TLG 2102 016 :: DIDYMUS CAECUS :: Commentarii in Psalmos 20–21

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Psalmos 20–21

Source: Doutreleau, L., Gesché, A., Gronewald, M. (eds.), Didymos der Blinde. Psalmenkommentar, pt. 1 [Papyrologische Texte und Abhandlungen 7] Bonn: Habelt, 1969: 2–228.

Citation: Codex page — (line)

1

Ἔχ̣[ο]μ̣ε̣ν̣ περὶ θεοῦ διάλημψιν καὶ ἀπὸ τ̣ῆς γραφῆς καὶ τῆς κ[ο]ινῆς ἐννοίας ὅτι ἄτρεπτός ἐστιν, | ὅ[τι ἀ]ναλλοί‐
2ωτός ἐστιν· ὁ γὰρ ὅλως μὴ ὑποκείμενος ποιότη̣[τι οὐ τρέ‐ πετ]αι, οὐκ ἀλλοιοῦται· οὐδὲν | γ̣ὰ̣ρ̣ ἕτερ̣ό̣ν̣ ἐστιν ἀλλοί‐
3ωσις ἢ κατὰ ποιὸν μεταβολή. οὐ [πᾶσα μεταβο]λ̣ὴ ἀλλοίωσίς ἐστιν, | ἀλλ’ ἡ κ̣[ατὰ] π̣οιότητα. εἰ[σ]ίν γ̣ε̣ κα[ὶ ἄλλαι]
4μεταβολαί, ἐπε[ὶ καὶ κινήσεις εἰσ]ὶν ἄλλαι. τὸ γ̣ι̣νόμενον |
5μεταβάλλει, ἀλλ’ οὔκ ἐστιν ἀ̣λ̣λο[ί]ω̣[σ]ι̣ς ἡ κί[ν]η̣[σ]ις αὕτη. τὸ αὐξό̣μ̣[ενον μεταβάλλ]ει, ἀλλ’ οὔκ ἐστιν ἀλλοί|ω‐
6σις αὕτη· προσθήκη γὰρ καὶ αὔξησις̣ π̣[ο]σ̣[ο]ῦ̣ ἐστιν ἡ τοι‐ αύτη κ[ί]ν̣η̣[σ]ις. ὅ̣[τ]αν δὲ ἐκ φα̣ύ̣λ̣ο̣υ σ[πο]υ̣|δα̣ῖ̣ος̣ ἢ̣ ἐ̣κ̣
7σπουδαίου φαῦλος γένητ̣[α]ί τ̣ι̣ς̣, ἠ̣λλοίωται κατ̣[ὰ] τ̣[ὴν ποιότητα], ὡς αὖ ὅτε ἐκ νοσο̣ῦν|τος εἰς ὑγείαν ἔλθῃ καὶ
8ἔνπαλιν.
8ἀ[λ]λ̣ὰ̣ τ[ὰ]ς̣ [λ]έ̣[ξ]εις πρὸς τὴν ἔν[νοιαν τοῦ πρ]ά̣γ‐
ματος, π̣ερὶ οὗ | λέγονται, δ̣ι̣[ανοού]μεθα. ὁ θεὸς οὐκ ἐκ2
9μελῶ̣ν συνέστηκεν, ἐ̣π̣ε̣ὶ̣ σ̣[ύνθ]ε̣[το]ς̣ ο̣ὔ̣κ̣ ἐσ[τ]ιν· ὅθ̣ε̣ν̣
10παρέλ|κει ἐπ’ αὐτ[οῦ] κά̣θ̣ι̣σις, ἀ̣ν̣άσ[τα]σις, [π]ερ̣[ίπ]α‐
10τ̣[ο]ς, ἀποστροφὴ προσώ̣[που, φωτι]σ̣μ̣ὸ̣ς̣ προ[σ]ώ̣π̣ου. | ἀ̣λ̣λ̣’ ἐ̣ν̣ τ̣ο̣[ύτοις] περὶ αὐτοῦ τ̣ε̣[τ]α̣γ̣μέ̣[νοις] σῴζειν τὴν π[ίστιν, θεοπρεπῶς] αὐτὰ ἐ̣κλαμβάνειν | δεῖ.
12 ἔνιοι γ̣[ὰ]ρ̣ ταῖ[ς] λέξεσιν καὶ τῇ̣ ἁ̣δρ̣ό[τ]η̣τ̣ι̣ α̣ὐ[τ]ῶν ὑποβάλλ[ουσιν τὰ σημαιν]ό̣μενα. αὐτίκα γοῦν | τινες ἐτόλ‐
13μ[ησ]αν εἰς τ̣ο̣σα̣ύτην̣ ε̣[ὐ]ή̣[θειάν τ]ι̣ν̣[α] ἢ ἀσέβειαν̣ εἰ[σ‐ ελαύνειν, ὥσ]τε ἀν̣[θρ]ω̣πό̣μ̣ο̣ρ̣|φον νομίσαι τ̣ὸ̣ν̣ θεὸν [διὰ]
14τ̣ὰ̣ [τ]ρ̣[όπῳ γεγρ]αμμένα. καὶ λέγο[υσιν ὅτι ὁ θ(εὸ)ς] χεῖ‐
15ρα̣[ς] ἔχ̣ει μέλη | καὶ πόδας καὶ ἐ̣π̣ι̣φ̣ά̣ν̣ε̣ι̣α̣ν̣ κ̣[αὶ τὰ ἄλλα]. εἰ δὲ ἑκ[άστοτε τοῦτο ἴσμ]ε̣ν̣, π̣ερὶ τ̣ί̣ν̣ος τ̣α̣[ῦ]τ̣α | λέγεται
16κ[αὶ ἔτι] ἐ̣κ [τίνος, δυνάμεθα εἰς τὸ σημ]αινόμεν[ον τὰ πράγματα ἀγαγ]εῖν, εἰς̣ τὸ [δ]ηλού|μενον.
17 ἐὰν̣ [μὴ θεοπρεπῶς ἐκλαμβάνωμεν], οὐ δυνά̣με[θ]α̣ [περὶ αὐτ]ῶ̣ν̣ ἔχειν̣ εὐσεβῆ{ν} ὑ|π̣ό̣λημψιν κ̣[αθ’] ἕ̣ν̣[α τῶν δ]ώδεκα
18πρ̣ο̣φητῶν. οὗτος δὲ̣ ἔ̣ν̣ [τινι τόπῳ λέγ]ει· “οὐχ [οἱ λ]όγοι αὐ|τοῦ καλοὶ μετ’ αὐτοῦ καὶ ὀρθοὶ πε[πόρ]ευντα[ι”; ἐ]ὰ̣ν̣
20μ̣ὴ̣ μετ’ αὐτοῦ̣ [ὦσιν, μετ’ ἐννοί]α̣ς αὐ̣τ̣ο̣ῦ̣, οὔκ ε̣ἰ̣σ̣ι̣ν̣ | κα‐
20λοί. ἐὰν [ἀ]κού̣ῃ̣ς̣, φ[έ]ρ̣[ε], ὕπ̣ν̣ο̣ν καὶ ἐγρ̣ή̣γ̣ορσιν καὶ με̣‐ τ̣α̣[μ]έ̣λ̣[ειαν καὶ μὴ μ]ετὰ [τῆς α]ὐτοῦ ἐν|νοίας λάβῃς τὰ
21τ̣ο[ι]α̣ῦτα, ο[ὐ τὰ λεγόμεν]α περὶ αὐ[τοῦ] μ[ετ’ αὐτοῦ ὀρ‐ θὰ] π̣ε̣π̣όρευνται. ὅταν | δὲ μετ’ αὐτοῦ λάβ̣ῃς̣ τ̣ὰ̣ τοιαῦ̣τ̣α̣,
22[οἱ λόγοι πορευό]μ̣ε[νοι ὀρθοὶ μετ’ αὐτοῦ, πνεύματι πεπ]λ̣η‐ ρ̣[ω]|μένοι, οὐδὲν ἔχουσιν σ̣καιὸν [ο]ὐ̣δὲ σ̣χ̣έ̣[διο]ν. τοῦτό τ̣ο̣ι̣
ἐ̣[ν] ε̣[ὐαγγελίῳ ὁ σωτὴρ ἔλεγεν]· “πλαν[ᾶ]σθε | μὴ εἰδότες4
24τὰς γραφὰς μηδὲ τὴν δύναμιν το[ῦ] θεοῦ”. [πλ]α̣ν[ᾶσθε λέ‐
25γοντ]ε̣ς̣ ὅ̣τ̣ι̣ [οὐκ] ἐκ τοῦ | μὴ ὄντος ποιεῖ τὰ ὄντα· [τοῦ]‐
25τ̣ο̣ [γὰρ λ]έγουσ[ι]ν ὅτι· “ὕστ̣[ερόν ἐστιν τὸ] πο[ιεῖν τοῦ εἶναι]· δ̣εῖ γὰρ ὑ|πάρχειν τι ὑποκεί[μ]ενον. ο̣ἱ̣ νε̣κ̣[ρ]ο̣[ὶ
26ἀνα]σ[τά]σεώς εἰσ̣[ιν ἄμοιροι”. ἐπεὶ οὖν] οὐ με̣τ̣ὰ̣ τ̣ῆ̣ς̣ δυ‐ νάμ̣ε̣|ως τοῦ θεοῦ λαμβάνουσι[ν αὐτά, διὰ τοῦτο πρ]οσκ[όπτου‐ σιν. δύ]ν̣[α]τα̣ι ὁ θεὸς ἐ̣κ [το]ῦ μὴ ὄντος | εἰς τὸ εἶναι
28ἀγαγεῖν καὶ τὰ [σώμα]τ̣[α τὰ φθαρτὰ ἀλ]λοιο[ῦν. λέ]γ̣ει μὲ̣[ν

2

πρὸς Σαδδου]κ̣[α]ί̣ους̣. πλανᾶτ[αι] | ὁ τὰς γραφὰς νομίζων
1εἰδέναι, ὅταν ἀγ[νο]ῇ̣ τὴν θ̣(εο)ῦ̣ δύναμιν τὴν περὶ ο̣ὗ̣ λέ̣‐ γ̣ο̣ν̣τ̣α̣ι̣ | καὶ ὑφ’ οὗ εἴρηνται.
2 τίνος δὲ χάριν ταῦτα [ἐμοὶ λέ]λεκται, ἔξω τῆς μελλού‐ σης γίνεσθαι [π]ρ̣ά|ξεως ἐρῶ. ὁ σωτὴρ καὶ κύριος ἡμῶν θε‐
3ὸς [ἅμ]α̣ καὶ ἄνθρωπός ἐστιν· θεὸς μὲν ἀεί, οὐκ [ἀ]εὶ δὲ | ἄνθρωπος· πρὸ γὰρ τῆς κτίσεω̣ς θεὸς ἦν, [ἄν]θ̣ρωπος δ[ὲ]
5οὐχ[ί]. ἔμελλεν δὲ καὶ [τ]οῦτο ὑφ̣[ί]σ̣τ̣α|σθαι σωτηρίας ἕνε‐
5κα. καὶ τ̣ὸ μὲν ἄνθρ̣[ωπος] γενέσθ̣[αι] διά τι ἔχει, τὸ δὲ θεὸς ε̣[ἶναι] οὐ δ[ιά] τι, | ἀλλὰ διὰ τὴν ἑαυτοῦ ὕπα̣ρ̣[ξι]ν̣
6καὶ [τ]ὴν [τοῦ γ]ε̣ννή[μ]α̣[τος οὐσ]ίαν· οὕτω γὰρ ἤκουσ̣α̣ [τοῦ]· | “ζῶ διὰ τὸν πατέρα” μ[ου. οὐ] τοῦ̣το λ̣έγει, ὅ̣τ̣[ι ὁ] π̣ατὴρ̣ ζ̣ω̣[ο]π̣οι[εῖ] μ̣ε̣, ὡ̣ς̣ β̣ο̣ύ̣λ̣ονται οἱ Εὐνομι|ανοί,
8ἀλλὰ τοῦτο λέγει, ὡ̣ς̣ ε̣ἰ̣ λ̣έ̣γ̣[ο]ι̣ [τι]ς̣· “δ[ιὰ] το[ῦτο] λογικ̣[ός] εἰμι, ὅτ̣[ι λογικ]ὸν ἔχω πατέρα, [καὶ] | διὰ τοῦ‐6
9το θνητός εἰμι, ὅτ̣ι θ̣[ν]η̣[τὸν ἔχω] π̣ατ̣έ̣[ρα]”. καὶ ἀ[λη]‐
10θ̣ές γε· [τ]ὸ̣ [“ὅτι” ἐστ]ὶ̣ν̣ ἀποδεικτι[κὴ] | αἰτία. ἐπεὶ
10τοίνυν [ζῇ διὰ τὸν πατέρα], ἐ̣σ̣τὶν̣ [λ]εγ̣ό̣μ̣[ενος] ζωὴ ο̣[ὐ παρονομαζό]μενος ἀπὸ | ζωῆς, ἀλλ’ ὡς πηγὴ ζ[ωῆς] κα̣ὶ̣ ὡ̣[ς μετα]δι[δοὺ]ς̣ π̣α̣ν̣[τί]· λέ̣γ̣ο̣με̣ν̣ γ̣ὰ̣ρ τὸν ζῶντα ζωὴν | ἔχειν,
12λέγομεν δὲ κα̣ὶ τ̣ὴ̣ν̣ ζωὴν̣ [τ]ὴ̣ν̣ [ο]ὐ̣ [παρονο]μαζομ[ένη]ν̣ [ἀπ]ὸ̣ ζωῆς· οὐ γὰρ μ̣ε̣|τέχει ζωή, ἀλλὰ αὐτή ἐ̣σ̣τι̣ν̣ ἡ ζωή.
13[οὕ]τως οὖ̣[ν ζῇ δι]ὰ̣ τὸν πατέ̣ρ̣[α]. ἄ̣ν̣θ̣ρ̣ω̣πος οὖν δι̣ά̣ τ̣ι̣, | θεὸς δὲ οὐ διά τι. ἀμφότερ̣α
14δὲ συνέ̣[δ]ραμε̣[ν ἐπὶ το]ῦ̣ τῆς ἐπιδημίας καιροῦ. ἐπιδημί‐
15αν | δὲ οὐ πάντως λέγω τὴν̣ κατὰ σάρκα· πο[λλὰς γὰ]ρ̣ [ἠ‐ θ]έλησ〈εν〉· ἀ̣ε̣ὶ̣ ἐπιδημεῖ. καὶ οὕτω γοῦν | ἐξείληφα τὸ
16ἐν τῷ Μ[ι]χ̣α̣ί̣ᾳ̣· “καὶ σύ, Βηθλεέμ, ο[ἶ]κος τοῦ Ἐπάθα, [ὀλιγοστὸς] εἶ. ἐκ σοῦ 〈μ〉οι ἐξελεύ|σ〈ε〉ται, καὶ αἱ ἔξοδοι
17αὐτοῦ ἀπ’ ἀρχῆς” ε̣[ἰσιν· οὐ γάρ που] νῦν πρ̣ότ̣ε̣ρ̣ο̣ν̣ ἐ̣ξ̣ε̣λ̣θὼν παρὰ τοῦ | πατρὸς ἧκεν, ἀφ’ οὗ ἡ χρεία τῆς δ̣ιοικ̣ήσεω̣[ς τῶν σωστ]ικῶν. ὅπως̣ π̣ο̣τ̣ὲ̣ γινομένη καὶ | ὅπου ποτὲ γ〈ι〉‐
19νομένη τῆς ἐξόδου αὐτοῦ χρ[εία. διὰ τοῦ]το οὐδὲ μίαν̣, ἀλλὰ
20πολλὰς ἐξόδους εἶπεν. | “διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιρο[ῦ]
20τ[ικτού]σ[ης]”. ἡ τελευταί[α ἔξο]δ̣ος̣, ἡ̣ τοῦ τοκετοῦ τῆς | Μαρίας, ἐστίν τις “ἕως καιροῦ τικτούσης”· [ἡ γραφὴ γὰ]ρ οὐκ αἰνεῖ [τι]κ̣τούσ[ας], ἀλλὰ μίαν λέγει | τίκτουσαν ση‐
22μαινομέ̣ν̣η̣ν δ[ι]ὰ τῆς [λέ]ξ̣ε̣ω̣ς̣. [τίκτο]υ̣[σ]α δὲ κ̣[υρί]ω̣ς
ἐ̣σ̣τὶν ἡ μὴ σπέρματα | ἀναλαβοῦσα καὶ κυοφορή[σα]σ̣α κα̣ὶ̣8
23[μ]ο̣ρ̣φ̣ώ̣[σασα] κ̣α̣ὶ̣ π̣ε̣ρ̣[ιστέ]γ̣ουσ[α], ἀλλὰ αὐτὴ τίκτει. διὰ | τοῦτο ἐκ γυναικὸς γέγονε[ν]. οὐδεὶς τῶν ἄλλ[ων]
25ἐκ γυν̣[αι]κ̣ός, ἀλ̣λ̣ὰ διὰ γυναικὸς πάντες· | ἐξ ἀνδρῶν δὲ
25πάντες· ἐκ τ[οῦ] ἀνδρ̣ὸς γὰρ ἡ γυν[ὴ γίν]εται, κ[αὶ] ὁ̣
25ἀνὴ[ρ] διὰ τῆς γυναικός. | καὶ τοῦτο δὲ ῥητέον, ὅτι αἱ γε[ν]ε̣[αλογίαι ἀπα]θῶς̣ [καὶ] ἐ̣πιστη[μ]ό̣ν̣[ω]ς καὶ εὐσεβῶς γίνονται, | ὅταν ἀπὸ πατέρων
27κατ[άγωνται· δ]ιαβάλλε[ται γὰ]ρ̣ ἡ γενεα̣λ̣ογία ἡ ἐκ γυναι‐ κῶν. μόνη | οὖν αὕτη ἡ τίκτουσα ἄνευ [ἀνδ]ρ̣[ὸς τ]έτοκ̣εν̣. κα[ὶ διὰ] τ̣οῦτο ἐκ γυναικὸς γέγονεν ὁ σωτήρ, οὐ | διὰ γυ‐
29ναικός, εἰ καὶ πολλοὶ ἄλλοι γ̣ί̣[νον]ται λέ̣[γοντ]ες̣ ο̣ὐ̣κ̣

3

”[ἐ]κ̣ [Μ]αρίας”, ἀλλὰ “διὰ Μαρίας”. | δόκη[σ]ι̣ν οὖν πρεσ‐
1βεύουσιν πολλοί.
1 καὶ ὁ θεὸς ἐ̣[κ τοῦ] π̣ατρός ἐστιν καὶ οὐ διά τι, ὁ δὲ ἄνθρωπος | ἐκ̣ τ̣ο̣ῦ Δαυὶδ καὶ τῆς Μαρίας καὶ διά τι. ἕνεκ[α τῆς] σω̣τηρίας τοῦ κόσμου ἐλήλυθεν, ἵνα κατ|αρ̣γήσῃ τὸν
3θάνατον, ἵνα πολλὰ ποιήσῃ το̣[ῖς θ]ν̣[ητο]ῖς, ἅπερ ἐκ ῥα‐ θυμίας ἰδίας ἀποβε|β̣[λ]ή̣κ̣εσαν.
4τίνος δὴ ταῦτα χά̣ριν λέγω; τὰ [λεγόμ]ενα περὶ τ̣οῦ σ̣ω‐
5τῆρος δηλοῖ τὴν θεότη|τα̣. [καὶ] π̣ά[ντ]α̣ τὰ ἀπαγγελλόμενα
5περὶ τῆς [θεότητο]ς ἀσυντρ̣[όχα]σ̣τ̣ά εἰσιν πρὸς ἄλλον τι|‐ ν̣ά̣· μ̣ο̣ν̣ογενὴς γάρ ἐστιν. τὰ δὲ πε[ρὶ] τ̣ο̣[ῦ ἀνθρώπ]ου λε̣‐
γ̣[όμ]ε̣ν̣α̣ κατορθώματα ὡς ἀν|θ̣ρ̣ώ̣που ἅπτεταί πως καὶ τῶν δι‐10
7καίων. μ[ι]μ̣[η]ταὶ τοῦ [ἀν(θρώπ)ου] γίνονται οἱ σπουδαῖ‐ οι. | ο̣ὐ̣ [μ]ιμοῦνται δὲ τὴν θεότητα—τοῦτο γὰρ ἀνό̣σ̣ι̣[όν
8ἐστι]ν—, τὸν̣ ἄ̣[νθ]ρ̣ω̣πον μιμοῦνται. ὅσα οὖν | λέγεται περὶ τοῦ̣ ἀ̣νθρώπου, ῥηθείη ἂν καὶ πε‐
10ρ[ὶ τ]ῶ̣[ν ἀγγέλ]ων κ[αὶ περὶ] τῶν τελείων ἀνδρῶν. | ὅσα
10δ̣ὲ λέγεται περὶ τῆς θεότητος, οὐδὲ περὶ ἀ̣γ̣γ̣έ̣[λων ο]ὐδὲ πε̣ρ̣[ὶ] ἀνθ̣ρ̣ώ̣[πω]ν ἁγίων ῥηθήσεται. | οὐ λ̣έγω τινὰ τῶν
11γενητῶν σοφίαν εἶνα̣[ι] ἢ̣ [ἀπα]ύγασ[μ]α δ[όξ]ης ἢ χαρακ‐ τῆρα τῆς θει|κῆς ὑποστάσεως ἢ μονογενῆ τοῦ θεοῦ υἱόν. [ὅσα] δ̣ὲ λέγε̣[τα]ι ὡς π̣ερ̣ὶ ἀνθρώπου, ῥηθείη ἄν, | οἷον·
13“ζητεῖ[τ]έ με ἀποκτεῖναι, ἄνθρ[ωπον” ὄντ]α, “ὃς τ[ὴν ἀ]‐ λήθειαν ὑμῖ[ν] λελάληκα, ἣν | [ἤκο]υσα παρὰ τοῦ θεοῦ”.
14καὶ ἄλλοι πολλοὶ μ[αθόντε]ς παρὰ το̣[ῦ] θεοῦ τὴ̣ν ἀλήθεια[ν]
15ἐλάλησαν. | οὗ̣τ̣ος δὲ πλειόνως, οὗτος μειζόνως, ο̣[ὗτος ἀ]‐ συνκρίτως. καὶ πάλ[ι]ν· “ἐγ[ὼ δ]ὲ ὅτι τὴν ἀλή|[θει]αν
16ὑμῖν λέγω, οὐ πιστεύετέ μοι”. καὶ ἄλ[λοι λέγ]ο̣υσιν τὴν ἀλήθειαν· ἐὰν γὰρ δῶμεν, | [ὅτι] οὐδεὶς τὴν ἀλήθειαν εἶ‐
17πεν ἢ [αὐ]τ̣ὸς [ὁ Χ(ριστό)ς, δίδ]ο̣μ̣ε̣[ν] ε̣ἰ̣ς̣ τὴν αἵρεσιν ἀ̣κ̣ό̣νην τὴν ἀ|[ν]ώνυμον.
18ἔνι ἀνώνυμός τις αἵρεσις [ἡ ἐξανα]τ̣[εῖ]λ̣αι δ[οκ]οῦσα
ἢ γεγονέναι ἐκ βιβλίων. | κ[αὶ] πολλοὶ βίβλους, συντάξεις,12
19ἔχουσιν καὶ τ[οῦτο λέγουσ]ι̣ν̣, ὅ̣τι οὐδέποτε ἐν ἀνθρώποις
20γέγονεν | ἡ̣ ἀλήθεια εἰ μὴ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ σωτ[ῆρος]·
20“ἡ χάρ[ι]ς” γ̣ὰρ “καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένε‐
20το”. | καὶ ὅρα ποῦ συνάγει αὐτοῖς ὁ λόγος· ἐπεὶ βούλον̣[ται τ]ὴν παλαιὰν γραφὴν μὴ ἐκ θεοῦ εἶναι μη|[δ]ὲ τοὺς προφή‐
22τας, λέγουσιν, ὅτι οὐδέπ[οτ]ε [ἡ ἀλήθει]α ε̣ἰ̣ς̣ ἀ̣[νθ]ρ̣ώπο̣υ̣ς ἐλήλυθεν εἰ μὴ τῆς ἐπι|δημίας γεγενημένης. ταῦτα δὲ λέγ[ον‐
23τες τὴν μία]ν̣ θ̣ε̣ό̣τ̣ητ[α] δ̣ι̣ακό̣[πτ]ουσιν καὶ ἄλλον λέγουσιν | τὸν πρὸ τῆς ἐπιδημίας τὸν κοσμοπο[ιό]ν̣, [ἄλλον δ]ὲ̣ ζ̣[η]‐
24τ̣ο[ῦσιν] π(ατέ)[ρα] Χ̣(ριστο)ῦ.
25οὐ λέγομεν δὲ ἡμεῖς τοῦτο, | ὅτι ποτὲ ἡ ἀλήθεια ἐκρύ‐
25βη. ἀεὶ τὰς μα[ρτυ]ρ[ίας ἑαυτ]ῆς ἐ̣κπ̣έ̣[μ]π̣[ει]. παρὰ τοὺς ἀνθρώπους | δὲ ἔστιν ἢ ὁρᾶν αὐτὴν ἢ μὴ ὁρᾶν. καὶ ὥ̣[σπερ καὶ] ἐπὶ̣ τ̣[οῦ αἰσ]θη̣[το]ῦ̣ ἡλίου συμβαίνει τὸν | μύοντα
27τὰς ὄψεις μὴ ὁρᾶν, καὶ οὐκ ἤδη [λέγομ]εν μ[ὴ ε]ἶ̣[ν]αι [τὸν] ἥ̣λιον, οὕτως οὐ λέγομεν | ὅτι ποτὲ ἡ ἀλήθεια ἐν ἀν‐
28θρώπο[ι]ς οὐ γέγ̣[ονεν οὐ] θέλοντες δ[ι]α̣κ̣ό̣ψ̣αι τὴν γραφήν. καὶ λέγω· | ἐάν μοι ἀγάγῃς ἀκροδρύων δύο κ̣α̣ρ̣π̣[ῶν, ο]ἷ̣ον
30συκ̣[ῆς καρ]π̣ῶ̣ν, ἐπεὶ διεῖλες ἀπὸ τῆς ὕλης, | ἀνάγκη καὶ
30φυτὰ ἕτερα καὶ ἕτερ[α εἶναι. οὕτ]ω̣ τοίν[υν ἀδύνατον] τὴν

4

εὐ̣αγγελ̣ικὴν παίδευσιν | τὴν ἀλήθειαν εἰς ἀνθρώπους ἠγιο‐
1χένα̣ι̣, τὴν δὲ πρὸ τῆς ἐπιδημίας τὴν καλουμένην παλαιὰν | μὴ πεφωτικέναι κατὰ τὴν ἀλήθειαν. ἀναγκαίως προσήκαντο
ἐκ τῶν διαφόρων καρπῶν | καὶ διάφορον ποιότητα· οὐχ ὅτι ἔστιν διάφορος θεότης, ἀλλὰ τῇ ἐκείνων ἀτόπῳ ἀρχῇ | τοῦ‐14
4το ἠκολούθησεν.
4ἐὰν οὖν ὁ σωτὴρ λέ[γ]ῃ· “ἐγώ εἰμι ἡ ἀλήθεια” καὶ ποι‐
5μὴν καὶ θύρα καὶ τὰ ἄλλα, | ἀκοινώνητά εἰσιν ταῦτα τὰ ὀ‐ νόμα[τα] κ[α]ὶ τὰ ὑφ’ αὐτῶν σημαινόμενα πρὸς τοὺς γενη|τούς.
6ἐὰν δὲ λέγῃ ὅτι· “ἄνθρωπός εἰμι”, ἐὰν λέ̣γ̣η̣ται περὶ αὐτοῦ ὅτι δίκαιός ἐστιν—“τὸν δίκαιον ἀπεκτείνα|τε”, λέγει ὁ
7Πέτρος—, ταῦτα τὰ ὀνόματα συν[τ]ρ̣[ο]χάζει καὶ εἰς ἀνθρώ‐
7πους καὶ ἀγγέλους. τὸν αὐ|τὸν τρόπον λάβε μοι καὶ ἐπὶ βασιλέως· καὶ ἐπεὶ {βασιλεὺς} ἔστιν συνφυής τις τοῦ λόγου | βασιλεία, οὐδὲ
9ἀναλημπτὴ οὐδὲ ἀπο[βληθ]ῆ̣[ν]αι δυναμένη, αὐτὸ τοῦτο βασι‐
10λεία ἐστίν. | καὶ ὥσπερ οὐ λέγεται δίκαιος ἐκ τοῦ δικαι‐ [οσ]ύ̣νην ἔχειν, ἀλλὰ αὐτὸ δικαιοσύνη ὤν, οὕτω | καὶ βασι‐
11λεὺς οὐκ ἐκ χειροτονίας εἶναι, [ἀλλ]ὰ̣ αὐτὸ τὸ β[ασιλεὺ]ς ἐκ βασιλέως, ὡς θεὸς ἐκ | θεοῦ. ἔχει δὲ καὶ ἐπίκτητον βα‐
12σιλείαν, ἣ[ν ἠθ]έλησεν ἔχε[ιν] ἐ̣[π]ιδημῶν, ἵνα καὶ τοὺς πολε|μοῦντας τὸ τῶν ἀνθρώπων γένος καθέλῃ κ[αὶ] α̣ὐ̣τ̣οὺς εἰς νομ̣[ίμη]ν̣ ἐ[π]ιστασίαν ἀγάγῃ ὥστε νομί|μως βασιλεύ‐
14εσθαι. ἐὰν οὖν λέγῃ· “ἐγὼ δὲ κα[τε]στάθην βασ[ιλεὺς ὑ]π’
15αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ | ἅγιον αὐτοῦ”, οὐ περὶ τῆς συμ‐
15φυοῦς καὶ [ἀι]δίου βασιλείας [λέγει], ἀλλὰ ἧς ἀνεδέξατο ἡμῶν ἕνε|κα.
16 ἔστιν δὲ ἐπὶ θεοῦ βασιλεία ἡ διδασκαλ[ί]α. ἄλλη οὖν ἦ[ν ἡ διδα]σκα̣λία ἡ πρὸ τῆς ἐπιδημίας | ἣν ἔλεγον ὅτι κατ’
17αὐτὸν ὡς θεὸς λόγος πρ̣ο̣φ̣έρει, καὶ ἄλλη ἐστὶν ἡ τινῶν ἕνε‐
κα. αὕτη οὖν | ἀρχὴν καὶ τέλος ἔχει. εἴρηται γοῦν ἐν ἑνὶ16
18τῶ̣[ν] δ̣ώδεκα πρ[ο]φητῶν· “καὶ κύριος βασιλεύσει ἐκ Σιὼν | ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος”. τὸ “ἀπὸ” κ̣α̣ὶ̣ “ἕως” χρό‐
20νον σημαίνει̣. ἀλλὰ ἐὰν περὶ ἀνθρώπου | λέγηται ὅτι ἀπὸ τοῦ‐
20δε τοῦ χρόνου βασιλε[ύει] καὶ ἕως τοῦδ[ε], ἐλάττωσιν αὐ‐ τοῦ σημαίνει· πρὸ γὰρ | τοῦ χρόνου ἀφ’ οὗ τῆς βασ[ι]λεί‐
21ας ἤρξατο, οὐκ [ἦν] β̣ασιλεύς, καὶ [σχούσης τ]έλος τῆς βα‐ σιλείας οὐκέτι | βασιλεύς ἐστιν. π̣ερὶ̣ [τοῦ] σ[ωτῆρο]ς δὲ
22οὐ τοῦτο λ[έγο]μεν, ἀλλὰ [ἐβα]σίλευσεν ἀφ’ οὗ ἡ{ν} ἐκ χει‐ ροτο|νίας ἔσχεν ἀρχήν, κ[αὶ οὐ]κ̣[έτι] βασιλεύ̣[ει, ὅ]ταν αὕτη [τ]έλ̣ο̣[ς ἀπολ]άβῃ· ἐκείνη μὲν γὰρ δι’ αὐ|τόν ἐστιν.
24ὡς ἡ θ̣εότης ο̣ὐ̣ δ[ι]ὰ ἄλλον πρόσεστι[ν α]ὐ̣τῷ, οὕτως̣ οὐδ̣[ὲ]
25ἡ βασιλεία οὐδὲ ἡ ἁγιότης. | “ὁ θεὸς βασιλεὺς ἡμῶν [π]ρὸ
25αἰῶνος”. ἡ δὲ π̣[ρὸ αἰ]ῶνος βασιλ̣ε̣[ία δι’ αὐτόν]. πάλιν· “ἡ βασιλεία σου | βασιλεία πάντων τῶν αἰώνων”. τῷ θεῷ [λ]ό‐ γῳ λέγετ[αι τοῦτο. ὁ λ]όγος οὐδὲ ἀρχομένην | ἔχει βασιλεί‐
27αν οὐδὲ λήγ̣ουσαν· “κύριος” γὰρ “βασ̣[ιλ]εύων τὸν α[ἰῶνα κ]αὶ ἐπ’ αἰῶνα καὶ ἔτι”. ἠπό|ρησεν ἔτι σημᾶναι χρόνον καὶ
28αἰῶνα, κα̣ὶ̣ ε̣ἶ̣π̣εν “καὶ ἔτ[ι”. τ]ὸ̣ “ἔ̣[τι”] ο̣[ὕτ]ω λαμβάνομεν· κἂν | αἰῶνα λάβῃς ἄλλον, ἔτι βασιλεύει, κἂν ἄλλο̣ν̣, ἔ̣τι,
30κἂν πάν[τα]ς̣, ἔ̣τ̣ι̣ βασιλεύει· ἐξ οὗ δείκνυται | ἀτελεύτη‐
30τος οὖσα αὐτοῦ ἡ ἀρχή· ἡ γὰρ βασιλεία ἣ[ν] κατὰ συνκατά‐

5

[βα]σιν ἔσχεν, καὶ πεπαύσεταί | ποτε καὶ ἀρχὴν εἴληφεν·
1διά τι γάρ ἐστιν, διὰ τὴν τοῦ κόσμου σωτηρίαν, διὰ τὴν ἀφαίρε|σιν “τῆς ἁμαρτίας τοῦ κόσμου”. καὶ ὥσπερ ἰατρὸς ἀεὶ μὲν ἰατρός ἐστιν ἀφ’ οὗ τὴν τέχνην ἔχει | καὶ ἐς ὅσον
3{δὲ} αὐτὴν πράττει {ἰατρὸς ἀρχὴν ἔχει καὶ τέλος}, τοῦ δὲ
κάμνοντος ἀρχὴν ἔχει καὶ τέλος | τοῦ ἔτι ἐκείνου ἰατρὸς18
4εἶναι, ὅταν εἰς {εὔεικτον} ὑγίειαν ἀχθῇ καὶ εἰς 〈εὔεικτον〉
5ἕξιν, τὰ αὐτὰ καὶ περὶ διδας|κάλων ἐρεῖς. ἔστιν τις δι‐
5δάσκαλος ἀφ’ οὗ ἐπιστήμην ἀνείληφεν. γίνεται δὲ τοῦδε δι|‐ δάσκαλος ὅταν προσέλθῃ αὐτῷ· καὶ ὅταν ἐκεῖνος παιδευθῇ καὶ ἄκρως ἀναλάβῃ τὴν | ἐπιστήμην ὡς ὁ διδάσκαλος, πέπαυ‐ ται τοῦ εἶναι αὐτοῦ διδάσκαλος. καὶ ἀρετή ἐστίν πως | δι‐
8δασκάλου τὸ ποτὲ παύσασθαι ἀπὸ τοῦ τῶνδε διδάσκαλος εἶναι· τελειώσας γὰρ αὐτούς, {οὐ} | οὐκέτι. εἰ δὲ ἀεὶ μένοι δι‐
9δάσκαλος τοῦδε, οὐδεὶς τελειοῦται κατὰ τὴν διδασκαλίαν
9ὑπ’ αὐτοῦ. |
10 τοιαῦτα οὖν τινα ἀκούοντες, οὕτω μὴ ἐπιστάνοντες ταῖς γραφαῖς—οἷον· ”〈ὅταν〉 παραδιδῷ | τὴν βασιλείαν τῷ θεῷ
11καὶ πατρί”, οὐκέτι οὕτω βασιλεύει· οὐ γὰρ καθάπαξ οὐκέτι βασιλεύει, ἀλλ’ οὕτως οὐ|κέτι βασιλεύει.
12 ὀνομάζεται ἐκεῖ βασιλεὺς καὶ βασιλεία· “κύριε” γάρ, “ἐν τῇ δυνάμει σου εὐφρανθή|σεται ὁ βασιλεύς”. ἐὰν ἐπὶ
13τοῦ θεοῦ λόγου λάβωμεν τὴν λέξιν ταύτην, εὑρίσκεται αὐτὸς καὶ βασιλεὺς καὶ | δύναμις· “Χριστὸς” γὰρ “θεοῦ δύναμις”,
14καί· “δύναμις {ἦν} ὑψίστου”—οὗτός ἐστιν—“ἐπεσκίασεν”
15τὴν Μαρίαν, | ἵνα κυοφορήσῃ καὶ μήτηρ γένηται τοῦ ναοῦ. ἐὰν οὖν θέλωμεν λαβεῖν τὴν δύναμιν ἐκ θεοῦ | λόγου, τὸν
16βασιλέα τὸν ἄνθρωπον τὸν κυριακὸν ἐκδεχόμεθα. οὗτος δὲ εὐφραίνεται ἐν τῇ τοῦ | θεοῦ δυνάμει. ἡ ἐπιδημία οὖν οὐ
17κατώρθωσεν ἐφ’ οἷς χαίρειν καὶ γεγηθέναι δεῖ; ταῦτα δὲ | τὰ κατορθώματα οὐ γέγονεν ἐκ τοῦ ἀνθρώπου τῇ δυνάμει, ἀλλ’
ἐκ τῆς δυνάμεως τ〈ῷ〉 ἀνθρώπ〈ῳ〉. αὐτίκα | γοῦν καὶ τὴν ἀνά‐20
19στασιν τοῦ σωτῆρος οὕτω λέγει γίνεσθαι ὁ Παῦλος φάσκων·
20“ἐσταυρώθη | 〈ἐξ〉 ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ”. μὴ τὴν ζωὴν λέγομεν ζῆν ἐκ δυνάμεως θεοῦ, μὴ τὴν | δύνα‐
21μιν ἐκ δυνάμεως θεοῦ ζῆν. “θανατωθεὶς” οὖν “σαρκί, ζωο‐ ποιηθεὶς δὲ πνεύματι”. θ[α]ν̣[α]τ̣ο̣ῦται σαρκί, | οὐ θανα‐
22τοῦται θεότητι.
22 ἐκλαμβάνομεν οὖν περὶ τοῦ ἀνθρώπου ταῦτα εἰρῆσθαι ὅτι· “ἐν τῇ δυνάμει σου | εὐφρανθήσεται ὁ βασιλεύς”· εἰ γὰρ
23καὶ περιγέγονεν πολεμίων καὶ ὑπέταξ̣[εν α]ὐ̣τοὺς καὶ “ἐξ‐ ουσίαν” | τοῖς ἄλλοις “δέδωκεν πατεῖν ἐπάνω ὄφεων καὶ
25σκορπίων”, δυνάμει τοῦτο [γ]έ̣γ̣ο̣ν̣ε̣ν̣· αὐτ̣ὴ̣ γὰρ ἡ δύ|ναμις
25ἐνίσχυσεν τὸν ναὸν ὄντα καὶ αὐτὸν βασιλέα πρὸς τὸ “ἀρχηγὸν τῆς σωτηρίας” γενέσθαι. | “τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτεί‐
26νατε”. ἐν πᾶσιν πρωτεύει· “ἵνα γένηται” γ̣ά̣ρ, φησίν, “αὐ‐ τὸς ἐν | πᾶσιν πρωτεύων”. οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ ἴσος τις αὐτοῦ ἐν τοῖς κοινοῖς. ἔ̣λ̣ε̣γον δέ, ὅτι | κοινά
28ἐστιν τοῦ ἀνθρώπου τοῦ κυριακοῦ καὶ τῶν ἁγίων ἀνδρῶν τὰ πράγματα. οὐδεὶς δὲ οὔτε | ἴσος αὐτοῦ, οὐδὲ αὐτός τινος
29δεύτερός ἐστιν· διὸ καὶ ἀρχηγὸς λέγεται.
30“κύριε” [οὖ]ν, “ἐν τῇ δυνάμει σου εὐ|φρανθήσεται ὁ
30βασιλεύς”. καὶ περὶ τ〈ῆσ〉 ἑκάστου βασιλίδος κατὰ θεὸν ῥηθείη ἂν τοῦτο. ὁ Ἀβραὰμ ἰδιώ|της ἦν, ὅσον περὶ τὸν πρό‐
31χειρον βίον, καὶ εἴρηται “βασιλεὺς παρὰ θεοῦ” εἶναι. ἄλλην

6

ἄρα βασιλείαν εἶχεν | τὸ θείους νόμους καὶ πνευματικοὺς
σῴζ〈ειν〉. καὶ ὁ οὕτω βασιλεύων κἂν μὴ ἄλλων | κρατῇ, ἑαυ‐22
2τοῦ βασιλεύει· πρῶτον ἑαυτοῦ, εἶτα ἄλλων. πάλιν· “χωρὶς ἡμῶν ἐβασιλεύ[σ]ατε· | καὶ ὄφελόν γε καὶ ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν”. μὴ νομίσητε, ὦ̣ Κο|ρίν‐
4θιοι—αὐθέκαστοι δὲ οὗτο̣ι ἦσαν καὶ μεγάλα περὶ ἑαυτῶν
5φρονοῦντες—λέγει· μὴ νομί[σ]ητε, | ὅτι φθονοῦμεν ὑμῖν
5ἐὰν βασιλεύσητε. ἡμεῖς ὑμῶν ἕνεκα οὐ βασιλεύομεν. οὐ θέ‐ λει | ὁ θεὸς χωρὶς ὑμῶν ἡμᾶς τελέσαι· διὰ τοῦτο γὰρ οὐ βασιλεύομεν ὅτι οὔπω ὑμεῖς βασιλεύετε. | ἐὰν οὖν ὑμεῖς
7βασιλεύσητε, ἑτοίμως ἔχομεν τὸ βασιλεῦσαι. οἷον κεκλ〈ή〉σθωσάν τινες̣ ε̣ἰ̣ς̣ | εὐωχίαν παρὰ τοῦ βασι‐
8λέως μεγάλοι τινὲς ὄντες. ἡ φιλανθρωπία τοῦ βασιλέω̣ς̣ ἐ‐ κά|λεσεν καὶ ὑποδεεστέρους τῶν παρόντων. λέγει ὅτι· “μὴ
10φάγωμεν χωρὶς ἐκείνων, ἵνα μὴ̣ [λε]ιφ̣|θῶσιν λοιπὸν ἐκεῖνοι
10ἐλθόντες εὐωχηθῆναι”. ἔχουσιν καὶ τοὺς προλαβόντας καὶ προηγ̣ο̣υμέ|ν〈ω〉ς εὐωχουμένους.
11 τοῦτο καὶ ἐν ψαλμῷ ἑνὶ λέγει· “ἐμὲ ὑπομενοῦσιν δίκαιοι, ἕως οὗ ἀν|ταποδῷς μοι”. οὐδεὶς τυχὼν τῶν προσδοκουμένων ὑπομένειν λέγεται, ἀλλὰ ὁ μέντοι εἰλη|φώς, σκοπὸν δὲ ἔ‐
13χων ἀπολαῦσαι τούτων. ἕκαστος τῶν ἁγίων οὖν βασιλεύς ἐστιν. καὶ | ἔλεγον ὅτι
14τὰ ἁρμόζοντα τῷ ἀνθρώπῳ τοῦ σωτῆρος ἁρμόζει καὶ τοῖς δικαί‐
15οις, εἰ καὶ ἀπολειπομέ|νως καὶ ἐλαττόνως. λέγει οὖν καὶ
15περὶ ἑκάστου ἁγίου· “κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθή|‐ σεται ὁ βασιλεύς”. καὶ οὐκ εἶπεν “εὐφραίνεται”, ἀλλὰ “εὐ‐ φρανθήσεται”. ὅταν ὁ καιρός | ἐστιν τῆς εὐφροσύνης, τότε
17εὐφρανθήσεται. δύναται οὖν καὶ περὶ τοῦ Δαυὶδ ἰδικῶς τοῦτο | λελέχθαι24
18καὶ περὶ τῆς βασιλείας αὐτοῦ τῆς ἀνθρωπίνης καὶ αἰσθητῆς, ὅτι καλῶς διοι|κήσας τὴν βασιλείαν μισθὸν ἐπ’ αὐτῇ λήμψε‐
20ται· ἕκαστος γὰρ ὅταν ἃ πιστευθῇ, καλῶς ἀνύσῃ, | μισθὸν
20ἐπ’ αὐτοῖς ἔχει. ἐπ’ ὀλίγων πιστὸς γινόμενος, “εἰς τὴν χαρὰν” τοῦ πλησίον καὶ | τοῦ θεοῦ εἰσέρχε̣τ̣α̣ι.
21 2 κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. τὴν εὐφραι|νομένην τὸν βασιλέα δύναμιν σωτῆρα λέγει, καθὸ θεὸς λόγος ἐστίν. ἀρτίως ἔλεγον, ὅτι τὰς | λέξεις
23οὕτως δεῖ λαμβάνειν ὡς ἔχει τὰ ὑποκείμενα πράγματα καὶ μὴ ἐκβιάζεσθαι τὰ πράγμα|τα ἄγειν εἰς τὴν σημασίαν. παρ’
24ἡμῖν τέτριπται τὸ τῆς δυνάμεως ὄνομα. πολλὰ σημαίνει· λέ‐
25γω | δύναμιν τὴν ἴσην ἰσχύος. οὐχ οὕτω λέγω τὸν σωτῆρα θεοῦ δύναμιν εἶναι. λέγω δύναμιν | τὴν ἐπιτηδειότητα.
26δόξει μέν τις, ὥστε μὴ κεῖσθαι τοῦτο τὸ σημαινόμενον ἐν τῇ γραφῇ. κεῖται δέ. | “πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς
27πειρασθῆναι 〈ὑπὲρ ὃ δύνασθε〉, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιή‐ σει καὶ τὴν ἔκβασιν | τοῦ δύνασθαι 〈ὑ〉πενεγκεῖν”. τὴν ἐ‐
28πιτηδειότητα λέγει· λέγουσιν γὰρ ἴσον ἴσῳ. καὶ οὕτως ἔχει | δύναμιν ὁ ἀντίδικος ὑπενεγκεῖν καὶ ἔκβασιν νίκη̣ς̣ λαβεῖν.
29ἴδε οὖν, κεῖται.
30καὶ πάλιν̣· | “ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος”. δύναται

7

ὁ νόμος καὶ παραβαθῆναι. οὐ κατ’ ἐνέργειαν | αὐτὸ ἔχει.26
1καὶ καλῶς γε καὶ καιρίως ὁ ἀπόστολος κέχρηται τούτῳ τῷ ῥητῷ· “ἡ δύνα|μις τῆς ἁμαρτίας ὁ νόμος”· βούλεται γὰρ ἡ‐
2μᾶς ἐν δυνάμει τῆς ἁμαρτίας καὶ μὴ 〈ἐν〉 ἐνεργείᾳ εἶναι. | εἰ εἴρητο δέ· “ἡ δύναμις τῆς δικαιοσύνης ὁ νόμος”, οὐκ ἦμεν κατ’ ἐνέργειαν δίκαιοι, ἀλλ’ ἐν δυνά|μει. ἐν δυνάμει
4δὲ ὄντες κατ’ ἐνέργειαν ἦμεν ἄδικοι. τὸ εὔφημον οὖν ἔθη‐
5κεν ὁ ἀπό|στολος· ἐπεὶ καὶ εἰς ἀμφότερα ἐπ’ ἴσης ἔχει τὴν δύναμιν, εἴς τε τὸ φυλάττεσθαι καὶ παραβαί|νεσθαι· ἀλλὰ
6διὰ τὸ 〈ἐπ〉ωφελές. σημαίνει δὲ καὶ τὴν ἐπιτηδειότητα ἡ
6δύναμις. δηλοῖ δὲ καὶ | τὸ στρατόπεδον τοῦ βασιλέως· “ἅρματα Φαραὼθ κ[α]ὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς | θάλασσαν”.
8“οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν”, διὰ πολλὴν χεῖ‐ ρα καὶ στρατόπε|δα.
9ὁ σωτὴρ οὖν 〈ἐκ〉τὸς τούτων τῶν σημαιν[ομ]ένων λέγεται
10θεοῦ δύναμις· οἵῳ γὰρ λό|γῳ ὁ πατὴρ δύναται οὐκ ἐκ δυνά‐
10μεως ἔχων τοῦτο, ἀλλ’ ἐξ οὐσίας, ἡ οὐσία δὲ αὐτοῦ καθ’ ἣν | δύναται, δύναμις ῥηθείη, οὕτω καὶ ὁ υἱός. λέγει οὖν· “ἐσταυ‐ ρώθη ἐν ἀσθενείᾳ, ἀλλὰ ζῇ ἐκ δυ|νάμεως θεοῦ”. ὅσον ἧκεν εἰς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὑπέστη σταυρόν. θεὸς | οὖν
13τοῦτον οὐκ ἠδύνατο ὑπομεῖναι, ἄνθρωπος δὲ οἷό[ς] τε ἦν τοῦτο παθεῖν. καὶ | δὴ πέπονθεν, ἀλλ’ ἐκ δυνάμεως θεοῦ
14ζῇ. ἡ δύναμις οὖν τοῦ θεοῦ ὁ Χριστός ἐστιν, καθὸ θεός |
15ἐστιν.
15“ἐν τῇ δυνάμει” οὖν “εὐφραίνεται ὁ βασιλεύς”. κατὰ
πλείονας δὲ τρόπους ἐλέχθη | ὁ βασιλεύς. εἰρήκαμεν κατ’28
16ἱστορίαν τὸν Δαυίδ, κατὰ ἀναγωγὴν τὸν ἄνθρωπον τὸν ἐκ τῆς | Μαρίας, κατὰ μίμησιν καὶ ἀκολουθίαν αὐτοῦ καὶ τοὺς μιμητὰς αὐτοῦ βασιλέας εἶναι. | καὶ παρεστήσαμεν ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς βασιλείαν ἄλλην παρὰ τὴν | πρόσ‐
19καιρον.
19“κύριε” οὖν, “ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς”.
20λέγεται τοῦτο | ἤτοι 〈ἀπὸ〉 τοῦ πνευματοφόρου ἀνδρὸς ἢ ἀπ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος τ̣οῦ τυγχάνοντος ἐν | αὐτῷ· ὅταν
21γὰρ λέγῃ τὸ ἅγιον πνεῦμα “κύριε”, οὐ μόνον καὶ ἀπολελυ̣‐ μένον ἀνθρώπου τοῦτο | λέγει, ἀλλ’ ὅταν πνευματοφόρον πα‐ ρασκευάζῃ τινά. ἐκεῖνος οὖν ἐστιν ὁ λέγων, | ὡς τό· “λέγει
23κύριος τῷ κυρίῳ μου”. καὶ λέγει ὁ σωτήρ· “εἰ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν εἶπεν, πῶς | 〈υἱὸσ〉 αὐτοῦ ἐστιν”; εἰ
24υἱὸς αὐτοῦ ἐστιν, πῶς δοῦλός ἐστιν, καὶ εἰ δοῦλος, πῶς
25υἱός; σχέσιν οὖν | τινα καὶ διάθεσιν δηλοῖ· καὶ γὰρ ὁ σω‐ τὴρ ἐὰν λέγῃ· “κύριος ἔκτισέν με”, καιρίως λέγει· | μὴ
26γὰρ εἶπεν· “κύριος ἐγέννησέν με”· πατρὸς γάρ ἐστιν τὸ γεν‐ νᾶν, κυρίου δὲ τὸ κτίζειν. | ὅταν περὶ τῆς θεότητος ἑαυτοῦ
27λέγῃ, οὐ λέγει “κύριον”, ἀλλ’· “ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί”. “ἐγὼ καὶ | ὁ πατήρ μου ἕν ἐσμεν”. διάφο‐
28ροι δέ εἰσιν κύριος καὶ πατήρ. πολλάκις ὅταν περὶ ποιοῦ | λέγωμεν, τὰ τοῦ ποιοῦ καὶ

8

τῇ ποιότητι προσάπτομεν, καὶ τὰ τῆς ποιότητος καὶ | τῷ
1ποιῷ. λέγω τὴν ἐπιστήμην γιγνώσκειν. ψεῦδος δέ ἐστιν εἰ‐ πεῖν ὅτι ἀγνο|εῖ ἡ ἐπιστήμη. συνύπαρκτα τὰ ἐναντία εὑρίσ‐
κεται, ἐπιστήμη καὶ ἄγνοια. λέγω | δὲ καὶ τὸν ἐπιστήμονα30
3γιγνώσκειν. ἔτι μὴν πολλάκις λέγουσίν τινες ὅτι οὐ δεῖ τὸν | ἰατρὸν φιλάργυρον εἶναι. εἶτα λέγουσιν ὅτι οἶδεν
5ἡ ἰατρικὴ παραιτεῖσθαι φιλαργυ|ρίαν. τὴν ἕξιν λέγει οὐ χωρὶς τοῦ ἔχοντος οὐδὲ τὸν ἔχοντα χωρὶς τῆς ἕξεως. | κοι‐
6νὰ οὖν ἐστιν τοῦ τε ἔχον[το]ς καὶ τοῦ ἐχομένου τὰ τοιαῦτα. καὶ παρεστήσαμεν | πολλάκις ἀπὸ τῆς τοῦ ἀποστόλου δι‐ δασκαλίας, ὅτι ἀγάπην λέγει τὸν ἔχοντα τὴν ἀγά|πην· ὅταν
8γὰρ λέγῃ· “ἡ ἀγάπη οὐδέποτε ἀσχημονεῖ, οὐ περπερεύεται”, τὸν ἔχοντα τῷ | ὀνόματι τῆς ἕξεως καλεῖ. καὶ λέγω γε καὶ
10περὶ τοῦ ἔχοντος τὴν ἀγάπην ὅτι ὠφελεῖ. | ὠφελεῖ δὲ ἐκεί‐
10νην τὴν ὠφέλειαν ἣν ἡ ἀγάπη παρέχει. ἐὰν τοίνυν λέγω ὅτι ὁ ἅγιος λέγει | τοῦτο, οἷον ὁ ὑμνῳ‐
11δός, οὐ χωρίζω{ν} τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ ἔχοντος, οὐδὲ τὸν ἔχοντα λέγω | ὅτι χωρὶς τοῦ ἁγίου πνεύματος ταῦτα λέ‐
12γει. εἰ οὖν “Δαυὶδ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν καλεῖ”, οὕτω δὲ ὡς | μετεχόμενον, οὐκ ἀπεζευγμένον ἀπὸ τοῦ μετ‐ έχοντος, ὡς οὐδὲ ἡ ἐπιστήμη χωρὶς | τοῦ ἐπιστήμονος.
142 καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
15 ὁ | βασιλεὺς ὥσπερ εὐφρα[ί]νεται ἐπὶ τῇ δυνάμει, οὕτως ἀγαλλιᾷ σφόδρα καὶ ἐπὶ | τῷ σωτηρίῳ. τὸ σωτήριον δὲ καὶ ἡ δύναμις ταὐτόν ἐστιν κατὰ ἄλλην καὶ ἄλλην | ἐπίνοιαν
17λαμβανόμεν[ο]ν. ἡ δύναμίς ἐστιν πάντα ὑφιστῶσα καὶ πάν‐ τα | οὕτως ἄγουσα ὡς αὐτῇ δοκεῖ. οὕτω καὶ σωτήριόν ἐστιν· ἃ γὰρ ποιεῖ, σωτηρίας ἕνε|κα ποιεῖ, ἃ ποιεῖ ἐν ἀνθρώποις,
19καὶ τῆς ἀνθρώπων σωτηρίας χάριν ποιεῖ.32
203 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ. οἶδας ὅτι τὸ “αὐτὸς” ὄνομα | τὴν αὐθεντίαν δηλοῖ, οὐ
21τὰ προσπεφυκότα. ψυχῆς ἐπιθυμία φαύλη ἐστίν, ὅταν 〈ὦ〉 | ψυχὴν φαύλην ὑποθέμενος. ὅταν δὲ αὐτὴν τὴν ψυχὴν εἴπω ἐπιθυμίαν ἔχειν, | τὴν οὐσιώδη{ν} αὐτῆς ἐπιθυμίαν λέγω. ὁ ταύτῃ χρώμενος τῇ ἐπιθυμίᾳ οὐδε|νὸς ἐρᾷ τῶν φαύλων, ἀλλὰ
25τῶν ἀγαθῶν· καὶ γὰρ ἔλαβεν τὸ ἐπιθυμητικὸν καὶ | τὴν ἐπι‐
25θυμίαν, ἵνα τὰ καλὰ μεταδιώκῃ, ἵνα ὀρέγηται τῶν ἐπωφελῶν. ἐὰν | οὖν, φέρε, φιλάργυρος τύχῃ πλούτου, οὐ τὴν ἐπιθυμί‐ αν τῆς ψυχῆς ἑαυτο[ῦ] ἔλα|βεν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ φιλαργύρου. μέγα οὖν ἐστιν τὸ τυχεῖν τῆς | ἐπιθυμίας τῆς
28ψυχῆς, οὐ προστιθεμένης “τῆς φαύλης”. ἀμέλει γοῦν καὶ ἐν ἄλλῳ̣ | ψαλμῷ λέγει· “τὸν ἐνπινπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι‐

9

θυμίαν σου”. | τῇ ψυχῇ λέγει.
1 πολλάκις εἴρηται ἡμῖν ἐν ἄλλοις ὅτι τὰ προσκείμενα οὐ ποιοῦσιν ἀν|τίφασιν. ἐὰν λέγω· “ἡ ἐπιθυμία τῆς ψυχῆς ἀγαθή ἐστιν”, ἔνπαλιν λέγω· “ἡ ἐπιθυμία | τοῦ δικαίου ἀγαθή
3ἐστιν”, τὸ προσκείμενον οὐ ποιεῖ ἀντίφασιν. λέγω· “ἡ ἐπι‐ θυμία | ἡ αἰσχρά, ἡ ἐπιθυμία ἡ κακή, ἡ τοῦ ἀδίκου”, ἀντί‐
5φασις γίνεται. οὔκ ἐστιν ψυχῆς ἁπλῶς | ἐκείνη ἐπιθυμία,
5ἀλλὰ τοιᾶσδε ψυχῆς. τὰ προσκείμενα οὖν ὁτὲ συναληθεύει, ὁτὲ δὲ | μάχεται καὶ ἀντίφασιν 〈ποιεῖ〉. οὕτω γοῦν εἴρηται· “ἐπιθυμία δικαίου πᾶσα ἀγαθή”. ταὐ|τόν ἐστιν σχεῖν ἐπι‐
7θυμίαν δικαί〈ας ψυχ〉ῆς καὶ ἐπιθυμίαν ψυχῆς ἄνευ προσθήκης. |
{καὶ τὴν θέλησιν τῶν χειλέων αὐτῶν οὐχ ὑστέρησας} καὶ ἐπὶ τῶν αἰς|θητῶν δὲ τοῦτο φαίνεται. ἐὰν λέγω ἄρτι ὅτι·34
10“ἐπιθυμεῖ ὅσδε ὁ πατὴρ τὰ τέκνα ἑαυτοῦ | εὖ διάγειν”, ἐ‐
10πεὶ πατρὸς μνήμην πεποίημαι, τὸ εὖ διάγειν αὐτὰ βούλομαι. ἐὰν δὲ εἴπω ὅτι· | “ὁ κακὸς πατὴρ θέλει τοιῶσδε τὰ τέκνα
11ἑαυτοῦ πράττειν”, ἀνῄρησα πατρικὰ σπλάγχνα. | “ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν”. τὸ “ἐπιθυμίᾳ” δὲ “ἐπεθύμη|σα” οὕτως ὡς τό· “δικαίως τὸ
13δίκαιον ἐδίωξα”, τὸ ἄξιον τοῦ ἐπιθυμεῖσθαι. ἔστιν δέ ποτε | ἐπιθυμῆσαι καὶ τὸ ἀνάξιον τοῦ ἐπιθυμεῖσθαι, ὡς λέγει· “πά‐
15θος, ἐπιθυμίαν κακήν”. | ἡ κακὴ ἐπιθυμία οὔκ ἐστιν ἐπιθυ‐ μητή, ὡς οὐδὲ τὸ ψευδώνυμον ἀγαθὸν αἱρετὸν | λέγεται, κἂν
16αἱρῶνταί τινες αὐτό.
163 καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐ‐
16τόν.〉 ἐὰν περὶ τοῦ ἐκ Μαρίας ᾖ{ν} ὁ λόγος, φανερὸν ὅτι | αἴ‐
17τησιν προσάγει ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι. ἔχεις γοῦν· “ὅθεν καὶ σῴζειν εἰς τὸ παν|τελὲς δύναται, {ὑπὲρ} 〈ζ〉ῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν”. ἀεὶ ζῇ ἐν τῷ ἐντυγ|χάνειν.
19τὸ “ἀεὶ” δὲ οὕτω λάβε· ἐς ὅσον χρῄζουσιν παρακαλοῦντος
20καὶ διαιτητοῦ. “καὶ | ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν
20πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον”. εἶτ’ ἐπεὶ ταύ‐ τῃ τῇ σπου|δῇ συντρέχουσιν τῷ διδασκάλῳ καὶ οἱ ἄλλοι, κἀ‐ κεῖνοι βούλονται παρακαλεῖν ὑπὲρ ὧν | ἐνεχειρίσθησαν, οὐ
προηγουμένην τὴν ἑαυτῶν παράκλησιν τιθέμενοι, | ἀλλ’ ἑπο‐36
23μένην τῇ δικαιώσει τοῦ εἰς μίμησιν αὐτοὺς καλοῦντος. κατὰ πάσας οὖν τὰς ἀπο|δόσεις τοῦ βασιλέως ἐκλημπτέον
25δεῖ τὸ μὴ ἐστερῆσθαι τὴν δέησιν αὐτοῦ. οἷον | ὅταν περὶ
25τοῦ αἰσθητῶς βασιλεύοντος λέγωμεν ὅτι ἡ δέησις τῶν χει‐ λέων αὐτοῦ | οὐκ ἐστερήθη, ἀλλ’ ἐν ἐκβάσει γέγονεν, ἔπ‐ αινον αὐτοῦ σημαίνομεν. κἂν περὶ τῶν ἁγί|ων εἴπωμεν—εἴ‐
27ρηνται γὰρ καὶ αὐτοὶ βασιλεῖς—, καὶ ἐκείνων μέγας ἔπαι‐ νός ἐστιν, | ὅταν ἡ δέησις αὐτῶν εὐπρόσδεκτος ᾖ. “ὀφθαλ‐ μοὶ” γὰρ “κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ | εἰς δέησιν
29αὐτῶν”. καί· “εὐχαῖς δικαίων ἐπακούει”.
293 διάψαλμα. |

10

οὐ φέρεται οὐδαμοῦ τὸ “διάψαλμα” ἢ ἐν ταῖς Ἑβραικαῖς γραφαῖς, μάλιστα ἐν τοῖς ψαλμοῖς. | κεῖται δὲ καὶ ἐν τῇ
2ᾠδῇ τοῦτο τοῦ Ἁμβακούμ. οἱ τὴν διάλεκτον ἐπιστάμενοι ὑπὲρ πάντας | δύνανται εἰπεῖν τί σημαίνει. ὅμως δὲ τὰ ἐλθόντα εἰς ἡμᾶς λέγομεν. εἰσὶν οἱ λέ|γοντες ὅτι μεταβολὴν προσ‐
4ώπου σημαίνει. ψεῦδος δέ ἐστιν· εὑρήκαμεν γὰρ μεταβολὴν |
5π̣ροσώπων ἐν τοῖς ψαλμοῖς καὶ ἄνευ τοῦ διαψάλματος. πάλιν λέγουσιν ὅτι | τὸ διάψαλμα διάστασίν τινα σημαί‐ νει—οἷον λέγων ἐπαύσατο καὶ ἄλλῳ καιρῷ | ἤρξατο—, καὶ
7τοῦτο σημαίνει τὸ διάψαλμα, τὴν διάστασιν τὴν χρονικήν. τοῦτο δὲ οὐ|κ ἔχομεν εἰπεῖν· 〈οὐ〉 γὰρ κεῖται ὅτι τούσδε
τοὺς στίχους εἰρηκὼς τοῦ ψαλμοῦ μετὰ | χρόνον ἄλλον εἶπεν.38
9οἱ μέντοι ἠρέμα ὁμιλήσαντες τοῖς Ἑβραικοῖς ἀναγνώς|‐
10μασιν τοῦτο λέγουσιν ὅτι ῥυθμός ἐστιν μέλους μουσικοῦ, καὶ ὥσπερ ἐν τοῖς μουσι|κοῖς λέγουσιν ῥυθμοὺς καὶ μέλη. ταῦ‐ τα οὖν οὐχ ἡμῶν εἰδέναι, ἀλλὰ τῶν τῇ διαλέκτῳ | ὁμιλησάν‐
12των. ἐν πάσῃ γοῦν διαλέκτῳ δύναται κατάλληλος εἶναι μου‐ σικῇ. οὐδὲν δέ | ἐστιν μουσικὴ ἢ ῥυθμὸς φθόγγων εὐρύθμως
13συνκειμέν〈ων〉. ἐνίοτε δοκῶ εἰδέναι | γράμματα καὶ ἀναγνώσμασιν σχο‐
15λάζειν. καὶ ἐὰν ἴδωμέν τι ἐν κήπῳ, ᾗ ὀνομαζόμενον | παρὰ
15γεωργοῦ ἐπεὶ οὐκ ἴσμεν, παρ’ αὐτοῦ μανθάνομεν καὶ οὐκ ἤ‐ δη, 〈μὴ〉 ἀπαξιοῦντες μαθεῖν, | ἀπὸ τοῦδε μένομεν ἀπαίδευ‐
16τοι. οὕτω οὖν εἰ καὶ μὴ ἴσμεν τὴν διάλεκτον τὴν Ἑβραι|‐ κήν, ἀλλ’ ἠκούσαμεν, ὅτι ῥυθμὸν μουσικὸν σημαίνει κατὰ
17τὴν διάλεκτον τὴν Ἑβραίαν. | 4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. τὸν βασιλέα κατὰ πᾶσαν | ἑρμηνείαν προέφθασεν ὁ θεὸς
19ἐν εὐλογίαις χρηστότητος. τὸ “προέφθασ〈ασ〉 ἐν εὐλογίαις”
20ἴσον | ἐστὶν τῷ· “ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι”. οἷον, φέρε, εὐχήν τις ἀναπέμπει περὶ τοῦ | εὖ διάγειν,
21περὶ τοῦ ἀρετὴν ἔχειν· λέγει ὅτι· “ἔτι σοῦ λαλοῦντος”, οὔπω πληρώσαντος τὸν λόγον | τῆς εὐχῆς, διὰ τοῦ δοῦναι
22λέγω παρεῖναι. τὸ “χρηστότητος” ὧδε “ἀγαθότητος” λαμβάνο|μεν· πολλά‐
23κις γὰρ καὶ τὸ χρηστὸν ὡς ἐπὶ διαβολῇ λαμβάνομεν· “φθεί‐ ρουσιν ἤθη χρης|τὰ ὁμιλίαι κακαί”, ἀντὶ τοῦ ἐπιπόλαια,40
25εὐήθη. καὶ αὐτὸ μὲν τὸ εὔηθες λαμβάνεται καὶ | ἐπὶ ἐπαί‐
25νου, ὅταν εὖ τις ἦθος ἔχῃ, καὶ ἐπὶ ἐπιπολαίου. ὡσαύτως καὶ τὸ ἄκακον· | “διὰ” γὰρ “τῆς χρηστολογί[α]ς ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων”. καὶ ἔτι· “ἄκακος | πιστεύει παν‐
27τὶ λόγῳ”. 4 ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ | λίθου τι‐
28μίου. ἐὰν περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ τοῦτο λέγηται, ὁ
29στέφανος οὗτος | ὁ ἐπιτεθησόμενος τῇ κεφαλῇ αὐτοῦ ἐκ λί‐

11

θων τιμίων πλέκεται, ἤτοι τῶν ἀρετῶν ἢ τῶν | ἐχόντων τὰς
1ἀρετάς. ἐν τῇ πλοκῇ τούτου τοῦ στεφάνου κεῖνται ἐκεῖνοι οἱ λίθοι οἱ ἐποικο|δομούμενοι μετὰ χρυσίου καὶ ἀργυρίου ἐπὶ τὸν θεμέλιον Χρ〈ιστ〉όν. φανερὸν δὲ ὅτι οὐδὲ ὁ | χρυ‐
3σὸς οὐδὲ ὁ ἄργυρος οὐδὲ οἱ λίθοι κατὰ αἴσθησιν λαμβάνονται. ἐὰν δὲ καὶ περὶ ἑκάς|του βασιλέως, ὡς ὁ Ἀβραὰμ ἦν,
4ὡς οἱ ἄλλοι εἰσὶν ἅγιοι, λέγομεν ὅτι· ὥσπερ ὁ 〈ἄρχων Τύ‐
5ρου〉, | ὅτε εὖ διῆγεν, μετὰ τῶν Χερουβὶν ἐντέθειτο ἐν ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ, ὅτε “ἀποσφράγισ[μ]α | ὁμοιώσεως” ἦν καὶ
6“στέφανος κάλλου〈σ〉”, οὐκ αἰσθητοῖς λίθοις ἐνδέδετο, ἐκ τῶν τοιούτων̣ | λίθων στεφανοῦταί τις. φέρε, ὁ Ἰωσὴφ ἤθ‐ λησεν περὶ σωφροσύνης. ἡ σωφροσύνη | λίθος τίμιός ἐστιν.
8αὗται αὐτὸν ἐστεφάνωσαν καὶ τὴν Σωσάνναν καὶ τοὺς μάρτυ‐ ρας. | καὶ ἐπεὶ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἑαυταῖς καὶ ὁ
10μίαν ἔχων καὶ πάσας ἔχει, ὁ πλεκόμε|νος στέφανος οὐκ εἷς42
10λίθος ἐστίν. “ἐκ λίθου” οὖν “τιμίου ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐ|τοῦ
11στέφανον”. πρόσκειται δὲ τὸ “τιμίου”. τῶν πρὸς τί ἐστιν τὸ τίμιον. τοὺς ὧδε λίθους | τούτους, οἷον μαργαρίτας καὶ
12ὑακίνθους καὶ τὰ ἄλλα, τιμίους λέγομεν, ἐπεὶ καὶ ἄλλοι εἰσὶν | λίθοι πρὸς διαφορὰν ἐκείνων. ἐπεὶ τοίνυν καὶ οὗ‐ τοι οἱ μεγάλοι λίθοι τὰ εἴδη τῆς | ἀρετῆς εἰσιν, ἰδοὺ τί‐
14μιοί εἰσιν οὗτοι οἱ λίθοι καὶ πάντων τῶν ἐν κόσμῳ δοκούν‐
15των | εἶναι ὑπερέχ〈ουσιν〉.
15 καὶ ὅτι οἱ μαθηταὶ τῶν διδασκάλων στέφανοί εἰσιν, ἐδί‐ δαξεν ὁ | Παῦλος· “χαρὰ καὶ στέφανός μου”, προσφωνῶν τῇ
16ἐκκλησίᾳ τῇ μαθητευσάσῃ αὐτῷ. | “τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος”. ἡ ὕλη τοῦ στεφάνου τούτου | κύριος σαβαώτ ἐστιν·
18“ἔσται” γὰρ “κύριος σαβαὼτ ὁ στέφανος τῆς ἐλπίδος”. καὶ ἐπεὶ ἐνταῦθά | τις ὢν οὔπω δύναται καὶ τελείαν ἔχειν μετ‐
20ουσίαν θεοῦ, ἀλλὰ τότε γενήσεται τοῦτο, ὅταν “ὁ | θεὸς
20πάντα ἐν πᾶσιν” γένηται πῦρ τελεῖται τῷ ἐπὶ πᾶσιν, τῷ ἐσχάτῳ ὀρεκτῷ, διὰ τοῦτο στέ|φανον ἐλπίδος αὐτὸν εἶπεν· εἰ γὰρ τότε γνωσόμεθα αὐτόν, ὅταν ἴδωμεν | αὐτὸν καθώς
22ἐστιν, τότε δὲ καθώς ἐστιν ἰδεῖν αὐτὸν ὁρῶμεν, ὅταν εἰς τὸ τέλος φθά|σωμεν, ἐλπίδος ἐστὶν ὁ στέφανος οὗτος. τέως
23ἐλπίδος ἐστίν, προσδοκώμενός ἐστιν. | 5 ζῳὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ.
25ἐλέγομεν ὅτι ὁ σωτὴρ κατὰ τὸν ἄν|θρωπον—ἐὰν δὲ “κατὰ44
25τὸν ἄνθρωπον” λέγω, μὴ διαίρει αὐτὸν ἀπὸ τοῦ λόγου—, ὅ‐ τι “παράκλητός” | ἐστιν “πρὸς τὸν πατέρα”. οὐδὲ ὁ λόγος
26χωρὶς τοῦ ἀνθρώπου οὐδὲ ὁ ἄνθρωπος χωρὶς τοῦ λόγου, | ἀλλ’ αὐτὸς ὁ κεκραμένος ἐξ ἀμφοτέρων γίνεται παράκλητος καὶ “ζ〈ῶν〉 πάντοτε εἰς τὸ ἐν|τυγχάνειν ὑπὲρ 〈αὐτῶν〉” παρα‐
28καλεῖ.
28 αἰτεῖται οὖν ζωὴν ἐκείνην ἣν βούλεται ζωογονηθῆναι. | δι’ αὐτοῦ δὲ ἡ ζωοποίησις γίνεται· “θανατωθεὶς” γὰρ “σαρ‐

12

κὶ ζωοποιηθεὶς δὲ πνεύματι”. | καὶ ἡ ψυχὴ τοῦ Ἰησοῦ οὔκ
1ἐστιν ζωή, ἀλλὰ θεοῦ ἐπ̣ιμετροῦντος καὶ χαριζομένου τὸ ζῆν ἔχει· καὶ πᾶσαι δὲ | αἱ ἄλλαι ψυχαί, ὡς ἕκαστον λέγειν·
2“ἡ ψυχή μου αὐτῷ ζῇ”. τὸ ζῆν κατὰ ἀθανασίαν ἡ ψυχὴ ἔντι‐ μον | ἔχει. τὸ δὲ “τῷ θεῷ ζῆν” ἐκ τοῦ ἐφ’ ἡμῖν καρποῦται,
3ὡς τὸ ζῆν πάλιν τῇ ἁμαρτίᾳ ἐκ τοῦ ἐφ’ ἡμῖν ἐστιν. | 5 μακρότητα ἡμερῶν εἰς αἰῶν〈α〉 καὶ εἰς τὸν αἰῶνα τοῦ
4αἰῶνος.
5 πάλιν τὴν | [μα]κρότητα τῶν ἡμερῶν οὐ δυνάμεθα ἐπὶ ῥη‐ τοῦ λαβεῖν. “εἰς τὸν αἰῶνα” δὲ λέγει “καὶ εἰς τὸν αἰ|ῶνα
6τοῦ αἰῶνος”. αἱ ἡμέραι δὲ αὗται αἱ διδόμεναι καὶ γινόμεναι ὑπὸ ἡλίου, ἐν μόνῳ τούτῳ τῷ αἰῶνι λέγο〈νται〉. | εἴρηται
7δὲ καί· ”〈π〉ότε ταῦτα ἔσται, 〈καὶ τί τὸ σημεῖον τῆς σῆς
7παρουσίας καὶ συντελείας τοῦ αἰῶνοσ”〉; 〈καί〉· “ἕως συντε‐
7λείας τοῦ αἰῶνος τούτου”. καὶ “ἐν ταῖς ἡμέραις” {τοῦ αἰ‐
ῶνος} | ἐὰν λέγουσιν αἱ γραφαί, 〈τοῦ αἰῶνος ἡμέρ〉ας λέγου‐46
8σιν. οὗτος δὲ ὁ αἰτησάμενος μέγας ἐστὶν καὶ οὐ περὶ μικροῦ | καὶ ἀδιαφόρου εὐχὴν ἀνέπεμπεν ὥστε καὶ μνημονεύεσθαι τὴν
10εὐχὴν αὐτοῦ, οὐδὲ περὶ ἡ|μερῶν τούτων τῶν ἐξ ἡλίου καὶ σε‐ λήνης περαινομένων. ἄλλως τοίνυν ταῦτα θεωρη|τέον. καὶ ὄφει
11ὅτι ἐν ταῖς γραφαῖς πολλάκις τὰ τοιαῦτα καὶ διαπίπτει καὶ ὡς ἀδύνατα | φαίνεται. “τίμα”, φησίν, “τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακρο|χρόνιος
13ἐπὶ τῆς γῆς”. οὐ πάντως δὲ ὁ τιμῶν τοὺς γονέας πολυετὴς ἐν τῇ γῇ μένει. πολλοὶ | νεώτεροι μετατίθενται. εἴρη‐
14ται γοῦν ἐν τῇ Σοφίᾳ Σολομῶνος περὶ τῶν τοιούτων· “ἡρ|‐
15πάγη{ν}, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ”. καὶ λέγει ὅτι· “ἐν ὀλί|γῳ τελειωθεὶς ἐπλή‐
16ρωσεν χρόνους μακρούς”. καὶ λέγει πολιὰν εἶναι τὴν φρόνη‐ σιν | καὶ γῆρας τὸν ἀκηλίδωτον βίον. εἰ δὲ ὁ ἀκηλίδωτος βίος γῆράς ἐστιν, οὐκ ἐξ ἡμε|ρῶν δὲ οὗτος συνίσταται, ἀλλ’
18ἐξ ἀρετῆς, ἑτέρως δεῖ λαβεῖν τὰς ἡμέρας. “ζωὴν” οὖν “ᾐτήσατό σε”, | οὐχ ἵνα αὐτὸς ζῇ, ἀλλ’ ἵνα
19ἐκεῖνοι, ὑπὲρ ὧν τὴν δέησιν ἀναφέρει. περὶ τῆς ζωῆς εἴπο‐
20μεν | οὐ τῆς κοινῆς, ἀλλὰ τῆς κατὰ ἀρετήν. ὁ μὴ γνοὺς ἁμαρτίαν μηδὲ ποιήσας αὐτὴν | μηδὲ δόλον σχὼν ἐν καρδίᾳ αὐτοῦ, οὐκ εἶχεν νεκρότητα τὴν διαστελλομένην | πρὸς τὴν
22μακαρίαν ζωήν. ὅθεν αἰτούμενος ζωὴν οὐχ ἑαυτῷ ᾐτήσατο, ἀλλ’ ἐκείνην θέλει | αὐτοῖς δοθῆναι ὑπὲρ ὧν τὴν ἀξίωσιν ἀναφέ‐ ρει· “ζῶν” γάρ ἐστιν “πάντοτε εἰς τὸ | ἐντυγχάνειν ὑπὲρ”
24τῶν μελλόν〈των〉 παρ’ αὐτοῦ ζωὴν ἔχειν.48
25“ζωὴν” οὖν “ᾐτήσατό σε, καὶ ἔδωκας | αὐτῷ”. πρὸς τὸν
25θεὸν λέγει ἤτοι ὁ ὑμνῳδὸς ἢ τὸ ἐν αὐτῷ ἅγιον πνεῦμα. με‐ γάλη δέ ἐστιν | μαρτυρία, ὅταν ὁ εὐχὴν ἀναπέμψας λάβῃ τὰ αἰτήματα. ἔδωκας οὖν αὐτῷ αὐτήν, “μα|κρότητα ἡμερῶν εἰς
27τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος”. οὐ θέλουσιν ὅλως | πολυχρόνιον τὴν κοινὴν ζωὴν ἔχειν οἱ ἅγιοι ἐν τῷ βίῳ τούτῳ. ἀμέλει γοῦν “κάλλι|ον”, φησίν,
29“ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι”. καὶ ἔτι· “οἴμμοι, ὅτι ἡ

13

παροικία μου ἐμακρύνθη”. | “πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ”.
1ὁ ὢν “πάροικος καὶ παρε[π]ίδημος” πόθον καὶ σκοπὸν ἔχει ἀπο|στῆναι τῆς παροικίας, ἵνα κατοικήσῃ ἐν τῷ καταλλήλῳ χωρίῳ. ὥσπερ οὖν οὐ κοινή | ἐστιν ζωὴ ἡ ἐνταῦθα δηλουμένη, ἣν καὶ οἱ ἀσεβεῖς ἄνθρωποι ζῶσιν καὶ τὰ ἄλογα ζῷα, | οὕτω
4οὐδὲ “μακρότητα ἡμερῶν” πολυχρόνιον λέγει εἶναι ζωήν, ἀλλὰ
5“μακρότης | ἡμερῶν”, ὡς ὁ τιμήσας τοὺς γονέας πολυχρόνιος ἔσται καὶ μακροήμερος. καὶ ἐν τῷ | Δευτερονομίῳ δὲ λέγεται·
6“αὕτη ἡ ζωή σου καὶ αὕτη ἡ μακρότης τῶν ἡμερῶν” τοῦ “ἀγα‐ πᾶν με | κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς”. ἰδοὺ καὶ ἡ μακρότης τῶν ἡμερῶν | ἡ ὅλῃ ψυχῇ καὶ
8ὅλῃ δυνάμει καὶ ὅλῳ τῷ πόθῳ ἀγαπῶσα αὐτόν. “μακρότητα” οὖν “ἡ|μερῶν εἰς τὸν αἰῶνα”. δυνατὸν λαβεῖν
10περὶ τῆς μακαρίας ζωῆς ταῦτα τῷδε τῷ | τρόπῳ· ἔστιν γὰρ
10ζωή, ἥτις ἡ αὐτή ἐστιν τῇ περὶ θεοῦ γνώσει. ὅτε ἐλέγετο τό· “αὕτη δέ | ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέ|στειλας Ἰησοῦν Χριστόν”,
12ἡ ζωὴ αὕτη ἐστὶν ἡ γνῶσις ἡ περὶ πατρὸς καὶ υἱοῦ. καὶ ἔ‐
τι· “ὁ πιστεύων εἰς | ἐμὲ ἔχει ζωὴν αἰώνιον”. ὁ πιστεύων εἰς τὸν σωτῆρα οὐ κοινὴν ζωὴν ἔχει. | πολυχρονιώτεροι50
14〈οἱ〉 ἀσεβεῖς πολλάκις εὑρίσκονται τῶν σπουδαίων. ἐκεῖνοι
15ποθοῦ|σιν τὴν μακροήμερον ζωὴν ταύτην, ἅτε δὴ οὐδὲν ἕτερον ἀγαθὸν ἢ τὴν τοιαύ|την κατάστασιν ἡγοῦνται. ὥσπερ οὖν ἔστιν νῦν ζωὴ ἐπαινετὴ καὶ μέλλουσα, | οὕτω καὶ
17“μακρότης ἡμερῶν” εἰς τὸν αἰῶνα τοῦτον, ἵνα τις ἔχει φωτισ‐ μὸν μέγα〈ν〉 | ἕκαστον δόγμα τῆς ἀληθείας γιγνωσκόμενον
18καὶ φωτίζον. ἡμέρα ἐπαινετή ἐστιν | καὶ ἑκάστη ἀρετὴ πρακτικὴ κατορ‐
20θουμένη. ἐπεὶ τοίνυν, ὥσπερ τῆς γνώσεως | ἐνταῦθα μερικῆς
20οὔσης διαδέξεται τελεία καὶ παντελὴς γνῶσις, οὕτω καὶ ἐ‐ πὶ τῆς | πρακτικῆς ἀρετῆς ἑτέρως σπουδαῖοι ἔσονται οἱ ἀπ‐ εντεῦθεν κατὰ παρακτι|κὴν ἀρετὴν δίκαιοι ἀποδειχθέντες—πά‐ λιν γὰρ ἔχουσιν δικαιοσύνην νῦν καὶ μέλλου|σαν—, “μακρό‐
23τητα ἡμερῶν” εἰς τὸν αἰῶνα τὸν ὧδε, οὐ ταύτην τὴν κοινήν, ἀλλὰ τὴν ὑπαρ|χθῆναι δυναμένην, περὶ ἧς λέγουσιν· “αὕτη
25ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος”· δεικνύντες γὰρ | αὐτὴν
25εἰρήκασιν. οὐδεὶς δὲ δείκνυσιν τὸ μέλλον, ἀλλὰ τὸ ἤδη παρ‐ ὸν καὶ ἐνεστηκός. | τὸ μέλλον, ὅταν ἔστιν ἐκεῖνος ὁ καιρὸς καθ’ ὃν ἔρχεται, οὐκέτι μέλλον ἐστίν. πάλιν | καὶ αὐτὸ
27ὑπὸ δεῖξιν πεσεῖται.
27 οἵως οὖν ἐὰν λάβῃς τὸν βασιλέα κἂν τὸν ἅγιον ἄνδρα κἂν αὐ|τὸν τὸν ἐκ Μαρίας προεληλυθότα, οὐ περὶ ἐκείνης τῆς ζω‐

14

ῆς ἢ μακρότητος αἰσθητῶν | ἡμερῶν εὔχονται, ἀλλὰ τῶν ἤδη εἰρημένων. μακραίωνα ζωὴ〈ν〉 λαμβάνουσιν καὶ περὶ | ταύτης52
2ἀξίωσιν ἀναπέμπουσιν. ἡ δὲ μακραίων ζωὴ οὐχ ἑνός ἐ〈στ〉ιν αἰῶνος ζωή. | καταλλήλως δὲ ἑκάστῳ αἰῶνι καὶ τὴν ζωὴν λάμβανε ὁτὲ μὲν ἀρχηγικὴν | καὶ εἰσαγωγικήν, ὁτὲ δὲ με‐
4σάζουσαν, ὁτὲ δὲ τελείαν.
5ἐπερ( )· μετὰ πάσας ταύτας τὰς | λεχθείσας ἡμέρας; —ἕ‐
5καστον δόγμα φωτίζον τὴν ψυχήν, ὑπὸ τοῦ ἡλίου τῆς δικαιο‐ σύ|νης καταλαμπόμενον, ἡμέραν εἰρήκαμεν. μετὰ ταῦτα δὲ τὰ ἐν προκοπαῖς φω|τίσματα ἔστιν τις τελεία κατάστασις φωτός. ἐκείνη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ | νυκτός, οὐ
8πλῆθος ἡμερῶν γίνεται. δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεὶ συνάφει|αν ἔχουσιν
9αἱ ἀρεταὶ πρὸς ἑαυτάς—ἑκάστη γὰρ φωτεινή ἐστιν—, μία
10μακρότης ἡ|μερῶν γίνεται ἐκ τῆς ἀντακολουθήσεως αὐτῶν, οὐ
10διακόπτεται. λέγω· ἕκας|τον θεώρημα ἐπιστημονικὸν διῄρηται ἀπὸ τῶν ἄλλων· πολλὰ γὰρ γιγνώσκει ὁ ἐπι|στήμων. οἷον, ὡς ἐπὶ ἰ‐
12ατρικῆς εἶναι, χειρουργικὸν θεώρημα, διαιτητικόν, ἐπὶ γραμ|ματικῆς εἶναι, τόδε. ὅταν τις τελειωθῇ, οὐκέτι διά‐ φορα αὐτὰ ἔχει· νῦν μὲν γὰρ | οἷόν τέ ἐστιν μᾶλλον ἔχειν
15τὸ χειρουργικόν, ἔλαττον δὲ τὸ διαιτητικόν. ὅταν δὲ | τέ‐
15λειον ἰατρόν μοι ὑποθῇ καὶ πάντα τὰ θεωρήματα τελείως καὶ ἀνυπερβλή|τως ἔχοντα, οὐκέτι διακεχυμένα εἰσὶν οὐδὲ τῇ ὕ‐
λῃ ἔχουσιν τὴν διαφοράν. | ὑποθοῦ μοι ἄνθρωπον παντελῆ ἔχοντα ὑγίειαν κατὰ τὸ σῶμα. οὐκέτι διαίτης μόνης | χρῄ‐54
18ζει, οὐ τομῆς. ἀπέβαλεν ἐκεῖνα ὧν ἕνεκα ἔχρῃζεν τούτων, καὶ λοιπὸν | ὑγίειαν ἔχει οὐκέτι ποιοῦσαν ἄλλο τι. αὐτοῦ
20δὲ χάριν ταῦτα πάντα σπουδάζεται. | σπουδάζεται δὲ πόθῳ
20τινὶ ἡ διακατοχὴ αὐτῆς· εἰσὶν γὰρ ὥσπερ ποιοῦντα ὑγίειαν, | οὕτω καὶ φυλακτικά, οἷον γυμνάσιον ἢ τοιάδε τροφή. ἐκείνη οὖν ἡ μακραίων | ἡμέρα ἀδιάκοπός ἐστιν· ὀψὲ γάρ ποτε παραγίνεται {το} ὅταν πληρωθῇ τό· “ἔσται σοι | κύριος
23φῶς αἰώνιον”, ὅτε οὐκέτι ἐκλείπει ὁ ἥλιος “οὐδὲ ἡ ἀνατολὴ τῆς 〈σελήνησ〉 φωτί|ζει τὴν νύκτα{ν}”. οὐ περὶ τῶν αἰσθητῶν
25δὲ φωστήρων ταῦτα λέγεται· “εὐθέως” | γὰρ “μετὰ τὴν θλῖ‐
25ψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελή‐ νη | οὐ δώσει φῶς αὐτῆς”. ταῦτα δὲ τὰ φῶτα τὰ τοῖς ὧδε φίλα οὐκέτι δώσουσιν· | ἔσται γὰρ ὁ ἥλιος ἑπταπλασίων καὶ ἡ σελήνη ὡς ὁ ἥλιος. καθόλου περὶ τῶν οὐ|ρανῶν εἴρηται
28ὅτι “ἀλλαγήσονται”. ὅταν δὲ οὐρανοὺς ἀλλαττομένους λέγῃ, |

15

καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας καὶ φωστῆρας λέγει, ὥσπερ, ἐ‐ ὰν ἐπὶ γῆς λέγωμεν· “ἡ γῆ πᾶσα | προσκυνεῖ”, τοὺς οἰκοῦν‐
2τας ἐν τῇ γῇ λέγομεν. “ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ”. 6 μεγά|λη ἡ δόξα 〈αὐτ〉οῦ ἐν τῷ σωτηρίῳ σου. ἐὰν κυρίως τὴν δόξαν λαμβάνωμεν, οὐ τὴν | τυχοῦσαν κα‐
4τάστασιν ἡδίστην δόξαν λέγομεν. οἷον 〈δόξαν〉 οὐ λέγομεν
5〈ἀρχὴν〉 | ἀνθ[ρ]ω̣πίνην, οὐκ ἀξίωμα· ὅλα γὰρ ταῦτα τὰ δοξά‐ ρια ἀνθρώπων μικρολόγων | καὶ ἀπειραγάθων ἐστίν. δοκοῦσιν
οὖν ἰατροὶ σωτηρίαν ἐπιφέροντες τοῖς ὑγι|αζομένοις δόξαν56
7αὐτοῖς περιποιεῖν—δεδόξασται μᾶλλον ὁ ὑγιαίνων παρὰ τὸν | κάμνοντα—, ἀλλ’ οὐ μεγάλη ἐστὶν ἡ δόξα. ὁμοίως καὶ κυ‐
8βερνήτης. “ἐν τῷ σωτηρίῳ” | οὖν τοῦ θεοῦ “μεγάλη δόξα” ἐστίν·
10τὸ γὰρ σωτήριον τοῦτο νοῦ καὶ ψυχῆς ἅ〈πτ〉εται. τῶν | δὲ
10ἐν ἡμῖν πάντων ὁ νοῦς διαφέρει καὶ ἡ ψυχὴ τοῦ σώματος, κἂν ἑτέροις μὴ | δοκῇ.
11 δυνατὸν δὲ καὶ αὐτὸν τὸν σωτῆρα σωτήριον εἰπεῖν, ὡς πολλαχοῦ κεῖται· | “εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν”. “καὶ ὄψεται πᾶσα σὰρξ | τὸ σωτή‐
13ριον τοῦ θεοῦ”, ἀντὶ τοῦ “πᾶς ἄνθρωπος” ἢ “πᾶσα αἰσθητικὴ
13ψυχή”. “ἐν τῷ” οὖν “σωτηρίῳ” | τούτῳ “μεγάλη ἡ δόξα” ἐστίν. εἰ
15καὶ δοκεῖ ἄτιμος εἶναι ὁ θάνατος ὃν ἀνεδέξατο—“ἐπι|κατ‐
15άρατος” γάρ ἐστιν “πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου” κατὰ τὸν νόμον—, ἀλλ’ ἴσχυσεν | δόξαν τοσαύτην λαβεῖν ἡ δοκοῦσα ἀτιμία ἐκ τοῦ σκοποῦ τῆς σωτηρίας, ὅτι σωτη|ρία γέγονεν
17οὐ θρεμμάτων, οὐκ ἀνθρώπων ἁπλῶς, ἀλλὰ ψυχῆς καὶ νοῦ καὶ πνεύματος, | ὡς γράφει Παῦλος· “ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα”. ἡ δοκοῦσα οὖν | ἀτιμία δόξα ὑπερ‐
19βάλλουσά ἐστιν.
20ὑπομνῆσαι θέλω νόημα. ὅτε εἰς τὸ εὐαγγέλι|ον ἔλεγον,58
20εἰς τὸ χωρίον ἐκεῖνο τό· “ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐκεῖνος | ποιήσει, καὶ μείζονα τούτων ποιήσει”, πρὸς ἑτέροις καὶ αὕτη ἡ ἑρμηνεία ἀποδέδοται· | ἐὰν τὴν
22ἀναλογίαν τοῦ ποιοῦντος σκοπήσῃς, καὶ τὰ μεγάλα μικρά ἐστιν· ὡς πρὸς | τὸν θεὸν μικρά ἐστιν. οὐ πεποιήκασιν δὲ οἱ ἀπόστολοι αἰσθητὰ ἔργα ὑπὲρ τὰ τοῦ | σωτῆρος. ὁ σωτὴρ
24Λάζαρον ἤγειρεν τεταρταῖον ἤδη ἐν τῷ θανάτῳ ὄντα καὶ ἐγγὺς |
25τοῦ διαλυθῆναι καὶ ἤδη εἰς τὸ ὄζειν ἐφθακέναι. οὐδὲν τοι‐ οῦτο πεποίηκαν οἱ ἀπό|στολοι. ἀπὸ γενετῆς τυφλὸν εἰς ὄψιν ἤγαγεν Ἰησοῦς. ἐὰν δὲ σκοπήσῃς ταῦτα | τὰ ἔργα τοῦ σωτῆ‐
27ρος, μικρά ἐστιν ὡς πρὸς τὸ πεποιηκέναι τὴν λογικὴν οὐσί‐ αν, | τοὺς οὐρανούς, τὰς ψυχάς. τὰ δὲ τῶν ἀποστόλων, κἂν

16

καταδεέστερα ἦσαν τ〈ῶν〉 | τοῦ σωτῆρος, ἐπεὶ ὑπὲρ δύναμιν τὴν αὐτῶν ἐστιν, μᾶλλον μείζονα λέγονται ὧν ὁ σω̣τὴρ̣ | πε‐
2ποίηκεν· τούτων γὰρ μείζονα οὐκ ἠδύναντο ποιῆσαι. Ἰησοῦς
2δὲ καὶ πεποίηκεν καὶ ἀεὶ ποιεῖ. | καὶ ὁ ἀπόστολος δέ· “τὸν” γὰρ “ἐλαττούμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ [θα]νάτ[ο]υ”. | ἠλαττώθη διὰ
4τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ “δόξῃ καὶ τιμῇ” ἐστέφθη. ἡ
5ἐλάττωσις δόξα̣ν̣ | ἤγαγεν, καὶ μεγίστην γε ἤγαγεν. “λογί‐
5ζομαι” δὲ “ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και[ρ]οῦ | πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν”. τὰ παθήματα δὲ τοῦ Χριστοῦ ἐκεῖνά ἐ[στι]ν̣ | ἃ πεπόνθασιν οἱ μιμηταὶ αὐ‐
7τοῦ, αὐτοῦ πρότερον παθόντος. “μεγάλη” οὖν [ἡ δ]όξα | αὐτοῦ”. κἂν σταυρὸς ᾖ, κἂν θάνατος, ἐὰν τὸν σκοπὸν τῆς
σωτηρίας καὶ τὸ[ν σῴ]ζον|τα ἴδῃς, μεγάλη τίς ἐστιν. οὐ60
10μεγάλη δέ ἐστιν ἡ τῶν ἄλλων. ἀμέλει γοῦν ἔσ̣[θ’ ὅ]τ̣ε̣ | εἶ‐
10χον τὴν δόξαν, ἐνίων δὲ καὶ ἀπέβη ἡ δόξα ἔτι ζώντων. οὕτω γοῦν ἤκουσα [καὶ τοῦ ἐ]ν̣ | Ἰσαίᾳ λεγομένου· “καὶ
11τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον”. “ἀνατελεῖ ἐν ταῖς ἡ‐ μέρ[αις αὐτοῦ] | δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη”. τὴν εἰρήνη̣[ν σκόπει] | τὴν ἀνατεί‐
13λασαν· μέχρι γὰρ συντελείας κρατεῖ· οὐδὲν γὰρ ἕτερον ἡ ἀντανα[ίρεσις] | τῆς σελήνης δηλοῖ ἢ τὴν συντέλειαν, ὅ‐
15τε “ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελή[νη οὐ] | δώσει φῶς
15αὐτῆς”. οὐκ ἐν ἑνὶ ἔθνει ἐστὶν ἡ εἰρήνη, οὐκ ἐπὶ γῆς μόνης· “εἰρην[οποίησεν]” | γὰρ “διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐ‐
16τοῦ” οὐ “τὰ ἐπὶ γῆς” μόνα, ἀλλὰ καὶ “τὰ ἐν οὐρανοῖς”. | 6 δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. ἡ δόξα καὶ ἡ μεγαλοπρέπει[α ἐπιτ]ί|θεται ἐπ’ αὐτὸν
18μετὰ τῆς δόξης ταύτης τῆς μεγάλης τῆς ὑπαρξάσης ἐν τῷ σω‐ τηρί[ῳ αὐτο]ῦ. | καὶ μεγαλοπρέπειά ἐστιν πράγματα καὶ σπου‐
20δάσματα ἐν οἷς ὑπάρχει τὸ πρέπον. [τὰ ἔρ]γ̣α | τὰ ἐξ ἀρετῆς
20γινόμενα πρεπόντως γίνεται. πολλὰ δὲ {οὐκ} ἀνθρώποις δοκεῖ π̣[ρεπό]ν|τως γίνεσθαι, οὔκ εἰσιν δὲ ἀληθῶς πρέποντα· ὡς καὶ περὶ δόξης εἴρηκα, ὅτι [ἔστι]ν | 〈ἀξ〉ιώματα καὶ δοξά‐
22ρια οὐκ ὄντα [τοι]αῦτα, οἷα νομίζουσιν αὐτὰ οἱ ἄνθρωποι, [ἀλλ’ ὑπ]ε̣|λήφθη αὐτοῖς τοιαῦτα.
23μεγαλοπρέπειαν οὖν λέγουσιν οἷον—τέως ἀπὸ τοῦ ῥη[τοῦ
λ]άβε, | τῆς ἱστορίας, τὴν ἔννοιαν· εἰσὶν ἀγωνοθέται, καὶ62
25ἐὰν ὦσιν μικρολόγοι, ἐλα[ττο]ῦ̣σ̣ιν | τοὺς ἀγῶνας καὶ τὰ
25ἀναλώματα ἀπὸ μικρᾶς προαιρέσεως, καὶ δοκοῦσιν καὶ τὸ πρ̣[έ]π̣ο̣ν | ποιεῖν τῷ ἀθλοθέτῃ, μικρῶς δὲ αὐτὸ ποι〈οῦσιν〉, καὶ λέγονται οὗτοι μικροπρεπεῖ[ς· οὔκ] | εἰσιν γὰρ ὑπερ‐
27βάλλοντες ὡς μηδενὸς ἐλάττω ἐν τῷ πρέπειν εὑρεθῆναι [τῶν] | πρὸ αὐτῶν ἀγωνοθετῶν.
28 αὕτη οὖν μεγαλοπρέπεια λέγεται, ὅταν ἐν τῷ πρε[πό]ν̣|‐ τως γενομένῳ μέγεθος ᾖ. τότε δὲ μάλιστα μεγαλοπρέπειά ἐσ‐
30τιν, ὅτε μὴ ἄλλου τιν̣ὸς | ἕνεκα, ἀλλ’ αὐτοῦ χάριν τὸ πρέ‐
30πον ἐστίν.

17

φέρε δὲ εἰπεῖν, ἐάν τις πλούσιος ὢν̣ | ἐν μικροῖς πράγ‐
1μασιν καὶ μικραῖς πανηγύρεσιν μεγάλα ἀναλίσκῃ, οὔκ ἐστιν | οὗτος μεγαλοπρεπής. ὑπερβολή ἐστιν μεγαλοπρεπείας, ὡς λέ‐ γομεν τὴν θρασύτητα | ὑπερβολὴν εἶναι ἀνδρείας καὶ δεισι‐ δαιμονίαν ὑπερβολὴν εὐσεβείας. οἷον συνκυβευ|ταῖς τις ποι‐
4είτω ἄριστον καὶ ἀναλισκέτω ὅσα οὐκ ἀναλίσκει ἄλλος ἐν
5γάμοις. οὗτος οὐ με|[γ]α̣λοπρεπής ἐστιν. κενοδοξίας χάριν γίνεται. ἡ δὲ μεγαλοπρέπεια οὐ κενοδοξίας χάριν | γ̣ίνεται.
6 ἐκ τῶν αἰσθητῶν χειραγωγούμενοι ἔλθωμεν εἰς τὰ περὶ ὧν ὁ λόγος· τὸ πρέπον | ὁ σωτὴρ ἐν μεγάλοις εἰργάσατο. καὶ
7ὁ δίκαιος μὲν ἄνθρωπο{ι}ς ἐν μεγάλοις τὸ πρέπον δείκνυσιν. | τί μεῖζόν ἐστιν τοῦ σῶσαι τὴν οἰκουμένην, τοῦ εἰρηνοποι‐ ῆσαι οὐ τὰ ἐπίγεια μόνα, ἀλλὰ καὶ τὰ ἐπου|ράνια; τί μεῖ‐
9ζόν ἐστιν τοῦ κατορθῶσαι ἐκεῖνο ἐφ’ ᾧ τὰ ἐπουράνια, τὰ
10ἐπίγεια, τὰ καταχθό|νια κλίνουσιν γόνυ τῷ σωτῆρι εἰς δόξαν
θεοῦ πατρός; αὕτη ἡ δόξα μεγαλοπρέπειά ἐστιν καὶ συν|γένει‐ αν ἔχει πρὸς 〈εὐ〉πρέπειαν. καὶ περὶ αὐτοῦ οὖν τοῦ θεοῦ64
12λέγεται ὅτι· “ὁ κύριος 〈ἐβασίλευσεν〉, εὐπρέ|[π]ειαν ἐνε‐
12δύσατο”. ἡ 〈εὐ〉πρέπεια αὕτη καὶ ἡ μεγαλοπρέπεια ταὐτόν ἐστιν. τίνι ἔπρεπεν | [σ]ῶσαι τοὺς ἀνθρώπους ἢ τῷ ἁμαρτί‐ αν μὴ ἐσχηκότι; οὐκ ἔσχεν ἁμαρτίαν εἰδὼς ὅτι καλόν | [ἐ]σ̣‐
14τιν τὸ ἀπέχεσθαι ἁμαρτίας, τὸ δικαιοσύνην ἔχειν, καλόν ἐσ‐
15τιν τὸ λοιδορούμενον | μ̣ὴ ἀντιλοιδορεῖν, τὸ μὴ ἀμύνεσθαι τοὺς κακωτικῶς διατιθέντας. “πάσχων”, φησίν, | ”[οὐ]κ ἠ‐
16πείλει”. οὐ μόνον οὐκ ἐποίει τὰ ἀντάξια, ἀλλὰ οὐδὲ 〈ἠ〉πεί‐ λει. ἀπειλὴ δέ ἐστιν προ|[α]ναφώνησις φοβερῶν. ὅταν μέντοι μηκέτι 〈προ〉αναφώνησις ᾖ{ν}, ἀλλ’ ἐκβάσεως | [τύ]χῃ, οὐκέτι
18ἀπειλή ἐστιν.
18 “δόξαν” οὖν “καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν”. εὖ δὲ καὶ τὸ | φάναι “ἐπιθήσεις”. πρὸς ἑτέρῳ κειμένῳ καὶ
20τοῦτο ἐπιτίθεται· οὐ γὰρ νῦν μόνον ὅτε | ἐπεδήμησεν, ἤρ‐
20ξατο τὴν δόξαν ταύτην καὶ τὴν μεγαλοπρέπειαν ἐν τοῖς λο‐ γικοῖς θεῖναι, | [ἀ]λλ’ ἑκάστοτε καὶ πανταχοῦ ὡς ἐνεδέ‐ χετο ἐποίει τοῦτο. προσθήκη δὲ γέγονεν ἡ διὰ τῆς | ἐπιδη‐
22μίας δόξα καὶ μεγαλοπρέπεια οἷον διὰ τοῦ σταυροῦ. 7 ὅτι δώσεις αὐτῷ εὐλογίαν | εἰς αἰῶνα τοῦ αἰῶνος.
23 οὕτως ὡς εἰρήκαμεν περὶ τῆς ζωῆς· οὐχ ἵνα αὐτὸς αὐτὴν ἔχῃ |—ἔχει γὰρ αὐτήν—, ἀλλ’ ἵνα οἱ πλησιάζοντες αὐτῷ,
25οἱ περὶ τὰ μαθήματα αὐτοῦ γινόμενοι | ἔχωσιν ταύτην.
25διαστέλλεται δὲ αὕτη ἡ “εἰς τὸν αἰῶνα τοῦ αἰῶνος” εὐ‐ λογία πρὸς τὴν | δοκοῦσαν ἐν θνητοῖς εὐλογίαν εἶναι· λέ‐ γεται γάρ ποτε καὶ αὕτη εὐλογία· “ὅτι ἐν τῇ ζωῇ | [α]ὐτοῦ66
27ἡ ψυχὴ αὐτοῦ εὐλογισθήσεται, ἕως αἰῶνος οὐκ ὄψεται φῶς”. οὐκ ὄψεται τὸ φῶς, κἂν | λαμπρὰ δοκῇ νῦν ὁρᾶν. οὐκ ἔχει παρά‐
28μονον ταύτην τὴν εὔκλειαν.

18

αἱ εὐλογίαι οὖν | αἱ πνευματικαὶ αἱ διδόμεναι ἐν τοῖς ἐπουρανίοις αἱ αὐταί εἰσιν ταύτῃ τῇ “εἰς τὸν αἰῶ|να τοῦ
2αἰῶνος” μενούσῃ· εἰ γάρ τις εὐλογίαν νομίζοι τὸ πλοῦτον εἰληφέναι, οὐκ ἔχει | αὐτ〈ὴ〉ν “εἰς τὸν αἰῶνα τοῦ αἰῶνος”·
3σ̣υ̣ν̣απέρχεται γὰρ 〈τ〉ῇ ζωῇ 〈τ〉ῇ ὑλικῇ. δυνατὸν δὲ χαρι|έντως καὶ ἠθικῶς εἰπεῖν ὅτι· ὁ ἔχων πλοῦ‐
5τον ἐὰν οὕτως αὐτὸν ἀναλίσκῃ ὥστε εὑρεῖν | καὶ μετὰ ταῦτα
5δόξαν, περὶ ἧς λέγει· “το[ῖς] πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑ|ψηλὰ φρονεῖν”. εἶτα λέγει· “ἀποθησαυρ[ί]ζον‐ τες ἑαυτοῖς θεμέλιον καλῶν ἔργων”, ἡ τούτου | εὐλογία
7μένει “εἰς τὸν αἰῶνα τοῦ αἰῶν[ο]ς”. τὰ δὲ πραχθέντα ἐκ τοῦ πλούτου ἀκαθαί|ρετα μένει. ὡσαύτως καὶ ἐπὶ τῶν ἄ̣λ̣λων· ἐὰν ἐπὶ σωφροσύνῃ—τῇ ἀληθῶς σωφρο|σύνῃ—δοξάζηται καὶ εὐ‐
9λογῆται, παραμένουσαν αὐτὴν ἔχει “εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐
10νος”. | εἰ δέ τις ἐπὶ ὑποκρίσει ἀρετῇ νομίζει εὐλογεῖσθαι, καταλυομένην αὐτὴν ἔχει· ἐκ|λαμψάσης γὰρ τῆς ἀληθείας καὶ τῶν πραγμάτων οὕτω φανέντων ὡς ἔχουσιν φύσεως | λύεται ἡ
12κατ’ ὑπόλημψιν εὐλογία. ἐνίοτε καὶ κίνδυνον προξενεῖ. |
7 εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. δοκεῖ ἀμφίβολος εἶναι ἡ λέξις· τὸ μὲν γὰρ ὑπ’ αὐτῆς68
15σημαίνε|ται· “εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου”· εὐφραίνων τὸ πρόσωπόν σου | εὐφρανεῖς κἀκεῖνον.
16 ἢ ἀμφότερα εὐφραίνει 〈ἐ〉κεῖνον· εὐφραν〈εῖσ〉 αὐτὸν ἐν χαρᾷ | καὶ τὸ πρόσωπόν σου σύν σοι εὐφρανεῖ αὐτόν.
17 τοιαύτη τις καὶ ἐν τῷ Ἰσαίᾳ φέρεται λέξις· “καὶ κύριος | κύριος ἀπέστειλέν με καὶ τὸ πνεῦμα αὐτοῦ”. οἱ μὲν οὕτω λαμ‐ βάνουσιν· “ἀπέστειλέν με κύριος, | ἀπέστειλέν με δὲ καὶ τὸ
19πνεῦμα αὐτοῦ”. καὶ λέγουσιν τὴν ἀποστολὴν τοῦ σωτῆρος τὴν |
20κατὰ τὴν ἐπιδημίαν καὶ ἀπὸ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύ‐ ματος γεγονέναι· εἴρηται γάρ· | “πνεῦμα κυρίου ἐπελεύσεται
21ἐπὶ σέ”, πρὸς τὴν κυοῦσαν αὐτὸ〈ν〉 ἢ κυοφορήσουσαν, “καὶ δύναμις | ὑψίστου”. ἴδε· δοκεῖ ὧδε ἀπεστάλθαι ἀπὸ τοῦ πα‐
22τρὸς καὶ τοῦ ἁγίου πνεύματος. ἄλλοι δὲ οὕτως ἀναγιγνώσκουσιν, | καὶ κρείττω ἐστὶν
23αὕτη ἡ ἀνάγνωσις· “καὶ κύριος κύριος ἀπέστειλέν με· ἀπ‐ έστειλεν δὲ καὶ τὸ πνεῦμα | αὐτοῦ”· ὁ πατὴρ τὸν υἱὸν καὶ
24τὸ ἅγιον πνεῦμα.
24ἡ δὲ πρότερον ἐκδοχὴ τοῦτο λέγει, ὅτι ὁ πατὴρ καὶ |
25τὸ πνεῦμα τὸ ἅγιον ἀπέστειλαν τὸν υἱόν. ἕκαστος δὲ κατάλ‐ ληλον ἑαυτῷ νόησιν πρὸς τὴν | ἀνάγνωσιν δέχεται, ὡς ἤδη
26ἐλέχθη. καὶ ἐνταῦθα οὖν πρόσωπόν ἐστιν τοῦ κυρίου τοῦ ἐνταῦ|θα
27λεγομένου. ἐστὶν δὲ ὁ 〈υἱὸσ〉 ἡ εἰκὼν αὐτοῦ, “ὁ χαρακτὴρ
τῆς ὑποστάσεως αὐτοῦ”. περὶ | τοῦ οὖν ἀναλημφθέντος προσ‐70
28ώπου ὑπὸ τοῦ σωτῆρος καὶ παντὸς δικαίου λέγεται ὅτι· | “εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου”, ὅταν
30γὰρ ἔλθῃ ὁ υἱός {καὶ ὁ πατήρ}, καὶ ἑωρα|κώς τις τὸν χα‐
30ρακτῆρα εὐθέως ἴδῃ καὶ τὸν οὗ ἐστιν ὁ χαρακτήρ· “ὁ” γὰρ

19

“ἑωρακὼς ἐμὲ | ἑώρακεν τὸν πατέρα”. ἡ εὐφροσύνη ὑπὸ θεοῦ
1γίνεται καὶ τοῦ προσώπου αὐτοῦ. δυνατὸν δὲ καὶ οὕ|τως ἐκλαβεῖν· “εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου”. λοιπὸν περὶ παντὸς δικαί|ου
3τοῦτο λέγει· τὸ γὰρ σὸν πρόσωπον, καθ’ ὃ{ν} “κατ’ εἰκόνα καὶ ὁμοίωσιν” γέγονεν, | ἀναδειχθήσεται αὐτοῦ.
4καὶ λέγω· τὰ συνβεβηκότα κἂν χωριστὰ ᾖ, συνύπαρκτα πολ‐
5λάκις | γίνεται ταῖς οὐσίαις· οἷον τὸ χρῶμα· μὴ γὰρ πρῶ‐ τον κτίζεται τὸ σῶμα, εἶτα χρώννυται· | κεχρωσμένον κτί‐
6ζεται, καὶ ὅμως λέγομεν, ὅτι τῶν συμβαινόντων καὶ ἀποσυμ‐ βαινόντων | ἐστὶν τὸ χρῶμα ἐν τισίν. “ἐν τισὶν” δὲ προσ‐ έθηκα, ἐπεὶ τῶν αἰσθητῶν ἐπὶ τῇ χιόνι οὐδὲ 〈ἐπι〉γί|νεται
8οὐδὲ 〈ἀπο〉γίνεται· οὐδὲ ἡ ὑγρότης τῷ ὕδατι ἐπιγίνεται·
8οὐσιώδη γάρ ἐστιν. ἐπεὶ τοίνυν | ἀγαθὸν τὸ λογικὸν ἀρχῆθεν γέγονεν, οὐχ
9οὕτως ἐστὶν ἀγαθὸν ὡς ὁ θεός· οὐ γὰρ κατ’ οὐσίαν, ἀλλὰ |
10καθ’ ἕξιν καὶ διάθεσιν ἀγαθός ἐστιν. κἂν γέγονεν τοίνυν ὁ ἄνθρωπος “κατ’ εἰκόνα καὶ ὁμοί|ωσιν”, χωριστόν ἐστιν
11τοῦτο ὃ ἔχει εἶδος ἀποβαλλόμενον καὶ ἀναλαμβανόμενον. πλὴν | ὅτε θεὸς σῴζει, πᾶσα εἰκὼν οἰχήσεται. αὕτη δὲ ἀνα‐
12δ[ει]χθήσεται ἐν τῷ σωθέντι. 8 ὅτι | ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον.72
13 ὁ βασιλεὺς οὗτος ἐλπίζει ἐπὶ κύριον. ἐλπίζει ὅτι σω‐ τηρία ἔσται ἐκεί|νοις, ὑπὲρ ὧν ἐλήλυθεν παθεῖν. οὐκ ἀμφί‐
15βολον ἔχει τὸ τέλος τοῦ σπουδαζομένου, ἀλλὰ | ἐλπίζει ἀ‐
15μεταθέτως· “ἐν” γὰρ “τῷ ἐλέει τοῦ ὑψίστου οὐ σαλεύεται”.
15οὐ διαπίπτει οὖν αὐτοῦ ἡ ἐλπίς. | καὶ λέγω παράδειγμα, τάχα δὲ βίαιόν ἐστιν· οὐδεὶς τὰ παρόντα ἐλπίζει. ὁ ὑγιαίνων οὐκ ἐλπί|ζει ὑγιασθῆναι, ὁ πλου‐
17τῶν οὐκ ἐλπίζει πλουτῆσαι. τῶν μελλόντων οὖν ἐστιν. ἡ ἐλ‐ πὶς καὶ ἡ | προσδοκία ταὐτόν ἐστιν. γένος ἐστὶν τῆς ἐλπί‐ δος ἡ προσδοκία· ἐλπὶς γοῦν ἐστιν προσδοκί|α ἀγαθῶν παρὰ
19θεοῦ.
19τῶν οὖν μελλόντων τὰ μὲν ἐνδεχομένην ἔχει τὴν ὕπαρξιν,
20ὥστε | δυνηθῆναι γενέσθαι καὶ μὴ γενέσθαι ὡς τὰ ὁπότερ’ ἔτυχεν, τὰ δὲ πάντως ἐκβήσεται· οἷον | ὃ λέγω ἐπιστημονι‐
21κῶς, κατ’ εἰκόνα, ὅτι μετὰ τοσήνδε περίο〈δο〉ν ἔκλειψις ἔστιν 〈τοῦ ἡλίου〉. | ἐλπίζει ταύτην μόνος ὁ ἐπιστήμων· ὁ
22γὰρ ἄλλος ὅλως οὐκ οἶδεν, εἰ γίνεται ἢ οὐ γίνεται. ὑ|πομνῆσαι καλὸν τοῦτο ὅτι τέσσερά ἐστιν τὰ προβλήματα· δύο ἁπλᾶ καὶ δύο σύνθετα. ἁπλᾶ | μὲν τὸ ὅτι ἔστιν καὶ τί
24ἐστιν. εἶτα σύνθετα τὸ πῶς ἔστιν καὶ διὰ τί ἔστιν. τοῦ ἐ‐
25πιστήμονος οὖν | ἐστιν προσδοκᾶν ταῦτα τὰ πάντως ἐπιστη‐
25μονικῶς γενησόμενα.
οἶδεν γὰρ καὶ ὅτι ἔστιν | ἔκλειψις καὶ τί ἐστιν ἔκλει‐ ψις ὅτι ὑποδρομὴ σελήνης. καὶ πῶς γίνεται ὅτι, | ὅταν κα‐74
27τὰ κάθετον ὑπὸ τὸν ἥλιον ἡ σελήνη γένηται, ἔκλειψις γίνε‐ ται. ἰδοὺ τὸ | πῶς γίνεται. τὸ δὲ διὰ τί οὕτως, ὅτι κυκλεύ‐ ων ὁ ἥλιος ἐν διαφόροις γίνεται διαστή|μασιν. ἔστιν δὲ ὑ‐
29πὸ τὸν ἡλιακὸν κύκλον ὁ τῆς σελήνης. οὐκ ἀεὶ οὖν γίνεται
30κατὰ κά|θετον. οἷον δύο κύκλοι εἰσίν. ἐὰν ὧδε γένηται καὶ πάλιν εἰς τὸν ὑποκάτω, κρύπτει τὸ | κάτω γινόμενον τὸ ἄνω.

20

λέγουσιν γοῦν ὅτι ἔκλειψίς ἐστιν ἀντίφραξις σελήνης | πρὸς
1τὸν ἥλιον.
1 ἐπιστήμονος οὖν ἐστιν ταύτην τὴν ἀδιάπτωτον προσδοκί‐ αν εἰδέναι. | καὶ τῶν τυχόντων δὲ προσδοκῆσαι, φέρε, ὑε‐
2τὸν ἢ εὐκαρπίαν. διαμαρτάνει δὲ πολλάκις ταῦτα. λέγει | γοῦν ὅτι· “εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ· ὅτι ὁ βασι‐
3λεὺς ἐλπίζει ἐπὶ τὸν κύριον”. βασιλεύς ἐστιν ὁ ἐλπίζων. | ἀδιάπτωτος δὲ ἡ τούτου ἐλπὶς καὶ προσδοκία. καὶ λέγει·
48 ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
5ἐλεού|μενος 〈πρὸσ〉 τοῦ ὑψίστου οὐ σαλεύεται· τότ〈ε〉
5γὰρ σαλεύεται, ὅταν ἀνάξιοι τῆς βασιλείας αὐτοῦ οἱ ὑπή|‐ κοοι εὑρεθῶσιν. καταλείπει δὲ αὐτούς, ἀποστρέφεται αὐτούς. καὶ τὸ ἐλπίζειν ὡς τὸ μεταμέλεσθαι | τὸν θεὸν οὕτω λαμ‐
7βάνομεν κατὰ τὴν ἐπίνοιαν. “τοῦ ὑψίστου” ἔστιν τὸ εὐλογεῖν τὰ λογικά, | ὥσπερ καὶ
8τό· “δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη”.
9 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς | ἐχθροῖς σου, ἡ δεξιά76
9σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
10οἷόν τε καὶ ἐπὶ τοῦ σώματος διαφο|ρὰν ἔχειν 〈τ〉ὴ〈ν〉 δεξι‐
10ὰ〈ν〉 πρὸς τὴν χεῖρα· ἡ γὰρ δεξιὰ χείρ ἐστιν, οὐ πᾶσα δὲ
10χεὶρ δεξιά ἐστιν. ἔχομεν καὶ | ἐνταῦθα περὶ θεοῦ χεῖρα καὶ δεξιὰν ὠνομασ‐ μένην. καὶ περὶ τοῦ Δαυὶδ τοῦ ἀληθινοῦ τοῦ ἐκ σπέρ|ματος
12τοῦ Δαυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγεται τό· “καὶ θήσει ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς | δεξιὰν αὐτοῦ”. καὶ ὅρα ὅτι
13ἐν μὲν τῇ θαλάσσῃ ἡ χεὶρ ἁπλῶς τίθεται· ἡ γὰρ δεξιὰ οὐκ ἐν τῇ θαλάσσῃ, | ἀλλ’ ἐν τοῖς ποταμοῖς αὐτοῦ. καὶ ἔτι·
14“ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν”. ἴδε· λέγεται χεὶρ πολλά‐
15κις | καὶ βασιλέως ἡ στρατιωτικὴ δύναμις καὶ τῶν δικαστῶν χεῖρες οἱ δήμιοι. καὶ ὁ διάβολος | οὖν ἔγνω ὅτι ἡ βλαπτι‐
16κὴ χείρ ἐστιν· οὐ γὰρ εἶπεν· “ἀπόστειλον τὴν δεξιάν σου”, ἀλλὰ “τὴν χεῖρά σου | καὶ ἅψαι πάντων ὧν ἔχει”.
17“εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου”. φανήσεται ἡ χείρ σου ἡ κολάζουσα | τοὺς ἐχθρούς σου.
18οὕτω δὲ ἀκούω καὶ τοῦ· “πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι | ἐ〈κ〉 γῆς τὸ μνημόσυνον αὐτῶν”.
19ποιοῦντες κακὰ οἴονται μὴ εἶναι πρόνοιαν, μὴ εἶναι ἐκδι‐
20κίαν | καθ’ ὧν πλημμελοῦσιν. ὅταν δὲ λάβωσιν πεῖραν ἐπι‐ πόνου τινός, ἐνίοτε ἐν συναισθήσει γινόμε|νοι ὁρῶσιν τοῦ
21θεοῦ τὸ πρόσωπον· τὸ πρόσωπον δὲ οὕτως· ἐγνώρισαν ὅτι ἔνι θεός. καὶ ὥσπερ “ἐκ μεγέθους | 〈καὶ〉 καλλονῆς τῶν κτισ‐78
22μάτων ἀναλόγως τὸν γενεσιουργὸν θεωροῦμεν”, οὕτως ἐκ τοῦ μεγέθους καὶ | τῆς πλοκῆς τῶν κατὰ τὴν διοίκησιν ὁ κριτὴς
23θεωρεῖται. εὑρήκαμεν οὖν καὶ τὸν Φαραὼ κα|ταφρονοῦντα, εἶτα πληττό‐
24μενον καταλαμβάνοντα ἔννοιαν θεοῦ. λέγει γοῦν ποτε ὅτι·
25“ὁ κύριος | δίκαιος”. ὁ λέγων πρὸ τούτου· “οὐκ οἶδα τὸν κύ‐ ριον”, νῦν καὶ εἰδέναι αὐτὸν ὁμολογεῖ καὶ δίκαιον. | “ἐγὼ
26δὲ καὶ ὁ λαός μου ἀσεβεῖς”. εἰ δὲ γέγονεν τὸ πρόσωπον τοῦ θεοῦ ἐν τῷ Φαραὼ ποιοῦντι κακά, | εὑρίσκεται ἡ χείρ· δεῖ
27γάρ ποτε αὐτοὺς γνῶναι ὅτι ἔνι κριτής, κἂν μὴ ἐν τῷ βίῳ τούτῳ, ἀλλ’ ὁτέ· | διὸ λέγεται· “εὑρεθείη ἡ χείρ σου”.
28“ἡ δεξιά σου εὕροι”.
28 ἡ δὲ χεὶρ τοῖς ἐχθροῖς εὑρίσκεται· ἡ δὲ δεξιὰ εὑρίσκει | τοὺς μισοῦντας. καὶ δύνανται ἐλαττόνως κακοὶ εἶναι οἱ μι‐
30σοῦντες τῶν ἐχθρῶν. οὐ πᾶς | μισῶν ἐχθρεύει, πᾶς δὲ ἐχθρεύ‐
30ων μισεῖ. καὶ ὥσπερ ἐλέγετο ἐν θαλάσσῃ τίθεσθαι ἡ χεὶρ τοῦ | θε‐
31οῦ, ἵνα τὸν σάλον καὶ τὴν ἁλμυρίδα καταπαύσῃ δι’ ἐπιπόνων,

21

ἡ δὲ δεξιὰ ἐν ποταμοῖς | τοῦ σωτῆρος—οὗτοι δέ εἰσιν οἱ
1κατὰ πνεῦμα βίον ἔχοντες, “ὧν ἐκ τῆς κοιλίας ῥέουσιν | ποταμοὶ ζῶντες”. “ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ πο‐ ταμοὶ φωνάσ”—, οὕτως εὑρίσκεται ἡ | δεξιὰ τοῦ σωτῆρος
3ἡ σῴζουσα, ἡ ὑψοῦσα κατὰ τὸ λεχθέν· ”〈δεξιὰ κυρίου ὕψωσέν με〉, δεξιὰ κυρίου ἐποίησεν δύναμιν, οὐκ | ἀποθανοῦμαι, ἀλ‐
4λὰ ζήσομαι”.80
41o ἔθηκας αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσ‐
5ώ|που σου.
5περὶ τῶν ἐχθρῶν μόνων δύναται λέγεσθαι τῶν κολάσει
5παραδιδομένων. | εἰ δὲ καὶ περὶ ἀμφοτέρων, οὕτως ἔκδεξαι τὸ γεγραμμένον· ἴδε· οἱ ἐποικοδομούμενοι ἐπὶ τὸν | θεμέλιον, τὸν Χριστόν,
7ἐὰν ὦσιν χρυσός, ἄργυρος, πυροῦνται μόνον, οὐκ ἀφανίζονται δέ, | οὐκ ἀναλίσκονται κἂ〈ν〉 εὑρέθησαν ὑπὸ τοῦ πυρός. ἐὰν δὲ “ξύλα, χόρτος, καλάμη”, ἀφανίζονται | καὶ τέθεινται
9ὡς κλίβανος πυρός, ὡς καπνός εἰσιν λοιπόν. ὁ δὲ καπνὸς
10ἐπακολούθημά | ἐστιν τῆς ἐνεργείας τοῦ πυρὸς τῆς ὠφελητι‐ κῆς. ὅταν οὖν ξύλα καὶ χόρτος καὶ καλάμη ὦσιν | “εἰς και‐
11ρὸν τοῦ προσώπου” τοῦ θεοῦ, ὡς κεῖται—ἔσται γὰρ καιρός, ὅτε κριτὴς δειχθήσεται—, οὐκ ἀφα|νίζονται οἱ λεγόμενοι
12ξύλα καὶ χόρτος καὶ καλάμη ὥστε μηκέτι ὑπάρχειν—ἀδύνα‐ τον δέ ἐστιν | οὕτως ἀφανισθῆναι—, ἀλλὰ ᾗ χόρτος εἰσὶν ἀφανίζονται· καὶ γὰρ τὸ πῦρ τοῦτο τὸ τῆς κολά|σεως οὐκ
14ἐνεργεῖ εἰς οὐσίαν, ἀλλ’ εἰς ἕξεις καὶ ποιότητας. ἀναλίσ‐
15κει τὸ πῦρ τοῦτο οὐ κτίσματα, | ἀλλὰ ποιὰς καταστάσεις,
15ἕξεις τοιάσδε.
15 καὶ ἡ διδασκαλία δὲ τὸ αὐτὸ ποιεῖ· λαμβάνει τ̣ὸν ἀμαθῆ | καὶ ἀφανίζει αὐτὸν οὐχ ᾗ ἄνθρωπός ἐστιν, ἀλλ’ ᾗ ἀμαθής ἐστιν· τὴν ἀμαθίαν γὰρ αὐτοῦ ἀφανίζει. | οὕτω καὶ ἡ δι‐
17καιοσύνη ἀφανίζει τὸν ἄδικον οὐχ ὥστε μηκέτι ὑπάρχειν, ἀλλ’
ὥστε μηκέ|τι ὑπάρχειν ἄδικον.82
181o κύριε, ἐν ὀργῇ σου συντάραξον αὐτούς, καὶ καταφά‐
18γεται αὐτοὺς πῦρ. | τότε συνταράττ〈ετα〉ί τις, ὅταν ἄρξηται ἀμφιβάλλειν καὶ
20μετανοεῖν. τὸ δὲ “καταφάγεται αὐτοὺς πῦρ”, | ὥστε μηκέτι
20εἶναι τοιούτους. 11 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα | αὐ‐
21τῶν ἀπὸ υἱῶν ἀνθρώπων.
21 τὸ “σπέρμα” ὁμώνυμόν ἐστιν. ὅταν πρὸς καρπὸν δια[σ]τέλ|‐ ληται, φυτοῦ σπέρμα δηλοῖ, ὅταν δὲ πρὸς τέκνα, σπέρμα ἀν‐ θρώπου· ἔχομεν γὰρ ἐν τῇ γραφῇ | πολλάκις τὸ “σπέρμα” με‐
23τὰ τέκνων ὀνομαζ〈όμενον〉. περὶ τῆς διαφορᾶς τῶν λέξεων πρόκειται νῦν | εἰπεῖν. τοῦ‐
24το λέγει· ἐπὶ γῆς ὄντες καὶ πλησιάσαντες τῇ γῇ ἐκολλήθησαν.
25ἀντὶ τῆς ψυχῆς ἀΰλου | ἐκαρποφόρησαν τὰ ἔργα τῆς σαρκός.
25τοῦτον “τὸν καρπὸν ἀπολεῖς ἀπὸ τῆς γῆς”. γῆ ἐστιν ἡ ἀγα‐ θὴ | καὶ καλή, ἥτις δεχομένη τὸ σπέρμα τὸ Ἰησοῦ ὃ βάλλει, καρποφορεῖ. ἡ αὐτὴ δὲ γῆ κατ’ ὑποκείμε|νόν ἐστιν αὕτη τῇ
27τὰς ἀκάνθας φερούσῃ. καὶ ἡ μὲν δεκτικὴ σπερμάτων ἐστὶν λογικὴ | οὖσα οὐσία. ἐκ τοῦ ἐφ’ ἡμῖν δὲ αὕτη ἡ γῆ τὴν δι‐
28αφορὰν δέχεται. “καὶ τὸ σπέρμα αὐτῶν | ἀπὸ υἱῶν ἀνθρώπων”.
29ἔσπειραν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὐκ εἰς τοὺς υἱοὺς84
30τοῦ θεοῦ· ἀνεπίδεκτοι | γάρ εἰσιν τούτων. “ἀπὸ τῶν υἱῶν”
30οὖν “τῶν ἀνθρώπων ἀπολεῖς τὸ σπέρμα αὐτῶν”, ἵνα καὶ ἡ |

22

ἐπιτ̣ηδειότης ἡ πρὸς τὸν φαῦλον καρπόν. ἐάν τις κατ’ ἐνέρ‐ γειαν ἔχῃ ἀρετήν, κωλύ|εται τὸ σπέρμα τῆς κακίας {ἡ ἐπι‐
2τηδειότης δὲ καὶ ἡ δύναμίς ἐστιν}, ὥστε δοκεῖν αὐτὸ ἀπ‐
2όλλυσθαι. | 12 ὅτι ἔκλιναν εἰς σὲ κακά. εἰς σὲ τὸν εὐθεῖς αὐτοὺς πεποιηκότα. ἡ προαίρεσις | αὐ‐
5τῶν ἔκλινεν εἰς τὸ κακόν. οἶδας ὅτι ἐπὶ τῶν αἰσθητῶν δημι‐
5ουργημάτων καὶ ἀγαλμάτων | ψόγον φέρει τῷ ἐργασαμένῳ τὸ κακὸν ἔργον, ἔπαινον δὲ τὸ ὀρθῶς γεγενημένον. | εἴρηται
6γοῦν ἐν τῇ Σιράχ· “ἐν χειρὶ τεχνίτου ἐπαινεθήσεται 〈ἔργον”
6. . . . . . . . . . . . . . . . . . . . . . 〉 ἐὰν ἐκκλίνῃ τις ἀπὸ τοῦ “κατ’ | εἰκόνα”. τὸ ὅ‐
7σον οὖν ἧκεν εἰς αὐτούς, εἰς σὲ ἔκριναν κακά. 12 διελογίσαντο βουλάς, | ἃς οὐ μὴ δύνωνται στῆναι. καὶ ἵνα ἀπὸ τῆς ἱστορίας πάλιν χειραγωγηθέντα | τῇ ὡσ‐
9ανεὶ ἱστορίᾳ—οὐκ οἶδα δέ, εἰ ἱστορία ἐστίν—· οἱ θελή‐
10σαντες πύργον οἰκοδομῆσαι ἔχοντα | τὴν κεφαλὴν ἕως τοῦ
10ἄκρου ἐβουλεύσαντο καὶ στῆναι οὐκ ἠδύναντο. ἀμέλει γοῦν | διεσπάρησαν. τότε θεὸς τελειοῖ βουλήν, ὅταν ὀρθῶς καὶ κα‐
τὰ τὸ βούλημα αὐτοῦ βουλεύηται. | ὁ ταύτην μεταδιώξας “με‐86
12τὰ βουλῆς πάντα ποιεῖ”. ταύτῃ τῇ βουλῇ θεὸς πέρας ἐπιφέρει. 13 ὅτι | θήσεις αὐτοῖς νῶτον.
13 λέγονται πολλάκις οἱ περὶ τὸν θεὸν 〈σῶμα〉 αὐτοῦ εἶναι· “ὑμεῖς | ἐστε σῶμα χριστοῦ”, καὶ ἐν τῷ σώματι τούτῳ εὑρίσ‐
15κονται ὀφθαλμοί, ὦτα, χεῖρες. “θήσεις” οὖν “αὐτοὺς | νῶ‐
15τον”. ὀ̣[π]ίσω τοῦ σώματός σου τούτου τάξεις τούτους. δυνατὸν δὲ οὕτως ἐκλαβεῖν· τὰ προηγού|μενα τοῦ θεοῦ
16πρόσωπον αὐτοῦ λέγεται, τὰ δὲ δημιουργήματα ταῦτα τὰ αἰσ‐ θητὰ ὀπίσω· μετ’ αὐ|τὸν γάρ εἰσιν. ἀμέλει γοῦν Μωσεῖ τῷ τέως μὴ δυναμένῳ τὸ πρόσωπον τοῦ θεοῦ θεωρεῖν παρέρ|χεται
18τῇ δόξῃ αὐτοῦ ὁ θεὸς καὶ δείκνυσιν αὐτῷ τὰ ὀπίσω. ἀμέλει γοῦν
18γένεσιν εὐθὺς ἀνέγραψ〈ε〉ν. | εἰς αὐτοὺς οὖν θήσει νῶτον· εἰς γὰρ τοὺς ἁγίους τὸ πρόσ‐
20ωπον τίθεται κατὰ τὴν εὐχήν, ἣν ἀνα|πέμπουσιν· “ἐπίφανον
20τὸ πρόσωπόν σου καὶ σωθησόμεθα”. 13 ἐν τοῖς περιλοίποις σου | ἑτοιμάσεις τὸ πρόσωπόν σου.
21 οἱ περίλοιποι οἱ ἄλλοι παρὰ τοὺς “μισοῦντας” ἅγιοί εἰ‐ σιν, | ο[ἱ π]εριλειφθέντες ἐν τῇ καταστάσει.
22 εὖ δὲ καὶ τὸ “ἑτοιμάσεις” καὶ οὐ “δώσεις”. ἕτοιμον αὐ‐ τὸ | ἔχει, ἵνα πᾶς ὁ βουλόμενος αὐτὸ ὁρᾶν δύνηται αὐτὸ
23βλέπειν.
14 ὑψώθητι, κύριε, ἐν τῇ δυνά|μει σου· ᾄσομεν καὶ ψαλοῦ‐88
24μεν τὰς δυναστείας σου.
25πάντα γὰρ ταῦτα δυνατῶς ποιεῖς. καὶ με|τὰ τῆς ἀρχῆς
25τοῦ ψάλλειν ἡ τοῦ θεοῦ δύναμις ὑμνεῖται· “κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθή|σεται ὁ βασιλεύς”.
26 ἡ δύναμις ἡ εὐφραίνουσα τὸν βασιλέα καὶ πάντα τὰ εἰρη‐ μένα ποιοῦσα | ὑψοῦται οὐκ ἐκ ταπεινοῦ εἰς ὕψος μετεωριζο‐ μένη, ἀλλὰ 〈μηκ〉έτι τῶν ἀνθρώπων ταπεινὰ περὶ αὐτῆς | δια‐
28νοουμένων, ἀλλὰ ὑψηλὰ ὡς ἔστιν. καὶ ἐὰν λέγωμεν ὅτι· “ὑψώ‐ σω σε, κύριε”, οὐ τοῦτο λέγομεν | ὅτι ἐκ τοῦ ταπεινοῦ εἰς
29τὸ μετέωρόν σε ἀναβιβάζομεν. τὸ ὑψῶσαι τὸ ὁμολογῆσαι αὐτοῦ
30ἐστιν | τὸ ὕψος.
30 λοιπὸν ἐπινικίως ᾄδει—ἐπὶ βασιλέως γὰρ μόνου δυναστεία λέγεται, καὶ τούτου δὲ | τοῦ βασιλέως εἰσὶν δυναστεῖαι—,
31ἃ δύναται βασιλικῶς.90

23

1 εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλ‐
1μὸς τῷ Δαυίδ. | ἐστὶν ἡμέρα πνευματικὴ γινομένη ὑπὸ τοῦ “ἡλίου τῆς δι‐ καιοσύνης”, περὶ ἧς πολλὰ ἐν ταῖς γραφαῖς | καὶ μάλιστα
3ἐν τῇ καινῇ κεῖται· “ὡς ἐν ἡμέρᾳ”, φησίν, “εὐσχημόνως περι‐ πατήσωμεν”. οἶδας ὅτι καὶ | κατὰ τὸ ῥητὸν οἱ ἀσχήμονά τι‐
4να ποιοῦντες ἐν σκότει αὐτὰ ποιοῦσιν καὶ μάλιστα τότε, ὅτε
5ἐνῆ|σαν πολλοὶ καλοὶ ἄνθρωποι. ὁ ἐν ἀγνοίᾳ οὖν τῶν καλῶν ὑπάρχων ἐν σκότει ἐστὶν καὶ πράτ|τει πολλὰ τῶν ἀσχημοσύ‐
6νην φερόντων. ὅταν δέ τις καταυγασθῇ ὑπὸ τοῦ φωτὸς τοῦ | ἀληθινοῦ
7“ἐν ἡμέρᾳ περιπατῶν”, τουτέστιν προκόπτων—ὁ γὰρ περίπα‐ τος προκοπὴν δηλοῖ—, | εὐσχημόνως πάντα πράττει καὶ φρο‐ νεῖ οὐδὲν τῶν φερόντων ἀσχημοσύνην. ταύτην τὴν | κατάστα‐
9σιν παριστὰς καὶ ὁ προφήτης Ἰσαίας λέγει· “ἐκ νυκτὸς ὀρ‐
10θρίζει τὸ πνεῦμά μου πρὸς | σέ, ὁ θεός”. αὕτη οὖν ἡ ἑω‐ θινὴ ἀντιλήμψεως χρῄζει· κἂν γὰρ ἔχωμεν φωτισμὸν καὶ ἀρ|‐
11χὴν ἡμέρας, δεόμεθα τοῦ φωτὸς παρεῖναι, [ἵ]να μὴ ἐπιλεί‐
11ψῃ ἡ ἡμέρα, ἵνα μὴ δύνῃ. “εἰς | τὸ τέλος” οὖν, “ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθι‐ νῆς”· ἀρξαμένης γὰρ τῆς ἡμέρας κατὰ | ἀντίλημψιν θεοῦ, ἐ‐
13ὰν ὁ ἀντιλαμβανόμενος μένῃ ἐν τῇ αὐτῇ προθέσει π̣ρὸς τὸν βοη|θ{ουμεν}όν, καὶ μέχρι ὅλης τῆς ἡμέρας ἐν τῇ ἀντιλήμ‐
15ψει μένει· εἰ γὰρ ἐν τῇ ἀρχῇ τῇ | βραχὺ φέγγος ἐχούσῃ ἀν‐92
15τιλαμβάνεται, πολλῷ πλέον, ὅταν μεσημβρία γένηται. | εὑρίσκεις οὖν πολλὰ τοιαῦτα καὶ ἐν ταῖς γραφαῖς κείμενα. ὁ θεὸς ὤφθη τῷ Ἀβραὰμ οὐκ ἄλλῳ | καιρῷ ἢ τῷ μεσημβρινῷ·
17τότε γὰρ ἀκμαῖον γέγονεν τὸ φῶς. καὶ λοιπὸν κατὰ κορυφῆς | γέγονεν ὁ ἥλιος ὡς ἄσκιον εἶναι τὸν περὶ ἡμᾶς ἀέρα. ταῦτα δὲ ἀλληγορικώτερον λέγει, | ἐπεὶ καὶ τὸ ῥητὸν χειραγωγεῖ
19εἰς τοῦτο.
20τοῦτό τοι καὶ ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νυμφίον | λέγει·
20“ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις καὶ ποῦ κοιτάζεις ἐν μεσημ|βρίᾳ”; ἐν ἀρχῇ τῆς ἡμέρας, καθ’
21ἣν ποιμαίνεις, γέγονα. τὸν μεσημβρινὸν δὲ καιρόν, ὅτε ἀκ‐ μά|ζει τὸ φῶς, ζητῶ. “ποῦ ποιμαίνεις, ποῦ κοιτάζει〈σ〉”; ἵν’ ἐκεῖ γενομένη ὡς σύμβιος σὺν σοὶ ἐργάζω|μαι τὸ ἔργον·
23κἀγὼ γὰρ βούλομαι ἐκεῖνα τὰ πρόβατα, ἃ ποιμαίνεις, νέμειν. καὶ σύμβολον τῆς | τοιαύτης καταστάσεως φέρουσιν αἱ ἅγι‐
24αι γυναῖκες αἱ ποιμαίνουσαι, οἵα ἦν ἡ Ῥεβέκκα.
25 “ὑ|πὲρ τῆς” οὖν “ἀντιλήμψεως τῆς ἑωθινῆς”. τίς δὲ ἔχει τὴν ἑωθινὴν καὶ τὴν ἀρχὴν | τῆς ἡμέρας ἢ ὁ δυνάμενος εἰ‐
26πεῖν· “ἡ νὺξ προέκοψεν, ἡ ἡμέρα ἤγγισεν”; διὰ τοῦτο καὶ αἱ γυ|ναῖκες αἱ ζητ〈οῦσ〉αι τὸν Ἰησοῦν, ὅτε ἐσταυρώθη, ἐν

24

τῷ μεσημβρινῷ καιρῷ οὐχ εἶδον αὐτόν, | ἀλλ’ ἕωθεν πρωίας.
1 οἴδατε οὖν καὶ τὸ τῆς ἱστορίας τῆς κατὰ τὸν σωτῆρα ἀ‐ ληθῶς | ἔχειν καθόλου μὲν περὶ παντὸς σπουδαίου, οὗ λάμ‐ πει τὰ ἔργα ἔνπροσθεν τῶν ἀνθρώπων | οἷα φῶς. λέγομεν, ὅ‐
3τι ἐν ἑωθινῷ καιρῷ γίνεται, ὅταν ἀρχὴν λάβῃ τοῦ φωτισμοῦ |
ὥστε εἰπεῖν· “τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι”.94
5τοιοῦτόν ἐστιν | καὶ τό· “ἦτε γὰρ σκότος, νῦν δὲ ἐν φωτὶ
5κυρίου”. “εἰς τὸ τέλος” οὖν, ἐπεὶ τέλος ἀπέλαβεν τὸ προσδο|κώ‐
6μενον, ὃ ἡ οἰκονομία τοῦ σωτῆρος κατώρθωσεν καὶ ἡ τελεία
6ἀρετή. ἄκουε λοιπόν· | ὁ ψαλμὸς οὗτος μονοπρόσωπός ἐστιν. τὸ λέγον πρόσωπον ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέ|λους τὸ αὐτό ἐσ‐
8τιν. γίνονται δὲ πολλάκις καὶ ἐν ψαλμοῖς καὶ ἐν προφητεί‐ αις μετα|βολαὶ προσώπων, καὶ τῶν λεγόντων καὶ πρὸς ἃ λέ‐
10γεται καὶ περὶ ὧν λέγεται· πᾶς γὰρ | ὁ λέγων πρόσωπον φέ‐
10ρει τοῦ ἀπαγγέλλοντος. καὶ ἐπεὶ οὐχ ὡς ἔτυχεν λέγει, ἀλλὰ τισὶν | λέγει, ἔστιν καὶ πρόσωπον δεύτερον τὸ ἀκοῦον τοῦ
11λέγοντος καὶ πρᾶγμα περὶ οὗ ἀπαγγέλλει. | τὸ λέγον οὖν πρόσωπον ἐνταῦθα ἕν ἐστιν. ἐλήφθη δὲ ἀπὸ τοῦ ψαλμοῦ τού〈του〉 ἐν τῇ καινῇ διαθήκῃ | πολλὰ ῥητά, ὡς
13ἐκ προσώπου τοῦ σωτῆρος τοῦ ψαλμοῦ εἰρημένου. ὅλως αὐτὸ τοῦτο τό· | “ὁ θεὸς ὁ θεός μου”· ὁ σωτὴρ ἐν τῷ σταυρῷ τυγ‐
15χάνων εἶπε τὴν φωνήν. ἐλέχθη καὶ τὸ “δι|εμερίσαντο τὰ ἱ‐
15μάτιά μου ἑαυτοῖς” ἀπὸ τοῦ σωτῆρος εἰρημένον ἐν τοῖς εὐ‐ αγγελίοις. | καὶ τό· “ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου”· Παῦλος ἐν τοῖς Ἑβραίοις ἐκ προ|σώπου τοῦ σωτῆρος
17αὐτὸ εἰρῆσθαι ἔγραψεν. ἐπεὶ τοίνυν τρεῖς μαρτυρίαι κεῖνται ἀπὸ τοῦ ψαλμοῦ, | ὅτι πρόσωπον τοῦ σωτῆρός ἐστιν τὸ λέγον, ὅλον τὸν ψαλμὸν ἐκ προσώπου αὐτοῦ ἀπαγ|γελθέντα δεῖ λαβεῖν.
19καὶ ἀναγκαίως τοῦτο λέγω—παρεθέμην δὲ αὐτὸ καὶ ἐν τοῖς
20περὶ τῆς | ἐνανθρωπήσεως· ἐπεὶ δὲ ἀεὶ φέρουσιν ἡμῖν ῥη‐ τὰ ὡς σῶμα ἐσχηκότος τοῦ σωτῆρος | οἷον· “σῶμα δὲ κατηρ‐96
21τίσω μοι”, καί· “Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί”, ἐλέ‐ γομεν ὅτι· εἰ | προσέκειτο “μόνον”· “σῶμα δὲ μόνον κατηρ‐
22τίσω μοι”. ἔστιν ποτὲ ἱμάτια πλείονα φορεῖν. | ἐὰν περί τινός τις
23λέγῃ, φέρε, ὅτι ἔχω φᾶρον, ἔχω λώπιον, ἱμάτιον, μὴ προσ‐ θῇ δὲ ὅτι | “μόνον”, οὐ κεκώλυται ἔχειν καὶ τὰ ἄλλα. πάλιν
25ἐχέτω τις, φέρε, ἀσπίδα καὶ ξίφος καὶ περι|κεφαλαίαν καὶ
25θώρακα. ἐὰν χρεία ἀπαιτήσῃ εἰπεῖν ὅτι ἔχω ἀσπίδα, μὴ προσ‐ θῇ δὲ ὅτι “μόνην”, | οὐκ ἀναιρεῖται τὸ προσεῖναι αὐτῷ τὰ
26ἄλλα. ἔχομεν οὖν ἐνταῦθα ὑπ’ αὐτοῦ λεγόμεν〈ον〉 τοῦ προσώ|που
27τό· “ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου”. εἰ καὶ ἐν ἄλλῳ εἶ‐

25

πεν· “σῶμα δὲ κατηρτίσω μοι”, | καὶ μνήμη ψυχῆς οὐ γέγονεν,
1καὶ ὧδε μνήμη ψυχῆς γέγονεν, καὶ οὐκ ἤδη ὅτι λέγει· “ῥῦ‐ σαι | ἀπὸ ῥομφαίας τὴν ψυχήν μου”, περὶ μόνης τῆς ψυχῆς
2ἑαυτοῦ εἴρηκεν. 2 ὁ θεὸς | ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές
3με; τὸ τῆς ἐνκαταλείψεως ὄνομα κυριολε|κτούμενον οὐ δηλοῖ
4τὸ ἐν σκυθρωποῖς γενέσθαι. οἱ μάρτυρες γοῦν οὐκ ἐνκατελείφ‐
5θησαν | λεβητισθέντες πυρὶ παραδοθέντες. οἱ δὲ θύσαντες κἂν μηδὲν πάθωσιν, ἐνκατελείφθη|σαν.
6 ὅτε τις οὖν αἰτεῖται μὴ ἐνκαταλειφθῆναι, τοῦτο αἰτεῖ‐ ται τὸ μὴ ἐκπεσεῖν τῆς προθέσε|ως αὐτοῦ. δοκοῦντ〈ο〉ς μὴ98
7ἐ〈μ〉πίπτειν εἰς ἐνκατάλειψιν τοῦ μηδὲν πάσχοντος, ἀλλ’ ἐ|νίοτε τότε διὰ κακίαν αὐτῷ γίνεται, ὡς εἶπον, οἱ θύσαν‐
8τες. ἐνκατάλειψις οὖν ἐστιν | τὸ ἀποστῆναι τὸν θεὸν ἀπὸ
9τοῦ ἐνκαταλειπομένου. ὅπερ πέπονθεν ὁ Σαούλ· “οὐκ ἐπακή‐
10κο|ές μου”, φησίν, “οὐδὲ ἐν τοῖς ἐνυπνίοις”· καὶ ἀπῆλθεν πρὸς τὴν ἐνγαστρί|μυθον.
11 ἐάν ποτε οὖν ἴδῃς πλούσιον Χριστιανὸν πάντα προσηνῶς ἔ‐ χοντα, πρὸς ἀστρο|λόγους δὲ τὴν καταφυγὴν ἢ πρὸς νεκυίας ἢ πρὸς τοιαῦτα τὴν σπουδὴν ἔχοντα{ς}, οὗτοι ἐνκα|τελείφ‐
13θησαν. καὶ ἐὰν ἴδῃς πένητα καὶ πλούτου ἐκπεσόντα, ἐχόμενον δὲ τοῦ θεοῦ, οἷος ἦν ὁ Ἰώβ, | οὐκ ἐνκατελεί〈φθ〉η οὗτος.
14ἐπεὶ τοίνυν εἰς σταυρὸν ἐλήλυθεν ὁ σωτήρ, δοκεῖ δὲ τοῖς
15ἀνθρώποις ἐν|κατάλειψις εἶναι τὸ ὑποπεσεῖν τοιούτῳ θανά‐ τῳ, ὡς πρὸς τὴν ἐκείνων ὑπόλημψιν τοῦτο λέγει· | “ὁ θεὸς
16ὁ θεός μου, πρόσχες μοι”.
16 τάχα δὲ καὶ ἐνκατάλειψιν λέγει τοῦ ὡσανεὶ σώματος αὐ‐ τοῦ· | σῶμα γὰρ ἦσαν αὐτοῦ πρὸ τούτου οἱ Ἑβραῖοι. ἐνκατ‐ ελείφθη οὖν ἐκεῖνος ὁ λαός. καὶ ἑαυτοῦ ἐνκατά|λειψιν λέ‐
18γει, ἐπεὶ κεφαλὴ ἦν αὐτῶν.
18 “ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές με”; τὴν αἰτίαν καὶ τὸ 〈τέλοσ〉 | τῆς ἐνκαταλείψεως ἀπαι‐
19τεῖ, ὃ γὰρ ἔστιν. “ἐπὶ τίνι με ἐνκατέλειψ〈α〉ς”; ἀπαιτοῦν‐
20τός ἐστιν τέλος, οὐχ ἵνα αὐ|τῷ γνωσθῇ, ἀλλ’ ἵνα τῷ σώματι
20αὐτοῦ, τοῖς αὐτοῦ ἀνθρώποις. 2 μακρὰν ἀπὸ τῆς σωτηρίας μου | οἱ λόγοι τῶν παραπτω‐100
21μάτων μου. ὧδε ἵνα μὴ δόξωμεν μυθολογεῖν, ἀναγκαζόμεθα βαθυ|τέρας
22θεωρίας ἅψασθαι. οὐ ταὐτόν ἐστιν πρᾶγμα καὶ ὁ τοῦ πράγμα‐ τος 〈λόγοσ〉. οἱ πολλοὶ ἴσασιν τὰ αἰσθη|τά, λόγον δὲ αὐτῶν
23οὐκ ἔχουσιν. μεγάλων ἐστὶν τὸ ἔχειν λόγον τῶν πραγμάτων. οὕτω γὰρ καὶ | λόγῳ χωρίζομεν πρᾶγμα ἀπὸ πράγματος.
25καὶ ἐμνημόνευσα τοῦ χρώματος καὶ τῆς ἐπιφανείας. | ἄλλο
25δέ ἐστιν τὸ χρῶμα καὶ ἄλλο ἡ ἐπιφάνεια, ἀχώριστα μέντοι ἑαυτῶν. λόγῳ οὖν χωρίζομεν αὐτά. | τὸ χρῶμα ἐπιδέχεται
26τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ ἐπιφάνεια οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥστε ἕτερόν | ἐστιν τὸ χρῶμα τῆς ἐπιφανείας,
27κἂν μηδέποτε χωρίζηται αὐτῆς, κἂν μηδέποτε ὑπάρχῃ ἄνευ αὐ‐ τῆς. | ταῦτα δὲ λέγουσιν οἱ περὶ ἀπόδειξιν ἔχοντες ἐξ ἀφ‐ αιρέσεως. ἀφαιροῦμεν λόγῳ τόδε ἀπὸ τοῦδε, | οὐκ αἰσθήσει,
29οὐχ ὑπάρξει. ὅταν οὖν λέγωμεν ὅτι ἡ γραμμὴ μῆκος ἀπλατές

26

ἐστιν, ἡ αἰσθητὴ οὔκ ἐστιν | ἀπλατής. πάντως ἔχει πλάτος.
1λόγῳ δὲ ἀφαιροῦμεν. λέγω· οἱ αἰσθήσει καὶ ὑπάρξει παραπτώματα | ἔχοντες
2οὐκ ἴσασιν αὐτῶν τοὺς λόγους· εἰ γὰρ ᾔδεσαν ὅτι βλαπτικά ἐστιν, ὅτι εἰς ὄλεθρον κα|ταστρέφει, οὐκ ἐνήργουν αὐτά. ἔστιν δὲ λόγον ἔχειν παραπτώματος· οἷον ἔστω παρά|πτωμα
4παρὰ τὸν νόμον τοῦ θεοῦ πραττόμενον τὸ ὅπως ποτὲ φονεύειν
5ἄνθρωπον. ὅταν δὲ δικας|τική τις ἐξουσία καὶ ὑπηρετῶν τῷ ὀρθῷ νόμῳ τὸν ἄξιον θανάτου ἀποκτέννῃ, ὡς ὁ Ἀγὰγ | ἐ‐102
6φονεύθη ὑπὸ τοῦ Σαμουήλ, λόγον παραπτώματος εἶχεν ὁ Ἠ‐ λίας, οὐ παράπτωμα, καὶ Σα|μουήλ.
7 λέγει γοῦν ὁ σωτὴρ κατὰ τὸν ἄνθρωπον· αὐτὸς γάρ ἐστιν ὁ ἀφελπισθεὶς ὁ λέγων | ταῦτα· “μακρὰν ἀπὸ τῆς σωτηρίας
8μου οἱ λόγοι τῶν παραπτωμάτων μου”. οὐ “μακρὰν ἀπὸ τῆς | σωτηρίας μου εἰσίν”· οὐκ ἔγνων γὰρ ἁμαρτίαν, οὐκ ἐποίησα
10αὐτήν. ἔχω δὲ αὐτὴν λόγῳ, οἶδα τί | ἐστιν ἁμαρτία. καὶ
10οἱ λόγοι οὖν παραπτωμάτων μακρὰν ἔστωσαν ἀπὸ τῆς σωτηρί‐ ας μου. | ἡ σωτηρία μου μὴ παράμειγμά τι λαβέτω ὥστε ἀμαυ‐
11ρωθῆναι. ἐνίοτε γὰρ σῴζεταί τις καὶ διά τι | ἐνυπάρχον αὐτῷ κα‐
12λόν· εἰ κακόν, ἐλαττοῦται αὐτοῦ ἡ σωτηρία. πολλοὶ γοῦν πολλάκις ἐζή|τησαν ὅτι· ἐὰν ποιήσῃ τις πολλὰ κακά, ποιή‐ σῃ δὲ ὀλίγα ἀγαθά, ἀπόλλυσιν ἐκεῖνα; τὸ εἰπεῖν | ὅτι ἀπ‐
14όλλυσιν, ἀφαίρεσιν ἐλπίδος τῶν προσώπων σημαίνει. εἶπον
15πολλάκις εἰς τοῦτο | ὅτι ἐλαττοῦται ἡ κόλασις. φέρε εἰπεῖν,
15ἀδικείτωσαν πλείονες· ἐκ τούτων δέ τινες μὴ ἀδικείτωσαν, | ἀλλὰ ἐλεάτωσαν. ἐλαττοῦται αὐτοῦ ἡ τιμωρία καὶ οὐκ ἀργῶς πέπρακται αὐτῷ ταῦτα. ὅταν τις | προηγουμένως ἁμαρτήσῃ,
17ἔχει τὰ ἔργα “προάγοντα εἰς κρίσιν”. προτρέχουσιν αὐτοῦ, χειραγωγοῦ|σιν αὐτὸν ἐπὶ τὴν κρίσιν. ἄλλοις δὲ ἐπακολου‐ θοῦσιν τὰ ἁμαρτήματα. ὅταν τις πράττων καλὰ | ποιῇ καὶ ὀ‐
19λίγα ἁμαρτήματα, ἐπακολουθεῖ ταῦτα. “ὡσαύτως”, φησίν,
20“καὶ τὰ καλὰ ἔργα”. ὡς εἶπον | περὶ τῶν ἁμαρτημάτων, καὶ
περὶ τῶν καλῶν ἔργων ἐρῶ. ὅμως οὐδεὶς πράξας καλὸν | ἀνω‐104
21φελὴς μένει. ἐξ αὐτοῦ μειουμένην ἔχει τὴν κόλασιν. ὁ δὲ “ἁμαρτίαν μὴ γνοὺς μηδὲ ποι|ήσας αὐτὴν” καὶ τοὺς
22λόγους τῶν παραπτωμάτων πόρρω ἔχει ἀπὸ τῆς ἑαυτοῦ σωτηρί‐ ας, καθαρὰν | ἔχει τὴν σωτηρίαν, οὐδὲ ἁμάρτημα ἢ παράπτωμα παραμέμεικται αὐτῇ, ἀλλ’ οὐδὲ αὐτὸ τοῦτο, | λόγος παραπτώ‐
24ματος.
243 ὁ θεός μου, κεκράξομαι ἡμέρας πρός σε, καὶ οὐκ εἰσ‐
25ακούσῃ, | καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. ἡ κατάστασις τοῦ βίου τῶν ἀνθρώπων διάφορός | ἐστιν.
26ἔχει καὶ ἐπωφελῆ τινα, ἔχει δὲ καὶ σκυθρωπά. καὶ ἐν αὐτοῖς τούτοις τοῖς ἀνθρωπίνοις | εἰσὶν ἡδέα, καὶ καλεῖται ταῦτα
27“ἡμέρα”, καὶ σκυθρωπά, ἃ ὀνομάζεται “νύξ”. τοῦτο οὖν λέγει· καὶ ἐν | τοῖς ἡδέσιν καὶ λαμπροῖς πρός σε κράζω, καὶ εἰσ‐ ακούεις, καὶ ἐν νυκτὶ τοῦτο ποιῶ, καὶ οὐκ εἰς ἄνοιαν | ἐ‐
29μοὶ γίνεται· ἐπινεύσαντος γάρ σου καὶ τῶν σκυθρωπῶν μηκέτι
30ἀσαφῶν ὄντων, | γέγονέν μοι φανερόν.
30εἰσακούει ἡμέρας ἡμῶν βοώντων· καὶ νυκτὸς δέ, τουτέστιν |

27

ἐν τῇ σκυθρωπῇ καταστάσει ὄντες, ἔχομεν αὐτὸν βοηθοῦντα καὶ τῷ πράγματι ἐλάβομεν | γνῶσιν ὅτι βοηθεῖ· τοῦτο γάρ
2ἐστιν τό· “καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί”. κἂν ἄλλο〈ι〉ς ἦν | ὅτι οὗτος, εἰ ἦν “ὁ ἄνθρωπος παρὰ θεοῦ” οὗτος, ἐνκατ‐ ελείπετο, αὐτῷ οὐκ εἰς ἄνοιαν ἦν τοῦτο· ἑκουσίως | γὰρ
4εἰς τοῦτο ἐλήλυθεν· “πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς
5σζμύρνης”· σζ〈μ〉ύρνη γὰρ αὐτοῦ τὸ σῶμα. | πρὸς τὸ ὄρος106
5πεπόρευται, ὅτι ὑπὲρ πάντων τῶν σζ〈μ〉υρνισθέντων ἀνεδέξα‐ το τὸν θάνα|τον.
6 ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ ἐξ ἄλλου ψαλμοῦ μάθωμεν, ὅτι τὰ σκυθρωπὰ ἄγνοιά ἐστιν | καὶ νύξ· “ἡμέρας”, φησίν,
7“ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει”. ὅτε φανερῶς καὶ | προχείρως ἐλεουμένους ἀνθρώπους ὁρῶμεν,
8ἡμέρας ἐνετείλατο ὁ θεὸς τὸ ἔλεος αὐτοῦ. “καὶ νυ|κτὸς” δὲ “δηλώσει”· ἐὰν γὰρ εἰδῇς ὅτι καὶ κο‐
10λάσει παραδίδωσιν θεός, ἵνα δηλώσῃ τὸ ἔλεος ἑαυτοῦ |—οὐ‐
10δὲ γὰρ ὠμῶς παραδίδωσιν κολάσεσιν τοὺς ἀνθρώπους—, ἐν ταύ‐ τῃ τῇ νυκτί, τῇ σκυθρωπῇ κα|ταστάσει, δηλωθήσεται τὸ ἔλεος
11τοῦ θεοῦ.
11 καὶ ἡμέρας δὲ ἐντέλλεται τὸν ἔλεον, ὅταν φανερὰ ᾖ{ν} | ἡ ἐλεημοσύνη αὐτοῦ, καὶ 〈νυκτόσ〉· δύναται διὰ τὸ σκυθρω‐ πὸν τῆς καταστάσεως τῶν κολαζομένων. | πλὴν εἰ κἀκεῖνοι
13ἀφελπίζουσιν, ἀλλ’ αὐτὸς δηλώσει καὶ ἐν τῇ νυκτὶ τὸν ἔλε‐
13ον αὐτοῦ. “καὶ οὐκ εἰς ἄνοιαν | ἐμοί”· οὐκ ἀγνοῶ κράζων νυκτός,
14οὐκ ἀγνοῶ ὅτι ἐπακούεις.
154 σὺ δὲ ἐν ἁγίοις κατοι|κεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.
15 θεώρει τί λέγει· σὺ ὁ ἐν ἁγίοις κατοικῶν καὶ ἔπαινος ὢν | πάντων τῶν καθαρὰν καρδίαν ἐχόντων καὶ ὁρώντων σε —οἱ τοιοῦτοι γάρ εἰσιν | ὁ Ἰσραήλ—οὐκ ἐνκατέλειψάς
17με· εἰ γὰρ ἐν ἁγίοις κατοικεῖς, πάσχουσιν δέ τι οἱ ἅγιοι, οὐκ ἐν|κατελείφθησαν ἐκεῖνοι· πῶς γὰρ ἐν αὐτοῖς ἦς ἄν,108
18καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἔπαινος τοῦ Ἰσραήλ; | δυνατὸν δὲ καὶ τὸ “σὺ δὲ ἐν ἁγίοις κατοικεῖς” οὕτως·
20εἰ καὶ οἰκτ〈ρ〉ῷ θανάτῳ περιέβαλόν μέ | τινες καὶ δοκεῖς
20κατὰ τοῦτο ἀπεσχοινίσθαι μου, ἀλλ’ ἐν τοῖς ἁγίοις, ἐν {τ}οἷς διδάσκω, ἐν οἷς | φρονῶ, κατοικεῖς. εἰ δὲ ἐν τού‐
21τοις πάρει, οὐκ ἐνκατελείφθη〈ν〉. δύναται δὲ καθόλου τὰ ἅγια | ληφθῆναι καὶ ἐπὶ τῶν μα‐ καρίων λογικῶν καὶ ἐπὶ τῶν ἁγίων ἀνδρῶν καὶ ἐπ’ αὐ|τῶν
23τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν. πανταχοῦ δὲ παρ‐ ὼν θεὸς ἐν τοῖς τοι|ούτοις εὑρίσκεται, καὶ πάντα τὰ τοι‐
24αῦτα ναὸς αὐτοῦ εἰσιν, πολύτροπος ναός.
25ἔπαινος | εἶ οὖν ἐν Ἰσραήλ· ὁ γὰρ ἀληθῶς διορατικὸς
25καὶ “νοῦν Χριστοῦ ἔχων”, ἐν ᾧ ὁρᾷ τὸν θεόν, οὐ θλίβεται. | σὺ δὲ εἶ “ὁ ἔπαινος τοῦ Ἰσραήλ”· “ἐν σοὶ ἐπαινεθησόμεθα
26ὅλην τὴν ἡμέραν”. 5 ἐπὶ σοὶ ἤλπι|σαν οἱ πατέρες ἡμῶν.
27 οἱ πατέρες ἡμῶν ἐπὶ σοὶ ἐλπίσαντες εἰσηκούσθησαν “καὶ οὐ κα|τῃσχύνθησαν”· ἀεὶ γὰρ τὰς εὐχὰς αὐτῶν δεχόμενος εἰς εὐμένειαν αὐτοὺς ἔφερες, κἂν θλίψεσιν | ἐναπέθανον· τὸ
29γὰρ ἐπακοῦσαί σε αὐτῶν βοώντων οὐ τοῦτό ἐστιν τὸ ἐκτὸς

28

θλιβηρῶν αὐτοὺς | ποιῆσαι, ἀλλὰ τὸ ἐκτὸς τῆς βλάβης τῆς ἐπιφερομένης ὑπὸ τῶν θλιβηρῶν· οὕτω γὰρ | ἑρμηνεύθη καὶ
2τό· “μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν”. κἂν δοκῶσιν οὖν μὴ ἐπακούεσθαι οἱ ἅγιοι | εὐχόμενοι, τότε μᾶλλον ἐπακού‐110
3ονται, ὅτι ἐνμένοντες τοῖς θλιβηροῖς ἀθληταὶ ἀποδείκνυν‐ ται. | ἐπεὶ ποῖον κατόρθωμα, ἐὰν εὐχόμενος ἀποστῇ ἀπὸ τῶν
4θλιβηρῶν;
5ἐπερ()· ἐκ προσώπου τοῦ σωτῆρος | τὸ “οἱ πατέρες ἡμῶν”;
5—οἶδας ὅτι ἐν πολλοῖς ἀριθμεῖ ἑαυτὸν κατὰ τὸν ἄνθρωπον. 5—6 ἤλπισαν, καὶ ἐρύσω | αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ
6ἐσώθησαν. οὐ τῷ μηδὲν σκυθρωπὸν ἐπάγειν, ἀλλὰ τῷ ταῖς θλίψε|σιν
7νικᾶν.
7“πρὸς σὲ ἐκέκραξαν”.
7 βοήσαντες ἐσώθησαν. τὴν βοὴν δὲ τὴν ἐπιτεταμένην εὐ‐ χὴν | λαμβάνομεν· οὐδὲ γὰρ ἐν γεγωνῷ φωνῇ κράζομεν· ἡ νό‐ ησις γὰρ λόγος ἐστὶν ψυχῆς, φω|νή ἐστιν τοῦ ἔσω ἀνθρώπου.
96—7 ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ καταισχύνθησαν. ἐγὼ δέ εἰμι |
10σκώληξ καὶ οὐκ ἄνθρωπος.
10 οἱ πατέρες κράξαντες πρὸς σὲ οὐ κ〈α〉ταισχύνθησαν· τε‐ τυχήκα|σιν γὰρ ὧν προσεδόκουν, ὧν ἤλπιζον. ὧδε ἀτυφίαν διδάσκει· “ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρω|πός
12εἰμι”. οὐκ ἀρνεῖται ἑαυτὸν τὸ ἄνθρωπον εἶναι, ἀλλὰ τὸ ἄνθρωπον τοιόνδε εἶναι, ἐπεὶ οὐδὲ σκώ|ληκα ἑαυτὸν αἰσθη‐
13τῶς λέγει. οὔκ εἰμι οὖν ὁ ἄνθρωπος ἐκεῖνος, περὶ οὗ λέγεται· “ὅπου γὰρ ἔρις καὶ ζῆλος | ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε”;112
14ἀλλ’ ἐγὼ ἔχομαι τῆς αὐτῆς πρὸς αὐτοὺς διαθέσεως, ὑπὲρ αὐ‐
15τῶν πάντα | ἀναντλῶ.
15 δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· ἐπεὶ οὐκ ἐκ καταβολῆς σπερ‐ μάτων ἀνδρὸς γέγονεν αὐτῷ | τὸ σῶμα, ἀλλ’ ἐκ μόνης τῆς ὕ‐
16λης τῆς ἐκ τῆς κυούσης λαμβανομένη〈σ〉, κατὰ τοῦτο σκώληκα αὐτὸν | λέγει· ὁ γὰρ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ’ ἐξ ἁπλῆς ὕλης. καὶ ὧδε ἀπὸ τῆς ἁπλῆς ὕλης τῆς | ὑποκειμέ‐
18νης τῇ θηλείᾳ συνανέστη αὐτῷ τὸ σῶμα. “ἐν αὐτῇ” γοῦν “γε‐ γέννηται” καὶ “ἐξ αὐτῆς γεγέννηται”. | τὰ δὲ ἄλλα σώματα
19“διὰ γυναικῶν” λέγεται τὴν πλάσιν δέχεσθαι. ἐπεὶ οὖν αὕ‐
20τη οὐκ ἐκ σπέρματος ἀνδρὸς | ἔσχεν τὴν γονήν, οὐ δι’ αὐ‐
20τῆς γέγονεν, ἀλλ’ ἐξ αὐτῆς.
207 ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ.〉 ὄνειδος δέ εἰμι οὐχ ἁπλῶς 〈τῶν〉 ἀνθρώπων, ἀλλὰ | {τῶν}
21“ἀ〈νθρώπ〉ων”.
218 πάντες οἳ θεωροῦντές με ἐξεμυκτήρισάν με. τινὲς τὸ καθόλου | πολλάκις ψευδοποιεῖν βούλονται·
22τέμνεται γάρ ποτε τὸ καθόλου καὶ ἄλλως γίνεται καθόλου. | ἐὰν λέγω· “πάντες οἱ ἄνθρωποι θνητοί εἰσιν”, καθόλου τοῦ‐ το λέγω. ἐὰν δὲ λέγω ὅτι· “πάντες οἱ γραμμα|τικοί”, ἀνθρώ‐
24πους τινὰς λέγω, καὶ τὸ καθόλου ἐκ τοῦ γραμματικοῦ γέγονεν,
25οὐκ ἐκ [τ]οῦ ἀνθρώπου. | “πάντες οἱ σπουδαῖοι δίκαιοι”.114
25οὐ τοῦτο λέγω ὅτι “πάντες οἱ ἄνθρωποι”. οὕτω καὶ ἐνταῦθα· οὐ πάντες | οἱ θεωροῦντες αὐτὸν ἐξεμυκτήρισαν αὐτόν—οἱ ἀπόστολοι γοῦν θεωροῦντες οὐκ ἐξεμυκτή|ρισαν—, ἀλλὰ πάν‐
27τες οἱ οὕτω με θεωροῦντες ὡς ἐξουθένημα λαοῦ, ὡς ὄνειδος· οἱ γὰρ | ἄλλοι οὐχ οὕτως αὐτὸν ἐθεώρουν.
288 ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν.|

29

εἰ λελαλήκεισαν ἀπὸ καρδίας, οὐκ ἂν ἐκίνουν τὴν κεφα‐ λήν. ἐν χείλεσιν πολλοῖς ἐλάλησαν. καὶ οὐ | θαυμαστόν, εἰ
2περὶ τοῦ πεπονθότος καὶ ὁρωμένου κρεμαμένου ταῦτα εἰρήκα‐ 〈σιν〉. καὶ αὐτὸς ὁ θεὸς αἰτιᾶται | αὐτοὺς λέγων· “ὁ λαὸς
3οὗτος τοῖς χείλεσίν με τιμᾷ”. πάντες οὖν οἱ ἐπιχαιρέκακοι ὅτε ἁγίοις | καὶ δικαίοις ἐπιχαίρουσιν, χείλεσιν μόνοις
5λαλοῦσιν. καὶ οἱ ἐπὶ τοῦ σωτῆρος γοῦν μεγαλορημο|νοῦντες
5τοῦτο ἐποίουν· “οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡ‐
5μέραις οἰκοδομῶν αὐτόν”. ἐπερ( )· | τὸ κινεῖν κεφαλήν; —ἴσως μὲν καὶ ἐπὶ τῆς
6ἱστορίας· ἐπικερτομοῦντες ἐποίουν τοῦτο. πολλαχοῦ δὲ | σημαίνει ἡ κεφαλὴ τὸν νοῦν. ὅταν τις τοίνυν οὕτως ἐν χεί‐ λεσιν κατὰ τοῦ σωτῆρος λέγῃ | μὴ θεωρήσας αὐτὸν ὡς δεῖ,
8σαλευόμενον ἔχει τὸν νοῦν, κλονούμενον ἔχει τὸν νοῦν. ὅτι δὲ σημαίνει | τὸν νοῦν ἡ κεφαλή· “τὰς ὁδοὺς αὐτῶν
9ἔδωκα εἰς κεφαλάς”, καὶ οὐ δήπου ἡ κεφαλὴ αὕτη ἔσχεν τι. |
10“καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· λέγεις· οὐχ ἥμαρτον· ἰδοὺ γὰρ | ἐγὼ κρίνομαι πρὸς σέ”.
11καὶ τούτου τοῦ ζῆν ἐξελευσόμενος ἕ〈ξ〉εις τὰς πράξεις σου ἐπὶ τῆς κεφαλῆς σου. | καὶ ἔτι· “ἐπιστρέψει ὁ πόνος αὐτοῦ116
12εἰς κεφαλὴν αὐτοῦ”. ἀλλὰ καὶ ἐπαινετῶς· “τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ | ἐν κεφαλῇ
13αὐτοῦ”. καὶ ὁ ἐκ μὴ σοφοῦ σοφὸς γεγενημένος οὐκ ἔχει μετα‐ φερομένους τοὺς | ὀφθαλμοὺς εἰς ἕτερον τόπον. τοῦτο οὖν λέ‐
15γει, ὅτι τὸ διορατικὸν τοῦ σοφοῦ ἐν τῇ κεφαλῇ | αὐτοῦ ἐσ‐
15τιν κατὰ Χριστόν· τὸ γάρ· “κεφαλὴ αὐτοῦ ἐστιν ὁ Χριστός”. 9 ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· | σωσάτω αὐτόν,
16ὅτι θέλει αὐτόν.
16 χλευάζοντες λέγουσιν. εἶπον ὅτι καὶ περὶ τῶν θλιβομέ‐ νων | δικαίων εἰώθασιν οἱ ἄνθρωποι τοιαῦτα λέγειν· “εἰ θελητὸς αὐτῷ ἐστιν, σωσάτω αὐτόν”. καὶ ῥύσε|ται αὐτόν, οὐχ
18ὅτι ἐκεῖνοι τοῦτο λέγουσιν· θελητὸς γὰρ αὐτῷ ἐστιν. αὐτοῦ οἰκονομίας ἐκτελεῖ. | ἐλήλυθεν πληρῶσαι τὸ βούλημα τοῦ πα‐
19τρός· “καταβέβηκα” γὰρ “ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ
20θέλημα | τὸ ἐμόν”. εἰ τοίνυν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ
20ποιεῖ, θέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας | με ἐκ γαστρός.
21 καὶ ἐπὶ τῆς ἱστορίας ῥηθείη ἄν τι πιθανόν. ἡ Μαρία συνείληφεν “τοῦ | πνεύματος τοῦ ἁγίου ἐπελθόντος ἐπ’ αὐ‐
22τὴν καὶ τῆς δυνάμεως τοῦ ὑψίστου ἐπισκιασάσης αὐτήν”. καὶ | ὥσπερ αὐτὸς ὁ θεὸς̣ ὁ πλάττων ἐν τῇ κοιλίᾳ τὰ σώμα‐
τα—ὡς τὸν Ἰηρεμίαν ἔπλασεν καὶ τὸ σῶμα | τοῦτο ἐν τῇ118
24ὑστ[έ]ρ̣ᾳ̣ τῆς Μαρίας. ἐπεὶ τοίνυν ἡ αὐτὴ περὶ τὸ σῶμα ἦν
25ἁγνεία καὶ καθαρότης, αὐτὸς ἐξέ|σπασεν αὐτὸν ἐκ μήτρας.
25οὐ μέγα τοῦτο πεποίηκεν, ἀλλ’ ὥσπερ πλάσας τὸν Ἀδὰμ ἔδει‐ ξεν | αὐτὸν ἄνθρωπον, οὕτω πλάσας αὐτὸν ἐξήγαγεν αὐτόν.
26 10 ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. | ἔτι θηλάζων ἔδειξά σε, ὅτι ἐλπίς μου εἶ, καλέσας τοὺς μάγους—ἔτι γὰρ νήπιος ὢν ἐσκύλευσεν | τὴν μαγείαν—. ἐν
28τῷ δέχεσθαι γάλα οὐκ ἤμη̣ν νηπιάζων ὡς τὰ ἄλλα βρέφη ἀγνο‐

30

ῶν θεόν, | ἀλλὰ ἐλπίδα σὲ εἶχον.
111 ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας. ὁ ἁμαρτίαν μὴ ποιήσας | μηδὲ δόλον σχὼν ἐν τῇ καρδίᾳ,
2ὁ “πρὶν γνῶναι καλεῖν πατέρα καὶ μητέρα” λαβὼν “δύναμιν | Δαμασκοῦ καὶ σκῦλα Σαμαρείας”, ὁ “πρὶν προελέσθαι πονηρὰ” ἐκλεξάμενος “τὸ ἀγαθόν”· τοῦτο γὰρ | δείκνυσιν ὅτι ἁμαρ‐
4τίαν οὔτε ἐποίησεν οὔτε ἔγνω. πάντες ἄνθρωποι μετὰ τὴν αἵ‐
5ρεσιν | τῶν πονηρῶν ἐκλέγονται τὸ ἀγαθόν. οὗτος πρὶν προ‐ ελέσθαι πονηρὰ ἐξελέγη τὸ ἀγαθόν. καὶ | τοῦτό ἐστιν τὸ
6ἀναμάρτητον αὐτὸν εἶναι, τὸ μὴ ἐγνωκέναι ἁμαρτίαν, ὅτι οὐδὲ κατὰ | τὴν παιδικὴν ἡλικίαν ἐκεῖνα ἥμαρτεν, ἃ οὔκ εἰσιν πάνυ χαλεπά, ὅμως δὲ πρὸ ἀρετῆς | προυφίστανται.
8 ῥηθείη ἂν καὶ περὶ παντὸς ἁγίου τοῦτο τοῦ εἰς τὸν βίον δι’ αὐτὸ τοῦτο γενομένου. | “ἐγένετο ἄνθρωπος, ἀπεσταλ‐
9μένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης”. “καὶ πνεύματος ἁ‐120
10γίου πλησθή|σεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ”. ἕκαστος τούτων δύναται τὰς φωνὰς ταύτας εἰπεῖν τό· | “ἐπὶ σὲ ἐπ‐
11ερίφην ἐκ μήτρας”, τό· “ἐκ κοιλίας μητρός μου θεός μου εἶ
11σύ”. ἐὰν δὲ περὶ τοῦ Σαμουὴλ | λέγηται· “καὶ Σαμουὴλ πρὶν
12ἢ γνῶναι θεόν”, δοκεῖ μάχεσθαι τοῖς εἰρημένοις. λοιπὸν ἴ‐ δω|μεν αὐτὸ φρονιμώτερον, ὡς ὁ θεὸς βούλεται λόγος. ὁ Ἰὼβ λέγει· “εἰ δὲ καὶ τὸν ψωμόν μου | ἔφαγον μόνος καὶ ὀρφανῷ
14οὐ μετέδωκα, εἰ μὴ ὡς πατὴρ ὡδήγουν αὐτοὺς ἐκ κοιλίας μη|‐
15τρός μου”· πῶς γὰρ ἠδύνατο ἐκ κοιλίας μητρὸς ὀρφανῶν προ‐ νοεῖσθαι καὶ φροντίζειν ὀρφα|νῶν; οὕτω τοίνυν λαμβάνω·
16πρᾶξιν ἐπαινετὴν διέξεισιν· τότε δὲ ἀρχὴν λαμβάνει ἡ | πρᾶξις, ὅταν συνπληρωθῇ ὁ λόγος. δύναμαι οὖν τοῦτο· λέγει ὅτι· τὰ καλὰ ἔπραξα οὐ μετὰ τὰ κακά, | ἀλλὰ ὁ λόγος μοι
18συνπληρωθεὶς ἀπὸ τῶν ἐπαινετῶν ἤρξατο· ἵνα ἐκεῖνα τέως ἐάσωμεν | τὸ ἄλλοθέν ποθεν κεκομικέναι τὴν τοιαύτην κατά‐
19στασιν τὴν “εὐάρεστον τῷ θεῷ”.
20 ἐπεὶ τοίνυν | ἔστιν ἄλλη γένεσις παρὰ τὴν πρόχειρον, κἀκείνη μὲν ἡ γένεσις τρόπον τινὰ μήτηρ ἐστίν, ἐκ|σπᾶταί
21τις ἐκ μήτρας, ἐκ ταύτης τῆς μήτρας· οὐδὲ γὰρ δύναται ἐκ ταύτης τῆς μήτρας ἄνθρωπος | ἀγαγεῖν εἰς φῶς ἢ θεὸς μόνος. καὶ ἀπὸ τῶν μαστῶν τῶν καταλλήλων τῷ γάλακτι | ᾧ{ν} δέ‐
23χονται οἱ ἄρτι θεοσεβεῖν ἀρχόμενοι, ἐκ μαστῶν ἐκείνων τὴν ἐλπίδα πρ̣ὸς θεὸν ἔχουσιν. | σημαίνει δὲ πολλάκις τὸ γάλα
24καὶ ἕτερόν τι· “οἱ ἀπεσπασμένοι ἀπὸ γάλακτ[ο]ς; ἐλπίδα122
25ἐπὶ | θλῖψιν προσ{ε}δέχου”. μὴ ὁ ἄρτι τοῦ γάλακτος παυ‐ σάμενος καὶ ἀποσπασθ[εὶ]ς [τ]ῶν μαστῶν | τῆς μητρὸς δύ‐
26ναται ἐλπίδα ἐπὶ θλῖψιν προσδέχεσθαι. πολλάκις πρὸς τὸν τέλειον ἄνδρα | ὁ νήπιος λέγεται παρασιωπωμένων τῶν μετα‐ ξὺ ἡλικιῶν· “ὅτε ἤμην νήπιος, ὅτε γέγονα | ἀνήρ”. γέγονεν
28δὲ ἀνὴρ οὐ κατὰ πρώτην καὶ μίαν μεταβολήν, ἀλλὰ κατὰ πολ‐

31

λῶν μεταβολήν. | ὁ τοίνυν νηπίου κατάστασιν φέρων καὶ ἀσθενεστέραν διάθεσιν ἔχων γαλακτοδοτεῖται. | ὅταν δὲ δυ‐
2νηθῇ μέγας τις γενέσθαι, τότε ἀποσπᾶται ἀπὸ τοῦ γάλακτος καὶ τότε παρασκευά|ζεται εἰς ἀθλητικὴν δύναμιν, τὴν “θλῖ‐ ψιν ἐπὶ θλίψει καὶ ἐλπίδα ἐπ’ ἐλπίδι” μετα|διώκειν καὶ
4κατορθοῖν. “καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν
5χρόνον, πάλιν | χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς | τροφῆς”.
6ὁρᾷς, ὅτι τὰ μέσα παρεσιώπησεν, τὰ δὲ ἄκρα ἔλαβεν. πολλά‐ κις οὖν λέγεται τὰ τοι|αῦτα παρασιωπωμένων τῶν μέσων.
7 11 ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. ὡς {ἐκ | κοιλίας μητρὸς κατὰ τὴν} κατὰ τὴν προτέραν ἀπόδοσιν ἐκ κοιλίας μητρὸς ὡδήγει 〈Ἰὼβ〉 ὀρφα|νούς·
9{τουτέστιν} ἐκ κοιλίας μητρός, 〈τουτέστιν〉 ἀφ’ οὗ ἠρ‐
10ξάμην γνῶσιν ἔχειν, οὐκ ἄλλῳ θεῷ ἐλάτρευ|σα, οὐ τῇ κοιλί‐
10ᾳ μου, οὐ τῷ μαμωνᾷ.
10ἐὰν δὲ τὸ ἄλλο, ὅτι οὕτω κατῆ〈λ〉θ〈ον〉 θεὸ〈ν〉 ἔχων τὸν
θεόν. | οὐ περὶ πάντων δὲ τοῦτο λέγομεν, ἀλλὰ περὶ τῶν βεβοημένων ἐν τῇ γραφῇ ὅτι οὐδέποτε | σχεδὸν ἐν ἁμαρτίᾳ124
12γεγένηνται, οἷον Ἰωάννου, Ἰηρεμίου.
12〈“ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός”.〉 εἶπον τὸ ἐκσπάσαι καὶ κα|τὰ προτέραν πιθανὴν διάνοιαν
13ὅτι· ἐπεὶ οὐκ ἦν διέξοδον ἔχον τὸ μέλος τῆς Μαρίας, ἐν ᾧ | τίκτει, θεοῦ συνεργείᾳ τέτοκεν.
14“ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου”.
15 οὐ μετὰ | τὴν τελείωσιν ἠρξάμην ἐλπίζειν, ἀλλὰ ἀπὸ τῶν μαστῶν τῆς μητρός μου σὲ ἐλπίδα | ἔσχον.
16 ἐὰν περὶ τοῦ ἁγίου ἐκλαμβάνηται, λέγομεν ὅτι· μήτηρ τῶν ἁγίων ἐστὶν ἡ ἄνω | Ἰερουσαλήμ. ἀπὸ τῶν μαστῶν ταύ‐ της ἐλπίδα λαμβάνουσιν οἱ ἐλπίζοντες, ἀπὸ τῶν μα|θητευσα‐
18μένων αὐτούς· πολλάκις γὰρ ὁ μαστὸς οὐ τὸ μέλος σημαίνει,
18ἀλλ’ αὐτὸ τὸ γάλα. | “ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός
19μου εἶ σύ”.
20ἐπὶ σὲ ἐπερίφην· | οὐ πρὸς ἄλλον ἐπερίφην, εἶτα μετ’
20ἐκεῖνον ἐπὶ σέ. ἀποδέδοται τοῦτο, ὅτι ἀφ’ οὗ ἠρξάμην | εἰδέναι θεοσέ‐
21βειαν, σὲ ἔσεψα, σοὶ ἐλάτρευσα.
κατὰ δὲ τὸν βαθύτερον λόγον, ὅτι οὕτως ἦλ|θον μετὰ126
22τοῦ θεὸν σὲ ἔχειν ὡς ὁ Ἰωάννης. τὸ “ἔτι πλησθήσεται”· οὐ λέγεται γὰρ τὸ “ἔτι” περὶ τοῦ μη|δ’ ὅλως ἐσχηκότος.
2312 μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς. περὶ τοῦ πάθους λέγει. | χρῄζω δὲ τῆς π[αρ]αστάσεώς
25σου. ὅταν δὲ ταῦτα λέγηται ἐκ προσώπου τοῦ ἐνανθρω|πή‐
25σ〈αντοσ〉, οὐχ ἱδί[ω]ς πρὸς τὸν πατέρα λέγεται οὐδὲ πρὸς τὸν υἱόν, ἀλλὰ πρὸς τὸν θεόν—μία δὲ θεότης | πατρὸς καὶ
26υἱοῦ—ε̣[ἴ]πομεν. ἐὰν οὖν λέγωμεν ὅτι· “κεφαλὴ παντὸς ἀν‐ δρὸς ὁ Χριστός ἐστιν, | κεφαλὴ δὲ τοῦ Χριστοῦ”—οὐκ εἶ‐
27πεν “ὁ πατήρ”, ἀλλ’ “ὁ θεός”· ὡς ἀρχιερέα γὰρ λαμβάνει νῦν καὶ ὡς βασιλέα | τὸν Χριστόν. κεφαλὴ οὖν ἡ θεότης ἐστίν·
28εἰ γὰρ εἰρ̣ήκει “ὁ πατήρ”, παρῄρει τὸν υἱόν, εἰ εἰρήκει “ὁ υἱός”, παρε|σιώπα τὸν πατέρα· “θεὸν” γὰρ εἰρηκώς, ἐ‐
29πεὶ μία θεότης πατρὸς καὶ υἱοῦ, καὶ θεὸς εἷς· θεὸς μὲν

32

εἷς, | πατὴρ δὲ καὶ υἱὸς οὐχ εἷς. ὁ Ἀβραὰμ καὶ ὁ Ἰσὰχ
1ἄνθρωπος εἷς· ἀλλ’ ὁ μὲν πατήρ, ὁ δὲ υἱός. ὅθεν οὐχ εἷς κατὰ | τὴν σχέσιν, κατὰ δὲ τὴν οὐσίαν εἷς.
212 ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ἄλλος οὐ δύναται | βοηθῆσαι.
3δύναται καὶ οὕτως· “ὅτι οὐκ ἔστιν”· οὐκ ἔριψα τὴν μέ‐
3ριμναν ἐπὶ βοηθὸν ἄλλον. δύνα|ται δὲ καὶ τό· “ὅτι οὐκ ἔστιν μοι βοηθῶν”· ἐπεὶ
5πάντες κατ’ ἐμοῦ εἰσιν, οὐκ ἔστιν νῦν, ὅσον ἧκεν | εἰς128
5ἀνθρώπινον λογισμόν, ὁ βοηθῶν. διὰ τοῦτο σὺ μὴ ἀποστῇς
5μου. δυνατὸν δὲ καὶ οὕτω· οὐδὲ | ἄγγελος βοηθῆσαι τῷ τηλι‐
6κούτῳ οἷός τέ ἐστιν. οὐ τολμᾷ βοηθῆσαι δι〈ὰ τ〉ὸ σὲ τὸν | πάντων μείζονα, τουτέστιν τὴν θεότητα, αὐτῷ παρεῖναι, ἄλλου οὐχ οἵου τε ὄντος βοηθῆσαι εἰς | τοῦτο τὸ πρᾶγμα.
813 περιεκύκλωσάν με μόσχοι πολλοί, 〈ταῦροι πίονες περι‐
8έσχον με.〉 λοιπὸν τάγματα τὰ διάφορα τῶν | Ἰουδαίων λέγει, Φαρι‐
9σαίων, Σαδδουκαίων, τῶν ἄλλων λεγομένων {Ἰουδαίων} Γραμ‐
10ματέων· | οὗτοι γὰρ τῷ μέγα φρονεῖν τούτοις τοῖς ζῴοις παραβάλλονται, μάλιστα ὅτι καὶ γεωπόνα | εἰσὶν τὰ ζῷα.
11 δυνατὸν δὲ καὶ μόσχους μὲν αὐτοὺς εἰρῆσθαι, ταύρους δὲ πίονας τοὺς ἐνεργοῦν|τας αὐτούς, οἷον· “λαοὶ ἐμελέτη‐
12σαν κενά”· οὗτοι οἱ μόσχοι. “παρέστησαν οἱ βασιλεῖς τῆς
12γῆς”. | οὐ πάντως δὲ αἰσθητοὺς λαμβάνομεν βασιλέας καὶ ἄρχον‐ τας· εἷς γὰρ βασιλεὺς καὶ αὐτὸς | μικροφυὴς καὶ οὐκέτι
14βασιλείαν ἔχων· διειλήφει γὰρ λοιπὸν ἡ Ῥωμαίων ἀρχή.
15Παῦλος δὲ ἑρμή|νευσεν, τίνες εἰσὶν οἱ ἄρχοντες· οἱ αἴτι‐ οι γενάμενοι τοῦ σταυρωθῆναι τὸν κύριον, ὧν σοφίας | πολ‐
16λὰς εἶναι λέγει. καὶ λέγει· “εἰ ἦσαν ἐγνωκότες, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν”. εἰ ᾔδεσαν, | ὅτι ἐπὶ
17καταλύσει τῇ ἑαυτῶν τοῦτο ποιοῦσιν, οὐκ ἂν ἐτόλμησαν τοῦ‐
το ποιῆσαι. ὡς τὸ μικρῷ | πρότερον προφητικὸν ἐλέγομεν τό· “ὁ ἁπτόμενος 〈ὑμῶν〉 ὡς ὁ ἁπτόμενος τῆς κόρης”. | κἀ‐130
19κεῖνοι ἁψάμενοι τοῦ σωτῆρος ἑαυτοὺς κατέλυσαν· καὶ ὡρμή‐
20θησαν 〈ἐπ〉ὶ τὸ θανατῶσαι | αὐτὸν 〈τῷ〉 οἴεσθαι ὅτι καταπαύ‐
20σουσιν [αὐ]τοῦ τὴν πολιτείαν. τοὐναντίον δὲ αὐτοῖς ἀπέβη· αὐτοὶ κατελύ|θησαν.
21 {ταῦροι πίονες περιέσχον με} 14 ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρ|πάζων καὶ ὠρυόμενος.
22 ἐτάχθησαν ἐπὶ τῷ μόσχοι εἶναι. μετέβαλον δὲ εἰς θηρ〈ι〉‐ ωδίαν | ὡς ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ἀνοῖξαι κατὰ τὸν ὠρυό‐ μενον λέοντα· τότε γ[ὰ]ρ̣ μάλιστα βλάπτει | μεγάλως, ὅτε
24ὠρύεται. τὴν ἀγριότητα οὖν αὐτῶν καὶ τὸν κατὰ τοῦ σωτῆρο[ς]
25ἐπίχαρμον ση|μαίνει, ὅτι “ὡς ὠρυόμενος”, λέγει, “λέων ἤ‐
25νοιξαν τὸ στόμα αὐτῶν”, οὐκέτι ἡσυχ[ά]ζων, οὐκέτι προς|‐ ποιούμενος ἥσυχος εἶναι. οὗτοι οὖν οἱ δοκοῦντες ἥσυχοι εἶναι τ〈ῷ〉 μελετᾶν νόμον θεοῦ | μόσχοι ἦσαν γεωπόνοι. ὅτε
27δὲ ἠθέλησαν κ[α]τ’ ἐμοῦ ἀνοῖξαι τὸ στόμα καὶ εἰπ̣εῖν· “αἶ‐ ρε, αἶρε, σταύ|ροι αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καί‐
28σαρα”, κατὰ τὸν λέοντα τὸν 〈οὐ〉 κορεσθέντα τοῦτο πεποίη‐
28καν. |

33

ἐπερ( )· οὐδέπω ἦν τὸ πάθος; —προφητικῶς λέγεται ὅλα ταῦτα. τὰ ἐνδεχόμενα πρὶν ὑπαρχθῇ, πρὶν κατ’ ἐ|νέργειαν
2γένηται, ἐνδεχομένως ἔχει καὶ γενέσθαι καὶ μή. καὶ οὐκ ἔ‐ χει τις | διαβεβαιώσασθαι πότερον γενήσεται ἢ οὐ γενήσεται· εἰς ἀμφότερα γὰρ ἴσην ἔχει τὴν ῥοπήν. ὅταν δὲ | πρόγνω‐
4σίν τις ἔχων ἢ αὐτὸς ὁ θεὸς προκαταλάβοι ὅτι τῶν ἐνδεχομέ‐132
5νων τόδε ἔσται, ὡς ἐφ’ ἡμῶν | γίνεται, ὅταν ἤδη ὑπαρχθῇ·
5ἐπὶ τῶν ὄντων γὰρ καὶ γεγονότων ἤδη ἔχομεν εἰπεῖν ποῖον | ἀληθὲς καὶ ποῖον ψευδές, πότερον γέγονεν ἢ οὐ γέγονεν. ἐπὶ δὲ τῶν μελλόντων οὐκ ἔχομεν | τοῦτο ἢ μόνον εἰπεῖν
7ὅτι τὸ ἕτερον ἔσται, οὐ μὴν τόδε. ἐπεὶ τοίνυν καὶ ἐνταῦθα θεῖος ὀφθαλμὸς | προκατείληφεν
8τὰ μέλλοντα, οὐκέτι ὡς ἐνδεχόμενα αὐτῷ ἐστιν. διὰ τοῦτο λέγει· “ὤρυξαν | χεῖράς μου καὶ πόδας μου”. εἰ ἄλλος ἔ‐
9λεγεν, τοῦτο οὐκ εἶπεν, ἀλλὰ τὸ “ὀρυχθήσονται” ἢ “οὐκ ὀ‐
9ρυχθήσονται”. |
1015 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ
10μου. τὸν σκορπισμὸν ἐνταῦθα | λέγει τοῦ σώματος, αὐτῶν τῶν
11μαθητῶν, ὅτε ἐσκανδαλίσθησαν πάντες καὶ πεπλήρωται τό· | “πάντες ὑμεῖς σκανδαλισθήσεσθε”. καὶ ἐλεύσεται ὥρα ὅτε πάντες φεύξεσθε, εἰς τὰ ἴδια ἀπελεύσεσθε | καὶ ἐμὲ μόνον
13καταλείψετε.
13 ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐκχυννόμενον ἀεὶ τρέχει καὶ οὐχ ἵσταται, | οὕτω καὶ ὧδε “ὡσεὶ ὕδωρ ἐξεχύθησαν”. οὐκ εἶπεν
14“ἐκχύννονται”· οὐδὲ γὰρ ἀεὶ μένουσιν οὕτω.
15ἃ | λέγει περὶ ἑαυτοῦ, περὶ τοῦ σώματος λέγει ἑαυτοῦ
15〈τ〉οῦ κατὰ τὸ ἄθροισμα τῶν πιστῶν τῆς ἐκκλησίας. | 〈“τὰ ὀστᾶ μου”〉· οἱ εὔτονοι τοῦ σώματός μου· τῶν γὰρ
16πιστευόντων εὐτονώτεροι ἦσαν οἱ ἀπόστολοι. καὶ οὗτοι | διεσκορπίσθησαν. | {ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου} | ἐπερ( )· τὰ ὀστᾶ διεσκορπίσθησαν αὐτοῦ;134
19—ὅτε ἐσκανδαλίσθησαν οἱ μαθηταί.
20τοῦτο τὸ ἐκχυθὲν ὕδωρ | εἰ μή που κώλυμα γένηται, ἀεὶ
20φέρεται. καὶ οἱ μαθηταὶ οὖν διεσκορπίσθησαν, ὡς ὕδωρ ἦσαν ἐκχυθέν|τες. ὅτε περὶ αὐτὸν ἦσαν, συνεστραμμένον ἦσαν ὕ‐ δωρ ποταμῷ ἐοικός, πηγὴ τυγχάνον. ἐπειδὴ δὲ | ἔξω αὐτοῦ
22γέγοναν πρὸς ὥραν, ὡς τὸ ὕδωρ τὸ ἐκχυθέν ἐστιν. στήσεται δέ ποτε τὸ ὕδωρ· οὐ γὰρ ἀεὶ φέρεται. | οὕτω καὶ ἡ ταρα‐
23χὴ καὶ τὸ σκάνδαλον τῶν μαθητῶν εὐθέως πεπαύσεται, ὅπερ καὶ
23γέγονεν.
2315 ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ
23τῆς κοιλίας μου.〉 καρδία τοῦ | σώματος [τ]ούτου τοῦ συνισταμένου ἐκ τοῦ
25ἀθροίσματος τῶν πεπιστευκότων οἱ νοη|ματικοί εἰσιν. καὶ
25οὗτοι οὖν ὡς κ〈η〉ρὸς τηκόμενος γέγοναν, ὅσοι καρδία αὐτοῦ τυγχάνουσιν. | πλὴν εἰ καὶ ἐτάκη ὁ κηρός, οὐκ ἔξω τῆς κοι‐ λίας αὐτοῦ γέγονεν· περὶ τὴν κοιλίαν γὰρ αὐτοῦ τυγχά|νου‐
27σιν, ἵνα τεχθῶσιν πάλιν. μετὰ τὴν ταραχὴν γοῦν τὴν ὑπάρ‐ ξασαν πάλιν ἀπεδείχθησαν | υἱοὶ τοῦ σωτῆρος.
28 ἐπερ( )· ποταπὴν ταραχήν; —τὴν προπάθειαν ἐκταθεῖσαν πρὸς ὀλίγον, οὐχ ὥστε | παραμεῖναι.
29ἡ δὲ τῆξις τοῦ κηροῦ οὐκ ἀεὶ γίνεται, ἀλλ’ ὅταν τακῇ,
30μεταβάλλει εἴς τι σκεῦος | ἢ χρήσιμον ἄλλο, καὶ πάλιν συνστρέφεται οὐ πόρρω τῆς κοιλίας {οὐ} τοῦ γεννήσαντος |136

34

γινομένη ἡ καρδία αὕτη.
1 ἐπερ()· ἵνα τὴν κοιλίαν τί; —αὐτὴν τὴν τοῦ σωτῆρος δύναμιν καθ’ ἣν | μορφοῖ καὶ τεκνοῖ. εἰ πάλιν τοὺς γεννη‐ τικοὺς τοῦ σώματος, Παῦλος τοῦ σώματος ὢν | ἐγέννα λέγων·
3“διὰ τοῦ εὐαγγελίου ἐγέννησα ὑμᾶς”. καί· “οὓς ὠδίνω, μέχρι οὗ μορφωθῇ Χριστὸς | ἐν 〈ὑ〉μῖν”.
4οὐκ ἔξω γίνονται τῆς κοιλίας, οὐκ ἀπορφανοῦνται.
4ἐπερ( )· “ἐγενήθη ἡ 〈καρδία μου ὡσεὶ κηρὸς τηκόμενοσ”〉;
5—εἶπον | ὅτι τὰ λεγόμενα περὶ αὐτοῦ κατὰ τὸν ἄνθρωπον ῥηθείη ἂν καὶ περὶ παντὸς δικαίου. ἡ καρδία αὐτοῦ | ὅταν
6μὴ φῶς ᾖ, ἀλλ’ ἔχῃ τι ὑλικὸν ἀναμεμιγμένον, τήκεται. πρὸς καλοῦ δὲ ἡ τῆξις γίνε|ται· τηκόμενος γὰρ ὁ κηρὸς 〈οὐκ〉
7ἔξω γίνεται τοῦ ἔχοντος αὐτόν. “ἐν μέσῳ” οὖν “τῆς κοιλίας μου”. | ἐπὶ τῶν νοητῶν δι‐
8άφορα ὀνόματα τὸ αὐτὸ σημαίνουσιν. νοητὸν λέγω πρόβατον τὸ ὑπὸ τὸν | ποιμένα τὸν ἀληθινὸν ὄν{τα}. τοῦτο τὸ πρό‐
10βατον κατὰ ἄλλον τρόπον καὶ φῶς λέγεται. | ποτὲ γοῦν ἐρω‐
10τηθεὶς παρὰ φιλοσόφου, εἰ ἔχω ἀπὸ τῆς γραφῆς εἰπεῖν ὅτι ἀσώματός | ἐστιν ἡ ψυχή, ταῦτα εἶπον ὅτι· ἕκαστον ὄνομα σώματος δηλωτικὸν ἐκεῖνο μόνον σημαίνει | καθ’ οὗ λέγεται.
12οἷον ἡ αἰσθητὴ ἄμπελος οὐδὲν ἕτερόν ἐστιν ἢ ἄμπελος, καὶ ὁ σωματικῶς | ὀνομαζόμενος λίθος οὐκ ἄλλο τί ἐστιν ἢ λί‐ θος. ὅταν δὲ κατὰ τῆς αὐτῆς οὐσίας πολλὰ λέγηται | ἀνομοί‐
14ων δηλωτικά, φανερὸν ὅτι νοητὴ οὐσία ἐστὶν ἐκείνη. οὕτω
15γοῦν καὶ περὶ θεοῦ λέγομεν | ὅτι ἀσώματος, ἐπεὶ καὶ φῶς138
15καὶ πῦρ καὶ πνεῦμα καὶ πηγὴ ὀνομάζεται. ταῦτα δὲ σωματι‐ κῶς οὐ δύνα|ται εἶναί τι, ἀλλὰ κατ’ ἐπινοίας. αἱ ἐπίνοι‐
16αι δὲ περὶ νοητὰ γίνονται αἱ τοιαῦται. ἐὰν οὖν {τοίνυν} | ὁ ἄνθρωπος ἢ ἡ ψυχὴ λέγηται φῶς, λέγηται δὲ καὶ πρόβατον
17καὶ φυτόν—〈καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον〉—, οὐ δύναται σωματικῶς ταῦ|τα εἶναι πάντα, ὥστε νοητὴ οὐσί‐
18α ἐστίν. ἐὰν τοίνυν ἀκούῃς ἐπὶ ψυχῆς {ἀκούεις} καρδίαν, | νόησιν, κοιλίαν, πηγήν, {καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν
20καὶ πρόβατον} μὴ ἐπὶ αἰσθήσεως λάμβανε. | τὸ δοχεῖον τοί‐
20νυν τῆς ψυχῆς, ἐν ᾧ λαμβάνει τὰς πνευματικὰς τροφάς, κοιλί‐ α λέγεται. | εἶτα ἐπεὶ καὶ γεννητική ἐστιν, πάλιν ἔχω{ν} ταύτην τὴν κοιλίαν ὁτὲ μὲν ὡς χωροῦσα〈ν〉 τροφὰς | λαμ‐
22βανομένη〈ν〉, ὁτὲ δὲ ὡς γεννῶσα〈ν〉.
22 οἶδας ὅτι ὁ κηρὸς ἐπακολούθημά ἐστιν τοῦ μέλιτος. | ἡ σύνστασις προηγουμένως τοῦ μέλιτος γέγονεν, καὶ διὰ τὸ μέλι ὁ κηρός, οὐ διὰ τὸν κη〈ρὸ〉ν τὸ μέλι. | καὶ ὥσπερ
24ἐπὶ φυτοῦ οὐχ ὁ 〈κ〉αρπὸς διὰ τὸ φύλλον, ἀλλὰ τὸ φύλλον
25διὰ τὸν καρπόν—φυλακτικὸν | γάρ ἐστιν τοῦ καρποῦ—,
25οὕτω ὁ κηρὸς οὔκ ἐστίν τι προηγούμενον, ἀλλ’ ἐπακολούθη‐ μα. ἐὰν οὖν | ἡ ψυχὴ τὰς προηγουμένας ἔχῃ ἀρετάς, μέλι ἐστίν. ἐὰν δὲ τὰς ἑπομέναις αὐταῖς, παραμέ|μικταί τι ὑλι‐
27κόν, κηρός ἐστιν. διὰ τοῦτο τοὺς ἁμαρτωλοὺς λέγει τήκεσ‐ θαι ὡς κη[ρ]ὸν “ἀπὸ | προσώπου πυρός”. τὸ μέντοι μέλι ἐπ‐ αινετόν ἐστιν, προηγουμένη οὐσία ἐστίν, γλυκύτητα | σημαί‐
29νει. ὥσπερ ἔχει τὸ γλυκαίνειν, ἔχει καὶ τὸ ἰατικόν. τὰ

35

προηγούμενα οὖν τῆς ψυχῆς | ἀγαθὰ καὶ κινήματα καὶ ἐνεργή‐
1ματα μέλιτι ἔοικεν, τὰ δὲ δεύτερα καὶ ἔχοντά τι παραμε‐ μιγμέ|νον τῶν αἰσθητῶν καὶ ὑλικῶν κηρός ἐστιν. τήκεται οὖν ποτε ὁ 〈ἄνθρωποσ〉, τὸ ὑλικόν ποτε | ἀπο‐140
3πίπτει τῆς νοήσεως καὶ τῆς καρδίας, ὥστε τὸν νοῦν μηκέτι ἔχειν τι προσπεπλεγμένον, | ἀλλὰ πάντῃ ἄϋλον εἶναι ὡς καὶ
4τὴν ἀρχὴν ὑπῆρκται.
416 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου. |
5 ἡ ἰσχύς μου πᾶσαν νοτίδα καὶ πᾶσαν πιότητα ἀποβέβλη‐ κεν ὡς ὀστράκῳ παρα|βληθῆναι.
6 δυνατὸν δὲ καὶ ἑτέρως εἰπεῖν· τὸ ἐν ἡμῖν πηλῶδες—ἴσ‐ τε δὲ τί ἐστιν—ἐὰν μένῃ | πηλός, παρεμπεσούσης ὑγρότη‐
7τος διαλύεται. ὅταν δὲ ξηρότητα ἀναλάβῃ καὶ πᾶσαν τὴν | ὑγρότητα τὴν ἔξωθεν ἐκ τῆς ὕλης ἀποβάλῃ, ξηραίνεται κατὰ
8τὸ ὄστρακον. ἕκαστον τῶν | λαμβανομένων παραδειγμάτων κατά τι λαμ‐
10βάνεται. τοῦτο δὲ πολλάκις εἴρηται· | εἰ γὰρ ἐξ ὅλων λαμ‐
10βάνοιτο, οὔκ ἐστιν παράδειγμα, ἀλλ’ αὐτὸ ἐκεῖνο ὃ δεῖξαι βουλόμεθα. ψέγεται οὖν | πολλάκις τὸ ὄστρακον διὰ τόνδε τὸν τρόπον· τὸ ἐξ ὀστράκου πεποιημένον σκεῦος συντρι|βὲν
12ἴασιν οὐ δέχεται, οὐ δύναται κολληθῆναι. κατ’ ἄλλον δὲ τρόπον λέγω ὅτι τὸ ἐκ πηλοῦ | κατασκευασθὲν ὅταν στομωθῇ διὰ πυρὸς καὶ καμίνου, ἀποβάλλει τὸ εὐμάλακτον, | τὸ εὔ‐
14θλαστον.
14“ἡ ἰσχύς μου” οὖν “ἐξηράνθη ὡσεὶ ὄστρακον”. ἑκατέρως
15δὲ λαμβάνομεν αὐτό· οὐ|δεμίαν ἔτι ὑγρότητα ἔχει, οὐ πηλώ‐
δη κατάστασιν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν ὅτι· | πᾶσαν142
16πικρότητα ἀπὸ τῆς πολλῆς προσούσης θλίψεως ἀποβέβληκεν. 16 καὶ ἡ | γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου. ἔθος τῇ γραφῇ ἐστιν τὴν κόλλαν τῆς γλώσσης | πρὸς τὸν
18λάρυγγα λέγειν τὴν σιωπήν. οὐκ ὄντων ἔτι τῶν ὄντων μου μελῶν καὶ περὶ ἐμὲ | ὄντων καὶ ἀκροατῶν μου ὅπως μὴ δοκῶ
20κατὰ κενοῦ φέρειν τὸν λόγον, σεσιώπηκα, “κε|κόλληται ἡ
20γλῶσσά μου τῷ λάρυγγί μου”. οὐ κεκόλληται δὲ ὅτε διαλε‐ γόμεθα. ἐν κινήσει τῆς γλώτ|της ὁ λόγος προφέρεται. ὅταν
21δὲ κολληθῇ τῷ λάρυγγι, σιωπή ἐστιν. ἡ σιωπὴ δὲ αὕτη οὐ παρὰ | τὸν σιωπῶντα γίνεται, ἀλλὰ παρὰ τοὺς μὴ τυγχάνοντας ἀκροατάς. λέγει γοῦν ἐν ἑνὶ τῶν | προφητῶν ἐν τῷ Ἀμώς· “πο‐ λὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν”. ἐὰν | φε〈ύ‐
24γ〉ωσιν, ἐπιρίπτω σιωπήν, ὅπως μὴ δόξω προφέρειν τὴν δι‐
25δασκαλίαν. καὶ τοῦτο δὲ ἓν | τῶν βοηθημάτων ἐστίν. αὐτί‐
25κα γοῦν ἐν Ἰσαίᾳ ἐντέλλεται ταῖς νεφέλαις μὴ ῥεῖν ὑετὸν ὅταν | ὁ ἀμπελὼν ἀντὶ σταφυλῆς ἀκάνθας φέρῃ, ὅταν μείναν‐ τος τοῦ ποτίζο̣ντος ἵνα ποιήσῃ | δικαιοσύνην, ποιήσῃ ἀνο‐
27μίαν. ἡ σταφυλή ἐστιν ἡ δικαιοσύνη, ἡ ἀνομία ἡ ἄκανθα. καὶ ἐπειδὴ | ποτιζόμενος οὐ τοὺς καταλλήλους ἠγίοχεν καρπούς, ἀλλὰ μερίμνας, βιωτικὰς ἡδονάς, | οὐκέτι λαλεῖ· ὡς ἐπὶ τὸ
29πλεῖστον γὰρ οἱ φαῦλοι τὸν τρόπον ἐκ τῶν λόγων τῶν περὶ
30ἀρετῆς ἐπιτρί|βονται, καταφρονεῖν αὐτῶν μανθάνουσιν. ποτὲ

36

γοῦν ἀνέχει τὸν ὑετόν. ὁ ὑετὸς δὲ καὶ ἡ | φωνὴ ἐνταῦθα
1ταὐτὸν σημαίνει· τὴν διδασκαλίαν γὰρ τὴν θείαν δηλοῖ. ὥσ‐
περ οὖν οὐκέτι | ὕει ὅταν μὴ καλοὶ καρποὶ φέρωνται, οὕτως οὐκέτι λαλεῖ οὐδὲ ὁμιλεῖ ὅταν οἱ ἀκούοντες | περὶ ἄλλα144
3ἔχωσιν.
3 καὶ τοῦτο δὲ ἀνθρώποις λαλεῖ. κατὰ τὴν ἐπίνοιαν γοῦν τοῦ διδασκάλου λέγονται μαθηταὶ | οἱ ἀκροαταί, ὅταν δὲ
4ποιμὴν αὐτός, αὐτοὶ πρόβατα. ἐπειδὴ δὲ οὔτε πρόβατα ἔτι
5εἰσὶν οὐδὲ ἄνθρωποι, | ἀλλὰ σκορπίοι γέγοναν κατὰ τὸ λεχ‐
5θέν· “υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς”. “πολὺς” οὖν “ὁ | πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σι‐
6ωπήν”. διαφόρως δὲ ἀναγιγνώσκεται· ἀμφίβολος γάρ ἐστιν | ἡ λέξις. δυνατὸν οὕτω λαβεῖν· “πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ· ἐπιρίψω σιωπήν”· ἐν παντὶ | βαθμῷ· ὧδε γὰρ τὸν βαθ‐
8μὸν ὁ τόπος σημαίνει, ὡς καὶ ἐν ἄλλοις. περὶ Ἰούδα γοῦν λέγεται ὅτι παρέβη | ἀπὸ τοῦ τόπου τῆς διακονίας ἧς ἐνε‐
9χειρίσθη. “πολὺς” οὖν “ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ”. ἐν παν‐
10τὶ τά|γματι τῶν ὀφειλόντων σωφρονεῖν καὶ νήφειν καὶ τὰ τῆς ἀρετῆς λέγειν “πολύς ἐστιν ὁ πεπτω|κώς”, πλὴν οὐ πάν‐
11τες. “ἐπιρίψω σιωπήν”. δυνατὸν δὲ καὶ οὕτω στίξαι· “πολὺς ὁ πεπτωκώς. ἐν | παν‐
12τὶ τόπῳ ἐπιρίψω σιωπήν”. οὐ μόνον ἀπὸ τῶν μυστικῶν σιωπῶ, ἀλλὰ καὶ ἀπὸ τῶν | ἠθικῶν · ἐν παντὶ γὰρ τόπῳ ἐν ᾧ ἔδει
13ἑστάναι καὶ ἱδρυθῆναι καὶ ἕτοιμον εἶναι πρὸς ἀκρόασιν, | πτῶσις γέγονεν, καὶ πανταχοῦ τὴν σιωπὴν ἐπιρίπτω.
15σιωπὴν οὖν δηλοῖ ἡ κόλλησις | τῆς γλώττης εἰς τὸν λά‐
15ρυγγα. “ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, κολληθείη ἡ γλῶσ‐ σά | μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ”. ἐὰν μή σου
16μνησθῶ, σιωπὴν λάβοιμι. 16 καὶ εἰς | χοῦν θανάτου κατήγαγές με. κἂν ἐκ προσώπου τοῦ Ἰησοῦ ᾖ{ν} ἡ φωνή, κἂν ἐκ προ|σώ‐146
18που τῶν ἁγίων ἀνδρῶν τῶν ἐγνωκότων οἷ κακῶν γεγόνασιν εἰς τὸν τόπον τῆς | 〈κακ〉ώσεως ταπεινωθέντες—“ἐταπείνωσας”
20γὰρ “ἡμᾶς ἐν τόπῳ κακώσεως”. ἅγιοι δέ εἰσιν | οἱ λέγοντες,
20ὡς ἡ σύνφρασις σημαίνει τοῦ ψαλμοῦ. “σῶμα θανάτου” λέγεται ὃ περικείμεθα, | λέγεται δὲ καὶ
21“χοῦς θανάτου”. οὐ κατ’ οὐσίαν δέ ἐστιν “χοῦς θανάτου”, ἀλλὰ ἐπεὶ οἱ ἀναγ|κασθέντες ἀπὸ τῆς ζωῆς τῆς ἔξω σώματος εἰς τοῦτο ἔρχονται, θανάτου ὀνομάζεται σῶμα. | “εἰς χοῦν”
23οὖν “θανάτου κατήγαγές με”. εἰ ἦν ζωῆς, ἀνήγετο μᾶλλον· ἀναγομένων γάρ ἐστιν | τὸ εἰς ζωὴν καὶ μακαριότητα καὶ
24ἀθάνατον κατάστασιν ἄγεσθαι.
25κἂν ὁ σωτὴρ οὖν τοῦτο | λέγῃ, τοῦτο· τὸ φῶς “εἰς χοῦν
25θανάτου κατήγαγές με”. κατῆλθον εἰς σῶμα ἵνα ἀποθάνω | ὑπὲρ πάντων, ἵνα “χάριτι θεοῦ ὑπὲρ παντὸς” γεύσωμαι “θανά‐ του”. ἑτέρως οὖν τῶν ἀνθρώπων | τῶν ἄλλων λέγεται “χοῦς
27θανάτου” καὶ “σῶμα θανάτου”, ἑτέρως δὲ τοῦ σωτῆρος· εἰ γὰρ τὸ σῶμα | γίνεται θανάτου ὅταν ὁ χρώμενος αὐτῷ ἁμαρτήσῃ, οὐχ ἥμαρτεν δὲ Ἰησοῦς, εἰς χοῦν ἐλήλυ|θεν θανάτου δυνάμε‐
29νον θάνατον ὑποστῆναι. διὸ σφάλλονται οἱ λέγοντες αὐτὸν |
30καὶ τῷ δοκεῖν ἄνθρωπον ἢ σῶμα οὐράνιον ἐνηνοχέναι καὶ προσ‐

37

άπτοντες αὐτῷ θάνατον. | οὐ πέφυκεν. ἡ θεότης ἄνευ τινὸς τοιούτου θάνατον οὐχ ὑφίσταται· ἀθανασία γάρ ἐστιν. | καὶ
2ὥσπερ τοῦ θεοῦ φωτὸς ὄντος κατὰ ἀλήθειαν καὶ κατ’ οὐσίαν οὔκ ἐστιν οὗτος αὐτῷ σκοτία, οὕτως | οὐδὲ ἐν τῇ ζω〈ῇ〉148
3οὔκ ἐστιν θάνατος. ἀδύνατόν ἐστιν τὴν ζωὴν θάνατον ἀνα‐ δέξασθαι. ἀνέλα|βεν δέ τι δυνάμενον ὑποστῆναι θάνατον
5καὶ διαίρεσιν, καὶ λέγεται αὐτῆς θάνατος τοῦτο οὐσι|ώδης·
5καὶ γὰρ πολλὰ ἄλλα λέγεταί τινων οὐκ ὄντα αὐτῶν οὐσιώδη, οἷον “ἱμάτιον, τὸ ὑπόδημά | μου”. οὕτω τὸ σῶ〈μα〉 οὔκ ἐστιν
6οὐσιῶδες. ἐὰν οὖν ζωὴ λέγῃ δέχεσθαι θάνατον, κατὰ τὸ ἔξω λέγει | ἀναδέχεσθαι.
7 καὶ παράδοξον ἐρῶ· ὡς τὸ σῶμα δέχεται θάνατον, οὕτως ἡ ζωὴ ζωοποιεῖ τὸ | σῶμα. καὶ ἡ κοινὴ δὲ αὕτη ζωή, ἡ συν‐ πλοκὴ τῆς ψυχῆς πρὸς τὸ σῶμα, τὰ ζωτικὰ κινήματα | τῷ σώ‐
9ματι παρέχει. πόσῳ λοιπὸν 〈μᾶλλον〉 αὐτὴ ἡ ζωὴ ἢ ἡ ζωοποι‐
10ηθεῖσα ψυχὴ ὑπὸ τῆς προηγουμένης | καὶ μακαρίας ζωῆς;
10 εὖ δὲ καὶ τὸ φάναι· “εἰς χοῦν θανάτου κατήγαγές με”. οὐκ αὐτὸς κατῆλθεν | εἰς τὸν χοῦν τοῦ θανάτου, οὐχ ἡ ψυχὴ ἦλθεν εἰς τὸν χοῦν τοῦ θανάτου. τοῦτο δὲ συμβαίνει | τοῖς
12διὰ κακίαν ἐνσωματουμένοις. ἐπειδὴ δὲ αὐτὸς οἰκονομίας ἕνεκα καὶ σωτηρίας τῶν πάν|των σῶμα ἐδέξατο καὶ σῶμα κατ‐
13ηρτίσατο αὐτῷ ὁ θεός, λέγει ὑπὸ θεοῦ εἰς τὸν χοῦν τοῦ θα‐ νά|του κατ〈εν〉ηνέχθαι.
14ὅταν δὲ ἄνθρωποι ἦσαν, οἳ ἐξομολογούμενοι λέγουσιν
15ὅτι· “ἐκολλήθη | εἰς γῆν ἡ γαστὴρ ἡμῶν”. ὅταν τις μὴ τρέ‐
15φηται τοὺς οὐρανίους ἄρτους, τὴν τροφὴν τὴν οὐρανίαν, | ἀλλὰ τὴν γηικήν—οὐ τὴν γηικὴν τὴν αἰσθητήν, ἀλλὰ τὴν ἐναντίαν τῷ ἀληθινῷ ἄρτῳ—, αὕ|τη ἡ τροφὴ ἑνοῖ τῇ ὕλῃ τὴν
17τρεφομένην ψυχήν, καὶ γίνεται ταπείνωσις εἰς τὸν χοῦν τῆς |
ψυχῆς.150
18 ἐνταῦθα δὲ οὐκ ἐταπεινώθη τοῦ Ἰησοῦ ἡ ψυχὴ εἰς τὸν χοῦν, ἀλλὰ κατήχθη ὑπὸ τοῦ θεοῦ. | οἰκονομικῷ τρόπῳ εἰς
19τοῦτο ἐλήλυθεν· οὐδαμῶς γὰρ πεποίηκεν τὴν ἁμαρτίαν καίτοι
20δεκτι|κὴ οὖσα· ἐὰν γὰρ μὴ ᾖ δεκτική, οὐδὲ ἐπαινεῖται ὅλως. αἱ ἀποχαὶ οὖν τῶν ἁμαρτιῶν | ἐπαίνους ἀναφέρουσιν τῷ ἀπ‐
21εσχημένῳ ὅταν πεφυκὼς ᾖ πρὸς τὸ πρᾶξαι. ἐπερ( )· χοῦς καὶ | θάνατος ταὐτόν ἐστιν; —οὔ· μὴ
22γὰρ εἴρηκεν· “καὶ εἰς χοῦν θάνατον κατήγαγές με”. εἰ δὲ ἦν ταὐτὸν ὁ χοῦς | καὶ ὁ θάνατος, εἶπεν ἄν· “εἰς χοῦν θά‐
23νατον κατήγαγές με”· ἀλλά· “εἰς χοῦν θανάτου”. τὸ σῶμα τὸ θνη|τὸν τὸ δυνάμενον διαλυθῆναι ἀπὸ τῆς φορούσης αὐτὸ οὐ‐
25σίας “χοῦς θανάτου” ἐστίν. τάχα δὲ καὶ | κατὰ δεύτερον
25λόγον χοῦς θανάτου ἐστίν, ἐπεὶ θάνατον ἐπιφέρει τῇ φιλο‐
25σωμάτῳ ψυχῇ. | {ὅτι ἐκύκλωσάν με κύνες πολλοί} τὸ τῶν ἁγίων σῶμα νε‐ κρόν ἐστιν· “πάντοτε” γὰρ | “τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ
27σώματι περιφέρουσιν”. τὸ νεκρὸν δὲ σῶμα οὐκ ἔχει ἐπιθυμί‐ ας· | πῶς γὰρ οἷόν τε; τὸ θνητὸν ζῶν ἐστιν; ζῇ δὲ τότε ὅταν συνπεπλεγμένον ᾖ τῇ ψυχῇ. τότε ἔχει ἐπιθυ|μίας. τεθνη‐
29κὼς οὐκ ἔχει ἐπιθυμίας. νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς
29οὐκ ἔχει ἐπιθυμίαν. |

38

ἐπερ( )· εὑρίσκεται οὖν ἡ ψυχὴ αἰτία τῆς ἁμαρτίας; ‐ ἡ τοῦ ἁμαρτάνοντος ψυχὴ αἰτία ἐστὶν τῆς ἁμαρτίας· | οὐδὲν
2γὰρ ἕτερόν ἐστιν ἁμαρτία ἢ παρακοὴ ἐντολῆς, παράβασις νό‐ μου. τὸ σῶμα οὐδὲ | ἐντολῇ ὑπόκειται ἵνα καὶ παραβῇ. ἡ
3ψυχὴ παραβαίνουσα ἄγει τὸ σῶμα εἰς τὸ ὑπηρετῆσαι ταῖς |
ἁμαρτητικαῖς ὄψεσιν· ὡς ὄργανόν ἐστιν. μὴ λέγομεν ἄρτι152
5φονέα εἶναι τὸ ξίφος τὸ ἀναιροῦν, | οὐ τὸν χρώμενον; πῶς
5γὰρ οἷόν τε; εἰ γὰρ τῷ ἀλόγῳ ζῴῳ ψυχὴν ἔχοντι οὐ προσάπτο‐ μεν ἁμαρ|τίαν ἢ δικαιοσύνην, τῷ σώματι τῷ ἀψύχῳ προσάπτο‐ μεν ταῦτα; τῷ ἰδίῳ λόγῳ τὸ σῶμα ἄψυχόν | ἐστιν.
717 〈ὅτι ἐκύκλωσάν με κύνες πολλοί,〉 συναγωγὴ πονηρευο‐
7μένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου. | οὕτως στίξον· “ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγω‐ γὴ πονηρευομένων περι|έσχον με”, διὰ τοῦτο “ὤρυξαν χεῖράς
10μου καὶ πόδας μου”. τὸ “ὅτι” αἰτιολογικὸς σύνδεσμός | ἐσ‐
10τιν. οὐ προσάπτεται δὲ τοῖς ἔνπροσθεν· “εἰς χοῦν θανάτου κατήγαγές με”, “ὅτι ἐκύκλωσάν | με κύνες πολλοί”. οὐχί,
11ἀλλ’· ἐπεὶ “ἐκύκλωσάν με κύνες πολλοὶ καὶ συναγωγὴ πονη‐ ρευ|ομένων περιέσχον με”, διὰ τοῦτο “ὤρυξαν χεῖράς μου καὶ πόδας μου”. ἄνθρωποι μένοντες | οὐκ ἂν ἐποίησαν τοῦ‐
13το. κύνας δὲ ἐνταῦθα λέγει τοὺς τὸν κυνώδη τρόπον ἐσχηκό‐ τας ἀνθρώπους. | περὶ πολλὰ δὲ διαβάλλεται τὰ κινήματα
15τοῦ κυνός. ὅλως κατωφερῆ εἰσιν πρὸς ὀχείαν. εἰώθα|σιν οὖν
15ἐν τῇ συνηθείᾳ κύνας λέγειν τοὺς ἀκολάστους καὶ τὰς γυναῖ‐ κας οὕτω ὀνομάζειν. | ἀμέλει γοῦν καὶ ὁ νόμος τὴν ἔννοιαν ταύτην ὑποβάλλων σὺν πόρνῃ τὸν κύνα ἠρίθμησεν· | “οὐκ εἰσ‐
17οίσεις ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης”. οὐκ εἴρηκεν ἄλ‐ λαγμα ὄνου ἢ ἵππου· καὶ | τούτων γὰρ ἀλλάγματα εἰσήγετο
18εἰς τὸν οἶκον τοῦ κυρίου. ἐστὶν δὲ καὶ ἀναιδές—“καὶ οἱ κύνες ἀναι|δεῖς τῇ ψυχῇ”—καὶ κολακευτικόν. οἱ ἄνθρωποι
20οὖν οἱ ἔχοντες τοιαῦτα κινήματα ἐν δίκῃ κύνες | ὀνομάζον‐154
20ται. οὗτοι οὖν ἐκύκλωσαν τὸν σωτῆρα. ὅτε ἦσαν πρόβατα θεοῦ, τὸ τηνικάδε ἐκτὸς | ἦσαν τῆς κυνικῆς καταστάσεως.
21ὅτε δὲ πρόβατα ἀπολωλότα γέγονεν ὁ λαός, ἡ ἀπώλεια οὐκ εἰς | τὸ μὴ ὂν αὐτὰ κατέστρεψεν, ἀλλ’ εἰς κυνώδη κατάστα‐ σιν καὶ ὀφειώδη καὶ σκορπιώδη. πάντα δὲ ταῦτα | περὶ τῶν
23Ἑβραίων λοιπὸν ἐλέγετο· “καὶ πάντες κύνες ἐνεοὶ εἰδότες ὑλακτεῖν”. ὅτε οὖν ἀπενοήθη|σαν κατὰ τοῦ σωτῆρος οἱ Ἰσ‐
24ραηλῖται, τότε κύνες γέγοναν. ἠκολούθησεν δὲ τ〈ῷ〉 κύνας
25αὐτοὺς | γενέσθαι τὸ “συναγωγὴ πονηρευομένων” εἶναι· ὅτε γὰρ πρόβατα ἦσαν, ποίμνη θεία ἦσαν. κύνες | οὖν γέγοναν
26περὶ ἐμὲ καὶ συναγωγὴ πονηρευομένων. διὰ τοῦτο σταυρῷ με ὑπέβαλαν· τὸ γὰρ | ὀρύττειν χεῖρας καὶ πόδας τοῦ σωτῆρος
27οὐδὲν ἕτερον ἢ σταυρὸν σημαίνει. λοιπὸν τὰ | καθέκαστα σκόπει· οὔκ ἐστιν ἀναιδῶν ψυχῶν καὶ ἀκολάστων καὶ ὑλακτικῶν, διὰ λοιδοριῶν | ὑλακτούντων,
29τὸν ποιήσαντα ἀνάστασιν νεκρῶν καὶ ἀνάβλεψιν τυφλῶν καὶ
30καθαιρομέ|νους 〈λεπροὺσ〉 μισεῖν καὶ θανάτῳ θέλειν ὑποβα‐
30λεῖν, οὐ πονηρευομένη ἐστὶν αὕτη συναγωγή; |

39

ἔστιν δὲ συναγωγὴ ἐπαινετή.
1 {ὤρυξαν χεῖράς μου καὶ πόδας μου} καὶ ἐπὶ τῆς ἱστορί|‐ ας δέ τινες εἴρηκαν τοῦτο. πολλοὶ νομεῖς γέγοναν ἀλόγων ζῴων, καὶ οὐδέποτε ἱστορήθη, | ὅτι βουκόλιον ἐπέθετο βου‐
3κόλῳ οὐδὲ αἰπόλιον αἰπόλῳ οὐδὲ ποιμένι ποίμνιον οὐδὲ ἵπποι | ἱπποτρόφῳ. μόνοι ἄνθρωποι ἐπέθεντο ἄρχουσιν, καὶ πολλοὺς
5φέρε〈ι〉 ἡ ἱστορία ἄρχοντας καὶ | χρηστοὺς τὸ ἦθος καὶ σπου‐ δαίους τὴν γνώμην ἀναιρεθέντας ὑπὸ τῶν ἀρχομένων. | μένον‐
6τες οὖν πρόβατα οὐκ 〈ἂν〉 ἀνῄρουν. ὅτε οὖν κύνες γέγοναν καὶ αὐτὸ τοῦτο ἄνθρωποι κυνώδεις | τῷ τρόπῳ καὶ τῷ βίῳ156
7καὶ τῇ καταστάσει, “συναγωγὴ πονηρευομένων” ἐλέχθησαν. πονη‐ ρευο|μένων δέ ἐστιν τὸ ἐγείρεσθαι κατὰ τοῦ εὐεργέτου, τὸ
8κατὰ τοῦ νομέως ἐπανίστασθαι. 18 ἐξηρίθμη|σαν πάντα τὰ ὀστᾶ μου.
9τὸ ὅσον ἧκεν εἰς αὐτούς, ἀριθμῷ ὑπέβαλαν τὰ ὀστᾶ μου
10καίπερ οὐκ ὄν|τα ἀριθμητά. λοιπὸν συνπλέκει τὴν διάνοιαν. ὑπῆρκται μὲν καὶ τοῦτο κατ’ ἱστορίαν | τὸ μερίσ〈ασθαι〉
11αὐτοὺς τὰ ἱμάτια αὐτοῦ καὶ βαλεῖν κλῆρον περὶ τοῦ ὑφαν‐ τοῦ δι’ ὅλου | χιθῶνος. τρόπον τινὰ 〈ὅμ〉ως μάχεται τὸ ῥη‐ τὸν ἐν τῷ εὐαγγελίῳ τῇ παρούσῃ λέξει· οἱ στρατιῶται | γὰρ
13ταῦτα πεποίηκαν. οὐκ ἦσαν δὲ οἱ στρατιῶται Ἑβραῖοι· ὅλως γὰρ Ἰουδαῖος οὐκ ἐπετρέπετο | στρατεύεσθαι· ἀλλ’ ἐπεὶ
14τρόπον τινὰ αὐτοὶ αἴτιοι γέγοναν το〈ῦ〉 καὶ στρατιώταις
15αὐτὸν παρα|δοθῆναι, αὐτοῖς τὸ ἔνκλημα προσάπτουσιν.
15 18 αὐτοὶ δὲ κατενόησάν με καὶ ἐπεῖδόν με. | ἐπερ( )· κατανοήσαντες ἐπεῖδόν με; —ἐπιστήσαντες εἶ‐ δον τὸν σκορπισμὸν τῶν ὀστῶν μου. | καὶ τὸ “ἐπιδεῖν” δὲ
17πολλάκις ἐπὶ τῶν ἐπιχαιρεκάκων λέγεται. καὶ τὰς δυνάμ̣εις τῆς διδας|καλίας αὐτοῦ δυνατὸν ὀστᾶ
18εἰπεῖν.
1819 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. εἰς τοῦτο | οὐκέτι ὧδε ἐπὶ τῆς ἱστορίας μεῖναι θέλομεν·158
20ἤδη γὰρ ἐλέχθη ὅτι καὶ ἐμερίσαντο οἱ στρατιῶται | τέσσερα
20μέρη πεποιηκότες καὶ κλῆρον ἔβαλον ἐπὶ τὸν ἄραφον τὸν ἄνωθεν ἐκ τῶν ὅλων ὑ|φαντὸν χιθῶνα.
21 λέγω· ὥσπερ σῶμα Χριστοῦ ἐλέγετο κατά τινα λόγον τὸ ἄ‐ θροισμα τῶν πις|τῶν, ὡς αἱ μαρτυρίαι αἱ ἀποστολικαὶ ἐσή‐
22μαινον, καὶ ἐλέγαμεν τοὺς εὐτόνους τούτου τοῦ σώματος | ὀστᾶ εἶναι, οὕτω πάλιν λέγομεν ὅτι αὐτὴ ἡ θεόπνευστος γρα‐ φὴ σῶμα τοῦ σωτῆρός ἐστιν, | ὀστᾶ δὲ τούτου τοῦ σώματος
24τὰ εὔτονα νοήματα, τὰ περὶ τῶν ἄλλων ὑπερτέρων νοημάτων
25θεωρή|ματα. ἱμάτια δὲ αἱ λέξεις εἰσίν· ἐνδιδύσκεται γὰρ ὁ λόγος ὁ κατὰ τὴν νόησιν ὑπὸ τῶν λέξεων. | εἰ καὶ ἐξη‐
26ρίθμησαν οὖν τὰ ὀστᾶ αὐτοῦ, ἀλλ’ οὐκ ἐμερίσαντο αὐτά· μόνον εἶδον αὐτὰ | ὡς οὔκ εἰσιν· εἰ γὰρ ὥς εἰσιν θεασάμε‐
27νοι ἦσαν, ἐνεδυναμοῦντο ἐν αὐτοῖς καὶ ἐξιδιοποιοῦντο | αὐτὰ ἑαυτοῖς ὡς λέγειν· “πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι”; οὐ γὰρ τὰ αἰσθητὰ | ὀστᾶ ταῦτα λέγουσιν.
29διαμερίζονται οὖν τὰ ἱμάτια τοῦ λόγου πάντες οἱ ἑτερογνω‐
30μονοῦντες, | οἱ ψευδοδοξοῦντες. ἕλκουσιν δὲ τὰς λέξεις
30εἰς ὃ βούλονται καὶ ἐξιδιοποιοῦνται αὐτάς, οἷον· “κύριος | ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ”. ἡ λέξις ἱμάτιόν ἐστιν τοῦ

40

θεωρήματος. ἕλκουσιν αὐτὸ | οἱ Ἀριανοὶ ὡς θέλουσιν καὶ
1ἴδιον αὐτῶν αὐτὸ νομίζουσιν. οἱ ἐκκλησιαστικοὶ πάλιν δέ‐ χονται | αὐτὸ ὡς φορεῖ αὐτὸ ἡ Σοφία ἡ τοῦτο λέγουσα, καὶ
ἄλλοι ἄλλα. καὶ ὅλως εὑρεῖν ἔστιν τὰ αὐτὰ ῥητὰ σχε|δὸν160
3παρὰ πᾶσιν τοῖς ἑτεροδόξοις ἄλλως καὶ ἄλλως μεταχειριζό‐ μενα. ἐμερίσαντο ἄρα αὐτά, ἐξέδυσαν | τὸν λόγον τὰς λέξεις
4καὶ εἵλκυσαν αὐτὰς γυμνὰς τοῦ λόγου εἰς τὸ ἑαυτῶν βούλημα.
519 καὶ ἐπὶ τὸν ἱμα|τισμόν μου ἔβαλον κλῆρον.
5 οὐδεὶς κεκτημένος τι κλῆρον ἐπ’ αὐτοῦ βάλλει, ἀλλ’ ὅ‐ ταν δύνηταί | τι εἰς πολλοὺς κοινωνοὺς ἐλθεῖν, περὶ ἐκεί‐ νων κλῆρον βάλλουσιν. ἐάν τις καταλείψῃ μονο|γενῆ υἱὸν
7καὶ αὐτῷ χρήσηται διαδόχῳ, ἐκείνου ἐστὶν πάντα τὰ τοῦ τεθνεῶτος ὑπάρχοντα, καὶ οὐ | βάλλεται κλῆρος. ὅταν δὲ
8πολλοὶ ἐπέλθωσιν τῷ ἀληθῶς κληρονόμῳ λέγοντες ὅτι· “καὶ ἡμεῖς | τέκνα ἐσμὲν ἐκείνου”, μερισμὸς γίνεται τῶν ἱματί‐
10ων ἐκείνου. μερίζονται δὲ οὐκ αὐτόν, ἀλλὰ τὰς | λέξεις
10μόνας· μὴ γὰρ σὺν τῷ αὐτῷ νοῒ ἡ αὐτὴ λέξις διαφόρως παρὰ αἱρεθικοῖς κεῖται. ἕκαστος | πρὸς τὸ ἑαυτοῦ φρόνημα καὶ
11βούλημα ἕλκει τὴν λέξιν. ὁ σπουδαῖος οὖν καὶ πιστὸς ἀλη‐ θῶς ἔχει | ὅλον τὸν χιθῶνα τοῦ Ἰησοῦ, οὐκ ἔχει αὐτὸν περιεσχισμένον· διὸ οὐδὲ κλῆρον βάλλει· | αὐτοῦ ἐστιν
13ὅλος· κἂν γὰρ κλῆρον βάλωσιν ἐκεῖνοι καὶ χρήσωνται ταῖς λέξεσιν, οὐκ αὐτῶν γίνον|ται, οὐ κύριοι αὐτῶν γίνονται·
14παρέρχεται γὰρ εἰς μέσον σοφὸς ἀνὴρ κατὰ Χριστὸν καὶ δείκ‐
15νυ|σιν ὅτι οὐκ αὐτοῦ ἐστιν ὃ νομίζει αὐτοῦ εἶναι.
15 ἐπερ( )· ἱμάτια καὶ ἱματισμός; —ὅλα ὁμοῦ τὰ ἱμάτια | ἱματισμὸς λέγεται· ἕκαστον δὲ καθ’ ἑαυτὸ οὐ λέγεται ἱματισ‐ μός. καὶ ὥσπερ τὰ ἅμα πολλὰ | συνειλεγμένα πρόβατα ἀγέλη
17λέγεται, ἕκαστον δὲ οὐ λέγεται ἀγέλη, καὶ οἱ ἄνθρωποι οἱ
εἰς ταὐτὸ | συνεληλυθότες δῆμος λέγονται, ἕκαστος δὲ οὐ162
18λέγεται δῆμος. 20 σὺ δέ, κύριε, μὴ μακρύνῃς | τὴν βοήθειάν μου.
19εἰ ἐκεῖνοι ταῦτα ἐσπούδασαν, εἰ καὶ θλῖψίν μοι ἐπιφέρου‐
20σιν, παρεκάλεσα δέ | σε μὴ ἀποστῆναι, “ὅτι θλῖψις ἐγγύς”. ἡ θλῖψις δὲ εἰ ἐγγὺς γέγονεν ἀπὸ τῶν κυκλωσάντων | με μόσ‐
21χων καὶ ταύρων, ἀπὸ τῶν διασκορπισάντων τὰ ὀστᾶ μου, ἀπὸ τῶν | αἰτίων γεναμένων μοι ὥστε τὴν γλῶττάν μου κολληθῆναι τῷ λάρυγγι, ἀλλὰ σὺ μὴ μακρύνῃς | τὴν βοήθειάν σου. εὐθέ‐
23ως οὖν ἡ ἀνάστασις γέγονεν τοῦ σωτῆρος, εὐθέως ἐπεστράφη‐ σαν πρὸς | αὐτὸν οἱ σκανδαλισθέντες. οὐ γέγονεν οὖν μακρὰν
24ἡ βοήθεια.
25ταῦτα δὲ ὁ ἄνθρωπος, κατὰ τὴν | ἐπίνοιαν τοῦ ἀνθρώπου
25ὁ Ἰησοῦς λέγει· “μὴ μακρύνῃς τὴν βοήθειάν μου”. ἡ βοήθεια ἣν ἀπαιτεῖ οὐ παρ’ ἄλλου | τινὸς γίνεται ἢ παρὰ θεοῦ. εἶ‐
26πον δὲ ὅτι, ὅταν θεὸς λέγηται, οὐ πάντως τὸν πατέρα σημαί‐ νει ἀπομερί|ζων τὸν υἱὸν οὐδὲ τὸν υἱὸν ἀποσχίζων τὸν πα‐
27τέρα· μία γάρ ἐστιν ἡ θεότης. καὶ ὅτι τοῦθ’ οὕτως ἔχει, | τὴν βοήθειαν εἴπομεν τὴν ἐκ νεκρῶν ἀνάστασιν. ὅπου 〈μὲν〉 λέγεται ἑαυτὸν παραδεδωκέναι | καὶ ἐγηγερκέναι, ὅπου 〈δὲ〉

41

ὁ πατὴρ λέγεται παραδεδωκέναι αὐτὸν καὶ ἀνεστακέναι, | ἐξ
1οὗ παρίσταται ὅτι ἡ μία ἀνάστασις καὶ τὸ ἓν ἔργον ὑ[πὸ] πατρὸς καὶ υἱοῦ γινόμενον κατὰ μόνην | μίαν θεικὴν ἐνέργει‐
2αν γίνεται. κἂν ὁ πατὴρ ποιῇ, ὡ̣[ς] θεὸς ἐνεργῶν τοῦτο ἐρ‐
γάζεται, κἂν ὁ υἱός, | τοῦτο ποιεῖ ὡς θεός.164
320 εἰς τὴν ἀντίλημψίν μου πρόσχες. ἐὰν γὰρ προσχῇς τῇ ἀντιλήμψει μου, | ἡ βοήθεια οὐ με‐
4μάκρυνται, ἀλλ’ ὡς ἐγγὺς οὖσα ἐνήργησεν· λέγει γὰρ προη‐
5γουμένως ταῦτα περὶ τῶν | ἀνθρώπων· ἐλήλυθεν γὰρ οὐχ ἵνα
5προηγουμένως αὐτὸς ἀπο̣θ̣άνῃ καὶ ἀναστῇ ἀλλὰ δι’ ἄλλους. “χάριτι | θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου”. πάντες ὑπὲρ αὐτῶν ἀπέθανον. οὗτος χάριτι θεοῦ ὑπὲρ πάν|των ἐγεύσατο.
7“ἡ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας αὐτὸ τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέ|θανεν, ἄρα οἱ πάντες ἀπέθανον”, ἵ‐ να οἱ ἀποθανόντες μηκέτι ὦσιν νεκροί, “ἀλλὰ ζῶσιν | ἐκεί‐
9νῳ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἀναστ〈άντι〉”. ὄφλημά τις
10ἀνθρώπινον δύναται ἀπο|δοῦναι ὑπὲρ ἄλλου καὶ μέμψιν δύνα‐ ται ὑπὲρ ἄλλου ἀναδέξασθαι καὶ ἔλεγχον. θάνατον δὲ | ἄλλος
11ὑπὲρ ἄλλου οὐδεὶς δύναται ἀναδέξασθαι. καὶ ὅρα γε· ἐγεύ‐ σατο μόνον, οὐκ ἐρόφησεν αὐτόν, | οὐ κατέφαγεν αὐτόν. ὁ
12δὲ καταπινόμενος ὑπὸ θανάτου καὶ αὐτὸς αὐτὸν καταπίνει. “κατέ|πιεν ὁ θάνατος ἰσχύσας”. οὗτος κατέπιεν τὸν θάνατον ὁ καταποθεὶς ὑπ’ αὐτοῦ. ἐπειδὴ δὲ | Ἰησοῦς “ἁμαρτίαν οὐκ
14ἐποίησεν”, διὰ δὲ τῆς ἁλώσεως τῆς ἁμαρτίας καταπίνεται
15ὁ θάνατος καὶ κα|ταπίνει τὸν ἁμαρτάνοντα—, ὑπὲρ παντὸς οὖν ἐγεύσατο· πλὴν ἐγεύσατο. καὶ τὴν αἰτίαν ἀπο|δέδωκεν·
16“ἵνα διὰ τοῦ θανάτου 〈καταργήσῃ〉 τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου”. ἐν θανάτῳ θάνατον κα|τέλυσεν.
1721 ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Ἰησοῦς ἐστιν καὶ τοῦτον τὸν στί|χον ὁ λέγων, καὶ δύ‐
18ναται καὶ περὶ τῆς ἑαυτοῦ ψυχῆς τοῦτο λέγειν ἧς ἔσχεν ἐξ‐ ουσίαν θεῖναι καὶ | λαβεῖν αὐτήν, καὶ περὶ πάσης οἰκειω‐166
20θείσης αὐτῷ ψυχῆς. ὡς δὲ λέγεται ἕκαστος τῶν | ἁγίων οὐχ
20ἁπλῶς ἔτι ἄνθρωπος, ἀλλὰ θεοῦ ἄνθρωπος, οὕτως ἡ εὐαρεστεῖν προθεμένη θεῷ ψυχὴ οὐχ | ἁπλῶς ἔτι ψυχὴ λέγεται, ἀλλὰ θε‐
21οῦ ψυχή. ἑκατέρως οὖν περὶ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα λέγει | καὶ ἧς ἀνείληφεν, καὶ πάσης τῆς οἰκειωθείσης αὐτῷ. σημαίνει δέ ποτε ἡ ῥομφαία τὴν κόλασιν· | ὡς ἐὰν λέγη‐
23ται· “ἐν ῥομφαίᾳ τελευτήσ〈ου〉σιν πάντες ἁμαρτωλοὶ λαοῦ”· μὴ γὰρ γέγονέν ποτε ἐπὶ | ἱστορίας ὥστε ξίφει πάντα τὸν λα‐
24ὸν ἀναιρεθῆναι. τινὲς ἐξ αὐτοῦ ἀπέθνῃσκον, οὐ μὴν πάντες. |
25λέγει δὲ τοῦτο· οἱ ἁμαρτωλοὶ πάντες πειρα{σ}θήσονται κολά‐
25σεως. δηλοῖ δὲ ἐνίοτε καὶ πονηρὰν | δύναμιν καὶ αὐτὸν τὸν δι‐
26άβολον· ὅταν γὰρ λέγηται πρὸς τὴν Μαρίαν· “καὶ σοῦ αὐτῆς τὴν ψυχὴν | διελεύσεται ῥομφαία”, τὸν ἀντικείμενον λέγει. ὅταν δὲ ὑποβάλῃ τινὶ ἢ θελήσῃ ὑποβαλεῖν ἐν|θυμήματα, μὴ
28παραδέξηται δὲ ἡ ψυχὴ ἐκείνη, διέρχεται αὐτήν. ὡς τὸ βέλος

42

τὸ πεμπόμενον | ὅταν μὴ κατὰ σκοπὸν πεμφθῇ, διέ̣[ρχε]ται τὸν τοξευ〈ό〉μενον. ἔβαλεν εἰς τὸν Ἰούδαν, ἐπε|τόλμησεν κατὰ
2τοῦ Ἰούδα. οὐκ ἠσφα[λίσα]το ἐκεῖνος, οὐκ ἐφύλαξεν τό· “μὴ δῶτε τόπον τῷ διαβόλῳ”, | καὶ οὐ παρελήλυθεν αὐτόν· εἰς
3αὐτὸν γὰρ̣ εἰσῆλθεν. ὁ δὲ λέγων· “ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ | οὐκ ἐγίγνωσκον”, παρερχομένην εἶχεν τὴν ῥομφαί‐
5αν. τὸ μὴ γνῶναι δὲ ὧδε οὐ τὴν ἄγνοιαν | λέγει, ἀλλὰ τὸ
5μὴ πεπει[ρ]ᾶσθαι. εἰώθασ̣[ι]ν̣ οὖν καὶ οἱ εὐτελίζοντές τινα
λέγειν, εἰ καὶ πάρεστιν, εἰ | καὶ ἔστιν· “οὐκ οἶδα”.168
6 ἐπερ( )· τὸ “ῥῦσαι”; —μήτ̣ο̣[ι] τὸ “ῥῦσαι” πάντως τοῦτο σημαίνει ὅτι· “ἑαλωκότα με | καὶ ὑπ’ αὐτὴν ὄντα ῥῦσαί με”.
7ῥῦσαί με ἵν[α μὴ] πάθω τι ὑπ’ αὐτῆς. ἐπερ( )· τίς λέγει; —ἐκεῖνοι τοῦτο | βούλονται λέγειν
8ὅτι· “εἰ περὶ ψυχῆς λέγε[ι] ἑαυτοῦ, τίς ἐστιν ὁ λέγων; σῶ‐ μά ἐστιν τὸ λέγον”. σφάλ|λονται δὲ οἱ τοιαῦτα λέγοντες.
9ἐν τοῖς συνθέτοις ἕκαστον τῶν ἐν τῇ συνθέσει ὅλης τῆς συν‐
10θέσε|ως λέγεται. “ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα”. ἦ ἄλλο ἐστὶν τὸ πνεῦμα παρὰ | τοὺς ἀνθρώπους
11καὶ ἡ ψυχὴ ἄλλη καὶ τὸ σῶμα; τι[θ]εῖσιν οὖν αὐτοί. λέγομεν πολλάκις περὶ πόλεως, ὅτι κακὴ | πόλις κακοὺς ἄρχοντας ἔ‐
12χει, κακὸν δῆμ[ο]ν, κακοὺς νόμους, οὐκ ὀρθούς. τίς ἐστιν ἡ πόλις παρὰ τοὺς | ἄρχοντας τοὺς κακοὺς καὶ τοὺς βουλευ‐
13τὰς καὶ τὸν δῆμον; καὶ ὥσπερ περὶ τοῦ σώματος τοῦ ἀνθρω|‐ πείου λέγομεν, ὅτι κεφαλὴ σώματος, πρ[ό]σωπον σώματος, χεὶρ
15σώματος, πούς, μὴ ἄλλο ἐστὶν τὸ | σῶμα παρὰ ταῦτα, ἕκαστον
15δὲ ἄλλο παρ’ αὐτό ἐστιν. οἱ τὰ λογικὰ καλῶς πεποιηκότες ῥᾳδίως | ταῦτα νοοῦσιν. ἴδε· πάντα τὰ αἴσθησιν καὶ ψυχὴν ἔχοντα ζῷά ἐστιν, καὶ λέγω ὅτι οὐκ ἔστιν ἄνθρωπος | τὸ
17ζῷον οὐδὲ ἵππος οὐδὲ βοῦς. τοῦτο δὲ λέγω ὅτι ὁ ἄνθρωπος οὐκ ἔστιν ὅλον τὸ γένος, οὐκ ἔστιν | ὅλον τὸ ζῷον. καὶ
18λέγω τὰ καθέκαστα εἴδη ἕτερα εἶναι τοῦ ζῴου. πάντα δὲ ἅμα οὐ λέγω | ἄλλα αὐτοῦ {λέγω}, ἀλλὰ αὐτὸ εἶναι. οὕτω καὶ ἐ‐
20πὶ σώματος τὴν χεῖρα λέγω ἄλλην εἶναι παρὰ τὸ | σῶμα τοῦ170
20ἀνθρώπου, καὶ τὸν πόδα, τὴν κεφαλήν. πάντα δὲ οὔκ εἰσιν ἄλλα τοῦ σώματος, ἀλλ’ ἕκαστον | τοῦ ὅλου σώματος ἕτερόν
21ἐστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἀνθρώπου. ἐὰν λέγῃ· “ἡ ψυ‐ χή μου καὶ τὸ σῶμά | μου καὶ τὸ πνεῦμά μου”, ἕκαστον ἄλλο
22ἐστὶν παρὰ τὸν σύνθετον ἄνθρωπον. ἅμα δὲ πάντα οὐχ ἕτερα | αὐτοῦ ἐστιν. ἐὰν τοίνυν λέγῃ “ἡ ψυχή μου”—μὴ γὰρ περὶ τοῦ Ἰησοῦ μόνου τοῦτο κεῖται. καὶ ἕκαστος τῶν | ἀνθρώπων
24τοῦτο λέγει· “ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου”; “ἡ σάρξ
25μου ἠλλοίωται δι’ ἔλαιον”. καὶ “τὸ πνεῦμά | μου”· “καὶ
25ἔσκαλ〈λ〉εν τὸ πνεῦμά μου”. ἕκα[σ]τον οὖν ἕτερόν ἐστιν πα‐ ρὰ τὸ σύνθετον. πάντα δὲ ἅμα | λαμβανόμενα οὐ τοῦ συνθέτου
26λέγω 〈ἕτερα〉, ἀλλ’ ἕκαστον—ἐὰν οὖν λέγῃ “ἡ ψυχή μου”, | ὁ σύνθετος ἄνθρωπός ἐστιν ὁ λέγων ταῦτα. ἰδοὺ γοῦν εἶπεν· “καὶ ὀστᾶ μου καὶ ψυχή μου”, ἴδε, | “καὶ πνεῦμά μου”.
2821 καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ{ν} μου. εἶπεν· “ὅτι ἐκύκλωσάν με | κύνες πολλοί”. τοὺς πολλοὺς
29τούτους κύνας ἰδικῶς ἕνα λέγει κύνα. ὁ ῥυσθεὶς ἀπὸ τῶν |

43

καθέκαστα ἀνθρώπων ἐπιβουλεύειν βουλομένων [ἀπὸ] ἀνθρώπου 〈ἐ〉ρύσθη. χεῖρα δὲ τοῦ κυνὸς λέγει | τὴν πρᾶξιν αὐτοῦ.
2“καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ 〈Ἀγγαίου〉”. ἐπὶ τῶν φαύλων δὲ εἴρηται· “ἄκανθαι | φύονται ἐν χειρὶ τοῦ μεθύ‐
3σου”. ἐκ χειρὸς οὖν, ἐκ τῆς [πρ]άξεως τῶν κυνῶν τῶν κυκ‐
λωσάν|των με, κατὰ τὸ εἶδος κυνὸς ἑνὸς ὄντων, [ῥῦ]σαι τὴν172
4ψυχήν μου.
5λέγονταί τινες εἶναι | μονότροποι· “ὁ θεὸς κατοικίζει
5μονοτρόπους ἐν οἴκ[ῳ]”. καὶ δυνα〈τὸν〉 μὲν λεχθῆναι ὅτι πάν‐ τες οὗτοι | οἱ κατοικιζόμενοι ἕνα τρόπον ἔχουσιν καὶ ταύ‐ τῃ [μο]νότροποι εἴρηνται, ὡς τό· “τῷ αὐτῷ νοῒ | καὶ τῇ
7αὐτῇ γνώμῃ κατήρτισθε”.
7 δυνατὸν δὲ καὶ οὕτως· [ὁ] ἔχων γνώμην μὴ μεταβάλλουσαν, τρόπον | μὴ ἐξ ἑτέρου ἕτερον γινόμενον, μονότροπός ἐστιν· [οὐ] γὰρ ἀλλοιοῦται κατὰ τὸν ἄφρονα ὁ σοφός, | ἀλλὰ ἐκλάμ‐
9πει ὡς ὁ ἥλιος. ὁ ἥλιος δὲ οὐκ ἔχει μετα[β]ολὰς φωτισμῶν.
10μονογενὴς οὖν ἐστιν | αὐτῷ αὕτη ἡ ψυχή. εἶπον ὅτι καὶ
10ἄλλαι οἰκειωμέναι αὐτ[ῷ] διὰ ἀρετῆς γίνονται ψυχαί. οὐκ ἔχουσιν δὲ | τὸ στάσιμον, τὸ βέβαιον. μόνη αὕτη ἁμαρτίαν μὴ π[οι]ήσασα μηδὲ γνοῦσα μονογενής ἐστιν. | πολλὰς ἔχει ψυ‐
12χάς· ταύτην δὲ μονογενῆ ἔχει· ἄτρεπτος γάρ ἐστιν. ἄτρεπτον δὲ λέγω οὕτω· | μὴ τρεπομένην· τὸ γὰρ ἄτρεπτον ἀπολελυμένως λ̣εγόμενον τὸ ἀμετάβλητον δηλοῖ. ὅταν δὲ | λέγω ὅτι ὁ δί‐
14καιος οὐ τρέπεται πρὸς ἀδικίαν, λέγω δίκαιο̣ν̣ ἄτρεπτον εἶ‐
15ναι ἐν ὅσῳ τὴν δικαιοσύνην | ἔχει· τὸ μὲν γὰρ ἄτρεπτον οὐ
15τρέπεται. οὐ πάντως δὲ τ̣ὸ̣ μὴ τρεπόμενον ἄτρεπτόν ἐστιν. μονο|γενὴς οὖν αὐτῷ ἐστιν αὕτη ἡ ψυχὴ παρὰ τὰς ἄλλας ὅτι μόνη ἔχει τὸ ἀεὶ συνεῖναι αὐτῷ. οὐ χωρίζει | αὐτὴν
17οὐ λογισμός, οὐκ ἐνθύμημα, οὐ ταραχή· κἂν γὰρ τ̣αραχθῇ, μέ‐ χρι προπαθείας ἵσταται ἡ ταραχή· | τοῦτο γὰρ διὰ τοῦ “νῦν”
18ἐδηλώθη, ὅτι οὐ τὸν κατὰ πλάτος χρόνον σημαίνει διὰ τοῦ
“νῦν”, ἀλλὰ τὸ | σημ〈ειῶδεσ〉, τὸ μὴ ὂν χρόνον. πᾶς χρόνος174
19τὰς τρεῖς ἔχει δ̣ι̣αστάσεις. τὸ δὲ “νῦν” τοῦτο οὐκ ἔχει·
20πέρας γάρ| ἐστιν χρόνου.
20 “ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν”. μέχρι τοῦ ἄρξασθαι μὴ ἀντὶ ἀν〈αν〉δρία〈σ〉 δύ|ναται λαβεῖν προπάθειαν· φύσεως
21γὰρ ἔλεγχός ἐστιν [ἡ] προπάθεια, οὐ ποιότης φαῦλον ἢ σπου‐ δαῖ|ον ποιοῦσα, εἰ μὴ προσλάβοι τὰ ἑξῆς ὥστε μηκέτι εἶναι προπάθειαν. πολλάκις ἡμῖν διεστάλη ταῦτα | ὅτι τέσσερά
23ἐστιν· ἡ προπάθεια μόνη ἀπολύει ἐνκλήματος, οὐχ ὑποβάλλει ἐνκλήματι· τὸ πάθος δὲ | μετρίῳ ἐνκλήματι· ἡ δὲ διάθεσις
24κακία ἐστὶν λοι[π]όν· πολλῷ πλέον καὶ ἡ πρᾶξις προσλημφ‐
25θεῖ|σα.
2522 σῶσόν με ἐκ στόματος λέοντος.
25 ἐνταῦθα δύναται καὶ τὸν διάβολον “λέοντα” λέγειν· | καὶ γὰρ ἐπέθετο ἐν τῷ καιρῷ τοῦ πάθους. ἀμέλει γοῦν ὅτε ἐν τῇ τεσσερακονθημέρῳ τοῦ πειρασμοῦ εἴρη|ται ὅτι· “ἀπ‐
27έστη ὁ διάβολος ἀπ’ αὐτοῦ”, πρόσκειται ἐν τῷ εὐαγγελίῳ· “ἄχρι καιροῦ”. τότε πάλιν ἐλήλυ|θεν ὅτε τὸ πάθος. καὶ
28ἐπεὶ ἔλεγον τὰς ἐπιβουλὰς ὁτὲ μὲν αὐτῷ τῷ ἀνθρώπῳ τοῦ σωτῆρος προσάγε〈σθ〉αι | ὁτὲ δὲ τοῖς αὐτοῦ, ὅταν ὁ Πέτρος
29λέγῃ ἢ ὁ σωτὴρ λέγῃ τῷ Πέτρῳ· “ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο

44

ἡμᾶς”, | τρόπον τινὰ κατὰ τοῦ σωτῆρος ὁρμ̣[ῶν τ]ὰ μέλη αὐ‐ τοῦ ἤθελεν καταφαγεῖν. λέγει γοῦν ὅτι· “σῶ|σόν με ἐκ στό‐
2ματος τοῦ λέοντος”.
2δύναται δ̣[ὲ καὶ τ]ὸν λαὸν ἐκεῖνον “λέοντα” καλεῖν· “ἐ‐
γενήθη” γὰρ “ἡ κληρονομί|α μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ”.176
3μὴ τ̣[α]ῦτα πάθοιμι ἃ ἐκεῖνοι βούλονταί με διαθεῖναι. ταῦ‐ τα δὲ λέγει | διὰ τὸ πᾶσαν λογικὴν οὐσίαν, κἂν τελ[εία]
4ᾖ, χρῄζειν τῆς παρὰ θεοῦ συμμαχίας. |
5“σῶσόν με ἐκ στόματος λέο[ντο]ς”. {καὶ ἀπὸ κεράτων μο‐
5νοκερώτων τὴν ταπείνωσίν μου} | δύναται λέγειν ἐνταῦθα λέοντα τὸ πλ[ῆθ]ος τῶν Ἰουδαί‐ ων, τὸν τοῦ Ἰσραὴλ λαόν· εἶπεν γὰρ ἐν Ἰη|ρεμίᾳ· “ἐνκατ‐
7έλιπα τὸν οἶκόν μου, ἀφ[ῆ]κα τὴν κληρονομίαν μου. 〈ἐγενή‐ θη ἡ κληρονομία μου ἐμοὶ〉 ὡς λέων ἐν δρυμῷ”. λαὸν ὄν|τα
8αὐτοὺς ἐν παραδείσῳ ἔθηκα, ἔνθ[α κ]αρποφορία πολλή. ὅτε δὲ εἰς ἀγριότητα μεταβεβλήκασιν, | τότε λοιπὸν ἐν ἀκάρποις
9ξύλοις φωλ̣ε̣ύ̣ουσιν—ὁ γὰρ δρυμὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τό‐
10πος | ἀκάρπων ξύλων—. λοιπὸν οὖν ἐκεῖ λ[ο]χ̣ῶσιν. καὶ ἡ κληρονομία μου, ἣν ἔσχον ἵνα λαὸς ᾖ{ν} | καὶ μερὶς κυρίου,
11εἰς τοσοῦτον ἐξηγριώθη κ̣α̣τ’ ἐμοῦ ὡς λέοντι παραβληθῆναι, οὐδὲ λέοντι | τιθασευθέντι—πολλάκις γὰρ εἰς ἀνθρώπων
12τ[όπ]ους ἐρχόμενοι οἱ λέοντες τιθασεύοντ̣α̣ι—, ἀλλὰ ὡς ἐν | δρυμῷ, ὡς ἄγριος θήρ.
13 δύναται δὲ καὶ π[ερὶ] τοῦ διαβόλου λελέχθαι· εἴπομεν γὰρ καὶ τοῦτο, ὅτι μετὰ | τὸν πειρασμὸν τὸν ἐν τῇ ἐρήμῳ
14εἴρηται ὅτι· “ἀπέστη ἄχρι καιροῦ”.
1422καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.〉
15ἰσχυρὸν λέγει ζῷον τὸν μονοκέ|ρωτα. οὐχ ὑπόκειται ἀν‐178
15θρώπῳ, οὐ τιθασεύεται̣ ὑπὸ ἀνθρώπου. “ἀπὸ κεράτων” οὖν μονοκερώτων τὴν ταπείνω|σίν μου”, ταπείνωσιν ἑαυτοῦ λέγων
16τὸν σταυρὸν καὶ τὸν θάνατον. “ἑαυτὸν ἐταπείνωσεν ὑπήκοος | γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ”. τὴν ταπεί‐ νωσίν μου οὖν τότε ἀπὸ τῶν | μονοκερώτων τούτων ῥύῃ—πο‐
18νηρ[οὶ δ]ὲ καὶ οὗτοί εἰσίν τινες ἐχθροί—, τότε, ὅταν ἀναστ〈ῶ〉 ἐκ νε|κρῶν· “παρέστησαν” μὲν γὰρ “οἱ βασιλεῖς τῆς
19γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό”, ἵνα περι|‐
20βάλωσιν αὐτὸν θανάτῳ. τότε δὲ ῥύεται θεὸς α[ὐτ]ὸν ἀπὸ τῆς
20ταπεινώσεως {ε}αὐτοῦ· ἀνίσταται ἐκ νεκρῶν. | ταῦτα δὲ πάντα περὶ τοῦ ἀνθρώπου λέλεκται. ἀμέλει γοῦν
21ἐπήγαγεν εὐθύς·
2123 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.〉 “ἀπαγγελῶ τὸ ὄνομά σου | τοῖς ἀδελφοῖς μου· καὶ πάλιν·
22ἰδοὺ ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτόν, ἰδοὺ ἐγὼ καὶ τὰ παι‐ δία | ἅ μοι δέδωκεν ὁ θεός”. καὶ ἔτι· “ὅθεν ὤφειλε[ν] κα‐ τὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι”. οὐ κατὰ μό|νον τὸ σῶ‐
24μα, ἀλλὰ κατὰ πάντα. κατὰ τὴ̣[ν] θεότητα ὁ μονογενὴς τοῦ
25θεοῦ υἱὸς ἀδελφὸν οὐκ ἔχει· | εἰ γὰρ εἶχεν ἀδελφόν, οὐκ
25ἦν μονογενή̣ς̣. ἀντίκειται δὲ τὸ ἔχειν ἀδελφοὺς τῷ μονογενῆ τινα | εἶναι. ὁ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. ὁ ἔχων ἀδελ‐
26φοὺς οὔκ ἐστιν μονογενής. “ἀδελφοὺς” | λέγει τοὺς ἀποστόλους καὶ πάντας τοὺς ἐκ
27περιτομῆς πιστεύσαντας αὐτῷ· πολλοὶ γὰρ ἐπίστευσαν ἐκ τῶν | Ἰουδαίων. καὶ οἱ δώδεκα καὶ οἱ ἑβδομήκοντα ἀπ’ αὐτῶν ἦ‐180

45

σαν. κατὰ σάρκα οὖν ἀδελφοὶ αὐτοῦ | ἐκεῖνοι ἐτύγχανον.
1γίνονται δὲ αὐτοῦ πάλιν ἀδελφ[οὶ κα]τὰ πνεῦμα οἱ τὸ τῆς “υἱοθεσίας πνεῦμα” | ἀπολαμβάνοντες· εἰ γὰρ “ὁ ποιῶν δικαι‐
2οσύνην ἐκ τοῦ [θεοῦ γε]γέννηται” καὶ “ὁ πιστεύων ὅτι Ἰη‐ σοῦς ὁ χριστός | ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται”, εἰσὶν υἱοὶ θεοῦ τινες. ο̣ὗτ̣οι δὲ ἀδελφοὶ πάλιν οὐ μονογενοῦς, | οὐ
4κατὰ τὴν θεότητά εἰσιν, ἀλλὰ κατὰ τὸν ἐναν[θρ]ω̣πήσαντα.
5ὁ ἀπόστολος οὖν ταύτῃ συν|χρησάμενος τῇ λέξει ἐπὶ τοῦ
5ἀνθρώπου αὐτὴν ἔλαβεν· “δι’ ἣ[ν αἰ]τίαν οὐκ ἐπαισχύνεται 〈ἀδελφοὺσ〉 αὐτοὺς καλεῖν”· | οὐδὲν γὰρ ἀφῆκεν τῶν ἐξ ὧν
6συνπληροῦται ὁ ἄνθρωπος ἔχ[ειν]. ἐπεὶ εἰ μὴ πάντα ἔχει, οὔκ ἐστιν ἄνθρωπος. | εἶπον πολλάκις ὅτι εἰσὶν μικτά τινα, οἷον τὸ ὑδρόμ̣[ελ]ι. ἐὰν ἀφαιρεθῇ τοῦ ὕδατος, ἢ μόνον | μέ‐
8λι ἐστὶν ἤ, κἂν μετ’ ἄλλου μιγῇ, οὔκ ἐστι[ν] ὑδρόμελι. εἰ οὖν ἔχοι σῶμα μόνον, οὐ | κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοι‐
9ώθη· ἄλογος γάρ [ἐσ]τιν ἡ ὀρεκτικὴ ψυχή. ἡ χωρὶς νοῦ ψυ|‐
10χὴ ἄλογός ἐστιν οὐδὲ ὑφισταμένη τὴν ἀρχήν, εἰ [μ]ὴ ἐν τῇ συνθέσει· συνφθείρονται γὰρ | αἱ ὀρεκ[τ]ικαὶ ψυχαὶ τοῖς σώ‐
11μασιν ὧν εἰσιν ψυχαί. ”[κ]ατὰ πάντα” οὖν “τοῖς ἀδελφοῖς ὡμοιώθη”, | οὐ κατά [τ]ι̣, κατά τι δὲ οὔ. λέγει ὁ ἀπόστολος πάλ[ιν]· “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς | ἀδελ‐
13φοῖς, 〈οὓ〉ς προέγνω καὶ προώρισεν συνμόρφους”. ὁρᾷς ὅτι ἐ‐ πὶ κτήσεως ἔσχεν τὸ | εἶναι πρωτότοκος ἐν πολλοῖς ἀδελ‐
15φοῖς, ὅτε ἐνηνθρώπησεν, ὅτε τὸν ἐκ τῶν ἀδελφῶν | ἀνέλαβεν
15ἄνθρωπον. πρωτότοκον δὲ ἐνταῦθα ἐὰν λέγῃ, τιμιώτερον λέ‐ γει. οὕτω δὲ καὶ “ἐκκλησία | πρωτοτόκων” [ὀ]νομάζεται. οὐχ οἷόν τέ ἐστιν π̣ά̣ντας πρωτοτόκους εἶναι, τιμίους δὲ | πάν‐182
17τας εἶναι, δυνατόν. διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἀπῄτ̣ησεν τὰ πρωτοτόκια τὸν Ἠσαῦ, τὴν τιμὴν | τοῦ πρω[το]τ[όκο]υ. πρω‐
18τότοκος οὖν ἐστιν ἐν πολλοῖς ἀδελφοῖς, ὡς καὶ “πρωτότοκος ἐκ | τῶν νεκρῶν”. παντὸς νεκροῦ πρῶτός ἐστιν· αὐτοῦ γὰρ
20ἀναστάντος δεδύνηταί τις ἄλλος | ἀναστῆν̣[α]ι.
20 λέγει οὖν ἀπαγγέλλειν τὸ ὄνομα τοῦ πατρός, τουτέστιν φανεροῖν αὐτό. ὅταν | δὲ γνῶσιν τ[ὸν] πατέρα καὶ τὸ ὄνομα τοῦ πατρὸς γνῶσιν, τότε συνεισαγομένην ἔχουσιν | καὶ τὴν
22γνῶσιν [το]ῦ υἱοῦ· ταῦτα γὰρ συνεισάγει ἄλληλα. καὶ κατὰ ὕπαρξιν τὰ πρός τι λέγω | καὶ κατὰ γνῶσιν. ἀδύνατόν ἐστιν
23τὸν εἰδότα θά[τ]ε̣ρ̣ον τῶν πρός τι τὸ λοιπὸν μὴ εἰδέναι. | “καὶ ἀπὸ κεράτων μονοκερώτων”.
24καλεῖται καὶ ῥινοκέρως. καὶ ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ τοῦ‐
25το, | τό· “καὶ ὁ ἠγ[α]πημένος ὡς υἱὸς μονοκερώτων”. τοῦτο τὸ ζῷον λέγεται μέγεθος ἔχειν οὐ〈κ〉 ἐλάττω | μεγάλου μόσ‐
26χου. πάνυ δὲ συνεστραμμένον ἐστίν, παχύ ἐστιν, καὶ ἔχει ἐπάνω τῆς ῥινὸς κέρας, | καὶ ἰσχυρότατόν ἐστιν τὸ ζῷον,

46

καὶ ὅταν θυμωθῇ, ἰσχυρότατον γίνεται αὐτοῦ τὸ κέρας | οὕ‐
1τως ὡς παντὸς εἶναι σκληρότερ[ο]ν̣ ἐλέφαντος. ὅταν δὲ μὴ θυμοῦται, ἁπαλόν ἐστιν | ὡς σάρξ. καὶ ἐνίοτε, ὅταν καῦμα
2ᾖ{ν̣}, ἐ̣[κ]βάλλει πέτρας μεγάλας, ἵνα εἰς ἐκεῖνον τὸν τό‐ πον θῇ ἑαυτόν, | ψυχρὸν ὄντα. τοῦτο οὖν τὸ ζῷο[ν ὡ]ς εἶ‐
πον θυμωθέν, ἔχει τὸ κέρας σκληρότατον. | ἠρεμοῦν δὲ οὐκ184
4ἔχει. πειρῶνται ο[ὖν τ]ὸ κέρας αὐτοῦ λαμβάνειν· ἐστὶν
5γὰρ τίμιον. ἐπεὶ οὖν | τοιοῦτο αὐτὸ βούλονται, οὐκ ἀπρο‐
5ορ[ά]τ̣ως τοξεύουσιν αὐτό, οὐχ ὑποπίπτει θήρᾳ, οὐχ ἁλίς|‐ κεται γαλεάγρᾳ ἤ τινι ἄλλῳ. τό̣ξ̣ῳ̣ [δ]ὲ αὐτὸ βάλλουσιν. ὅ‐ ταν οὖν θυμωθῇ, τότε τιτρώς|κουσιν τῷ βέλει.
7 ἐπερ( )· εἰς ποῖον [π]ρόσωπον αὐτὸ λαμβάνομεν; εἰς τὸν Χριστόν; —ἐὰν ἐπαινετῶς λη|φθῇ. λαμβάνεται δὲ ἐπαινε‐
8τῶ[ς] ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ· “καὶ ὁ ἠγαπημένος ὡς υἱὸς | μονοκερώτων”. μονογενῆ{ν} β̣ασιλείαν ἔχον σημαίνει. ἡ τοῦ
10σωτῆρος οὖν βασι|λεία οὐκ ἔχει διπλόην, ἀλλὰ ἁπλή [ἐσ]τιν οἷα ἐπιδημήσαντος θεοῦ. καὶ κατὰ τοῦτο μονο|κέρως λέγεται.
11ὅταν δὲ ψεκτῶς̣ λ̣α̣μβάνεται, διὰ τὴν ἀγριότητα λαμβάνεται, οὐ διὰ τὸ | κέρας.
12 λέγουσιν δέ τινες ὡς ἐν [ἀπ]ο̣κ̣ρύφῳ τὸ “ἀπὸ κεράτων μο‐ νοκερώτων” ἐπαινετῶς, | ὅτι τὰ ἄκρα τὰ ἄνω τοῦ σταυρ[οῦ]
13σχῆμα εἶχον κεράτων. 23 {διηγήσομαι τὸ | ὄνομά σου τοῖς ἀδελφοῖς μου} ἐν
14μέσῳ ἐκκλησίας ὑμνήσω σε.
15 ἐν μέσῳ ἐκ|κλησίας ὑμνεῖ τὸν θεὸν ὁ μετὰ παρρησίας καὶ κοσμίως ἀναφέρων τοὺς ὕμνους. | δεῖ τὸν ὑμνοῦντα θεὸν δί‐
16καιον εἶνα̣ι· “τοῖς” γὰρ “εὐθέσιν πρέπει αἴνεσις”. καί· “οὔκ ἐστιν | ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ”. κ̣α̣ὶ̣ ὥσ‐ περ τὸν λόγον λέγομεν τὸν θεῖον ἐν ἐξουσίᾳ | λέγεσθαι
18—ὅταν τις διδάσκῃ περὶ σ[ω]φ̣[ρ]οσύνης σώφρων ὤν, ἐν ἐξ‐ ουσίᾳ ἔχει τὸν λόγον. ἐὰν | δὲ ἀκόλαστος ᾖ καὶ ῥυπαρός,186
19ο[ὐ πεπ]ληρωμένως αὐτὸ〈ν〉 προφέρει. ἡ συνείδησις αὐτοῦ
20ἐν|ποδίζει αὐτόν—ὥσπερ οὖν ἐν ἐξουσί[ᾳ] τ̣ὸν λόγον ἔχει ὁ κατάλληλα οἷς λέγει ἔργα φέρων | καὶ συνφυῆ τῷ θεωρητι‐ κῷ βίῳ τὸν πρακτικὸν ἔχων, οὕτως ἐν μέσῳ ἐκκλησίας | ὑμ‐
22νεῖ τὸν θεὸν ὁ μὴ ἔχων ὑ[πο]σ[το]λήν τινα. οἷον διδάσκει περὶ σωφροσύνης, | ἵνα σώφρων ᾖ· τότε γὰρ ἐν μέ[σῳ τῆ]ς ἐκκλησίας ὑμνεῖ τὸν θεόν, ἵνα διδάσκων | περὶ ἐλεημοσύνης
24τοιοῦτος ᾖ, ἵ̣ν̣α λέγων περὶ ἀνδρείας τοιοῦτος ᾖ. ὅταν οὖν
25ἴδῃς | τινὰ περὶ ἀνδρείας διεξερχόμενον λόγους δειλὸν ὄν‐ τα, οὐκ ἐν μέσῳ ἐκκλησί|ας τοῦτο ποιεῖ.
26 ὅτι δὲ τὴν παρρησ[ί]αν τὸ “μέσον” σημαίνει, καὶ ἐξ ἄλ‐ λου ψαλμοῦ ἔστιν | μαθεῖν· “οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν”. οὐδεὶς ὑπερή|φανος ἤθελεν φαίνεσθαί

47

μοι. ἐν γωνίᾳ τοῦτο ἔπραττεν ὑποστελλόμενος, | ἐρυθριῶν.
1 ἐν μέσῳ οὖν ἐκκλησίας ὑμνεῖ τὸν πατέρα [ὁ σ]ωτήρ. ὅταν δὲ λέγω τὸν πατέρα, καὶ τὸν | υἱὸν ἄκουε. θεὸν δὲ ὑμνεῖ,
2θεότης δὲ μία πατρὸς καὶ υἱοῦ. 24 οἱ φοβούμενοι τὸν κύριον, 〈αἰνέ〉σα|τε αὐτόν.
3 οὐχ ὁ τυχὼν 〈αἰνεῖ〉 τὸν θεόν, ἀλλ’ ὁ φόβον ἔχ[ων] τὸν εἰς αὐτόν. οὐ πᾶς δὲ φόβος θεοῦ | ἐστιν· ἔστιν γὰρ φόβος
4κολάσεως. οὗτος οὔκ ἐστιν θεοῦ. ἀμέλει γοῦν “ἡ τελεία”
5πρὸς θεὸν | “ἀγάπη ἔξω βάλλει τὸν φόβον”. ὁ πρὸς θεὸν
ἔχων ἀγάπην ἐξ ὅλης καρδίας, ἐξ ὅλης διανοίας, | οὐκ ἔχει188
6τὸν παθητικὸν φόβον. οὕτω γοῦν οἱ Ἰησοῦ μαθ̣η̣ταὶ ἐκτὸς τοῦ παθητικοῦ φόβου ἐκα|λοῦντο ὑπὸ τοῦ σωτῆρος λέγοντος·
7“μὴ φοβεῖσθε τοὺς ἀποκτεννόντας τὸ σῶμα”. καὶ οἱ λέγον‐ τες· |“κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος”; τὸν παθητικὸν φόβον ἐξέβαλον· | ὁ γὰρ τοῦ θεοῦ
9φόβος οὔκ ἐστιν παθητικός, οὐ κολάσεώς ἐ̣[σ]τιν, ἀλλὰ σεβασ‐
10μοῦ. “φόβος κυρίου πάντα | ὑπερέβαλεν”, οὐδενὸς δεύτερός
10ἐστιν, οὐδὲ αὐτῆς τῆς ἀγάπ̣η̣ς. καί· “οὐκ ἔστιν ὑστέρημα τοῖς φοβου|μένοις αὐτόν”.
1124 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. δύναται δὲ καὶ πρὸς ῥητὸν λέ|γεσθαι ὅτι· ἐπειδὴ ἐκλή‐
12θη ὁ λαὸς ἐκεῖνος ὁ ἐκ τῶν πατριαρχῶν εἰς τὸ ὑμνεῖν καὶ δουλεύειν θεῷ, εἰκό|τως πᾶσιν προστάττεται τοῦτο ποιεῖν.
13 ἐπειδὴ γὰρ πολλοὶ γέγοναν ἐξ αὐτῶν ἁμαρτωλοί, οὕτω | λαμβάνομεν “ἅπαν τὸ σπέρμα τοῦ Ἰακὼβ” οὐ τὸ πονηρόν—ἐ‐
15λέχθη γὰρ περὶ αὐτοῦ· “σπέρμα πονη|ρόν”—, ἀλλ’ ὅταν ἔξω
15πάσης πονηρίας ᾖ, ὡς καὶ αὐτὸς ὁ οὗ σπέρμα ἐστίν. καὶ λαμ‐ βάνομεν ἐνταῦθα τὸν | Ἰακὼβ τὸν πατριάρχην καὶ λέγομεν
16ὅτι· ἐπειδὴ οὗτος πτερνιστὴς γέγονεν καὶ ἐκ τούτου τοῦ | κατορθώματος τὴν προσηγορίαν ἔσχεν, πάντες οἱ πτερνίζοντες τὴν κακίαν περιγινό|μενοι τῶν ἀντικειμένων δυνάμεων, πονη‐ ρῶ[ν] ἀντιπάλων οὐσῶν, οὗτοι Ἰακώβ | εἰσιν· ἐν τοῖς ἀν‐
19δραγαθήμασιν γὰρ αὐτοῦ ὁ Ὡσηὲ ἔταξεν τοῦτο λέγων ὅτι· “ἐν
20τῇ κοιλίᾳ ἐπτέρνι|σεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐνίσχυσεν μετὰ θεοῦ καὶ ἠδυνάσθη”. τὸ ἐνισχῦσαι μετὰ θεοῦ καὶ δυ|νηθῆναι190
21μέγα ἀνδραγάθημά ἐστιν. οὕτω γοῦν συνηρίθμησεν τὸ{ν} ἐν τῇ κοιλίᾳ ἐπτερνικέναι | τὸν ἀδελφόν.
22 ἐλέχθη δὲ καὶ ὁ σωτὴρ ἐν Ἰσαίᾳ Ἰακώβ· “Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ”. | καὶ ταύτην τὴν λέξιν πεπλη‐
23ρῶσθαι ὑπὸ Χριστοῦ ὁ Μαθαῖος εἶπεν. 24 φοβηθήτωσαν αὐτὸν | ἅπαν τὸ σπέρμα Ἰσραήλ.
24οὐχ ὁ παθητικὸς φόβος δόξα ἐστίν, ἀλλ’ ὁ τοῦ θεοῦ φό‐
25βος ὁ μετὰ | πολλὰ παραγινόμενος τοῖς σπουδάσασιν αὐτὸν ἔχειν. “υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐν|τολῆς κρύψῃς πα‐
26ρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ οὖς σου, παραβαλεῖς δὲ τὴν καρδίαν σου | εἰς σύνεσιν”. καὶ μεθ’ ὁλίγα· “καὶ ἐὰν
27ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς | αὐτήν, τότε συνήσεις φόβον κυρίου”. ὅρα, μετὰ πολ̣λ̣ὰ κατ‐

48

ορθ̣ώματα καὶ τελείας ἀρετάς. | πώς ποτε δὲ ἡμεῖς ἁπλῶς
1λέγομεν. ἐὰν [δ]ὲ̣ εἰδῇς τὰ ἀνδραγαθήματα καὶ τὰς ἀριστεί‐ ας καὶ τὰ κατορθώ|ματα τοῦ Ἐλισαίου, ὄψει τίνα τρόπον
2ὁ φ[ο]β̣ούμενος τὸν κύριον οὐχ ὁ τυχών ἐστιν. 25 {ἅπαν τὸ σπέρμα | Ἰακώβ, δοξάσατε αὐτόν} ὅτι οὐκ
3ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ. πτωχὸν | ἐνταῦθα λέγει τὸν ἐπιδημήσαντα σω[τ]ῆρα τὸν
5ἡμῶν ἕνεκα πτωχεύσαντα. καὶ ὥσπερ κατάρα γέγονεν | οὐχ
5ἁπλῶς, ἀλλ’ “ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένη‐
ται”—ποιητικὴ δὲ εὐλογίας κατάρα οὔ|κ ἐστιν κατάρα τῷ192
6ὄντι. τὰ δὲ ποιητικὰ τῶν καλῶν καλά ἐστιν. τὰ ποιητικὰ τῶν θεῷ ἀρεσκόντων | καὶ αὐτὰ θεῷ ἀρέσκει. σημαίνει δὲ τὸ
7ὄνομα τῆς κατάρας τὸν σταυρόν, ὡς αὐτὸς ὁ ἀπόστολος ὁ τὴν | φωνὴν ταύτην γράψας ἀπέδειξεν. εἶπεν· “ὅτι γέγραπται· ἐπι‐ κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου”—, | καὶ ὥσπερ νε‐
9κρὸς γέγονεν, ἵνα τοὺς νεκροὺς ζῶντας ἀποδείξῃ καὶ ποιή‐
10σῃ, καὶ γέγονεν ἐν | θανάτῳ, ἵνα τὸν θάνατον καταλύσῃ καὶ τοὺς κατεχομένους ὑπ’ αὐτοῦ ἐλευθερώσῃ, οὕτω καὶ πτω|χὸς γέγο‐
11νεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γένωνται ὑπὲρ ὧν πτωχὸς γέ‐
11γονεν. καὶ ὅρα γε τὴν | διαφοράν· “γιγνώσκετε τὴν χάριν τοῦ
12κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι’ ὑμᾶς ἐ‐ πτώχευ|σεν”. τὸ πτωχεῦσαι δι’ ἡμᾶς, τὸ πλούσιος εἶναι οὐ δι’ ἡμᾶς· οὐ γὰρ εἴρηται γεγονέναι πλούσιος ὥσπερ | γεγο‐
14νέναι πτωχός, ἀλλὰ “πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν”. καὶ
15ὥσπερ μορφὴν 〈θεοῦ〉 ἔχων καὶ ὑπάρ|χων ἐν μορφῇ θεοῦ, λα‐
15βὼν τὴν δούλου {θεοῦ} οὐκ ἀπέβαλεν τὴν θεοῦ μορφήν, οὕτω πτωχὸς διὰ | ἄλλους γενόμενος τὸν πλοῦτον οὐκ ἀπέβαλεν· πλοῦτον γὰρ αὐτοῦ λέγομεν οὐχ ὡς ἐπὶ τῶν ἁγίων | ἀ̣ν̣δρῶν
17τὰς ἀρετάς· αὐτὸς γάρ ἐστιν ὁ χορηγὸς τῶν ἀρετῶν, αὐτός ἐστιν, οὗ τῇ μετοχῇ ὑφίστανται | [αἱ] ἀ̣ρ̣εταί. μένων οὖν
18πλούσιος πτωχὸς γέγονεν. διὰ ἄλλους δὲ πτωχὸς γέγονεν, ἵνα πλουτήσωσιν | ἐκεῖνοι. καὶ ὅταν ἡμεῖς ἐν τῇ προλαβού‐
20σῃ πτωχείᾳ μένωμεν καὶ μὴ σπεύδωμεν τὸν πλοῦ|τον ἐκεῖνον
20ἀναλαβεῖν, ὃν χαρίζεται ἡ πτωχεία ἐκείνου, τὸ ὅσον εἰς ἡμᾶς, μένει πτωχός· | εἰ γὰρ ἄλλων ἕνεκα, ἵνα πλουτήσωσιν, πτωχὸς γέγονεν, 〈ὅταν〉 πλουτήσωσιν ἐκεῖνοι, οὐκέτι | πτω‐194
22χός ἐστιν. πτωχὸς γέγονεν γενόμενος σάρξ. ὅταν θεασώμε‐ θα “τὴν δόξαν αὐτοῦ, | δόξαν ὡς μονογενοῦς παρὰ πατρός,
23πλήρης χάριτος καὶ ἀληθείας”, ἐκ πτωχῶν πλούσιοι γεγόνα‐ 〈μεν〉, | καὶ αὐτὸς ἐκ πτωχοῦ πλούσιος ἀνεδείχθη, οὐ πλού‐
25σιος γέγονεν. ἡ δόξα γοῦν αὐτοῦ φανερὰ | γέγονεν, ὅτι “ὡς
25μονογενής” ἐστιν “παρὰ πατρός, πλήρης χάριτ〈ο〉ς καὶ ἀλη‐
25θείας”. “οὐ προώχθισεν | οὐδὲ ἐξουδένωσεν τὴν δέησιν τοῦ πτω‐ χοῦ”· ὑπὲρ σωτηρίας γὰρ τῶν ὅλων ἀνε|πέμπετο. “καὶ ἐάν
27τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χρισ‐

49

τὸν δίκαιον”, | ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. οὐκοῦν ὅσον ἐν ἁμ[αρ]τίαις ἐσμέν, παράκλητον αὐτὸν | ἔχομεν. ὅ‐
2ταν δὲ παυσώμεθα τοῦ ἔχειν ἁμαρτίας, οὐδὲ ἄ̣[ρα] περὶ τού‐ του παρακαλεῖ ὅλως. | “ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς
3δύναται τοὺς δι’ αὐτοῦ προσερ[χο]μένους τῷ θεῷ, ζῶν πάν‐ τοτε | εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν”. εἰ ἐντυγχάνει ὑπὲρ
5αὐτῶν, ἵνα ζήσω[σιν], ὅταν ζήσωσιν, οὐκέτι ἀνα|φέρει ταύ‐
5την τὴν περὶ αὐτῶν εὐχήν, ἀλλ’ ἢ ἄρα περὶ φυλακῆ[ς] αὐτῆς, περὶ τοῦ παραμένειν αὐτῇ. ταύ|την οὖν τὴν δέησιν τοῦ πτω‐
6χοῦ οὐκ ἐξουδένωσεν οὐδὲ πρ[ο]σώχ[θ]ισεν τῷ ἀναφέροντι
6αὐτήν. | “οὐδὲ ἀπέστρεψεν αὐτοῦ τὸ πρόσωπον”. ἀποστρέφεται δέ τινος τὸ πρόσωπον εὐχομένου, ὅταν μὴ | ἐπινεύῃ θεός, ἀλλὰ
8καὶ κωλύῃ τὴν εὐχὴν ἀναπέμπεσθαι. τὸν Ἰ̣ηρεμίαν ποτὲ ἐκώ‐
λυσεν εὔχεσθαι | ὑπὲρ τοῦ λαοῦ. διὰ τί; οἱ γὰρ πρεσβευταὶ196
10καὶ παράκλητοι ὑπὲρ μετανοησάντων καὶ μηκέτι ἁμαρτα|νόν‐
10των ὀφείλουσιν πρεσβείαν ἀναφέρειν. λέγει γοῦν· “οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; οἱ πατέρες | αὐτῶν” πανπληθεὶ εἰς τὴν
11εἰδωλολατρείαν ἔρεψαν καὶ οὐ μένουσιν. οὕτω καὶ τοῦ Σαμου‐ ὴλ | ἀπεστράφη τὸ πρόσωπον, ὅτε ἤκουσεν· “ἕως πότε πεν‐ θεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωσα αὐτόν”; | παρρησίαν δὲ
13τῶν πρεσβευομένων ἔχει τὸ πρόσωπον, ἐὰν συντρέχωσιν τῇ προαιρέσει αὐτοῦ | οἱ περὶ ὧν πρεσβεύ〈ου〉σιν.
14{ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ
15πτωχοῦ} | 25 οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ.
15 αὐτὸς ὁ πτωχὸς λέγει περὶ ἑαυτοῦ. τοῦ 〈προσώπου〉 με|‐ ταβολὴ γέγονεν. τὸ συνγραφικὸν πνεῦμα λέγει· “οὐκ ἐξου‐ δένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει | τοῦ πτωχοῦ”. εἶτα
17αὐτὸς ἐκεῖνος ὁ πτωχός, οὗ ἡ προσευχὴ οὐκ ἐβδελύχθη, οὐκ ἀπεστράφη, | λέγει· “οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸ[ς αὐτ]ὸν εἰσήκου|σέν μου”.
1925 καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.
20μέγ̣[α] ἐ̣σ̣τ̣[ὶ]ν τὸ εἰ|πεῖν τοῦτο. οὐ ψιλῇ μὲν προφορᾷ
20λέγεται τοῦτο, ἀλλ’ ὅταν δειχθῇ ὑπάρξαν τὸ ὑπὲρ οὗ ηὔξ[α‐ το]. | γέγονεν οὖν τοῦτο.
2126 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ.
ἰδοὺ τὸ ἔργον τῆς κραυγῆς | κατώρθωσα· ἐκκλησίαν με‐198
22γάλην παρέστησα αὐτήν, “ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυ‐ τίδα | ἤ τι τῶν τοιούτων”. ἔπαινός μου οὖν ἐστιν οὗτος τὸ ταύτην κατορθῶσαι. ὥσπερ οὖν οὔκ ἐστιν μέγα | τὸν τέ‐
24λειον ἐπαινεῖν, ἐν ᾧ σοφία λαλεῖται, ἐπὶ τῷ γαλακτοποτεῖν,
25οὕτως οὐ μέγα ἐστὶν οὐδὲ | ἔπαινον φέρει τῷ ὑπερβάλλοντα
25βίον ἔχοντι. οὐκ ἐπὶ τοιούτοις οὖν, οὐκ ἐπὶ πράξεσιν | ἄλλαις ἐπαινεῖται, ἀλλ’ ἐπὶ τῷ κατορθῶσαι ὅλην ἐκκλησίαν,
26καὶ οὐ τὴν τυχοῦσαν, ἀλλὰ μεγάλην. | δύναται δὲ καὶ τοῦτο· 〈τὸ ἐμ〉ὸν κατόρθωμα ἔπαινος τῇ
27ἐκκλησίᾳ μέγας ἐστίν.

50

{παρὰ σοῦ ὁ ἔπαινός μου | ἐν ἐκκλ〈ησ〉ίᾳ μεγάλῃ ἐξομο‐
1λογή[σω] σοι } 26 τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβου‐ μένων | αὐτόν.
2 αἱ εὐχαὶ ἐπὶ εὐχαρισ[του]μένοις καὶ προγεγονόσιν ἀπο‐ δίδονται. λέγεται προσευχὴ ἡ | πρὸς θεὸν ἀναπεμπομένη
3[πα]ράκλησις. ὅταν δὲ μετὰ ὁμολογίας ἀναπέμπεται, ὅτι ἐὰν τά|δε μοι ὑπάρξῃ, τάδε ἀποδώσω, {προσευχή ἐστιν} αὕ‐
5τη δέησις εὐχή ἐστιν. ἀμέλει γοῦν καὶ ὁ Ἰακὼβ | ἔλεγεν·
5“ἐὰν δῷ μοι ὁ θεὸς ἄρτ[ο]ν φαγεῖν, πάντ〈ων〉, ὅσα ἐὰν δῷ μοι, δεκάτην ἀποδεκατώσω”. | αὕτη εὐχή ἐστιν. οὐδεὶς προσ‐
6ε̣υ̣ξ̣άμενος περί τινος καὶ μὴ λαβὼν αὐτὸ καιρίως ἐρεῖ· “τὰς εὐ|χάς μου ἀποδώσω”.
7 ἐπερ( )· “ἐνώπιον τῶν φοβουμένων αὐτόν”; —τοῦτο, ἵνα ὠφεληθῶσιν· | μαθήσονται γὰρ καὶ αὐτοὶ τὰς εὐχὰς ἃς εὔχον‐
8ται ἀποδιδόναι. δύναται δὲ καὶ “ἐνώπιον τῶν φοβουμέ|νων”, οὐκ ἐπίπροσ‐200
9θεν τῶν θυόντων—οὐδὲ γὰρ οἱ θύοντες δύνανται γνῶναι ποία
10εὐχα|ριστία πεπλήρωται, ποία εὐχὴ ἀποδέδοται—, ἀλλὰ ἐπί‐
10προσθεν τῶν φοβουμένων. 27 φά|γονται πένητες καὶ ἐνπλησθήσονται. “πλούσιος ὢν” πτωχὸς διὰ τὴν ἡμῶν πτωχείαν | γέγονεν.
12οὐ μόνον οὖν πτωχοὺς ἠλευθέρωσεν τούτους ὧν ἕνεκα ὑπέστη ἃ εἴρηκεν, ἀλλὰ | καὶ ἐκ πεινώντων κεκορεσμένους αὐτοὺς ἀπέδειξεν· ἐστὶν γὰρ καὶ “ἄρτος ζωῆς”, ἐστὶν καὶ | ἡ σὰρξ
14αὐτοῦ ἀνβροσία τρο〈φ〉ὴ καὶ τὸ αἷμα αὐτοῦ θεῖον πόμα. ὅταν
15οὖν τούτων μετάσχωσιν | οἱ πλούσιοι ἐκ πτωχῶν διὰ τὴν ἐ‐ κείνου πτωχείαν γενάμενοι, φάγονται καὶ ἐνπλησθή|σονται.
16ὅμοιόν ἐστιν τούτῳ τό· “μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι | αὐτοὶ χορτασθήσονται”· οὐ παυσάμενοι τοῦ ἐσθίειν τὸν τῆς ζωῆς ἄρτον, ἀλλ’ ἐν τῷ μα|σᾶσθαι καὶ
18αἰσθητῶς αὐτὸν ἔχουσιν.
18 τῷ ἐνπίνπλασθαι δόξει ἐναντιοῦσθαι τὸ ἐν τῇ Σιρὰ Σο|‐ φίᾳ λεγόμενον· ἡ Σοφία γὰρ ἐκεῖ· “ὁ τρώγων πάλιν πεινάσει,
20καὶ ὁ πίνων με πάλιν διψ〈ή〉|σει”. οὐ τὸ ἀπλήρωτον ὧδε ση‐
20μαίνει, ἀλλὰ τὸ ἐράσιμον τοῦ πόματος καὶ τῆς τροφῆς. ὁ ἐς|θίων τὴν σοφίαν οὐ κορέννυταί ποτε, ἀλλὰ ἀεὶ ἐν τῷ πεινᾶν ἐστιν. καὶ ὁ πίνων αὐτὴν | ὡς θεῖον νᾶμα ἢ οἶνον
22τρυγηθέντα ἐκ τῆς ἀληθινῆς ἀμπέλου, πάλιν διψᾷ, τουτές|‐
τιν ἀεὶ ἐρᾷ. αὐτὸ οὖν τὸ πάλιν ποθεῖν καὶ ὀρέγεσθαί ἐστιν202
23τὸ ἐμπλησθῆναι. διαφορὰ | πτωχοῦ καὶ πένητος ἐλέχθη πολλάκις· ὁ ἐκ
25πλούτου εἰς πενίαν ἐλθών, ἐκεῖνος πτωχὸς λέ|γεται. καὶ
25ἔχεις καὶ ἀπὸ τῆς γραφῆς αὐτό· “πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν”. πένης δέ ἐστιν | ὁ ἐκ πενήτων, ὁ ἀεὶ ἐν τῷ
26πονεῖν πορίζων τὰ ἀναγκαῖα. κατὰ ἄλλην οὖν καὶ ἄλλην ἐ‐ πί|νοιαν διαφέρουσιν, ἐπεὶ ὅσον ἐπὶ τῷ λείπεσθαι τῆς δαψι‐ λείας τῶν ποθητῶν ὅμοιοί | εἰσιν.
28 {καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν} ὡς ἔλε‐ γον περὶ τῆς | σοφίας, ὅτι πινομένη πάλιν παρασκευάζει

51

διψᾶν τοὺς πεπωκότας, καὶ ὑπὸ θείας | τροφῆς—τροφή τίς
1ἐστιν καὶ ἡ εἰσπνοὴ τοῦ ἀέρος. ὅτε δὲ ζῶμεν, τότε εἰσπνέ‐ ομεν, οὐκ ἐνπνεύ|σαντες ζῶμεν. οὕτως ἔχει καὶ ἡ θεία τρο‐ φὴ καὶ τὸ ἱερὸν πόμα· ἐν τῷ προσάγεσθαι καὶ χο|ρηγεῖσθαι
3παρασκευάζει τὴν ὠφέλειαν.
327 καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν.
3 λέγω· ὁ θεὸς ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν· κἂν γὰρ εὕρῃ | τις· εἴρηται γάρ· “εὑρίσκεται τοῖς ἐκζητοῦσιν αὐτόν”. τρό‐
5πον οὖν τινα ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν. | κἂν μαίνηται
5Εὐνόμιοσ ἔστιν δὲ εὑρεῖν αὐτὸν κατὰ τὴν ἐκ μέρους γνῶσιν καὶ κατὰ τὴν | ἐκ μέρους προφητείαν, καὶ πάλιν ζητούμενός ἐστιν. καὶ αὐτὸ δὲ τὸ ἐκζητῆσαι τὸν θεὸν ὠφελεῖ. | τελει‐
7ότης ἐστὶν τὸ ὅλως ἐν τῷ ἐκζητεῖν θεὸν εἶναι. κἂν μαίνη‐ ται δὲ 〈Εὐνόμιοσ〉 λέγων, ὅτι οὕτω | τὸν θεὸν ἐπιστάμεθα
8ὡς αὐτὸς ἑαυτόν. ὁ ἐπιστάμενος τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται ὁ θεός, | οὐκ ἐκ μέρους γιγνώσκει, καὶ ψεύδον‐204
10ται οἱ εἰρηκότες· “ἐκ μέρους γιγνώσκομεν”. ὁ γι|γνώσκων
10τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται, οὔκ ἐστιν ἐν τῷ ἐκ‐ ζητεῖν αὐτόν· ἔσχεν γὰρ αὐ|τὸν καὶ ἔχει. ψεύδη οὖν λέγου‐
11σιν οἱ οὕτω φρονοῦντες. ὅταν οὖν γνῶμεν αὐτὸν ἐν τῷ μέλλον|‐ τι αἰῶνι ἢ μετὰ πάντας τοὺς αἰῶνας ἐν τῷ ἐσχάτῳ ὀρεκτῷ, ὡς ἐνδέχεται γιγνώσκομεν | αὐτόν. “ἀγ〈α〉πητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδα|μεν ὅτι
14ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς
15ἐστιν”. | οὐ καθώς ἐστιν αὐτός, ἀλλὰ καθώς ἐστιν τελείῳ γνῶναι. ὅμως κἂν κατὰ τὸ ἐφι|κτὸν τῇ γενέσει φύσει εἰς εὕρεσιν ἑαυτὸν παράσχῃ, τὸ γνωστὸν αὐτοῦ κατειλήφα|μεν,
17“διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτῷ”, οὐχ ἁπλῶς αὐτός, ἀλλὰ τὸ γνως|τόν. γιγνώσκομεν αὐτόν, ὅτι
18δημιουργός ἐστιν, ὅτι προνοητής, ὅτι ἄτρεπτος, ἀναλλοίω‐
18τος. | καὶ θέλω λογικοῦ θεωρήματος ἅψασθαι. αἱ ἀποδείξεις
20ἐπιστημονικαὶ θεωρίαι εἰσίν· δύο | γάρ εἰσιν εἴδη συλλο‐
20γισμῶν—παρε〈ί〉σ〈θ〉ω νῦν μνημονεύειν τοῦ ἐριστικοῦ, τοῦ σοφιστικοῦ—· | ἐξ ἐνδόξων ἐστὶν ὁ διαλεκτικός, ὃν καλοῦ‐ σιν ἐπιχειρηματικόν. ἐκ τῶν δοκούν|των τοῖς ἀνθρώποις
22γίνεται ἡ ἀπόδειξις αὕτη, οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. | ὁ ἀποδεικτικὸς ἐξ αὐτῶν τῶν πραγμάτων, οὐκ ἐκ τῆς ἐπικρί‐ σεως τῶν ἀνθρώπων, ἀλλ’ ἐκ | τῆς ὑπάρξεως τῶν ὑποκειμένων,
25περὶ ὧν τὴν θεωρίαν τὴν ἐπιστημονικὴν λαβεῖν | θέλομεν.206
25ἀδύνατον οὖν ἐστιν ἐξ ἀποφάσεων ἀπόδειξιν ἀναντίρρητον γενέσθαι. | ἐκ καταφάσεών εἰσιν αἱ ἀποδείξεις· μὴ γὰρ ἐ‐
26ὰν θέλω ἀποδεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν, 〈λέγω ὅ‐

52

τι· οὐκ ἄψυχός ἐστιν〉· | καὶ τὰ μὲν ἄλλα γὰρ πολλά εἰσιν
1μὴ 〈ἄψυχα〉, καὶ τὰ 〈ἄλογα〉. δεῖ με τοίνυν ἀποδεῖξαι τοῦ‐ το· ὁ ἄνθρωπος | δεκτικός ἐστιν ἐπιστημῶν. πᾶν τὸ ἐπιστη‐ μῶν δεκτικόν, λογικόν. ὁ ἄρα ἄνθρωπος | λογικός ἐστιν.
3κἂν οὖν ἔχωμεν περὶ θεοῦ γνῶσιν, κἂν τελεία ᾖ{ν}, ἐξ ἀποφάσεων αὐτὴν | ἔχομεν λέγοντες ὅτι ἀσώματος. τὸ ἀσώματον
5δέ ἐστιν ἀπόφασις σώματος. ἐστὶν ἀθα|νασία, ἄναρχος, ἀν‐
5αλλοίωτος. κἂν ἐπὶ τέλει οὖν τῶν πραγμάτων ὑπαρχθῇ γνῶ‐ σις | τελεία περὶ θεοῦ, οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θε‐ ὸς περὶ ἑαυτοῦ ἔχει· μὴ γὰρ ἀναιρέσει γενητοῦ οἶδεν | ἑ‐
7αυτὸν ἀγένητον, ὡς βούλονται αὐτοὶ οἱ Εὐνομιανοί· μὴ γὰρ στερήσει θανάτου οἶδεν ἑαυτὸν | ἀθάνατον. ἡμεῖς ἐκ στε‐
8ρήσεως ὧν ἴσμεν οἴδαμεν τί ἐστιν ἀθάνατος. οὐκ ἔχομεν | δὲ κατὰ ἐπιστημονικὴν γνῶσιν ἐπιβαλεῖν εἰς τὸ ἀντικειμένως
10τῷ θανάτῳ λεγόμε|νον, καὶ στερήσει θανάτου λέγομεν αὐτόν, ἀποφάσει θανάτου, καὶ πάντα, οἷον ἀόρατος· | οὐ κατὰ κατά‐
11φασίν τινα μανθάνομεν αὐτὸν ἀόρατον, ἀλλ’ ἐπεὶ ἴ〈σ〉μεν τί ἐστιν ὁρατόν, | αἴσθησιν ἔχοντες καὶ ὄψιν ἔχοντες, στε‐ ρήσει τῆς καταστάσεως ταύτης λαμβάνο|μεν τὸ ἀόρατον.
13 ταῦτα λέγω διὰ τοὺς Εὐνομίου, ὅτι ἀδύνατον τὴν αὐτὴν θεοῦ γνῶσιν | ἔχειν περὶ θεοῦ. οὐκ ἐκείνη ἐστίν, ἣν αὐ‐
14τὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει. καὶ ἄλλο· ἡ ἡμετέρα γνῶσις
15διάθε|σίς ἐστιν ψυχῆς. αἱ δὲ διαθέσεις δέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ θεοῦ γνῶσις, ἣν ἔχει | ἤτε περὶ ἑαυτοῦ208
16ἢ περὶ ἄλλου τινός, οὔκ ἐστιν διάθεσις· οὐσιώδης ἐστίν. καὶ ὥσπερ θερμὸν | λέγω καὶ τὸ πῦρ, λέγω καὶ τὸ ὕδωρ τὸ
17θερμανθέν, ἀλλὰ τὸ ὕδωρ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. | διὸ καὶ ἀποβαλεῖν αὐτό ποτε δύναται καὶ ἀναλαβεῖν. τὸ δὲ ἐν τῷ πυρὶ θερμὸν οὐ δέχεται τὸ | μᾶλλον καὶ τὸ ἧττον·
19οὐσιῶδες γάρ ἐστιν. ἡ τοῦ θεοῦ γνῶσις οὐσιώδης ἐστὶν ὥστε
20ἀσύνκριτός | ἐστιν τῇ κατὰ διάθεσιν γνώσει. τὰ δὲ ἀσύνκρι‐
20τα οὐ δέχονται ὁμοιότητα. ταῦτα δὲ οὐ | ματαίως λέγουσιν· ἐπεὶ γὰρ κατασκευάζει
21ὁ λόγος ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι καὶ τῆς αὐτῆς | θεότητος ἐκ τοῦ γιγνώσκεσθαι ὑπὸ τοῦ πατρὸς καὶ γιγνώσκειν τὸν πατέρα, θέλουσιν κοινοποιῆσαι | τὴν γνῶσιν αὐτοῦ τῇ
23ἡμετέρᾳ λέγοντες ὅτι· “ὡς ἡμεῖς γιγνώσκομεν τὸν θεόν, καὶ ἐκεῖνος γι|γνώσκει, ὅτι ἡμεῖς τελείως αὐτὸν ἐπιστάμεθα,
24ὡς αὐτὸς ἑαυτόν. καὶ ὁ υἱὸς οὕτως ἔχει περὶ αὐτοῦ τὴν |
25γνῶσιν. ὅθεν οὐ διοίσει ἡμῶν”.
25 27 ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. | πολλάκις τὰ συμβεβηκότα ὁμωνύμως καλεῖται ἐκείνοις οἷς συμβέβηκεν. λέγομεν οὐσίαν | εἶναι ψυχῆς· ὅταν λέγῃ ὁ θε‐
27ὸς λόγος· “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, |

53

τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι”. τὸ ὄνομα οὖν τὸ ψυχὴ οὐσίαν ὧδε δηλοῖ. καὶ ὅταν | λέγῃ· “πνεύματα καὶ
2ψυχαὶ δικαίων, εὐλογεῖτε τὸν κύριον”, οὐσίαν δηλοῖ.
σημαίνει γὰρ τὸ ὄνομα τῆς | ψυχῆς πολλάκις συμβεβηκός210
3τι τῇ ψυχῇ· ὅταν γὰρ λέγηται ἐν τῇ Ἰησοῦ Σοφίᾳ· “ψυχὴ πονηρὰ | ἀπολεῖ τὸν κτησάμενον αὐτήν”, τὴν διάθεσιν καὶ
5τὴν νόησιν “ψυχὴν” ὀνομάζει· ὁ γὰρ κτησάμενος | αὐτὴν
5ἡ ψυχή ἐστιν, ὁ ἄνθρωπός ἐστιν. καὶ ἔτι· “τὰς ψυχὰς ὑμῶν {ἐν ἠγγικόσιν} 〈ἡγνικότες ἐν〉 τῇ ὑπακοῇ | τῆ〈σ〉 ἀληθεία〈σ〉”.
6ἀπὸ τούτου παρωνόμασται κἀκεῖνο· “σὺ δέ, ἄνθρωπε ἰσόψυ‐ χέ μου”, ὁ ἴσην μου ἔχων | προαίρεσιν. καὶ πάλιν ἐὰν λέ‐
7γηται ὅτι· “καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλήσεις ψυχήν”, ψυ‐ χὴν ὧδε | τὴν ὀρεκτικὴν λέγει δύναμιν. οὐ πάντα οὖν τὰ λεγόμενα τὰς ὑποκειμένας οὐσίας δηλοῖ, | ἀλλ’ ἔστιν ὅτε
9καὶ τὰ συμβεβηκότα αὐταῖς σημαίνει. συμβέβηκεν δὲ ἀνθρώ‐
10πῳ τὸ γιγνώσκειν θεόν. διὸ | γνῶσις οὐ λέγεταί ποτε ὁ ἄν‐
10θρωπος, ἀλλὰ γιγνώσκων. οὐχ ὁμωνυμεῖ ὧδε τὸ συμβεβηκὸς τῷ ὑπο|κειμένῳ. ὁ δὲ σωτὴρ λέγεται καὶ σοφὸς καὶ σοφία, καὶ γνῶσις καὶ γνῶσιν ἔχων, καὶ δικαιοσύνη | καὶ δίκαιος,
12καὶ οὐ λέγω ὧδε συμβεβηκὸς καὶ ὑποκείμενον, ἀλλ’ ἐκ παρ‐ αλλήλου διὰ δύο ὀνομάτων τὸ αὐτὸ | σημαίνεται· ἐὰν γὰρ
13λέγω ὅτι ὁ σωτὴρ δικαιοσύνη ἐστίν, οὐχ ἕξιν αὐτὸν λέγω, οὐ διάθεσιν, καὶ ἐὰν λέγω | αὐτὸν δίκαιον—“ὑμεῖς δὲ τὸν
14δίκαιον ἠρνήσασθε”—, οὐ τὸν ποιὸν λέγω, ἀλλὰ τὴν δικαιο‐
15σύνην. δίκαιον οὕτω | καὶ ἐπὶ τοῦ θεοῦ καθόλου λέγομεν.
15οὐ λέγω τὸν θεὸν δίκαιον εἶναι τῷ μετέχειν δικαιοσύνης, ἀλλὰ τῷ | χορηγεῖν δικαιοσύνην.
16 καὶ ἡ ψυχὴ δὲ ἡ κατ’ οὐσίαν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐκείνη δὲ ἡ | ψυχή, καθ’ ἣν λέγονταί τινες καλό‐
ψυχοι, δέχ〈ε〉ται. ἡ διάθεσις ἄρα ὁμωνύμως τῇ οὐσίᾳ | “ψυ‐212
18χὴ” καλεῖται.
18 ἡ καρδία καὶ ὁ νοῦς ταὐτὸν σημαίνει· ὅταν γὰρ λέγῃ· “ὅπου ὁ θησαυρός, | ἐκεῖ καὶ ἡ καρδία σου ἔσται”, ἐκεῖ
19καὶ ὁ νοῦς σου. “μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ”. ταὐτὸν
20οὖν ἐστιν εἰπεῖν | νοῦν καὶ καρδίαν. οὐκ ἐπὶ πάντων δέ,
20ἀλλ’ ἐπὶ τῶν ἀνθρώπων. ἴδε· ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ ὁ νοῦς ἀθάνατά | ἐστιν. εἰ ἀθάνατόν ἐστιν, ζητεῖται, ἢ ἕτερον καὶ ἕτερόν ἐστιν. καὶ ὁ ἁμαρτωλὸς δὲ ἀθάνατον ἔχων | ψυχὴν
22οὐδέποτε ἀπόλλυται· οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι αἱ τῶν φαύλων ψυχαὶ εἰς | τὸ μὴ ὂν καταστρέφουσιν, ὡς βού‐
23λονται παρ’ Ἕλλησιν Στοϊκοί, παρὰ δὲ δῆθεν Χριστιανοῖς οἱ | Ἱερακ{α}ῖται. ἀθάνατος οὖν ἐστιν ἡ ψυχὴ καὶ ἔχει
25φυσικὸν ζῆν καθ’ ὃ κινεῖται. ἔστιν δὲ καὶ τὸν | ἁμαρτωλὸν
25ἔχειν ταύτην τὴν ζωὴν καθ’ ἣν ἀθάνατός ἐστιν. οὐ περὶ ταύ‐ της νῦν τῆς ζωῆς | τῆς φυσικῆς λέγει ὅτι· “ζήσονται αἱ καρ‐
26δίαι αὐτῶν”, ἀλλὰ κατὰ τὴν ζωὴν ἐκείνην, ἣν ὁ πιστεύων | ἔχει καὶ ὁ γιγνώσκων τὸν θεὸν ἔχει. εἰ ζῶσιν αἱ καρδίαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος κατὰ τὴν | μακαρίαν ζωήν, φανερὸν

54

ὅτι καὶ καὶ κατὰ τὴν οὐσιώδη ζωὴν ἀεὶ μένουσιν, ἥτις | κοι‐
1νὴ ἁμαρτωλῶν καὶ σπουδαίων ἐστίν.
1 καὶ ὥσπερ λέγω πάντας ὄψιν ἔχειν, ὅταν ζῷα ὦσιν ὄψιν ἔ|‐ χοντα, λέγω δὲ ὄψιν ἔχειν προηγουμένως τὸν καλῶς ὁρῶντα, οὐκ ἂν δὲ καλῶς ἐθεώρει, εἰ μὴ | εἶχεν τὸ ὁρᾶν, καὶ πάλιν214
3οὐκ ἂν κακῶς ἐθεώρει, εἰ μὴ εἶχεν τὸ ὁρᾶν. ἔχει τοίνυν καὶ ἡ ψυχὴ καὶ ἡ | καρδία τὸ ζῆν ἀεί, κἂν φαύλη κἂν σπου‐
4δαία ᾖ. προλαμβάνει δὲ τὸ 〈φυσικὸν〉 ζῆν· οὐκ ἂν γὰρ ἠδύ|‐
5νατο κατὰ θεὸν ζῆν καὶ κατὰ πίστιν ζῆν, εἰ μὴ ἦν ἀθάνατος,
5εἰ μὴ εἶχεν ζωὴν οὐσιώδη. αἱ | 〈καρδ〉ίαι οὖν αὐτῶν τούτων τῶν φαγόντων καὶ ἐνπλησ‐ θέντων, τῶν φοβουμένων τὸν θεὸν | καὶ αἰνούντων αὐτόν, ζή‐
7σ〈ον〉ται οὐκ ἐπὶ ἕνα αἰῶνα, ἀλλ’ “εἰς τὸν αἰῶνα τοῦ αἰ‐ ῶνος”. πλῆθος δὲ αἰ|ώνων σημαίνεται· οὐ γὰρ εἶπεν· “εἰς
8τὸν αἰῶνα {τοῦ αἰῶνος}”. καὶ ὥσπερ “σάββα〈τα〉 σαββάτων” λέγεται καὶ “ἐνι|αυτὸς ἐνιαυτῶν” ὁ τοσαῦτα ἔτη ἔχων ὅσαι
9εἰσὶν ἡμέραι τοῦ ἐνιαυτοῦ, ζήσεται “εἰς τὸν αἰῶνα τοῦ αἰ‐
10ῶ|νος”.
1028 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα
10τὰ πέρατα τῆς γῆς. προφη|τεύει περὶ τῆς σωτηρίας πάντων τῶν ἀνθρώπων· δεῖ γὰρ ὑπαρχθῆναι ἐκεῖνο, περὶ οὗ πάλιν ἐν ἄλλῳ | ψαλμῷ οὗ‐
12τος ὁ ἅγιος λέγει· “πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου”· | μὴ γὰρ ἐποίησεν ὁ θεὸς
13τὰ λογικά, ἵνα ἁμαρτάνωσιν, ἵνα ἀντιθέους ἀναστήσαντες τούτοις | λατρεύωσιν, 〈ἀλλὰ〉 ἵνα θεὸν τιμῶσιν. καὶ ἐπεὶ
15ἡ πρόθεσις τοῦ πεποιηκότος αὕτη, ἐμεσολάβησεν δὲ πρό|θεσις
15τῶν γεγενημένων, δεῖ τὴν τοῦ θεοῦ κρατῆσαι. ὅταν οὖν μνησθῇ, ἡμεῖς δὲ παρέχομεν τὴν αἰτίαν | τοῦ216
16μνησθῆναι· μνημονεύει γὰρ τῶν μνημονευόντων, ὡς γιγνώσκει τοὺς ἐπισταμένους. | ὅταν ἡμεῖς μνησθῶμεν, τότε μνημονεύ‐
17ει ἡμῶν καὶ καλεῖ ἡμᾶς εἰς σωτηρίαν. τὸ “ἐπιστρα|φήσονται” δείκνυσιν ὅτι οὐδεὶς κατὰ οὐσίαν κακός ἐστιν, ἀλλὰ κατὰ προαίρεσιν. εἰ δὲ ἴσχυσεν τὸ | κα‐
19κὸν ἐλάσαι τὴν προαίρεσιν εἰς ἄλλο τι ἄλλως, ἰσχύσει τὸ
20ἀγαθὸν ἀνακαλέσασθαι αὐτὴν | εἰς τὴν προτέραν κατάστασιν.
20 28 καὶ προσκυνήσ〈ου〉σιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατρι‐ αὶ τῶν | ἐθνῶν.
21 μετὰ τὸ ἐπιστραφῆναι προσκυνοῦσιν. οὐ πρῶτον προσκυνοῦ‐ σιν, εἶτα ἐπιστρέ|φονται. προκοπὴν οὖν αὐτῶν σημαίνει. μέ‐ γα δέ ἐστιν τὸ ἐνώπιον θεοῦ προσκυνῆσαι. ἐκεῖνος | ἐνώπιον
23αὐτοῦ προσκυνεῖ ὁ προσκυνῶν αὐτὸν ὡς δεῖ. λοιπὸν τὴν αἰτίαν· “ὅτι” αὐτοῦ ἐστιν | “ἡ βασιλεία”.
24βασιλείαν ὧδε λέγει οὐ τὴν ἀρχήν, ἀλλὰ τοὺς βασιλευομένους,
25καθ’ ὃ λέγεται· “ἐν τῷ | συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ
25βασιλείας τ〈οῦ〉 δουλεύειν τῷ κυρίῳ”. εἰ ἦσαν ἐκ κατασκευ‐ ῆς φαῦ|λοι, ἄλλου ἦσαν.
2629 καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἐπεὶ αὐτοῦ{ς} ἐστιν ἡ βασιλεία καὶ αὐτὸς τὰ ἔθνη | πε‐
27ποίηκεν, καὶ δεσπότης αὐτῶν ἐστιν. πρὸς τὸν δεσπότην οὖν ἑαυτῶν ὑποστρέφουσιν. οὐ | πλουτίζουσιν τὸν θεὸν ἐπιστρέ‐
28ψαντ〈εσ〉· αὐτοῦ γάρ εἰσιν.218

55

30 ἔφαγον καὶ προσεκύνησαν | πάντες οἱ πίονες τῆς γῆς.
1 τοῦτο διαφό〈ρ〉ως ἐκλαβεῖν δεῖ. πολλάκις ἀπὸ τῶν προ‐ τέρων | ὀνομασίαι γίνονται τῶν μνημονευομένων· ὡς ἐὰν λέ‐ γῃ· “αἱ πόρναι καὶ οἱ τελῶναι προάγουσιν | ὑμᾶς ἐν τῇ βα‐
3σιλείᾳ”. “μὴ πλανᾶσθε· οὔτε πόρνοι βασιλείαν θεοῦ κληρονο‐ μοῦσιν”. πῶς οὖν προάγουσιν; | ἀπὸ τῆς προτέρας ὀνομασίας
4αὐτοὺς δηλοῖ· αἱ ποτὲ πόρναι καὶ οἱ ποτὲ τελῶναι μεταβαλόν‐
5τες προ|άγουσιν ἐν τῇ βασιλείᾳ τοὺς φαύλους Ἰουδαίους. καὶ ἔτι· “οἱ υἱοὶ τῆς βασιλείας ἐξελεύσονται εἰς τὸ | σκό‐
6τος τὸ ἐξώτερον”. εἰ βασιλείας εἰσὶν υἱοί, πῶς ἔξω γίνον‐ ται; οἱ ποτὲ υἱοὶ βασιλείας. οὕτω καὶ | ἐνταῦθα· οἱ ποτὲ
7πίονες τῆς γῆς. οἱ τὰ γήινα φρονοῦντες, οἱ τὰ ἔργα τῆς σαρκὸς περιέπον|τες καὶ ζῶντες κατὰ σάρκα καὶ μὴ κατὰ πνεῦ‐ μα, πίονες ἦσαν τῆς γῆς. ἀλλ’ οἱ μετανο|ήσαντες—εἰ γὰρ
9ἐπέστρεψεν πάντα τὰ πέρατα τῆς γῆς, εἰσὶν δὲ καὶ οὗτοι
10ἀπὸ τῶν περάτων | τῆς γῆς—φαγόντες τὴν πνευματικὴν τρο‐ φὴν ἀπέστησαν τοῦ εἶναι πίονες τῆς γῆς | καὶ γέγοναν, ἵν’
11οὕτω φράσω, πίονες τῶν οὐρανῶν καὶ προσκυνοῦσιν λοιπὸν ἐπαινετὴν προς|κύνησιν.
12 δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν “πίονας γῆς”· οἱ ἄνθρωποι ἐνίοτε τῆς τοῦ θεοῦ πιότητος πρό|τερον ἔχοντες πίονές εἰ‐
13σιν. “ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου”. οἱ οὕτω | γοῦν πίονες τῆς γῆς, οἱ λιπαροί, οἱ ἰκμάδα ἔχον‐
15τες ζωτικήν, φαγόντες προσκυνοῦσιν. | ἡ τροφὴ παρασκευά‐
15ζει αὐτοὺς εἰς τὸ εἶναι προσκυνητάς· εἰ γὰρ προσκυνητ〈α〉ὶ γίνονται οἱ | “πνεύματι καὶ ἀληθείᾳ” προσερχόμενοι θεῷ,220
16τροφὴ δὲ καὶ τὸ πνεῦμα καὶ ἡ ἀλήθεια, τραφέντες ἀληθι|‐ νοὶ προσκυνηταὶ ἔσονται. 30 ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνον|τες
18εἰς τὴν γῆν.
18 δύναται τοὺς καταβαίνοντας εἰς τὴν γῆν πάντας τοὺς ἀγγέ‐ λους λέγειν | τοὺς εἰς διακονίαν ἀποστελλομένους.
19δύναμαι τοῦτο· λέγει· εἰ καὶ ἀποστέλλονται εἰς διακονί‐
20αν | τινὲς σωτηρίας, ἀλλ’ οὐκ αὐτοὶ σωτῆρές εἰσιν. εἷς ἐσ‐ τιν μόνος ὁ ἀποσταλεὶς σωτήρ. μή τις | οὖν νομιζέτω πάντα
21τὸν ἀποστελλόμενον εἰς τὴν γῆν ἰσότιμον εἶναι· οὗτοι γὰρ προς|κυνοῦσιν. “ἐνώπιον αὐτοῦ προσκυνήσουσιν πάντες οἱ κατα‐ βαίνοντες εἰς τὴν γῆν”. κήρυκές | εἰσιν τοῦ σωτῆρος.
23 ἐὰν δέ τις ὑπαινιττόμενος καὶ τὸν περὶ τῆς λογικῆς τοῦ ἀνθρώπου ψυχῆς | 〈λόγον〉 λέγῃ, ὅτι καὶ αὗται καταβαίνουσιν
24{ἐκ τῆς γῆς} εἰς τὴν γῆν, πρῶτον μὲν τοῦτο ἐρεῖ· οὐκ αἱ
25πεσοῦ|σαι προσκυνοῦσιν, ἀλλ’ αἱ καταβαίνουσαι· οἷος ἦν ὁ Ἰωάννης, οἷος ἦν Ἰακὼβ οἱ καταβαίνοντες | εἰς γῆν· ἀπο‐
26σταλέντες γὰρ κατέβησαν, οὐκ ὀλισθήσαντες ἔπεσαν, οὐκ ἄλλος αὐτοὺς κατέ|σπασεν· εἰσὶν γὰρ κατασπασθέντες τῇ οὐρᾷ τοῦ δράκοντος, ὡς ἐν Ἀποκαλύψει λέγεται· | “τῇ οὐρᾷ ἑαυτοῦ
28ὁ δράκων τὸ τρίτον τῶν ἀστέρων 〈τοῦ οὐρανοῦ〉 ἔσυρεν”· εἴ‐ ρηται γάρ· ἐν διδασκαλίᾳ καὶ προφη|τείᾳ “διδάσκων ἄνομα,
29οὗτος ἡ οὐρά”. οὔκ ἐστιν ἡ οὐρὰ ὁ ὀρθὸς διδάσκαλος· κεφαλή

56

ἐστιν. | ὁ δὲ ἐκπίπτων τῆς ὀρθῆς διδασκαλίας καὶ προφητεί‐ ας οὐρά ἐστιν· ἐπακολούθημα γάρ ἐστιν τὸ κακὸν | τῷ ἀγαθῷ.222
230 καὶ ἡ ψυχή μου αὐτῷ ζῇ.
2 ταῦτα λέγει ὁ ἄνθρωπος ὁ κυριακός· ἡ ψυχή μου οὐχ ἁπλῶς ζῇ, | ἀλλὰ αὐτῷ· ὁ ναὸς γὰρ αὐτοῦ εἰμι.
3 δυνατὸν δὲ καὶ μεταβολὴν προσώπου γεγονέναι, ὡς τὸν ᾄ‐ δοντα | τὸν ψαλμὸν Δαυὶδ ταῦτα λέγειν· ἡ ψυχή μου οὐκ ἄλλῳ
4τινὶ ζῇ. εἰσὶν δὲ ζῶντες ἁμαρτίᾳ, πλούτῳ. |
531 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. τὸ σπέρμα τὸ ἐμόν, τὰ γεννήματα τὰ ἐμά, αὐτῷ δου|λεύει·
6εἰ γὰρ ἡ ψυχή μου αὐτῷ ζῇ, τὰ ἐμὰ τέκνα τὰ κατὰ ἀρετὴν | δουλεύσει αὐτῷ.
731 ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη. τὸ ὄνομα τῆς γενεᾶς πολλὰ ση|μαίνει. διὰ δὲ τοῦ εἰπεῖν
8“ἡ ἐρχομένη” τὴν ἀπὸ τῶν ἐθνῶν δηλοῖ κλῆσιν· ἐξεβλήθη γὰρ καὶ ἡ γενεὰ | μοιχαλὶς καὶ διεστραμμένη, γενεὰ σκολιὰ καὶ
10πονηρά. “γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται”. | πορεύεται
10ἡ προτέρα, ἡ ἐκ περιτομῆς, ἔρχεται ἡ κληθεῖσα ὑπὸ τοῦ σωτῆ‐ ρος διὰ τοῦ εὐαγγελίου. | ἐὰν δὲ λέγω τὴν ἐκ περιτομῆς ἐκ‐
11βάλλεσθαι, οὐχ ὅτι περιτομὴν ἔχει, ἀλλὰ ὅσοι τὴν αὐτὴν αὐ‐ τοῖς | ἔχουσιν πρᾶξιν καὶ κακίαν, κἂν Ἕλληνες ὦσιν, σὺν αὐτοῖς ἐκβάλλονται. καὶ ὅσοι ἐκ περι|τομῆς προσήκαντο τὸ
13εὐαγγέλιον, μετὰ τῆς τῶν ἐθνῶν ἐκκλησίας ἀριθμοῦνται· ὥσπερ γὰρ | πρότερον πρὸ τῆς ἐπιδημίας οἱ προστιθέμενοι τῷ νόμῳ224
15τοῦ θεοῦ προσήλυτοι ἐγίνοντο τῶν | Ἰουδαίων, οὕτω νῦν Ἰου‐
15δαῖος ἐὰν πιστεύσῃ τῷ εὐαγγελίῳ καὶ τῷ θεῷ, τοῦ εὐαγγελίου προς|ήλυτος γίνεται τοῦ{ς} τῶν {Ἰουδαίων} ἐθνῶν. ἐπερ()· “ἀναγγελήσεται τῷ θεῷ”; —μή σε ταραττέτω | ἡ
17λέξις. καὶ ἐν Ἰηρεμίᾳ λέγεται· “πρὸς σὲ ἔθνη ἥξουσιν καὶ ἐροῦσιν· ὡς ψευδῆ”. ἰδοὺ ἀναγγέλη | τῷ κυρίῳ. τάδε τῷ κυ‐
18ρίῳ ἀκούεις ἀναγγέλλεσθαι, οὐχ ἵνα μάθῃ—ἐπεὶ ματαίως καὶ τὰς εὐχὰς ἀναπέμ|πομεν, ὡς ἔδοξέν τισιν αἱρεθικοῖς ὅτι·
20εἰ οἶδεν τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, οὐδὲ χρῄζει ὅλως ἵνα | εὐχώμε‐
20θα—, ἀλλὰ ἡ προαίρεσίς ἐστιν ἡ φανερουμένη. 32 καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύ|νην αὐτοῦ λαῷ τῷ τεχ‐
21θησομένῳ, ὃν ἐποίησεν ὁ κύριος. οἱ πίονες οἱ προσκυνοῦντες καὶ καταβαίνον|τες ἐν τῇ γῇ,
22ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, τῷ ἀπὸ τῶν ἐθνῶν | τῷ τεχθησομένῳ κατὰ ἀρετήν, τῷ τεχθησομένῳ “ἐξ ὕδατος καὶ πνεύματος”. τοῦτον δὲ ὁ κύριος ἐποί|ησεν.
24τὴν ποίησιν ὧδε οὐ τὴν δημιουργίαν λαμβάνομεν· πάντας γὰρ
25ἐποίησεν, ἀλλ’ ἐποίη|σεν αὐτὸν λαόν, καλῶν τὸν οὐ λαὸν λα‐
25όν· καὶ γὰρ τοὺς πρότερον ἐξελέξατο οὐχ ὡς ἔτυχεν, ἀλλὰ | διὰ τὴν καλλονὴν ἐκείνου. ὅταν τοίνυν καὶ οἱ ἀπὸ τῶν ἐθνῶν κληθέντες εἰς τὸ εὐαγγέλιον | καλλονὴν τὴν ἐν ἀρετῇ ἐπιδέ‐
27χονται, τότε γίνονται ὑπὸ θεοῦ λαός, ὡς περὶ 〈αὐ〉τοῦ κεῖσ‐226
θαι κἀ|κεῖνο· “καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον”.228