TLG 2102 013 :: DIDYMUS CAECUS :: Commentarii in Octateuchum et Reges (in catenis)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Octateuchum et Reges (in catenis)

Citation: Volume — page — (line)

39

.

1112

(5)

Σειρὰ ἑνὸς καὶ πεντήκοντα ὑπομνηματισμῶν εἰς τὴν Ὀκτάτευχον καὶ τὰ τῶν Βασι‐ λειῶν, ἤδη πρῶτον τύποις ἐκδοθεῖσα ἀξιώσει μὲν τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡγεμόνος πάσης Οὐγκρο‐ βλαχίας Κυρίου Κυρίου Γρηγορίου Ἀλεξάνδρου Γκίκα· ἐπιμελείᾳ δὲ Νικηφόρου ἱερομονάχου τοῦ Θεοτόκη. Ἐν Λειψίᾳ τῆς Σαξονίας, ἐν τῇ τυπογραφίᾳ τοῦ Βρειτκόπφ. Ἔτει ͵αψοβʹ. ΚΕΦ. Αʹ, στ. ιδʹ. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν
10φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦ‐ σιν τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέ‐ ρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Διδύμου. Ὅθεν καὶ οἱ φωστῆρες τῇ τετάρτῃ ἡμέ‐ ρᾳ γενόμενοι, διὰ τὸν περὶ αὐτοὺς λόγον, ἅτε μείζους
15ὄντες ἐν ταύτῃ λέγονται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς, δυνάμει οὖσα δεκὰς, τιμία ὑπάρχει· μονὰς γὰρ, καὶ δυὰς, καὶ τριὰς, καὶ τετρὰς, ἀλλήλοις συντεθεῖσαι τὴν δεκάδα ποιοῦσι· διὰ πάσης γὰρ τῆς Γραφῆς ἡ δεκὰς ὑμνεῖται· καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκε,
20καὶ δεκάται παρέχονται. Ὥσπερ δὲ τὸ ὕδωρ, πρότε‐ ρον διακεχυμένον κατὰ πρόσωπον πάσης τῆς γῆς, ὕστερον τῇ τρίτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς εἰς συν‐ αγωγὴν μίαν, ἐποίησε τὰς θαλάσσας, καὶ τοὺς ποτα‐ μοὺς, καὶ τὰ φρέατα· οὕτω καὶ τὸ φῶς, τὸ ἐν ἀρχῇ
25κτισθὲν, πρότερον διακεχυμένον, ἀθρόως ὕστερον τῇ τετάρτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς, ἐποίησεν ἐξ αὐ‐ τοῦ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺς ἀστέρας. Οὐχ ὅτι ἄλλο τι παρὰ τὴν ἡμέραν ὁ ἥλιος.
30 ΚΕΦ. Γʹ, στ. ιθʹ. Ἀκάνθας καὶ τριβόλους ἀνα‐ τελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Διδύμου. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐ‐ τοῦ φυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σω‐
35τὴρ ἐμήνυσεν, αἵτινες συμπνίγουσι τὸν ὑπ’ αὐτοῦ καλούμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθος τοῦτον ὑποδέξηται. Στ. κεʹ. Καὶ ἔταξε τὰ χερουβὶμ, καὶ τὴν φλογί‐ νην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν
40ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Διδύμου. Ῥομφαία εἴρηται στρεφομένη, ἵνα στραφέντος ἀπὸ κακίας εἰς ἀρετὴν τοῦ ἀνθρώπου, καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Εἰ τοίνυν τῆς εἰσόδου τινὶ γένοιτο πόθος, διὰ τούτων χειραγω‐
45γεῖται· τῶν μὲν χερουβὶμ, αἰνιττομένων τὴν γνῶσιν1112

39

.

1116

τὴν ἡμετέραν δόξαν, τότε σὺ ἐπακολουθήσεις, οἷα θε‐ ράπων δεσπότῃ. Στ. κγʹ. Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθή‐
5σεταί σοι. Διδύμου. Ἡ μὲν προκόσμιος ὕπαρξίς τε καὶ θειό‐ της δηλοῦται διὰ τοῦ προσώπου· ἡ δὲ δημιουργία καὶ πρόνοια, διὰ τῶν ὀπίσω (1). ΚΕΦ. ΛΔʹ, στ. βʹ. Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωῒ,
10καὶ ἀναβήσῃ τὸ πρωῒ εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ στήσῃ μοι ἐκεῖ ἐπ’ ἄκρου τοῦ ὄρους. Διδύμου. Οὐ γὰρ ἑτέρῳ τινὶ ἵσταται, ἀλλ’ ἢ Θεῷ, ᾧ τὴν δηλωθεῖσαν προκοπὴν διανύσει. Τί δέ ἐστι τὸ ἑστάναι Θεῷ, ἢ τὸ ἕτοιμον γενέσθαι πρὸς τὸ ἀκροᾶ‐
15σθαι Θεοῦ διδασκαλίαν; Στ. γʹ. Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ, καὶ μη‐ δεὶς ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους. Διδύμου. Τοῖς ἀπολειπομένοις τῆς τοῦ Μωϋσέως
20τελειότητος μένειν κάτω τοῦ ὄρους προσέταξε.1114