TLG 2102 014 :: DIDYMUS CAECUS :: Commentarii in Job (in catenis) DIDYMUS CAECUS Scr. Eccl. Commentarii in Job (in catenis) Citation: Volume — page — (line) | ||
39.1120(5) | ΚΕΦ. Αʹ, στ. αʹ. Ἄνθρωπος τις ἦν ἐν χώρᾳ Τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Διδύμου. Ὑψηλότερον δὲ, Αὐσῖτις βουλὴ ἑρμη‐ νεύεται, κατὰ τὴν Ἑλλάδα φωνὴν, ἐν ᾗ ᾤκει ὁ δί‐ καιος. Ὀξύθυμος μὲν γὰρ μετὰ ἀβουλίας πράσσει· | |
10 | διὸ τυφλὰ παρ’ αὐτῷ γεννᾶται, καθάπερ τοῖς κυσὶ, καὶ τὰ πράγματα καὶ τὰ ῥήματα· ὁ δὲ δίκαιος οὐδὲν ἀβούλως ποιεῖ, τῷ σοφῷ παραγγέλματι ἐκείνῳ πει‐ θόμενος· Μετὰ βουλῆς πάντα ποίει. Τὸ δὲ Ἰὼβ ὄνομα ὑπομονὴ νοεῖται καὶ ἔστιν, ὡς γενέσθαι τοῦ‐ | |
---|---|---|
15 | τον ὃ προεκλήθη, ἢ κληθῆναι ὅπερ ἐγένετο Στ. βʹ. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυ‐ γατέρες τρεῖς Διδύμου. Ἐνταῦθα δὲ καὶ ὁ τῶν παίδων κατά‐ λογος τίμιος παρὰ τῇ Γραφῇ, καὶ λόγοις σύμφω‐ | |
20 | νος μυστικοῖς. Τίς γὰρ οὐκ οἶδε τὴν ἑβδόμην ἀπ‐ αρίθμησιν τῶν ἑπτὰ χαρισμάτων μηνύειν τὴν σύν‐ οδον, ὥσπερ οὖν καὶ τὴν τρίτην ἐκφώνησιν, πρὸς τὸ τελειότερον ὁρᾷν καὶ θειότερον; ἵνα μάθωμεν τὴν ἐν Τριάδι πίστιν τῆς ἑβδόμης [ἴς. ἑβδομαίας] χάριτος | |
25 | εἶναι δημιουργὸν, καθάπερ τινὰ κεφαλὴν ἐπιτιθεμέ‐ νην ταῖς ἀρεταῖς. Στ. γʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ’ ἡλίου ἀνατολῶν. Διδύμου. Πρὸς μὲν οὖν τὸ ῥητὸν, εὐγενὴς τοῦ ἀφ’ | |
30 | ἡλίου ἀνατολῶν, λέγεται, διὰ τὴν κατὰ σάρκα τοῦ Ἀβραὰμ οἰκειότητα· πρὸς δὲ ἀναγωγὴν, οἱ υἱοὶ τοῦ φωτὸς, καὶ τέκνα Θεοῦ δι’ ἔργων φωτεινῶν χρηματί‐ ζονται, οὗτοί εἰσιν οἱ ἀφ’ ἡλίου ἀνατολῶν. Ὁ γὰρ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ’ ἀνθρώπων, ἀλλ’ | |
35 | ἀπὸ τοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης, καταλαμ‐ πομένην. Στ. ϛʹ. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος τὸ πρωῒ, κ. τ. λ. | |
40 | Διδύμου. Καὶ κατὰ τὸν εἰρηκότα, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καί· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο, ἀλλὰ πρὸς Θεὸν [ἴς. τῷ Θεῷ], ὑπὲρ τῶν παίδων θυ‐ | |
45 | σίαν προσάγων [ἴς. προσάξων], κατὰ τὸν ἀριθμὸν αὐτῶν· ὅ ἐστι, καθ’ ἕκαστον, καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. Ἀλλὰ καὶ μετὰ τοῦτο, ὑπὲρ πάντων μόσχον προσῆγε κατὰ τὸν ἴδιον τρόπον, καὶ τῇ τῶν παίδων ἀγωγῇ συνεθίζων. Οὕτω | |
39.1120(50) | γοῦν καὶ ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως, καὶ τὰ | |
συντελοῦντα πρὸς διάνοιαν καθάρσια παραδεικνύς. | ||
39.1121 | Φαίνεται γὰρ προφητικῶς καὶ κατὰ νόμον, καὶ κατὰ χάριν τὰς θυσίας πληρῶν. Κατὰ νόμον μὲν, τὰς δια‐ φόρους· κατὰ χάριν δὲ, τὸν ἕνα μόσχον τὸν περὶ ἁμαρτίας. Καὶ γὰρ ἡ τοιαύτη θυσία τῆς χάριτος | |
5 | προεμήνυε τὴν ἀλήθειαν, τὴν μίαν τυποῦσα κατὰ σάρκα θυσίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Εἰ δὲ ὁ ὑπὲρ ἁπάντων προσαγόμενος μόσχος τὸν δι’ ἡμᾶς σταυρὸν ὑπομείναντα Σωτῆρα δηλοῖ, συνεπίσκεψαι καὶ μὴ θαυμάσῃς· οὐ γὰρ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς | |
10 | τοῦ Σωτῆρος ἐπιδημίας, ὁ λέγων, ὅτι αὐτός ἐστιν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Στ. ζʹ. Καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι. | |
15 | Διδύμου. Σημειωτέον δὲ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ’ οὐρανόν εἰσι· τῆς μὲν γῆς ὑπὸ τὸν οὐρα‐ νὸν οὔσης, τῶν δὲ ὑπ’ οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. Τὴν μὲν οὖν γῆν περίεισιν, ἵνα κατα‐ νοήσῃ περὶ τίνος ἀνθρώπου αἰτήσει· τὴν δὲ ὑπ’ οὐ‐ | |
20 | ρανὸν ἐμπεριπατεῖ, εὐφραινόμενος τοῖς πνευματικοῖς τῆς πονηρίας, τοῖς ὑπηρετοῦσιν αὐτῷ πρὸς τὰ αἴ‐ σχιστα. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ λεπτὸν ὑπάρχων πνεῦμα, διέβη τοὺς προειρημένους τόπους· καὶ γὰρ οὐδὲ ὁ Θεὸς ὡς ψευδόμενον αὐτὸν ἤλεγξε. Τὸ μέντοι | |
25 | ἀνήμερον καὶ ἀφιλάνθρωπον τοῦ τρόπου, τῇ τοσαύτῃ περιόδῳ καταμηνύει ὁ πονηρός. Μανικοῦ γάρ τινος καὶ ὑπὸ ἐμπληξίας περινοστοῦντός ἐστι τὰ ῥήματα· καθὼς καὶ ἑτέρωθί που εἴρηται· Ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, | |
30 | ζητῶν τίνα καταπίῃ. Ἄγρυπνος γὰρ πολεμεῖ, καὶ περιέρχεται, τοὺς μὲν φίλους ὑπαγόμενος, τοὺς δὲ ἐχθροὺς ἐξαιτούμενος· οὐ γὰρ ἐξουσιάζει ἡμῶν. Καί τι τοιοῦτον αὐτοῦ τὰ ῥήματα βούλεται· Ἐπειδὴ, φη‐ σὶ, γηίνων καὶ ἀερίων ὑποτασσομένων μοι, Ἰὼβ μό‐ | |
35 | νος ἀνθίσταται, ἥκω αὐτὸν αἰτησόμενος. Στ. θʹ. Ἀπεκρίθη δὲ ὁ διάβολος, καὶ εἶπεν ἐν‐ αντίον Κυρίου. Διδύμου. Ἴδιον δὲ τῶν πρὸς ἀρετὴν ἀπεχθανο‐ μένων, τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, | |
40 | ἀλλὰ διαβάλλοντας λέγειν, ὡς ὅδε τις δίκαιός ἐστι, δι’ ἀδυναμίαν τοῦ ἀδικεῖν· ὅδε τις σώφρων, διὰ τὴν καλουμένην ἠλιθιότητα· ὁ δὲ, χρήματα καὶ πορισμοὺς οὐκ ἔχει, διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον· καὶ ὅλως, οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν, ὡς γνη‐ | |
45 | σίαν. Στ. ιαʹ. Ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Διδύμου. Χεῖρα Θεοῦ διαφόρως ἐκληπτέον, ἢ τὴν | |
39.1121(50) | κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἥ τις καὶ σκεῦος ὀργῆς λέγεται κατὰ τὸ, Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἢ τὴν φρουρητικὴν καὶ σκε‐ παστικὴν δύναμιν, ὡς τὸ, Ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ἐνταῦθα τοίνυν τὸ, Ἀπό‐ | |
55 | στειλον τὴν χεῖρά σου, ἀντὶ τοῦ, πληκτικῶς αὐτοῦ | |
περίδραξαι, εἴρηται· τὸ δὲ, Ἅψαι αὐτοῦ, ἀντὶ τοῦ, | ||
39.1124 | καθάψαι, ἐπάγαγε θλιβερά. Ἔχομεν δὲ καὶ τούτου παράδειγμα τὸ, Μὴ ἅψησθε τῶν χριστῶν μου. Οὐ γὰρ τὴν ἁπλὴν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. Ὅρα δὲ ὅπως πανούρ‐ | |
5 | γως, καὶ μεθ’ ὑποκρίσεως, οὐ λέγει, ὅτι Ἐπίτρεψόν μοι, ἀλλὰ, Σὺ ποίησον. Σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστί. Σὺ δέ μοι θεώρει καὶ ἑτέ‐ ραν κακίαν, καὶ τυφλότητα διαβολικὴν, ὅτι τὸν μόνον | |
10 | ἀγαθὸν πείθειν ἐθέλει κακοποιεῖν· κατὰ πολλὴν δὲ λίαν ὠμότητα, οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι, ἤ τινας τῶν παίδων, ἀλλ’ ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται· διὸ οὐ μερι‐ κῶς, ἀλλὰ καθολικῶς ἐξαιτεῖται τὸν δίκαιον, λέγων· | |
15 | Ἅψαι πάντων ὧν ἔχει, γύμνωσον αὐτὸν πάσης ἀν‐ θρωπίνης ἐλπίδος, ἔστω θλίψεων καὶ θρήνων εἰκὼν ἀπαράβλητος. Τότε γὰρ καὶ τὸ εὐχάριστον καὶ τὸ εὔγνωμον θαυμασθήσεται, ταῖς μεταβολαῖς μηδαμῶς ἐλεγχόμενον. Εἰ οὐκ εἰς πρόσωπόν σε εὐλογήσει, | |
20 | τουτέστιν ἐὰν μὴ τότε σε φανερῶς βλασφημήσῃ, καὶ ἐναντίον σου θρασυνόμενος ἀκονήσει τὴν γλῶσσαν, ἅτε τῶν συμφορῶν μὴ βαστάζων τὸ μέγεθος. | |
25 | Κἀνταῦθα τοίνυν, ἀντὶ τοῦ, καταράσεται, καὶ βλασφημήσει σε, ὁ διάβολος εἶπε, τῷ εὐφημοτέρῳ χρησάμενος ὀνόματι, ὅπως μὴ πρὸς Θεὸν τὴν τραχυ‐ τέραν προενέγκηται λέξιν, μηδὲ ἐρεῖ, ὅτι ἐξ ἐναντίας ἄν σοι ἔσῃ, τῷ Θεῷ. | |
30 | Στ. ιβʹ. Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ πάντα ὅσα ἔχει δίδωμι ἐν τῇ χειρί σου, ἀλλ’ αὐ‐ τοῦ μὴ ἅψῃ. Διδύμου. Τὸ γὰρ, Ἰδοὺ δέδωκα πάντα ἐν τῇ χειρί σου, παραστατικόν ἐστι τοῦ μὴ χωρὶς θείας | |
35 | συγχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. Ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρῳ καὶ τὴν συγχώρησιν ποιεῖται, ἐπιφέρει, Ἀλλ’ αὐτοῦ μὴ ἅψῃ. Ὅθεν δῆ‐ λον, ὅτι οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνου‐ σιν, οὔτ’ ἐκ ταυτομάτου, ἀλλ’ ἐκ Θεοῦ συγχωρή‐ | |
40 | σεως. Καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ Κυρίου. Κατὰ δέ τινας, εἰ μὴ ἔξω γέγονε τοῦ Θεοῦ ὁ διά‐ βολος, οὐκ ἂν ἐνήργησε τὰ κατὰ τοῦ Ἰώβ. Κυριολε‐ κτεῖται δὲ ἐπὶ τούτου μᾶλλον ἢ ἐπὶ τοῦ Καῒν τό· | |
45 | Ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου· ὃ δηλοῖ τὸ ἀφάνταστον τοῦ Θεοῦ εἶναι αὐτόν. Οὗτος γὰρ ἀεὶ τῶν ἔξω τυγχάνει, εἰ καὶ προσποιητῶς ἦλθε μετὰ τῶν παραστατῶν τοῦ Θεοῦ. Στ. ιγʹ. Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. | |
39.1124(50) | Διδύμου. Ἀκολούθως καὶ τῆς ἡμέρας μνημονεύει, καὶ τῆς συνελεύσεως τῶν τέκνων, ἵνα οὕτω καὶ τὸ τοῦ θανάτου αὐτῶν γένηται πιστὸν, ἀθρόως ὑφ’ ἕνα καιρὸν ὑπὸ τὴν πτῶσιν τῆς οἰκίας ἀποθανόντων. Στ. ιδʹ. Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ | |
55 | εἶπεν αὐτῷ, κ. τ. λ. Διδύμου. Κατανοεῖν δὲ ἄξιον, ὅπως τὰ τῆς ἀπαγ‐ γελίας ἀθρόως γεγενημένα, καὶ ἐκ τῆς διηγήσεως ἔχει τὸ βαρὺ, καὶ τὸ πρὸς λύπην ὑπερβάλλουσαν ἐπιῤ‐ | |
ῥεπές. Ἀλλ’ εἰ καὶ ἱκανὰ ἦν ταράξαι, διὰ τὸ ἀθρόον | ||
39.1125 | τοῦ χαλεποῦ, ὅμως οὐκ ἐταράχθη ὁ δίκαιος. Εἴρηται γοῦν ἐν ἑνὶ τῶν ψαλμῶν περὶ τοῦ ἁγίου· Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Στ. ιϛʹ. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος | |
5 | ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μό‐ νος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Διδύμου. Οὐ γὰρ διάβολος ἐξουσίαν ἔχει, πῦρ ἐξ | |
10 | οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένη‐ ται, ὅπως παραστήσῃ τῷ Σατανᾷ ὁ δεδωκὼς αὐτῷ τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ Θεὸς, ὅτι οὐδὲ μέλει τῷ μακαρίῳ τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχα‐ νάς. Καίτοιγε εἰ καὶ τὰ δόγματα τῆς ἀληθείας ἠκρι‐ | |
15 | βωκὼς ὁ ἅγιος ἐγίνωσκεν, ὡς οὐκ ἄνευ Θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλ’ ἱκανὸν ἦν τὸ γι‐ νόμενον μεγίστην αὐτῷ φέρειν λύπην, διὰ τοὺς σκαν‐ δαλιζομένους, ὡς καὶ Θεοῦ κατ’ αὐτοῦ χωροῦντος. Τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας, τὰ μὲν κτή‐ | |
20 | νη ἀπελάσαι, τοὺς δὲ παῖδας ἀποσφάξαι, ἠδύναντο λογίσασθαι οἱ ἁπλούστεροι, ὅτι νόμῳ πολέμου, ἀλλ’ οὐκ ἀπὸ Θεοῦ γέγονεν· ὅτε δὲ πῦρ ἀπήγγελται οὐρα‐ νόθεν κατελθὸν, δέος ἦν μή τις λογίζηται τῶν ἀσθε‐ νῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ, καὶ παρὰ Θεοῦ | |
25 | τιμωρουμένου τοῦ ταύτην ἔχοντος. Ἀλλὰ καὶ τούτου συμβάντος, ὁ ἅγιος οὐκ ὤκλασεν· ὅθεν πρὸς τὸ ἀν‐ ένδοτον τοῦ ἀθλητοῦ ἐναργέστατα εἴρηται [ἴς. δηλοῦ‐ σθαι] τὸ, Ὅτε οὗτος ἐλάλει, καὶ οὗτος ἦλθεν. Ἵνα γὰρ μηδεμίαν τῶν πόνων ἀναψυχὴν τῷ παλαιστῇ δῷ, | |
30 | ἀλλὰ τῷ συνεχεῖ τῆς ἀγγελίας ταράξῃ τὸν δίκαιον, καὶ καθάπερ ναῦν, τῷ ἐπαλλήλῳ τῶν κυμάτων ὑπο‐ βρύχιον γενέσθαι παρασκευάσῃ τοῖς πάθεσι, πυκνὰ κατ’ αὐτοῦ πέμπει τὰ πικρὰ βέλη τῶν συμφορῶν. Αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ὁ ἄγγελος, αὐτὸς | |
35 | ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγὴν, καὶ ταύτην κατὰ τὴν συνέχειαν, ἵνα μηδὲ ἀναπνεύσῃ ὁ ἀκούων. | |
40 | Στ. ιζʹ. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰώβ, «Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμή‐ λους, κ. τ. λ. Διδύμου. Τὸ γοῦν καὶ περὶ τῆς σφαγῆς τῶν παί‐ | |
45 | δων ἀκοῦσαι, καὶ ἀνδρείως ἐνεγκεῖν, τοῦτο δείκνυσι τὴν ἀνδρείαν τε τοῦ δικαίου καὶ καρτερίαν. Δῆλον δὲ, ὡς ὑφ’ ἓν πάντα γέγονε, μηδὲ ἀκουσάντων υἱῶν τὰ συμβεβηκότα, καὶ γὰρ ἐσημειώσατο ἡ Γραφὴ, ὅτι παρὰ τῷ πρεσβυτέρῳ αὐτῶν ἀδελφῷ ἠρίστων. | |
39.1125(50) | Ταῦτα ἱκανὰ ἦν εἰς ἔκστασιν ἀγαγεῖν καὶ θορυβῆσαι τοὺς μὴ λογιζομένους τὰς συνεχεῖς τροπὰς τῶν πρα‐ γμάτων καὶ ἀλλοιώσεις, τοὺς συνέχειν πειρωμένους τὰ μὴ ἴδια, ὧν ἡ κτῆσις λυπηροτέρα καὶ τῆς πρώτης στερήσεως. Ἤδη γάρ τινες τῷ ἀθρόῳ τῆς μεταπτώ‐ | |
55 | σεως προσομιλήσαντες, καὶ περὶ αὐτὸν τὸν σώφρονα νοῦν ἐκινδύνευσαν, τοσοῦτον ἁλόντες ὑπὸ τοῦ πάθους, ὅσον καὶ ἠγάπησαν τὰ μίσους ἄξια καὶ φυγῆς. Μετρεῖ | |
γὰρ αὐτοῖς τὴν ἀθυμίαν, τῆς πολλῆς εὐθυμίας τὸ | ||
39.1128 | ἀβασάνιστον. Τὸ γὰρ μὴ πρὸς κτῆσιν ἐλθὸν, καὶ λύ‐ πης ἐστὶν ἀπείρατον· τὸ δὲ ἐν πείρᾳ γενόμενον, καὶ πρὸ τῆς στερήσεως σύνοικον ἔχει τὸν φόβον τοῦ πά‐ θους, καὶ μετὰ τὴν στέρησιν δριμείας φέρει τὰς ὀδύ‐ | |
5 | νας. Εὐθυμία γὰρ ἀχαλίνωτος, καὶ νοῦς ἀπαιδαγώ‐ γητος, τελευταίοις ἁλίσκεται θρήνοις. Ἀλλ’ οὐ τοι‐ οῦτος ἦν Ἰὼβ ὁ ἀοίδιμος, τῆς καρτερίας τὸ θαυμα‐ στὸν χρῆμα, τῆς ἀνδρείας ὁ ἀκρότατος ὅρος, τὸ τῆς εὐσεβείας κεφάλαιον, τῆς φιλοσοφίας τὸ μέγα παρά‐ | |
10 | δειγμα. Φέρειν γὰρ οἶδε, καὶ εὐθυμίαν σωφρόνως, καὶ συμφορὰν γενναίως. Ἡ γὰρ προλαβοῦσα φιλοσοφία ταῖς μετὰ ταῦτα πληγαῖς οὐδαμῶς ἀπελέγχεται. Πῶς δ’ ἂν καὶ ἐγένετο τὸ πάθος ἀφόρητον τῷ τὰ θεῖα πε‐ παιδευμένῳ, καὶ προασκηθέντι καλῶς τὴν εὐσέβειαν; | |
15 | Ὁ γὰρ τὸν πλοῦτον κοινὸν ἔχειν πεπαιδευμένος, ταῖς δαπάναις τῶν δεομένων πλουτεῖ, καὶ οὐκ εὐλαβείται τὴν στέρησιν· διὸ καὶ ἀφιστάμενος οὐ δυσχεραίνει, φιλοσοφίας δὲ μᾶλλον ἀφορμὴν τὸ πάθος πεποίηται, καὶ τοῖς φαιδροῖς χαλινὸν ἐπιτιθεὶς τοῦ ἤθους τὸ μέ‐ | |
20 | τριον, καὶ τοῖς λυπηροῖς εἴκειν οὐκ ἀνεχόμενος, οἷα καὶ φρουρούμενος ἄνωθεν. Οἶδε γὰρ φιλοσοφία πρὸς ἑκατέραν μεταβολὴν σωφρονεῖν· ὅθεν οὔτε ταῖς πο‐ λυτελείαις ἐξύβρισε [ἴς. ἐξυβίζει] (πλουτεῖ γὰρ φι‐ λοσοφίαν), οὔτε καταβαπτίζεται ταῖς συμφοραῖς | |
25 | (ἀσκεῖ γὰρ τὴν καρτερίαν), καὶ γίνεται αὐτῷ σωτη‐ ρίας ὁδὸς ἡ τοῦ βασκάνου πεῖρα. Ἔλαθε γὰρ ἑαυτὸν ὁ πολέμιος, ἐκεῖθεν ὁδοποιῶν αὐτῷ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, ὅθεν ἑλεῖν αὐτὸν προσεδόκησε· διὰ τοῦ‐ το καὶ σύνοικος ἐπιβουλεύουσα διελέγχεται, καὶ παί‐ | |
30 | δων πανολεθρία τὴν εὐσέβειαν οὐ λυμαίνεται, καὶ πῦρ ῥέον ἀπ’ οὐρανοῦ τὴν διάνοιαν οὐ παρακρούεται, σωζομένην ὑπὸ Θεοῦ· καὶ αἱ συνεχεῖς τῶν κακῶν ἀγγελίαι, καὶ αἱ πανταχόθεν οἰμωγαὶ τὴν καρτερίαν οὐ σαλεύουσι. Πᾶς γὰρ Θεῷ προσομιλῶν, μικρὰ | |
35 | φροντίζει τῶν κάτω καὶ φθειρομένων. Τοσούτῳ δὲ μᾶλλον οἰκειοῦται τοῖς ἄνω καὶ μένουσιν, ὅσῳ καὶ τῶν παρόντων ἐλαύνεται. Τὸ γὰρ τῆς πονηρίας πνεῦ‐ μα, καὶ ἡ τοῦ κλύδωνος ἐπανάστασις, δικαίαν οὐκ οἶδε καταβλάπτειν [ἴς. καταβάπτειν] ψυχήν· ἐφρού‐ | |
40 | ρει γὰρ αὐτὴν ὁ Θεὸς, μετρήσας τὴν συμφοράν· τὰ μὲν ὅσα περὶ αὐτὴν, τῷ πειράζοντι συγχωρήσας, εἰς ἔλεγχον σώφρονος λογισμοῦ, τὸν δὲ νοῦν ἀπαθῆ φυλά‐ ξας, ᾧ καὶ πολεμεῖν ἔμελλεν, ᾧ καὶ παραταξάμε‐ νος, τῶν τοσούτων τροπαίων ἐκράτησεν. | |
47 | Στ. ιηʹ, ιθʹ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγ‐ γελος ἔρχεται, λέγων τῷ Ἰὼβ, Τῶν υἱῶν σου, κ. τ. λ. | |
39.1128(50) | Διδύμου. Οὐ μάτην πρόσκειται τὸ, Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων ἐσθιόντων καὶ πινόντων, ἀλλὰ πρὸς ἐπίτασιν ἀνοίας, καὶ τοῦτο τοῦ διαβόλου πρα‐ γματευομένου, ἵνα ἡ τῶν γεγενημένων ἐπαγγελία βαρεῖα γενομένη, λύπην ὑπερβάλλουσαν τῷ ἁγίῳ ἐμ‐ | |
55 | ποιήσῃ. Κοιμωμένων γὰρ τῶν τέκνων εἰ συνέβη, τὸ τῆς πτώσεως ἀνεπαίσθητον λογιζόμενος, οὐχ οὕτως ἠνιᾶτο· πρόσκειται δὲ τὸ, ἐξαίφνης, ἐμφαντικὰ τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι, οὕτω συμβάντος τὰ | |
πράγματος. | ||
39.1129 | ΚΕΦ. Βʹ, στ. ϛʹ. Εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· Ἰδού, παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴ αὐτοῦ διαφύλαξον (ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ). | |
5 | Διδύμου. Καὶ τοῦτο πρὸς ἡμετέραν ὠφέλειαν, ἵνα χαρακτὴρ καὶ τύπος ἀνδρείας, καθάπερ ἐν στηλο‐ γραφίᾳ, ὁ Ἰὼβ τεθεὶς, σκοπὸς τῆς τοιαύτης ἀρετῆς, καὶ τοῖς τότε, καὶ τοῖς μεταγενεστέροις, ὑπάρξῃ· ὃ καὶ γέγονεν. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι τοῦ ἀθλητοῦ | |
10 | καὶ ἀγωνιστοῦ λέγοντος· Οἶδα ἐγὼ, ὅτι δίκαιος ἀναφανοῦμαι. Παραδιδοὺς δὲ ὁ Κύριός φησι, Μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Ὅπερ νοηθείη οὕ‐ τως· Παρακοπὰς πολλάκις, καὶ τοῦ ἡγεμονικοῦ δια‐ στροφὰς ἔν τισιν ὁρῶμεν γινομένας, δι’ οὓς οἶδε λό‐ | |
15 | γους ὁ τὰ κρυπτὰ γινώσκων Θεός. Ἐπεὶ οὖν εἰς πα‐ ραφροσύνην τὸν δίκαιον ἀγαγεῖν ἔσπευδεν ὁ διάβο‐ λος, καὶ ἔκστασιν φρενῶν, ἵνα καὶ ἄκοντα αὐτὸν τοῖς τῆς βλασφημίας περιβάλῃ ῥήμασιν, Ἰδοὺ, φησὶ, πα‐ ραδίδωμί σοι ὃν ἐξῃτήσω, ἵνα κἀκεῖνος πλεῖον εὐδο‐ | |
20 | κιμήσῃ, καὶ σὺ αἰσχυνθείς [ἴς. αἰσχυνθῇς]· πλὴν μὴ κάρον αὐτῷ καὶ διαστροφὴν ἐργάσω τοῦ ἡγεμονικοῦ. Τοῦτο γὰρ οὐκ ἐφεῖταί σοι, ἵν’ ἐῤῥωμένῳ τῷ λογι‐ σμῷ τὴν ἐν τοῖς πάθεσιν ἐνδείξηται ἀνδρείαν, ἀλλὰ σαρκῶν ἅπτου, καὶ ὀστέων, ὡς ἐξῃτήσω. | |
27 | Στ. θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσ‐ | |
30 | δεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Διδύμου. Ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος, καὶ οὐκ ἔχων ὅ τι ποιήσει λοιπὸν, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τοῦ γυ‐ ναίου διάνοιαν ὑποσύρας, δι’ ἐκείνης σαλεύειν ἐπει‐ | |
35 | ρᾶτο τὸν ἀθλητήν· καὶ τρίτον αὐτῷ πλέκει πάλαι‐ σμα, τὴν αὐτῆς ὁμιλίαν, ἴσως διὰ ταύτης τὸν Ἰὼβ, ὡς καὶ διὰ τῆς Εὔας τὸν Ἀδὰμ, ἀπατήσειε. Χρόνου γὰρ πολλοῦ προβεβηκότος, ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν τῆς εὐσεβείας πύργον, τὰ τῆς ὀλιγωρίας | |
40 | προφέρειν πείθει τὴν γυναῖκα ῥήματα. ΚΕΦ. Γʹ, στ. ηʹ. Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Διδύμου. Καλῶς δὲ τὸ, Ὁ μέλλων χειρώσασθαι, | |
45 | εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν μυστή‐ ριον, ὡς μήπω τότε γεγονὸς, μέλλον δὲ γενέσθαι. Οὐ γὰρ ἥρμοζε γυμνῇ τῇ θεότητι καταργῆσαι [ἴς. καταρ‐ γηθῆναι] τὸν κράτος ἔχοντα τοῦ θανάτου διάβολον, ἀλλὰ διὰ τοῦ ναοῦ τοῦ Λόγου [ἴς. τοῦ Λόγου ἀνθρώ‐ | |
39.1129(50) | που] γεγενημένου ἐκ σπέρματος τοῦ ἀπατηθέντος ὑπὸ τοῦ διαβόλου. Καύχημα γὰρ ἦν τῷ πονηρῷ, εἰ γυμνῇ τῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρξε. Τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου, ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας, δηλοῖ. Διάβολος γὰρ καὶ ἀντι‐ | |
55 | κείμενος, καὶ πονηρὸς, καὶ λέων, καὶ δράκων, καὶ ὄφις, καὶ θηρίον, καὶ κῆτος, διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος· ὅπερ ἀνα‐ | |
τρεπτικόν ἐστι τοῦ Μανιχαϊκοῦ δόγματος. | ||
39.1132 | ΚΕΦ. Δʹ, στ. βʹ. Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Διδύμου. Ἢ τὸ, Πολλάκις σοι λελάληται ἐν κό‐ πῳ; δηλοῖ, ὅτι καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις | |
5 | πρός τινας περιπεπτωκότας θλιβεροῖς, καὶ παράκλη‐ σιν αὐτοῖς προσήγαγες ἐν κόπῳ, τουτέστιν ἐν ταῖς συμφοραῖς καὶ ταῖς θλίψεσι· νῦν δὲ τὰ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν, ἀλλὰ τὸ τραχύ σου τῶν λόγων καὶ τὸν ἄγαν ἡσυχά‐ | |
10 | ζειν βουλόμενον διανίστησι πρὸς ἀντιλογίαν. Στ. ιʹ. Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυ‐ ρίαμα δὲ δρακόντων ἐσβέσθη. Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι δὲ λεόν‐ των ἔλιπον ἀλλήλους. | |
15 | Διδύμου. Λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ τοι χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβου‐ λον, καὶ κατασκευάζει, ὅτι πᾶν τὸ ἄδικον καὶ ὑπερή‐ φανον ἀπόλλυσιν ὁ Θεός. Ἀπόλλυται γοῦν, φησὶν, ὁ ἀνυπόστατος λέων, ὅταν βούληται Θεός· σβέννυται δὲ | |
20 | τὸ ἄγριον φθέγμα τῆς λεαίνης, δι’ οὗ ἐκδειματοῖ τῶν θηρίων τὰ ἀσθενέστερα· καὶ οἱ δράκοντες ἐταπεινώ‐ θησαν· ἐξέλιπε δὲ ὁ μυρμηκολέων, μὴ χορηγηθείσης αὐτῷ τροφῆς· καὶ οἱ σκύμνοι τῶν λεόντων ἔλιπον ἀλλήλους, οὐκ εἰς διαδοχὰς παραπέμπονται. | |
25 | Κατὰ μέντοι τὴν ἱστορίαν, ἐπειδὴ εἶπεν Ἐλιφὰζ, ὅτι οἱ σπείροντες τὰ ἄτοπα, ἀπὸ προστάγματος Κυ‐ ρίου ἀπολοῦνται, ἐπήγαγεν, ὅτι καὶ λέων καὶ δρά‐ κων τὸ αὐτὸ πείσεται, Θεοῦ βουλομένου. Ὁ τοίνυν καὶ ἐν τοῖς ἀλόγοις τὴν εὐταξίαν διατηρῶν, πολλῷ | |
30 | μᾶλλον ἐπ’ ἀνθρώπων. Στ. ιζʹ. Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναν‐ τίον τοῦ Κυρίου; ἢ, ἀπὸ τῶν ἔργων αὐτοῦ, ἄμεμ‐ πτος ἀνήρ; Διδύμου. Οὐκ ἂν, φησὶ, τοῦτο εἴποις, ὡς ἁμαρ‐ | |
35 | τημάτων ἐκτὸς ὢν, ταῦτα πέπονθας· ἐπεὶ μηδὲ ἔστιν ἀνθρώπου φύσιν πρὸς τὴν τῶν νόμων ἀκρίβειαν πο‐ λιτεύεσθαι. Ἔστι γὰρ ὅτε μὲν καὶ ἑκουσίοις, πολλά‐ κις δὲ καὶ ἀκουσίοις περιπίπτομεν, διὰ τὴν τῆς φύ‐ σεως ἀσθένειαν. Τοῦτο μέντοι πιθανὸν ὑπάρχον, εἰ | |
40 | κατὰ τὴν ἔννοιαν ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. Εἰ γὰρ δι’ ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρὸς, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπάρξειεν ἄν. Στ. ηʹ. Κύριον δὲ τὸν πάντων Δεσπότην ἐπι‐ καλέσομαι, τὸν ποιοῦντα μεγάλα, καὶ ἀνεξιχνία‐ | |
45 | στα, ἔνδοξάτε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Διδύμου. αἰτιασάμενος τοὺς ἄφρονας, καὶ εἰπὼν ἃ εἶπε περὶ αὐτῶν, νῦν προνοητὴν ὁμολογεῖ καὶ δη‐ μιουργὸν τὸν Θεὸν, διὰ τῶν ἐκτιθέντων. Οὐκ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήψεις, ἄνδρα σοφὸν | |
39.1132(50) | ὄντα τὰ ἀνθρώπινα. Ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάληψιν, περὶ ἀνεξιχνιάστων λέγων, καὶ με‐ γάλων, καὶ ἐνδόξων, ὑετοῦ τε καὶ ὕδατος· ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὸ ἐκ πηγῶν, καὶ χειμάῤ‐ ῥων, καὶ φλεβῶν εἴη ἂν λέγων. Φησὶ τοίνυν, ὅτι Ἐγὼ οὐ | |
55 | δοξάζω, οὐδὲ φρονῶ, ὡς οἱ ἀσεβεῖς, ἀλλάγε πρό‐ | |
νοιαν ἐπιστάμενος, καὶ εἰδὼς τὸν Θεὸν Δεσπότην | ||
39.1133 | πάντων, καὶ καιρῶν, καὶ τόπων, καὶ πραγμάτων, ἐπικαλοῦμαι αὐτὸν, πρέπειν τοῦτο ἡγούμενος, ὃς κατὰ καιροὺς θαυμαστὰ ἐργάζεται, καὶ ἐκπλήξεως ἄξια, πρὸς ὠφέλειαν ἀνθρώπων, ὧν τὸ πλῆθος οὐδὲ | |
5 | λόγῳ καταλέξαι οἷόν τε. Λέγει δὲ τὴν καθ’ ἑκάστην γενεὰν ποικίλην γενομένην πρόνοιαν, κοινῶς τε πρὸς ἅπαντας, καὶ ἰδίᾳ πρὸς ἕκαστον. Ὡς γὰρ τῶν ἀνθρώ‐ πων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν, οὕτως οὐδὲ τῆς τοῦ Θεοῦ ἐφικέσθαι προνοίας. | |
12 | Στ. ιαʹ. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα. Διδύμου. Μεταβαίνει καὶ ἐπὶ τὴν κατ’ ἀνθρώπους | |
15 | πρόνοιαν, καὶ τοῦτο δὲ διακείμενος περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ, ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ὑγιαίνοντας ἀπεργαζόμενος. Στ. ιζʹ. Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ | |
20 | Κύριος νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναί‐ νου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθ‐ ίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Διδύμου. Ἐλέγχει Θεὸς, καὶ τὴν τῆς μάστιγος ἐπάγει νουθεσίαν, οὐχ ἵνα ἀπολέσῃ, ἀλλ’ ἵνα σώσῃ | |
25 | τὸν παιδευόμενον· καὶ σὺ τοίνυν μὴ καθυφεὶς τοῦ φρονήματος, μετ’ εὐχαριστίας δέχου τὸν ἔλεγχον. Στ. ιηʹ. Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. Διδύμου. Κατὰ δέ τινας ὑποβάλλουσιν οἱ στίχοι, | |
30 | ὅτι εἰς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας, καὶ θλίψεις· κἂν ἅγιός τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην· ὑπερβὰς δὲ τὸν κό‐ σμον, καὶ ἐν τῇ ἑβδοματικῇ ἀναπαύσει γεγενημένος, | |
35 | οὐκ αἰσθήσεται κακώσεως· ἐπεὶ καὶ τοῦ ἀφιλάργυρον ἔχοντος τὸν τρόπον οὐχ ἅπτεται ζημία. Ὁ δὲ νοῦς τοιοῦτος· Ἐν τῷ νῦν αἰῶν· γυμνάσει σε, καὶ ἐν τῷ μέλλοντί σε δοξάσει. Οὐκ ἀνάγκη δὲ ταῖς θεωρίαις τὰς ἱστορίας ἐξομαλίζειν ἑξῆς. | |
40 | Στ. κϛʹ. Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥρι‐ μος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα. Διδύμου. Τοῦτο γὰρ δηλοῖ ἡ συγκομιζομένη θη‐ μωνία, τὴν πλήρωσιν, καὶ τελείωσιν, καὶ ὅτι ἐπ’ | |
45 | ἀσφαλοῦς λοιπὸν τῷ ὄντι ἐστὶν ὁ τέλειος. ΚΕΦ. Ϟʹ, στ. εʹ. Τί γάρ; μὴ διακενῆς κεκρά‐ ξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς, ἐπὶ φάτνης ἔχων τὰ βρώ‐ ματα; | |
39.1133(50) | Διδύμου. Μὴ γὰρ ματαίως φωνὴν ἀφίησιν ὄνος ἄγριος, ἀλλ’ ἐνδεόμενος τροφῆς· ἀλλ’ οὐδὲ βοῦς μυ‐ κᾶται, ἐπὶ φάτνης βρωμάτων κειμένων· ὥστε μηδὲ ἐμὲ αἰτιῶ, εἰ κράζω, κατὰ τὴν σὴν ὑπόληψιν, διὰ τὰ ἀνιαρὰ, τῆς φύσεως ἀσθενοῦς ὑπαρχούσης. Ταῦτα δέ | |
55 | φησιν ὁ δίκαιος, ὅτι Ὡς οὐ μάτην ἀνακράζει ὄνος, ἢ | |
39.1136 | βοῦς, ἀλλ’ ὅταν ἐπιλείπῃ τὰ βρώματα· οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακοῦ, ἄγων τὸν Ἐλιφὰζ πρὸς τὸ μὴ μέμφεσθαι τὸν ὀδυνώ‐ μενον, εἰ κράζει. Οὐ γὰρ ἀναίσθητον εἶναι δεῖ τὸν | |
5 | δίκαιον, κἂν καρτερῶς φέρῃ τὰ θλίβοντα. Αὕτη γὰρ ἀρετή ἐστιν, ὅταν αἴσθησιν τῶν ἐπιπόνων δεχόμενός τις, ὑπερφρονῇ τῶν ἀλγηδόνων διὰ τὸν Θεόν. Στ. ϛʹ. Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; | |
10 | Διδύμου. Πρὸς δὲ διάνοιαν, Ἅπας λόγος κενὸς καὶ μάταιός ἐστιν, ἐστερημένος πράξεως ἐναρέτου. Τούτου παραστατικὸν τὸ, Οὐ γὰρ ἐν λόγῳ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει, οὐκ ἐν κεναῖς ὑποσχέσεσιν, ἀλλ’ ἐν λόγῳ ἐνεργεῖ τὰ τῆς σω‐ | |
15 | τηρίας ὑπάρχει. Στ. ιεʹ. Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρ‐ ῆλθόν με. Διδύμου. Καὶ οἱ δοκοῦντες δὲ φίλοι εἶναι, ἐνστάν‐ | |
20 | τος δὲ θλιβεροῦ καιροῦ ἐλεγχόμενοι, ὅτι ψεύδονται τὴν φιλίαν, καὶ σχηματίζονται, λόγον τε ἂν [ἴς. λέ‐ γοιντ’ ἂν] χείμαῤῥος καὶ κῦμα, διὰ τὸ ἀβέβαιον καὶ ἄπιστον. Ὡς γὰρ ὁ χείμαῤῥος δόκησιν παρέχει αὐθιγενοῦς καὶ ἀεννάου ποταμοῦ, καὶ τὸ κῦμα κορυ‐ | |
25 | φούμενον τοῖς ἀπείροις δοκεῖ μὴ ἄν ποτε ταπεινω‐ θῆναι (ἤλεγξε [ἴς. ἐλέγχει] δὲ καὶ τὸν χειμάῤῥουν πρόσκαιρον ὄντα ὁ αὐχμὸς, καὶ τὸ κῦμα ἡ νηνεμία)· οὕτω καὶ τοὺς ὑποκρινομένους τὰ τῆς φιλίας, καιροῦ ζάλη δείκνυσι πολύ τι πρὸς τοὺς ἀληθινοὺς φίλους ἀντι‐ | |
30 | κειμένους. Οἱ μὲν γὰρ δίκαιοι, ἣν ἔχουσι βεβαιό‐ τητα πρὸς τοὺς ἀγαπωμένους, ταύτην φαίνονται ἐν ἀνέσει, καὶ ἐν περιστάσει τηροῦντες, τὸν ὅρον τῆς φιλίας μὴ διαστρέφοντες· καὶ οὐ θαῦμα, ὅπουγε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν | |
35 | μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες· οἱ δὲ φαῦλοι μέχρι μέν τινος κρύπτουσιν ὅπερ εἰσὶ, φωρῶνται δὲ ἐν τοῖς περιστατικοῖς, τὸ προσωπεῖον τῆς ἀγάπης ἀποδυσάμενοι. Τοῦτο τοίνυν καὶ τῷ Ἰὼβ πρὸς δοκι‐ μασίαν τότε συνέβαινεν· ἴσως δὲ καὶ τοῦτο τοῦ ἐξαι‐ | |
40 | τησαμένου ὑποβάλλοντος, πείθοντός τε καὶ τοὺς φί‐ λους, διὰ τὸ πάθος καταφρονεῖν αὐτοῦ. Οὐ μικρὸν δὲ ἀνιᾷ ἐν τοῖς θλιβεροῖς ἀπουσία τῶν φίλων. Ταύτην ὑπομένων τὴν θλίψιν καὶ Δαβὶδ ὁ ἅγιος ἔψαλλε [ἴς. ἔψαλε]· Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, | |
45 | καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Καὶ πάλιν ἀποδυρό‐ μενος, ἔλεγε· Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρ‐ δίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Στ. ιηʹ. Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπε‐ πτώκασί μοι. | |
39.1136(50) | Διδύμου. Ἴσως μὲν οὖν ἠρέμα τοὺς φίλους ἐλέγχει, ὅτι Ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν, ἐπεμ‐ βαίνετέ μοι, τολμῶντες τοιαῦτα λέγειν, ἃ μὴ πρότε‐ ρον εἰρήκατε, διὰ τὴν πρός με εὐλάβειαν. Εἰκὸς δὲ ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὴν συμφορὰν αὐτῷ | |
55 | ἐνήλλοντο. | |
39.1137 | Στ. καʹ. Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀν‐ ελεημόνως. Διδύμου. Καὶ τοὺς ἐπ’ αἰτιᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις, οὐκ ἐλέγχει, κατὰ λόγον | |
5 | [ἴς. λόγου] κινούμενος· οὐ τοῦτο γὰρ πρόκειται· ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέψασθαι, τοῦ γενναίως ἐνεγκεῖν. Τὸ γὰρ λέγειν, Διατί γὰρ ἥμαρτες; βαρύ‐ ναι ἐστὶ μᾶλλον ἢ πόνων κουφίσαι. Καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ, ἐκ τοῦ πεπλανῆσθαι | |
10 | περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς, καὶ ὅτι τὸν μὴ ὑπο‐ κείμενον ἐλέγχῳ, ἐλέγχειν ἐπειρῶντο. Στ. καʹ. Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε. Διδύμου. Κηδεμονικώτατα δὲ ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται, ἀπὸ | |
15 | τῶν καθ’ ἑαυτὸν κἀκείνους διορθούμενος, καὶ ἐκ τῆς αὐτῶν διαλήψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέ‐ σεως. Εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περι‐ πίπτει, καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ’ ἔπαθεν, οὐδεὶς δὲ καθαρὸς ἀπὸ ῥύπου, καὶ ὑμεῖς φοβήθητε, | |
20 | ἐκ τοῦ ἡμετέρου τραύματος [γρ. πράγματος] τὸν φό‐ βον δεχόμενοι. Στ. κδʹ. Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πε‐ πλάνημαι, φράσατέ μοι. Διδύμου. Καὶ τοῦτο δὲ μετὰ πλείστης ὅσης πραό‐ | |
25 | τητος ὁ ἅγιος παιδεύει αὐτοὺς, πῶς χρήσονται λό‐ γοις πρὸς τοὺς ἐν περιστάσει· φησὶ γάρ· Διδάξατέ με, τουτέστι, Διδάσκειν ὀφείλετε, οὐκ ἐλέγχειν ἀκαί‐ ρως· εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν δεῖ ποιεῖν, καὶ τὸ [ἴς. κατὰ] λεγόμενον ὑπὸ Παύλου· Ἔλεγξον, ἐπι‐ | |
30 | τίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Στ. κεʹ. Οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ’ ὀρφανῷ | |
35 | ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. Διδύμου. Ἀνδρείας δὲ καὶ τοῦτο. Πολλοὶ γὰρ πολ‐ λάκις τῶν ἐν περιστάσεσι, φορτικῶν ἀκούοντες λό‐ γων, ἀποκάμνουσιν· ἀλλ’ ὁ ἅγιος, οὔτε ὅλως τὸν ἔλεγχον τὸν ὑπὸ φίλων, οὔτε τοὺς λόγους πρὸς ὀλι‐ | |
40 | γωρίαν ἐδέξατο, μὴ καταδεχόμενος αὐτὰ τὴν ἀρχὴν, ὡς δυνάμενα αὐτὸν σεῖσαι ἀλλὰ τὸ ἄλογον τῆς καθ’ ἑαυτοῦ ἐπιπλήξεως, καὶ τὸ μάταιον τοῦ ἐλέγχου δει‐ κνὺς, φησὶν, ὅτι Οὐ παύσει με ὁ ἔλεγχος ὑμῶν. Λόγος γὰρ χωρὶς ἔργων προσφερόμενος [ἴς. προφε‐ | |
45 | ρόμενος] ἀβέβαιός ἐστι καὶ ἄπιστος· ἄλλως δὲ καὶ μὴ ἀληθῶς προϊὼν, ἔτι τὸ ἀσθενὲς ἔχει· ὥστε καὶ ὑμεῖς τοιούτῳ ἐλέγχῳ χρώμενοι, οὐ παύετε [ἴς. παύσετε] τἀληθῆ λέγειν, οὐδὲ πρὸς τοὺς παρ’ ὑμῶν λόγους εὑρήσετε ἡσυχάζοντα. | |
39.1137(50) | Στ. κθʹ. Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; Διδύμου. Ἐπιτρεπτικὰ δὲ ταῦτα καὶ ἀνεξίκακα | |
55 | [ἴς. ἀλεξίκακα], παιδεύοντα σχολῇ, καὶ προσοχῇ, καὶ | |
ἐξετάσει φθέγγεσθαι· ὃ δηλοῦται διὰ τοῦ, Καθίσατε. | ||
39.1140 | Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, Πρὶν ἐξετάσῃς, μὴ μέμφου. Μέγα δὲ καὶ τὸ ἐπίταγμα τὸ, Μὴ εἴη ἄδι‐ κον· οὐ γὰρ μικρὸν, ἐν λόγῳ μὴ πταίειν. Προτρεψά‐ μενος δὲ αὐτοὺς σχολάσαι τῇ περὶ αὐτοῦ ἐξετάσει, | |
5 | ὅπερ διὰ τοῦ, Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, ἡρμήνευσεν· εἶτα εὐπαῤῥησίαστον προφέρει λόγον, φάσκων· Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἠρέμα παρακρινῶν [γρ. παρακινῶν] [ἴς. κατακρίνων] αὐτοὺς, ἐξ ἧς εἶχον περὶ αὐτοῦ διαλήψεως, ὡς δι’ | |
10 | ἁμαρτίας πεπονθότος· καὶ ἄλλως ὑποσημαίνων αὐτοῖς, ὡς οὐ πρὸς ἀσύνετον [ἴς. suppl. πρᾶγμα] ἔχουσιν, ἵν’ ἐκ τούτου εἰς τὴν περὶ αὐτοῦ σκέψιν αὐτοὺς διεγείρῃ, ὥστε φρονίμως καὶ συνετῶς ταύτῃ χρή‐ σασθαι. | |
15 | ΚΕΦ. Ζʹ, στ. ιʹ. Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ’ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. Διδύμου. Ἄλλοι [γρ. Τινὲς] δέ φασιν, ὅτι οὐ παρ‐ | |
20 | αινούμενος [ἴς. παραιρούμενος] τὴν ἀνάστασιν, τοῦτο λέγει· ἀλλὰ πρῶτον μὲν τὸ τῶν ἀνθρώπων ἐπίκηρον δεικνύς· ἔπειτα, ὅτι ὁ ἅπαξ ἀποθανὼν, εἰς τόνδε τὸν φθαρτὸν βίον οὐχ ὑποστρέψει, οὐδὲ τὰ συν‐ ήθη πράττων ἐπιγνωσθήσεται· ὥστε τῷ, Οὐκέτι οὐ | |
25 | μὴ ἀναβῇ ἐξ ᾅδου, συναπτέον τὸ, Εἰς τὸν ἴδιον οἶκον οὐκ ἐπιστρέψῃ· ἵνα εἴπῃ, ὅτι Ἀναβιώσεται μὲν, οὐ μὴν εἰς τὸν ἑαυτοῦ οἶκον ἐπιστρέψει. Ἀλλ’ αὕτη μὲν ἡ ἑρμηνεία πιθανὴ, ἀληθεστέρα δὲ ἡ προ‐ τέρα, ὅτι ἠγνόει τὰ περὶ τῆς ἀναστάσεως ὁ δίκαιος· | |
30 | ὅθεν καὶ πλέον ἐστὶ θαυμαστὸς, ὅτι μηδὲν τοιοῦτον ἐλπίζων, οὕτω τὴν ἄκραν ἀρετὴν κατώρθωσεν. ΚΕΦ. Ηʹ, στ. ιαʹ. Μὴ θάλλει πάπυρος ἄνευ ὕδα‐ τος; ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; ἔτι ὂν, κ. τ. λ. | |
35 | Διδύμου. Εἰ δὲ χρὴ καὶ κομψότερον περὶ τούτων διαλαβεῖν· Τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφ‐ εστηκότα γίνεται. Ἡ γὰρ ἐλπὶς οὐδὲν ἕτερόν ἐστι κα‐ τὰ γένος, ἢ προσδοκία ἀγαθῶν· καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά. Κακῶν γὰρ προσδοκία | |
40 | ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. Ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλ‐ λυται αὐτῶν ἡ ἐλπίς. Ὡς γὰρ μένουσιν, τοῖς ἡδέσι χρῶνται, καὶ ἐν τούτοις ματαίαν ἔχουσιν ἐλπίδα. Καὶ ὁ μὲν δίκαιος ἐν τῇ αὑτοῦ ἀρετῇ, ὡς ἐν οἰκίᾳ, μένων, | |
45 | οὐδέποτε ἕξει τὴν τοιαύτην οἰκίαν ἀοίκητον· Ἡ δι‐ καιοσύνη γὰρ αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ δὲ φαῦλος, ταύτης μὴ ἀντεχόμενος, οὐκ οἰκοδομεῖ αὐ‐ τὴν, οὐδὲ μένει ἐν αὐτῇ. Πάλιν ἡ ἀράχνη ποικιλίαν ἐπιδείκνυται, ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμέ‐ | |
39.1140(50) | νη, ῥᾷστα δὲ διαλύεται, ἐπιψαύσαντός τινος. Τὰ τῶν φαύλων οὖν ἔργα, καὶ ἡ κατασκευὴ τῆς πολιτείας, ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ. Ῥᾷστα γὰρ ἡ τῶν φαύλων ἐπίνοια, σκηνὴ ὀνομαζομένη, καταπίπτουσα, εὐάλωτός ἐστιν οὕτως, ὡς μηδὲ δοκεῖν γεγονέναι | |
55 | ποτέ. | |
39.1141 | Ὥσπερ ἄνευ ὕδατος οὐ πληθυνθήσεται ἕλος· οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοίᾳ ὠφέλειαν τῶν κρειττόνων, καρπὸν προενεγκεῖν ὠφέλιμον. Ἁρμόσει δὲ τὸ ῥητὸν καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, | |
5 | ὅτι καθάπερ ἀπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἀρδεύεται, ἧς μὴ ἐπιούσης, ῥᾳδίαν ταῦτα καὶ εὐμά‐ ραντον ἕξει τὴν διάλυσιν. Πᾶν γὰρ, κἂν μικρὸν, κἂν μέγα ᾖ, τὸ ἐν τῷ βίῳ, ὑπὸ πρόνοιάν ἐστι· ξηραίνεται δὲ, εἰ μὴ αὕτη ἐποπτεύοι. | |
10 | Στ. ιζʹ. Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται· ἐὰν καταπίῃ, ὁ τόπος ψεύ‐ σεται αὐτόν. Διδύμου. Ὑψηλότερον δὲ εἰπεῖν· Οἶκός ἐστι λίθων σύνθεσις κατὰ τέχνην, πρὸς ἑτέρους ἕνωσιν ἔχων [ἴς. | |
15 | ἐχόντων]· τοιοῦτον ἡ ἀρετὴ, καὶ ἡ ἁγιότης, καὶ αὐ‐ τὴ ἡ μετουσία τοῦ Πνεύματος· ἐσκορπισμένον δέ τι, ἡ συναγωγὴ τῶν λίθων, καὶ μίξις τῶν χαλίκων, πα‐ ραπλησίον τῇ κακίᾳ, τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ’ ἀταξίαν. Ὁ ἀσεβὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ | |
20 | κακίας ἔχει, διαλελυμένος, κατὰ τοὺς ἔξω τῆς οἰκο‐ δομῆς λίθους, οἳ οὐχ ἁρμόζουσι τῇ οἰκοδομῇ τοῦ πύργου, κατὰ τὸν Ποιμένα· οὐδ’ ἀκούουσιν· Ὑμεῖς δὲ ἐποικοδομεῖσθε ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. | |
25 | Στ. ιθʹ. Ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. Διδύμου. Ἐπιμείνας τῇ τροπῇ τῶν βοτανῶν, τὸ, ἀναβλαστήσειν, τέθεικεν. Ἄκακον δὲ ἐνταῦθα λέ‐ γει, οὐ τὸν εὐήθη, ἀλλὰ τὸν μὴ ἔχοντα κακίαν· ἀμφό‐ | |
30 | τερα γὰρ σημαίνει τὸ ὄνομα. Ὅταν μὲν γὰρ λέγῃ περὶ τῶν αἱρετικῶν, ὅτι Διὰ τῆς χρηστολογίας ἐξ‐ απατῶσι τὰς καρδίας τῶν ἀκάκων, ἀκάκους καλεῖ τοὺς εὐήθεις, τοὺς βραδεῖς τὴν νόησιν· ὅταν δὲ λέγῃ· Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, τοὺς δικαίους | |
35 | σημαίνει· καθάπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἐκ‐ τίλλει μὲν τὸν φαῦλον ὁ Κύριος, φυτεύει δὲ ἀντ’ ἐκεί‐ νου τὸν ἄκακον· ἐκεῖνον μὲν γὰρ τιμωρεῖται. Εἰ δέ τις εἴη εὐσεβὴς, καὶ τῆς καθ’ ἑτέρων κακίας ἀπέχε‐ ται, εἰ καὶ ἐν ἐσχάτοις ἐξετασθείη, πλείστης γοῦν | |
40 | αὐτῷ τῆς οἰκείας προνοίας μεταδίδωσι. Στ. κα. Πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. Ἀ‐ ληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χεί‐ λη αὐτῶν ἐξομολογήσεως. Διδύμου. Ἀληθινός ἐστιν ἐκεῖνος, ὁ μὴ ὑποκρινόμε‐ | |
45 | νος μηδὲ ἐπιμορφιζόμενος τὴν ἀρετὴν, ὁ μὴ σχηματι‐ ζόμενος σωφροσύνην, ἀλλὰ σώφρων ὢν, τὸ δίκαιον δι‐ καίως διώκων. Τούτων οὖν τῶν ἀληθινῶν τὸ στόμα ἐμ‐ πλήσει ὁ Θεὸς γέλωτος, τουτέστιν ἀγαλλιάσεως. Ἀντὶ δὲ, τῆς ἐξομολογήσεως, ἀλαλαγμοῦ εἶπον οἱ ἄλλοι. | |
39.1141(50) | ΚΕΦ. Θʹ, στ. εʹ. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδα‐ σιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Διδύμου. Οἶδα καὶ ἄλλα ὄρη, Μωϋσέα καὶ τοὺς προφήτας, Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Χριστὸς παλαιοῖ τὴν πρώτην Διαθήκην, καὶ οὐκ οἴδα‐ | |
55 | σιν Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· Εἰ ἐπιστεύετε Μωϋ‐ | |
39.1144 | σῇ, ἐπιστεύετε ἂν ἐμοί. Ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἰερουσαλὴμ καὶ τὸ ἁγίασμα· ὁ αὐτὸς δὲ καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι, καὶ τοὺς ἀστέρας. Βαβαί! Οἷα λέγει | |
5 | ἄνθρωπος νοσῶν καὶ ἑλκωμένος, ὄστρακον ἔχων, καὶ τὸν ἰχῶρα ξέων, ἄνθρωπος ἐπὶ κοπρίας καθεζόμενος! Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασι. Τίνες οὖν εἰσιν οἱ λόγοι, ἴδωμεν· καὶ περὶ ποίων ὀρέων παλαιουμένων, καὶ ὑπὸ [ἴς. ἐπὶ] τίνων, Καὶ οὐκ οἴδασιν. Ἦλθεν | |
10 | Ἰησοῦς ὁ καταστρέφων τὴν κατὰ τὸ γράμμα ἐκδοχὴν, καὶ τοὺς ταύτῃ μετὰ τὴν χάριν ἐμμένοντας, περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργή· τὰ πεπαλαιωμένα κατεστράφη, πεπαλαίωται τὰ τοῦ γράμματος, ἀνακεκαίνωται τὰ τοῦ πνεύματος, ὥστε | |
15 | δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ πα‐ λαιότητι γράμματος. Παράδοξον ὁ Ἰησοῦς πεποίηκεν ἐλθὼν, τοὺς αὐτοὺς προφήτας καὶ πεπαλαίωκε, καὶ ἀνεκαίνισεν. Στ. ϛʹ. Ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων· | |
20 | οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Διδύμον. Κομψότερον δέ τινες· Οἱ στύλοι ἦσαν τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οἱ ἀπόστολοι. Οὗτοι γὰρ παρὰ τὸν καιρὸν τοῦ πάθους Ἰησοῦ ἐσαλεύθησαν· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ | |
25 | νυκτὶ ταύτῃ. Σεισμοὶ δὲ πολλάκις γεγόνασιν ἐπὶ τῆς γῆς· ἀλλ’ οἱ γενόμενοι σεισμοὶ, καὶ πρὸ Χριστοῦ, καὶ μετὰ Χριστὸν, ἐκ μέρους γεγόνασιν· ἐπὶ δὲ τοῦ Κυ‐ ρίου μου Ἰησοῦ Χριστοῦ οὐ γέγονε μερικὸς [γρ. μι‐ κρὸς] ὁ σεισμὸς, ἀλλ’ ὅλη ἡ γῆ ἐσείσθη ἐξ αὐτοῦ τοῦ | |
30 | κέντρου. Στ. ζʹ. Κατὰ δὲ ἄστρων κατασφραγίζει. Διδύμου. Φέρεται δὲ, ὅτι κατὰ τὸν καιρὸν τοῦ πά‐ θους, ἐν ταῖς τρισὶν ὥραις ἐν αἷς ὁ ἥλιος ἐξέλιπε, τηνικαῦτα καὶ ἀστέρες ἐφάνησαν, ὡς ἐν νυκτί. | |
35 | Στ. ιγʹ. Ὑπ’ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανόν. Διδύμου. Πρὸς μὲν τὸ ῥητόν· Καὶ τὰ κήτη ἀν‐ υπότακτα ἦν ἀνθρώποις, καὶ τὰ ἄλλα ἰοβόλα θηρία, εἰ μὴ αὐτὸς ταῦτα ὑπέταξε. Πρὸς δὲ θεωρίαν· Τὰ | |
40 | πονηρὰ πνεύματα, τὰ κήτη ἀλληγορικῶς καλούμενα, διὰ τὸ περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχεσθαι, αὐτὸς ἔκαμψε, καὶ ἐταπείνωσεν. Οὐ γὰρ οἵα τέ ἐστιν ἀνθρωπεία φύσις· πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ Θεοῦ [ἴς. add. ἀντιστῆναι]. | |
45 | Στ. κζʹ. Ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω, σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις. Διδύμου. Ἡ μετριότης τοῦ ἁγίου ἐν τούτοις γνωρίζεται, καὶ μεγάλη εὐγνωμοσύνη. Εἰ γὰρ καὶ | |
39.1144(50) | εἶπεν, ὅτι Δίκαιος ἀναφανοῦμαι, ἀλλ’ οὖν οἶδε καὶ πέπεισται, ὅτι ὡς πρὸς Θεὸν δοκιμαστὴν ἄστρα κα‐ θαρὰ οὐκ ἔστιν ἐνώπιον αὐτοῦ, οὐδ’ αὐτὸς δηλονότι. Διό φησιν, ὅτι Ἐξεταστής μου γινόμενος ἀκριβὴς (Θεὸς γὰρ εἶ), οὐκ ἀθῶόν με ἐάσεις. | |
55 | ΚΕΦ. Ιʹ, στ. ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ | |
ἐποίησάν με. | ||
39.1145 | Διδύμου. Διαφέρει δὲ τὸ, ἔπλασας, τοῦ, ἐποίη‐ σας. Πέπλασται μὲν γὰρ τὸ σῶμα ἐξ ὑποκειμένης τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ μὴ προϋποκειμένου τινός· ὡς γὰρ ἀσώματος, οὕτω καὶ | |
5 | ἀμέριστος. Στ. ιδʹ. Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με· ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. Διδύμου. Εἰκότως δὲ τοῦτο λέγει· Ἐπειδὴ γὰρ δημιουργὸν καὶ προνοητὴν ἑαυτοῦ οἶδε τὸν τῶν ὅλων | |
10 | Θεὸν, ἀκολούθως καὶ περὶ μακροθυμίας αὐτοῦ δι‐ δάσκει· ἐπίσταται γὰρ καὶ αὐτὸς, κατὰ τὸν μακά‐ ριον Δαβὶδ, ὅτι Οὐκ ὀργὴν ἐπάγει καθ’ ἑκάστην ἡμέραν, φυλάττει δὲ τὸν ἁμαρτάνοντα, οὐ βουλό‐ μενος αὐτὸν ἁμαρτάνειν· [ἴς. κατὰ τὸ] Οὐ βούλεται | |
15 | δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετά‐ νοιαν. Τὸ δὲ, Οὐκ ἀθῶόν με πεποίηκας, οἱ ἄλλοι, Οὐκ ἀθωώσεις με, Οὐ καθαρίσεις με, εἶπον. Στ. ιεʹ. Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. | |
20 | Διδύμου. Τάχα δὲ καὶ τοιοῦτόν τι λέγει· Εἴτε προαιρετικῶς ἁμάρτω, οἴμοι· εἴτε ὡς ἐκ τῆς τοῦ Ἀδὰμ παραβάσεως, καὶ εἰς ἡμᾶς διαβαινούσης ἐκ διαδοχῆς τῆς ὀφειλῆς, πάλιν οὐδ’ οὕτως ἀνακύψαι δυνήσομαι, ὡς παντὸς ἀπηλλαγμένος ῥύπου. Τῶν | |
25 | γὰρ ἁμαρτημάτων, τὰ μὲν ἐκ προαιρέσεως τῆς ἡμε‐ τέρας ὑφίσταται, οἷς καὶ κόλασις ἕπεται· τὰ δὲ ἐκ προγόνων, οἷς καὶ κάθαρσις χρεωστεῖται. Στ. ιηʹ. Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον; Ὀφθαλμὸς δέ με οὐκ εἶδε, καὶ | |
30 | ὥσπερ οὐκ ὢν ἐγενόμην. Διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; Διδύμου. Ὅρα δὲ, ὅτι τῶν προσπεσόντων αὐτῷ πειρατηρίων ἐπιμνησθεὶς, ἐπὶ τὴν πρώτην αἰτίαν τῶν παθῶν ἀνατρέχει, τουτέστι τὴν παράβασιν, καὶ | |
35 | τὴν ἐκ φθορᾶς γένεσιν· καὶ οὐδαμοῦ μὲν κατὰ τῆς προτέρας τοῦ ἀνθρώπου ποιήσεως σχετλιάζει· τὸ δὲ πειρασθῆναι· τῆς ἐν βίῳ φθορᾶς, ἡγεῖται χαλεπὸν, κοιλίας τε καὶ γαστρὸς μνημονεύων. Ἡμεῖς γὰρ ἑαυτοῖς τῇ παραβάσει τὴν ὀδυνηρὰν ταύτην ζωὴν | |
40 | ἐπεισηγάγομεν. Στ. καʹ. Ἔασόν με ἀναπαύσασθαι μικρὸν, πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω. Διδύμου. Εὐχῆς τρόπῳ ταῦτα προφέρει. Οὐ γὰρ αἱ ἐπικείμεναι ἀνίαι μικραὶ τυγχάνουσιν, οὐδὲ ἀναισθή‐ | |
45 | τως ἔφερε τὰς ἀλγηδόνας· τοῦτο γὰρ οὐκ ἦν ἀνδρεῖον, εἰ οὐκ ᾐσθάνετο. Διδάσκει δὲ, ὅτι καὶ Θεοῦ δυνάμει ὑπ‐ έμεινε, δι’ ὧν εὔχεται, εὐχαρίστως λέγων· Ἐκεχειρίαν μοι τῶν πόνων παράσχου, προσκαίρῳ ὄντι, καὶ εἰς ἀεὶ ἀπόλλυσθαι μέλλοντι· τοῦτο γὰρ δηλοῖ τὸ, πορευθῆναι | |
39.1145(50) | ὅθεν οὐκ ἐπανελεύσεται. Καὶ δόγμα [γρ. δεῖγμα] τι διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολο‐ γοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. Εἶτα διηγεῖται τὰ ἐν ᾅδου κακὰ, ἵνα γνῶμεν οἵων ἡμᾶς | |
55 | ἠλευθέρωσεν ὁ Σωτὴρ, εἰπὼν τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆ‐ | |
ναι. | ||
39.1148 | ΚΕΦ. ΙΑʹ, στ. ηʹ. Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾄδου· τί οἶδας; ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης; Διδύμου. Δεῖξαι δὲ βούλεται διὰ πάντων τούτων, | |
5 | ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστὶ, μὴ ἐφικνουμένη τῶν τοῦ Θεοῦ κριμάτων. Καὶ νῦν γοῦν ὁ οὐρανὸς, φησὶν, ἐστὶ, καὶ ᾅδου βαθύτερα, καὶ μα‐ κρότερα γῆς, καὶ τοῦ εὔρους [ἴς. τὸ εὖρος] τῆς θα‐ λάσσης, λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. Αἰνίττεται δὲ | |
10 | ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς, καὶ θαλάσσης, καὶ οὐρανοῦ λαλῆσαι, ἀλλὰ τὰ ὑπὲρ ἐκεῖνα ἀγνοεῖ. Στ. ιβʹ. Ἄνθρωπος δὲ ἄλλως [ἴς. τηνάλλως] νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. | |
15 | Διδύμου. Τὸ τῆς τοῦ Θεοῦ γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀνθρώπων ἐπιβολαῖς, νήχεσθαι αὐτοὺς ματαίως ἔφησε, μὴ δυναμένους πᾶσαν τὴν τοῦ Θεοῦ γνῶσιν λογισμῷ περιλαβεῖν. Διὰ δὲ τοῦ ἐρημίτου ὄνου, παρίστησι τὸ σφόδρα νωθὲς αὐτῶν | |
20 | πρὸς τὴν κατάληψιν τῶν κριμάτων, ὑπερβολικῷ χρώμενος τῷ λόγῳ. ΚΕΦ. ΙΒʹ, στ. δʹ. Δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμ‐ πτος ἐγενήθη εἰς χλεύασμα. Διδύμου. Ἐπισήμηναι δὲ, ὅτι ὅταν μὲν τὰ ἐλάτ‐ | |
25 | τονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάγει, οὐ γάρ ἐστιν ἐπι‐ δεικτικὸς δι’ ἀτυφίαν· ὅταν δὲ τὰ μείζονα καταλέγῃ, εἰς τὸ καθόλου ἀνάγει τὸν λόγον· ὥσπερ οὖν κἀν‐ ταῦθα μονονουχί φησι, Μὴ γελάσθωσαν οἱ δίκαιοι, ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται. | |
30 | ΚΕΦ. ΙΓʹ, στ. γʹ. Οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς Κύριον λαλήσω. Διδύμου. Αἰτιασάμενος τοὺς φίλους ὡς σφαλλομέ‐ νους, φησὶν, ὅτι Πρὸς Κύριον λαλήσω, τὸ εὐπαῤῥη‐ σίαστον ἑαυτοῦ δεικνύς. | |
35 | Στ. δʹ. Ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες Διδύμου. Ἄδικος δὲ ἰατρός ἐστι, κατὰ τὸ πρόχει‐ ρον, ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προσ‐ άγων τοῖς κάμνουσι· διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ | |
40 | ἀπειρίας τοῦ ἰατροῦ, ἢ ἐκ κακοηθείας. Οὗτοι δὲ οἱ ἐλεγχόμενοι, ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας, ἔλεγον τῷ Ἰὼβ, ὅτι Δι’ ἁμαρτήματα πάσχεις, οἰό‐ μενοι παρακλήσεως προσάγειν λόγους. Ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. Τὸ δὲ, Ἰαταὶ κακῶν | |
45 | πάντες, εἴη ἂν λέγων, κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν, ὡς δυναμένων ἰάσασθαι τὰ περιστατι‐ κῶς ἑτέροις συμβαίνοντα. Στ. ϛʹ. Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. | |
39.1148(50) | Διδύμου. Κατανοήσατε ἃ μέλλω λέγειν εἰς ἔλεγ‐ χον ὑμῶν, καὶ ἐννοήσατε εἰ κεκριμένως φθέγγομαι. Στόμα δὲ καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. Ἐλέγ‐ χει δὲ ὁ ἅγιος, ὡς ἅγιος, καὶ κρίνει ὡς πρέπει αὐτῷ. Οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος, οὐδὲ ψευδῶς | |
55 | τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως καὶ νομίμως χρῆται | |
τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· Στόμα γὰρ δικαίου με‐ | ||
39.1149 | λετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Στ. ιαʹ. Εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, πότερον οὐχ ἡ δίνη αὐτοῦ στροβήσει ὑμᾶς; [Ὁ | |
5 | δὲ Σύμμαχος, Μὴ κρύφα πρόσωπον αὐτοῦ δυσ‐ ωπηθήσεσθε; μὴ οὐχὶ ἡ κίνησις αὐτοῦ πτοήσει ὑμᾶς;] Ὁ φόβος, κ. τ. λ. Διδύμου. Ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστὴς, οὐκ εἰς πρόσωπον βλέπει τῶν κρινομέ‐ | |
10 | νων. Ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι, ἢ ἄρ‐ χοντες, ἢ κατ’ ἄλλην ἀξίαν [γρ. ἐξουσίαν] ὑπερ‐ έχοντες, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ’ εἰς τὰς πράξεις ἃς κρίνει. Οὔτε γὰρ πλουσίῳ προστίθε‐ σθαι δεῖ, οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντας, παρ‐ | |
15 | ορᾷν τὸ δίκαιον· διὸ εἴρηται, Οὐκ ἐλεήσεις πτω‐ χὸν ἐν κρίσει. Στ. ιγʹ. Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύ‐ σωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. | |
20 | Διδύμου. Τάχα γε τρόπον τινὰ ὑπαναπαύει [ἴς. ἐπαναπαύει] τοὺς φίλους. Ἐπεὶ γὰρ αὐτοὺς ᾐτιάσατο πρότερον, ὡς παρακλήτορας κακῶν ὄντας (οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου), νῦν λέ‐ | |
25 | γει, ὅτι Λήξω τοῦ πρὸς ὑμᾶς θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι· τουτέστιν, Οὐκέτι καθ’ ὑμῶν ὀργίσομαι, ἀλλὰ κατ’ ἐμαυτοῦ. Στ. ιϛʹ. Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτη‐ ρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. | |
30 | Διδύμου. Δι’ ὅλων δὲ σπουδὴ τῷ δικαίῳ ἐστὶ, παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. Σωτηρίαν γὰρ ταύτην [ἴς. τοῦτο] ἐλογίζετο, τὸ τούτους γνῶναι τὸν περὶ τούτου τῆς προνοίας λόγον, ὃν φανερῶσαι βουλό‐ | |
35 | μενος, ἔλεγε τὸ, Ἐλέγξω· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει. Τὸ οὖν ἀψευδὲς αὑτοῦ παρα‐ στῆσαι θέλων καὶ τὸ εὐλαβὲς, λέγει, ὅτι Ἃ λέγω, Θεοῦ ὁρῶντος φθέγγομαι. Οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι Θεῷ, ὡς [ἴς. ἢ] δόλον εἰσελθεῖν ἐν‐ | |
40 | ώπιον αὐτοῦ. Στ. κζʹ. Ἐφύλαξας δέ μου πάντα τὰ ἔργα. Διδύμου. Οἶδεν ὁ μακάριος τὸ ὑπὸ τοῦ Δαβὶδ εἰ‐ ρημένον, ἅγιος ὢν, ὅτι ὁ Θεὸς οὐ παρατηρεῖται πάσας τὰς ἀνομίας τῶν πταιόντων· ἀλλὰ παιδεύων τοὺς | |
45 | φίλους πάλιν, δι’ ἣν αἰτίαν πάσχει (ὅτι δι’ ἀγῶνα), τὸ προκείμενον εἴρηκεν, ὡς τοῦ Θεοῦ πάντα αὐτοῦ τὰ ἔργα φυλάξαντος, καὶ ἀκριβώσαντος, καὶ οὕτως ἐπαγαγόντος αὐτῷ τὰ ἀνιαρά· ἵνα ἐκ τούτου ἐν‐ νοήσωσιν, ὅτι τὸ μέγεθος τῶν τοσούτων ἐπαγαγὼν, | |
39.1149(50) | οὐ δι’ ἁμαρτίας ἐστὶν, ἀλλὰ δι’ ἀγῶνα, καὶ σκοπὸν ἀνδρείας. ΚΕΦ. ΙΔʹ, στ. γʹ. Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρί‐ ματι ἐνώπιόν σου; | |
55 | Διδύμου. Τάχα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον πρόνοιαν ἐνταῦθα σαφηνίζει, οὐχ ὡς εἰκαίως καὶ ὡς | |
ἔτυχεν ἐν τῷ βίῳ αὐτοῦ παραμένοντος, ἀλλ’ ἐκ κρίσεως | ||
39.1152 | Θεοῦ [ἴς. add. μὴ] ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον χρόνον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου. | |
5 | ΚΕΦ. ΙΕʹ, στ. ζʹ. Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; κ. τ. λ. Διδύμου. Προβαλλόμενος τοίνυν ὁ Ἐλιφὰζ τὸ τῶν κριμάτων ἀνεξερεύνητον, ἐκ τούτου οἴεται περιτρέ‐ πειν τὸν δίκαιον εἰς τὸ οἴεσθαι, ὅτι μὴ δι’ ἕτερον ἢ | |
10 | δι’ ἁμαρτίας πάσχει, τούτῳ [ἴς. ταύταις] αὐτὸς ἐνεχόμενος. Οὐδὲ γὰρ αὐτὸς συνταγὴν Κυρίου ἦν ἀκηκοὼς, ἢ ἀφικομένην εἶχε πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάληψιν ἔχῃ περὶ τοῦ ἁγίου, ὡς δι’ ἁμαρτία πάσχοντος. Κοινοποιεῖ δὲ αὐτὸν τοῖς πᾶσιν ἀνθρώ‐ | |
15 | ποις εἰκότως, ἅτε ἀγνοῶν αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου ἀνατρέπων δῆθεν τὸ οἴεσθαι αὐ‐ τὸν δίκαιον. ΚΕΦ. ΙΕʹ, στ. ιγʹ. Τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου; ὅτι θυμὸν ἔῤ‐ | |
20 | ῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα Διδύμου. Θυμὸν γὰρ ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παῤῥησίαν· ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς, ἧς αὐτοὶ ἑαυτοῖς ὑπ‐ | |
25 | έθεντο, βλασφημίαν ἡγούμενοι τὴν εὔλογον τῶν λό‐ γων ἐλευθερίαν. Διό φησι, Τί τοσοῦτον ἐθρασύνω, ὅτι καὶ ἀντέβλεψας Θεῷ, καὶ ὡς ἀγανακτῶν κατ’ αὐτοῦ τοιαῦτα ἐφθέγξω ῥήματα; Στ. ιδʹ. Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἄμεμ‐ | |
30 | πτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναι‐ κός; Διδύμου. Ἴδιον δὲ τῶν μὴ ἐχόντων ἀρετὴν, τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάληψιν, καὶ δια‐ κεῖσθαι, ὡς μηδενὸς αὐτὴν ἔχοντος· καθὰ καὶ ὁ | |
35 | προκείμενος λέγει, σφαλλόμενος διὰ τὴν τοῦ σώμα‐ τος, ὡς εἰκὸς, ἀσθένειαν. Τίς γὰρ, φησὶν, ἄνθρωπος ὢν, δύναται ἄμεμπτος εἶναι, ἢ ἐπαγγέλλεσθαι, ὅτι Δίκαιος ἔσομαι, ὡς σὺ σαυτὸν νομίζεις; Στ. ιζʹ. Ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ | |
40 | ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ, κ. τ. λ. Διδύμου. Ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζειν αὐτὸν ἐν ἁμαρτίαις εἶναι, καὶ διὰ τοῦτο δεῖσθαι τῆς παρ’ αὐτοῦ παραινέσεως. Καὶ ἔοικέ γε οὗτος, εἰ καὶ μὴ κατ’ ἐπίγνωσιν θείαν, ἀλλὰ τῷ | |
45 | θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέ‐ γειν τῷ φάσκοντι ῥητῷ· Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδ’ ὀβολός. Κἂν γὰρ πολυκτήμων ὑπάρχῃ ὁ ἄπιστος, οὐ δεσπότης, ἀλλὰ δοῦλός ἐστι τῶν χρημάτων· τῷ γὰρ Μαμμωνᾷ | |
39.1152(50) | δουλεύει. Τίς δὲ ὁ παλαιὸς λόγος, ὃν παρὰ τῶν ἀρ‐ χαίων φησὶ μεμαθηκέναι, ἐπάγει. Στ. κηʹ. Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν. ἄλλοι ἀποίσονται. | |
55 | Διδύμου. Τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέ‐ | |
39.1153 | γει, ὡς ἀντὶ πόλεων εὐθυνουμένων [γρ. εὐθυνομέ‐ νων] καὶ οἴκων, ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. Ὁ τοιοῦτος γὰρ, φησὶ, τῶν οἰκείων ἐκπεσὼν, καὶ πάσης τῆς προσούσης δυναστείας, τὰς ἐρήμους κα‐ | |
5 | ταδιώξει· ἔθος δὲ τοῖς φεύγουσι, τοὺς τυχόντας τῶν τόπων πρὸς σωτηρίαν καταλαμβάνειν, ἐν οἷς γινό‐ μενοι τὸν ἐν ποσὶ διαφεύγοιεν κίνδυνον. Οὐκοῦν ὁ ἀσεβὴς ἔσται ἐν τούτοις, τῆς ἐκ τοῦ πλούτου ἀλα‐ ζονείας ἀξίαν τὴν δίκην διδοὺς τῆς προσούσης εὐ‐ | |
10 | εξίας τὴν μεταβολὴν, καὶ τὰ σὺν πολλῷ δὲ τῷ πόνῳ συλλεγέντα, εἰς ἀλλοτρίους μεταστήσεται. Εἶτα αὔξει τὴν κατὰ τοῦ ἀσεβοῦς τιμωρίαν, οὐ μόνον μὴ πλουτεῖν αὐτὸν ἀποφαινόμενος, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐκπίπτειν διαβεβαιούμενος· ἐπάγει | |
15 | γάρ· ΚΕΦ. Ιϛʹ, στ. ζʹ. Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα, Ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; Διδύμου. Τάχα καὶ τὴν γνησίαν αὑτοῦ περὶ τοὺς | |
20 | φίλους διάθεσιν ἐπιδείξασθαι θέλει· ὅτι Ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας· διὸ εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει. Εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες ἀρκοῦν‐ ται ταῖς καθ’ ἑαυτοὺς ἀνίαις, ἀλλ’ ἐμοὶ, φησὶν, ἡ σωτηρία τῶν φίλων προκριτέα. | |
25 | Στ. ιηʹ. Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. Διδύμου. Χείρονά μοι, φησὶ, τὴν ἀθυμίαν ἐμ‐ ποιεῖ, καὶ μᾶλλόν με ἀνιᾷ, τὸ μηδὲν ἑαυτῷ συνει‐ δέναι φαῦλον. Οὐ γὰρ γινώσκω τι, εἰ μὴ ὅτι ὀρθῷ | |
30 | λογισμῷ τὰς πρὸς Θεὸν ἐποιούμην ἱκεσίας· διὸ καὶ ξενίζομαι ἐφ’ οἷς ταῦτα ὑπομένω. Ἐπισήμηναι δὲ, ὅτι καθαρὰ ἦν ἡ τοῦ δικαίου εὐχὴ, καὶ παντὸς πά‐ θους ἀμιγὴς, μὴ ῥεμβασμοὺς ὑπομένουσα, μηδὲ ὑπὸ φροντίδων κατασπωμένη. | |
35 | ΚΕΦ. ΚΑʹ, στ. γʹ. Ἄρατέ με, ἐγὼ δὲ λαλήσω· εἶτ’ οὐ καταγελάσετέ μου. Διδύμου. Ἀντὶ τοῦ, Ἐνέγκατέ μου τοὺς λόγους, βαστάσατέ με λέγοντα, λογιζόμενοι, ὅτι οὐχ ὑβρι‐ στικῶς χρῶμαι τῷ ἐλέγχῳ, ἀλλὰ πρὸς ἐπιστα‐ | |
40 | σίαν. |