀνθρωπίνης πολιτείας διατρίβοντα ταύτην ἀναπέμπειν τὴν εὐχὴν αἰσθανόμενον ἑαυτῷ πάνυ κάτω που ὄντα οὐρανοῦ τε καὶ θεοῦ· Οὐρανὸς γὰρ ὑψηλὸς γῆ τε βαθεῖα. Δυνατὸν καὶ ἅγιον εἶναι τὸν εὐχόμενον κατὰ τὰ προαποδοθέντα. οὗτος δὲ οὐ περὶ μικρῶν καὶ ἐπιγείων ἀλλὰ μεγάλων καὶ ἐπουρανίων τὴν εὐχὴν
15ἀναπέμπει. οὐκ ἐκ ψυχικῆς περὶ αὐτῶν διαλήψεως τὴν εὐχὴν ἀναπέμπει πρὸς θεὸν αἰτούμενος αὐτά. ἀλλὰ φωτιζόμενος ὑπὸ τοῦ πνεύματος τοῦ πάντα ἐρευνῶντος καὶ τὰ βάθη τοῦ θεοῦ γνώσει καὶ θεωρίᾳ· ἑπόμενος τῷ ἐξερευνῶντι αὐτὰ πνεύματι ἐξ αὐτῶν τῶν βαθέων τούτων ἃ δεῖ θεὸν αἰτεῖν κράζει πρὸς αὐτὸν, εἰσακουσθῆναι τὴν φωνὴν αὐτοῦ ἀξιῶν. ἐκ τούτων δὲ τῶν βαθέων κράζει
20ὁ μηδὲν αἰσθητὸν ἀλλὰ πάντα νοητὰ καὶ αὐτὸ τὸ ἅγιον πνεῦμα αἰτούμενος λαβεῖν. Ἴσον δὲ δύναται τὸ Γενηθήτω τὰ ὦτά σου προσέχοντα τῷ Κλῖνον πρός με τὸ οὖς σου. ἐπεὶ οὐ φθάνει ἡ ἡμετέρα φωνὴ εἰς τὰ ὑψηλά, καὶ μακρὰν τυγχάνοντα διαφορᾷ φύσεως Ὦτά σου. καὶ ἐντεῦθεν δὲ μανθάνομεν ἐπιστήσαντες μὴ ἀεὶ
25οὐσίωσιν ἀλλὰ καὶ σχέσιν τινὰ σημαίνειν τὸ Γενηθήτω. οὐ γὰρ ἁπλῶς γενέσθαι τὰ ὦτα τοῦ θεοῦ ἀλλ’ αὐτῷ προσέχοντα γενέσθαι ἀξιοῖ. τούτοις ἑπομένως νοεῖν δεῖ καὶ τὸ περὶ Χριστοῦ εἰρημένον Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, καὶ Ὅτι κύριον καὶ χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, καὶ ὅσα τοιαῦτα.

1179

(n)

Ps 129,3.4
1Ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ὁ ἱλασκόμενος καὶ ἀφεὶς τὰς ἁμαρτίας
σωτήρ, μὴ παρατήρου ἐξετάζων ἀνομίας· εἰ γὰρ τοῦτο ποιήσειας, οὐδεὶς ὑποστήσεται· Πάντες γὰρ ἐξέκλιναν, πάντες ἥμαρτον. διὸ μηδενὸς ὑφισταμένου τὴν παρὰ σοῦ κρίσιν, χρεία τοῦ παρὰ σοῦ ἱλασμοῦ ἱλασκομένου τῆς πάντων311 in vol. 2
5ἕνεκα σωτηρίας. ὅτι δὲ ἱλασμὸς ὁ σωτήρ, Ἰωάννης γράφει Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, κύριον Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. ἀλλὰ καὶ Παῦλος Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ
10χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, καὶ τὰ ἑξῆς. τούτου τοῦ ἱλαστηρίου σύμβολον ἐν τῷ νόμῳ κατεσκευάσθη, περὶ οὗ καὶ νῦν ὁ εὐχόμενος τῷ θεῷ φησιν Ὅτι παρὰ σοῦ ὁ ἱλασμός ἐστι· παρὰ σοῦ ὡς ἐκ μόνου ἀγαθοῦ πατρὸς γέννημα ἱλασμός ἐστιν. οὐ πᾶσα λογικὴ δέεται κτίσις, οὐχ ὑποστησομένου
15τινὸς θεοῦ παρατηρησομένου τὰς ἀνομίας ἑκάστου τῶν πεποιηκότων.

1180

(n)

Ps 129,6—8
1 Ἀεὶ καὶ κατὰ πάντα καιρὸν ἐλπίζειν ἐπὶ τὸν κύριον δεῖ, οὐ μόνον ὅτε προσηνῆ ἀλλὰ καὶ ὅτε σκυθρωπὰ περιεστηκότα. ἀπὸ φυλακῆς γοῦν πρωϊνῆς ὅτε λαμπρὰ τὰ παρόντα καὶ μέχρι νυκτὸς ὅτε ἀηδῆ καὶ ζοφώτερα τὰ περιεστηκότα καὶ ἔτι ἀπὸ φυλακῆς πρωΐας ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς
5καὶ ἀρχὴν ἡμέρας νοητῆς ποιοῦντος ὁ διορατικὸς νοῦς, Ἰσραὴλ καλούμενος Ἑβραίων φωνῇ, ἐλπισάτω ἐπὶ τὸν κύριον, προσθήκην τῶν φαιδρῶν καὶ ἀπαλλαγὴν τῶν σκυθρωπῶν προσδοκῶν παρ’ αὐτοῦ, ὅτι παρ’ αὐτῷ ὡς ἐν πηγῇ καὶ παρ’ αὐτοῦ τὸ ἔλεος οὗ χρῄζουσιν οἱ ἐλπίζοντες ἐπ’ αὐτόν· ἀλλὰ καὶ πολλὴ παρ’ αὐτοῦ λύτρωσις τοῦ παρὰ τοῦ ἱλασμοῦ οὐχ ἑτέρα οὖσα· ὅθεν
10αὐτὸς ἐκ πασῶν τῶν ἀνομιῶν λυτρώσεται αὐτὸν ὁ κύριος. εἰ γὰρ καὶ πολλαὶ αἱ τοῦ Ἰσραὴλ ἀνομίαι, ἀλλ’ ἐκ πασῶν αὐτὸν λυτρώσεται.

1181

(n)

Ps 131,1
1Ὁ Δαυὶδ πραΰτητα κατορθώσας λέγει τὰ προκείμενα· μνησθεὶς γάρ μου,
φησίν, ἐπὶ τούτοις δώσεις μοι κληρονομίαν τὴν τῶν πραέων γῆν.312 in vol. 2

1182

(n)

Ps 131,9.10a
1 Καὶ οἱ σὺν τούτοις δὲ τοῖς ἱερεῦσιν ὅσιοι οὐχ ὡς ἔτυχεν ἀλλ’ ἀγαλλιάσει ἀγαλλιάσονται, μόνου τοῦ τελείου καὶ ἀπὸ ἕξεως ἀγαλλιῶντος ἀπὸ ἀγαλλιάσεως τῆς τελειωτάτης τοῦτ’ ἔχοντος. ἐνδέχεται δὲ τὸν ἱερέα καὶ ὅσιον εἶναι τὸν αὐτόν, ὡς τῇ ὑποστάσει μὲν ἕνα εἶναι τὸν ὑποκείμενον, διαλλάττοντα δὲ ταῖς
5σχέσεσι καθ’ ἃς ἱερεὺς καὶ ὅσιος θεοῦ ἐστι. τίς δὲ αὐτοῖς αἴτιος τοῦ ἐνδύσασθαι δικαιοσύνην καὶ ἀγαλλιάσει ἀγαλλιάσασθαι ἢ ὁ τῇ χειρὶ ἱκανὸς Δαυὶδ ἅγιος ὑπάρχων; ὅθεν ἐπενήνεκται τὸ Ἕνεκεν Δαυὶδ τοῦ δούλου σου. ὁ γὰρ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα γεγονὼς θεοῦ δοῦλός ἐστι, λαβὼν τὴν τοῦ δούλου μορφήν, ὅτε ἐκένωσεν ἑαυτόν.

1183

(n)

Ps 131,10b
1 Νοήσεις καὶ οὕτως· προθέμενος τῇ χάριτι τῇ σῇ ἐπιλάμψαι ἀνθρώποις τὸ πρόσωπον τοῦ χριστοῦ σου, ὦ δέσποτα, μὴ ἀποστρέψῃς αὐτό, ὥστε ἀφαντάστους αὐτοὺς διαμεῖναι ἐκ τῆς ἐπιφανείας αὐτοῦ ὠφεληθησομένους. Τὴν δὲ αἰτίαν δι’ ἣν πάντως ἔκλαμψις ἔσται ἐπήνεγκεν εἰπὼν 〈Ὤμοσε
5κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.〉

1184

(n)

Ps 131,11
1 Τὸ πάντως ἔσται, ἣν ὤμοσε τῷ Δαυὶδ ἀλήθειαν, περὶ τῆς ἐπιδημίας τοῦ κυρίου, ὃς καρπὸς τῆς κοιλίας τοῦ Δαυίδ ἐστι καθήσειν ἐπὶ θρόνου αὐτοῦ. ὀμωμοκὼς πληρώσει· ἀλήθεια γὰρ θεοῦ ὅρκος κατὰ τὸ λεχθὲν ὑπὸ Γαβριὴλ πρὸς τὴν Μαριὰμ περὶ τοῦ ἐκ Δαυὶδ γενεαλογουμένου Καὶ δώσει αὐτῷ ὁ
5θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον
Ἰακὼβ εἰς τοὺς αἰῶνας.313 in vol. 2

1185

(n)

Ps 131,13.14
1 Εἰ τὴν ἐπίγειον Σιὼν λαμβάνοι τις, πῶς νοῆσαι δύναιτο Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, παρερχομένης ἐπὶ τέλει τούτου τοῦ αἰῶνος, ὅταν παρέρχηται ὁ οὐρανὸς καὶ ἡ γῆ; εἰ γὰρ πᾶσα ἡ γῆ παρέρχεται, καὶ ἡ Σιὼν ἡ ἐπὶ γῆς τυγχάνουσα παρελεύσεται. περὶ ἄρα τῆς πνευματικῆς Σιὼν τὰ
5προκείμενα, περὶ ἧς γέγραπται Ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. αὕτη δέ ἐστιν ἡ ἁγιωτάτη ἐκκλησία ἣν καὶ ᾑρετίσατο ἔχειν εἰς κατοικίαν ἑαυτῷ ὁ εἰπὼν Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

1186

(n)

Ps 131,15—18
1 [Ἄλλος ἀντὶ τοῦ Τὴν θήραν Τὴν χήραν ἐξέδωκε καί φησι·] Τὴν ἀπροστασίαστον καὶ ἄνδρα κηδεμόνα οὐκ ἔχουσαν εὐλογήσω ἅμα τοῖς πτωχοῖς οἷς εἰς πλησμονὴν ἄρτους παρέχων λέγει Τοὺς πτωχοὺς αὐτῆς ἐμπλήσω ἄρτων, ἐπείπερ ἕκαστος τῶν τοιούτων πτωχῶν δικαίου σπέρμα
5τυγχάνων οὐκ ἐλαττοῦται ἄρτοις. Φέρεται δὲ ἐν ἀντιγράφοις Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. εὐλογουμένη δὲ εὐλογίᾳ κυρίου θήρα ἣν 〈θηρεύουσιν〉 ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐν ταῖς τρυμαλίαις τῶν πετρῶν οἱ ἀποστελλόμενοι ὑπὸ κυρίου ἁλιεῖς καὶ θηρευταί, ὧν σύμβολον φέρουσιν οἱ τὴν κώμην τῶν θηρευτῶν οἰκοῦντες
10Ἀνδρέας Πέτρος Φίλιππος· οὗτοι γὰρ πάντες τὴν Βηθσαϊδὰ οἰκοῦσι μεταλαμβανομένην εἰς τὸ οἶκος θηρευτῶν. Ταύτης δὲ τῆς Σιὼν τοὺς ἱερέας ἐνδύσω σωτηρίαν. σωτηρία δὲ πάντων ὁ Χριστὸς ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. πρὸς δὲ τῷ εἶναι σωτηρία καὶ ἔνδυμά ἐστι, περὶ οὗ γέγραπται Ἀγαλλιάσθω ἡ ψυχή μου, ὅτι
15ἐνέδυσάς με ἱμάτιον σωτηρίου, ἀγαλλιωμένων καὶ τῶν ὁσίων αὐτοῦ ἀγαλλιάσει θείᾳ. Ἐκεῖ ἐν τῇ Σιὼν ἀνατελῶ κέρας τῷ Δαυίδ. τοῦτο τὸ κέρας τῆς βασιλείας ὑπὸ θεοῦ ἀνατέλλεται ἐν οἴκῳ Δαυὶδ κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ δικαίου Ἤγειρε
κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυίδ. ἡτοίμασε δὲ τούτῳ τῷ κέρατι Χριστῷ314 in vol. 2
20τυγχάνοντι λύχνον ὁ πατὴρ προτρέχοντα τῆς ἐπιδημίας αὐτοῦ θεῖον νόμον, περὶ οὗ γέγραπται Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. ἢ καὶ ὁ Ἰωάννης, μέχρις οὗ ὁ νόμος καὶ οἱ προφῆται, λύχνος ἐστὶν ἑτοιμαζόμενος τῷ χριστῷ ἑαυτοῦ, περὶ οὗ ὁ σωτὴρ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων οὗ ἠθελήσατε πρὸς ὥραν ἀγαλλιαθῆναι τῷ φωτὶ
25αὐτοῦ. Τούτων θεολογουμένων περὶ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα, οἱ ἐχθροὶ αὐτοῦ αἰσχύνην ἐνδύσονται, θέλοντες, εἰ ἐγένοντο πυρίκαυστοι, Ὅτι παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, αἰσχύνην πλείονα ὀφλισκάνοντες, ὅτι τὰ αὐτὰ τοῖς ἄλλοις ἀνθρώποις ἀσπαζόμενος
30οὐκ ἔχει τὸν ὑπεραναβεβηκότα βίον. διὸ καὶ ἐπ’ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ οὗ φησιν ἐν Ἡσαΐᾳ Καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ᾧ ἀκολούθως τὰ ἄνθη τῆς γῆς ὤφθη ἐν τῇ γῇ ἡμῶν τὸ εἶναι ἄνθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξανθουμένου ὑπὸ κυρίου ἁγιάσματος. τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζοντας αὐτῷ, αὐτὸ ὂν τὸ ἅγιον τοῦ θεοῦ
35ἅμα καὶ ἄνθος, ὥστ’ ἂν εἰπεῖν Ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων. ἐπὰν οὖν αὐτὰ ποιῇ τὸ ἄνθος καὶ τὸ κρίνον τοῦ πεδίου καὶ τῶν κοιλάδων, εἰκότως ὀφθήσεται τὰ ἄνθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατείλαντος τοῦ θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τῷ πεφωτισμένους καὶ νεάζοντας εἶναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν.

1187

(n)

Ps 132,2
1 Ὁ πώγων σύμβολον ἀνδρικῆς ἡλικίας. καταβαίνει δὲ τὸ μύρον ἀπὸ τοῦ πώγωνος τοῦ Ἀαρὼν ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. ὁ Ἀαρὼν πρόσωπον ἔχει τῆς κατὰ σκιὰν ἱερωσύνης. ταύτης ἡ κεφαλὴ ἡ πρωτότυπος καὶ ἀληθῶς ἱερωσύνη πεπλήρωται θείου μύρου τοῦ Χριστοῦ ὀνόματος, περὶ οὗ εἴρηται
5Μύρον ὄνομά σου. κάτεισι δὲ τοῦτο τὸ μύρον ἐπὶ τὸν πώγωνα ἑκάστου τῶν δυναμένων εἰπεῖν μετὰ τὸ ὑπερβεβηκέναι τὴν σκιὰν Ὅτι γέγονα ἀνήρ, κατήργη κατὰ τοῦ νηπίου. γίνεται δέ τις ἀνὴρ τοιοῦτος μιμητὴς γεγονὼς ἐκείνου, περὶ οὗ γέγραπται Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν.
10 Ὅμως δὲ εἰ καὶ καταβαίνει τὸ μύρον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἀαρών, οὐκ ἐπὶ τυχόντα πώγωνα ἀλλὰ τὸν ἀρχιερατικὸν κάτεισιν, ἐκεῖθεν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἀρχιερατικοῦ ἐνδύματος. ἔνδυμα δὲ ἀρχιερατικὸν οὗ τύπον ἔφερεν ὁ χιτὼν τοῦ Ἀαρὼν τὸ κυριακόν ἐστι σῶμα, πνεύματος ἁγίου γεννήσαντος αὐτὸ κατὰ τὸ λεχθὲν περὶ τῆς παρθένου Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ
15πνεύματός ἐστιν ἁγίου.315 in vol. 2

1188

(n)

Ps 132,3
1 Ὄρη δὲ Σιὼν νοήσεις τῆς θείας καὶ καθολικῆς ἐκκλησίας ἤτοι τὰ ὑψηλὰ δόγματα τῆς ἀληθείας ἢ οἱ διάρματι ψυχῆς τὸ εἶναι τῆς Σιὼν ὄρη ἀπειληφότες. κάτεισι δ’ ἐπὶ ταῦτα τὰ ὄρη πνευματικὴ δρόσος, περὶ ἧς Μωυσῆς Καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ἐν τῷ προφήτῃ Ἡ γὰρ δρόσος ἡ
5παρὰ σοῦ ἴαμα αὐτῆς ἐστιν. ἀπὸ ταύτης τῆς δρόσου οὔσης οὐρανίου ἡ κατοικία τῶν εὐλογουμένων ἔσται ἐξ οὐρανοῦ. Αὕτη δὲ ἡ πνευματικὴ δρόσος οὐκ ἐκ τῶν τυχόντων νεφῶν κάτεισιν, ἀλλ’ ἀπὸ τοῦ μετεώρου φωτὸς τοῦ λέγοντος Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. τοῦτο γὰρ τὸ φῶς καὶ δροσίζει καὶ μετεωρίζει καὶ ἐν ἀκραιφνεστάτῃ
10λαμπρότητι γενέσθαι ποιεῖ.

1189

(n)

Ps 133,1
1 Πάντες οἱ δοῦλοι κυρίου εὐλογοῦσι τὸν κύριον, οὐ μακρὰν αὐτοῦ βεβηκότες ἀλλὰ συνεγγίζοντες αὐτῷ τῷ φρονήματι. διὸ καὶ ἑστήκασιν ἐν οἴκῳ κυρίου, βεβαίως ἐν αὐτῷ ἱδρυμένοι. ἑστήκασι δὲ καὶ ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. αὐλαὶ δὲ θεοῦ ἐν αἷς ἑστήκασιν οἱ φοβούμενοι αὐτὸν αἱ θεόπνευστοι γραφαὶ καὶ
5τῆς ἀληθείας τὰ δόγματα.

1190

(n)

Ps 134 arg
1 Μετὰ τὸ πληρωθῆναι τὰς τῶν ἀναβαθμῶν ᾠδὰς ἀκόλουθον ἦν τοὺς εἰς αὐτὸν τὸν ναὸν ἀναβάντας αἰνέσαι χαριστηρίως τὸν θεὸν οὗ ναός ἐστι. διὸ καὶ Ἀλληλούϊα ὁ ψαλμὸς ἐπιγέγραπται, σημαινούσης τῆς προγραφῆς τὸ δεῖν ὑμνεῖσθαι τὸν ὄντα θεόν.

1191

(n)

Ps 134,1—3
1 Πῶς δὲ οὐκ ἔμελλον οὐ πάντας τοὺς ἀναβαθμοὺς μετ’ ᾠδῶν καὶ ὕμνων ἀναβεβηκότες ἐν οἴκῳ κυρίου ἑστάναι ὀρθῷ νοήματι καὶ πράξει ἀνεπιλήπτῳ ἐν τῷ οἴκῳ κυρίου ὄντας αὐτοῦ δούλους καὶ ὑμνεῖν αὐτὸν ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ ἡμῶν; αὐλαὶ δὲ τοῦ θεοῦ αἱ παλαιαὶ καὶ νέαι γραφαὶ ἢ316 in vol. 2
5κατὰ μέρος θεολογίαι ἢ αἱ ἐν ἐπαγγελίαις ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς μοναὶ πλείονες. καὶ αἰνεῖν μὲν πρότερον κατὰ τὰς εἰσαγωγὰς τὸ ὄνομα αὐτοῦ, εἶτ’ αὐτὸν τὸν κύριον τῷ θεραπεύειν αὐτὸν καὶ γνησίως δουλεύειν αὐτῷ.

1192

(n)

Ps 134,7
1 Καὶ πρὸς ἀλληγορίαν δὲ εἶεν ἄν τινες πνευματικαὶ νεφέλαι, νοητὸν καὶ ἀόρατον ὑετὸν ῥέουσαι. καὶ αὗται ἐξ ἐσχάτου τῆς γῆς ἀνάγονται, ἐπεὶ μὴ ἐκ μεγάλων ἀρχόντων πλουσίων φιλοσόφων ῥητόρων ἀλλ’ ἐξ ἀνθρώπων τὰ ἔσχατα νενοημένων, οὓς φιλον * ἀγραμμάτους καὶ ἰδιώτας καλεῖν ἐν τῷ
5Εὐαγγελίῳ. Ἀλλὰ καὶ ἀστραπὰς τὰς φωτεινὰς θεωρίας καὶ τὰς δικαιοσύνας εἰς ὑετὸν πεποίηκεν ἐπὶ τῷ φωτίζειν ἅμα καὶ ποτίζειν τὰ τούτων δεόμενα καταλλήλως τοῖς προκειμένοις. καὶ ἀνέμους ἐξάγει ἐκ θησαυρῶν αὐτῶν, οἵτινες πνόας κρείττους σημαίνουσι καὶ λογικὰς ὑπεραναβεβηκυίας φύσεις.

1193

(n)

Ps 134,13b.14
1 Τοῦτο τὸ μνημόσυνον ἀπὸ τῆς προτέρας γενεᾶς τῆς 〈τῶν Ἑβραίων ἕως γενεᾶς τῆσ〉 κλήσεως τῶν ἐθνῶν, περὶ ἧς γέγραπται Ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη. διαμενεῖ δὲ ταῦτα, οἰκτείροντος τοῦ θεοῦ τὸν λαὸν αὐτοῦ καὶ παρακαλουμένου ἐν τοῖς δούλοις αὐτοῦ. ἐπινεύσας γὰρ τῇ
5πρεσβείᾳ καὶ παρακλήσει τῶν δούλων αὐτοῦ ὑπὲρ τοῦ λαοῦ καὶ ἑαυτῶν ἀναπεμπομένῃ παρεκλήθη, τουτέστι προσήκατο τὴν παράκλησιν. διὸ καὶ ᾤκτειρε τὸν λαὸν αὐτοῦ.

1194

(n)

Ps 134,19—21
1Κατὰ δὲ ἀναγωγὴν εἶεν μὲν οἶκος Ἰσραὴλ οἱ διορατικοὶ καὶ καθαρᾷ καρδία
τὸν θεὸν ὀψόμενοι, οἶκος δὲ Ἀαρὼν οἱ τελείως καὶ ἱερατικῶς θεραπεύοντες αὐτὸν διηνεκῶς ἀλλ’ οὐχ ἡμέραν παρ’ ἡμέραν· καὶ πρὸς τούτοις ὁ τοῦ Λευὶ οἶκος ὑποδεέστεροι τῶν ἱερῶν, ὅμως δὲ ὄντες ἐν τῷ ναῷ καὶ τὰς ἐπιβαλλούσας317 in vol. 2
5ὑπηρεσίας ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπιτελοῦντες, οὓς νεωκόρους τοῦ θεοῦ ἐν δίκῃ προσαγορεύσειέ τις· ἐπὶ πᾶσι δὲ οἱ ἐξ ἀλλογενῶν ἐθνῶν οἳ φόβῳ τοῦ κυρίου προστιθέμενοι. Ὅμως εἰ καὶ πάντες εὐλογοῦσιν, ἀλλ’ οὖν ἕκαστος κατὰ τὴν τῆς δυνάμεως ἀναλογίαν τοῦτο ποιήσει.
10 Ὃν δὲ εὐλογοῦσιν οἱ προειρημένοι, οὐκ αὐτὸ μόνον εὐλογούμενος ἀλλὰ καὶ εὐλόγητός ἐστιν, οὐκ ἐκ τῆς τυχούσης ἀλλ’ ἐκ τῆς ἐπουρανίου Σιών, κατοικῶν τὴν πόλιν τοῦ θεοῦ τοῦ δόντος τὴν ἐπουράνιον Ἱερουσαλὴμ καὶ τὴν ἐκκλησίαν τὴν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων οὖσαν Ἱερουσαλὴμ τῷ ὁρᾶν τὴν εἰρήνην ἣν Ἰησοῦς δίδωσι λέγων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
15 Ἀλλ’ εἰ καὶ κατ’ ἄλλην ἐπίνοιαν ἐν Σιών ἐστιν εὐλόγητος, καὶ οὕτως ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ὁ θεός ἐστι. λεχθείη δ’ ἂν ταῦτα καὶ περὶ ψυχῆς δι’ ἐπιστήμην καὶ τελείαν ἀρετὴν Σιὼν καὶ Ἱερουσαλὴμ καλουμένης.

1195

(n)

Ps 135,1—3
1 Καὶ ὁ παρὼν ψαλμὸς εἰς εὐχαριστίαν προκαλούμενος προστάττει ἐξομολογεῖσθαι τῷ κυρίῳ χρηστότητι καὶ ἀγαθότητι πολλῇ ποιοῦντι. διὸ καὶ ἐφ’ ἑκάστου στίχου τρόπῳ ἐφυμνίου ἐπιλέγεται Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ἐπεὶ γὰρ οὐ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ
5ἐφυμνοῦντες λέγουσιν Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίνων δὲ θεῶν θεός ἐστιν ἢ ἐκείνων περὶ ὧν εἴρηται; εἰ οὖν ἐκείνους θεοὺς εἶπε πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο κατὰ τὴν λέγουσαν γραφὴν Ἐγὼ εἶπα Θεοί ἐστε [τοῦτον γὰρ αὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι], ἀμέλει γοῦν καὶ τῶν ἀμφὶ τὸν Ἀβραὰμ οὕτω θεῶν ὄντων (θεὸς ἀναγέγραπται
10φάσκων Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· 〈τοῦτον γὰρ αὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι〉), κατὰ τοῦτο τὸ σημαινόμενον τῆς θεότητος καὶ ἄγγελοι καὶ θεῖαι δυνάμεις ῥηθεῖεν ἂν θεοί, ᾗ φησιν ὁ ἀπόστολος Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τῷ πάντας τοὺς λεγομένους μετὰ τὴν τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι
15τοιούτους. ἀλλ’ ὁ σωτὴρ οὐχ οὕτως ἀλλ’ ὢν κατ’ οὐσίαν θεός· διὸ ποιεῖ θεοὺς τοὺς μετέχοντας αὐτοῦ. μονογενὴς εἴρηται θεός· μόνος γὰρ αὐτὸς ἀληθινὸς θεὸς ἐξ ἀληθινοῦ θεοῦ τυγχάνει, κατὰ τὰ αὐτὰ τῷ πατρὶ θεὸς ὢν τῷ ὁμοούσιος τῷ γεννήσαντι εἶναι. Πρὸς τῷ δὲ εἶναι θεὸς θεῶν καὶ κύριος τῶν κυρίων ἐστὶ τῶν ἐν τῷ
20οὐρανῷ καὶ ἐπὶ τῆς γῆς συγγένειαν ἐχόντων πρὸς τὰς ἁγίας ἀρχὰς καὶ
ἐξουσίας καὶ κυριότητας.318 in vol. 2

1196

(n)

Ps 135,4—6
1 Μόνος γὰρ ποιεῖν θαυμάσια ἀνεγράφη· μένων γὰρ ὁ πατὴρ ἐν τῷ υἱῷ ποιεῖ τὰ ἔργα. ἀλλὰ καὶ ποιοῦντι τοὺς οὐρανοὺς ἐν συνέσει καὶ στερεοῦντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ πάλιν ἀνθομολογητέον. συνᾴδει δὲ τοῖς προκειμένοις τὸ Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. σύνεσις
5καὶ φρόνησις δι’ ἧς ἑτοιμάζονται καὶ στερεοῦνται οἱ οὐρανοί, τίς ἂν ἄλλη εἴη ἢ σοφία τοῦ Δι’ ἧς πάντα γεγένηται, περὶ ἧς ὁ θεολόγος φησὶ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. Ἀλλὰ γὰρ καὶ οἱ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου νοητῶς οὐρανοὶ ὄντες γίνονται. ἑτοιμάζονται τοιοῦτοι ἐν τῇ προδεδηλωμένῃ συνέσει τε καὶ
10φρονήσει θεοῦ. καὶ ἡ γῆ στερεοῦται ἐπὶ τὸ ὕδωρ ἡ τὸν ὑπὸ Ἰησοῦ βαλλόμενον σπόρον πρὸς τὸ καρποφορῆσαι δεξαμένη. ἐν τοῖς ῥευστοῖς γὰρ καὶ προσκαίροις τοῦ βίου πράγμασιν ὕδατι ἀλληγορικῶς ἔτι διατριβούσας στερέωσιν καὶ εὐτονίαν ἔσχεν ἐπὶ τῷ πληρέστατα καρποφορῆσαι.

1197

(n)

Ps 135,7—9
1 Φῶτα μεγάλα μόνος ποιήσας διὰ τοῦ εἰπεῖν Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· εἰς ἐξουσίαν τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἐξουσίαν τῆς νυκτὸς τὴν σελήνην καὶ τοὺς ἀστέρας ἔταξεν, ὡς καὶ ἐν τῇ κοσμοποιΐᾳ εἴρηται γεγονέναι τὸν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς
5τῆς νυκτὸς καὶ τοὺς ἀστέρας. Οὐ μικρὸν δὲ ἡμῖν εἰς εὐταξίαν ζωῆς καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖται τὰ στοιχεῖα τρέφοντα καρποὺς πεπαίνοντα, ὧν ἄνευ ζῆσαι οὐκ ἔνι, καιροὺς ἡμῖν δεικνῦντα, ὥρας χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς εἰκάζοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν
10παρεχόμενα. εἶδες πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

1198

(n)

Ps 135,10—12
1 Καὶ πρὸς διάνοιαν δὲ Αἰγύπτου τροπικῶς τοῦ περὶ γῆν κόσμου ὑπάρχοντος, τὰ ταύτης δοκοῦντα πρωτότοκα ἐπ’ εὐεργεσίᾳ τοῦ Ἰσραὴλ ὑπὸ θεοῦ πατάσσεται.
παταχθέντων γὰρ τούτων ὁ θεὸν ὁρῶν νοῦς ἔξω αὐτῆς γίνεται ὑπὸ θεοῦ ποδηγούμενος. ἐξάγει δὲ τὸν Ἰσραὴλ ὁ θεὸς ἐξ αὐτοῦ τοῦ μεσαιτάτου τῆς319 in vol. 2
5ἀλληγορικῆς Αἰγύπτου καλουμένης τῷ λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, βραχίονος καὶ κραταιᾶς χειρὸς αὐτοῦ ὀνομαζομένης. καὶ περὶ Χριστοῦ δὲ ῥηθείη ταῦτα, ἐπεὶ κατὰ τὴν ἐπιστολὴν Ἰούδα ὁ τὸν λαὸν ἐξ Αἰγύπτου σώσας Ἰησοῦς ἐστι. κραταιὰν δὲ χεῖρα καὶ ὑψηλὸν βραχίονα ῥητέον τὴν παραδοξοποιὸν ἐνέργειαν καὶ δύναμιν αὐτοῦ.

1199

(n)

Ps 135,13—15
1 Οὐκ εἰς μίαν διαίρεσιν ἀλλ’ εἰς πλείονας καταδιεῖλεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἐπὶ τῷ τὸν Ἰσραὴλ ὡς ἐπὶ ξηρᾶς βαδίζοντα ἐξαχθῆναι ἐκ μέσου αὐτῆς ὑπὸ θεοῦ. παραδέδοται δὲ εἰς δώδεκα διαιρέσεις ἐπὶ τῷ δώδεκα διόδους εἶναι, ὅπως ἑκάστη τοῦ Ἰσραὴλ φυλὴ ἰδίαν διάβασιν ἔχουσα διέλθοι.

1200

(n)

Ps 135,13—15
1 Καὶ ταῦτα μὲν κατὰ τὸ ῥητόν· πρὸς δὲ διάνοιαν ὁ τῶν ἀνθρώπων βίος πολλάκις καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται θάλασσα, ἥνπερ κυμάτων καὶ πολλῆς ἁλμυρότητος καὶ ταραχῆς πεπληρωμένην διοδεύσιμον ἡμῖν ὁ τοῦ θεοῦ λόγος παρέχει, ἀναστελλόμενος καὶ διϊστῶν τὰς ἐκ παθῶν ἐπιθεμένας τρικυμίας
5ἐπὶ τῷ, ἀναξηρανθέντων τῶν παθῶν πάσης τῆς ὑγρότητος αὐτῶν ὑπὸ θεοῦ κωλυομένης, διοδεύσιμον ἡμῖν γενέσθαι, καταποντιζομένων ἐν αὐτῇ τοῦ νοητοῦ Φαραὼ καὶ πάσης τῆς ἐκ δαιμόνων καὶ πνευμάτων ἀκαθάρτων, συμπληρουμένης δυνάμεως αὐτοῦ ὥσπερ εὐτελεστάτην κόνιν ἐκτινάσσοντος αὐτοὺς εἰς αὐτὴν τοῦ θεοῦ.

1201

(n)

Ps 135,17—22
1 Τυγχάνοντας περὶ τὸ ἀπατᾶν δεινοὺς τῷ σοφιστικῶς παρεσκευᾶσθαι, ἐπεὶ Ἀμορραῖοι ἑρμηνεύονται λαλητοὶ ἤτοι παραπικραίνοντες καὶ ὁ τούτων βασιλεὺς Σηὼν πειρασμὸς ἢ παροργισμός, τίνας δὲ ἄλλους παραπικραίνοντας καὶ
λαλητοὺς ἡγεῖσθαι ἐχρῆν ἢ τοὺς διὰ σοφιστικῶν λόγων παραπικραίνοντας320 in vol. 2
5τοὺς τῆς ἀληθείας ἐχθροὺς καὶ ἐπὶ τῇ πρὸς τὸ ἀπατᾶν παρασκευῇ λαλεῖσθαι καὶ βεβοῆσθαι θέλοντας καὶ πειράζειν καὶ παροργίζειν σκοπὸν ἔχοντας; Ἀλλὰ καὶ ἐπεὶ Βασὰν αἰσχύνη ἑρμηνεύεται σύμβολον οὖσα τῆς καταισχυνούσης τοὺς πράττοντας κακίας, ἀκολούθως καὶ ὁ ταύτης βασιλεὺς Ὢγ σὺν τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων πατάσσεται καὶ ἀποκταίνεται,
10ὅπως δοθῇ τῷ Ἰσραὴλ ἡ γῆ αὐτῶν, ἣν κακῶς ἐκράτουν σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλὰ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ αὐτῶν εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτήν, δοῦλος γνήσιος τοῦ πάντων αἰτίου τυγχάνων.

1202

(n)

Ps 135,23.24
1 Καὶ ταπεινωθέντων δὲ ἡμῶν δι’ ἀτυφίαν, μνημονεύει ἡμῶν καὶ λυτροῦται ἡμᾶς.

1203

(n)

Ps 137,2
1 Γίνεταί μοι ἡ ἐξομολόγησις ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ἐπείπερ πολλάκις ἐλεηθεὶς καὶ θεωρήσας τὴν φωτισθεῖσάν μοι παρὰ σοῦ ἀλήθειαν ἐρρύσθην πάσης κακίας καὶ τῆς συγγενοῦς αὐτῆς ἀπάτης, τοῦ ἐλέους σου ἄφεσίν μοι ἁμαρτημάτων παρέχοντος, τῆς δὲ ἀληθείας σου ἐκτός με πλάνης
5πάσης ποιούσης. ἀλλ’ ἐπείπερ τὸ δοθέν μοι παρὰ σοῦ λόγιον ἐμεγάλυνας ἐξαρτήσας αὐτὸ τῆς σῆς προσηγορίας ὡς σὸν χρηματίσαι λόγιον, προσκυνήσω πρὸς ναὸν τὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, χάριν ὁμολογῶν ἐπὶ τῷ μεγαλύνεσθαί μοι τὸ λόγιόν σου· τότε γὰρ μεγαλύνεταί μοι, ὅταν προκόπτων κατ’ αὐτὸ ἐπὶ τὸ τελειωθῆναι ἐπείγομαι.

1204

(n)

Ps 137,2d
1 Φέρεται καὶ ἑτέρα γραφὴ λέγουσα Ὅτι ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου. πότε δὲ πληροῦται τοῦτο, ἢ ὅταν ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάσης γλώσσης
ἐξομολογουμένης ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός,321 in vol. 2
5ἀπαγγέλλοντος τοῦ υἱοῦ τὸ τηνικαῦτα τὴν πατρὸς προσηγορίαν τοῖς γεναμένοις αὐτοῦ ἀδελφοῖς· μόνος γὰρ οὗτος ἐλήλυθεν ἐν ὀνόματι τοῦ πατρός, ἵνα μεγαλυνθῇ ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιον τοῦ θεοῦ. Μανθάνομεν λέγειν ἐν εὐχῇ Ἁγιασθήτω τὸ ὄνομά σου. ὥσπερ δὲ τὸ ἁγιαζόμενον ὄνομα τοῦ θεοῦ οὐκ ἐκ βεβήλου ἅγιον γίνεται ἀλλ’ ἀποδεικνύμενον
10τοιοῦτον τυγχάνει, οὕτως οὐ κατ’ αὔξησιν μεγαλύνεται ὡς ἐκ μικροῦ μέγα γενέσθαι, ἀλλὰ φανερουμένης τῆς μεγαλειότητος αὐτοῦ.

1205

(n)

Ps 137,3
1 Ὁ ἀδιαλήπτως προσευχόμενος καὶ τοῦτο ἐνεργῶν πνεύματι καὶ νῷ, Προσεύξομαι, λέγων, πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ, ἐφ’ ἑκάστης ἡμέρας ἔχει θεὸν ὑπακούοντα, ὑπὲρ οὗ γέγραπται Εὐχαῖς δὲ δικαίων ὑπακούει, καὶ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίοις καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
5 Εὔχεται δὲ θεὸν ἔχειν κηδεμόνα οὐκ ὀλιγωροῦντα οὐδὲ καταφρονοῦντα αὐτοῦ ἀλλὰ πολυωροῦντα αὐτὸν ἐν τῇ προνοητικῇ αὐτοῦ δυνάμει.

1206

(n)

Ps 137,4.5
1 Διὰ τὸ φρονεῖν τὰ ἐπίγεια καὶ ζητεῖν τὰ κάτω καὶ πρόσκαιρα χρηματίζοντες Λαοὶ τῆς γῆς, περὶ ὧν ἡ προφητεία ἐνταῦθά φησιν τὴν δ’ αἰτίαν τοῦ θέλειν με αὐτοὺς πάντα τὰ ῥήματα τοῦ στόματός σου ἃ ἐλάλησας ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις περὶ τῆς κλήσεως αὐτῶν—εἰ γὰρ καὶ μὴ ἀκροαταὶ τῶν σῶν
5λογίων εἰσίν, ἀλλ’ οὖν δυνάμει ὅσον ἐπὶ τῷ προεγνῶσθαι αὐτῶν τὴν πίστιν ἤκουσαν αὐτά. διὸ καὶ βούλομαι φθάσαι ἐπ’ αὐτοὺς τῷ ᾄδειν ἐμμελῶς καὶ μουσικῶς ἐν ταῖς ὁδοῖς σου ἤτοι ταῖς γραφαῖς, ἃς ὁδεύων τις διὰ μελέτης καὶ ἕξεως συνεχοῦς ᾄδει[ν] ἐν αὐταῖς ἀπαγγέλλων τὰς ἐξ αὐτῶν νοήσεις. Εἰ δὲ καὶ τὰς ἀρετὰς ὁδοὺς κυρίου λέγει τις, καὶ ταύτας τις ὁδεύων ᾄδει
10ἐπινικίους ᾠδὰς κατὰ τῶν πάλαι τὴν κακίαν ἐνεργούντων ἐν αὐτοῖς. ἢ ᾄδει ἐν ταῖς ὁδοῖς κυρίου ὁ περὶ ἑκάστης ἐνεργείας ἐναρέτου λόγον ἔχων ἀποδοῦναι, δι’ αὐτῶν τῶν κατ’ αὐτὰς πράξεων φωνὴν ἐμμελῆ ἀφιείς. Ταῦτα δὲ πάντα κατορθωθήσεται, ἐπείπερ καὶ μεγάλη ἡ τελεσιουργοῦσα ταῦτα κυρίου δόξα, περὶ ἧς λέγεται πρὸς τὴν Ἱερουσαλὴμ Καὶ ἡ δόξα κυρίου
15ἐπὶ σὲ ἀνατέταλκε, καὶ τὸ Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν,
ἐπείπερ ὀφθήσεται ἡ δόξα κυρίου. τίς δ’ ἂν εἴη αὕτη ἢ ὁ σωτήρ, ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὑπάρχων; Φέρεται ἀντὶ τοῦ Λαοὶ Βασιλεῖς οὕτως· Ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. καὶ συμφωνίαν γε ἔχουσιν ἀμφότεραι αἱ λέξεις322 in vol. 2
20τῷ ἐπὶ τῷ βασιλεύειν κεκλῆσθαι τοὺς ἐξομολογουμένους τῷ κυρίῳ λαοὺς ἐσομένους βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον· ὅθεν καὶ πρός τινος αὐτῶν γράφεται Καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.

1207

(n)

Ps 137,6
1 Οὐ περὶ τοῦ πατρὸς μόνου ἀλλὰ καὶ περὶ τοῦ υἱοῦ ταῦτα λεκτέον κρατοῦντος πάντων τῶν δι’ αὐτοῦ γεγενημένων καὶ ἐν αὐτῷ συνεστηκότων ὧν καὶ πρὸ πάντων ἐστίν· ὅθεν καὶ ἐπ’ αὐτοῦ τέτακται ἡ παντοκράτωρ προσηγορία ὡς ἐν Ζαχαρίᾳ τῷ προφήτῃ.
5 Εἰ καί τινα οὖν ἐν οἷς καθορᾷ ὁ ὑψηλὸς κύριος ταπεινοῖς ὑψηλά ἐστι τῷ οὐρανίῳ ἢ καὶ ἔτι ὑπεραναβεβηκυίας φύσεως εἶναι, ἀλλ’ οὖν γε καὶ ταῦτα ἀπὸ μακρόθεν γινώσκει πόρρω αὐτοῦ τυγχάνοντα τῇ τῆς ὑπάρξεως ἐξαλλαγῇ.

1208

(n)

Ps 137,8a
1 Τούτῳ ὅμοιον τὸ ἀποστολικὸν ἔχον οὕτως· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· οἴδαμεν γὰρ τὸν εἰπόντα Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.

1209

(n)

Ps 137,8c
1Τουτέστιν ἡμᾶς τοὺς ἀνθρώπους μὴ παρίδῃς, ἀοράτων ἐχθρῶν φονικῶς
διακειμένων καθ’ ἡμῶν.323 in vol. 2

1210

(n)

Ps 138,3a
1 Καθ’ ἣν προκόπτων τοῖς ἔμπροσθεν ἐπεκτείνομαι, μέχρι φθάσω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

1211

(n)

Ps 138,5
1 Θαυμαστὸν δὲ οὐδὲν εἰ τὰ κατ’ ἐμὲ πάντα ἔγνως, φησί· καὶ γὰρ τὰ πάντα ἐπίστασαι οὐχ ἁπλῶς αὐτὰ θεωρῶν ἀλλὰ καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν καὶ τὰς αἰτίας δι’ ἃς γέγονε καὶ τί περὶ αὐτὰς ἔσται μετὰ τὴν κοσμικὴν ποικιλίαν. πάντων οὖν τὴν γνῶσιν ἔχων πλάσας με, τὴν χεῖρά σου ἐπ’ ἐμὲ
5ἔθηκας, ἵν’ ᾖ πρῶθ’ ὕστερον τὸ λεγόμενον. θεὶς ἐπ’ ἐμὲ τὴν χεῖρά σου χοῦν καὶ πηλὸν ὄντα ἔπλασάς με ἄνθρωπον, ὡς ἕκαστον τῶν συνετῶν τοῦτο λέγειν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, καὶ ἄλλως Μνήσθητι ὅτι πηλόν με ἔπλασας. Δυνατὸν δὲ καὶ οὕτω· πλάσας με σὺ οὐκ ἠρκέσθης τῷ πεποιηκέναι με,
10ἀλλὰ καὶ τὴν χεῖρά σου ἐπ’ ἐμὲ ἐπέθηκας ἐπὶ τῷ βελτιοῦν καὶ φρουρεῖν με καὶ ὑψοῦσθαι ὑπ’ αὐτῆς. ἀμέλει γοῦν ὁ τὴν δωρεὰν ταύτην ἐπιστάμενος καὶ ἑτέροις συμβουλεύει, Ταπεινώθητε, λέγων, ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑψώσῃ ὑμᾶς ἐν καιρῷ, ὥστε ὑπ’ αὐτὴν ἠσφαλισμένων ὑμῶν μηδεμίαν ἐπήρειαν ἢ ἐπιβουλὴν δύνασθαι γενέσθαι· Οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς
15τοῦ πατρός. μόνους γὰρ τοὺς ἀπωσθέντας ἀπ’ αὐτῆς διαπάσουσιν οἱ ἀόρατοι ἐχθροί.

1212

(n)

Ps 138,6
1 Ἐπιστήσας ὡς πάντων γνῶσιν ἔχεις εἰς θαυμαστὸν ἦλθον. ἀλλ’ εἰ καὶ ἐπιστήσας ἐθαύμασά σου τὴν γνῶσιν, ἀλλ’ οὖν γε ἔτι θέλοντός μου κατανοεῖν αὐτὴν ὑπὲρ ἐμὲ γεγενημένην κεκραταίωται, ὡς μὴ δυνηθῆναί με πρὸς αὐτήν. τούτῳ συνᾴδει τὸ ἐν τῷ Ἐκκλησιαστῇ Εἶπα Σοφισθήσομαι, καὶ αὐτὴ
5ἐμακρύνθη ἀπ’ ἐμοῦ ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ἀλλὰ καὶ ὁ Παῦλος τὰς αὐτὰς ἀφῆκε φωνὰς φάσκων Ὦ βάθος πλούτου καὶ σοφίας καὶ
γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ αὐτὸς ταῦτ’ εἶπεν, ἐπείπερ οὐ δύναται πρὸς τὴν γνῶσιν τοῦ θεοῦ κραταιωθεῖσαν ὑπὲρ αὐτόν.324 in vol. 2
10 Δύναται καὶ τὸ ἐξ ἐμοῦ προσκείμενον δηλοῦν ὅτι ἐξ ἐμοῦ καὶ τῶν κατ’ ἐμὲ πραγμάτων θαυμαστὴ ἡ γνῶσίς σου ἀνεφάνη μοι· καθὸ κραταιωθείσης αὐτῆς οὐκέτι ἀντισχεῖν ἢ προσβαλεῖν αὐτῇ δυνήσομαι. Εἰ δὲ καὶ περὶ γνώσεως θεοῦ, ἧς αὐτὸς ἔχει ὁ ἅγιος περὶ αὐτοῦ ὡς οἷός τέ ἐστι διαλαμβάνων, τὰ προκείμενα διαλέγεται, συνεπισκέψῃ.

1213

(n)

Ps 138,7.8
1 Θεολογήσας τὰ περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν καὶ πάντων ἐπιστήμην ἔχειν καὶ σύνεσιν, μέτεισιν ἐπὶ τὸ πανταχοῦ εἶναι αὐτὸν εἰπεῖν. φησὶ γοῦν πρὸς αὐτὸν τὸν θεολογούμενον· Εἰ πνεῦμά σου πεπλήρωκε τὴν οἰκουμένην, ποῦ πορευθῆναι ἀπ’ αὐτῆς δυνήσομαι; ἀλλ’ ἐπεὶ καὶ τὸ πρόσωπόν σου ἐπισκοπεῖ
5καὶ ἐφορᾷ τὰ ὅλα, ποῦ φυγεῖν ἀπ’ αὐτοῦ δυνήσομαι; ἀνελθὼν γὰρ εἰς οὐρανὸν παρόντος σου λαμβάνων φαντασίαν· ἂν εἰς τὸν ᾅδην γένωμαι, συνόντα σε βλέπω. εἰ δὲ ἐν οὐρανῷ καὶ ἐν ᾅδῃ ἡ παρουσία σου γνωρίζεται, καὶ ἐν τοῖς μεταξὺ χωρίοις δηλονότι τυγχάνεις· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος, ὥς φησιν ὁ προφήτης· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ θαλάσσῃ
10τοῖς ζητοῦσί σε ἐμφανίζῃ, ὡς ἡ ἑπομένη παρίστησι λέξις. διὸ καὶ τῶν θεολόγων τις πρὸς ἕκαστον τῶν ἀκροωμένων ἔφη Καὶ γνώσῃ τῇ διανοίᾳ ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. παρίστησι δὲ πανταχοῦ οὐ τοπικῶς διατρίβων ἀλλὰ δημιουργικῶς καὶ προνοητικῶς τοῖς πᾶσιν ἐπιχωριάζων. εἴρηται γοῦν περὶ τοῦ μονογενοῦς λόγου ὡς ἄρα πάντα ἐν
15αὐτῷ συνέστηκεν· εἰ δ’ ἐν αὐτῷ συνέστηκε τὰ πάντα, οὐδὲν τῶν ἐν αὐτῷ συνεστηκότων ἀπολείπεται αὐτοῦ. Μανθάνομεν δὲ καὶ ἐκ τῶν προκειμένων τὴν τριάδα θεολογουμένην. πνεῦμα γὰρ θεοῦ τὸ ἅγιον πνεῦμα πολλάκις εἶναι ἀποδέδεικται καὶ πρόσωπον αὐτοῦ, ὁ μονογενὴς αὐτοῦ υἱὸς εἰκὼν τυγχάνων αὐτοῦ ὄντος θεοῦ ἀοράτου, ἀλλὰ καὶ
20χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ θεοῦ εἰρημένος. καὶ ἐντεῦθεν μανθάνομεν μὴ κτίσμα εἶναι τὸ θεοῦ πνεῦμα, αὐτῷ τῷ θεῷ καὶ τῷ προσώπῳ αὐτοῦ συναπτόμενον. πολλάκις γὰρ ἀποδέδεικται ὡς οὐδέποτε μετὰ τῆς κτίσεως ἀλλ’ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ υἱοῦ συνάπτεται. Μονονουχὶ τοῦτο παρίστησιν ὅτι, ἐμοῦ τυγχάνοντος γενητοῦ, τὸ μεταβαίνειν
25τοπικῶς καὶ ἀναβαίνειν, σοῦ δὲ τὸ τυγχάνειν καὶ ἱδρῦσθαι ἐκεῖ ἐν τῷ πεποιηκέναι αὐτὸν καὶ στρέφειν αὐτόν, ἀλλὰ καὶ τὸ καταβῆναι εἰς τὸν ᾅδην ὁμοίως μεταβατικῶς ἔχω, σοῦ ὄντος ἐκεῖ προνοίας παρουσίᾳ. διὸ οὐκ ἐν τόπῳ θεός·
εἰ γὰρ πανταχοῦ ἐστιν, οὐ μεταβαίνων ἐξ ἑτέρου εἰς ἕτερον τόπον οὐδ’ αὖ ὑφ’ ἑκάστου περιοριζόμενος οὐδὲ ὑπὸ ἅμα πάντων τῶν τόπων περιγραφόμενος325 in vol. 2
30δηλονότι παρουσίᾳ δημιουργικῇ καὶ προνοητικῇ διὰ πάντων χωρεῖ, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑπάρχων κατὰ φιλοσοφίαν ἀποστολικήν.

1214

(n)

Ps 138,9.10
1 Ἐσκόπησα, φησί, μὴ ἄρα ταῖς πτέρυξι τῆς νοήσεως χρησάμενος ὑπερβὰς τὴν θάλασσαν καὶ τὸν ὠκεανὸν αὐτὸν ἐν τοῖς ἐσχάτοις γεγενημένος δυνήσομαι πορευθῆναι ἀπὸ τοῦ πνεύματός σου καὶ φυγεῖν σου τὸ πρόσωπον, κἀκεῖ τὴν δραστήριον καὶ προνοητικήν σου χεῖρα καὶ αὐτὴν τὴν ὑπερβάλλουσαν δεξιάν
5σου ἐνεργοῦσαν τεθέαμαι, ὡς αὐτὸ τοῦτο τὸ κατεσκηνωκέναι με προειρημένῃ ἀκολουθίᾳ ἐν τοῖς ἐσχάτοις τῆς θαλάσσης κατορθῶσθαί μοι, τῆς χειρός σου ὁδηγούσης με καὶ κατεχούσης με τῆς δεξιᾶς σου. εἰ γὰρ καὶ ὠκεανὸς ἀπέραντος, ἀλλ’ οὖν καὶ οἱ μετ’ αὐτὸν κόσμοι ταῖς τοῦ δεσπότου διαταγαῖς διϊθύνονται· πάντα γὰρ τὰ πρὸς αὐτοῦ γεγενημένα, ὅποι ποτ’ ἔστι, ταγαῖς τῆς ἑαυτοῦ προνοίας
10διοικούμενά μοι ἰθύνεται.

1215

(n)

Ps 138,11—14a
1 Ἐπεὶ φωτισθεὶς ὑπὸ τῆς γνώσεως τοῦ κυρίου ἐν ὄρθρῳ ἐν ἀρχῇ τῆς ἡμέρας γεγονέναι δόξας διενοήθην ταῖς πτέρυξι ταῖς νοηταῖς καθ’ ἃς ἐπτέρωται πᾶσα λογικὴ φύσις μετεωρισθῆναι ὡς μακρὰν γενέσθαι καὶ περαιτέρω τοῦ ὠκεανοῦ, ἔγνων δὲ καὶ αὐτὸ τοῦτο μὴ εἶναι πορευθῆναι ἀπὸ τοῦ πνεύματος τοῦ
5θεοῦ καὶ τὰ ἑξῆς, μετῆλθον ὁδὸν ἄλλην ζητῆσαι, καθ’ ἣν πορευθῆναι ἀπὸ τοῦ πνεύματος καὶ φυγεῖν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ οἷόν τέ ἐστι, μήπως ἄρα ὑπὸ σκότος γεγονὼς διαλαθεῖν τοῦτο δυνήσομαι. διό φημι Ἄρα σκότος καταπατήσει με, τουτέστιν ἐπικρύψει με. ὡς γὰρ τὸ ἔδαφος τὸ πατούμενον κρύπτεται, οὕτω κρυβείην κάτω, εἰ καταπατήσει με τὸ σκότος πολὺ περὶ ἐμὲ καὶ ἐπ’ ἐμὲ γεγονός.
10 Εἶτα, ὅτε ἔδοξα τρυφᾶν ἐπὶ τῷ τετευχέναι τοῦ σπουδαζομένου, εὐθέως εἶδον ὅτι καὶ αὕτη ἡ νὺξ καὶ τὸ κατακορὲς σκότος φωτισμός ἐστιν, οὐδὲν αὐτοῦ τοῦ σκότους σκοτιζομένου ὑπὸ τοῦ θεοῦ καταλάμποντος αὐτὸ ὥσπερ καὶ τὰ ἄλλα πάντα. παρ’ ἡμῖν μὲν γὰρ τοῖς ὄψει χρωμένοις διαφορὰ νυκτὸς καὶ ἡμέρας, ὁρῶσι καὶ ὁρωμένοις ἐν τῇ ἡμέρᾳ, ἐν δὲ τῇ νυκτὶ μηδὲ βλεπομένοις μηδὲ
15βλέπουσι· παρὰ μέντοι τῷ θεῷ ἡ νὺξ ὡς ἡμέρα φωτίζεται, καταληπτῶν αὐτῷ τυγχανόντων τῶν ἐν σκότῳ καὶ νυκτὶ ὡς τῶν ἐν φωτὶ καὶ ἡμέρᾳ, ἐπείπερ ἡ
νὺξ ὡς ἡμέρα ὑπ’ αὐτοῦ τοῦ θεοῦ φωτίζεται. Ταῦτα δὲ πάντα τῷ ἑαυτοῦ προσώπῳ ὁ δίκαιος προσάπτει, διδάξαι προ‐ ελόμενος τοὺς μὴ ὀρθὴν περὶ θεοῦ διάληψιν ἔχοντας ὅτι διαδράναι θεὸν οὐκ326 in vol. 2
20ἔστιν. εἰσὶ γὰρ οἱ ταῦτα περὶ θεοῦ διανοούμενοι, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν Μὴ κρυβήσεταί τις ἐν κρυφαίοις, κἀγὼ οὐκ ὄψομαι αὐτόν; πᾶσι γὰρ ἐγγίζων θεός εἰμι καὶ οὐ θεὸς πόρρωθεν. ταύτης τῆς κακοδοξίας πατὴρ γέγονε Κάϊν εἰπὼν πρὸς θεὸν Εἰ ἐκβάλλῃς με ἀπὸ προσώπου τῆς γῆς σήμερον, καὶ ἀπὸ προσώπου σου κρυβήσομαι. καὶ ἕτερος δὲ δι’ ὑπερβάλλουσαν ἠλιθιότητα ἐν ἀφεγγεῖ καὶ
25ζοφερῷ οἴκῳ καὶ νυκτὶ ἁμαρτάνων, Σκότος καλύπτει με πάντοθεν, εἶπε, καὶ οἱ τοῖχοί με καλύπτουσι· τίς με ὁρᾷ; τῶν ἁμαρτιῶν μου οὐ μνησθήσεται ὁ ὕψιστος· μονονουχὶ λέγων Ἐπεὶ ἐν σκότῳ καὶ ἔνδον τοῦ οἴκου ἁμαρτάνω οὐδενὸς παρόντος, λανθάνω πάντας οὐδ’ αὐτὸς ὁ ὕψιστος εἰδείη τὰς ἁμαρτίας μου.
30 Ἐπίστησον δὲ εἰ καὶ περαιτέρω τῆς περὶ σκότους λέξεως γενόμενός τις δυνήσεται μυστήρια θεάσασθαι, ἵν’ ᾖ τῶν λεγομένων ἡ διαίρεσις τοιαύτη· ἆρά γε δυνήσομαι θεὸν φυγεῖν πονηρὸς καὶ φαῦλος γεγονώς, ὡς ὑπὸ τὸ σκότος γενέσθαι ἐπὶ τῷ καταπατεῖσθαι ὑπ’ αὐτοῦ; ἀλλὰ τοῦτο διανοηθεὶς εὐθέως ἔγνων ὅτι καὶ ἡ νὺξ φωτίζεται ἐν τῇ ἡμέρᾳ τουτέστι τοῦ λογικοῦ ζῴου
35τρυφῇ· εὐωχία γὰρ ἀληθῶς καὶ κατάλληλος τῷ λογικῷ ζῴῳ τρυφὴ ὁ ἐξ ἀρετῆς καὶ γνώσεως φωτισμός. κἂν οὖν ὑπὸ σκότους γένωμαι νυκτὸς καὶ σκότους σπουδάσας υἱὸς εἶναι δι’ ὧν πράττω καὶ φρονῶ κακῶς, ἀλλ’ οὖν ἐπεὶ τὸ σκότος οὐ σκοτίζεται ὑπ’ αὐτοῦ θεοῦ καταυγάζοντος τὰ πάντα ᾗ φησιν ὁ λόγος Ὁ θεὸς ὁ εἰπὼν Ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς
40καρδίαις τῶν ἀνθρώπων πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ, νὺξ ὡς ἡμέρα φωτισθήσεται, τοῦ μεταβάντος ἐξ ἀγνοίας καὶ κακίας λέξοντος Οὐκ ἔτι εἰμὶ υἱὸς σκότους καὶ νυκτὸς ἀλλὰ φωτὸς καὶ ἡμέρας. Διὰ τοῦτο δὲ νὺξ ὡς ἡμέρα φωτισθήσεται, ἐπείπερ ὡς τὸ σκότος αὐτῆς οὕτω καὶ τὸ φῶς αὐτῆς. ἐπεὶ γὰρ τὸ σκότος προαιρετικῶς ἀλλ’ οὐ κατὰ
45φύσιν ἔχει (οὐδεὶς γὰρ ἐκ κατασκευῆς κακός ἐστιν), οὕτω καὶ τὴν ἀρετὴν ἔχει· μηδεμίαν δὲ χώραν φυγῆς εὑρὼν εἰς ἑαυτὸν στραφείς φησιν Οὐ θαυμαστὸν εἰ γενόμενος 〈κακὸσ〉 μακρυνθῆναί σου οὐ δύναμαι, ὁπότε καὶ τοὺς νεφρούς μου αὐτοὺς κέκτησαι, θεὸς ὢν νεφροὺς καὶ καρδίαν ἐτάζων· εἰ γὰρ τῶν κρυπτῶν μου γνώστης ἅτε τοὺς νεφρούς μου κεκτημένος εἶ, ἐν ὁποίῳ

1215

(50)

μέρει τοῦ κόσμου ἐὰν γένωμαι, ὡς παρόντος μου γνῶσιν ἔχεις· εἰ γὰρ καὶ ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου, ἐν κοιλίᾳ πλάσας με καὶ ἐπιθείς μοι τὴν χεῖρά σου. εἶτ’ ἐπεὶ διὰ πάντων τῶν προειρημένων φοβερῶς ἐθαυμαστώθης (μετὰ φόβου γὰρ ἐθαύμασα πάντα ἃ περὶ σοῦ διείληφα), εἰς εὐχαριστίαν
τρεπόμενός φημι Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης.327 in vol. 2

1216

(n)

Ps 138,14b.15
1 Κέκτηται ὁ θεὸς τοὺς νεφροὺς τοῦ κατορθώσαντος τὴν ἐν σωφροσύνῃ καθαρότητα. ὁ τοίνυν ἀγαμίᾳ σχολάζων, τῷ θεῷ τοὺς ἑαυτοῦ νεφροὺς καταγράψας, ἐρεῖ Σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε· μεθ’ ὃ κατόρθωμα γνῶσιν ἔχων πάντων τῶν θαυμαστῶν ἔργων αὐτοῦ τῶν τῆς δημιουργίας καὶ
5προνοίας καὶ παραδοξοποιΐας, Θαυμάσια, ἔφη, τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. τὸ Σφόδρα ἢ ἐπὶ τὴν γνῶσιν τῆς ψυχῆς ἢ ἐπὶ τὰ θαυμάσια ἀναφέρεται. Καὶ τὸ ὀστοῦν μου, φησίν, ὃ ἐν κρυφῇ πεποίηκας ὡς μηδένα τούτου τὴν σύμπηξιν εἰδέναι, ἀπὸ σοῦ οὐ κέκρυπται· πῶς γὰρ καὶ οἷόν τέ σου ποιητοῦ
10ὄντος ὥσπερ ὅλου τοῦ σώματος οὕτω καὶ αὐτοῦ; εἴρηται δὲ καὶ τοῖς περὶ φύσεως καὶ γενέσεως τῶν ζῴων πραγματευσαμένοις ἀόρατον εἶναι καὶ ἀκατάληπτον τὴν εἰς ὀστέον τοῦ αἵματος μεταβολήν, καίτοι τῶν ἄλλων σαρκῶν καὶ νεύρων λέγω ὅπως ποτὲ ὡς ἔχουσι γενέσεως θεωρούντων. καὶ ἡ γραφὴ δὲ τοῦ Ἐκκλησιαστοῦ παρίστησι τοῦτο οὕτω λέγουσα Ὡς ὀστᾶ ἐν γαστρὶ
15τῆς κυοφορούσης, οὕτως οὐ γνώσῃ ποιήματα τοῦ θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ οὐδὲ ἡ ὑπόστασίς μου, ἐν τοῖς κατωτάτοις τῆς γῆς φθάσασα· οὐδὲ γὰρ ἡ ψυχὴ ἐν ᾅδῃ γεγενημένη οὐδ’ αὐτὸ σῶμα κατορωρυγμένον καὶ εἰς γῆν διαλυθὲν διαφεύγει τὴν θεωρίαν σου.

1217

(n)

Ps 138,16
1 Διὰ τῶν προεκτεθέντων θεολογήσας ὀφθαλμοῖς προφητικοῖς καὶ τὴν κυριακὴν ἐπιδημίαν ἑωρακέναι φησίν, ὡς ἐκ τῆς παρθένου γεγένηται. ὁ γὰρ ἐκ τῆς παρθένου Μαρίας γεγονὼς τόκος ἀκατέργαστος εἴη, μὴ συστὰς ἐκ τῆς μεμελετημένης ἐκ συνδυασμοῦ κατεργασίας ἀλλ’ ἐκ πνεύματος ἁγίου
5ὑπάρχων. οὕτω νοοῦσί τινες τὸ ἐν τῷ Δανιὴλ εἰρημένον περὶ τοῦ ἄνευ χειρῶν τετμῆσθαι ἐξ ὄρους λίθον. Τούτου αὐτοῦ ἀκατεργάστου φανέντος, ἀκολούθως σωτηρία πάντων γενήσεται, ὡς ἀξίους αὐτοὺς γενέσθαι ἐπὶ τὸ βιβλίον γραφῆναι τοῦ θεοῦ. ἀλλ’ ἐπεὶ κἀκεῖνο ἀκατέργαστον εἶναι δύναται, τὸ πεφυκὸς μὲν κατεργασίαν
10δέχεσθαι, μήπω δὲ ταύτην ἐσχηκός, δύναται περὶ πάντων τῶν ἔσεσθαι μελλόντων, ποιοῦντος θεοῦ, καὶ μάλιστα τῆς τῶν νεκρῶν ἀναστάσεως εἰρῆσθαι τὸ προκείμενον, ἵν’ ᾖ τῶν λεγομένων ὁ εἱρμός. ἐπεὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς ἐστιν, οὐκ εἰς τὸ ἀεὶ δὲ οὕτως ἔχουσα διατελέσει
ἀναστάσεως νεκρῶν ἐσομένης, ταύτην πίστει καὶ ἐλπίδι προκατειληφώς328 in vol. 2
15φημι Τὸ ἀκατέργαστόν σου ἴδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· σοῦ πάντα ἐν πᾶσι γινομένου καὶ σκότους παντὸς καὶ λύπης καὶ ὀδύνης καὶ στεναγμοῦ ἐκ ποδῶν γινομένου, ἐν ἡμέρᾳ φωτεινῇ ἔσονται ἐκλάμψαντες ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. ὅθεν εἴρηται τὸ Ἡμέρας πλασθήσονται, οὐκέτι σκοτίας τῆς πλάσεως αὐτῶν
20οὔσης σπειρομένων ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ ἀλλὰ φωτεινῆς καὶ ἐν ἡμέρᾳ συνισταμένης ἐγειρομένων ἐν ἀφθαρσίᾳ καὶ δόξῃ. Ἀλλ’ ἐπεὶ οὕτως ἡμέρας πλασθέντων αὐτῶν καὶ ἐπὶ τὸ βιβλίον τοῦ θεοῦ γραφέντων πάντα ἐν πᾶσιν ὁ θεὸς ἔσται, ἐν αὐτοῖς οὐδείς ἐστι τῶν πονηρῶν καὶ τοῦ ἐξευτελίζεσθαι ἀξίων. ἢ τάχα ἔνθα τὸ πλῆθος καὶ ὁ τίς καὶ οὐδείς·
25ὅταν διὰ πολλὴν τελειότητα καὶ εἰς ἓν καὶ ταὐτότητα ἀποκαταστάντων ἀριθμὸς μηκέθ’ ὑπάρχῃ καταντησάντων πάντων εἰς τὴν ἑνότητα τοῦ πνεύματος, ὁ τίς καὶ ὁ οὐδεὶς οὐκέτι ἔσται ἐν αὐτοῖς. Φέρεται γραφὴ ἔχουσα Τὸ ἀκατέργαστόν μου ἴδοσαν οἱ ὀφθαλμοί σου. νοηθείη δὲ καὶ αὐτὴ ὡσαύτως τῷ Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ
30μακρόθεν, ἀντὶ τοῦ Τὸ ἀκατέργαστον τῶν λογισμῶν μου· πρὶν ἐπιτελέσθαι τι οἱ πάντα τὰ κρυπτὰ ὁρῶντες ὀφθαλμοί σου εἶδον. πλήρη δὲ τῶν τοιούτων τὰ Εὐαγγέλια.

1218

(n)

Ps 138,17.18a
1 Φίλοι δὲ τοῦ θεοῦ εἰσιν, ἐκ πίστεως καὶ ἀρετῆς γεγενημένοι. εἴρηται γοῦν περὶ τοῦ Ἀβραὰμ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη· καὶ περὶ Μωυσέως φησὶν Ὅτι ἐλάλησεν αὐτῷ ὁ θεὸς στόμα κατὰ στόμα ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλῆσαι πρὸς τὸν
5ἑαυτοῦ φίλον. ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν οὕτω φίλος τοῦ θεοῦ γέγονε. καὶ πρὸς τοὺς ἀποστόλους γοῦν (ταύτην ἔχουσι τὴν φιλίαν) Ἰησοῦς λέγει Ὑμῖν λέγω τοῖς φίλοις μου. τούτων δὲ καὶ αἱ ἀρχαί, ἃς παρὰ τοῦ βασιλέως Χριστοῦ ἔσχον ἐξουσίαν λαμβάνοντες ἐπάνω δέκα πόλεων ἢ ἐπάνω πέντε πόλεων, λίαν κραταιοί εἰσιν ἅτε Χριστῷ συμβασιλεύοντες.
10 Ῥηθεῖεν δ’ ἂν καὶ κατ’ ἄλλο σημαινόμενον αἱ ἀρχαὶ αὐτῶν κραταιαὶ αἱ αἰτίαι καθ’ ἅς εἰσι φίλοι θεοῦ. οὗτοι δὲ οἱ λίαν τιμηθέντες φίλοι τοῦ θεοῦ διὰ πλῆθος θεωρημάτων καὶ ἀγαθῶν ἐνεργειῶν ὧν ἔχουσιν ὑπὲρ ἄμμον πληθυνθήσονται, τουτέστιν ὑπὲρ τὰ αἰσθητὰ καὶ σωματικά. ἐπεὶ γὰρ οἱ τῶν ὑλικῶν ἑταῖροι περὶ τὴν ἄμμον ἢ ὑπὸ ταύτην τυγχάνουσιν ὡς τὸν θεμέλιον
15τῆς οἰκοδομῆς αὐτῶν ῥᾷστα καταπεσουμένης ἐπὶ ταύτης ἱδρῦσθαι ἢ ὑπὸ
ταύτην κατορύσσεσθαι, ὧν σύμβολον φέρει ὁ ὑπὸ Μωυσέως παταχθεὶς Αἰγύπτιος ὑπὸ τὴν ἄμμον χωσθείς, ἀνάγκη τοὺς ὑπερκόσμιον διάθεσιν λαμβάνοντας ὑπὲρ τὴν ἄμμον εἶναι ἀξίους τοῦ ἀριθμεῖσθαι παρὰ θεοῦ ὑπάρχοντας.329 in vol. 2

1219

(n)

Ps 138,21.22
1 Τοῦ αὐτοῦ ἂν εἴη καὶ τὸ ἀποδέχεσθαι καὶ τιμᾶν τοὺς φίλους τοῦ θεοῦ καὶ μισεῖν τοὺς μισοῦντας αὐτὸν καὶ ἐχθροὺς λογίζεσθαι τῷ ἀσεβῆ καὶ ἄθεα περὶ θεοῦ φρονεῖν. πῶς γὰρ οὐκ ἐχθροὶ θεοῦ οἱ διαστρέφοντες ἀπὸ τῆς ἀληθείας τοὺς ἀπατωμένους, τοῦ θεοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς
5ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Τέλειον δὲ μῖσός ἐστι κατὰ τῶν τοιούτων, ὅταν μὴ ἄλλου χάριν ἀλλ’ ἢ τοῦ ἐχθροὺς αὐτοὺς εἶναι τοῦ θεοῦ μισεῖ τις αὐτούς. καὶ ὥσπερ τελείαν ἀγάπην τις ἔχει πρὸς τὸ ἀγαθὸν μὴ ἄλλου του χάριν ἀλλ’ αὐτοῦ ἕνεκα ποθῶν αὐτό, οὕτως ὁ μισῶν διαφόρους θεοῦ μὴ ἄλλου του χάριν ἀλλ’ ἢ ὅτι ἐχθροὶ
10τοῦ θεοῦ εἰσιν, ἐκτηκόμενος ἐπ’ αὐτοῖς κατὰ τὸν λέγοντα προφήτην Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ἀνθ’ ὧν κατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ.

1220

(n)

Ps 139,2—4
1 Ἄνθρωπος πονηρὸς ὁ δολερὸς καὶ ἀπατεών ἐστιν, ἀνὴρ δὲ ἄδικος ὁ τοῦτον ὑπεραναβεβηκὼς ἐν κακίᾳ ὡς διὰ τοῦ πανουργεύεσθαι καὶ ῥᾳδιουργεῖν ἀδικεῖν σπεύδειν τὴν λογικὴν φύσιν ἐξ ἀρετῆς εἰς κακίαν πανουργίᾳ τινι πειρώμενος μεταβιβάζειν. ἀπ’ ἀμφοτέρων σωθῆναι βουλόμενος ὁ τὰ προκείμενα φάσκων
5θεὸν παρακαλεῖ, ἐπείπερ κατ’ αὐτοῦ ἀδικίαν ἐλογίσαντο κρύπτοντες αὐτὴν ἐν καρδίᾳ ἑαυτῶν, ὅπως διὰ τοῦ λανθάνειν ὅτι εἰσὶ τοιοῦτοι παγιδεῦσαι αὐτὸν δυνηθῶσι πολεμίως καὶ ἀντικειμένως πρὸς αὐτὸν ἱστάμενοι δι’ ὅλου τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ. διὸ εἴρηται Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, οὐδένα καιρὸν εἰρήνης καὶ ἀναπαύσεως ἔχοντες ἀντὶ ξίφους ἀκονήσαντες τὴν
10γλῶσσαν ἑαυτῶν ἐπὶ τῷ ἀπατηλὸν καὶ τρῶσαι δυνάμενον λόγον προφέρειν μιμήσει τῇ πρὸς τὸν ὄφιν τὸν φθείραντα τὴν Εὔαν ἐν τῇ πανουργίᾳ ἑαυτοῦ. ὅθεν καὶ ὑπὸ τὰ χείλη ἑαυτῶν, τουτέστι τὴν προφοράν, δηλητηρίῳ ἐοικότα ἔχουσι νοήματα ὑποβληθέντα αὐτοῖς ὑπὸ δυνάμεων πονηρῶν διὰ τὸ βλαπτικὸν καὶ ἰῶδες ἀσπίδων καλουμένων.
15 Δυνατὸν δὲ καὶ περὶ διαβόλου καὶ τῶν ἄλλων ἀοράτων ἐχθρῶν ἐκλαβεῖν ταῦτα· ἄνθρωπος γὰρ πονηρὸς καὶ ἐχθρὸς ὁ διάβολος πολλάκις εἴρηται. ἀλλὰ καὶ ὁ τῷ βουλήματι αὐτοῦ ὑπηρετούμενος ἀντίχριστος ἂν ῥηθείη.330 in vol. 2

1221

(n)

Ps 139,5.6
1 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητικὴ πρᾶξις ἀφ’ ἧς φυλαχθῆναι θεοῦ φρουροῦντος εὔχεται. καὶ πρὸς τούτοις ἀξιοῖ, ἵνα καὶ ἀπὸ τῶν ἀδικεῖν αὐτὸν τῇ προαιρέσει βουλομένων ἀνθρώπων ῥυσθῇ, ἐπείπερ διελογίσαντο διὰ λόγων καὶ ἐνθυμημάτων ἀπατηλῶν ὑποσκελίσαι τὰ διαβήματα τῶν ἐν τῷ προκόπτειν
5διαβαινόντων ἐπὶ τὰ κρείττω. Δυνατὸν ἐν τούτοις ἐκλαμβάνειν ἁμαρτωλὸν τὸν διάβολον, ἀνθρώπους δὲ ἀδίκους ἤτοι τοὺς πονηροὺς ἀγγέλους αὐτοῦ ἢ εἰς οὓς ἐνεργεῖ ἀνθρώπους εἰς τὸ ψυχὰς ἀδικεῖν. οὗτοι δ’ ἂν εἶεν καὶ ὑπερήφανοι σοφίαν ἔχοντες ἀπατηλήν, ἣν οὐ προφανῶς προφέρουσιν ἀλλὰ κρύπτουσιν αὐτὴν ὡς παγίδα ὑπὸ τοὺς
10σοφιστικοὺς αὐτῶν λόγους. ἀλλὰ καὶ σχοινία ἤτοι τὰς πολυπλόκους αὐτῶν πονηρίας ἢ τοὺς συντιθεμένους καὶ περιπλεκομένους ὑπ’ αὐτῶν σοφιστικοὺς λόγους διατείνουσιν ἐπὶ τῷ συλλαβεῖν τοὺς πόδας τῶν ὀρθῶς βαδιζόντων, λογιζόμενοι διὰ τούτων τῶν σχοινίων ὑποσκελίσαι τὰ διαβήματα τῶν 〈ἀπροο〉‐ ράτως ἐχόντων ἃ τιθέασι καὶ ἐχόμενα ἧς τις ἔτριψεν ὁδοῦ.
15 Προσκόμματα ἃ καὶ σκάνδαλα εἶπε λογισμοὶ δέ εἰσιν οὗτοι ὑποβαλλόμενοι τοῖς καλῶς καὶ κατ’ ἀρετὴν ὁδεύειν προαιρουμένοις. ἀλλ’ ὁ γνοὺς ἑαυτὸν ὅτι οὐκ αὐτάρκης ἐστὶ πρὸς τὸ ἀβλαβὴς ἀπὸ τῶν τοσούτων διαμεῖναι πρὸς θεὸν καταφεύγων δύναμιν ἀπαιτεῖ· διὸ καὶ ἀπαγγέλλει τὰ περιεστηκότα αὐτόν.

1222

(n)

Ps 139,7.8
1 Ὁ οἰκειωθεὶς πράξει καὶ φρονήσει πρακτικῶς ἐρεῖ αὐτῷ Θεός μου εἶ σύ, καὶ ἀξιοῖ, ὅπως ἐνωτίσηται τὴν φωνὴν τῆς δεήσεως αὐτοῦ δεχόμενος αὐτὴν εἰς τὰ ὦτα αὐτοῦ. καὶ γὰρ ἀληθῶς φησιν Ὦ τοῦ παντὸς κύριε, κἀμοῦ κύριος εἶ δουλεύοντός σοι· ὅθεν καὶ δύναμις τῆς σωτηρίας μου εἶ. τῆς γὰρ ἀληθῶς
5καὶ ἁπτομένης σωτηρίας τοῦ ἔσω ἀνθρώπου δύναμις ὑπάρχεις τῷ ἀμήχανον σωτηρίας ἔχειν μὴ γενόμενον ἐν σοί. σῴζεται δέ μοι ὁμοιότης κατ’ εἰκόνα καὶ ὁμοιότητα τὴν σὴν γεγενημένῳ τοῦ μετασχεῖν τῆς σῆς ἁγιότητος δι’ ἣν
καὶ σωτηρίαν ἕξω. καὶ αὐτὸ δὲ τὸ εὐαγγέλιον δύναμις θεοῦ εἰς σωτηρίαν πρὸς τοῦ ἀποστόλου γράφεται τῷ τὸν ἐν τῷ εὐαγγελίῳ γενόμενον ἤδη τὴν331 in vol. 2
10δύναμιν τῆς σωτηρίας ἔχειν, ἣν σχοίη καὶ κατ’ ἐνέργειαν εὐαγγελικῶς φρονῶν καὶ πολιτευόμενος. Τυγχάνων δὲ δύναμις τῆς σωτηρίας μου, ὦ δέσποτα, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου, ἐπὶ τὴν νοητὴν κεφαλήν μου. πείσομαι γοῦν οὐδὲν χαλεπὸν ὑπὸ τῶν ἀοράτως πολεμούντων ἐχθρῶν ἐν τῇ ἡμέρᾳ,
15τουτέστιν ἐν τῇ παρεκτάσει τῇ χρονικῇ τοῦ βίου τούτου. μαρτυρία τοῦ νοητὴν εἶναι κεφαλὴν τὸ Εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ.

1223

(n)

Ps 139,9a
1 Ὁ ἁμαρτωλὸς διάβολος παραλαμβάνει τοὺς ἀποτελοῦντας τὴν ἁμαρτίαν, ἐξ αὐτοῦ τοῦ ποιεῖν τὸ κακὸν ὑποχειρίους αὐτοὺς ἔχων. ἄδηλον δὲ εἰ καὶ τῶν ἐπιθυμίᾳ τινὶ τῶν αἰσχρῶν γεγενημένων κρατεῖ. εἰ γάρ τις ἐξελκυσθείη ἐκ τῆς ἐπιθυμίας ἐπὶ πρακτικὴν ἁμαρτίαν, εὐθὺς ὑπ’ αὐτῷ γίνεται· εἰ δ’ ἐμβλέψας
5γυναικὶ πρὸς ἐπιθυμίαν ἐπισχοίη λογισμῷ τὴν ὄρεξιν ὥστε μηδὲν ἐπιτελέσαι τῶν ὀρεκτῶν, οὐ γενήσεται πρὸς τὸν προκείμενον ἁμαρτωλόν. εὔχεται τοίνυν τῷ κυρίῳ ἀπὸ μόνης ἐπιθυμίας μὴ προσπαραλαβούσης τὴν πρᾶξιν τοῦ ὀρεκτοῦ μὴ παραδοθῆναι τῷ ἁμαρτωλῷ μηδὲ περαιτέρω χωρεῖν νικηθέντα ὑπ’ αὐτῆς ἀλλ’ ἀεὶ κωλύειν τῷ παρὰ σοῦ βελτίονι λογισμῷ.
10 Λεκτέον δὲ καὶ οὕτως· ἐπεὶ δικαίῳ τυγχάνοντί μοι πᾶσα ἀγαθὴ ἐπιθυμία πάρεστι, μὴ τοιοῦτος γενοίμην ὡς ἀπὸ τῆς τοιαύτης ἐπιθυμίας ἐκπεσεῖν καὶ παραδοθῆναι τῷ ἁμαρτωλῷ ἁμαρτητικῶς ἐνεργηκότα.

1224

(n)

Ps 139,9b
1 Ἵνα μὴ κατ’ ἐμοῦ πολλὰ διαλογισάμενοι δυνηθῶσι, μὴ ἐγκαταλείψεις με φυλάττων με ἐν σκέπει τῶν πτερύγων σου καὶ ὑπὸ τὴν χεῖρα τὴν κραταιάν σου, ἀφ’ ἧς οὐδεὶς δύναται ἁρπάσαι ἢ ἐπαρθῆναι ἀλαζονικῶς κατ’ ἐμοῦ ὡς
ἁλόντος ὑπ’ αὐτοῦ.332 in vol. 2

1225

(n)

Ps 139,12a
1 Γλωσσώδη τὸν μάχιμον καὶ λοίδορον ἔοικε λέγειν. οὐδεὶς γὰρ τῶν τοιούτων ὅσον ἐστὶν ἐν τῇ γεώδει προαιρέσει κατευθυνθῆναι δύναται, ἀεὶ στρεβλούμενος ἐκ τοῦ μάχιμος εἶναι· φιλαμαρτημόνων γὰρ τῷ χαίρειν μάχαις καὶ ὕβρεσι καὶ λοιδορίαις. διὸ καὶ τὸ κατευθύνεσθαι ὑπὸ ἀρετῆς οὐ δυνατὸν ἔχειν τὸν τοιοῦτον.

1226

(n)

Ps 139,12b
1 Ἄδικος δὲ λέγεται ὁ κατὰ πάντα φαῦλος. διαφθορὰν δὲ τάχα τὴν χειρίστην ἕξιν λέγει εἰς ἣν θηρεύουσιν αἱ πολλαχῶς ἐπιτελούμεναι κακαὶ πράξεις. ὅτι δὲ ἡ τιμωρία διαφθορά, παρίσταται ἐκ τοῦ Τῇ διαφθορᾷ σου, Ἱερουσαλήμ, τίς βοηθήσει; ὅτι δὲ καὶ ἡ χειρίστη διάθεσις, ἐκ τοῦ Ἕνεκεν ἀκαθαρσίας
5διαφθαρήσεται φθορᾷ, ὡς δηλοῦται ἐκ τοῦ Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.

1227

(n)

Ps 139,13.14
1 Κρίσιν δέ φησι τὴν ἐξέτασιν τῶν πράξεων καὶ προθέσεων, δίκην δὲ τὴν ἀνταπόδοσιν τοῦ κατ’ ἀξίαν. εἰ δὲ καὶ ἐκ παραλλήλου τὸ αὐτὸ ὑποκείμενον ὑπ’ ἀμφοτέρων τῶν λέξεων σημαίνεται, καὶ αὐτὸς ἐξέτασον. τὰ δ’ αὐτὰ ῥητέον καὶ περὶ πτωχοῦ καὶ πένητος· ἤτοι γὰρ κατὰ τοῦ αὐτοῦ ἀμφότερα τὰ ὀνόματα
5λαβεῖν δεῖ ἢ κατὰ διαφόρων πραγμάτων, ὡς πτωχὸν μὲν εἶναι τὸν σφόδρα πλούτου ἀποπεσόντα (Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν), πένητα δὲ τὸν μήπω ἐκ περιουσίας ἀλλ’ ἐκ τοῦ πονεῖν ἔχοντα τὰ ἀναγκαίως πρὸς τὸ ζῆν συντείνοντα. Ἐξομολογοῦνται δὲ οἱ δίκαιοι ἤτοι ὅτι ἐκτὸς αὐτοὶ τοῦ τοιούτοις ὑποπεσεῖν
10γεγένηνται ἢ ὅτι οἱ προσπολεμήσαντες καὶ πολλὰ πορθήσαντες αὐτοὺς ὑπεβλήθησαν τοῖς ἐπιπόνοις κρίσει καὶ δίκῃ θεοῦ. πρὸς δὲ τὸ ἐξομολογεῖσθαι τοὺς δικαίους οἱ εὐθεῖς, ἄλλοι τῶν δικαίων ὄντες, κατοικήσουσιν ἐν τῷ προσώπῳ κυρίου, οὗ τῷ ὀνόματι ἐξομολογήσαντο οἱ δίκαιοι. ἄλλους δὲ τῶν δικαίων τοὺς εὐθεῖς εἶπον οὐ πάντως τῇ ὑποστάσει, ἀλλ’ ἔστιν ὅτε τῇ
15ἐπινοίᾳ μόνον, δικαίου μὲν ὄντος τοῦ κατορθοῦντος τὰς ἠθικὰς ἀρετάς,
εὐθοῦς δὲ τοῦ τὴν θεωρίαν τῆς ἀληθείας ἐσχηκότος. ἢ τάχα δίκαιος εἶναι δύναται ὁ ὅπως ποτὲ πράττων τὰ ἐπαινετά, πλὴν ὁ μὲν πρακτικὸς τῶν δικαίων ἐξομολογεῖται τῷ ὀνόματι τοῦ θεοῦ, ὁ δὲ εὐθὴς κατοικεῖ διὰ θεωρίας ἐν τῷ προσώπῳ τοῦ θεοῦ πόλιν καὶ οἰκίαν αὐτὸ κεκτημένος. πρόσωπον δὲ θεοῦ333 in vol. 2
20ἀποδέδεικται ὁ χαρακτὴρ τῆς ὑποστάσεως, αὐτοῦ κατοικοῦντος ἐν τούτῳ τῷ προσώπῳ παντὸς περὶ οὗ λέγεται Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Εἰ δὲ εἴη τὸ Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου, ἐξηγητέον οὕτως· ἔνθα τὸ πρόσωπόν σου οἰκήσουσι καὶ οἱ εὐθεῖς, οὐκ ἐξερχόμενοι κατὰ τὸν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἢ φεύγοντες αὐτὸ κατὰ τοὺς περὶ
25ὧν εἴρηται Καὶ ἔφυγεν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ. Ἢ οὕτως· ὅσοι εὐθεῖς τυγχάνουσι σῴζοντες τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσίν σου σύμμορφοι γεγονότες τῆς εἰκόνος τοῦ υἱοῦ σου, σὺν τούτῳ κατοικοῦσιν, ἔνθα ἂν ὁ υἱός σου τυγχάνῃ, πληρουμένου τοῦ περὶ τῶν τοιούτων ὑπὸ τοῦ
30σωτῆρος εἰρημένου Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. τοῦ δὲ ἔνθα καὶ ὅπου θεοπρεπῶς ἀλλ’ οὐ τοπικῶς ἀκουστέον.

1228

(n)

Ps 140,2b
1 Ταύτην τὴν θυσίαν προσάγει ὁ τῷ τετελειῶσθαι φθάσας ἐπὶ τὴν ἑσπέραν, τὸ πρωῒ θύοντος τοῦ τὰς αἰσθητὰς προσάγοντος κατὰ νόμον θυσίας. μεσημβρίᾳ δὲ μετὰ τοῦτον θύει ὁ μαθὼν τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον Ἔλεον θέλω ἢ θυσίαν, ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα. ἐπὶ πᾶσι δὲ προσακτέον ἑσπερινὴν
5θυσίαν τὴν τῶν προειρημένων χειρῶν ἔπαρσιν.

1229

(n)

Ps 140,3.4
1 Εἴρηταί που Ὁ προπετὴς χείλεσιν ἐγγίζει συντριβῇ, καὶ Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ἵν’ οὖν κἀγὼ μὴ παραπέσω τούτοις, Θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. πεποίηκα γὰρ τὰ ἐπ’ ἐμοὶ πάντα, πεισθεὶς τῇ προτροπῇ τοῦ εἰπόντος Τοῖς
5λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν. οὐ πᾶσι γὰρ τὸ λαλεῖν ὥσπερ οὐδὲ τὸ σιωπᾶν συμφέρει· τῷ γὰρ δυναμένῳ ἀνοίγειν τὸ στόμα λόγῳ θεοῦ οὐ
καθήκει σιωπᾶν, τῷ δὲ προφερομένῳ ῥῆμα ἀργὸν καὶ τοὺς καταδικάζοντας λόγους πρὸς ἀγαθοῦ ἔσται ἡ σιωπή. οἶδε διαφορὰν τῶν σιωπὴν ἀγόντων ὁ λέγων Ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει334 in vol. 2
10ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν. ὁ γὰρ ἐπιστήμην ἔχων καιροῦ τοῦ εἰπεῖν καὶ καιροῦ καθ’ ὃν οὐ δεῖ τι λέγειν αἰτήσοιτο φρουρὰν καὶ θύραν τῷ στόματι καὶ τοῖς χείλεσιν αὐτοῦ ὑπαρχθῆναι θεόθεν, ὅπως μηδὲν ἀκαίρως προφέρῃ· καὶ ὁ μὴ ἔχων πρὸς τὰς προαγομένας ἐρωτήσεις ἀποκρίνασθαι παρακαλείτω, ὅπως ἐχέθυμος εἶναι πρὸς θεοῦ ἀποδειχθεὶς μὴ ἕτερα ἀνθ’
15ἑτέρων ἀποκρίνεσθαι· ἔτι μὴν καὶ ὁ διὰ τοῦ σιωπᾶν εὑρισκόμενος σοφὸς βεβαίωσιν ἐκ θεοῦ ἀπαιτείτω τῇ σιωπῇ καθ’ ἣν εὑρίσκεται σοφός. Καὶ ἐπεὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ἄνθρωποι προφάσεις πλάττουσιν ἀπολογούμενοι δῆθεν ὑπὲρ ὧν ἐνεργοῦσι κακῶς, ἐγὼ ὁ περὶ πολλῶν παρα‐ καλέσας σε, ὦ δέσποτα, ἀξιῶ καὶ ὑπὲρ τοῦ μὴ εἰς τοιαύτην διάθεσιν ἐλθεῖν,
20ὥστε ἁμαρτάνοντα εἰς λόγους πονηρίας ῥέπουσαν ἔχειν τὴν καρδίαν ἐπὶ τῷ προφασίζεσθαι ἐν ἁμαρτίαις σὺν τοῖς ἐργαζομένοις τὴν ἀνομίαν ἀνθρώποις. εἰ γὰρ τηρηθείη ἡ καρδία μου ὑπὸ τῆς σῆς φυλακῆς, οὐδὲ συνδυασθήσομαι ὑπὸ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων. ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ’ οἷς δρῶσιν κακῶς, χειρόνων
25ὄντων τῶν ἄνευ προφάσεως καὶ ἀνεπικαλύπτως ἀνομούντων. οὗτοι δέ εἰσιν οἱ μετὰ τοῦ γινώσκειν ἁμαρτάνοντες, τῶν ἄγνοιαν ἢ ἀσθένειαν προφασιζομένων προύχειν δοκούντων τῶν φανερῶς καὶ μετὰ τοῦ εἰδέναι ἀνομούντων. εἴποιεν οὖν διὰ τῶν προκειμένων ὁ εὐχόμενος Μηδεμία αἰτία, ὦ δέσποτα, ὑπάρξοι ὡς δι’ ἄγνοιαν δῆθεν ἢ βίαν ἢ ἀσθένειαν ἐκκλῖναι τὴν καρδίαν μου εἰς λόγους
30πονηρίας οὓς προενέγκοιτό τις προφασιζόμενος ἐφ’ οἷς ἁμαρτάνει, ὅπως μηδὲ ἀκολουθήσῃ τὸ συνδυᾶσαι μετὰ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων.

1230

(n)

Ps 140,5b
1 Κεφαλὴν δὲ ἐν τούτοις τὸ ἡγεμονικὸν ὡσανεὶ κεφάλαιον τῆς ψυχῆς τυγχάνον σημαίνεσθαι νομιστέον.

1231

(n)

Ps 140,5c—8a
1 Νοήσεις καὶ οὕτως· τῶν ἐκλεκτῶν τῶν ἐργαζομένων τὴν ἀνομίαν τίνες ἄλλαι εἶεν εὐδοκίαι ἢ ψευδοδοξίαι καὶ πονηραὶ διαθέσεις, ὧν εἴσω τὴν ἑαυτοῦ
προσευχὴν ἀξιοῖ γενέσθαι ἐπὶ τῷ διελεγχθείσας καθαιρεθῆναι; ἐν ταύταις γὰρ ἡ προσευχὴ αὐτοῦ οὐκ ἄλλως γίνεται ἢ αἰτουμένου θεοῦ ἀνατροπὴν καὶ335 in vol. 2
5κατάλυσιν αὐτῶν. διὸ καὶ πρὸς τὴν ἀξίωσιν αὐτοῦ ᾠκονόμησε τὸ πρᾶγμα. οἱ γὰρ κραταιοὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἀνθρώπων οἱ αὐτοὶ τυγχάνοντες τοῖς ἐκλεκτοῖς αὐτῶν κατεπόθησαν, ἐγγίσαντος αὐτοῖς τοῦ θεοῦ λόγου ὃν πέτραν πολλάκις ἡρμήνευσεν ἡ θεία γραφή. σύμβολον δὲ τοῦ νενικῆσθαι τὸ καταπίνεσθαι· οὕτω γὰρ εἴρηται καὶ τὸ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ
10τὸ Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἀλλὰ καὶ τὸ Κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων· φησὶ δὲ τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν ῥάβδους, νικῶντος τοῦ σκήπτρου τῆς θεϊκῆς ἀληθείας καὶ σοφίας τὰ σκῆπτρα τῆς φάλαγγος. Εἰ δὲ καὶ τοὺς ἄρχοντας τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους καὶ
15τῶν ἄλλων δαιμόνων τὸ στῖφος κραταιοὺς τῶν κατὰ κακίαν πεποιωμένων ἐρεῖς, καὶ οὗτοι τῷ Χριστῷ τῇ πέτρᾳ συνεγγίσαντες καταποθήσονται, ἀφανιζόμενοι καὶ τὸ μηδὲν εἶναι ἀποδεικνύμενοι τῇ παρουσίᾳ Χριστοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετοῦντος, τῶν δὲ αἰσθητῶν σπερμάτων χρῃζόντων εἰς ἀροτριαθεῖσαν καὶ σχισθεῖαν γῆν
20καταβληθῆναι ἐπὶ τῷ εἰς τὴν γῆν κρυβέντα τὰς ῥίζας εἰς βάθος βαλεῖν. οὕτως γὰρ καὶ καρποφορῆσαι ἀσφαλῶς στηριχθέντα ταῖς ῥίζαις δυνήσεται τὰ τῶν ἁγίων ῥήματα ἃ θεόθεν ἔσχον τυγχάνοντα σπέρματα πνευματικά. τοσαύτην ἔχει δύναμιν ὡς μὴ μόνον ῥιζῶσαι καὶ καρποφορῆσαι ἀλλὰ καὶ τὴν ἀρότρου χρείαν ἀποπληροῦν· παντοδύναμα γὰρ ὄντα ἀρδεύσει, ἀροτριάσει τὴν γῆν
25καὶ πάντα ποιήσει ὅσα ἐνέργεια γεωργικὴ πράξει, ἵνα μετὰ τοῦτο ῥιζώσαντα τὰ τῆς εὐσεβείας καὶ τῆς λοιπῆς ἀρετῆς πληρέστατα ἀποδῷ γενήματα. ἀληθῶς γὰρ τὰ ῥήματα ταῦτα οὕτως ἐστὶ δυνατὰ ὡς τὰς παχυνθείσας καὶ λιθωθείσας διανοίας διαρρηγνῦναι ἐπὶ τῷ διαδύντα διὰ κατανύξεως ῥιζῶσαι, ἀφ’ ἧς ὡς ἀπὸ ἀσφαλοῦς ῥίζης ἀποδοθήσεται ὁ διὰ πράξεων καὶ νοημάτων
30ἀρίστων καρπός. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ οὕτως ἔχουσα· Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. οὗτοι δέ εἰσιν οἱ δι’ ἐξετάσεως καὶ διαιρέσεως ὧν μετέρχονται λόγων κρίνοντες δῆθεν τὰ πράγματα· οἵτινες οὐχ ἕτεροι τῶν κραταιῶν ὄντες ἐχόμενα τῆς πέτρας γινόμενοι καταπίνονται, τῶν κηρύκων
35τῆς ἀληθείας οὐ καταπινομένων ἀλλ’ ἑστηκότων ἐπ’ αὐτῆς καὶ ὑψουμένων (Ἔστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ Ἐν πέτρᾳ ὕψωσέ με) καὶ προσέτι καὶ πινόντων ἀπ’ αὐτῆς· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὀστᾶ δὲ ψυχῆς ῥητέον τὰς ψυχῆς δυνάμεις καθὰ εἴρηται. ταῦτα εἰ μὲν
40κατωρθωμένως ἐπιτελοῖντο ὑμνοῦντα θεὸν ἐρεῖ Κύριε κύριε τίς ὅμοιός σοι; εἰ δ’ ἁμαρτάνοιεν καὶ διαστρέφοιντο δι’ αὐτοῦ τοῦ κατὰ κακίαν ἐνεργεῖν, πᾶσαν συμφωνίαν καὶ ἑνότητα ἀποβάλλουσαι διασκεδάννυνται οὐχ ὅπου
ἔτυχεν ἀλλ’ ἔνθα τὸ χωρίον τῶν νεκρωθεισῶν ψυχῶν. ἀλλ’ οὖν εἰ καὶ τοῦτο ἐξ ἀπροσεξίας ὑπῆρκται, ἀλλὰ καὶ δυνατὸν τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς336 in vol. 2
45ἆραι πρὸς τὸν κύριον τὸν δυνάμενον εἰς ταὐτὸν συναγαγεῖν τὰ διασκορπισθέντα παρὰ τὸν ᾅδην ἡρμηνευμένα ὀστᾶ ὥστε ἕκαστον ἑκάστῳ, καὶ ὡς ἡ γραφὴ εἶπεν Ἑκάτερον ἑκατέρῳ, ἀποδοῦναι τῇ οἰκείᾳ ἁρμονίᾳ. Εὖ δὲ καὶ τὸ πληθυντικῶς ἐπὶ τοῦ διασκορπισμοῦ φάναι (Διεσκορπίσθη γὰρ τὰ ὀστᾶ ἡμῶν), ἑνικῶς εἰρημένου τοῦ σωτηριώδους· οὐ γὰρ εἴρηται Ὅτι πρὸς

1231

(50)

σέ, κύριε κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, ἀλλ’ Οἱ ὀφθαλμοί μου. ὁτὲ γὰρ πρὸς κύριον τὸ νεῦμα 〈ἑνότης τῶν〉 πρὸς αὐτὸν ὁρώντων, ὁτὲ δὲ κακία καὶ τῶν ὀστῶν διασκορπισμὸς πλῆθος, λέγοντες οἱ ταῦτα παθόντες. παραβαλεῖς τούτοις καὶ τὴν πρώτην πρὸς τὸν Ἀδὰμ θεοῦ ἐντολήν, ἐπὶ μὲν τῆς προστάξεως τὸ ἑνικόν, ἐπὶ δὲ τῆς ἀπαγορεύσεως τὸ πληθυντικὸν ἔχουσαν· Καὶ ἐνετείλατο γάρ φησι
55κύριος ὁ θεὸς τῷ Ἀδάμ Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγετε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, εἶπεν. εἰ δὲ ἐν τῇ δεκαλόγῳ καὶ αἱ προστάξεις καὶ ἀπαγορεύσεις ἑνικῶς ἐξηνέχθησαν, οὐκ ἀθετεῖται τὰ ἔναγχος ῥηθέντα· καὶ ταῦτα γὰρ οἰκείας ἐξηγήσεως κατὰ
60καιρὸν τεύξεται.

1232

(n)

Ps 140,8b.9
1 Πρὸς σέ, ὦ κύριε, ἦρα τοὺς ὀφθαλμούς μου, ἐλπίσας ἐπὶ σέ· διὸ μὴ ἀντανέλῃς τὴν ψυχήν μου, ὡς τέλεον αὐτὴν ἐκπεσεῖν. εἰ γὰρ καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἑκάστου ἡμῶν παρὰ τὸν ᾅδην, ἀλλ’ οὖν ἐλπίζω ὅτι συνάξας ἀποκαταστήσεις αὐτὰ τῇ οἰκείᾳ συμφωνίᾳ καὶ ἁρμονίᾳ· οὗ γενομένου τῇ σῇ
5ἀγαθότητι, οὐ μόνον οὐκ ἀναιρεθήσεται ἡ ψυχή μου ἀλλὰ καὶ σωθήσεται, σου φυλάττοντός με ἀφ’ ἧς συνεστήσαντό μοι παγίδος. οὐκ ἐκ μόνης δὲ ταύτης ἀλλὰ καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν φυλάξεις με. Καὶ τάχα παγὶς μὲν συνισταμένη μοι πρὸς τῶν πονηρῶν ἡ κατὰ ψευδο‐ δοξίαν ἀπάτη ἐστί, τὸ δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν σκάνδαλον ἡ ἠθικὴ
10κακία, τοῦ ἀβεβαίου σκανδαλιζομένου, ὅταν πλείονας ὁρᾷ ἀνομοῦντας· τούτου μαρτύριον τὸ Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν φυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἀπόδειξις τοῦ καὶ τὴν συσταθεῖσαν ἀπατηλῶς παγίδα τὴν ψευδώνυμον εἶναι γνῶσιν ἐκ τοῦ Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ
κρύψαι παγίδας.337 in vol. 2

1233

(n)

Ps 140,10
1 Εἰ μὲν περὶ τοῦ διαβόλου λέγοιτο, ἐξήγησις ἔσται τοιαύτη· ἀμφίβληστρον ἔχει ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν πεπλεγμένον ἐκ τῶν ποικίλων αὐτοῦ νοημάτων πάντων τυγχανόντων δεινῶν πρὸς τὸ ἀπατῆσαι, ᾧ περιβάλλων τοὺς ἀνθρώπους δι’ ἁμαρτίας εἰς πτῶμα φέρει, ὡς εὐθὺς αὐτοὺς ἁμαρτωλοὺς ἀποδείκνυσθαι,
5μόνων ἐκφευγόντων αὐτὸ τῶν δυναμένων εἰπεῖν Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ὅθεν καὶ πολλοὺς ἀγρεύσας θεοποιῶν τὰ δίκτυα, οἷς πρὸς θήραν τῶν ἠπατημένων ἐχρήσατο θεοῦ ἐπὶ σαγήνῃ καὶ θυμίᾳ τῷ ἀμφιβλήστρῳ ὡς ἐν τῷ προφήτῃ γέγραπται. Ἀλλ’ εἰ καὶ πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί, ἀλλ’ ἐγὼ
10πάντων ἀναχωρήσας τῶν ὑλικῶν κατὰ μόνας εἰμί, ἕως ἂν παρέλθω τὸν ἐπίκηρον βίον καὶ τῶν κακῶν τὸ πλῆθος καὶ κολληθῶ τῷ κυρίῳ ἐπὶ τῷ ἓν πνεῦμα πρὸς αὐτὸν γενέσθαι.

1234

(n)

Ps 141,5
1 Οὐδεὶς ἐπιγινώσκεται τὸ σοφὸν τῶν ὑλικῶν καὶ ἠλιθίων, ἐπεὶ περὶ τοῦ σοφοῦ καὶ τῆς σοφίας διάληψιν οὐδὲ τὴν ἀρχὴν ἔχουσι, μόνων τῶν σοφῶν ἐπιγινωσκόντων ἑαυτούς τε καὶ τοὺς παραπλησίους. ἐπεὶ οὖν, φησίν, οὐκ ἦν ὁ ἐπιγινώσκων με, ἐγὼ κατενόουν εἰς τὰ δεξιὰ οἷς ἐπιβλέπω πρότερον
5ἐσχηκὼς αὐτῶν κατανόησιν, ἵνα ἔτι σοφωτέρου μου γεγενημένου ἔτι μᾶλλον ἡ καρδία μου εἰς δεξιὰν ἔλθοι οὐδὲν αἰσθητὸν ἔτι ἀλλὰ πάντα νοητὰ θεωροῦσα. καὶ ἐπεὶ πᾶς ὁ ἁμαρτάνων φεύγει θεόν, ὡς παρίσταται ἐκ τοῦ μετὰ παράβασιν λέγεσθαι Καὶ ἔφυγον ἀπὸ προσώπου τοῦ θεοῦ ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ὁ μηκέτι ἁμαρτάνων ἀλλὰ κατορθώσας ἀναμαρτησίαν
10ἐρεῖ Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, τουτέστιν ἀπώλετο ἀπ’ ἐμοῦ κακία εἰς ἣν κρύπτονται καὶ χωροῦσιν οἱ φεύγοντες θεόν. διὸ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, φανερωθεῖσαν θεῷ καὶ παραστᾶσαν ἐνώπιον αὐτοῦ. ζητήσεως δ’ ἐπίτασιν δηλοῖ τὸ Ἐκζητῶν· ζητεῖται καὶ ἐκζητεῖται τὸ ἀπολωλός. ταὐτὸν δὲ τὸ ἀπολωλέναι καὶ πεφευγέναι. καὶ ὁ ἐν κακίᾳ δὲ
15γεγονὼς ὅτε μετανοεῖν ἄρχεται φεύγει ταύτην· Φεύγετε γάρ φησι τὴν εἰδωλολατρείαν, καὶ Ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπ’ ἁμαρτίας. καὶ ἐπιτείνει γε τὴν φυγὴν ὁσημέραι διὰ προκοπῆς μακρυνόμενος ἧς καταλέλοιπεν ἕξεως ὡς ἐπὶ τὴν ἀκραιφνεστάτην ἀρετὴν ἐλθεῖν, στὰς λοιπὸν ἐν τῷ ἀγαθῷ βεβαίως ἐρεῖ τὸ Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ· οὐκέτι γὰρ ἔχω διώκουσαν
20ἁμαρτίαν οὐδὲ τὸν ἐκζητοῦντα τὴν ψυχήν μου γενομένην ἐν τῷ φρουρίῳ
τῆς εὐσεβείας.338 in vol. 2

1235

(n)

Ps 141,8a
1 Κατὰ ἀναγωγὴν δὲ ἡ κακία καὶ ἡ δυσσεβεία πᾶσα ὥσπερ φρουρά τις ἔνδον τὰς ψυχὰς περιλαβοῦσα κατεῖχεν· ἀφ’ ἧς φυλακῆς ἑκάστη ἀναπέμπει τὴν προκειμένην εὐχήν, ὡς ἐπινεύσαντα τὸν κύριον ἐληλυθέναι ἐπὶ τῷ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.

1236

(n)

Ps 142,1.2
1 Ὁ μὲν τρίτος ψαλμὸς ἐπιγέγραπται Ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, ἐνταῦθα δὲ Ὅτε αὐτὸν ὁ υἱὸς αὐτοῦ κατεδίωκεν. οὐχ οὕτω δὲ δεινὸν τὸ φυγεῖν ἀπό τινος ὡς ἐκεῖνον διώκειν. ἐνδέχεται δὲ καὶ ἐξ ὑπονοίας μόνης φεύγειν, τὸ μέντοι τὸν διωκόμενον
5ἐλαύνεσθαι ἐμφαίνει τὴν ὠμότητα καὶ ἀγριότητα τοῦ διώκοντος. Φησὶν οὖν· Πολλῶν ἐπιδεὴς ὢν κατέφυγον πρὸς σέ, ἐπιστάμενος ἀκριβῶς ὅτι πληρώσεις με πάντων ὧν ἐλλειπής εἰμι ἐνωτισάμενος τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ τῷ μονογενεῖ σου γεννήματι τῷ εἰπόντι Ἐγώ εἰμι ἡ ἀλήθεια. ἢ ἐπεὶ ἐν εἰκόνι καὶ σκιᾷ τέως λατρεύω, εὔχομαι καὶ τὸ λεῖπόν μοι δοθῆναι.
10ἔστι δὲ τὸ ὑπερβῆναι τὴν τυπικὴν θεραπείαν ἐπὶ τῷ γυμνῇ τῇ ἀληθείᾳ σου προσβαλεῖν, ἵνα πνεύματι καὶ ἀληθείᾳ σοι προσκυνήσω. Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, δικαιώσας με ἐν αὐτῇ. ἡ γὰρ ἐμὴ δικαιοσύνη ὡς οὐδὲν ἐναντίον σου λογισθήσεται. διὸ καὶ ἀξιῶ, ὅπως μὴ εἰσέλθῃς εἰς κρίσιν μετ’ ἐμοῦ· εἰμὶ γάρ σου δοῦλος, καὶ κριθῆναι πρὸς σὲ
15ἢ ἐπὶ σοῦ φοβοῦμαι. ἐξετάζεις γὰρ οὐ τοὺς λόγους ἢ τὰ ἔργα μόνον ἀλλὰ καὶ τὴν πρόθεσιν ἀφ’ ἧς ταῦτα· ὅθεν τῶν ζώντων οὐδείς, κἂν ἀκροτάτην ἀρετὴν ἔχει, δικαιωθῆναι ἐνώπιόν σου δυνήσεται. πάντες γοῦν οἱ δίκαιοι συγκρίνοντες τὴν σφῶν δικαιοσύνην τῇ σῇ ἀπὸ διαθέσεως ἀληθευούσης φασὶν Ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σου·
20δικαιούμεθα δὲ δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ πίστεως Ἰησοῦ Χριστοῦ, ἔχοντες τὴν δικαιοσύνην τὴν χωρὶς νόμου φανερωθεῖσαν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Ἢ τάχα ἐπεὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, εὔχεται τελείαν πίστιν παρ’ αὐτοῦ λαβεῖν, ἵνα τύχῃ τοῦ μὴ κριθῆναι. γίνεται γὰρ ἡ κρίσις πρὸς
25ἀγαπήσαντας μᾶλλον τὸ σκότος ἢ τὸ φῶς τῷ πονηρὰ ἔργα ἔχειν. οὐκοῦν ὅταν ἐπακούσῃ ὁ θεὸς τινὶ ἐν τῇ δικαιοσύνῃ ἑαυτοῦ, οὐκ εἰσέρχεται μετ’ αὐτοῦ εἰς κρίσιν· τυγχάνει γὰρ αὐτοῦ δοῦλος, ποιῶν ταῦτα πάντα τὰ
διαταχθέντα αὐτῷ.339 in vol. 2

1237

(n)

Ps 142,3b—4a
1 Ταπεινωθῆναι εἰς γῆν ἐστι τὴν ζωήν τινος τὸ σκοπεῖν τὰ κάτω καὶ φρονεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς γὰρ μετεωρίζεται καὶ ὑψοῦται ἡ ζωὴ τῶν θησαυριζόντων ἐν οὐρανῷ κἀκεῖ τὴν καρδίαν ἔχειν, οὕτως ὁ θησαυρίζων ἐπὶ τῆς γῆς καὶ περὶ τὰ αἰσθητὰ τὴν διάνοιαν ἔχων ταπεινοῦται, εἰς γῆν τὴν ζωὴν αὐτοῦ ἔχων.
5 Ἐν σκοτεινοῖς δέ φησιν αἰῶνος (ἔνθα ἄρχουσιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου) ὡς τὸν ἁλόντα ὁμοιωθῆναι τοῖς νεκροῖς τοῦ αἰῶνος. οὗτοι δέ εἰσιν οἱ λεγόμενοι υἱοὶ τοῦ αἰῶνος τούτου, πλὴν ὁ ταῦτα ἀποδυράμενος οὐ νεκρὸς αἰῶνος ἀλλ’ ὡς νεκρὸς αἰῶνος γέγονε. διὸ καὶ ἠκηδίασεν ἐπ’ αὐτῷ τὸ βοηθείας χάριν συνὸν αὐτῷ πνεῦμα λεγόμενον πνεῦμα τοῦ 〈ἀνθρώπου τὸ〉 ἐν
10αὐτῷ. ἐπεὶ γὰρ τὸν βοηθούμενον ὑπ’ αὐτοῦ ἄνθρωπον εἶδε τοῖς προκειμένοις περιτυχόντα, εἰκότως ἠκηδίασε καὶ ἠθύμησεν ἅτε μόνον εἰδὸς τὰ τοῦ ἀνθρώπου.

1238

(n)

Ps 142,6b
1 Ταύτην τὴν ἄνυδρον γῆν καὶ τὰς παραπλησίους ψυχὰς ἀνύδρους τόπους οὔσας διέρχεται τὸ πνεῦμα τὸ ἀκάθαρτον, οὐχ εὑρίσκον παρ’ αὐτοῖς μονὴν ἢ ἀνάπαυσιν. πλὴν εἰ καὶ ἄνυδροι τυγχάνουσι τῷ στερεῖσθαι τῶν φαύλων ὑδάτων, ἀλλ’ οὖν διώκουσι τὸν κύριον ἐπὶ τῷ ὄρθρον ἕτοιμον εὑρεῖν αὐτόν, ὅτε καὶ
5ἥξει αὐταῖς ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος. διὸ καὶ ἔνυδροι γενήσονται, πηγὰς ἐν αὐταῖς ἔχουσαι ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον.

1239

(n)

Ps 142,7bc
1 Καὶ ἐπεὶ τὸ ἅγιον πνεῦμα οὐχ ὑπομένει εἶναι ἔνθα ἁμαρτία, εἰπὼν Κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ τὰ ἑπόμενα, εὐλαβεῖται μὴ διὰ ταῦτα ἐγκαταλείψει αὐτὸν τότε ὡς παρὸν αὐτῷ πνεῦμα, ὡς εἶναι τὸ προκείμενον ταὐτὸν τῷ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, καὶ Τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’
5ἐμοῦ. οὐδεὶς γὰρ τῶν ἐν ὄψει θεοῦ καὶ ἐχόντων πνεῦμα εὐθὺς ἀποβάλλεται ἁμαρτάνων ἀλλ’ ὁ ἐπιτείνων τὸ ἁμαρτάνειν ὡς ἕξιν χειρίστην συγκροτῆσαι· τότε γὰρ ἐκβληθήσεται ὁ τοιοῦτος τοῦ θεϊκοῦ προσώπου καὶ ἀφαιρεθείη τοῦ ἁγίου πνεύματος. ὅμως δὲ εἰ καὶ μὴ γυμνοῦται ὁ οὕτως ἔχων τοῦ πνεύματος,
ἀλλ’ οὖν λυπεῖ αὐτὸ παρὸν διὰ τοῦ ἁμαρτάνειν.340 in vol. 2

1240

(n)

Ps 142,8a
1 Ἐν ἀρχῇ τῆς ὑπὸ σοῦ φωτιζομένης ἡμέρας τυγχάνοντι καὶ ἀρξαμένῳ καταλάμπεσθαι ἀνατολῆς ἡλίου τοῦ τῆς δικαιοσύνης σου ἀκουστόν μοι ποίησον τὸ ἔλεος· οὕτω περὶ αὐτοῦ λαλῶν ὡς ἡ ἐμὴ ἕξις καὶ ἀκοή. τότε γὰρ καὶ ὠφεληθεὶς ἐκ τῆς περὶ αὐτοῦ ἀκροάσεως προκόψαι δυνήσομαι ὡς καὶ ἰδεῖν
5αὐτὸ ποθῆσαι. τεύξομαι δὲ καὶ τῆς θέας αὐτοῦ, ὅταν μετὰ πάντων τῶν ὁμοζήλων παρακαλῶν εἴπω Δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου· ὁρατὸν γὰρ τότε γίνεται, ὅταν ἀκουστόν τις αὐτὸ λάβοι οὐκ ἐν ἀγνοίᾳ ἀλλ’ ἐν ἀρχῇ γνώσεως ὤν, ὃ διὰ τοῦ Πρωῒ ἐδήλωσεν.

1241

(n)

Ps 142,8c
1 Τάχα δὲ καὶ τὰς προτέρας ὁδούς, Μωυσέα καὶ τοὺς προφήτας, βαδίσας τις κατὰ τὸ Στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας, μετὰ τὴν ἐν αὐταῖς πορείαν ζητῶν τὴν ὁδὸν τὴν ἀγαθὴν τῷ ταύτης πατρὶ ἐρεῖ μόνῳ γινώσκοντι τὴν ὁδὸν οὖσαν υἱὸν Γνώρισόν μοι ὁδὸν ἐν ᾗ πορεύσομαι. διὸ καὶ
5ἐπινεύσαντος τοῦ πατρὸς ἐμφανίζουσα ἑαυτὴν ἐρεῖ τοῖς ἀξίοις Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.

1242

(n)

Ps 142,9
1 Ὑπὸ ἑνὸς ἐχθροῦ καταδιωχθείσης τῆς ψυχῆς αὐτοῦ ὡς ἀρτίως εἶπεν, ἀπὸ πλήθους ἐχθρῶν ἐξαιρεθῆναι νῦν παρακαλεῖ. ἀλλ’ οὐ μάχονται αἱ οὕτω διάφοροι λέξεις· τὸν μὲν γὰρ ἀρχηγέτην τῆς κακίας ἐχθρὸν ἕνα εἶπε, τὴν δὲ στρατιὰν αὐτοῦ πληθυντικῶς ἐκάλεσεν ἐχθρούς.
5Ἀπαιτεῖ δὲ τὸ ἐξαιρεθῆναι ἀπὸ τῶν ἐχθρῶν δικαιότατα, ἐπείπερ πρὸς
οὐδένα ἢ πρὸς αὐτὸν μόνον κατέφυγεν.341 in vol. 2

1243

(n)

Ps 142,10
1 Δίδαξόν με, φησίν, μὴ εἰδέναι μόνον ἀλλὰ καὶ ποιεῖν τὸ θέλημά σου· οὐ γὰρ τὸ ἐπίστασθαι αὐτὸ ἄνευ τοῦ ἐνεργεῖν ἁγιαστικὸν καὶ μακαριοποιόν ἐστιν ἀλλ’ ἐνεργούμενον καὶ πραττόμενον. διὸ καὶ ὁ σωτήρ φησιν Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν
5τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. φανερὸν δὲ ὅτι ὁ ποιῶν τοῦ θεοῦ τὸ θέλημα καὶ ἐπίσταται αὐτό, οὐ πάντως τοῦ εἰδότος καὶ 〈μὴ〉 ποιοῦντος· τούτῳ συνᾴδει τὸ Μάθετε καλὸν ποιεῖν. τίς δὲ αὕτη ἡ μάθησις τοῦ θείου θελήματος ἡ ἑξῆς σημαίνει λέξις, ὅτι ὁδήγησις τοῦ ἁγίου πνεύματός ἐστιν εἰς τὴν εὐθείαν γῆν. ὁ γὰρ μαθὼν τὸ ἐν ἠθικαῖς ἀρεταῖς τοῦ θεοῦ τὸ
10θέλημα ὁδηγηθήσεται δωρεᾷ θεοῦ ὑπὸ πνεύματος ἁγίου τοῦ ἐνεργοῦντος ἐπὶ τὴν ἀλήθειαν πᾶσαν. γῆ δὲ εὐθεία ἡ ἀγαθὴ καὶ καθαρὰ καρδία ἐστὶν ἐν ᾗ ὁ Ἰησοῦ καρποφορήσει σπόρος ἢ ὁ τῶν πραέων. Δύναται δὲ καὶ οὕτως· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅπως ἂν μὴ τυπικῶς ἔτι ἀλλὰ πνευματικῶς ἐπιτελῶ σου τὸν νόμον τυγχάνοντα οὐχ
15ἕτερον τοῦ θελήματός σου· προκόψας δὲ μέχρι τούτου καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος ποδηγηθείην ἐν τῇ εὐθείᾳ γῇ, πρόσωπον πρὸς πρόσωπον περιαρθρῶν λοιπὸν τὴν ἀλήθειαν. Ἔν τισι φέρεται ἀντὶ τοῦ Τὸ πνεῦμα τὸ ἅγιόν σου Τὸ πνεῦμα τὸ ἀγαθόν σου· ἐξ οὗ παρίσταται τὸ ἅγιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν ἅγιον εἶναι, ἀγαθὸν
20δὲ οὐ κατὰ μετουσίαν ἀγαθότητος ἀλλὰ τῷ κατ’ οὐσίαν εἶναι τοιοῦτον ὥσπερ καὶ ἅγιον. τοιοῦτος δὲ καὶ ὁ πατήρ· καὶ εἴρηται γοῦν περὶ αὐτοῦ Πάτερ ἅγιε, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. καὶ ὁ υἱὸς δὲ ἐξ ἀγαθοῦ καὶ ἁγίου ἀγαθὸς καὶ ἅγιος εἴρηται εἶναι.

1244

(n)

Ps 142,11
1 Ἕνεκα τοῦ ἐπικεκλημένου ὀνόματός σου σὸς χρηματίζω. Ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, κατὰ ταύτην δικαιῶν με· οὕτω γὰρ συμβήσεται τὸ ζήσεσθαί με ἐν αὐτῇ. εἰκότως δὲ εἰς μέλλοντα χρόνον ἐνέκλινε τὸ Ζήσεις με, ἐπείπερ ἐνταῦθα ὥσπερ τὰ ἄλλα ἀγαθὰ μερικῶς οὕτω καὶ τὸ
5ζῆν ἔχομεν, ζησόμενοι τελείως τὸ τηνικαῦτα ὅταν φανερωθῇ Χριστὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ ἐν ᾗ ζήσεται ὁ προσβαλὼν
αὐτῇ.342 in vol. 2

1245

(n)

Ps 143,1
1 Ἐπεὶ πᾶν εἴ τι καλὸν καὶ ὠφέλιμον ἐκ θεοῦ εἰς ἀνθρώπους παραγίνεται, ὅ τι ποτ’ ἂν ἔχουσι περὶ τῶν τοιούτων οἱ ἅγιοι, εὐχαριστοῦσι τῷ θεῷ, εἰδότες αὐτὸν αἴτιον τῶν ἀγαθῶν ὄντα. ἰδοὺ γοῦν καὶ ὁ Δαυὶδ καταπολεμῶν τοὺς ἐχθροὺς αὐτοῦ ἐμπείρως ἔχειν περὶ τὰ πολεμικά, οἷς ἀνατρέπονται καὶ
5βάλλονται οἱ ἀόρατοι διάφοροι, εὐλογεῖ τὸν θεὸν διδάσκαλον αὐτῷ γινόμενον τῆς ἐπιστήμης τῶν τοιούτων πολέμων, ὡς τοὺς δακτύλους καὶ τὰς χεῖρας τοῦ ἔσω ἀνθρώπου τεχνικῶς ἐφάπτεσθαι τῶν ἀμυντηρίων, δι’ ὧν ἔστι βαλεῖν καὶ τρῶσαι τοὺς τῆς κακίας καὶ τῆς ψευδωνύμου γνώσεως προστάτας ἀνθρώπους τε πονηροὺς καὶ δαίμονας.

1246

(n)

Ps 143,4
1 Ἡ σύστασις τῶν ἀνθρώπων ἐκ σώματος φθαρτοῦ καὶ ἀθανάτου ψυχῆς συνηρμοσμένη κατὰ μὲν τὴν ἀθάνατον καὶ νοερὰν ψυχὴν λογισμὸν καὶ γνῶσιν ἔχει τοῦ πάντων αἰτίου, κατὰ δὲ τὸ σῶμα οὐδὲν οὖσα ματαιότητι παρεικάζεται τῷ τῆς ἡμέρας τῆς ζωῆς τοῦ ἀνθρώπου εὐκινήτῳ καὶ εὐαφανίστῳ
5σκιᾷ παραβάλλεσθαι. ὅμως δὲ εἰ καὶ νοερὰ ἡ τῆς ψυχῆς δύναμις, ἀλλ’ οὖν οὐχ ὡς ἔτυχε νοεῖ ἢ λογίζεται θεὸν ἀλλ’ αὐτοῦ αὐτῇ τὰ ἀγαθὰ παρέχοντος. οὐ γὰρ εἴρηται Τί ἐστιν ἄνθρωπος, ὅτι γινώσκει σε καὶ λογίζεται περὶ σοῦ, ἀλλ’ Ὅτι ἐγνώσθης καὶ λογίζῃ αὐτῷ. ἐμφανίζει γὰρ ὁ σωτὴρ ἑαυτὸν τοῖς εἰς τοῦτο παρεσκευασμένοις, καὶ ταύτῃ ἐγνῶσθαι αὐτοῖς λέγεται. γνωσθεὶς δὲ καὶ κατὰ
10θεωρίαν νοητὴν ὁραθεὶς δείκνυσι καὶ τὸν πατέρα τῷ αὐτὸς ἑωρᾶσθαι· Ὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. εἶτ’ ἐπεὶ ὁ υἱὸς ἐν ἑαυτῷ ἔχων τὸν πατέρα δείκνυσιν αὐτὸν τῷ αὐτὸς ἑωρᾶσθαι, οὕτω καὶ ὁ πατὴρ ἐν ἑαυτῷ ἔχων τὸν υἱὸν ἀποκαλύπτει αὐτὸν τῷ μηκέτι διὰ σαρκὸς καὶ αἵματος ἀλλ’ ἐκ
15θεοῦ γνῶσιν ἔχειν θέλοντι.

1247

(n)

Ps 143,5.6
1 Δύναται δὲ σημαίνειν τὰ προκείμενα τὴν ἐκ Μαρίας τοῦ σωτῆρος ἐπιδημίαν, ὅτε κλίνας τοὺς οὐρανοὺς ὄντας αὐτοῦ ποίημα κατῆλθεν ἐπὶ τῷ ἐξ αὐτῆς
προελθεῖν. εἶτ’ ἐπεὶ κατελθὼν ἐπ’ εὐεργεσίᾳ τῶν ὅλων τοὺς βλαπτικοὺς καὶ λυμεῶνας τῶν ἀνθρώπων ἀοράτους δαίμονας ἀνέτρεψεν ἅμα πάσῃ τῇ αὐτῶν343 in vol. 2
5στρατιᾷ, ἧφθαι λέγεται αὐτῶν διὰ τὸ ἀλαζονικὸν καὶ ὑπερήφανον ὀρῶν καλουμένων. εἶτ’ ἐπεὶ μὴ χρυσὸς καὶ ἄργυρος τὰ καθαιρόμενα καὶ φαιδρυνόμενα τῇ πυρὸς προσβολῇ ἐν αὐτοῖς ἀλλ’ ἄκανθαι καὶ τρίβολοι ξύλα τε καὶ χόρτος καὶ καλάμη, ἐκαπνίσθησαν ἐκ τοῦ ἧφθαι αὐτῶν τὸν ἐληλυθότα πῦρ βαλεῖν ἐπὶ τῆς γῆς.
10 Ἐσκόρπισε δὲ αὐτοὺς ἐκλάμψει ἀστραπῆς ὁμονοοῦντας καὶ συναγομένους ἐπὶ κακίᾳ. ἀστραπὴ δὲ ἡ τοῦ θείου λόγου φανέρωσις, εἰς φόβον διεγείρουσα τοὺς ἀντιλαμβανομένους αὐτῆς. ἀλλὰ καὶ βέλη ἐξαποστείλας συνετάραξεν αὐτούς. διὰ δὲ τῶν βελῶν σημαίνει τὰς θεοῦ κολάσεις, ὡς καί φησιν ὁ Ἰὼβ Βέλεσιν αὐτοῦ κατηκόντισέ με, καὶ Τὰ βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν
15ὁ θύμος αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Εἰ δὲ καὶ ἐπὶ τὴν δευτέραν μετὰ δόξης τοῦ κυρίου παρουσίαν ἀνάγει τις ταῦτα, μᾶλλον τὴν ἀκολουθίαν τῶν προκειμένων στίχων εὑρήσει. Εἰ δὲ καὶ ὑπερήφανοί τινες ὡς διὰ τὸ θράσος τοῦτο τῆς ἀλαζονείας ὄρη εἶναι νομιζόμενοι διαβάλλοιεν τὴν πρόνοιαν μηδ’ ὅλως εἶναι αὐτὴν λέγοντες
20τῷ τὸν θεὸν μὲν ὄντα ἐν τῇ αὐτοῦ περιωπῇ μὴ κήδεσθαι δὲ μηδ’ ὅλως φροντίζειν τῶν ἀνθρώπων, εὔχοιτο ἂν ὁ εἰς αἴσθησιν ἀγαγεῖν αὐτοὺς βουλόμενος τοῦ καὶ τῶν ἐπὶ γῆς φροντίζειν τὸν θεόν, τῷ κυρίῳ λέγων· Κλίνας τοὺς οὐρανούς σου ἐν οἷς μόνοις εἶναί σε λέγουσι κατάβηθι τῷ προνοητικῷ σου λόγῳ, ἐπιπόνως ἁπτόμενος αὐτῶν ὡς τὰ ὑλικὰ πάντα ἐν αὐτοῖς συμφλεχθέντα ἀποτελέσαι
25καπνόν. ἑπομένως δὲ καὶ τὰ ἑξῆς κατὰ ταύτην τὴν διάνοιαν ἕξει τὴν ἐξήγησιν.

1248

(n)

Ps 143,7.8
1 Οἱ ἐκπεσόντες τοῦ ἔχειν τὸν θεὸν πατέρα υἱοὶ ἀλλότριοί εἰσι τῷ ἐχιδνῶν γέννημα γεγονέναι ἢ τοῦ διαβόλου. οὗτοι δηλαδὴ οἱ ἀλλότριοι υἱοὶ καὶ νοήσει καὶ πράξει ἐπιβλαβεῖς καὶ λυμεῶνές εἰσι, προηγουμένως μὲν ἑαυτῶν, ἔπειτα δὲ καὶ τῶν ἀκολουθούντων αὐτοῖς. ὅθεν καὶ δι’ ὧν λέγουσι καὶ περὶ ὧν
5φρονοῦσιν ἀθέως καὶ ἀσεβῶς τὸ στόμα αὐτῶν ματαιότητα λαλεῖν λέγεται, δι’ ὧν δὲ πράττουσιν ἀπηγορευμένων ἡ πρακτικὴ αὐτῶν δύναμις, ἣν νομίζουσι δεξιὰν εἶναι οἰόμενοι ἐπαινετῶς ἐνεργεῖν, ἀδικίας ἐστὶ πλήρης. ταῦτα οὖν ἃ ματαίως προφέρουσι καὶ ὑπὲρ ὧν ἀθέως καὶ ἀσεβῶς διάκεινται ὕδατα τυγχάνει πολλά· μιμεῖσθαι γὰρ δι’ ὧν διδάσκουσι βούλονται τὸν εἰπόντα Εἴ
10τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον.
Καὶ ὅρα γε ἐν τούτοις ὡς ἑνὸς ὄντος ὕδατος οὗ δίδωσι Ἰησοῦς· τοῦτο δὲ ἦν τὸ πνεῦμα ὃ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. τὰ ὕδατα τῶν ἑτεροδόξων δι’ ὧν μιμοῦνται τὸν ὑπὸ τοῦ κυρίου ποτισμὸν πολλά ἐστι διὰ τὸ344 in vol. 2
15ποικίλα καὶ ἀσύμφωνα τυγχάνειν καὶ μὴ πρὸς ἓν ἀναφέρεσθαι τέλος· διάφορα γὰρ καὶ τὰ τέλη καὶ αἱ ἀρχαὶ τῶν φρονημάτων αὐτῶν. Ἐξαπόστειλον τοίνυν, φησὶν ὁ ψαλμῳδός, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῆς χειρὸς τῶν ἀλλοτρίων υἱῶν· κατὰ κοινοῦ γὰρ τὸ ἀλλότριον ληπτέον
20κατά τε υἱῶν καὶ ὑδάτων. Δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν 〈ἐν〉 τοιούτοις ὕδασιν, ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν τῶν ἐνεργουμένων ὑπὸ τῶν ἀνθρώπων.

1249

(n)

Ps 143,9b.10
1 Σύγκειται καὶ συνήρμοσται τὸ δεκάχορδον ψαλτήριον ἐξ ἐνεργείας τῆς δεκαλόγου· ἑκάστη γὰρ τῶν δέκα ἐντολῶν χορδή ἐστι μουσικῶς συντεθειμένη ἐν ὅλῳ τῷ ὀργάνῳ. Βασιλεῖς δὲ νοήσεις, φησίν, καὶ τοὺς αἰσθητῶς κρατοῦντας τῶν ἐθνῶν καὶ
5τῆς οἰκουμένης. εἰ γὰρ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, οἱ σῳζόμενοι βασιλεῖς ἐκ θεοῦ τὴν βασιλείαν ἔχουσιν. εὖ δὲ καὶ τὸ φάναι Διδόντι σωτηρίαν τοῖς βασιλεῦσιν. ἐπεὶ γὰρ ἀεὶ παρ’ αὐτοῦ τοῦ σῴζεσθαι ἔχουσιν, οὐ δο * σωτηρίαν ἐπαύσατο, ἀλλ’ ἀεὶ καὶ δέδωκε καὶ δώσει καὶ δίδωσι. τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ λυτρουμένου καὶ οὐ λυτρωσαμένου καὶ αὖ λυτρωσομένου.

1250

(n)

Ps 143,12
1 Χρηστέον τοῖς προκειμένοις πρὸς ἀποτροπὴν κόσμου. περὶ γὰρ τῶν ἐκκλησιαστικῶν γυναικῶν ὁ Παῦλος γράφει, ὅπως μετὰ αἰδοῦς καὶ σωφροσύνης προσευχόμεναι κοσμῶσιν ἑαυτὰς τοῖς τῆς θεοσεβείας ἔργοις ἀλλὰ μὴ περιθέσει χρυσίων καὶ μαργαριτῶν καὶ πλοκῇ τριχῶν περιέργων.
5 Θεωρήσεις δὲ τὰ εἰρημένα καὶ ἐπὶ τῶν ἑτεροδόξων. ὁ λόγος γὰρ αὐτῶν μαχαίρας δίκην ἠκόνηται ἐπὶ τρώσει καὶ ἀναιρήσαι τῶν μὴ ἐνδυσαμένων τὴν πανοπλίαν τοῦ θεοῦ. χρῶνται δὲ ταύτῃ τῇ πονηρᾷ ῥομφαίᾳ οἱ προειρημένοι τῷ ματαιότητα λαλεῖν ὄντες ἀλλότριοι υἱοί. δύνανται εἶναι υἱοὶ αὐτῶν αἱ
θεῖαι νοήσεις ἃς ἔχουσι παραβαλλομένας νεοφύτοις ὧν τὸ ἰσχυρὸν ἐν345 in vol. 2
10νεότητι ἀλλ’ οὐκ ἐν τελειότητι, θυγατέρων αὐτῶν τυγχανουσῶν ὧν προφέρονται λέξεων καλλωπιζομένων καὶ περικοσμουμένων λείᾳ συνθέσει καὶ τῷ ᾠδικῷ τῆς φράσεως. διὸ καὶ ὁμοίωμα ναοῦ ἀλλ’ οὐ ναός εἰσιν· οὐ γὰρ ἔχουσιν ἐν ἑαυτοῖς θεῖον νοῦν ὥσπερ αἱ τῶν θείων γραφῶν λέξεις· ναὸς γὰρ αὗται θεοῦ εὑρισκομένου ἐν αὐταῖς τοῖς ὀρθῶς ἐντυγχάνουσιν.

1251

(n)

Ps 144,1
1 Ὑψοῖ δὲ τὸν θεὸν ὁ ὀρθῶς καὶ ἀληθῶς θεολογῶν, μεγάλα καὶ ὑψηλὰ περὶ θεοῦ διαλαμβάνων. λέγει δὲ τὴν αἴνεσιν τὴν προκειμένην ὁ διὰ τὸ ἐξ ἔργων καὶ πίστεως γεγονὼς τοῦ Ἀβραὰμ τέκνον, οὗ θεὸς ὁ πάντων αἴτιος εἶναι ὁμολογεῖ φάσκων πρὸς αὐτὸν Ἐγὼ θεὸς σός. οὗτος δὲ θεοῦ ἄνθρωπος γεγονὼς
5τῷ τὸν θεὸν αὐτοῦ χρηματίζειν φυγὼν πᾶσαν βασιλείαν πονηρὰν ὑπ’ αὐτοῦ τοῦ θεοῦ βασιλεύεται, ὅθεν καὶ εἰπεῖν δυνήσεται Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ἔχοντος δὲ τὴν ψυχὴν ἀθάνατον λέγειν ἔστιν Εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. εὐλογεῖ δὲ τὸ ὄνομα τοῦ θεοῦ καὶ βασιλέως αὐτοῦ ὁ ἐν τῷ φορεῖν αὐτὸ πράττων καὶ λέγων καὶ
10φρονῶν τὰ οἰκεῖα τῇ ἐπικληθείσῃ ἐπ’ αὐτὸν θεοῦ προσηγορίᾳ, ἀρξάμενος τοῦ εὐλογεῖν ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος ἐπὶ τῷ ποιεῖν αὐτὸ ἕως τοῦ αἰῶνος· εἰ γὰρ νῦν ἐκ μέρους γινώσκων καὶ μερικῶς τοῦ ἀγαθοῦ μετέχων εὐλογεῖ τὸ ὄνομα τοῦ εὐεργετοῦντος, πολλῷ μᾶλλον εὐλογήσει αὐτὸ ἐπιστάντος τοῦ τελείου ἀγαθοῦ καὶ τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως τοῦ θεοῦ.

1252

(n)

Ps 144,4a
1 Ῥηθείη δ’ ἂν καὶ περὶ τῶν ἐκ περιτομῆς καὶ ἐξ ἐθνῶν πεπιστευκότων Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, δεόντως ὄντα ἐπαινετὰ τῷ ἰδίῳ λόγῳ, ὡς καὶ αὐτὸν τὸν ποιητὴν θείῳ βλέμματι ἑωρακέναι ὅτι καλὰ λίαν ἐστίν.

1253

(n)

Ps 144,5
1 Ἡ ἁγιωσύνη τοῦ θεοῦ οὐκ ἄλλη ἢ τοῦ σωτῆρός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ ἁγιασμὸς ὁ ἁγιάζων τοὺς ἐγγίζοντας τῷ θεῷ, πρὸς οὓς λέγεται Ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγώ εἰμι. ταύτης τῆς ἁγιωσύνης ἡ δόξα μεγαλοπρεπής ἐστιν. ὅσοι τοίνυν μετειλήφασι τῆς ἁγιότητος τοῦ θεοῦ ἀλλὰ καὶ τῆς δόξης αὐτοῦ,346 in vol. 2
5μεταποιοῦνται καὶ μεγαλοπρεπῶς ὑμνοῦσι τὸν οὗ ἡ ἁγιότης καὶ ἡ μεγαλοπρεπὴς δόξα αὐτῆς, οὐ ψιλῇ δὲ προφορᾷ ἀλλὰ πρὸ ταύτης ἔργοις καὶ ὀρθῇ διαθέσει ἁγίως καὶ ἐπιδόξως ἀλλὰ καὶ μεγαλοπρεπῶς νοοῦντες καὶ ἐνεργοῦντες καὶ λέγοντες. Δύναται δόξα τῆς ἁγιότητος τοῦ θεοῦ τὸ Ἐκεῖνός με δοξάσει (τουτέστιν ὁ
10παράκλητος), ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. διὸ καὶ ὅσοι ἤκουσαν αὐτοῦ ἀναγγέλλοντος ἐν τῷ διδόναι λόγον σοφίας καὶ λόγον γνώσεως, τῆς τούτου ἁγιωσύνης λαλήσουσι. Καὶ πρὸς τοῦτο διηγήσονται τὰ θαυμάσια αὐτοῦ, οὗπερ ἡ ἁγιότης ἐστί, μετ’ ἐπιστασιότητος καὶ θεωρίας ἀκραιφνοῦς διεξιόντες τὸν μυστικὸν λόγον τῶν
15θαυμασίων αὐτοῦ τῶν κατὰ διαφόρους καιροὺς γενομένων τε καὶ γινομένων.

1254

(n)

Ps 144,6
1 Οἳ Οἷόν ἐστι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος καὶ τὸ Ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος φοβερός, πρακτικῶς καὶ διὰ φρονήματος ὀρθοῦ ἐροῦσι (δι’ αὐτοῦ γὰρ τοῦ φοβεῖσθαι θεὸν καὶ σέβας ὑπερβάλλον ἔχειν), πρὸς αὐτὸν ἐροῦσι τὴν δύναμιν τῶν φοβερῶν αὐτοῦ. εἶτ’
5ὠφεληθέντες τὴν μετ’ ἀρετῆς ἀναμαρτησίαν τὴν μεγαλωσύνην αὐτοῦ φοβοῦνται καὶ οὐ Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι διηγήσονται μετὰ τοῦ εἰδέναι ὅτι ἄπειρος αὕτη καὶ πέρας οὐκ ἔχουσα· οὐ γὰρ ὡς περιγράψαντες καὶ περιορίσαντες αὐτὴν τῇ διανοίᾳ διηγοῦνται αὐτὴν ἀλλ’ ὡς ὑπερβάλλουσαν πᾶσαν γενητοῦ κατάληψιν. μόνος γὰρ ὁ υἱὸς γινώσκει τίς ἐστιν ὁ πατήρ, καὶ ὁ πατὴρ τίς
10ἐστιν ὁ υἱός· ἀλλ’ εἰ καὶ ἀποκαλύπτει τὸν πατέρα ὁ υἱὸς οἷς ἂν βούληται, ἀλλ’ οὖν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν κατὰ ἀναλογίαν ἧς τις ἔχει πρὸ παρασκευῆς φανεροῖ αὐτόν.

1255

(n)

Ps 144,7
1 Ἐπεὶ ἡ αἰσθητῶς 〈ἐρυγὴ〉 γινομένη πλήρωσιν αἰτίαν ἔχει (πληρωθεὶς γὰρ τῆς τροφῆς ἐκπέμπει πνεύματα τὴν πνοὴν ἐπιφερόμενα τῆς ποιότητος τῶν βεβρωμένων), ἀκόλουθον ἂν εἴη φάναι ὅτι ὁ τραφεὶς τοὺς λόγους τοὺς περὶ τῆς τοῦ θεοῦ χρηστότητος πληρωθεὶς ἀπὸ τούτων τῶν πνευματικῶν τροφῶν347 in vol. 2
5ἐπιτεταμένως ἐρεύγεται τὴν μνήμην τῆς θεοῦ χρηστότητος τῆς ἴσον ἀγαθότητι δυναμένης. ἀλλ’ ἐπεὶ πρὸς τὸ ἀγαθὸν εἰδέναι τὸν θεὸν συμφέρει καὶ δικαιοσύνης αὐτοῦ καθ’ ἣν κρίνει ἔννοιαν ἔχειν, ἑξῆς τῷ Μνήμην τῆς χρηστότητός σου ἐξερεύξονται ἐπήγαγε τὸ Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Δύναται δικαιοσύνη θεοῦ τὸ μονογενὲς γέννημα αὐτοῦ τυγχάνειν, ἐφ’ ᾗ
10ἀγαλλιῶνται τυχόντες τοῦ Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ὅτι γὰρ χρηστότητι τοῦ θεοῦ ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, γέγονεν ἀπολύτρωσις τοῖς ἀπὸ τῆς αἰχμαλωσίας ἐλευθερωμένοις, οἳ καὶ μνημονεύοντες τῆς ἐπ’ αὐτοὺς γενομένης τοῦ θεοῦ χρηστότητος ἐξερεύγονται τὴν μνήμην αὐτῆς· ἀλλὰ καὶ αἰσθηθέντες ὡς
15ἐδικαιώθησαν, γενομένου αὐτοῖς τοῦ ἀπολυτρωσαμένου καὶ δικαιοσύνης ἐκ θεοῦ, ἀγαλλιῶνται τῇ δικαιοσύνῃ ταύτῃ οὔσῃ θεοῦ. οἷόν τε δὲ καὶ πᾶσαν πρακτικὴν ἀρετὴν ἀλλὰ καὶ τὴν διὰ πίστεως Ἰησοῦ γενομένην δικαιοσύνην εἰς πάντας τοὺς πιστεύοντας ὑπολαβεῖν δηλοῦσθαι ἐν τῇ προκειμένῃ λέξει.

1256

(n)

Ps 144,13
1 Πάντων τῶν διὰ τοῦ θεοῦ λόγου καὶ τῆς σοφίας αὐτοῦ ὧν ὁ θεὸς πεποίηκε κρατεῖ καὶ βασιλεύει, ὅθεν καὶ παντοκράτωρ ἐστίν. ἐπεὶ τοίνυν καὶ οἱ αἰῶνες μέρος τῶν πάντων ὄντες ὑπὸ τοῦ θεοῦ διὰ τοῦ σωτῆρος γεγένηνται κατὰ τὴν γραφὴν τὴν λέγουσαν Δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας, καὶ αὐτῶν
5ἁπάντων βασιλεύει. καὶ τὸ ὑπὸ Παύλου δὲ θεολογούμενον συνᾴδει τοῖς προκειμένοις οὕτως ἔχον· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ. ταὐτὸν γάρ ἐστι τὸ βασιλεύειν πάντων τῶν αἰώνων καὶ τὸ βασιλέα εἶναι τῶν αἰώνων. Ἐπίστησον εἰ ἐπὶ τοῦ υἱοῦ λέγεται τὸ Ἡ βασιλεία σου βασιλεία πάντων
10τῶν αἰώνων, βασιλεύοντος ἐπὶ τὸν οἶκον Ἰακώβ, πέρας οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ· πάντων γὰρ τῶν δι’ αὐτοῦ γεγονότων κρατῶν καὶ βασιλεύων βασιλεύει εἰς τοὺς αἰῶνας. ὅθεν ὡς τῶν ἄλλων τῶν προσόντων τῷ πατρί, οὕτως καὶ τῆς παντοκράτωρ κοινωνεῖ προσηγορίας. εἰ οὖν ὁ πατὴρ βασιλεὺς τῶν αἰώνων καὶ τοῦ υἱοῦ ἡ βασιλεία βασιλεία ἐστὶ πάντων τῶν αἰώνων,
15εἰκότως δὲ καὶ ἄναρχος καὶ ἀτελεύτητος ὑπάρχει ἡ βασιλεία αὐτοῦ, καὶ πρὸ τῶν αἰώνων καὶ μετ’ αὐτοὺς βασιλεύοντος αὐτοῦ· Κύριος γὰρ βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι, καὶ Ὁ θεὸς ἡμῶν βασιλεὺς πρὸ αἰῶνος, τουτέστι
πρὸ παντὸς αἰῶνος. Ἀκολούθως τῇ βασιλείᾳ καὶ ἡ δεσποτεία αὐτοῦ παρατείνει εἰς πάσας τὰς348 in vol. 2
20γενεάς· καὶ δεσπόζει μὲν τῶν ὑπὸ χρόνον καὶ γενεὰν ὄντων, βασιλεύει δὲ τῶν ὑπεραναβεβηκότων τὰ πρόσκαιρα διὰ τὸ σκοπεῖν τὰ μὴ βλεπόμενα καὶ αἰώνια.

1257

(n)

Ps 144,13a
1 Πιστὸς δὲ ὁ θεὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. λέγεται οὐ τὸ ἀπὸ πίστεως ἢ πίστει προσφέρειν αὐτοὺς ἀλλὰ τὸ ἄξιος εἶναι τῷ πιστεύεσθαι. ἀμέλει γοῦν πᾶν ὃ λέγει γίνεται κατὰ τὸ γεγραμμένον Αὐτὸς εἶπεν, οὐχὶ ποιήσει ἢ λαλήσει καὶ οὐχὶ ἐμμενεῖ· ὅθεν εἴρηται καὶ τὸ Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ
5δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πρὸς δὲ τὸ εἶναι πιστὸς ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, μεταδιδοὺς αὐτοῖς τῆς παρ’ αὐτοῦ ὁσιότητος. ὡς γὰρ ἅγιός ἐστιν ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ καὶ σοφία ἐστὶν ὁ σωτὴρ ἐν τοῖς κατ’ αὐτὸν σοφοῖς, οὕτως ὅσιος ὁ κύριος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ γενομένοις
10ὁσίοις τῇ πρὸς αὐτὸν κοινωνίᾳ.

1258

(n)

Ps 144,14
1 Τάχα καταπίπτειν οἷοί τέ εἰσιν οἱ ἐν ἐπιθυμίαις καὶ φαύλοις λογισμοῖς ἄνευ πράξεως ὄντες· κατερραγμένοι δὲ οἱ ἐνεργητικῶς ἁμαρτάνοντες. πλὴν ἑκατέροις βοηθῶν, τοὺς μὲν ὑποστηρίζει, τοὺς δὲ ἀνορθοῖ. πῶς δὲ ὑποστηρίζει; ἐντελλόμενος ἑκάστῳ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ
5πλησίον σου, καὶ τὰ ἑξῆς, καὶ τὸ Μή σε νικήσει κάλλους ἐπιθυμία παραινῶν διὰ σοφοῦ ἀνδρός. Καταπίπτοντες δὲ εἶεν ἂν οἱ ἁμαρτάνοντες μὲν ἐν ἠθικοῖς, περιεχόμενοι δὲ τοῦ χριστιανισμοῦ, καταρραχθέντες δὲ οἱ ἀποστάντες αὐτοῦ· ἢ καταπίπτοντες μέν εἰσιν οἱ πρακτικῶς ἁμαρτάνοντες, κατερραγμένοι δὲ οἱ τὰ τῶν δυσσεβῶν
10αἱρέσεων μετερχόμενοι.

1259

(n)

Ps 144,17a
1 Ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ αἷς ἐπιπορεύεται προνοῶν καὶ διοικῶν κρίνων εὐεργετῶν χαριζόμενος κολάζων δίκαιος εὑρίσκεται· Θεὸς γὰρ πιστός, καὶ οὐκ ἔστιν ἀδικία. εἰ δὲ καὶ ὁδοὺς αὐτοῦ λέγοι τις τὰς ἀρετάς (φέρουσι γὰρ πρὸς αὐτὸν τὸν πρακτικῶς καὶ διανοητικῶς ὁδεύοντα), καὶ ἐν ταύταις349 in vol. 2
5δίκαιος ἀναφαίνεται. οὐδεὶς γοῦν σπουδαίως καὶ κατ’ ἀρετὴν βιῶν αἰτιᾶται τὴν πρόνοιαν, ἀλλ’ εἴ τις φαῦλος ἔξω τῶν ὁδῶν αὐτοῦ βεβηκώς· Ἀφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. λεγομένων δὲ ὁδῶν καὶ τῶν παρ’ αὐτοῦ δοθεισῶν ἐντολῶν, δίκαιος γνωρισθείη ἄν, συμμετρήσας αὐτὰς τῇ δυνάμει τῶν εἰληφότων.
10 Ὁ δὲ λέγων φύσιν ἀνεπίδεκτον ἀρετῆς ἐν τοῖς ἀνθρώποις εἶναι ἢ εἱμαρμένην βιαζομένην εἰς ἁμαρτίαν οὐ δίκαιον ἐρεῖ τὸν θεὸν εἶναι ἐν αἷς ἐνομοθέτησεν ὁδοῖς.

1260

(n)

Ps 144,18
1 Ἐγγὺς εἶναι λέγεται τῶν ἐπικαλουμένων τὸ ὄνομα αὐτοῦ. διὸ καὶ προκόπτοντες μετίασιν ἐπὶ τῷ ἐπικαλεῖσθαι αὐτὸν ἐν ἀληθείᾳ· εἰσαγωγικώτερον γὰρ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου, τελείων ὄντων τῶν ἐπικαλουμένων αὐτόν· Μωυσῆς γάρ φησιν καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς
5ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν, τῶν γνησίως καὶ μὴ ὡς ἔτυχε τοῦτο πραττόντων διαστελλόμενοι. Δυνατὸν τοὺς κατὰ τὸ γράμμα τοῦ νόμου βιοῦντας ἐπικαλουμένους τὸ ὄνομα κυρίου εἰπεῖν, τῶν τῇ καινότητι τοῦ πνεύματος ἀκολουθούντων ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ ἁρμοδίως τὸ προσκυνεῖν αὐτὸν πνεύματι καὶ ἀληθείᾳ.

1261

(n)

Ps 144,19a
1 Ἕκαστος τῶν εὐλαβῶς διακειμένων ἀρνησάμενος τὸ ἀνθρώπινον θέλημα τὸ τοῦ θεοῦ εὔχεται ἔχειν, φάσκων Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ. διὸ καὶ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τὸ ἑαυτοῦ θέλημα εἰς ἔργον μεταβάλλει, ὅπερ ἴδιον ἔχειν εἵλατο θέλημα θεὸν
5εὐλαβούμενος. Οὐδὲν δὲ διαφέρει πληθυντικῶς ἢ ἑνικῶς τὰ θελήματα ἢ τὸ θέλημα φάναι· θελήματα γὰρ αὐτοῦ αἱ κατ’ εἶδος ἀρεταί, ἓν δὲ γενικὸν θέλημα αὐτοῦ ἡ
καθόλου καὶ κοινὴ ἀρετή.350 in vol. 2

1262

(n)

Ps 144,20
1 Ὁ θέλων φρουρηθῆναι παρ’ αὐτοῦ, ὅπως κατὰ μηδὲν ὁ πονηρὸς ἅψεται αὐτοῦ, ἀγαπάτω τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ψυχῆς καὶ ἰσχύος. τοῖς οὕτω ὑπ’ αὐτοῦ φυλαττομένοις διὰ τὸ ἀγαπᾶν αὐτὸν ηὐτρέπισται ὑπ’ αὐτοῦ τὰ ἀψευδῶς ἐπηγγελμένα, περὶ ὧν εἴρηται Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς
5οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

1263

(n)

Ps 144,21ab
1 Στόμα φησὶ οὐ τὸ αἰσθητὸν ἀλλὰ τὸ νοητόν, περὶ οὗ καὶ ἐν ἄλλῳ ψαλμῷ πρὸς θεὸν εἶπεν Ἀνοίξεις τὰ χείλη μου, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅμως αὐτοῦ αἴνεσιν κυρίου φθεγγομένου, πᾶσα σὰρξ ἀκούσασα αὐτοῦ εὐλογήσει τὸ ὄνομα τὸ ἅγιον κυρίου τὸ ἐπικληθὲν ἐπ’ αὐτήν, περὶ
5οὗ μανθάνουσιν οἱ μαθηταὶ Ἰησοῦ πρὸς ἄλλοις εὐχόμενοι λέγειν Ἁγιασθήτω τὸ ὄνομά σου. Εὐλογεῖ δὲ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ πᾶσα σὰρξ ἐκείνη, περὶ ἧς λέγεται Εἰσάκουσον τῆς προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει· ἔτι μὴν Καὶ πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον αὐτοῦ. οὐ περὶ αἰσθητῆς δὲ σαρκὸς λέγεται ταῦτα
10ἀλλὰ τῆς ἐχούσης ἀναλογίαν πρὸς τὰς σαρκίνας καρδίας, περὶ ὧν ὁ θεός φησιν Ἐξελῶ αὐτῶν τὰς καρδίας τὰς λιθίνας καὶ ἐνθήσω αὐτοῖς καρδίας σαρκίνας, ἐν αἷς καὶ ὁ πνευματικὸς κεχάρακται νόμος, τοῦ Παύλου λέγοντος περὶ τούτου ὡς ἄρα ἐν πλαξὶ λιθίναις οὐ γέγραπται ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις.

1264

(n)

Ps 145,1.2
1 Ὁ ὕμνος οὐχ ὑπὸ τῶν τυχόντων ἀναπεμπόμενος θεῷ ἀλλ’ ὑπὸ τοῦ ἑορτάζοντος θεῷ ἐν τῷ τὰ δέοντα πράττειν καὶ μνημονεύειν αὐτοῦ κατ’ ὀρθὴν καὶ εὐσεβῆ διάληψιν. Ἀγγαῖος γὰρ ἑορτή, θεοῦ δὲ μνήμη Ζαχαρίας ἑρμηνεύονται. πᾶς οὖν ὁ κατὰ τὰς πρακτικὰς ἀρετὰς ἀδιαστάτως ἐνεργῶν οὐδὲ μίαν ἀλλὰ
5πολλὰς ἑορτὰς ἄγει, Ἑβραίᾳ γλώττῃ Ἀγγαῖος ὀνομαζόμενος· ἀλλὰ καὶ πᾶς ὁ
διὰ πάντων ὧν εὖ πέπονθε καὶ εὐεργετήθη τῆς θεοῦ ἀγαθότητος μνημονεύων Ζαχαρίας καθ’ Ἑβραίων φωνὴν καλεῖται, ἑρμηνευόμενος μνήμη τουτέστι θεοῦ. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον. πότε δὲ τοῦτο ἀ * καὶ ὡς ἀεὶ ποιήσεις· ἢ ὅτε ἁμαρτημάτων ἀπαλλαγῇ * τῇ κατ’ ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας351 in vol. 2
10εὐθύτητι προσέρχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις, οὐχ ὡραίου ὄντος αἴνου ἐν στόματι ἁμαρτωλοῦ. Αἰνέσω κύριον ἐν ζωῇ μου. ἐφ’ ὅσον γὰρ ζῶ (ζῶ δὲ ἀεὶ τὴν αἰώνιον ἔχων ζωήν), αἰνέσω. δείκνυται διὰ τῶν προκειμένων ὅτι οὐδεὶς ἔχων θάνατον ὃν πᾶσα ψυχὴ ἁμαρτάνουσα ἀποθνῄσκει αἰνεῖν δύναται κύριον.
15 Ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. ἡρμήνευται δὲ πολλάκις ὅτι τὸ ψάλλειν κατ’ ἀρετὴν ἐνεργεῖν σημαίνει. ἁρμόνιον τοίνυν πρᾶξιν τῷ Αἰνῶ ἐπαγγέλλεται. τὸ δὲ Ἕως ὑπάρχω διάνοιαν ὑποβάλλει τοιαύτην· ἕως ὑπάρχω μετοχὴν ἔχων τοῦ εἰπόντος Ἐγώ εἰμι ὁ ὤν, ψαλῶ τῷ τὴν ὕπαρξίν μοι ὀρέγοντι, οὐδενὸς ψάλλειν δυναμένου κεχωρισμένου τοῦ ὄντος θεοῦ ἅτε μὴ ὢν τυγχάνων.

1265

(n)

Ps 145,3
1 Δυνατὸν δὲ καὶ οὕτω διελεῖν Μὴ πεποίθατε ἐπ’ ἄρχοντας τοὺς ὄντας τούτου τοῦ αἰῶνος καὶ τὰς ἄλλας πονηρὰς δυνάμεις (μεταπτώτην γὰρ καὶ οὗτοι τὴν ἀρχὴν ἔχουσιν), ἀλλὰ μηδὲ ἐφ’ υἱοὺς ἀνθρώπων· οὐκ ἔστι γὰρ αὐτοῖς σωτηρία θνητοῖς τυγχάνουσι· παρασχεῖν γὰρ οὐ δύνανται ἣν οὐκ
5ἔχουσι σωτηρίαν οἴκοθεν, ἀλλὰ θεόθεν λαβοῦσι. μόνος γὰρ ὁ σωτὴρ αἴτιος σωτηρίας αἰωνίου τυγχάνει, φάσκων Σῴζων οὐκ ἔστι πάρεξ ἐμοῦ.

1266

(n)

Ps 145,5—7b
1 Μακαρίζεται δὲ οὐχ ἁπλῶς οὗ ὁ θεὸς βοηθὸς ἀλλ’ Οὗ ὁ θεὸς τοῦ Ἰακὼβ βοηθός, βοηθουμένου ὑπὸ θεοῦ τοῦ πτερνίζοντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. ὁ γὰρ τὴν πάλην ἔχων πρὸς τούτους, πτερνίσας αὐτοὺς τῷ περιγεγονέναι αὐτῶν, βοηθεῖται ὑπὸ τοῦ θεοῦ
5Ἰακώβ, υἱὸς Ἰακὼβ ὢν κατὰ πρᾶξιν τῷ ποιεῖν αὐτοῦ τὰ ἔργα. Οὕτω βοηθούμενος τὴν ἐλπίδα ἔχει ἐπὶ κύριον τὸν θεὸν τὸν ἐν ἀρχῇ
πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. οὐ μόνον γὰρ αὐτὰ ἀλλὰ καὶ πάντα τὰ ἐν αὐτοῖς αὐτὸς ἐποίησεν. [εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός.]352 in vol. 2
10 Θάρσησον τοίνυν ὅτι καὶ τῶν λόγων αὐτοῦ καὶ τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἐπαγγελιῶν τὴν ἀλήθειαν πιστοῦται καὶ φυλάσσει εἰς τὸν σύμπαντα αἰῶνα τὰς ἑαυτοῦ ὑποσχέσεις, ὡς μὴ διαπίπτειν αὐτοῦ τὸν λόγον καὶ τὰς ἐπαγγελίας ἃς τοῖς οἰκείοις ἀνθρώποις ἐπηγγείλατο. τίς δὲ ἡ τοῦ λόγου ἀλήθεια; ἡ μέλλουσα γίνεσθαι κρίσις καὶ ἡ ἐκδίκησις τοῖς κατὰ τὸν παρόντα βίον ἀδικουμένοις. μὴ
15γὰρ νομίζετε, φησίν, παρορᾶσθαι τοὺς εὐσεβεῖς μηδὲ τὸ αἷμα τῶν θεοφιλῶν ἀνδρῶν ἀνεκδίκητον. ἀψευδὴς γάρ ἐστιν ὁ τὴν ἐκδίκησιν αὐτῶν ποιήσασθαι ἐπαγγειλάμενος καὶ τοῖς κατὰ τὸν παρόντα βίον πεινῶσι καὶ διψῶσι καὶ στενοχωρουμένοις διδόναι τροφὴν τὴν αἰώνιον, κατὰ τὸ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται, καὶ κατὰ τὸν
20προφητικὸν λόγον τὸν φάσκοντα Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Εἰ δὲ καὶ αἰσθητῶς τις ταῦτα ἐκλαμβάνειν βούλεται· δέδωκε τροφὴν τοῖς πεινῶσιν ἐν τῇ ἐρήμῳ ὕσας τὸ μάννα καὶ πεντακισχιλίους πεινῶντας ἄνδρας ἔθρεψε, δέδωκε δὲ καὶ Ἠλίᾳ καὶ Δανιήλ, τῷ μὲν διὰ κοράκων, τῷ δὲ δι’
25Ἀμβακοὺμ τοῦ προφήτου. ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ἰωσὴφ καὶ Σουσάννᾳ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν Κριτῶν τοῦ Ἰσραήλ, καὶ τῷ Δαυὶδ ἀδικουμένῳ ὑπὸ Σαοὺλ καὶ ἄλλοις πλείοσιν ὧν πληρεστάτη ἡ γραφή.

1267

(n)

Ps 145,7c—8b
1 Οἱ κατερραγμένοι οἱ αὐτοί εἰσι τοῖς πεπεδημένοις ἐπινοίᾳ μόνῃ διαφέροντες· ἢ γὰρ κωλύονται καὶ ἐνεργεῖν καὶ τρέχειν ἐπὶ τὴν ἀλήθειαν ὑπὸ τῆς κακίας ἄκοντες πεπεδημένοι, ἢ ἐκπίπτουσι τοῦ ὕψους τῆς ἀρετῆς καὶ τυγχάνουσι κατερραγμένοι.
5 Ῥητέον πεπεδημένους καὶ κατερραγμένους εἶναι τοὺς πρακτικῶς ἁμαρτάνοντας, τυφλῶν ὄντων τῶν τὸ βλέπειν τῆς διανοίας ἀποβαλλόντων, ὅπως μὴ ὁρῶσι τὰ κάλλη τῶν δογμάτων τῆς ἀληθείας. ὡς οὖν ἔλυσε τοὺς πεπεδημένους καὶ ἀνώρθωσε τοὺς κατερραγμένους ἄφεσιν ἁμαρτημάτων ὀρέξας, οὕτως ἐσόφισε τοὺς τυφλοὺς φωτίσας τοὺς ὀφθαλμοὺς τῆς καρδίας
10αὐτῶν, αὐτὸς ὢν τὸ φῶς περὶ οὗ γράφει Παῦλος Ὁ θεὸς ὁ εἰπὼν Ἐκ σκότους φῶς λάμψαι ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν πρὸς φωτισμὸν τῆς γνώσεως
τοῦ Χριστοῦ.353 in vol. 2

1268

(n)

Ps 145,8c.9
1 Ἐπεὶ ἅμα τῶν δικαίων μνημονεύει τῶν προσηλύτων ἡ προκειμένη λέξις, τοὺς μὲν ἀγαπωμένους ὑπὸ κυρίου δικαίους λεκτέον τοὺς κατὰ τὴν παλαιὰν γραφὴν εὐαρεστήσαντας αὐτῷ, προσηλύτους δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν κληθέντας ἐπὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν· καὶ ὅτι ἔρρωται ἡ διάνοια
5αὕτη, ἀκουστέον τοῦ σωτῆρος λέγοντος Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ ἀκοῦσαι ἃ ἀκούετε. τούτων τῶν δικαίων καὶ ὁ Ἀβραὰμ ἦν περὶ οὗ γέγραπται Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. περὶ δὲ τῶν ἐθνῶν ὡς ὄντων προσηλύτων ἀκουστέον Παύλου λέγοντος Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη, καὶ μεθ’ ἕτερα Ὅτι ἦτέ
10ποτε χωρὶς θεοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ μετ’ ὀλίγα Νῦν δὲ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὰ ἑξῆς· καὶ μεθ’ ἕτερα Ἆρ’ οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ
15προφητῶν, καὶ τὰ ἑξῆς. περὶ τούτων τῶν προσηλύτων καὶ ὁ Μωυσῆς προεῖπε τῷ Ἰσραήλ, λέγων Ἐὰν μὴ ἀκούσητε τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ ἡμῶν, ὁ προσήλυτος ὁ ὢν κάτω καὶ ὑφ’ ὑμᾶς ἔσται ἄνω, σὺ δὲ κάτω, ἀντιμεταβαλλόντων τῶν πραγμάτων. ἀμέλει γοῦν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ὅσοι τῶν ἐθνῶν θεῷ ἔσπευδον λατρεύειν, προσήρχοντο τῷ Ἰσραὴλ
20παιδευθησόμενοι καὶ ὑπακούοντες αὐτοῖς· νῦν δὲ οἱ βουλόμενοι τῶν Ἰσραηλιτῶν προσελθεῖν τῇ τοῦ Χριστοῦ πίστει τοῖς ἀπὸ τῶν ἐθνῶν πεπιστευκόσι προσίασι τὴν εὐαγγελικὴν πολιτείαν παραληψόμενοι. Πρὸς τούτοις ἐπίστησον μήποτε οἱ ἄρτι τῇ θεοσεβείᾳ προσερχόμενοι προσήλυτοι, οἱ δὲ διαβεβηκότες καὶ τελειωθέντες ἐν αὐτῇ, δίκαιοι εἴρηνται·
25ὅθεν τοὺς μὲν δικαίους ἀγαπᾷ, φυλάττει δὲ τοὺς προσηλύτους. οἱ γὰρ εὐθέως προσεληλυθότες τῷ λόγῳ τῆς ἀληθείας ὡς μήπω ἰσχυροὶ καὶ βέβαιοι δέονται τοῦ φυλάττοντος κυρίου ἐπὶ τῷ ἀβλαβεῖς διαμεῖναι, τῶν δικαίων διὰ τελειότητος οἰκειουμένων αὐτῷ καὶ ἀγαπωμένων ὑπ’ αὐτοῦ. Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, χηρῶν οὐ τῶν τυχουσῶν ἀλλὰ τῶν σὺν
30ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν. τοιαύτη ἦν Ἄννα ἡ θυγάτηρ Φανουὴλ ἧς μνημονεύει τὸ Εὐαγγέλιον. τὴν τοιαύτην χήραν δι’ ἄκραν σωφροσύνην μετὰ καὶ τοῦ καλῶς ἐνεγκόντος ὀρφανίαν ἀναλήψεται κύριος, ὑψῶν καὶ μετεωρίζων αὐτοὺς τῇ ἀρετῇ, ὅπως καὶ εἰς τὰς ἐπουρανίους εὐλογίας εἰσαγάγῃ αὐτούς. Δυνατὸν ὀρφανοὺς ἀναλαμβανομένους εἰπεῖν τοὺς θεοσεβείας ἕνεκα
35καταλειπόντας γονέας· οἷος ἦν ὁ Ἀβραὰμ ἐξερχόμενος ἐκ τῆς γῆς καὶ συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εἰς τοῦτο καλέσαντος αὐτὸν θεοῦ· ἔτι μὴν καὶ Ἰάκωβος καὶ Ἰωάννης διὰ τὴν Ἰησοῦ πρόσκλησιν καταλείψαντες
Ζεβεδαῖον τὸν πατέρα αὐτῶν. ἀκολούθως τούτοις καὶ χήρας ἀναλαμβανομένας ἐρεῖς τὰς χωρισθείσας ἀνδρῶν ἐπὶ τελείᾳ σωφροσύνῃ, ἐκ συμφώνου354 in vol. 2
40συγκαταθέσεως ἑκατέρων, τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φημι, τῷ αὐτῷ σκοπῷ διαλυσάντων τὸν γάμον. Ἀλλὰ καὶ ἀλληγορικώτερον αἱ ἀποβάλλουσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον ἢ καὶ ἄνδρα ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσιν. τούτων ἀναληφθέντων ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα
45ὑπὸ θεοῦ ἀφανισθήσεται.

1269

(n)

Ps 145,10
1 Ἡ Σιὼν ἡ σκοπευτικὴ καὶ ἐξεταστικὴ τῆς ἀληθείας ἤτοι ψυχὴ τελεία ἢ ἐκκλησία θεοῦ ζῶντος· βασιλεύσει σου ὁ θεὸς εἰς τὸν αἰῶνα, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος παρατεινούσης τῆς ἀρχῆς αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Εἴρηται ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῆς ἀτελευτήτου βασιλείας αὐτοῦ
5διατεινούσης εἰς πάντας τοὺς αἰῶνας καὶ ὡς δεσπόζει εἰς γενεὰν καὶ γενεάν. διὸ ἐκείνοις ἀρκούμενοι, ὡς ἐφαρμόζουσι καὶ ταῖς προκειμέναις λέξεσιν, οὐδὲν πλέον ἐροῦμεν.

1270

(n)

Ps 146,1bc
1 Ἐπεὶ ὁ ψαλμὸς ἀγαθός ἐστιν ὠφελῶν τὸν χρώμενον, τούτου ἕνεκα αἰνοῦντες ἀπαγγείλατε αὐτῷ ὡς κατὰ τοῦτο ψαλμὸν αἴνου μὴ διαφέρειν, ἐκείνου μάλιστα οὗ προφέρει ὁ ψάλλων πνεύματι καὶ νῷ ᾄδων καὶ ψάλλων τῇ καρδίᾳ. εἰ δὲ τὸ ψάλλειν τὸ πρακτικῶς ἐνεργεῖν δηλοῖ, τοῖς τὸν ἀγαθὸν
5τοῦτον ψαλμὸν κατορθώσασι παραινεῖ καὶ αἰνεῖν τὸν Χριστὸν διὰ θεολογίας, ὅπως πράξει καὶ νοήσει τελειωθέντες εὐφράνωσι θεόν· Θυσία γάρ φησιν αἰνέσεως δοξάσει με, καὶ προστάττει τὸ πνεῦμα τῷ προσάγειν αὐτὴν οἵῳ τε ὄντι Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.

1271

(n)

Ps 146,6
1 Καὶ τοὺς πραεῖς ἀναλαμβάνει, ἀναβιβάζων αὐτοὺς ἐφ’ ἣν κληρονομοῦσι γῆν. αὕτη δὲ ἣν κληρονομοῦσι γῆν πρὸς ὕψος ἄνω που ἵδρυται. διὸ καὶ γέγραπται Ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ἔτι Καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν.355 in vol. 2
5 Καὶ τοὺς μὲν πραεῖς ἀναλαμβάνει, τοὺς δὲ ἁμαρτωλοὺς ταπεινοῖ ἕως γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντας τῷ φρονεῖν τὰ κάτω καὶ τὰ ἐπὶ γῆς. οὕτω Παῦλος πρᾶος ὢν ἀνελήφθη εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ παραδείσου ἐπὶ τῷ μετασχεῖν ῥημάτων ἀρρήτων. καὶ πάντες δὲ οἱ ἐπικαλεσάμενοι τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν τῷ εἶναι ἐν σαρκὶ καὶ πνεῦμα θεοῦ
10μὴ ἔχειν ἀφεστηκότες τοῦ θεοῦ ἐπὶ τῆς γῆς γράφονται.

1272

(n)

Ps 146,7
1 Εἰς εὐχαριστίαν διεγείρων τοὺς τῶν τοσούτων ἀγαθῶν τετυχηκότας. Ἐξάρξατε, ἔφη, ἐν ἐξομολογήσει ὑμνοῦντες καὶ δοξολογοῦντες αὐτὸν ἐφ’ οἷς εἰργάσατο.

1273

(n)

Ps 146,8.9
1 Περιβάλλει δὲ κατ’ ἀλληγορίαν τὸν θεῖον αὐτοῦ λόγον οὐρανὸν ὄντα νεφέλαις νοητὸν ὑετὸν ῥεούσαις· Εὐφρανθήτω γὰρ ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι (αἱ περιβάλλουσαι αὐτὸν) ῥανάτωσαν δικαιοσύνην. Ἐκ τούτων τῶν νοητῶν νεφελῶν ἑτοιμάζει τῇ γῇ ὑετόν, ἣν ἔσπειρεν
5Ἰησοῦς πνευματικῶς ἐπὶ τῷ ἀγαγεῖν καρπὸν διαιρούμενον εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα, ἐξανατέλλων χόρτον ἐν ὄρεσι τοῖς μεγαλοφυέσι καὶ ἔπαρμα ψυχῆς ἔχουσι ἐπὶ τῷ εὑροῦσαν τὴν τῶν ἀνθρώπων δουλείαν χλόην νεαρῶς τεθηλυῖαν εἰς κόρον τραφῆναι. δουλεία δὲ τῶν ἀνθρώπων τὰ ἄλογα ζῷα. εἴρηται περὶ τῶν προκειμένων τὰ ὑποπεσόντα ἐν ἑκατοστῷ καὶ τρίτῳ
10ψαλμῷ, ὅθεν ἐκείνοις ἀρκεσθέντες ἑξῆς ἴδωμεν. Ἐξανατέλλει καὶ δίδωσι τροφὴν τοῖς ἁπλουστέροις τῶν πεπιστευκότων Χριστοῦ προβάτων καὶ κτηνῶν ἅμα ἀνθρώποις σῳζομένων. οὐ μόνον δὲ τούτοις τροφὴν δίδωσιν ἀλλὰ καὶ τοῖς ὑψιπετέσι γεγενημένοις τῷ αὐτὸν ἐπικαλεῖσθαι οὓς κοράκων νεοσσοὺς προσηγόρευσε. δίδωσι δὲ τούτοις ὁ θεὸς
15τροφήν, ἐπείπερ ἐπικαλοῦνται αὐτὸν κατὰ τοὺς τελείους ἄνδρας, περὶ ὧν εἴρηται Ἐπεκαλέσαντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Νεοσσοὺς δὲ κοράκων νοήσεις τοὺς ἐξ ἐθνῶν πεπιστευκότας καὶ διὰ τοῦτο ἐπικαλουμένους τὸν κύριον, ἵνα δῷ αὐτοῖς τροφὴν πνευματικήν. ἀκάθαρτος γὰρ κόραξ καὶ ζοφώδης. τοιοῦτοι δὲ οἱ πονηροὶ δαίμονες καὶ οἱ τῇ ἀσεβείᾳ356 in vol. 2
20προστετηκότες ὧν οἱ πάλαι αὐτῶν γενόμενοι υἱοὶ πιστεύσαντες ἔτυχον τῆς οὐρανίου τροφῆς.

1274

(n)

Ps 147,2.3
1 Πύλαι τῆς Ἱερουσαλὴμ αἱ εἰσαγωγικαὶ παιδεύσεις εἰσίν * ἐπικείμενοι αὐταῖς οἱ διὰ κατα * ἄλυτοι λόγοι ἢ οἱ πρεσβεύοντες * 〈τά〉γματα ἤτοι τῆς Ἱερουσαλὴμ καὶ ἱκανότητα ἔχοντες τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Ὅτι εὐλόγησε τοὺς υἱούς σου ἐν σοί, τοὺς πράξει καὶ νοήσει ἱκανότητα
5κεκτημένους· ἢ διὰ τὸ οὕτως υἱοὶ τυγχάνειν αὐτῆς ἐν αὐτῇ εὐλογούμενοι περαιτέρω αὐτῆς οὐδεπώποτε γίνονται, οὐ * ου πράξει μαθόντες ἐν οἴκῳ κυρίου ἀναστρέφεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. Ἑρμηνεύων δὲ ὁ λόγος ὡς ὁ εὐλογήσας τοὺς υἱοὺς αὐτῆς ἐν αὐτῇ† ἐπιφέρει ἑξῆς τὸν θέντα τὰ ὅριά σου εἰρήνην, παντὸς πολέμου πεφυγαδευμένου ἐκ τῶν
10ὁρίων αὐτῆς, πρὸς τοὺς συντρίβοντος πολέμους κυρίου καὶ τιθέντος τὰ ὅρια τῆς πόλεως εἰρήνην. εἰρήνην λέγων τὴν * καὶ τροφῆς δὲ αὐτῇ πνευματικῆς μεταδίδωσιν. εἰ δὲ καὶ τοὺς παιδευτικοὺς θεοῦ λόγους πυρὸν εἰπεῖν θέλεις (οὗτος ταῖς * τίς ὑπ’ αὐτοῦ ἐμπιπλᾶται;), οὐχ ἁμαρτάνεις. εἴρηται γὰρ ἐν τῷ προφήτῃ ἐκ προσώπου θεοῦ πρὸς τοὺς ψευδοπροφήτας Τί τὸ ἄχυρον πρὸς
15τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει κύριος· σῖτον μὲν τοὺς ἑαυτοῦ λόγους, ἄχυρον δὲ τοὺς ἐκείνων διὰ τῆς λέξεως.

1275

(n)

Ps 147,4
1 Ὥσπερ ἡ ἐκ θεοῦ σοφία οὐκ ἔστιν ἐπίγειος οὐ ψυχικὴ οὐ δαιμονιώδης ἀλλ’ ἄνωθεν ἐξ αὐτοῦ κατερχομένη, οὕτω καὶ τὸ λόγιον αὐτοῦ οὐκ ἐκ γῆς ὑπάρχον ἀποστέλλεται ἐν τῇ γῇ, γινόμενον πρὸς ἕκαστον τῶν διακονεῖν αὐτῷ δυναμένων τυγχάνον τὸ αὐτὸ τῷ διδομένῳ ὑπὸ κυρίου ῥήματι τοῖς
5εὐαγγελιζομένοις δυνάμει πολλῇ. εἶτα δοθὲν τοῦτο νεμόμενον πλείονας ψυχὰς ἕως τάχους δραμεῖται, λόγος ὢν θεοῦ, πληρουμένου τοῦ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἅμα γοῦν γέγονεν ἡ ἀνάληψις αὐτοῦ, καὶ εὐθέως διέβη ὁ εὐαγγελικὸς λόγος ἐν πάσῃ τῇ γῇ ἥτις ἐστὶν ὑπὸ τὸν οὐρανόν.357 in vol. 2

1276

(n)

Ps 147,5
1 Πρὸς τὰ προειρημένα φαίνεται ἡμῖν οἷον ἐν παραβολῆς τρόπῳ ταῦτα ἐπῆχθαι, τῶν τῆς κοσμικῆς δημιουργίας ἔργων παρατιθεμένων καθ’ ὁμοίωσιν τῇ περὶ τὴν ἐκκλησίαν οἰκονομίᾳ. ὥσπερ γὰρ χιών ἐστι καταρρυεῖσα τόπον καὶ πάχνη μετὰ ταῦτα λύεται καὶ ὕδατα προχεῖ, οὕτως ὁ θεῖος λόγος εἰς Ἰουδαίους
5κατασκήψας τὰ πρῶτα, μετὰ τοῦτο ἐπὶ πάντας διακέχυται. διὸ καὶ ἡ τοῦ λόγου ἀποστολὴ καὶ ἡ τοῦ πνεύματος πνεῦσις καλῶς διὰ τῶν κοσμικῶν ἔργων ὑποδηλοῦται, ὅτι δὴ λόγου παραγινομένου εἰς κόσμον καὶ τοῦ πνεύματος πνεύσαντος ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ ἐπὶ πᾶσαν τὴν οἰκουμένην ὁ λόγος τῆς ἱερᾶς καὶ σωτηρίου διδασκαλίας.

1277

(n)

Ps 147,5.6
1 Εἰ δὲ πρὸς ἀλληγορίαν ἐκλαμβάνειν καὶ αὐτό, ἐπειδὴ πνευματικῶς τοῦ δραμοῦντος λόγου αὐτοῦ, παρίσταται· καὶ γὰρ καὶ τὸ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, οὐ περὶ αἰσθητῆς χιόνος νοεῖν ὑποβάλλει. πῶς γὰρ ὑπὲρ τὴν αἰσθητὴν χιόνα λευκανθῆναι ἡ ψυχὴ δύναται, οὐκ οὔσης συμβλητῆς
5τῆς φαιδρότητος τῆς περὶ τὴν λογικὴν φύσιν τῇ τῆς χιόνος λευκότητι; εἰς ταύτην τὴν διάνοιαν συνδραμεῖται καὶ τὸ Ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἁμαρτίας γὰρ λευκαινομένας κατὰ τὴν σωματικὴν χιόνα οὐδὲ ἐννοεῖν ἔχω. μήποτε οὖν φαιδρότατος λόγος εἰς τὴν γῆν ὑπὸ κυρίου βάλλεται ἐρίῳ ἐοικὼς ἐξ οὗ ἱμάτιόν ἐστι κατασκευάσαι τῇ
10ψυχῇ, τοῦ ἐρίου τούτου καρποφορουμένου ὑπὸ τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Συγγενῶς τούτοις καὶ τοὺς βαλλομένους ὡσεὶ ψωμοὺς τοῦ κρυστάλλου νοήσεις καὶ τὴν ὁμίχλην τὴν πασσομένην ὡσεὶ σποδόν. χρεία τοῖς γεωργοῖς χιόνος καὶ ὁμίχλης· ταῦτα γὰρ ἐρχόμενα ἐπὶ τὰ γενήματα αὔξει αὐτά.
15ὥσπερ οὖν καὶ ἐπὶ τὴν καλὴν γῆν τὴν ψυχήν, εἰ πέπτωκεν ὁ σπόρος,
ἀναγκαῖόν ἐστιν ὡς ὑετὸν ὡς δρόσον ἥκειν, οὕτω καὶ χιόνα καὶ ὁμίχλην ἐπὶ τὸ γένημα ἡμῶν, ἵνα δυνηθῶμεν ὑπὸ πάντων τούτων τρεφόμενοι καρπο‐ φορῆσαι. Νοήσεις δὲ τὴν χιόνα καὶ τὸν κρύσταλλον καὶ τὴν ὁμίχλην πειρασμοὺς358 in vol. 2
20ἐπαγομένους τοῖς ἁγίοις πρὸς δοκιμήν. οὗτοι γὰρ ἀπὸ τῶν ἀντικειμένων δυνάμεων ψύχειν πειρῶνται τὴν ἐν αὐτοῖς ἀγάπην, ἐπείπερ Ὡς ψύχει λάκκος, οὕτως ψύχει κακία αὐτῆς. κατὰ πρόσωπον τοῦ ψύχους τούτου, τίς ὑποστήσεται εἰ μὴ ὁ κατὰ Πέτρον καὶ Παῦλον καὶ τὸν Ἰὼβ καὶ τὸν Ἰακὼβ τὸν εἰπόντα Ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ
25τῆς νυκτός; πρὸς ταῦτα λήψῃ καὶ τὰ ὑπὸ Μωυσέως εἰρημένα Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. ᾧ γὰρ λόγῳ τὰ ῥήματα Μωυσέως τούτοις ὁμοιοῦται, τούτῳ τῷ λόγῳ τὸ ἀποσταλὲν τῇ γῇ τοῦ θεοῦ λόγιον διαιρεῖται εἰς πάντα τὰ εἰρημένα.
30 Τί δὲ τὸ ψῦχος αὐτοῦ οὗ ἀπὸ προσώπου αὐτοῦ οὐδεὶς ὑποστῆναι δύναται, θεωρῆσαι ἄξιον. μήποτ’ οὖν ὥσπερ ὁ λόγος αὐτοῦ διάπυρος ὑπάρχων παραβάλλεται πυρὶ θερμαίνων καὶ ζέειν ποιῶν τοὺς ἀπεψυγμένους τῇ κακίᾳ ὧν ἡ ἀγάπη ἐψύγη διὰ τὸ πλῆθος τῆς ἀνομίας, οὕτω πάλιν κατὰ τῶν ψυχῶν τὴν φλόγα τῶν ἐξ ἡδονῶν καὶ παθῶν πυρουμένων ψῦχος θεοῦ λέγεται οὗ
35κατὰ πρόσωπον οὐδεὶς ὑποστῆναι δυνήσεται τῶν ὑπὸ παθῶν πεπυρωμένων, ἐπείπερ ἀνεκαύθησαν αἱ καρδίαι αὐτῶν ὡς κλίβανος ὡς φέγγος πυρός, ἐπείπερ πάντες μοιχῶνται καὶ πυροῦνται ὑπὸ ἀκολάστων ἐπιθυμιῶν. τούτοις συνᾴδει τὸ Ἀπὸ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, φερόμενον ἐν τῷ Ἰώβ.

1278

(n)

Ps 147,7
1 Ὁ προνοητικὸς τοῦ θεοῦ λόγος ἀποστελλόμενος τήξει τὴν χιόνα καὶ τὰ συνηριθμημένα αὐτῇ, ἀλλὰ καὶ πνεύσαντος αὐτοῦ τὸ πνεῦμα ὕδατα ῥυήσεται (πνεῦμα δὲ τὸν 〈νότον〉 φησίν), εἰς ταῦτα μεταβαλλόντων τῶν προωνομασμένων τῆς χιόνος καὶ τῶν παραπλησίων.
5 Εἰ δὲ καὶ πνευματικῶς καὶ τούτων ἀκοῦσαι δεῖ· ὁ σαφηνιστὴς τοῦ θεοῦ λόγος τῶν λελαλημένων μετ’ ἐπικρύψεως ἀποσταλεὶς τήξει τὴν ὁμίχλην τὸν κρύσταλλον τὴν χιόνα ἐπὶ τῷ πότιμα αὐτὰ ποιῆσαι, ἅμα τοῦ πνεύματος αὐτοῦ τοῦ θεοῦ πνεύσαντος, ἀλλὰ καὶ ὁ λόγος τοῦ θεοῦ ἀποστελλόμενος εἰς τὴν καρδίαν τῶν αὐτὸν παραδεχομένων τήξει τοὺς πειρασμοὺς καὶ ἀφανεῖς
10καταστήσει, οἵ τε τῷ πνεύματι ζέοντες, γενναίως τοὺς τοιούτους ὑπομένοντες
πειρασμούς, διαλύσουσιν αὐτούς.359 in vol. 2

1279

(n)

Ps 147,8.9
1 Τῷ καταπατήσαντι καὶ πτερνίσαντι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου μυστικῶς Ἰακὼβ καλουμένῳ ἀποστέλλει τὸν λόγον αὐτοῦ τὸν σωτήριον καὶ ποιητικὸν ὁ θεὸς ἐπὶ τῷ σαφηνίσαι αὐτῷ πάντα τὰ ἀληθῆ δόγματα τῆς εὐσεβείας. εἶτα μετὰ τὴν νίκην διορατικῶς
5γεγενημένῳ καὶ Ἰσραὴλ ἀποδειχθέντι τῷ ὁρᾶν διανοίᾳ θεὸν τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ἀπέστειλεν ἐπὶ τῷ κεκριμένως καὶ δικαίως πάντα ἐνεργεῖν. καὶ ἐπὶ τούτοις τὸ μέγεθος τῆς θεοῦ δωρεᾶς ὑπαρξάσης τῷ ἁγίῳ ἔθνει ἐμφανίζων φησὶν Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, ἀλλ’ ἢ μόνῳ τῷ Ἰσραὴλ τὰ προειρημένα πεποίηκε πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· Χριστοῦ
10μέντοι παραγενομένου τοῦ ἀρχιερέως τῶν ἀληθῶς ἀγαθῶν, πάντα τὰ ἔθνη πεπλήρωνται τοῦ θείου λόγου.

1280

(n)

Ps 148,7.8
1 Ἀλλὰ φαίη τις πρὸς τοῦτο, ὡς μάλιστα δείκνυσιν ἡ λέξις αὐτή, τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ἀποκαλεῖν (ἐπ’ αὐτῇ γὰρ περιεπάτησεν ὁ κύριος) ὡς ἀφ’ ἑτέρας εἶναι ἀρχῆς· Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, καὶ τὰ ἑξῆς. εἶτά φησιν ὡς καταλλήλως ταῖς ἀβύσσοις καὶ οἱ δράκοντες ὠνομάσθησαν
5ἕτεροι ὄντες παρὰ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς καὶ ἐν ἄλλῳ δὲ ψαλμῷ ἔν τισι καλουμένοις ὕδασιν οὐκ ἄλλοις οὖσι τῆς ἐνταῦθα ὀνομαζομένης ἀβύσσου δράκοντες εἶναι ἐλέγοντο. γέγραπται γοῦν καὶ ἐν ἑβδομηκοστῷ τρίτῳ Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος. δυνάμεις δὲ πονηρὰς πεπεῖσθαι χρὴ σημαίνεσθαι διὰ
10τούτων, ἃς ὁ τοῦ θεοῦ λόγος συνέτριψε καθ’ ὃν χρόνον καὶ μέχρι τῶν ἀβύσσων κατελήλυθε. Τήρει δέ, φησίν, ὅπως ἀκριβῶς σφόδρα ὁ λόγος οὐ προστάττει τοῖς δράκουσι τοῖς ἐν ταῖς ἀβύσσοις αἰνεῖν, ἁπλῶς δὲ αὐτῶν μνημονεύει· οὐ γὰρ ἄξιοι τοῦ αἰνεῖν τὸν θεόν. καλοῦνται δὲ ἀναγκαίως εἰς τὸ ὑπακούειν τοῦ ὕμνου τοῦ ὑπὸ
15πάσης κτίσεως ἀναπεμπομένου τῷ τῶν ὅλων κυρίῳ καὶ βασιλεῖ καὶ θεῷ. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. ταῦτα πάντα ἀμφὶ τὸν ἀέρα ὑφιστάμενα ἀναγκαίως ἐμνημονεύθη ὡς ἂν μέρη ὄντα τοῦ σύμπαντος κόσμου καὶ ὡς διὰ τοῦ θείου λόγου ὑποστάντα καὶ αὐτῷ ἐξυπηρετούμενα. δίχα γὰρ τοῦ δημιουργικοῦ λόγου ἀθρόως τε τὸν
20σύμπαντα κόσμον ἐπιπορευομένου καὶ τοῖς μέρεσιν αὐτοῦ ἐπιστατοῦντος,
οὔτε χιὼν οὔτε πῦρ οὔτε κρύσταλλος οὔτε καταιγὶς οὔτε ἄνεμος ὑποσταίη ποτ’ ἄν, ἀλλ’ οὐδ’ ἐνεργήσει ἔτι δίχα τῆς αὐτοῦ βουλῆς. οὕτως οὖν ἀκουστέον ταῦτα ποιοῦντα τὸν λόγον αὐτοῦ.360 in vol. 2

1281

(n)

Ps 148,11
1 Δυνατὸν δὲ καὶ βασιλέας καὶ ἄρχοντας καὶ κριτὰς εἰπεῖν τοὺς ὑπερ‐ αναβεβηκότως βιοῦντας καὶ κριτικῶς καὶ ἐξεταστικῶς τοῖς πράγμασι προσ‐ ερχομένους, λαοὺς δὲ τοὺς ὑποδεέστερον πεπιστευκότας.

1282

(n)

Ps 148,14
1 Κέρας λαοῦ ὁ μονογενής ἐστι τοῦ θεοῦ λόγος ᾧ προσφωνοῦντες οἱ ἅγιοι ἔλεγον Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. διὸ καὶ μονόκερως ὁ λόγος ὠνομάζετο κατὰ τὸ Ὡς δόξα μονοκέρωτος αὐτῷ. περὶ τούτου εἴρηται Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· ἄντικρυς γὰρ
5ἐδήλωσε τὸν κατὰ σάρκα ἐκ σπέρματος Δαυὶδ γενησόμενον Χριστὸν αὐτὸν εἶναι κέρας, ὃν δίκην ἡλίου καὶ φωτὸς ἐξανατέλλειν θεσπίζει. τοῦτο τοίνυν τὸ κέρας φησὶν ὑψώσειν τὸν λαὸν αὐτοῦ, ἵν’ ὑψωθὲν πᾶσι τοῖς ἔθνεσιν ἐμφανὲς γένηται. Μόνων δὲ τῶν ὁσίων ἐστὶν ὑμνεῖν ἀλλ’ οὐ τῶν ἁμαρτωλῶν, ἐπείπερ Οὐχ
10ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις. τίνες δὲ οἱ ὅσιοι ὧν ὁ ὕμνος ἢ οἱ τοῦ Ἰσραὴλ υἱοὶ οἱ διορατικοὶ καὶ νοῦν θεὸν ὁρῶντα ἔχοντες, οἵτινες καὶ λαὸς ἐγγίζοντες θεῷ εἴρηνται. ἐγγίζουσι δὲ θεῷ σχέσει καὶ διαθέσει οἱ πεφωτισμένον νοῦν καὶ ψυχὴν ἔχοντες καθαράν, ἥκοντες τῇ προτροπῇ τοῦ εἰπόντος Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. οὐ τοῦ
15τυχόντος δὲ τοῦτό ἐστιν· ἀμέλει γοῦν εἴρηται περὶ τοῦ ἱεροφάντου Μωυσέως ὅτι μόνος ἐγγιεῖ πρὸς θεόν.

1283

(n)

Ps 149,1bc
1 Μόνοι οἱ τὸν νέον ἄνθρωπον ἐνδυσάμενοι ᾄδειν δύνανται τὸ καινὸν ᾆσμα τῷ φρονεῖν καὶ πράττειν τὰ τῆς καινῆς διαθήκης, δουλεύοντες καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. οἱ αὐτοὶ δὲ συμπληροῦσι καὶ ἐκκλησίαν ὁσίων, κατορθοῦντες τὰ ὅσια Δαυὶδ τὰ πιστὰ καὶ ὁσιωτάτην πρὸς361 in vol. 2
5τὸν θεὸν δικαιοσύνην ἔχοντες· ὅθεν καὶ ἡ αἴνεσις οὗ τὸ καινὸν ᾆσμα τυγχάνει ἐν τῇ τούτων ἐκκλησίᾳ ἐστίν.

1284

(n)

Ps 149,5
1 Οἱ ὁσιότητα κατορθώσαντες ὡς καὶ παρωνύμως ἀπ’ αὐτῆς αὐτοὺς χρηματίζειν ἐν δόξῃ καυχήσονται τῇ μελλούσῃ καὶ αἰωνίῳ· Λογιζόμεθα γάρ φησιν ὁ ἀπόστολος ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς.
5 Δυνατὸν δὲ τὴν δόξαν ἀκοῦσαι ἐφ’ ᾗ ὅσιοι καυχῶνται ἐκείνην περὶ ἧς εἴρηται Ὀφθήσεται ἡ δόξα κυρίου, καὶ Ἡ δόξα τοῦ θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν, οὐχ ἑτέρας οὔσης τοῦ ἀπαυγάσματος τῆς δόξης τοῦ θεοῦ. διὸ καὶ γέγραπται Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. ἐπὶ ταύτῃ τῇ δόξῃ τῇ καὶ σοφίᾳ συγκαθεύδοντες οἱ ὅσιοι καυχήσονται· εἴρηται γὰρ Ἡνίκα ἂν
10καθεύδῃς, μετὰ σοῦ ἔστω ἡ σοφία· ἁρμοδίως τούτοις ἐρεῖς Τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὁ ταύτῃ συγκαθεύδων ἄφοβος καὶ ἀμέριμνος ὢν ἀγαλλιᾶται ἐπὶ τῇ κοίτῃ αὐτοῦ. διὸ πᾶσαι αἱ ψυχαὶ τῶν ὁσίων αὐτοῦ οἷα νύμφαι συνευναζόμεναι τῷ θεῷ λόγῳ ὄντι νυμφίῳ πάσης λογικῆς φύσεως ἀγαλλιῶνται ἐπὶ ταῖς
15κοίταις αὐτῶν.

1285

(n)

Ps 149,6.7
1 Αἱ δι’ ὕμνων καὶ θεολογίας ἀποδεικνύμεναι ὑψώσεις θεοῦ ἐν τῷ νοητῷ λάρυγγι τῶν ὁσίων τυγχάνουσιν ὑψούντων τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. αἰνοῦντες γὰρ σὺν ἀληθείᾳ πολλῇ δοξάζουσι καὶ ὑπερυψοῦσιν αὐτόν, ἔχοντες ἐν ταῖς χερσὶ καὶ διστόμους ῥομφαίας, καίτοι οὐ κατὰ ἀνθρώπων φονῶντες
5ἀλλ’ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ἐπείπερ τὰ ὅπλα τῆς
στρατείας αὐτῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ δι’ ὧν καθαίρουσι 〈πᾶν ἐρι〉στικὸν ὀχύρωμα διαδη * θεν ὑψηλῶν λόγων ἐπαιρουμένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ. Εὖ δὲ καὶ τὸ φάναι διστόμους εἶναι τὰς ἐν ταῖς αὐτῶν χερσὶ ῥομφαίας,362 in vol. 2
10ἑκάστου λόγου οὗ ἔχουσιν οἱ ὅσιοι διστόμου ὄντος κατὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. διὸ καὶ οἱ χρώμενοι τοῖς τῆς ἀληθείας λόγοις οὐ μόνον ἐκτέμνουσι τὰ ψευδῆ καὶ τὰ περιττὰ λύοντες σοφίσματα, ἀλλὰ καὶ τιτρώσκουσιν εἰς ἔρωτα τῆς ἀληθείας τοὺς ἀκροωμένους.
15 Δυνατὸν ἀμφοτέρας τὰς διαθήκας ῥομφαίας διστόμους εἰπεῖν ἐν ταῖς χερσὶ τουτέστι πράξεσι τῶν ὁσίων εὑρισκομένας. δυνατὸν δὲ καὶ ἕκαστον προτρεπτικὸν λόγον δίστομον μάχαιραν εἰπεῖν ἀμφότερα ποιοῦντα, ἐλέγχοντα μὲν τὸν εἰς μετάνοιαν καταδεχόμενον αὐτόν, ἐκδικοῦντα δὲ καὶ τιμωρούμενον τὸν ἀπειθοῦντα μέχρι παντός.
20 Οὐ τὴν εἰς ἀπώλειαν ἀπάγουσαν τὰ ἔθνη ἐκδίκησιν τοὺς ὁσίους ποιεῖν λέγει, ἀλλὰ τὴν εὐλόγως γινομένην ἐπ’ αὐτούς, καθὸ ἔθνη καὶ εἰδωλολάτραι τυγχάνουσιν, ὅπως τὴν ἐθνῶν ζωὴν ἀποβαλόντες συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ γένωνται. Ἑπομένως δὲ καὶ ἐλεγμοὺς ἐν τοῖς λαοῖς ἐνεργήσουσιν, ἐπείπερ τὰ ἔθνη
25χείρονα τῶν λαῶν τὸ μεῖζον τῶν ἐλέγχων ἡ ἐκδίκησις ἐπὶ τὰ ἔθνη γίνεται, οἱ δὲ ἔλεγχοι ἐπὶ τοὺς κρείττονας λαούς· Ἔλεγχε γὰρ σοφόν, καὶ ἀγαπήσει σε· Γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. οὐ γὰρ μισήσουσιν οἱ λαοὶ τοὺς ἐλέγχοντας τῷ μὴ τυγχάνειν κακοί, εἰ καὶ ἐξ ἀπροσεξίας ἁμαρτάνουσι, τῶν πεποιωμένων κατὰ τελείαν κακίαν πρὸς τοὺς ἐλέγχοντας
30ἀπεχθῶς ἐχόντων. εἴρηται γοῦν Μὴ ἔλεγχε κακούς, ἵνα μή σε μισήσωσιν. ταύτην τὴν ἑρμηνείαν εὑρήσεις καὶ ἐν τῷ Εὐαγγελίῳ, ἐπιστήσας τῇ λέξει τοῦ σωτῆρος φασκούσῃ Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου, ἐὰν δὲ μὴ ἀκούσῃ σου, παράλαβε ἕνα ἕτερον ἢ δύο, καὶ ἐὰν παρακούσῃ,
35ἀνάγγειλον τῇ ἐκκλησίᾳ· εἰ δὲ καὶ αὐτῆς περιφρονήσει, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. τοῦτον * κακὸν γεγενημένον διὰ τοῦ πάντων καταπεφρονηκέναι οὐκ ἐλεγκτέον ἐστί· μισήσει γὰρ πάντα τὸν ἐλέγχοντα, κἂν ἅγιος τυγχάνῃ.

1286

(n)

Ps 149,8.9
1 Δήσουσι γὰρ οὗτοι, φησίν, τὰς χεῖρας ἐν χειροπέδαις σιδηραῖς τῶν δοκούντων ἐνδόξων εἶναι παρ’ αὐτοῖς, πράττειν αὐτοὺς οὐκ ἐῶντες ἃ πρὸ τοῦ
δεθῆναι κακῶς καὶ ἐπὶ βλάβῃ πολλῶν ἔπραττον. οὐκ ἀκρίτως δὲ τὴν ἐκδίκησιν καὶ τοὺς ἐλεγμοὺς ἢ τὴν περιβολὴν τῶν δεσμῶν ποιοῦνται οἱ ὅσιοι ἀλλ’ ἢ363 in vol. 2
5ἐγγράπτῳ κρίματι, ἐκ τῶν γεγραμμένων λογίων τὴν κατασκευὴν τῶν ἀληθῶν δογμάτων καὶ ἀνατροπὴν τῆς ψευδωνύμου γνώσεως ἐπιφέροντες. Οὐκ ἀγνοῶ δὲ ὥς τινες τῶν ἐξηγησαμένων ἱστορικῶς ἔλαβον τὴν ἑρμηνείαν, κατὰ πολεμίων τινῶν αἰσθητῶν νίκην καὶ τρόπαια καὶ ὑμνολογίας ἑαυτοῖς ἀναπλάσαντες.

1287

(n)

Ps 150,1c.2a
1 Ἀλλὰ καὶ ἡ διὰ τῶν θείων γραφῶν τοῦ θεοῦ κατάληψις στερέωμα δυνάμεως θεοῦ, ἀλλ’ οὐκ αὐτὴ ἡ δύναμις θεοῦ ὑπάρχει. Νοήσεις δὲ καὶ οὕτως· ἡ θεοῦ δύναμις εἰς ἀνθρώπους ἧκεν, ὅτε τοῦ ἁγίου πνεύματος μετέσχον· Λήψεσθε γὰρ δύναμιν τοῦ ἁγίου πνεύματος ἐπελθόντος
5ἐφ’ ὑμᾶς, τοῖς ἀποστόλοις ὑπὸ τοῦ σωτῆρος εἴρηται, καὶ τὸ Ὑμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. ὅταν τοίνυν βεβαίως τις ταύτην τὴν δοθεῖσαν αὐτῷ δύναμιν φυλάξῃ ἐν προσοχῇ περιέπων αὐτήν, ἐν στερεώματι αὐτῆς γινόμενος αἰνεῖ τὸν θεόν, ἀφ’ οὗ τὴν θείαν ταύτην ἔσχε δύναμιν, καὶ ἐρεῖ Πάντα ἰσχύσω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
10 Εἶτ’ ἐπεὶ βασιλεύονται ὑπὸ τοῦ σωτῆρος τῆς δυνάμεως ἧς ἐν τῷ στερεώματι αἰνοῦσιν αὐτόν, νοοῦντες τὰς παντοκρατορικὰς δυναστείας καθ’ ἃς βασιλικῶς δημιουργεῖ προνοεῖται εὐεργετεῖ κολάζει, αἰνοῦσιν αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ.

1288

(n)

Ps 150,2b
1 Οἷόν ἐστι τὸ ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ σοφὸς ἐπιστάμενος κατὰ τὸ πλῆθος τῶν ἀνεξιχνιάστων κριμάτων αἰνέσει τὸν οὗ ἡ ἀκαταληψία τῶν κριμάτων καὶ τῶν ὁδῶν, ὡς λέγει Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, καὶ τὸ Ἐθαυμαστώθη
5ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ὅσον γὰρ ἂν αὐτῆς περινοήσω πλῆθος, κραταιουμένη ὑπὲρ ἐμὲ γίνεται, ὡς μὴ δυνηθῆναι
ἔτι συνδραμεῖν αὐτῇ ἀπείρῳ οὔσῃ καὶ ἀκαταλήπτῳ.364 in vol. 2

1289

(n)

Ps 150,3
1 Ὁ μὴ ἐπαισχυνόμενος Ἰησοῦν καὶ τοὺς λόγους αὐτοῦ μετὰ παρρησίας σαφῶς καὶ μεγαλοφώνως τὰ τῆς θεολογίας προφέρων αἰνεῖ αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ ἐν ἤχῳ σάλπιγγος· ὅθεν καὶ οἱ τῆς ἀληθείας κήρυκες ἐπὶ τῷ παρρησιέστερον καὶ σαφῶς ἀπαγγέλλειν τὴν διδασκαλίαν ἐντολὴν ἔχουσιν
5ὡς σάλπιγγι ἑαυτῶν ὑψοῦν τὴν φωνήν. εἴρηται γοῦν πρὸς αὐτοὺς Σαλπίσατε ἐν σάλπιγγι, ἐν Σιὼν κηρύξατε ἐν ὄρει ἁγίῳ μου. ἀλλὰ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, ὅπως πᾶσι τοῖς ἀνισταμένοις φοβερὰ καταστῇ, διὰ σάλπιγγος σημαίνεται, ᾗ φησι Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ Ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται
10ἀπ’ οὐρανοῦ, ἐπὶ τῷ τοὺς κεκοιμημένους ἐν Χριστῷ ἀναστῆναι. ὡς οὖν τὸ πρόσταγμα τῆς ἀναστάσεως φανερούμενον πᾶσιν ἐπὶ τῷ δικαίους καὶ ἀδίκους ἀναστῆναι τῷ μεγαλοφώνῳ τῶν ὀργάνων γνωρίζεται, ἀκόλουθον καὶ τοὺς θεοῦ αἴνους ταὐτῷ τῷ ὀργάνῳ προφέρεσθαι. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. τί τὸ ψαλτήριον καὶ ἡ κιθάρα καὶ
15ποίαν ἔχουσι πρὸς ἄλληλα διαφορὰν ἐν τοῖς προάγουσιν εἴρηται. αἰνετέον οὖν θεόν, ψάλλοντες ἐν πνεύματι καὶ νῷ· τοῦτο γὰρ τὸ ψαλτήριον· τὸ γὰρ πνεῦμα καὶ ὁ νοῦς ἄνωθεν ἐκ θεοῦ δι’ ὑψηλότητα δογμάτων συνηχεῖ. αἰνετέον δὲ καὶ κιθάρᾳ· διὰ πάσης δυνάμεως τῆς ψυχῆς καὶ αἰσθήσεως χορδῶν τεταμένων δίκην κρούονται. κιθάρα γὰρ ἡ ψυχὴ ἐν τοῖς προαναγνωσθεῖσιν ἀπεδόθη.
20εἰ δὲ * διὰ πάσης ἐνεργείας ἑκάστου μέλους συντείνους * ἀλλοτρόπῳ κιθάρας κρούεται, οὐκ ἂν σφαλείη τις * διὰ πάσης πράξεως τῆς διὰ σώματος αἰνεῖσθαι θεόν.

1290

(n)

Ps 150,4
1 Οἱ τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες δι’ αὐτοῦ τοῦ νενεκρωκέναι τὴν σάρκα τὴν σφῶν αἰνοῦσιν ἐν τυμπάνῳ. ἡρμήνευται καὶ πρότερον τοῦτο εἶναι τὸ τύμπανον, ὅτε προέκειτο τὸ Ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. τοῦτο γὰρ τὸ σῶμα, ὅταν ἐξ ἀναστάσεως ἀναλάβῃ ἡ ψυχή,
5νεᾶνίς ἐστι τυμπανίζουσα ἐν τῷ ἀπαγγέλλειν τοὺς θεοῦ αἴνους ἐν τῇ στάσει
τῶν ἐπουρανίων σὺν ταῖς μυριάσι τῶν πανηγυριζόντων ἀγγέλων, ὡς εἶναι δηλούμενον τοῦτο διὰ τῆς ἐπιφερομένης λέξεως ἐχούσης Αἰνεῖτε ὥσπερ ἐν τυμπάνῳ, οὕτως καὶ ἐν χορῷ· χορεύει γὰρ σὺν ταῖς δυνάμεσι καὶ πάσῃ τῇ ὑπερτέρῳ κτίσει ἡ ψυχὴ μετὰ τὴν ἀνάστασιν, ἀντὶ φθαρτοῦ καὶ ἀσθενοῦς365 in vol. 2
10καὶ ἀτίμου καὶ ψυχικοῦ σώματος ἄφθαρτον δυνατὸν ἔνδοξον πνευματικὸν ἀναλαβοῦσα τὸ σῶμα. Τὸ δὲ ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖν ταὐτὸν δύναται τῷ αἰνεῖν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τάχα γὰρ τὴν κιθάραν χορδάς, τὸ δὲ ψαλτήριον ὄργανον εἶπεν.

1291

(n)

Ps 150,5
1 Δηλοῦσθαι νομίζω διὰ τοῦ αἰνεῖσθαι αὐτὸν ἐν κυμβάλοις εὐήχοις τὸ δεῖν καὶ φωνῇ τῇ κατὰ προφορὰν ἀνυμνεῖν διὰ θεολογίας τὸν κύριον. παρίσταται δέ μοι τοῦτο νοεῖν ἐκ τῆς τοῦ ἀποστόλου λέξεως γράφοντος οὕτως· Γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· εἰ γάρ φησι μὴ νῷ ἀλλὰ γλώσσῃ λαλήσω
5μὴ διερμηνεύων ἕκαστα τῶν ὑπὸ τῆς γλώττης εἰρημένων * ἀντιλήψει τοῦ ἀκροατοῦ μόνης φωνῆς ἄνευ διανοίας ἔχοντος, ὡς δοκεῖν αὐτῷ βάρβαρον εἶναι τὸν λαλοῦντα, φωνῆς καὶ ἠχουμένου αἴσθησιν ἔχοντος, γίνεται αὐτῷ χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, κρούων καὶ περιβομβοῦν μόνον τὴν ἀκοὴν αὐτοῦ. δοξολογῶμεν τοίνυν θεόν, καὶ τῇ προφορᾷ μιμούμενοι τοὺς
10τελείους καὶ δικαίους ἄνδρας. εἴρηται γὰρ περὶ ἑκάστου τούτων τὸ Διήγησις εὐσεβοῦς διαπαντὸς σοφία· ὁμοίως καὶ Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν, ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ· τουτέστι καὶ νῷ καὶ γλώσσῃ καὶ στόματι ὑμνεῖ θεόν. Εὔηχον δὲ κύμβαλον εἶπε τὴν ἐμμελῆ καὶ μεμουσωμένην φωνήν *
15ἀριδήλως σημαίνουσαν τὰ πράγματα. τὴν δὲ αὐτὴν κύμβαλον ἀλαλαγμοῦ φησι προφερόμενον ἐπινι * κατὰ ἁλόντων καὶ ὑπὸ πόδα γενομένων τῶν ἐχθρῶν.

1292

(n)

Ps 150,6
1Ὅτε πάντα ἐν πᾶσιν ὁ θεὸς γένηται, πληρωθήσεται ἡ προκειμένη λέξις.
βοηθῶν γὰρ τῇ ἀσθενείᾳ ἡμῶν νόησιν πνοῆς θείας ἡμῖν ἐνδίδωσιν, ὡς καὶ περὶ τοῦ πρώτου ἀνθρώπου ἀναγέγραπται τὸ Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ζωὴ γὰρ καὶ366 in vol. 2
5πηγὴ ζωῆς ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ζωή, περὶ ἧς ζωῆς εἴρηται τῷ πατρὶ Παρὰ σοὶ πηγὴ ζωῆς. ταύτης τῆς μακαριοποιοῦ καὶ ἁγιαστικῆς ζωῆς πνοὴ εἰς τὸν ἄνθρωπον ἐρχομένη ζῶσαν τὴν ψυχὴν αὐτοῦ παρασκευάσει, ὥστ’ ἂν εἰπεῖν εὐχαριστικῶς τὸν τούτου τυχόντα Ἡ ψυχή μου αὐτῷ ζῇ. ταύτης τῆς δωρεᾶς μόνος καὶ πᾶς ἀπολαύσει ὁ τὸν Ἰησοῦ λόγον δεξάμενος καὶ πιστεύσας τῷ
10ἀποστείλαντι αὐτὸν πατρί. φησὶ γὰρ ὁ σωτὴρ Ὁ τῶν λόγων μου ἀκούων καὶ πιστεύων τῷ ἀποστείλαντί με ἔχει ζωὴν αἰώνιον. Ταύτην τὴν πνοὴν ἅμα τῷ πνεύματι ὀρέγει θεὸς τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ καὶ πατοῦσιν αὐτὰ καλουμένοις λαῷ αὐτοῦ, ὡς εἶπεν ὁ προφήτης περὶ αὐτοῦ Οὕτω λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερέωσας τὴν
15γῆν, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· φανερὸν δὲ ὅτι τὴν γῆν. εἴρηται δὲ καὶ πρός τινος ἀρχαίου Πνοὴ δὲ παντοκράτορός
ἐστιν ἡ διδάσκουσά με.367 in vol. 2