TLG 2102 010 :: DIDYMUS CAECUS :: Commentarii in Zacchariam

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Zacchariam

Source: Doutreleau, L. (ed.), Didyme l’Aveugle sur Zacharie, 3 vols. [Sources chrétiennes 83, 84, 85] Paris: Cerf, 1962: 83:190–412; 84:426–788; 85:802–1086.

Citation: Book — section — (line)

t

1

Εἰς τ̣ὸ̣ν̣ [Ζ]α̣χαρίαν

1

.

1

Ὁ προκείμενος εἰς σαφή[ν]ειαν Ζαχαρίας, τῶν Δώδεκα Προφητῶν ἑνδέκατος [ὑ]πά[ρ]χ̣ων, ὄμμα διανοίας πεφωτισμένον ἔχων, θεοποι̣η̣θ̣εὶς̣ [.]α̣[.] ὑπὸ λόγου τοῦ πρὸς αὐτὸν γεγενημέ‐ νου, ὀπτασίας μεγάλας εἶδεν καὶ προφητικὸν λόγον πολυτρόπως
5καὶ πολυειδῶς ἀπήγγειλεν, ἅπερ νοῆσαι προθυμούμενοι ἀπαρ‐ ξώμεθα τῆς εἰς αὐτὸν σαφηνείας, παρακαλέσαντες «δοθῆναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», συντρεχόντων καὶ ὑμῶν τῇ προσευχῇ, θαρροῦντες οὕ[τω] τεύξεσθαι τοῦ σπουδαζομένου.

1

.

2

Zach. I, 1: Ἐν τῷ ὀγδ[ό]ῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζ[αχ]αρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων.

1

.

3

Δευτέρο̣υ̣ ἐνιαυτοῦ ὄντος τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως, ἐν τῷ ὀγδόῳ μηνὶ τοῦ δευτέρου ἔτους τῆς
ἀρχῆς τοῦ κρ[α]τ̣ο̣ῦντος, πρὸς τὸν προφήτην Ζαχαρίαν ὁ τοῦ Κυρίου λόγος γέγονεν, διαγορεύων ὡς ὀργὴ μεγάλη ἐπ[ὶ] τοὺς
5πατέρας τῶν ἐλεγχομέ[ν]ων γέγονεν, ἀγαν̣α̣κ̣τ̣οῦντ̣[ος] Θεοῦ̣ κατὰ τῶν ἐγκαλουμ[ένω]ν̣.

1

.

4

Κ̣α̣λ̣εῖτα̣[ι] δὲ [πρ]ὸς ὃν ὁ̣ λόγος τοῦ Θεοῦ γέγονεν Ζαχα‐ ρ̣[ίας] Ἑ̣[βρ]α̣[ί]ων φωνῇ̣, [Ἑ]λ̣λήνων δὲ μνήμη Θεοῦ ἑρμην[ευό]‐ μεν̣[ο]ς. Πῶς̣ γ̣ὰ̣ρ̣ ο̣ὐ μνήμη Θεοῦ τυγχάνει ὁ μὴ αλ[......]α τοῦ Θ̣[εοῦ] ε̣[...]ε̣..οις̣ ἔ̣χων; Τ[ῆ]ς̣ δ’ αὐτῆς κατ........ο‐
5τητ[ο]ς̣ κ[αὶ ὁ Β]α̣ρ̣αχίας ἐστ[ὶ]ν καὶ αὐτ.. τη.....ς̣ [μ]νήμης ἐπ̣ώ̣νυ[μος] ὢν̣ πατὴρ τοῦ Ζαχαρίου ..τον̣[..].. Ἀδδώ.

1

.

5

Ἦλθεν εἰς ἡμᾶς παράδοσις τότε μνημονεύεσθαι τοὺς τοκέας τῶν προφητῶν ὅταν καὶ αὐτοὶ θεραπευταὶ τοῦ Θεοῦ τυγ‐ χάνωσιν. Δείκνυται δὲ μάλιστα ὡς ὁ προκείμενος προφήτης καὶ οἱ τούτου πατέρες ἐκ τοῦ ἱερατικοῦ γένους ὄντες καὶ ἐκ τοῦ κατὰ
5Λουκᾶν Εὐαγγελίου· ὁ γὰρ πατὴρ τοῦ βαπτιστοῦ Ἰωάννου Ζαχαρίας καὶ Βαραχίας ὁ τούτου γονεὺς προσηγορεύοντο. Ὡς ἐπίπαν γὰρ οἱ ὕστεροι ὁμόφυλοι τῶν προλαβόντων, μάλιστα ὅταν ἅγιοι ὦσιν, τὰς κλήσεις ἔχουσιν.

1

.

6

Μνῆμαι δὲ γίνονται ἐν ταῖς προγραφαῖς τῶν προφητειῶν τῶν προγόνων τῶν εἰς τὸ προφητεύειν κληθέντων ὑπὸ Θεοῦ καὶ χρόνου τῆς προφητείας αὐτῶν. Ἔστιν δὲ ὅτε καὶ πατρίδος ὑπὲρ ἀσφαλείας, ὅπως μὴ ἀπατὴ γένηται ἐξ ὁμωνυμίας ἢ ψευδωνυ‐
5μίας.

1

.

7

Γίνεται λόγος Θεοῦ πρός τινα ὅταν μετάσχῃ αὐτοῦ, ὡς γίνεται ἀρετὴ καὶ ἐπιστήμη ἐν σπουδαίῳ ἀνδρὶ καὶ ἐπιστήμονι. Τί δὲ ὑπηχεῖ καὶ διαγορεύει ὁ Θεοῦ λόγος τῷ κατὰ προφητικὸν
λόγον πεποιωμένῳ, ἐκ τῶν ἑξῆς ἔσται σαφές.

1

.

8

Zach. I, 3.2: Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.

1

.

9

Ὀργὴ μεγάλη γίνεται ἐπὶ τοὺς μεγάλα ἁμαρτάνοντας καὶ ἀσεβοῦντας· δι[δό]ντος γὰρ τοῦ Θεοῦ κριτοῦ «ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ» καὶ κατὰ τὴν πρᾶξιν τῷ παραβαίνοντι τοὺς θείους νόμους, οὐχ ἡ αὐτὴ πᾶσιν ἀπειλεῖται κόλασις, ἀλλὰ σύμμετρος
5καὶ [ἀ]ναλογοῦσα τοῖς ἡμαρτημένοις. Πνεῖ δὲ πολλῆς ἀγαθότητος ἡ ἀπειλή· εἰ γὰρ ἀμυντικῶς ὁ Θεὸς ἐκόλαζεν τοὺς ὑποβεβλημέ‐ νους τῷ τοῦτο παθεῖν, οὐ προαπήγ[γ]ελλεν, ἀλλ’ ἀμελλητὶ τὴν τιμωρίαν ἐπῆγεν.

1

.

10

Προστάττεται ὁ κάτοχος τοῦ θείου λόγου εἰς μετάνοιαν προτρέψασθαι τοὺς ἑαλωκότας, φάσκων· «Τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστράφητε πρός με», τὰς ἐντολάς μου φυλάσ‐ σοντες καὶ τὴν ἀλήθειάν μου ἐπιγιγνώσκοντες· οὕτω γὰρ εὑρήσετέ
5με ἐπιστραφέντα πρὸς ὑμᾶς. Ἐγὼ μὲν γὰρ ἄτρεπτος καὶ ἀναλ‐ λοίωτος ὤν, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὑπάρχων, δοκῶ ἀποστρέφεσθαι ὑμᾶς καὶ μακρύνεσθαι ὑμῶν ὅταν ὑμεῖς τοῦθ’ ὑπο‐ μένητε.

1

.

11

Λέγει γοῦν πρὸς τοὺς ἐλεγχομένους ὡς πρὸς ἕνα πάντας· «Ὅτι σὺ ἐπίγνωσιν ἀπώσω καὶ ἐγὼ ἀπώσομαί σε τοῦ
ἱερατεύειν μοι· ἐπελάθου νόμου Θεοῦ σου, καὶ ἐγὼ ἐπιλήσομαι τέκνων σου.» Καὶ ἐπὶ αἰσθητῶν δέ τινων φαίνεται τὸ τοιοῦτον·
5τῆς γὰρ γῆς ἐπὶ τῆς ἑαυτῆς ἕδρας ἀκινήτου μὲν οὔσης, οἱ ἐξανα‐ χωροῦντες αὐτῆς διὰ πλοίων, αὐτοὶ μακρυνόμενοι αὐτῆς αἴσθησιν λαμβάνουσιν ὡς μ̣α̣κρυνομένης.

1

.

12

Τὸ μέγεθος τῆς ἀγαθότητος παριστὰς ὁ ταῦτα λέγων λέγει οἷα παντοκράτωρ αὐτὰ ποιήσειν· οἰκτίρμονος γὰρ καὶ σφόδρα ἀγαθότητα ἔχοντος τὸ εἰς ἐπιστροφὴν καὶ συνεγγισμὸν καλεῖν τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ Θεοῦ καὶ τῆς ἀρετῆς, ἵνα σχῶσιν
5αἰώνιον σωτηρίαν ἐγγίσαντες αὐτῷ καὶ σχόντες ἐγγὺς αὐτόν, κατὰ τὸ γεγραμμένον· «Ἐγγίσατε τῷ Κυρίῳ καὶ ἐγγιεῖ ὑμῖν.»

1

.

13

Σχέσει δὲ καὶ διαθέσει, ἀλλ’ οὐ τόπῳ γίνονται αἱ λεγό‐ μεν[α]ι̣ ἐξαναχωρήσεις καὶ ἐγγύτητες.

1

.

14

Ἐπιστρέφοντες πρὸς ἐμέ, κἀγὼ πρὸς ὑμᾶς. Οὐ γίνεσθε καθὼς οἱ γεννήσαντες ὑμ̣ᾶς κα̣τὰ κακίαν, οἷς π̣ρ̣οφῆται ἐνεκάλεσαν ἔμπροσθεν τοῦ ἐνεστῶτος χρόνου̣, ἵνα μὴ τὰ αὐτὰ ἐκείνοις πάθητε. Τί δὲ ἐνεκάλεσαν αὐτοῖς, ἢ ἐπιστραφῆναι ἀπὸ φαύλων ἐπιτηδευ‐
5μάτων καὶ πονηρῶν ὁδῶν; Μὴ ἀκούσαντες δὲ μηδὲ προσχ̣όντες, ἀπώλοντο ἅμα τοῖς ἀπατήσασιν ψευδοπροφήταις, ὡς μηκέτ’ εἶναι μηδὲ τοὺς φένακας μηδὲ τοὺς συναρπαγέντας τῇ γοητείᾳ αὐτῶν. Ἐπεὶ οὖν οὔτε οἱ προφῆται οὔθ’ οἱ ἀπατηθέντες εἰσίν, ὑμεῖς οἷς τὸν τοῦ Θεοῦ λόγον προφέρω τὰς θείας ὁδοὺς βαδίζετε
10καὶ μὴ τὰς πονηρὰς μεταδιώκοντες.

1

.

15

Θεῖα γὰρ καὶ ἐπωφελῆ ἐπιτηδεύματα ἀπαγγέλλεται [ὑ]μ̣ῖ̣[ν] ἐν τῷ ἡμετέρῳ Πνεύματι —τοῦτο δ’ ἐστὶ τὸ Ἅγιον—ὑπὸ τῶν ἐχόντων αὐτὸ δούλων μου
τῶν προφητῶν· οὗτοι γὰρ τὸ Πνεῦμα τῆς ἀληθείας ἔχοντες καὶ
5ὑπ’ αὐτοῦ εἰς τὸ λέγειν παρεσκευασμένοι, ὠφελοῦσιν τοὺς προσ‐ έχοντας αὐτοῖς, ὧν πεῖραν ἔσχον οἱ ἐγκαλούμενοι πατέρες ὑμῶν· ἐπειδὴ οὐκ ἤκουσαν οὐδὲ προσέσχον αὐτοῖς, δι’ αὐτῶν τῶν ἔργων ἀπεκρίθησαν· καθὼς παρατέτακται Κύριος τοῦ ποιῆσαι, οὕτως γενήσεται αὐτοῖς, καίτοι τοῦ Θεοῦ διεγείραντος εἰς μετάνοιαν,
10ἵνα μὴ πάθωσιν τὰ ἀπειληθέντα.

1

.

16

Zach. I, 7: Τετράδι καὶ εἰκάδι ἐν τῷ δωδεκάτῳ μηνί, —οὗτός ἐστιν ὁ μὴν Σαβάτ—ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δα‐ ρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων.

1

.

17

Πάντα τὰ ὑπὸ Θεοῦ γιγνόμενα καὶ δωρούμενα τάξιν καὶ ἁρμονίαν τὴν κατὰ ἀναλογίαν ἔχει «ποιοῦντος μεγάλα καὶ ἀνεξ‐ ιχνίαστα», «κανόνι καὶ ἀριθμῷ πάντα διατάττ̣οντος». Ἀμέλει γοῦν καὶ ὁ προκείμενος τοῦ προφήτου λόγος κατ’ ἐπι‐
5στημονικὴν θεωρίαν γινόμενος ὁρατὸς μᾶλλον ἢ ἀκουσ̣τ[ὸ]ς ὑπάρχει, ὅθεν κατὰ ἀριθμὸν πολὺ τὸ βέβαιον ἔχοντα τέτακται ἐν τετράδι καὶ εἰκάδι τοῦ δωδεκάτου μηνὸς καθ’ Ἑβρ[αί]ο̣υς.

1

.

18

Ἔστιν ὁ κδʹ ἀριθμὸς δυνάμ̣ει λϛʹ· τοῦτον γὰρ ἀπαρτίζει τὰ μέρη τοῦ κδʹ οὕτως· ἥμισυ ιβʹ, τρίτον ηʹ, τ̣έταρτ[ο]ν ϛʹ, ἕκτον δʹ, ὄγδοον γʹ, δωδέκατον βʹ, εἰκοστοτέταρτον [αʹ]. Ὁ γεννηθεὶς ἀπὸ τοῦ κδʹ κατὰ σύνθεσιν τῶν μερῶν αὐτοῦ τετράγω‐
5νός ἐστιν· ἑξάκι γὰρ ἕξ. Οὐδὲν δὲ οὕτω βέβαιον τῶν σχημάτων ἐστὶν ὡς τὸ τ[ε]τράγωνον.

1

.

19

Ἔχει δ’ ἐξαίρετον ὁ προκείμενος ὅτι ἑκάστη πλευρὰ αὐτοῦ κατὰ τέλειον ἀριθμόν, τὸν ἕξ, συνέ‐ στηκεν. Ὡσαύτως τῷ κδʹ, καὶ ὁ ιβʹ συντεθεὶς ἐκ τῶν μερῶν ἑαυτοῦ τετράγωνον ἀπογεννᾷ· ἥμισυ ἕξ, γʹ δʹ, δʹ γʹ, ϛʹ βʹ, ιβʹ
5αʹ, ὁμοῦ τὰ μέρη ταῦτα συντεθέντα τὸν δεκαὲξ ἀποπληροῖ, ὄντα καὶ αὐτὸν τετράγωνον· τετράκι τέσσερα. Ἔχει δὲ οὗτος κατὰ τὰς ἰδίας πλευρὰς ἐξαίρετον· ἡ γὰρ τετρὰς δυνάμει δεκάς ἐστιν οὕτως· αʹ βʹ γʹ δʹ.

1

.

20

Zach. I, 8 : Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπι‐ βεβηκὼς ἐφ’ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.

1

.

21

Τοῦ λόγου Κυρίου γεναμένου πρὸς Ζαχαρίαν νυκτός, ὤφθη αὐτῷ ἀνὴρ ἐπιβεβηκὼς ἵππον πυρρόν, ἑστὼς ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. Ἔστιν δὲ ὁ ἀνὴρ ὁ ἐπιβεβηκὼς τὸν πυρρὸν ἵππον ὁ ἐνανθρω‐
5πήσας Σωτήρ. Ἵππος δὲ πυρρὸς ὃ περίκειταί ἐστιν σῶμα· πυρρὰ γάρ ἐστιν κατὰ φύσιν ἡ ἀνθρωπίνη σάρξ, διὰ τὸ ἐπιπολάζειν
αὐτῇ αἷμα. Ποῦ δὲ εἶδεν ἑστῶτα τὸν ἄνδρα καὶ ἀνὰ μέσον τίνων καὶ πότε ὁ θεολημπτούμενος ἐπιστατέον.

1

.

22

Εἶδεν τοιγαροῦν αὐτὸν «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων». Τυγχάνουσι δὲ ταῦτα αἱ δύο διαθῆκαι, καρποφόρα κ[αὶ] κ̣ατάσκια ὄντα διὰ πυκνότητα νοημάτων καὶ τὸ ἀμ̣φιλαφὲς τῶν περὶ τῆς θεολογίας καὶ ἐνανθρωπήσεως λέξεων. Καὶ ἐπεὶ
5ἀσάφειαν ἔχει πολλὴν ἕκαστον τῶν ἐν ταῖς δύο διαθήκαις μετ’ αἰνιγμοῦ καὶ βαθύτητος ἀπηγγελμένων, ἐν νυκτὶ εἶδεν τὴν ἐπί‐ βασιν τοῦ ἀνδρὸς πρὸς τὸν ἵππον, παραπλησίως τῷ λεχθέντι περὶ αὐτοῦ· «Ἔθετο σκ[ότ]ος ἀποκρυφὴν αὐτοῦ»· καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ ἐξ ἀσαφείας ἀπόκρυφον σημαίνεται, ὥ[σ]περ καὶ ἐν
10τῷ· «Ἄβυσσος ὡς ἱμάτιον περιβόλαιον αὐτοῦ.»

1

.

23

Πρὸς τῷ ἰδεῖν τὸν ἡρμηνευμένον ἄνδρα ἐπιβεβηκότα τῷ πυρρῷ ἵππῳ, καὶ τοὺς ὀπίσω αὐτοῦ ἐρχομένους ἵππους πάνυ θεολογικῶς τεθέαται. Ὀπίσω δ’ αὐτοῦ ἔρχονται οἱ ἑπόμενοι αὐτῷ· καὶ Μωϋσῆς γοῦν, ὁ μέγας ἱεροφάντης, οὔπω τέως τὸ
5πρόσωπον αὐτοῦ γνωστῶς ἰδεῖν δυνάμενος, τέθειται ἰδεῖν τὰ ὀπίσω αὐτοῦ, τοῦτ’ ἔστιν τὰ μετ’ αὐτόν, οὐχ ἕτερα ὄντα τῆς δημιουργίας τοῦ Θεοῦ. Ἀμέλει γοῦν δειχθέντων αὐτῷ τῶν μετὰ τὸν Θεόν, ἃ ὀπίσω αὐτοῦ καλεῖται, Κοσμοποιίαν ἀνέγραψεν, ἀρχομένην ἀπὸ τοῦ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν
10καὶ τὴν γῆν.»

1

.

24

Διάφορος δὲ χροιὰ τῶν ὀπίσω τοῦ φανέντος ἵππων ἀνα‐ γέγραπται, ἐπείπερ οἳ μὲν αὐτῶν ἄνθρωποι, οἳ δὲ θεῖα «πνεύματα τυγχάνουσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας
κληρονομεῖν σωτηρίαν». Ὅσοι γὰρ τὰ ἀνθρώπινα τοῦ ἐπιδημή‐
5σαντος καὶ γεναμένου σαρκὸς Λόγου παραδεδώκασιν, πυρροί εἰσιν, μάλιστα ὅτι καὶ αὐτός, οὗ ὀπίσω ὑπάρχουσιν, «ἐρύθημα ἱματίων ἐκ Βοσὸρ» φέρει, ὡς λεχθῆναι πρὸς αὐτὸν πρὸς τῶν θεασαμένων· «Διὰ τί τὰ ἱμάτιά σου ἐρυθρά;» ἱμάτια αὐτοῦ λέγοντες ἣν περίκειται σάρκα καὶ τὸ παρεσπαρμένον αὐτῇ αἷμα.
10Ἐντελέστερον σεσαφήνισται ταῦτα ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου τοῦ προφήτου.

1

.

25

Μετὰ τοὺς πυρροὺς ἵππους ὀπίσω το̣ῦ ὑμνουμένου, ποικί‐ λοι καὶ ψαροὶ καὶ λευκοὶ ὤφθησαν ἵπποι. Καὶ τάχα μὲν ποικίλοι καὶ ψαροὶ τυγχάνουσιν οἱ πολυτρόπως ἄγοντες τὴν διδασκαλίαν περὶ τῶν αἰσθητῶν καὶ νοητῶν, ἅπερ «ὁρατὰ καὶ ἀόρατα» εἶναί
5φασιν οἱ θεῖοι λόγοι, λευκῶν ὑπαρχόντων ἵππων τῶν τὰ θεολογικὰ χωρὶς πάσης ὕλης ἀπαγγελλόντων.

1

.

26

Ῥητέον κατὰ διάνοιαν ἄλλην ποικίλους καὶ ψαροὺς εἶναι τοὺς ἁρμοζομένους ἐν τῷ διδάσκειν πρὸς τὴν ποικίλην ἕξιν τῶν παι‐ δευομένων. Ἢ οὐ ποικίλος ἵππος ἦν Παῦλος, ὀπαδὸς ὢν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὅτε τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγίνετο
5ἵνα κερδήσῃ τούτους, καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀποστήσῃ αὐτοὺς τῆς τῶν ἀνόμων προαιρέσεως, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα καὶ αὐτοὺς κερδάνῃ, πείθων ὑπερβαίνειν «τὸν τῆς σκιᾶς νόμον»; Μετὰ τὸ ταῦτα γοῦν εἰπεῖν λέγει· «Τοῖς
πᾶσιν γέγονα πάντα, ἵνα πάντας σώσω».

1

.

27

Οὐ μόνοι δὲ οἱ μετὰ τὴν ἐπιδημίαν ἀλλὰ καὶ οἱ πρὸ αὐτῆς εἶχον τὸ ποικίλον τοῦτο, μετέχοντες «τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ», ἀφ’ ὧν ἀρκεῖ δύο μνημονεῦσαι, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, δυνατοῦ ὄντος καὶ ἐπὶ τοὺς ἄλλους τῇ νοήσει μετα‐
5βῆναι.

1

.

28

Ἠσαΐας ὁ θείας ὁράσεις θεόθεν λαβὼν πάνθ’ ὁμοῦ τὰ εἴδη τῶν ὠφελούντων λόγων εἶχεν. Ἠμὲν γὰρ προφήτης καὶ ὁρῶν τὰ ἐσόμενα ὀφθαλμῷ προφητικῷ, ἔφασκεν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Ἠδὲ νομοθέτης προσέταττεν
5καὶ ἀπηγόρευεν φάσκων· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἀλλὰ καὶ ἱστορίας ἀνέγραφεν περὶ τοῦ Σενναχηρεὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ Ἐζεχίου τοῦ κρατοῦντος τῶν Ἑβραίων. Πρὸς τούτοις καὶ ᾠδός, ὅπου μὲν λέγων· «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπε‐
10λῶνί μου», ὅπου δέ· «Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο καινόν· Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν.»

1

.

29

Ὡσαύτως ὁ Δαυὶδ ὡς μελῳδὸς ἔφασκεν· «Ὁ Θεός, ᾠδὴν καινὴν ᾄσωμέν σοι»· ὡς νομοθέτης· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν»· ὡς προθεσπίζων τὰ μέλλοντα ἐβόα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Οὐ παρῆκεν
5δὲ οὐδὲ τὸ ἱστορικὸν διήγημα, πολλὰ τῶν αἰσθητῶς γεναμένων ὑπὲρ τῶν Ἰσραηλιτῶν καὶ κατὰ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ διεξεληλυθὼς ἐν πλείοσιν ψαλμοῖς.

1

.

30

Τί δὲ οἱ ὀπίσω τοῦ ἀνδρὸς τοῦ ἐπιβεβηκότος ἐπὶ ἵππον πυρρὸν οἱ πνευματικοὶ ἵπποι εἰργάσαντο, ἐν ταῖς ἑξῆς λέξεσιν
τοῦ ἐκκειμένου προφήτο[υ] ἴδωμεν.

1

.

31

Zach. I, 9: Καὶ εἶπα· Τί οὗτοι, Κύριε; καὶ εἶπεν πρός με ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα.

1

.

32

Φησὶν αὐτὸς ὁ προφήτης τῷ ἀγγέλῳ τῷ ἐν αὐτῷ λα‐ λοῦντι· «Τί οὗτοι, Κύριε;» Ἄγγελος δὲ ὁ ἐν αὐτῷ λαλῶν ἤτοι ὁ ἐφεστὼς τῇ προφητείᾳ ἄγγελός ἐστιν, ἢ κατὰ ἄλλην ἐπί‐ νοιαν αὐτὸς ὁ Σωτήρ, περὶ οὗ ὁ προφήτης φησίν· «Καλεῖται τὸ
5ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.» Λαλεῖ δὲ ἐν τῷ ἀκροατῇ ὁ διδάσκαλος ὅτε μετέχεται ὑπ’ αὐτοῦ ἢ κατὰ διάθεσίν ἐστιν ἐν αὐτῷ.

1

.

33

Μαρτύριον τοῦ προτέρου τό· «Ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ ἔτι· «Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ταύτῃ τῇ νοήσει καὶ ὁ ὑμνῳδὸς ἔφη· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός», καὶ ὁ Ἁμβακούμ· «Ἀποσκοπεύσω τοῦ ἰδεῖν
5τί λαλήσει Κύριος ἐν ἐμοί.» Τοῦ δ’ ὑστέρου· «Ἱερείς, λαλή‐ σατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ», οὐ παντὸς διδασκάλου εἰς τὴν καρδίαν λαλοῦντος τῶν ἀκροωμένων, ἀλλὰ τοῦ διατιθέντος τὴν διάνοιαν τῶν μανθανόντων κατὰ νόησιν καὶ ποιότητα τῶν μαθημάτων.

1

.

34

Εἰσὶ γὰρ αὐτὸ τοῦτο μόνον ποιοῦντες, βομβοῦντες τὴν ἀκοήν, οὐκ ὠφελοῦντες τὴν διάνοιαν τῶν παιδευομένων· καὶ ὃ μὲν ἔν τινι λαλῶν καὶ λαλεῖ αὐτῷ, οὐ παντὸς τοῦ κρούοντος
τὴν ἀκοὴν ἐν τῇ καρδίᾳ λαλοῦντος.

1

.

35

Zach. I, 10: Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με· Οὗτοί εἰσιν οὓς ἐξ‐ απέσταλκεν Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν.

1

.

36

Ζητήσειεν ἄν τις τί δήπουθεν, ἑωρακότος τοῦ προφήτου τοὺς ἐρχομένους ἵππους πυρρούς, ποικίλους, ψαρούς, λευκούς, ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ ὑπισχνεῖται δείξειν αὐτῷ τὰ ὀφθέντα. Μήποτ’ οὖν, ἐπεί ἐστιν περὶ τῶν αὐτῶν διττὴ θέα, εἰσαγωγικω‐
5τέρα καὶ ὑπεραναβεβηκυῖα, τῷ ἐγνωκότι τὴν εἰσαγωγικὴν δεῖξιν, τὴν τελειοτέραν ὑπισχνεῖται ὁ θεῖος παιδευτής, τοῦ τὴν ἀποκά‐ λυψιν ἐσχηκότος τέλειον ἔρωτα δεξαμένου.

1

.

37

Ὁ ἀνὴρ ὁ ἑστὼς ἀνὰ μέσον τῶν εἰρημένων ὀρέων δύο ἀπεκρίνατο· «Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.»

1

.

38

Κατὰ δευτέραν θεωρίαν κατάσκια ὄρη δύο ὁ ἀπὸ Ἑβραίων καὶ ἐθνῶν λαὸς τυγχάνουσιν, ὧν ἐν μέσῳ ἑστὼς ὁ ἤδη ἡρμηνευ‐ μένος ἀνὴρ μυσταγωγεῖ τὸν προφήτην τίνες εἰσὶν οἱ ἀπεσταλμένοι περιοδεῦσαι τὴν γῆν. Διδάσκαλοι δέ εἰσιν ἄριστοι ἐξ ἀνθρώπων
5καὶ ἀγγέλων ὡς ἔναγχος εἴρηται.

1

.

39

Οὐ μάτην δὲ πρόσκειται τὸ ἀπεστάλθαι αὐτοὺς τοῦ περιοδεῦσαι τὴν γῆν ὑπὸ τοῦ Κυρίου, οὐ πάντων τῶν διδάσκειν ἐπαγγελλομένων ἢ περιοδευόντων ὑπὸ
Κυρίου ἀποσταλέντων. «Περιοδεύων γοῦν τὴν γῆν» ὁ διάβολος,
5ὡς αὐτὸς ἔφη, ἐπὶ τῷ ἐξετάσασθαι τὸν Ἰὼβ καὶ τοὺς ἄλλους Θεοῦ ἀθλητάς, ἰδίᾳ κακίστῃ προαιρέσει τοῦτο ποιεῖ, ἀλλ’ οὐκ ἐγχειρισθεὶς ὑπὸ τοῦ Θεοῦ.

1

.

40

Τί δέ φασιν οἱ ἀποσταλέντες τεθεάσθαι ἐν τῷ περιοδεῦ‐ σαι, ἢ ὅτι πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει, ὡς ἡ ἑξῆς παρί‐ στησιν λέξις οὕτως ἔχουσα.

1

.

41

Zach. I, 11: Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπαν· Περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.

1

.

42

Ἐπεὶ μὴ πᾶς ἄγγελος τοῦ Κυρίου ἐστίν, οὐκέτ’ αὐτοῦ τυγχανόντων τῶν ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον, εἰκότως τῷ ἀγγέλῳ Κυρίου ἀποκρίνονται οἱ περιοδεύοντες ὡς πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. Ὅτι δὲ οἱ ἀποστάται, κἂν ἁπλῶς ἄγγε‐
5λοι καλῶνται, ἀλλ’ οὐ τοῦ Κυρίου χρηματίζουσι, ἔτι σαφῶς ἐκ τῶν γραφῶν δηλοῦται, ὅπου μέν· «Ὁ Θεὸς ἀγγέλων ἁμαρτη‐ σάντων οὐκ ἐφείσατο», οὐ γὰρ εἶπεν αὐτοῦ· ὅπου δὲ ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος Ἀποστόλου εἴρηται· «Ἀγγέλους κρινοῦ‐ μεν.»

1

.

43

Τί βούλεται τὸ κατοικεῖσθαι πᾶσαν τὴν γῆν καὶ ἡσυχάζειν
θεωρητέον. Τῆς λογικῆς ψυχῆς αὐτοκινήτου καὶ ἀεικινήτου ὑπαρχούσης, ὅταν εὖ καὶ μακαρίως κίνηται, ἠρεμεῖ καὶ ἡσυχάζει ἀπὸ τῆς ἀτάκτου κλονήσεως, ταύτην δὲ τὴν εὐστάθειαν καρποῦ‐
5ται ἀπὸ θείας εὐλαβείας.

1

.

44

Γέγραπται γάρ· «Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι ε[ἰ]ς κρίσιν τὸν Θεόν», καί· «Ἡσυ‐ χάζει ἀπὸ παντὸς κακοῦ ὁ κατασκηνῶν ἐπ’ ἐλπίδι», κατὰ τὴν θεόπνευστον τῶν Παροιμιῶν γραφήν. Ταύτῃ τῇ νοήσει, πρὸς τὸν
5ἀλάστορα Κάϊν κινηθέντα ὡς οὐ δεῖ ὁ Θεός φησιν· «Ἥμαρτες, ἡσύχασον», μόνον οὐχὶ λέγων· Ἁμαρτάνων ἀτάκτως κλόνῃ, ἀλλὰ τέλος ἐπίθες τῇ ἀτάκτῳ ὁρμῇ· τότε γὰρ ἐπαινετῶς, ἡσυ‐ χάσεις «ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιήσας».

1

.

45

Τῷ οὕτως ἡσυχάζοντι ἕπεται τὸ κατ[ο]ικεῖν. Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, ἡ εἰσαγομένη ἐν Παροιμίαις πόρνη γυνή, ἥτις ποτέ ἐστιν αὕτη, «ἐν οἴκῳ οὐκ ἔχει ἡσυχάζοντας τοὺς πόδας», ἔξω αὐτοὺς ῥεμβομένους ἔχουσα, τριοδῖτις καὶ σοβὰς οὖσα, τῆς
5ἀστῆς καὶ εὐγενίδος ἐν οἴκῳ κατοικούσης, φυλαττούσης τὰ πρὸς τὸν νυμφίον γαμικὰ δίκαια, ᾗ εὐθὺς ἕπεται τὸ τεκνογονεῖν. Εἴρηται γὰρ ἐν Ψαλμοῖς περὶ τοῦ νυμφίου τοῦ Θεοῦ Λόγου· «Ὃς κατοικίζει ἐν οἴκῳ στεῖράν ποτε οὖσαν, ἵνα γένηται μήτηρ γνησίων τέκνων εὐφραινομένη.»

1

.

46

Zach. I, 12: Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπεν· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδο‐
μηκοστὸν ἔτος;

1

.

47

Θεασάμενος προγνωστικῶς ὁ ἄγγελος Κυρίου παντοκρά‐ τορος πᾶσαν τὴν γῆν κατοικοῦσαν καὶ ἡσυχάζουσαν, πάντων τῶν ἐθνῶν πιστευσάντων τῷ ἐπιδημήσαντι Κυρίῳ, ἀξιοῖ τὸν παμ‐ βασιλέα γνῶσιν παρασχεῖν ἕως τίνος καὶ πότε ἡ Ἰερουσαλὴμ καὶ
5αἱ ὑπὸ ταύτην πόλεις τῆς Ἰουδαίας ἐλεηθήσονται, ἑβδομηκοστοῦ ἔτους ἤδη ἐνεστῶτος τῆς αἰχμαλωσίας δι’ ἣν παρεωρᾶσθαι ἐδό‐ κουν.

1

.

48

Καὶ ἐπεὶ πολλάκις ἡ Ἰερουσαλὴμ πολυτρόπως ἡρμήνευ‐ ται, καθ’ ἑκάστην ἑρμηνείαν λημφθεῖεν ἂν καὶ αἱ τῆς Ἰουδαίας πόλεις. Ἐὰν οὖν ἡ Ἰερουσαλὴμ ἡ τελεία καὶ πεφωτισμένη ψυχὴ λαμβάνοιτο εἰρηνικῶς καὶ εὐσταθῶς πάντα θεωροῦσα—μετα‐
5λαμβάνεται γὰρ εἰς τὸ «ὅρασις εἰρήνης» —πόλεις τῆς Ἰου‐ δαίας εἰσὶν αἱ ὑποδεέστεραι ψυχαὶ τῷ ἔτι προκόπτειν.

1

.

49

Ἐὰν δὲ τὴν Ἐκκλησίαν σημαίνῃ τὸ ὄνομα τῆς Ἰερουσαλήμ, τὴν «παρισταμένην τῷ Χριστῷ ἁγίαν οὖσαν», πόλεις τῆς [Ἰο]υ‐ δαίας ἑρμηνευθεῖεν αἱ μὴ τηλικαῦται γινόμεναι ψ[υχ]αί. Τὴν
5τοιαύτην διαφορὰν φανεροῖ ὁ Ἀπόστολος ἐπισ[τέ]λλων Κοριν‐ θίοις, εὐλογῶν «τὴν Ἐκκλησίαν σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου», ὡς τὴν μὲν Ἐκκλησίαν εἶναι Ἰερουσαλὴμ ἀλληγορικῶς, πόλεις δὲ τῆς Ἰουδαίας τοὺς ἐπικαλουμένους τὸ ὄνομα Κυρίου.

1

.

50

Κατ’ ἀμφοτέρας τὰς ἑρμηνείας παρορᾶταί ποτε ἡ Ἰερου‐ σαλὴμ καὶ αἱ ὑποτελεῖς αὐτῇ πόλεις τὸ αὐτὸ τῇ μητροπόλει πάσχουσιν, ἵνα ἐκ τῆς ὑπεροράσεως αἴσθησιν λαβοῦσαι, διανα‐ στήσωσιν ἑαυτάς, ὡ[ς μ]ηκέτι πάσχειν τὰ τῆς αἰχμαλωσίας,
5«ἑβδομηκοστοῦ ἔτ[ου]ς ἐνεστηκότος».

1

.

51

Οὐ γὰρ ἔτι ἐπίπο‐
νος ἐργασία ἔσται, σα̣[β]β̣ατικοῦ ἐνιαυτοῦ πληρωθέντος· ὁ γὰρ ἑβδομήκοντα ἀ[ριθ]μός, ἐκ δεκάδων ἑπτὰ συνεστηκώς, τελείαν ἀνάπαυσιν ἐπιφέρει, παρέχοντος αὐτὴν τοῦ ἐληλυθότος «κηρῦ‐
5ξαι αἰχμαλώτοις ἄφεσιν», ἀνατείλαντος ἐκ τοῦ Ἰούδα. Περὶ γὰρ τοῦ Σωτῆρος ἀπαγγέλλεται τό· «Βασιλεύς [μο]υ Ἰούδα», καὶ πρὸς αὐτὸν ἐπ’ εὐλογίαις λέγεται· «Ἰούδα, σ[ὲ α]ἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι πάντες οἱ υἱοὶ τοῦ πατρός σου.»

1

.

52

Τού‐ των τῶν θείων λόγων ἀπαγγελλομένων ἥτις ἐστὶν διορατικὴ ψυχή, Ἰερουσαλὴμ προσαγορευομένη, ἀλλὰ καὶ ἐξομολογούμε‐ ναι, πόλεις τῆς Ἰουδαίας οὖσαι—Ἰούδας γὰρ «ἐξομολογούμε‐
5νος» ἡρμήνευται—μαθέτωσαν ὑπὸ Ἰησοῦ «ὅτι πραΰς ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵν’ εὕρωσιν ἀνάπαυσιν» ψυχαῖς καθα‐ ραῖς προσήκουσαν, τοῦ ἑβδομηκοστοῦ ἔτους πληρωθέντος ἐκ τῆς τοῦ ἡλίου τῆς δικαιο[σ]ύνης κυκλικῆς κινήσεως, περιπολοῦντος τὰς καθαρὰς κ[αὶ] διαυγεῖς διανοίας.

1

.

53

Zach. I, 13: Καὶ ἀπεκρίθη Κύριος παντοκρ[ά]τωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγ[ο]υς πα‐ ρακλητικούς.

1

.

54

Πρὸς τὸν εἰρηκότα ἄγγελον· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς
τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» ἀπεκρίθη ὁ παντο‐ κράτωρ Κύριος ῥήματα καλὰ περὶ τοῦ ἐλεηθήσεσθαι τὴν Ἰερου‐ σαλὴμ καὶ τὰς ὑπ’ αὐτὴν πόλεις καὶ λόγους παρακλητικοὺς
5πολλὴν παραμυθίαν ἐμφαίνοντας καὶ ἐπιφέροντας. Πῶς γὰρ οὐ παρακαλοῦσιν καὶ ἀνακτῶνται τοὺς ἐπιστρέφοντας ἐκ τῆς αἰχμα‐ λωσίας, ὥστ’ εἰπεῖν εὐχαριστικῶς· «Ἐ[ν] τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡ[ς] παρακεκλημένοι, ἐγε‐ νήθημεν εὐφραινόμενοι»; Ἀποκριθείη κ[αὶ] ἡμῖν Κύριος ὁ
10παντοκράτωρ διὰ τοῦ ἀγγέλου τῆς μεγάλης [βο]υλῆς αὐτοῦ καλὰ ῥήματα, ἵνα παντὸς ἐπαινετοῦ τυχόντ[ες] τελείως παρα‐ κληθῶμεν ὑπὸ τῶν τελείων αὐτοῦ λόγων εἰσ[αγό]μενοι εἰς ἐλευ‐ θέραν καὶ μακαρίαν διαγωγήν.

1

.

55

Zach. I, 14—15: Καὶ εἶπεν πρός με ὁ ἄγγελος λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, κ[αὶ ὀ]ργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι[θέ]μενα,
5ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθ[ε]ντο εἰς κακά.

1

.

56

Ἐξ ἰδίου προσώπου προφήτης φησὶν πρόσταξιν αὐτῷ δεδόσθαι ὑπὸ τοῦ ἀγγέλου Κυρίου παντοκράτορος, ὅπως ἐπιτετα‐ μένως βοήσῃ· «Τάδε λέγει Κύριος· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, μεγάλην ὀργὴν ἐπιφέρων τοῖς
5ἔθνεσι» τοῖς καταπονοῦσιν, ἐπείπερ τοῦ κηδεμόνος ὀλίγα καὶ βραχέα παιδεύσεως καὶ ἐπιστροφῆς ἕνεκα ἐπαγαγόντος, ἀγρίως καὶ ὠμοτάτως αὐτοὶ συνεπέθεντο.

1

.

57

Δέον φοβηθῆναι ὁρῶντας τοὺς Θεῷ ἀνήκοντας ἐγκαταλειπομένους ἐπὶ τῷ μαστιχθῆναι ἐφ’ οἷς ἔδρασαν κακῶς καὶ εὐλαβηθῆναι μὴ τὰ αὐτὰ πάθωσιν, ἀλλὰ συνεπέθεντο εἰς κακά, βρενθυόμενοι καὶ ἐπικερτομοῦντες ἐπι‐
5χαιρεκάκῳ προαιρέσει, κονδυλίζοντες, πατοῦντες τοὺς παραδο‐ θέντας.

1

.

58

Πρὸς τοὺς οὕτω ἀπανθρώπως καὶ θηριωδῶς προσενεχ‐ θέντας τοῖς παραδοθεῖσιν αὐτοῖς μέμφεται Θεὸς λέγων ἐν Ἠσαΐᾳ τῷ προφήτῃ· «Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν
5ζυγὸν καὶ εἶπας· Ἔσομαι εἰς τὸν αἰῶνα ἄρχουσα.» Ὅθεν ὀργισθέντος σοι ἐμοῦ ἐξαίφνης ἥξει ἐπὶ σὲ ἃ ἠπείλησας διαθεῖναι οὓς ἐγὼ παρέδωκα οὐκ εἰς ἀπώλειαν, ἀλλ’ ἵνα αἰσθηθέντες τῆς κατ’ αὐτῶν ἐσομένης ἀπειλῆς, ἐπιστρέψωσιν πρὸς ἐμὲ τὸν κηδε‐ μόνα.

1

.

59

Τίνα δὲ ἦν ἃ ἐκόμπασεν ἀπὸ ὑπερηφανίας καὶ θρασύτητος; «Ἐγώ εἰμι, φησίν, καὶ οὐκ ἔστι μετ’ ἐμὲ ἔτι. Οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.» Ταῦθ’ ὑπερηφάνως καὶ ὠμῶς λελακυῖα, ἐξαίφνης Θεοῦ κρίσει ἀπροστασίαστος ὤφθη, οὐκ ἐπικουρουμένη
5ἔτι ὑπὸ πατρὸς καὶ ἀνδρός. Ταῦτα κατὰ νοῦν λαβόντες οἱ ἀρχὴν ἐγκεχειρισμένοι μὴ κατεξ‐ ανιστάσθωσαν ὠμῶς ἐπιτιθέμενοι καθ’ ὧν ἔσχον ὑποχειρίων ψήφῳ τῆς προνοίας δι’ ἃς οἶδεν αὐτὴ αἰτίας.

1

.

60

Τί δ’ ἐστὶν ὃ βούλεται Κύριος παντοκράτωρ διὰ τοῦ εἰπεῖν· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέ‐ γαν»; Ἦν μὲν γὰρ νύμφη καὶ σύνοικος τῷ Θεῷ Λόγῳ ἡ πνευματικῶς Σιὼν καὶ Ἰερουσαλὴμ προσαγορευομένη, ἥντινα
5πρὸς ὀλίγον καταλέλοιπεν λύσασαν τὰ πρὸς τὸν ἄνδρα γαμικὰ δίκαια, ὡς εἰπεῖν αὐτὸν τὸν συνοικοῦντα αὐτῇ· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει Κύριος.»

1

.

61

Οὕτως παροραθείσης τῆς ποτε εὐγενῶς καὶ σεμνῶς θαλα‐ μευομένης, πολλοὶ τῶν βλάπτειν ἐπιχειρούντων κακώσει αὐτὴν ὑπέβαλον, ἀτιμάζοντες, εἰς ἀσχημοσύνην ἄγοντες οἷά τινα ἀπροστασίαστον ἄνδρα οὐκ ἔχουσαν. Ἐφ’ οἷς οἶκτον λαβὼν ὁ τῇ
5φύσει ἵλεω, ἤρξατο πάλιν ζηλοῦν αὐτήν.

1

.

62

Τούτου γὰρ γενο‐ μένου, οὐκέτι χώραν ἔχουσιν οἱ περιυβρίζειν βουλόμενοι, τοῦ ζηλοῦντος ἀνδρὸς φυγαδεύοντος ἀπὸ τῆς γαμετῆς τοὺς ἐπὶ βλάβῃ αὐτῆς ἐπιβαίνοντας· [π]άλιν φροντίζων γνησίως καὶ μετ’ ἔρωτος
5συνοικῶν, ὡς καὶ πρότερον ὅπου οὔπω ἐγκαταλέλειπτο.

1

.

63

Ὅτι δ’ ἔρρωται ἡ νόησις αὕτη καὶ ἐκ τοῦ προφήτου Ἰεζεκιὴλ ἔστιν μαθεῖν· ὀργισθεὶς γοῦν ὁ Θεὸς τῇ ἑβραϊκῇ πληθύϊ· «Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, εἶπεν, οὐδὲ ζηλώσω ἐπὶ σοί.» Προανεφώνει δὲ ταῦτα διεγείρων, ἵνα μὴ ὑποπέσῃ ταῖς ἀπειλαῖς,
5φυλάττουσα ἄχραντα τὰ τῆς συνοικήσεως δίκαια.

1

.

64

Σιὼν καὶ Ἰερουσαλὴμ καλεῖ τὴν ζηλουμένην ὅπως μηκέτι καταπονῆται ὑπὸ τῶν συνεπιτιθεμένων αὐτῇ εἰς κακά, διὰ προσ‐ ούσας ἀρετάς. Σιὼν μὲν γὰρ ἑρμηνεύεται σκοπευτήριον, ἐντολὴ πεποιημένη, Ἰερουσαλὴμ δὲ ὅρασις εἰρήνης· Σιὼν κατ’ ἀναγωγὴν
5καλεῖται ἡ μὴ τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια σκοποῦσα τῷ ποιεῖν τὰς δοθείσας ἐντολάς.

1

.

65

Ἕπεται δὲ τῇ τοιαύτῃ καταστάσει τὸ ἀσύγχυτον καὶ ἀτάραχον τῶν κατορθουμένων. Ὁρᾶται δὲ ἡ εἰρήνη ἡ περὶ ἧς ὁ Ἰησοῦς· «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»
Δέδοται δὲ αὕτη μετὰ θείας «χάριτος ἀπὸ Θεοῦ πατρὸς καὶ
5Κυρίου Ἰησοῦ Χριστοῦ», ὡς παιδεύει Παῦλος. Ἀμφότερα δὲ ταῦτα, ἡ εἰρήνη καὶ ἡ χάρις φημί, ὁ Σωτήρ ἐστιν. Εἴρηται γὰρ περὶ αὐτοῦ· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν.» Καὶ πάλιν ὁ ἐξ αὐτῆς καὶ δι’ αὐτῆς κατορθῶν λέγει· «Οὐκ ἐγὼ» τάδε τινὰ τὰ ἀνδραγαθήματα κατώρθωσα, «ἀλλ’ ἡ χάρις σὺν ἐμοί». Ταύτην
10τὴν χάριν καὶ εἰρήνην Θεοῦ πατρὸς παρέχοντος, καὶ Ἰησοῦς ὑφίστησιν αὐτάς, ἐπιδοὺς ἑαυτὸν μετέχεσθαι τοῖς ἐγνωκόσιν αὐτὸν ὄντα χάριν καὶ εἰρήνην.

1

.

66

Γενοίμεθα καὶ ἡμεῖς προαιρέσει ἀγαθῇ τοιοῦτοι, ἵνα μὴ ἐγκαταλείπωμεν, οἷα ἀθετήσασα γυνὴ τὸν συνόντα, ζηλωτοὶ ποθητοὶ αὐτῷ τυγχάνοντες.

1

.

67

Zach. I, 16: Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐπι‐ στρέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικο‐ δομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.

1

.

68

Ἐπεὶ οὐδὲν ὡς ἔτυχεν γίνεται ὑπὸ τοῦ προνοουμένου τῶν ὅλων, διὰ τοῦτο προτάττονται πολλάκις τῶν γινομένων αἰτιολογικοὶ σύνδεσμοι, τοῦ Θεοῦ λέγοντος πρὸς τοὺς ὑποκειμέ‐ νους τῇ διοικήσει· ἀνθ’ ὧν τάδε εἴπατε ἢ πεποιήκατε, τάδε ἐπαχ‐
5θήσεται ὑμῖν. Αὐτίκα γοῦν καὶ ἐν τῷ προκειμένῳ ῥητῷ φέρεται ἡ οὕτως ἔχουσα λέξις· «Διὰ τοῦτο τάδε λέγει Κύριος παν‐ τοκράτωρ.»

1

.

69

Τί δ’ ἐστὶ τοῦτο ἢ τὸ «ζηλῶσαί με τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν»; Ἐπείπερ, «ὀργισθέντος
ἐμο[ῦ] μικρά, συνεπέθεντο εἰς κακὰ» οἱ ἐχθροὶ τῶν ζηλωθέντων, «ἐ[π]ιστρέψω ἐν Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ», οἰκτείρων αὐτὴν
5οἷα προ[σ]τάτης καὶ γνήσιος ἐπίκουρος, «πατὴρ» γὰρ αὐτὸ τοῦτο «τῶν οἰκτιρμῶν» ὑπάρχων.

1

.

70

Τίς δ’ ὁ τρόπος τοῦ οἰκτείρεσθαι τὴν Ἰερουσαλὴμ παρα‐ χρῆμα ἀπαγγέλλεται· «Ἀνοικοδομηθήσεται γὰρ ὁ οἶκός μου ἐν αὐτῇ» καὶ ἐν μέσῳ αὐτῆς, ἵν’ ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν τοῖς πολίταις αὐτῆς, τελείως οἰκτείρω αὐτήν, οὐκέτι ἐρημοῦσθαι ἢ
5διαρπάζεσθαι αὐτὴν ἐπιτρέπων, ζηλωτὴν καὶ ἀξιομνημόνευτον αὐτὴν ἀποδεικνύς, μέτρου πάλιν ἐκτεινομένου ἐπ’ αὐτὴν ὡς καὶ πρότερον ὅτε εὐθηνίαν καὶ καρποφορίαν εἶχεν. Τῆς γὰρ ἐρήμου καὶ ἠμελημένης χώρας οὐ γεωμετρουμένης, ἡ οἰκτειρομένη λοιπὸν ὑπὸ τοῦ Θεοῦ γῆ μετρεῖται οἷα χώρα καρποφόρος.
10Μετρεῖται δὲ ἡ πόλις διαστελλομένη εἰς λαύρας καὶ πλατείας, τεμένη τε καὶ γυμνάσια.

1

.

71

Τί δὲ τὸ ἐπιβαλλόμενον ἐπ’ αὐτῆς μέτρον ἐν τοῖς ἑξῆς δηλωθήσεται, ἀγγέλου ἐπιφαινομένου κατέχοντος σχοινίον γεω‐ μετρικόν.

1

.

72

Ὁ οἶκος δ’ ὁ οἰκοδομούμενος ἐν μέσῳ τῆς οἰκτειρομένης Ἰερουσαλὴμ ἡ τοῦ ζῶντος Θεοῦ Ἐκκλησία ἐστίν, ἐν ᾗ ἀναστρέφειν προσήκει τὸν Θεοῦ θεραπευτὴν κατὰ νόμον ἱερώμενον. Τοῦτο προσφωνεῖ Τιμοθέῳ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος, γράφων
5οὕτως· «Ἐὰν βραδύνω ἵν’ εἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀνα‐ στρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.»

1

.

73

Κατὰ νόησιν ἄλλην, ἀν[ο]ι̣κοδομούμενος οἶκος ἐν τῇ Ἰερουσαλὴμ ὁ τεχθεὶς ἐκ τῆς Μαρίας Ἰησοῦς ἐστιν, οἰκοδο‐ μηθεὶς ὑπὸ τῆς σοφίας τοῦ Θεοῦ, κατὰ τὸ παροιμιῶδες θέσπισμα
οὕτως ἔχον· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», περὶ οὗ
5εἶπεν ἡ οἰκοδομήσασα σοφία τοῖς ἀντιπαρατεταγμένοις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· τοῦτο δέ, φησίν, «ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ», ὡς ὁ εὐαγ‐ γελιστὴς ἔγραψεν.

1

.

74

Πρὸς τοῖς εἰρημένοις, [κ]αὶ ἕκαστος τῶν πιστῶν οἶκός ἐστιν ἐγειρόμενος ἵν’ ᾖ ναὸς Θεοῦ. «Οὐκ οἴδατε γάρ, φησίν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ο[ἰ]κεῖ ἐν ὑμῖν;» Καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο φανερῶς λέγει· «Ἐάν τις ἀγαπᾷ με,
5τὸν λόγον τὸν ἐμὸν τηρήσει, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐλευσό‐ μεθα καὶ ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ’ αὐτῷ ποιησό‐ μεθα.»

1

.

75

Ναὸς δὲ καὶ οἶκος καὶ μονὴ

1

.

76

Zach. I, 17: [Καὶ εἶπεν πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ.]

1

.

77

[............]ν̣ης, τ̣ο̣[..] γὰρ διαχεον[.......... ..........δα]ψίλεια ἐπω̣..ω̣λων καὶ βελτιούντων [..... ................]ο̣, ὅταν ἔτι ὡς καὶ πρότερον ἐλεήσῃ Κ[ύριος τὴν Σιὼν ....... εὐεργ]ετῶν αὐτήν. Καὶ προσέτι
5αἱρετιεῖ τὴν Ἰερουσαλὴ[μ ...................]εχομε‐ νος διὰ τὸ πεπληρῶσθαι ἀξιαγα̣[...................]
ἅπερ ὄψεσθαι εὐλογίας τρόπῳ εἴρητα[ι.....· «Καὶ ἴδοις τὰ ἀγαθὰ] Ἰερουσαλήμ.»

1

.

78

Περὶ τούτων κἀκεῖνο ἐκλημπτέον· [«Ἐὰν θέλητε καὶ εἰσακούσητέ] μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε»· καὶ [τό· «Ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβι‐ β]άσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», περὶ ὧν ὁ σ[οφός, ᾧ «τὰ
5ἄδηλα καὶ τὰ κρύφι]α τῆς σοφίας» ἐδηλώθη ὑπὸ τοῦ Θεοῦ, φησ[ίν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγ]αθὰ Κυρίου ἐν [τῇ] γῇ ζών‐ των.» Κυρίως καὶ [...................ὁ] ἅγιος ἰδεῖν ἐν γῇ ζώντων καὶ ψωμίζει [................ἀναβι]βασθεὶς ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, ὑπαρχ[...................
10.]ε̣κ̣τος ἢ τὰ σωματικὰ λεγόμενα ἀγαθά, ἀλλ[............. ....κα]τὰ τὸν ἔσω ἄνθρωπον, ταῦτα δ’ εἰσὶν αἱ ἀρετα[ὶ .... ...............]α ταῦτα τελούμενα ἔργα, εἰσάγοντα ε[. ...................]α.

1

.

79

Οὐ γὰρ προσεκτέον τοῖς φάσκουσιν [.....................]ν σωματικῶς, τὸ ἀκροδρύων ἐμφορη[......................]ματικῶς, οὐδ’ αὖ τὸ πλουτεῖν καὶ παρα[...................]

1

.

80

[......................]α̣υτα.

1

.

81

Zach. II, 1—2: [Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδ]ον καὶ ἰδοὺ τέσσερα κέ̣ρατ̣[α]. Κ̣[αὶ εἶπα πρὸς τὸν ἄγγε‐ λον τὸν λ]αλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε;

1

.

82

[.......................]ο̣υ ὀφθαλμῶν ταῦτα λέγει ἀλλὰ τῶν [....................]ω̣ν πεφωτισμέ‐ νων, τούτους γὰρ εἰς ὕ[ψος ............... θε]ωρίᾳ τοῦ Θεοῦ καὶ τῶν ὑπ’ αὐτοῦ γινομέ[νων .................]
5Θεὸν σοφῶν καθαρῶν ἀσκόπων ὀφθαλ[................. ...] οὗτος πρὸς τὸν Θεόν φησιν ὡς περιο[............ ........]σ̣ειν τοῦ Θεοῦ καθ’ ὃ δημιουργεῖ καὶ προν[οεῖ, ....................]ν καὶ αἰσθητῶν θεωρίαν· «Πρὸς σὲ ἦρ[α τοὺς ὀφθαλμούς μου τὸν] κατοικοῦντα ἐν τῷ οὐρανῷ.»
10Καὶ ὁ Σωτὴρ· [«Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τ]οὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε [τὰς χώρας, ὅτι λευκαί εἰ]σιν πρὸς θερισμὸν ἤδη.»

1

.

83

[..] παραπλη[σίως................]ς «εἶπεν ὁ ἅγιος», φησίν, τὸν[............ «ἀναβλέψατ]ε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· [Τίς κατέδειξεν πάντα ταῦτ]α; Ὁ ἐξάγων κατ’ ἀριθμὸν τὸν κόσμον [αὐτοῦ» .............
5..]π̣ω καὶ ὁ εἰς ἐξέτασιν προκείμενος προ[φήτης ........... ....]τος, ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ [............... .....] τοῦ ἀληθινοῦ φωτός, τεθέαται[....................]

1

.

84

πεῦσιν προσηγίοχεν γνῶναι θέλων τίνα ποτ’ εἰσίν. Κέρατα δ’ εἰσὶν αἱ ἐπικείμεναι βασιλεῖαι τέτταρες τοῖς πολίταις τῆς Σιὼν καὶ Ἰερουσαλήμ. Οὐκ ἄλλαι ὑπάρχουσιν τῶν πολεμίων ἐκείνων
περὶ ὧν ὁ Ἀπόστολος καὶ οἱ λοιποὶ π... φασίν· «Οὐκ ἔστιν
5ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευ‐ ματικὰ τῆς πονηρίας.»

1

.

85

Συμφώνως τῷ πλήθει τῶν πρὸς ἃς ἡ πάλη τοῖς ἁγίοις πονηρῶν δυνάμεων, καὶ ὁ ὑμνῳδός πού φησιν πρὸς τὸν κατεξανιστάμενον τῶν πολεμίων· «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.»
5Καὶ ἐπεὶ ἕκαστον τῶν εἰρημένων πονηρῶν τυραννικῶς ἐπαίρεται, παρανόμως βασιλεύειν αὐτό φησιν.

1

.

86

Ταῦτα τὰ μετ’ αἰνιγμοῦ ἐπαγγελθέντα κέρατα εἶδεν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ τῆς διανοίας, ἵν’ ἐκ τοῦ τεθεωρηκέναι τὴν παρασκευὴν καὶ τὴν δύναμιν αὐτῶν ἐνδύσηται τὴν Θεοῦ ἀκαταμάχητον πανοπλίαν. Τίνες δ’ εἰσὶν οἱ ὀξύνοντες
5τὰ προκείμενα κέρατα τέκτονες, ἐκ τῶν ἑξῆς ἔστι μαθεῖν οὕτως ἐχόντων.

1

.

87

Zach. II, 2: Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν.

1

.

88

Ὁ ἀποκρινόμενος ἄγγελος δεικνὺς τῷ προφήτῃ τὰ σαφη‐ νισθέντα τέσσαρα κέρατα, τὸ ἔργον καὶ τὴν χρείαν δι’ ἣν ἐπήχ‐ θησαν δεικνὺς τῷ φωτιζομένῳ φησὶν δι’ οὐδὲν ἕτερον ἐπῆχθαι τὰ κέρατα ἢ ἕνεκα τοῦ σκορπίσαι ἀπὸ τῆς πόλεως τῆς ἁγίας τὸν
5Ἰσραὴλ καὶ Ἰούδα, ἵνα σκεδασθέντες 〈εἰσ〉 αἰχμαλωσίαν, ὁμοῦ
ἑνότητος καὶ συμφωνίας ἐκτὸς γένωνται. Εἴρηται πρότερον ὡς ἐξομολογούμενος Ἰούδας· ὁ δὲ νῷ Θεὸν ὁρῶν Ἰσραὴλ καλεῖται.

1

.

89

Zach. II, 3—4: Καὶ ἔδειξέν μοι Κύριος τέσσαρας τέκτονας. Καὶ εἶπα· Τί οὗτοι ἔρχονται ποιῆσαι; Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ
5εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν.

1

.

90

Εὐθυμοποιῶν τὸν θεασάμενον τὸ πλῆθος τῶν πολεμίων τὸ ἐρχόμενον, ἰσαρίθμους τοῖς ἀντιπάλοις τοὺς ἐπὶ βοήθειαν καλουμένους δείκνυσιν αὐτῷ, τέκτονας ἐπαινετῶς τυγχάνοντας· οὐ πάντες γὰρ τεκταίνοντες τὰ κατάλληλα αὐτοῖς ἔργα ἐπαι‐
5νετοί, ἀλλὰ καὶ ψεκτοί εἰσίν τινες, οὓς δ[ι]αστέλλον ἀπ’ ἀλλήλων τὸ παροιμιῶδες θέσπισμά φησιν· «Ἐλεημοσύνην καὶ πίστιν τεκ‐ ταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν.»

1

.

91

Τὸ κάκιστον τοῦτο τῶν τεκτόνων ἐργαστήριον οὐχ ἕτερον τῶν τεσσάρων κεράτων ἐστίν, δραστήριον ὂν πάσης ἀπιστίας καὶ ὠμότητος. Οὓς δείκνυσιν Θεὸς ἐρχομένους τέκτονας ἐλεημοσύνης καὶ πίστεώς εἰσι τεχνῖται, δι’ ἐλεημοσύνης τὴν πρακ‐
5τικὴν ἀρετὴν πρὸς τοὺς πέλας ἐκτελοῦντες, ἀγαπῶντες ὡς ἑαυτοὺς τοὺς πλησίον, πίστιν τεκταίνοντες δι’ εὐσεβοῦς καὶ ἐπι‐
στημονικῆς θεωρίας. Τούτους οὐκ ἄλλος ἄγει καὶ δείκνυσιν τῷ ἄραντι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἢ ὁ ἐπ’ εὐεργεσίᾳ καλῶν Θεὸς τοὺς δυναμέ‐
10νους βοηθεῖν τοῖς καταπονουμένοις.

1

.

92

Ἑωρακὼς τοὺς δειχθέντας αὐτῷ καὶ ἐρχομένους ὑπὸ τοῦ Θεοῦ, ἐρωτᾷ τὸν δείξαντα τί ποιήσουσιν ἐληλυθότες, καὶ ἀποκρί‐ νεται αὐτῷ Θεὸς ὡς ἔρχονται ὀξῦναι τὰ ἐπαιρόμενα ἐπὶ τὴν γῆν τοῦ Θεοῦ ἔθνη τέσσερα ἐπὶ τῷ παραλαβεῖν τοὺς παραδι‐
5δομένους εἰς αἰχμαλωσίαν, ἵνα διασκορπίσωσιν τὸν Ἰούδα καὶ κατεάξωσιν τὸν Ἰσραήλ, ὡς μηδένα τῶν κακουμένων ἄραι κεφαλὴν ἀντιβλέψαι καὶ ἀντιδοξῆσαι δυνάμενον τοῖς ἐπικειμένοις ἐχθροῖς. Ἀσθένειαν δὲ πλείονα παρίστησιν ὁ λόγος τῶν κερά‐ των, ὅτι καὶ μετὰ τὸ ὀξυνθῆναι οὐχ οἷά τε γέγονεν κατασπάσαι
10τοὺς παραδοθέντας αὐτοῖς παρόντων τῶν τεκτόνων τῶν ὀξυνόν‐ των αὐτά.

1

.

93

Φανεροῖ ὁ λόγος ὡς κατάγνυται ὁ σκορπιζόμενος, συν‐ τριβὴν ὑφιστάμενος παραπλησίαν ᾗ ὑπέμεινεν ὁ ἀπὸ τῆς Ἰερου‐ σαλὴμ καταβὰς περιτυχὼν λῃσταῖς πνευματικοῖς ὥσθ’ ἡμιθανὴν αὐτὸν ὑπ’ αὐτῶν γενέσθαι, μάλιστα ὅτε ἐξέδυσαν αὐτὸν τὴν
5ἐσθῆτα ἣν εἶχεν θείαν ἐν τῇ ἱερᾷ πόλει διάγων ὅπλοις ἰσοδυνα‐ μοῦσαν· περὶ αὐτῆς γράφει ὁ Ἀπόστολος τοῖς εἰς τὸ πολεμεῖν διεγειρομένοις· «Ἐνδύσασθε ὅπλα φωτός.»

1

.

94

Φέρεται ἐν ἀντιγράφοις ἀντὶ τοῦ «τὸν Ἰσραὴλ κατέαξαν», τὸν Ἰσραὴλ κατῆξαν, δεικνυμένου καὶ διὰ ταύτης τῆς λέξεως ὡς ὁ ἁμαρτάνων ὑψόθεν κάτω φέρεται. Πολλαὶ δ’ εἰσὶν γραφαὶ τοῦτο παριστᾶσαι, οἷαί εἰσιν καί· «Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος
5ἐκ τοῦ οὐρανοῦ, ὁ πρωῒ ἀνατέλλων;» καί· «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Καὶ ἕτεραι μυρίαι λέ[ξ]εις εἰσὶν φανε‐
ροῦσαι ὅτι ὁ σπουδαῖος ἀναβαίνει καὶ μετεωρίζεται, κάτω δὲ χωρεῖ ὁ φιλήδονος καὶ ὑλικὴν προαίρεσιν ἔχων, ὡς γενέσθαι «σάρκινον, πεπραμένον ὑπὸ τὴν ἁμαρτίαν».

1

.

95

Ἀνέγνων ἐξήγησίν τινος ἐκλαβόντος τέσσαρας τέκτονας εἶναι τοὺς τέσσαρας εὐαγγελιστάς. Πότερον δ’ οὕτως ἔχει οἱ ἐντυχόντες τῷ οὕτω γράψαντι κρινέτωσαν. Δυνατὸν εἰπεῖν τέκτονας τέσσαρας «τοὺς ἀποσταλέντας ἀγγέ‐
5λους συναγαγεῖν τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ ἐκ τῶν τεσσάρων ἀνέμων», τοῦτ’ ἔστιν τῶν τεσσάρων κλιμάτων τῆς οἰκουμένης.

1

.

96

Ὅπως δ’ ἂν ἐκλαμβάνοιντο οἱ τέσσαρες τέκτονες, ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων Θεοῦ δείκνυνταί τε καὶ ἄγονται κατὰ τῶν ἐπαιρομένων θρασύτητι καὶ ἀλαζονείᾳ κατὰ τῶν ὑποπεσόντων αὐτοῖς Θεοῦ κρίσει, οὐκ αἴροντος κεφαλὴν οὐδὲ τοῦ αἰχμαλωτί‐
5ζοντος οὐδὲ τῶν αἰχμαλωτιζομένων, τῶν ἱερῶν τεκτόνων ἀντιπα‐ ρατεταγμένων. Τέτριπται καὶ ἐν τῇ συνηθείᾳ ὡς οὐκ αἴρουσι κεφαλὴν οἱ δυσπραγοῦντες.

1

.

97

Εἰ δὲ σημαίνεταί ποτε ὀνόματι τῆς κεφαλῆς ὁ νοῦς, οὐδ’ οὗτος ἐπαίρεται ὅταν τις «παραδοθῇ εἰς ἀδόκιμον νοῦν, μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει». Πῶς γὰρ ἔτι ὁ κρατηθεὶς ἀδοκίμῳ νῷ τὰ ἄνω φρονήσοι ἢ ἐν
5οὐρανῷ σχοίη τὴν καρδίαν, μὴ θησαυρίσας ἐν οὐρανῷ; Συνᾴδει τῷ διασκορπίζεσθαι τὸν Ἰσραὴλ καταγνύμενον ἢ καταγόμενον τὸ μετ’ ὀλοφυρμοῦ ἀπαγγελλόμενον ὑπὸ τῶν σκε‐ δασθέντων πρὸς τῶν βίᾳ κρατησάντων· «Διεσκορπίσθη τὰ ὀστᾶ
ἡμῶν παρὰ τὸν ᾅδην.»

1

.

98

Ἐπεὶ δοκεῖ ἡ λέξις ἡ προφητικὴ συγκεχύσθαι ἐξ ἀκαταλ‐ ληλίας τῆς συνθέσεως, μεταποιητέον αὐτὴν οὕτως· ἐν τῇ γῇ τοῦ Κυρίου τὴν οἴκησιν ὁ Ἰσραὴλ καὶ Ἰούδας εὖ διάγων εἶχεν· ἀνέντες δὲ τῆς τοῦ νόμου προσοχῆς καὶ τοῦ μελετᾶν αὐτὸν
5ἡμέρας καὶ νυκτός, εἰς κακίαν ἔρρεψαν ὡς ὑποπεσεῖν ψήφῳ τοῦ προνοουμένου ἔθνεσι τέσσαρσιν, διὰ τὸ τυραννικὸν κέρασιν καλουμένοις.

1

.

99

Ταῦτα τὰ εἰρημένα κέρατα δι’ ὠμότητα καὶ ἀλαζονείαν ἐπῄροντο κατὰ τῶν Ἰσραηλιτῶν καὶ τοῦ Ἰούδα, ὥστε καταγαγεῖν καὶ κατεάξαι τὸν τοῦ Θεοῦ λαόν, μικρὰ μὲν Θεοῦ ὀργισθέντος, εἰς κακὰ συνεπιθεμένων τῶν δίκην σκευῶν ὀργῆς
5ὀξυνθέντων ὑπὸ τεκτόνων ἀγαθῶν τῶν ἤδη σαφηνισθέντων, ἵν’ ἀσθενεῖς ἀποδειχθέντες καὶ μετὰ τὴν θηγάνην αὐτὴν ἡττηθέντες μηκέτ’ ἰσχυρῶς κατέχωσιν τοὺς παραδοθέντας αὐτοῖς.

1

.

100

Τὰ ἡρμηνευμένα τέσσαρα κέρατα, ὁμοφρονήσαντα κατὰ τῶν ἑαλωκότων, ἓν κέρας ἐπαιρόμενον ἐπὶ τὴν γῆν Κυρίου εἴρηνται. Πολλαὶ δ’ εἰσὶν γραφαὶ τοὺς διὰ τῶν κεράτων βασιλεῖς καὶ
5βασιλείας σημαίνουσαι, καὶ μάλιστα ἐν τῷ προφήτῃ Δανιήλ, ὡς
ἀναγνόντι σοι ἔσται σαφές.

1

.

101

Zach. II, 5—6: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρι‐ κόν. Καὶ εἶπα πρὸς αὐτόν· Ποῦ σὺ πορεύῃ; Καὶ εἶπεν πρός με· Διαμετρῆσαι τὴν Ἰερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος
5αὐτῆς ἐστιν, καὶ πηλίκον τὸ μῆκος.

1

.

102

Πολλάκις ἤδη ἀποδέδοται ὡς αἴρει τις τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου πρὸς κατανόησιν τῶν καταλλήλων θεαμάτων. Τῷ αὐτῷ τρόπῳ τοῖς εἰρημένοις καὶ νῦν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς εἶδεν ἄνδρα ἐν τῇ χειρὶ σχοινίον κατέχοντα γεωμε‐
5τρικόν, ἐπὶ τῷ, οἷα ἀρχιτέκτων ἄριστος, μετρῆσαι ἡλίκον τὸ πλάτος καὶ μῆκός ἐστιν τῆς Ἰερουσαλήμ, ὅπως τεθέντων τῶν θεμελίων ἀνοικοδομὴ αὐτῆς γένηται παθούσης ὑπὸ πολεμίων καθαίρεσιν.

1

.

103

Τίς δ’ ἐστὶν ὁ ὀφθεὶς τῷ προφήτῃ ἀνὴρ καιρὸς ἰδεῖν. Καὶ ὅρα γε μὴ ὁ αὐτός ἐστιν «τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρόν, ἑστηκότι ἀνὰ μέσον δύο ὀρέων κατασκίων». Ἔστιν δ’ οὗτος κατὰ μίαν τῶν ἀποδοθεισῶν ἑρμηνειῶν ὁ Σωτήρ, ὃν δεικνὺς ὁ
5προφήτης Ἰερεμίας εἶπεν· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Ἀνατολὴ δὲ κέκληται ὢν «φῶς ἀληθινόν». Καὶ Ἰωάννης δὲ ὁ βαπτιστὴς περὶ αὐτοῦ εἶπεν· «Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν.»

1

.

104

Ὁ ἀνὴρ οὗτος οἰκοδόμος ὢν τῆς Ἰερουσαλήμ, ἀρχι‐ τεκτονικῶς τοὺς θεμελίους αὐτῆς καὶ πρότερον ἱδρύσας καὶ κατα‐ βαλόμενος, καὶ μετὰ τὴν καθαίρεσιν ἣν ὑπέμεινεν ἐπελθόντων πολεμίων τῶν καὶ αἰχμαλωτισάντων αὐτήν, διαμετρεῖ τὸ πλάτος
5καὶ μῆκος αὐτῆς, ἵν’ εὐρύθμως καὶ τεταγμένως ἐν οἷς δεῖ τόποις τὰς κρηπῖδας καταβάληται ἐφ’ ὧν προσῆκον ἦν ἐγερθῆναι αὐτῆς τὰ τείχη.

1

.

105

Ἐδείχθη δὲ τῷ προφήτῃ γεωμετρικὸν ἔχων σχοινίον,
ἐκ ποικίλων λόγων ἀρχιτεκτονικῶν πεπλεγμένον, ἵνα πληρωθῇ τὸ προεπηγγελμένον ἐν τῷ· «Καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.» Οὐκ ἀπεικὸς δὲ τοῦ Σωτῆρος ἀρχιτέκτονος
5ὄντος, κατὰ τὸ λεχθὲν περὶ «τῆς πόλεως Κυρίου τῶν δυνά‐ μεων», τό· «Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα», συνῳδὰ γράφοντος τοῦ ἀποστόλου Παύλου περὶ τῆς θείας ταύτης πόλεως, προσδοκωμένης ὑπὸ πάντων τῶν διὰ πίστεως εὐαρε‐ στησάντων, οὕτως· «Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους
10ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.»

1

.

106

Τοὺς συνοικοδομοῦντας αὐτῷ ἀγγέλους καὶ ἄνδρας ἁγίους, οἷα τεχνίτας ἀρίστους, ἐν τῇ πρακτικῇ δυνάμει αὐτοῦ χειρὶ καλουμένῃ, τὸ προειρημένον σχοινίον γεωμετρικὸν κατέχει. Παῦλος γοῦν περὶ
5ἑαυτοῦ γράφει· «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.»

1

.

107

Ἔτι μὴν ἐν τῷ Ἰεζεκιὴλ ἀνὴρ ὁρᾶται κατέχων σπαρτίον οἰκοδόμων καὶ κάλαμον ἐπὶ τῷ μετρῆσαι καὶ θεμελιῶσαι τὸν ἅγιον τοῦ Θεοῦ ναόν. Οἵως δὲ διεμέτρησεν καὶ ἐτεχνίτευσεν τὴν οἰκοδομήν, γνῶναι ἔξεστιν ἀναγνόντα τὸν προφήτην.

1

.

108

Ἐπεὶ τοίνυν καὶ ὁ Σωτὴρ οἰκοδόμος τῆς ἄνω καὶ πνευ‐ ματικῆς Ἰερουσαλὴμ ἀποδέδεικται, καὶ ἔτι μᾶλλον δειχθήσεται τοῦ Πατρὸς δεικνύντος αὐτὸν καὶ λέγοντος· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου», καὶ οἱ συμβαλλόμενοι ἄγγελοί τε καὶ ἄνθρωποι
5εἰς τὴν ἀνοικοδομὴν τῆς πόλεως, κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας ἐκλημπτέον τὸν δεικνύμενον ἄνδρα ὑπὸ Ζαχαρίου τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν», καί· «Ποῦ πορεύῃ;» ἵνα ἀποκρίσεως τύχῃ πρὸς τοῦ ἔχοντος τὸ γεωμετρικὸν σχοινίον τοῦ διαμετρῆσαι πηλίκον τὸ
10πλάτος καὶ μῆκος τῆς Ἰερουσαλήμ ἐστιν·

1

.

109

φροντίζοντος
γὰρ τοῦ καλῶς οἰκοδομῆσαι τὸ τὴν τοποθεσίαν καὶ τὴν εὐκαιρίαν τῶν χωρίων γνῶναι, ἵν’ ἕκαστα τῶν μερῶν τῆς πόλεως, καταλ‐ λήλου εὔρους καὶ μήκους καταλημφθέντος, ἁρμονίως τὰ τεμένη
5καὶ οἱ ναοί, λαῦραί τε καὶ ἀγυιαὶ καὶ πλατεῖαι τιθῶσιν, ὥστε ἐν ταύταις ταῖς πλατείαις παρρησίαν ἄγῃ ἡ Θεοῦ σοφία, κηρυτ‐ τομένη ἐπὶ ἄκρων τῶν τειχέων τῆς πόλεως κατὰ τὰ ἐν Παροι‐ μίαις φιλοσοφούμενα, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν τοῖς φρουροῦσιν τὴν ἱερὰν ταύτην πόλιν κηρύττειν ἐν αὐτῇ καὶ 〈ἐπὶ〉 τῶν τειχέων
10αὐτῆς ἡμέρας καὶ νυκτός, οὐδαμῶς σιωπῶντας ἀλλὰ ἀεὶ λέγοντας τὰ πρὸς σωτηρίαν τῶν πολιτῶν αὐτῆς.

1

.

110

Τριχῶς τῆς Ἰερουσαλὴμ πολλάκις ἀποδοθείσης κατὰ ἀναγωγήν, τῆς τε ἐναρέτου ψυχῆς καὶ «τῆς ἐνδόξου Ἐκκλησίας σπίλον ἢ ῥυτίδα οὐκ ἐχούσης» διὰ ἁγιότητος πληρότητα καὶ τῆς ἐπουρανίου τοῦ ζῶντος Θεοῦ πόλεως, κατὰ πάντας τοὺς
5τρόπους πλάτος καὶ μῆκος μεμετρῆσθαι τῆς Ἰερουσαλὴμ ὑπὸ τοῦ τὸ γεωμετρικὸν σχοινίον ἔχοντος ἐν τῇ χειρὶ ἀνδρὸς ἀπο‐ δοτέον ὑπὸ τοῦ ἔχοντος λόγον σοφίας καὶ γνώσεως.

1

.

111

Zach. II, 7—8: Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει. Καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτὸν λέγων· Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων.

1

.

112

Τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἑαυτῷ ἑστῶτα ἑωρακέναι φησίν, καὶ ἕτερον ἄγγελον ἐκπορευόμενον λέγοντα αὐτῷ· Δρά‐
μων εἰπὲ πρὸς τὸν νεανίαν τοῦτον ἃ καιρός ἐστιν εἰπεῖν.

1

.

113

Πολυτρόπως ἡρμήνευται πρότερον τί ἐστιν τὸ ἐν τῷ προφήτῃ λαλούμενον ὑπὸ θείου ἀγγέλου καὶ πῶς τοῦτο φανε‐ ροῦται, μάλιστα ὅταν ὑπὸ ἑτέρου ἀγγέλου ἐκπορευομένου ἡ ἐπαγ‐ γελία γίνηται. Οὐ γὰρ οἷόν τ[ε] ἔσω καὶ καθ’ ἑαυτὸν μένοντος
5τὰ ἀπαγγελλόμενα ἀκούεσθαι, ἀλλ’ ἐκπορευομένου διὰ συγκατα‐ βάσεως.

1

.

114

Ἀμέλει γοῦν οὐ πρὸς ἄνδρα ἀλλὰ νεανίαν δεικνύμενον τὰ τῆς μυσταγωγίας γίνεται. Ὡς γὰρ πρὸς τοὺς θείους ἀγγέ‐ λους ὁ ἅγιος ἀνὴρ νεανίας ἐστίν, μάλιστα ὅταν τὸν νέον ἄνθρωπον ἐνδεδυσμένος ὑπάρχῃ, ὡς λεχθῆναι περὶ αὐτοῦ τὸ ἐν ταῖς θείαις
5Παροιμίαις οὕτως ἔχον· «Νεανίσκος μετὰ ὁσίου καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» Πῶς γὰρ οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ μετὰ ὁσιότητος πορευομένου;

1

.

115

Περὶ τῶν οὕτως ἐχόντων τῆς ἀρετῆς μετουσίαν ὁ Ἰωάν‐ νης ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ προσφωνῶν αὐτοῖς ἔφη· «Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.» Πᾶς καὶ μόνος ὁ οὕτω κατὰ τὸν νοῦν νεάζων παιδεύεται ὑπὸ τοῦ
5ἐκπορευομένου ἀγγέλου λαλῆσαι τὰ ἑξῆς δηλούμενα.

1

.

116

Καὶ ὅρα εἰ τὸ ἐκπορεύεσθαι τὸν ἄγγελον τῆς αὐτῆς δυνάμεώς ἐστιν τῷ λεχθέντι ὑπὸ τοῦ χοροῦ τῶν ἁγίων· «Ἐξ‐ ῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου», καὶ τῷ· «Ἐγὼ ἐκ Θεοῦ ἐξῆλθον καὶ ἥκω.» Γίνεται
5γὰρ σωτηρία καὶ θεῖος χρηματισμὸς τῷ γένει τῶν ἀνθρώπων ἐκβληθέντι ἐκ τοῦ παραδείσου παραβεβηκότι τοὺς θείους νόμους ὅταν ὁ τῆς «μεγάλης» Θεοῦ «βουλῆς ἄγγελος» ἐξέλθῃ ἵν’ εἰσαγάγῃ δι’ ὑπακοῆς καὶ θείας παιδεύσεως τὸν ἐκβληθέντα, λέγων· «Σήμερον μετά μου ἔσῃ ἐν τῷ παραδείσῳ.»
10 Ἐπαγγέλλεται ὁ ἐκπορευόμενος δείξειν μεγάλα περὶ τῆς πνευματικῆς Ἰερουσαλήμ, ἃ σημαίνει ἡ ἑπομένη λέξις οὕτως ἔχουσα.

1

.

117

Zach. II, 8—9: Κατακάρπως κατοικηθήσεται Ἰε‐ ρουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς, καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶν Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

1

.

118

Ὅνπερ τρόπον πάντα τὰ ἐν τῷ παραδείσῳ ξύλα πολ‐ λοὺς φέρει κάρπους, οὕτω καὶ ἡ ἁγία πόλις Ἰερουσαλὴμ κατα‐ κάρπως κατοικεῖται, πλῆθος ἀνθρώπων καὶ κτηνῶν ἔχουσα ἐν μέσῳ αὐτῆς· οὐ γὰρ προσῆκον καὶ δυνατὸν ὑπάρχει ἐν τῷ θείῳ
5καὶ ἁγίῳ ἄστει ἄκαρπόν τινα τυγχάνειν, τοῦ ἀκάρπου ξύλου ἐκκοπτομένου καὶ παραδιδομένου ἔξω πυρί.

1

.

119

Τοιοῦτος ἦν πρὸς ὃν ὁ ἅγιος βοῶν ἔφη· «Διὰ τοῦτο καθελεῖ σε ὁ Θεὸς εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων», παντὸς τοῦ μένοντος ἐν τῷ Θεοῦ
5οἴκῳ εὐχαριστητικῶς λέγοντος· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Πῶς γὰρ οὐ καρποφορεῖ τὸ τοῦ θείου φωτὸς θρεπτικὸν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ κατοικῶν, ἐν τῷ πράττειν τὰ δέοντα καὶ φρονεῖν τὰ εὐσεβῆ δόγματα;

1

.

120

Οὕτως ἦν καρποφόρον ξύλον ὁ ἐν πρώτῳ Ψαλμῷ ἀνὴρ μακαριζόμενος·
εἴρηται γὰρ περὶ αὐτοῦ· «Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν
5καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» Ὧι παραπλησίως ἐν Ἰερεμίᾳ ὁ λόγος φησίν· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ μὴ διαλίπῃ ποιοῦν καρπόν.»

1

.

121

Εἶτ’ ἐπεὶ διὰ πολλὴν ἀγαθότητα τοῦ συνοικίζοντος τὴν ἁγίαν πόλιν τὴν Ἰερουσαλήμ, οὐ μόνον ὑπὸ ἀνθρώπων κατοι‐ κεῖται, οὗτοι δ’ εἰσὶν οἱ κατὰ λόγον κινούμενοι πρακτικῶς καὶ φρονήσει, ἀλλὰ καὶ ὑπὸ ἁπλουστέρων καὶ καταδεῆ νόησιν ἐχόντων,
5εἰκότως κατακάρπως κατοικίζεται «ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς». Πῶς γὰρ οὐκ ἐν μέσῳ αὐτῆς ἄνθρωποι καὶ κτήνη τυγχάνουσιν περὶ ὧν ὁ ὑμνῳδὸς πρὸς τὸν Θεόν φησιν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἄνθρωποι δέ εἰσιν οἱ σωτηρίαν αἰώνιον θεόθεν δεχόμενοι, ὧν ἕκαστος δύναται εἰπεῖν·
10«Ἐγένετο λόγος Κυρίου πρός με λέγων.» Κτήνη δὲ σῳζόμενα τὰ τὴν φωνὴν Ἰησοῦ ἀκούοντα πρόβατα.

1

.

122

Πρὸς τοὺς οὕτως ἀνθρώπους ὑπάρχοντας, σὺν λόγῳ καὶ ἐπιστήμῃ πράττοντας καὶ φρονοῦντας, ὁ Κύριος Ἰησοῦς λέγει· «Φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ», ἐπείπερ γνησίως δουλεύετέ μοι, πράττοντες ἃ δεῖ
5καὶ παιδευόμενοι ἃ καλὸν εἰδέναι.

1

.

123

Σὺν τοῖς οὕτως ἡρμηνευμένοις ἀνθρώποις, κατακάρπως κατοικοῦσιν ἐν τῇ Ἰερουσαλὴμ οἱ δυνάμενοι φάναι περὶ τοῦ βασιλεύοντος τῆς ἐπουρανίου πόλεως Ἰερουσαλήμ· «Αὐτὸς ποι‐ μανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Περὶ τοῦ οὕτω ποιμνίου ὑπάρ‐
5χοντος τοῦ Θεοῦ φησιν ὁ κατὰ Θεὸν σοφός· «Στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὡς ἕκαστον τῶν τημελουμένων ἱλαρῶς ὑμνῳδίας τρόπῳ φάναι· «Κύριος ποιμανεῖ με, οὐδέν με οὐ μὴ ὑστηρήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με.»

1

.

124

Τῆς καρποφορησάσης Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώ‐ πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς οὐχ ἕτερος φύλαξ καὶ φρουρὸς ἔσται ἢ ὁ Κύριος, αὐτὸς κύκλῳ αὐτῆς γινόμενος οἷα πύρινον τεῖχος, ἅμα θερμαίνων καὶ φλέγων· τοὺς μὲν γὰρ εἴσω τῆς φρου‐
5ρουμένης πόλεως φωτίζει καὶ θερμαίνει ἵνα παρασκευασθῶσιν ζεῖν τῷ πνεύματι, περὶ ὧν γέγραπται· «Ὡσεὶ ἐν τῷ πνεύματι ζέοντες.»

1

.

125

Τοὺς δ’ ἔξοθεν ἐπερχομένους ἐπὶ τῷ βλάψαι καταφλέγει, «καταναλίσκον πῦρ ὑπάρχων» ἐκείνων μάλιστα τῶν τριβόλους καὶ ἀκάνθας καρποφορούντων, ἔτι μὴν καὶ ἐκ‐ κοπτομένων καὶ ἔξω βαλλομένων διὰ τὸ μὴ καλὸν καρπὸν ποιεῖν
5ἀλλ’ ὀλέθριον καὶ δηλητήριον. Παραπλησίως τῆς ἁγίας πόλεως, καὶ τοῦ λαοῦ ὁ Κύριος κύκλῳ εἶναι λέγεται ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν· «Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.»

1

.

126

Ὥσπερ δὲ τεῖχος πυρὸς κυκλόθεν γέγονεν τῆς κατα‐ κάρπου Ἰερουσαλήμ, καὶ εἰς δόξασμα ἐν μέσῳ αὐτῆς ὑπῆρκται, δοξασμένων θειότητι καὶ μακαριότητι τῶν οἰκούντων τὴν ὑπὸ Θεοῦ κυκλουμένην ἁγίαν πόλιν περὶ ἧς μελῳδῶν ὁ ὑμνῳδὸς
5ἔφη, μᾶλλον δὲ πρὸς αὐτήν· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ», καὶ ἔτι· «Μέγας Κύριος καὶ ἐπαινετὸς
σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ.»

1

.

127

Ὑπάρξει δὲ καὶ ἡμῖν χάριτι τοῦ εὐεργέτου Θεοῦ τὸ καρποφορῆσαι τοὺς καρποὺς τοῦ Πνεύματος, ἵνα κύκλῳ ἡμῶν οἷα τεῖχος πύρινον ὁ Κύριος γένηται, φωτίζων καὶ φρουρῶν μὲν ἡμᾶς, καταναλίσκων δὲ τοὺς ἐπὶ τῷ καθελεῖν ἐπερχομένους
5πολεμίους, ἵν’ ἐπινικίως ἀναφθεγξώμεθα δεικνύντες τὴν ἀκαθαί‐ ρετον πόλιν· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν.»

1

.

128

Zach. II, 10—11: Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε οἱ κατοι‐ κοῦντες θυγατέρα Βαβυλῶνος.

1

.

129

Διεγείρων ὁ λόγος τοὺς ἐσκεδασμένους «ἐν τῷ βορρᾷ, οὗ ἀπὸ προσώπου ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», συντόνως τὴν φυγὴν βουλόμενος γενέσθαι ἀπὸ τῶν χει‐ ρόνων, ἃ σημαίνεται ὀνόματι τοῦ βορρᾶ, ἐπιδιπλασιάζει τὸ σύν‐
5θημα τῆς προτροπῆς λέγων· «Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ.» Φεύγει δὲ ἀπὸ τῶν χειρόνων καὶ κολάσεως ποιητικῶν ὁ προθύμῳ μετανοίᾳ ἔξω γινόμενος τῆς κακίας. Ταὐτὸν τῷ φυγεῖν ἀπὸ γῆς βορρᾶ τό· «Ἔκκλινον ἀπὸ κακοῦ», καὶ τό· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.»

1

.

130

Τελεῖται δὲ τοῦτο ὅταν ἀποχὴ παντὸς εἴδους πονηροῦ γένηται, κατεχομένου μόνου τοῦ αἱρετοῦ
καὶ ἐπαινετοῦ, κατὰ τὴν προτροπὴν τῆς ἀποστολικῆς παραινέσεως· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους
5πονηροῦ ἀπέχεσθε.» Μόνος δὲ καὶ πᾶς φεύγει τὰ ἐπιβλαβῆ ὁ αἱρετὸν ἡγούμενος τὸ ἀγαθὸν καὶ ποιῶν αὐτό.

1

.

131

Ἀκώλυτος δὲ ἡ φυγὴ γίνεται ἀπὸ τοῦ βορρᾶ ὅταν ὁ εὐεργέτης καὶ προνοητὴς τῶν ὅλων συναγάγῃ ἐκ τῶν τεσσάρων ἀνέμων τοὺς ἐν αὐτοῖς ἐσκεδασμένους πολίτας τῆς καλλιπόλεως Ἰερουσαλήμ. Εὔκολον παρασχὼν τὴν φυγήν, φανεροῖ ποῦ καὶ
5ἐν ποίᾳ πόλει ἡ σωτηρία γίνεται τοῖς φεύγουσιν ἀπὸ τοῦ βορρᾶ τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου· γέγραπται γὰρ περὶ αὐτοῦ· «Βορέας σκληρὸς ἄνεμος», καὶ πάλιν· «Βορέας ψυχρὸς ἄνε‐ μος πνεύσει.» Ἔστιν δὲ ἡ ἱερὰ Σιὼν ἔνθα ἀνασωθῆναι ἀσφαλῶς δυνατὸν τοὺς πρότερον κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος.
10Θυγάτηρ δὲ αὐτῆς ἐστιν ἡ πληθὺς τῶν κατοικούντων αὐτήν.

1

.

132

Καὶ ἐπεὶ μεταλαμβάνεται τὸ «Βαβυλὼν» ὄνομα εἰς τὸ «σύγχυσις», πᾶς ὁ τεταραγμένος καὶ συγκεχυμένος τὸν νοῦν Βαβυλώνιός ἐστιν, οὗ ἀπαλλοθριοῦσθαι σχέσει καὶ διαθέσει προσήκει τὸν ἔρωτα ἔχοντα ἐν τῇ Σιὼν ἀνασωθῆναι, ἵνα ὑμνῇ
5καὶ ψάλλῃ τῷ Θεῷ, ἐπείπερ ἐκεῖ πρέπει ὕμνος τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ ἁρμόνιόν ἐστιν. Εἴρηται γάρ· «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών», καί· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.»

1

.

133

Καὶ ἐπεὶ οὐ δυνατόν ἐστιν τὸν κατοικοῦντα ἐν τῇ θυγατρὶ τῆς Βαβυλῶνος καὶ ἐν τῷ βορρᾷ ὑμνεῖν καὶ ψάλλειν τῷ Θεῷ, κηρυκάδην ἐπιβοᾷ τὸ ἅγιον Πνεῦμα λέγον· «Ὦ, ὦ, φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε, οἱ κατοικοῦντες
5θυγατέρα Βαβυλῶνος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω
ὑμᾶς», τοῦτ’ ἔστιν ἐκ πάντων κλιμάτων τοῦ ὑπὲρ γῆς τόπου.

1

.

134

Ἰσοδυναμεῖ τῷ· «Ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», ὃ εἶπεν ἐν τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ «ἀποστέλλεσθαι τοὺς ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων».

1

.

135

Ἀλληγορηθείσης τῆς Σιὼν καὶ τῆς θυγατρὸς Βαβυλῶ‐ νος, ἀνακτέον καὶ τοὺς ἀνέμους, ἤτοι εἰς δυνάμεις ἀσάρκους ἢ τοὺς διαφόρους τῆς ψευδωνύμου διδασκαλίας ἀνέμους, κλυδωνί‐ ζοντας καὶ περιφέροντας εἰς ἄθεα φρονήματα καὶ ἀβεβαίους
5πράξεις τοὺς νηπιάζοντας τῇ διανοίᾳ οὐκ ἐπαινετῶς· γράφει γοῦν περὶ τῆς τοιαύτης καταστάσεως ὁ Ἀπόστολος· «Ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν πανουργίᾳ.»

1

.

136

Λαμβάνονταί ποτε οἱ ἄνεμοι ἀντὶ πειρασμῶν καὶ περι‐ στάσεων, ὡς ἐν Εὐαγγελίῳ μετὰ βροχῆς καὶ ῥαγδαίων ποταμῶν μνημονεύονται ἐπερχόμενοι ἐπὶ τῷ προσκροῦσαι καὶ σφοδρῶς πνεῦσαι τὰς οἰκίας τῶν ἀκουσάντων τοὺς Ἰησοῦ λόγους, βλάψαι
5καὶ ἀνατρέψαι οὐ δυνάμενοι τοὺς εἰς ἔργα μεταβαλόντας τοὺς λόγους τοῦ Διδασκάλου, ἐπεὶ τὸν θεμέλιον ἐπὶ τὴν σωτήριον πέτραν τέθεικεν, κατασπῶντες τὴν οἰκοδομὴν τοῦ ἀκούσαντος τοὺς θείους λόγους καὶ μὴ ποιήσαντος, ἐπείπερ ἐπὶ τὴν ἄμμον τὴν κρηπῖδα αὐτῆς κατεβάλετο.

1

.

137

Τοσαυταχῶς τῶν ἀνέμων ἡρμηνευμένων, ἀπὸ πάντων αὐτῶν συνάγει Θεὸς τοὺς φεύγοντας ἀπὸ βορρᾶ καὶ κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος, ἵνα ἀνασωθῶσιν ἐν τῇ Σιὼν περὶ ἧς ὁ Ἀπόστολος γράφει· «Προσεληλύθατε Σιών, ὄρει καὶ πόλει
5Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» Οὕτω γὰρ μόνως
ὑψηλῶς νοηθήσεται καὶ ἡ ἐκκειμένη προφητεία.

1

.

138

Zach. II, 12—13: Διότι τάδε λέγει Κύριος παντο‐ κράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυ‐ λεύσαντα ὑμᾶς, διότι ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν
5χεῖρά μου ἐπ’ αὐτοὺς καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέν με.

1

.

139

Αἰτίαν ἀποδίδωσιν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοῦ ὀπίσω δόξης ἀπεστάλθαι ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα τοὺς ἀλη‐ θῶς Ἰσραηλίτας· καὶ ἐπεὶ Θεὸς παντοκράτωρ ἐστὶν ὁ ταῦτα λέγων, τὸ ὀπίσω καὶ ἔμπροσθεν οὐ σωματικῶς ἐκλημπτέον. Τὰ
5γὰρ ὀπίσω τοῦ Θεοῦ τὰ μετὰ τὴν προηγουμένην ὕπαρξιν αὐτοῦ ἐκλημπτέον.

1

.

140

Ἀγένητος μὲν γὰρ ὢν καὶ ἀείδιος, πρόσω πάντων ὑπάρχει, μετ’ αὐτὸν καὶ ὀπίσω αὐτοῦ τυγχανόντων τῶν πρὸς τὰ γενητὰ καὶ τὴν διοίκησιν αὐτοῦ νοουμένων, ὧν τυγχάνει ἡ ἐνανθρώπησις καὶ ἐπιδημία αὐτοῦ, ἃ καὶ φαντάζεσθαι δύνανται
5καὶ ἔννοιαν αὐτῶν ἔχειν οἱ θεόσοφοι ἄνδρες, ὧν εἷς ὑπάρχει ὁ ἱεροφάντης Μωϋσῆς.

1

.

141

Παρακαλέσας γοῦν τὸν Θεὸν γνω‐ στῶς ἰδεῖν αὐτόν, αὐτοῦ τοῦ Θεοῦ ἐμφανίζοντος ἑαυτόν, αὐτὸς ὁ παρακαλούμενός φησιν· «Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν
μου οὐκ ὀφθήσεταί σοι», «παρελθόντος μου πρότερον ἐν τῇ
5δόξῃ μου». Κατὰ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου, ὀπίσω δόξης αὐτοῦ τυγχάνει τὸ «σάρκα αὐτὸν γενέσθαι» καὶ ὀφθῆναι ἐν σαρκί, πρὸ τῆς τοιαύτης ἐμφανίου δόξης οὔσης «μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας».

1

.

142

Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου καὶ τῶν συμφρονούντων αὐτῷ· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτ̣[ι] γινώσκομεν», πρώτης δόξης ὑπαρχούσης τοῦ Υἱοῦ καθ’ ἣν Μονογενὴς Θεὸς Λόγος
5ἐστίν, τῆς κατὰ τὴν ἐνανθρώπησιν δευτέρας καὶ μετὰ τὴν πρώτην οὔσης, καθ’ ἣν «ἀπεστάλη ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα» τὸν Θεοῦ λαόν· σκυλεύοντα δὲ ἔθνη τοὺς οἰκειωθέντας τῷ Θεῷ οἱ αἰχμάλωτον αὐτὸν λαβόντες.

1

.

143

Ἀγαθότητι δὲ πολλῇ τοῦτο γίνεται· εἰ γὰρ καθὸ Θεὸς ἀείδιός τε καὶ ἀγένητος ἔκρινεν τοὺς ἀσεβοῦντας, καὶ τὸ πᾶν ἐκποδὼν ἐγίνετο· συγκαταβαίνων δὲ καὶ μὴ παρατηρούμενος πάσας τὰς ἀνομίας τῶν δικαζομένων, εὐεργετεῖ μᾶλλον ἢ κολά‐
5ζει. Καὶ αὐτὸ γοῦν τ[ὸ προα]π̣ειλεῖν καὶ προαπαγγέλλειν τὰ ἐπίπονα τοῖς τιμωρουμέ̣[νοις δ]ιὰ χρηστότητος καὶ μακροθυμίας τόπος μετανοίας δίδοτ̣[αι τοῖ]ς ἐθέλουσιν ἔξω ἧς ἐποίησαν ἀσε‐ βείας γενέσθαι.

1

.

144

Τῇ αὐτῇ [ἀγαθ]ότητι καὶ φιλανθρωπίᾳ καὶ ἡ κάθοδος τοῦ Σωτῆρος [γ]έ̣[γονε]ν ὀφθέντος κατὰ σάρκα, ἵνα μετὰ ταῦτα ὀφθῇ «ἡ δόξα [τοῦ Υἱοῦ] π̣αρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας», ἵν’ ὁδῷ καὶ τα[φῇ «φαν]ερωθῇ ἐν
5σαρκί, δικαιωθῇ ἐν πνεύματι, ὀφθῇ ἀγγέλοις»· οὕ[τω γὰρ] «ὀ̣φθεὶς ἐν κόσμῳ, κηρυχθεὶς ἐν ἔθνεσιν, ἀναλημφθήσεται ἐν δόξῃ».

1

.

145

Ἐπίστησον εἰ ταύτην τὴν νόησιν ὑποβάλλει τὸ τοῦ Ἰερε‐
μίου ῥητὸν οὕτως ἔχον· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ ἀνθρώποις συνανεστράφη.» Ἡ γὰρ τοιαύτη ἀναστροφὴ σὺν ἀνθρώποις
5γινομένη ἀποστολή ἐστιν ὀπίσω τῆς τοῦ θεολογουμένου δόξης παντοκράτορος ὄντος· οὐ γὰρ ᾗ παντοκράτωρ ἀπεστάλη, ἀλλ’ ᾗ «κενώσας ἑαυτὸν» τρόπῳ συγκαταβάσεως «μορφὴν ἔλαβε δούλου».

1

.

146

Τί δὲ προαναφωνεῖ τοῖς ἀκμὴν ἔτι τυγχάνουσιν ὑπὸ τὰ σκυλεύοντα αὐτοὺς ἔθνη; «Ὁ ἁπτόμενος, φησίν, ὑμῶν, ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ», βλάπτοντος ἑαυτὸν μᾶλλον τοῦ πλήττοντος τοὺς δικαίους ἢ οὓς κακῶσαι βούλεται, παρα‐
5πλησίως τῷ πλήττοντι τὴν τοῦ ὀφθαλμοῦ αὐτοῦ κόρην. Ἔστι συναγορεύειν τῇ θεωρίᾳ ταύτῃ ἐκ πολλῶν τόπων τῆς γραφῆς· βλάψαι θέλων τὸν Ἀβὲλ ὁ Κάϊν, προ̣απέκτεινεν ἑαυτὸν οὗ προ‐ τίθεται δολοφονῆσαι. Τοῦτ’ αὐτὸ συνέβη καὶ τῷ Σαοὺλ διώκοντι τὸν Δαυὶδ ἕνεκα τοῦ ἀποκτεῖναι, καὶ τῷ Ἀβεσσαλὼμ ἐπιθεμένῳ
10κατὰ τοῦ πατρὸς τυραννικῶς.

1

.

147

Σημαίνει ἐν τῷ προκειμένῳ π[ρ]οφητικῷ τὸ βλάψαι διὰ τοῦ ἅψασθαι, καὶ μάλιστα δι’ ὧν ὁ Θεὸς αὐτὸς λέγει τοῖς φονι‐ κῶς ἐπιτιθεμένοις κατὰ τῶν αὐτοῦ ἀνθρώπων· «Μὴ ἅπτεσθε τῶν χρι[στῶν] μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.»

1

.

148

Ψεκτῶ[ς θιγ]εῖν τὸ ἅψασθαι κεῖται ἐν τῷ· «Καλὸν ἀνθρώπῳ γυναικ[ὸς μὴ] ἅπτεσθαι», σημαῖνον τὸ πλησίασαι αἰσχρῶς καὶ ἀκολ[άστως].

1

.

149

Δηλοῦται ἐκ τούτου τοῦ ῥήματος καὶ τὸ θιγεῖν [καλῶς] προσψαῦσαι δι’ ἁφῆς, ὡς ἐν τῷ ὑπὸ τοῦ Ἰησοῦ λεγ[ομένῳ]· «Ἥψατό μού τις», ὅτε ἡ αἱμορροοῦσα γυνὴ πόθῳ ἰαθ̣[ήσεσ‐
θαι] ἥψατο δραξαμένη τοῦ κρασπέδου τοῦ ἱματίου Ἰησοῦ.

1

.

150

Τοσούτων ὑποπεσόντων ἐπὶ τοῦ παρόντος ἐκ τῆς ἅπτεσ‐ θαι φωνῆς, ἡ νῦν προκειμένη προφητικὴ λέξις τὸ βλάψαι διὰ κακώσεως δηλοῖ. Ἅπτεται δὲ τῆς κόρης τοῦ ὄμματος τοῦ ἔσω ἀνθρώπου ὁ προτιθέμενος κακοῦν τοὺς ὑπὸ Θεοῦ φρουρουμένους.
5Φανεροῖ δὲ πῶς ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ ὁ ἁπτό‐ μενος τῶν Θεοῦ δούλων διὰ τὸ εἰπεῖν· «Ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς», τὴν παιδευτικὴν δύναμιν δηλονότι, ὥστε σκῦλα γενέσθαι οἷς πρότερον αὐτοὶ ἐσκύλευον, εἰς αἰχμαλωσίαν αὐτοὺς ἄγοντες, ὥστε δουλεύειν τοῖς καθ’ ὧν αὐτοὶ τυραννικῶς
10ἐκράτουν.

1

.

151

Οὗπερ συμβάντος «γνώσεσθε ὅτι ἐγὼ Κύριος παντο‐ κράτωρ εἰμί, ἀποσταλεὶς ὑπὸ Κυρίου παντοκράτορος» ἐπὶ τελειώσει τῶν προαναφωνηθέντων. Παντοκράτωρ παρὰ παντοκρά‐ τορος ἀποστελλόμενος ὁ Θεὸς Λόγος ἐστίν, ἐρχόμενος εἰς ἀνθρώ‐
5πους «εὐδοκίᾳ Πατρός»· ᾧ γὰρ λόγῳ πάντων κρατεῖ βασιλι‐ κῶς ὁ Πατὴρ ὧν ἐποίησεν διὰ τοῦ Λόγου αὐτοῦ, τούτῳ καὶ ὁ Υἱὸς πάντων κρατεῖ καὶ βασιλεύει τῶν ἐν αὐτῷ συστάντων προϋπάρχων αὐτῶν.

1

.

152

Ἧι φησιν ὁ Ἀπόστολος «ἐν Χριστῷ ἐκτίσθαι τὰ ὁρατὰ καὶ ἀόρατα», πρὸ αὐτῶν ὄντι καὶ συνεστη‐ κότων πάντων ἐν αὐτῷ· «Αὐτὸς γάρ ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.»

1

.

153

Καὶ παράδοξον οὐδὲν εἰ παντοκράτωρ ἐκ παντοκράτορός ἐστιν· καὶ γὰρ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός ἐστιν. Ὁμοούσιος γὰρ ὢν τῷ γεννήσαντι καὶ ἓν ὢν πρὸς τὸν γεννήσαντα κατὰ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν
5ἐσμεν», πάντα ὅσ̣α ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστιν. Ἔχει δ’ ὁ
Πατὴρ τὸ Θεός, τὸ φῶς, τὸ ἅγιος, [τ]ὸ παντοκράτωρ εἶναι. Τοῦ Υἱοῦ δ’ ἐστὶν ταῦτα. Παντοκράτωρ ἄρα ἐκ παντοκράτορος ὁ Υἱός, παμβασιλεὺς ἐκ τοῦ πάντων βασιλεύοντος ὑπάρχων. Ἀναντιρ‐ ρήτως ἐν Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ ὁ Σωτὴρ ὁμολο‐
10γεῖται, αὐτοῦ περὶ ἑαυτοῦ οὕτω λέγοντος· «Τάδε λέγει ὁ μάρτυς ὁ πιστός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.»

1

.

154

Παντοκρά‐ τωρ ὢν ὁ ταῦτα λέγων οὐ κτίσμα τυγχάνει, ἵνα μὴ καὶ ἑαυτοῦ κρατῇ. Παράλογον γὰρ τοῦτο, τὸν αὐτὸν εἶναι κτίζοντα καὶ κτι‐ ζόμενον ὑφ’ ἑαυτοῦ, καὶ βασιλεύοντα καὶ κρατούμενον· εἰ καὶ
5λέγεται δὲ ἐν τῇ παραλημφθείσῃ φωνῇ «ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ» ὁ θεολογούμενος, ὡς βασιλικῶς ἄρχων καὶ αὐτὸ τοῦτο παντοκράτωρ ὤν, ἀρχὴ τῆς κτίσεώς ἐστιν, βασιλεία δηλονότι [ἡ]γεμονοῦσα καὶ ἡγουμένη πάντων κτισμάτων.

1

.

155

Zach. II, 14—16: Τέρ[π]ου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκη‐
5νώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρε‐ τιεῖ ἔτι τὴν Ἰερουσαλήμ.

1

.

156

Ὥσπερ αἰχμαλώτου γεγενημένου τοῦ Ἑβραίων λαοῦ,
θρῆνος καὶ ὀλοφυρμὸς ἐγίνετο διὰ τὸ τὸν Κύριον μεμακρύνθαι τῶν ἑαλωκότων, οὕτως, ἀνακαμψάντων αὐτῶν εἰς τὴν πνευμα‐ τικὴν μητέρα Σιὼν προσαγορευομένην, πρόσταξις δίδοται τέρπεσ‐
5θαι καὶ εὐφραίνεσθαι, διὰ τὸ τὸν Κύριον ἐληλυθέναι καὶ ἐν μέσῳ αὐτῆς κατεσκηνωκέναι, τοῦ ναοῦ πάλιν ἐγερθέντος καὶ Θεοῦ κατασκηνοῦντος ἐν αὐτῷ. «Χαῖρε γὰρ καὶ εὐφραίνου», φησὶν ὁ προφήτης, «θύγατερ Σιών». Καλεῖ δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς θυγατέρα ἑκάστης πόλεως τ̣οὺς συμπληροῦντας
10αὐτὴν πολίτας.

1

.

157

Ἡ τέρψις δὲ καὶ ἡ εὐφροσύνη ἣν προστάσσει ἔχειν ὁ θεῖος λόγος, ἡ αὐτή ἐστιν τῇ χαρᾷ τῇ τυγχανούσῃ καρπὸς τοῦ ἁγίου Πνεύματος, σὺν ἀγάπῃ θείᾳ καὶ εἰρήνῃ μακαρίᾳ συντε‐ ταγμένη, ἣν φανεροῖ ὁ ἱερὸς Ἀπόστολος οὕτω γράφων· «Καρπὸς
5τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη.»

1

.

158

Ταύτην τὴν εὐ[σ]τάθειαν σχόντες οἱ λυτρωθέντες ἀπὸ [τῆ]ς αἰχμαλωσίας φασίν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν α̣ἰ̣χμαλωσίαν Σιὼν ἐγε‐ νήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα
5ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἐν ἑτέρῳ Ψαλμῷ συνῳδὰ φέρεται· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσ‐ ραήλ.»

1

.

159

Τοὺς γὰρ θρηνήσαντας ἀποσπωμένους τῆς οἰκείας πατρίδος νόμῳ αἰχμαλωσίας ἀκόλουθον ὑπάρχει, ἀνακάμψαντας εἰς αὐτήν, τέρπεσθαι καὶ εὐφραίνεσθαι διὰ τὸ τὸν Κύριον κατεσ‐ κηνωκέναι ἐν μέσῳ αὐτῆς, τὸν αἴτιον τοῦ τέρπεσθαι καὶ εὐφραί‐
5νεσθαι.

1

.

160

Τί δὲ τῆς εὐφροσύνης καὶ τέρψεως αἴτιον τυγχάνει, ἢ τὸ ἀπολαύειν τῶν ὁρμημάτων τοῦ ποταμοῦ τοῦ πεπληρωμέ‐ νου ὑδάτων περὶ οὗ γέγραπται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη
ὑδάτων», καὶ ἔτι· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνει τὴν
5πόλιν τοῦ Θεοῦ· ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται», οὐκέτι μακρυνόμενος οὐδ’ ἐγκαταλείπων διὰ τὸ ἀγαθότητι τῇ ἑαυτοῦ παραμένειν αὐτῇ.

1

.

161

Τί δὲ ἀγαθὸν καὶ σωτηριῶδες ἕψεται κατασκηνοῦντος τοῦ Κυρίου ἐν μέσῳ τῆς καλλιπόλεως, ἢ τὸ «καταφυγεῖν ἔθνη πολλὰ» μετανοοῦντα «ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ» τῇ ὑπὸ ἡλ[ί]ου τῆς δικαιοσύνης καταλαμπομένῃ, ἧς ὁ πατριάρχης
5Ἀβραὰμ ἔρωτα λαβών, ἰδὼν αὐτὴν ἐχάρη καὶ σὺν αὐτῷ οἱ κατὰ πίστιν καὶ τὰ ἔργα αὐτοῦ υἱοὶ καὶ τέκνα αὐτοῦ γεγενημένοι, ὡς εὐχαριστοῦντας φάναι· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.»

1

.

162

Διαδέξεται δὲ τὸ «καταφυγόντα ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον» τὸ λαὸν χρηματίσαι τοῦ πρὸς ὃν καταπεφεύγασιν, οὐκέτι ἄθεα καὶ ἐλπίδα μὴ ἔχοντα μένοντα· περὶ τούτων ἐν τῷ προφήτῃ ὁ Θεός φησιν· «Καλέσω τὸν οὐ λαόν μου λαόν μου,
5καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου εἶ σύ», ὥστ’ αὐτοὺς «ἔθνος ἅγιον, ἱεράτευμα ἅγιον, γένος Θεοῦ» προσαγορεύεσθαι.

1

.

163

Φησὶν γὰρ πρὸς τοὺς καταφυγόντας πρὸς Θεὸν τῷ ε[ἰ]ρη‐ μένῳ τρόπῳ ὑπ’ αὐτοῦ τοῦ πρὸς ὃν καταπεφεύγασιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι γένος ἐκλεκτόν, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, λαός μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι».

1

.

164

Τί δὲ ἀκολουθεῖ τοῖς γενομένοις λαὸς Θεοῦ, ἢ τὸ κα‐ τασκηνῶσαι ἐν μέσῳ τῆς ἐπουρανίου καὶ μακαρίας Σιών; Τότε γὰρ τότε γνώσεται, θείᾳ καὶ ἠκριβωμένῃ θεωρίᾳ, «ὅτι Κύριος παντοκράτωρ ἀπέστειλεν» τὸν λυτρωσάμενον αὐτήν, λέγοντα
5περὶ τοῦ Πατρὸς ἑαυτοῦ· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς, κηρύξαι αἰχμαλώτοις ἄφε‐ σιν.»

1

.

165

Ἕνεκα γὰρ τοῦ εὐαγγελίσασθαι τοὺς πτωχοὺς τῷ πνεύματι ἐχρίσθη Πνεύματι ἁγίῳ καὶ δυνάμει Θεοῦ Ἰησοῦς ὁ κατασκηνῶν ἐν μέσῳ τῆς Σιών, κηρύσσων ἄφεσιν τοῖς αἰχμαλω‐ τισθεῖσιν ὑπὸ ἐχθρῶν ἀοράτων τέκνοις αὐτῆς. Οὕτω γὰρ κατα‐
5κληρονομήσει ὁ παμβασιλεὺς εὐεργέτης αὐτῆς τὸν Ἰούδα, τοὺς ἐξομολογουμένους. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Κλη‐ ρονομήσει δὲ οὖν πρότερον τοὺς ἐπὶ τὴν σωτηρίαν καλουμένους· ἐκ πάλαι γὰρ ἦσαν μερὶς αὐτοῦ καὶ προτοῦ τὸν σκορπισμὸν καὶ τὴν αἰχμαλωσίαν πάθωσιν.

1

.

166

Ποῦ δὲ καὶ κατακληρονομήσει τὸν Ἰούδαν ὄντα μερίδα αὐτοῦ, ἢ ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν ᾗ μακροχρόνιος ἔσται εὐπα‐ θὼν ὁ τιμήσας τὸν πατέρα αὐτοῦ Θεὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν Ἐκκλησίαν οὖσαν Ἰερουσαλήμ, ἣν ἔτι αἱρετιεῖ πάλιν προσ‐
5λαμβανόμενος καὶ βασιλεύων ἐν μέσῳ αὐτῆς, γινωσκούσης ὅτι ἐλήλυθεν κατασκηνῶσαι ἐν μέσῳ αὐτῆς, παρὰ Κυρίου παντοκρά‐ τορος ἀποσταλείς, ὅτε κλίνας οὐρανὸν κατέβη πρὸς ἡμᾶς τοὺς ἀνθρώπους φάσκων· «Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με», «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολω‐
10λός».

1

.

167

Οὕτω γὰρ οὐκέτι ἐν ἀπωλείᾳ μενοῦσιν οἱ ὑπὲρ ὧν ἐλήλυθεν ἵν’ αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται. Ὑπάρξεται δὲ καὶ τῇ συμπληρουμένῃ ὑφ’ ἡμῶν Ἰερουσαλὴμ οὔσῃ Ἐκκλησίᾳ Θεοῦ ζῶντος τοιαύτην πίστιν ἔχειν καὶ μακαριότητος ποιητικὰ
5ἔργα, ἵν’ αἱρετίσῃ αὐτὴν ἔτι ὁ τῷ ἰδίῳ αἵματι ἀποπλύνας καὶ
λαμπρύνας αὐτήν.

1

.

168

Zach. II, 17: Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσ‐ ώπου Κυρίου, διότι ἐξεγήγερται ἐκ νεφῶν ἁγίων αὐτοῦ.

1

.

169

Ἡ σὰρξ προσηγορία ὁμώνυμος οὖσα πολλὰ σημαίνει, ὡς ἐξ αὐτῆς τῆς θεοπνεύστης παρίσταται γραφῆς. Ὅταν γὰρ ἐν Ψαλμοῖς λέγηται «Τροφὴν διδόναι τὸν Θεὸν πάσῃ σαρκί», πάντα τὰ θνητὰ ζῷα τὰ ἐκ τροφῆς διακρατούμενα ἐν τῷ ζῆν
5παρίσταται, ὡς καὶ ἐν τῷ· «Πᾶσα σὰρξ κατὰ γένος συνάγεται.» Ὅταν δὲ γράφῃ ὁ Ἀπόστολος· «Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν; ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν», τὸ σῶμα τὸ συνεζευγμένον τῇ λογικῇ ψυχῇ δηλοῦται, ὡς ἀπ’ αὐτῆς τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν οὕτως ἐχούσης· «Οὕτως ὀφεί‐
10λουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν», καὶ τὰ ἑξῆς.

1

.

170

Ἔστιν δὲ ὅτε καὶ μόνοι οἱ ἄνθρωποι φανεροῦνται τῇ τῆς σαρκὸς προσηγορίᾳ, ὥσπερ ἐν τῷ· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ἔρχεται δὲ πρὸς Θεὸν σχέσει καὶ διαθέσει οὐχ ἡ ἄλογος, ἀλλ’ ἡ ἀνθρωπότης, καταξιουμένη τῆς
5δαψιλοῦς δωρεᾶς τοῦ ἁγίου Πνεύματος ὑπὸ τοῦ λέγοντος· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προ‐ φητεύσουσιν οἱ υἱοὶ καὶ αἱ θυγατέρες ὑμῶν.»

1

.

171

Ἡ οὕτω λεγομένη σὰρξ λογικὴ οὖσα εὐλαβείας θείας ἐστὶ δεκτική· προστάττεται γοῦν αὐτῇ «εὐλαβεῖσθαι ἀπὸ προσ‐
ώπου» τοῦ ἐπιφαινομένου αὐτῇ, περὶ οὗ εὐχὴν ἀναπέμπουσιν οἱ καθαροὶ τῇ καρδίᾳ φάσκοντες· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ
5σωθησόμεθα.» Ἀποδίδωσιν δ’ ἑξῆς τὴν αἰτίαν τοῦ δεῖν πᾶσαν σάρκα εὐλαβεῖσθαι ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπιφέρων· «Διότι ἐξεγήγερται ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν.»

1

.

172

Ἅγια δὲ νέφη οὐ τὰ ὕοντα τὸν αἰσθητὸν ὄμβρον εἰσίν, ἀλλὰ τὰ φέροντα τὸν πνευματικὸν ὑετόν, κατὰ τὸ ἐν Ἠσαΐᾳ λεχθὲν περὶ τοῦ Ἰσραήλ, ἀλληγορίας τρόπῳ ἀμπελῶνος καλουμένου, ἐκ προσώπου τοῦ Κυρίου· «Ταῖς νεφέλαις ἐντελοῦ‐
5μαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν», διὰ τὸ ἀκάνθας καὶ μὴ σταφυλὴν καρπὸν ἠγιοχέναι.

1

.

173

Τοῦ γὰρ ἀμπελῶνος ἀλληγο‐ ρουμένου, ἁρμονίως καὶ αἱ νεφέλαι ἐκλημφθεῖεν, ὁτὲ μὲν ὕουσαι ἐπὶ τῷ ποτίσαι, ὁτὲ δὲ κωλυόμεναι τοῦτ’ ἐνεργεῖν. Περὶ τοιούτων ὀμβροτόκων πάλιν ἐν αὐτῷ τῷ προφήτῃ προστάττεται ὑπὸ Θεοῦ·
5«Αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην.» Τὴν γὰρ δικαιοσύνην ἀρετὴν οὖσαν ψυχῆς λογικῆς, οὐ τὰ αἰσθητὰ νέφη ὕει, ἀλλ’ οἱ θεῖοι προφῆται, νέφη κατὰ ἀναγωγὴν προσαγορευόμενοι.

1

.

174

Ἐπεὶ τοίνυν ἐκ τούτων τῶν νεφῶν ἐξεγήγερται ὁ ἐληλυ‐ θὼς Σωτὴρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, τούτου χάριν «εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» τοῦ Θεοῦ, ὃ ἐπέφηνεν καὶ ἔδειξεν ὅτε ἐπληρώθη ἡ προφητεία ἡ οὕτως
5ἔχουσα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών», καὶ ἐπέ‐ λαμψεν ὡς «θεάσασθαι ἡμᾶς τὴν δόξαν αὐτοῦ, ὡς μονογενοῦς παρὰ Πατρός».

1

.

175

Ἐξεγηγερμένος ἐκ τῶν ἁγίων νεφῶν ἃ ἡρμηνεύθησαν εἶναι Μωϋσῆς ὁ μέγας ἱεροφάντης καὶ οἱ κάτοχοι τοῦ ἁγίου Πνεύματος προφῆται, ἐπεδήμησεν ἐπὶ κούφης νεφέλης
ἐπιβὰς τῷ καθ’ ἡμᾶς κόσμῳ, Αἰγύπτῳ κατ’ ἀναγωγὴν καλου‐
5μένῳ. Ἔχει δὲ οὕτω ἡ περὶ τούτων προφητεία ἔνθεν ἀρχομένη· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυ‐ πτον καὶ συσσεισθήσεται τὰ χειροποιητὰ αὐτῆς.»

1

.

176

Μεταλημφθείσης δὲ τῆς Αἰγύπτου εἰς τὸν περὶ γῆν τόπον, ἁρμονίως καὶ ἡ κούφη νεφέλη ἀναχθήσεται εἰς τὴν ἐναν‐ θρώπησιν τοῦ Σωτῆρος, καθίσαντος τοῦ Θεοῦ Λόγου ἐπὶ τὸν ἐκ τῆς Μαρίας προεληλυθότα.

1

.

177

Τίς γὰρ οὕτω κούφη νεφέλη μὴ ἔχουσα βάρος ἁμαρτίας ἢ ἡ σὰρξ τοῦ Ἰησοῦ ἡ μὴ συνιστᾶσα ἐκ τῆς ἀνδρὸς πρὸς γυναῖκα συνόδου βαρυτάτης οὔσης, ἀλλ’ ἐκ Πνεύματος ἁγίου ἐπελθόντος τῇ παρθένῳ τῇ πεῖραν ἀνδρὸς οὐκ ἐχούσῃ καὶ ᾗ ἡ τοῦ ὑψίστου
5δύναμις ἐπεσκίασεν, ὡς ἅγιον χρηματίσαι τὸ γεννηθὲν ἄνευ γάμου. Ἔτι δὲ μᾶλλον φανεροῦται τῆς κυριακῆς νεφέλης τὸ κοῦφον καὶ ἐλαφρὸν ἐκ τοῦ ἁμαρτίαν μὴ πεποιηκέναι μηδὲ ἐγνωκέναι αὐτὴν τὴν Ἰησοῦ ψυχήν.

1

.

178

Οὐδὲν γὰρ ἕτερον καθέλκει καὶ βαρεῖ τὴν τῶν ἀνθρώπων ψυχὴν ὡς ἡ ἀνομία, τα‐ λάντῳ μολίβου παραβαλλομένη, διὰ τὸ κάτω βρίθειν καὶ καθέλκειν τοὺς ἐνεργοῦντας αὐτήν· ἀλλ’ ἡ τοῦ Ἰησοῦ οὐκ ἐπει‐
5ράθη τοῦ βάρους τούτου, «δικαιοσύνην ἀγαπήσασα καὶ μισήσασα ἀνομίαν»· οὐκ ἔσχεν δὲ «οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ» τὸν πάντων ἁμαρτημάτων κατασπῶντα τὴν ψυχὴν τοῦ αὐτὸν ἔχοντος.

1

.

179

Ἔδει οὖν τὸν ἐξεγηγερμένον Σωτῆρα ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν, πληρώσαντα τὰς περὶ αὐτοῦ προαναφωνήσεις, ἱδρυθῆναι βασιλικῶς ἐπὶ τῆς ἀποδοθείσης κούφης νεφέλης, ὑούσης τὸν εὐαγγελικὸν ὑετὸν ἐπὶ τῷ καρποὺς σωτηρίους ἀγαγεῖν
5τὴν οἰκουμένην καὶ σκεπάζειν ἀπὸ τοῦ καύματος ἐκείνου ἀφ’ οὗ διασῴζεται ὁ νοήμων, κατὰ τὸ παροιμιῶδες θέσπισμα ὧδε ἔχον·
«Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων.» Σκεπάζει δὲ καὶ ἀπὸ τοῦ κρύους τῆς ἁμαρτίας περὶ οὗ γέγραπται· «Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς.»

1

.

180

Εἰς τοῦτο ἀλληγορικῶς λήμψει· «Βορέας ψυχρὸς ἄνε‐ μος πνεύσει.»

1

.

181

Τὰ οὕτω λεχθέντα κατὰ θεωρίαν ἐν νῷ λαβόντες καρδίαν σαρκίνην ἐσχηκότες εἴκουσαν τοῖς Θεοῦ δικαιώμασιν καὶ προσ‐ τάγμασιν, εὐλάβειαν τὴν πρὸς Θεὸν κατορθώσωμεν, ἵν’ ἔτι μᾶλ‐ λον εὐεργετῶν ὁ Θεὸς τὰς σαρκίνας καὶ οὐ λιθίνας χαράξῃ ἐν
5αὐταῖς τῷ ζῶντι αὐτοῦ Πνεύματι γραφὴν θείαν, δι’ ἧς ὠφελού‐ μενοι τελειωθείημεν ὥστε τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον προσβαλεῖν, ὑπερβάντας τὸ εἰκονικῶς καὶ ἐκ μέρους αὐτὴν θεωρεῖν.

1

.

182

Zach. III, 1: Καὶ ἔδειξέν μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου. Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ.

1

.

183

Ἃ δείκνυσιν Θεὸς μεγάλα καὶ ὑπερφυῆ τυγχάνοντα, οὐκ αἰσθητὰ οὐδ’ ἀνθρώπινά ἐστιν. Τούτου οὕτως ἔχοντος, δείκνυσιν ὁ Θεὸς τῷ προφήτῃ τὸν ἱερέα τὸν μέγαν Ἰησοῦν οὐκ ἀνθρωπίνως, ἀλλὰ θείως ἑστηκότα πρὸ προσώπου ἀγγέλου Κυρίου, οὐ τοσοῦ‐
5τον τὸν τοῦ Ἰωσεδὲκ υἱὸν ὅσον τὸν δι’ αὐτοῦ δηλούμενον, τὸν ἀληθῶς μέγαν ἱερέα, τὸν τοὺς οὐρανοὺς διεληλυθότα, τὸν «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερώμενον, οὐ κατὰ δύναμιν ἐντολῆς
σαρκίνης μέχρι καιροῦ τινος κειμένην, ἀλλὰ κατὰ ἀπαράβατον ἱερωσύνην· εἴρηται γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ἱερεὺς εἰς τὸν
10αἰῶνα.»

1

.

184

Οὐχ ὡς ἔτυχεν δὲ ἐδείχθη ὑπὸ Κυρίου Ἰησοῦς ὁ μέγας ἱερεύς, ἀλλ’ ἑστὼς ἀκλόνητος καὶ βεβαίως ἱδρύμενος, παραπλη‐ σίως τῷ λεχθέντι ἐν Εὐαγγελίῳ· «Ἑστὼς ὁ Ἰησοῦς ἐκέκραγεν λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Διὰ τοῦτο
5γὰρ πᾶς ὁ ἐρχόμενος πρὸς αὐτὸν πίνει, ὅτι ἕστηκεν παραμόνως.

1

.

185

Πρὸς τῷ δὲ ἑστῶτα αὐτὸν ἰδεῖν, δεικνύντος τοῦ Θεοῦ πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ὤφθη ἑστὼς ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Τίσιν δὲ ἔδει ἐναντιοῦσθαι καὶ ἀντικεῖσθαι τὸν διάβολον, ἢ τοῖς δεξιοῖς τοῦ δειχθέντος ὑπὸ
5Κυρίου, ἑστηκότος ἐπίπροσθεν τοῦ ἀγγέλου τοῦ τῆς μεγάλης βουλῆς;

1

.

186

Ἔστη δὲ καὶ ἐκ δεξιῶν τοῦ Ἰούδα, ὡς ἐν ἑκατοστῷ ὀγδόῳ Ψαλμῷ λέγεται· «Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ ὁ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.»

1

.

187

Ἀλλ’ ὅρα γε διαφορὰν πολλὴν ἐν ταῖς λέξεσιν· τοῦ μὲν γὰρ προδόντος τὸν Σωτῆρα ἐν τοῖς δεξιοῖς ἵσταται προκατειληφό‐ τος αὐτά, «τόπον δεδωκότος τῷ διαβόλῳ». Εἴρηται γὰρ ὅτι «ἔβαλεν εἰς τὴν καρδίαν αὐτοῦ προδοῦναι» τὸν ἐκλεξάμενον
5αὐτὸν ἄριστον διδάσκαλον ἅμα καὶ Σωτῆρα. Καὶ μετὰ τὸ βαλεῖν εἰς τὴν καρδίαν, εἰσελήλυθεν εἰς αὐτὸν ἵν’ ἐνεργῇ τὰ τῆς προ‐ δοσίας ἐν αὐτῷ ὡς ἐνεργεῖ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Γέγρα‐ πται γὰρ ὅτι «μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς».

1

.

188

Τοῦ δὲ μεγάλου ἱερέως οὐκ ἄλλως ἕστηκεν ἐκ δεξιῶν ἢ τῷ ἀντικεῖσθαι αὐτῷ, μάλιστα ὅτε πορθεῖν ἐπιχειρεῖ τοὺς ὠφε‐
λουμένους καὶ παιδευομένους ὑπ’ αὐτοῦ· ἦ οὐκ ἀντικειμένως ἐκ δεξιῶν ἵσταται, ὅτε ἐξαιτεῖται τοὺς εἰς τὴν πίστιν καὶ λοιπὴν
5ἀρετὴν κεκλημένους, κατὰ τὸ λεχθέν· «Ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην ὑπὲρ ὑμῶν», ὦ Πέτρε μαθητὰ ἡμέτερε, «ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου»;

1

.

189

Πρὸς τῷ μὴ βλαβῆναι δὲ οἷς ἀντίκειται, καὶ ἐξουσίαν κατ’ αὐτοῦ λαμβάνουσιν, [ἵ]να πατῶσιν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρικῶς ἀντικειμένου, βλάβην οὐδ’ ὅλως ὑφιστάμενοι διὰ τὸ ἐλπίζειν ἐπὶ τὸν συντρίβοντα ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν
5στασιώδη καὶ λυμεῶνα διάβολον· γέγραπται γάρ· «Πᾶς ὁ ἔχων τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν» ἄβλητος καὶ ἀκλόνητος μενεῖ, οὐ ψαύοντος, οὐχ ἁπτομένου τοῦ πονηροῦ τοῦ βοηθουμένου ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ σκεπομένου.

1

.

190

Ὅρα γοῦν τί κελαδῶν ὁ ὑμνῳδὸς πρὸς τὸν οὕτω ὑπὸ τὴν χεῖρα τοῦ Θεοῦ τυγχάνοντα· «Τὸν ὕψιστον ἔθου καταφυγήν σου, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ»·
5καὶ μετ’ ὀλίγα· «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ κατα‐ πατήσεις λέοντα καὶ δράκοντα.»

1

.

191

Περὶ τοῦ οὕτω λεγομέ‐ νου λέοντος καὶ δράκοντος, ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγεται ὡς εἴη «ὁ ἀρχαῖος Σατανᾶς». Ἐκ παραλλήλου δόξει εἰρῆσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ διάβολος καὶ Σατανᾶς ὁ αὐτός, ἑβραϊκὴ
5δ’ οὖσα ἡ Σατανᾶς φωνὴ «ἀντικείμενος» σημαίνει τῇ Ἑλλήνων φωνῇ.

1

.

192

Τούτων οὕτω θεωρουμένων, μακάριόν ἐστιν ἔχειν ἐχθρὸν καὶ ἀντικείμενον τὸν διάβολον καὶ μὴ φίλον· ἐπιβλαβὴς
γὰρ ἡ τούτου ἑταιρία καὶ εἰς ὄλεθρον κατασπῶσα. Αὐτίκα γοῦν πλησιάσας τῷ Ἰούδᾳ, «υἱὸν ἀπωλείας» αὐτὸν ἐποίησεν καὶ ἴδιον
5τέκνον ὡς μετασχεῖν καὶ τῆς προσηγορίας αὐτοῦ.

1

.

193

Φησὶν γὰρ ὁ Σωτὴρ περὶ αὐτοῦ πρὸς τοὺς δώδεκα μαθητάς· «Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην; Καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν.» Καὶ αὐτῷ δὲ τῷ Ἰησοῦ, καθὸ ἄνθρωπος γέγονεν ἀνα‐
5λαβὼν ψυχὴν καὶ σῶμα ἀνθρώπου, ἐν τῷ ἐρήμῳ ἔστη ἀντικείμε‐ νος ἐκ δεξιῶν νηστεύοντι τεσσεράκοντα ἡμέρας καὶ νύκτας ἴσας.

1

.

194

Ἦ οὐκ ἀντικείμενος ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ δολερῶς ἔφασκεν· «Βάλε σεαυτὸν ἐντεῦθεν κάτω», καὶ δείξας πάσας τὰς βασιλείας τῆς οἰκουμένης καὶ τὰς δόξας αὐτῶν· «Ταῦτα πάντα δώσω σοι», εἶπεν, «ἐὰν πεσὼν προσ‐
5κυνήσῃς μοι». Πλὴν εἰ καὶ σὺν δόλῳ ταῦτ’ ἔλεγεν, ἀνετράπη καὶ κατεβλήθη ἔξαθλος γενάμενος ὑπὸ τοῦ «πειραθέντος κατὰ πάντα» τοῖς ἄλλοις ἀνθρώποις.

1

.

195

Δῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς ὁ τῶν ἀβοηθήτων βοηθός, τὴν πάλην ἔχουσιν ἡμῖν «πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτο‐ ρας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας», ἀπλήκτους καὶ ἀπτώτους διαμεῖναι, μηδ’ ὅλως ἁψαμένου ἡμῶν
5τοῦ πονηροῦ.

1

.

196

Zach. III, 2: Καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος Ἰερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξ‐ εσπασμένος ἐκ πυρός;

1

.

197

Ὁ Κύριος, φησίν, εἶπεν τῷ διαβόλῳ· Ἐπιτιμήσαι ἐν
σοί, διάβολε. Καὶ ἐν τῇ παρούσῃ λέξει, ὁ Κύριος περὶ Κυρίου λέγει, ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ, ὡς ἔμπροσθεν εἴρηται. Πῶς δὲ λέγει καὶ τί τῷ διαβόλῳ ὁ Κύριος ἐπιστατέον.

1

.

198

Οὐ προφορικῷ λόγῳ χρώμενος κατά τινα μίαν τῶν ἀνθρωπίνων διαλέκτων ὁμιλεῖ τῷ διαβόλῳ ὁ πάντων δεσπότης· οὐδὲ γὰρ αὐτὸς φωνητικοῖς ὀργάνοις χρᾶται ἀσώματος καὶ νοερὰ οὐσία ὑπάρχων, οὐδὲ πρὸς ὃν ὁ λόγος διάβολος πληττομένην
5ἔχει ἀκοὴν ὑπὸ φωνῶν συγκειμένων ἐκ συλλαβῶν, μάλιστα ὅταν Θεὸς ᾖ ὁ λέγων. Ἐντυγχάνοντες γοῦν τῇ βίβλῳ τοῦ Ἰώβ, εὑρίσκοντες ἐκεῖ Θεὸν λέγοντα τῷ διαβόλῳ καὶ τῷ Θεῷ τὸν διάβολον, οὐχ οὕτω μικροφυεῖς ἐσμεν ὡς νομίσαι κατὰ προφορὰν ἀνθρωπίνης διαλέκτου γίνεσθαι τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις·
10ἄλλως ἁρμόζει καὶ πρέπει τοῖς ἐκκειμένοις προσώποις. Λέγει μὲν γὰρ Θεὸς ὅταν ὃ βούλεται φανερώσῃ οἷς ἔκρινεν ἀκούειν αὐτοῦ, ὡς αὖ ἀκούει τῶν διαλεγομένων αὐτῷ γινώσκων ὃ ἔχουσιν ἐν ἡγεμονικῷ τῷ σφῶν.

1

.

199

Καὶ ἐν τοῖς προκειμένοις γοῦν εἶπεν ὁ Κύριος τῷ δια‐ βόλῳ, φανερώσας αὐτῷ τὸ ἀπαγγελλόμενον ἔχον οὕτως· «Ἐπι‐ τιμήσαι Κύριος ἐν σοί, διάβολε», μόνον οὐχὶ λέγων· Σκεῦος ὀργῆς ἔσῃ ἐν ᾧ καὶ δι’ οὗ ἐπιτιμῶνται οἱ κολαστέοι ἐπαξίως οἷς
5ἠργάσαντο φαύλως. Εἰ δὲ πρὸς αὐτὸν λέγοιτο τὸ «ἐν σοί», διάνοιαν ἔχει τὸ ῥητὸν τοιαύτην· ἐπεὶ ἐν σεαυτῷ κεκρυμμένως ἁμαρτάνεις, οὐ λανθάνεις δὲ τοῦτ’ ἐνεργῶν, τὸ κρυπτόν σου καὶ πάντων προκαταλαμβάνων ὁ Θεὸς ἐπιτιμᾷ ἐν σοί, ἐπιστάμενος τὴν ἐν σοὶ κρυπτομένην κακουργίαν.

1

.

200

Ὅτι δὲ οὕτως
κακουργεῖ ὁ διάβολος καὶ πολλοὶ τῶν κατὰ πονηρίαν γεννηθέντων ὑπ’ αὐτοῦ, πρὸς αὐτὸν ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», καὶ τὰ ἑξῆς
5μέχρι τοῦ· «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Τούτῳ συνᾴδει καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ.» Ἁμαρτάνων γὰρ ἐν ἑαυτῷ καὶ λέγων ἐν τῇ διανοίᾳ· «Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», οὐ λαθὼν ἐν ἑαυτῷ δέχεται τὴν ἐπιτιμίαν. Ἰσοδυναμεῖ τοῖς εἰρημένοις τό· «Εἶπεν ἄφρων ἐν
10καρδίᾳ αὐτοῦ· Οὐκ ἔστιν Θεός.»

1

.

201

Δείξας ὡς καὶ ὁ ἐν κρυπτῷ ἁμαρτάνων οὐ διαδιδράσκει τιμωρίαν, δείκνυσιν ἑξῆς τίς ἐστιν ὁ ἐπιτιμῶν, ὅτι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλὴμ ὑπάρχει.

1

.

202

Πολυτρόπως δὲ ἀποδέδοται τίς ἐστιν ἡ ἐκλεκτὴ τοῦ Θεοῦ πόλις· καὶ γὰρ ἡ καθαρὰ ψυχὴ ἡ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» Ἰερουσαλὴμ προσηγορεύετο, καὶ ἡ ἔνδοξος τοῦ Χριστοῦ Ἐκκλησία, «ἡ ἁγία καὶ ἄμωμος, ἡ σπίλον
5ἢ ῥυτίδα οὐκ ἔχουσα», καὶ κατὰ τὴν ὑπεραναβεβηκυῖαν ἀλλη‐ γορίαν ἡ ἐπουράνιος τοῦ ζῶντος Θεοῦ πόλις, κατὰ τὸ οὕτω γεγραμμένον· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει τοῦ Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύ‐ ρει.»

1

.

203

Τί δ’ ἔσται ἐκ τοῦ «ἐπιτιμῆσαι τὸν Κύριον ἐν τῷ δια‐ βόλῳ» φανεροῖ· φησὶν γάρ· «Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξ‐ εσπασμένος ἐκ πυρός;»

1

.

204

Ἡμίκαυτον δὲ ξύλον ὁ δαλός, ἐγγὺς τοῦ εἰς ἄνθρακα μεταβαλεῖν φθάσας, μηκέτι ἔχων τὴν ἰσχὺν καὶ στερρότητα τοῦ ξύλου. Τοιοῦτοι δ’ ἦσαν καὶ οἱ ἐχθροὶ τοῦ βασιλέως τῶν Ἑβραίων περὶ ὧν ὁ Θεὸς εἶπεν πρὸς αὐτόν· «Μὴ φόβου, μηδὲ ἡ ψυχή
5σου ἀσθενείτω ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων τούτων.»

1

.

205

Ὥσπερ οὖν οὗτοι ἀσθενεῖς ὤφθησαν ὑποπεσόντες τῇ διὰ πυρὸς κολάσει, οὕτω καὶ ὁ τῆς ἐπιτιμίας τυχὼν ὑπὸ Κυρίου τοῦ ἐκλεξαμένου τὴν Ἰερουσαλὴμ ἀσθενὴς γέγονεν ὡς μηκέτι καρπὸν φέρειν, ἀφῃρημένος τὴν ζωτικὴν δύναμιν, κατὰ τὸν ἐκ‐
5σπασθέντα ἀπὸ πυρὸς δαλόν· οὐ γὰρ ἔτι τὸ οὕτω καταφλεχθὲν φυτὸν καρπὸν φέρειν δύναται, εἰ καὶ ἐξεσπάσθη τοῦ πυρὸς ἵνα μὴ τέλε[ι]ο̣ν ἀναλωθῇ καὶ εἰς τέφραν μεταβάλῃ, χρησιμεῦον εἰς ἑτέρας χρείας εἰς ἃς ὁ Θεὸς αὐτὸ παραλαμβάνει, πρὸς κάλου τοῖς κτι‐ ζομένοις, χωνευομένοις τε καὶ ἐλαυνομένοις ἀργυρέοις καὶ
10χρυσέοις σκεύεσι.

1

.

206

Πῶς γὰρ οὐκ ἐκσπᾶται ἀπὸ τοῦ πυρὸς τῆς αἰχμαλωσίας ὁ λυτρωθεὶς ἀπ’ αὐτῆς ὑπὸ τοῦ κηρύξαντος αἰχμαλώτοις ἄφεσιν καὶ κάθοδον δόντος εἰς τὴν πατρίδα ἣν πρότερον ᾤκουν πρὶν ἐπελθεῖν τοὺς πολεμίους τοὺς συλλαβομέ‐
5νους καὶ κατασπάσαντας αὐτούς.

1

.

207

Zach. III, 3—5: Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμά‐ τια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. Καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ. Καὶ
5εἶπεν πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐν‐ δύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ περιέβαλον αὐτὸν ἱμάτια.

1

.

208

Δυνατὸν ἐκλαβεῖν πρὸς ῥητὸν τὰς προκειμένας φωνὰς περὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, τοῦ δεικνύντος εἰκονικῶς
τὸν ἀληθῶς πιστὸν ἀρχιερέα, ἀπαράβατον ἱερωσύνην ἔχοντα. Ἐπεὶ γὰρ ἀγαπητικοὶ τυγχάνουσιν οἱ ἅγιοι, συμπαθοῦσιν τοῖς
5ἐν κακοπραγίᾳ, ἀπὸ συμπαθείας «κλαίοντες μετὰ κλαιόντων».

1

.

209

Τούτου ἕνεκα ἀκμὴν ἔτι ἐν αἰχμαλωσίᾳ τυγχάνοντος τοῦ πέσαντος Ἰσραήλ, ὁ τὴν κηδεμονίαν ἐγκεχειρισμένος ἱερεύς, πενθῶν καὶ συγκακούμενος, ῥυπαρὰ ἱμάτια ἐνδέδυται, ἅπερ ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ προστάττει ὁ παρὼν αὐτῷ ἄγγελος. Ἔστιν
5δὲ τὰ ἱμάτια τὰ ῥυπαρὰ αἱ ἄνευ νόμου ἐπιτελούμεναι πράξεις· μετὰ γὰρ τὸ εἰπεῖν· «Ἀφέλετε αὐτοῦ τὰ ῥυπαρὰ ἱμάτια», ἁρμονίως ἐπιφέρεται· «Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου.»

1

.

210

Ἀφαιρεθεισῶν τῶν ἀνομιῶν αἵτινές εἰσιν ῥυπαρὰ ἱμάτια, ἐνδιδύσκεται τὸν ποδήρη, ἱερατικὸν ὄντα χιτῶνα, κοσμοῦντα μέχρι τῶν ποδῶν τὸν ἀμφιεννύμενον, καὶ ἐπιτίθεται κίδαρις καθαρὰ ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερατικῶς θεραπεύοντος «τὸν ἐλη‐
5λυθότα Κύριον καὶ κατασκηνώσαντα ἐν μέσῳ» τῆς Σιὼν καὶ Ἰερουσαλήμ.

1

.

211

Ἐπὶ τῇ ἀποκαταστάσει καὶ ἀνοικοδομῇ τῆς πόλεως καὶ τοῦ ναοῦ, ἐνδιδύσκεται ὁ προϊστάμενος τῶν ἐλευθε‐ ρωθέντων ἀπὸ τῆς αἰχμαλωσίας «ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης», ἀποβαλὼν τὰ ῥυπαρὰ ἱμάτια διὰ τὸ μηκέτι
5πενθεῖν, ἀλλὰ ἀγαλλιᾶν καὶ εὐφραίνεσθαι, σωθέντων ἀπὸ τῆς αἰχμαλωσίας τῶν πειραθέντων αὐτῆς.

1

.

212

Τίσιν δὲ προστάττεται ἀφελεῖν ἀπ’ αὐτοῦ τὰ ἱμάτια τὰ πενθικά, ῥυπαρὰ ὠνομασμένα, ἢ τοῖς αἰτίοις γεγενημένοις ἐν τῷ ἁμαρτάνειν τοῦ τοιαῦτα ἄμφια ἐνδεδῦσθαι; Δυνατὸν ἐκλαβεῖν ἀγγέλους θείους εἶναι τοὺς τὴν πρόσταξιν λαμβάνοντας, παρεμ‐
5βάλλοντας κύκλῳ τῶν φοβουμένων τὸν Θεὸν ἐπὶ τῷ ῥύσασθαι αὐτούς, ὥστε μηκέτι κατηφεῖν καὶ σκυθρωπάζειν ἐπὶ παρούσῃ
δυσπραγίᾳ.

1

.

213

Πρὸς τοῖς εἰρημένοις πρὸς τὴν ῥητὴν διήγησιν, καὶ τὰ πρὸς διάνοιαν θεωρητέον.

1

.

214

Ἰησοῦς ὁ μέγας ἀρχιερεύς, οὗ τύπον φέρει ὁ εἰκονικὸς Ἰησοῦς ὁ ἐν τῇ Βαβυλῶνι μετὰ τῶν αἰχμαλώτων διάγων, ἐνεδέ‐ δυτο ῥυπαρὰ ἱμάτια τὰς πάντων ἀνθρώπων ἁμαρτίας, οὐχ ἁμαρτὼν αὐτὸς μηδὲ πειραθεὶς ἁμαρτίας. Ἵν’ ἐκδύσηται καὶ
5ἀποβάλῃ τὸ ὑπὲρ ἡμῶν ἐνεδύσατο ὕφασμα τῆς ἁμαρτίας, ἐπὶ τὸν σταυρὸν ἀναβαίνει, ὡς τὸν θεολόγον Πέτρον, τὸν ἀπόστολον Χριστοῦ, γράφειν· «Ὃς τὰς ἁμαρτίας ἡ[μ]ῶ̣ν ἀνήνεγκεν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵν’ ἀπογενόμ[εν]οι ταῖς ἁμαρτίαις τῇ δικαιοσύνῃ αὐτοῦ ζήσωμεν.»

1

.

215

Συνῳδὰ καὶ «τὸ [τῆ]ς ἐκλογῆς σκεῦος» Παῦλος ἐπιστέλλει οὕτω γράφων· «Ἀπεκ‐ [δ]υσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν παρ‐ ρησία[ν] ἐν τῷ ξύλῳ, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον,
5ῥήξας αὐτὸ κα[ὶ ἄ]ρας ἐκ τοῦ μέσου», ἵν’ ἐν παρρησίᾳ θριαμ‐ βεύσας ἀποδύσηται τ̣[ὰ]ς περιέκειτο πρότερον ἀρχὰς καὶ ἐξουσίας. Πῶς γὰρ οὐκ ἐνδιδύ[σκ]εται ταύτας ὁ ἐνεργῶν ἃ ὑποβάλλουσι χείρονα καὶ κακὰ φρονήματα;

1

.

216

Κατασκευαστέον δὲ ἐκ τοῦ ἐναντίου τὴν θεωρίαν.

1

.

217

Ὁ πράττων καὶ φρονῶν ἃ διδάσκει ὁ Σωτὴρ αὐτὸν ὄντα Χριστὸν ἐνδύεται κατὰ τὸ· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν», καὶ τό· «Ὅσοι Χριστὸν ἐνεδύσασθε.» Ὁ πράττων καὶ διανοού‐ μενος τὰ τῶν πονηρῶν ἀρχῶν καὶ ἐξουσιῶν, πρὸς ἃς ἔχουσι τὴν
5πάλην οἱ σωτηρίως ἀθλοῦντες, ἐνδιδύσκεται αὐτάς, τὰς κατ’ α[ὐτ]ὰς ποιότητας δεχόμενος. Ταύτας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ἀπεξεδύσατο, ἀναλαβὼν τὰς ἡμετέρας ἁμαρτίας· εἴρηται γὰρ περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ μεθ’ ἕτερα ἐν τῇ Ἠσαΐου προφητείᾳ λέγεται·
10«Καὶ ἁμαρτίας πολλῶν ἀνοίσει.»

1

.

218

Κἂν τοίνυν Ἰησοῦς ἐνδεδυκὼς θεωρῆται ἱμάτια ῥυπαρά, οὐκ αὐτοῦ ταῦτα τυγχάνει, οὐχ ὑφάνας, οὐ κατασκευούσας αὐτά. Ὑπὲρ γὰρ τῶν ποιησάντων καὶ προηγουμένως φορούντων αὐτά, χάριτι τοῦ ἀγαθοῦ Θεοῦ ἐνεδύσατο αὐτά, «ἵν’ ὑπὲρ
5παντὸς γευσάμενος θανάτου» ἔξω ποιήσῃ θανάτου τοὺς ὑπὲρ ὧν ἐγεύσατο αὐτοῦ, μόνον θιγὼν καὶ πλησιάσας αὐτῷ. Αὐτίκα γοῦν καὶ ἐνδυσάμενος τὰ ῥυπῶντα ἐσθήματα, πρὸ προσώπου τοῦ ἀγγέλου ἕστηκεν, οὐδαμῶς χωριζόμενος αὐτοῦ.

1

.

219

Τί δὲ λέγει ὁ ἄγγελος τοῖς πρὸ προσώπου τοῦ Ἰησοῦ ἑστηκόσιν; «Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτο[ῦ»· ο]ὐ γὰρ αὐτοῦ, ἀλλ’ ὑμέτερά ἐστιν· ἐπεὶ γὰρ ὑμῶν πραττό[ν]των τὰ ἀπαγορευόμενα ῥυπῶσαν αὐτ[ὸ]ς ἐσθῆτα περ̣[ίκ]ειται, μεταγ‐
5νόντες ἐφ’ οἷς ἁμαρτητικῶς ἐποιεῖτε, ἔξω ποιήσατε αὐτὸν τῶν ῥύπων τῶν ἁμαρτιῶν.

1

.

220

Ῥητέον δὲ καὶ ἑτέρως· «μὴ γ[ν]οὺς Ἰησοῦς ἁμα[ρ]‐ τίαν, ἁμαρ[τί]α ὑπὲρ ἡμῶν γέγονεν ὑπὸ τοῦ Θεοῦ», σταυρὸν ἀναδεξά[με]νος, «ἵνα ἡμεῖς δικαιοσύνη Θεοῦ ἐν αὐτῷ γενώ‐ μεθα». Οὗ συμβάντος, αἵρεται ἀπ’ αὐτοῦ τὸ ἁμαρτία γεγονέ‐
5να[ι], ἵνα μηκέτι ἔχῃ τὰ ἄλλων ῥυπαρὰ ἱμάτια.

1

.

221

Ὡσαύτως ῥυπῶσαν ἐσθ[ῆ]τα περίκειται, ὅταν ὑπὲρ ἡμῶν πάντων γένηται κατάρα ἵν’ εὐλογίας τύχωμεν, ἥνπερ ἐκδι‐ δύσκεται ὅτ[α]ν ἀπολάβωμεν τὴν εὐλογίαν, ἣν ἵνα ὑπαρχθῇ κατάραν ἀνεδέξατο, αἰσχύνης καταφρονήσας ἵνα ζῶντες κατὰ
5Θεὸν γενώμεθα.

1

.

222

Ἀφαιρέσεως γεγενημένη[ς] τῶν ῥυπαρῶν ἐνδυμάτων,
ἐνδύεται ἀρχιερεὺς ὢν μέγας καὶ ἀληθινὸς τὸν ἱερατικὸν χιτῶνα ποδήρη καλούμενον, καὶ κίδαριν περιτίθεται καθαράν, καὶ περι‐ βάλλεται ὑφ’ ἡμῶν ἱμάτιον τὸ ἀνθρώπου σῶμα. Αἴτιοι γὰρ γενά‐
5μενοι τοῦ χρήσασθαι αὐτὸν τοιούτῳ ἐνδύματι, ἡμεῖς αὐτὸν περι‐ βάλλομεν.

1

.

223

Πλὴν εἰ καὶ περιβέβληται τὸ λεχθὲν ἱμάτιον τῷ Θεῷ λέγων· «Σῶμα δὲ κατηρτίσω μοι», ἀλλ’ οὖν μένει πάλιν ἱερεὺς μέγας περικείμενος τὸν ἱερατικὸν χιτῶνα, τὸν ποδήρη ἐκεῖνον πρὸς ὃν τὸν αἰσθητὸν κατεσκεύασαν πνεύματος σοφίας
5πεπληρωμένοι ὑφάνται. Πᾶσα γὰρ ἡ σκηνὴ καὶ τὰ σκεύη αὐτῆς καὶ ὁ κόσμος ὃν περίκειται ὁ ἀρχιερεὺς κατεσκευάσθησαν κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει τῷ ἱεροφάντῃ.

1

.

224

Σκέπει δὲ τὴν κεφαλήν, τοῦτ’ ἔστιν τὸν νοῦν, τοῦ ἱερέως τοῦ μεγάλου ἡ καθαρὰ κίδαρις· καὶ τάχα τὸ κεφάλαιον τῆς περὶ Χριστοῦ θεολογίας ἡ κίδαρίς ἐστιν, οὐδὲν ὑλικὸν ἢ ῥυποῦν ἔχουσα, ὁ δὲ ποδήρης ἡ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ θεωρία.

1

.

225

Zach. III, 5—7: Καὶ ὁ ἄγ[γ]ελος Κυρίου εἱσ‐ τήκει. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων· Τάδε λέγει [Κ]ύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάσσῃ, καὶ σὺ
5διακρινεῖς τὸν οἶκόν μου. Καὶ ἐὰν διαφυλάξ[ῃς] τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μ[έ]σῳ τῶν ἑστηκότων
τούτων.

1

.

226

Ἑστὼς [ἄγ]γελος Κυρίου βεβαίως καὶ ἀμετακινήτως διεμαρτύρατο τῷ [Ἰησοῦ λ]έγων· «Τάδε λέγει Κύριος παντο‐ κράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ, καὶ τὰ προστάγματά μου φυλάσσῃς.» Ὁδοὶ δὲ Κυρίου αἱ ἀρεταὶ τυγχάνουσιν κατὰ τὴν
5φυλακὴν τῶν προσταγμάτων αὐτοῦ τελούμεναι, περὶ ὧν ὁ ἅγιός φησιν τῷ Θεῷ· «Τὰς ὁδούς σου, Κύριε, [γ]νώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.» Αὐτὰς ὁ βαδίζων καὶ τρίβων τῷ συνε‐ χῶς ἐπιβαίνειν, θείων ἀμοιβῶν τεύξεται, λαμβάνων ὑπὸ Κυρίου τὸ «διακρίνειν τὸν οἶκον αὐτοῦ καὶ διαφυλάσσειν τὴν θείαν αὐλὴν
10αὐτοῦ».

1

.

227

Οἶκον ἐν τούτοις ἐκλημπτέον οὐ τόπον καὶ οἰκο‐ δόμημα, ἀλλὰ τὸ ἄθροισμα τῶν συμπληρούντων αὐτόν, καθὸ σημαίνων ὁ Ἀπόστολός φησιν· «Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Καὶ πρὸς Τιμόθεον ἐπι‐
5στέλλει· «Ἂν βραδύνω, ἵν’ εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.»

1

.

228

Διακρίνεται δὲ οὗτος ὁ οἶκος ὑπὸ Ἰησοῦ, τιθέντος ἐν τῇ Ἐκκλησίᾳ «ἀποστόλους, προφήτας, ποιμένας, διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων». Οὐ γὰρ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς διακρίσεως καὶ διαστολῆς,
5ὃ μέν τις [τί]θεται εἰς ἀποστόλου βαθμόν, ὃ δὲ εἰς προφήτου τόπον, ἕτεροι δ[ὲ] εἰς τὸ νέμειν τὴν Χριστοῦ ποίμνην καὶ ἄλλων τὴν θείαν παίδευσιν ἐκπονεῖν τοῖς πρὸς τὸ μανθάνειν ηὐτρεπι‐ σμένοις ἁγ[ί]οις τυγχάνουσιν. Τούτοις ὅμοιόν ἐστιν τὸ ἐν Ψαλμοῖς ὧδε ἔχον· «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς
10διακρίνει.»

1

.

229

Ὁ οὕτω χρηματίζων Θεοῦ οἶκος κατ’ ἄλλην νόησιν σῶμα Χριστοῦ τυγχάνει ἐκ πολλῶν μελῶν συγκείμενον καὶ
καταρτιζόμενον· ὀφθαλμοὶ γοῦν αὐτοῦ τυγχάνουσιν οἱ θεωρητικὸν βίον ἑλόμενοι, ὡς αὖ χεῖρες αὐτοῦ εἰσιν οἱ πρακτικοί, ἐργαζόμε‐
5νοι τὰ τῆς ἀρετῆς ἔργα, ὤτων καλουμένων τούτου τοῦ σώματος τῶν συνετῶν ἀκροατῶν ὧν ἕκαστος ἐρεῖ· «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» Καταλλήλως πόδες τοῦ Χριστοῦ σώμα‐ τος λεχθεῖεν «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί».

1

.

230

Ἑπομένως τῷ διακρίνειν τὸν οἶκον Κυρίου, καὶ τὸ θεῖον σῶμα διακρίνειν, ἵν’ ὃ μέν τις ὡς προείρηται ὀφθαλμὸς ᾖ, ὃ δὲ χεὶρ δραστήριος ὧν καλὸν ἐνεργεῖν καὶ ἀποτελεῖν ἐργαζόμενον. Ἁρμονίως καὶ περὶ τῶν λοιπῶν μελῶν λεχθήσεται.

1

.

231

Παραπλησίως τῷ διακρίνειν τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὴν θείαν αὐλὴν αὐτοῦ διαφυλάσσει, περὶ ἧς τὸ ἅγιον Πνεῦμα βοᾷ τοῖς σπεύδουσιν ἐν αὐτῇ διατρίβειν· «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.»

1

.

232

Τί δὲ τὸ ἆθλον τοῦ διακρίνοντος τὸν Θεοῦ οἶκον καὶ διαφυλάσσοντος τὴν αὐλὴν αὐτοῦ παρίσταται ἐν τῷ· «Καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» Ἑστη‐ κότες δὲ δείκνυνται οἱ βεβαίως κατὰ ἁγιότητα ἱδρύμενοι, στάσιν
5μόνιμον κατὰ πίστιν ἀπειληφότες, οἷς προφωνῶν ὁ Ἀπόστολος γράφει· «Καὶ γὰρ τῇ πίστει ἑστήκατε.» Τοὺς οὕτω «τεθεμε‐ λιωμένους καὶ ῥεριζομένους» τελείως «ἐν ἀγάπῃ» σημαίνων ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησίν· «Εἰσίν τινες τῶν ὧδε ἑστηκό‐ των.»

1

.

233

Ἀνὰ μέσον τῶν οὕτως ἑστηκότων τῷ Ἰησοῦ ὑπὸ Θεοῦ δίδονται ἀναστρεφόμενοι κατὰ πολιτείαν θείαν καὶ θεωρίαν τῆς ἀληθείας. Ἐν οἷς ἀνθρώποις, ἀληθῶς τυγχάνουσι κατ’ εἰκόνα
καὶ ὁμοίωσιν Θεοῦ, συνανεστράφη ὁ λαβὼν αὐτοὺς ὑπὸ τοῦ
5Πατρὸς Ἰησοῦς, «ἐπὶ τῆς γῆς ὀφθεὶς ἵνα συναναστραφῇ τοῖς ἀνθρώποις», τύπον καὶ ὑπογραμμὸν παρέχων τοῖς προῃρημέ‐ νοις μιμεῖσθαι αὐτόν.

1

.

234

Κατὰ δεύτερον λόγον ἐρεῖς ἑστηκότας δεικνυμένους τοὺς χορεύοντας ἀγγέλους συναγομένους κατὰ «χιλιάδας χιλιάδων καὶ μυριάδας μυριάδων» αἰνούντων τὸν παμβασιλέα Σωτῆρα καὶ λειτουργούντων αὐτῷ. Τούτων τῶν παραστατῶν τῷ αὐτῶν
5δημιουργῷ ἀνὰ μέσον ἀναστρεφόμενοι δίδονται οἱ μετὰ ἀνάστασιν ἰσάγγελοι γινόμενοι, οὐκέτι γαμοῦντες ἢ γαμιζόμενοι, οὐκέτι ἀποθανεῖν δυνάμενοι, παυσ[α]μένης τῆς ἐγγάμων καὶ παιδοποιίας διαδοχῆς, ἐπείπερ «τὸ φθαρτὸν αὐτῶν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ἐνεδύσατο».

1

.

235

Πῶς γὰρ οὐκ ἐν μέσῳ τῶν ἑστηκό‐ των ἀθανάτων ἀγγέλων καὶ τῶν ἑτέρων θείων δυνάμεων ἀνα‐ στρέφεται ὁ ἀγαμίαν κατορθῶν, «μεριμνῶν τὰ τοῦ Κυρίου, ἀπερισπάστως» ἀεὶ ὢν «εὐπάρεδρος» τὸν θεραπεύειν ἱερατικῶς
5εἵλατο, εὐγενῶς δουλεύειν αὐτῷ, ἵν’ οὕτω φράσω, προθέμενος.

1

.

236

Ὁμοίως καὶ «ἡ παρθένος, πνεύματι καὶ σώματι ἁγία» τυγχάνουσα, ἀπερισπάστως εὐαρεστεῖ τῷ θείῳ νυμφίῳ, οὐδὲ κατὰ ποσὸν αὐτοῦ ἀπολείπεσθαι ἀνεχομένη. Καὶ συλλήβδην εἰπεῖν πάντες οἱ τῷ Σωτῆρι πλησιάζοντες τῷ
5μετέχειν αὐτοῦ ἀναστρέφονται ἀνὰ μέσον τῶν ἀεὶ καὶ διηνεκῶς ἑστηκότων ἐν ἁγιότητι. Εἷς τῶν οὕτως ἀναστρεφομένων ὑμνῶν
τὸν παμβασιλέα ἀνεφθέγξατο· «Ἐναντίον ἀγγέλων ψαλῶ σοι.»

1

.

237

Zach. III, 8—9: [Ἄ]κουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. Διότι ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν, διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου
5Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.

1

.

238

Ὁ διαμαρτυρόμενος ἄγγελος Κυρίου τῷ Ἰησοῦ τῷ μεγάλῳ ἱερεῖ τάδε φησίν· Ἄκουε σύ, Ἰησοῦ, ὁ μέγας ἱερεὺς ὤν· ἀκουέτωσαν δὲ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, τερατοσκόποι ἄνδρες ὄντες, ὅτι ἐγὼ καλῶ τὸν δοῦλόν μου
5ἀνατολήν, ὅτι ἐπὶ τὸν λίθον ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἑπτὰ ὀφθαλμοί εἰσιν αὐτοῦ.

1

.

239

Ἱερεὺς μέγας Ἰησοῦς ἐν τοῖς πρότερον ἀποδέδοται ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερατεύων, περὶ οὗ Ἑβραίοις ἐπι‐ στέλλων ὁ Ἀπόστολος γράφει· «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα
5τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.»

1

.

240

Καὶ ὅρα ὅτι οἱ δυνάμενοι κατανοεῖν ὡς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ὁ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἅγιοι τυγχάνουσιν, κλήσεως ἐπουρανίου μετέχοντες. Οὐ γὰρ παντός ἐστι θεωρεῖν πῶς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ἀπόστο‐
5λος καὶ ἱερεὺς Ἰησοῦς, ἀλλὰ μόνου καὶ παντὸς τοῦ σοφίαν δυνα‐
μένου λαλεῖν ἐν τοῖς τελείοις, τοῦ δυναμένου φάναι· «Ἰησοῦν ἑώρακα» τοῖς ὀφθαλμοῖς τῆς καρδίας μου πεφωτισμένοις πρὸς τοῦ ἀληθινοῦ φωτός.

1

.

241

Ἀμέλει γοῦν οἱ κλήσεως ἐπουρανίου μὴ μετέχοντες, καὶ ἐκ τῆς λέξεως ταύτης ἀπατῶσιν καὶ αὐτοὶ προηπατημένοι, κτίσμα καὶ ποίημα λέγοντες εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Σφάλ‐ λονται δὲ ἀνοήτως οἱ ἠλίθιοι, τὸ «ποιήσαντα αὐτὸν» ἐπὶ δημιουρ‐
5γίας καὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς λαμβάνοντες, τοῦ γρά‐ ψαντος τὴν ἐπιστολὴν οὐ βουλομένου τοῦτο.

1

.

242

Τὸ γὰρ πιστὸν ἀπόστολον καὶ ἀρχιερέα γίνεσθαι φανεροῖ βέβαιον καὶ ἀμετακίνητον ἀπόστολον καὶ ἱερέα ἀποδείκνυσθαι· οὐ γὰρ ἀεὶ ἀπόστολος καὶ ἱερεὺς Ἰησοῦς ἐστιν, ἀλλ’ ἀφ’ οὗ ὑπάρχουσιν οἱ πρὸς οὓς ἀπο‐
5στέλλεται καὶ ὑπὲρ ὧν ἱερᾶται, οἷς καὶ δι’ οὓς ἡ δεῦρο κάθοδος γέγονεν τοῦ ἀποσταλέντος ὑπὸ τοῦ Πατρός, ὅτε «κλίνας οὐρα‐ νὸν κατέβη» πρὸς οὓς ἀπεστάλη καὶ ὧν ἱερεύς ἐστιν.

1

.

243

Πολλαὶ δέ εἰσιν γραφαὶ διὰ τοῦ πιστοῦ σημαίνουσαι τὸ βέβαιον καὶ ἀκράδαντον· τὸ γὰρ περὶ Θεοῦ λεγόμενον ὅτι· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ τό· «Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πισ[τ]ά»,
5ἔτι μὴν καὶ τό· «Ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν», τὸ βέβαιον καὶ ἀμετάθετον δηλοῦσιν, τῶν κατὰ τὸν πνευματικὸν νόμον ἐντολῶν τοῦ Θεοῦ πιστῶν ὑπαρχουσῶν διὰ τὸ ἀμετάθετον, τῶν κατὰ τὴν σκιὰν τοῦ νόμου ἐντολῶν μετατιθεμένων ἐκ τοῦ γράμ‐ ματος ἐπὶ τὸ πνεῦμα καὶ ἐκ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν.

1

.

244

Ταύτῃ τῇ θεωρίᾳ καὶ τὰ τοῦ ἀληθινοῦ Δαυίδ, τοῦ τῇ
χειρὶ ἱκανοῦ, ὁ Σωτὴρ κατὰ τὸν ἄνθρωπόν ἐστιν, οὗ τὰ ὅσια πιστά ἐστιν τῷ ἀεὶ μένειν, μενόντων τῶν λόγων αὐτοῦ κἂν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθωσιν· διὸ καὶ ἱερεὺς πιστὸς ὑπάρχει, ἀπαρά‐
5βατον ἱερωσύνην ἔχων εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνων καὶ ἀποδειχθείς.

1

.

245

Τούτῳ τῷ μεγάλῳ ἱερεῖ ὁ ἄγγελος Κυρίου λέγει· «Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου» οἱ πνευματικῶς ἱερεῖς, οἱ τεταγμένοι ὑπὸ σὲ ἀρχιερέα ὄντα, πρὸς οὓς καὶ ἐν Ἠσαίᾳ λέγεται δικαίους ὄντας· «Ὑμεῖς δὲ
5κληθήσεσθε ἱερεῖς λειτουργοὶ Θεοῦ.» Ἔχουσιν δὲ ταύτην τὴν ἐπαγγελίαν μάλιστα οἱ διὰ παντελοῦς ἁγνείας τῆς ἐν ἀγαμίᾳ θεραπεύοντες Θεόν.

1

.

246

Οὐ μόνον δὲ οὗτοι ἀκούουσιν τοῦ ἀγγέλου σὺν τῷ Ἰησοῦ τῷ ἱερεῖ τῷ μεγάλῳ, ἀλλὰ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ. Οὗτοι δ’ εἰσὶν οἱ ἐν τῇ παλιγγενεσίᾳ τῇ κατὰ τὴν ἀνά‐ στασιν τῶν νεκρῶν καθήμενοι πρὸ προσώπου τοῦ Σωτῆρος, κριτοῦ
5καὶ βασιλέως ὄντος, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

1

.

247

Οὐχ ἕτεροι δὲ τῶν ἀποστόλων οὗτοι οἱ ἀκούοντες σὺν τῷ Ἰησοῦ τῶν θείων λόγων τοῦ ἀγγέλου· πλησίον ὄντες αὐτοῦ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ, οὐ νήπιοι οὐ παῖδες τυγχά‐ νουσιν, ἀλλ’ ἄνδρες τέλειοι καταντήσαντες εἰς ἄνδρα τέλειον τοῦ
5πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Διὸ καὶ τερα‐ τοσκόποι εἰσίν, σοφῶς ἐφιστάνοντες ταῖς τεραστίοις δυνάμεσι τοῦ Κυρίου, ὡς καταλαμβάνειν τὰ δι’ αὐτῶν δηλούμενα.

1

.

248

Ταύτης τῆς ἐπιστήμης ὁ μέγας ἱεροφάντης Μωϋσῆς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀρχιερεὺς Ἀαρών· γέγραπται γὰρ ὡς «Ἔθετο ὁ Θεὸς ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων καὶ τῶν
τεράτων αὐτοῦ». Πῶς δὲ οὐ τερατοσκόπος ὁ θεόθεν σχὼν οὐχ
5ἁπλῶς τὴν θέαν τῶν τεράτων καὶ σημείων, ἀλλὰ τῶν λόγων αὐτῶν καθ’ οὓς ταῦτ’ ἐπιτελεῖται.

1

.

249

Ἔστι δὲ μαρτύρασθαι τῇ θεωρίᾳ ἐξ ἑνὸς καὶ δευτέρου ἀναγραφέντων ἐν τοῖς Εὐαγγελίοις· σημεῖον καὶ τέρας ἦν τὸ εἰς ὄψιν ἀγαγεῖν τὸν ἀπὸ γενετῆς τυφλόν, πηλοῦ ἐπιχρισθέντων τῶν ὀφθαλμῶν αὐτοῦ, συνδευθέντος ἐκ γῆς καὶ τοῦ πτύσματος τοῦ
5εὐεργέ[τ]ου. Τούτου τοῦ παραδόξως γεγενημένου, τερατοσκό‐ πος ἐστὶν ὁ θεωρῶν τὸ δι’ αὐτοῦ δηλούμενον πρωτότυπον.

1

.

250

Τὸν γὰρ ἀπὸ ἐθνῶν λαὸν μηδαμῶς ὁρῶντα πρότερον τῷ κατὰ ἀθεότητα καὶ ἄγνοιαν Θεοῦ ἀνατετράφθαι ἀπὸ γενετῆς τυφλὸν εἶναι ἡγητέον, ἀναβλέψαντα τότε ὅτε κατὰ σάρκα γνοὺς Χριστὸν ἐπεχρίσθη τοὺς ὀφθαλμοὺς τὸν ἐκ το[ῦ] πτύσματος
5Ἰησοῦ γενάμενον πηλόν, πεῖραν λαβὼν τῆς ἐνανθρωπήσεως τοῦ εἰς τὸ ὁρᾶν αὐτὸν ἀγαγόντος.

1

.

251

Πρὸς τούτοις καὶ ἡ αἱμορροοῦσα γυνὴ ὅλοις ἔτεσι δώδεκα, ἔξω γέγονεν τῆς φορᾶς τοῦ ἀκαθάρτου αἵματος δι’ ἣν ἐκωλύετο τίκτειν, ἐκ τοῦ ἅψασθαι τοῦ κρασπέδου Ἰησοῦ. Παραδόξως καὶ τεραστίως ἐπετελεῖτο· ὁ γνῶσιν αὐτοῦ λαβὼν τερατοσκόπος ἐστίν,
5μετάγων τὸ εἰς τὴν γυναῖκα τεραστίως γεγονός, εἰς τὴν καθα‐ ρισθεῖσαν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν.

1

.

252

Δείξας πάντα τὰ τεθεωρημένα ἐν τοῖς ἐκκειμένοις ῥητοῖς, «Ἐγώ, φησίν, ὁ παντοκράτωρ Κύριος, τὸν δοῦλόν μου
ἄγω ἀνατολήν», δοῦλον ἑαυτοῦ λέγων τὸν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τυγχάνοντα, «τὸν ἀναλαβόντα μορφὴν δούλου,
5κενώσας ἑαυτὸν ἐν μορφῇ Θεοῦ ὑπάρχων». Οὗτος ὁ ἀχθεὶς Θεοῦ δοῦλος ἡ ἀνατολή ἐστιν ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ εἴρηται· «Ἀνατολὴ ἐξ ὕψους, ἐπιλάμψαι τοῖς ἐκ σκότει καὶ σκιᾷ θανάτου καθημένοις», οὐχ ἑτέρα ὑπάρχουσα «τοῦ φωτὸς τοῦ ἀληθινοῦ.»

1

.

253

Δεικνὺς τὸν δοῦλον ἑαυτοῦ ὁ Πατήρ φησιν· «Ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ», ἄνδρα καλῶν αὐτὸν διὰ τὴν ἐνανθρώ‐ πησιν, ἀνατολὴν δὲ διὰ τὸ ἀνατεταλκέναι, δικαιοσύνης ἥλιον ὄντα· γέγραπται γοῦν περὶ αὐτοῦ ἐν τῷ τελευταίῳ τῶν Δώδεκα
5Προφητῶν, ἐκ προσώπου τοῦ ἀποστείλαντος αὐτὸν Πατρός· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύ‐ νης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.»

1

.

254

Ἀποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἄγεσθαι τὸν δοῦλον αὐτοῦ ἀνατολήν φησιν· «Διότι ὁ λίθος ἀπὸ προσώπου» τοῦ ἐπιλάμ‐ ψαντος «ἑπτὰ ὀφθαλμοὺς ἔχει». Τίς δ’ οὗτός ἐστιν, ἢ ὁ ἐπιδημήσας Σωτήρ, ἔχων τὴν ἑπταδύναμον διορατικὴν φύσιν;
5Εἴρηται γοῦν ἐν Ἠσαίᾳ περὶ αὐτοῦ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπανα‐ παύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συν‐ έσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσε‐ βείας, κα[ὶ] ἐμπλήσει αὐτὸν πνεύματος φόβου Θεοῦ.»

1

.

255

Καὶ ὅρα γε τοὺς ἐπὶ ἕνα λίθον ἑπτὰ ὀφθαλμοὺς Κυρίου, ὧν ὃ μὲν πνεῦμα σοφίας, ὃ δὲ συνέσεώς ἐστιν. Τίς γὰρ οὕτω
ὀφθαλμὸς φωτεινός ἐστιν, πάντα τὰ καλὰ καὶ μεγάλα κατοπ‐ τεύων, ἢ τὸ τῆς σοφίας πνεῦμα, παραπλησίως καὶ τὸ τῆς
5συνέσεως πνεῦμα;

1

.

256

Ὁ οὕτως ὀμματώμενος πνευματικὸς λίθος, αὐτὸ βουλὴ καὶ ἰσχὺς ὑπάρχων, πάντα βεβουλευμένως καὶ ἰσχυρῶς θεωρεῖ, γνωστικῶς τε καὶ εὐσεβῶς ἐμπλησθεὶς Πνεύματος Θεοῦ τότε μάλιστα ὅτε ἀνέλαβεν τὴν τοῦ δούλ̣ου μορφήν. Αὐτίκα γοῦν οὐκ
5ἔξοθεν λαμβάνει τὸ ἐπαναπαυ[ό]μενον ἐπ’ αὐτὸν σοφίας καὶ συνέσεως, βουλῆς τε καὶ ἰσχύος, γνώσεώς τε καὶ εὐσεβείας πνεῦμα· ἐπαναπαύεσθαι γὰρ ἐπ’ αὐτὸν εἴρηται. Οἰκεῖον γὰρ καὶ κατάλληλον αὐτῷ ὑπάρχει ἕκαστον τῶν εἰρημένων, μόνου τοῦ πνεύματος τοῦ φόβου ἐπιγινομένου ὥστε ἐμπλῆσαι αὐτόν.

1

.

257

Τοῦτο τὸ τοῦ φόβου πνεῦμα εὐλάβεια ἑτέρῳ ὀνόματι καλεῖται, προσὸν τῷ ἀνθρώπῳ τῷ ἐκ Μαρίας· γράφει περὶ τού‐ του ὁ Ἀπόστολος κατὰ λέξιν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας, μετὰ
5κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, πρὸς τὸν δυνάμενον αὐτὸν σῴζειν ἐκ θανάτου, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Εὐλάβειαν δὲ ἔχει οὐ καθὸ Θεός, ἀλλὰ καθὸ ἄνθρωπός ἐστιν.

1

.

258

Ὅτι δὲ λίθος προσαγορεύεται ὁ τὴν ἑπταδύναμον ὅρασιν ἔχων, ἐκ τῶν θείων γραφῶν ἀποδείκνυται· χρησάμενος ὁ πρό‐ κριτος τῶν ἀποστόλων Πέτρος τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ οὕτως ἔχοντι· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγε‐
5νήθη εἰς κεφαλὴν γωνίας», ἐλεγκτικώτατα πρὸς τοὺς τοῦ Ἰσραὴλ διδασκάλους φησίν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, γενάμενος εἰς κεφαλὴν γωνίας.»

1

.

259

Πῶς γὰρ οὐ συνῆψεν καὶ μίαν ἀπετέλεσεν γωνίαν τοὺς δύο τοίχους, τόν τε οἰκοδομούμενον ἐκ τῶν προσελθόντων τῷ εὐαγ‐ γελίῳ Ἰουδαίων καὶ τῶν πιστευσάντων ἀπὸ ἐθνῶν· συγκειμένης
γὰρ τῆς Ἐκκλησίας ἔκ τε Ἰουδαίων καὶ Ἑλλήνων, κεφαλὴ αὐτῆς
5γενάμενος ὁ Χριστός, μίαν ἀπετέλεσε γωνίαν, συμφωνούντων λοιπὸν κατὰ μίαν πίστιν τῶν συνηρμοσμένων εἰς μίαν οἰκοδομήν, πάντων ἀνθρώπων τῶν προσηκαμένων τὸ θεῖον εὐαγγέλιον ἀπὸ τῶν δύο λαῶν κτιζομένων εἰς ἕνα καινὸν ἄνθρωπον.

1

.

260

Τὸν οὕτω ἀπαγγελλόμενον λίθον, ὄντα «ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, ἐνέβαλεν ὁ Θεὸς εἰς τὰ θεμέλια τῆς Σιών, μηκέτι αἰσχυνομένου» δι’ ἁμαρτίαν τινός, καθαρσίου γεγε‐ νημένου παντὸς τοῦ πιστεύοντος ἐπ’ αὐτῷ. Οἱ προσερχόμενοι τῷ
5ἀθανάτως ζῶντι Λόγῳ, ζῶντες καὶ αὑτοί, λανθάνοντες λίθοι ἐποικοδομοῦνται, ἵν’ οἶκος πνευματικὸς συστῇ καὶ θυσιαστήριον νοητόν, ἐφ’ ὃ ἀναφέρεται ἡ τῆς αἰνέσεως θυσία καὶ αἱ ὁμογενεῖς αὐτῇ πᾶσαι οὖσαι πνευματικαί.

1

.

261

Γενοίμεθα καὶ ἡμεῖς ζῶντες λίθοι ἅγιοι, κυλιόμενοι ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, ἵν’ «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν Χριστοῦ Ἰησοῦ» ναὸς καὶ οἶκος
πνευματικὸς ἀποτελεσθῶμεν, ἵν’ ἐνοικήσῃ ὁ Θεὸς ἐν ἡμῖν.

1

.

262

Zach. III, 9—10: Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσατε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑπο‐
5κάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

1

.

263

Ὀρύσσω, φησίν, ἐγὼ Κύριος παντοκράτωρ, βόθρον, ἐπὶ τῷ τὰ κεκρυμμένα πάντα φανερῶσαι, ἐπὶ τῷ ἅψασθαι καὶ ψηλαφῆσαι πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης, δῆλον δ’ ὅτι τῆς ὀρυττομένης, ἐν μιᾷ τῇ ἐπιλαμπομένῃ ἡμέρᾳ, τότε μάλιστα ὅτε
5«φωτίζει Κύριος ὁ Θεὸς» ὁ παντοκράτωρ «τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν φανεροῖ», ἐπὶ τῷ κατα‐ δικάσαι τοὺς πράξαντας τὴν ἀδικίαν πᾶσαν.

1

.

264

Δύναται ἡμέρα μία καλεῖσθαι ὁ καιρὸς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐν ᾗ ψηλαφᾷ ὁ ἐπιλάμψας εὐεργέτης ἅμα καὶ κριτὴς πᾶσαν τὴν ἀδικίαν τῆς δεικνυμένης γῆς, «αἱρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου»· οὗ κατορθωθέντος, ἐκποδὼν γεναμένης
5τῆς μητρὸς πάσης στάσεως καὶ παντὸς πολέμου ἀδικίας, εἰρήνη ἔσται βαθεῖα, ὡς μηκέτι δεδιέναι τινά, καταλυθέντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων δαιμόνων καὶ τῶν ἄλλων ἀντικειμένων δυνάμεων, αἳ εἴρηνται «κοσμοκράτορες τοῦ σκότους τούτου», ὡς ἀφόβως λοιπὸν διάγειν ἕκαστον καὶ προσκαλεῖσθαι τὸν πλησίον
10ὑποκάτω συκῆς καὶ ἀμπέλου.

1

.

265

Ταύτην ὑπογράφων τὴν εἰρηναίαν καὶ εὐσταθῆ κατάστασιν, καὶ Μιχαίας ὁ προφήτης προαναφωνεῖ προγνωστικῶς τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· «Προσ‐ καλέσεται ἕκαστος τὸν πλησίον καὶ τὸν ἀδελφὸν αὐτοῦ ὑποκάτω
5συκῆς καὶ ἀμπέλου αὐτοῦ, οὐκ ὄντος τοῦ ἐκφοβοῦντος.» Πῶς γὰρ ἔτι ἐκφοβῶν τις ἔσται, πάντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων καταλυθέντων;

1

.

266

Τί δ’ αἰνίττονται τὰ μνημονευθέντα φυτ̣ά, ἄμπελον καὶ συκῆν λέγω, ἢ τὸν θεωρητικὸν καὶ πρακτικὸν βίον; Ἡ μὲν ἄμπελος τὸν γνωστικὸν καὶ ἐπιστημονικὸν εὐφροσύνης ποιητικὸν ποιοῦσα καρπόν, ἡ δὲ συκῆ τὸν πρακτικόν, αὐστηρά τις καὶ
5τραχεῖα τυγχάνουσα διὰ τοὺς ὑπὲρ κτήσεως ἀρετῆς πόνους καὶ ἱδρῶτας.

1

.

267

Περὶ τῆς οὕτω ἀποδιδομένης συκῆς τὸ σαλαμώντιον θέσπισμα ἐν Παροιμίαις λέγει· «Ὁ φυτεύων συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὁ δὲ φυλάσσων τὸν Κύριον τιμηθήσεται», οὐκ οὔσης ἀναντιρρήτου τῆς ἱστορίας· πολλοὶ γὰρ φυτεύσαντες
5αἰσθητὴν συκῆν οὐδ’ ἐδρέψαντο οὐδ’ ἔφαγον τοὺς καρποὺς αὐτῆς, ἢ θανάτῳ κωλυθέντες, ἢ πόρρω οὗ ἐφύτευσαν φυτοῦ ἀπῳκισμένοι, μόνου καὶ παντὸς ἐσθίοντος τοὺς καρποὺς οὗ ἐφύτευσαν πνευ‐ ματικοῦ δένδρου.

1

.

268

Εἴρηται δ’ ἡ συκῆ ὁ πρακτικὸς καὶ ἐνεργητικὸς τῶν καλῶν βίος· καταλλήλως ἐκδεκτέον καὶ τὴν ἄμπελον, τὴν γινο‐ μένην οἷα κλῆμα ἀμπέλου τῆς ἀληθινῆς. Ἄμπελος γάρ ἐστιν ἕκαστος τῶν Ἰησοῦ μαθητῶν, κλῆμα τυγχάνων τοῦ λέγοντος
5Σωτῆρος· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα. Πᾶν κλῆμα μένον ἐν ἐμοὶ πλείονα καρπὸν φέρει.»

1

.

269

Φιλέταιροι καὶ φιλάδελφοι τυγχάνοντες οἱ τὰ λεχθέντα δένδρα γεωργήσαντες, προσκαλοῦνται ἀλλήλους ὑποκάτω ἀμπέ‐ λου καὶ συκῆς εἰρηναίως, ἐπὶ τῷ τρυφῶντας διάγειν. Ὅτε γοῦν ὁρᾷς τὸν γνωστικὸν ἄνδρα σπεύδοντα ἄγειν τοὺς πλησίους ὑπὸ
5τὴν σοφὴν θεωρίαν τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ δογμάτων τε καὶ
φρονημάτων, σκοπεῖς πῶς προσεκαλέσατο οὓς ἀγαπᾷ πλησίον ὡς ἑαυτὸν ὑπὸ τὴν ἰδίαν ἄμπελον, ἵν’ εὐωχῶνται καὶ εὐφραίνωνται ἅμα.

1

.

270

Ὡσαύτως ὁ τῶν καλῶν ἔργων ποιήτης ἄγει τοὺς φίλους ὑπὸ τὴν ἐφύτευσε συκῆν τὴν πρακτικὴν ἀρετήν, ἵνα ἅμα ῥᾳστωνεύσωσιν, εἰσελθόντες εἰς τὴν χαρὰν τοῦ ἑαυτῶν δεσπότου.

1

.

271

Zach. IV, 1—3: Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον
5ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λ̣ύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπα‐ ρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων.

1

.

272

[Ὁ λαλ]ῶν ἐν ἐμοὶ ἄγγελος ἐπέστρεψεν ἐξ ἑτέρας ἀπο‐ καλύψεως εἰς ἄλλην θεωρίαν, ἥνπερ ἵνα θεάσωμαι ἐξήγειρέν με διαναστήσας με ὡς ἀπὸ ὕπνου καθεύδοντα ἄνθρωπον, καί φησιν πρὸς ἐμέ· Σὺ τί βλέπεις; Κἀγὼ πρὸς αὐτὸν εἶπον· Ἑώρακα
5καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι [καὶ] ἰσάριθμοι ἐπαρυστρίδες ἐποχετεύουσαι τοῖς λύχνοις [ἔλαι]ον. Εἶδον δὲ καὶ ἐλαίας δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν [ἐκ δ]εξιῶν, ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρ‐ χον.

1

.

273

Τί δὲ ἕκα̣[σ]τ̣ον τῶν φανέντων τῷ προφήτῃ αἰνίττεται καιρὸς ἰδεῖν.

1

.

274

Ἐξήγειρέν με, ὁ ἅγιος λέγει, ὁ ἐπιστρέψας πρός με ἄγγελος συνεχῶς καὶ ἐπαλλήλως λαλῶν ἐν ἐμοί, τάχα οὐχ
ἕτερος τυγχάνων «τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου». Ἐξ‐ ήγειρεν δέ με παραπλησίως ἀνθρώπῳ ἐξ ὕπνου διαγρηγοροῦντι
5εἰς νῆψιν ἐληλυθότι. Ἐπαινετὴ δὲ αὕτη ἡ διέγερσις, ὥστ’ ἀνει‐ πεῖν τὸν προσδοκήσαντα αὐτὴν μετὰ θάρσους· «Ἐξεγερθήσομαι ὄρθρου.» Τούτου πληρωθέντος δι’ ἐκβάσεως τοῦ προαναφω‐ νηθέντος, χαριστηρίως βοᾷ· «Ἐξηγέρθην ὅτι Κύριος ἀντιλήμ‐ ψεταί μου.»

1

.

275

Ἀναφέρεται δὲ αὕτη ἡ φωνὴ ἐπὶ τὸν ἐκ νεκρῶν ἐξεγερ‐ θέντα Σωτῆ[ρ]α, ὑπνώσαντα καθὸ ἄνθρωπος γέγονεν. Πῶς γὰρ οὐκ ἐξηγέρθη ἐξ ὕπνου ὅτε ἀνέστη ἐκ νεκρῶν μετὰ τὸ διατελέσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ὠφελήσας
5καὶ τὰς ἐν ᾅδῃ ψυχάς, εὐφράνας αὐτὰς καὶ ἐμπλήσας τῆς ἐνδε‐ χομένης ἐκεῖ τρυφῆς.

1

.

276

Λέγει γοῦν· «Ἐμύθησα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα», παρασ‐ χὼν «οἶνον τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου καὶ ἄρτον τὸν στηρίζοντα τὸ ἡγεμονικὸν τοῦ τραφέντος». Καὶ ἐξηγέρθην καὶ
5εἶδον τὴν ὑπάρξασαν νηφάλιον μέθην ταῖς πιούσαις ψυχαῖς καὶ ὡς ἐνεπλήσθησαν τῆς σωτηριώδους τροφῆς. Διὸ «ἡδὺς γέγο‐ νέν μοι ὁ ὕπνος», τοῦτ’ ἔστιν «ὁ θάνατος οὗ ὑπὲρ πάντων ἐγευσάμην χάριτι» τοῦ εὐδοκήσαντος Θεοῦ.

1

.

277

Παραπλησίως τούτῳ τῷ «ἀνθρώπῳ τῷ ἐν πληγῇ ὄντι καὶ εἰδότι φέρειν μαλακίαν» ἐξεγερθεὶς ὁ θεῖος προφήτης ἀκούει πρὸς τοῦ ἐξυπνίσαντος αὐτὸν ἀγγέλου· «Σὺ τί βλέπεις;» πρὸς ὃν ὁ θεασάμενος τὸ εἰς ἀντίλημψιν ἐ̣λ̣[η]λυθὸς ὅραμα τοῖς
5πεφωτισμένοις ὀφθαλμοῖς τῆς καρδίας ἀ[πε]κρίθη· «Ὁρῶ
λυχνίαν χρυσῆν ὅλην.» Διὰ τοῦ εἰπεῖν τὴν λυχνί[αν χρυ]σῆν ὅλην εἶναι, δηλοῖ ὅτι ὅλη δι’ ὅλων ἡ φωτῶν πεπληρωμέν[η λυ]χ̣ν̣ί̣[α] νοερὰ καὶ ἀσώματός ἐστιν.

1

.

278

Εὑρίσκομεν οὐ πολ‐ λαχοῦ τῆς γρ[αφ]ῆς ὡς τὰ νοητὰ ὀνόματι τοῦ χρυσοῦ σημαίνεται· τάχα οὖν ἡ νοητὴ λυχνία ὁ πνευματικὸς οἶκος καὶ ναὸς τοῦ Θεοῦ τυγχάνει, ὡς ἐν Ἀποκαλύψει Ἰωάννου λέγεται, ὅτε φησὶν ὁ
5δεικνὺς τὴν ἀποκάλυψιν τῷ μυσταγωγουμένῳ· «Αἱ ἑπτὰ ἐκκλη‐ σίαι ἃς ὀφθαλμῷ ψυχῆς εἶδες ἑπτὰ λυχνίαι εἰσίν.»

1

.

279

Ἐπὶ τῆς ὅλης χρυσῆς λυχνίας λαμπάδιον ἐπάνω ἐστὶν ὁ φωτεινὸς περὶ τῆς Τριάδος λόγος. Ἀφ’ οὗ λαμπαδίου ἧψαν τὰς ἑαυτῶν λαμπάδας αἱ δᾳδουχοῦσαι παρθένοι φρόνιμοι ἀπαντήσα‐ σαι τῷ θείῳ ἑαυτῶν νυμφίῳ· φωτίσασαι δὲ φῶς γνώσεως αὐταί,
5μετασχοῦσαι τοῦ Θεοῦ φωτὸς ὑπάρχοντος ἐν ᾧ οὐδ̣εμία κακίας καὶ ἀγνοίας ὑπάρχει σκοτία, μετασχοῦσαι δὲ καὶ τοῦ ἀληθινοῦ φωτός, μέτοχοί τε γενάμεναι ἁγίου Πνεύματος, χορεύουσιν λαμπαδηφοροῦσαι.

1

.

280

Ὥσπερ δὲ τὸ λαμπάδιον ὤφθη ἐπάνω τῆς ἑρμηνευ‐ θείσης λυχνίας, οὕτω καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς τῆς λυχνίας ἐφάνησαν, ἑπτάφωτος ἐπίλαμψις οὖσα. Ὅνπερ γὰρ τρόπον ἡ τελεία φωτεινὴ νόησις ἑπτὰ ὀφθαλμοὶ εἴρηνται καὶ ἑπτὰ στῦλοι
5τὸν οἶκον τῆς σοφίας ἀντιστηρίζουσιν, οὕτω καὶ οἱ ἑπτὰ λύχνοι ἐπίκεινται τῇ λυχνίᾳ, καθ’ ἕτερον τρόπον οὔσης ἣν ἀνείληφεν ὁ Σωτὴρ κατὰ τὴν ἐπιδημίαν ψυχὴν καὶ σάρκα.

1

.

281

Πῶς γὰρ οὐ χρυσῆ ὅλη λυχνία αὕτη, ἁμαρτίαν μὴ ποιήσασα μηδὲ γνοῦσα αὐτήν, ᾗ ἐπίκεινται ἑπτὰ λύχνοι, τὸ πνεῦμα τῆς σοφίας καὶ συνέσεως, τὸ πνεῦμα τῆς θείας βουλῆς, καὶ ἰσχύος, καὶ γνώσεως,
5καὶ εὐσεβείας, καὶ φόβου Θεοῦ.

1

.

282

Πῶς δ’ ἔχει τούτων ἕκαστον πρὸς τοῦτον ᾧ ἐπανεπαύ‐ σαντο ἀνατείλαντα ἐκ τῆς ῥίζης Ἰεσσαί, σεσαφήνισται πρότερον ὅτε προέκειτο τό· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς [ῥί]ζης Ἰεσσαί», καὶ πᾶσα ἡ περιοχὴ τῆς προφητείας ἡ ἀπαγγέ[λλο]υσα περὶ
5τούτων.

1

.

283

Αὕτη δὲ ἡ ἑπταφεγγὴς [δύ]ναμις τῶν ἐπάνω τῆς λυχνίας ἑπτὰ λύχνων τρέφε[τ]αι καὶ αὔξεται, ἐποχετευομένου ἐλαίου διὰ τῶν ἑπτὰ ἐπα[ρ]υστρίδων ἐπιρρεουσῶν τὸ τρέφον καὶ φυλάττον τὸ φῶς [ἔ]λ̣αιον. Οὐχ ἕτερον δὲ τοῦτο τυγχάνει τῆς
5μελέτης τῆς γνώσεως τῆς ἀληθείας. Μνήμην γὰρ καὶ κραταιο‐ τέραν θεωρίαν ἐκ τοῦ μελετᾶν καρπούμεθα.

1

.

284

Ἐπὶ πᾶσι τοῖς τεθεωρημένοις τῆς λυχνίας καὶ τοῦ λαμπαδίου καὶ τῶν ἑπτὰ ἐπαρυστρίδων καὶ ἰσαρίθμων λύχνων, ὤφθησαν καὶ ἐλαῖαι δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν ἣ δὲ ἐξ ἀριστέρων ἔκειντο τοῦ λαμπαδίου. Καὶ ὅρα εἰ ἡ περὶ τῶν
5νοητῶν καὶ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος μελέτη ἔλαιόν ἐστι τρυγώμενον ἐκ τῆς ἐκ δεξιῶν ἐλαίας, ἣ δὲ περὶ τοῦ κόσμου καὶ συστάσεως αὐτοῦ καὶ προνοίας τῆς ἐκ Θεοῦ ἐκ τῆς εὐωνύμου
ἐλαίας πιέζεται.

1

.

285

Οἴονται κατὰ θεωρίαν ἄλλην, ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου οὖσαν εἰπεῖν τὴν περὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θεωρίαν, τῆς ἐξ εὐωνύμων κειμένης τρεφούσης τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον. Φωτίζων γὰρ καὶ οὗτος, ἀλλ’ οὐχ ὡσαύτως
5τῆς ἐκ δεξιῶν καὶ προηγουμένης θεωρίας.

1

.

286

Ἤκουσα ἐγώ ποτε προϊσταμένου τῆς καθολικῆς Ἐκκλη‐ σίας διδασκάλου σαφηνίζοντος τὴν προκειμένην λέξιν ὅτι τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας ὁ περὶ τοῦ Πατρὸς φωτισμός ἐστιν, αἱ δὲ 〈ἐκ δεξιῶν〉 καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐλαῖαι οἱ περὶ Υἱοῦ
5καὶ ἁγίου Πνεύματός εἰσιν λόγοι. Οὐκ ἀποδέδωκε δὲ ὁ ταύτην τὴν ἑρμηνείαν φέρων πῶς ὃ μὲν ἐκ δεξιῶν, ὃ δὲ ἐξ εὐωνύμων ἐστίν.

1

.

287

Ἐπεὶ ἡ προκειμένη θεωρία περὶ λυχνίας οὐκ αἰσθητῆς ἀλλὰ νοητῆς ὑπάρχει, ὅρα μὴ αὕτη ἐστὶν ἣν εἶδεν Μωϋσῆς ἐν τῷ ὄρει κατὰ τὸν τύπον τ[ὸ]ν δειχθέντα αὐτῷ, οὐχ ἕτερον ὄντα τῆς καλουμένης ἰδέας· πρ[ὸ]ς [τὴν] ἀόρατον καὶ νοητὴν λυχνίαν
5ἡ αἰσθητὴ κατεσκευάσθη κ̣[ατὰ τὴν] ὑ̣φήγησιν τοῦ ἱεροφάντου
Μωϋσέως.

1

.

288

Οὐκ ἄκαιρον προσ̣[πα]ρ̣α[γρά]φειν τοῖς τεθεωρημένοις καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν [ὑπὸ Ἰησοῦ]· «Οὐδείς, φησίν, ἅψας λύχνον εἰς κρυπτὴν τίθησιν ἢ ὑπὸ σ̣[κεῦος ἢ] κλίνην, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ ἐν τῇ οἰκίᾳ ὁρ[ῶ]σι τὸ φῶς.»

1

.

289

Δυνατὸν ἐν τούτοις ἐκλαβεῖν οἰκίαν τὴν Ἐκκλησίαν τοῦ [ζ]ῶντος Θεοῦ, οἶκον αὐτοῦ τυγχάνουσαν, ἐν ᾗ οἱ παραμένοντες [καὶ] διατρίβοντες, κατὰ δόγματα αὐτῆς διακείμενοι, κατα[λά]μ‐ πονται πρὸς τοῦ ἐπικειμένου τῇ λυχνίᾳ λύχνου, ἐξαπτομέ[νου]
5ὑπὸ τοῦ παιδεύοντος τοὺς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διάγοντας κα[τὰ] τοὺς θεσμοὺς καὶ κανόνας καὶ δόγματα τῆς ἐκκλη‐ σιαστι[κῆ]ς γνώμης. Φωτίζει δ’ οὗτος ὁ διδάσκαλος ὅταν οἷα λύχνον ἄ[ρῃ] τὸν ἑαυτοῦ νοῦν, ὅνπερ οὐ κρύπτει ὑπὸ κλίνην ἢ σκεῦος, ἀλλ’ ἐπι[τίθ]η̣σ[ι]ν̣ τῷ προφορικῷ αὐτοῦ λόγῳ, λυχνίᾳ
10ἀλληγορικῶς προσ[αγορευο]μένῳ, ἔχων «γλῶτταν παιδείας ἡνίκα δεῖ εἰπεῖν».

1

.

290

Οἷόν [τε καὶ] πρακτικὸν βίον λυχνίαν εἰπεῖν ᾗ ἐπίκειται ὁ πεφωτισ[μένος ν]οῦς τοῦ φωτίσαντος ἑαυτῷ φῶς γνώσεως. Ὁ ἐφιστάνων [τῇ παρού]σῃ σαφηνείᾳ τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ δοκιμα[ζέτω πό]τερον δεῖ αὐτὴν παραδέξασθαι ἢ ἑτέραν
5ζητεῖν παρὰ τῶν [.....δ]ι̣αβεβηκότων ἐν συνέσει. Οὕτω γὰρ
ἠκριβωμένην νό[ησιν ἀπο]καρποῦσθαι συμβαίνει.

1

.

291

Zach. IV, 4—6: Καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· Τί ἐστιν ταῦτα, Κύριε; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με λέγων· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· Οὐκ ἐν
5δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκρ[ά]τωρ.

1

.

292

Ἐπηρωτηκέναι λέγει ὁ προφήτης τὸν λαλοῦντα ἐν αὐτῷ ἄγγελον, μαθεῖν θέλων τίνα ἐστὶν τὰ δειχθέντα αὐτῷ θεῖα θεάματα, ἤτοι πάντα τὰ ἀποκαλυφθέντα, ἢ τὰ πρ̣[οσ]εχῶς πρὸ τῆς προκειμένης νυνὶ λέξεως, ἅ ἐστιν πε[ρὶ] τῆς χρυσῆς ὅλης
5λυχνίας καὶ τῶν ἐπάνω αὐ[τῆς] ὄντων, λαμπαδίου τε καὶ ἑπτὰ ἐπαρυστρίδων [καὶ] λύχνων ἴσων, καὶ ἐλαιῶν δύο, ὧν ἣ μὲν ἐκ δεξιῶν [ἣ δὲ] ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον.

1

.

293

Πρὸς τὴν [πε]ρὶ τῆς θέας τούτων ἐρώτησιν, οὐκ αἰσθητῶν ὄν[των], εὐθὺς ὁ ἐρωτηθεὶς ἀπεκρίνατο ὅτι λόγος Θεοῦ ἀπὸ [προ]σώπου Ζοροβάβελ εἰσίν, ἐξ οὗ παρίσταται ὡς νοητὰ θ̣[εά]ματα τὰ δειχ‐
5θέντα ὑπῆρχεν καὶ ὅτι ἀληθὲς τοῦτ[ο]. Ἡ δεῖξις τῶν ἀποκα‐ λυφθέντων γέγονε τῷ προφή[τῃ] ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνοντι, ἐν ᾗ οὔτε ὁ οἶκο[ς τοῦ] Θεοῦ ᾠκοδόμητο, οὐδὲ τὰ σκεύη τὰ ἐν αὐτῷ, ὧν ἐ̣[σ]τιν [καὶ] ἡ λυχνία καὶ τὰ ἐπάνω αὐτῆς. Τούτων οὕ[τω θεω]ρουμένων, ἐμμενετέον τῇ περὶ αὐτῶν
10λεχ[θείσῃ] ἑρμηνείᾳ ἢ μείζονα αὐτῆς ζητητέον.

1

.

294

Ὁ λόγο[ς ὃν .......] τῷ προφήτῃ ὁ ἄγγελος οὐκ ἐν δυνάμει μεγάλῃ [οὐδ’ ἐν ἰσχύϊ] ἀνθρώπου ἢ ἄλλου τινὸς γενητοῦ,
ἀλλ’ ἐν Πνεύματι Κ[υρίου εἴρηται] καὶ πεφανέρωται.

1

.

295

Πνεῦμα δὲ Κυρίου τὸ ἅγιον συνεχῶς ἐν ταῖς γραφαῖς λέγεται, ὡς καὶ ἐν ἑτέραις γραφαῖς παρὰ τὴν προκειμένην. Περὶ αὐτοῦ γο̣ῦ̣ν̣ καὶ τὸ ἐν Ἠσαίᾳ ἀπαγγέλλεται ὧδε· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με.» Τούτοις ὁμοψήφοις
5καὶ ὁ ἀπόστολος Παῦλος Κορινθίοις ἐπιστέλλων γράφει· «Τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, ὅπερ ἐραυνᾷ καὶ τὰ μυστικὰ βάθη τοῦ Θεοῦ.» Καὶ ἔτι ἐν Ἠσαΐᾳ αὐτὸς ὁ τῶν πάντων γενεσιάρχης
10καὶ προνοητής φησιν· «Πνεῦμα παρ’ ἐμοῦ ἐξελεύσεται.»

1

.

296

Ἐν τούτῳ τῷ Πνεύματι τὰ δειχθέντα πρὸ προσώπου Ζοροβάβελ πεφανέρωται, ἀλλ’ οὐκ ἐν μεγάλῃ δυνάμ̣ει ἢ ἰσχύϊ γενητοῦ τινος. Ἑτέρα γάρ ἐστιν δύναμις ἡ σὺν τῷ Πνεύματι χορηγουμένη τοῖς ἀξίοις περὶ ἧς ὁ Σωτήρ, ἐν ταῖς Πράξεσιν
5τῶν Ἀποστόλων, λέγει τοῖς μαθηταῖς ἑαυτοῦ, ἀναλαμβανόμενος λοιπὸν εἰς τὸν οὐρανὸν καὶ τὸν Πατέρα αὐτοῦ· «Λήμψεσθε δύναμιν τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ’ ὑμᾶς.» Συμφώ‐ νως, ἐπὶ τέλει τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἀνιὼν ὁ Σωτὴρ ὅθεν ἐλήλυθεν, δοὺς τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις, φησίν·
10«Ὑμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ἕως ἐνδύσησθε ἐξ ὕψους δύναμιν.»

1

.

297

Οὐχ ἑτέρα δὲ δύναμις αὕτη τοῦ Χριστοῦ τυγχάνει, ὄντος «σοφίας καὶ δυνάμεως Θεοῦ», ἐξ ἧς τὸ κήρυγμα τὸ εὐαγγελικὸν ὑπῆρκται τοῖς ἀποστόλοις, ὧν εἷς ὁ Παῦλος τυγχάνων γράφει· «Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου
5οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύ‐
ματος καὶ δυνάμεως», ἅπερ χρηματίζει ποτὲ ἀπὸ τοῦ ἔχοντος αὐτὰ ὀρέξαντος Θεοῦ, ὡς περὶ τοῦ Ἰωάννου εἴρηται ἐν τῷ Εὐαγ‐ γελίῳ «προεληλυθότος ἐνώπιον Κυρίου ἐν πνεύματι καὶ δυνάμει Ἠλίου».

1

.

298

Ἐπίστησον ἀκριβῶς εἰ τὴν αὐτὴν ἔχει νόησιν τὸ ἀπαγ‐ γελθὲν τῇ Μαρίᾳ ὑπὸ τοῦ ἁγίου ἀγγέλου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.»

1

.

299

Ἐν τῷ μνημονευθέντι Πνεύματι Θεοῦ ἐν τοῖς ἐκτε‐ θεῖσιν ῥητοῖς καὶ ἑτέροις πλείοσιν ἡ ἀπαγγελία γέγονεν πρὸ προσώπου Ζοροβάβελ καὶ τῆς συνεζευγμένης αὐτῷ δυνάμεως, «καὶ οὐκ ἐν ἄλλῃ μεγάλῃ δυνάμει καὶ ἰσχύϊ». Ὑποδεεστέρα
5γὰρ αὕτη τυγχάνει, κἂν θεία καὶ περισπούδαστος ᾖ.

1

.

300

Zach. IV, 7: [Τ]ίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.

1

.

301

Ὡς πρὸς λογικὸν καὶ ἀντιλαμβανόμενον φωνῆς θείας διὰ πεῦσιν προσάγει ἤτοι ὁ διορατικὸς προφήτης ἢ ὁ λαλῶν ἐν αὐτῷ ἄγγελος. Τί δ’ ἐστὶν ἅ φησιν αὐτῷ; Τίς εἶ σύ, ὦ ὄρος πρὸ
προσώπου τυγχάνον τοῦ Ζοροβάβελ τοῦ κατορθῶσαι, καὶ τίς ὁ
5λίθος ὃν ἐξοίσω τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς; Πρὸς ταῦτα ὃ μέν τις ἐρεῖ τὰς δύο προσηγορίας ἐκ παραλλήλου κεῖσθαι κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος. Πολλαὶ γὰρ γραφαὶ καὶ ὄρος καὶ λίθον αὐτὸν ὀνομάζουσιν.

1

.

302

Ἐν γὰρ τῷ· «Ἔσται ἐμφανὲς τὸ ὄρος Κυρίου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν», ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν μετὰ τὸ λαλῆσαι ἐν Μωϋσεῖ καὶ τοῖς προφήταις. Τοῦ αὐτοῦ δηλωτικὸν ὑπάρχει καὶ τό· «Ἐπ’ ὄρος
5Σιὼν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών.»

1

.

303

Καὶ ἕτεραι μυρίαι μαρτυρίαι εἰσὶν περὶ τούτου, ἃς ἐατέον παραφέρειν τὸ νῦν, ὅπως μὴ πέρᾳ τοῦ δέοντος πολὺς ὁ λόγος γένηται, μάλιστα ὅτι πολλάκις ἡρμήνευται τὰ περὶ τοῦ ὄρος εἶναι τὸν Σωτῆρα ἐν τοῖς
5ὑπομνήμασιν τῶν θείων Ψαλμῶν καὶ τῆς τελευταίας ὁράσεως τοῦ Ἠσαίου.

1

.

304

Ἀλλὰ καὶ λίθος εἴρηται ὁ ὀνομαζόμενος ὄρος Σωτὴρ ἐν τῷ· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Ταύτης τῆς λέξεως μνημονεύσας ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων, ὁ κορυφαιότατος μαθητὴς τοῦ
5Σωτῆρος Πέτρος ἐλεγκτικώτατα πρὸς τοὺς αὐχοῦντας τὴν ἰου‐ δαϊκὴν διδασκαλίαν φαρισαίους τε γραμματέας τε καὶ σαδδουκαίους εἶπεν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκο‐ δόμων, ὃς ἐγενήθη εἰς κεφαλὴν γωνίας.»

1

.

305

Καὶ ἐπεὶ μὴ μόνον κεφαλὴ τῆς θείας οἰκοδομῆς, ἀλλὰ καὶ θεμέλιός ἐστιν, ὁ Θεὸς περὶ αὐτοῦ ἐπαγγέλλεται φάσκων· «Ἰδοὺ τίθημι λίθον ἀκρογωνιαῖον εἰς τὰ θεμέλια τῆς Σιών, ἐκλεκτόν, ἔντιμον, ἐφ’ ὃν
5ὁ πιστεύων ἀκαταίσχυντον ἔχει τὴν ἐλπίδα.» Ταύτας τὰς λέξεις ἐκθέμενος, Πέτρος ὁ Χριστοῦ μαθητής, ἐφ’ ᾧ ἡ Ἐκκλησία ᾠκο‐ δόμηται, παραινεῖ καὶ συμβουλεύει οἷς τὴν ἐπιστολὴν ἑαυτοῦ ἐχάραξεν· «Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ἐποικοδο‐ μεῖσθε εἰς οἶκον πνευματικὸν ἐν ᾧ πνευματικαὶ θυσίαι προσά‐
10γονται.»

1

.

306

Ποίας δὲ κληρονομίας ὑπάρχει ὁ λίθος; Ἐκείνης περὶ ἧς ἐν Ἠσαίᾳ φέρεται· «Ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κύριον», κἀκείνης περὶ ἧς ψάλλων ὁ ὑμνῳδὸς ἔφη· «Ἡ κληρονομία μου κρατίστη μοί ἐστιν· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν
5κληρονομίαν μου ἐμοί.»

1

.

307

Ὅρα δὲ εἰ ὁ λίθος κληρονομίας ἐστὶν ἐκείνης τ̣ῆ̣ς̣ συμπληρουμένης ἐκ τῶν καθ’ ἕκαστα θεοσεβῶν, ἥτις ἐκλεκτὴ καὶ ποθουμένη ὑπάρχει ἀπὸ τοῦ αἰτίου τῶν ὅλων, κατὰ τὸ ἀπαγ‐ γελθὲν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν, ἀποστόλων καὶ εὐαγγε‐
5λιστῶν προφητῶν τε καὶ τοῦ τὰ πάντα μεγάλου ἱεροφάντου Μωϋσέως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ», ὁ Θεὸς δηλονότι, «τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν.»

1

.

308

Ἰσοδυνα‐ μεῖ τῇ ἀπὸ τοῦ Ψαλμοῦ φωνῇ καὶ τὸ ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτε‐ ρονομίου ἔχον ὧδε· «Ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Μάλιστα δὲ ὁ ὑμνούμενος λίθος
5κληρονομίας ἐστὶν τῆς σημαινομένης ἐν δευτέρῳ Ψαλμῷ πρὸς
αὐτοῦ τοῦ λίθου· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγένηκά σε. Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.»

1

.

309

Πρὸς τῇ ἀποδοθείσῃ θεωρίᾳ, τὸ ὄρος καὶ τὸν λίθον ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ φέρεσθαι, λεκτέον καὶ ἑτέρως ὡς ἄλλο μὲν τὸ ὄρος, ἄλλο δὲ ὁ λίθος ἐστίν. Καὶ τὸ μὲν ὄρος τῆς κατορθώσεως ἡ ἀπειρόγαμος Μαρία ἐστίν· ὁ δὲ προελθὼν ἐξ
5αὐτῆς λίθος ὃν ἔτεκεν υἱὸν ἄνευ ἀνδρὸς ὑπάρχει. Μυσταγωγεῖ περὶ τούτων ἡ τοῦ σοφωτάτου Δανιὴλ βίβλος.

1

.

310

Εἴρηται γὰρ ἐν αὐτῇ ὡς ὁ πατάττων λίθος τὰς διαφόρους βασιλείας καὶ τὴν ἐξ αὐτῶν συμπληρουμένην εἰκόνα ἄνευ χειρῶν τέτμηται καὶ ἀπέσπασται ἀπ’ αὐτοῦ ἄνευ τῆς εἰωθυίας καὶ μεμελετημένης
5πρὸς γένεσιν τῆς ἐκ γονέων ἐνεργείας. Ὅσοι μὲν γὰρ ἐξ ἀμφο‐ τέρων γονέων τὴν γένεσιν ἔχουσιν ἄνθρωποι, ἐκ χειρῶν τῶν γαμηλίων πράξεων ἀποσπῶνται καὶ τέμωνται τῶν κυουσῶν, μόνου τοῦ τεχθέντος ἐκ τῆς ἄνδρα μὴ γνούσης παρθένου ἄνευ χειρῶν ἀπεσπασμένου καὶ τμηθέντος ἀπ’ αὐτῆς.

1

.

311

Πρὸ προσώπου δὲ Ζοροβάβελ ὑπῆρκται τὸ ἐκ τοῦ ὄρους ἄνευ χειρῶν τμηθῆναι τὸν λίθον, διὰ τὸ καὶ ἐξ αὐτοῦ τὸν Ἰησοῦν γενεαλογεῖσθαι. Ἑρμηνεύεται γοῦν «ῥύσεως μετακίνησις» διὰ τὸ τὴν εἰωθυῖαν ῥύσιν τῶν γονέων μετακεκινῆσθαι, ὑπὸ μόνης
5ἄνευ ἀνδρὸς παρθένου ἀποτετελέσθαι.

1

.

312

Χάριτος δὲ χάριτα ἔχει ὁ ἐξωσθεὶς τῆς κληρονομίας
λίθος, κατὰ τὴν νόησιν οὗ εἶπεν ὁ βαπτιστὴς Ἰωάννης «ὅτι ἐκ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν». Ὅλη γὰρ ἡ ἐπι‐ δημία τοῦ Σωτῆρος καὶ ἡ ἐπ’ αὐτῇ σωτηρία χάριτι ὑπῆρκται,
5ὡς ὁ θεολόγος οἷς προσφωνεῖ τὴν ἐπιστολὴν ἑαυτοῦ λέγει· «Χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον.»

1

.

313

Zach. IV, 8—9: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

1

.

314

Οὐ περὶ αἰσθητῆς οἰκοδομῆς ὁρατοῦ οἴκου λέγεται ἡ προφητεία. Εἴρηται γὰρ ἤδη ὅτι ὁ προφήτης οὗτος ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνων, ἐνεστηκότος ἤδη τοῦ ἑβδομηκοστοῦ ἔτους τῆς αἰχμαλωσίας, ἐμυσταγωγήθη τὰς ἐκκειμένας ἀποκαλύψεις.
5Ἀλλ’ οὐκ ἐν τῇ Βαβυλῶνι, ἀλλ’ ἐν τῇ Ἰερουσαλὴμ καὶ μετὰ τὴν αἰχμαλωσίαν ᾠκοδόμητο ὁ αἰσθητὸς οἶκος. Διὸ οὐ περὶ αὐτοῦ ἡ προκειμένη φωνὴ τυγχάνει· ὡς γὰρ περὶ παρόντος καὶ ἐνεστηκότος ἤδη τοῦ ναοῦ, δεικτικῶς λέγεται περὶ αὐτοῦ· «Ὁ οἶκος οὗτος». Οὐχ ὑπόκειται δὲ ὄψει τοῦ ὄντος ἐν Βαβυλῶνι
10ὁ ἐγερθεὶς οἶκος ἐν τῇ Ἰερουσαλὴμ μετὰ τὴν κάθοδον τῆς αἰ‐ χμαλωσίας.

1

.

315

Ἀλλ’ εἰ καὶ μὴ περὶ τοῦ αἰσθητοῦ οἰκοδομήματος λέγε‐ ται ταῦτα, ἀλλά γε δηλοῦται ὑπ’ αὐτῶν ὁ πρωτότυπος τοῦ ὁρατο[ῦ], νοητός τις ὑπάρχων καὶ ὡσανεὶ ἰδέα τοῦ πρὸς τὴν
ὁμ[οι]ότητα αὐτοῦ κατεσκευασμένου. Εἴρηται καὶ πρότερον ὅτ̣[ι
5ὥσ]περ ἡ σκηνὴ καὶ τὰ ἐν αὐτῇ σκεύη κατὰ τύπον ἀοράτ̣[ου σκη]νῆς φανείσης ἐν τῷ ὄρει, τοῦτ’ ἔστιν τοῦ ὕψους τῆς ἀρχε‐ τύ̣πο[υ], κατεσκευάσθη, οὕτω ὁ σωματικὸς οἶκος ὁ ἐξ αἰσθη̣τ̣ῶ̣[ν] λίθων ἐγερθεὶς μίμημα καὶ εἰκὼν τυγχάνει τοῦ̣ [δειχθέν]τος Ζαχαρίᾳ τῷ προφήτῃ ὀπτασίας τρόπῳ, ἀλλ’ οὐ προσβολῇ
10αἰσθήσεως.

1

.

316

Τούτου τοῦ ἀρχετύπου τὸ σύμβολον αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν καὶ αἱ δραστήριοι δυνάμεις αὐτοῦ ἐπιτε‐ λέσουσιν. Οὗ γενομένου, γνώσει, ὡς πρὸς ὃν ἡ ἐπαγγελία, ὅτι «Κύριος παντοκράτωρ ἀπέστειλέν με πρὸς σέ», ὅπως φωτι‐
5σθῇς καὶ ἐπιστημονικῶς θεωρήσῃς τὰ θεσπισθέντα διὰ θεοπτίας.

1

.

317

Εἴποι δ’ ἂν καὶ ὁ προκείμενος προφήτης τὰ αὐτὰ οἷς ἔγραψεν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος οὕτως ἔχοντα· «Ἐλεύσο‐ μαι εἰς ἀποκαλύψεις καὶ ὀπτασίας Κυρίου.» Συμφώνως τῷ ἐν ἀποκαλύψεσιν ὁμιλεῖν τὸν Θεὸν τοῖς διορατικοῖς οὖσιν κατὰ τὸν
5ἔσω ἄνθρωπον, ὁ ὑμνῳδὸς ἐν Ψαλμοῖς· «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου», οὐκ ἐν ὠσὶ οὐδὲ φωνῇ τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχουσιν λαλοῦντος τοῦ Θεοῦ Λόγου.

1

.

318

Ὢν γὰρ φῶς ἀληθινόν, φωτίζει τὴν διάνοιαν ὧν θέλει δέξασθαι αὐτοῦ τὰς θείας ὁμιλίας· ἐν ὁράσει μᾶλλον ἢ ἐν ὠσὶ λαλεῖ. Αὐτίκα γοῦν καὶ τῷ Ἠσαΐᾳ οὕτω λαλοῦντος Θεοῦ, τῷ· «Ὅρασις ἣν
5εἶδεν Ἠσαΐας», οὐχ ὁρατά, ἀλλὰ λόγοι ἐπιφέρονται. Πῶς γὰρ ὁρατὸν τό· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὑτοὶ δέ με ἠθέτησαν.»

1

.

319

Ἰσοδυναμούντως καὶ περὶ τοῦ πέμπτου τῶν Δώδεκα Προ‐
φητῶν. Μετὰ γὰρ τὸ φάναι· «Ὅρασις Ἀβδίου», οὐδὲν θέαμα αἰσθητόν, ἀλλὰ λόγοι ἐπιφέρονται, [ο]ὕτως ἔχοντες· «Τάδε λέγει Κύριος τῇ Ἰδουμαίᾳ· Ἀκοὴν ἤκου[σα] παρὰ Κυρίου, καὶ
5περιοχὴν εἰς τὰ ἔθνη ἀπέστειλα· ἠτιμωμένος σὺ εἶ [σφ]ό̣δρα», καὶ τὰ ἑξῆς.

1

.

320

Zach. IV, 10: [Διότι τί]ς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; Καὶ χαρήσονται, καὶ [ὄψο]νται τὸν λίθον τὸν κασσιτέ‐ ρινον ἐν χειρὶ Ζοροβάβελ· ἑ̣πτὰ οὗτοι ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέ‐ ποντες ἐπὶ πᾶσαν γῆν.

1

.

321

Δ̣[ιότι τίς] ἐ̣στιν ὁ ἐξουθενῶν τὰς ἡμέρας τὰς μικράς; Αὗται δέ εἰσιν μεθ’ ἃς ἡ ἀποκατάστασις γίνεται, τῶν εἰς τὴν Βαβυλῶνα γεναμένων αἰχμαλωσίας νόμῳ κάθοδον λαμβανόντων εἰς τὴν ἰδίαν πατρίδα.
5 Ἡμέραι δὲ μικραὶ τυγχάνουσιν αἱ ὀλίγαι τῷ ἀριθμῷ, μάλιστα καὶ αἱ συντετμημέναι, οὐκ ἐπὶ πολὺ τοῦ ἡλίου μένοντος ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· τὸ πρότερον μᾶλλον ἐκλημπτέον, διὰ τὸ τὰς ἀποκαλύψεις δεδεῖχθαι τῷ προφήτῃ ἐν τῷ ἑβδομηκοστῷ ἔτει τῆς αἰχμαλωσίας, ὡς αὐτὸν τὸν προφήτην πρὸς Θεὸν εἰπεῖν·
10«Ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;»

1

.

322

Συνᾴδει τῇ θεωρίᾳ ταύτῃ καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι,
οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.» Τὸ κολοβωθῆναι τὰς ἡμέρας τῆς θλίψεως δηλοῖ ὡς οὐ παραμενεῖ τὰ θλιβερὰ ἐπὶ χρόνον πλείονα,
5ταχέως καταπαύοντα, ἵνα διαρκέσῃ ἡ ἰσχὺς τῶν κακουμένων πρὸς τὸ γενναίως ἀγωνίσασθαι ἐπὶ τῷ βραβείων καὶ στεφάνων τυχεῖν.

1

.

323

Οὐ γὰρ πειστέον Τατιανῷ τῷ αἱρετικῷ ἐσφαλμένως λέγοντι ἐλάττους γεγονέναι τὰς προτέρας ἡμέρας παρὰ τὰς νῦν, βραχὺ συσταλεισῶν τῶν ὡρῶν τοῦ νυχθημέρου, διὰ τὸ ἀπαγ‐ γέλλεσθαι ὑπὸ τοῦ ὑμνῳδοῦ πρὸς τὸν Θεόν· «Τῇ διατάξει σου
5διαμένει ἡ ἡμέρ[α].»

1

.

324

Ἀλλ’ ἐπεὶ ἀδύνατον καθ’ ἱστορίαν οὕτω τὰς ἡμέρας κολοβοῦσθαι, ἀνακτέον τὸ εὐαγγελικὸν περὶ τῆς κολοβ[ώ]σεως τῶν ἡμερῶν καὶ 〈τὸ περὶ〉 τῶν μικρῶν ἡμερῶν κείμε[ν]ο[ν] ἐν τῇ προφητικῇ λέξει.

1

.

325

Τῶν νοητῶν ἡμερῶν πρὸς τοῦ [ἡλίου] τῆς δικαιοσύνης ἐχουσῶν μέγεθος καὶ πλῆθος, καὶ τ̣ο[...ον ἐκ τῆς διαφορᾶς τῶν φωτιζομένων καὶ οὐ τοῦ τ̣..[...]τος αὐτὰς θείου φωτός. Ὅταν γὰρ περὶ τοῦ δικαίου τ̣[οῦ] «κατοικοῦντος ἐν βοηθείᾳ
5τοῦ ὑψίστου» ὁ Κύριος λέγῃ· «Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν», οὐ πολυχρονιότητα ἐπαγγέλλεσθαι τῷ δικαίῳ φαμὲν ποθοῦντι «ἀναλῦσαι ἵνα σὺν Χριστῷ γένηται», ὡς λέγειν αὐτόν· «Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.»

1

.

326

Ἀμέλει γοῦν καὶ ἡ ἱστορία μάχεται τῇ τοιαύτῃ νοήσει, οὐ πολυημέρων γινομένων ἐκ παντὸς τρόπου τῶν τιμώντων
γονέας, εἰρημένου πρὸς ἕκαστον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ πολυχρόνιος ἐπὶ τῆς
5γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι.» Ἔστιν γὰρ εὑρεῖν τηροῦντας τὴν ἐντολὴν ταύτην ὠκυμόρους ἐν ὀλίγῳ χρόνῳ ἔξω τῆς ἐπικήρου ζωῆς γινομένους.

1

.

327

Ἐπεὶ οὖν ἐλέγχεται τὸ ῥητὸν οὐκ ἔχον ὡς οἱ πολλοὶ νομίζουσιν, τὸ ἐν Ψαλμοῖς λεγόμενον περὶ μακρότητος ἡμερῶν καὶ εἴ που ἀλλαχοῦ τῆς θεοπνεύστου γραφῆς οἷόν ἐστιν τό· «Ζωὴν ᾐτήσατο καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς τὸν
5αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ τὸ ἐν Παροιμίαις· «Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά.»

1

.

328

Ὅτι δὲ ὁ παρεκτείνων φωτισμὸς καὶ μακρότης ἡμερῶν ἐστιν ὁ ἱεροφάντης τῶν θείων νόμων Μωϋσῆς πρὸς τὸν φιλόθεόν φησιν· «Αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμε[ρ]ῶν σου· ἀγαπᾶν Κύριον
5τὸν Θεόν σου ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅ[λ]ης καρδίας σου.» Ἐπεὶ γὰρ φωτεινή ἐστιν ἡ σύντονος πρὸς Θεὸν ἀ̣γ̣άπη, μακρὰς καὶ μεγάλας ἡμέρας παρασκευάζει, ὥσ[τε] μετέχοντα αὐτῆς πολυήμερον καὶ μακροήμερον [τυγ]χάνειν.

1

.

329

Ταύταις ταῖς ἡμέραις συγκρινόμεναι αἱ εἰσα[γ]ω̣γ̣ι̣καὶ ἐκλάμψεις τυγχάνουσιν ἡμέραι μικραί· ἃς ὁ [οὐ]κ̣ ἐ̣ξ̣ουθενῶν ῥᾷστα πειραθήσεται τῶν μετὰ τὰς εἰσαγωγὰς λαμπρῶν προκοπῶν. Ἐν αἷς ὁ γενάμενος
5χαρήσεται «χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ», ὑπαρχούσῃ «καρπῷ τοῦ ἁγίου Πνεύματος».

1

.

330

Τί δὲ ἀκολουθεῖ τῷ οὕτω χαρέντι ἢ τὸ ὄψεσθαι τὸν κασ‐ σιτέρινον λίθον ἐν χειρί, τοῦτ’ ἔστιν ἐν πράξει, τοῦ Ζοροβάβελ, τῷ ἐξ αὐτοῦ γενεαλογεῖσθαι τὸν ἐξ Ἀβραὰμ καὶ Δαυὶδ καὶ τέλος ἐκ τῆς Μαρίας Ἰησοῦν, τὸν διὰ τὸ δι’ ὅλων φωτεινὸν εἶναι καὶ
5διορατικοὺς ἀπεργαζόμενον τοὺς πλησιάζοντας αὐτῷ.

1

.

331

Εἶναι ἑπτὰ ὀφθαλμοὺς εἶπεν, ἐφορῶντας καὶ ἐπιβλέ‐ ποντας πᾶσαν τὴν γῆν, τότε μάλιστα ὅτε ἔμαθον ποιεῖν δικαιοσύ‐ νην οἱ οἰκοῦντες ἐπὶ τῆς γῆς, πορευόμενοι ἄμωμοι καὶ ἐργαζό‐ μενοι δικαιοσύνην. Ὅτι δ’ οὗτοι ἐπιβλέπονται ὑπὸ Κυρίου, ἀπὸ
5τοῦ ψαλμῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.»

1

.

332

Ἑπτὰ θείους ὀφθαλμοὺς ἔχει ὁ ὅλος ἐξ ὅλων διορατικὸς ὑπάρχων· ταύτῃ γοῦν καὶ τὰ πανάγια Χερουβεὶν οἷς ἐποχεῖται Θεός, κατὰ τὴν ὅρασιν τοῦ Ἰεζεκιήλ, δι’ ὅλων εἰσὶν ὀμματώμενα, πλήρης εἶναι εἰρημένα
5ὀφθαλμῶν, ὡς καὶ τὰ νῶτα καὶ τὰ πρόσω αὐτῶν ἔχειν ὀφθαλμοὺς ἐποπτικοὺς τῶν ὑπερφυῶν καὶ μεγάλων θεαμάτων. Πληθυσμὸς δὲ γνώσεως ἑρμηνεύεται τὰ Χερουβείν· ἐξ οὗ παρίσταται ὅτι ὁρῶσιν ἃ ἐπίστανται καὶ οἷς ἐπιβάλλουσι βλέπουσι.

1

.

333

Ὅρα εἰ τό· «Τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς;» οὐ τὸν σπάνιον θεατὴν δηλοῖ, ἀλλά τινα τὸν πα[ρά] τισιν καλούμενον ἰδίως ποιόν, παρ’ ἄλλοις δ’ ἄτομον, πα[ρα]πλησίως τῷ ἀποστο‐ λικῷ ῥητῷ ἔχοντι οὕτως· «Πᾶς οἶκο[ς] κατασκευάζεται ὑπό
5τινος.»

1

.

334

Zach. IV, 11—14: Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· Τί αἱ δύο ἐλαῖαι αὗτ̣[αι] αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρ̣ώ̣τ̣[η]σα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶ[ν] ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο
5μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσάς; Καὶ εἶπεν πρός με· Οὐκ οἶδας τί ἐστιν ταῦτα; Καὶ εἶπα· Οὐχί, Κύριε. Καὶ εἶπεν· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.

1

.

335

Ἐπηρωτήσαντος τοῦ ἀγγέλου τοῦ λαλοῦντος ἐν τῷ προφήτῃ· «Τί βλέπεις σύ;» ἀπεκρίθη καὶ εἶπεν πευστικῶς· «Τίνες αἱ δύο ἐλαῖαι αἱ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας;» Ἀποκρίσεως αὐτῷ μὴ δοθείσης, ἐκ δευτέρου ἐπερωτᾷ περὶ δύο
5κλάδων τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς. Πρὸς ὃν ὁ ἄγγελος· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Οὐχί, Κύριε, εἰπόντος τοῦ προφήτου, ὁ ἄγγελος ἔφη· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.»

1

.

336

Τῷ ἀρχὴν ἔχοντι μυσταγωγίας οὐ δυνατόν πω γνῶναι
τίνες ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας ἐλαῖαι· διὸ ἐκ δευ‐ τέρου ἐπερωτᾷ περὶ κλάδων δύο τῶν ἐλαιῶν. Σεσαφήνισται ἐν τοῖς πρότερον λόγους εἶναι μελέτης θείας, ἐλαίας ὀνομαζομέ‐
5νους διὰ τὸ τὸν καρπὸν αὐτῶν αὔξειν καὶ τρέφειν τὸ φῶς.

1

.

337

Ἐπεὶ οὖν [ο]ὐ δυνατὸν τὸν «ἐκ μέρους γινώσκοντα καὶ προφητεύοντα» θεωρῆσαι ἐξ ὅλων τὰ στελέχη καὶ τὰ ἔρνη τῶν [ἐ]κ̣κειμένων φυτῶν, ἐκ δευτέρου ἐπερώτησιν προσάγει [περ]ὶ δύο κλάδων ἐλαιῶν, τούτων γὰρ μόγις γνῶσιν [ἔχε]ι̣ν δυνατὸν τὸν
5«δι’ ἐσόπτρου καὶ αἰνίγματος» ἐπιβάλλον[τα] τ̣ῇ ἀληθείᾳ, ἵν’ ἐκ τῶν μερικῶν ὠφεληθεὶς δυνηθῇ π̣ο̣τε γνῶναι τίνες αἱ ἐλαῖαι τυγχάνουσιν.

1

.

338

Καὶ ἐπεὶ μία ἀποδόσεων κατά τινα τῶν ἐξηγησαμένων τὸ ῥητὸν ὃς τὰς δύο ἐλαίας εἰς τὸν περὶ Υἱοῦ καὶ ἁγίου Πνεύ‐ ματος λόγον ἐξέλαβεν, ὅρα εἰ οἱ κλάδοι τῶν ἐλαιῶν τούτων ἐκλαμβάνοιντο τὰ ἐφικτὰ τῷ ἐκ μέρους γινώσκοντι. Καὶ Χριστοῦ
5μὲν ἐλαίας ὄντος, κλάδος εἴη τὸ σάρκα γεγονέναι τὸν Λόγον· τοῦ δ’ ἁγίου Πνεύματος, ἡ εἰσαγωγικὴ θεωρία αὐτοῦ, ὀνομα‐ ζομένη «ἀρραβὼν» αὐτοῦ.

1

.

339

Περὶ τούτων ἐκ δευτέρου ἐπερωτήσας, ὁ θεολημπτούμε‐ νος ἤκουσεν πρὸς τοῦ μυσταγωγοῦντος ἀγγέλου· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Τοῦ δὲ φήσαντος· «Οὐχί, Κύριε», «Οὗτοι, φησίν, εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος· παρεστήκασιν τῷ Κυρίῳ
5πάσης τῆς γῆς».

1

.

340

Ὅνπερ γὰρ τρόπον ἐκ δεξιῶν τοῦ περὶ Πατρὸς λόγου, οὗτος δ’ ἐστὶν τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας, ὡς ἡρμήνευται μικρῷ πρότερον, οὕτω τῆς περὶ Πατρὸς θεωρίας πιότητος προσαγορευομένης, υἱοὶ αὐτῆς τυγχά‐
5νουσιν ὁ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγος, ὡς ἐνδέχεται γνῶναι τὸν ἔτι ἐν σώματι ὄντα.

1

.

341

Κατὰ ἀπόδοσιν ἄλλην, ἡ τῶν θεοπνεύστων γραφῶν μυστικὴ νόησις πιότης ἐστὶ τοῦ οἴκου τοῦ Θεοῦ κατὰ τὸ λεχθὲν ἐν πέμπτῳ καὶ τριακοστῷ Ψαλμῷ πρὸς τὸν Κύριον Θεόν· «Με‐ θυσθήσονται ἀπὸ πιότητος οἴκου σου», δῆλον δ’ ὅτι «οἱ ἐλπί‐
5ζοντες ἐν ταῖς πτέρυξιν τοῦ Θεοῦ» ἀνθρώπων υἱοί, δύο υἱοὶ ὄντες τῷ τὸν μὲν ἐκ περιτομῆς γεγενῆσθαι, τὸν δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιο[ν].

1

.

342

Ἐπίστησον εἰ δύνασαι πιότητος υἱοὺς δύο ἐκλαβεῖν παρεστηκότας τῷ Κυρίῳ πάσης τῆς γῆς, τοὺς ὀφθέντας ἐν δόξῃ μετὰ Ἰησοῦ ἐν τῷ ὄρει Μωϋσέα καὶ Ἠλίαν, τὸν νομικὸν καὶ προφητικὸν δηλονότι λόγον. Ὥσπερ γὰρ ὁ πνευματικὸς νόμος
5υἱὸς τυγχάν[ει] τῆς ἀποδοθείσης πιότητος, οὕτω καὶ ὁ ἀνηγμένος προφήτ[ου] λόγος. Ἀνέγνων ἐν ἀποκρύφῳ βιβλίῳ τὸν Ἐνὼχ καὶ τὸν Ἠ[λίαν] τοὺς δύο υἱοὺς τῆς πιότητος εἶναι, ὡς εἰκὸς διὰ τὸ
προσόνα[σθαι] παρὰ τοὺς ἄλλους ἀνθρώπους. «Ὁ μὲν γὰρ Ἐνὼχ μετετέ̣[θη] τοῦ μὴ ἰδεῖν θάνατον», «ὁ δὲ Ἠλίας ἀνελήμφθη»
10πυρίνου ἅρματος καὶ ἵππου ἀναγαγόντων αὐτὸν «ὡς εἰς τὸν οὐρα‐ νόν».

1

.

343

Ταῦτα κατὰ δύναμιν τὴν ἡμετέραν, βραχεῖαν οὖσαν, θεωρήσαντες, ἐκθώμεθα τὰ ἑξῆς τοῦ προφήτου, νοῆσαι καὶ αὐτὰ ποθοῦντες, ἐὰν ἄρα «δώῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν» ὁ φωτίζων δι’ ἀποκαλύψεων τὸν προφήτην.

1

.

344

Zach. V, 1—4: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλ‐ μούς μου· καὶ εἶδον, καὶ ἰδοὺ δρέπανον πετόμενον. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπα· Ἐγὼ ὁρῶ δρέπανον πετό‐ μενον, μῆκος πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Καὶ
5εἶπεν πρός με· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται. Καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς οἶκον τοῦ
10ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

1

.

345

Ἐπιστρέψας ἀπὸ τῆς φθασάσης ὀπτασίας, ἦρα τοὺς ὀφθαλμούς μου τοὺς τῆς διανοίας. Καὶ ὁρῶ δρέπανον πετάμενον, μῆκος ἔχον πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Ὅπερ δρέπανον, ὁ δεικνὺς τὴν περὶ αὐτοῦ θέαν φησίν· Αὕτη ἐστὶν ἡ
5ἀρά, τοῦτ’ ἔστιν ἡ κόλασις, ἡ ἐπὶ πᾶσαν τὴν γῆν ἐπαγομένη, ἐπὶ τῷ κόψαι καὶ συντελέσαι τὸν κλέπτην καὶ ἐπίορκον. Καὶ ὅρα
γε τὸ μέγεθος τῆς δι’ ἀποκαλύψεως γινομένης παιδεύσεως, φανερού[σ]ης ἐκ τῶν φανερῶν τὰ μὴ φαινόμενα, ἐκ τῶν αἰσθητῶν [τὰ] ν̣οούμενα.

1

.

346

Ἐπὶ γὰρ ψήφου τοῦ δικαίου κριτοῦ ἐξετάζοντος [τὸ]ν δίκαιον καὶ τὸν ἀσεβῆ, ἀποδιδόντος τε ἑκάστῳ κατὰ [τὴν] πρᾶξιν καὶ τὰ ἔργα αὐτοῦ, τὰς ἐπιφερομένας κατὰ τῶν [ἀδί]κ̣ων καὶ ἀσεβῶν ἀνθρώπων τιμωρίας, ὅπου μὲν μάχαιραν καὶ βέλη, ὅπου
5δὲ ἀξίνην καὶ δρέπανον ὀνομάζει.

1

.

347

Ὅταν γὰρ «οἱ πονηροὶ καὶ γόητες ἄνθρωποι» καὶ σὺν τούτοις οἱ ἀλιτήριοι δαίμονες πολέμιοι καὶ στασιώδεις δι’ ἣν ἔχουσιν ὠμότητα τυγχάνωσιν, τὰ ἐπαγόμενα κατ’ ἀξίαν τοῖς τοιούτοις ξίφη καὶ ἀκόντια προσαγο‐
5ρεύονται, ἐπιφερόμενα πρὸς τοῦ λέγοντος Κυρίου ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτερονομίου· «Μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται ἀφ’ αἵματος τραυματιῶν», καὶ ἔτι· «Ἐπάξω τὴν μάχαιράν μου ἐπ’ αὐτούς, καὶ τὰ βέλη μου συν‐ τελέσει αὐτούς.»

1

.

348

Καὶ ἐπεὶ μὴ μόνων τῶν ἐπὶ γῆς ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν εἰς πονηρίαν πεσόντων ἀγγέλων ἅπτεται ἡ κόλασις —γέγραπται γάρ· «Ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον—ἐν Ἠσαίᾳ
5λέγεται ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.»

1

.

349

Μάλιστα δὲ γνωρίζεται ἡ ἐπαγομένη κατὰ τῶν ἀσεβῶν ἐπίπονος κρίσις, ἐν τῷ φερομένῳ ἐν Ἀμώς, τῷ δευτέρῳ τῶν Δώδεκα Προφητῶν, οὕτως ἔχοντι· «Ἐν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Οὐ γὰρ περὶ αἰσθητοῦ
5ὀργάνου πολεμίων ἡ προφητικὴ λέξις, τῷ μηδεπώποτε πάντας τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ξίφει ὁρατῷ ἀνῃρῆσθαι.

1

.

350

Ἰσο‐ δυναμούντως καὶ ἐν ἑβδόμῳ Ψαλμῷ ἀπειλεῖ ὁ μελῳδὸς φάσκων πρὸς τοὺς καλουμένους εἰς μετάνοιαν· «Ἐὰν μὴ ἀποστραφῆτε,
τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινεν, αὐτὸ
5καὶ ἐν αὐτῷ ἡτοίμ[α]σεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργά[σατο].» Πρός γε νοῦν τῶν σκευῶν τοῦ θανάτου ἐν Ἰερεμίᾳ λέ̣[γεται]· «Ἕως πότε κόψεις ἡ μάχαιρα τοῦ Κυρίου, ἕως πότε οὐχ ἡσυχ[άσεις]; ἐπιστράφητι εἰς τὸν κολεόν σου.»

1

.

351

Ἀρκούντως ἐκτεθ[έντων] τῶν πολεμικῶν ὀργάνων πληττόντων καὶ βλαπτόντων τοὺς ὠμοθύμους καὶ στασιώδεις ἀνθρώπους τε καὶ δαίμονας, ἴδωμεν καὶ τὰ μετ’ αἰνιγμοῦ ἀπαγ‐ γελλόμενα περὶ τῶν καρπὸν καλὸν μὴ φερόντων δένδρων, σκευῶν
5ὀργῆς ἢ τῶν κολάσεων αὐτῶν. «Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας»· καὶ μεθ’ ἕτερα· «Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.»

1

.

352

Κατὰ τῶν οὕτως ἑρμηνευομένων φυτῶν, ἡ ἀρὰ δρεπάνου δίκην ἐπάγεται ἐπὶ τῷ ἐκκοπῆναι ἐκείνους περὶ ὧν εἴρηται καρπὸν ὀλέθριον καὶ ἐπιβλαβῆ φερόντων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι. Ἐκ γὰρ ἀμπέ‐
5λου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρων· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.»

1

.

353

Φαυλῆς δὲ προαιρέσεως, δίκην βλαβερᾶς ἀμπέλου, δηλητηρίους καρποὺς ἀγαγούσης, ἔδει ὀξεῖ δρεπάνῳ ἐκκοπῆναι, καὶ τὴν σταφυλὴν καὶ τὸν βότρυν περιαιρεθῆναι. Τούτων ὁλοσχερέστερον φανέντων, ὅρα καὶ τὰ καθ’ ἕκαστον ὡς
5οἷόν τε σαφηνίσαι.

1

.

354

Ἐπιστρέψας ὁ προφήτης ἐξ ὧν εἶδεν ἤδη καὶ ἐδίδαξεν, ἐπάρας τοὺς φωτεινοὺς τῆς καρδίας ὀφθαλμοὺς αὐτοῦ, ὁρᾷ πετά‐ μενον [δ]ρέπανον, οὐκ αἰσθητόν, ἀλλὰ νοούμενον δηλονότι, ἔχον μ̣ῆκος πήχεων εἴκοσι καὶ πήχεων δέκα τὸ πλάτος, ἐκκό[πτον]
5«πᾶσαν φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατήρ». Καὶ [πάν]τα ἐκτεμνόμενα ἀκάθαρτα τυγχάνει.

1

.

355

Εἰκοσαπήχει [τὸ μ]ῆ̣κος δρεπάνῳ ἡ ἐκτομὴ γίνεται· οὐ καθαρὸς γὰρ ὁ εἴκοσι [ἀ]ρ̣[ιθ]μός, δυὰς ὢν ἐν δεκάσιν. Ἀλλ’ ἐπεὶ μὴ μένει ἀεὶ μόνον τὸ μῆκος, πλάτος προσλαμβάνει πήχεων δέκα. Ἔοικεν δὲ ὁ
5ἀριθμὸς οὗτος μονάδι. Δείκνυται δὲ διὰ τῶν ἐκκειμένων μέτρων ὅτι τέλος αἴσιον καὶ ἐπωφελὲς ἐπιγίνεται τοῖς διὰ τοῦ δρεπάνου κεκαθαρμένοις.

1

.

356

Ἀρὰ δὲ καλεῖται τὸ δρέπανον διὰ τὸ πόνους καὶ κακώσεις ἐμποιεῖν τοῖς καθαιρομένοις, ἐκδίκησιν ἐπάγον κατὰ παντὸς κλέπτου καὶ ὀμνύντος τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει. Ἵν’ οὖν μή τις ταῦτα παθῇ, τηρείτω τὰς οὕτω ἐχούσας ἐντολάς, ἐν
5μὲν τῇ μωσαϊκῇ διδασκαλίᾳ· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», ἐν δὲ τῇ ἀποστολικῇ· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.»

1

.

357

Ὅνπερ δὲ τρόπον παραιτητέα ἡ κλοπὴ διὰ τὴν ἀρὰν καλουμένην δρέπανον, οὕτω φευκτέα ἔστω ἡ ἐπιορκία, «οὐ λαμβανομένου τοῦ ὀνόματος Κυρίου ἐπὶ ματαίῳ». Μετ’ ὀλίγα γοῦν τῆς προφητείας ἀπαγορεύεται ἡ ἐπιορκία οὕτως· Καὶ τοὺς
5λαμβάνοντας τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει «καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε».

1

.

358

Περὶ τῆς τοιαύτης ἀρᾶς ὁ Κύριος λέγει οὔσης δρεπάνου· «Ἐξοίσω αὐτὸ» ψήφῳ κρίσεως, «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ ἐπιόρκου καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα καὶ τοὺς λίθους αὐτοῦ.» Ὥσπερ δὲ ὁ συντελούμενος οἶκος οὐκ
5αἰσθητόν ἐστιν οἰκοδόμημα, οὕτως οὐχ ὁρατὰ τὰ συμπληροῦντα καὶ ἀπαρτίζοντα αὐτὸν ξύλα καὶ λίθοι.

1

.

359

Παρὰ τοῖς λοιποῖς τῶν ἑρμηνευσάντων τὴν ἑβραϊκὴν γραφήν, διφθέρα ἡ ἀρὰ εἴρηται, καλύπτουσα δηλονότι τ[οὺς] ἁλόντας αὐτῇ κλέπτην καὶ ἐπίορκον.
Πέταται δὲ τὸ δρέπα̣νον τοῦτο τάχιστα ἐπὶ πᾶσαν τὴν γῆν
5ἐρχόμενον. Καὶ κ̣[α]τὰ δεύτερον λόγον πέταται ὅτι οὐ μόνον τῶν ἐπὶ γῆ[ς ἁ]μαρτανόντων, ἀλλὰ καὶ τῶν ἐν ἀέρι ἅπτεται [καὶ] τῶν ἁπανταχοῦ ἀσεβούντων κολαζομένων.

1

.

360

Τάχ̣[....] ἐν μέσῳ τοῦ οἴκου, τοῦτ’ ἔστι τῷ ἡγεμο‐ νικῷ, καταλύει τὸ δ̣ρ[έ]πανον, παραπλησίως τῇ μαχαίρᾳ τῇ σχιζούσῃ μέσον τὸν κατὰ Σωσάννης μοιχικῶς ἐπιμανέντα κριτὴν τοῦ Ἰσραήλ. Καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ σχισθῆναι μέσον
5τὸν ἐπὶ μοιχείᾳ κατακριθέντα, τὸ διῃρῆσθαι τὸ ἡγεμονικὸν αὐτοῦ σημαίνει.

1

.

361

Zach. V, 5—8: Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστιν; Καὶ εἶπεν· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία
5αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμε‐ νον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.

1

.

362

Ὁ λαλῶν συνηθῶς ἄγγελος ἐν τῷ προφήτῃ ἐξῆλθεν, ἔνδον οὐ μένων, ἵνα δείξῃ τὴν ἀνομίαν καὶ τὸ μέτρον καὶ τὸ τάλαντον τοῦ ἐξαιρομένου μολίβου.
Τί δὲ τούτων ἕκαστον σημαίνει, καλὸν ἐπιστήσαντα θεωρῆσαι.

1

.

363

Ἔστι τοίνυν τὸ δεικνύμενον ἐκπορευόμενον μέτρον, τὸ πλήρωμα πάσης κακίας καὶ ἀσεβείας· ὅπερ οὔπω ὑπάρχον «τοῖς Ἀμορραίοις καὶ τοῖς λοιποῖς ἔθνεσιν», οὐκ ἐκόλαζεν τὰ ὠνο‐ μασμένα ἔθνη, τότε τιμωρίαν ὑφιστάμενα ὅταν ἀναπληρωθῶσιν
5αὐτῶν αἱ ἁμαρτίαι, οὐδενὸς εἴδους ἀδικήματος ἀπόντος, κατὰ τὸ λεχθὲν περί τινων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸ̣ς πλήρης ἁμαρτιῶν.»

1

.

364

Τῷ αὐτῷ τρόπῳ καὶ περὶ τῶν πλη[σθ]έντων κατὰ Σωσάννης τῆς σωφρονεστάτης ἔρωτι [μ]ο̣ιχικῷ εἴρηται· «Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις ἀνόμου [ἐνν]ο̣ίας.» Καὶ περὶ τοῦ Ἐλύμα δὲ τοῦ μάγου εὐθυβόλως [ὁ Ἀπ]όστολος
5εἶπεν, πληκτικώτατα προφέρων τοὺς ἐλεγ[μοὺς] αὐτῷ· «Ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ [διαβό]λου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύῃ δι[α]σ̣τ̣ρ̣έ̣φων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;»

1

.

365

Κατασκευάζεται δὲ ἡ θεωρία αὕτη μάλιστα ἐξ ὧν εἶπεν ὁ Σωτὴρ τοῖς εἰποῦσιν Ἰουδαίοις· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ὅτι υἱοί ἐστε τῶν ἀποκτεινάντων
5τοὺς προφήτας· πληρώσατε οὖν καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.»

1

.

366

Εἰ γὰρ καὶ μυρία κατὰ τῶν προφητῶν φονικῶς ἐπλημμέλησαν, ἀλλ’ οὖν ἔλιπεν πρὸς ἀναπλήρωσιν τοῦ μέτρου τῶν ἀσεβημάτων ἡ κατὰ τοῦ ταῦτα λέγοντος Ἰησοῦ τόλμα καθ’ ἣν σταυρῷ αὐτὸν περιβεβλήκασιν· τότε γὰρ τότε τὸ μέτρον τῆς
5δυσσεβείας αὐτῶν πεπλήρωται, ὅτε σὺν τοῖς προφητεύσασιν τὸν
προφητευθέντα κατέκριναν θανάτῳ.

1

.

367

Ὥσπερ οὖν ἐστιν μέτρον ἁμαρτημάτων τοῖς κολαστέοις, οὕτω καὶ μέτρον ἀγαθῶν ἔργων καὶ φρονημάτων τοῖς τὸν σπου‐ δαῖον καὶ κατ’ εὐσέβειαν πεποιωμένον βίον ἑλομένοις. Πληροῦ‐ ται δὲ καὶ τὸ μέτρον τοῦτο ὅταν μηδεμία δικαία γνώμη καὶ ὁσιότης
5ἀπῇ.

1

.

368

Πρὸς τὰ δύο τάγματα ταῦτα, τό τε ἀγαθὸν καὶ πονηρόν, ὁ Σωτὴρ εἶπεν· «Ὧι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Τοῖς γὰρ τὸ ἐπαινετὸν πληρώσασιν μέτρον ἐπιμετροῦνται ἐπαγ‐ γελίαι ἃς ἄνθρωπος «οὐκ εἶδεν οὐδὲ ἤκουσεν [οὐ]δ’ ἐπὶ καρδίαν
5ἀνθρώπου ἀνέβησαν, ἑτοιμασθεῖσαι ὑπὸ τοῦ Θεοῦ τ[οῖς] ἀγαπῶσιν αὐτόν.» Τοῖς δὲ τὸ ψεκτὸν καὶ ἐπάρατον χειρίσ̣[των] ἔργων λόγων τε καὶ νοημάτων ἀντιμετρεῖται ἡ κόλασις κατ’ ἀξίαν ἐπιφερομένη, ὡς τὸν μὲν ἐξελθεῖν «εἰς τὸ σκότο[ς τὸ] ἐξώτε‐ ρον», τὸν δ’ ἀπιέναι «εἰς τὸ πῦρ τὸ ἡτοιμασμένο[ν τῷ] δια‐
10βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ».

1

.

369

Ἐπίστησον εἰ κατ’ ἀ̣[μφο]τέρων τῶν μέτρων ἢ μόνου τοῦ τῶν δικαίων ἔ[ργων ε]ἶπεν ὁ Σωτήρ· «Μέτρον καλόν, σεσα‐ λευμένον, πεπιεσμ[ένον, ὑ]π̣ερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν», τ̣[.....]η̣ν τὸ ἡγεμονικὸν ὑμῶν.

1

.

370

Τάχα δὲ περὶ τοῦ τῶν σπο̣υ̣δ̣α̣ίων μόνου εἴρηται, ἑκατονταπλασίονα καὶ μείζονα «ὧν αἰτοῦμεν καὶ νοοῦμεν» διδόντος τοῦ κριτοῦ τὴν μισθαποδοσίαν, οὐκ ὄντος ἀκολούθου δίδοσθαι μέτρον τοῖς ὧν
5μὴ πάσας τὰς ἀνομίας παρατηρεῖται ὁ καρδιογνώστης καὶ πάντων τὸν νοῦν ἐπιστάμενος, μέτρον διδοὺς τοῖς τοιούτοις οὐ σαλευόμενον, οὐ πιεζόμενον, οὐχ ὑπερεκχυννόμενον, ἀλλ’ ἐλλεῖ‐
πον καὶ ἀπλήρωτον, ἵν’ οὕτω φράσω, ἀπὸ ἐλεημοσύνης καὶ ἀγαθότητος «τοῦ βλεφάροις ἐξετάζοντος τοὺς υἱοὺς τῶν ἀνθρώ‐
10πων».

1

.

371

Εἰς τὸ μέσον τοῦ ἐπιψόγου μέτρου μία γυνὴ ὤφθη καθημένη, οὐκ ἄλλη τῆς ἀνομίας οὖσα καὶ τῆς ὑποβαλλούσης αὐτὴν ἀντικειμένης δυνάμεως. Αὐτὸς γὰρ ὁ προφήτης εἶπεν, δακτυλοδεικτῶν ταύτην τὴν γυναῖκα· «Αὕτη ἐστὶν ἡ ἀνομία
5πάσης τῆς γῆς», φημὶ δὲ τῆς ἀνθρωπότητος, ἣν καὶ ἀδικίαν ὠνόμασεν· «Πᾶς γάρ, φησίν, ὁ ποιῶν τὴν ἀδικίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἀνομία ἐστὶν ἡ ἁμαρτία.»

1

.

372

Ἑπομένως ὁρᾷ ὁ μυσταγωγούμενος ἐξαιρόμενον μολί‐ βου τά[λ]αντον καὶ τὴν γυναῖκα ἐξηρμένην ῥερῖφθαι ἐν μέσῳ τοῦ [μ]έτρου, οὖσαν ἀνομίαν. Διὰ τί δὲ οὐχ ἁπλῶς ἐν τῷ μέτρῳ, [ἀλλ’] ἐν τῷ μέσῳ αὐτοῦ ἡ ὀφθεῖσα γυνή, ἢ ὅτι τὸ μέσον πά[σης]
5κακίας προκατείληφεν, ἄρχουσα τυραννικῶς.

1

.

373

Εἰς τὸ [στόμ]α δὲ αὐτῆς ῥίπτεται τὸ ἐξαιρόμενον τάλαντον τοῦ [μολί]βου. Λόγος δ’ ἐστὶν οὗτος ἐπαχθὴς καὶ κατωφερὴς κ̣[αὶ λα]μπρότητος ἐστε‐ ρημένος, ἀντικειμένως ἔχων τῷ λ̣[όγῳ τ]οῦ ἀρετὴν κεκτημένου·
5«ἄργυρος γάρ, φησίν, πεπυρωμ̣[ένος γ]λ̣ῶσσα δικαίου.»

1

.

374

Ὁ γὰρ περὶ τῆς ὀρθοδόξου γνώμης κ[αὶ πρ]ακτικῆς ἀρετῆς πολὺ τὸ τίμιον καὶ λαμπρὸν ἔχει, ἀλλ’ οὐχ ὁ ἐν τῷ στόματι τῆς ἀνομίας, ἅτε δὴ βαρὺς καὶ κατωφερὴς τυγχάνων, μάλιστα ὅτι
δολερὸς καὶ πεπανουργευμένος ἐστίν. Τοιοῦτος ἦν καὶ ὁ τοῦ
5μάγου Ἐλύμα «σὺν πάσῃ ῥᾳδιουργίᾳ καὶ παντὶ δόλῳ» προφε‐ ρόμενος.

1

.

375

Οὐ δεῖ δὲ παράδοξον ἡγεῖσθαι εἰ τάττεται ἡ γυναικὸς προσηγορία κατὰ χειρίστης ἕξεως καὶ φαύλης γνώμης καὶ τῆς ἐμποιούσης τὰ τοιαῦτα πονηρᾶς δυνάμεως. Ὥσπερ γὰρ ὧδε ἡ ἀνομία γυνὴ εἴρηται, οὕτως ἐν ταῖς θείαις Παροιμίαις ἡ ἀφρο‐
5σύνη γυνὴ ὠνομάσθη.

1

.

376

Ἔχει δὲ τὸ περὶ τούτου ῥητὸν οὕτως, ἐκ προσώπου τοῦ σοφοῦ ἀπαγγελλόμενον πρὸς τὸν ἀκ‐ ροατήν· «Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων
5ἐντέλλομαί σοι. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πορνῆς, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα· ὕστερον δὲ πικ‐ ρότερον χολῆς εὑρήσεις.» Καὶ μετ’ ὀλίγα· «Τῆς γὰρ ἀφρο‐ σύνης οἱ πόδες κατάγουσιν μετὰ θανάτου εἰς τὸν ᾅδην.»

1

.

377

Καὶ περὶ τῆς ἀκολασίας ἐν αὐτῇ τῇ τῶν Παροιμιῶν βίβλῳ ὡς περὶ γυναικὸς εἴρηται ὡς ἐνεδρεύει ὅταν σκότος καὶ ζόφος ᾖ παρὰ γωνίαν ἵν’ ἀπατήσῃ καὶ βλάψῃ τὸν ἐνδεῆ φρενῶν νεανίαν. Εἴδει γὰρ πορνικῷ ἐπιφανεῖσα, στωμύλους λόγους προφέρουσα,
5φησίν, ᾧ φενακίσαι θέ[λει] ἀναιδεῖ προσώπῳ προσφθεγγομένη αὐτόν, ἅτε ἀνεπτε[ρωμέ]νη οὖσα καὶ ἄσῳτος, ἵν’ ἐξάψῃ τὴν καρδίαν τοῦ νέου·

1

.

378

«Θυσία εἰρηνική μοί ἐστιν σήμερον, ἀποδίδωμι τὰς εὐχάς μου, ἕνεκεν το[ύτου] ἐξῆλθον εἰς ὑπάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον ηὕ̣[ρηκά σ]ε.» Καὶ μεθ’ ἕτερα· «Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι, δεῦρο κ[αὶ ἀπολ]αύσωμεν
5φιλίας ἕως ὄρθρου.» Μετὰ τοὺς τοιούτους στωμ[ύλους] λόγους καὶ τοὺς ἑξῆς συνημμένους, ὁ σοφός φησιν· «Ἀπε[πλάν]ησεν
αὐτὸν πολλῇ ὁμιλίᾳ», ἢ «ὡμυλίᾳ», ὡς ἔχει ἔνια τῶν ἀντιγρά‐ φων, «βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν».

1

.

379

Ὅμως εἰ καὶ ἐπλανήθη ὁ νεανίας, ἀλλὰ πάλιν ὁ διδάσκα‐ λος διεγείρει αὐτόν· «Μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῆς. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς ταμίεια θανάτου· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευ‐
5κεν.»

1

.

380

Ὅνπερ δὲ τρόπον γυναῖκες ὀνομάζονται αἱ κακίαι, οὕτω καὶ αἱ ἀρεταί. Ὁ σοφὸς γοῦν περὶ τῆς σοφίας λέγει· «Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ.» Περὶ τοῦ οὕτως ἠγμένου αὐτὴν γαμετῆς δίκην
5διαγορεύει τὸ παροιμιῶδες θέσπισμα τόδε· «Ἡ σοφία τίκτει ἀνδρὶ φρόνησιν.»

1

.

381

Τούτῳ τῷ ἀνδρὶ προστάττεται· «Περι‐ χαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε περι‐ λάβῃ.» Πρὸς τὸν ἐκ τῆς ἀρετῆς τεκνώσαντα σπουδαῖον ἄνδρα ἀποτείνεται τὸ ἅγιον Πνεῦμα φάσκον· «Ἡ γυνή σου ὡς ἄμπε‐
5λος εὐθηνοῦσα ἐν τοῖς κλίτεσιν τῆς οἰκίας σου· υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ὅτι δὲ οὐ περὶ [θ]νητῆς γυναικὸς καὶ τῶν υἱῶν αὐτῆς ταῦτα θεσπίζεται, ὁ ἐπι‐ [φ]ε̣ρόμενος στίχος δηλοῖ· «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρω‐ πος ὁ φο[βο]ύ̣μενος τὸν Κύριον.»

1

.

382

Εἰ γὰρ ἀνθρωπίνως τις ἐκλαμβάνοι τὰ τοιαῦτα, [πολ]λ̣οὶ τῶν μεγάλων ἁγίων εὐλα‐ βέστατοι ὄντες οὐκ ἔσχον τὴν [εὐλο]γίαν, οὐ συνοικήσαντες γυναιξίν, τεκνώσαντες οὐδαμ̣[ῶ]ς̣. Ἀρκεῖ δὲ πρὸς πληροφορίαν
5παραγαγεῖν Ἠλίαν τὸν μέγαν προ[φήτην] κ̣αὶ Ἐλισαῖον, τὸν κατὰ θεοσέβειαν ὄντα αὐτοῦ υἱὸν πνευματικόν, τ[.....] περὶ Ἰωάννου τοῦ βαπτιστοῦ φάναι· καὶ ἕτεροι δέ εἰσιν πλ̣[είονες]
ἀγαμίᾳ σχολάσαντες, ἵνα «μεριμνῶσιν τὰ τοῦ Κυρίου».

1

.

383

Ὅλ̣[ας γὰ]ρ πολλὰς χιλιάδας παρθένων ἀνδρῶν μὴ μολυν‐ θέντων μ̣ετὰ γυναικὸς ὁ Ἰωάννης εἶδεν ἐν τῇ Ἀποκαλύψει. Εἰ γὰρ καὶ ἀνάγεται τὰ περὶ τῶν παρθένων τῶν συμπληρούντων τὸν ἕκατον τεσσαράκοντα τέσσαρα ἀριθμόν, ἀλλ’ οὖν ἁγνῆς καὶ σώ‐
5φρονος διαγωγῆς ἕνεκα, οὐ λυπεῖ ἐκδέξασθαι τὸ ῥητὸν κατὰ πρόχειρον.

1

.

384

Φέρεται ἐν τῇ βίβλῳ τῆς κατηχήσεως τῇ Ποι‐ μένι ἐπιγεγραμμένῃ πολλὰ διὰ γυναικῶν καὶ παρθένων δηλού‐ μενα, ὧν τὰ μὲν ἀρετὰς καὶ εὐλογίας δηλοῖ, τὰ δὲ κακίας καὶ κολάσεις, ἃς ὁ ἐντυχὼν ἐκλήμψεται ἀπὸ τοῦ βιβλίου.

1

.

385

Zach. V, 9—11: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυ‐ γας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ
5ἀνὰ μέσον τοῦ οὐρανοῦ. Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον; Καὶ εἶπεν πρός με· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ
ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

1

.

386

Καὶ νῦν ἐπάρας τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου ὡς ἐν ταῖς προλαβούσαις ὀπτασίαις, εἶδεν δύο γυναῖκας ἐκπορευομέ‐ νας ἐπτερωμένας, καὶ πνεῦμα ἦν ἐν ταῖς πτέρυξιν αὐτῶν. Ἦσαν δὲ αἱ πτέρυγες αὐτῶν ὡς πτέρυγες ζῴου τοῦ καλουμένου ἔποπος.
5Αἱ οὕτως ἐκπορευόμεναι γυναῖκες ἀνέλαβον τὸ προηρμηνευμένον μέτρον, οὗ ἐν μέσῳ ἡ καλουμέν̣[η] ἀνομία γυνὴ ἐτύγχανεν, καὶ ἀνέλαβον αὐτὸ ἐν μέσῳ τ̣[ῆ]ς̣ γῆς καὶ τοῦ οὐρανοῦ. Τούτων οὕτω τεθεωρημένων, [...]επυθόμην τοῦ λαλοῦντος ἐν ἐμοὶ ἀγγέλου· «Ποῦ ἀποφ[έρου]σιν τὸ μέτρον; Καὶ εἶπέν μοι· Οἰκο‐
10δομῆσαι αὐτῷ οἰκί[αν] ἐ̣ν̣ γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτ̣[οιμ]α̣σίαν αὐτοῦ.»

1

.

387

Ἐπιστατέον τίνες αἱ δύο γυναῖκέ[ς εἰσι]ν. Ὅρα εἰ δύνανται αἱ δύο κακίαι εἶναι ἤτε ἠθικὴ ἡ κατὰ̣ [παρά]β̣ασιν τῶν θείων ἐντολῶν συνισταμένη ἢ ἡ ψευδὴ[ς περὶ τῶ]ν φρονητέων δόξα καὶ αἱ ἐνεργοῦσαι αὐτὰς πονηρα[ὶ] δ̣υ̣ν̣άμεις.

1

.

388

Ὤφθησαν δὲ πτέρυγας ἔχουσαι πνεύματος πεπληρωμέ‐ νας, ἐκείνου περὶ οὗ γράφει ὁ Ἀπόστολος· «Ἐν οἷς ποτε καὶ ὑμεῖς περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν
5τοῖς υἱοῖς τῆς ἀπειθείας.»

1

.

389

Τάχα δὲ συγγενές ἐστιν, φαῦ‐ λον ὂν τὸ ἐν ταῖς ἐκκειμέναις πτέρυξιν, τῷ ἀκαθάρτῳ πνεύματι τῷ ἐκβαλλομένῳ ὑπὸ Ἰησοῦ ἀπὸ τοῦ ἀνθρώπου, ὅπερ ἐκβληθὲν ὑπὸ Ἰησοῦ, ἐὰν ὑποστρέψαν εὕρῃ σχολάζοντα καὶ σεσαρωμένον
5τὸν τόπον ἀφ’ οὗ ἐξεβλήθη, σχολὴν χειρίστην ἔχοντα καὶ σεσα‐ ρωμένον, ἀποβληθέντων πάντων ὧν εἶχεν καλῶν, 〈παραλαμβά‐ νει〉 πνεύματα ἕτερα ἑπτὰ πονηρότερα αὐτοῦ, εἰσέρχεται καὶ «κατοικεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα
τῶν πρώτων».

1

.

390

Πρὸς παράστασιν τοῦ ψεκτὰς εἶναι τὰς πτέρυγας τῶν γυναικῶν, παρεβλήθησαν καὶ ὡμοίωνται ταῖς τοῦ ἔποπος πτέρυ‐ ξιν. Ἀκάθαρτ̣ον δ’ ἐστὶν τοῦτο τὸ ζῷον, νεκρῶν φίλον ὂν καὶ σκυβάλων [ἀ]νθρωπίνων· νέμεται γοῦν ἐν τοῖς μνήμασιν καὶ
5νεοσ[σ]ιὰν ἑαυτῷ ποιεῖ ἐκ κόπρου ἀνθρωπίνης, ἵνα ᾦα θεὶς ἐν τῇ [νο]σερᾷ καλιᾷ ἐπῳάσῃ καὶ νεοσσοποιήσῃ νεοττοὺς ὁμοίους [αὐ]τῷ.

1

.

391

Ἔσχεν δὲ τὴν προσηγορίαν ταύτην ἀπὸ τοῦ ἐποπτεύειν κ̣[αὶ] ἐ̣φορᾶν τὰ ἀνθρώπινα. Χρῶνται δὲ αὐτῷ αἱ γυναῖκες [πεφθ]έντι εἰς κακοσχολίας, ἤτοι τὰς παραλαμβανομένας εἰς̣ [....]λια καὶ φθόρια, ἢ τὰ ἀγώγιμα εἰς φίλτρον ἀκόλαστον
5κα̣[ὶ ἐρασ]τικόν.

1

.

392

Σκοπητέον τί τὸ ζῷον τοῦτο κατ’ ἀναγωγὴ̣[ν ἐκλ]α̣βεῖν δεῖ, καὶ ὅρα εἰ δυνατόν.

1

.

393

Ἢ τὸν διάβολον σημαίνει, ἢ τ[ὸν ἀν]τίχριστον. Οὐκ ἀπογνωστέον δὲ καὶ τῶν ἑτεροδόξων ἕκαστον. Χαίρει δὲ καὶ ὁ διάβολος καὶ ὁ ἀντίθεος ἀντίχριστος καὶ τῶν αἱρετικῶν ὁ λόγος νέμεσθαι περὶ μνήματα, τὰ αὐτὰ ὄντα τοῖς τάφοις κατὰ ἀλληγο‐
5ρίαν «τοῖς ἔξωθεν κεκονιαμένοις, ἔσωθεν γέμουσιν πάσης ἀκρασίας» καὶ τῶν παραπλησίων λογισμῶν χωριζόντων ἀπὸ
Θεοῦ διὰ τὸ εἶναι σκολιοί. Εἴρηται γὰρ ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος· «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.»

1

.

394

Πρὸς τῷ πωτᾶσθαι περὶ τὰ μνήματα τὸ μνημονευθὲν ζῷον διὰ τὸ ἀκάθαρτον ὑπάρχειν καὶ χαῖρον ταῖς δυσωδίαις, ἐκ κόπρου ἀνθρωπίνης τὴν καλιὰν ἑαυτοῦ κατασκευάζει. Τί δὲ τούτῳ ἀκολουθεῖ ἢ τὸ καὶ αὐτόν, τὸν ἔποπά φημι, καὶ τοὺς
5νεόττους αὐτοῦ ἐν ἀκαθαρσίᾳ διάγειν;

1

.

395

Πρὸς τούτῳ καὶ τὰ ἀνθρώπινα ἐποπτεύων ἔσχεν τὴν ἐπωνυμίαν ταύτην· ἀνθρώπινα δέ φημι τὰς ἔριδας καὶ φιλονει‐ κίας καὶ τοὺς ψεγομένους ζήλους, περὶ ὧν γράφει ὁ Ἀπόστολος, ἐλέγχων τοὺς ἐνεχομένους αὐτοῖς· «Ὅπου γὰρ ζῆλος καὶ ἔρις
5ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε, καὶ κατὰ σάρκα περιπατεῖτε;»

1

.

396

Τοὺς οὕτω σάρκας καλουμένους χαριέντως ἐρεῖς γυναῖκας εἶναι εἰς κακοσχολίας παραλαμβανούσας πεφθέντα τάχα καὶ βρωθέντα τὸν εἰρημένον κατ’ ἀναγωγὴν ἔποπα, ὥστ’ ἐξ[αμ]‐ βλῶσαι τὰ ἀπὸ τοῦ φόβου συλλαμβανόμενα ἵνα μὴ ἀποτελ̣[ῆται],
5καὶ φίλτρα ἐγεῖραι εἰς ἀκολασίαν ἄγοντα.

1

.

397

Τούτων τῶν [γυ]ναικῶν καὶ τῶν πτερύγων αὐτῶν ἀποσχέσθαι προσή[κει τὸν ἀν]αλαβόντα πτέρυγας ὡς περιστερᾶς, ἐν αἷς ὁ πετασθεὶς κ̣[ατα]παύει, εὑρίσκων «τὸν σαββατισμὸν τὸν ἀπολειπόμενον τῷ [λαῷ] τοῦ Θεοῦ», νοήσεις τοῦ ἁγίου
5Πνεύματος τοῦ καταβάντος ἐν εἴδει περ[ιστερᾶ]ς ἐν τῷ Ἰορδάνῃ, ἃς ἔχει μόνος καὶ πᾶς ὁ ἀναπαυόμενος [ἀνὰ] μέσον τῶν δύο
διαθηκῶν, κλήρων ὀνομασθεισῶν κατ[ὰ τό· «Ἐὰ]ν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερ[ᾶς περ]ιηργυρωμέ‐ ναι.» Κατὰ ταύτας ἐπτερῶσθαι μακάριόν ἐστιν· ἀναλαμβάνουσιν
10γὰρ τὸν ἔχοντα εἰς τὸν οὐρανὸν καὶ τὰ ὑπερκόσμια.

1

.

398

Τῶν πτερωσθεισῶν κατὰ τὸν ἔποπα δύο γυναικῶν με‐ τεωριζουσῶν τὸ μέτρον ἐφ’ ὃ ἡ ἀνομία κάθηται ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, —πεπείρανται γὰρ αὐτοῦ καὶ οἱ ἁμαρτή‐ σαντες ἄγγελοι, καὶ οἱ ἐπίγειοι δαίμονες, καὶ ἄνθρωποι ὅσοι
5«φοροῦσιν τὴν εἰκόνα τοῦ χοϊκοῦ», —ἰδὼν ὁ τὴν ἀποκάλυψιν ὁρῶν μετεωριζόμενον καὶ ἀποφερόμενον τὸ μέτρον ᾧ ἐπικάθηται ἡ ἀνομία, φησὶν τῷ ἐν αὐτῷ λαλοῦντι ἀγγέλῳ· «Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;»

1

.

399

Ἀποκριθεὶς δὲ ὁ ἄγγελος λέγει· «Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.»

1

.

400

Ποῖος γὰρ ἄλλος ἥρμοζεν τόπος τῷ ἔχοντι τὴν ἀνομίαν μέτρῳ, ἢ ἡ σύγχυσις, ἵν’ ἕτοιμον εὑρίσκηται τοῖς ἐφιεμένοις αὐτοῦ; Διὸ ἐκκλιτέον καὶ ἐκφευκτέον τὴν Βαβυλῶνα διὰ τὸ ἐκεῖ τεθεῖσθαι τὸ μέτρον πρὸς τὸ ἕτοιμον εὑρίσκεσθαι τοῖς ἐθέλουσιν.
5Κηρυκάδην οὖν ὁ θεῖος λόγος βοᾷ πρὸς τ̣ὸ̣ν εἶναι σπουδαῖον θέλοντα· «Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων [ἐ]κ γῆς Χαλδαίων.»

1

.

401

Ἐπιστήσαντες τῇ ὀπτασίᾳ τοῦ προφήτου [τ]οῖόν τε, μισήσωμεν πτέρυγας ἔχειν ἔποπος, πτερωθ̣[έν]τες κατὰ τὸ ἅγιον Πνεῦμα· οὕτω γὰρ ῥᾷστα εἰς τὰ ὑπερουρ[ά]ν̣ια διαβῆναι δυνατόν.

1

.

402

Zach. VI, 1—8: Καὶ ἐπέ[στ]ρεψα καὶ ἦρα τοὺς
ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ τέσσερα ἅρμ̣[α]τα ἐκ‐ πορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χα[λκ]ᾶ. Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ
5δευ[τέρῳ] ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐ[ν τῷ] ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. Καὶ ἀπεκρίθην καὶ ε[ἶπα π]ρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; Κ̣α[ὶ ἀ]πεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν· Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ
10οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς·

1

.

403

ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπο‐ ρεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι τὴν
5γῆν. Καὶ περιώδευσαν τὴν γῆν. Καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βορρᾶ ἔπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.

1

.

404

Ἐπιστρέψας ὁ προφήτης εἰς τὸ καὶ ἑτέραν ἀποκάλυψιν δέξασθαι, εἶδεν τέσσαρα ἅρματα ἐκ μέσου δύο ὀρέων χαλκῶν. Τὸ πρῶτον ἅρμα ὑπεζευγμένους εἶχεν πυρροὺς ἵππους, τὸ δεύ‐ τερον μέλανας, τὸ τρίτον λευκούς, τὸ τέταρτον ποικίλους ψαρούς.

1

.

405

Θεασάμενος τὰ τέσσαρα ἅρματα, μαθεῖν τὰ περὶ αὐτῶν βουλόμενος, πυνθάνεται τοῦ ἐν αὐτῷ λαλοῦντος ἀγγέλου τίνα ἐστὶ τὰ ὀφθέντα. Ὃ δὲ ἀποκρίνεται λέγων εἶναι αὐτὰ τοὺς τέσσα‐ ρας ἀνέμους τοῦ οὐρανοῦ, τὰ κλίματα δηλονότι τῆς οἰκουμένης
5τὰ τέσσερα. Ὤφθησαν δὲ οἱ μέλανες ἐκπορευ[όμ]ενοι ἀπὸ γῆς βορρᾶ, τῶν λευκῶν ἐκπορευομένων ὄπισθεν αὐτῶν· ἤρχοντο δὲ ἐκ τοῦ νότου οἱ ψαροὶ καὶ ποικίλοι.

1

.

406

Ἐλέχθη περὶ πάντων τῶν ἵππων ὡς δυνατὸν ἐμοὶ ὅτε
ὤφθησαν ἐν τῇ πρώτῃ ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον.

1

.

407

Δύο χαλκᾶ ὄρη εἴρηται ἀφ’ ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύ[θη]. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ὶ̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον
5ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸν Θεόν. Ὅπερ ὑπειδόμενος ὁ θεσπέσιος Ἀπόστολος γράφει· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλά‐ ζον.»

1

.

408

Δηλοῖ δὲ ἡ ὕλη αὕτη καὶ τὴν ἀναίδειαν, ὡς καὶ τὸ ἀνυπότακτον καὶ ἀκαμπὲς ὁ σίδηρος, ὡς τὸν Θεὸν ἐλεγκτικώτατα πρὸς τὸν ἀπηρυθριακότα καὶ ὄψιν πόρνης ἐσχηκότα καὶ πρὸς πάντας ἀπηναισχυντηκότα καὶ μὴ ὑποβάλλοντα ἑαυτὸν τῷ
5χρηστῷ τοῦ Ἰησοῦ ζυγῷ· «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ σύ· καὶ τὸ μέτωπόν σου χαλκοῦν, καὶ τὸ νεῦρον τοῦ τραχήλου σου σιδηροῦν.»

1

.

409

Δύο δὲ εἴρηται τὰ ὄρη τὰ χαλκᾶ διὰ τὸ διττὸν τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὑψωμάτων. Ἔστιν γὰρ ψευδοδοξεῖν καὶ περὶ τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν δια‐ νοητικήν, οὐκ ἄλλην οὖσαν τῆς γνώσεως τῆς ἀληθείας· ἀσεβοῦσι
5γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων περὶ ἀμφότερα τὰ εἴδη τῆς ἀρετῆς.

1

.

410

Τῶν μελάνων ἵππων διὰ τὸ σκεύη ὀργῆς εἶναι ἐκπο‐ ρευομένων ἀπὸ τοῦ βορρᾶ, «ἀφ̣’ οὗ ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», οἱ λευκ̣οὶ ἵπποι ὀπίσω αὐτῶν ἐρχόμενοι
ἐδείχθησαν. Οὗτοι δ’ εἰσὶν [ο]ἱ τῶν ἱλαρῶν καὶ εὐφροσύνης
5ποιητικῶν καὶ ἐπωφελῶν πρα[γ]μάτων διάκονοι. Ἐπεὶ γὰρ αἱ κολάσεις ὑπὲρ βελτιώσεως τ̣ῶν παραδιδομένων αὐταῖς ἐπάγονται, ἁρμονίως ὀπίσω ἔ̣ρ̣χ̣ονται, μετ’ αὐτὰς δηλονότι, ὑφαίνοντες καὶ εὐαγγελιζόμενοι τὰ λαμπρὰ καὶ φωτοειδῆ.

1

.

411

Τούτων πεῖραν λαβοῦσα ψυχὴ τῷ ἐν συναισθήσει γεγονέναι, ἀριδηλότατα βοᾷ πρὸς τὴν ἐφηδομένην τῇ ἀπωλείᾳ τῶν βλαπτομένων· «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· πάλιν ἀναστήσομαι»,
5δηλαδὴ μετανοήσασα. Εἰ γὰρ καὶ πεσοῦσα τιμωρίᾳ ὑπεβλήθην ὀργῇ Θεοῦ, ἀλλ’ οὖν ὑπομείνασα καὶ τὴν ὀργὴν τὴν ἐπαχθεῖσαν γενναίως ἐνεγκοῦσα, εἰς ἱλαρὰν κατάστασιν καὶ εὐφραίνουσαν διαγωγὴν ἐλθοῦσα, φημί·

1

.

412

«Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιώσῃ τὴν κρίσιν μου· καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.» Κἂν γὰρ βελτιώσεως καὶ ὠφελίας ἕνεκα ὀργισθῇ Θεός,
5οὐκ ἀεὶ τοῦτο ποιεῖ· λέγει γοῦν· «Ὅταν ὀργὴ τοῦ θυμοῦ γέ‐ νηται, πάλιν ἰάσομαι.»

1

.

413

Ὁ ἐκ τῆς τοιαύτης προνοίας ὠφεληθεὶς χαριστηρίως λέγει τῷ ὑπὲρ σωτηρίας κακώσει πρὸς ὀλίγον ὑποβαλόντι· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρε‐ ψας τὸ πρόσωπόν σου καὶ ἠλέησάς με.»

1

.

414

Τῶν μελάνων ἵππων ἀπὸ τῆς γῆς τοῦ βορρᾶ ἐληλυθό‐ των ἵν’ ἀναπαύσωσιν τὸν θυμὸν Κυρίου, ἀπὸ τοῦ νότου ὤφθησαν ἐρχόμενοι οἱ ποικίλοι καὶ ψαροί· ἀπ’ ἐκείνου δηλαδὴ περὶ οὗ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νύμφιον·
5«Ἔρχου, νότε», ἀποπεμφθέντος ὑπ’ αὐτῆς τοῦ ψυχροῦ βορέα καὶ ἀνέμου σκληροῦ. Ἔχει δ’ οὕτως ἡ λέξις τῆς νύμφης· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπό̣ν μου, καὶ ῥευσάτω ἀρώματά μου.» Λόγοι δ’ ἀγαθοὶ καὶ νοήματα εὐσεβῆ εἰσι τὰ ἀρώματα.

1

.

415

Ἡρμηνεύθη ἐν τοῖς πρότερον τίνες οἱ ποικίλοι ἵπποι, καὶ διὰ τί οὕτως εἴρηνται. Πάντες δὲ οἱ ἵπποι παρεστήκασιν τῷ Κυρίῳ π[ά]σ̣η̣ς̣ τῆς γῆς, ἕτοιμοι τυγχάνοντες πρὸς τὸ περιο‐ δεῦσαι πᾶσαν τὴν γῆν καὶ ἐκτελεῖν ἃ προστάττει ὁ Κύριος πάσης
5τῆς γῆς, μᾶλλον δὲ πάσης τῆς κτίσεως.

1

.

416

Τοῦ πρώτου τόμου περιγραφέντος εἰς τὰς φανείσας ὀπτασίας τοῦ προφήτου Ζαχαρίου τοῦ φωτεινῶς καθορῶντος,
ἀρκτέον τοῦ δευτέρου ἀπὸ τῆς ἑξῆς λέξεως οὕτως ἐχούσης.

2

t

Τόμος Βʹ

2

.

1

Zach. VI, 9—11: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶ̣ν̣ ἐπεγνωκότων αὐτήν. Καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον
5Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος. Καὶ λήμψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου.

2

.

2

[Ὡς οὐ]κ ἔστιν ἐπιστημονικὰ μαθήματα εἰπεῖν ἢ παραδοῦ‐ ναι μὴ σχόντα ἐπιστήμην, οὕτω οὐκ ἔστι προγνῶναι ἀληθῶς καὶ κατὰ Θεὸν ἢ προφητεῦσαι πνευματικὴν προφητείαν ἄνευ τοῦ γενέσθαι τὸν Θεοῦ λόγον πρὸς τὸν προγινώσκοντα καὶ προφη‐
5τεύοντα. Γινόμενος γὰρ πρὸς τὸν τοιοῦτον ὁ τοῦ Κυρίου λόγος ὀμματοῖ καὶ φωτίζει πρὸς τὸ θεάσασθαι τὰ κάλλη [κ]αὶ μυστήρια τῆς ἀληθείας καὶ τῆς Θεοῦ σοφίας.

2

.

3

Οὐχ ἕτερ[ο]ς δ̣ὲ ὁ γινόμενος πρὸς τὸν προφήτην λόγος τοῦ Θεοῦ Λόγου ὑπάρχει, ὅστις γίνεται μὲν πρὸς τοὺς ἁγίους ἄνδρας, ἀγγέλους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους καὶ
κυριότητας, πρὸς τὸν γεννήσαντα αὐτὸν Πατέρα ὢν ἀεί. Περὶ
5μὲν γὰρ τοῦ Πατρὸς λέγεται ὡς ἦν ὁ Λόγος πρὸς αὐτόν· «Οὗτος γάρ, φησίν, ἦν πρὸς τὸν Θεόν», Θεὸς Λόγος ὤν.

2

.

4

Γίνεται δέ, καὶ οὐκ ἔστιν, πρὸς τοὺς πνευματοφόρους ἄνδρας, ὢν καὶ τότε πρὸς αὐτοὺς ὅταν γένηται. Τότε γὰρ τότε καὶ θεοὶ ἔσονται πρὸς οὓς ἐπεφοίτησεν καὶ γέγονεν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησὶν πρὸς τοὺς δυσχεραίνοντας ὅτι Θεοῦ
5Υἱὸν ἑαυτὸν εἶπεν.

2

.

5

Ἔχει δ’ οὕτως τὸ ῥητόν· «Εἰ ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τ̣ὸν κόσμον» —ἐμὲ τὸν ταῦτα λέγοντα δηλονότι, —«ὑμεῖς λέγετε ὅτι βλασφημεῖ, ὅτι εἶπον·
5Υἱὸς τοῦ Θεοῦ εἰμι». Καὶ ἐπεὶ θεοὶ ἀποδείκνυνται πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ λόγος, Θεοῦ ῥήματα προσήκει νοεῖν καὶ ἐκλαμβάνειν ἃ ἀπαγγέλλουσιν θεοφορούμενοι οἱ μακαριώτατοι προφῆται. Τί προστάττεται εἰπεῖν πρὸς ὃν γέγονεν ὁ τοῦ Κυρίου λόγος
10Ζαχαρίας θεωρητέον.

2

.

6

«Λαβέ, φησίν, τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόν‐ των καὶ τῶν χρησίμων αὐτῆς καὶ ἐπεγνωκότων» διὰ πεῖραν «αὐτήν». Τίνα δ’ ἐστὶν ἃ δεῖ λαβεῖν παρὰ τῆς αἰχμαλωσίας, διδόντων αὐτὰ παρὰ τῶν ἀρχόντων καὶ χρησίμων καὶ ἐπεγνωκό‐
5των αὐτήν, ἢ τὰ ἱερατικὰ σκεύη ἃ οἱ αἰχμαλωτίζοντες εἰλήφασιν ἐκ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ τοῦ ἐν αὐτῇ. Καὶ ταῦτα γὰρ ᾐχμαλ[ώ]τισται μετὰ τοῦ λαοῦ τῶν Ἑβραίων εἰς τὴν Βαβυλῶνα παρὰ τῶν κρατούντων αὐτῆς τυραννικῶν ἀνδρῶν.

2

.

7

Οὐ παρὰ
τῶν τυχόντων δὲ προστάττεται λαβεῖν, ἀλλ’ ἢ παρὰ τῶν ἀρχόντων νομίμως ἐπιστατούντων καὶ τῶν χρησίμων τῇ αἰχμαλωσίᾳ. Οὗτοι δέ εἰσιν οἱ χρησίμως καὶ ἐπ’ ὠφελείᾳ μετοικισθέντες ἀπὸ τῆς
5ἰδίας πατρίδος εἰς τὴν ἀλλοτρίαν γῆν, οὐ δι’ ἁμαρτίας ἃς ὅλως οὐ πεποιήκασιν αὐτοί, ἀλλὰ τὰς τοῦ ἀσεβήσαντος λαοῦ.

2

.

8

Ὥσπερ γὰρ ἐν ἀνθρωπίνῳ πολέμῳ, μετὰ τῆς στρατιωτικῆς δυνάμεως καὶ ἰατροὶ παραλαμβάνονται πρὸς τὸ θεραπεύειν τοὺς τιτρωσκομένους στρατιώτας, οὕτως οἱ χρησίμως αἰχμαλωτισ‐ θέντες σοφοὶ πρὸς τὸ βοηθεῖν τῷ λαῷ, προτροπῆς καὶ νουθε‐
5σίας τρόπῳ, χρήσιμοι τῆς αἰχμαλωσίας εἴρηνται, ὧν Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἀγγαῖός τε καὶ ἕτεροι πλείονες θεοπρόποι ἄνδρες.

2

.

9

Πρὸς τούτοις, καὶ ἐπεγνωκότες τί τὸ τῆς αἰχμαλωσίας τέλος ἐστίν, τὸ κατελθεῖν εἰς τὴν γῆν ἀφ’ ἧς αἰχμάλωτοι ἐλήμφθησαν, ὡς ψᾶλαι εὐχαριστίας ὕμνον· «Ἐν τῷ γὰρ ἐπιστρέ‐ ψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλη‐
5μένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.»

2

.

10

Φέρουσι τὰ ἐκ τῆς αἰχμαλωσίας οἱ ἄρχοντες καὶ οἱ συνω‐ νομασμένοι αὐτοῖς χρήσιμοι καὶ ἐ̣πεγνωκότες αὐτὴν οὐ μόνον τὰ αἰσθητὰ σκεύη τοῦ ἱεροῦ, ἀλλὰ καὶ ἃς ἐκτήσαντο ἐκεῖ ἀρετὰς καὶ τὰ σοφὰ νοήματα. Ὠ̣φεληθέντες γὰρ ἐκ τῆς ἀηδοῦς καὶ ἐπιπόνου
5καταστάσεως, ἐκτήσαντο τὰ ἀγαθὰ περὶ ὧν εἴρηται ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν πρὸς τὸν εὐλογούμενον παρὰ Κυρίου· «Ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ»,

2

.

11

καὶ ἔτι· «Πεποιθὼς ἔσει ἐπὶ Κύριον καὶ ἀναβ[ι]βάσῃ σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», ἥτις κληρο‐ νομία δίδοται τοῖς μαθοῦσι παρὰ Ἰησοῦ «ὅτι πραῢς καὶ ταπεινὸς τῇ καρδίᾳ ἐστίν». Περὶ ἧς ὁ ὑμνῳδὸς κέκραγεν· «Πιστεύω
5τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Συμφώνως καὶ ὁ μακάριος π̣ροφήτης Ἠσαΐας προτρέπει πόθον λαβεῖν τῶν ἡρμη‐ νευμένων ἀγαθῶν· «Ἐὰν γάρ, φησίν, θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.»

2

.

12

Λαβόντος τὰ ἀπὸ τῆς αἰχμαλωσίας τοῦ πρόσταξιν περὶ τούτου εἰληφότος πρὸς τοῦ γενομένου Κυρίου λόγου πρὸς αὐτόν, κελεύεται εἰσιέναι εἰς τὸν οἶκον Ἰωσίου, τοῦ μεταλαμβανομένου εἰς «σῳζόμενον».

2

.

13

Προσήκει γὰρ τὸν σῳζόμενον ὑπὸ Κυρίου, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἡμῶν Θεὸς τοῦ σῴζειν», ἐληλυ‐ θότος «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», υἱὸν εἶναι 〈Σοφο‐ νίου〉 τοῦ ἑρμηνευομένου «χρονισμὸς Ἰαώ». Χρονισμὸς γὰρ
5ἐγγίνεται ὑπὸ Θεοῦ τῷ σωθέντι σωτηρίαν αἰώνιον, ἧς αἴτιος ὁ Σωτὴρ ὑπάρχει, περὶ ἧς γράφει ὁ Ἀπόστολος λέγων περὶ τοῦ Σωτῆρος· «Τελειωθείς, ἐγένετο 〈πᾶσιν〉 τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.»

2

.

14

Τῷ προσταχθέντι εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἥκοντος ἐκ Βαβυλῶνος εἰς τὴν Ἰερουσαλὴμ τὴν ἁγίαν πόλιν πρόσταξις
δίδοται λαβεῖν ἀργύριον καὶ χρυσίον καὶ ποιῆσαι στεφάνους ἵν’ ἐπιτεθῶσιν τῇ κεφαλῇ τοῦ μεγάλου ἱερέως, Ἰησοῦς δ’ ἐστὶν
5οὗτος, τοῦ ἀληθινοῦ Ἰησοῦ ὄντ̣ος σωτηρίας Θεοῦ, μεταλαμβα‐ νομένου εἰς τὸ «σωτηρία Ἰαώ», δηλὸν δ’ ὅτι τοῦ Θεοῦ· ἓν δὲ τῶν ὀνομάτων τοῦ Θεοῦ τὸ Ἰαὼ Ἑβραίων φωνῇ.

2

.

15

Τί τὸ χρυσίον καὶ τὸ ἀργύριον ἀφ’ ὧν κατασκευάζονται στέφ[α]νοι πλείονες ὑπὸ τοῦ τὴν ἐντολὴν εἰληφότος θεασώμεθα. Ἄργυρος ὁ λόγος καὶ χρυσὸς ὁ νοῦς ἀλληγορίας νόμῳ ἐκλαμ‐ β[ά]νονται. Λέγεται γοῦν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων περὶ
5τούτων [ὄ]ντων νοητῶν κειμηλίων πρὸς τὴν νύμφην ὑπὸ τῶν φίλων [τ]ο̣ῦ νυμφίου αὐτῆς βασιλέως ὄντος· «Ὁμοιώματα χρυ‐ σο̣ῦ ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.»

2

.

16

Εἰκὸς δὲ ὁμοιώματα τοῦ πνευματικοῦ χρ̣υσοῦ τυγχάνειν τὰ σκιώδη καὶ εἰκονικὰ παιδεύματα τῆς πρ̣ὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος γραφῆς· ἃς «σκιὰς» λέγει εἶναι «τῶν μελλ̣όντων ἀγαθῶν» ὁ Ἀπόστολος καὶ «εἰκόνα τῶν
5ὑπεραναβεβηκότων πραγμάτων»· ταῦτα δ’ ἐστὶν τὰ μέλλοντα ἀγαθὰ κατὰ τὸ ζωοποιοῦν Πνεῦμα συνιστάμενα.

2

.

17

Καὶ ἐπεὶ τὰ ὁμοιώματα τοῦ εἰρημένου νοητοῦ χρυσίου ἐκ τῶν θεοπνεύστων λογίων ποικίλλεται καὶ κατασκευάζεται, ἀπὸ στιγμάτων τοῦ ἀργυρίου τὴν ποικιλίαν δέχεται τὰ ὁμοιώματα τοῦ νοητοῦ χρυσοῦ.
5Τί δὲ τὸ ἀργύριον ἀφ’ οὗ τῶν στιγμάτων τὰ ὁμοιώματα τοῦ χρυσίου κατακοσμεῖται, ἢ «τὰ ἁγνὰ λόγια τοῦ Κυρίου ὄντα ἀργύ‐ ριον πεπυρωμένον δοκίμιον τῇ γῇ».

2

.

18

Περὶ τοῦ ἀποδοθέντος νοητοῦ χρυσίου καὶ τοῦ καταλλήλου ἀργύρου ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ ὑμεναίῳ λέγεται περὶ τοῦ εἰρηνι‐
κοῦ νυμφίου· «Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλου τοῦ Λιβάνου· στύλους ἐποίησεν ἑαυτῷ ἀργύρους, καὶ
5τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον.» Τούτου τοῦ πνευματικοῦ φορείου ἐξ ἀργύρου τοῦ προειρημένου οἱ στῦλοι πεποίηνται καὶ τὸ ἀνά‐ κλιτον αὐτοῦ χρύσεον νοερὸν ὑπάρχον.

2

.

19

Καὶ ἐπεὶ συμβαίνει νικήτας ἀποδείκνυσθαι ἐκ τῶν εἰρημένων κειμηλίων τοὺς ἀθλοῦντας ὑπὲρ εὐσεβείας, «ἀγωνιζομένου[ς] ἕως θανάτου ὑπὲρ ἀληθείας», ἐξ αὐτῶν οἱ στέφανοι κα[τ]ασκευάζονται τῶν πνευ‐
5ματικῶν κειμηλίων, ἵνα ἀναδήσωντ[α]ι αὐτοὺς ταῖς σφῶν κεφα‐ λαῖς οἱ μάρτυρες τῆς ἀληθείας καὶ πάντες οἱ καταπαλαίσαντες τοὺς ἀσάρκους ἀντιπάλους, ὑ[π]ὸ πόδα λαβόντες τοὺς πρὸς οὓς τὴν πάλην εἶχον καλουμέ[νο]υς «ἀρχάς, ἐξουσίας, κοσμοκράτο‐ ρας τοῦ σκότους τούτου, πνευματικὰς πονηρίας».

2

.

20

Πολλῶν καὶ διαφόρων ὄντων τῶν παλαισμάτων, ἀνάγκη καὶ τὰ ἔπαθλα πολλὰ καὶ διάφορα τυγχάνειν. Διὸ οὐχ εἷς ἀλλὰ πολλοὶ στέφανοι τεχνιτεύονται ὑπ[ὸ] τοῦ τὴν πρόσταξιν δεξαμέ‐ νου. Ἑκάστη γὰρ ἀρετὴ καὶ ἔργα τὰ κατ’ αὐτ[ὴ]ν τελούμενα
5οἰκεῖον ἔχει στέφανον.

2

.

21

Ὁ γὰρ τοὺς νόμους τοῦ Πατρὸς ἑαυτοῦ Θεοῦ ἀκούσας καὶ «τοὺς θεσμοὺς τῆς μητρὸς αὐτοῦ μὴ ἀπωσάμενος» «τῆς ἐλευθέρας ἄνω Ἰερουσαλὴμ» καὶ «τῆς ἐνδόξου Ἐκκλησίας» «στέφανον χαρίτων» δέχεται εἰς τὴν
5ἑαυτοῦ κεφαλήν, «κλοιῷ χρυσέῳ» κοσμούμενος τὴν ὑποτακτι‐ κὴν τῆς ψυχῆς δύναμιν, «τράχηλον» ἀλληγορικῶς καλου‐ μένην. Καὶ ἐν τῇ λέξει ταύτῃ ὁ χρύσεος κλοιὸς οὐκ ἐξ αἰσθητῆς ὕλης, ἀλλὰ νοῦ θείου τὴν κατασκευὴν ἔχει.

2

.

22

Χάριτες ἐν τού‐ τοις ἐξ ὧν πλέκεται ὁ στέφανος ὃν ἀναδεῖται ἡ κεφαλὴ τοῦ ἀκούσαντος τοὺς λόγους τοῦ γεννήσαντος αὐτὸν Θεοῦ ἐκ τοῦ δικαιοσύνην ποιεῖν. «Πᾶς γ̣[ὰρ ποι]ῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ
5γεγέννηται», καὶ φυλάττων τοὺ[ς θεσ]μ̣οὺς τῆς προαποδοθείσης
μητρὸς ἥκιστα ἀπωθούμενος αὐτ̣[ο]ύς· αἱ κατ’ εἶδος ἀρεταὶ τυγχάνουσιν χαριτοῦσαι τὸ στεφόμενον καὶ «σῴζουσαι χάριτι» τὸν μετέχοντα αὐτῶν.

2

.

23

Ἔστιν ἕτερον ἀγ̣ώνισμα οὗ ὁ ἐχόμενος «κατατρυφᾷ τοῦ Κυρίου», μεταλαμβάνων αὐτοῦ ὡς ἄρτου ζῶντος, καὶ πίνων «τὸ ποτήριον» ὃ προτείνει τοῖς ὀρεγομένοις πότ̣ο̣υ̣ «μ̣εθύσκον ὡς κράτιστον» ὑπά̣[ρ]χον, ὡς τὸν πεπωκότα χαριστηρίως τῷ
5ὀρέξαντι φάναι· «Ἔδ[ωκ]ας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Ὁ ταύτην τὴν εὐωχίαν ἀβλαβῶς καὶ εὐαρέστως δεξάμενος πεισ‐ θεὶς τῷ εἰρη̣[κότ]ι ἀθλοθέτῃ· «Εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος», δέ̣[χεται σ]τέφανον τρυφῆς, ἅμα κόσμον καὶ ὅπλον σωτήριον ὑ̣[πάρ]χ̣οντα, πρὸς τῆς λεγούσης σοφίας· «Στε‐
10φάνῳ τρυφῆς ὑπε[ράσπι]σαί σου.»

2

.

24

Παῦλος ὁ ἀπόστολος πόθῳ βραβείων καὶ στεφάνου «τ[ὸν] καλὸν ἀγῶνα ἠγωνίσατο, ἐτέλεσε τὸν δρόμον» ἐκεῖνον περὶ οὗ ὁ ὑμνῳδὸς λέγει· «Ἄνευ ἀνομίας ἔδραμον καὶ κα[τεύ]θυνα»· καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλά‐
5τυνας τὴν καρδίαν μου.» Ἁρμονίως ὁ τελέσας τὸν δρόμον τοῦτον καὶ τὴν εἰς Τριάδα «τηρεῖ πίστιν», οὐδὲ κατὰ ποσὸν ὀλισθάνων, βεβαιωθεὶς ἐν αὐτῇ, κατὰ τὸ πρός τινας λεχθὲν ἐν ἐπαίνῳ· «Τῇ πίσ[τει] ἑστήκατε.»

2

.

25

Τί δ’ ἀποδοθήσεται τῷ ἀγωνισαμένῳ τὸν καλὸν ἀγῶνα καὶ τελ̣έσαντι τὸν ἡρμηνευμένον δρόμον καὶ τηρήσαντι τὴν «εἰς δικαιοσύνην λελογισμένην πίστιν», ἢ ὁ τῆς δικαιοσύνης στέ‐ φανος; Ὁ οὕτως ἀνδραγαθισάμενος «τὸν καλὸν ἀγῶνα ἠγώ‐
5νισμαι» καὶ τὰ συνωνομασμένα ἐπιφέρει. «Λοιπὸν ἀπόκειταί μοι
ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφά‐ νειαν» τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

2

.

26

Οὗτος ὁ στέ[φανος] καὶ τῆς αἰωνίου ζωῆς ὑπάρχει, ὡς Ἰάκωβος ἐν τῇ κ[ατ’ αὐ]τὸν ἐπιστολῇ χαράττει φάσκων· «Ὁ μακάριος ἀνὴρ ὃς ὑπ[ομ]έ̣ν̣ει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέ‐
5[φ]ανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἐπεὶ ταὐτόν ἐστιν τλητικῶς πειρασμὸν ὑπομεῖναι τῷ τ̣ὸ̣ν̣ κ̣αλὸν ἀγῶνα ἀγωνίσασθαι, τελέσαι τε τὸν δ̣ρ̣ό̣μον καὶ τηρῆσαι τὴν π̣ίστιν, εἰκὸς ὡς ὁ τῆς δικαιο̣σ̣ύνης στέφανος τῷ τῆς ζωῆς ὁ αὐτὸς ὑπάρχει.

2

.

27

Οἱ γενάμενοι πολλοὶ στέφανοι ἐκ τῶν νοητῶν χρυσ̣ο̣ῦ καὶ ἀργύρου ἐπιτίθενται τῇ Ἰησοῦ κεφαλῇ, τοῦ τῆς δικαιοσύνης, — τὸ γὰρ Ἰωσεδὲκ εἰς τὸ «δικαιοσύνη» μεταλαμβάνεται ἐκ τῆς ἑβραϊκῆς εἰς τὴν ἑλλάδα φωνήν. Καὶ ὅρα γε πῶς μία κεφαλὴ ἡ
5τοῦ Ἰησοῦ πολλοὺς στεφάνους δέχεται. Ἐπειράσθη γὰρ «κατὰ πάντα χ[ωρὶς ἁ]μαρτίας», διαθλήσας τοὺς ἀγῶνας.

2

.

28

Ἐπίστησον κατὰ θεω[ρία]ν̣ ἄλλην πῶς ἡ κεφαλὴ Ἰησοῦ τοῦ μεγάλου ἱερέως δέχεται τ̣[οὺς π]άντων [σ]τεφάνους. Πάντες οἱ πιστεύοντες σῶμα τοῦ Χριστοῦ̣ κ̣[α]ὶ̣ μ̣έλη [τ]υγχάνουσιν· εἴρηται γὰρ πρὸς τοὺς συμπληροῦντας τὸ ἄθροισμα τῆς Ἐκκλη‐
5σίας· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους.» Τού‐ των τῶν μελῶν τοῦ σώματος οἱ μὲν πρακτικοὶ χεῖρες τυγχάνου‐ σιν, πόδες «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί», ὀφθαλμοὶ οἱ κατὰ τὸν νοῦν διορατικοί, κεφαλὴ οἱ νομίμως ἐπιστατοῦντες ἄρχοντες ὡς δεῖ.

2

.

29

Οἱ ὄντες οὕτω κεφαλὴ καὶ ὀξυωποῦσιν καὶ ἀκούουσι τῶν παραβολῶν Ἰησοῦ, καὶ ἐπεὶ πολλοί εἰσιν οἱ οὕτως ἀλληγο‐ ρικῶς κεφαλὴ καλούμενοι, δι’ ὃν ἔχουσιν πρακτικὸν καὶ θεωρητι‐
κὸν βίον, ἀκολούθως τοὺς πάντας στεφάνους δέχεται ἡ τοῦ
5μεγάλου ἱερέως κεφαλή. Μέγας δὲ ἱερεὺς καὶ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ γράφεται οὕτως· «Ἔχοντες οὖν ἱερέα μέγαν Ἰησοῦν τὸν διεληλυθότα τοὺς οὐρανούς, κρατῶμεν τῆς ὁμολο‐ γίας.»

2

.

30

Καὶ παράδοξον οὐδὲν ἑνὸς ἀνδρὸς κεφαλὴν δέχεσθαι τοὺς ὅλους στεφάνους. Εἰ γὰρ ἑκάστης ἀρετῆς, μᾶλλον δὲ ἑκάστη ἀρετὴ στέφανός ἐστιν, ὁ τέλειος δὲ πάσας ἔχει τὰς βελτίστας ἕξεις, ἀντακολουθουσῶν τῶν ἀρετῶν ἑαυταῖς, ὁ πάσας ἔχων
5πολλοὺς ἀναδεῖται στεφάνους, προηγουμένως μὲν ὁ ἀναλημφθεὶς ὑπὸ τοῦ Θεοῦ Λόγου ἄνθρωπος, ἔπειτα οἱ μιμηταὶ αὐτοῦ καὶ αὐτοὶ προσαγορευόμενοι χριστοὶ διὰ τὸ μέτοχοι εἶναι περὶ οὗ εἴρηται· «Χριστὸς Θεοῦ σοφία καὶ δύναμ̣[ι]ς̣.»

2

.

31

Zach. VI, 12—15: Καὶ ἐρεῖς πρὸς α[ὐτ]όν· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα [αὐ]τῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν [οἶ]κον Κυρίου· καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ
5κατάρξει [ἐπὶ τοῦ] θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ [εἰρ]ηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.

2

.

32

Ὁ δὲ στέφανος ἔσται τοῖς [ὑπο]μένουσιν καὶ τοῖς χρησί‐
μοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτ[ὴ]ν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. Καὶ οἱ μ[ακρὰ]ν ἀπ’ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου.
5Καὶ ἐπι[γνώσ]εσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· [καὶ ἔσ]ται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θ[εοῦ ὑμ]ῶν.

2

.

33

«Ἐρεῖς», φησίν, «π[ρὸς αὐ]τόν», δηλονότι τὸν υἱὸν Σοφονίου· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ». Λέγεται δὲ ταῦτα περὶ τοῦ ἐπιδημήσαν‐ τος Σωτῆρος ἡμῶν, ἀνδρὸς μὲν ὄντος κατὰ τὸν τεχθέντα ἐκ
5Μαρίας, ναὸν τοῦ Θεοῦ Λόγου, ὄντος δὲ φωτὸς ἀληθινο[ῦ] καὶ δικαιοσύνης ἡλίου.

2

.

34

Συνᾴδει τῷ προκειμένῳ τὸ εἰρημένον ἐν τῷ προφήτῃ Ἰερεμίᾳ ἔχον οὕτως· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασι‐ λεύων βασιλεύσει καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην
5ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.»

2

.

35

Ὁ γὰρ ἀνιστάμενος ἐκ τοῦ Δαυὶδ ἀνατολὴ δικαία ὁ δεικνύμενός ἐστιν πρὸς τοῦ ἱεροφάντου ἐν τῷ· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Τοῦτον αὐτὸν τὸν ἄνδρα ἀνατολὴν προσαγορευόμενον
5διὰ τὸ δικαιοσύνης ἥλιον ὑπάρχειν, ἐκ τοῦ Δαυὶδ ἀνατολὴ δικαία ἀναστᾶσα, οὐχ ἕτερον ὑπάρχειν φαμὲν τοῦ γεναμένου ἐκ
σπέρματος Δαυὶδ κατὰ σάρκα, περὶ οὗ ὁ ἱεροκῆρυξ Ἠσαΐας προφητικῶς βοᾷ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις
10αὐτοῦ τιμή.»

2

.

36

Τὰ αὐτὰ τῷ προ̣[φ]ήτῃ ἐπιστέλλει ὁ Ἀπό‐ στολος τάδε γράφων τῷ «γνησίῳ» μαθητ[ῇ] ἑαυτοῦ Τιμοθέῳ· «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ σπέ[ρμ]ατος Δαυίδ.»

2

.

37

Ταῦτα γὰρ τὰ ἐκτεθέντα ῥητὰ δηλοῖ τὸν ἐκ τῆς [ἀ]χ̣ράντου παρθένου τεχθέντα δεῦρό τε φοιτήσαντα ἵνα κ[λη]θῇ ὄνομα αὐτῷ· «μεθ’ ἡμῶν ὁ Θεός». Τοῦτο γὰρ ἀποσημαίνει μ[εθ]ε̣ρ̣μηνευόμε‐ νον τὸ Ἐμμανουήλ. Σύμφωνα τούτοις ὑπά[ρχ]ε̣ι καὶ τὰ ὑπὸ
5τοῦ μεγάλου πατριάρχου προαναφωνη[θέν]τα ἐν ταῖς περὶ τοῦ Ἰούδα εὐλογίαις ἔνθεν ἀρχόμενα· «Ἰούδα, [σὲ αἰ]ν̣έσαισαν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐ[χθρ]ῶ̣ν σου, καὶ προσκυνήσουσίν σε πάντες οἱ υἱοὶ τοῦ π̣[ατρός σ]ου. Σκύμνος λέοντος, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.»

2

.

38

Π[ῶς γὰρ] οὐκ ἐκ β̣λαστοῦ ἀνέτειλεν ὁ ἄνευ ἀνδρὸς ἐξ ἀχράντου παρθένου τεχθείς; Παρίσταται ἡ μεγαλειότης καὶ ὑπεροχὴ αὐτοῦ τῷ ὑμνεῖσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ υἱῶν τῆς μητρὸς τῆς
5ἰδίας. Δείκνυται δὲ καὶ τροπαιοῦχος βασιλεὺς ὑπάρχων ἐκ τοῦ ἐπὶ νώτου τῶν ἐχθρῶν ἑαυτοῦ τὰς χεῖρας ἔχειν εἰς φυγὴν τρα‐ πέντων.

2

.

39

Συνᾴδει τοῖς γραφεῖσι περὶ ἀναστάσεως τοῦ ὑμνουμένου καὶ τὸ ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ ὑπὸ Θεοῦ ἐπαγγελλόμενον, λέγοντος πρὸς οὓς εὐεργετῆσαι καὶ σῶσαι βούλεται· «Ἀναστήσω ὑμῖν ποιμένα ἕνα, τὸν δοῦλόν μου Δαυίδ», τὸν εἰρηκότα ἐν
5Εὐαγγελίῳ· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ καλὸς ποιμὴν τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων», ὧν ἐστιν ἀγε‐ λάρχης καὶ νομεὺς ἄριστος, προκινδυνεύων αὐτῶν·

2

.

40

ἀπο‐ θνῄσκει γάρ, «χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου», ἵνα, ζῶντας αὐτοὺς ἀποδείξας, δόξαν Κυρίου παντοκράτορος
παράσχῃ. Περὶ αὐτοῦ γὰρ θεσπίζων Μιχαίας ὁ ἅγιος προφήτης,
5τρόπῳ ὑμνῳδίας προανεφών̣η̣σεν φήσας· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν ὀνόματι Θεοῦ παντοκράτορ[ο]ς αὐτῶν ὑπάρξουσιν», μετέχοντες δηλαδὴ τοῦ εἰπόντος τῷ ἱεροφάντῃ Μωϋσεῖ· «Ἐγώ εἰμι ὁ ὤν.»

2

.

41

Ὥσπερ δὲ ποιμὴν ἄρ[ιστ]ο̣ς, ὁ ἱκανὸς τῇ χειρὶ ἀληθινὸς ὢν Δαυίδ, ἀνέστη ἐπὶ τῷ νέμειν [τὰ] πρόβατα τὰ τῆς φωνῆς Ἰησοῦ ἀκούοντα, «πρόβατα τῆς χειρὸς» το[ῦ Ἰησοῦ] καὶ «λαὸς τῆς νομῆς αὐτοῦ» ὑπάρχοντα, οὕτω ἄριστο[ς] στρατηγὸς ἀπο‐
5σταλεὶς εὐδοκίᾳ Πατρὸς ὁ ἐκ βλαστοῦ ἀνατεί[λ]ας ὡς ὑπόγυον ἐλέχθη, εἰς φυγὴν τοὺς πολεμίους φοβηθέντας τρέψας, τὰς χεῖ‐ ρας ἐπαγαγὼν τῷ νώτῳ αὐτῶν.

2

.

42

Ὑμνεῖται καὶ δοξολογεῖται ὑπὸ τῶν ἰδίων ἀδελφῶν πρωτότοκος αὐτῶν ἀποδειχθείς, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· «Οὓς προέγνω καὶ προώρισεν», ὁ Θεὸς δηλαδή, «συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ
5εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς»· περὶ ὧν τῷ Θεῷ ὁ πρωτότοκός φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμν[ήσ]ω σε.»

2

.

43

Λέγεται δὲ ταῦτα περὶ τοῦ δοξολογουμένου ὄντος ἐκ το[ῦ] Ἀ̣βραὰμ καὶ Δαυίδ, ὡς ὁ Ματθαῖος γράφει· «Βίβλος γενέσεως [Ἰησο]ῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.»

2

.

44

Καταλλήλως τοῖς αἰνοῦσιν αὐτὸν ἀδ̣ελφοῖς, καὶ οἱ τῆς μητρὸς αὐτοῦ υἱοί, δῆλον δ’ ὅτι τῆς ἄνω Ἰερουσαλήμ, προσκυ‐ νοῦσιν αὐτὸν «ἐν πνεύματι καὶ ἀληθείᾳ», τῷ αὐτῷ τρόπῳ τοῖς ἀγγέλοις περὶ ὧν εἴρηται· «Προσκυνησάτωσαν αὐτῷ πάντες
5ἄγγελοι Θεοῦ.»

2

.

45

Κατώρθωνται δὲ πᾶσαι αἱ ἀριστεῖαι, τέλος λαβούσης τῆς ὧδε ἐχούσης προφητείας· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνι‐
στάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

2

.

46

Ἰσοδυναμούντως τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνίστασθαι τὸν ἄρχοντα τῶν ἐθνῶν πάντων, καὶ τὸ ἀρτίως εἰρημένον ἔχει τοῦ Ἰερεμίου ῥητόν. Ταὐτὸν γὰρ τῷ «ἀνίστασθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸν βασιλέα τῶ[ν] ἐθνῶν», τό· «Ἰδοὺ ἡμέραι ἔρχονται,
5λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, βασι‐ λεύοντα βασιλέα, οὗ ἐν ταῖς ἡμέραις σωθήσεται» ὁ ἐξομολογού‐ μενος, «Ἰούδας» Ἑβραίων φωνῇ κα[λο]ύμενος, καὶ ὁ νοῦς ὁρῶν Θεόν, «Ἰσραὴλ» προσαγορευόμενος, «κατασ[κ]η̣νώσει πεποι‐ θώς», κατὰ τὸ λεγόμενον ὑπὸ τῶν ἀνθομ[ολο]γουμένων τῷ
10πάντων δεσπότῃ· «Ἐλέησον ἡμᾶς, Κ[ύριε, ὅτ]ι ἐπί σοι πεποί‐ θαμεν.» Περὶ παντὸς τοῦ οὕτω θαρραλέω[ς καὶ] ἀνδρείως ἑστηκότος γέγραπται· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέ[πο]ιθεν τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.»

2

.

47

Τί δὲ κληθήσεται ὄνομα τῷ ἀναστάντι ἐκ τοῦ Δαυὶδ βασιλεύοντι βασιλεῖ, συνήσαντι ἀναπαέντος ἐπ’ αὐτὸν Πνεύματος τοῦ Θεοῦ—σοφίας καὶ συνέσεως πνεῦμα τυγχάνον, — ποιήσαντι κρίμα καὶ δικαιοσύνην ἐπὶ τὴν γῆν, ἢ τὸ «Ἰωσεδὲκ
5ἐν τοῖς προφήταις»; Ἑρμηνεύεται τὸ «Ἰωσεδὲκ» δικαιοσύνη ἐν τοῖς προφήταις οὖσα, προθεσπίζουσιν αὐτῆς τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, κατὰ τὸ ἐν ὕμνοις ἀπαγγελλόμενον ὅπου μέν· «Δι‐ καιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν», ὅπου δέ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιο[σύ]νην».

2

.

48

Σαφηνισθέντων τῶν παραληφθέντων προφητικ̣ῶ̣ν πρὸς ἀπόδειξιν τῆς τοῦ Ζαχαρίου προφητικῆς λέξεως, καιρὸς καὶ
αὐτὴν θεωρῆσαι.

2

.

49

«Ἰδού, φησίν, ἀνατολὴ ὄνομα αὐτῷ.» Πρὸς τοῖς εἰρημέ‐ νοις τὴν ἐνανθρώπησιν δηλοῦσθαι ἐκ τοῦ· «Ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», ἐπίστησον εἰ ἀνὴρ ἐνταῦθα καλεῖται ὁ νυμφίος ὁ τὴν νύμφην ἔχων. Τοῦτο γὰρ ὁ Ἀπόστολος φανεροῖ, γράφων
5Κορινθίοις· «Βούλομαι τοὺς πάντας ὑμᾶς ἑνὶ ἀνδρὶ ἁρμόσαι, παρθένον ἁγνήν.»

2

.

50

Εἰς τοῦτον τὸν ἄνδρα καταν̣τῆσαι προσδοκία ἐστὶν τοὺς πεπληρωμένους τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς πάλιν ὁ αὐτὸς ἐν Χριστῷ λαλῶν Παῦλος χαράττει· «Μέχρι οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέ‐
5τρον ἡλικίας τοῦ πληρώματος» τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς τοῦ‐ το[ν] γὰρ τὸν τέλειον ἄνδρα, τὸν περὶ οὗ ὁ βαπτιστὴς Ἰωάννης̣, οὗ «ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων ἐγήγερται», φησί[ν]· «Ἔρχεται ὀπίσω μου ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν»· τοῦ‐ τον τὸν ἄνδρα σημαίνει φάσκων· «Ὁ ἔχων τὴν νύμφην νύμφιός
10ἐστιν· ὁ δὲ φίλος τοῦ νυμφίου χαρᾷ χαίρει διὰ τὴν λαλιὰν τοῦ νυμφίου.»

2

.

51

Οὗτος ὁ δεικνύμενος ὑπὸ τοῦ προφήτου ἄνθρωπος ἀνατολὴ προσαγορεύεται, ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ ὁ τοῦ βαπτιστοῦ πατὴρ Ζαχαρίας, πλησθεὶς Πνεύματος ἁγίου, ἀνεφθέγξατο· «Ἀνατολὴ ἐξ ὕψους», φωτὸς ἀληθινοῦ καὶ τοῦ τῆς δικαιοσύνης
5ἡλίου, «ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις», ἵνα, λυθέντος τοῦ σκότους καὶ μηκέθ’ ὑπαρχούσης τῆς τοῦ θανά‐ του σκιᾶς, μεταβῶμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, καὶ καταυ‐ γασθέντες φῶς ἐν Κυρίῳ γενώμεθα, ἀποβαλόντες τὸ ἐξ ἀγνωσίας Θεοῦ καὶ τῆς λοιπῆς κακίας σκότος, φῶς ἐν Κυρίῳ γενώμεθα
10κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντός τισιν· «Ἦτε γὰρ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.»

2

.

52

Περὶ τῆς ἀνατολῆς ταύτης ἀναστάσης ἐκ τοῦ Δαυίδ, ὁ
πατὴρ τοῦ βαπτιστοῦ πρὸς ἑτέροις περὶ τοῦ Θεοῦ καὶ τόδε φησίν· «Ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐξ οἴκου Δαυίδ», τοῦτ’ ἔστιν βασιλέα σωτηρίας. Ἐν πολλοῖς γὰρ τόποις τῆς γραφῆς,
5οὐχ ἥκιστα δὲ ἐν τῷ σοφῷ Δανιήλ, βασιλεῖς καὶ βασιλεῖαι 〈κέρατα〉 καλοῦνται.

2

.

53

Τούτῳ τῷ ἀναστάντι ἐν τῷ οἴκῳ τοῦ Δαυὶδ χρώμενοι, οἱ σοφοί φασιν τῷ Θεῷ· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερα‐ τιοῦμεν.»

2

.

54

«Ὑποκάτωθεν» τοῦ δεικνυμένου ἀνδρὸς ἀνατολῆς καλουμένου, «ἀνατελεῖ» ἤτοι φῶ[ς], ἢ φυτὸν σωτηρίους φέρον καρπούς—κοινῶς γὰρ κατὰ φωτὸς καὶ φυτοῦ τὸ ἀνατέλλειν ῥῆμα τέτακται, —ἅπερ ὑποκάτωθεν ἀνατελεῖ τοῦ μεγάλου
5διδασκάλου, νομοθέτου τε καὶ βασιλέως.

2

.

55

Τίνα δὲ τὰ ὑποκάτω αὐτοῦ, ἢ τὰ ὑποτεταγμένα νόμοις θείοις καὶ συμ[φ]υεῖ παιδεύσει λογικά; Πῶς γὰρ οὐχ ὑποκάτω πᾶς ὁ ἐπαινετῶ̣ς καλούμενος ἀνήρ, τοῦ Χριστοῦ ὄντος αὐτοῦ κεφαλῆς; Καὶ πάντα δὲ τὰ μέλη Χριστοῦ συμπληρωτικὰ ὄντα
5τῆς Ἐκκλησίας οὔσ̣ης σῶμα Χριστοῦ, ὑποκάτω τοῦ Χριστοῦ τυγχάνει ὑπάρχοντος κεφαλῆς τῆς Ἐκκλησίας.

2

.

56

Οὕτω καὶ βασιλέως καὶ διδασκάλου ὑποκάτω ἐρεῖς τοὺς ὑπηκόους καὶ μαθητάς, ἐξ ὧν ἀνατολὴ γίνεται φωτὸς τῆς γνώ‐ σεως τῆς ἀληθείας καὶ δένδρου τοῦ καλὸν καρπὸν φέροντος, πρὸς ὃ διαλεγόμενος οἷα φυτουργὸς ὁ Θεός φησιν· «Ἐγὼ
5ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν»· ἀπέστω δὲ ἑκάστου θεοσεβοῦς τό· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;»

2

.

57

Ὑποκάτω δὲ τοῦ πνευματικοῦ γεωργοῦ ἀνατελεῖν ἐρεῖς
καὶ τὰς κατ’ εἶδος ἀρετὰς καὶ τὰ τούτων ἔργα, γενήματα δι‐ καιοσύνης ὄντας, περὶ ὧν ὁ μὲν Ἀπόστολος γράφει· «Ὁ Θεὸς ἁγιάσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν», ὁ δὲ προφήτης
5Ὠσῆε· «Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γενήματα δικαιοσύνης ὑμῖν.» Ταῦτα «ἐν ἀγαλλιάσει θερίζουσιν οἱ σπεί‐ ροντες αὐτὰ ἐν δάκρυσιν», δηλαδὴ σὺν πόνῳ καὶ ἱδρῶτι τοῖς ὑπὲρ εὐσεβείας.

2

.

58

Δυνατὸν νοῆσαι τό· «Ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ» καὶ οὕτω· ὁ γενάμενος σὰρξ Λόγος, ὁ «ἐκ γυναικὸς γεν̣άμενος» Ἰησοῦς, ὑποκάτωθεν ἀνέτειλεν «τῆς ἐξ ὕψους ἀνατολῆς» τοῦ Θεοῦ Λόγου, ὑπάρχοντος ἀληθινοῦ φωτός.

2

.

59

Ἐκ περιουσίας καὶ τόδε ῥητέον· ἐκ δεξιῶν τοῦ Πατρὸς τοῦ Υἱοῦ καθίσαντος, ὑποκάτω αὐτοῦ «οἱ ἐχθροὶ ἐτέθησαν δίκην ὑποποδίου», οἵτινες, ὠφεληθέντες ἐκ τοῦ ὑπὸ τοὺς πόδας γεγο‐ νέναι, ἀνέτειλαν ὡς φῶς καὶ γενήματα.

2

.

60

Ὁ ὑποκάτω ἀνατείλας τοῦ [θ]εολογουμένου «οἰκοδο‐ μήσει τὸν τοῦ Κυρίου οἶκον», τὴν Ἐκκλησίαν τοῦ ζῶντος Θεοῦ, μάλιστα ὁ ὑποκάτω τοῦ Θεοῦ Λόγου κατὰ τὴν ἐπιδημίαν ἀνατεί‐ λας ἄνθρωπος. Ἀλλὰ καὶ οἱ κα[τ]ὰ τὰς ἑτέρας ἀποδόσεις ὑπο‐
5κάτωθεν ἀνατείλαντες, ὑπήκοο[ι τ]οῦ παμβασιλέως καὶ ἀγαθοῦ διδασκάλου, εἰς πράξεις μεταβαλ[ό]ντες τὰς ἐντολὰς τοῦ κρα‐ τοῦντος αὐτῶν καὶ παιδεύσαν[το]ς, ᾠκοδόμησαν τὸν βίον αὐτῶν οἷα οἶκον ἐπὶ τὴν πέτραν [τ]ὸν Χριστόν, ἐγκαταβαλόμενοι τὰς κρηπίδας καὶ θεμελίους τοῦ οἴκο[υ] ἐπὶ τὴν στερεὰν καὶ ἀκατά‐
10λυτον εἰς τὴν Τριάδα πίστιν, πέτραν ὠ̣νομασμένην πρὸς τὸν ὁμολογήσαντα αὐτὴν πρὸς τοῦ ὁμολ̣ογηθέντος, κατὰ τὸ οὕτω λεχθέν· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τ̣ῇ̣ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ μ̣ὴ κατισχύσουσιν αὐτῆς.»

2

.

61

Ἀλλὰ καὶ οἱ κατὰ τὴν τρίτην ἀπόδοσ̣ι̣ν ὑπὸ τοὺς πόδας τεθέντες τοῦ παμβασιλέως ἐχθροί, ἀντὶ δ[ια]φόρων φίλοι γενό‐ μενοι, οἰκοδομήσουσιν τὸν οἶκον Κυρίου, «ἵν’ ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν αὐτοῖς», καλέσας καὶ βελτιώσας αὐτούς.

2

.

62

Ὁ κατὰ τὴν ἐπιδημίαν ὑποκάτωθεν ἀνατείλας, παρα‐ πλησίως τῷ· «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν», «λήμψεται ἀρετήν», καρποφορούντων αὐτὴν τῶν πρὸς αὐτοῦ σῳζομένων καὶ εἰς μέγα δόξης ἀγομένων. Πῶς γὰρ οὐ λαμβάνει ταύτην
5ἀπὸ τῶν γινομένων Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, γεναμένῳ ὑπὲρ αὐτῶν ἁμαρτία, κατὰ τὴν φιλοσοφίαν τὴν ἀποστολικήν· «Τὸν μὴ γνόντα γάρ, φησίν, ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν’ ἐν αὐτῷ γενώμεθα Θεοῦ δικαιοσύνη»; Πῶς γὰρ οὐ λαμβά‐ νει ἀρετὴν οὖσαν τὴν ἐν ταῖς ἡμέραις τῆς ἐνανθρωπήσεως αὐτοῦ
10〈δικαιοσύνην〉 καὶ πλῆθος εἰρήνης;

2

.

63

Ἐπινεύοντος δ’ αὐτοῦ λαμβάνειν τὴν ἐν ἀνθρώποις γινο‐ μένην ἀρετήν, ἕκαστος τῶν πιστῶν καρποφορείτω καὶ προσφερέτω αὐτήν· ὁ σωφρονεῖν προτιθέμενος, κοσμιότητα καὶ σωφροσύ̣νην, ἁγνείαν τε καὶ παρθενίαν· ὁ ἐγκρατής, τὴν ἐγκράτειαν, «τὴν
5νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε περιφέρων ἐν σώματι» τῷ ἑαυτοῦ. Προσφέρουσι δὲ ἀρετὴν καὶ οἱ «τὸν τίμιον γάμον καὶ κοίτην τὴν ἀμίαντον» μεταχειριζόμενοι.

2

.

64

[Ο]ἷος ἦν ὁ Ἰωσήφ, καὶ Σωσάννα, Ἄννα τε ἡ προφῆτις καὶ ἡ [το]ῦ βαπτιστοῦ μήτηρ Ἐλισαβέτ, καὶ ὅσοι ἄλλοι καὶ ἄλλα[ι] διέπρεψαν ἐν ἁγνείᾳ. Προσηγίοχαν δὲ πίστιν μεγάλην κ[αὶ] ἀκαθαίρετον, ὑπερφυῆ
5ἀρετὴν οὖσαν, «οἱ μέχρι θανάτου [ὑ]πὲρ τῆς ἀληθείας ἀγωνισά‐ μενοι», ὁμολογήσαντες ἐν αὐ[τ]οῖς τὸν τοῦ Θεοῦ Υἱὸν ἔμπροσ‐ θεν τῶν ἀνθρώπων, ἵνα καὶ αὐτ[ὸς] ἐν αὐτοῖς ὁμολογήσῃ αὐτοὺς
ἔμπροσθεν τοῦ οὐρανίου Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.

2

.

65

Ὁ κληθεὶς ἀνατολὴ ἀνὴρ «καθιεῖτ[α]ι καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ». Διττὸς δ’ ἐστὶν ὁ θρόνος̣ αὐτοῦ, ὃ μὲν ὡς βασιλέως, ὃ δὲ ὡς ἱερέως, ὡς ἀπὸ λέξεων γρ̣αφικῶν ἔστιν ἀπο‐ δεῖξαι.

2

.

66

Δηλοῦται ὁ παντοκρατορικὸς ἐκ τοῦ π̣αρ̣ο̣ιμιώδους θεσ‐ πίσματος οὕτως ἔχοντος· «Ὅταν βασιλε[ὺς] δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἀντιτάσσεται αὐτῷ οὐδὲν πονηρόν»· ἀλλὰ καὶ ἐκ τοῦ· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς αἰῶνα αἰῶνος· ῥάβδος
5εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου»· καὶ ἀπὸ 〈τοῦ〉 ἐν Ψαλμοῖς εἰρημένου· «Καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.»

2

.

67

Περὶ δὲ τοῦ ἱερατικοῦ, ἐν τῇ πρὸς Ἑβραίους· γράψας γὰρ ὁ τὴν ἐπιστολὴν χαράξας· «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιε‐ ρεύς, ὅσιος, ἄκακος, ἀμίαντος», καὶ τοῦτό φησιν· «Προσερχώ‐ μεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν
5ἔλεος, καὶ χάριν εὕρωμεν εἰς βοήθειαν», θρόνον λέγων χάρι‐ τος τὸν τοῦ ὁσίου καὶ ἀκάκου καὶ ἀμιάντου ἀρχιερέως.

2

.

68

Ἐπεὶ τοίνυν ὁ περὶ οὗ λέγεται καθιεῖται καὶ κατάρξει 〈ἐπὶ〉 τοῦ θρόνου αὐτοῦ, ἔλαβεν «τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· ἵν’ εἰς τοὺς αἰῶνας βασιλεύῃ, τῆς βασιλείας αὐτοῦ οὐκ ἐχούσης τέλος», ἀλλὰ καὶ «ἱερωσύνην ἀπαράβατον». Εἴρηται
5γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ὁ ἱερεὺς εἰς τὸν αἰῶνα.»

2

.

69

Ἐπὶ τοῦ διττοῦ θρόνου καθιεῖται καὶ κατάρξει, μόνου αὐτοῦ τὸν βασιλείας καὶ ἱερωσύνης θρόν̣[ο]ν ἔχοντος. Ὅταν καθίσας ἐπὶ τοῦ θρόνου κατάρξῃ βε[β]αίως βασιλεύων, τὸ τηνι‐ κάδε «ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, βο̣[υ]λῆς εἰρηνικῆς ἀνὰ
5μέσον ἀμφοτέρων οὔσης». Τίς δ’ οὗτός ἐστιν [ἢ ὁ] Μελχισεδέκ, 〈ὃν〉 γράφει ὁ Ἀπόστολος μένειν ἱερέα εἰς τὸ διην[ε]κὲς τῷ ἀφωμοιῶσθαι τῷ Υἱῷ τοῦ Θεοῦ.

2

.

70

Ἔχει δ’ οὕτως ἡ ἀποστο‐ λικὴ φωνὴ πρὸς 〈Ἑβραίουσ〉· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλό‐ γητ[ος], μήτε ἀρχὴν ἡμερῶν μηδὲ τέλος ζωῆς ἔχων, ἀφωμοι‐ ωμ[ένο]ς δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.»
5Ἐπειδὴ δὲ οὐ σκιω[δῶ]ς ἐστιν Θεοῦ θεραπευτής, ἀλλὰ ἀληθῶς καὶ κατὰ πνεῦμα, ἐκ δεξι[ῶν] ἔσται τοῦ καθημένου καὶ κατάρ‐ χοντος 〈ἐπὶ〉 τοῦ θρόνου αὐτοῦ.

2

.

71

Δ[εξ]ιὸς δὲ τυγχάνων ὁ ἀφωμοιωμένος τῷ Θεοῦ Υἱῷ, μένων [ἱε]ρεὺς εἰς τὸ διηνεκές, βουλὴν εἰρηνικὴν ἔχει πρὸς τὸν ᾧ ἀφωμοιώθη, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ὡσαύτως εἰρηνεύοντος πρὸς τὸν βασιλέα τῆς Σαλήμ, τοῦτ’ ἔστιν τῆς εἰρήνης, καὶ τὸν
5βασιλέα τῆς δικαιοσύνης, ὁ Μελχισεδέκ ἐστιν οὗτος. Πῶς γὰρ οὐκ ἔχει βουλὴν εἰρηνικὴν πρὸς τὸν οὗ κατὰ τὴν τάξιν ἱερεύς ἐστιν, μένων εἰς τὸν αἰῶνα;

2

.

72

Ὁ δὲ ἀληθὴς καὶ θεῖος στέφανος τοῖς ὑπομενητικῶς καὶ μεγαλοψύχως ἐνέγκασι τὴν αἰχμαλωσίαν δίδοται, κατὰ τὸ λεχθὲν οὗ καὶ μικρῷ πρόσθεν ἐμνημονεύσαμεν· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν
5στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»

2

.

73

Ὧι πόθος εἰσέρχεται τούτου τυχεῖν, ἀναδουμένης τῆς κεφαλῆς αὐτοῦ, κατωρθώσατο τὴν ὑπομονήν, περὶ ἧς Ἰάκωβος γράφει· «Πᾶσαν χαρὰν ἡγήσατε, ἀδελφοί, ὅταν πειρασμοῖς περι‐ πέσητε ποικίλοις, ἐπιστάμενοι ὅτι τὸ δοκίμιον κατεργάζεται
5ὑπομονήν», ὡς τοὺς κατορθώσαντας αὐτὴν χαριστηρίως ἀνυμ‐ νεῖν, ὅπου μὲν ὡς εἷς πάντες, διὰ συμφωνίας ψυχὴν μίαν καὶ
καρδίαν μίαν ἔχοντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου»· ὅπου δέ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπό‐
10στασίς μου παρὰ σοῦ [ἐσ]τιν.»

2

.

74

Ὑπάρχει δὲ τὸ ἱερὸν τοῦτο καὶ περικαλλὲς στέφος οὐ μ[όν]οις τοῖς ὑπομένουσιν, ἀλλὰ καὶ «τοῖς χρησίμοις καὶ τοῖς ἐπεγν[ω]κόσιν αὐτήν».

2

.

75

Τῆς ἐκκειμένης θεωρίας τοῦ προφήτου ἢ τῆς π[ρο]‐ μνημονευθείσης ἀρετῆς τίς δ’ οὗτος ὁ στέφανος κατ’ ἐξ[οχ]ὴν ὠνομασμένος παρὰ τοὺς πρότερον εἰρημένους ἐξ ἀργύρου [καὶ] χρυσοῦ γεναμένους; Αὐτὸς ὁ Κύριος σαβαώθ, ὡς ἐν Ἠσαίᾳ
5τῷ π[ροφ]ήτῃ φέρεται· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τ[ῆς] δόξης.» Δόξης γὰρ ἆθλον οὗτος ὑπάρχει, δοθησόμενος τοῖ[ς δ]οξάσασι τὸν Θεὸν ἐν τῷ σώματι ἑαυτῶν καὶ τοῖς εὐσεβῆ ὑπόλημ[ψ]ιν ἔχουσιν καὶ τῶν φρονητέων, μᾶλλον δὲ τῶν εὐσεβῶν δογμ[ά]των. Κατὰ ταύτην γὰρ ὀρθόδοξοι λεγό‐
10μεθα οἱ ἐκκλησιαστικὴν [γ]νῶσιν ἔχοντες.

2

.

76

Πλέκεται δὲ ὁ στέφανος οὗτος οὐκ ἐκ χρυσοῦ καὶ λίθων πολυτελῶν, ἀλλ’ ἐκ τῆς ὀρθῆς περὶ τῆς ἀληθείας δόξης. Ὁ αὐτὸς δ’ οὗτός ἐστιν τῷ ἀφθάρτῳ περὶ οὗ ὁ Ἀπόστολος γράφει κατὰ λέξιν ὧδε· «Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ἀλλ’ ὁ
5μὲν τοὺς κάτω ἀγῶνας καὶ ἀνθρωπίνους διαθλῶν, «ἵνα φθαρτὸν στέφανον λάβῃ» ἀθλεῖ, «ἡμεῖς δὲ ἄφθαρτον», ὅστις καὶ ἀμα‐ ράντινος εἴρηται πρὸς τοῦ κορυφαιοτάτου ἀποστόλου Πέτρου.

2

.

77

Γράφων γὰρ τοῖς ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν νομεῦσιν, περὶ ὧν ἐπαγγέλλεται δώσειν Θεὸς τοῖς πνευματικοῖς αὐτοῦ
προβάτοις φάσκων· «Δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς μετ’ ἐπιστήμης», ἔχει δὲ ὧδε ἡ
5τοῦ Πέτρου λέξις·

2

.

78

«Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον, μὴ ἀναγκαστῶς ἀλλ’ ἑκουσίως, ἵνα, φανερωθέντος τοῦ ἀρχιποίμενος, κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον», ἀποδοθησόμενον τοῖς ὀρθοδόξως τὴν
5πίστιν φυλάξασ[ι]ν καὶ τοῖς εἰς πέρας ἀγαγοῦσιν πρόσταξιν τὴν λέγουσαν· «Δ̣[ό]τε δόξαν τῷ Θεῷ ἡμῶν», καὶ πάλιν· «Ἐνέγ‐ κατε τῷ Κυρίῳ δόξαν κα[ὶ τ]ίμην.»

2

.

79

Οὗτος ὁ στέφανος δίδοται «εἰς χάριτα Σοφονίου καὶ [ψ]α̣λμὸν ἐν [ο]ἴκῳ Κυρίου», περὶ οὗ ὁ μελογράφος φησίν· «Λάβετε ψα[λ]μ̣ὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρ̣[α]ς.» Ἔστι δὲ ψαλμὸς ὃν δεῖ λαβεῖν ὁ περὶ τῶν πρατ‐
5τομένων [καὶ] φρονουμένων καλῶς λόγος, πρὸς ὃν δοῦναι τύμπα‐ νον, [ψαλ]τήριόν τε τερπνὸν καὶ κιθάραν προσήκει.

2

.

80

Δίδωσι δὲ τύ[μπα]ν̣ον ὁ δεξάμενος περὶ σωφροσύνης λόγον, «νεκρῶν τὰ ἐπὶ τ[ῆς γῆ]ς μέλη, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν», «[τὴν] νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων ἐν σώματι»,
5ᾧ ἐδουλ[αγώγ]ησεν καὶ ὑπωπίασεν· τὸ γὰρ τύμπανον ἐκ δορᾶς νεκ[ροῦ ζ]ῴ̣ου τὴν κατασκευὴν ἔχει.

2

.

81

Τοῦτο ψοφοῦσι καὶ κρο[αίνουσι]ν αἱ δᾳδουχοῦσαι πέντε φρόνιμοι παρθένοι, κατ[ὰ τὸ ᾀ]δ̣όμενον ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ· «Προέφ[θασαν] ἄ̣ρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδ̣[ων τυ]μπανιστριῶν.»

2

.

82

Τοῖς ἡρμηνευμένοις τυμπάνοις̣ [ἐχρῶν]το μετὰ τὸ ἐξιέναι τῆς Αἰγύπτου καὶ περᾶσαι τὴν Ἐρ[υθρὰν θ]άλασσαν αἱ ἑβραῖαι γυναῖκες, ὧν ἐξῆρχεν ἡ π̣[ρο‐ φῆτι]ς Μαριάμ, ἀδελφὴ Μωϋσέως καὶ Ἀαρών, λαβοῦ[σαι χε]ρ̣σὶν
5τὰ τύμπανα ἑαυτῶν· συμφώνως τῇ χοροδιδασκάλῳ ἐπ̣ινικίως μέλπουσαι, ἔφασκον· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδό‐ ξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ τὰ ἑξῆς μέχρι τοῦ τέλους τῆς ᾠδῆς.

2

.

83

Οὐ γὰρ κἂν πιθανόν ἐστιν νομίζειν τοσοῦτο πλῆθος τυμπάνων ηὐπορῆσθαι ἐν τόπῳ πανερήμῳ ταῖς τοσαύταις μυριάσιν τῶν γυναικῶν, δυνατοῦ τυγχάνοντος πάνυ εὑρεθῆναι τὰ κατ’ ἀλληγορίαν λεχθέντα τύμπ[α]ν̣α ταῖς
5ἔτεσιν πλείοσιν ἤδη ἀνηγμέναις θεοσεβῶς, π̣[α]ρορμωμέναις μάλιστα πρὸς τὴν πνευματικὴν χορείαν [ἐ]ξ ὧν τεθέανται παρα‐ δόξως γεγενημένων ὑπὲρ τοῦ ἔξω [τῆς] Αἰγύπτου γενέσθαι.

2

.

84

Δίδοται δὲ ὑπὸ τῶν ψαλμὸν δεξ̣[αμ]ένων πρὸς τῷ τυμ‐ πάνῳ καὶ ψαλτήριον τερπνὸν μετ[ὰ κι]θάρας, συνηρμοσμένα πρὸς τῶν δυνάμεων τῆς ψυχῆς καὶ αἰσ[θήσ]εων πρὸς τὴν θείαν μελῳδίαν, νήψεως δὲ χρεία ἵνα [μὴ ψ]εκτὰ ὄργανα καὶ ᾠδὰς
5λάβῃ τις ἃ παραιτεῖται Θεὸς λέγω[ν·

2

.

85

«Με]τάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργά[νων σ]ου οὐκ ἀκούσο‐ μαι.» Ὁ τὰ παραιτητὰ τῷ Θεῷ ἀποστραφεὶς [ψάλλ]ε̣ι καὶ ᾄδει ἐπαινετῶς, κατὰ προτροπὴν τοῦ γράφον[τος Ἀ]ποστόλου·
5«Λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, ᾠδαῖς πνε[υματι]καῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ.»

2

.

86

Μετὰ τ[ὸ στέφος] εἰς χάριτα Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου, το[ύτων ὑ]παρξάντων, οἱ ἔτι μακρὰν ὄντες τῶν αἰχμαλώτων ἥ[ξουσιν] ἐπὶ τῷ συνεγγίσαι τῷ κηρύξαντι αὐτοῖς ἄφεσιν· ἐ[παινοῦν]τες δὲ «οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ τοῦ
5Κυρίου», ἵνα δ[ιακον]ῶ̣σιν διηνεκῶς ἱερέων δίκην, κατὰ τὸν
μακάριον π[ροφήτη]ν Σαμουήλ.

2

.

87

Τελεσθήσεται δ’ ἕκαστα πληρούμενα δ̣[ιὰ ὁράσ]εως ὅταν «εἰσακούσαντες εἰσακούσωσιν τῆ[ς φωνῆς] Κυρίου» οἱ χρήσι‐ μοι καὶ ἐπεγνωκότες τὴν αἰτίαν κα[......]λ̣μον ἧς ὑπέμειναν πρὸς καιρὸ[ν .........................]
5λην.

2

.

88

Οἱ πλησιάσαντες τῷ [......................] καὶ μακρὰν ὄντες οἱ [..............................] οἴκῳ πρακτικὰς καὶ δ[...............................] ας, μυστήρια τῆς βασ[ιλείας ...................... ἀδι]‐
5κήματα ἱερέων εἶνα[ι...............................] μιν εἰσακούουσιν [.................................] τῶν εἰρημέν[ω]ν̣ τελεστ̣[.............................] ται οἱ εὐεργε[τη]θέντε[ς ............................] προκείμενα [π]αρὰ Κυρίου π[αντοκράτορος. ]

2

.

89

Zach. VII, 1—3: Καὶ ἐγένετο ἐν τῷ [τε]τάρτῳ ἔτε[ι ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο] λόγος Κυρίου π[ρὸς] Ζαχαρ[ίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου,] ὅς ἐστιν Χασ̣[ε‐ λεύ]· καὶ ἐξαπ[έστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρ]βεσσὲρ
5ὁ βα[σιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι] τὸν Κύριον λέγ[ων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκρά‐ τορος] καὶ πρὸς το[ὺς προφήτας λέγων· Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ] τῷ πέμπτῳ [τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ
ἔτη.]

2

90-91

Ἐν τῷ τετάρτῳ [................... αἰχμα]‐ λωσι[.........................................] μηνὸς τ[........................................] στειλεν σ[.......................................]
5Ἀρβεσσὲ̣[ρ ......................................] καὶ οἱ ἄν[δρες ....................................] τοῦ ἐξιλ[άσασθαι ..................................] λατρι[..........................................] λέγων̣ [.................................... ἁγία]‐
10σμα Κυρίου ει[................................ λει]‐ τουργία [........................................] κατὰ τ[..........................................]

2

.

92

........................] τετάρτῳ τῆς Δαρείου ἀρ‐ [χῆς ............................] ἀναγράφεσθαι τοὺς [................................ ψ]ευδογράφωσί τινες [.............................] ἐ̣λ̣εγχομένων τῶν τυ–
5[..............................]σθαι ἐν τοῖς δημοσίοις

2

.

93

[...........................]ενας δῆθεν προφητείας· [...............................]αι ηποστη̣[.]ουμενος [...........................] ἐγράφη Ἑ[βρ]αίων φωνῇ [...............................] ἐννέα ἀ[ριθ]μὸς ἐπὶ
5[...............................]τ̣η παραλ[αμ]βανομε–

2

.

94

[..........................]εται ἐν τῷ [ἐνν]άτῳ μηνὶ [.........................................] μηνὸς [........................................] περὶ τοῦ [......................................]ρ̣ιας δυνα–
5[.......................................]ως ἐν τυ–

2

.

95

[.......................................] χρόνῳ [.........................................]τ̣ιαν· [........................................] θεολημ– [.......................................] πρὸς τὸν
5[.........................................]ιοι οντες

2

.

96

[........................................]ουντες [.....................................] ἐ̣ν̣ τοῖς πο– [.........................................]αλλου [..................................... ἐξι]λάσασθαι
5[........................................]α̣ν δὲ ου [......................................θ]εραπευ– [......................................... ἁ]γίασμα

2

.

97

εἰσελήλυθεν ἐν τῇ [.............................] ως γεγενημένη ω̣[................................] στρέφοντος τοῦ Κ[υρίου .............................] σκευων ἐπὶ τῷ ε̣[................................]
5νατον εἰσεληλυθ[............................. παρ]‐

2

.

98

θένου τεχθέντα ι[......................... ἀγγέ]‐ λου Γαβριήλ· «Πνεῦμα [ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑ]‐ ψίστου ἐπισκιάσ[ει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται] Υἱὸς Θεοῦ». Τ[................................]
5ἀναβαθ[μῶν ........................... «ἡτοίμασα]

2

.

99

λύχνον [τῷ χριστῷ μου.» .............................] λύχνος [........................................] Ἰωάννης [................................. «λύ]‐ χνος καιό[μενος» ................................]
5σει ἀκμὴν [......................................]

2

.

100

τῆς δικαιο̣[σύνης ........................ ἁγιά]‐ σματος τουτ[................................. πε]‐ ρὶ τοῦ ἁγιάσ[ματος ............................ Ἠ]‐ σαίου ὧδε ἀπ[........ «Κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς]
5ἔσται σου φόβ[ος, καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς] ἁγίασμα.»

2

.

101

Οἱ [.......................... φα]‐ σιν· «Ὁ θρόνος σ̣[ου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.»..] νη Ἰσραὴλ Κύριος, τουτ[...........................] χθέντος πρὸς τ[................................ ἀ]‐
5ποστόλου λεχθ[............................... ἐπι]‐ στολὴ αὐταῖς [..........

2

.

102

«Διὸ εἰσερχόμενος εἰς τὸν] κόσμον λέγει· [Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶ]‐ μα δὲ κατηρ[τ]ί[σω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρ]‐ [τίας οὐκ εὐδόκησας, τότε εἶπο]ν· Ἰδοὺ ἥκω.» Ἧκεν

2

.

103

[................................]ς οἷς ἐπέφανεν [...............................]ν πάρειμι, ἵν’ ὁρᾶ‐ [τε ................................]σεως αὐτοῦ εἰκὼν [................................]υ· ὅπερ ἐξιλάσκεσ‐
5[θαι .............................] ἐ̣ραστάς, ὧν εἷς ἦν [...................................]ι ἄνδρες αὐτοῦ·

2

.

104

[...............................]ν ὅλων πρόσωπον [......................................]ν̣ αὐτῷ κα‐ [....................................... ἱ]εροφάντου [........................................] δηλονότι
5[.....................................] ἐπὶ σέ, καὶ

2

.

105

[........................................]αρθέντος [.........................................]ς θεοπτίας [.........................................]φημας καὶ [..........................................] πρεσβείας
5[....................................] Σωτῆρος τοῖς

2

.

106

[.................................... οἰ]κονομία
[.................................... ἀ]λ̣λ’ οὐ τοῖς [......................................]ενας ἀφέσει [...................................... ]αἰτούμενοι
5[......................................] ἐκθώμεθα [................................ ]

2

.

107

Zach. VII, 4—7: [Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρός με λέ]γων· Εἶπον πρὸς [ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερ]εῖς λέγων· [Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπ]ταις ἢ ἐν ταῖς [ἑβδόμαις, καὶ ἰδοὺ
5ἑβδομήκοντα ἔτη μὴ] νηστείαν νενησ[τεύκατέ μοι καὶ ἐὰν φάγητε ἢ πίητε οὐ]χ ὑμεῖς ἐσθίετε [καὶ ὑμεῖς πίνετε· οὐχ οὗτοι οἱ λόγοι εἰσὶ]ν οὓς ἐλάλησεν [Κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν] ὅ[τ]ε ἦν Ἰερουσαλὴμ κα[τοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις α]ὐτῆς κυκλόθεν [καὶ ἡ ὀρεινὴ
10καὶ ἡ πεδινὴ κατῳκεῖτο;]

2

.

108

Εἰσεληλυθότος τοῦ ἁγιά[σματος ............. ἱκα]‐ νὰ ἔτη λόγος Κυρίου τ̣[.............................] προθεσπίζων τὰ [......................................] εἶπον, φησίν, πρὸ]ς ............................... λέ]‐
5γων· Ἐὰν νηστεύ[σητε ................................]

2

.

109

ἑβδόμαις, οὐχ ὑ[μεῖς .............................] πίνητε, οὐχ ὑμ̣[εῖς ............................. ἑβδομή]‐ κοντα ἔτη μὴ ν[ηστείαν .................................] οὓς ἐλάλησεν Κ[ύριος ..................................]
5οὗτοι δ’ εἰσὶν η[.......................................]

2

.

110

ας προφητευσα[................................] τῶν αὐτούς, ε̣[...................................] οὕτω γὰ[ρ] καὶ [..................................] γέγονεν. Παρὰ [..................................]
5ὅνπερ γὰρ τρ[όπον ................................]

2

.

111

βάλλων, χορη̣[...............................] καὶ ἃ πραττω[........................................] χειρὶ προσαπ[.......................................] ὁ Σωτὴρ εἶπεν· [............................ ἐν αὐ]‐
5τῷ πηγὴν ὕδ̣[ατος ................................]

2

.

112

τόπῳ φησίν [....................................] αὐτὸν καθ[............................................] μου ζῶντος̣ [......................................] ἐστιν τῇ πράξ[ει ....................................]
5ὑπὸ τοῦ ἁγίο[υ ....................................]

2

.

113

μεθύσου, θα[................................] ται ἐν τῇ τοῦ [....................................] θων πεπληρ̣[................................. ἐπι]‐ θυμιῶν κρε[.....................................]

2

.

114

[..................................]ηρ συμπνιγούσας [.................................] τὴν ῥηθεῖσαν ὑπ’ αὐ‐ [τοῦ ...........................] ἐξῆλθεν ὁ σπείρων τοῦ [σπεῖραι ........................] ἐκ τοῦ νηστεύειν καὶ
5[................................ ἑ]βδόμαις, ἤτοι τοῦ

2

.

115

[................................]ται, θεωρητέον. [................................ νησ]τ̣εύω δὶς τοῦ σαβ‐ [βάτου .................................]ιτης καταπαυ– [.....................................] Ἰουδαῖοι νηστευ–
5[........................................]α μὴ περὶ τῶν

2

.

116

[................................ μά]λιστα ὅτ’ ἐν τοῖς [....................................... δε]κάτη τοῦ σαβ‐
[βάτου .................................]υν καὶ ἡ καλου‐ [μένη ...................................]ας ψυχὰς ἑαυ–
5[..................................... δε]κάτη τοῦ ε–

2

.

117

[.................................] δυνατὸν πεμ– [...................................... κ]όπτεσθαι [................................. πρ]οκείμενος λό‐
[γος .................................] τροφῆς ὄντοςColumn end
5[........................................ ἀ]ρίστης τρο‐ [φῆς

2

.

118

...................................]βρῶσιν τὴν [............................................]μενος τῶν [.......................................... ἄ]νηρ τρεφε– [.......................................] που λέγει πρὸς
5[............................................]ντος, ἐδω– [...............................

2

.

119

Τυγχ]άνουσι δὲ οὗ‐ τοι οἱ παραδοθέντες ὑπὸ τοῦ Θεοῦ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ διὰ τὸ σεσεβάσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα, μεταλλά‐ ξαντες τὴν ἀλήθειαν τοῦ Θεοῦ, καὶ τὸν Θεὸν ἐν ἐπιγνώσει μὴ
5δοκιμάσαντες ἔχειν, ὥστε μὴ ποιεῖν τὰ καθήκοντα.

2

.

120

Ὥσπερ οὖν σωτηριῶδες τὸ ἀπέχεσθαι τῶν σαρκῶν τοῦ δράκοντος—δόγματα δὲ ἄθεα καὶ ψευδοδοξίαι τυγχάνουσ[ιν] αἱ σάρκες τοῦ δράκοντος—οὕτως ἐπωφελὲς καὶ αἱρετὸν [τὸ] παραι‐ τεῖσθαι καὶ φεύγειν «τὴν τρυγωμένην σταφυλὴν ἐξ ἀμ[πέ]λου
5Σοδόμων» καὶ τὸν ἐξ αὐτῆς τρυγώμενον οἶνον ὄντα «θυ[μὸν] δρακόντων καὶ θυμὸν ἀσπίδων ἀνίατον».

2

.

121

Τὴν οὕτω τελου‐ μένην νηστείαν μεταδιώκειν προσήκει καὶ κόπτεσθαι συγγενῶς αὐτῇ θρηνοῦντα καὶ κοπτόμενον. Παραιτητέα δὲ καὶ βλαβερὰ πάνυ ἐστὶν νηστεία ἣν ἐπιτελοῦσιν οἱ ἀποστρεφόμενοι τὴν χρῆσιν
5τοῦ ἄρτου τῆς ζωῆς καὶ τῶν σαρκῶν Ἰησοῦ αἵ εἰσιν ἄρτος ζωῆς, ἄρτος ἀληθείας ἐκ τοῦ οὐρανοῦ καταβάς, ἧς ἀπέχεσθαι, τυγ‐ χανούσης βρώσεως ζωῆς, οὐδαμῶς προσήκει.

2

.

122

Περὶ τῆς διττῆς ταύτης νηστείας ἐπεσπάρη ἐν τῇ θεοπνεύστῳ γραφῇ· περὶ μὲν γὰρ τῆς ἐπαινετῆς ἐν Ἰωὴλ τῷ προφήτῃ προστάττεται· «Ἁγιάσατε νηστείαν, κηρύξατε θερα‐
πείαν»· καὶ ἑτέρωθι ἀπαγγέλλεται· «Νηστεία μετὰ προσευχῆς
5καὶ ἐλεημοσύνης ἐκ θανάτου ῥύεται.» Περὶ δὲ τῆς ψεκτῆς φαῦλοι καὶ ἀσεβεῖς ἄνδρες αἰτιώμενοι τὸν Θεόν φασιν· «Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως;»

2

.

123

Πρὸς οὓς ὃν ἀσεβῶς αἰτιῶνταί φησιν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην», ἄλλ’ ἢ τὴν ἀποχὴν οὖσαν δηλητηρίων τροφῶν σὺν ἔργοις ἀγαθοῖς γινομένην· «Διά‐ [θρ]υπτε γάρ, φησίν, πεινῶντι τὸν ἄρτον σου· ἐὰν ἴδῃς γυμνόν,
5πε[ρίβ]αλε, καὶ ἄστεγον πτωχὸν εἰσάγαγε εἰς τὸν οἶκόν σου. Τότε γάρ, [φη]σίν, ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀ[νατ]ελεῖ.»

2

.

124

Τοῖς νηστεύσασι καὶ κοψαμένοις ἐν ταῖς πέμπταις καὶ [ἑβδό]μαις οὐχ ὡς προσῆκεν, ὁ Κύριος λέγει· Ἰδοὺ ὅλα ἑβδο‐ μηκόντα [ἔτ]η διετρίψατε ἐν τῇ Βαβυλῶνι, ἀπαχθέντες ἐν αὐτῇ νόμῳ [α]ἰχμαλωσίας· μὴ νηστείαν ἣν ἀποδέχομαι ἐνηστεύσατέ
5μοι, ἐσθίοντες καὶ πίνοντες τὰ ὑμῖν ἡδέα, πράττοντες οὐδὲν κατὰ τοὺς λόγους τοὺς ἐν ταῖς χερσὶν τῶν ἔμπροσθεν προφητῶν ὅτε ἦν ἡ Ἰερουσαλὴμ πρὸ τῆς αἰχμαλωσίας κατο[ικ]ουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ κύκλῳ αὐτῆς πόλεις τῆς Ἰουδαίας ὧν μητρό‐ πολίς ἐστιν, καὶ ἡ ὀρεινὴ καὶ πεδιὰς κατῳκεῖτο;

2

.

125

Πῶς γὰρ οὐκ εὐθηνεῖτο ἡ μητρόπολις μετὰ τῶν ὑπ’ αὐτὴν πόλεων, καὶ ἡ περὶ αὐτὴν ὀρεινὴ καὶ πεδιὰς κατοικουμένη, εἰρήνην βαθεῖαν ἄγουσα καὶ σὺν νόμῳ τῷ ὀρθῷ βασιλευομένη, παντὸς πολεμίου καὶ ἐχθροῦ μακρὰν ἀπεληλασμένου; Οὕτω τῆς
5Ἰερουσαλὴμ καὶ τῶν πόλεων τῶν κύκλῳ αὐτῆς εἰρηνευουσῶν καὶ πολλὴν ἐχουσῶν εὐστάθειαν, δαψιλὴς εὐετηρία ὑπῆρχεν, κατοικουμένης τῆς πεδιάδος καὶ ὀρεινῆς γῆς.

2

.

126

Συμβαίνει δὲ κατοικεῖσθαι τοὺς τοιούτους τόπους ὅταν
εὐκαρπία καὶ εὐθηνία πολλὴ τυγχάνῃ, ἀνθρώπων διατρίβειν ἀλύπως δυναμένων ἐν τῇ ὀρεινῇ, τῆς δένδρων φυτείας ἀκρο‐ δρύων πλήρης οὔσης, καὶ τῆς πεδιάδος σῖτον καὶ κριθὴν καὶ τὰ
5ἄλλα γενήματα φερούσης. Φιλεῖ γὰρ ἐν τοῖς πληθύνουσι τόποις εὐκαρπίαν πλῆθος ἀνθρώπων διατρίβειν, τοῦτο μὲν γεωργούντων, τοῦτο δὲ ἀπολαυόντων τῆς εὐφορίας.

2

.

127

Κατοικουμένη καὶ εὐθηνοῦσα Ἰερουσαλὴμ καὶ κύκλῳ αὐτῆς πόλεις ἡ Ἐκκλησία κατ’ ἀναγωγὴν καὶ αἱ ὀρθόδοξοι γνῶμαι τυγχάνουσιν· ὧν ἡ ὀρεινὴ καρπῶν πληθύουσα τὰ δόγματα τῆς εὐσεβείας καὶ τῆς ὀρθοδόξου πίστεώς ἐστιν, γενημάτων ὄντων
5πολὺ πλῆθος ἐχόντων ἐν τῇ ἠθικῇ παιδεύσει ἐν τῇ χθαμαλῇ πεδιάδι.

2

.

128

Περὶ τῆς τοιαύτης πνευματικῆς εὐθηνίας ἐν τετάρτῳ καὶ ἑξηκοστῷ Ψαλμῷ φέρεται· «Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς
5εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυ‐ τοῦ τῆς χρηστότητός σου, καὶ χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσιν σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσου‐
10σιν.»

2

.

129

Ταύτης τῆς δαψιλείας καὶ παγκαρπίας οὔσης νοητῆς ὑπαρξάσης, πῶς ἡ ὀρεινὴ καὶ πεδινὴ οὐ κατοικηθήσεται ὑπὸ ἀνθρώπων πάντα σὺν τῷ λόγῳ τῷ ὀρθῷ ποιούντων, ὥστ’ αὐτοὺς χαριστηρίως κεκρᾶξαι καὶ ὑμνῆσαι πρὸς τὸν τοσαῦτα δωρησάμε‐
5νον Θεόν;

2

.

130

Σημεῖον δὲ τοῦ ἄλυπον κατοικίαν εἶναι ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ, τὸ καὶ τοὺς κριοὺς τῶν προβάτων βαθυμάλλους πόκους ἐνδεδῦσθαι, διὰ τὸ βοτάνην πολλὴν ἀνατεταλκέναι ἐν τοῖς τόποις τῆς ὀρεινῆς καὶ πεδιάδος.

2

.

131

Ὅτῳ πόθος εἰσέρχεται ταύτης τῆς πνευματικῆς ἀπο‐ λαῦσαι εὐετηρίας, ἀκουσάτω τῶν λόγων τῶν δοθέντων ὑπὸ Θεοῦ ἐν χερσὶν τῶν προφητῶν, εἰς ἔργα αὐτοὺς μεταβάλλων, ἵνα καὶ ἐκ τῶν αὐτοῦ πρακτικῶν δυνάμεων πηγὴ ζωῆς ἀναβῇ «ὕδατος
5ἁλλομένου εἰς ζωὴν αἰώνιον» χάριτι τοῦ πάντα ταῦτα παρ‐ έχοντος Σωτῆρος.

2

.

132

Zach. VII, 8—10: Καὶ ἐγέ[νε]το λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων· Τάδε λέγει Κύριος παντο[κ]ράτωρ λέγων· Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκασ‐ τος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ
5προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.

2

.

133

Ὁ τοῦ Κυρίου λόγος γενάμενος πρὸς τὸν προφήτην ὡς εἴρηται πρότερον ἀπαγγέλλει ἃ προσέταξεν ὁ παντοκράτωρ Κύριος, ἀρχόμενα ἀπὸ τοῦ· «Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ἕκαστον» τῶν ἀκουόντων «ποιεῖν πρὸς τὸν
5ἀδελφὸν ἑαυτοῦ»· καὶ προσέτι «μὴ καταδυναστεύειν χήραν καὶ ὀρφανόν», καὶ προσέτι «προσήλυτον καὶ πένητα». Οὕτω γὰρ ῥᾷστα ὑπάρξεται τὸ «κακίαν τοῦ ἀδελφοῦ μὴ μνησικακεῖν ἕκαστον ἐν ταῖς καρδίαις ἑαυτῶν».
Τί δὲ ταῦτα βούλεται, τὰ προσταχθέντα φημί, καιρὸς ἰδεῖν.

2

.

134

Ὁ τοῦ Κυρίου λόγος, ὡς πολλάκις ἤδη γενάμενος ἐν τῷ Ζαχαρίᾳ, καὶ νῦν ὑπάρξας ἐν αὐτῷ, τάδε διαγορεύει. «Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ» πρὸς ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ· «Κρίμα δίκαιον κρίνατε», ὡς ἐνόντος καὶ ἀδίκως
5κρῖναι τοῖς παρὰ τὸν ὀρθὸν λόγον δικάζουσιν διὰ δωροδοκίαν καὶ τὸ φιλίᾳ χαρίζεσθαι, ἔστιν δ’ ὅτε καὶ κατὰ ἀπέχθειαν τὴν πρός τινας τῶν δικαζομένων.

2

.

135

Τοιούτοις ἐγκλήμασιν ὑπ‐ έκειντο πρὸς οὓς κέκραγεν καὶ βοᾷ ὁ θεῖος λόγος· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοιοῦτοι
5δ’ εἰσὶν καὶ περὶ ὧν ὁ προφήτης Ἠσαΐας· «Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.»

2

.

136

Περὶ τῶν οὕτω παρανομούντων Ἁμβακοὺμ ὁ προφήτης πρὸς τὸν Θεὸν βοᾷ· «Ἐξ ἐναντίας μου γέγονεν κρίμα καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.»
5Λεκτέον δὲ τοὺς οὕτω ἐξετάζοντας τὰ πράγματα τῶν διαμφισ‐ βητούντων πρὸς ἑαυτοὺς μηδὲ κριτὰς νομίμους εἶναι, ἀλλ’ ὅλον τοῦτο ἀδίκους καὶ παρανόμους δικαστάς.

2

.

137

Προσῆκον γάρ ἐστιν μηδ’ ἑταῖρον σκοπεῖν τὸν δικάζοντα, μὴ πλοῦτον, μὴ ἀξίωμα, μὴ γένους ἀγχιστείαν, μὴ φιλίαν προκρίνοντα, μὴ εἰς ἀπέχθειαν βλέποντα, ἀλλ’ εἰς τὰ πράγματα τῶν κρινομένων.

2

.

138

Ταῦτα ὁ θεολημπτούμενος ἱεροφάντης διαγορεύει τοῖς εἰς τὸ κρίνειν χειροτονουμένοις οὕτως· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον», «καὶ πένητα οὐκ
ἐλεήσεις ἐν κρίσει», «ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν». Οὐ δεῖ
5δὲ τὰ τοῦ Θεοῦ νέμειν καὶ ἐπιμετρεῖν τοῖς τυχοῦσιν. Τῶν μὲν γὰρ ἰδίων ἕκαστος ἐξουσίαν ἐχέτω χαρίζεσθαι οἷς ἂν αὐτῷ δοκῇ· οὐκ αὐτοῦ δέ, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὸν θεῖον νόμον κρίσις.

2

.

139

Ἐπῆλθέν τινι τῶν παλαιῶν εἰπεῖν τὸν δικαστὴν ἔμψυχον δίκαιον εἶναι, τοῦτ’ ἔστιν ἐνούσιον καὶ ἐνυπόστατον, τελείως κατὰ δικαιοσύνην πεποιωμένον, ἵν’ ὥσπερ ἐν τοῖς ἄλλοις τῆς ἀρετῆς ἔργοις δικαίως τὸ δίκαιον διώκει, οὕτω καὶ ἐν τῷ δικάζειν.

2

.

140

Γνωσθήσεται δὲ ἡ δύναμις τοῦ θεωρουμένου ἐκ τοῦ ἐναντίου· ὡς γὰρ δικαίως τὸ δίκαιον διώκει ὁ καὶ τὴν διάθεσιν καὶ τὴν πρᾶξιν κατὰ δικαιοσύνην πεποιωμένην ἔχων, οὕτως ἀδί‐ κως τὸ ἄδικον διώκει ὁ καὶ τὴν γνώμην καὶ τὸ ἔργον κατὰ ἀν‐
5ισότητα καὶ κακίαν ῥερυθμισμένος.

2

.

141

Τοιοῦτοι πάντες ὑπῆρχον πρὸς οὓς ὁ λόγος φησίν· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρό‐ σωπα ἁμαρτωλῶν λαμβάνετε;» τοῦ θείου νομοθέτου λέγοντος· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λαμβάνων πρό‐
5σωπον», κἂν πλούσιος ᾖ, κἂν δοξάριον καὶ ἀξίωμα ἔχων ᾖ ὁ κρινόμενος. Οὐ γὰρ εὐπορίας χρημάτων καὶ πενίας, ἀξιώματά τε καὶ ἀδοξίας ὁ νόμος τῶν δικαζομένων ἐξαριθμεῖται, ἀλλ’ ἔργα καὶ πράξεις κατὰ ἀρετὴν ἢ κακίαν ἐπιτελεσθέντα.

2

.

142

Ὥσπερ οὖν οὐ δεῖ ὑπεροχὰς λαμβάνειν τὰς ἐκ πλούτου καὶ ἀξιώματος τῶν δικαζομένων, οὕτως οὐδὲ ἐλλείψεις χρημά‐ των καὶ ταπεινότητα τὴν ἐξ ἀδοξίας· «Καὶ πένητα γὰρ οὐκ ἐλεήσεις ἐν κρίσει.» Κατὰ γὰρ τὸ κρίμα τὸ δίκαιον καὶ τὰ τοῦ
5πένητος ἐξεταστέον. Οὕτω γὰρ δικαιώσει τις ὀρφανὸν καὶ χήραν, πτωχόν τε καὶ πένητα, οὐ νέμων αὐτῷ τὸ δίκαιον ἐὰν ἀδικῇ, ἵνα
μὴ διαστραφῇ τὸ νόμιμον κρίμα.

2

.

143

Προστάξας ὁ ὀρθὸς λόγος δίκαιον κρίμα διεξάγεσθαι, ἑξῆς διαγορεύει· «Χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύειν.» Οὐ γὰρ προσήκει τυραννικῶς ἐπιτίθεσθαι κατὰ τῶν ἀνθρωπίνης βοηθείας ἐστερημένων, ἀλλ’ ἐκ τοῦ ἐναντίου
5δεξιὰν αὐτοῖς ὀρέγειν, κατὰ τὸ προσταττόμενον· «Γίνου γάρ, φησίν, ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν», «κρίνων ὀρφανοῖς καὶ δικαιῶν χήραν.»

2

.

144

Αὕτη γὰρ ἀνεπί‐ λημπτος καὶ κατὰ βούλησιν τοῦ π[ά]ντα συστησαμένου πολιτεία, ὡς Ἰάκωβος γράφει ἐν ᾗ προσεφώνησεν τοῖς πιστοῖς ἐπιστολῇ οὕτως· «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ Πατρὶ αὕτη
5ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.»

2

.

145

Ὁ οὕτω Θεὸν θεραπεύων, πῶς ἂν ἀδίκως κρίνοι τού‐ τους οὓς ἐπισκέπτεται ἐν τῇ θλίψει αὐτῶν, ἀναπληρῶν αὐτῶν τὰ ὑστερήματα διὰ ἐλεημοσύνης καὶ ἄλλης ἐπικουρίας καὶ προ‐ στασίας ἧς ἐὰν χρῄζωσιν οἱ εὐεργετούμενοι;

2

.

146

Ὅνπερ δὲ τρόπον οὐ δεῖ χήραν καὶ ὀρφανὸν καταδυνα‐ στεύειν δι’ ἀνδρὸς καὶ γονέων ἐρημίαν, οὕτως οὐδὲ προσήλυτον ἐπιξενούμενον παρὰ τοὺς οἷς προσέφυγεν, ἡγουμένους αὐτὸν αὐτόχθονα καὶ συμπολίτην. Κἄν τις δὲ τῶν ὠνομασμένων, χήρας
5φημὶ καὶ ὀρφανοῦ καὶ προσηλύτου, ἐστέρηται χρημάτων, καὶ τούτῳ ἰσότητος μεταδοτέον, οὐ καταδυναστεύοντα ἢ ἄλλως πως καταπονοῦντα.

2

.

147

Καλὸν μὲν οὖν καὶ Θεῷ ἀρέσκον προΐστασθαι τῶν οὕτως
ἐχόντων καθ’ ἱστορίαν, μάλιστα δὲ κατ’ ἀναγωγήν.

2

.

148

Ἐπαινεῖται χήρα κατὰ θεωρίαν ἀνηγμένην ἡ ἀποβα‐ λοῦσα ὃν εἶχεν κακὸν ἄνδρα, οὐχ ἕτερον ὄντα τοῦ διαβόλου ἢ ἄλλου τινὸς πονηροῦ πνεύματος. Ὡσαύτως ὀρφανὸς ἀγαθός ἐστιν ᾧ τέθνηκεν ὁ κατὰ ἁμαρτίαν γεννήσας αὐτὸν πατήρ. Τούτου
5σύμβολον ὑπάρχει ὁ ἐξελθὼν ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ ὑπὸ Θεοῦ κληθείς, κἀκείνη πρὸς ἣν εἴρηται ἐν Ψαλμοῖς· «Ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου», ἤδη τεθνηκότος σοι.

2

.

149

Τὰς οὕτω χηρευσάσας καὶ ὀρφανωθείσας ψυχὰς εἰς ὕψος μετεωρίζει ὁ θεῖος νυμφίος ὢν καὶ πατήρ, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον περὶ αὐτοῦ· «Ὀρφανὸν καὶ χήραν ἀναλήμψεται.» «Πατὴρ γὰρ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν κριτής ἐστιν»,
5κατὰ τὰ ἐν ἄλλῳ Ψαλμῷ εἰρημένα, κηδόμενος καὶ τῶν προσ‐ ηλύτων, τῶν καταλιπόντων τὴν εἰδωλολατρείαν καὶ προστεθέντων τῇ εὐσεβείᾳ, πλουτίζων ᾗ ἀνεδέξατο ἡμῶν ἕνεκα πτωχείᾳ πάντα πτωχὸν καὶ πένητα, κατὰ τὴν λέξιν τὴν ἀποστολικὴν εἰς εὐχα‐ ριστίαν διεγείρουσαν τοὺς εὖ παθόντας, οὕτως ἔχουσαν· «Γινώ‐
10σκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ ἡμεῖς πλου‐ τήσωμεν.»

2

.

150

Διδάξας ὡς δεῖ μὴ καταδυναστεύειν τοὺς δεομένους προστασίας καὶ βοηθείας, ἁρμονίως ἐπήγαγεν καὶ ἀμνησικάκους εἶναι οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἀπὸ βάθους τῆς διανοίας, εἰπών· «Καὶ κακίαν τοῦ ἀδελφοῦ αὐτοῦ ἕκαστος μὴ μνησικακείτω ἐν τῇ
5καρδίᾳ ὑμῶν.» Ἰσοδυναμεῖ τῷ προφητικῷ τὸ λεχθὲν ὑπὸ τοῦ
Σωτῆρος ἐν Εὐαγγελίῳ· «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα‐ πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.»

2

.

151

Συνῳδὰ τῷ ἐκκειμένῳ προφητικῷ, καὶ Ἰερεμίας ἐκ προσώπου τοῦ Θεοῦ φησιν· «Καὶ κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος ἐν ταῖς καρδίαις ὑμῶν μὴ μνησικακεῖτε.» Ταύτην τὴν τελείαν ἀμνηστίαν ὧν τις ἔπραξεν ἁμαρτητικῶς
5φανεροῖ ὁ Σωτὴρ ἐν τῇ παραβολῇ τοῦ μύρια τάλαντα χρεωστοῦν‐ τος δούλου· ἐπιλέγεται γὰρ αὕτη ὑπὸ τοῦ δεσπότου τοῦ συγχω‐ ρήσαντος τὰ χρέα «τῷ ἀχρείῳ δούλῳ» πρὸς πάντας ἡμᾶς· «Οὕτω καὶ ὑμῖν ὁ Πατὴρ ποιήσει ἂν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῆς καρδίας ὑμῶν τοῖς ὀφείλουσιν ὑμῖν.»

2

.

152

Λαβὼν ἐν χερσὶν ὅλην τὴν παραβολήν, ἐπίστησον ἀκρι‐ βῶς ταῖς λέξεσιν καὶ νοήσει αὐτῆς, ἵνα εἰς ἀγαθότητα ὠφεληθείς, ἀφῇς ἐξ ὅλης καρδίας τὰ ὀφειλήματα πᾶσι τοῖς ὀφείλουσιν, μηδενὸς ἔτι μνημονεύων ὧν εἰς σὲ ἥμαρτεν ὁ ἀδικήσας σε.

2

.

153

Τοῦ ἀδελφοῦ διχῶς νοουμένου, τοῦ μὲν κατὰ σάρκα ὁμογνησίου ὄντος, τοῦ δὲ ἐκ Θεοῦ γεγεννημένου τοῦ καί σε γεννήσαντος, πρὸς ἑκάτερον ἀμνησικακεῖν ἀπὸ καρδίας προσήκει.

2

.

154

Zach. VII, 11—12: Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ
τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξ‐
5απέστειλεν Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν.

2

.

155

Τοῦ Θεοῦ θεῖον νόμον δεδωκότος τῷ λαῷ τῶν Ἑβραίων, προτροπὴ ὑπὸ τοῦ δεδωκότος αὐτὸν προσηνέχθη ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ οὕτως· «Πρόσεχε, λαός μου, τὸν νόμον μου.» Ὁ ταύτῃ ἀκολουθῶν τῇ παραινέσει «ἡμέρας καὶ νυκτὸς
5μελετᾷ τὸν τοῦ Κυρίου νόμον», κατὰ τὰ ἐν πρώτῳ Ψαλμῷ φιλοσοφούμενα, ἃ πρότερον ὁ ἱεροφάντης Μωϋσῆς ἐθέσπισεν εἰπὼν ἐκ προσώπου τοῦ Θεοῦ·

2

.

156

«Ἔσται πάντα τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος, καὶ ἀφά‐
5ψεις αὐτὰ σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται σαλευτά», ἢ «ἀσάλευτα»—ἑκατέρως γὰρ ἡ γραφὴ φέρεται, —«πρὸ ὀφθαλμῶν σου».

2

.

157

Τῷ οὕτω τηροῦντι τὴν δοθεῖσαν ἐντολήν, ἕπεται τὸ προσέχειν καὶ πείθεσθαι τῇ νομοθεσίᾳ. Πῶς γὰρ ἀπειθήσει ἐν τῷ προσέχειν ὁ ἐν καρδίᾳ καὶ ψυχῇ ἔχων τὰ ἅγια ῥήματα, ὡς λαλεῖν ἐν αὐτοῖς οἴκοι μὲν ὄντα καὶ βαδίζοντα ἐν ὁδῷ, κοιταζόμενον καὶ
5διανιστάμενον; Ἢ οὐ προφέρει αὐτὰ κοιταζόμενος ὁ φάσκων τῷ δεσπότῃ τῶν ἁπάντων· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ»;

2

.

158

Ἀλλὰ καὶ ὁ δια‐ νιστάμενος τὸ αὐτὸ ποιεῖ, διὰ μνήμης ἔχων τὰ Θεοῦ λόγια, ὡς παρρησιάζεσθαι πρὸς τὸν Θεόν· «Ὁ Θεός, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.» Ταύτην τὴν σπουδὴν καὶ ὁ προφήτης Ἠσαΐας ἔχων
5εἶπεν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός.» Ἐπίστησον εἰ τὴν αὐτὴν ἔχει νόησιν καὶ τὸ οὕτω ἀπαγγελλό‐
μενον· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι.»

2

.

159

Ὁ οὕτω σπουδαίως διατεθεὶς πρὸς τοὺς Θεοῦ λόγους, εἰς ἔργα μεταβαλὼν αὐτούς, ἀφάπτει αὐτοὺς ἐπὶ τῆς πρακτικῆς δυνάμεως αὐτοῦ, χειρὸς ἀλληγορικῶς καλουμένης, ἵν’ οὕτω πρὸ ὀφθαλμῶν αὐτοῦ ἔχων, θεωρῇ τὸ κάλλος τῆς νοήσεως αὐτῶν,
5σαλευτοὺς ἢ ἀσαλεύτους ἔχων, —εἶπον γὰρ δύο γραφὰς εἶναι τῆς λέξεως. Σαλεύονται δὲ πρὸ τῶν ὀφθαλμῶν τῆς καρδίας τὰ ῥήματα καὶ οἱ ἐξ αὐτῶν συμπληρούμενοι λόγοι ὅταν ἐνεργῶμεν κατὰ τὰ νομοθετηθέντα.

2

.

160

Ἢ οὐ σαλευτὰ τὰ ἐπὶ τῆς χειρὸς ἀπαφθέντα ῥήματα νοούμενα καὶ πραττόμενα, δηλούσης τῆς ἑτέρας γραφῆς τῆς ἀσάλευτα λεγούσης πρὸ προσώπου τῶν ὀφθαλμῶν τὰ νομοθετηθέντα τὸ μόνιμόν τε καὶ βέβαιον τῶν
5θεσπισθέντων, συμφώνως τῷ προφητικῷ τῷ ὧδε ἔχοντι· «Τὸ ῥῆμα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα», καὶ τῇ τοῦ ψαλμῳδοῦ λέξει· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Κατὰ ταύτην τὴν νόησιν «οὐ παρέρχονται οἱ τοῦ Ἰησοῦ λόγοι, κἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ».

2

.

161

Ὁ διὰ πάντων τῶν τεθεωρημένων ἠσφαλισμένος, ἔχων τὰ ῥήματα τοῦ Κυρίου ἐν καρδίᾳ καὶ ψυχῇ, λαλῶν τε ἐν αὐτοῖς οἴκοι μὲν ὢν καὶ ἐν ὁδῷ πορευόμενος, κοιταζόμενός τε καὶ δια‐ νιστάμενος, οὐδαμῶς ἀπροσεκτήσει ἢ ἀπειθήσει, οὐδ’ αὖ «δώσει
5νῶτον παραφρονοῦντα».

2

.

162

Πῶς δὲ ὁ ἀπειθῶν τοῦ προσέχειν δώσει νῶτον παραφρο‐ νοῦντα ἐπιστατέον.

2

.

163

Γίνεται τοῦτο ὅταν τις τοσοῦτον φαῦλος γένηται ὡς ἐλεγκτικώτατα λεχθῆναι πρὸς αὐτὸν τὰ ἐν τεσσαρακοστῷ ἐνάτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα· «Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα
τί διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου
5διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Πῶς γὰρ οὐκ ἀπεστράφη τὰς θείας ἐντολάς, νῶτον αὐταῖς δεδωκώς, «ὁ συντρέχων κλέπτῃ καὶ μετὰ μοιχῶν τιθεὶς τὴν μερίδα ἑαυτοῦ», τὰ αὐτὰ ἐνεργῶν τοῖς παρα‐ νομοῦσιν, ἀποστρεφομένοις τό· «Οὐ μοιχεύσεις, οὐ κλέψεις»,
10καὶ τοὺς σὺν τούτοις δοθέντας νόμους.

2

.

164

Συμβαίνει δὲ παραπαίειν καὶ παραφρονεῖν τοῖς νῶτον δεδωκόσιν τοῖς Θεοῦ λόγοις, ὡς καὶ αὐτὸν τὸν οὗ οἱ λόγοι ἀπο‐ στραφῆναι. Ἕκαστος γὰρ τῶν οὕτω μανέντων καὶ παρακοπτόντων, ἀτιμάζει τὸν νομοθέτην Θεόν, παραβαίνων τὰ νομοθετηθέντα, ᾗ
5φησιν ὁ Ἀπόστολος πρὸς τὸν ψευδῶς καὶ σὺν δόλῳ ἐπιμορφα‐ ζόμενον ἔχειν τὴν ἀλήθειαν καὶ φυλάττειν ἃ ἐνομοθέτησε Θεός· «Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», ὡς λεχθῆναι ὑπ’ αὐτοῦ τοῦ ἀτιμαζομένου Θεοῦ πρὸς τοὺς τὴν γνώμην διαστραφέντας ὡς μὴ μόνον εἰς τὰ ὀπίσω
10ἐκβαλεῖν τοὺς θείους λόγους, ἀλλὰ καὶ αὐτῷ οὗ εἰσιν οἱ λόγοι τὰ νῶτα δοῦναι, χειρίστως ἀποστραφέντας· «Ἐπέστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν», δεὸν πρὸς τὸν πάντων ἀγα‐ θῶν αἴτιον ἔχειν τὸ πεφωτισμένον τοῦ ἔσω ἀνθρώπου πρόσωπον, ὡσαύτως τῷ λεγομένῳ ὑπὸ τοῦ σοφοῦ ᾧ πάντα τὰ ἄδηλα καὶ τὰ
15κρύφια τῆς σοφίας πεφανέρωται· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ»· καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.»

2

.

165

Οὐ μόνον τοῦτο οὐκ ἔπραξαν οἱ ἀλάστορες, ἀλλὰ καὶ νῶτα ἔδειξαν τῷ ἐπισκοποῦντι ἀκοιμήτῳ ὀφθαλμῷ, τὰ ὅλα ὀπίσω τῆς Βαὰλ πορευθέντες καὶ πάσης εἰδωλολατρείας ὡς σέβειν καὶ προσκυνεῖν δαίμονας πονηρούς, τοὺς τοῖς ἀψύχοις
5ἀγάλμασιν παριδρυμένους, ἡδομένους κνίσῃ καὶ καπνῷ, ποπά‐ νοις τε καὶ λοιβαῖς, καιομένοις ἐπὶ τοῖς παρανόμως καὶ σφόδρα ἀσεβῶς οἰκοδομηθεῖσι βωμοῖς.

2

.

166

Πόθεν δὲ ὑπῆρκται τοῖς κακοδαίμοσιν τὸ δοῦναι νῶτον παραφρονοῦντα, τὰ ἐπιφερόμενα δηλοῖ· «Ἐβάρυναν γάρ, φησίν, τὰ ὦτα αὐτῶν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τῷ μὴ εἰσακούειν τοῦ θείου νόμου καὶ λόγων ὧν ἐλάλησεν
5ἐν Πνεύματι αὐτοῦ Κύριος ὁ παντοκράτωρ.»

2

.

167

Βαρύνει δέ τις τὰ ὦτα ἑαυτοῦ οὐ τὰ τοῦ σώματος, οὐ γὰρ ἐφ’ ἡμῖν τοῦτο, ἀλλὰ τὰ τῆς ψυχῆς· προαιρέσει γὰρ βαρύνεται ταῦτα καὶ ὀξυ‐ ηκοΐαν ἔχει. Ἀποτείνεται γὰρ περί τινων ὁ ὑμνῳδὸς οὕτω
5λέγων· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλα‐ νήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα, ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος, φαρμά‐ κου τε φαρμακευομένου παρὰ σοφοῦ.»

2

.

168

Πῶς γὰρ οὐκ ἀνήκοοι καὶ κωφοὶ οἱ βαρύνοντες τὰ ὦτα καὶ βύοντες, οἱ ἀπὸ μήτρας ἠλλοτριωμένοι Θεοῦ, πλανηθέντες τε καὶ ψεύδη λαλή‐ σαντες ἀπὸ γαστρός; Ῥηθείη δὲ ταῦτα κατὰ παίδευσιν ἠθικὴν
5περὶ τῶν ἀλλοτριωθέντων ἀπὸ μήτρας τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας καὶ πλανηθέντων ψεύδη τε λαλησάντων ἅμα τῷ προελθεῖν ἀπὸ τῆς γαστρὸς αὐτῆς, βυσάντων κατὰ τὴν ἀσπίδα τὰ ὦτα· πονηρὰ δὲ καὶ ἰώδης δύναμίς ἐστιν.

2

.

169

Περὶ τῶν τοιούτων ὁ σοφώτατος Ἰωάννης, ὁ ἀγαπώμενος
ὑπὸ τοῦ Ἰησοῦ μαθητής, ἐν ᾗ ἐχάραξεν ἁγίᾳ ἐπιστολῇ φησιν· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν.» Ἐκ τῶν γὰρ ἀποστόλων
5καὶ Χριστοῦ μαθητῶν δοκοῦντες εἶναι, καὶ τὸ αὐτὸ εὐαγγέλιον προσηκάμενοι, καὶ «διὰ λουτροῦ παλιγγενεσίας» γεννηθέντες, ἔξω γέγοναν τῆς τεκούσης ἁγίας μητρὸς καὶ τῶν γεννηθέντων ἐξ αὐτῆς παραμεινάντων ἐν τῷ ἔχειν «τὸ τῆς υἱοθεσίας πνεῦμα».

2

.

170

Τί δ’ ἠκολούθησεν τῇ ἀποστασίᾳ αὐτῶν, ἢ τὸ βύσαι τὰ ὦτα καὶ βαρῦναι αὐτὰ κατὰ τὴν παλαμναίαν ἀσπίδα, μηδαμῶς ἀκού‐ ουσαν τῶν ἐπᾳδόντων τοὺς ἱεροὺς τοῦ Θεοῦ λόγους καὶ φάρμακον σκευαζόντων λογικόν, δυνάμενον κατακοιμίσαι καὶ καρῶσαι, ἵνα
5τιθασσευθεῖσα ἀποβάλῃ τὸν δηλητήριον ἰόν, ὡς νέμεσθαι ἐπὶ τὸ ὄρος τὸ ἅγιον τοῦ Θεοῦ, ἐξεληλυθυίας τῆς μακαρίας καὶ ἁγίας ῥάβδου ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης.

2

.

171

Ἐπὶ πλεῖον δὲ περὶ τούτων εἴρηται ἡμῖν σαφῶς ἑρμη‐ νεύουσιν τὴν τοῦ προφήτου Ἠσαΐου περιοχήν, φθάσασιν εἰς τό· «Καὶ παιδίον νήπιον ἐπιβαλεῖ τὴν χεῖρα ἐπὶ κοίτη̣ς ἀσπίδων καὶ οὐ μὴ κακοποιήσουσιν ἢ λυμανοῦνταί τινα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν
5μου, ὅτι ἐνεπλήσθη ἡ σύμπ[α]σα τοῦ γνῶναι τὸν Κύριον.»

2

.

172

Ὅτι δὲ προαιρετικόν, ὡς ἔναγχος εἴρηται, τὸ βαρύ‐ νειν τοῦ ἔσω ἀνθρώπου τὰ ὦτα, μαρτυρεῖ ἡ τοῦ Ἠσαΐου προ‐ φητεία, οὕτως ἀπαγγελλομένη πρὸς τοὺς τοῦτο ἐπιτηδεύοντας κακεντρεχῶς· «Ἐπαχύνθη γάρ, φησίν, ἡ καρδία τοῦ λαοῦ τού‐
5του, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, κἀγὼ ἰάσο‐ μαι αὐτούς.» Ἡδόμενοι γὰρ ἐμμένειν ᾗ εἵλαντο ἔχειν κακίᾳ καὶ ἀσεβείᾳ, ἐβάρυναν τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν,
10παχυνθείσης τῆς καρδίας αὐτῶν, ἵνα μὴ ἀκούσαντες τοὺς περὶ τῆς ἀρετῆς λόγους καὶ γνώσεως τῆς ἀληθείας, βελτιωθέντες ἐπιστραφῶσιν πρὸς τὸν οὗ ἀπέστησαν ἰώμενον τὴν δυσηκοΐαν καὶ ἀβλεψίαν αὐτῶν.

2

.

173

Σύμβολα πολλὰ τῶν τοιούτων θεραπειῶν ἐν τοῖς Εὐαγ‐ γελίοις φέρεται, καὶ αἰσθητῶς τοῦ Ἰησοῦ ταῦτ’ ἰασαμένου· κωφοὺς γὰρ καὶ τυφλοὺς εἰς τὸ ἀκούειν ὀξέως καὶ ὀξυωπεῖν ἤγαγεν, «πᾶσαν νόσον καὶ μαλακίαν» ἰώμενος τοῦ σώματος καὶ πολλῷ
5πλέον τῆς ψυχῆς.

2

.

174

Ὥσπερ ἐν τῇ τοῦ Ἠσαΐου λέξει, οἱ παχυνθέντες τῇ καρδίᾳ ἐβάρυναν τὰ ὦτα τοῦ μὴ εἰσακούειν, καὶ τὰ συγκαθει‐ λιγμένα ἐνήργησαν πρὸς βλάβῃ τῇ ἑαυτῶν, οὕτω καὶ ἐν τῇ προκειμένῃ τοῦ Ζαχαρίου φωνῇ, οἱ τάξαντες τὴν καρδίαν αὐτῶν
5ἀπειθῆ τοῦ μὴ ἀκούειν τοῦ νόμου καὶ τῶν ἀποσταλέντων λόγων ἐν Πνεύματι Κυρίου παντοκράτορος, ἐβάρυνον τὰ ὦτα τῆς δια‐ νοίας, ἵνα μὴ καταδέχωνται τὰ σωτηριώδη καὶ μακαριοποιὰ μαθήματα καὶ τοὺς ἀποσταλέντας λόγους ἐν Πνεύματι Κυρίου παντοκράτορος, ὅπερ τὸ ἅγιον Πνεῦμα ὑπάρχει.

2

.

175

Ἐλεγχέσθωσαν οἱ αἱρετικοί, ἀμαθῶς καὶ ἄγαν ἀπαιδεύ‐ τως φύσεις εἰσηγούμενοι διαφόρους τῶν ἀνθρώπων· δογματίζου‐ σιν γὰρ τοὺς μὲν ἀνεπιδέκτους ἀρετῆς, τοὺς δὲ πρὸς ἀνάλημψιν κακίας μὴ πεφυκότας· ᾧ ἕπεται μηδὲ νόμον ἀνύειν τι, μὴ νου‐
5θεσίαν, μὴ ἔλεγχον, μὴ προτροπήν, μηδὲ προσευχὴν πρὸς Θεὸν ἀναπεμπομένην.

2

.

176

Προσήκαντο δὲ τὸ δόγμα τοῦτο οἱ δυσσε‐ βέστατοι, ἥκιστα ἐπιστήσαντες τῇ καινῇ καὶ παλαιᾷ διαθήκῃ.
Ἐν μὲν γὰρ τοῖς Εὐαγγελίοις, ὡς πρὸς ἐλευθέραν καὶ αὐτόνομον ἔχοντας προαίρεσιν τοὺς ἀνθρώπους φησίν· «Εἴ τις θέλει ὀπίσω
5μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Καὶ πάλιν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἐγὼ ἀναπαύσω ὑμᾶς· καὶ ἄρατε τὸν ζυγὸν καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι.»

2

.

177

Πρὸς αὐτεξουσίους γὰρ τὸ «δεῦτε» καὶ τὸ «ἄρατε» καὶ «μάθετε». Αὐτίκα γοῦν τὴν ἀρχὴν τῆς διδασκαλίας ἑαυτοῦ οὕτω ποιεῖται, φάσκων τοῖς γνωρίμοις· «Μετανοεῖτε, ἤγγισεν γὰρ ἡ βασιλεία
5τῶν οὐρανῶν.» Μετάγνωσις γὰρ γίνεται τῶν προπεπραγμένων οὐ προσηκόντως περὶ προαίρεσιν ἐλευθέραν ἔχοντας, ἀλλ’ οὐ φύσιν ἀμέτοχον ἀρετῆς ἢ κακίας. Οὐδὲ γὰρ ὁ φαῦλος σπουδαῖος ἔσται, οὐδὲ ὁ ἀγαθὸς κακὸς, κατὰ τὸν ἀσεβῆ λόγον τῶν τὰς φύσεις εἰσηγουμένων.

2

.

178

Ἐκθεμένους ἐκ τῆς καινῆς διαθήκης τὰς περὶ τοῦ αὐτεξούσιον εἶναι τὸν ἄνθρωπον μαρτυρίας, ὥρα καὶ τὰς ἀπὸ τῆς παλαιᾶς παραγαγεῖν.

2

.

179

Καὶ πρῶτόν γε τὰς μωϋσαϊκὰς ῥητέον, εἶτα τὰς τῶν προφητῶν.

2

.

180

Πρῶτον τῶν δέκα λογίων ὑπὸ Θεοῦ λεχθέντων διὰ Μωϋσέως ἐστίν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· καὶ ἑξῆς· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.»
5Καὶ μετ’ ὀλίγα· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται.» Καὶ ἑξῆς· «Οὐ φονεύσεις, οὐ μοιχεύσε̣ις, οὐ
κλέψεις.» Ἀφ’ ὧν ὠφεληθεὶς Παῦλος ὁ ἀπόστολος, νομο‐ μαθὴς ὢν εἰ καί τις ἄλλος, γράφει· «Ὁ κλέπτων μηκέτι κλε‐ πτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθόν.» Ὡς
10πρὸς αὐτεξουσίους δὲ καὶ τόδε γράφει· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.»

2

.

181

Ἀκόλουθον εἰπεῖν καὶ ἐκ τῶν προφητῶν κηρυττόμενα̣ πρὸς αὐτεξουσίους.

2

.

182

Ἠσαΐας φησὶν πρὸς τοὺς ἐνεχομένους ἁμαρτίαις καὶ διὰ τοῦτο ἀγνοοῦντας τὴν τῶν ἐπαινετῶν ἐνέργειαν· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἐλευθέραν γὰρ καὶ ἀδέσποτον προαίρεσιν ἐχόντων τὸ παύσασθαι ἀφ’ ὧν
5ἔδρασαν κακῶς καὶ μαθεῖν ποιεῖν τὸ καλόν. Πρὸς τοὺς τοιούτους διὰ τοῦ Ἠσαΐου ὁ Κύριος λέγει· «Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου», —ὁρῶ γὰρ τὸ κρυπτὸν ὑμῶν. Διὸ μὴ λόγῳ ἢ τῷ δοκεῖν ἀλλὰ κατὰ ἀλήθειαν ἡ τῶν πονηριῶν ἀφαίρεσις ἀπὸ τοῦ κρυπτοῦ τῶν ψυχῶν σπουδα‐
10ζέσθω.

2

.

183

Σύμφωνα καὶ ὁ Ἰερεμίας πρὸς τὴν σπεύδουσαν ψυχὴν ἐπὶ πονηρίαν τρέχειν, καὶ ὀρεγομένην τῶν χειρίστων πομάτων, προστάττει λέγων· «Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τρα‐ χείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. Ἡ δὲ εἶπεν· Ἀνδριοῦ‐
5μαι, ὅτι ἠγάπησεν ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.»

2

.

184

Τραχεῖα δὲ ὁδός ἐστιν ἡ ἀπαγορευομένη ἢ ἀκανθῶν πεπλη‐ ρωμένη· αἰσχραὶ δ’ ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ καὶ «αἱ βιωτικαὶ μέριμναί» εἰσιν αἱ ἀκάνθαι, αἵτινες φύονται μάλιστα ἐν ταῖς ἀτραποῖς τῶν μὴ ἐργαζομένων τὴν ἀρετήν, κατὰ τὸ
5παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ ὁδοὶ τῶν ἀνδρείων τετριμμέναι.» Συνεχῶς γὰρ καὶ ἀδιαστάτως βαδίζοντες, οἱ καρτερίαν καὶ ἀνδρείαν ἔχοντες τρίβουσιν οὓς διοδεύουσι τόπους, ὡς διὰ τὴν συνεχῆ τριβὴν μὴ
ἀκάνθας, μὴ τριβόλους φύεσθαι.

2

.

185

Μυρίων ὄντων ἐν πᾶσι τοῖς προφήταις τῶν ἀναιρούντων τὴν μυθικὴν ἀσέβειαν τῶν τὰς φύσεις ἀναπλασαμένων, καὶ βεβαιούντων τὸ αὐτεξούσιον τῶν λογικῶν οὐσιῶν, ἀρκεστέον τοῖς ἐκτεθεῖσιν, ἵνα μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῇ ὁ λόγος ὢν ὑπο‐
5μνηματικός.

2

.

186

Τούτων προανυσθέντων, ἐπιστατέον τῷ προκειμένῳ λέγοντι περὶ «τῶν νῶτον δεδωκότων παραφρονοῦντα καὶ βαρυ‐ νάντων τὰ ὦτα τοῦ μὴ εἰσακούειν». Τάξαντες γάρ, φησίν, τὴν καρδίαν αὐτῶν ἀπειθῆ τῷ μὴ ἐπακούειν τοῦ νόμου, ὑπέπεσαν
5τοῖς καθειλιγμένοις ἁμαρτήμασιν. Οὐ γὰρ ἄφνω καὶ ὡς ἔτυχεν μὴ βουλομένοις συνίσταται τὰ ἀπηγορευμένα, ἀλλὰ πρὸ αὐτῶν διαθέσεως χειρίστης ὑπαρξάσης, καθ’ ἣν τάττουσιν τὴν καρδίαν ἑαυτῶν ἀπειθῆ· προαιρέσει γὰρ τῇ ἑαυτῶν τοῦτ’ ἔπραξαν, οὐχ εἱμαρμένης οὐδ’ ἄλλης τινὸς ἀνάγκης τοῦτ’ ἐπαγαγούσης, ὡς
10αὐτό που δηλοῖ τὸ προφητικὸν φάσκον· «Ἔταξαν τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ὑπακούειν τοῦ νόμου μου.»

2

.

187

Παραπλησίως καὶ ὁ τῆς νοητῆς Αἰγύπτου ἀόρατος τύραννος ἐβάρυνεν καὶ ἐσκλήρυνεν τὴν καρδίαν αὐτοῦ, ὡς ἐν Ἐξόδῳ πολλάκις εἴρηται περὶ αὐτοῦ. Τάχα δὲ σκληρύνεται ἡ
καρδία τοῦ καταφρονητοῦ καὶ βαρύνεται, δεξαμένη τὴν ἀνομίαν,
5ταλάντῳ μολίβου παραβαλλομένην. Γράφει ὁ Ἀπόστολος πρὸς τὸν καταφρονοῦντα τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακρο‐ θυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά‐ νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον
10καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.»

2

.

188

Τούτῳ τῷ τρόπῳ ἐσκλήρυνται Φαραὼ καὶ ἡ καρδία αὐτοῦ. Ἐπαλλήλων γὰρ τεραστίων δυνάμεων τοῦ πλουτοῦντος ἐν χρηστότητι γινομένων, προτρεπομένων, μᾶλλον δὲ ἐκβιαζο‐ μένων ἥκειν εἰς μετάγνωσιν, ἐμμένων τῇ θρασύτητι καὶ ὠμότητι,
5ἐσκληρύνετο ὁ ἀλάστωρ, βαρουμένης τῆς καρδίας αὐτοῦ ἀπὸ τοῦ ταλάντου μολίβου, οὐχ ἑτέρου τῆς ἀνομίας ὄντος, ὅθεν ὁμωνύ‐ μως τῷ τῆς ἀνομίας μολίβδῳ χρηματίσας, «ἔδυσεν ὡς μόλιβος ἐν ὕδατι σφοδρῷ», ὡς φέρεται ἐν τῇ κατ’ αὐτοῦ ἐπινικίῳ ᾠδῇ.

2

.

189

Ἐπεὶ τοίνυν οὐδενὶ καρδία τοιαύτη ὑπὸ Θεοῦ ὑπῆρκται, τῶν αὐτὴν ἐχόντων παρ’ ἑαυτοὺς ἐσχηκότων αὐτήν, διὰ τὸ σκλη‐ ρὸν καὶ ἀντίτυπον, καὶ λιθίνην ὀνομαζομένην, ὣς παρ’ ἑαυτοὺς τοιοῦτο ἡγεμονικὸν ἐσχήκαμεν, οὕτω προσέλθωμεν προαιρέσει
5τῷ ἐξαιρουμένῳ τὰς λιθίνας καρδίας, ἵν’ ἀντ’ αὐτῶν σαρκίνας ἐνθῇ, εὐείκτους καὶ εὐαγώγους, ἵνα δυνηθῶμεν τὰ προσ‐
τάγματα αὐτοῦ καὶ δικαιώματα φυλάττειν, ὑπακούοντες τῷ πνευματικῷ νόμῳ, μεταβαλούσης τῆς καρδίας ἡμῶν ἐκ τοῦ ἀπει‐ θεῖν καὶ μὴ ὑπακούειν τῷ θείῳ νόμῳ εἰς τὸ σὺν πειθοῖ πάντα
10ποιεῖν ἃ δεῖ ἐπιτελεῖν κατὰ νόμον καὶ τοὺς ἀποσταλέντας λόγους ἐν τῷ Πνεύματι Κυρίου τοῦ παντοκράτορος, τὸ ἅγιον δ’ ὑπάρχει τοῦτο, ὡς ὑπόγυον ἐλέχθη.

2

.

190

Συνᾴδει τούτῳ καὶ τὸ ἀλλαχόθι λεχθὲν ὧδε ἔχον· «Ἃ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις.» Ἑρμηνεύων τίνες οἱ ἀποσταλέντες λόγοι καὶ πῶς δέδονται καὶ ποῦ, «ἐν ταῖς χερσίν» φησιν αὐτοὺς «τῶν προφητῶν» δεδό‐
5σθαι. Ποία δ’ ἡ νόησις τῆς λέξεως ταύτης τυγχάνει, ἐν τοῖς μικρῷ πρότερον σεσαφήνισται. Διό, ἵνα μὴ παλιλλογῶμεν περὶ τῶν αὐτῶν, πολλάκις τὰ αὐτὰ θεωροῦντες, ἀρκεσθέντες τοῖς εἰρημένοις, τὴν ἑξῆς τοῦ προφήτου λέξιν ἐκθώμεθα.

2

.

191

Zach. VII, 12—14: Καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. Καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ. Καὶ ἐκβαλῶ αὐτοὺς εἰς
5πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατό‐ πισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔτα‐ ξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.

2

.

192

Ὁ διδοὺς Κύριος ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν πρᾶξιν αὐτοῦ, τοῖς πολλὰ καὶ μεγάλα ἁμαρτάνουσιν μεγάλως
ὀργίζεται, ἠρέμα τοῦτο ποιῶν τοῖς βραχέα καὶ ὀλίγα πταίουσιν. Εἴρηται γοῦν ὑπ’ αὐτοῦ περὶ τῶν σκευῶν τῆς ὀργῆς κολαστῶν
5τυγχανόντων· «Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ οἱ κατηγοροῦντες ἑαυτῶν ἐφ’ οἷς παρανο‐ μοῦντες ἔπραξαν πρὸς τὸν ἵλεω καὶ ἐλεήμονα δεσπότην βοῶσιν· «Μὴ ὀργίζου ἡμῖν σφόδρα.» Ὅνπερ γὰρ τρόπον «δίκαιος ὢν κριτής, ἰσχυρὸς καὶ μακρόθυμος, οὐκ ἐπάγει ὀργὴν καθ’ ἑκάστην
10ἡμέραν», οὕτως ἠρέμα ὀργίζεται τοῖς κρινομένοις, οὐ παρα‐ τηρούμενος πάσας τὰς ἀνομίας αὐτῶν.

2

.

193

Τούτων οὕτω νοουμένων, εἰ λέγοιτο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος γεγονέναι, οὐ καθάπαξ μεγάλην αὐτὴν λέγομεν· «οὐ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ἔτι, οὐδὲ συνέξει ἐν τῇ ὀργῇ τοῦς οἰκτιρμοὺς αὐτοῦ.» Τούτων μὲν γὰρ πατὴρ
5καὶ πηγὴ ὑπάρχει, τὴν δὲ ὀργὴν μέχρι τοῦ νουθετῆσαι ἀπειλῶν ἐπάγει· εἰ δ’ οἱ ἁμαρτάνοντες καταφρονοῖεν τῆς ἀπειλῆς, καὶ αὐτῇ τῇ πείρᾳ κολάσεως ἀπολαύσοιεν.

2

.

194

Ταύτην τὴν εὐσεβῆ φρόνησιν οἱ ἔχοντες πρὸς τὸν εὐεργέ‐ την βοῶσιν· «Μὴ εἰς τέλος ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;» καὶ πάλιν· «Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’
5ἡμῶν.»

2

.

195

Ταῦτα περὶ Θεοῦ τῶν γραφῶν λεγουσῶν, μὴ εἰς τοσαύ‐ την ἀσέβειαν καὶ ἠλιθιότητα πέσοιμεν ὡς ἀνθρώπινα πάθη προσ‐ άψαι τῷ λέγοντι· «Οὐκ ἠλλοίωμαι», πρὸς ὃν οἱ θεολόγοι φασίν, ὃ μέν· «Σὺ δὲ ὁ αὐτὸς εἶ», ὃ δὲ περὶ αὐτοῦ· «Παρ’ ᾧ
5οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.» Εἰ γὰρ ὁ αὐτός ἐστιν, οὐ μεταβαλλόμενος, οὐκ ἀλλοιούμενος, τροπῆς παραλλαγὴν
ἢ ἀποσκίασμα μὴ ἔχων, πῶς ἂν ὀρέξοιτο τιμωρίας; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ὀργὴ ἢ τιμωρίας ὄρεξις.

2

.

196

Οὐχ οὕτω δὲ Θεὸς ὀργίζεται, ἀπαθὴς ὑπάρχων, ἀλλ’ ἐπάγων τὰ κακωτικὰ ὑπὲρ βελτιώσεως τοῖς τούτων δεομένοις βοηθήματος δίκην, ὑπὲρ τοῦ παύσασθαι τὴν ἁμαρτίαν καὶ ἀπὸ ταύτης νοσήματά τε καὶ τραύ‐
5ματα. Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι «τοῦ πάντας σῶσαι θέλοντος καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»· «Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι», ὡς τὸν ἰάσεως πειραθέντα διὰ τῆς ἐπιπόνου ἀγωγῆς χαριστηρίως λέγειν· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἐλέησάς
10με.»

2

.

197

Ἡ οὕτω ὠφεληθεῖσα ψυχὴ ὑμνεῖ τὸν κακώσει περι‐ βαλόντα φάσκουσα· «Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου, ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι τὴν κρίσιν μου, καὶ ἀποίσει τὸ κρίμα
5μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ὄψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα.»

2

.

198

Ἡ τοσαύτην φορὰν ἀγαθῶν ἀγαγοῦσα ὀργὴ Κυρίο[υ], οὐ βλαπτική, ἀλλ’ ὠφελητικὴ τυγχάνει, ὑπὸ ἰατροῦ τῶν ψυχῶν «πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύοντος» ἐπιστημονικῶς ἐπαγομένη. Πῶς γὰρ οὐ σωτηριῶδες τὸ ἐξαχθῆναι εἰς τὸ φῶς
5τὸν ᾧ ὠργίσθη ὁ ἵλεω Θεός, ὡς λοιπὸν θεάσασθαι τὴν ἐχθραί‐ νουσαν πονηρὰν δύναμιν αἰσχύνῃ ὑποπεσοῦσαν, περιβεβλημένην αὐτὴν διὰ τὸ εἰς καταπάτημα γεγονέναι;

2

.

199

Ὅτι δὲ ἐπιστήμονος ἰατροῦ δίκην ἐπιφέρει ὁ πάντων ἀγαθῶν αἴτιος τὰ ἀηδῆ καὶ ἐπίπονα, ὁ προφήτης θεολογῶν
φάσκει· «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Εἰ ἕνεκα τοῦ μὴ ἀθετηθῆναι τὸν λόγον
5τοῦ μόνου σοφοῦ Θεοῦ ἐπάγεται τὰ κακωτικά, οὐ πάθος ἢ τροπὴ ἡ ἐπακτικὴ τούτων ὀργὴ Θεοῦ. Παρίσταται ὡς οὐκ ὄρεξις τιμω‐ ρίας ἐστὶν ἡ τοῦ μόνου ἵλεω ὀργὴ καὶ ἐκ τοῦ λεγομένου πρὸς τοῦ ἱεροφάντου Μωϋσέως πρὸς τὸν δοξολογούμενον ἐν ἐπινικίῳ ᾠδῇ κατὰ Φαραὼ καὶ τῆς στρατιᾶς αὐτοῦ· «Ἐξαπέστειλας τὴν
10ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.»

2

.

200

Ὀργὴ δ’ ἐξαποστελλομένη ἵνα καταφάγῃ τοὺς δι’ ἀκαρπίαν ἀποδειχθέν‐ τας καλάμην, οὐκ ἔστιν ὄρεξις παθητικὴ ἔχουσα τὸ εἶναι ἐν τῷ ἀγανακτοῦντι, ἀφανιζομένη ὅταν ἔξω γένηται τοῦ ὀργιζομένου·
5διὸ ἡ ἐκπεμπομένη οὐ πάθος ἐστίν, ἀλλ’ ἐπίπονος ἀγωγή.

2

.

201

Τῆς μεγάλης ὀργῆς παρὰ Κυρίου παντοκράτορος γενα‐ μένης, ἑξῆς ἡ αἰτία ἀποδίδοται· «Ἔσται γάρ, φησίν, ὃν τρόπον οὐκ ἤκουσαν αὐτοῦ, παραβαίνοντες αὐτοῦ τὸν νόμον, ἐκβαλόντες τοὺς λόγους αὐτοῦ εἰς τὰ ὀπίσω, οὕτω κεκράξονται κακώσει
5ὑποπεσόντες καὶ οὐκ εἰσακούσομαι αὐτῶν, λέγει Κύριος παντο‐ κράτωρ.» Παραπλησίως τούτῳ λέγεται ἐν τῇ Μωϋσέως γραφῇ ὑπὸ τοῦ δικαίου κριτοῦ· «Αὐτοὶ ἐπορεύθησαν πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς αὐτοὺς ἐν θυμῷ πλαγίῳ.»

2

.

202

Τί δὲ πείσονται οἱ ὀργῇ μεγάλῃ ὑποπεσόντες; «Ἐκβαλῶ, φησίν, αὐτοὺς εἰς τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν», πεῖραν τῆς ἀγριό‐ τητος καὶ ὠμότητος αὐτῶν οὐκ ἐσχηκότες· Ἀσσύριοι δὲ καὶ Βαβυλώνιοι καὶ ὅσοι ἄλλοι βάρβαροι οἷς ὁ Ἰσραὴλ ἁμαρτάνων
5καὶ ἀσεβῶν παραδέδοται, ὑποπεσὼν ταῖς χερσὶν αὐτῶν νόμῳ αἰχμαλωσίας.

2

.

203

Πρὸς τοῖς οὕτως ἔχουσιν ἀνθρώποις δι’ ὠμότητα καὶ θηριωδίαν, καὶ ἄσαρκοι ἀντικείμεναι δυνάμεις, ἀπανθρώπως ἐξηγριωμέναι κατὰ τῶν ἑαλωκότων αἰχμαλώτων, Ἀσσύριοι καὶ Βαβυλώνιοι Αἰγύπτιοί τε κατ’ ἀναγωγὴν τυγχάνουσιν. Οὐ γὰρ
5θνητοὶ Ἀσσύριοί εἰσιν ὧν ἄρχει ὁ καλούμενος νοῦς μέγας, περὶ οὗ γέγραπται ἐν Ἠσαΐᾳ· «Ἐπάξει Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων.»

2

.

204

Περὶ τούτου καὶ ἐν τῷ Ναοὺμ τῷ προφήτῃ εἴρηται, —ἕβδομος δὲ τῶν Δώδεκα οὗτος—· «Οὐαὶ αὐτοῖς· ὅτι ἐνύσταξαν οἱ ποιμένες σου, βασι‐ λεὺς Ἀσσύριος ἐκοίμησεν τοὺς δυνάστας σου.» Μέγας δὲ νοῦς
5προσηγόρευται ὁ τῶν Ἀσσυρίων βασιλεὺς διὰ κακεντρέχειαν καὶ δεινότητα πανουργευμάτων, ὡς μὴ πολλοὺς φωρᾶν αὐτοῦ τὰς μεθοδείας, ἢ μόνους τοὺς δυναμένους εἰπεῖν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ἀλλὰ καταλαμβάνειν καὶ διελέγχειν αὐτὰ δυνάμε̣θ̣α.

2

.

205

Οὕτ[ω] γὰρ καὶ τοῦ ὑπηρέτου αὐτοῦ Ἐλύμα τοῦ μάγου φωράσας τ[ὸ]ν σοφιστικὸν τρόπον ὁ μὴ ἀγνοῶν τὰ νοήματα τοῦ διαβ[όλ]ου, ἰσχυρῶς τὸν ἔλεγχον προσάγων εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ
5διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσει διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» Οὗτος ὁ κρατῶν καὶ βασιλεύων νοῦς μέγας τῶν κατὰ ἀλληγορίαν Ἀσσυρίων, κατ’ ἄλλην ἐπί‐ νοιαν πονηρίας κρατεῖ Βαβυλωνίων, καὶ καθ’ ἑτέραν Αἰγυπτίων, τῶν κατὰ ἀναγωγὴν πνευματικῶς Αἰγυπτίων καὶ Βαβυλωνίων
10ὄντων.

2

.

206

Εἰς τὰ οὕτω ἔθνη γενάμενα ἐκβάλλει ὁ προνοήτης τοὺς παραδιδομένους αὐτοῖς· ἔσω γὰρ μένοντες τῶν θείων νόμων, ἐσωτερικῶς νοοῦντες καὶ τηροῦντες αὐτούς, οὐκ ἐξεβάλλοντο, τοῦτο παθόντες ὅθ’ εἵλαντο καὶ ἔπραξαν τὰ αἴτια τοῦ ἐκβληθῆναι
5καὶ παραδοθῆναι·

2

.

207

ἃ ἡρμήνευσεν ὁ Ἀπόστολος πολυτρόπως,
ὁτὲ μὲν γράφων· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν·
5διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν»,

2

.

208

ὁτὲ δέ· «Οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· διὰ τοῦτο παρέδωκεν αὐτοὺς πάθεσιν ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τὸ σῶμα αὐτῶν ἐν
5αὐτοῖς, ὡς τοὺς ἄρρενας αὐτῶν κατ’ ἀλλήλων αἰσχρῶς καὶ ἀκο‐ λάστως ἐμμαίνεσθαι, ἄρσενες ἐν ἄρσεσιν τὴν αἰσχύνην κατεργα‐ ζομένους· ὡσαύτως καὶ αἱ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν.»

2

.

209

Τρίτην δὲ παράδοσιν ἔσχον «οἱ παραδοθέντες εἰς ἀδόκιμον νοῦν διὰ τὸ μὴ δεδοκιμακέναι ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει», ὡς ἀκολουθῆσαι τὸ «πεπληρῶσθαι αὐτοὺς πάσης κακίας» καὶ τῶν εἰδῶν αὐτῆς,
5ὧν κατέλεξεν ἑξῆς ὁ γράψας τὴν ἐπιστολὴν Ἀπόστολος.

2

.

210

Ταῖς αὐταῖς ταύταις παραδόσεσιν ὑπέπεσαν οἱ ἐκβε‐ βλημένοι εἰς τὰ ἔθνη, διὰ τὴν γεναμένην ἐπ’ αὐτοὺς ὀργὴν μεγά‐ λην παρὰ Κυρίου παντοκράτορος. Εἰς ἔθνη δὲ ἀλλότρια ἃ οὐκ ἔγνωσάν ποτε διὰ πείρας παρεδόθησαν.

2

.

211

Ἐκβληθέντες οἱ καθ’ ὧν ἡ μεγάλη ὀργὴ γέγονεν εἰς πάντα ἃ οὐκ ἔγνωσαν ἔθνη, ἐξόπισθεν αὐτῶν ἡ γῆ ἠφανίσθη, μετοικισθέντων ἐξ αὐτῆς, ὡς μὴ εἶναι διοδεύοντα ἢ ἀναστρέφοντα ἄνθρωπον. Ἀνθρώπου δὲ μηκέτ’ ὄντος ἐπ’ αὐτῆς, καὶ ἀπὸ
5πάσης φυτείας ἠφανίσθη, οὐ χλοηφορούσης ἔτι, οὐ δενδρικῆς
φυτείας οὔσης, ᾧ ἠκολούθησεν καὶ τὸ ζῴων ἀγέλας μηκέτ’ εἶναι ἐπ’ αὐτῆς. Ἐπιτείνει δὲ ἡ κακοπραγία, ὅτι εἰς χέρσον ἐτάχθη ἥ ποτε ἐκλεκτὴ γῆ τυγχάνουσα διὰ τὸ «ῥεῖν γάλα καὶ μέλι».

2

.

212

Πρὸς τῇ ἱστορίᾳ, κατ’ ἀλληγορίαν ἡ ἀγαθὴ καρδία καὶ καλὴ γῆ ἠφανίσθη μεταπεσοῦσα ἐκ τοῦ ἀγαθὰ φέρειν γενήματα εἰς τὸ ἀκανθοφορεῖν καὶ τριβόλους φέρειν καὶ ζιζάνια, ὥστε μηκέτι εἶναι ἐπ’ αὐτῆς διοδεύοντα λογισμὸν ὀρθόν, μηδ’ ἀναστρέφοντα
5ἐπ’ αὐτήν, ἐπείπερ ἐτάχθη εἰς ἀφανισμόν, καίπερ ἐκλεκτὴ πρότε‐ ρον οὖσα, οἰκήτορας ἔχουσα καὶ γεωργοὺς καὶ ποιμένας.

2

.

213

Ῥηθείη καὶ πρὸς τροπολογίαν τάδε· τὸ σῶμα ἡμῶν γῆ ἐκλεκτὴ τυγχάνει, ἔχον σωφροσύνην καὶ ἁγνείαν, ὡς διοδεύειν καὶ ἀναστρέφειν ἐπ’ αὐτὴν σώφρονας καὶ κοσμίους τρόπους, διὰ τὸ καρποφορεῖν τὰ ἁγνείας γενήματα καὶ καρποὺς ἐδωδίμους οὓς
5φέρουσιν τὰ τῆς ἀρετῆς δένδρα.

2

.

214

Συμβαίνει ποτὲ ἐξ ἐπιτεταμένης κακίας, ταχθῆναι εἰς ἀφανισμὸν καὶ ἐρήμωσιν τὴν δι’ ἁγνείαν ἐκλεκτὴν γῆν· ὃ ἀπέστω παντὸς τοῦ τελείαν ἀγαμίαν ἐπανελομένου ἵν’ ἀρέσῃ τῷ Θεῷ, ἐκλεκτὴν φυλάξας τὴν ἑαυτοῦ γῆν, ἥπερ ἐστὶν ἡ νεκρωθεῖσα
5ἐπαινετῶς σάρξ, «τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρουσα».

2

.

215

Κατὰ τὴν διττὴν ἀναγωγήν, τὴν τροπικὴν καὶ ἀλληγο‐ ρικήν, ἡ ἐκλογῆς ἀξία γῆ ῥεῖ γάλα καὶ μέλι, ἐξ ὧν τροφὴ καὶ εὐωχία νοητὴ συνίσταται, γινομένου τοῦ μέλιτος ἐκ τῆς προτι‐ μησάσης τὴν σοφίαν τοῦ Θεοῦ μελίττης, κατὰ τὸ παροιμιῶδες
5λόγιον προστάττον ὧδε τῷ φιλεργῷ· «Πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστίν· τὴν σοφίαν τιμήσασα προ‐ ήχθη, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέ‐
ρονται· ποθεινὴ δέ ἐστιν καὶ ἐπίδοξος.» Σὺν τούτῳ τῷ γλυκασμῷ καὶ γάλα ῥεῖ ἡ ἁγία γῆ, ὅπερ τοὺς ἐν Χριστῷ νηπίους ποτίζει ὁ
10Ἀπόστολος.

2

.

216

Ἀμφότερα ταῦτα ἡ ἁγία τοῦ Θεοῦ Λόγου νύμφη ὑπὸ τὸν ἑαυτῆς φέρει λόγον, ὡς ἐν ἐπαίνῳ πρὸς αὐτὴν λέγεσθαι· «Γάλα καὶ μέλι ὑπὸ τὴν γλῶσσάν σου.»

2

.

217

Τυγχάνων γοῦν Παῦλος οἷα σύζυγος νύμφη κατὰ τὴν ψυχὴν τοῦ θείου νυμφίου, ἔχων ὑπὸ τὴν γλῶσσαν ἑαυτοῦ, τοῦτ’ ἔστιν τὸν λόγον, ἐπότιζε γάλα τοὺς περὶ ὧν εἴρηται· «Γεγό‐ νατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.» Τοῖς δὲ
5τὸ μέλι παρεῖχεν οὖσιν τελείοις, σοφίαν παραδιδοὺς αὐτοῖς φάσκων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.»

2

.

218

Ὁ ἐκπεσὼν τοῦ ἐκλεκτὴ γῆ ὑπάρχειν μέλι ἔχει ἐκεῖνο περὶ οὗ γέγραπται παροιμιωδῶς· «Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα, ὕστε‐ ρον μέντοι πικρότερον χολῆς εὑρήσεις.»

2

.

219

Τούτῳ τῷ ἐκ τῶν χειλέων τῆς πόρνης μέλιτι, κατάλ‐ ληλον ῥεῖ γάλα ἐκ τῶν μασθῶν τῶν δρακόντων· πονηραὶ δέ εἰσιν οὗτοι δυνάμεις, ὡς περὶ αὐτῶν ὁ προφήτης Ἰερεμίας οὕτω λέγει· «Καί γε δράκοντες ἐξέδυσαν μασθούς, ἐθήλασαν σκύμνους
5αὐτῶν. Θυγάτηρ λαοῦ μου ὡς στρουθίον ἐν ἐρήμῳ.» Φασὶν οἷς ἐμέλησεν ἐπιστῆσαι τῇ φύσει τῶν ἑρπετῶν, περὶ τῶν καλου‐ μένων κεραστῶν, ὅτι ἐν τῇ ψαμμώδει ἐρήμῳ κρύψαντες ἑαυτῶν ὅλον τὸ σῶμα, τὰ κέρατα ἄνω τῆς ἐπιφανείας ἐῶσιν, ἅπερ κινοῦντες δελεάζουσι τὰ στρουθία.

2

.

220

Καταπτάντα γὰρ σκω‐ λήκων φαντασίαν λαβόντα, πλήττονται ὑπὸ τοῦ ἰοῦ ἐνιεμένου εἰς
τὸ στόμα αὐτῶν ὑπὸ τῶν κεραστῶν. Διό φησιν ὁ λόγος τοὺς λαμβάνοντας τὸν ἰὸν ἀφ’ ὧν θηλάζουσιν δρακόντων· κἂν ὦσιν τοῦ
5λαοῦ τοῦ Θεοῦ, ξηραίνονται «κατὰ τὸ στρουθίον ἐν τῇ ἐρήμῳ», τὸ ὑπὸ τῶν εἰρημένων ἑρπετῶν δελεασθέν.

2

.

221

Zach. VIII, 1—3: Καὶ ἐγένετο λόγος Κυρίου παν‐ τοκράτορος λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζή‐ λωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν. Τάδε λέγει Κύριος· Καὶ ἐπιστρέψω
5ἐπὶ Σιὼν καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσε‐ ται Ἰερουσαλὴμ πόλις ἀληθινὴ καὶ τὸ ὄρος Κυρίου παντοκρά‐ τορος ὄρος ἅγιον.

2

.

222

Ὡς πρὸς ῥητὸν σαφηνισθείη τὸ προκείμενον οὕτως· Ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων τὰ ἑξῆς δηλού‐ μενα· Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιών, ἀνακαλεσάμενος αὐτὴν πρὸς ἐμαυτὸν
5μετὰ τὸ ἐκβληθῆναι καὶ ἀπωσθῆναι, ὡς περιυβρισθῆναι αὐτὴν ὑπὸ ἀλλοτρίων. Οὐχ ὡς ἔτυχεν δὲ ἐζήλωσα αὐτήν, ἀλλ’ ἐν θυμῷ μεγάλῳ.

2

.

223

Ἀπὸ συμβιουσῶν δὲ γυναικῶν ἀνδράσιν ἐλήφθη τὸ πα‐ ράδειγμα. Ἡ ἀθετήσασα γυνὴ τὰ γαμικὰ δίκαια, ἀποφοιτήσασά τε τοῦ θαλάμου ἔρωτι τῷ πρὸς ἀλλοτρίους, οὐκέτι ὑπὸ τὴν κηδεμονίαν τυγχάνουσα τοῦ πρότερον συμβιοῦντος, παρορᾶται
5λοιπόν, ὡς λέγεσθαι αὐτῇ ὑπὸ τοῦ ἀθετηθέντος ἀνδρός· Οὐ φεί‐
σομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω. Πῶς γὰρ ἂν ζηλώσειέν τις ἢ φροντίσειεν διαλυθέντος τοῦ γάμου; Κἂν τοίνυν ἐξώβλητος γένηται ἡ καταφρονήσασα τοῦ γαμικοῦ θαλάμου, ἔχουσα μετα‐ νοίας τόπον, ἀνακάμψασα πρὸς ὃν καταλέλοιπεν, ζηλωτὴ γίνεται
10πάλιν, πολλῇ ἀγαθότητι προσηκαμένου αὐτὴν τοῦ πάλαι συνοι‐ κήσαντος.

2

.

224

Ἐκ δὲ τοῦ κατὰ τὰς γυναῖκας μεταβητέον ἐπὶ τὴν περὶ τῆς Σιὼν καὶ Ἰερουσαλὴμ θεωρίαν. Τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν οὐ τοὺς τόπους λέγω, ἀλλὰ τοὺς οἰκοῦντας ἐν αὐτοῖς.

2

.

225

Ἠγάγετο ὁ Θεὸς πρὸς συμβίωσιν ἀν[αγ]αγὼν ἐκ τῆς Αἰγύπτου, νόμο[υ]ς καὶ δικαιώματα δίκην ἕδνων παρασχών, ὡς λοιπὸν κήδεσθαι καὶ φείδεσθαι τῆς ἠγμένης, καὶ θαλαμεύεσθαι ὡς πρέπει συνοικοῦσαν κουρίδιον.

2

.

226

Μετὰ τὴν οὕτω γεναμένην κατὰ νόμους ἁρμονίαν, ἀθε‐ τήσασα τοὺς γαμηλίους νόμους, ἠθέτησεν τὸν προστάτην καὶ ἐπίκουρον ἄνδρα, ὡς λέγειν· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα, ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ», ὡς ἀπελθεῖν λοιπὸν πρὸς
5δαίμονας ἀλιτηρίους καὶ πνεύματα ἀκάθαρτα, καὶ περιυβρίζεσθαι πορνικῶς. Εἰσὶν δὲ οἱ συνερχόμενοι αὐτῇ Βαβυλώνιοι καὶ Ἀσσύριοι κατ’ ἀλληγορίαν.

2

.

227

Τούτων ἐπὶ πολὺ γινομένων, ἀνανήψασα ἡ Ἰερουσαλὴμ καὶ ἡ Σιὼν ἀνεπόλησεν τοῦ πάλαι αὐτὴν πρὸς σύμβιον εἰληφό‐ τος, ὡς θελῆσαι ἐπιστρέψαι πρὸς τὸν ἀφ’ οὗ ἀπεζεύχθη. Φωνὰς γοῦν ἀφῆκεν ταύτας· «Ἐπιστρέψω ἐπὶ τὸν ἄνδρα μου τὸν πρότε‐
5ρον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.» Τὴν τοιαύτην μετάνοιαν αὐτῆς προσηκάμενος πρὸς ὃν ἐπιστρέψαι καὶ ἀνακάμψαι 〈ἤρξατο〉 λέγει· «Τῇ ἡμέρᾳ ἐκείνῃ», ὅταν ἡ ἐπιστροφὴ δηλονότι βεβαιωθῇ, «καλέσει με· Ὁ ἀνήρ μου», ὡς λοιπὸν οἷα προστάτην καὶ
κηδεμόνα ἐν θυμῷ μεγάλῳ ζηλῶσαι αὐτήν, τιμωρούμενον τοὺς
10περιυβρίσαντας αὐτήν. Ἐν θυμῷ μεγάλῳ ζηλώσας αὐτήν, ὥστε ποθῆσαι συνεῖναι αὐτῇ ὡς πρότερον, ὅτε οὔπω ἀποφοιτήσασα ἦν τοῦ θαλάμου, διὸ ἐπιστρέφων πρὸς αὐτήν· «Κατασκηνώσω ἐν μέσῳ αὐτῆς.»

2

.

228

Ὡς περὶ μιᾶς δὲ λέγει τῆς Σιὼν καὶ τῆς Ἰερουσαλήμ· μέρος γὰρ ἡ Σιὼν τῆς μητροπόλεώς ἐστιν.

2

.

229

Τί δ’ ὑπάρξεται «ὅταν ἐπιστρέψω καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῆς», ἢ τὸ πάλιν χρηματίσαι αὐτὴν πόλιν «ἀληθινήν», ἔρημον οὐκέτ’ οὖσαν, ἀλλὰ πλήρης πολιτῶν καὶ οἰκοδομημάτων, ἀνεγερθέντος τοῦ ναοῦ καὶ τῶν καθ’ ἕνα οἴκων, ὡς λοιπὸν ἔχειν
5ὡς πρότερον λαύρας, ἀγυιὰς, τεμένη τε πλατείας καὶ στενωπούς.

2

.

230

Οὕτω τῆς Ἰερουσαλὴμ πρὸς ῥητὸν χρηματισάσης, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται ὡς πρὸ τῆς αἰχμα‐ λωσίας ὑπῆρχεν, ἁγιστειῶν τῶν συνηθῶν τελουμένων ἐκεῖ, καὶ ᾠδῶν καὶ παιάνων ἀνακρουομένων κατὰ τοὺς τοῦ ψαλμῳδοῦ
5λόγους, ὅπου μὲν λέγοντος· «Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών»· ὅπου δέ· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.»

2

.

231

Τούτων κατὰ τὴν ἱστορίαν φανέντων, καιρὸς εἴη τὰ πρὸς τὴν ἀναγωγὴν θεωρῆσαι.

2

.

232

Τῆς λεγομένης Ἰερουσαλὴμ διορατικῆς ψυχῆς, — μεταλαμβάνεται γὰρ τὸ Ἰερουσαλὴμ εἰς «εἰρήνης ὅρασιν»—, ὀλισθησάσης καὶ διὰ τοῦτο ἔξω τοῦ θείου θαλάμου γεγενημένης, ἀπωσμὸς γέγονεν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ πρότερον, ὡς λοι‐
5πὸν πορνικῶς αὐτὴν διασύρεσθαι ὑπὸ ἀντικειμένων δυνάμεων, καλουμένων κατ’ ἀναγωγὴν Ἀσσυρίων καὶ Βαβυλωνίων, ὡς
μηκέτι κήδεσθαι αὐτῆς τὸν οἷα σύζυγον φειδόμενον.

2

.

233

Ἀλλ’ ἐπεὶ μὴ ἐν ταὐτῷ μένει τὰ τῆς προαιρέσεως, ὡς γὰρ ἐξ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν γίνεται τροπή, οὕτως ἔμπαλιν ἐκ χειρίστων καὶ ἐπιβλαβῶν εἰς βελτίω καὶ ὠφέλιμα γίνεται μεταβολή, ὡς ἐπιγνῶναι πάλιν τὸν θεῖον
5θάλαμον τὴν ἀποφοιτήσασαν, ἵν’ ὡς πρότερον κηδόμενος αὐτὸς ζηλοῖ ἐπ’ αὐτῇ ἀπελαύνων τοὺς μοιχικῶς μιάναντας αὐτήν. Καὶ θυμῷ γε μεγάλῳ τοῦτο ἐνεργεῖ, σφόδρα ἀγανακτῶν κατὰ τῶν διασυράντων αὐτήν, ὡς λοιπὸν λέγειν φανερῶς· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ.»

2

.

234

Κατ’ ἀναγωγὴν Σιὼν καὶ Ἰερουσαλὴμ ψυχή ἐστιν σκο‐ ποῦσα τὰ μὴ βλεπόμενα καὶ αἰώνια, καὶ ψυχὴ 〈ὁρῶσα〉 τὴν εἰρή‐ νην, τῆς ἀντακολουθίας τῶν ἀρετῶν καὶ θείων φρονημάτων ἔχουσα τὸν εἱρμόν, ἥντινα ὁ θυμῷ μεγάλῳ ζηλώσας ὑπὲρ αὐτῆς ἐπιστρέ‐
5φει πρὸς ἑαυτόν, ἅμα καὶ αὐτὸς πρὸς αὐτήν, ἐπινεύων ταῖς ἱκεσίαις αὐτῆς ἐν τῷ παρέχειν ἃ ὑπὲρ ὧν ἀδιαλείπτως προσεύχε‐ ται.

2

.

235

Οὕτω δὲ βελτιωθεῖσα, ἀληθινὴ Ἰερουσαλὴμ ὀνομα‐ σθείη, οὐκέτι περιέπουσα τὰ σκιώδη καὶ εἰκονικὰ τοῦ νόμου, ἀλλὰ τὰ δι’ αὐτῶν ἀγαθὰ δηλούμενα, περὶ ὧν ὁ θεσπέσιος Ἀπόστολος γράφει· «Σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν
5τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ πάλιν τοῖς ἀπὸ ἐθνῶν πιστεύ‐ σασιν· «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ πόσει, ἐν μέρει ἑορτῆς καὶ νεομηνίας καὶ σαββάτου, ἅ ἐστιν σκιὰ τῶν μελλόντων.»

2

.

236

Ἀγαθὰ μέλλοντα ἐν ταῖς παραληφθείσαις λέξεσιν τυγχά‐ νουσιν τὰ εὐαγγελικὰ μαθήματα, ἃ βασιλείας μυστήρια εἶπεν ὁ
Σωτὴρ τοῖς γνωρίμοις φάμενος· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» Ἅπερ ἡ σκοποῦσα
5καὶ ὁρῶσα τὴν εἰρήνην τῆς συμφωνίας αὐτῶν Σιὼν καὶ Ἰερου‐ σαλὴμ ἀνηγμένως ἐστίν, ἀληθινὴ καλουμένη, κατὰ ἀλήθειαν τὴν φανερουμένην τῇ τοῦ νόμου σκιᾷ πολιτευομένη, καὶ «ἐραυ‐ νῶσα τὰς θεοπνεύστους γραφάς».

2

.

237

Ἁρμονίως τῷ ἀληθινὴν κεκλῆσθαι τὴν ἱερὰν πόλιν, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται καὶ χρηματίσει. Ὅρα εἰ τὸ ὄρος Κυρίου παντοκράτορος ὁ λόγος τῆς ἐπιδημίας τοῦ Υἱοῦ τοῦ Θεοῦ τυγχάνει, περὶ οὗ ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν
5φέρεται οὕτως· «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.» Μὴ γὰρ τοσοῦτον πτωχεύσῃ ἡμῶν ὁ νοῦς ὡς νομίσαι αἰσθητῷ ὄρει παραβάλλεσθαι ἢ ὁμοιοῦσθαι τοὺς ἐπὶ Κύριον πεποιθότας, παμμεγέθη ἀρετὴν ἔχοντας, ὡς εὐλογημένους ἀποδείκνυσθαι κατὰ πνευματικὰς εὐλογίας τοὺς ἔχοντας. Γέγραπται γὰρ ἐν
10Ἰερεμίᾳ τῷ προφήτῃ· «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Καὶ ἐν Ψαλμοῖς· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον.»

2

.

238

Ἐπεὶ οὖν μὴ αἰσθητὸν ὄρος, ἔκβρασμα γῆς τυγχάνον, μιμοῦνται οἱ ἐπὶ Κύριον πεποιθότες, τί φρονεῖν αὐτὸ δεῖ ἢ ἐκεῖνο περὶ οὗ εἶπεν Ἠσαΐας· «Ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφα‐ νὲς τὸ ὄρος τοῦ Κυρίου», ἐπιλάμψαν καὶ φανερωθὲν «ἐπὶ
5συντελείᾳ τῶν αἰώνων, ἵνα ἀθετήσῃ τὴν ἁμαρτίαν», λύσας καὶ ἀφανίσας αὐτήν, ἀμνοῦ δίκην τυθείς.

2

.

239

Τοῦτο τὸ μυστήριον φωτίζων Ἰωάννης ὁ μέγας, δεικνὺς τὸν Ἰησοῦν ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου.»

2

.

240

Περὶ τοῦ ἀποδειχθέντος ὄρους ἐκλαβεῖν δεῖ καὶ τὸ ἐν τεσσαρακοστῷ ἑβδόμῳ Ψαλμῷ ἀπαγγελλόμενον οὕτω· «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ.»

2

.

241

Τούτων κατὰ τὴν πρώτην ἀναγωγὴν φανέντων, ἐκλημ‐ πτέον καὶ κατ’ ἀλληγορίαν ὑψηλῇ νοήσει ἐπιστρέφουσαν Σιὼν καὶ κικλησκομένην ἀληθινὴν Ἰερουσαλὴμ τὰ ἐν τῇ πρὸς Ἑβραίους φιλοσοφούμενα ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος, γρά‐
5φοντος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων, τῶν πανηγυρι‐ ζόντων μετὰ μυριάδων τῶν ἀγγέλων», δι’ ἣν αἰτίαν «ἀπογεγραμ‐ μένοι ἐν τοῖς οὐρανοῖς» τυγχάνουσιν, τῇ ἁγίᾳ καὶ ἐπουρανίῳ ἐμπολιτογραφηθέντες.

2

.

242

Οἷοι καὶ οἱ ἀπόστολοι τυγχάνοντες, ἤκουσαν ὑπὸ τοῦ παμβασιλέως· «Χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐνεγράφησαν ἐν τοῖς οὐρανοῖς.» Αὕτη ἡ γραφὴ «ζώντων» τυγχάνει «βίβλος». Περί τινων γοῦν μακαρίων χαράττει τὸ
5τῆς ἐκλογῆς σκεῦος ὧδε· «Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοι‐ πῶν ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.»

2

.

243

Zach. VIII, 4—5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλα‐ τείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς
5πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν
ταῖς πλατείαις αὐτῆς.

2

.

244

Ὡς πρὸς ῥητόν, εἰς εἰρήνην βαθεῖαν καὶ γαληνιώδη πολιτείαν ἀποκαθίστασθαι τὴν Ἰερουσαλὴμ ἡ προαναφώνησις τοῦ προφήτου δηλοῖ. Οὕτω γὰρ ἀταραξίας οὔσης καὶ ἐκτετοξευμένων πάντων πολεμίων πόρρω τῆς καλλιπόλεως, οὐδαμῶς ἔτι φόβου
5ἐξ ἐχθρῶν προσδοκουμένου, οἱ ἀπὸ πολυχρονιότητος καὶ πλήθους ἡμερῶν πρεσβυτικὴν ἡλικίαν ἔχοντες, ἄρσενες ὁμοῦ καὶ θήλειαι, ἔτι καθήσονται ὡς πρὸ τῆς αἰχμαλωσίας ἐν ταῖς πλατείαις, ῥάβδους μετὰ χεῖρα ἔχοντες, προηγουμένως μὲν οἱ πρεσβύτεροι, ἐπίστησον δὲ εἰ καὶ αἱ πρεσβύτεραι· τιμῆς δὲ σύμβολον ἡ ῥάβδος
10τυγχάνει.

2

.

245

Οὕτω προκαθημένων τῶν ἡλικίᾳ προηκόντων, πλησθή‐ σονται αἱ πλατεῖαι παιζόντων παιδαρίων καὶ κορασίων, οὐκ ἀθυ‐ ρόντων ἐν ταῖς πλατείαις τῶν κομιδῇ νηπίων, ἐχθρῶν ἐπικειμέ‐ νων καὶ προσδοκωμένων πολεμίων.

2

.

246

Τῆς ἱστορίας εἰρημένης, καὶ τὰ πρὸς διάνοιαν λεκτέον.

2

.

247

Πόλις πνευματικὴ πλατείας ἔχουσα ἡ ἔνδοξός ἐστιν Ἐκκλησία, περὶ ἧς ἀπαγγέλλεται τῷ κρατοῦντι αὐτῆς παμβα‐ σιλεῖ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πῶς γὰρ οὐκ ἀοίδιμος καὶ πολυύμνητος εἴη, θείων ποτισμῶν
5μεταλαμβάνουσα ἀπὸ «τοῦ πλήρης ὑδάτων ποταμοῦ τοῦ Θεοῦ». Εἴρηται καὶ ἐν τεσσαρακοστῷ καὶ πέμπτῳ Ψαλμῷ περὶ τοῦ βασι‐ λικοῦ ἄστεως καὶ τῶν δέχεται χαρισμάτων πρὸς τοῦ κρατοῦντος αὐτὴν βασιλικῶς· «Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος, ὁ Θεὸς
10ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» Ἐν μέσῳ γὰρ τῆς εἰρη‐ νευομένης πόλεως κατοικῶν ὁ ἁγιάσας τὸ σκήνωμα αὐτοῦ ὕψι‐ στος οὐδέποτε ἔξω αὐτῆς γίνεται, ἀκλόνητος μένων ἐν αὐτῇ.

2

.

248

Πλατεῖαι δὲ τῆς καλλιπόλεως ταύτης ὑπάρχουσιν αἱ κατ’ εἶδος ἀρεταὶ καὶ αἱ πράξεις αὐτῶν, περὶ ὧν παροιμιωδῶς ὁ σοφὸς ἀπαγγέλλει, περὶ τῆς σοφίας τάδε χαράττων· «Σοφία δὲ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπὶ δὲ
5ἄκρων τειχέων κηρύσσεται.» Πῶς γὰρ οὐκ ἄγει παρρησίαν ἡ τοῦ Θεοῦ σοφία ἐν ταῖς πλατείαις τῆς πνευματικῆς πόλεως, πάλιν ἑτέρου λογίου λέγοντος· «Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν», ἑκάστης ἐντολῆς διὰ τὸ προσὸν εὖρος πλατείας καλουμένης, ὡς τὸν ὑμνῳδὸν πρὸς
10τὸν Θεὸν εἰπεῖν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα»;

2

.

249

Σκοπητέον εἰ κατὰ ταύτην τὴν διάνοιαν εἴρηται ὑπὸ τῆς νύμφης τοῦ Χριστοῦ ἐν τῷ ἐπιθαλαμίῳ δράματι· «Ἐπὶ κοίτης μου ἐν νυκτὶ ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μοι. Ἀναστήσομαι δὴ
5καὶ κυκλώσω τὴν πόλιν, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, ἕως οὗ εὕρω αὐτόν.» Ἐν τῷ καιρῷ γὰρ τοῦ συνευνάζεσθαι καὶ διαναπαύεσθαι, ὃν ἀλληγορικῶς ἐκάλεσε νύκτα, δόξασα παρεῖ‐ ναι αὐτῇ τὸν θεῖον νυμφίον, ζητήσασα οὐχ εὗρεν, καὶ καλέσασα οὐκ ἔσχεν αὐτὸν ἐπακούοντα, διά τι χρήσιμον μακρυνθέντα αὐτῆς,
10ἵνα ἔτι μᾶλλον τρωθῇ ἀγάπῃ τῇ πρὸς αὐτόν· μακρυνώσει γὰρ τοῦ στεργομένου ὁ πρὸς αὐτὸν ἔρως μᾶλλον ἐγείρεται.

2

.

250

Τοῦτ’ οὖν παθοῦσα ἀνέστη διεγείρασα ἑαυτήν, καὶ ζητεῖ
γε αὐτὸν οὐκ ἀλλαχόθι ἢ ἐν ταῖς ἐκκλησίαις, οὔσαις ἱεραῖς ἀγο‐ ραῖς. Ἔνθα ἀγορεύουσιν οἱ τεθέντες ἀπόστολοι καὶ προφῆται καὶ διδάσκαλοι τὰ τῆς ἀληθείας ὄργια καὶ μυστήρια τῆς βασι‐
5λείας τοῦ Θεοῦ.

2

.

251

Πρὸς τῷ ζητεῖν αὐτὸν ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις ταῖς ἤδη ἡρμηνευμέναις σπουδάζει συντυχεῖν τῷ ζητου‐ μένῳ, ἵν’ εὑροῦσα αὐτὸν συναναπαύσηται αὐτῷ.

2

.

252

Ἡ ἐν ταῖς πλατείαις τῆς καλλιπόλεως παρρησίαν ἄγουσα σοφία, ἐν ᾗ τὰ πάντα ὁ δημιουργὸς εἰς οὐσίαν ἤγαγεν, οὐκ ἀλλαχοῦ που ἢ ἐπ’ ἄκρων τῶν τειχέων κηρύττεται πρὸς τῶν νυκτοφυλακούντων καὶ φρουρούντων τὴν θείαν πόλιν, κατὰ τὴν
5τοῦ Ἠσαΐου φωνὴν ἐκ προσώπου τοῦ παμβασιλέως οὕτως εἰρη‐ μένην· «Ἐπὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτός, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι Κυρίου.»

2

.

253

Ἐν ταῖς ἀποδοθείσαις θείαις πλατείαις τῆς μακαρίας πόλεως ἔτι καθίσονται ὡς καὶ πρότερον σπουδαῖοι πρεσβῦται καὶ πρεσβυτίδες, μετὰ χεῖρας ἔχοντες τὰς ἰδίας ῥάβδους, τοῦτο μὲν βασιλείας σύμβολα, τοῦτο δὲ ἱερατείας τυγχανούσας, ἔτι μὴν καὶ
5παιδευτικῶν λόγων.

2

.

254

Πρεσβυτέρους δὲ ἐκλαβεῖν προσήκει τοὺς φρονήσει πεπω‐ λιωμένους, κατὰ τὸ φερόμενον ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλω‐ μῶνος οὕτως ἔχον· «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστιν φρόνησις ἐν ἀνθρώποις,
5καὶ γῆρας βίος ἀκηλίδωτος.» Αὕτη ἡ πνευματικὴ ἡλικία πρόσην τῷ φίλῳ Θεοῦ χρηματίσαντι, οὗ ἡ πίστις «εἰς δικαιοσύ‐ νην λελόγισται» Ἀβραάμ.

2

.

255

Εἴρηται γὰρ ὑπὸ τοῦ ἱερο‐ φάντου Μωϋσέως ἐν Κοσμοποιΐᾳ· «Ἐκλιπὼν Ἀβραὰμ ἀπέθανεν,
τραφεὶς ἐν γήρει καλῷ, πρεσβύτερος καὶ πλήρης ἡμερῶν.» Οὐ γὰρ διὰ πλῆθος ἐνιαυτῶν τῶν ἐκ τοῦ αἰσθητοῦ ἡλίου κύκλων
5ταῦτ’ εἴρηται. Πολυετεστέρων γὰρ ὄντων τῶν πρὸ αὐτοῦ γενα‐ μένων, οὐδεὶς ἐκείνων πρεσβύτερος ἐλέχθη οὐδὲ πλήρης ἡμε‐ ρῶν. Πρῶτος γὰρ ἀνθρώπων ὁ τοῦ Ἰσαὰκ πατὴρ ἀπὸ πρεσβείων τῶν ἐξ ἀρετῆς ὠνομάσθη πρεσβύτερος.

2

.

256

Περὶ τῶν οὕτως γνώμης καὶ πολιτείας καὶ νοητῆς ἡλι‐ κίας ἐχόντων, ὁ τῶν ὅλων αἴτιος καὶ πάντων ἀγαθῶν χορηγὸς πρὸς τὸν πιστὸν θεράποντα ἑαυτοῦ φησιν· «Κατάστησον μετὰ σεαυτοῦ ἑβδομήκοντα πρεσβυτέρους, οὓς αὐτὸς οἶδας ὅτι εἰσὶν πρεσβύτε‐
5ροι.» Ἐξ οὗ παρίσταται ὅτι οὐχ ἡ κατάστασις καὶ ἡ χειροτονία ποιεῖ πρεσβύτερον τὸν οὐκ ὄντα πρότερον, ἀλλ’ ἀναδείκνυσιν καὶ φανεροῖ. Ἀκριβῶς γὰρ προσετάγη χειροτονεῖσθαι οὓς οἶδεν ὁ προάγων ἤδη ὄντας τοιούτους.

2

.

257

Ἴσον δύναται καὶ τὸ ἐν Ἰωήλ, ἑνὶ τῶν Δώδεκα Προφη‐ τῶν, προσταττόμενον «ἐκλέξασθαι πρεσβυτέρους» τοὺς ἤδη ὄντας, οὐ προηγουμένης τῆς ἐκλογῆς, ἀλλ’ ἐπιγινομένης ὑπὲρ ἀναδείξεως τῶν ἤδη τὴν ἀρετὴν καὶ τὰ πρεσβεῖα αὐτῆς κεκτημέ‐
5νων. Περὶ τῶν ταύτην τὴν τιμὴν ἐχόντων, ἐν Παροιμίαις γέγρα‐ πται· «Δόξα πρεσβυτέρων πολιαί», αἱ ἐκ φρονήσεως δηλονότι.

2

.

258

Τοῖς οὕτω μνημονευθεῖσι πρεσβυτέροις ἰσότιμοι καὶ ἰσοσθενεῖς ὑπάρχουσι καὶ κατὰ τὴν καινὴν διαθήκην. Γράφων γοῦν ὁ Ἀπόστολος Τίτῳ τῷ ἑαυτοῦ μαθητῇ, πρὸς ἑτέροις καὶ τοῦτ’ ἐχάραξεν· «Τούτου χάριν ἀπέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα
5τὰ λείποντα ἐπιδιορθώσῃ, καθὼς διεταξάμην σοι, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.» Λέγει δὲ τὰ χαρακτηρικὰ τῶν προαγομένων, τῶν εἰς τοὺς ἐκκλησιαστικοὺς βαθμοὺς ταττομέ‐ νων· μονογαμίαν, ἐκτροφὴν τέκνων βελτίστην, καὶ κατὰ τὰς λοι‐
πὰς ἀρετὰς πεποιωμένους, οὓς καὶ ἐπισκόπους καλεῖ ἀρχαίᾳ
10συνηθείᾳ, ὡς καὶ ἐν ἄλλοις εἰρήκαμεν.

2

.

259

Αὐτίκα γοῦν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φέρεται ὡς «μετεκαλέσατο Παῦλος τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας», οἷς καί φησιν· «Ὑμᾶς ἔθετο τὸ ἅγιον Πνεῦμα ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, ἣν
5περιεποιήσατο τῷ ἰδίῳ αἵματι», καὶ τὰ ἑξῆς. Τοῖς τοῦτον τὸν βαθμὸν ἔχουσιν, ὁ κορυφαιότατος τῶν Χριστοῦ μαθητῶν Πέτρος προσφωνεῖ ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ.» Τί δ’ ἐστὶν ὃ παρακαλεῖ ἴδωμεν, ἢ ποιμαί‐ νειν τὴν Χριστοῦ ἀγέλην, μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως, ἵνα,
10τοῦ ἀρχιποίμενος φανερωθέντος, κομίσωνται τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

2

.

260

Οἱ ἀποδοθέντες κατὰ ἀμφοτέρας τὰς διαθήκας πρεσβύ‐ τεροι, βασιλεῖς κατὰ τὸν Ἀβραὰμ ὄντες, κατὰ τὸ λεχθὲν ὑπὸ τῶν ἐγνωκότων τὴν ὑπεροχὴν αὐτοῦ· «Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν», ἀλλὰ καὶ γνησίως θεραπεύοντες ἱερατικῶς τὸν
5ἐκλεξάμενον, τὰ σκῆπτρα φέρουσιν τῆς προσούσης διττῆς ὑπερ‐ οχῆς, καθήμενοι ἐν ταῖς πλατείαις τῆς ἔναγχος διαγραφείσης πόλεως, κατέχων ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, οὖσαν πρὸς σκῆπ‐ τρον καὶ διορθωτικὸν λόγον.

2

.

261

Περὶ γὰρ τῶν ἐλέγχων παιόντων πως τοὺς ὑπευθύνους, γράφεται ὑπὸ Παύλου· «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;» Σύμφωνα τούτοις καὶ θεία τῶν Παροιμιῶν γραφὴ διαγορεύει, ὅπου μέν·
5«Ὃς προσφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρ‐ διον»· ὅπου δέ· «Ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν ἑαυτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.»

2

.

262

Τῆς τῶν πρεσβυτέρων τιμῆς καὶ θήλειαι μετέχουσιν διὰ πίστιν καὶ πρακτικὴν ἀρετὴν πρεσβεῖα κεκτημέναι. Τὴν τοιαύτην διαγράφων ἀγωγήν, Τιμοθέῳ χαράττων ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν· «Τίμα χήρας τὰς ὄντως χήρας», τοιαύτας
5εἶναι σημαίνων τὰς πάντων τῶν ἀνθρωπίνων στερομένας, ἐχούσας πράξεις ἐπαίνους φερούσας, ἀναθρεψαμένας τέκνα ὡς δεῖ, δαψι‐ λῶς φιλοξενούσας, ὑπερετησάσας Θεοῦ δούλοις, θρεψάσας πένη‐ τας, καὶ πᾶσι τοῖς παραπλησίοις ἔργοις ἀρετῆς ἐγκαλλωπιζομέ‐ νας.

2

.

263

Ἔχει δὲ περὶ τούτων αὐταῖς συλλαβαῖς ἡ ἀποστολικὴ διδασκαλία ἔνθεν ἀρχομένη· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐπὶ ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοφρόνησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων
5πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ καλῷ ἐπηκολούθησεν.»

2

.

264

Ὑπὲρ βεβαιώσεως δὲ τῶν μνημονευθεισῶν ἀρετῶν χρεία καὶ τελείας ἡλικίας συνεπικοσμούσης τὰς κτητὰς ἀρετάς, τελείων ἐτῶν ἀριθμὸν ἐσχηκυῖαν οὐκ ἐλαττουμένην ἑξηκονταέτους χρόνου. Τοιαύτη κατὰ τὴν ἱστορίαν ὑπῆρχεν Ἄννα ἡ προφῆτις, ζήσασα
5μετὰ ἀνδρὸς ἔτη ἕπτα ἀπὸ τῆς παρθενίας αὐτῆς, διαμείνασα ἐπὶ πολὺ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων. Οἰκεῖος δὲ καὶ οὗτος ὁ ἀριθμὸς τῆς ἐν χηρείᾳ ἁγνείας, περὶ οὗ ἐν ἄλλοις εἴρηται.

2

.

265

Ταύτης τῆς προαιρέσεως ἐπιμελομένας ἔστιν ἰδεῖν καὶ
ἐν τῇ παλαιᾷ διαθήκῃ. Οἵα ἦν ἡ ἀνδρειωτάτη Ἰουδίθ, φερωνύ‐ μως ἐσχηκυῖα τὴν προσηγορίαν· Ἰουδὶθ γὰρ «αἴνεσις» ἑρμη‐ νεύεται. Οὐκ ἀπεικὸς δὲ καὶ ἄλλας πλείονας εὑρεῖν πρεσβείᾳ
5καὶ τιμῇ κεκοσμημένας, καὶ μάλιστα ἐκείνας περὶ ὧν ἐν προφήτῃ εἴρηται ἐκ προσώπου Θεοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγα‐ τέρες ὑμῶν», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «Καί γε ἐπὶ τοὺς δούλους μου καὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ
10προφητεύσουσιν.»

2

.

266

Ἐπιστήσας κατὰ σεαυτόν, σκόπησον εἰ περὶ μόνων τῶν πρεσβυτέρων εἴρηται ῥάβδους κατέχειν ἐν ταῖς χερσὶν ἢ καὶ περὶ τῶν πρεσβυτίδων. Ἐνδέχεται δὲ περὶ ἀμφοτέρων τῶν ταγμάτων γεγράφθαι, πιθανώτερον δὲ δοκεῖ περὶ μόνων τῶν ἀνδρῶν.

2

.

267

Ἐν ταῖς σαφηνισθείσαις πλατείαις ἐν αἷς προκάθηνται οἱ φρονήσει πεπολιωμένοι καὶ ἀκηλιδώτῳ βίῳ γηράσαντες, καὶ παιδάρια καὶ κοράσια εἶναι παίζοντα παιδιὰν ἐπαινετὴν ᾗ ἐγκαλλωπιζόμενος ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ ἀνὴρ Δαυίδ,
5πάντα τὰ θελήματα ποιῶν τοῦ ἐκλεξαμένου, παρρησιαστικώτε‐ ρον ἀνεφθέγξατο· «Ἐνώπιον Κυρίου ὀρχήσομαι καὶ παίξομαι.»

2

.

268

Παιδάρια ἀθύροντα ἐν ταῖς πλατείαις τῆς ἀοιδίμου Θεοῦ πόλεως ἐκλαβεῖν ἔστιν τοὺς ἐξ ἁπαλῶν ὀνύχων σωφροσύνῃ ἑαυ‐ τοὺς ἐπιδεδωκότας, ὥστ’ ἀφθορίαν ἔχειν μετὰ σεμνότητος ἀκραιφ‐ νεστάτης καὶ λόγον ὑγιῆ ἀκατάγνωστον.

2

.

269

Τοιοῦτοι δὲ ὑπῆρχον οἱ τῶν ἀποστόλων υἱοί, «ἀναγε‐
γεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ’ ἀφθάρτου, διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσαντες».

2

.

270

Συγχρήσει δὲ καιρίως καὶ τῷ ἐν Παροιμίαις εἰρημένῳ· «Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔν‐ νοιαν.» Καὶ ἔτι ἐν τῇ αὐτῇ βίβλῳ ὁ θεόσοφος εἶπεν· «Ἀκούσατε, παῖδες, παιδείαν πατρός, καὶ προσέχετε τοῦ γνῶναι ἔννοιαν.»

2

.

271

Οὐ πάντως δὲ περὶ τῶν κατὰ τὸ σῶμα ἀρσένων λέγε‐ ται ταῦτα· εἰσὶ γὰρ καὶ σῶμα θῆλυ ἔχουσαι ψυχαὶ ἄρσενες τῷ φρονήματι.

2

.

272

Ἑπομένως τοῖς ἀποδοθεῖσιν παιδαρίοις, καὶ κοράσια ἐκλημπτέον παίζοντα. Καὶ ὅρα εἰ περὶ τούτων ἐν τεσσερακοστῷ τετάρτῳ Ψαλμῷ ὑμνεῖται περὶ τῆς νύμφης καὶ τοῦ νυμφίου τὸ μελῳδούμενον ὧδε· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι
5ὀπίσω αὐτῆς», τῆς νύμφης καὶ βασιλίδος δηλονότι, τῆς παρα‐ στάσης ἐκ δεξιῶν τοῦ συνοικοῦντος, «αἱ πλησίον αὐτῆς ἀπενεχ‐ θήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει».

2

.

273

Παρθένοι ἀπενεχθησόμεναι ὀπίσω τῆς νυμφαγωγηθείσης ἑνὶ ἀνδρὶ τῷ Χριστῷ Ἐκκλησίας, πνεύματι καὶ σώματί εἰσιν ἀδιάφθοροι γνώμῃ καὶ πράξει ἁγνεύουσαι.

2

.

274

Ὡς ἐλέχθη ὡς τὰ παιδάρια προηγουμένως κατὰ τὴν ψυχὴν ἄρρενα, ἀλλὰ οὐ μόνον κατὰ τὸ σῶμα τυγχάνουσιν, ὁμοίως αἱ ἐν γνώμῃ καὶ πράξει ἁγιότητα ἔχουσαι παρθένοι οὐκ ἐξ ἀνάγκης θηλυκὸν ἔχουσι σῶμα. Ἐν γοῦν τῇ Ἰωάννου Ἀπο‐
5καλύψει αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν παρθένων οὐ τῷ σώματι ἦσαν τοιαῦται· ἐπηνέχθη γάρ· «Οὗτοί εἰσιν οἳ μετὰ γυναικὸς οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν, καὶ οὐκ
ἔστιν ἐν τῷ στόματι αὐτῶν δόλος· ἄμωμοι γάρ εἰσιν.»

2

.

275

Περὶ πάντων τῶν διατριβόντων ἐν ταῖς πλατείαις τοῦ πολυυμνήτου ἄστεως, ὡς περὶ ἑνὸς χοροῦ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεοτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Περὶ τῶν κατὰ τὸν ἔσω
5ἄνθρωπον διαφόρων ἡλικιῶν καὶ ὃν ἠγάπα Ἰησοῦς μαθητὴν ἐπιστέλλει· «Γράφω ὑμῖν, παιδία, ὅτι ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ», —τοῦ Σωτῆρος δηλαδή, —«γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸ ἀπ’ ἀρχῆς· γράφω ὑμῖν, νεα‐ νίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει,
10καὶ νενικήκατε τὸν πονηρόν.»

2

.

276

Παιδία δὲ λέγει τοὺς ἄρτι ἀφέσεως ἁμαρτιῶν τετυχηκότας, οἵας ποτ’ ἂν ὦσιν ἡλικίας κατὰ τὸν ἔξω ἄνθρωπον, πατέρας ὀνομάζων 〈τοὺσ〉 τὸ ἀπ’ ἀρχῆς τῆς θεολογίας ἐπισταμένους, καὶ νεανίσκους τοὺς ἰσχὺν ἔχοντας
5ἐμμένοντος ἐν αὐτοῖς τοῦ λόγου τοῦ προτρεπομένου μένειν ἀκατα‐ μαχήτους, κἂν ὁ ἀγὼν ᾖ αὐτοῖς «πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευμα‐ τικὰ τῆς πονηρίας». Πῶς γὰρ οὐκ ἰσχυροὶ οἱ ὑπὸ τοῦ παμβα‐ σιλέως Σωτῆρος εἰληφότες «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ
10σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», ἥκιστα βλαπτομένους; ταὐτὸν γὰρ τό· «οὐδὲν ὑμᾶς ἀδικήσει», τῷ· «οὐδὲν ὑμᾶς βλάψει».

2

.

277

Αὐτίκα γοῦν περὶ τοῦ τὴν ἐξουσίαν λαβόντος πατεῖν τὰ ἰοβόλα καὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἐπινίκιος ὕμνος ἀναπέμπεται κατὰ λέξιν ὧδε ἔχον· «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καταπατήσεις λέοντα καὶ δρά‐
5κοντα.»

2

.

278

Ἀρκούντως εἰρημένων εἰς τὸ προκείμενον ῥητόν, ἐκθώ‐
μεθα τὰ ἑξῆς.

2

.

279

Zach. VIII, 6: Τάδε λέγει Κύριος παντοκράτωρ· Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.

2

.

280

Κατασκαφὴν ὑπὸ πολεμίων ὑπομεινάσης τῆς αἰσθητῆς καὶ κάτω Ἰερουσαλήμ, ὡς ὑποστῆναι πολλὴν αἰχμαλωσίαν τοὺς πολίτας αὐτῆς, ταῖς ἐπαγγελίαις περὶ ἀποκαταστάσεως αὐτῆς ἀπιστοῦντας, ἐρείπιον αὐτὴν γενομένην ὁρῶντας, ἀδύνατον ἡγου‐
5μένους ἔτι λαμπρῶς πολι[σ]θῆναι αὐτήν, ὡς τὴν ὀρεινὴν καὶ πεδιάδα οἰκητῆρας ἔχειν, καὶ ἐν ταῖς πλατείαις αὐτῆς ἔτι τοὺς πρεσβυτέρους καὶ τὰς πρεσβυτέρας καθεσθῆναι, πληθυνόντων ἐν αὐταῖς παιζόντων παιδαρίων καὶ κορασίων. Ἀλλ’ ἐπεὶ «πάντα Θεῷ δυνατά», καὶ ἀπὸ στενότητος πλατύτητα, καὶ ἐξ ἀπόρων
10εὐπορίαν ἄγειν, κἂν ἐπίπροσθεν τῶν καταλοίπων τοῦ λαοῦ τῶν περιόντων εἰσέτι δεῦρο πολλῶν τεθνηκότων, ἀλλ’ οὐκ ἀδύνατον Θεῷ τὸ ἐκείνοις ἀδύνατον φαινόμενον.

2

.

281

Ὥσπερ οὖν ἐπὶ τῆς μητροπόλεως τῆς Ἰουδαίας ἁλούσης καὶ ἐσχάτην ἐρημίαν ὑπομενούσης, ἀδύνατον ἡγοῦντο οἱ ἀνάστημα ψυχῆς οὐκ ἔχοντες ἄνθρωποι τὸ ἀποκαταστῆναι αὐτὴν εἰς τὴν προτέραν δόξαν καὶ εὐετηρίαν, καίτοι Θεοῦ ἐπαγ‐
5γειλαμένου καὶ εἰς πέρας ἀγαγεῖν δυναμένου τὰ προθεσπισθέντα, οὕτω οἱ ἄπιστοι καὶ πτωχοὶ τὴν διάνοιαν, ἐν τοῖς κατὰ χριστιανῶν διωγμοῖς ὁρῶντες τὴν Ἐκκλησίαν πορθηθεῖσαν ἐσχάτως, ὡς δο‐
κεῖν πτῶμα ἀνέγερτον πεπτωκέναι, ἀδύνατον εἶναι ἀποκαταστῆναι αὐτήν, εἰρήνην βαθεῖαν ἀπολαμβάνουσαν πρὸς τοῦ εἰρηκότος τοῖς
10γνωρίμοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφ[ί]ημι ὑμῖν.»

2

.

282

Θάρσος οὖν ἐμποιῶν οἷς δώσειν ὑπέσχετο τὴν εὐστάθειαν καὶ γαληνιῶσαν εἰρήνην· «Θαρσεῖτε, ἔφη, ἐγὼ νενίκηκα τὸν κόσμον»· διὸ κἂν θλῖψιν νῦν ἔχητε, ἄνεσιν προσ‐ δοκῆσαι θαρσήσατε. Φίλη γὰρ ἡ ἀλήθεια.

2

.

283

Οἱ κατὰ τῆς Ἐκκλησίας καὶ τοῦ χριστιανισμοῦ ἐπιτεθει‐ μένοι εἰς τοσοῦτον ἐξηγριώθησαν ὡς τοὺς συνακτηρίους τόπους εἰς ἔδαφος κατασπάσαι καὶ τὰς ἱερὰς βίβλους πυρὶ δαπανῆσαι. Τῆς τοσαύτης ὠμότητος πρὸς ὀλίγον κρατησάσης, οἱ μικροφυεῖς
5ἐτόπασαν ἀδύνατον εἶναι ἔτι αὐτὴν εἰς τὸ ἔνδοξον ἀνακάμψαι.

2

.

284

Ἀλλ’ εἰ κἀκείνοις ἄπορον καὶ ἀκατόρθωτον τὸ συμβὰν ἔδοξεν, ἀλλὰ δυνατὸν καὶ εὔκολον τὸ ἀπελπισθὲν ἀποδέδεικται. Ἔστιν γοῦν ἰδεῖν τοὺς τότε κατασπασθέντας τόπους εἰς ὕψος ἐγηγερμένους ἐνδοξοτέρους ἢ πρότερον ἦσαν, χρυσορόφους καὶ
5πᾶσι τοῖς περισπουδαστοῖς προκοσμήμασιν διαπρέπειν, καὶ τὰς πυρὶ ἀναλωθείσας βίβλους, διαχρύσους καὶ χρυσοκόλλους κατα‐ σκευαζομένας, ἐν ταῖς βασιλικαῖς αὐλαῖς ἀνακειμένας.

2

.

285

Τὸ δυνατὸν δὲ καὶ παράδοξον τοῦ Θεοῦ φαίνεται, ὅτι δι’ ὧν κατεπονήθη ὁ χριστιανισμὸς καὶ ἀνέλαμψεν· δι’ αὐτῶν δὲ λέγω, οὐ τῶν ἀνθρώπων ἀλλὰ τῶν τὴν αὐτὴν περιεπόντων ἡγε‐ μονίαν. Εἴρηται δὲ ἐντελέστερον περὶ τούτων ἐν τοῖς ὑπομνήμα‐
5σιν Ἠσαΐου τοῦ προφήτου.

2

.

286

Πίστιν παρέχων ὁ λόγος τοῦ προσδοκῆσαι τὰ δοκοῦντα ἀπελπίσθαι, Κύριον τὸν παντοκράτορα ἐπηγγέλθαι αὐτὰ ποιῆσαι εἶπεν.

2

.

287

Zach. VIII, 7—8: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς
5ε[ἰ]ς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ.

2

.

288

Ὥσπερ Θεοῦ ἄνθρωπος προσαγορεύεται ὁ λατρεύων καὶ δουλεύων αὐτῷ, οὕτω λαὸς αὐτοῦ χρηματίζει ὁ ἐκ τῶν καθ’ ἕκαστα θεοσεβῶν συμπληρούμενος. Λαὸς αὐτοῦ τυγχάνει ὅνπερ ἀνασῴζει ἐκ πάσης τῆς οἰκουμένης καὶ τῶν περάτων αὐτῆς·
5ὑπισχνεῖται φάσκων· «Ἰδοὺ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, λέγει Κύριος παντοκράτωρ.» Οὐχ ὁ ἐκ περιτομῆς δὲ μόνος οὗτος, ἀλλ’ ὁ πάντων τῶν πιστευ‐ όντων τῷ Σωτῆρι ἐθνῶν κατὰ τὸ εὐαγγέλιον ὑπάρχει.

2

.

289

Πάλαι μὲν γὰρ ἓν μόνον ἔθνος τὸ τῶν Ἑβραίων, λαὸς τοῦ τὰ πάντα δημιουργήσαντος, μερὶς καὶ κλῆρος ἦν, κατὰ τὴν τοῦ ἱεροφάντου μαρτυρίαν λέγοντος· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς
5διέσπειρεν υἱοὺς Ἀδὰμ κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», διὰ καλλονὴν ἤθους καὶ βίου, κατὰ τὴν μαρτυρίαν τὴν ἐν τεσσε‐ ρακοστῷ καὶ ἕκτῳ Ψαλμῷ προφερομένην ὑπὸ τῶν ἁγίων οὕτως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ
10ἠγάπησεν.»

2

.

290

Παραπλησίως ἔχει καὶ τὸ ἐν μωσαϊκῇ διδασκαλίᾳ δεικτικῶς ἀπαγγελλόμενον· «Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων, τὸ ἔθνος τὸ μέγα τοῦτο», θεοσεβῶν καὶ ἀπεχόμενος ἁμαρτιῶν, κατὰ τὸ λεχθὲν ἐν παναρέτῳ Σαλωμῶνος Σοφίᾳ·
5«Ὅτι ὁ μὴ ἔχων κακότεχνον ψυχήν, μηδὲ σῶμα κατάχρεω ἁμαρτίας» δέχεται τὴν Θεοῦ σοφίαν καὶ τὴν κατάλληλον αὐτῇ ἱερὰν ἐπιστήμην. Συνᾴδει τῇ νοήσει ταύτῃ τὸ λεχθὲν ὑπὸ θεοσε‐ βοῦς ἀνδρὸς περὶ τοῦ Θεοῦ φάσκοντος τῷ ἀληθινῷ ἀνθρώπῳ· «Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν
10ἐστιν ἐπιστήμη.»

2

.

291

Σὺν τούτῳ τῷ σοφῷ καὶ ἐπιστήμονι ἔθνει, ὑπάρχοντι «βασιλείῳ ἱερατεύματι, λαῷ εἰς περιποίη[σ]ιν» ὄντι, εὐφραί‐ νεται τὰ ἔθνη πάντα, γεναμένου τοῦ Σωτῆ[ρος] αὐτοῖς ἀγαθῆς προσδοκίας, κατὰ τὴν εὐλογίαν τοῦ ἐκ [το]ῦ Ἰούδα ἀνατείλαντος
5Σωτῆρος, ᾗ συνᾴδει καὶ τὸ ἐν Ἠσαΐᾳ οὕτ[ω]ς ἔχον· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐ[θ]νῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

2

.

292

Περὶ τῆς ἅμα πάντων ἀνθρώπων τερπωλῆς καὶ θυμηδίας γέγραπται· «Εὐφράν[θ]ητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ», οὐκέτι ἑνὸς μόνου ἔθ[νο]υς τοῦ ἑβραϊκοῦ, ἀλλὰ πάντων ἅμα προσκυνούντων κ[αὶ λ]α̣τρευόντων Θεῷ κατὰ
5τὰ ἐν Ψαλμοῖς ἀπαγγελλόμεν[α], ὅπ[ο]υ μέν· «Πάντα τὰ ἔθνη
δουλεύσουσιν αὐτῷ»· ὅπου δέ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, καὶ δοξάσουσιν τὸ ὄνομά σου», Κύριε. Καὶ πάλιν· «Μνησθήσονται καὶ ἐπιστρα‐ φήσονται πρὸς Κύριον τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν
10ἐνώπιον αὐτοῦ αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.»

2

.

293

Περὶ τῆς πάντων ἀνθρώπων Ἰουδαίων τε καὶ Ἑλλήνων κλήσεως ὡς περὶ ἑνὸς λαοῦ τὸ προκείμενον τοῦ προφήτου ῥητὸν ἀπαγγέλλεται, τοῦ δεσπότου τῶν ἁπάντων λέγοντος· «Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν,
5λέγει Κύριος παντοκράτωρ.» Περὶ τοῦ ἐ̣κ πάντων τῶν κλιμά‐ των τῆς οἰκουμένης συναγομένου χοροῦ καὶ τὸ Εὐαγγέλιον σημαίνει φάσκον τὸν Σωτῆρα εἰρηκέναι· «Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἡλίου ἥξουσιν, καὶ ἀνακλιθήσοντα[ι] ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Συνῳδὰ
10τῇ πανταχόθεν κλήσει καὶ ἐν τεσσερακοστῷ καὶ ἐνάτῳ Ψαλμῷ ὁ ὑμνῳδὸς κελαδῶν φησιν· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.»

2

.

294

Πότε δὲ ἡ κλῆσις αὕτη γέγ[ο]νεν, ἢ ὅτε «ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος» αὐτ[ο]ῦ [π]εφανέρωται, πληρου‐ μένης ἑτέρας προφητείας, τῆς ὧδε [ἐ]χούσης· «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος», ἢ «ἕνεκεν Σιών», ὡς γρά[φει] τὸ τῆς ἐκλογῆς
5σκεῦος, ὁ ἐν Χριστῷ λαλῶν Παῦλος.

2

.

295

Πότε δὲ ἀ[π]ὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν ἐκά‐ λεσεν λαλήσ[ας] ὁ τῶν θεῶν Θεός, ἢ ὅτε ἀπεβλήθη ὁ ἐκ περι‐
τομῆς λαός, ἀ[ρ]νησάμενος τὸν παμβασιλέα Σωτῆρα εἰπών· «Οὐκ ἔχομεν β̣α̣σ̣[ιλ]έα εἰ μὴ Καίσαρα»· «ἐφ’ ἡμᾶς τὸ αἷμα
5αὐτοῦ καὶ ἐπὶ τὰ τέκ[να ἡ]μ̣ῶν». Σταυρώσαντες γὰρ τὸν Σωτῆρα ἀπώσθησαν καὶ τέλ̣[ος ἔσ]χεν ἡ κατὰ σκιὰν καὶ γράμμα λατρεία, ὡς Θεὸν λέγειν π̣ρ[ὸς α]ὐτούς· «Οὐκ ἔστιν θέλημά μου ἐν ὑμ[ῖ]ν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν καὶ δυσμῶν θυμίαμα προσάγεται τῷ ὀνόματί
10μου ἐν παντὶ τόπῳ, καὶ θυσία καθαρά.»

2

.

296

Τί δὲ τὸ [θ]υμίαμα καὶ ἡ καθαρὰ θυσία ἐν παντὶ τόπῳ προσαγόμ[εν]α ὑπὲρ τοῦ δοξασθῆναι τὸν Θεόν, ὁ μελοποιὸς δια‐ φ̣α̣[ίν]ει πρὸς τὸν μέγαν βασιλέα φάσκων· «Κατευθυνθήτω̣ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου
5θυσία ἑσπερινή.» Πάλαι μὲν γὰρ ὅτε ἡ σκ[ι]ώδης λατρεία χῶραν εἶχεν, ἐν Ἱεροσολύμοις ἦν «ὁ τόπος ὅπ̣ο̣υ προσκυνεῖν ἔδει», καὶ προσευχὴν ἀναπέμπειν, καὶ θυσίαν ἱερουργεῖν.

2

.

297

Ἐπιλάμψαντος δὲ νῦν το̣ῦ̣ ἀλ̣ηθινοῦ φ̣ω̣τὸς καὶ φωτίσαντος τὸν σύμπαντα κό[σ]μον, ἐν πα[ντὶ] τόπῳ τὸ ἑρμηνευθὲν θυμίαμα προσάγεται καὶ ἡ ἁρ[μόν]ιος αὐτῷ θυσία, προσευκτηρίων παντ̣α̣‐ χοῦ γῆς [δι]ὰ σπουδῆς θείας ἐγηγερμένων, ἵνα δοξάζηται τ̣ὸ
5ὄνομα [τοῦ] Θεοῦ ἐν πᾶσι τοῖς ἔθνεσιν τοῖς ἀνατολικοῖς καὶ δ[υσμικ]οῖς.

2

.

298

Κατὰ διάνοιαν ἄλλην, δοξάζουσιν τὸν Θεὸν οἷς ὁ ἥλ[ιος τῆ]ς δικαιοσύνης ἀνέτειλεν, καὶ οἷς ἔδυ τὸ φῶς τῶν ἀσε[βῶν] περὶ οὗ ἐν Παροιμίαις φέρεται· «Φῶς ἀσεβῶν σβεσθή[σετα]ι.» Ὅταν δὲ τοῦθ’ ὑπαρχθῇ, ἀνασῴζει τὸν λαὸν αὐτοῦ Κύριο[ς
5παν]τοκράτωρ ἀπὸ τῆς τῶν ἀνατολῶν γῆς καὶ τῆς τῶ̣[ν δυ]σμῶν, ἵν’ εἰσαγάγῃ τὰ ἔθνη, οὐκ ἐῶν αὐτὰ μένειν ἔξ[ω κατ]ὰ τοὺς ὄχλους τοὺς ἐν παραβολαῖς ἀκούοντας τὸ[ν λόγον τ]έλειον, ἵν’
εἰσελθόντα εἰς τὴν μυστικὴν καὶ πνευματικ[ὴν αὐλὴν] τοῦ Ἰησοῦ, ἀκροαταὶ γένωνται τῆς σαφηνείας καὶ ἐπι[γνώσε]ως τῶν παραβο‐
10λῶν, λέγοντος τοῦ μυσταγωγοῦ· «Ὑμ[ῖν δέδο]ται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρα[νῶν].»

2

.

299

Ὥσπερ δὲ ἔξω τις ὑπάρχων οὐ τόπῳ ἀλλὰ διαθέσει ἐξωτερικῶν ἀκού̣ει λόγων, ὡσαύτως καὶ ὁ τῆς παλαιᾶς διαθή‐ κης κατὰ γράμμα καὶ σκιὰν ἀκροατὴς ὑπαίτιός ἐστιν· λέγεται γὰρ περὶ τῶν τοιούτων κεκαλυμμένως τοῦ νόμου ἀκουόντων·
5«Ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας», οὐκ ἔξω ἀναγινώσκοντες τὴν διδασκαλίαν τοῦ ζωοπο̣ιοῦντος Πνεύμα‐ τος προσηκαμένου.

2

.

300

Ὑπῆρκται δὲ τοῦτο ἀναπεμφθείσης εὐχῆς ὧδε ἐχούσης· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.» Τοῦτο ὃ ἀξιοῖ περιαιρεθῆναι κάλυ[μ]μα, ἀσάφεια τῶν ἀναγνωσμάτων ἐστὶν καὶ
5ἄγνοια̣ τῇ νοήσει ἐπικειμένη τοῦ ἐντυγχάνοντος ὡς οὐ προσ̣ῆκεν. Ἔστιν γὰρ περὶ τούτων ἐπιστημονικῶς μ̣α̣θεῖν πρὸς τοῦ γρά‐ φοντος Ἀποστόλου· «Ἄχρ̣ι γὰρ τῆς σήμερον ἡμέρας̣, ἡνίκα ἂν ἀναγινώσκη[τα]ι Μωϋσῆς, κάλυμμα ἐπὶ τῇ ἀναγνώσει κεῖται. Ἡνίκα δ’ ἂν ἐπιστρέψ̣ει πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα·
10ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.»

2

.

301

Τί δὲ ὑπάρξεται, χαριζομένου Θεοῦ, ὅταν εἰσ̣[α]χ̣θῇ τὰ ἔθνη τῷ εἰρημένῳ τρόπῳ, ἢ ἐν τῇ Ἰερουσαλὴμ [κα]τασκηνῶσαι τὸν Κύριον, πληρουμένου τοῦ ἐν αὐτῇ ναοῦ τ[ῆς] δόξης Κυρίου Θεοῦ παντοκράτορος ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ· οὐ μόνον
5γὰρ ἐνταῦθα σὺν τῇ ἀληθείᾳ, ἀλλὰ [καὶ] ἐ̣ν̣ ἑτέραις γραφαῖς ἡ δικαιοσύνη μνημονεύεται· [ἐν] γοῦν τεσσερεσκαιδεκάτῳ Ψαλμῷ «ὃ πορευόμενος [ἄμ]ω̣μ̣ος ἐργάζεσθαι δικαιοσύνην» εἴρηται «καὶ λαλεῖν ἀ]λήθεια]ν̣ ἐν κα̣ρ̣δίᾳ αὐτοῦ». Καὶ ἐν ἄλλῳ
Ψαλμῷ· «Ἔλεος κα[ὶ ἀλήθε]ια συνήντησαν, δικαιοσύνη καὶ
10εἰρήνη κατεφίλησαν· ἀ[λή]θεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ δ̣[ιέκ]υψεν.»

2

.

302

Καὶ σκόπει εἰ ἡ ἀλήθεια τὴν μυστικὴν καὶ ἀνηγμένην θεωρ[ί]αν τῶν τῆς εὐσεβείας δογμά‐ των δηλοῖ, τῆς ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς δικαιοσύνης καλου‐ μένης, κατὰ τὸ λεχθὲν περὶ αὐτῆς τοῖς σωτηρίας πόθον ἔχουσιν·
5«Δικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.»

2

.

303

Τί δὲ παρέπεται ταῖς μνημονευθείσαις ἀρεταῖς θεω‐ ρητέον.

2

.

304

Τῇ ἀληθείᾳ ἔλεος συναντᾷ, «ἡ δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἐπεὶ γὰρ μεγάλη τίς ἐστιν καὶ ἀνηγμένη ἡ Θεοῦ ἀλήθεια, χρεία ἐστὶν ἐλεηθῆναι πρὸς τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος, ἵνα ἀνθρώποις ὑπαρχθῇ. Ἀλλὰ καὶ ἡ δικαιοσύνη,
5λύουσα πᾶσαν ἀδικίαν, μητέρα πάσης στάσεως καὶ παντὸς πολέ‐ μου, εἰρήνην καὶ συμφωνίαν ἐπικηρυκεύεται. Εἴρηκέ τις καὶ τῶν παρὰ ἀνθρώποις σοφῶν συμφωνίαν πρὸς ἑαυτὰς ἔχειν τὴν εἰρήνην καὶ δικαιοσύνην· πάντων γὰρ δικαίως τὸ δίκαιον διωκόντων, εἰ οὕτω τύχοι̣, πᾶσα στάσις καὶ ἔχθρα ἐκποδὼν οἰχήσεται, ὡς αὖ
10εἰρήνης ἐπικρατούσης, ἰσότης καὶ δικαιοσύνη βασιλεύει.

2

.

305

Τούτων ὧδε ἐχόντων, ὁ παντοκράτωρ Κύριος τῆς ἀλη‐ θείας καὶ δικαιοσύνης ἐστίν. Εἴρηται γοῦν ἐν τριακοστῷ Ψαλμῷ, ὑπὸ τοῦ ἐλπίδα τὸν Κύριον ἔχοντος κατὰ τὴν τῆς ᾠδῆς ἀρχήν· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας»· καὶ ἐν τετάρτῳ
5Ψαλμῷ· «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Ἁρμονίως τῷ εἶναι τῆς ἀληθείας Θεόν, καὶ τῆς γνώσεώς ἐστιν, ὡς ἡ μακαρία μήτηρ τοῦ ἁγίου Σαμουὴλ εἶπεν· «[Μὴ ἐξ]ελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος
ὑμῶν, ὅτι [Θεὸς γν]ώσεως Κύριος.»

2

.

306

Ὅταν σπουδάσωμεν διὰ ἀγαθῶν ἔργω̣[ν καὶ] ἀληθοῦς καὶ εὐσεβοῦς γνώσεως Θεοῦ χρηματίσαι λαός̣, [τ]ὸ τηνίκαδε καὶ αὐτὸς ἡμῶν ἔσται Θεός, οἰκειούμενος ἡμῖν [ἐν ἀ]ληθείᾳ καὶ ἐν δικαιοσύνῃ.

2

.

307

Zach. VIII, 9: Τάδε λέγει Κύριος παντοκράτω̣[ρ· Κ]α̣τισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέ‐ ραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ’ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος,
5καὶ ὁ ναὸς ἀφ’ οὗ ᾠκοδόμηται.

2

.

308

Ὁ παντοκράτωρ Κύριος προστάττει κατισχύειν τὰς χεῖ‐ ρας τοῦ ἀνακειμένου Κυρίῳ παντοκράτορι λαοῦ, κατὰ τοὺς λόγους Κυρίου Θεοῦ παντοκράτορος ἀφ’ οὗ ὁ οἶκος αὐτοῦ τεθε‐ μελίωται, κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ἀφ’ οὗ ὁ ναὸς ᾠκοδό‐
5μηται. Κατισχύουσι δὲ αἱ σὺν εὐσεβείᾳ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τοὺς λόγους τῶν λεχθέντων ἀπὸ στόματος τῶν προφητῶν, ἀφ’ οὗ ὁ οἶκος Κυρίου τεθεμελίωται, καὶ ὁ ναὸς ὁ ἅγιος ᾠκοδό‐ μηται.

2

.

309

Κατισχύουσι δὲ χεῖρες ἐν λόγοις ὅταν εἰς ἔργα μεταβά‐ λωσιν τὰ ἠθικὰ μαθήματα. Τότε γὰρ τότε αἱ δραστήριοι χεῖρες τῆς ψυχῆς εἰς ἐνέργειαν μεταβάλλουσιν, ὅταν συνυφῆ τυγχάνῃ τοῖς λόγοις τὰ σὺν ἀρετῇ ἔργα, τῶν ἀκουόντων οὐκ ἀκροατῶν
5μόνου νόμου ὄντων ἀλλὰ καὶ ποιητῶν ἔργου.

2

.

310

Πότε δὲ ταῦτα γνησίως καὶ θεοσεβῶς σπουδάζεται, ἢ
ὅτε ὁ τοῦ Θεοῦ λαὸς σὺν λόγῳ τῆς εὐσεβείας πράττει καὶ δια‐ νοεῖται, τοῦ θείου 〈οἴκου〉 θεμελιουμένου καὶ οἰκοδομουμένου τοῦ ναοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας. Θεμελιοῦται δὲ ὁ τοῦ Κυρίου
5οἶκος καὶ ὁ ναὸς οἰκοδομεῖται, πληρουμένου τοῦ ἐν Παροιμίαις εἰρημένου οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἕπτα.» Περὶ τούτου τοῦ οἴκου καὶ ναοῦ ὁ ἐνανθρωπήσας Κύριος λέγει τῷ Πατρί· «Σῶμα δὲ κατηρτίσω μοι.» Τοῦ οὕτω λεχθέντος οἴκου [θ]εμελίους ἐσχηκότος οἷα
10ναοῦ ἁγίου οἰκοδομηθέν[τος], αἱ χεῖρες, τοῦτ’ ἔστιν αἱ πρακτικαὶ δυνάμεις, κατισχ̣[ύου]σιν κατὰ τὰς ἔμπροσθεν φωτε̣ινὰς θεωρίας, ἡμέρας καλουμένας.

2

.

311

Ἐπίστησον εἰ οἶκος τεθεμελιωμένος καὶ ναὸς ᾠκοδο‐ μημένος τυγχάνει ἡ ἔνδοξος Ἐκκλησία, περὶ ἧς ἐπιστέλλει ὁ Ἀπόστολος Τιμοθέῳ τῷ ἑαυτοῦ μαθητῇ· «Ἐὰν δὲ βραδύνω, ἵν’ εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλη‐
5σία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Ταύτην ὑποβάλλει τὴν νόησιν καὶ ἡ προφητικὴ τοῦ Ἠσαΐου φωνὴ ὧδε ἔχουσα· «Ὁ λέγων Ἰερουσαλήμ· Οἰκοδομηθήσει καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.» Πότε δὲ τοῦθ’ ὑπάρξεται, ἢ ὅταν πάντες οἱ προσηκάμενοι τὸ εὐαγγέλιον διὰ τελείας πίστεως καὶ
10ἀρετῆς «ἐποικοδομηθῶσιν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, εἰς ναὸν
ἅγιον ἐν Κυρίῳ, εἰς κατοικητήριον» τῆς Τριάδος;

2

.

312

Πρὸς τοῖς τεθεωρημένοις, καὶ ἕκαστος τῶν θεοσεβῶν οἶκος θεμελιοῦται καὶ ναὸς οἰκοδομεῖται, κατὰ τὴν Χριστοῦ μαρτυρίαν φάσκοντος· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα»,
5ἐγὼ καὶ ὁ Πατήρ μου, «καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.»

2

.

313

Κατισχύουσιν αἱ χεῖρες τῶν Χριστοῦ μαθητῶν, πρατ‐ τόντων ἃ διαγορεύει τὸ εὐαγγέλιον, πληρώσαντος τοῦ Σωτῆρος τὸν νόμον καὶ τοὺς προφήτας, ἀφ’ οὗ τεθεμελίωται ὁ οἶκος καὶ ὁ ναὸς ᾠκοδομήθη, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν ἁγιω‐
5τάτην παρθένον Μαριάμ, τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτήν. Τότε γὰρ ἀληθῶς ἐπληρώθησαν τῶν ἔμπροσθεν προφη‐ τῶν οἱ λόγοι, ἐκβάσεως τετυχηκότων τῶν προθεσπισθέντων.

2

.

314

Πῶς γὰρ [ο]ὐ̣κ̣ ἰσχύουσιν αἱ χεῖρες τῶν ἀκουόντων τῶν προφητ̣[ῶν τῶ]ν̣ λόγων, ὅταν τεχθῇ ἐκ τῆς παρθένου οὗ τὸ ὄνομ̣[α] κ̣εκλήσεται «μεθ’ ἡμῶν ὁ Θεός»· ὅταν γὰρ μεθ’ ἡμῶν ὁ Κύριος̣ γένηται, τὸ τηνικαῦτα αἱ χεῖρες ἡμῶν κατισχύουσι[ν] ὡ̣ς ὑμνοῦν‐
5τας ἀναβοῆσαι· «Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.»

2

.

315

Ἀντιλαβομένου γὰρ τοῦ πτερνίζοντος τὴν κακίαν, τοῦτ’ ἔστιν τοῦ Ἰακώβ, Θεοῦ παντοκράτορος ἰσχὺν ὑπερφυῆ κεκτημένοι, ἐπινικίως βοήσωμεν· «Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἐὰν γὰρ
5ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμ[ῖ]ν, ὅτι μεθ’ ἡμῶν Κύριος ὁ Θεός.» Πότε δὲ ταῦτ’ ἔσται τὰ κατορθώματα, ἢ ὅτε κατισχύουσιν αἱ χεῖρες ἡμῶν, τοῦ οἴκου θεμελιωθέντος, καὶ τοῦ ναοῦ οἰκοδομηθέντος, κατὰ πάσας τὰς ἀποδοθείσας ἑρμηνείας τοῦ ἐκκειμένου προφητι‐
10κοῦ ῥητοῦ.

2

.

316

Zach. VIII, 10: Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπο‐ ρευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ
5πάντας τοὺς ἀνθρώπους ἕκαστον πρὸς τὸν πλησίον αὐτοῦ.

2

.

317

Πολλὰ προαναφωνήσας περὶ τῆς ἐσομένης ἐνδόξου ἀπο‐ καταστάσεως τῷ εὐεργετουμένῳ λαῷ καὶ τῆς ἐγέρσεως τῆς ἁγίας Ἰερουσαλήμ, θεμελιουμένου ἐπ’ αὐτῆς τοῦ ἁγίου οἴκου καὶ τοῦ ναοῦ οἰκοδομουμένου ἐπ’ ὠφελείᾳ καὶ εὐθυμίᾳ τοῦ λαοῦ, οὗ αἱ
5χεῖρες κατισχύουσιν ἐν τοῖς προφητικοῖς λόγοις, πρὸ τῶν ἡμερῶν τῆς ὑποσχέσεως, ὅτε ἠρήμωτο ἡ πόλις, κρατούντων τῶν αἰχμα‐ λωτισάντων αὐτήν, οὐδαμῶς ὄνησιν εἶχεν ὁ μισθὸς τῶν ἀνθρώ‐ πων, κενῶς σπουδαζόντων καὶ ἀν̣η̣ν̣[ύτω]ς πραττόντων.

2

.

318

Πρὸς τῇ τῶν ἀνθρώπων κενοσπουδίᾳ, κα̣[ὶ τῶ]ν κτηνῶν ὁ μισθὸς οὐχ ὑπάρχει, οὐκ ἐπὶ συμφέρον τι [ἤτ]οι σπουδαζόντων ἢ ἀχθοφορούντων, τοῦ μισθοῦ τῶν ἀνθρώπων ὄνησιν ἔχοντος καὶ τοῦ τῶν κτηνῶν ὑπάρχοντος, ὅταν ὁ οἶκος θεμελιῶται καὶ ὁ
5ναὸς οἰκοδομῆται· τότε γὰρ τότε καὶ τῷ ἐκπορευομένῳ καὶ εἰσπο‐ ρευομένῳ οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως, φημὶ τοῦ ἱδρῶτος καὶ πόνου ἀναντλουμένων ὑπὲρ βελτιώσεως καὶ τέλους τῶν σπου‐
δαζομένων.

2

.

319

Οὐδαμῶς οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως τῷ εἰσπο‐ ρευομένῳ καὶ ἐκπορευομένῳ, ἀνηνύτου καὶ ἀνωφελοῦς οὔσης τῆς τῶν ἀνθρώπων καὶ κτηνῶν ἐργασίας, ἔφη· μάταιος ὁ μισθὸς τῶν λογικῶν θνητῶν ζῴων ἔσται καὶ ὁ τῶν κτηνῶν οὐχ ὑπάρξει,
5ὡς ἐπανίστασθαι τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ, πάσης εὐσταθείας καὶ συμφωνίας πεφυγαδευμένης διὰ θηριωδίαν καὶ ἀγριότητα ὑπάρξασαν ἐκ θυμοῦ καὶ ἀσπόνδου ἔχθρας.

2

.

320

Ἔστι πρὸς ἀναγωγήν, ἀνθρώπων διὰ τὸ δοκεῖν λόγῳ χρᾶσθαι μάταια πονούντων καὶ σπουδαζόντων μὴ εἶναι τὸν μισθὸν εἰς ὄνησιν, ἀλλὰ καὶ μὴ ὑπάρχοντα τῶν δι’ εὐήθειαν κτηνωδεστέ‐ ρων, ὧν ἀπαγορεύων τὴν ἀλογίαν, εὐήθειάν τε καὶ ἀγριότητα,
5ὁ λόγος φησίν· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.»

2

.

321

Πῶς γὰρ ὑπάρξειν οἷός τ’ ἐστὶν ὁ μισθὸς τῶν σύνεσιν οὐκ ἐχόντων, τῶν σὺν ἀλογίᾳ πάντα πραττόντων; Κἄν ποτ’ οὖν τινες ἄνθρωποι εἶναι δοκῶσιν, πάντα σὺν κακοτεχνίᾳ δρῶντες, ἀμισθὶ καὶ ἀνηνύτως ἐνεργοῦντες, ὀνήσιμον μισθὸν οὐκ
5ἔχουσιν, διὰ τὸ «μὴ εἰσέρχεσθαι σοφίαν εἰς τὴν κακότεχνον αὐτῶν ψυχήν, μ̣ηδὲ κατοικεῖν ἐν τῷ καταχρέῳ ἁμαρτίας σώματι», [ὄνησ]ιν μισθοῦ ἔχοντος τοῦ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας.

2

.

322

[Τῇ ἐ]νεργαζομένῃ γοῦν ψυχῇ «τὴν μένουσαν εἰς αἰώνιον [ζ]ωὴν βρῶσιν» καὶ εἰς ἔργα μεταβαλλούσῃ τὰς ἁγίας ἐ̣ν̣[τ]ολάς, ὁ «μισθαποδότης» Θεός φησιν· «Ἔστιν μισθὸς τοῖς σοῖς
5ἔργοις.» Ἰσοδυναμούντως τῇ ἀμείψει ταύτῃ, περὶ τῶν ἀκα‐ ταισχύντων ἐργατῶν ὁ ἐν Χριστῷ Ἀπόστολος Παῦλος γράφει· «Ἕκαστος λήμψεται τὸν ἴδιον μισθὸν κατὰ τὸ αὑτοῦ ἔργον.»

2

.

323

Ἐπίστησον ἀκριβῶς εἰ μόνα τὰ διδόμενα ὑπὲρ ἐπαινετῶν ἔργων μισθὸς καλεῖται, τῶν ἐφ’ ἁμαρτίαις προτινομένων κολά‐ σεων, ἀλλ’ οὐ μισθῶν, ὀνομαζομένων.

2

.

324

Τί δ’ ἕψεται τοῦ μισθοῦ τῶν ἀνθρώπων εἰς ὄνησιν οὐκ ὄντος καὶ τοῦ μισθοῦ τῶν κτηνῶν οὐχ ὑπάρχοντος, ἢ ἀπὸ θλίψεως εἰρήνην μὴ εἶναι ἀπὸ τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου, τῶν ἀνθρώπων ἀποστελλομένων πρὸς τοῦ εἰρηνικῶς βασιλεύοντος
5«ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ» κατ’ ἀλλήλων ἀεὶ φονώντων καὶ ταραττομένων.

2

.

325

Τὴν τοιαύτην ἀγρίαν κατάστασιν ὑπογράφων, ὁ ὑμνῳδὸς ἐν Ψαλμῷ ἑνδεκάτῳ φησίν· «Μάταια ἐλάλησεν ἕκαστος ἐν τῇ καρδίᾳ αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ αὐτῶν ἐλά‐ λησαν.» Ἰσοδυναμούντως καὶ ὁ Ἰερεμίας περὶ τῶν οὕτως
5ἐπικειμένων κατ’ ἀλλήλων λέγει· «Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ ἐπ’ ἀδελφοῖς μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερ‐ νιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται· ἀλήθειαν οὐ μὴ λαλήσου‐ σιν, μεμάθηκεν γλῶσσα αὐτῶν λαλεῖν ψεύδη.» Περὶ τῶν τοιούτων καὶ ὁ ἱεροψάλτης Δαυὶδ βοᾷ· «Ἐμοὶ μὲν εἰρηνικὰ
10ἐλάλουν, καὶ ἐπ’ ὀργῇ λόγους διαλογίζονται.» Καὶ ὁ προφήτης πάλιν λέγει· «Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τ[ὴ]ν ἔχθραν», ὁ δολερὸς καὶ ἀπατηλὸς δηλονότι.

2

.

326

Τῶν ο[ὕτω] σπουδαζόντων καὶ «τὰ τῆς σαρκὸς ἔργα» πραττόντων, κ[ἂν] ἄνθρωποι δοκῶσιν εἶναι, ὁ μισθὸς εἰς ὄνησιν οὐκ ἔσται οὐδ’ ὁ τῶν κτηνωδεστέρων ὑπάρξει.

2

.

327

Κτήνη ἐν τούτοις ἐκλημπτέον τοὺς φιληδόνους καὶ φιλο‐ παθεῖς, ἀνθρώπους δὲ τοὺς πρεσβεύοντας τὴν ψευδώνυμον γνῶ‐ σιν καὶ «τὴν σοφίαν τούτου τοῦ αἰῶνος καὶ τῶν ἀρχόντων αὐτοῦ», ὀνήσιμον μισθὸν οὐκ ἔχουσαν τῷ καταργεῖσθαι καὶ μὴ
5μένειν μετὰ τὸν αἰῶνα τοῦτον καὶ τὴν κατ’ αὐτὸν ζωήν. Φανέντος γὰρ κατὰ τὸν μέλλοντα αἰῶνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, λυθήσε‐ ται πᾶσα ἀπάτην ἔχουσα σοφιστεία καὶ ἄλογος ἡδονή, ὥστε μηκέτι τὸν μέχρι τοῦ δοκεῖν ὄντα μισθὸν αὐτῶν ὄνησιν ἔχειν ἢ ὑπάρχειν, τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου οὐδαμῶς εἰρή‐
10νην ἔχοντος ἀπὸ τῆς καταπονησάσης θλίψεως, ἑκάστου ἀνθρώπου ἀποσταλέντος κατὰ τοῦ πλησίον, ὥστε πορθεῖν καὶ κακοῦν αὐτόν.

2

.

328

Zach. VIII, 11—12: Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, ἀλλ’ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς
5καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα.

2

.

329

Ῥέψας εἰς εὐεργεσίαν, ὁ πάντων ἀγαθῶν αἴτιος ἐπαγ‐ γέλλεται μηκέτι ποιήσειν τοῖς ὑπολειφθεῖσιν τοῦ λαοῦ κατὰ τὰς πρότερον ἡμέρας, ὅτε ἐκράτουν οἱ ἐχθροί, περιγενάμενοι ὧν ἐξῃχμαλώτισαν· εἰρήνην χαριζόμενος, ἔφη, εὐετηρία καὶ εὐθηνία
5ἔσται, τῶν οἰνοφόρων φυτῶν καρπὸν πολὺ φερόντων, καὶ τῆς γῆς
γενήματα εἰ̣[ς] π̣λῆθος καρποφορούσης, δρόσον τοῦ οὐρανοῦ διδόντος, ἅπ̣[ερ π]άντα κληρονομήσει ὁ Θεὸς τοῖς καταλοίποις τοῦ λαοῦ [τού]του.

2

.

330

Ὡς πρὸς ῥητόν, ἐπήγγελται τὰ προκείμενα τῷ καιρῷ τῆς ἐπιστροφῆς τῶν αἰχμαλώτων, καθ’ ὃν οἱ εὖ παθόντες, ε̣ὐ̣χ̣α‐ ριστοῦντες εἶπον· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι», ὅτε οὐκέτι ποιεῖ Θεὸς
5τοῖς καταλοίποις τοῦ ἐκλεκτοῦ λαοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ὅτε ἠρήμωτο ἡ Ἰερουσαλήμ, λοιπὸν εἰρήνην Θεοῦ παρέχοντος, καθ’ ἣν ἀνέπεμψαν προσευχὴν φάσκοντες· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.»

2

.

331

Ὑπῆρκται δὲ τὰ τῆς λαμπρᾶς ἀποκαταστάσεως νοητῶς ὅτε ἐλήλυθεν ὁ λέγων· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντε‐
5τριμμένους τὴν καρδίαν.» Τὰ αὐτὰ ἐπαγγέλλεται καὶ ἐν Ἀμὼς τῷ προφήτῃ φάσκων· «Ἐπιστρέψω αἰχμαλωσίαν λαοῦ μου Ἰσραὴλ καὶ οἰκοδομήσουσιν τὰς πόλεις τὰς ἠφανισμένας καὶ καταφυτεύσω αὐτούς.»

2

.

332

Τούτων τῶν χαρίτων καὶ δωρεῶν θείων δοθεισῶν ὑπὸ τοῦ μεγαλοδώρου, εἰρήνη ἔσται, ἀνατείλασα μετὰ δικαιοσύνης, ἐν ταῖς ἡμέραις τῆς ἐπιδημίας τοῦ λαβόντος παρὰ Θεοῦ τὸ κρίμα βασιλέως, περὶ οὗ εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ
5δικαιοσύνην καὶ πλῆθος εἰρήνης», ὡς μὴ εἶναι ὅριον τῆς εἰρήνης αὐτοῦ, τῷ μὴ ἑνὸς ἔθνους ἀλλὰ πάντων τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης πάσης βασιλευομένων ὑπ’ αὐτοῦ, εἰρηκότος πρὸς τοὺς
γνωρίμους καὶ ὑπ’ αὐτῷ στρατεύεσθαι βουλομένους· «Εἰρήνην τὴν ἐμὴν δί[δ]ωμι ὑμῖν», ἔφη, πολλῆς ἀταραξίας ἐπικρατού‐
10σης, [καὶ μ]ὴ̣ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ποιῶν τοῖς κατα‐ [λοί]ποις τοῦ Ἰσραήλ, παρασκευάσει ὑπερβάλλουσαν εὐκαρπίαν, διδούσης τῆς ἀμπέλου τὸν καρπὸν αὐτῆς καὶ τῆς γῆς τὰ οἰκεῖα γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν κατάλληλον δρόσον.

2

.

333

Ἄμπελος δὲ οἰστικὴ τοῦ ἰδίου καρποῦ ἡ πνευματικὴ θεωρία τῆς ἀληθείας ἐστίν, καὶ ἡ κατ’ αὐτὴν πεποιωμένη λογικὴ οὐσία, ἐκπεφυκυῖα ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς μετουσίας τρόπῳ. Περὶ ταύτης τῆς ἀγωγῆς, ἐν Εὐαγγελίῳ εἶπεν ὁ Σωτήρ·
5«Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· πᾶν κλῆμα μένον ἐν ἐμοί, καθαίρει αὐτὸ ὁ Πατήρ, ἵνα πλείονα καρπὸν φέρῃ.»

2

.

334

Περὶ τούτων τῶν κλημάτων ἀρχὴν καρποφορίας ἐχόν‐ των ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων γέγραπται· «Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Προκόψας δ’ ὁ καρπὸς καὶ ἐλθὼν εἰς τελειότητα τρυγᾶται, καὶ εἰς ληνὸν βληθεὶς ἐκθλί‐
5βεται, καὶ γίνεται πόμα εὐφραῖνον τὴν καρδίαν τοῦ πιόντος, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.»

2

.

335

Περὶ τῆς πνευματικῆς τρυγῆς, ὑπερλήνιοι ᾠδαὶ ἀνεγρά‐ φησαν, οἷαί εἰσιν ἡ ὀγδόη, καὶ ὀγδοηκοστή, καὶ τρίτη καὶ ὀγδοη‐ κοστή· οὗτοι γὰρ μόνοι οἱ τρεῖς Ψαλμοὶ ἀπὸ τῶν ἑκατὸν πεντήκοντα «ὑπὲρ τῶν ληνῶν» ἐπεγράφησαν.

2

.

336

Ἁρμονίως κατ’ ἀναγωγὴν τῇ δούσῃ ἀμπέλῳ τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, τελεσφορήσασα ὃν ἔβαλεν Ἰησοῦς ἐπ’ αὐτὴν σπόρον, ὡς δοῦναι ἑκατόν, ἑξήκοντα,
τριάκοντα, κατὰ τὴν ἑρμηνείαν τῆς παραβολῆς τὴν γὰρ καλὴν
5κ[α]ὶ εὐθύτητα καρδίαν ἔχουσαν, ἀγαθὴν γῆν ἡρμήνευσεν ὁ Σωτήρ.

2

.

337

Δ[ί]δοται δὲ ταῦτα τὰ γενήματα τῆς γῆς τῷ σπεί‐ ραντι ἐν δά[κρ]υσιν, τοῦτ’ ἔστιν σὺν ἱδρῶτι καὶ πόνῳ, τὰ θεῖα σπέρματα, ἵνα θερίσῃ αὐτὰ ἐν ἀγαλλιάσει. Περὶ γὰρ τούτων τῶν σπειρόντων, οὐκ αἰσθητῶς τοῦτο ποιούντων ἀλλὰ νοητῶς, ἔν
5τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν· πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.»

2

.

338

Περὶ τῆς τοιαύτης εὐθηνίας, πνευματικῆς οὔσης, καὶ ἐν Ὠσῆε τῷ προφήτῃ ὁ θεῖος προστάττει λόγος· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα
5δικαιοσύνης.»

2

.

339

Δίδωσιν ἡ ἀποδοθεῖσα ἄμπελος τὸν ἐδώδιμον καὶ εὐφραί‐ νοντα καρπὸν καὶ τὰ γενήματα ἑαυτῆς ἡ ἀγαθὴ γῆ, τοῦ οὐρανοῦ δεδωκότος τὴν δρόσον αὐτοῦ. Νοήσομεν δὲ τίς ἡ δρόσος αὕτη, γνόντες τίς ὁ διδοὺς αὐτὴν οὐρανός, οὐχ ἕτερος ὢν τάχα τοῦ
5φοροῦντος ἀνθρώπου «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ἔχοντος «ἐν οὐρανῷ τὸ πολίτευμα». Περὶ πάντων τῶν μεμορφωμένων κατὰ τὸν ἐπουράνιον Σωτῆρα, πληθυντικῶς λέγεται ἐν ὀκτωκαι‐ δεκάτῳ Ψαλμῷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.»

2

.

340

Περὶ τούτων καὶ ἐν ᾠδῇ μεγάλῃ ἐν Δευτερονομίῳ γέγραπται· «Εὐφράνθητε, οἱ οὐρανοί, ἅμα αὐτῷ», τῷ Σωτῆρι δηλονότι. Πῶς γὰρ οὐχ ἅμα αὐτῷ γεγήθασιν καὶ ἀγαλλιῶνται, μορφωθέντες κατ’ αὐτόν,
5κατὰ τὴν παίδευσιν τοῦ ἱεροῦ Ἀποστόλου Παύλου, ὅπου μὲν
γράφοντος περὶ τῶ̣ν πιστῶς καὶ γνησίως θεοσεβούντων· «Οὓς προέγνω καὶ̣ π̣ρ̣οώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· [ὅπ]ου δέ· «Φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου.»

2

.

341

Τοὺς οὕτω διαπρέψαντας ἐν ἠθικῇ ἀρετῇ καὶ διανοητικῇ, «κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ἕνα οὐρανὸν κατὰ συμφωνίαν ῥητέον, διδόντα πνευματικὴν δρόσον. Ἀλλὰ καὶ ἕκαστος τῶν τοιούτων δίδωσιν τὴν ἰδίαν δρόσον, παρα‐
5πλησίως τῷ λέγοντι ἱεροφάντῃ Μωϋσεῖ· «Προσδοκάσθω ὡς ὑετὸς ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου.»

2

.

342

Ὅμως εἰ καὶ ὑπὸ τῶν ἑρμηνευθέντων οὐρανῶν δίδοται, ἀλλ’ οὖν ὑπὸ τοῦ δεσπότου τῶν οὐρανῶν προηγουμένως χορη‐ γεῖται, κατὰ τὴν Ἠσαίου θείαν φωνὴν ὧδε ἔχουσαν· «Ἀναστή‐ σονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ
5εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἔσται.»

2

.

343

Καὶ ἐπεὶ περὶ τῆς νοητῆς δρόσου ἰατικῆς οὔσης εὐφραίνονται οἱ ἐν τῇ γῇ τυχόντες αὐτῆς, καὶ τοὺς ἀνιστα‐ μένους νεκροὺς καὶ ἐκ τῶν μνημείων ἐξερχομένους μεθέξειν αὐτῆς ῥητέον, τότε μάλιστα ὅτε ἐλθόντος τοῦ τελείου καθ’ ὃ
5προσβάλλει τις πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ, τὸ ἐκ μέρους καὶ δι’ ἐσόπτρου θεωρεῖν πεπαύσεται, ἐπικρατήσαντος τοῦ πληρέστατα θεωρηθησομένου.

2

.

344

Περὶ τῆς οὕτως ἀποδοθείσης δρόσου ἐκλήμψει καὶ τὴν τοῦ Ἰσαὰκ πρὸς τὸν Ἰακὼβ εὐλογίαν, ἔνθεν ἀρχομένην· «Ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ τῆς πιότητος τῆς γῆς.»

2

.

345

Τὰ ὑπάρξαντα πάντα τῷ λυτρωθέντι λαῷ ἀπὸ τῆς Βαβυ‐ λῶνος, Θεοῦ κατακληρονομήσαντος, ἐδόθη.

2

.

346

Καὶ ἐπεὶ παθητικῶς τὸ κατακλη[ρ]ονομήσειν τὸν Θεὸν τοῖς καταλοίποις τοῦ λαοῦ πάντα εἴρηται, δηλαδὴ τὸν τῆς ἀμπέ‐ λου καρπόν, καὶ τῆς γῆς τὰ γεν[ήμα]τα, καὶ τοῦ οὐρανοῦ τὴν δρόσον, ἀμφοτέρως αὐτὸ ἐκλημπτέον, ἐνεργητικῶς τε καὶ παθη‐
5τικῶς.

2

.

347

Ἐνεργητικῶς μὲν οὕτως· εἴρηται μέρις καὶ κληρονομία Θεοῦ ὁ Ἰσραήλ, οὐ δι’ ἀλλό τι ἢ διὰ προσούσας ἀρετάς, προαι‐ ρετικῶς καὶ ἑκουσίως πραχθείσας τε καὶ θεωρηθείσας. Τῆς αὐτῆς ἔχεται νοήσεως καὶ τό· «Αἴτησ[α]ι παρ’ ἐμοῦ, καὶ δώσω σοι
5ἔθνη τὴν κληρονομίαν σου», πάντων τῶν ἀνθρώπων κληρονο‐ μουμένων τῇ εὐσεβεῖ πίστει καὶ ἔργοις ἀρετῆς ὑπὸ τοῦ Σωτῆρος.

2

.

348

Εἰ δὲ πάθος σημαίνοιτο ὑπὸ τοῦ ὑπτίου ῥήματος τοῦ κληρονομήσει, νόησις ἔσται τοιαύτη· ὁ Θεὸς κληρονομήσει τὰ προειρημένα πάντα, διδοὺς αὐτὰ κληρονομίας τρόπῳ τοῖς κατα‐ λοίποις τοῦ λαοῦ αὐτοῦ, οὗτοι δ’ εἰσὶν οἱ κατὰ τὸν προφήτην
5Ἠσαίαν λέγοντες· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ὡμοιώθη‐ μεν.» Καὶ μεθ’ ἕτερα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ταύτας τὰς προφητικὰς φωνὰς παραλαβών, ὁ
10Ἀπόστολος ἐπιφέρει αὐταῖς λέγων οὕτω· «Καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν, οὐκ ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.»

2

.

349

Σαφηνισθέντος ὡς οἷόν τε ἡμῖν τοῦ προκειμένου ῥητοῦ, τὰ ἑξῆς ἐκθώμεθα.

2

.

350

Zach. VIII, 13—15: Καὶ ἔσται ὃν τρόπον ἦτε ἐν
κατάρᾳ ἐν τοῖς ἔθνεσιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς καρδίαις ὑμῶν. Διότι τάδε λέγει Κύριος
5παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκρ[ά]‐ τωρ, καὶ οὐ μετενόησα, οὕτως παρατέταγμαι κα̣ὶ̣ [δι]ανε‐ νόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶ[ς π]οιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα.

2

.

351

Τὸ ὑποπεσεῖν ἀνιαροῖς καὶ κατάρᾳ, οὐκ ἄλλοθεν ἢ ἐξ ἁμαρτίας καὶ ἀσεβείας, τῆς εὐλογίας τοῖς δικαίοις θεόθεν διδο‐ μένης, δι’ ἃ πράττουσιν καὶ φρονοῦσιν ὀρθῶς. Αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι, ἐλευθέραν τε καὶ αὐτόνομον προαίρεσιν
5ἔχοντες, παρ’ ἑαυτοὺς πράττουσιν ἤτοι τὰ κόλασιν ἢ ἐπαγγελίας θείας ἐπάγοντα. Ἀμέλει γοῦν ᾧπερ τρόπῳ γίνονται ἐν κατάρᾳ, τούτῳ καὶ εὐπαθείᾳ καὶ εὐλογίᾳ.

2

.

352

Αὐτίκα γοῦν αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος τῷ Ἰούδᾳ καὶ Ἰσραήλ φησιν· Ἀσεβούντων καὶ παρανομούντων τῶν πατερῶν ὑμῶν ὡς παροργίσαι με κατ’ αὐτῶν, οὐ μετενόησα, ἀλλ’ ἐπήγαγον ἃ εἰκὸς παθεῖν τοὺς παρορ‐
5γίσαντας, οὕτω νῦν παρατέταγμαι καὶ διενοήθην σῶσαι τοὺς τοῦ Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα.

2

.

353

Ἔστι δὲ τούτων ἐκ τῶν θεοπνεύστων γραφῶν μαρτυρίας παραγαγεῖν.

2

.

354

Ἥμαρτόν ποτε καὶ ἠσέβησαν ὑπερβαλλόντως οἱ τὴν
Νινευὴν οἰκοῦντες, ὡς τὴν κραυγὴν τῆς κακίας πρὸς τὸν Θεὸν ἀναβῆναι τιμωρίαν ἀπαιτοῦσαν, ὡς τὸν προνοητὴν καὶ κριτὴν τῶν ἁπάντων εἰπεῖν· «Ἔτι τρεῖς ἡμέρας, καὶ Νινευὴ κατασκα‐
5φήσεται.» Τοῦτο μαθόντες οἱ ὑπαίτιοι, κηρύξαντος αὐτοῖς Ἰωνᾶ τοῦ προφήτου, καθ’ ὑφήγησιν τοῦ ἀπειλήσαντος εἰς μετά‐ νοιαν ἐληλύθασιν, ὥσθ’ ὁμολογῆσαι καὶ πρᾶξαι τὰ λύοντα τὴν προλαβοῦσαν κακίαν. Τούτοις μὲν οὖν μεταγνοῦσιν μετενόησεν ὁ προαναφωνήσας τὴν κατ’ αὐτῶν κάκωσιν, τὴν αἰτίαν τῆς εὐεργε‐
10σίας λαβών, τούτου ἐπὶ Σοδομιτῶν οὐ συμβάντος, διὰ τὸ ἔ[μ]μο‐ νον τῆς ἀσεβείας καὶ ἁμαρτιῶν αὐτῶν, καίτοι τοῦ ἵλε[ω] Θεοῦ εὑρεῖν βουλομένου ἐξ αὐτῶν ἀφορμὴν εὐποιΐας.

2

.

355

Φησὶ[ν γ]ά̣ρ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κακίαν αὐτῶν τὴν ἀναβᾶσαν πρὸς ἐμὲ συντελοῦνται· εἰ δὲ
5μή, ἵνα γνῶ», μόνον οὐχὶ λέγων· Ἐκκαλεσαμένης με τῆς κραυγῆς τῶν μεγάλων ἁμαρτημάτων, συγκαταβαίνω ἵν’ ἂν εὑρε‐ θῶσιν τὰς μεγάλας ἁμαρτίας ἔτι πράττοντες, συντελεσθῶσιν ὑπο‐ πεσόντες τῇ προαναφωνηθείσῃ τιμωρίᾳ, εἰ δὲ εὑρεθεῖεν μετρίως ὑποκείμενοι οἷς ἀσεβῶς ἐφρόνουν καὶ τοῖς ἀπηγορευμένοις ἔργοις,
10γνῶ αὐτοὺς ὡς ἡμετέρους, κατὰ τὸ γεγραμμένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνο‐ μάζων τὸ ὄνομα Κυρίου.»

2

.

356

Ταύτῃ τῇ διανοίᾳ τὸ τῆς ἐκλογῆς σκεῦος Παῦλος Γαλάταις ἐπιστέλλει· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδου‐ λεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Γινώσκει γὰρ τοὺς γνόντας αὐτόν,
5οὐ τότε ἀρχὴν λαμβάνων τοῦ ἐπίστασθαι αὐτούς, ἀλλὰ τοῦ ἀνακρίνασθαι αὐτοῖς ὡς γινώσκων προγινωσκομένους, οὐδαμῶς πρὸς τοὺς φαύλους ἔτι ἐπιμένοντας τῇ κακίᾳ συμβαίνοντος τού‐ του.

2

.

357

Λέγεται γοῦν ὑπὸ τοῦ Σωτῆρος τοῖς διαμείνασι κακοῖς μέχρι τοῦ καιροῦ τῆς συντελείας τοῦ κόσμου καὶ φανερώ‐ σεως τοῦ κριτοῦ τῶν ὅλων, αὐτοῦ δηλονότι ὄντος· «Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων», τοῦτ’ ἔστιν
5οὐδέποτε πεῖραν ἢ μετοχήν μου ἐσχήκατε, οὐδὲ ἐγὼ ὑμῶν. Εἰ γὰρ τὸ προχείρως γινώσκειν λαμβάνοιτο, ταὐτὸν εἴη τῷ ἐπίστα‐ σθαι, πῶς ᾔδει αὐτοὺς ἐργάτας ἀνομ[ία]ς ὄντας;

2

.

358

Διττοῦ τοίνυν τοῦ γινώσκειν καὶ τοῦ μὴ φερ̣ο̣[μ]ένου ἐν ταῖς θεοπνεύστοις γραφαῖς, κατὰ τὸ ἕτερον πάντ[α]ς ἐπίσταται ὁ καρδιογνώστης Θεὸς τούς τε δικαίους καὶ ἁμαρτωλούς· αὐτίκα γοῦν ὅταν «καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ» ὁ ἐρχόμενος
5«κρῖναι» βασιλεὺς «ζῶντας καὶ νεκρούς», ἀφορίσει τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, ἵνα τοὺς μετέχοντας δικαιοσύνης καὶ ὁσιότητος εἰς τὴν βασιλείαν εἰσαγάγῃ ἐπὶ τῷ κληρονομῆσαι αὐτήν, τοὺς δ’ ἀδίκους καὶ πονηρούς, μὴ ἀγαπήσαντας τὸν πλη‐ σίον ὡς ἑαυτούς, ἀποπέμψῃ εἰς κόλασιν, λέγων· «Πορεύεσθε,
10οἱ κεκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.»

2

.

359

Κατὰ τὸν τρόπον τοῦ ἐπίστασθαι, λέγει πρός τινας «ὁ τῶν κρυπτῶν γνώστης» καὶ «πάντων τὸν νοῦν ἐπιστάμενος»· «Ἔγνων ὅτι πολλαὶ αἱ ἁμαρτίαι ὑμῶν.» Ὁμοίως καὶ ἐν Εὐαγγελίῳ· «Ὑμεῖς ἐστε οἱ
5δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώ‐ σκει τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλόν, βδέλυγμα
παρὰ τῷ Θεῷ ἐστιν.»

2

.

360

Κατὰ τὴν θεωρίαν ταύτην, ἐκλημπτέον καὶ τὸ συνεχῶς κείμενον ἐν τῷ Εὐαγγελίῳ· «Γνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλο‐ γισμοὺς αὐτῶν», φαυλῶν δηλαδὴ τυγχανόντων· πανούργως γὰρ καὶ κακοήθως διακείμενοι, ᾤοντο λανθάνειν «τὸν πάντων
5τὸν νοῦν ἐπιστάμενον».

2

.

361

Ὡς οὖν ἔστιν γινώσκεσθαι κατὰ τὸ ἐπίστασθαι ᾧ τὸ ἀγνοεῖν ἀντίκειται, οὕτω καὶ διὰ πείρας ἔστιν εἰδέναι καὶ μὴ εἰδέναι. Ἐὰν γὰρ γράφῃ Παῦλος περὶ τοῦ Σωτῆρος ὡς «οὐκ ἔγνω ἁμαρτίαν», ἐκλαμβάνομεν τὸ γεγραμμένον ἴσον τῷ· τὸν
5μὴ πειραθέντα πρακτικῶς ἢ διανοητικῶς ἁμαρτ[ί]ας. Ἐπιστάμε‐ νος αὐτὴν οἵας δυνάμεώς ἐστιν καὶ ποίᾳ προαιρέσει τελουμένη, ἆραι γοῦν αὐτὴν ἐλήλυθεν τοῦ κόσμου.

2

.

362

Παρατείνει δὲ ἡ διαφορὰ αὕτη καὶ ἐπὶ τῶν ἀνθρώπων· εἴρηται γοῦν ἐν Ἐκκλησιαστῇ· «Ὁ φυλάσσων ἐντολὴν οὐ γνώ[σε]ται ῥῆμα πονηρόν», τοῦτ’ ἔστιν οὐ διατεθήσεται κατὰ [ῥῆ]μα πονηρόν, γινωσκομένου τοῦ πονηροῦ ῥήματος [κ]ατ’
5ἐπιστήμην τῷ φυλάττοντι τὴν θείαν ἐντολήν, οὖσ̣[αν] Θεοῦ ῥῆμα· ἐπιστήμης γὰρ μιᾶς οὔσης τῶν ἐναντίων, ὁ [τ]ὸ ἀγαθὸν ῥῆμα γινώσκων καὶ τὸ ἐναντίον αὐτῷ ἐπίστ̣α̣ται.

2

.

363

Τὸ διττὸν τοῦ γινώσκειν καὶ περὶ τοῦ Ἀδὰμ ἀπαγγέλ‐ λει ἡ γραφή, ὅπου μὲν λέγουσα ἐπίστασθαι αὐτὸν τίς ἡ οὐσία τῆς γυναικός, —ἀποδόντος γὰρ αὐτὴν μετὰ τὴν πλάσιν τοῦ δημιουρ‐ γήσαντος, ὁ Ἀδὰμ εἶπεν· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν
5μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή»· — ὕστερον γνοὺς αὐτὴν κατὰ τὸν τῆς πείρας τρόπον· γέγραπτ[α]ι γάρ· «Ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάϊν.» Καὶ ἐφ’ ἑκάστου δὲ συμβιοῦντος ἀνδρὸς τοῦτο φέρεται, καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ καὶ τῇ θείᾳ παιδεύσει.

2

.

364

Αὐτίκα γοῦν καὶ περὶ τοῦ πατρὸς τοῦ προφήτου Σαμουὴλ
γέγραπται· «Ἔγνω δὲ Ἑλκανὰ Ἄνναν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβεν, καὶ ἔτεκεν τὸν Σαμουήλ.» Κατὰ τοῦτο τὸ σημαι‐ νόμενον εἴρηται περὶ τῆς Ῥεβέκκας· «Παρθένος ἦν, ἀνὴρ οὐκ
5ἔγνω αὐτήν.» Καὶ ἡ ἀπειρόγαμος δὲ παρθένος Μαριάμ, περὶ συλλήμψεως τέκνου ἀκούσασα πρὸς τοῦ μεγάλου ἀγγέλου Γαβριήλ, ἔφη· «Καὶ πόθεν μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;»

2

.

365

Οὐκ ἀχρήστως παρεκβεβηκέναι τοῦ προκειμένου προφη‐ τικοῦ ἡγούμεθα· ὑπῆρκται γὰρ τοῦτο σαφηνείας ἕνεκα τοῦ ἀσα‐ φῶς εἰρημένου οὕτως· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ.» Ἔδει
5γ[ὰρ] φανερῶσαι κατὰ ποῖον σημαινόμενον εἴρηται ὑπὸ τοῦ Θεοῦ τό· «Ἵνα γνῶ».

2

.

366

Δείξαντες ἐπὶ τίσιν τῶν παρο[ργισ]άντων διανοηθεὶς ὁ Θεὸς κακῶσαι καὶ ἐπαράτους ἀ[να]δεῖξαι οὐ μετενόησεν, ἐμμεί‐ νας τῇ κατ’ αὐτῶν ψήφῳ, ἐ[κ] τίνων δὲ μετενόησεν ἐμφύτῳ ἀγαθότητι καιρὸς ἰδ[εῖ]ν.

2

.

367

Ὡς προθέμενος εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραὴλ οὐ μετέγνω, ἐμμεινάντων αὐτῶν τῇ ἀρετῇ ᾗ ἀνέλαβον ἐκ προτροπῆς Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ· εἴρηται γὰρ ἐν ἑνὶ τῶν Ψαλμῶν· «Δώσει εὐλογίας ὁ νομοθετῶν», δηλαδὴ τοῖς φυλάττουσιν τὸν
5θεῖον αὐτοῦ νόμον. Ἰσοδυναμούντως καὶ ἐν ἄλλῳ Ψαλμῷ φέρε‐ ται, ἔνθεν ἀρχόμενον· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον. Οὗτος λήμψεται εὐλογίαν παρὰ
10Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.»

2

.

368

Λεχθέντος γὰρ πυσματικῶς· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ;» ἀπόκρισις δίδοται
διαγράφουσα τίς ἐστιν καὶ οἷος ὁ περὶ οὗ ἡ ἐρώτησις, ὅτι χερσίν, τοῦτ’ ἔστιν πράξεσιν, ἀθῷός ἐστιν διὰ καθαρότητα καρδίας, οὐδα‐
5μῶς ἐπὶ ματαίῳ λαβὼν τὴν ψυχὴν αὐτοῦ, ἢ δολερῶς ὀμόσας τῷ πλησίον, λημψόμενος ἐπὶ τούτοις τοῖς ἀνδραγαθήμασιν εὐλογίαν τε καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Συμφώνως καὶ ἐν Παροιμίαις φέρεται· «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.»

2

.

369

Ὁ ταῦτα τὰ σωτηριώδη εἰληφὼς οὐ μεταπεσεῖται τῆς ὑποσχ̣έσ̣εως, εἰσαγόμενος εἰς τὰς θείας ἐπαγγελίας πρὸς τοῦ λέγοντος· «Παρατέταγμαι εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα», ἐμμείνας χάριτι τῇ ἐμαυτοῦ ὥστε καλῶς
5ποιῆσαι καὶ εἰς αἰώνιον σωτήριον ἀγαγεῖν τοὺς ἐφ’ οἷς οὐ μετε‐ νόησα, βεβαιώσας ἃ ἐπηγγειλάμην· εἰ καὶ παροργισάντων δι’ ἁμαρτίας καὶ ἀσεβείας τῶν πατέρων ὑμῶν, κατάρα διέλαβεν, οὐ μετανοήσαντός μου ἐκ τῆς ἀπειλῆς, οὐ παρασχόντων ὑμῶν διὰ μεταγνώσεως ἀφ’ ἧς ἔσχετε κακίας καταλλαγάς μου γενέσθαι
10πρὸς ὑμᾶς, ἀλλ’ οὖν καὶ νῦν θαρσησάτω ἡ καρδία ὑμῶν προσδο‐ κῆσαι τὰς παρ’ ἐμοῦ δωρεάς.

2

.

370

Ἔσονται γὰρ πάντως θελή‐ σαντός μου καὶ παραταξαμένου εὐλογῆσαι ὑμᾶς· οὕτω γὰρ καλῶς ἔσται ὑμῖν, τυγχάνουσιν ἐκ τοῦ Ἰούδα, τοῦ ἐξομολογουμένου, καὶ τοῦ Ἰσραὴλ καὶ Ἰερουσαλήμ. «Σῶσαι γὰρ πάντας ἀνθρώπους
5θέλων καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας», ἀπειλῶ, μαστίζω τοὺς ἀντιπράττοντας τῷ ἐπιγνῶναι τὴν ἀλήθειαν ὑπεραιωνίου σωτηρίας, πρὸς ὀλίγον πόνοις ὑποβάλλων οὓς βελτιοῦν καὶ εὖ ποιεῖν βούλομαι. Οὕτω γὰρ ῥᾷστα ὠφεληθέντες σωθήσονται, παρατεταγμένου μου ἀμεταμελήτως σῶσαι καὶ καλῶς ποιῆσαι
10τοὺς ἐκλεγέντας, ἵνα μερὶς καὶ κληρονομία μου ὦσιν.

2

.

371

Εἰ βουλόμεθα καὶ ἡμεῖς ἵλεω τὸν Θεὸν σχεῖν ἵν’ εὖ
ἡμᾶς διαθῇ, θαρσησάτω τὸ διανοητικὸν ἡμῶν, καρδία καλούμε‐ νον, ἔργων ἀρίστων ἐπιμέλειαν ποιησάμενοι, ἵνα βεβαίως καὶ ἀναντιρρήτως τὰ τῆς εὐπαθείας καὶ ἀπεράντου σωτηρίας ὑπαρ‐
5χθῇ, περιγραφείσης καὶ ἐξ ὅλων ἠφανισμένης τῆς πρὸς ὀλίγον κρατησάσης κατάρας. Διὸ θαρσεῖτε ἀνενδοιάστως, προσδοκῶντες ἃ ἐπηγγείλατο ὁ ἀψευδὴς Θεός· αὐτοῦ γὰρ εἰρηκότος· «Θαρ‐ σεῖτε», ἀναμφιβόλως ἐκδεκτέον τὰ ἐλπιζόμενα ἀγαθά.

2

.

372

Αὐταρκῶς περιγεγραμμένου τοῦ δευτέρου τόμου εἰς τὸν προφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν, ἀρξόμενοι τρί‐ του λόγου, «παρέχοντος λόγον ἐν ἀνοίξει τοῦ στόματος» τοῦ
Θεοῦ τοῦ καὶ τὸν προφήτην φωτίσαντος τῷ ἀειδίῳ φωτί.

3

t

〈Τόμοσ〉 Γʹ

3

.

1

Ὁ ἀψευδὴς Θεός, πηγὴ καὶ πατὴρ τῆς ἀληθείας ὑπάρχων, οὐ διαλείπει ποτὲ παιδεύων καὶ διδάσκων τοὺς ἑτοίμως παραστή‐ σαντας ἑαυτοὺς πρὸς τὸ χωρεῖν τὰ τοῦ ἁγίου Πνεύματος χαρίσ‐ ματα· λόγον γοῦν σοφίας καὶ λόγον γνώσεως ἀμελλητὶ παρέχει
5τοῖς ποθοῦσιν δέξασθαι· εἴρηται γοῦν ἐν ἐπιστολῇ τοῦ Ἰακώβου· «Λείπεταί τις οὖν ὑμῶν σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ καὶ μὴ ὀνειδίζοντος· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμε‐ νος.»

3

.

2

Συνᾴδει τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁ Κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου γνῶσις καὶ σύνεσις.» Ὁ κατὰ τὴν θεόπεμπτον σοφίαν ἀποδεικνύμενος σοφὸς τρισμακά‐ ριός ἐστιν, διδάσκαλον ἔχων τὸν τῶν ὅλων Θεόν· «Μακάριος
5γάρ, φησίν, ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Τοῦτον παιδευτὴν ἐπόθησαν ἔχειν οἷς ὁ Κύριος καὶ Σωτὴρ εἶπεν· «Ὑμεῖς φωνεῖτέ με· ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.»

3

.

3

Ὑπάρξεται ἡ δωρεὰ αὕτη καὶ ἡμῖν διὰ ἀδιάλειπτον εὐχὴν
τῶν ἀναπεμπόντων ὑπὲρ ἡμῶν, σοφία καὶ «λόγος ἐν ἀνοίξει τοῦ στόματος», ὥστ’ ἀμέμπτως καὶ ὡς δεῖ ἐκλαβεῖν τὰ ἑξῆς τοῦ ἐκκειμένου προφήτου, ἀρχόμενα ἐνθένδε.

3

.

4

Zach. VIII, 16—17: Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν. Καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν,
5καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.

3

.

5

Τῶν τοῦ Θεοῦ λόγων οἱ περὶ ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς ὄντες ποιεῖσθαι δύνανται, τῶν γνωστικῶν καὶ ἐποπτικῶν [ἐ]χόντων τὸ θεωρεῖσθαι πρὸς τῶν ἐποπτικῶν καὶ διορατικῶν ἀνδρῶν.

3

.

6

Θεοῦ γοῦν διὰ τοῦ ἱεροφάντου Μωϋσέως πολλὰ ἐντειλαμέ‐ νου ἵνα ἔργα κατὰ ἀρετὴν γίνωνται, οἱ συνέντες τοὺς δοθέντας λόγους μεγαλοφώνως ὡμολόγησαν μεταβαλεῖν εἰς ἔργα τὰ παρηγγελμένα, φήσαντες τῷ διακόνῳ τῶν θείων χρησμῶν·
5«Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.»

3

.

7

Ἐπειδὴ δὲ προσήκει τοὺς ἠθικοὺς λόγους πρὸς τῷ ποιεῖν καὶ νόησιν αὐτῶν ἔχειν, ἵνα δικαίως τὸ δίκαιον διωχθῇ, καὶ σωφρόνως τὸ σωφρονεῖν, ἀνδρείως τε καὶ φρονίμως τὰ ἀνδρεῖα καὶ φρό‐ νιμα, —οὕτω γὰρ κατορθωθείη σὺν νοήσει ἀνύεσθαι τὰς πρακτι‐
5κὰς ἀρετάς—ἀμέλει γοῦν καὶ τοὺς Ἰησοῦ λόγους ἀκούειν καὶ ποιεῖν δεῖ, αὐτοῦ τοῦτο διαγορεύοντος· «Ὁ πρὸς ἐμὲ ἐρχόμενος καὶ ἀκούων τοὺς λόγους μου καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ», καὶ τὰ ἑξῆς.

3

.

8

Τότε δὲ μάλιστα τὸ γίνεσθαι ἔχουσιν οἱ λόγοι ὑπὸ τῶν ἀκροωμένων, ὅταν ὁ παιδευτὴς πράττῃ ἃ ἑτέροις λέγει· περὶ τοῦ τοιούτου ὁ Κύριος λέγει· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ τοὺς ἀνθρώπους, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐
5νῶν», τοῦ μὴ πράττοντος ἃ ἑτέροις παρακελεύεται ποιεῖν ἐλαχίστου τυγχάνοντος, ἐπείπερ λέγων μὴ μοιχεύειν τοῦτ’ ἐνεργεῖ καὶ κλοπὴν ἀπαγορεύων ἐνέχεται αὐτῇ, ἀλλὰ καὶ ἱερο‐ συλεῖ τὰ εἴδωλα βδελυσσόμενος·

3

.

9

ἢ οὐχ ἱεροσυλεῖ ὁ βλάπτων διὰ σκανδάλου τοὺς ἀναθέντας ἑαυτοὺς τῇ θεοσεβείᾳ δίκην ἐμψύ‐ χων θείων ἀγαλμάτων; Ὁ γὰρ βλάπτων τοὺς τοιούτους πράξει χειρίστῃ καὶ ἀσεβέσι φρονήμασι ἀληθῶς ἱεροσυλεῖ διὰ τοῦ παρα‐
5βαίνειν τὸν νόμον ἐν ᾧ καυχᾶσθαι δοκεῖ, τὸν Θεὸν ἀτιμάζων. Ἵν’ οὖν μὴ κακός τις ᾖ διδάσκαλος, ἃ παιδεύει ἠθικὰ μαθήματα ἔργοις ἐπιδεικνύσθω· οὕτω γὰρ ἔσται «ἐργατὴς ἀνεπαίσχυντος».

3

.

10

Ταύτῃ τῇ γνώμῃ γράφει τῷ ἑαυτοῦ μαθητῇ ὁ Ἀπόστο‐ λος «ἀφθορίαν ἔχειν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον». Ἢ οὐχ ὑγιῆ, ἀκατάγνωστον λόγον ἔχει; πράττων γὰρ ἃ ἄλλοις ὑπαγορεύει καὶ φρονῶν ἃ ἄλλους δοξάζειν παρασκευάζει, ὑγιῆ,
5ἀκατάγνωστον ἔχει τῆς διδασκαλίας τὸν λόγον.

3

.

11

Τούτου τοῦ βίου, τοῦ πρακτικοῦ καὶ γνωστικοῦ φημι,
μεταποιεῖσθαι βούλεται τὸν ἀληθῆ θεραπευτὴν τοῦ Θεοῦ τὸ ἑξῆς τῷ προκειμένῳ προφήτῃ, Μαλαχίας ὄνομα αὐτῷ· ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζη‐
5τήσουσιν ἐκ στόματος αὐτοῦ», μαθεῖν ποθοῦντες παρὰ θείου διδασκάλου ἃ δεῖ γινώσκειν ὀρθόδοξα δόγματα καὶ μυστήρια τῆς βασιλείας καὶ νόμον ἀπαγορεύοντα τὰς ἀδικίας καὶ προστάττοντα τὰ τῶν ἀρετῶν παιδεύματα.

3

.

12

Μαθόντες ποῖοι οἱ λόγοι γίνονται πρακτικῶς ὑπὸ τῶν προσηκαμένων, ἐπιστήσωμεν ποῖοι πρὸς γνῶσιν καὶ ἀλήθειαν ἔχουσιν.

3

.

13

Διδάσκων Μωϋσῆς ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶπεν τὸν λόγον τοῦτον ἵν’ ἀληθῶς γινώσκωμεν τὴν κτίσιν καὶ τὸν δημιουργὸν αὐτῆς· καὶ ὅσοι ἄλλοι λόγοι τῆς Κοσμοποιίας ἀνεγράφησαν, οὐχ ἵνα ποιῶμεν ἀλλ’ ἵνα
5θεωρῶμεν αὐτοὺς, εἴρηνται· καὶ ἐπὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς ἔρρωται ἡ παίδευσις αὕτη.

3

.

14

Καὶ αὐτὸς γοῦν ὁ Σωτήρ, ἐν τοῖς Εὐαγγελίοις, ὅπου μὲν προστάττει οὓς δεῖ ποιεῖν λόγους, ὅπου δὲ παραδίδωσιν οὓς γινώσκειν καὶ θεωρεῖν προσήκει. Τὸ γὰρ λεγόμενον ὑπ’ αὐτοῦ· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ
5ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ πάλιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυ‐ τὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι καθ’ ἡμέραν», τοῦ πράττεσθαι χάριν εἴρηνται, ὡς αὖ καὶ τό· «Ἐλεᾶτε, καὶ ἐλεηθήσεσθε», καὶ ὅσα ἄλλα παραγγέλματα
10τῆς αὐτῆς ὑπάρχει δυνάμεως.

3

.

15

Τὸ μέντοι· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί
ἐστιν», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ ἔτι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακεν τὸν Πατέρα», καὶ ὅσα ἄλλα θεολογεῖ‐ ται ἐν ἀμφοτέραις ταῖς διαθήκαις, τοῦ θεωρεῖσθαι καὶ γνῶσιν
5αὐτῶν ἔχειν ἀληθῆ καὶ εὐσεβῆ ἐλαλήθησάν τε καὶ ἀνεγράφησαν.

3

.

16

Δεῖξαν τὸ ἅγιον Πνεῦμα τίνες οἱ λόγοι οὓς δεῖ ποιεῖν, καὶ ἕκαστον ἰδίᾳ καὶ κατ’ εἶδος διαγορεύει. Τὸ γάρ· «Ἕκαστος ἀλήθειαν λαλείτω πρὸς τὸν πλησίον», ἵν’ οὕτω πράττηται γέ‐ γραπται. Ὅπερ σαφηνίζων ὁ ἐν Χριστῷ Παῦλος προτρέπεται
5τοὺς πιστοὺς εἰς τὴν τήρησιν τῆς ἐντολῆς, φήσας ἀριδηλότατα· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον ἑαυτοῦ.»

3

.

17

Καὶ πρὸ τοῦ Ἀποστόλου δὲ παραδέδω‐ κεν ὁ Σωτὴρ τὸ ἀνωμότως ἀληθεύειν, εἰπών· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔστω ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ.» Μάλιστα δὲ τοῦτο φυλάττεται ἑκάστου λαλοῦντος ἀλήθειαν
5πρὸς τὸν πλησίον· οὕτω γὰρ πᾶς ψευδὴς λόγος καὶ ὅρκος οἰχήσεται, ᾧ ἕπεται ἀκριβεστάτη καὶ τελεία φιλαλληλία.

3

.

18

Πρὸς τῷ ἀλήθειαν λαλεῖν πρὸς τὸν πλησίον ἑαυτοῦ ἕκαστον, καὶ κρίμα εἰρηνικὸν γενήσεται, οὐ διαστασιαζόντων ἔτι καὶ πλεονεκτεῖν καὶ ἀδικεῖν τῶν ἀνθρώπων σπουδαζόντων. Πῶς γὰρ οἴονται ἔτι μάχας καὶ ἀδικίας ἐγείρεσθαι, ἑκάστου ἀλήθειαν
5πρὸς τὸν πλησίον ἀπαγγέλλοντος;

3

.

19

Ταὐτὸν τὸ εἰρηνικὸν τῷ δικαίῳ κρίματι τυγχάνει, περὶ οὗ διὰ πλειόνων θεωρία ἐν τοῖς πρότερον γεγένηται.

3

.

20

Λέγει δὲ τὸ τοιοῦτο κρίμα οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις γραφαῖς, ἐν ταῖς τῶν Ἑβραίων πύλαις τελεῖσθαι. Εἴρηται γὰρ ἐν ἑτέρῳ προφήτῃ· «Ἐμίσησαν ἐν πύλαις ἐλέγ‐ χοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο», οἱ ἀσεβεῖς δηλονότι.
5Περὶ γὰρ αὐτῶν τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε.» Βδελύσσονται γὰρ τὸν ὅσιον λόγον, οὐ πράττοντος τοῦτο τοῦ ἀπαρχομένου ἔχειν σοφίαν· ἀγαπᾷ γοῦν τὸν ἐλέγχοντα καὶ τὸν γνωρίζοντα τὸ μὴ πρακτέον τῷ σπεύδοντι εἶναι δικαίῳ.

3

.

21

Καὶ ἐπεὶ ἀεὶ μισοῦσιν τοὺς πεπιστευμένους τὸ ἐλέγχειν ἐν πύλαις, ἐπαγγέλλεται ὁ λόγος ἀποκαταστήσειν ἐν πύλαις κρίμα ἐπὶ τὸ ἀγαθὸν καὶ ὠφέλιμον, μεταβολῆς γινομένης.

3

.

22

Ζητήσειεν ἄν τις τίνος ἕνεκα οὐκ ἐν ἑτέρῳ τόπῳ ἢ μέρει τῆς πόλεως, ἀλλ’ ἐν ταῖς πύλαις αὐτῆς τὰ κρίματα καὶ οἱ ἔλεγ‐ χοι ἐτελοῦντο. Πρὸς ὃ λεκτέον ἐνδόξως καὶ πιθανῶς, ἐπεὶ διὰ τῆς πύλης ἔξοδος γίνεται ἀπὸ τῆς πόλεως καὶ εἴσοδος εἰς αὐτήν,
5εἰκότως ἐκεῖ καθέζεσθαι τοὺς κριτὰς ἐπὶ τῷ ἐξετάζειν τοὺς βίους τῶν πολιτῶν, ἵνα τοὺς ἐλεγχομένους ἐφ’ οἷς ἐγκαλοῦνται ῥᾷστα ἐκβάλλωσιν, τῶν καθαρὰν πολιτείαν ἐχόντων ἐκ τῶν ἐλέγχων φανερωθεῖσαν ἔνδον μενόντων καὶ ἔτι μᾶλλον ἔνδον γινομένων τοῦ ἄστεως.

3

.

23

Πρὸς διάνοιαν ἀνηγμένην, ταύτης ἠξίωνται τῆς προεδρίας καὶ τῆς τοῦ κρίνειν καθέδρας οἱ ὑπὸ Ἰησοῦ λαβόντες «τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν», ἵνα τοὺς ἄξια τοῦ δεθῆναι δεδρα‐ κότας ἔξω βάλλωσιν, τοὺς δὲ μὴ σφιγχθέντας δέσμοις τῆς
5ἁμαρτίας, ἀλλὰ στερομένους αὐτῶν, εἰσαγάγωσιν.

3

.

24

Τότε δὲ μάλιστα τὸ εἰρηνικὸν ἐπιτελεῖται κρίμα, ὅταν «ἕκαστος τὴν κακίαν τοῦ πλησίον μὴ λογίζηται», ἀμνησικακίαν ἄκραν κατορθώσας.

3

.

25

Διττοῦ ὄντος τοῦ τῆς κακίας τρόπου, —σημαίνεται γὰρ ἐκ τοῦ ὀνόματος ὁτὲ μὲν ἡ ἐναντίως ἔχουσα πρὸς τὴν ἀρετήν, χειρίστη ἕξις οὖσα, ὁτὲ δὲ ἡ κακωτικὴ ἀγωγή, ὡς ἔχει ἐν τῷ· «Εἰ ἔστιν κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν», τοῦτ’ ἔστιν
5κάκωσις· ποιεῖ δ’ αὐτὴν ὁ Θεὸς ἐπὶ ἐπιστροφῇ τῶν κακουμένων, τὰς νόσους τῆς ψυχῆς θεραπεύων ἰατρικῶς, οἷον εἰ διὰ καυτήρων καὶ τομῶν, —

3

.

26

δηλοῖ ἡ κακία προσηγορία τὴν χειρίστην διάθεσιν, ἐξ οὗπερ ὁ Θεὸς περὶ Νινευιτῶν εἶπεν· «Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με.» Τοῦτο αὐτὸ παρίσταται καὶ ἐκ λέξεως ἀποστολικῆς περὶ ἀσεβῶν ἀνθρώπων ἐχούσης ὧδε·
5«Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδω‐ κεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, κακίας», καὶ τὰ ἑξῆς.

3

.

27

Ἑκατέρως τοίνυν ὁ ὑπακούων τῷ νόμῳ τοῦ Θεοῦ κακίαν οὐ λογίζεται ἐν καρδίᾳ τῇ ἑαυτοῦ κατὰ τοῦ πλησίον, «οὐκ ἀπο‐ διδοὺς κακὸν ἀντὶ κακοῦ», οὐκ ἀντιδιατιθεὶς τὸν κακωτικῶς αὐτὸν διαθέντα, ἀλλ’ οὐδὲ κατὰ τὸ εἶδος τῆς κακίας σημαινόμενον
5λογίζεταί τι κατὰ τοῦ πέλας, ἀντιπλεονεκτεῖν καὶ ἀνταδικεῖν ἐθέλων.

3

.

28

Τῷ μνησικακεῖν τὴν κακίαν τοῦ πλησίον ἐν τῇ ἑαυτοῦ καρδίᾳ βουλομένῳ εὐθὺς ἕπεται ἐπιόρκῳ γνώμῃ «ἀγαπᾶν ὅρκον
ψευδῆ».

3

.

29

Πάντα ἑξῆς ἀπαγορεύσας ὁ τοῦ θείου νόμου δοτήρ, τὴν αἰτίαν τοῦ ἀπειπεῖν αὐτὰ ἐφανέρωσεν, φήσας· «Ταῦτα πάντα ἐμίσησα.» Πῶς γὰρ οὐ μισεῖ τὸν ψευδῶς τελούμενον ὅρκον ὁ ἐντελλόμενος· «Οὐ λήμψει τὸ ὄνομα Κυρίου Θεοῦ σου ἐπὶ
5ματαίῳ»;

3

.

30

Ὥσπερ δὲ ἐπιορκίαν καὶ τὰς ἄλλας ἁμαρτίας παραιτεῖ‐ ται καὶ ἀποστρέφεται, μισῶν τὸ μὴ λαλεῖν ἕκαστον ἀλήθειαν τῷ πλησίον, καὶ τὸν ταράττοντα καὶ εἰρηνικὸν κρίμα μὴ ποιοῦντα καὶ τὸν ὀργίλον καὶ βαρύμηνιν λογιζόμενον κακίαν τοῦ πλησίον
5ἐν τῇ αὐτοῦ καρδίᾳ. Καὶ ἐν τῷ Μαλαχίᾳ συμφώνως λέγει τῷ ἐνταυθὶ γεγραμμένῳ· «Καὶ πάντα ἃ ἐμίσουν ἐποιεῖτε.» Ὡσαύτως ἐν ταῖς Παροιμίαις περὶ τοῦ πολλὰ ἁμαρτάνοντος μετ’ αἰνιγμοῦ εἴρηται πρὸς ἑτέροις· «Συντρίβεται δι’ ἀκαθαρσίαν ψυχῆς, ἐπεὶ χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» Ὁ ἡδόμενος ἐφ’
10οἷς μισεῖ ὁ τοῦ ἀγαθοῦ Πατὴρ συντρίβεται διὰ τῆς ἑαυτοῦ ἁμαρ‐ τίας, οὔσης ἀκαθαρσίας ψυχῆς καὶ διανοίας τοῦ δρῶντος.

3

.

31

Zach. VIII, 18—19: Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με λέγων· Τάδε λέγει Κύριος παντο‐ κράτωρ· Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς
5χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφραν‐ θήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.

3

.

32

Ὁ λόγος Κυρίου παντοκράτορος πρὸς ἐμὲ γενάμενος,
φησὶν ὁ προφήτης, προσέταξεν νηστεῦσαι τὴν τετράδα καὶ πέμπτην καὶ ἑβδόμην καὶ δεκάτην, τοῦ μηνὸς δηλονότι· οὐ γὰρ οἷόν τε σαββάτου δεκάτην εἶναι, ὡς καὶ πρότερον ἐπεσημειωσάμεθα.
5Καὶ εἰκός γε περὶ τοῦ καθ’ Ἑβραίους ἑβδόμου μηνὸς ταῦτα προστάττειν Κύριον τὸν παντοκράτορα, ἐν ᾧ ἡ καλουμένη ἐξι‐ λασμοῦ καὶ ταπεινώσεως ἡμέρα ἐπιτελεῖται, ἣν ἄγουσιν Ἰου‐ δαῖοι δημοτελῶς νηστείαν προσαγορεύοντες αὐτήν, προαγνιζομέ‐ νων ἐν τῇ τετράδι καὶ πέμπτῃ καὶ ἑβδόμῃ τῶν ἐπὶ τὴν δημοτελῆ
10νηστείαν ἐρχομένων.

3

.

33

Ποσαχῶς δὲ καὶ πῶς νηστεία νόμῳ θείῳ ἄγεται, ἐν τοῖς ἔμπροσθεν ἐσαφηνίσθη· πρὸς ἐκείνοις καὶ νῦν ῥητέον ὅτι ἀφεκτέον ὥσπερ τῆς φιληδόνου τρυφῆς, οὕτω καὶ τῶν κατ’ ἀλληγορίαν βλαβερῶν καὶ δηλητηρίων τροφῶν· διαδέξεται γὰρ εὐπάθεια τοὺς
5ἐξομολογησαμένους, καλουμένους οἶκος τοῦ Ἰούδα, χαρά, εὐφρο‐ σύνη καὶ ἀγαθαὶ ἑορταί, ἑορτάζοντας αὐτοὺς ἐν τῷ φρονεῖν καὶ πράττειν τὰ δέοντα, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα· «Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων»· καὶ πάλιν· «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων
10τοῦ θυσιαστηρίου.» Τούτοις συνᾴδει τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἀπαγγελ‐ λόμενον οὕτως· «Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.»

3

.

34

Ἀγαθαὶ δὲ ἑορταὶ ἐπιτελοῦνται ὅταν εἰρηνικῶς διάγῃ ἡ Ἰερουσαλὴμ ἡ πνευματική, οὖσα εἰρήνης ὅρασις, οὐχ ἱλαρῶς τῶν ἑορτῶν γινομένων ὅταν πολέμιοι κρατῶσιν. Ὅταν γὰρ οὕτως ἔχῃ τὰ πράγματα, ὁ Θεὸς ἐρεῖ· «Μεμίσηκα, ἀπῶσμαι τὰς
5ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.» Καὶ ἔτι ἐπιτείνων τὴν ἀπειλήν· «Θήσω, φησίν, τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους.»

3

.

35

Ἀπέστω δὲ τὰ ἀνιαρὰ ταῦτα τῆς τῶν πιστῶν συνόδου, ἵνα εἰς χαρὰν καὶ εὐφροσύνην κληθέντες ἀγαθὰς ἑορτὰς καὶ θείας πανηγύρεις ἐπιτελῶμεν, εἰρήνην βαθεῖαν καὶ σὺν αὐτῇ τὴν ἀλήθειαν ἀγαπῶντες. Ἔνθα γὰρ ἀταραξία λογισμῶν καὶ
5τεταγμένη κατάστασις ψυχῆς, τὸ τερπνὸν τῆς ἀληθείας καὶ τὸ κάλλος αὐτῆς ἐπιφαίνεται. Ὀπτάνεται δὲ ἡ ἀλήθεια μάλιστα ὅταν ἐκ τῆς ἀντακολουθήσεως τῶν ἀρετῶν γαλήνη ἀγάγῃ καὶ εἰρήνη πρυτανεύῃ, εὐφραινομένων καὶ ἱλαρίαν ἐχόντων τῶν τετυ‐ χηκότων τοσαύτης καὶ τοιαύτης εὐπαθείας.

3

.

36

Εἰκός τινα ἀπαιτήσειν πόθεν ἐστοχασάμεθα τὸν παρ’ Ἑβραίους ἕβδομον εἶναι μῆνα, οὗ ἡ τετρὰς καὶ αἱ ἄλλαι ἕως τῆς δεκάτης ἡμέρας νηστεῖαι προσετάγησαν εἶναι, ἢ ἐκ τοῦ γεγραμμένου ἐπὶ τέλει τοῦ εἰς ἐξέτασιν προκειμένου προφήτου
5Ζαχαρία· «Καὶ ἑορτάσατε ἑορτὴν σκηνοπηγίαν»· αὕτη γὰρ οὐκ ἐν ἄλλῳ ἢ τῷ εἰρημένῳ μηνὶ νομίμως ἐπιτελεῖται, ὥσπερ καὶ ἡ τῶν σαλπίγγων, καὶ ἡ νηστεία. Ὅτι γὰρ καὶ ἡ νουμη‐ νία τοῦ ἑβδόμου μηνὸς πανηγύρεώς ἐστιν ἑορτὴ σαφῶς ἀπὸ τοῦ Ψαλμοῦ ἔστιν μαθεῖν, τοῦ οὕτω ἔχοντος· «Σαλπίσατε ἐν νεο‐
10μηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.»

3

.

37

Zach. VIII, 20—22: Τάδε λέγει Κύριος παντοκρά‐ τωρ· Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ
5ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. Καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἰερουσαλήμ, καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου.

3

.

38

Ὡς πρὸς ῥητὸν προαναφωνεῖ ὁ προφήτης, λόγου Κυρίου παντοκράτορος γεναμένου πρὸς αὐτόν, τὴν ὑπάρξουσαν ἀποκα‐ τάστασιν ἱλαρὰν καὶ πανηγυρικὴν τῇ τῶν Ἑβραίων πληθύι καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας καὶ μητροπόλει τῇ Ἰερουσαλήμ.
5Προσέταττε Θεὸς διὰ Μωϋσέως παντὶ τῷ Ἰσραὴλ τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ ἑορτάζειν αὐτῷ ἐν ᾧ ἐξελέξατο τόπῳ, οὐχ ἑτέρῳ τῆς Ἰερουσαλὴμ ὄντι, ἐξ οὗ συνέβαινεν ἀπὸ πασῶν τῶν πόλεων καὶ κωμῶν τῆς Ἰουδαίας συντόνως σπεύδειν ἐν τῇ μητροπόλει, ἐν ᾗ αἱ ἁγιστεῖαι πᾶσαι καὶ ἑορτάσιμαι μυστικαὶ σπουδαὶ ἐπετε‐
10λοῦντο, ἅπερ πάντα τέλος ἔσχεν ἐν τῷ τῆς αἰχμαλωσίας καιρῷ, ἔξω τῆς θρεψαμένης ἐκριφέντων σχεδὸν τῶν Ἑβραίων πάντων.

3

.

39

Ταύτην τὴν οἰκτίστην καὶ ἀνιαρὰν κατάστασιν ὀλοφυρόμενος, ὁ τοῦ Θεοῦ προφήτης Ἰερεμίας ἐν τῇ βίβλῳ τῶν Θρήνων φησίν· «Ὁδοὶ Σιὼν πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζου‐
5σιν.» Πῶς γὰρ οὐκ ἐπένθουν αἱ ὁδοὶ τῆς Σιὼν στερηθεῖσαι τῶν
βαδιζόντων, οὐδενὸς σπεύδοντος ἔτι τὴν σπουδὴν ἔχειν ἐπὶ τὰ Ἱεροσόλυμα τοῦ ἑορτάσαι καὶ πανηγυρίσαι χάριν, καὶ τῶν πυλῶν ἠφανισμένων, κατασπασθεισῶν ὑπὸ τῶν κρατησάντων τυραννικῶς.

3

.

40

Ταύτῃ τῇ ἐρημίᾳ τῶν καλῶν ἀναγκαίως ἠκολούθησεν τοὺς ἱερέας στενάζειν, ὁρῶντας τὸν καιρὸν ἐν ᾧ ἔδει θεραπεύειν τὸν ἐκλεξάμενον Θεὸν πάσης ἱλαρᾶς προθυμίας ἔκτος ὄντα. Ταῦτα τὰ ἀηδῆ πεπαύσεσθαι ὅσον οὔπω προαναφωνῶν ὁ Ζαχα‐
5ρίας λέγει· «Ἔτι ἥξουσιν λαοὶ πολλοί», ἐπὶ τὴν Ἰερουσαλὴμ δηλονότι· ἑβδομηκοστὸν γὰρ ἔτος ἤδη ἐνειστήκει τῆς αἰχμαλω‐ σίας, ὡς παρ’ αὐτοῦ ἔγνωμεν εὐκτικῶς πρὸς τὸν Θεὸν λέγοντος· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας τοῦτο ἑβδομηκοστὸν ἔτος;»

3

.

41

Εὐθὺς ἐπινεύ‐ σαντος Κυρίου παντοκράτορος, πεφανέρωται τῷ εὐξαμένῳ ἡ εἰρηνικὴ ἀγωγὴ τῆς Ἰερουσαλήμ, ἔτι ὡς καὶ πρότερον ἐλεύ‐ σεσθαι λαοὺς πολλοὺς ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκρά‐
5τορος, ἀρχὴν λαμβάνοντος πάλιν τοῦ· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου», καὶ τοῦ· «Οὐκ ὀφθήσει ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός», προσφέ‐ ρων δηλαδὴ τὰ πρὸς τὴν ἱερουργίαν θύματα καὶ ἕτερα δῶρα καὶ τὰ πρὸς τὴν ἑορτάσιμον εὐωχίαν.

3

.

42

Τῆς οὕτω σπουδαζομένης ἱερᾶς συνελεύσεως τέλος κατάλληλον ὑπάρχει τὸ διὰ λιτῶν καὶ ἁγίων προσευχῶν ἐκζητεῖν ἐπιφάνειαν Κυρίου παντοκράτορος, ὀπτανομένου καὶ φανεροῦντος ἑαυτὸν νῷ διαυγεῖ καὶ ἁγιότητος μετέχοντι κατὰ τὸ ἐν μακα‐
5ρισμοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ταύτῃ τῇ νοήσει συμφώ‐
νως ὁ θεσπέσιος Παῦλος Ἑβραίοις ἐπιστέλλει «μεταδιώκειν εἰρήνην καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον», ἐπείπερ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ καὶ ἐπιφαίνεται
10τοῖς τηροῦσι τὰς ἐντολὰς αὐτοῦ.

3

.

43

Ἐν μὲν γὰρ τῇ Σαλο‐ μῶντος Σοφίᾳ φέρεται λέξις τοιαύτη· «Φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ἐκζητήσατε αὐτόν, ὅτι ἐγγίζει τοῖς μὴ πειράζουσιν αὐτὸν καὶ ἐμφανίζεται τοῖς μὴ
5ἀπιστοῦσιν αὐτῷ.» Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ οὕτω λέγει· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.»

3

.

44

Ἐπὶ τὸ οὕτως ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκρά‐ τορος ἤρχοντο οἱ πολλοὶ λαοὶ ἐν τῇ Ἰερουσαλήμ, οὐχ ἵνα Θεὸν εὕρωσιν ἐν τόπῳ καὶ ναῷ διατρίβοντα, ἀλλ’ ἵνα εὐχὰς εὐπροσδέκ‐ τους ἀναπέμψαντες, νόησιν εὐσεβῆ καὶ φρόνημα ὀρθὸν περὶ τοῦ
5ἐκζητουμένου καὶ ἐξευμενιζομένου Κυρίου παντοκράτορος σχῶσιν.

3

.

45

Ῥηθείη πρὸς ἀναγωγὴν ἕκαστον τῶν τοῦ προφήτου περὶ τῆς Ἐκκλησίας τῆς ἐνδόξου καὶ ἡγιασμένης ὑπὸ τοῦ παμβασι‐ λέως Σωτῆρος, δοξάσης ἐν τοῖς καιροῖς τῶν διωγμῶν πάσης ἱλαρᾶς καὶ εἰρηνικῆς καταστάσεως, ὅσον ἐπὶ τοῖς πορθήσασιν,
5γεγενῆσθαι ἐκτός, τὸ πολλοὺς λαοὺς πάλιν ἐλεύσεσθαι πρὸς αὐτὴν καὶ κατοικοῦντας πόλεις πολλάς, τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας, ὡς τοὺς ἁπανταχοῦ ἐν ταῖς προειρημέναις πόλεσιν κατοικοῦντας εὐσεβεῖ φρονήματι καὶ ἀνεπιλήμπτῳ βίῳ εἰς μίαν πόλιν ἐκ πλειόνων συνελεύσεσθαι, ἐπὶ τῷ ἐξευμενίσασθαι
10καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου καὶ ἐκζητῆσαι αὐτὸ δι’ εὐπροσδέκτων προσευχῶν καὶ ζητήσεων τῶν ὑπὲρ τοῦ ὀφθῆναι Θεόν.

3

.

46

Καὶ ἐπεὶ ἐράσμια καὶ πολυπόθητα τὰ προαναφωνηθέντα, καὶ αὐτὸς ὁ προφήτης λαβὼν ἔρωτα τῶν ἐλπιζομένων, συνελθεῖν ὠρέχθη τοῖς συνελθοῦσιν ἐπὶ τὸ αὐτὸ λαοῖς πολλοῖς καὶ κατοι‐ κοῦσιν ἐν πλείοσιν πόλεσιν· «Πορεύσομαι κἀγώ», φησίν.

3

.

47

Πιστοποιεῖται δὲ τὰ πλήθη ὡς ἐπὶ τὸ πλεῖστον ὡς προ‐ θύμως προσδοκᾶν τὰ προθεσπισθέντα, ὅταν ὁ προειπὼν προκα‐ τάρξηται σπεύδειν ἐπὶ τὰ προαναφωνηθέντα.

3

.

48

Δυνατὸν ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι τό· «Πο‐ ρεύσομαι κἀγώ»· αὐτοῦ γὰρ πορευομένου ἐφέπονται αὐτῷ οἱ πρὸς οὓς ἡ ἐπαγγελία, κατὰ τὸ λεχθέν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ
5εὐφρανθήσεται Ἰσραήλ», ὡς καὶ τὸν Πατέρα αὐτὸν φάσκειν· «Ἐγὼ ἤγειρα αὐτὸν βασιλέα· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.»

3

.

49

Τί δὲ ὑπάρξεται οἰκοδομηθείσης τῆς καλλιπόλεως καὶ ἐπιστραφέντος τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, ἢ τὸ ἁπανταχ[ό]‐ θεν ἥκειν λαοὺς πολλοὺς καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι τὸ πρόσωπον αὐτοῦ, ὅπερ
5ἐστὶν «εἰκὼν» αὐτοῦ, τυγχάνοντος «ἀοράτου Θεοῦ», καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», ὡς τὸν προσβαλόντα αὐτῷ νῷ καθαρῷ ὁρᾶν τὸν Πατέρα, τὸν ἀόρατον Θεὸν δηλονότι. «Ὁ γὰρ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα», τοῦ ἰδεῖν τὸν Υἱὸν πόθον ἐχόντων καὶ τῶν ἀγγέλων.

3

.

50

Εἴρηται ἐν Εὐαγγελίῳ ὡς οἱ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλη‐ σίᾳ «τὸ πρόσωπον διὰ παντὸς βλέπουσιν τοῦ ἐν τοῖς οὐρανοῖς Πατρός», ὅπερ θεάσασθαι γλιχόμενοι καὶ οἱ ἐν ἀνθρώποις ἅγιοί φασιν· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Πρὸς
5ταύτην τὴν αἴτησιν ἐπινεύσαντος τοῦ παρακληθέντος προαναφω‐ νοῦν τὸ ἅγιον Πνεῦμά φησιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.»

3

.

51

Τούτου τὸ πρόσωπον ἐκζητήσαντες καὶ εὑρόντες, ἐμφα‐ νίσαντος αὐτὸ τοῦ γεννήσαντος, ἀγαλλιώμεθα ἐξιλασκόμενοι, φανέντος αὐτοῦ ἡμῖν μετὰ αὐταρκῆ ζήτησιν αὐτοῦ.

3

.

52

Πῶς ἐκ πόλεων εἰς μίαν πόλιν τὴν ἄνω Ἰερουσαλὴμ συνέρχονται οἱ ἐξιλασκόμενοι τὸ πρόσωπον Κυρίου παντοκράτο‐ ρος καὶ ἐκζητοῦντες αὐτὸ ἐπιστατέον.

3

.

53

Καὶ ὅρα εἰ οἱ ἐν πλείοσιν προκοπαῖς τῶν ἀρετῶν καὶ γνώ‐ σεως τῆς ἀληθείας φθάσαντες πλειόνων πόλεών εἰσιν πολῖται, μεθ’ ἃς ἔτι διαβάντες εἰς τὴν ὡσανεὶ μητρόπολιν, τὴν τελειο‐ τάτην Θεοῦ γνῶσιν, ἐν τῇ ἐπουρανίῳ [πο]λιτε̣[ύ]ονται Ἰερου‐
5σαλήμ. Ἀποδράσης λύπης, ὀδύνης, στεν[αγ]μοῦ [ὡς] αἰώνιον διαδέξασθαι εὐφρ[ο]σύνην, ἔφη, μετὰ τ̣[ῶν] μυριάδων τῶν ἀγγέ‐ λων καὶ τῶν τῆς Ἐκκλησίας πρωτοτόκων ἑορταστέον, κατὰ τὴν ἀποστολικὴν γραφήν· «Προσεληλύθατ̣ε̣ γάρ, φησίν, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν
10ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμέ‐ νων ἐν οὐρανῷ.»

3

.

54

Zach. VIII, 23: Τάδε λέγει Κύριος παντοκράτωρ·
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέ‐ δου ἀνδρὸς Ἰουδαίου λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι
5ἀκηκόαμεν ὅτι Θεὸς μεθ’ ὑμῶν ἐστιν.

3

.

55

Ὑπογράφει τὸν καιρὸν ἡ προφητεία καθ’ ὃν ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντο‐ κράτορος καὶ ἐκζητῆσαι αὐτό, οὐχ ἕτερον ὄντα τῆς τοῦ Σωτῆρος εἰς ἀνθρώπους ἐπιδημίας, καθ’ ὃν ἐγεννήθη ἐκ τῆς παρθένου ὁ
5Ἐμμανουήλ, ἐν ἡμῖν τοῦ Θεοῦ λοιπὸν γεγενημένου· ἐν ταῖς ἡμέραις τοῦ ὀφθέντος ἐπὶ τῆς γῆς καὶ συναναστραφέντος τοῖς ἀνθρώποις, τῶν ἁπανταχοῦ ἀνθρώπων κλῆσις ἔσται ὡς ἐκκει‐ μένη δηλοῖ προφητεία ὧδε ἔχουσα· «Ἐν ταῖς ἡμέραις ὅταν δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν ἐπιλάβωνται τοῦ κρασ‐
10πέδου ἀνδρὸς Ἰουδαίου.»

3

.

56

Ὑπὲρ δὲ τοῦ νοῆσαι τὸ βούλημα τοῦ ἐκτεθέντος προ‐ φητικοῦ ῥητοῦ, πρῶτον σκοπητέον τίς ὁ εἷς ἀνὴρ Ἰουδαῖος κατ’ ἐξοχὴν ὀνομαζόμενος· οὐκ ἄλλος δ’ οἶμαι τυγχάνει οὗ σημαίνει ὁ Ἀπόστολος Ἑβραίοις γράφων· «Πρόδηλον ὅτι ἐξ
5Ἰούδ[α] ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», ἐπὶ τὸ ἡγεῖσθαι καὶ βασιλεύειν τῶν ἐν κρυπτῷ Ἰουδαίων, πνεύματι ἀλλ’ οὐ γράμ‐ ματι, περιτεμνομένων οὐ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν· περὶ γὰρ αὐτοῦ ἐκλαμβάνομεν τὸ ἐν ὕμνοις εἰρημένον ὑφ’ ἑκάστου διορατικοῦ· «Βασιλεύς μου Ἰούδα.»

3

.

57

Ἡ αὐτὴ νόησις ὑποβάλλεται καὶ ἐν τῇ ὑπὸ τοῦ Ἰακὼβ εἰρημένῃ εὐλογίᾳ ὧδε ἐχούσῃ· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου»· καὶ μεθ’ ἕτερα· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν
5μηρῶν αὐτοῦ, ἕως ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία
ἐθνῶν.» Οὐ γὰρ ἑνὸς ἔθνους, ἀλλὰ πάντων ὁμοῦ μακαρία προσδοκία τυγχάνει, πληρουμένης προφητείας περὶ κλήσεως πάντων ἀνθρώπων ὧδε ἐχούσης· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

3

.

58

Τούτου τοῦ ἀναστάντος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἀνατείλαν‐ τος ἐκ τοῦ Ἰούδα ἀληθινοῦ Ἰουδαίου ὄντος ἐπιλαβόμενοι τοῦ κρασπέδου τοῦ ἱματίου ἄνδρες δέκα ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν φασιν αὐτῷ ὡς ἡγουμένῳ καὶ στρατηγῷ, μᾶλλον δὲ
5ἀρχιερεῖ καὶ παμβασιλεῖ· «Πορευθῶμεν δὲ μετὰ σοῦ, διότι ἀκη‐ κόαμεν ὅτι ὁ Θεὸς ἐν ὑμῖν ἐστιν», φανερὸν δ’ ὅτι τοῖς κατὰ τὸ νοητὸν Ἰουδαίοις, τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τῷ Θεῷ, οὐκ ἐν Ἱεροσολύμοις ἢ τῷ Σαμαριτῶν ὄρει. Ὡς γὰρ οὐκ ἐν τόπῳ οἱ ἄγγελοι προσκυνοῦσιν τῷ Υἱῷ τοῦ Θεοῦ, περὶ οὗ
10τὸ ἅγιον Πνεῦμα λέγει· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ», οὕτως οὐδὲ οἱ ἐξ ἀνθρώπων προσκυνηταὶ τοῦ Θεοῦ ἐν τόπῳ τινὶ προσκυνοῦσιν, νοητῶς αὐτὸ ἐνεργοῦντες, «πνεύματι καὶ ἀληθείᾳ».

3

.

59

Τούτων προ[τ]εθεωρημένων, εἱρμὸς καλεῖ ἐκλαβεῖν πῶς ἀπὸ πασῶν τῶν [γ]λωσσῶν τῶν ἐθνῶν δέκα ἄνδρες ἐπιλήμψονται τοῦ κρασπέδου, τοῦτ’ ἔστιν τοῦ σώματος τοῦ πνευματικοῦ Ἰουδαίου.

3

.

60

Ὁ δέκα ἀριθμὸς μυστικῶς κατ’ ἀλληγορίαν καὶ ἐνταῦθα κεῖται, ὡς καὶ ἐν ἑτέροις θεοπνεύστοις λογίοις περὶ ὧν ἑξῆς ἐροῦμεν, πρῶτον εἰπόντες ὡς ἀδύνατόν ἐστιν ἐκ πάντων τῶν ἐθνῶν καὶ πασῶν τῶν γλωσσῶν αὐτῶν, μυρίων καὶ πολὺ ἀνθρώ‐
5πων ὄντων, μόνους δέκα ἄνδρας κατὰ πρόχειρον τοῦ ἀριθμοῦ λαμβανομένου ἠκολουθηκέναι τῷ Ἰησοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἀληθῶς Ἰουδαῖος ἀνατείλας ἐκ τοῦ Ἰούδα.

3

.

61

Μή ποτ’ οὖν πάντα τὰ πλήθη τὰ ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν προσελθόντα
τῷ εὐαγγελίῳ ἐπὶ τῷ κατ’ αὐτὸ πολιτεύεσθαι καὶ γνῶσιν ἔχειν τῆς ἁγίας Τριάδος μυστικῶς δέκα τυγχάνουσιν, παραπλησίως
5τῷ λεχθέντι παρὰ Μαθθαίῳ ὑπὸ Ἰησοῦ παραβολῆς τρόπῳ· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις», τῶν πιστευσάντων πάντων τυγχανόντων τῶν δέκα παρθένων νοή‐ σει τοιᾶδε.

3

.

62

Πᾶς ἄνθρωπος ζῷον ὢν πέντε αἰσθήσεις ἔχει, ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν· πρὸς ταύταις καὶ κατὰ τὴν διά‐ νοιαν τὰς ἴσας ἔχει· ὀφθαλμοὺς πεφωτισμένους, ἀκοήν, περὶ ἧς ὁ προφήτης εὐχαριστῶν τῷ μεγαλοδώρῳ φησίν· «Προσέθηκέν
5μοι ὠτίον τοῦ ἀκούειν.» Ἔστι δὲ συγγενὴς τῇ ἐν κρυπτῷ ὄψει καὶ ἀκοῇ ὄσφρησις, καθ’ ἣν ἀντιλαμβάνεσθαι προσήκει τῆς «Χριστοῦ εὐωδίας» καὶ πνοῆς τῶν πνευματικῶν αὐτοῦ μύρων.

3

.

63

Ἔστι δὲ καὶ γεῦσις καὶ ἁφὴ παρὰ τὰς κοινάς, καθ’ ἃς γεύ‐ σασθαι ἔστιν ὅτι Χριστὸς ὁ Κύριος, καὶ ἅψασθαι καὶ ψηλαφῆσαι τοῦ τῆς ζωῆς Λόγου. Πάντες οὖν ὅσοι ποτ’ ἂν ὦσιν οἱ τοῦ εὐαγγελίου μαθηταί, ὅταν ἀδιαφθόρους ἔχωσιν τὰς αἰσθήσεις,
5τάς τε ἔξω καὶ τὰς ἔνδον, δέκα παρθένοι τυγχάνουσιν ὑπὸ τοῦ Χριστοῦ βασιλευόμενοι· εἰ δέ ποτε ἐκ ῥαθυμίας ἀφέντες τινὲς τὰς τοῦ ἔσω ἀνθρώπου αἰσθήσεις κατὰ μόνας τὰς θνητὰς ἐνεργοῖεν, μωραὶ πέντε παρθένοι γενήσονται, μόνοις τοῖς αἰσθητοῖς ἐπανέ‐ χουσαι, ὡς καὶ τοῦ φωτὸς αὐτῶν οὐ τρεφομένου, ἐλαίου σβέσις
10καὶ ἐπίλειψις ἔσται.

3

.

64

Κατὰ τὸν εἰρημένον τρόπον ἐκ πασῶν γλωσσῶν καὶ ἐθνῶν ἄνδρες δέκα τυγχάνουσιν πορευόμενοι μετὰ τοῦ ἀληθινοῦ Ἰου‐ δαίου οἱ ἀμφότερα τὰ γένη τῶν αἰσθήσεων ἄχραντα καὶ ἀδιά‐ φθορα φυλάξαντες, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου· «Ἡ
5χάρις» καὶ εἰρήνη ἔσται «μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Χριστὸν ἐν ἀφθαρσίᾳ.»

3

.

65

Εἰκὸς τοὺς τοῦ γράμματος φίλους νομίσαι ἄνδρας δέκα εἶναι τοὺς εἰς ἔργα μεταβαλόντας τὴν δεκάλογον διακονηθεῖσαν ὑπὸ τοῦ μεγάλου ἱεροφάντου· ἀλλὰ καὶ χριστιανοὺς τοὺς τὸ ὄνομα τοῦ Ἰησοῦ ἔχοντας ἀρχόμενον ἀπὸ τοῦ δεκάτου στοιχείου καὶ
5παρ’ Ἕλλησιν καὶ Ἑβραίοις· οὐ μόνον γὰρ ἐν τοῖς ἑλληνικοῖς ἀλλὰ καὶ τοῖς Ἑβραίων στοιχείοις τὸ ι δέκατόν ἐστιν.

3

.

66

Ὅπως δὲ ἀβίαστος φανῇ ἡ ἐπιστημονικὴ θεωρία τῶν ἀριθμῶν καὶ κατὰ τὴν θεόπνευστον γραφήν, πολλὰ μὲν ἔστιν παραγαγεῖν· ἀρκεῖ δ’ ἐπὶ τοῦ παρόντος συγχρήσασθαι λέξεσιν Παύλου τοῦ ἀποστόλου καὶ Ἰωάννου τοῦ ἠγαπημένου ὑπὸ τοῦ
5Ἰησοῦ μαθητοῦ. Ὃ μὲν γὰρ Ῥωμαίοις γράφει τὸν Θεὸν εἰρη‐ κέναι· «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ», ὃ δὲ «ἕπεσθαι τῷ ἀρνίῳ», δηλαδὴ τῷ Σωτῆρι, «παρθένων ἑκατὸν τεσσεράκοντα τέσσαρας χιλιάδας, μετὰ γυναικῶν μὴ μεμολυσμένων».

3

.

67

Οὐ γὰρ δυνατὸν ταῦτα ἐπὶ ἱστορίας λαβεῖν· πῶς γάρ, τοσούτου πλήθους καταλιπόντος θεοσεβῶν ἀνδρῶν, ὁ μέγας προ‐ φήτης Ἠλίας ἠγνόει, ὡς φάναι· «Ἐγὼ ὑπολέλειμμαι μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν»; Πῶς δὲ καὶ
5τοσαύτας χιλιάδας παρθένων μάλιστα ἀνδρῶν ἐπὶ ῥητοῦ ἔστι
λαβεῖν, τότε μάλιστα ὅτε τὰ τῆς ἀναλήμψεως τοῦ Σωτῆρος οὐ πρὸ πολλοῦ ἐγεγόνει, ὡς τὸν Ἰωάννην ἀκμὴν ἐν ἀνθρώποις εἶναι;

3

.

68

Ἀλλὰ μὴν ἕκαστον τούτων ἀληθῶς γέγονεν οὐ πάντως τῶν ἀριθμῶν ἐπὶ αἰσθήσεως λαμβανομένων. Ἑπτάκις μὲν γὰρ χίλιοι ἄνδρες μὴ κάμψαντες γόνυ τῇ βάαλ τυγχάνουσιν οἱ μυστι‐ κῶς ὑποκείμενοι τῷ σαββατισμῷ τῷ ἀποκειμένῳ τῷ λαῷ τοῦ
5Θεοῦ, ἔχοντες οἰκειότητα πρὸς τὴν χιλιάδα καὶ τὴν ἀπ’ αὐτῆς συνισταμένην ἑβδομάδα. Πολλαχοῦ γὰρ ἔστιν ἰδεῖν τὸν χίλια ἀριθμὸν θεοπρεπῶς μνημονευόμενον, ὥσπερ καὶ ἐν τῷ περὶ Θεοῦ ἀπαγγελλομένῳ οὕτως· «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκην λόγου αὐτοῦ, οὗ ἐνετείλατο τῷ Ἀβραὰμ εἰς χιλίας γενεάς.»
10Κατ’ οὐδὲν γὰρ τῶν σημαινομένων χίλιαι ὑπάρξουσι γενεαὶ μέχρι τῆς τοῦ κόσμου συντελείας, ὡς ἐντελέστερον προηγουμένως ἐν ἄλλοις ἀποδέδεικται.

3

.

69

Ἐκ ταύτης οὖν τῆς μυστικῆς χιλιάδος ἑβδομὰς συνίστα‐ ται, καθ’ ἣν οἱ γνησίως θεοσεβοῦντες μόνον τὸν τῶν πάντων αἴτιον γονυπετοῦσιν.

3

.

70

Ἀλλὰ καὶ οἱ ἀκολουθήσαντες παρθένοι μετὰ γυναικὸς οὐ μεμολυμμένοι ὑπόκεινται τῷ ἑκατὸν τεσσαράκοντα τέσσαρες ἀριθμῷ τῶν χιλιάδων.

3

.

71

Ἔτι δὲ μάλιστα τὸ ἀπίθανον τῆς ἱστορίας φανεροῦται ἐκ τοῦ τεταγμένως ἀφ’ ἑκάστης φυλῆς τοῦ Ἰσραὴλ δώδεκα χιλιάδας παρθένων ἀνδρῶν συμπληροῦσθαι· τάχα οὐδὲ ἐκ πάσης τῆς ἀνθρω‐ πότητος τοσοῦτον ἀριθμὸν οἷόν τε συμπληροῦσθαι διὰ Χριστὸν
5ἀγαμούντων ἔτι τοῦ Ἰωάννου ἐπὶ γῆς διατρίβοντος.

3

.

72

Ἐπεὶ οὖν τὰ τῆς λέξεως ἀδυνάτως ἔχει, φαμὲν τοσαύ‐ τας εἶναι χιλιάδας τῶν ἀμολύντως καὶ ἀμώμως βιούντων διὰ τὴν ἀρετὴν τὴν προσοῦσαν τῷ ἀριθμῷ· ἔστι γὰρ τετράγωνος, οὗ πᾶσα πλευρὰ δωδεκάς ἐστιν χιλιάδων, πολλῆς καὶ τούτου τοῦ ἀριθμοῦ
5προνομίας οὔσης, ὡς τῷ ἀναλέξαντι ἀπὸ τῆς γραφῆς ἔσται δῆλον.

3

.

73

Σαφήνεια δὲ ἀναντίρρητος περὶ τούτων γέγονεν ἐν τοῖς ὑπομνήμασιν τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου καὶ τῆς πρὸς Ῥωμαίους Παύλου ἐπιστολῆς, ἅπερ ὁ ἀναγνοὺς ὄψεται τὰ περὶ τῶν ἀριθμῶν θεῖα θεωρήματα ἐπεσπαρμένα τῇ γραφῇ, τῇ τε πρὸ
5τῆς ἐπιδημίας τοῦ Σωτῆρος, αὕτη δ’ ἐστὶν ἡ καλουμένη παλαιὰ διαθήκη, καὶ τῇ μετὰ τὴν δεῦρο τοῦ Χριστοῦ ἄφιξιν, προσαγο‐ ρευομένῃ καινῇ.

3

.

74

Zach. IX, 1—2: Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰκ καὶ Δαμασκοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς.

3

.

75

[Οἱ] ἅγιοι ὑπηρέται ὄντες τοῦ θείου λόγου λαμβάνουσιν αὐτὸν Θεοῦ διδόντος, ὡς θεολημπτουμένους κατὰ τὸν ἐν Χριστῷ λαλοῦντα κηρύττειν τὴν τῶν ἐσομένων γνῶσιν· τούτῳ τῷ τρόπῳ ὁ Ἁμβακοὺμ κατεχόμενος λῆμμα θεῖον τεθέαται· γέγραπ‐
5ται γὰρ περὶ αὐτοῦ· «Λῆμμα Κυρίου εἶδεν Ἁμβακοὺμ ὁ προ‐ φήτης.» Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς οὕτω θεοφορίας λῆμμα λόγου Κυρίου ἀπήγγελται.

3

.

76

Τί δὲ τὸ λῆμμα τοῦ λόγου καὶ περὶ τίνων βούλεται λέγειν;

3

.

77

Ἐν τῇ γῇ, φησίν, τοῦ Σεδρὰκ καὶ Δαμασκοῦ καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις Δαμασκοῦ γίνεται, ἐφορῶντος Θεοῦ τοὺς ἀνθρώ‐ πους καὶ τὰς τοῦ Ἰσραὴλ φυλάς. Μακάριον δ’ ἐστὶν τὸ ὑπὸ Θεοῦ ὁρᾶσθαι, κατὰ τό· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους»,
5καὶ τὸν εὐχόμενον τούτου τυχεῖν φάσκοντα εὐκτικῶς· «Ἐπίβλε‐ ψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.»

3

.

78

Ἐπίστησον εἰ δύναται ἡ γῆ τοῦ Σεδρὰκ τὴν τοῦ παλαιοῦ λαοῦ δεικνύναι πληθύν, πεπιστευκότων εἰς τὸν Σωτῆρα λέγοντα· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁ δὲ Δαμασκὸς αἰνίτ‐
5τεται τοὺς ἀπὸ εἰδώλων κεκλημένους· πολλὴ γὰρ δεισιδαιμο‐ νία σπουδάζεται τοῖς Δαμασκηνοῖς.

3

.

79

Διὸ καὶ ἀπεναντίως ἔχοντες τοῖς εὑροῦσιν ἀνάπαυσιν ταῖς ψυχαῖς αὐτῶν ὑπὸ τοῦ Σωτῆρος πρᾴου καὶ ταπεινοῦ ὄντος τῇ καρδίᾳ, ὠμόθυμοι καὶ ἐξ‐ ηγριωμένοι, φονῶντες κατὰ τῶν πέλας εἰσίν. Διὸ «αἷμα πίνοντες»
5προσαγορεύονται Ἑλλήνων φωνῇ καὶ «αἷμα σάκκου», φόνου πλήρης τυγχάνοντες, ὡς εἶναι ἀνθρώπους ἐφορωμένους ὑπὸ Κυρίου παντοκράτορος, τοὺς ἀπὸ τῶν ἐθνῶν προσεληλυθότας τῇ πίστει, μεθ’ οὓς δεύτεροι τυγχάνουσιν οἱ ἀπὸ τῶν φυλῶν τοῦ Ἰσραήλ.

3

.

80

Πάντες οἱ μνημονευθέντες, πρὸ τῆς θείας κλήσεως ἄγριοι τυγχάνοντες, ἐν τοῖς ὁρίοις τῆς Δαμασκηνῶν γῆς ἐτύγχανον,
οὕσπερ ἔτι παιδίον ὢν Ἰησοῦς ἐπρονόμευσεν, λαβὼν «τὰ σκῦλα Σαμαρείας καὶ τὴν δ[ύ]ναμιν Δαμασκοῦ ἀπέναντι βασιλέως
5Ἀσσυρίων».

3

.

81

Ὅρα εἰ ταύτην τὴν νίκην τοῦ νηπίου τοῦ μήπω ἔχοντος ἡλικίαν «καλεῖν πατέρα ἢ μητέρα» αἰνίττεται ἡ κλῆσις τῶν ἀπὸ ἀνατολῆς μάγων ἐλθόντων ἀπὸ ἀνατολῶν ἐπὶ τὰ Ἱεροσό‐ λυμα προσκυνῆσαι τῷ τεχθέντι ἐκεῖ βασιλεῖ, ποδηγούμενοι ὑπὸ
5ἀστέρος φανέντος αὐτοῖς, ὡς διαγορεύει τὸ κατὰ Μαθθαῖον Εὐαγγέλιον.

3

.

82

Zach. IX, 2—4: Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. Καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθη‐ σαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. Διὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει
5εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλω‐ θήσεται.

3

.

83

Διὰ τῶν ἐκκειμένων ὀνομάτων ἡ πάντων τῶν ἐθνῶν κλῆ‐ σις σημαίνεται. Πάνυ γὰρ εἰδωλολάτραι τυγχάνουσιν Τύριοι καὶ Σιδώνιοι. Τὸ γὰρ λεγόμενον ἐν ἑνὶ τῶν Ψαλμῶν· «Προσκυνή‐ σουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις», τὴν κλῆσιν αἰνίττε‐
5ται τῶν «ἐλπίδα μὴ ἐχόντων, καὶ ἀθέων ἐν κόσμῳ» ἐθνῶν τὴν ἐπιστροφήν. Κατὰ τὴν αὐτὴν νόησιν ἐκλημπτέον καὶ τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἔχον οὕτω· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» Τότε γὰρ τότε γίνονται ἐν τῇ δεδοξασμένῃ
10Θεοῦ πόλει, ὅταν ἐπιστραφῶσιν ἀφ’ ἧς εἶχον ἀσεβείας καὶ δει‐ σιδαιμονίας οἵ τε ἀλλόφυλοι, Τύριοί τε καὶ λαὸς Αἰθιόπων, ἵνα μερὶς καὶ κλῆρος Θεοῦ χρηματίσωσι, ἀποπαθόντες τὴν ἀλλοφύ‐ λων πλάνην καὶ τὴν Τυρίων καὶ Αἰθιόπων εἰδωλολατρείαν.

3

.

84

Πειρατέον εἰς τὰ προκείμενα καὶ τὰ ἐν Εὐαγγελίῳ συμπαραλαβεῖν οὕτως ἔχοντα· «Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.» Τῶν γὰρ τερα‐
5στίων Ἰησοῦ δυνάμεων ἐπιτελεσθεισῶν, οὐ μετενόησαν οἱ τῆς Χοραζὶν καὶ Βηθσαϊδὰ πολῖται ὄντες Ἰουδαῖοι, μετεγνωκότων ἂν Τυρίων καὶ Σιδωνίων εἰ παρ’ αὐτοῖς ἐγεγόνεσαν· πλὴν εἰ καὶ τότε μὴ εἶδον τὰς παραδόξους Ἰησοῦ δυνάμεις, ἀλλ’ ὕστερόν ποτε θεασάμενοι αὐτάς, πιστεύσαντες τῷ ἐπιτελέσαντι ἐληλύθα‐
10σιν εἰς μετάνοιαν.

3

.

85

Τὴν ἐσομένην γοῦν αὐτῶν κλῆσιν δηλοῖ καὶ ἡ προκειμένη προφητεία οὕτως ἔχουσα· «Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα», ἀλαζονευομένη ὡς «οἰκοδομῆσαι ὀχυρώματα» ἃ ἔδο‐ ξεν εἶναι ἀκαθαίρετα· σοφιστικοὶ δὲ καὶ ἐριστικοὶ λόγοι τυγχάνουσι
5ταῦτα, ἐφ’ οἷς μέγα φρονοῦσα δυσάλωτος καὶ ἀήττητος ὑπελάμ‐ βανεν ὑπάρχειν. Περὶ τῶν τοιούτων φρουρίων σπουδαζομένων τοῖς ἑτεροδόξοις, ὡς καθαιρεθησομένων ὑπὸ τῶν ὑπὸ Θεῷ στρα‐ τευομένων, γράφει ὁ Ἀπόστολος· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρω‐
10μάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Οὐ γὰρ περὶ αἰσθητῶν ὀχυρω‐ μάτων συγκαθαιρουμένων λογισμοῖς, τοῦτ’ ἔστιν λόγοις ἐριστι‐ κοῖς, φησὶν ἡ ἀποστολικὴ λέξις.

3

.

86

Καὶ πρὸς τὴν Νινευή, μεταλαμβανομένην εἰς τὸ «ὡραϊσμένη», μέγα φρονοῦσαν ἐφ’ οἷς κατεσκεύασεν ἕρκεσιν καὶ φρουρίοις ἀκαταμαχήτοις, ὁ καθαι‐ ρέτης τῶν τοιούτων ἀπειλῶν φησιν· «Καὶ σὺ μεθυσθήσει καὶ
5ἔσει παρεωραμένη, καὶ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. Τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι, καὶ ἐὰν σαλευθῶσιν πεσοῦνται εἰς στόμα ἔσθοντος.»

3

.

87

Πῶς γὰρ οὐ παροραθείη ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἡ μεθυσθεῖσα ἀπὸ τοῦ τῆς ἀσωτίας οἴνου, ὃν ἀπαγορεύει καὶ τὴν πόσιν αὐτοῦ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος γράφων· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία»; Πῶς γὰρ οὐ τοιοῦτος ὁ
5τρυγώμενος ἀπὸ τῆς σοδομηνῆς ἀμπέλου καὶ τῆς τῶν Γομόρρων κληματίδος, ὃν θυμὸν δρακόντων καὶ ἰὸν ἀσπίδων ἀνίατον εἶναι ἡρμήνευσεν Μωϋσῆς φάσκων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι· ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν», καὶ μετ’ ὀλίγα· «Θυ‐ μὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ ἰὸς ἀσπίδων ἀνίατος»;

3

.

88

Τούτου τοῦ πόματος ἡ μεταλαβοῦσα εἰς μέθην παρορᾶται ὑπὸ τοῦ κηδεμόνος Θεοῦ, ὡς μηκέτι στάσιν εὑρίσκειν, ἀοράτων ἐχθρῶν ἐπικειμένων, πορθούντων πολεμίων ἰσχυρῶν δίκην. Τί δ’ ἕψεται τούτῳ τῷ κλόνῳ, ἢ τὰ ὀχυρώματα αὐτῆς, ἃ ἀσφαλῆ
5καὶ ἀσάλευτα ἡγεῖτο, εἰς τοσοῦτον ἀσθενήσειν ὡς δίκην συκῶν σκοποὺς ἐχουσῶν κινηθήσεσθαι, ἐφ’ ᾧ κλόνῳ εἰς στόμα ἔσθοντος τὸν καρπὸν αὐτῆς πεσεῖν.

3

.

89

Ἔχανεν γὰρ καὶ ἤνοιξεν τὸ στόμα ὁ ἀντικείμενος πολέμιος ὡς ἑτοίμως δέχεσθαι εἰς τὸ φαγεῖν τοὺς ἀποπίπτοντας ἀπὸ τῶν ὀχυρωμάτων, εὐσαλεύτων διὰ πολ[λ]ὴν ἀσθένειαν ἀποδειχθέντων ὑπὸ τοῦ τροπαιούχου παμ[β]α‐
5σιλέως, δεδωκότος ἐξουσίαν πατεῖν τὴν ἐναντίαν φάλαγγα, κατὰ
τὸ ἐν Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον τοῖς γνωρίμοις· «Ἔδωκα ὑμῖν ἐξουσίαν πατεῖν» πρὸς ἑτέροις καὶ «ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς ἀδικήσει», τοῦτ’ ἔστι βλάψει.

3

.

90

Ὅτι δὲ τὸ πεσεῖν εἰς στόμα ἔσθοντος τὸ ἡττηθῆναι σημαί‐ νει, ἐκ πολλῶν γραφῶν μαρτυρεῖται, καὶ μάλιστα ἐκ τοῦ· «Πρό‐ βατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερον τὰ ὀστᾶ αὐτοῦ
5βασιλεὺς Βαβυλῶνος.» Ὁμῶς δὲ εἰ καὶ ἴσχυσαν αἱ λέουσιν παραβαλλόμεναι δι’ ἀγριότητα ἀντικείμεναι δυνάμεις, ἀλλ’ ὑφέ‐ ξουσιν δίκην, ἐλευθερουμένου τοῦ καταποθέντος ὑπ’ αὐτῶν Ἰσραήλ, ἀλληγορικῶς προβάτου ῥηθέντος, ὡς τὸν προφήτην ἐπινικίως βοᾶν· «Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ, ἀρχὴ γενημάτων
10αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶν Κύριος.»

3

.

91

Ἐπικερτομεῖ κατὰ τῆς μεθυσθεί‐ σης καὶ παρεωραμένης ὁ λόγος, ἐπιφέρων· «Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, κατακράτησον τῶν ὀχυρωμάτων σου» ὧν ἥγου ἀκαταμαχήτων τυγχάνειν. Εἰ γὰρ καί ποτ’ ἐδόκει ἄλυτα
5τὰ σοφίσματα εἶναι καὶ ἀκαθαίρετοι οἱ ἐριστικοὶ λόγοι, ἀλλά γε φανείσης τῆς ἀληθείας καθαιρεθήσονται ὡς μηδαμῶς ἔτι ἐπαί‐ ρεσθαι κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.

3

.

92

Παραπλησίως ἐκλήμψει φρούρια καὶ ἕρκη δῆθεν ἀκαθαί‐ ρετα οἰκοδομῆσθαι ὑπὸ τῶν συναγορευόντων τῇ εἰδωλολατρείᾳ καὶ πολυθέῳ πλάνῃ· οὗτοι δὲ ἀλληγορίας τρόπ[ῳ] Τύριοι ὀνο‐ μάζονται, μεταλαμβανόμενοι Ἑλλήνων φ[ω]νῇ εἰς «συνοχὴν»
5καὶ «συνέχοντας».

3

.

93

Καὶ ἐπεὶ πάντες οἱ κακοὶ παρ’ ἑαυτούς εἰσι τοιοῦτοι, οὐδενὸς μοχθηροῦ κατ’ οὐσίαν ὄντος φαύλου, γίνεται Θεοῦ κλη‐
ρονομία καὶ ἡ Τύρος μετὰ πάντων τῶν περὶ ὧν εἴρηται ὑπὸ τοῦ Πατρὸς τῷ Σωτῆρι· «Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν
5κληρονομίαν σου.» Πάντων τῶν κληρονομουμένων ἐθνῶν οὖσα καὶ ἡ Τύρος, ὑποταγήσεται ὡς λοιπὸν μετανοῆσαι θεασαμένην τὰς Ἰησοῦ τεραστίους δυνάμεις.

3

.

94

Εἰ γὰρ πρότερον ἠλαζο‐ νεύετο οἰκοδομοῦσα ὀχυρώματα, θησαυρίζουσά τε ἀργύριον ὡς χοῦν, καὶ συνάγουσα χρυσίον ὡς πηλὸν ὁδῶν, κατεσπάσθη ἡ δύναμις αὐτῆς εἰς τὴν τοῦ βίου τῶν ἀνθρώπων ζάλην, θάλασσαν
5ἀλληγορικῶς ὀνομαζομένην, οὐκ ὠφελησάντων αὐτὴν τοῦ θησαυ‐ ρισθέντος ἀργυρίου, διὰ πλῆθος ἢ τὸ εὐτελὲς τῷ χνῷ τῆς γῆς παραβαλλομένου, οὐδὲ τοῦ συναχθέντος χρυσίου πηλοῦ ὁδῶν δίκην συμβαλλομένου πρὸς ἀσφάλειαν αὐτῆς· κἂν γὰρ μυρία σοφιστεύωσιν καὶ περινοῶσιν οἱ τῆς ἀσεβείας συνήγοροι, ἀπωλείᾳ
10παραδοθήσεται τὰ σπουδαζόμενα.

3

.

95

Πῶς γὰρ οὐ χῷ παραβληθήσεται ὁ πλοῦτος τῶν ἐμμα‐ νέντων κατὰ τῆς ἀληθείας, «τῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ φερόν‐ των», ὡσαύτως εὐτελιζομένου καὶ τοῦ χρυσίου οὗ συνηγίοχαν παραπλησίως πηλῷ ὁδῶν; Οἱ γὰρ ὁδεύοντες τὰς δυσσεβεῖς διδασ‐
5καλίας πηλὸν πατοῦσιν, ὡς ὀλίσθους μυρίους ὑφίστασθαι. Ὅμως κἂν ἐπὶ πολὺ ἀντιτείνουσα ἡ Τύρος ἀντικειμένως ὁδεύῃ, πειρα‐ θήσεται πυρὸς κολαστικοῦ, μεθ’ ὃ κἀκείνου περὶ οὗ ὁ Σωτὴρ εἶπεν· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, εἴθε ἤδη ἀνήφθη», ἵνα καταναλωθῇ ὑπ’ αὐτοῦ πᾶν βλάστημα βλαβερὸν ὃ ἄκανθα καὶ
10τρίβολος καὶ ζιζάνιον ὑπάρχει.

3

.

96

Πρὸς καλοῦ γὰρ τῇ Τύρῳ ἔσται πειραθῆναι τοῦ οὕτω ὑπὸ πυρὸς ἀναλωθῆναι, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Πᾶς πυρὶ ἁλισθήσεται.» Ἐπωφελὲς δὲ
καὶ τὸ πᾶσαν τὴν δύναμιν αὐτῆς καταχθῆναι εἰς τὴν θάλασσαν,
5ἐν ᾗ καὶ τὸ θησαυρισθὲν ἀργύριον ὡς χοῦς, καὶ τὸ συναχθὲν χρυσίον ὁμοιούμενον πηλῷ ὁδῶν τυγχάνουσιν.

3

.

97

Κατασπασθείσης εἰς τὴν θάλασσαν τῆς ὑπεραύχου δυνά‐ μεως αὐτῆς, καὶ αὐτῆς ὑπὸ πυρὸς καταναλωθείσης, τὸ ὑπολει‐ πόμενον πρῶτον ὑποκείμενον ὑπὸ τοῦ Κυρίου κληρονομηθήσεται, ὂν αὐτοῦ ποίημα· οὕτω γὰρ καὶ τὰ ἔθνη πάντα κληρονομία
5αὐτοῦ γενήσεται, ἀποστραφέντα πᾶσαν δεισιδαιμονίαν καὶ πολύ‐ θεον πλάνην.

3

.

98

Πάντα τὰ εἰρημένα περὶ τῆς Τύρου ἐκλαμβανέσθω καὶ περὶ τῆς Σιδῶνος· ὡς γὰρ κακία καὶ ἀσέβεια ἡ αὐτή, καὶ μετά‐ νοια καὶ ἐπιστροφὴ πρὸς τὸν Θεὸν ἡ αὐτή. Πολλὴν ἐγγύτητα ἡ Σιδὼν πρὸς τὴν Τύρον ἔχει κατὰ τὸ εἴδωλα θεραπεύειν.

3

.

99

Zach. IX, 5—8: Ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρών, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. Καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ. Καὶ κατοικήσουσιν ἀλλογε‐
5νεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων. Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ καὶ Ἀκκαρὼν ὡς Ἰεβουσαῖος. Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ
10μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς
μου.

3

.

100

Τὰ συμβάντα σκυθρωπὰ τοῖς Τυρίοις θεασαμένη ἡ Ἀσκαλὼν φόβον ἔσχεν, δεδιττομένη μή ποτε τοῖς αὐτοῖς ὑπο‐ πέσῃ, καὶ Γάζα σφόδρα ὀδύνην ἔσχεν, ἀλλὰ καὶ ἡ Ἀκκαρὼν αἰσχύνην ὑπέμεινεν, διαπεσούσης τῆς ἐλπίδος αὐτῆς.

3

.

101

Τί δὲ τὸ αἴτιον τοῦ σφόδρα τὴν Γάζαν ὠδυνῆσθαι, ἢ τὸ τὸν βασιλέα αὐτῆς ἀπολέσθαι, καὶ τοῦ πεφοβῆσθαι τὴν Ἀσκα‐ λῶνα, ἢ τὸ τοὺς κατοικοῦντας αὐτὴν ἀνιαρὰ ὑπομεμενηκέναι; Παραπλησίως ἐκδέξει καὶ περὶ τῆς Ἀκκαρὼ καὶ Ἀζώτου καὶ
5ἁπαξαπλῶς τῶν ἀλλοφύλων.

3

.

102

Οὕτως τῶν πρὸς τὸ ῥητὸν ἐχόντων, θεωρητέον τὰ πρὸς ἀνηγμένην ἀπόδοσιν. Ἡ Ἀσκαλών, ἐσταθμισμένη τις οὖσα διὰ τὸ τίμιον καὶ εὖ τεθεμελιῶσθαι, νοῦν σκοπητικὸν ἀναλαβοῦσα, ὄψεται, οὐ τυφλώττουσα ἔτι ἐκ χειρίστης ἡδονῆς καὶ τῶν ἄλλων
5παθῶν, ὡς εὐλάβειαν ἀναλαβεῖν, ὡς ἀριθμηθῆναι τοῖς ταύτην τὴν ἀρετὴν κεκτημένοις, περὶ ὧν τὸ παροιμιῶδες θέσπισμα περὶ τῆς σοφίας φησὶν καὶ τοῦ πατρὸς αὐτῆς· «Ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.» Εἰς ταύτην τὴν ἐπαινετὴν κατάστασιν ἰέναι προτρέπων πάντας ἀνθρώπους ὁ ἐκκείμενος προφήτης, μᾶλλον
10δ’ ὁ ἐν αὐτῷ λόγος, προτρέπει, φάσκων· «Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» παντοκράτορος.

3

.

103

Ἐπείδη δὲ μὴ μόνα σκυθρωπὰ συμβεβηκέναι τῷ Τύρῳ, ἀλλὰ καὶ τὴν ἐπὶ τὰ βελτίω ἀλλοίωσιν προαποδέ̣δωκεν ἡ ἐκκει‐
μένη προφητεία, ταῦτα θεασαμένη ἡ Ἀσκαλὼν εὐλάβειαν τελείαν ἔσχεν τὴν παρισταμένην ἐκ τοῦ· «Φόβος Κυρίου πάντα ὑπερέ‐
5βαλεν», καὶ τοῦ· «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις τὸν Κύριον», πληρωθεῖσιν πάντων ὠφελίμων, «οὐκ ἐλαττουμένων παντὸς ἀγαθοῦ τῶν ἐκζητούντων τὸν Κύριον».

3

.

104

Ἑπομένως τῇ Ἀσκαλῶνι, φοβηθείσῃ ἐκ τοῦ διορατικῶς ἐπιβεβληκέναι τῇ ἐπαινετῇ ἀλλοιώσει τῆς Τύρου, καὶ ἡ Γάζα σφοδρῶς ὀδυνηθήσεται, ὡσαύτως τῷ διὰ μετάνοιαν ὀλοφυρομένῳ λέγοντι· «Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυ‐
5σίν μου τὴν στρωμνήν μου βρέξω.» Πότε δὲ ὑπάρξεται ἡ ὀδυνηρὰ κατάστασις τῇ Γάζῃ, ἢ ὅταν γνοῦσα ἑαυτὴν γνῷ τὴν προσοῦσαν, τὴν σύμφυτον ἰσχὺν αὐτῆς, τὴν ἐκ θείου λόγου φυσι‐ κῶς αὐτῇ δεδομένην.

3

.

105

Τοσούτων οἰκονομηθέντων τῇ σφοδρῶς ὀδυνωμένῃ Γάζῃ, καὶ ἡ Ἀκκαρώ, στείρωσίς τις οὖσα, οὕτω γὰρ ἑρμηνεύεται, αἰσχύνην ὀφλήσει διαπετούσης τῆς ἐλπίδος αὐτῆς. Καὶ ἐπεὶ διτ‐ τῶς παιδοποιΐα νοεῖται κατ’ ἀναγωγήν, ἣ μέν τις γινομένη ἀπὸ
5τῶν δυναμένων εἰπεῖν πρὸς τὸν Θεόν· «Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν.» Ἐπαινετὴ δὲ αὕτη σπορέα ἔχουσα τὸν νυμφίον Λόγον, ψεκτῆς οὔσης τῆς ἀπὸ μοιχῶν συνισταμένης. Περὶ τῆ[ς] τοιαύτης γοῦν γονῆς λέγεται καὶ τῆς μητρὸς αὐτῆς ὑπὸ τοῦ δεσπότου τῶν ὅλων· «Τὰ τέκνα
10αὐτῆς οὐκ ἐλεήσω διότι τέκνα πορνείας ἐστίν· ἐπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.»

3

.

106

Διχῶς διαιρεθείσης τῆς τέκνων διαδοχῆς, μακάριον ὑπάρχει στείρωσιν ὑπομεῖναι τὴν ὀλεθρίως τίκτουσαν ἀπὸ τῶν
ἀοράτων πονηρῶν ἐραστῶν· πρὸς ἀγαθοῦ γὰρ γίνεται ἡ στέρησις αὕτη, ἀρχὴν λαμβανούσης τῆς ἐκ Θεοῦ σπορᾶς, ἐξ ἧς σωτηριω‐
5δῶν ἔσται γενημάτων γενεά, ὡς λοιπὸν τὴν εὐεργετηθεῖσαν νύμφην κατοικίζεσθαι πολύπαιδα γεγενημένην ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς περὶ οὗ ἐν Ψαλμοῖς εἴρηται οὕτως· «Τῷ κατοικίζοντι στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένην»· καὶ ἐν ἄλλῃ γραφῇ μετὰ στείρωσιν εὐπαιδία καὶ πολυπαιδία φέρεται· «Στεῖρα
10ἔτεκεν ἑπτά.» Περὶ ταύτης, μᾶλλον δὲ πρὸς αὐτὴν ὁ προφή‐ της Ἠσαΐας βοᾷ· «Ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.»

3

.

107

Αἰνίττονται δὲ μάλιστα αἱ παραληφθεῖσαι γραφαὶ τὰς δύο κλήσεις, τήν τε ἐκ τῆς περιτομῆς καὶ τὴν ἀπὸ ἐθνῶν. Ἡ μὲν γὰρ ἄνδρα τὸν νόμον εἶχεν, ἐξ αὐτοῦ τεκνοῦσα· ἡ δὲ στεῖρα καὶ παίδων ἔρημος ἐτύγχανεν, ὅτε, ἄθεος οὖσα, ἐν τῷ κόσμῳ
5ἐλπίδα οὐδ’ ὅλως εἶχεν, κατὰ τὰ Παύλῳ γραφέντα περὶ τῶν εἰδωλολατρῶν. Τούτων ὧδε ἐχόντων, ἐπιδημήσαντος τοῦ ἀληθι‐ νοῦ νυμφίου, ἡ μὲν στεῖρα ἐξ αὐτοῦ μήτηρ γέγονεν θείων γενη‐ μάτων, ἑπτὰ ὠνομασμένων διὰ προσοῦσαν ἀφθαρσίαν τε καὶ ἁγνείαν, ταύτας τὰς ἀρετὰς ἐχούσης τῆς μυστικῆς ἑβδομάδος,
10ὅμως τῆς στείρας ἑπτὰ τεκούσης, κατοικισθείσης τε ὑπὸ τοῦ
ἀνδρὸς εὐφραινομένων τέκνων μητρός.

3

.

108

«Ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν», πολλῶν τῶν τέκνων αὐτῆς γεγενημένων οὐ τοσοῦτον ἀριθμῷ ὅσον χυδαιότητι. Δηλοῦται γὰρ καὶ τοῦτο ἐκ τῆς λέξεως καθὼς ἐν τῷ Εὐαγγελίῳ πολλοὶ εἶναι λέγονται οἱ τὴν εὐρύχωρον ὁδὸν ὁδεύοντες, τέλος
5ἔχουσαν ἀπώλειαν. Τούτῳ τῷ τρόπῳ [κ]αὶ οἱ τοῦ Ἰσραὴλ υἱοὶ ὑπὸ τοῦ τυράννου τῆς νοητῆς Α[ἰγ]ύπτου ἀρχόμενοι, πολλοὶ καὶ «χυδαῖοι σφόδρα» γ[εγ]ένηνται.

3

.

109

Τῶν οὕτω λεγομένων πολλῶν ἀφορίζω[ν] ἑαυτὸν ὁ Ἀπόστολος καὶ τοὺς τὴν αὐτὴν αὐτῷ δι[α]κονίαν πεπιστευμένους, γράφει· «Οὐκ ἐσμὲν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Κυρίου.» Ταύτῃ τῇ θεωρίᾳ συνᾴδει καὶ τὸ ἐν ὕμν̣[ῳ] ἀπαγ‐
5γελλόμενον ὑπὸ τοῦ ψαλμῳδοῦ· «Πολλοὶ ἐ[ροῦ]σιν τῇ ψυχῇ μου», καὶ ἔτι· «Πολλοὶ ἐπανίστανται ἐπ’ [ἐμέ].»

3

.

110

Τῆς τῶν ἐκ περιτομῆς συναγωγῆς ἀσθενησ[ά]σης διὰ τὴν χυδαιότητα τῶν τέκνων, καίπερ ἐχούσης ἄνδρα τὸν νόμον, ἡ ἀπὸ τῶν ἐθνῶν κληθεῖσα μήτηρ γέγονεν, καίπερ οὖσα στεῖρα πρότερον, τῶν σαφηνισθέντων ἑπτὰ τέκνων «ἀναγεννηθέντων οὐκ
5ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», ὡς λοιπὸν πλῆθος εἶναι τέκνων τῆς ἐρήμου μᾶλλον ἢ τῆς συμβιούσης νόμῳ, ἀνδρὶ κατ’ ἀλληγορίαν καλουμένῳ.

3

.

111

Διαφόρων τέκνων καὶ γονῆς αὐτῶν φανείσης κατὰ τὴν θείαν παίδευσιν, πρὸς ἀγαθοῦ ἔσται στειρωθῆναι τὴν ἑτοίμως ἔχουσαν ψυχὴν πρὸς τὸ τίκτειν ἀπωλείας τέκνα, ὀλεθρίου καὶ
ἐπιβλαβοῦς ὄντος τοῦ στειρωθῆναι τὴν εὐσύλληπτον ἀπὸ τῶν
5σπερμάτων τοῦ Θεοῦ λόγου. Διὸ τὴν τοιαύτην στείρωσιν ἀπεύ‐ χεσθαι προσήκει, ἵνα ἀστείων καὶ ἀγαθῶν τέκνων ὑπαρχθῇ γενεά.

3

.

112

Ταῦτα τεθεώρηται εἰς τὴν ἑρμηνείαν τῆς Ἀκκαρὼ εἰς στείρωσιν μεταλαμβανομένης, στειρωθείσης αὐτῆς ὡς ἀποβαλεῖν τὴν ἐλπίδα καὶ προσδοκίαν τὴν ἐπὶ πλήθει ἀχρήστων τέκνων.

3

.

113

Τούτων ὑπαρξάντων τῇ Ἀκκαρώ, διαπεσούσης τῆς προσδοκίας αὐτῆς, «ὁ βασιλεὺς ἀπώλετο τῆς Γά[ζ]ης». Τίς δ’ αὕτη τυγχάνει εἴρηται ἐν τοῖς πρότερον. Βασιλεὺς δ’ αὐτῆς ὑπάρχει ὁ ἡγούμενος αὐτὴν [θυ]μὸς ἤτοι λόγος. Καὶ εἰ μὲν ὁ
5ἄρχων πρὸ τῆς κρείτ[το]νος ἀγωγῆς καὶ πολιτείας, ἡδίστη ἡ ἀπώλεια τούτου· εἰ δὲ ὁ μετὰ τὴν βελτίωσιν καὶ τὴν ἐπὶ τὸ κα

3

.

122

τὰς σάρκας τοῦ δράκοντος, ἀλλὰ καὶ «οἱ δάκνοντες καὶ κατεσθίοντες ἀλλήλους» «βδελύγματα ἔχουσιν ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ αἷμα ἐν τῷ στόματι» τῷ ἰδίῳ· ἅπερ ἐὰν ἐξαρθῇ, ὑπολε[ί]πονται τῷ Κυρίῳ οἱ τῆς φονικῆς ὕβρεως ἠλευ‐
5θερωμένοι· ἀναιρεθείσης γὰρ πάσης κακίας ἐπισυμβάσης τοῖς ἀνθρώποις, ὑπολείπεται τὸ κατ’ ε[ἰ]κόνα καὶ ὁμοίωσιν καθ’ ὃ ἐκ Θεοῦ ἐδημιουργήθησαν.

3

.

123

Ἐπε[ὶ] γὰρ «ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνιείς», εἰς κτηνώδη ἔπεσεν τρόπον, «ὡς παραβληθῆναι
τοῖς κτήνεσι τοῖς ἀνοήτοις», ἀφαιρεθείσης τῆς κτηνωδίας καὶ τῆς θηριώδους καταστάσεως, «ὑπολείπεται τῷ Θεῷ ἡμῶν» ἡ
5τιμή, τοῦ λογικοῦ ἀναδεικνυμένου τοῦ γενομένου ἀνθρώπου εὐθοῦς, ἐξαιρομένων τῶν σκολιῶν πολλῶν λογισμῶν τοῦ γὰρ Θεοῦ τὸν ἄνθρωπον εὐθῆ πεποιηκότος, αὐτοὶ ἐξεζήτησαν λογισ‐ μοὺς ματαίους, ὑπάρχοντας πολλοὺς διὰ χυδαιότητα.

3

.

124

Αὐτίκα γοῦν ἐν τῇ προκειμένῃ προφητικῇ λέξει, ἀναιρε‐ θέντων τῶν ἐπισυμβάντων, καθ’ ἃ Ἀσκαλωνῖται καὶ τῆς Γάζης πολῖται καὶ τῆς Ἀκκαρὼ οἰκήτορες ἐγεγόνεισαν, οἱ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ δημιουργηθέντες ὑπολειφθήσονται καὶ αὐτοὶ
5τῷ Θεῷ ἡμῶν γνησίως ἐξομολογούμενοι, ὡς «χιλιάρχους» χρηματίσαι τοῦ Ἰούδα· εἰς ἐξομολογούμενον γὰρ ὁ Ἰούδας μετα‐ λαμβάνετα[ι]. Ἕκαστος δὲ ἀρχοντικῇ προαιρέσει ἀνθομολογού‐ με[νος] χιλίαρχός ἐστιν.

3

.

125

Ἀλλὰ καὶ ὁ Ἀκκαρὼ κατὰ τὸν Ἰεβουσα̣ῖ̣ον ἔσται, μετα‐ λαμβανόμενον εἰς πάτημα.

3

.

126

Τούτων συμβεβηκότων, οἰκοδομεῖ τοῖς εὐεργετηθεῖσιν Θεὸς ἀνάστεμα, φρούριον ὕψος ἔχον, ἵν’ ἔνδον μένοντες ἑστη‐ κότες βεβαίως, μὴ διαπορεύωνται ἔτι ὧδε κἀκεῖσε φερόμενοι ἀτάκτως, ἀλλ’ οὐδ’ ἀνακάμπτοντες ἔτι ἐφ’ ἃ καταλελοίπασιν
5ἁμαρτήματα, «ἐπιλανθανόμενοι αὐτῶν, τοῖς ἔμπροσθεν ἐπεκτει‐ νόμενοι», ἐπὶ τῷ φθάσαι «εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον». Τούτων ἀνυσθέντων τῶν κατορθωμάτων, μᾶλλον δὲ τῶν Θεοῦ δωρημάτων, οὐκέθ’ ὑπάρχει πολέμιος ἐξελαύνων, πάντων τῶν ἀγρίως ἐπικειμένων καταλυθέντων.

3

.

127

Ἐπεδίωκέν ποτε τὸν Θεοῦ λαὸν ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος, ὡς θρασέως καὶ ἀλαζονικῶς λέγειν· «Διώ‐ ξας καταλήμψομαι, διαμεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ
τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου», καὶ ἔτι ταῦτα ἀλα‐
5ζονικῶς λέγων, ὑποβρύχιος γέγονεν, πάντων αὐτῷ τῶν ὑπερη‐ φάνων λόγων ἀνατραπέντων, ὡς μηκέτ’ αὐτὸν ἐξελαύνοντα εἶναι.

3

.

128

Τοῦτ’ αὐτὸ τὸ δρᾶμα καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπέμεινεν· μυρία γὰρ ὅσα θρασέως ἀπειλήσας, παραχρῆμα ἀνῃρέθη, καὶ πολὺ αὐτοῦ στρατόπεδον ἐν ῥοπῇ μιᾶς ὥρας ὑπὸ ἑνὸς ἀγγέλου ἐστρώθη, ὡς ἡ γραφὴ διαγορεύει φάσκουσα ἕνα
5ἄγγελον «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἀνῃρηκέναι, ὡς μηκέτι σθένειν ἐξελαύνειν τὸν τοῦ Θεοῦ λαόν.

3

.

129

Λέγει γοῦν ὁ εὐεργέτης καὶ πάσης μακαρίου σωτηρίας αἴτιος· «Διὰ τοῦτο μηκέτ’ εἶναι ἐξελαύνοντα νῦν, ὅτι ἑώρακα τοῖς ὀφθαλμοῖς μου», ταῖς ἐποπτικαῖς δηλονότι δυνάμεσιν, περὶ ὧν ὁ Ἀπόστολος γράφει οὕτως· «Πάντα γυμνὰ καὶ τετρα‐
5χηλισμένα τοῖς ὀφθαλμοῖς τοῦ Θεοῦ» καὶ τῷ λόγῳ αὐτοῦ. Ῥητέον δευτέρως ὁρῶντας Θεοῦ ὀφθαλμοὺς εἶναι τοὺς ἐπιστα‐ τοῦντας τῶν ἀνθρώπων πραγμάτων ἐφόρους ἀγγέλους, περὶ ὧν ὁ ὑμνῳδός φησιν· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ε[ἰ]ς τὰ ἔθνη ἐπιβλέπου‐ σιν.»

3

.

130

Οὐκ ἀπεικὸς δὲ καὶ τοὺς θεωρητικοὺς ἄνδρας, ὧν ὁράσεις θεῖαι ἀνεγράφησαν, ὀφθαλμοὺς Θεοῦ φάναι· πάσης γὰρ τῆς Ἐκκλησίας τῶν σῳζομένων σώματος Χριστοῦ τυγχανούσης, οἱ διορατικοὶ ὀφθαλμοὶ ὑπάρχουσιν, ὡς ἡ ἀποστολικὴ φανεροῖ
5λέξις. Ὁρώντων τοιγαροῦν τῶν κατὰ πάσας τὰς ἀποδόσεις τοῦ ῥητοῦ ἡρμηνευμένων ὀφθαλμῶν τοὺς ἐπισκοπουμένους ἐκποδὼν οἰχήσεται πᾶς ἐξελαύνων.

3

.

131

Ἀποδοθείη δὲ εἰς τὴν προφητείαν καὶ τόδε· ἐπεὶ ἑωρά‐ κασιν οἱ ὀφθαλμοὶ τὸν Σωτῆρα ἐλευσόμενον ἐπ’ εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν ὅλων, πᾶς ἐξελαύνων κατελύθη, «δοθείσης ἐξουσίας πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ πάσης τῆς δυνάμεως τοῦ
5Σατανᾶ». Ἑξῆς γὰρ τοῖς προκειμένοις ὁ τροπαιοῦχος Σωτὴρ ἐλευσόμενος παρίσταται οὕτως· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ», καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ, ἃ ἐκθετέον κατὰ λέξιν οὕτως ἔχοντα.

3

.

132

Zach. IX, 9—10: Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδ[ο]ὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων. Αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολεθρεύσει ἅρματα ἐξ
5Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν. Καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.

3

.

133

Τ̣[ὴν] ἐκκειμένην προφητείαν πεπληρῶσθαί φασιν οἱ εὐαγγελισταὶ ὑπὸ τοῦ Ἰησοῦ ἐπιβεβηκότος ὄνου καὶ πώλου λυθέντων καὶ ἐνεχθέντων ἐκ τῆς κατέναντι κώμης, ἅπερ φανερω‐ θείη Θεοῦ παρέχοντος τοῖς σαφηνίζουσιν τὰ Εὐαγγέλια, περὶ ὧν
5καὶ ἡμεῖς ὡς οἷόν τε ἦν εἰρήκαμεν ἐν τοῖς ὑπομνήμασιν τοῦ κατὰ Μαθθαῖον. Διὸ νῦν πρὸς ἐκείνοις καὶ τὰ τοῦ προφήτου
θεωρητέον.

3

.

134

Προστάττει τῇ θυγατρὶ Σιὼν συντόνως καὶ σφοδρῶς χαίρειν, καὶ τῇ τῆς Ἰερουσαλὴμ θυγατρὶ κηρύττειν ἐπὶ τῷ τὸν βασιλέα Σωτῆρα ἔρχεσθαι δίκαιον καὶ σῴζοντα, πραΰν τε καὶ ἐπιβεβηκότα ἐπὶ ὑποζυγίου καὶ νέου πώλου, ἵν’ ἐξολεθρευθῇ
5ἅρματα ἐκ τοῦ Ἐφράιμ καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος, καὶ προσέτι πολεμικὸν τόξον, πλῆθός τε ἐθνῶν καὶ εἰρήνη. Τούτων δὲ κατορθωθέντων κατάρξει ὁ ἐλευσόμενος ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς ἐχόντων γῆς.

3

.

135

Τί δ’ ἕκαστον τούτων βούλεται ἀκόλουθον εἰπεῖν.

3

.

136

Θυγάτηρ τῆς Σιών ἐστιν ἡ σκοπευτικὴ τῶν καλῶν ψυχή, σκοποῦσα τὰ μὴ βλεπόμενα ὄντα αἰώνια· σκοπευτήριον γὰρ ἑρμηνεύεται ἡ Σιών, καὶ ἐντολὴ πεποιημένη. Πῶς γὰρ ἡ σκοπευτικὴ τῆς ἀληθείας ψυχὴ οὐ ποιεῖ τὴν θείαν ἐντολήν, εἰς
5ἔργα αὐτὴν μεταλαμβάνουσα, ὡς τεθαρσηκότως εἰπεῖν· «Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς»· καὶ πάλιν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα» «καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτήν.» Ὥσπερ οὖν ἡ τοιάδε ψυχὴ τῆς Σιὼν θυγάτηρ ἐστὶν τῷ εἰρημένῳ τρόπῳ, οὕτως εἴη τις καὶ τῆς Ἰερουσαλὴμ θυγά‐
10τηρ, ψυχὴ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην».

3

.

137

Ἀμφοτέραις δηλαδὴ προστάττει ὁ λόγος, τῇ μὲν σφοδρῶς χαίρειν ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ ἀληθῶς βασ[ι]λέως, τῇ δέ, ὡς ὑπεραναβεβηκυίᾳ, καὶ κηρύττειν τὸν ἐ̣ρχόμενον παμβασιλέα. Προὔχει γὰρ ἡ Ἰερουσαλὴμ τῆς Σ[ι]ών, καὶ διὰ τοῦτο καὶ ἡ
5θυγάτηρ τῆς θυγατρός, ὡς τ[ὴ]ν μὲν χαίρειν μόνον προστάτ‐ τεσθαι, τὴν δὲ καὶ κηρύττειν̣. Χαίρειν μὲν γὰρ δύναται ὁ μόνον
πρακτικὸν κατο̣ρθώσας βίον, πρὸς τῷ χαίρειν καὶ κηρύττοντος τοῦ θεωρίαν ἔχοντος, διὰ τὸ ἐσχηκέναι τοῦ ἁγίου Πνεύματος τὸ ὑπερφυὲς χάρισμα, τὸν τῆς σοφίας καὶ γνώσεως λόγον.

3

.

138

Χαίρειν δὲ σφόδρα καὶ κηρύττειν ἐντέλλεται προφητεία ἐπὶ παρουσίᾳ βασιλέως, σῴζοντος ἅμα καὶ δικαίου τυγχάνοντος, οὐχ ἑτέρου ὄντος παρὰ τὸν Ἰησοῦν. Τίς γὰρ οὕτω σῴζων καὶ σωτὴρ τοῦ κόσμου ἢ «ὁ μεθ’ ἡμῶν Θεὸς Ἐμμανουήλ»,
5τεχθεὶς ἐκ πεῖραν ἀνδρὸς οὐκ ἐχούσης παρθένου, πληρουμένης τῆς προφητείας τῆς ἐχούσης οὕτω· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Τοῦτον τὸν τόκον τῆς ἄνευ ἀνδρὸς τεκούσης παρθένου ἄγγελος ὠνόμασεν Ἰησοῦν, ἀποδοὺς καὶ τὴν αἰτίαν τῆς οὕτως ἐχούσης προσηγορίας. Διὰ τοῦτο γάρ,
10φησίν, κληθήσεται Ἰησοῦς, «ὅτι αὐτὸς σώσε[ι] τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ».

3

.

139

Αὐτίκα γοῦν τεκούσης τῆς Μαρίας ἐν τῇ Βηθλεέμ, ἐπιστὰς ἄγγελος μέγας· «Ἐτέχθη ὑμῖν σήμε‐ ρον σωτήρ, ἔφη, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ.» Περὶ τοῦ τεχθέντος Χριστοῦ προσετάττοντο ο[ἱ] προαναφωνοῦντες
5αὐτοῦ τὴν δεῦρο κάθοδον, κ[α]τὰ τὸν ἐν Ἠσαΐᾳ· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι σωτ[ὴ]ρ παραγίνεται»· οὐχ ἕτερος δ’ οὗτος ὑπάρχει τοῦ ἀπαγ[γ]είλαντος περὶ ἑαυτοῦ Ἰησοῦ· «Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπ[ο]υ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολω‐ λός»· καὶ ἔτι· «Δίκαιος κα[ὶ] σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.»

3

.

140

Πῶς γὰρ οὐ σῴζων ὁ ἐγε[ρ]θεὶς ὑπὸ τοῦ Πατρὸς κέρας σωτηρίας ἐν οἴκῳ Δαυίδ, κατὰ τ[ὸ]ν πληρωθέντα ἁγίου Πνεύ‐ ματος Ζαχαρίαν, πατέρα τοῦ βαπτιστοῦ Ἰωάννου, λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἐπεσκέψατο καὶ
5ἐποίησεν λύτρωσιν· ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ
Δαυίδ.»

3

.

141

Πρὸς τῷ δίκαιον καὶ σῴζοντα ὑπάρχειν τὸν ἐρχόμενον βασιλέα, ἔστι καὶ πρᾷος ἐπιβεβηκὼς ἐπὶ ὑποζυγίου καὶ πώλου· αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ φησίν· «Ἄρατε τὸ ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ
5ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἕκαστος τῶν φερόντων τὸν χρηστὸν ζυγὸν ὑποζύγιον τυγχάνει, ᾧ ἐπιβέβηκεν ὁ πρᾷος βασιλεύς· καὶ ἐπεὶ μὴ μόνων σωτὴρ ὑπάρ‐ χει τῶν ὑποζευχθέντων τῷ χρηστῷ αὐτοῦ ζυγῷ, ἀλλὰ καὶ τῶν
10ἄρτι κληθέντων, καὶ πώλῳ νέῳ ἐπιβέβηκεν, ἔτι ἀδαμάστῳ καὶ ἀχαλιναγωγήτῳ ὄντι, ἵνα καὶ αὐτὸν ἐξημερώσῃ οἷα ἄριστος πωλοδάμνης.

3

.

142

[Πρὸς τῇ] νοήσει ταύτῃ, σημαίνονται διὰ τῆς λέξεως ἀ[μφότε]ροι οἱ κληθέντες λαοί, ὅ τε ἐκ περιτομῆς, ὑ̣[πεζευγ]μέ‐ νος τῷ ζυγῷ τοῦ κατὰ τὸ γράμμα καὶ τὴν σκ[ιὰν] νόμου, καλου‐ μένῳ βαρεῖ ζυγῷ, καὶ ὁ εὐθέως κ[ληθεὶς] ἀπὸ πάσης εἰδωλο‐
5λατρείας καὶ χειρίστης δ[ει]σιδ[αιμο]νίας. Ὅτι δὲ οἱ κατὰ τὸ γράμμα ὑπεζευγμέ̣νοι τῷ νόμῳ βαρὺν ἔφερον ζυγόν, οἱ ἀπόστο‐ λοι περὶ αὐτοῦ φασιν ἐν τῇ Βίβλῳ τῶν Πράξεων ἑαυτῶν ὅτι «οὔ[τ]ε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάξαι» τὸν βαρὺν τοῦ νόμου ζυγόν.

3

.

143

Συνᾳδόντως καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐπιστέλλει Γαλάταις, περιτέμνεσθαι αἰσθητῶς μετὰ τὸ εὐαγγέλιον θέλουσιν· «Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Οὐ γὰρ ἔτι ἀκόλουθον ὑπῆρχεν
5ὑποκεῖσθαι τῷ ἄχθει καὶ τῷ βαρεῖ ζυγῷ τοὺς τοῦ εὐαγγελίου
μαθητάς, πεισθέντα[ς] τῷ εἰρηκότι· «Ὁ ζυγός μου χρηστός.»

3

.

144

Ὡσαύτως καὶ πώλ[ῳ] τῷ λεχθέντι νέῳ ἐπιβέβηκεν ὁ πραῢς βασιλεύς, «ἵνα τ̣οὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον». Οὕτω γὰρ εἷς λαὸς καὶ Ἐκκλησία μία καταρτισθή‐ σεται ἐξ ἀμφοτέρων τῶν κλήσεων.

3

.

145

Ἰσοδυναμούντως ἐν τοῖς Εὐαγγελίοις γράφεται περὶ τοῦ ἀπὸ τῆς κατέναντι κώμης λυθέντος πώλου, ἵνα πρὸς τὸν Ἰησοῦν ἔλθῃ, ἐξημερωθησομένου ἐπιβάντος αὐτῷ τοῦ Σωτῆρος· εἴρηται γὰρ ὅτι οὔπω τότε ἐκάθισεν ἐπ’ αὐτὸν ἀνθρώπων τις,
5δηλουμένου διὰ τῆς λέξεως ὅτι οἱ ἀπὸ τῶν [ἐ]θνῶν οὐδέπω τότε ὑπό τινα λόγον διδασκαλικὸν [μεθίσταντ]ο· ἄθεοι γὰρ ἐν τῷ κόσμῳ ὑπῆρχον, οὐδεμίαν [ἀληθινὴ]ν̣ ἐλπίδα ἔχοντες· ἀλλ’ εἰ καὶ πρὸ τῆς πίστεως [ἀχαλι]ναγώγητος πῶλος ἦσαν, ἀλλ’ οὖν γε ἐπιλάμ[ψαντο]ς τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Χριστοῦ,
10προσδοκί[α αὐτοῖ]ς ὑπῆρκται, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ· «Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν», καὶ ἔτι· «Ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.»

3

.

146

Μεγάλως ὠφεληθεισῶν τῶν δύο κλήσεω̣ν ἐκ τῆς ἐπι‐ βάσεως τῆς ἐπ’ αὐτὰς τοῦ δικαίου καὶ σῴζοντος καὶ πρᾴου βασι‐ λέως, ἐξολεθρεύεται τὰ τοῦ Ἐφράιμ ἅρματα καὶ ἐκ τῆς Ἰερου‐ σαλὴμ ἵππος καὶ σὺν αὐτοῖς τὸ τῶν ὠμοτάτων καὶ ἀγρίων
5πολεμίων τόξον, ἀφ’ οὗ ἀπελύετο «τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη», τιτρώσκοντα εἰς τὸν τῆς ἀκολασίας ἔρωτα, ὡς πυρωθῆναι οἰστρηλατουμένους τοὺς πυρουμένους τῇ ἐμπαθεῖ αἰσχροπαθείᾳ.

3

.

147

Ἅρματα τοῦ Ἐφράιμ ὑπάρχει τὰ τῶν ἑτεροδόξων ἀθροίσματα καὶ ἡ ἄλογος αὐτῶν δογματοποιΐα. Πολλά[κ]ις ἀπο‐
δέδεικται ὡς αἱ αἱρέσεις παρίστανται ἐκ τῆς τοῦ Ἐφ[ρ]ά̣ιμ προσηγορίας, διὰ τὸν ἡγησάμενον τῶν σχισμάτων πρῶτον Ἰερο‐
5βοάμ, ὄντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς· ὅνπερ γὰρ τρόπον ὁ Σωτὴρ Ἰούδας προσαγορεύεται διὰ τὸ ἐκ τῆς ὁμωνύμου φυλῆς ἀνατεταλκέναι, ἄρχων τῆς Ἐκκλησίας, οὕτως ὁ ἡγούμενος τῶν κακοδοξιῶν λόγος Ἐφράιμ ἐστίν, καρποφορίαν πολλὴν ἐπαγ‐ γελλόμενος διὰ τὸ ἀνύειν ἐν τοῖς ἀπατωμένοις.

3

.

148

Περὶ τῶν ὀλεθρευομέν̣ων ἁρμάτων, τὸ τῆς ἀληθείας στρατόπεδον ἐν τοῖς Ψαλμοῖς φασιν περὶ τῶν ἐποχουμένων καὶ ἡνιοχούντων· «[Ο]ὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόμα[τι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ
5συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώ‐ θημεν.»]

3

.

156

συνεφώνουν εἰς ἁμαρτίαν καὶ δυσσέβειαν.

3

.

157

Πρὸς ἕκαστον τῶν οὕτω γνώμης ἐχόντων ὁ βασιλεὺς νόμος φησίν· «Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐδὲ συγκαταθήσει μετὰ πλήθους γενέσθαι μάρτυς ἄδικος.» Περὶ τῆς ὀλεθρίου ταύτης καὶ πρὸς
5τὸ κακὸν ῥοπὴν ἐχούσης, ἡ προσωποποιουμένη πόρνη ἐν ταῖς Παροιμίαις, ἥτις ποτ’ ἂν ᾖ, πρὸς ἕκαστον τῶν φενακιζομένων ἀναιδῶς καὶ θρασέως κέκραγεν· «Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου.»

3

.

158

Ἀναιρεθέντων πάντων τῶν ἡρμηνευμένων πρὸς τοῦ παμβασιλέως, ὑπαρχθήσεται καὶ τόδε· «Κατάρξει, φησίν, ὕδατα
ἕως θαλάσσης», φανερῶν αὐτὰ ἁλμυρὰ καὶ οὐ πότιμα ὄντα, καὶ «τὰς τῶν τῆς γῆς ποταμῶν διεκβολάς», ὕδατα καταγό‐
5μενα ἕως θαλάσσης. Οἱ αὐτόθεν δι’ ἁλμυρίδα ἀσεβεῖς λόγοι τυγχάνουσιν, διεκβολὰς ἐχόντων τῶν τῆς γῆς ποταμῶν τὸ γλυκὺ καὶ πότιμον ἐπιψευδόμενοι. Οἷοί εἰσιν οἱ τοῦ Φαραὼ οἷς ἐγκα‐ θεζόμενος κομπάζει λέγων· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, κἀγὼ ἐποίησα αὐτούς.» Τούτων ὁ ποτισμὸς ἀπαγορεύεται ὑπὸ Θεοῦ
10ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Καὶ νῦν γάρ, φησίν, τί σοι καὶ τῇ γῇ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών; καὶ τί σοι καὶ τῇ γῇ Ἀσσυ‐ ρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν;»

3

.

159

Διεκβολαὶ εἴρηνται τῶν τῆς γῆς ποταμῶν αἱ πιθανῶς καὶ κεκομψευμένως γινόμεναι περὶ αὐτῶν λογικαὶ διέξοδοι, διὰ τὸ δοκεῖν γλυκύτητα ἔχειν τὴν πόσιν αὐτῶν.

3

.

160

Zach. IX, 11—12: Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· Καθήσεσθε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι.

3

.

161

Προστάξας ὁ ἐν τῷ προφήτῃ λόγος, μᾶλλον δὲ ὁ Θεός, τῇ Σιὼν καὶ Ἰερουσαλήμ, τῇ μὲν σφόδρα χαίρειν, τῇ δὲ κηρύττειν τὸν ἐρχόμενον βασιλέα σῴζοντα καὶ ἰσχύοντα καὶ πρᾷον ὄντα, πρὸς αὐτὸν τὸν ἐρχόμενον τρέπει τὸν λόγον, φάσκων· «Καὶ σὺ
5ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.» Ποῦ γὰρ ἔδει εἶναι τοὺς δεσμίους ἢ ἐν λάκκῳ ὕδωρ οὐκ ἔχοντι καθειργμένους ὑπὸ τῶν καταπονούντων; Εὑρεῖν οὖν ἔστιν πολλοὺς τῶν ἁγίων ἀνδρῶν εἰς ἀνύδρους λάκκους βεβλη‐ μένους πρὸς τῶν ἐπιβουλευόντων καὶ φ̣ο̣νώντων κατ’ αὐτῶν.

3

.

162

Τὸν Ἰωσὴφ γοῦν φθονούμενον διὰ προσοῦσαν καλοκἀγα‐ θίαν, οἱ ἀδίκως φθονοῦντες εἰς λάκκον οὐκ ἔχοντα ὕδωρ ἔβαλον. Ὡσαύτως καὶ τὸν σοφώτατον Δανιήλ, τὸν τοῦ Θεοῦ φίλον, εἰς οὐκ ἔχοντα ὕδωρ λάκκον ἔρριψαν οἱ Βαβυλώνιοι, τοῦ ἄνυδρον
5αὐτὸν εἶναι παρισταμένου ἐκ τοῦ λέοντας ἐκεῖ διάγειν, οὐ δυνα‐ μένων ζῆν εἰ πεπληρωμένος ὑδάτων ὑπῆρχεν. Καὶ τὸν Ἰερεμίαν γοῦν, τὸν μέγαν προφήτην, οἱ ἀντικείμενοι εἰς λάκκον βορβόρου πλήρης ἔρριψαν. Καὶ οὐδεὶς τῶν οὕτως ἐπιβουλευθέντων ἀβοή‐ θητος ἔμεινεν, ἀποστείλαντος αὐτοὺς τοῦ Θεοῦ αὐτῶν ἀβλαβεῖς
10ἐκ τοῦ ἀνύδρου λάκκου.

3

.

163

Καὶ ἐπεὶ ταῦτα συμβολικῶς ἐτελεῖτο, ὅρα μὴ ἄνυδρός ἐστιν λάκκος, διὰ τῶν συμβόλων δηλούμενος, τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ὁ ᾅδης, οὐκ ὄντος ἐκεῖ ὕδατος ζωτικοῦ, διὰ τὸ μηδα‐ μῶς εἶναι ἐκεῖ ὑγρότητα ἐπαινετήν.

3

.

164

Αὐτίκα γοῦν ἐκεῖ γενάμενος ὁ πλούσιος ὁ πορφύραν καὶ βύσσαν κ̣[................................. καθ’ ἡ]‐ μέραν ευ[.................................. ἐν πυρὶ] φλογὸς τ̣[........................................]
5ῥανίδα ὕδ[ατος ....................................] οὐχ εὗρεν [.......................................]

3

.

165

ὡς ἡ γῆ σα[........]η̣ τ[.....................] ματος τη[........]ν[.............................] τὴν καῦ[σιν κα]ὶ τὸν φλ[ογμόν ................... βλασ]‐ φήμου, γλώττης καλου̣[μένου ........................]
5ἀποδέδοται ἤδη ὡς ἡ λε[.............................]
καὶ Ἰερεμίας, ἀπὸ τούτ[ου .........................] τος δι’ ἀνύδρου λάκκου κα̣[...........................] πειν.

3

.

166

Ἐν τῷ ἀνύδρῳ λάκκῳ [....................] νον, πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδη[μίας ..................] χθέντες ὑπὸ τῶν τῆς αι̣[........................ εὐερ]‐ γέτης ἐν Ὠσῆε τῷ προφήτῃ [.................. τυραν]‐
5νικῶν ἀνδρῶν· «Ἐξέτεινα αὐτ[οὺς ἐν (τοῖς) δεσμοῖς ἀγαπή]‐ σεώς μου.»

3

.

167

Ἰσοδυναμοῦσιν [....................] δεσμὰ καὶ αἱ πέδαι τῆς σοφ[ίας ........................] πόθον αὐτῆς ἔχοντα· «Ἔμ̣βαλ[λε τοὺς πόδας σου εἰς τὰς] πέδας αὐτῆς.» Οἱ οὕτω̣ γ̣ε̣νάμ[ενοι ..................]
5πρός τινα καιρόν, κατά τινα οἰκ[......................] κω ἀποστέλλονται ἐκεῖθεν εν̣[.........................]

3

.

168

αὐτῶν ἀποθανόντος καὶ αν̣[.....................] «ἐκ τῆς ματαίας ἀναστροφῆς [πατροπαραδότου ...........] οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλ̣[ὰ τιμίῳ αἵματι ὡς ἀμώ]‐ μου ἀμνοῦ», οὗτος δ’ ἐστὶν ὁ Χριστός. Α[.............]
5[.....................................] .ες λαβών, [..................................... ἐ]πιδούς, εἶ̣‐

3

.

169

[πεν ............................. π]οτήριον ἡ [καινὴ διαθήκη ..................... τού]τῳ τῷ αἵμα‐ [τι .......................... Χριστοῦ Ἰησο]ῦ δέσμιοι [............................]σ̣κ̣[........]τος εκει–
5[..............................]κ̣ετ̣α̣ι̣ ω̣[.....]υξεν, [............................].ς γοῦν [..τε]θνηκότος

3

.

170

[........................... π]ροῆγον εἰς τὴν ἁγίαν [......................... δηλο]νότι τῶν δεσμίων ἐκ τοῦ [....................... αἷ]μα̣ τῆς διαθήκης. Ὁ θάνα‐ [τος ..........................]ς̣ διαθήκης ὑποστάντος
5[.......................] ὡς γράφει ὁ Ἀπόστολος κατὰ [..... «Διαθήκη γὰρ ἐπὶ νε]κροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει [ὅτε ζῇ ὁ διαθέμενος.»

3

.

171

.. αὐτί]κ̣α γοῦν καὶ Μωϋσῆς ὁ μέγας [ἱεροφάντης ........... λαβὼν] τὸ βιβλίον τοῦ νόμου τῆς δια‐ [θήκης ....................]τος, λαβὼν αἷμα ἱερουργη– [...................... νεκ]ροῖς εἶπεν· «Τοῦτο τὸ αἷμα
5[τῆς διαθήκης ἧς ἐνετείλα]τ̣ο» Κύριος «καὶ διέθετο πρὸς ὑμᾶς».

3

.

172

[.......................]ουτινος θάνατον τὴν σκιώ‐ [δη ....................μο]σχαρίου, τῆς καινῆς ὑπὸ τοῦ [.......................]αι βεβαιοῦσθαι, ὡς τὸν Παῦλον [.................... τοῖς τ]ῇ παλαιᾷ διαθήκῃ πεποιθόσιν·
5[«Εἰ τὸ αἷμα ταύρων καὶ τ]ράγων καὶ σποδὸς δαμάλεως [ῥαντίζουσα τοὺς κεκοιν]ωμένους ἁγιάζει πρὸς τὴν τῆς
[σαρκὸς καθαρότητα,] π̣όσῳ τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν [συνείδησιν ἡμῶν ἀπ]ὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι» καὶ ἀληθινῷ.

3

.

173

Τί δ’ ὑπάρξεται καὶ ποία ἀσφάλεια ἔσται τοῖς ἐξαπο‐ σταλεῖσιν δεσμίοις τοῦ οὐκ ἔχοντος ὕδωρ λάκκου ἑξῆς δηλοῦται, φάσκοντος τοῦ λόγου· «Καθήσ[ο]νται ἐν ὀχυρώμασιν», ἐπαινετοῖς δηλονότι, «οἱ δέσμιοι τῆς συναγωγῆς» τῆς ἐνδόξου Ἐκκλησίας,
5οὐδαμῶς ἔτι «σπίλον ἢ ῥυτίδα» ἐχούσης. Σωτήρια δὲ τ[ὰ] φρούρια· ἔνθα καθεδοῦνται διαναπαυόμενοι οἱ δέσμιοι τῆς συνα‐ γωγῆς, μετενεχθέντες ἐκ τοῦ ἀνύδρου λάκκου.

3

.

174

Ἐν τοῖς πρότερον ὁ λόγος ἐφανέρωσεν τίνα τὰ ψεκτὰ ὀχυρώματα ἃ ᾠκοδόμησεν ἡ Τύρος καὶ ἡ Νινευή· τίνα δ’ ἐστὶ τὰ νῦν μνημονευόμενα ἐπαινετά, ἐν οἷς φυλάσσονται οἱ μετ’ ἀνα‐ παύσεως οἱ δέσμιοι τῆς θείας συναγωγῆς, ἴδωμεν.

3

.

175

Ἐν τῇ θείᾳ τῶν Παροιμιῶν γραφῇ ἡ εὐλάβεια ὀχύρωμα εἴρηται τῶν ὁσιότητα καὶ δικαιοσύνη[ν] κατορθούντων οὕτως· «Ὀχύρωμα ὁσίου φόβος Κυρίου.» Ὁ τῷ φόβῳ τοῦ Θεοῦ σκε‐ πασθείς, ὑπεραναβὰς ταύτην τὴν σκέπην, ὑπ’ αὐτοῦ τοῦ Θεοῦ
5φυλαχθῆναι εὐχόμενος, λέγει πρὸς αὐτὸν δι’ εὐχῆς· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με»· καὶ ἔτι ἐν τριακοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με, τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με.» Ἰσοδυναμούντως καὶ ἐν τρια‐
10κοστῷ Ψαλμῷ ὁ τυχεῖν φρουρᾶς ἀκαταμαχήτου παρακαλῶν· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἶπεν, εἰς τόπον καταφυ‐ γῆς τοῦ σῶσαί με.»

3

.

176

Ἀλλὰ καὶ ὁ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος τελέσας τε τὸν ἀγαθὸν δρόμον, τηρήσας τε τὴν πίστιν τηρεῖται καὶ αὐτὸς ὑπ’ αὐτῆς· ἣν καὶ δεικνὺς ὡς ἔστιν
ἀσφαλῶς τετειχισμένη καὶ οὖσαν ἀκαταμάχητον, μετὰ τῶν παρα‐
5πλησίων χαριστηρίως βοᾷ· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν· θήσει τεῖχος καὶ περίτειχος.» Πῶς γὰρ οὐκ ἀκατα‐ μάχητος ἡ τεῖχος καὶ περίτειχον ἔχουσα πόλις, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἔχουσα μὲν τεῖχος συνιστάμενον ἐκ τοῦ πνευματικοῦ νόμου καὶ τῆς ἀνηγμένης θεωρίας, περίτειχος δέ, ἔξω τοῦ ἀσφα‐
10λοῦς τείχου̣ς, τὴν κατὰ ῥητὸν καὶ ἱστορίαν γραφήν.

3

.

177

Καὶ ἔτι κατὰ διάνοιαν ἄλλην τεῖχος τῆς καλλιπόλεώς ἐστιν ἡ περὶ τῆς Τριάδος πίστις καὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὄντος Θεοῦ Λόγου, ἀληθείας τε καὶ Θεοῦ σοφίας, ὄντος περιτείχου καταλλήλως ταύτῃ τῇ νοήσει τοῦ λόγου τῆς ἐναν‐
5θρωπήσεως καὶ τοκετοῦ τοῦ ἐκ τῆς ἀπειρογάμου παρθένου Μαρίας.

3

.

178

Δυνατὸν εἰπεῖν ὡς τεῖχος μὲν φρουροῦν τὴν Ἐκκλη‐ σίαν ἐστὶν τὰ εὐσεβῆ αὐτῆς φρονήματα κατὰ τὰ δόγματα τῆς ἀληθείας, περίτειχον δὲ τὰ ἠθικὰ παιδεύματα καὶ ἡ τῶν ἐντολῶν τήρησις.

3

.

179

Ῥηθείη καὶ ἑτέρως ὡς τειχίζεται μὲν πρ[ο]ηγουμένως ἡ ἐχυρὰ πόλις ἐκ τῆς ἐπιστημονικῆς τῶν νοητῶν καὶ ἀσωμά‐ [τ]ων θεωρίας, περίτειχος ἔχουσα τὴν περὶ τῶν αἰσθητῶν γνῶσιν τοῦ φαινομένου κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῆς διοικούσης
5αὐτὰ θείας προνοίας.

3

.

180

Ὁ ἐν ταύτῃ τῇ πόλει καὶ τοῖς συγγένεσιν αὐτῇ ἐπαι‐ νετοῖς ὀχυρώμασιν καθήμενος, Χριστοῦ δέσμιος ὤν, ἀφόβως διάγει προσδοκῶν διπλασιάζεσθαι ἀνθ’ ὧν ἐθλίβη παράκλησιν
καὶ παραμυθίαν· ἐπενήνεκται γὰρ πρὸς τὴν εὐεργετηθεῖσαν
5πληθύν· «Ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταπο‐ δώσω σοι», διπλασιαζομένης τῆς παραμυθίας τῆς ἐπὶ τοῖς ὑπάρξασι θλιβηροῖς.

3

.

181

Αἰσθητὴν εἰκόνα τῆς θεωρίας τὰ κατὰ τὸν ἀνδρειώτατον Ἰὼβ λαβέ. Ὅνπερ γὰρ τρόπον ἐπ’ αὐτοῦ ἐδιπλασιάσθη τὰ ἀφαιρεθέντα αὐτοῦ πάντα πρότερον, οὕτως οἱ γυμνασάμενοι τελείως πρὸς εὐσέβειαν «ἐπαγγελίαν ἔχουσιν ζωῆς τῆς νῦν καὶ
5τῆς μελλούσης», οὐ τῆς ἐπικήρου ζωῆς, τῆς ἐλεεινοὺς ποιούσης τοὺς ἐπὶ μόνην αὐτὴν ἠλπικότας, ἀλλὰ τῆς νῦν ὑπαρχθῆναι δυναμένης τοῖς πιστεύουσιν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον», καὶ πάλιν· «Αὕτη δ’ ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκουσίν σε τὸν ἀληθινὸν Θεόν,
10καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.»

3

.

182

Ὁ ταύτην τὴν ζωὴν ἀπεντεῦθεν ἔχων πολυπλασιαζομέ‐ νην αὐτὴν σχοίη ὅταν τὸ τέλειον ἔλθῃ καὶ πρόσωπον πρὸς πρόσ‐ ωπον ὀφθῇ ἡ ἀλήθεια.

3

.

183

Εἰσαγωγικώτερον δὲ καὶ τόδε ῥηθείη· τοῦ θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος τῇ παραβάσει τοῦ πρώτου ἀν‐ θρώπου, διελύθη ἀπὸ τῆς ψυχῆς τὸ σῶμα· ὡς εἰκὸς δὲ ἐθλίβετο τὸ πολλῷ χρόνῳ συνὸν ἀποβαλοῦσα, ὡς παροικεσίαν ὑπομεῖναι·
5ἀντὶ ταύτης ἐπὶ μίαν ἡμέραν ὑπαρξάσης, διπλᾶ ὁ Θεὸς ἀνταπέ‐ δωκεν ἐγείρας καὶ ἀποδοὺς τῇ ψυχῇ τὸ σῶμα αὐτῆς, ὡς μὴ ἀπειληφέναι μόνον αὐτό, ἀλλὰ καὶ ἀντὶ φθαρτοῦ καὶ ἀτίμου καὶ ἀσθενοῦς καὶ ψυχικοῦ σώματος, ἄφθαρτον, ἰσχυρόν τε καὶ ἐπί‐ τιμον, καὶ αὐτὸ τοῦτο σῶμα πνευματικόν.

3

.

184

Ὁ προσέχων τῇ ἀναγνώσει τῶν θεοπνεύστων λογίων καὶ ἕτερα πλεῖστα νοήσει εἰς τὸ διπλᾶ ἀνταποδίδοσθαι ὑπὸ τοῦ Θεοῦ τῷ μίαν ἡμέραν μετοικισθέντι.

3

.

185

Πρὸς ῥητὸν καὶ τόδε ῥηθείη· μετοικισθεὶς ὁ λαὸς εἰς
ἐχθροὺς αἰχμαλωσίας νόμῳ οὐ μόνον ἐλυτρώθη, ἀλλὰ καὶ τῶν κρατησάντων ἐκυρίευσεν· οὗ συμβάντος διπλῆν θυμηδίαν ἔσχον οἱ πρὸς ὀλίγον κακωθέντες.

3

.

186

Zach. IX, 13—14: Διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυ‐ τῷ τόξον· ἔπλησα τὸν Ἐφράιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ. Καὶ ἔσται Κύριος ἐπ’ αὐτούς.

3

.

187

Τὸν ἐκ τῆς φυλῆς Ἰούδα ἀνατείλαντα Σωτῆρα, τόξον ἑαυτῷ ἐνέτεινεν ὁ Πατήρ, ἀφ’ οὗ ἀπολύει τὰ εἰς σωτηρίαν τιτρώσκοντα βέλη. Καὶ ὅρα γε τὴν διαφοράν· τὸ ὀλοθρευόμενον τόξον τοῦ Ἐφράιμ πολέμιον ὠνόμασται τῷ πολεμίους αὐτῷ
5χρᾶσθαι. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ περὶ πολεμίων σατανικῶν δυνάμεων καὶ πάντων τῶν ἑτεροδόξων· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξῳ, πῶς ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἀσθενήσαντες καὶ ἀνατραπέντες, δηλονότι συντριβέντων τῶν ἀμυντηρίων; Εἴρηται γάρ· «Ἡ ῥομφαία
10αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συν‐ τριβείησαν.»

3

.

188

Συντριβόμενα τόξα τὰ ἡγεμονικὰ τῶν μαχί‐ μων ἐστίν, ἀφ’ ὧν λόγοι πονηροὶ πέμπονται, ἠκονημένων βελῶν δίκην περὶ ὧν ὁ θεῖός φησιν λόγος· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν.» Δηλη‐
5τηρίου γὰρ ἰοῦ πλήρης εἰσὶν οἱ λόγοι τῶν τὴν ψευδώνυμον γνῶσιν ἐπαγγελλομένων, θανατούντων τοὺς παραδεχομένους
αὐτούς.

3

.

189

Οὐ τοιαῦτα δὲ τὰ ἀκόντια τοῦ δυνατοῦ Σωτῆρος, περὶ ὧν ἐν τεσσερακοστῷ καὶ τετάρτῳ Ψαλμῷ λέγεται πρὸς τὸν μακάριον καὶ ἄριστον τοξότην· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ», ἅπερ ἔρωτα θεῖον ἐμποιεῖ τοῖς βαλλομένοις ὑπ’
5αὐτῶν, ὡς τὴν θείαν νύμφην μακάριον ἔρωτα σχοῦσαν λέγειν· «Τετρωμένη ἀγάπης εἰμί.»

3

.

190

Καὶ ὅρα τὸ παράδοξον· ὁ αὐτὸς Σωτὴρ τόξον καὶ τοξό‐ της καὶ βέλος ὑπάρχει. Ἐν μὲν γὰρ τῷ προκειμένῳ προφητικῷ ῥητῷ πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ λέγεται· «Ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον»· ἐν δὲ τῷ Ψαλμῷ οἱ ὑμνοῦντες αὐτὸν λέγουσιν·
5«Τὰ βέλη σου ἠκονημένα, δυνατέ»· αὐτὸς δὲ περὶ ἑαυτοῦ φησιν ἐν Ἠσαΐᾳ· «Ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με.» Πῶς γὰρ οὐκ ἐκλεκτὸν βέλος ὁ κατασκευάζων ἐκλεκτοὺς τοὺς τιτρωσκομένους, κρυπτόμενον ἐν τῇ φαρέτρᾳ ᾗ ἔσχεν ἐκ τῆς Μαρίας σαρκί.

3

.

191

Ἐνταθέντος τούτου τοῦ θείου τόξου, ἀφ’ οὗ ἐντείνεται καὶ ἀπολύεται τὰ πλήττοντα εἰς θεῖον ἔρωτα βέλη, ἐμπίπλαται ὁ Ἐφράιμ, ἀνατρεπόμενος καὶ ἀσθενὴς ἀποδεικνύμενος, κατὰ τὸ λεχθὲν ὑπόγυον ἀπὸ τοῦ Ψαλμοῦ· «Υἱοὶ Ἐφράιμ ἐντεί‐
5νοντες καὶ βάλλοντες τόξον, πῶς ἀπεστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἐπεγείραντος τοῦ μεγάλα χαριζομένου Θεοῦ «τὰ τῆς Σιὼν τέκνα ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων»;

3

.

192

Ἑλλήνων δὲ γενήματα ἐν τούτοις σημαίνονται οἱ πρεσ‐ βεύοντες τὴν ψευδώνυμον γνῶσιν καὶ πάντες οἱ τὴν ἀσέβειαν ἔχοντες, καθ’ ἣν τοὺς δυσσεβεῖς λόγους ὀλεθρίων βελῶν δίκην
πέμπουσιν κατὰ τῶν μὴ ἀνειληφότων «τὸν τῆς πίστεως
5θυρεόν». Τέκνα Σιὼν τυγχάνουσιν, ἐπεγειρόμενα ὑπὸ τοῦ βασι‐ λεύοντος αὐτῶν Θεοῦ, οἱ πρεσβεύοντες τὴν ἀλήθειαν.

3

.

193

Τίς δ’ ἡ Σιών, ἡ μήτηρ τῶν ἐπεγειρομένων ὑπὸ Θεοῦ τέκνων, ἢ ἡ μικρῷ πρότερον σαφηνισθεῖσα, ἧς ἡ θυγάτηρ προσ‐ τάττεται χαίρειν σφοδρῶς καὶ συντόνως ἐπὶ τῇ ἐπιλάμψει τοῦ ἰσχυροῦ καὶ σῴζοντος βασιλέως.

3

.

194

«Ψηλαφᾷ ὁ Θεὸς τὸν Ἰούδαν οἷα ῥομφαίαν μαχητοῦ», ἀμφοτέρως σωτηρίαν ἐνεργῶν· καθὸ μὲν τόξον ἐνετάθη εἰς μακά‐ ριον τιτρώσκων ἔρωτα, καθὸ δὲ στρατηγὸς ἄριστος ὑπάρχων ψηλαφᾷ ῥομφαίαν, μαχητὴς ὤν, ἐπὶ τῷ σφάττειν τοὺς ἀντιπαρα‐
5τεταγμένους. Γέγραπται καὶ περὶ τούτου ἐν τετάρτῳ καὶ τεσσε‐ ρακοστῷ Ψαλμῷ· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, ἕνεκεν ἀλη‐ θείας καὶ πραΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Πῶς γὰρ οὐχ ὁδηγεῖ θαυμαστῶς ἡ δεξιὰ τὸν
10περιζωσάμενον ἐπὶ τὸν μηρὸν αὐτοῦ δυνατόν, παραδόξως πλήτ‐ τοντα τοὺς πληττομένους;

3

.

195

Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι λέγοντος τοῖς προκαταλαμβανομένοις πρὸς τῆς θείας δυνάμεως αὐτοῦ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» Τραυματισθέντες γὰρ ὑπὸ τοῦ ταῦτα λέγοντος, ἀποβαλόντες τὴν
5Αἰθιόπων ζωήν, ἀθανασίαν ἀναλήμψονται, ὡς χαριστηρίως εἰπεῖν· «Ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», ἐπείπερ πλύναντος ἡμᾶς τοῦ αἰτίου πάντων ἀγαθῶν, λαμπροὶ καὶ λευκοὶ ἀπεδείχθημεν, κατὰ τὸν μετὰ παρρησίας λέγοντα· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.»

3

.

196

Πόθεν δὲ Αἰθίοπες γεγένηνται οἱ πρὸς ἀγαθοῦ τραυματι‐
ζόμενοι ἵνα νεκρωθῶσιν τῇ ἀσεβείᾳ, ἢ ἐκ τοῦ διαβόλου γεννή‐ σαντος αὐτοὺς θελήσαντας τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν; Εἴρηται γὰρ περὶ αὐτοῦ ὡς εἴη μέλας, διὰ προσοῦσαν σκοτεινὴν ἄγνοιαν
5καὶ πονηρίαν, ὡς δηλοῦται ἐν τῇ βίβλῳ τῆς μετανοίας, Ποιμένι ὀνομαζομένῃ, καὶ τῇ Βαρναβᾶ ἐπιστολῇ.

3

.

197

Πληγείημεν δὲ καὶ ἡμεῖς σωτηριωδῶς ὑπὸ τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς, περὶ οὗ γέγραπται· «Ζῶν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο‐ μον», ἵνα θανατωθέντες σαρκί, ζωοποιηθῶμεν πνεύματι.
5Τρωθείημεν δὲ καὶ τῷ ἐκλεκτῷ βέλει, πεμφθέντι ἀπὸ τοῦ ἐνταθέντος τόξου· οὕτω γὰρ ἐπεγερθησόμεθα, τυγχάνοντες τῆς Σιὼν τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων γενήματα.

3

.

198

Πολλοὶ τέκνα καὶ υἱοὶ Ἑλλήνων ὄντες, ἐσπούδασαν κατὰ τῶν τῆς εὐσεβείας δογμάτων, ὡς καὶ συγγράμματα πολύ‐ στιχα καταλεῖψαι· ἀλλ’ ὠλοθρεύθησαν ἐπεγείραντος κατ’ αὐτῶν τοῦ Θεοῦ ἐκκλησιαστικοὺς ἄνδρας, ἀνατρέψαντας τοὺς ἐριστι‐
5κοὺς αὐτῶν λόγους ὡς εἰπεῖν μετὰ πεποιθήσεως· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, λογισ‐ μοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώ‐ σεως τοῦ Θεοῦ.» Ὅταν ἐπεγερθῇ ἐπὶ τὰ τῶν Ἑλλήνων τέκνα τὰ τῆς Σιών, «ἔσται ἐπ’ αὐτοὺς» ὁ τοῦτο κατορθώσας
10«Κύριος», ἑνοποιῶν τοὺς ἐπεγερθέντας τοῖς καθ’ ὧν ἐπε‐ γέρθησαν, ὡς βασιλεύειν αὐτῶν καταρτισθέντων ἑνὶ νῷ καὶ μιᾷ γνώμῃ, κτίσας εἰς ἕνα καινὸν ἄνθρωπον τὸν Ἕλληνα καὶ
Ἰουδαῖον.

3

.

199

Zach. IX, 14—15: Καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πο‐ ρεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.

3

.

200

Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, βολὶς ὡς ἀστραπὴ ἐξελεύσεται, τιτρώσκουσα καὶ πλήττουσα εἰς θεῖον ἔρωτα, ὡς φῶς τοῦ κόσμου γενέσθαι τὴν δυναμένην εἰπεῖν τελείαν ψυχὴν ἢ ἔνδοξον Ἐκκλησίαν· «Τετρωμένη ἀγάπης εἰμί.»
5Ὅτι δὲ οὐκ ἐνταῦθα μόνον τὰ πεμπόμενα ἀπὸ τοῦ θείου τόξου φωτεινὰ τυγχάνει, καὶ ἐν τῷ Ἁμβακοὺμ πρὸς τὸν Θεὸν λέγε‐ ται· «Εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.» Οὐ διαφέρει δὲ τὸ πληθυντικῶς καὶ ἑνικῶς εἰπεῖν· γενικῶς γὰρ λαμβάνομεν βολίδα ἐξελευσομένην ὡς ἀστραπήν,
10ἧς εἴδη πολλὰ τυγχάνουσιν αἱ μερικαὶ βολαί.

3

.

201

Ὁ τιτρώσ‐ κων λόγος εἰς πόθον τοὺς τὰς κατ’ εἶδος ἀρετὰς ἀναλαμβά‐ νοντας καὶ τὰ κατὰ μέρος δόγματα, βολίς ἐστ[ι]ν γενικῶς, εἰδικῶν ὑπαρχόντων τῶν περὶ ἑκάστης ἀρετῆς καὶ ἑκάστου δόγ‐
5ματος λόγων, καὶ διὰ τοῦτο πληθυντικῶς ὀνομαζομένων βολίδων.
Πλὴν καὶ ἡ μία βολὶς ὡς ἀστραπὴ ἐξέρχεται καὶ αἱ πολλαὶ εἰς φῶς κατὰ τὸν Ἁμβακούμ, τῷ πάντα λαμπρὰ εἶναι βέλη τὰ πεμπόμενα ἀπὸ τοῦ ἐνταθέντος τόξου ὑπὸ τοῦ Θεοῦ. Ἔστι δὲ τοῦτο ὁ Ἰούδας.

3

.

202

Σεσαφήνισται πρότερον ὅτι περὶ τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς Ἰούδα Σωτῆρος ταῦτ’ ἀπαγγέλλεται.

3

.

203

Ἐξελθούσης ὡς ἀστραπῆς τῆς θείας βολίδος ἐπὶ τῷ φωτισθῆναι τὸν ἔσω ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, Κύριος παντοκράτωρ σαλπιεῖ, διεγείρων καὶ τὴν ἔνδον ἀκοήν, ὡς τὸν αἴσθησιν λαβόντα τῆς ὑπαρξάσης ὠφελείας ἀναφθέγξασθαι
5χαριστηρίως· «Ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα», ἐπείπερ δέδωκέν μοι οὖς τοῦ ἀκούειν.

3

.

204

Καὶ ὅρα εἰ μὴ κατ’ ἐπίνοιαν ἄλλην καὶ ἄλλην τὸ παρὰ Θεοῦ διδόμενον σάλπιγξ ἐστὶν καὶ ἀστραπή. Ἧι μὲν γὰρ ἀκουστὰ τυγχάνει τὰ σαφῶς καὶ διατόρως καὶ μεγαλοφώνως ἀπαγγελλόμενα, σάλπιγγι ὡμοίωνται, ᾗ δὲ φωτίζουσιν τὸν νοῦν,
5ψυχῆς ὀφθαλμὸν ὄντα, ἀστραπῇ ἐοίκασιν.

3

.

205

Ὥσπερ δὲ τοῖς εὐεργετουμένοις ἐκ προαιρέσεως καὶ τοῦ ἐφ’ ἡμῖν φωτεινὰ καὶ μεγαλόφωνα ἅπαντα τὰ θεῖα, οὕτω ἀπειλὴ γίνεται κατὰ τῶν ῥᾳθύμως ἀναστρεφομένων, ὅθεν εἰκότως ἐπι‐ φέρεται τῇ κατὰ τὴν ἀστραπὴν βολίδι ἐξερχομένῃ, καὶ τῷ σαλ‐
5πίζειν τὸν Κύριον παντοκράτορα, σαλεύεσθαι τὸν εὐεργέτην ἐν ἀπειλῇ, ἀγαθότητος πολλῆς παρισταμένης ἐκ τοῦ ἐν ἀπειλῇ πορεύεσθαι ἐν σάλῳ τὸν Θεόν, ἵνα μὴ παντελῶς ἔξω γένηται, διορθουμένης ποτὲ τῆς ἀπειλῆς, ὡς ἐπὶ Νινευιτῶν γέγονεν.

3

.

206

Εἰπὼν γὰρ ὁ ἀπειλῶν· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ
κατασκαφήσεται», οὐκ ἐν κολάσει, ἀλλ’ ἐν ἀπειλῇ ἔδοξεν σαλεύεσθαι καὶ μετανίστασθαι αὐτῶν, ἵνα μετανοίας τόπος δοθεὶς ἔξω τῆς ἀπειλῆς ποιήσῃ τοὺς παυσαμένους ἀφ’ ὧν πρότερον
5ἐνήργουν. Ταύτῃ τοι καὶ ὁ Ἀδάμ, ἅμα τῷ ἀκοῦσαι τῆς φωνῆς τῆς ὑπὸ τοῦ ὄφεως ἀπατηθείσης γυναικὸς αὐτοῦ, αἴσθησιν ἔλα‐ βεν κλόνου τοῦ νομοθέτου, ὡς εἰπεῖν· «Τὴν φωνὴν» τῶν ποδῶν «σου ἤκουσα περιπατοῦντος», πρὸ τῆς παραβάσεως παρόντος καὶ διαλεγομένου ἀντιλαμβανόμενος.

3

.

207

Καὶ τῶν Ἰουδαίων γοῦν οὐκ ἀφιστάμενος ὅτε γνησίως τὸν νόμον ἐφύλαττον καὶ τὸν δεδωκότα ἐθεράπευον, οὐδ’ ὅλως ἀπολειπόμενος ἐν ἀπειλῇ ἐν σάλῳ πεπόρευται, φήσας περὶ αὐτῶν· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν
5μου.» Σαφῶς δὲ παρίσταται ἡ ἐγκατάλειψις, λέγοντος Ἰησοῦ ἐν Εὐαγγελίῳ· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.»

3

.

208

Δείκνυται ὁ σκοπὸς καὶ τὸ τέλος πρὸς ἀγαθοῦ τοῖς ἐγκα‐ ταλειπομένοις ὑπῆρχθαι, ἐκ τοῦ ἐπιφέρεσθαι τῷ· «Καὶ Κύριος παντοκράτωρ πορεύσεται ἐν ἀπειλῇ σάλου αὐτοῦ», «Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.» Ὅτε γὰρ ἔδοξεν ἐν ἀπειλῇ
5ἀφίστασθαι, τὸ τηνικάδε ἐβοήθησεν, ὑπὲρ αὐτῶν προβαλὼν τὴν ἀκαταμάχητον ἀσπίδα αὐτοῦ, περὶ ἧς ἐν Ὕμνοις εἴρηται τῷ εὐεργετουμένῳ· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.»

3

.

209

Ἐπεὶ εἴρηται ἔναγχος ὡς σαλπίζων Κύριος παντοκρά‐ τωρ διατόρως καὶ μεγαλοφώνως ἄγει τὰς παρ’ αὐτοῦ εὐεργεσίας, γραφικὰς περὶ τούτου μαρτυρίας συνακτέον.

3

.

210

Προστάττει τὸ ἅγιον Πνεῦμα τῷ κήρυκι τῆς ἀληθείας ὑψῶσαι τὴν φωνὴν ἑαυτοῦ ὡς σάλπιγγα, ὅπως ἡ διδασκαλία ἣν προφέρει εἰς πόλεμον διεγείρῃ τοὺς Θεῷ στρατευομένους πρὸς τοὺς ἀντιπαρατεταγμένους πολεμικῶς, ἀλλὰ καὶ πρὸς τὸ συγκα‐
5λεῖν εἰς τὰς ἑορτασίμους πανηγύρεις.

3

.

211

Κεῖται δὲ τὰ περὶ τούτων ἐν τοῖς θεοπνεύστοις λογίοις, ποτὲ μὲν μετ’ αἰνιγμοῦ, ποτὲ δὲ ἱστορικῇ διηγήσει.

3

.

212

Ὑπὲρ δὲ τοῦ δειχθῆναι ὡς τὸ σαλπίζειν σημαίνει φανέρωσιν, αὔταρκες τὸ ὑπὸ Ἰησοῦ λεχθὲν τοῖς ἐμπομπεύειν ἐθέλουσιν τῇ εἰς τοὺς πέλας εὐποιΐᾳ· «Σύ, φησίν, ποιῶν ἐλε‐ ημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου.» Μάλιστα γὰρ ταύτην
5τὴν ἀρετὴν κεκρυμμένως βούλεται πράττεσθαι, διὰ τὸ παρα‐ φύεσθαι φιλοδοξίαν καὶ τὸ φιλέπαινον φανερῶς αὐτῆς τελουμέ‐ νης, ἀλλὰ καὶ παραβαίνεται ἐντολὴ ἡ διαγορεύουσα· «Ὃ μισεῖς, ἑτέρῳ σου μὴ ποίει.» Τὸ γὰρ ἐμπομπεύειν τῇ τῶν δεομένων, ἵν’ οὕτω φράσω, δυστυχίᾳ, οὐ φίλον τῷ εὐεργετουμένῳ, ᾧ ἕπε‐
10ται καὶ αὐτὸν τὸν μεταδιδόντα πράττειν ὃ μὴ βούλεται παθεῖν.

3

.

213

Ὅταν τοίνυν Κύριος ὁ παντοκράτωρ φωτίζῃ τοὺς πρὸς αὐτοῦ ὠφελουμένους, φανερῶν ἃ χαρίζεται, ἐν σάλπιγγι σαλπί‐ ζει, ὑπερασπίζων τῶν εὖ διατεθέντων, ὥστ’ αὐτοὺς ἀνεπιβουλεύ‐ τους καὶ ἀβλήτους διαμεῖναι, κυκλῶν αὐτοὺς τῇ ἀκαταμαχήτῳ
5ἀσπίδι ἐνδυσαμένους πᾶσαν τὴν πανοπλίαν τοῦ ἄρχοντος καὶ βασιλεύοντος αὐτῶν.

3

.

214

Εἴη δὲ καὶ ἡμᾶς «τοῦ φωτὸς ἐνδύσασθαι τὰ ὅπλα» καὶ «τῆς πίστεως ἀναλαβεῖν τὸν θυρεόν», ὡς μετὰ παρρησίας φάναι· «Βοηθὸς καὶ ὑπερασπιστής μου εἶ· ὁ Θεός μου, μὴ
χρονίσῃς.»

3

.

215

Zach. IX, 15—16: Καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστή‐ ριον. Καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς
5πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.

3

.

216

Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, ἐπεγείραντός τε ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων τοὺς τῆς Σιὼν υἱούς, νίκη αὐτῶν ἔσται, καταναλισκομένων τῶν ἑλληνικῶν γενημάτων πρὸς τῶν ἐπεγερθέντων ἐπ’ αὐτοὺς, οἷα σφενδονιστῶν ἀρίστων εὐθυβό‐
5λως βαλλόντων τοὺς λίθους, ὡς καταχωσθῆναι τοὺς λιθολεγο‐ μένους, πινομένου τ̣οῦ αἵματος αὐτῶν πάνυ προθύμως ὑπὸ τῶν σφενδον[ι]ζόντων πληρούντων τε ὡς φιάλας θυσιαστήρια.

3

.

217

Ὅταν πάθωσιν οἱ τῶν Ἑλλήνων υἱοὶ τὰ ἐκκείμενα, τό τε καταχωσθῆναι ἐν λίθοις καὶ ἐκποθῆναι τὸ αἷμα αὐτῶν, τὸ τηνικαῦτα σώσει Κύριος τοὺς ὑπερασπιζομένους ὡς πρόβατα λαὸν αὐτοῦ γεγενημένους, ἐπείπερ οἱ δυνάμενοι λίθοι ἐποικοδο‐
5μηθῆναι τῷ θείῳ θεμελίῳ εὐκίνητοι γενήσονται, ὡς ἐπὶ τῆς γῆς τοῦ Θεοῦ κυλίεσθαι, κούφους καὶ εὐκινήτους γινομένους πρὸς τοῦ αἴροντος ἀπ’ αὐτῶν τὸ ἄχθος καὶ λιθῶδες. Οὕτω γὰρ κυλιόμενοι ἐπὶ τῆς ἁγίας τοῦ Θεοῦ γῆς ἑαυτοὺς οἰκοδομήσουσιν, ἁρμονίως ἐμβιβαζόμενοι εἰς τὰ τείχη τῆς πόλεως τῆς ἁγίας καὶ
10τὴν οἰκοδομὴν τοῦ ναοῦ τοῦ Θεοῦ.

3

.

218

Τί δὲ βούλεται τὸ καταχώννυσθαι λίθοις σφενδόνης τοὺς καταναλισκομένους ὑπὸ τῶν ὑπερασπιζομένων ὑπὸ Θεοῦ
παντοκράτορος θεωρητέον.

3

.

219

Οἱ τῆς ἐπιτιμίας ἐλεγκτικοὶ λόγοι, οἷα λίθοι εὐθίκτως ὑπὸ σφενδόνης πεμπόμενοι, καταναλώσουσιν τοὺς ἁμαρτωλούς, ὥστε μηκέτ’ εἶναι ἐχθροὺς Θεοῦ, καταναλωθείσης τῆς κακίας δι’ ἣν ἦσαν ἀντικείμενοι ταῖς Θεοῦ χάρισιν, ἐπείπερ κατεκρύ‐
5βησαν ὑπὸ τῶν τῆς σφενδόνης λίθων ποιωθέντες κατ’ αὐτούς. Ὡς γὰρ «ἡ ἀγάπη καλύπτουσα πλῆθος ἁμαρτιῶν» οὐκ ἐᾷ ἔτι εἶναι ἃς ἔκρυψεν ἁμαρτίας ἐξ ὅλων ἀφανιζομένας, οὕτως οἱ ἐπιπληκτικοὶ καὶ ἐλεγκτικοὶ λόγοι ἐπερχόμενοι καθ’ ὧν σφενδο‐ νίζονται, καταχώσουσιν αὐτοὺς κάλυμμα αὐτῶν γινόμενοι, ἐκπι‐
10νομένου δίκην οἴνου τοῦ αἵματος αὐτῶν, ὡς εὐφραίνειν καὶ ἄγαν διαχεῖν τοὺς πιόντας, ὡς λοιπὸν φιάλας, σκεύη εὐφροσύνης ὑπηρετικά, τὰ θυσιαστήρια γενέσθαι.

3

.

220

Πῶς γὰρ οὐ θείας μεταλαμβ̣άνει πόσεως ὁ θυσίαν αἰνέσεως καὶ δικαιοσύνης θύων; Ὡς γὰρ οἱ μὴ ὃν δεῖ τρόπον ἱερουργοῦντες καλύπτουσιν ἐν δάκρυσιν τὸ θυσιαστήριον τοῦ ἐλεγκτικώτατα πρὸς αὐτοὺς λέγον‐
5τος· «Ἐκαλύπτετε ἐν δάκρυσιν τὸ θυσιαστήριόν μου· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν, ἢ λαβεῖν δῶρον ἐκ τῶν χειρῶν ὑμῶν;» Ταῦτα μὲν οὖν λεγέσθω τοῖς μετὰ ἀσεβείας θύουσιν· τοῖς δὲ εὐσεβῶς ἱερουργοῦσιν ὡς δεκτὰς εἶναι τὰς θυσίας αὐτῶν, φιάλαι εὐφροσύνης ποιητικαὶ ἔσονται τὰ θυσιαστήρια, ἵν’ οὕτω
10ἱερωμένοι σωθήσονται, ἐν φωτεινῇ καταστάσει ἀναδειχθέντες, ἡμέρᾳ νοητῇ τυγχανούσῃ, ὅτε σωθήσονται ὡς πρόβατα εἰς λαὸν Θεοῦ μεταποιούμενοι.

3

.

221

Πρώτη γὰρ κατάστασις τῶν εὖ καὶ ὡς δεῖ ἀρχομένων, τὸ ποίμνης δίκην ἄγεσθαι ὑπὸ τοῦ ἀρίστου
ποιμένος, ἵνα μετὰ ταῦτα ἐκ προβάτων λαὸς ἀναδειχθέντες βασιλευθῶσιν ὑπὸ τοῦ πρότερον ποιμένος γενομένου αὐτῶν,
5οἵτινες μετὰ τὸ χρηματίσαι λαὸς τοῦ παντοκράτορος, καὶ μέρη ἔσονται τῆς οἰκοδομουμένης ὑπὸ Κυρίου τῶν δυνάμεων πόλεως.

3

.

222

Ἅγιοι λίθοι κυλιόμενοι ἐπὶ τῆς Θεοῦ γῆς διὰ τὸ κοῦ‐ φον καὶ ἐλαφρὸν γεγενημέ‐ νοι, ἐπιτιθέμενοι λοι[πὸν .......................... ἀ]‐ μετακινήτῳ θεμελ[ίῳ ...............................]
5ους γεναμένους λίθ[ους ..................... οἰκοδομοῦ]‐ σιν, ὁ πρόκριτος τῶ[ν ἀποστόλων Πέτρος ...............] γράφει· «Πρὸς ὃν προσ[ερχόμενοι ....... παρὰ Θεῷ ἐκλε]‐ κτὸν ἔντιμον λίθ[ον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκο]‐ δομεῖσθε οἶκος πν[ευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγ]‐
10και πνευματικὰς [θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.»]

3

.

223

Εἰ περὶ τῶν τοιού̣[των ..........................] τοὺς δοξολογοῦντ[ας ...... «Ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι] κεκράξονται», πα[................................] ἁγιότητα καὶ τὴν α.[...............................]
5Θεοῦ γῆς, ἥτις πᾶσα ᾄδει τῷ̣ [............. προσκυνήσα]‐ σα αὐτῷ, κατὰ τὰ γραφέν[τα ἐν τοῖς Ψαλμοῖς, ὅπου μέν· «Ἄι]‐ σατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ», ὅπο[υ δέ· «Πᾶσα ἡ γῆ προσκυνησά]‐ τωσάν σοι καὶ ψαλάτωσάν σ[οι» ......................]

3

.

224

λαμβάνων τὸ «ἐκπίονται ὡς [οἶνον» ..............] τὸ ὠμὸν καὶ πρὸς φόνους α[..........................] θησαν οἱ καταναλούμενοι. [...........................] βάλλοντες τῷ ῥητῷ τῇ κατ[..........................]
5μάχῃ τε καὶ στάσει πολε[............................] λοις ἑπτὰ βιβλίοις περὶ τῆς [........................] ἀνδρὶ σοφῷ.

3

.

225

Zach. IX, 17: Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ εἴ τι κα[λόν, παρ’ αὐτοῦ, σῖτος νε]‐
ανίσκοις καὶ οἶνος εὐωδιάζω̣[ν εἰς παρθένους.]

3

.

226

Τὸ κυρίως αἱρετὸν ἀγαθὸν ὑπάρχο[ν ............] καὶ τὸ ἀναντιρρήτως ἐπαινε̣[τὸν .......................] [.............................]εύεται· συνᾴδει τῷ προ‐ [φητικῷ ..................... ἐν τῇ κα]τ’ αὐτὸν ἐπιστολῇ·
5[«Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τ]έ̣λειον ἄνωθέν ἐστιν [καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φωτῶ]ν, παρ’ ᾧ οὐκ ἔνι [παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμ]α̣.» Διὸ μόνος οὗτος [........................... δίδωσ]ι̣ν «ἀγαθὰ τοῖς αἰ‐ [τοῦσιν αὐτόν» .....................]τ̣ου τυγχάνει, καὶ
10[..................................]ου, ὡς τὸν πόθον

3

.

227

[............................ ἐ]γείροντα τὴν ψυχὴν [............................ τὸ]ν Κύριον «τὸν ἐμπι‐ [πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυ]μ̣ίαν σου». Ἐπιστατέον [.............................] π̣ίστις καὶ ἡ ἐπίγνωσις
5[............................] αὐτοῦ ἐνδιδομένου καλοῦ [.............................]ο̣υ κατορθώματος. Οἷον [............................ τ]ὴν ἐπίνοιαν ἀγαθὸν καὶ [........................]ν καὶ ὠφέλιμον ἀγαθόν ἐστιν [...........................]ες προσαγορεύεται καλόν.

3

.

228

[...............ὑμνῳδ]ὸν εἰπεῖν· «Ποίησον ἀγαθόν» [.......................τὸ]ν μεγαλόφωνον Ἠσαΐαν μά‐ [θετε καλὸν ποιεῖν ........]ε̣ρον Ἀπόστολον, τὸ καλὸν κα‐ [τέχειν .......... ἀποστολι]κῇ φωνῇ· «Πάντα δοκιμάζετε,
5[τὸ καλὸν κατέχετε, ἀπὸ παντ]ὸς εἴδους πονηροῦ ἀπέχεσθε.» [«Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ] εἴ τι καλόν, παρ’ αὐτοῦ», ἁρμονί‐ [ως ............... «σῖτος νε]ανίσκοις καὶ οἶνος εὐωδιά‐ [ζων εἰς παρθένους» ......]ι̣ αἰσθητοῦ δὲ πυροῦ καὶ προχεί‐ [ρου ...........]λ̣εται ταῦτα.

3

.

229

Οὐ γὰρ πνευματικὴ καὶ

3

.

236

[ψυ]‐ χικοῦ ἀνθρώπου πρὸς τῷ μὴ δέχ[εσθαι] τὰ τοῦ πνεύματος,
μωρίαν αὐτὰ ἡγουμένου τῷ βεβλᾶφθ[αι τοῦ ἔ]σω ἀνθρώπου τὰς αἰσθήσεις. Πῶς γὰρ οὐκ ἐβλάβη ἡ ὄσ[φ]ρ[ησι]ς καὶ γεῦσις τοῦ
5μὴ γευομένου τοῦ Κυρίου κατὰ τὸ λεχ[θ]έ[ν· «Γ]εύσασθε καὶ εἴδετε ὅτι χρηστὸς ὁ Κύριος», καὶ ἡ ἀντιλημπτ[ικὴ] τῆς ἱερᾶς πνοῆς τοῦ ὀνόματος αὐτοῦ, κατὰ τό· «Μύρον ἐκ[κεν]ωθὲν ὄνομά
σοι, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε»;

3

.

237

Zach. X, 1—3: Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ’ ὥραν πρόϊμον καὶ ὄψιμ[ο]ν· Κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινόν, δώσει αὐτοῖς ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. Διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάν[τεις
5ὁρ]άσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, [μάταια παρεκά]λουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβ[ατα καὶ ἐκακ]ώ‐ θησαν, ὅτι οὐκ ἦν ἴασις. Ἐπὶ τοὺς ποιμέ[νας παρωξ]ύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπ[ισκέψομαι.]

3

.

238

Κακίας ἐπιπολαζούσης, ἀβροχία γ̣[ίνεται πολλά]κις κρίναντος Θεοῦ, διὸ ἐξευμενίζεσθαι ἐν τοῖς [τοιούτοις τὸν ἀ]γα‐ νακτοῦντα κατὰ τῶν οὕτω εἰς ἀθεότητα [.........]ς πεσόντων, ὡς ἀντὶ Θεοῦ δαίμονας προιλ̣[άσκεσθαι ..]θεν ἐξευμενίζεσθαι,
5ὡς μαντείας καὶ ἐν[ύπνια λαβεῖν] παρ’ αὐτῶν. Τοιαύτη ἐπαγωγὴ ὑπῆρκται τ[οῖς Ἑβραίοις] κατὰ τοὺς χρόνους Ἠλίου τοῦ μεγά‐ λου προ[φήτου, ὑετοῦ] μὴ γενομένου ἐπὶ τῆς γῆς ἐπὶ ἔτη τρία̣ [καὶ μῆνας ἕξ,] ὡς παντὸς ἀπορῆσαι γενήματος, ὡς ἐγγὺ̣[ς θανάτου στ]ῆναι τοὺς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα φθάσαι διὰ
10σπ[ανιότητα] τὴν τῶν ἐπιτηδείων.

3

.

239

Ταύτης τῆς κακώσεως ἐ[πιπολασάση]ς, ἀκόλουθον ἦν τὸν Ἰσραὴλ εὐεργετηθέντα πολ‐ λ̣[άκις ἐν τ]οῖς τοιούτοις Θεοῦ περιέχεσθαι καὶ αἰτεῖσθαι [παρ’ αὐτοῦ] ὑετὸν ἵν’ εὐθηνία ὑπαρχθῇ. Τοῦτ’ οὐ πεποίηκεν,
5[ἐπικρ]ατησάσης ἀπάτης ὡς δυναμένων τῶν εἰδώλω[ν ἐπ]ι̣νεύειν τοῖς ζητοῦσιν παρ’ αὐτῶν ἃ μὴ δύνανται π[αρα]σχεῖν. Γέγονε
δὲ ἡ φρενοβλάβεια ἀπὸ τῆς Ἰεζάβελ, γυν[αικ]ὸς τοῦ βασιλεύοντος τῶν Ἑβραίων, σφόδρα εἰδωλολατρ[ούσ]ης ὡς συναπαχθῆναι αὐτῇ καὶ τὸν ἄνδρα.

3

.

240

Ἐπλήθυνον γοῦν ἐν ταῖς ἡμέραις αὐτῆς οἱ προφῆται τοῦ Βαάλ, ἀγάλματος ὄντος Σιδωνίων, μάντεις καὶ ἀποφθεγγόμενοι καὶ αὐτὸ τοῦτο ἐνυπνιασταὶ ὀνείρων ἐξεχόμενοι τυγχάνοντες, θέλγοντες ἀεὶ τολ̣[μήρως προγν]ωστικαῖς δῆθεν
5ὁδοῖς, διαφόρως ψεύδ[οντες ἐπιγεν]ομένης εὐετηρίας, ὡς μηκέτι αἰτεῖσθαι χο[ρηγεῖν ὑετὸ]ν «τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ ἀγα‐ θοὺς [καὶ πονηροὺ]ς καὶ βρέχοντα ἐπὶ δικαίους καὶ ἀδίκους».

3

.

241

[Ἐπεὶ τοίνυν εἰ]ς τοσαύτην ἄγνοιαν πεπτώκασιν οἱ παρὰ [...........]μου ὑπαχθέντες, οἶκτον λαβὼν ὁ Θεὸς τ[ῶν οὕτω ὑπαχ]θ̣έντων ὑπέβαλε τῷ προφήτῃ φάναι· «Αἰτεῖ[σθε ὑετὸν» κ]α̣ι̣ρ̣ί̣ως ἐν καταλλήλῳ ὥρᾳ «παρὰ τοῦ ἀνάγ[οντος
5νεφέ]λας ἐξ ἐσχάτου τῆς γῆς καὶ ποιοῦντος εἰ[ς ὑετὸν ἀστρα]‐ πάς», κατὰ τὰ ἐν Ἰερεμίᾳ προφητικῶς ἀ[παγγελλόμεν]α.

3

.

242

Θάρσος ἐμποιῶν ὁ λόγος οἷς προτρέπει δια[...... αἰ‐ τεῖ]σθαι ὑετὸν καθ’ ὥραν αὐτοῦ, ἐπήγαγεν· «Κύριος ἐ[ποίησεν φα]ντασίαν καὶ ὑετὸν χειμερινόν»· καὶ οὐχ ἅπαξ γε [.... πολλά]‐ κις ἄνωθεν, εἰ μή που ἀσέβεια κρατήσασα τῶν [Ἑβραίων εἰς]
5τοσοῦτον διέθηκεν ὡς ἀναξίους παρασκευά[σαι αὐτοὺς θ]εοπέμ‐ πτων δωρεῶν.

3

.

243

Ἐπεὶ τοίνυν ἀεὶ Θεὸς ποτίζει τ[ὴν γῆν τῶν ἀ]νθρώπων ἕνεκα, αὐτὸν ἐξευμενίζεσθαι προσήκει ἀβ[ροχίας γι]νομένης, καὶ οὐ ψευδομάντε‐ σιν προσέχειν, τῆς προγνω[..........................]
5μοχθηρὰν καὶ κόπους ἐν [..........................] κὴν προαναφώνησιν ω̣[..............................] κόπους λαλεῖν τοὺς ἀπ[.............................] ας καὶ ἐνύπνια διασφαλ[............................] τοὺς ἀπατωμένους, ου[..............................]
10τωντος.

3

.

244

Τοῦτο ἐκρατη[.........................]
ὡς ἤδη ἐλέχθη ἐπὶ Ἠλίᾳ τ̣[.........................] Θεοῦ χρηματίσαντος, κλ[............................] μονευθέντα χρόνον, εω[..............................]
5τότε γὰρ τότε ὑετὸς γέγονεν [........................] ψεν ὡς τὸν Ἰάκωβον γράφει[ν ........................] προσεφώνησεν ἐπιστολῇ, λέ[γων· «Ἠλίας ἄνθρωπος ὁμοιοπαθὴς] ἡμῖν τυγχάνων προσηύξατο [τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν] τρία ἔτη καὶ μῆνας ἕξ», ἀβροχί[ας ἐπιγενο]μένης, οἷς ἐπηγίο‐
10χεν· «Πολὺ ἰσχύει δέησις [δικαίου ἐνεργο]υμένη.»

3

.

245

Ἐκ τῶν οὕτω πραττομένων ἀεὶ ερ[............]ι̣ας πρὸς Θεὸν κα‐ ταφεύγειν δεῖ θεηλάτων συν̣[........ κατ]ασκηπτουσῶν, καὶ μὴ προσέχειν δαίμοσι κ[..........]τιαν ἐπιψευδομέ‐
5νων ὧν ἔλεγχος γέγονεν το̣[....... Θεὸ]ν ἐξευμενισαμέ‐ νου, ἃ σαφῶς εἴσεται ὁ σὺν πο[.........]νων ταῖς βασι‐ λικαῖς ἱστορίαις.

3

.

246

Αὐτάρκως [..ὡς νομί]ζω, πρὸς ῥητὸν εἰρημένης τῆς Ζαχαρίου λέξε[ως, ἐπι]σ[τατ]έον καὶ τῇ ἀνα‐ γωγῇ.

3

.

247

Ὑετὸς πνευματικὸς [ἡ θεό]σδοτος διδασκαλία εἴρηται ἐν τῷ γεγραμμένῳ οὕτ̣[ω]ς· «Αἱ νεφέλαι ῥανάτω‐ σαν δικαιοσύνην», αἷς ἐντολὴ δ[ίδ]οται μὴ διδόναι ὑετὸν ὅτε [...................... κατ’ ἀλ]ληγορίαν ὄντος ἀμπελῶ‐
5[νος .........................]α̣ καρποφορεῖν ὑπὸ ἀγγε– [..............................]η τῶν νεφελῶν τυγχα– [.............................]σαι διὰ τὸ ἀκάνθας καὶ [τριβόλους ...................]λων δίκην οἱ μακάριοι ἄν‐ [δρες ...........................]ι̣δευσιν ἀκουστέον τοῦ

3

.

248

[......................]ς· «Προσδοκάσθω ὡς ὑετὸς [τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσο]ς τὰ ῥήματά μου, καὶ ὡς ὄμ‐ [βρος ἐπ’ ἄγρωστιν» .........] καὶ ἕκαστος τῶν Θεοῦ κα– [..............................]η τὸν πνευματικὸν ὄμ‐
5[βρον ...................]μιαν οἱ τεθέντες ἐν τῇ Ἐκκλη‐
[σίᾳ ἀπόστολοι καὶ προφῆται,] διδάσκαλοί τε καὶ εὐαγγελισταί. [.........................] κατὰ τὴν παλαιὰν διαθήκην [...................... εὐ]αγγελικὰ καὶ ἀποστολικὰ μα‐ θήματα. Ὄψιμος [.........]αιος ἐστιν περὶ οὗ αἴτησιν Θεῷ
10προσάγειν δεῖ, ἵν[α] δ̣[.........]χθῃ τῷ καὶ τὸν πρόϊμον δεδω‐ κότι, ἵν’ ἕκαστο[............]ον καρποφορήσῃ Θεοῦ δεδω‐ κότος βοτάνην [...........]ς ἀναγομένων.

3

.

249

Ὁ ἐν Χριστῷ Ἀ‐ πόστολος καὶ αὐ[τὸς κατ’ ἀνα]γωγὴν ὢν νεφέλη Ἑβραίοις γράφει· Γῆ, φησίν, [..........] πολλάκις ἐπ’ αὐτὴν ἐρχόμενον ὑετὸν βοτάνην [.........]ως ἡ ἀποστολικὴ φωνή· «Γῆ γὰρ
5ἡ πιοῦσα τὸν ἐπ’ [αὐτῆς πολλ]άκις γενόμενον ὑετὸν καὶ τίκτου‐ σα βοτάνην εὔθετον [ἐκείνοις δ]ι’ οὓς καὶ γεωργεῖται, μεταλαμβά‐ νει εὐλογίας παρὰ Θεοῦ· ἐκ[φέρο]υσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγ[γ]ύς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ὅπως μὴ ταῦτα πρὸς ἱστορίαν αὐ[τὸ]ν γεγραφέναι νομίσῃ τις, ἁρ‐
10μονίως ἐπενήνοχεν· «Πε[πεί]σμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμ[ενα σ]ωτηρίας», καρποφορησάντων δηλο‐ νότι ἐκ τοῦ πεπωκέ[να]ι πρόϊμον καὶ ὄψιμον ὑετόν, οὐ τέλειον καρπὸν φερόν̣[τ]ων τῶν θάτερον μόνον δεξαμένων.

3

.

250

Οἱ ἐκ περιτομῆς [τὸ]ν μόνον τὸν πρόϊμον δεξάμενοι οὐ προσήκαντο τ[ὸ εὐ]αγγέλιον, οὐ πιστεύσαντες τῷ Σωτῆρι· ὡς αὖ οἱ μετὰ τ[ὴν ἐ]πιδημίαν τοῦ Σωτῆρος ἑτερόδοξοι, τοῦ ὀψίμου μόνου μετεσχη‐
5κότες, οὐδαμῶς ἀπολαύσαντες τοῦ προΐμου, ἀτελεῖς αὐτοὶ καὶ ἡ διδασκαλία αὐτῶν ὤφθησαν, μόνης τῆς ἀποστολικῆς Ἐκκλησίας καρποὺς τελείους γλυκεῖς τε καὶ ἐδωδίμους φερούσης διὰ τὸ ἐξ
ἀμφοτέρων τῶν ὑετῶν τέ[λε]ιον ἔχειν ποτισμόν. Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ ἡ τοῦ Ὠσῆε προφητεία ὧδε ἔχουσα·
10«Διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσο‐ μεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος γῇ.»

3

.

251

Ἐκλημπτέον κατὰ νόησιν ἄλλην πρόϊμον ὑετὸν εἶναι τὸν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος λόγον, ὄψιμον δὲ̣ [τὸ]ν̣ περὶ τῆς θεολογίας αὐτοῦ. Ἀμφοτέρων τῶν ποτι[σμ]ῶν οἱ ἀπολαύσαντές φασιν· «Ὁ λόγος σὰρξ ἐγένετο κ[αὶ ἐ]σκήνω‐
5σεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν α[ὐτ]οῦ, δόξαν ὡς μονο‐ γενοῦς παρὰ Πατρός, πλήρης χάριτος [κ]αὶ ἀληθείας.» Ταύ‐ την ἔχει τὴν νόησιν καὶ τὸ Κορινθίοις ὑ̣[πὸ] Παύλου γραφέν· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Πρὸς τὴν προτέραν ἀπόδοσιν τὴν περὶ τῶν δύο
10διαθηκῶν συγχρηστέον τῷ· «Παῦλος Ἰησοῦ Χριστοῦ δοῦλος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τ[ο]ῦ Υἱοῦ αὐτοῦ τοῦ γεναμένου ἐκ σπέρματος Δαυὶδ κατὰ σά[ρκ]α, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύ[νη]ς.»

3

.

252

Ῥηθείη καὶ νόησις τρίτη· τὰ ἐν τῷ αἰῶνι τούτῳ «ἐκ [μ]έρους γινωσκόμενα καὶ προφητευόμενα» ὑετὸς πρόϊμο[ς ἐ]κλαμβανέσθω, ὀψίμου τυγχάνοντος τοῦ «πρόσωπον [πρὸ]ς πρόσωπον» ὀφθησομένου ἐν τῷ μέλλοντι αἰῶν[ι. Φ]ιλοτίμως
5δὲ καὶ τάδε λελέχθω· ἡ ἠθῶν ἐπανορθωτικὴ παίδευσις καὶ ἡ κατάλληλος ἀρετὴ πρακτικὴ οὖσα πρόϊμος ἔστω ποτισμός, ὀψί‐ μου ὄντος τοῦ περὶ τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ λόγου.

3

.

253

Ὑπάρξεται δὲ ὁ διττὸς [οὗ]τος ὑετός, Θεοῦ αὐτὸν
παρέχοντος, ὅταν πορευθῶμε[ν] τοῦ γνῶναι τὸν Κύριον δι’ ἐντεύξεων καὶ ἐρεύνης τῶν θεοπνεύστων γραφῶν καὶ τῆς ἀνη‐ κούσης πρὸς ἀνυπέρβλητον θεωρίαν γυμνασίας· τούτων γὰρ
5προανυσθέντων, «ὡς ὄρθρος ἕτοιμος» εὑρεθήσεται ὁ ζητού‐ μενος Κύριος, γινόμενος ὑετὸς πρόϊμος καὶ ὄψιμος τῇ γῇ τῇ δεξαμένῃ τὸν Ἰησοῦ σπόρον. Οὕτω γὰρ καρποφορήσει τὰ ἑξῆς δηλ[ού]μ̣ενα, ἀνάστασιν, ζωήν, γνῶσιν τελείαν, ὡς αὐτὸ τὸ λ[εχθὲ]ν φανεροῖ προενεχθὲν ὥδε· «Ἥξει γάρ, φησίν, ἡμῖν ὡς
10ὑε[τὸς] πρόϊμος καὶ ὄψιμος γῇ. Καὶ ἀναστησόμεθα καὶ ζησό‐ μ[ε]θα καὶ στησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα.»

3

.

254

Το[ύ]των τῶν θεοπνεύστων ἀγαθῶν πληρωθεὶς ὁ ζητή‐ σα[ς τὸ]ν Κύριον ὡς μοχθηρῶν ἀφέξεται τῶν ἀποφθεγγομένων ψευδομάντεων ἐνυπνιαζομένων μᾶλλον ἢ ὕπαρ τι θεωρούντων. Τυγχάνουσι δὲ τοιοῦτοι οἱ τὰς αἱρέσεις πηξάμενοι ἐν χριστια‐
5νισμῷ «μὴ νοοῦντες μήτε ἃ λέγουσιν μηδὲ περὶ τίνων διαβε‐ βαιοῦνται», «προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, [ἐ]ν̣ ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν».

3

.

255

Ἐνέχονται τοῖς ψευδέσιν ἐνυπνίοις οἱ τὸ γρηγορεῖν καὶ νήφειν ἀποβαλόντες, κάρῳ καταφερόμενοι ἅτε δὴ [νυ]κτὸς καθεύδοντες καὶ μεθύοντες· περὶ γὰρ τῶν ἐνυπνι[αζ]ομένων καὶ νυστάζειν ἀεὶ ποθούντων γράφεται τό· «Οἱ καθεύδοντες νυκτὸς
5καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν», στερόμενοι τοῦ φωτὸς τοῦ ἀληθινοῦ. Διὸ κἄν ποτε παραμυθίαν ἐπαγγέλλωνται, μά̣ταια παρακαλοῦσιν· οὐ γὰρ ἐκ τῆς δοκούσης αὐτῶν μαντικῆς προανα‐ φωνήσεως ἔσται τρέφουσα νομὴ καὶ βοτάνη. Διὸ ξηραίνονται οἷα πρόβατα νομὴν [οὐ]κ ἔχοντα, περὶ ἧς εἶπεν ὁ ἅγιος· «Κύριος
10ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει· εἰς τόπον χλόης,
ἐκεῖ με κατεσκήνωσεν.» Εὑρίσκεται δὲ αὕτη ἡ εὔχορτος νομὴ τῷ εἰσερχομένῳ καὶ ἐξερχομένῳ τὴν θύραν οὐκ ἄλλην οὖσαν τοῦ φάσκοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ θύρα. Δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται καὶ ἐξελεύσετ[α]ι καὶ νομὴν εὑρήσει.»

3

.

256

Ταύτης στερόμενοι, οἱ ἐνυπνίοις καὶ μάντεσιν ψευδέσιν προσέχοντες ξηρανθήσονται δίκην θρεμμάτων βοσκήματα οὐκ ἐχόντων, ὡς μηκέτι ἴασιν εἶναι ἐν αὐτοῖς κακωθεῖσιν σφόδρα, παροξυνομένου τοῦ θυμ[ο]ῦ τοῦ Θεοῦ κατὰ τῶν φαύλων νομέων
5διὰ τὴν περὶ τὴν ἀγ[έλ]ην ῥᾳθυμίαν, ὡς πειραθῆναι μετὰ τῶν ποιμένων θυμοῦ Θεοῦ τοὺς ἀμνούς, γινομένης καὶ μέχρις αὐτῶν τῆς ἐπισκοπῆς, ἐπιτιμωμένων καὶ κακουμένων τῶν πιότητα ἐχόντων ἀμνῶν, ὡς καὶ αὐτοὺς ξηρανθῆναι μετὰ τῶν συναγελα‐ ζομένων προβάτων.

3

.

257

Ὑπῆρκται δὴ βλάβη τῇ ποίμνῃ παρ’ αἰτίαν τῶν εἰς ἀθεότητα πεσόντων ἀγελαρχῶν, περὶ ὧν ὁ Θεὸς αὐτός φησιν· «Οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀ[πίσ]ω ἀνω‐ φελοῦς ἐπορεύοντο», ἀποφθεγγομένοις καὶ μάντεσιν καὶ ψευδῆ
5ἐνύπνια ἐπαγγελλομένοις προσέχοντες, ὡς καὶ τὰ πρόβατα βλαβῆναι ἀπώλειαν ὑφιστάμεν[α. Ἐ]λέχθη γοῦν ὑπὸ τοῦ πάντων κηδομένου ἐλεγκτικώτατα· «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς», ὡς καὶ αὐτοὺς τοὺς ἀμνοὺς κακωθῆναι, τὴν ἐκ νομῆς πίονος ὠφέλειαν οὐκέτι
10ἔχοντας.

3

.

258

Πλὴν εἰ καὶ οὕτως παρ’ ἑαυτοὺς διετέθησαν, ἀλλ’ οὖν ἀγαθότητι τοῦ καλοῦ ποιμένος, ἐτύθη ὑπὲρ τοῦ «ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου ὁ τοῦ Θεοῦ ἀμνός», περὶ οὗ ἡ προφητεία· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κεί‐
5ραντος αὐτὸν ἄφωνος», ὅνπερ δακτυλοδεικτῶν ὁ Βαπτιστὴς
περισσότερον ἔχων προφήτου ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀρθείσης δὲ τῆς τοῦ κόσμου ἁμαρτίας, οὐκέτι ξηρασίαν ἢ σ[υ]γγενῆ κάκωσιν ἔχει τὰ εὐεργε‐ τηθέντα πρόβατα, οὐδ’ οἱ ἀμνοὶ οὓς ἐπεσκέψατο ὁ φάσκων· «Καὶ
10ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου.»

3

.

259

Σπουδαστέον δὲ καὶ ἡμῖν [ὑ]πὸ τὸν ἀγαθὸν ἀγελάρχην γενέσθαι, τὸν εἰς τόπον χλόη[ς] κατασκηνοῦντα τοὺς ὑπ’ αὐτῷ ποιμαινομένους, ἵνα εἰσ[ερ]χόμενοι καὶ ἐξερχόμενοι, εἰσωτερι‐ κῶς καὶ ἐξωτερικῶς τοῖς θείοις ἐπιβάλλοντες λόγοις, μακαρίας
5καὶ αἰωνίου πειραθῶμεν ζωῆς.

3

.

260

Zach. X, 3—5: Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. Καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν, καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν
5θυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ’ αὐτῶν.

3

.

261

Ὁ μετὰ τὸ ὀργισθῆναι συμφερόν[τω]ς ἰώμενος τοὺς ὑποπεσόντας τῇ ἀγανακτήσει, Κύριος Θεὸς παντοκράτωρ ὑπάρ‐ χων, ἐπισκέψεται τὸ ποίμνιον αὐτοῦ, τυγχάνον 〈οἶκον〉 τοῦ Ἰούδα, τοῦτ’ ἔστιν τοῦ ἐξομολογουμένου· ἐξομολογούμενος γὰρ ὁ Ἰού‐
5δας ἑρμηνεύεται. Ἐπισκέπτεται δὲ τὴν ἀγ[έλη]ν ἑαυτοῦ Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων· περὶ οὗ καὶ ἐν τῷ Μιχαίᾳ εἴρηται· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν
ἰσχύϊ Κύριος», ὢν σωτήρ. Ὅτι δὲ Κύριος Θεὸς παντοκράτωρ ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱός ἐστιν, ἐν τοῖς πρότερον ἀποδέδεικται.
10Ὁμοουσίου γὰρ ὑπαρχούσης τῆς Τριάδος, ὁμοούσιος ὁ γεννη‐ θεὶς τῷ γεννήσαντι ὑπάρχων, ἐκ Κυρίου Θεοῦ παντοκράτορος Κύριος Θεὸς παντοκράτωρ ἐστὶν ὁ Σωτήρ. Πῶς γὰρ οὐ Κύριος Θεὸς «ὁ ὢν ἐν ἀρχῇ πρὸς τὸν Θεόν»; Καὶ ὥσπερ «δι’ αὐτοῦ γέγονε τὰ πάντα», οὕτω καὶ κρατεῖται καὶ βασιλεύεται, ὡς
15εἶναι κατὰ τοῦτο παντοκράτωρ.

3

.

262

Οὗτος τοιγαροῦν ὁ θεολογούμε̣[νο]ς ἐπιδημήσας ἐπὶ τῷ εὑρεῖν καὶ σῶσαι τὸ τῶν ἀνθρώπων γένος, ὂν ἀποσφαλὲν πρό‐ βατον ἀπὸ τῆς τῶν λογικῶν ἑκατοντάδος, οἷα νομεὺς ἄρ[ι]στος «τὴν ψυχὴν ἑαυτοῦ ἔθηκεν» ὑπὲρ ὧν ἐλήλυθεν [σῶ]σαι προ‐
5βάτων, ὡς λοιπὸν ἐπισκέπτεσθαι αὐτὸν τὸ ποίμ[νι]ον ἑαυτοῦ, ὄντα τοῦ Ἰούδα οἶκον, περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ [αἰν]έσαισαν οἱ ἀδελφοί σου.» Καὶ ἐπεὶ ταχεῖα ἐκ προκοπῆς μετα[β]ολὴ γίνε‐ ται τοῖς εὐεργετουμένοις, τάξει τοὺς συμπληρ[οῦ]ντας τὸ ποί‐ μνιον αὐτοῦ, οἷα εὐπρεπῆ ἵππον ἕνα, «κατηρτισμένων ἁπάντων
10ἑνὶ νῷ καὶ γνώμῃ μιᾷ», ὡς ἐκ ποιμένος ἡν[ίο]χον ἄριστον γενέσθαι σωτηριωδῶς ἱππαζόμενον.

3

.

263

Ὑπῆρκται δὲ τοῦτο τὸ ἀγαθὸν ἀναπεμψάντων πρεσβείαν τῶν πόθον τῆς ἐπιδημίας αὐτοῦ ἐχόντων, φασκόντων· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους, καὶ ἡ ἱππασία σου σωτηρία.»

3

.

264

Ἐκ τοῦ οἴκου τοῦ Ἰούδα, ἐκ ποιμνίου ἵππου εὐπρεποῦς γεγενημένου, ἐπέβλεψεν καὶ ἔταξεν ἐξ αὐτοῦ τόξον, ἀφ’ οὗ πέμπει βέλη, λόγο[υς] τοὺς περὶ κολάσεως καὶ ἀπειλῆς· περὶ ὧν ὁ τάξας τὸ τόξον ἔφη· «Μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος»,
5καὶ πάλιν· «Τὰ βέλη μου συντελέσει αὐτούς.» Εἴρηται καὶ ἐν τοῖς πρότερον [ὅτι] αἱ κολάσεις διά τινα βαθὺν λόγον προσαγο‐ ρεύονται βέλη. Ἐν ἑβδόμῳ γοῦν Ψαλμῷ, περὶ τοῦ κριτοῦ τῶν ὅλων, ζώντων τε καὶ νεκρῶν, εἴρηται· «Τὸ τόξον αὐτοῦ ἐνέτει‐ νεν καὶ ἡτοίμασεν αὐτό, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου·
10τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξηργάσατο.»

3

.

265

Τί δ’ ἔσται ὅταν ἐπιβλέψῃ ἐκ τοῦ Ἰούδα Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ καὶ τάξῃ ἐξ αὐτοῦ πολεμικὸν τόξον, ἢ τὸ ἐμπει‐ ροπολέμους μαχητὰς γενέσθαι τοὺς εὖ ὑπ’ αὐτοῦ παθόντας ἐκ τῶν τοῦ Ἰούδα. Ἐξελεύσεται ἐν τῷ αὐτῷ ὁ ἐξελαύνων πρὸς
5πόλεμον παρεσκευασμένος, ὡς πατεῖν πηλὸν ὁδῶν, πιπτόντων πολλῶν ὡς πηλὸν ἐκ τῶν αἱμάτων γενέσθαι. Συμβαίνει δὲ τοῦτο τοῖς νικ[ῶ]σιν, ἀλλ’ οὐ τοῖς ἡττωμένοις. Οἱ μὲν γὰρ εἰς φυγὴν τραπέν̣[τε]ς διώκονται καὶ ἐπισπεύδονται, οἱ δὲ ἐπιτρέχοντες [κα]ὶ ἐπισπεύδοντες τοὺς διὰ δέος δείξαντας τὰ νῶτα πατοῦσ[ι
10π]ηλοῦ δίκην τὸ αἷμα τῶν σφαγέντων, ἐπισπέρχοντες [τ]ὰ τοῦ ἐξελαύνειν ἱππέων δίκην.

3

.

266

Τούτων δὲ τῶν κατορθ[ω]μάτων ὑπαρξάντων, ἐπ’ αὐτοὺς καὶ περὶ ἑαυτοὺς ὑπερμαχῶν ἔσται Κύριος ὁ Θεὸς αὐτῶν, ὡς χαριστηρίως φάναι· «Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντι‐ λήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ», καὶ ἔτι· «Ἐν τῷ Θεῷ
5ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὸν Θεὸν μεθ’ ἑαυτῶν ἔχοντες πεποιθότως παρατάξονται πρὸς οὓς ἔχουσι τὴν μάχην καὶ πόλεμον, ὡς ἕκαστον εὐχαριστικῶς φάναι· «Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθή‐ σομαι; Κύριος ὑπερασπιστὴς τῆς [ζω]ῆς μου· ἀπὸ τίνος δει‐
10λιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν
καὶ ἔπεσαν· ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσε‐ ται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.»

3

.

267

Τὴν αὐτὴν ἀνδρείαν ἔχων καὶ ὁ τὸν τρίτον Ψαλμὸν ᾄδων ἐθάρρησεν εἰπεῖν· «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» Πρὸς τοὺς οὕτω παρατεταγμέ‐ νους ὁ λόγος εὐθυμοποιῶν λέγει· «Εἷς ἐξ ὑμῶν διώξεται χιλίους
5καὶ δύο μετακινήσουσιν μυρ[ι]άδας» οὐκ ἀνθρώπων μόνων πολε‐ μιστῶν ἀλλὰ καὶ ἀοράτων. Πρὸς οὓς ἔχοντες τὴν πάλην οἱ τῷ Χριστῷ στρατευόμενοι καὶ τὴν παντευχίαν αὐτοῦ ἐνδυσάμενοί φασιν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τούς τε κοσμοκράτορας τοῦ σκότους
10τούτου καὶ πνευματικὰ τῆς πονηρίας.» Περιεστηκότων γὰρ πάντων τούτων τῶν πολεμιστῶν, ὁ τῇ τοῦ Θεοῦ προσηγορίᾳ οἷα ἀσπίδι ἀκαταμαχήτῳ θαρρῶν λέγει· «Κυκλοῦντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Τὰ αὐτὰ τούτῳ καὶ ὁ προφήτης ἐπινικί[ω]ς βοᾷ· «Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς
15κακώσει με;»

3

.

268

Zach. X, 5—7: Καὶ καταισχυνθήσονται ἀναβάτ[αι] ἵππων. Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπηκα αὐτούς, κ[α]ὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ Κύριος ὁ Θεὸς
5αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. Καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.

3

.

269

Οἱ μέγα πεποιθότες ἐπὶ παρατάξει ἱππικῇ, ὅταν παρὰ πρόθεσιν γένηται τὰ τοῦ πολέμου, αἰσχύνην ὀφλισκάνουσιν, πείρᾳ μαθόντες ὅτι «ψευδὴς ἵππος εἰς σωτηρίαν» ἐστίν. Περὶ τῶν οὕτω πολεμούντων ὁ τῶν ἁγίων χορός φησιν· «Οὗτοι ἐν ἅρμα‐
5σιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου ἀγαλλιασώ‐ μεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» Παραπλησίως τούτοις ὁ τῆς Αἰγύπτου τύραν‐ νος καὶ πάντες οἱ συστρατευόμενοι αὐτῷ κατῃσχύνθησαν ὅτε κατεποντώθησαν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς ἐφύμνιον ᾄδεσθαι
10κατ’ αὐτῶν ἀρχόμενον ἀπὸ τοῦ· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.» Περὶ τῶν ἀναβατῶν τούτων καὶ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβη‐ κότες τοὺς ἵππους.»

3

.

270

Τίνες δὲ οὗτοι τυγχάνουσιν ἐπιστατέον. Ἵππων νοου‐ μένων τῶν ἀνθρωπίνων σωμάτων διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιά‐ ζον, ἐπιβάται αἱ ψυχαὶ τυγχάνουσιν οὐ τ[ετ]αγμένως, οὐκ ἐπιστημονικῶς δαμάζουσαι τοὺς οἷς̣ ἐ̣πιβαίνουσιν ἵππους· διὸ
5καὶ αἰσχύνην ὑπομένουσιν [ο]ἰστρηλατούμεναι, ὡς τὸ προφητικὸν ῥητόν φησιν· «Κ[ατ]αισχυνθήσονται ἀναβάται ἵππων.»

3

.

271

Καθ’ ἑτέραν νόησιν ἵπποι νοείσθωσαν οἱ κομπώδεις καὶ σοφισταὶ ἄνθρωποι, ὧν ἐπιβαίνουσιν πονηραὶ δυνάμεις ἀτάκτως φερόμεναι οὐκ εἰδυῖαι χαλιναγωγεῖν ἀλλ’ ἀτάκτῳ ῥύμῃ φέρεσθαι, αἵτινες διὰ τὸ ἀτέχνως ἐπισπέρχειν [τὰ] τετρασκελῆ πάθη
5καταισχυνθήσονται· κατὰ βαρ[ά]θρων χωροῦσιν διὰ τὸ νυστάζειν καὶ ὑπνώττειν, τ̣[ῶ]ν σωτηριωδῶς ἱππαζομένων οὐχ ὑπομενόν‐
των τ̣[ὰ] τ̣ῶν καταισχυνομένων· ἡ γὰρ ὑπωπιάζουσα ψυχὴ κα[ὶ δο]υλαγωγοῦσα ὃ περίκειται σῶμα, οὐκ ἐπιβάτης, οὐκ [ἀν]αβά‐ της, ἀλλ’ ἱππεύς ἐστιν ἐπιστημονικῶς πωλοδαμνοῦσα.

3

.

272

Ὡσαύτως ἱππικῇ τέχνῃ ἐπιβαίνουσαι θεῖαί τινες δυνά‐ μεις ἀνδράσιν ἀρίστοις ἱππικῶς φέρονται, ῥύμῃ θείας διδασκα‐ λίας φερόμεναι, ἡγεμόνα κ[α]ὶ ἔξαρχον ἔχουσαι τὸν οὗ ἡ ἱππασία σωτηρία ἐστίν, πρὸς ὃ[ν] εἴρηται· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους
5σου καὶ ἡ ἱππασία σου σωτηρία.»

3

.

273

Διεστείλατό τις τῶν ἀρχαίων σοφ[ὸ]ς ἱππέα [ἀπ’ ἀ]να‐ βάτου, καὶ τὸν μὲν ψεκτόν, τὸν δ’ ἐπαινετὸν εἶπε̣ν̣· ὁ γὰρ ἄνευ τέχνης ἐποχού[μ]ενος, οὐ χαλιναγωγῶν [τὸν] ἵππον, ἀναβάτης ἐστίν, ὡς ὁ προειρημένος σοφὸς π[α]ρέστησεν, τοῦ κατὰ πωλο‐
5δαμνικὴν τέχνην ὀχουμέν[ου] ἱππέως ἐν δίκῃ καλουμένου. Αὐτίκα γοῦν τοῦ μεγάλου προφήτου Ἠλίου ἀναλαμβανομένου, Ἐλι‐ σαῖ[ε ὁ θ]εοπρόπος κέκραγε λέγων· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ κα[ὶ ἱππ]εὺς αὐτοῦ.» Ἱππέα γὰρ ἀλλ’ οὐκ ἀναβάτην ἔδει εἶναι τ[ὸν] ἀρίστως ὀχούμενον, χαλιναγωγήσαντα τὸ ἴδιον
10ὄχημα.

3

.

274

Ταύτης τῆς διαφορᾶς ἱππέως καὶ ἀναβάτου οὔσης, οὐχ οἱ ἱππεῖς ἀλλὰ οἱ ἐπιβάται καταισχυνθήσονται, νυστάζοντες ἐν
τῷ ἐπιβεβηκέναι τῶν ἵππων, νηφ[όν]τως καὶ γρηγορούντως ἡνιοχούντων τῶν σ[ὺ]ν τέχνῃ ἱππαζομένων· διὸ καὶ νικηφόροι
5ἀποδεικν[ύμ]ενοι νίκην ἀποφέρονται, καταισχυνομένων τ[ῶ]ν ἐπι‐ βατῶν τῶν ψεκτῶν ἵππων.

3

.

275

Οἱ τοῦ Ἰούδα κ̣[ατ]ισχύουσιν καὶ ὁ τοῦ Ἰωσὴφ οἶκος ζῇ καὶ σώ[σ]εται ὑπὸ τοῦ παμβασιλέως Θεοῦ· ἐκ παραλλήλου Ἰωσὴφ καὶ Ἰούδας ὁ ἐνανθρωπήσας Σωτὴρ ὑπάρχει, ἅτε ἐκ τοῦ Ἰούδα ἀνατείλας καὶ σιτοδοτήσας τοὺς λιμῷ καὶ ἀσιτίᾳ καταπο‐
5νουμένους, ὡς λοιπὸν πλήρης ἄρτων ἀναδειχθῆναι, μεγίστης εὐετηρίας διαδεξαμένης· εἴρηται γοῦν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ὡς ἐνεπλήσθησαν ἀγαθῶν οἱ πρότερον λιμώττοντ[ες δ]ιὰ τὸ ἀλογεῖν πνευματικῆς τροφῆς, ἧς ὁ νοητὸ[ς αὐτ]ῶν Ἰωσὴφ ἐσιτο‐ δότησεν. Εἰς τοσοῦτον γοῦν δαψιλ̣είας προελήλυθεν ὡς καὶ ἐν τῇ
10ἐρήμῳ τοὺς τροφῆ[ς σ]τερομένους εἰς κόρον ἔθρεψεν ἐκ πάνυ ὀλίγω[ν ἄ]ρτων πολυάνθρωπα πλήθη.

3

.

276

Ἐνισχύσας τὸν οἶκο[ν τ]οῦ Ἰούδα καὶ τὸν τοῦ Ἰωσὴφ σώσας ὁ Θεὸς κατοικίζειν αὐτοὺς ἐπαγγέλλεται, οὐκ ἄλλου χάριν ἢ ὅτι ἠγάπησεν α[ὐτο]ύς. Πότε δ’ ἔσται τοῦτο ἢ ὅτε ἀπολαμβά‐ νουσιν ἃς εν̣[..] ἔπεισεν ἐπαγγελίας, περὶ ὧν γράφεται ὧδε·
5«Ὀφ[θαλ]μὸς ἀνθρώπου οὐκ εἶδεν, οὐδὲ θνητῶν οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν.» Ἔσται δὲ αὐτοῖς τὰ ἐπηγγελμένα ὃν τρόπον
οὐκ ἀπεστρεψάμην αὐτούς, ἀλλ’ ἐπιβλέπω καὶ ἐφορῶ αὐτούς, Κύριος «Θεὸς αὐτῶν» ὑπάρχων. Εἰσακούσομαι γοῦν αὐτῶν
10σφόδρα καρποφορούντων κατὰ τὸν Ἐφράιμ, καρποφορίαν ἑρμη‐ νευόμενον, ὡς ἡσθῆναι καὶ χαρῆναι τὸ διανοητικὸν αὐτῶν ὡς ἐν οἴνῳ τῷ τρυγωμένῳ ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς, περὶ οὗ πολ‐ λάκις ἤδη σαφήνεια γέγονεν.

3

.

277

Τί δ’ ὑπάρξεται ἐκ τῆς πόσεως τοῦ θείου οἴνου, ἢ τὸ εὐφρανθῆναι ἐκ τοῦ θεωρεῖν τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια καὶ ὅσα ἄλλα ὑψηλὴν ἔχει θεωρίαν, μεθ’ ἣν ὄψεταί τις τὸν Θεὸν καθαρᾷ καρδίᾳ προσβαλὼν «τῷ χαρακτῆρι τῆς
5ὑποστάσεως αὐτοῦ», ὡς αὐτὸν τὸν ὄντα «εἰκόνα» καὶ χαρα‐ κτῆρα «τοῦ ἀοράτου Θεοῦ» λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα»;

3

.

278

Οὐ μόνον δ’ αὐτοὶ οὗτοι πρὸς οὓς αἱ ἐπαγγελίαι ἀπο‐ λαύσουσιν τῶν ἱερῶν θεαμάτων, ἀλλὰ καὶ τὰ τέκνα αὐτὰ ἃ ἐγέν‐ νησαν θείᾳ παιδεύσει καὶ μιμήσει ἀρίστου βίου. Ὁ ἐν Χριστῷ γοῦν Ἀπόστολος Κορινθίοις καὶ Γαλάταις ἐπιστέλλει, τοῖς μέν·
5«Διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα», τοῖς δέ· «Τέκνα μου οὓς πάλιν ὠδίνω μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ Πέτρος γοῦν ὁ τῶν ἀποστόλων πρόκριτος ὡς τέκνοις ἑαυτοῦ γράφει ἣν ἐχάραξεν ἐπιστολήν· «Ὡς τέκνα ὑπακοῆς, μὴ συσχη‐ ματιζόμενοι κατὰ τὴν πρ[ο]τέραν ἀναστροφήν.» Καὶ Βαρναβᾶς
10γο[ῦν καὶ] αὐτὸς μετὰ Παύλου ἀπόστολος ταχθεὶς ἐπὶ τῆς [ἀκρο]β̣υστίας, τοῖς κατὰ τὸ εὐαγγέλιον πιστοῖς ἐπιστ[ολὴν δ]ιαπεμ[ψ]άμενος, προσφωνεῖ αὐτὴν ὡς υἱοῖς καὶ θυγάτρ̣α̣[σ]ιν̣. [Καὶ ὁ] ὑ[μ]νῳδὸς δὲ τοῖς κατὰ ἀρετὴν ἐξ αὐτοῦ γεννωμένοις προσφωνεῖ· «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω
15ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας
ἰδεῖν ἀγαθάς;»

3

.

279

Ὀψόμενα τῶν προειρημένων τὰ τέκνα χαρήσεται νῷ, καρδίᾳ ὀνομαζομένῳ, οὐκ ἐπ’ ἄλλῳ τινὶ ἢ Κυρίῳ Θεῷ αὐτῶν, λέγοντι πρὸς ἕκαστον τῶν πολιτευομένων κατὰ τὸ θεῖον Εὐαγ‐ γέλιον· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»

3

.

280

Zach. X, 8—10: Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου. Ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέ‐
5ψουσιν. Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς [τὴ]ν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν οὐδὲ εἷς.

3

.

281

Προθέμενος ὁ Κύριος εἰσδέξασθαι τοὺς ἀλλοτριωθέντας αἰχμαλωσίας τρόπῳ, οὐκ ἀθρόως τοῦτο ποιεῖ, ἀλλὰ σημάνας τὴν εὐεργεσίαν τοῖς ἀναδεξομένοις αὐτήν. Αὕτη ἡ θεωρία ἐν Εὐαγ‐ γελίοις μάλιστα φέρεται· ἀναπαῦσαι γὰρ τὰς ψυχὰς ὁ Ἰησοῦς
5βουλόμενος, «Δεῦτε, φησίν, πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθ[ετε ἀπ’] ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· [ὁ γὰρ ζυγ]ός μου χρηστὸς καὶ τὸ
φορτίον ἐλαφρόν ἐστιν.» [.....]ως εἰσδέξασθαι αὐτοὺς πρὸς
10ἑαυτὸν κρίνας ἵνα ἄρ[ω]σιν τὸν ζυγὸν αὐτοῦ χρηστὸν ὄντα καὶ τὸ ἐλαφρ[ὸ]ν φορτίον, σημαίνει αὐτοῖς φάσκων· «Δεῦτε πρὸς [ἐμὲ κ]ἀγὼ ἀναπαύσω ὑμᾶς.»

3

.

282

Ἡ θεία αὕτη προτροπὴ καὶ ἐν Ἠσαΐᾳ φέρεται, τοῦ ἁγίου Πνεύματος βοῶντος· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ
5δὲ σὲ φανήσεται Κύριος.» Σημάνας γὰρ ὡς προσήκει φωτισθῆ‐ ναι ὑπὸ τοῦ Σωτῆρος ὑπάρχοντος φωτὸς ἀληθινοῦ, ἐπενήνοχεν· «Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ὀφθήσεται», ὡς πορεύεσθαι τὰς βασιλικὰς ψυχὰς ὧν κρατεῖ ὁ παμβασιλεὺς τῷ φωτὶ τοῦ εἰσδεχομένου καὶ τὰ κληθέντα ἔθνη εἰς
10τὸ εὐαγγέλιον τῇ λαμπρότητι τῆς ἐνδόξου Ἐκκλησίας, κατ’ ἀνα‐ γωγὴν οὔσης Ἰερουσαλήμ, ἐπείπερ ὁρᾷ «τὴν Θεοῦ εἰρήνην πάντα νοῦν ὑπερέχουσαν» διὰ τέλειον ὕψος καὶ βασιλικὴν ὑπερ̣οχήν.

3

.

283

Τίνος δ’ ἕνεκα σημαίνει καὶ εἰσδέχεται αὐτούς, ἁρμο‐ νίως ἐπιφέρει φάσκων· «Διότι λυτρώσομαι αὐτοὺς καὶ πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί.» Λυτροῦται δ’ αὐτοὺς ὠμῶν καὶ ἀτέγκτων τυράννων νόμῳ αἰχμαλωσίας ἀπαγαγόντων αὐτοὺς τῆς
5οἰκείας αὐτῶν πολιτείας.

3

.

284

Κεῖται ἐν ἑτέραις γραφαῖς ὁ τρόπος καὶ πῶς ὑπῆρκται ἡ εἰς τὴν ἐλευθερίαν ἀποκατάστασις. Εἷς τις γοῦν τῶν ἁγίων πρὸς τὸν εὐεργετήσαντα κέκραγεν· «Τὸ ἀγαλλίαμά μου, λύτρω‐ σαί με ἀπὸ τῶν καταδιωκόντων με»· καὶ ἔτι· «Ἐλυτρώσω με,
5Κύριε ὁ Θεὸς τῆς ἀληθείας.»

3

.

285

Φανεροῖ τὴ̣[ν ἀπο]στροφὴν τῶν ῥυσθέντων ἀπὸ τῆς πρότερον [κακο]πρα[γία]ς̣ ὁ κορυφαῖος τῶν Χριστοῦ μαθητῶν
Πέτρος, γράφων τοῖς πιστοῖς· «Οὐ φθαρτοῖς χρυσίῳ ἢ ἀργυρίῳ ἐλυθρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
5ἀλλ’ ἐν αἵματι τιμίῳ ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.»

3

.

286

Λυτρωσάμενος ὁ τοῦτ’ ἐπαγγειλάμενος Σωτὴρ ἀναγ‐ καίως ἐπιφέρει τό· «Πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί», οὐ τοσοῦτον πλήθει καὶ ἀριθμῷ ὅσον τῇ κατὰ τιμὴν ὑπεροχῇ, παρα‐ πλησίως τῇ πρὸς τὸν Ἀβραὰμ εὐλογίᾳ λεχθείσῃ ὑπὸ τοῦ Θεοῦ·
5«Αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτόν, καὶ εὐλογήσω αὐτόν, καὶ εὐλογημένος ἔσται, πατὴρ πολλῶν ἐθνῶν δωρεᾷ Θεοῦ ἀναδεικνύ‐ μενος.» Γίνεται δὲ πατὴρ πολλῶν ἐθνῶν οὐ κατὰ σάρκα μόνον, ἀλλὰ κατὰ τὸ νοητόν, δ[η]λονότι τέκνων καὶ υἱῶν αὐτοῦ ἐκ τοῦ ποιεῖν αὐτοῦ τὰ ἔργα καὶ τὴν πίστιν ἔχειν.

3

.

287

Αὐτὸς γοῦν ὁ Σωτὴρ τοῖς αὐχοῦσι κατὰ σάρκα τὸν Ἀβραὰμ ἔχειν πατέρα ἐρρωμενέστατα ἐλέγχων ἔφη· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.» Ταύτῃ τῇ νοήσει, «τὸ τῆς ἐκλο‐
5γῆς σκεῦος», ὁ ἀπόστολος Παῦλος ἐπιστέλλει τῇ Ἐκκλησίᾳ, σαφηνίζων πῶς πατὴρ τῶν ἐθνῶν ὁ ἱερὸς πατριάρχης ὑπάρχει φάσκων· «Ὅσοι ἐκ πίστεώς εἰσιν υἱοὶ Ἀβραάμ εἰσιν, σὺν αὐτῷ εὐλογούμενοι.» Τὴν αὐτὴν θεωρίαν ὑποβάλλει [τὸ] προφητικὸν ἐκεῖνο τὸ ἐν Ἠσαΐᾳ φερόμενον· «[Ὁ ὀλιγο]στὸς ἔσται εἰς χιλιά‐
10δας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μ[έγ]α.»

3

.

288

Ἐπὶ αἰσθητῶν ταῦτα λαμβανόμενα γέλωτα κινεῖ, πολ‐ λῶν ἁγιωτάτων οὐδ’ ὅλως τεκν[ού]ν̣των· Ἠλίας γοῦν καὶ Ἐλι‐ σαῖε καὶ ὁ βαπτιστὴς Ἰωάννης, οὗ μείζων οὐδεὶς κατὰ πρᾶξιν ἐπαινετὴν καὶ γνῶσιν ἁγίαν, οὐδαμῶς ἐτέκνωσαν, [ὥ]στε πνευ‐
5ματικῶς ἐκλαμβάνειν προσήκει τὸ πληθύνεσθαι τοὺς ἔχοντας τὰς τοιαύτας ἐπαγγελίας «καθότι ἦσαν πολλοί». Οὐ γὰρ ἐνταῦθα ἤρξαντο οἱ δίκαιοι πληθύνεσθαι καὶ γίνεσθαι πολλοὶ κατὰ τὴν ἀποδοθεῖσαν νόησιν· ἦσαν γὰρ πολλοὶ καὶ πρὸ τῆς π̣[α]ρούσης ζωῆς.

3

.

289

Τούτους τοὺς ὄντας πολλοὺς οἷα σπέρματα ἔσπειρεν ἐν τοῖς λαοῖς ἵνα μεταλάβωσιν αὐτῶν τῆς ἀρετῆς. Ὅνπερ γὰρ τρό‐ πον τὰ εἰς γῆν βαλλόμενα σπέρματα μεταποιεῖ τὴν παρακειμέ‐ νην χθόνα ὡς γενήματα καὶ καρπὸν γενέσθαι, οὕτως οἱ ἐ̣[π]ισπει‐
5ρόμενοι τοῖς λαοῖς καὶ τοῖς ἔθνεσιν, εἰς τὴν ἰδίαν ποιότητα φέρουσιν τοὺς οἷς ἐπεσπάρησαν, μιμητὰς τῆς ἀρετῆς αὐτῶν ἐσομένους.

3

.

290

Οὐχ ἁμαρτήσοι δέ τις λέγων ἐσπάρθαι ὑπὸ Ἰησοῦ τοὺς ἀκούσαντας· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη»· καὶ ἔτι πρὸς τοὺς αὐτοὺς ἐν τῷ κατὰ Ἰωάννην· «Διὰ τοῦτο ἔθηκα ὑμᾶς», τοῦτ’ ἔστιν ὡρισάμην καὶ ἀπέδειξα, «ἵνα ὑπάγητε καὶ
5πλείονα καρπὸν φέρητε», καὶ ὁ καρπὸς ὑμῶν δεδοξασμένος ἔσται.

3

.

291

Ἡγοῦμαι κατὰ τὸν τρόπον τοῦτον συναιχμαλωτίζεσθαι τοὺς ἁγίους τοῖς λαοῖς καὶ εἰς αὐτὴν τὴν Βαβυλῶνα καὶ Ἀσσυ‐ ρίαν, ἵνα μετα̣[δόν]τες τῆς ἑαυτῶν ἀρετῆς δίκην σωτηριωδῶν σπερμάτ[ων σ]τάχυς καὶ γενήματα αὐτοὺς ἀποδείξωσιν. Τούτῳ
5ἁρμονίως ἕψεται μνησθῆναι τοῦ Κυρίου τοὺς μακρυνθέντας αὐτοῦ διὰ ἁμαρτήματα καὶ ἀσεβείας.

3

.

292

Μάλιστα αἱ ἐπαγγελίαι αὗται ἁρμόζουσιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν. Εἴρηται γοῦν περὶ αὐτῶν ἐν εἰκοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς
Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον
5αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶ[ν], ὅτι τοῦ Κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Πῶς γὰρ οὐκ ἄρχει καὶ δεσ‐ πόζει τῶν μνησθέντων αὐτοῦ ἐπιστρεψάντων πρὸς αὐτόν, ὡς προσκυνεῖν καὶ δοξολογεῖν τὸν κρατοῦντα εὐεργέτην;

3

.

293

Τί δ’ ἕψεται τοῖς μνησθεῖσιν τοῦ παμβασιλέως, ἢ τὸ ἐν ἀναπολήσει γενέσθαι «τῆς πόλεως τοῦ ζῶντος Θεοῦ», τυγχα‐ νούσης ἐπουρανίου, κατὰ τὸ λεχθέν· «Οἱ μακρὰν μνήσθητε τοῦ Κυρίου, καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.»

3

.

294

Οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Σωτῆρος ἑαυτῶν πολύπαιδες καὶ πολύτεκνοι κατ’ ἀναγωγὴν ὑπάρχοντες, ἐκθρέψουσιν τὰ τέκνα ἑαυτῶν μεταδόσει νοητῆς τροφῆς, ὡς περὶ ἑκάστου ἀπαγγέλ‐ λεσθαι κατὰ τὴν γραφὴν τῶν θείων Παροιμιῶν· «Καλῶς ἐκτρέ‐
5φει πατὴρ δίκαιος.»

3

.

295

Πρὸς τῇ ἀναγωγῇ, καὶ καθ’ ἱστορίαν ὑπαρχθῆναι δύναται· δίκαιος [γὰρ πα]τὴρ ὢν ὁ Ζαχαρίας καλῶς ἐξέθρεψεν τὸν βαπτιστὴν Ἰωάννην τυγχάνοντα τέκνον αὐτοῦ, ὡς καὶ Ἀβραὰμ τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ· [καὶ αὐτ]ὸς ὢν
5πατὴρ ὁ θεσπέσιος Παῦλος ἐπωφελῶς καὶ ἐπαινετῶς ἐξέτρεφεν οὓς ἐγέννησεν διὰ τοῦ εὐαγγελίου.

3

.

296

Ἀκοῦσαι γοῦν ἔστιν αὐτοῦ γράφοντος Κορινθίοις· «Γάλα ὑμᾶς ἐπότισα.» Συμφώ‐ νως καὶ Πέτρος γράφει τοῖς ἐν τῇ διασπορᾷ π[ιστ]οῖς· «Ἀναγε‐ γεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀ[λ]λ’ ἀφθάρτου διὰ λόγου
5ζῶντος Θεοῦ καὶ μένοντος̣, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν γάλα ἐπιπ[οθ]ήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν.» [Κ]ατὰ τὸν τρόπον τοῦτον καὶ ὁ εὐαγγελιστὴς Ἰωάνν[η]ς, γεν‐ νήσας παιδεύσεως τρόπῳ τοὺς μαθητευθέντας αὐτῷ, ὅλῃ Ἐκκλη‐
σίᾳ γράφει· «Τέκνα, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.»

3

.

297

Πρὸς τῷ ἐκθρέψαι τὰ τέκνα ἑαυτῶν, οἱ ἀποδεδομένοι πατέρες καὶ ἐπιστρέψουσιν αὐτὰ προτροπαῖς καὶ νουθεσίαις θείαις, ἵνα μηκέτ’ ὦσιν μετὰ κακῶν ἐν χώραις δυσσεβῶν, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ὡς αὐτὸς ἔφη· «Ἐπιστρέψω αὐτοὺς ἐξ
5Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς», ἵνα μηκέτι καταπόνωνται ὑπὸ τοῦ πνευματικοῦ τυράννου τῆς Αἰγύπτου, μηδὲ κρατῶνται ὑπὸ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων, καλουμένου «νοῦ μεγάλου» διὰ πανουργίαν καὶ σκαιότητα νοημάτων, ἃ οἱ τυχόντες οὐκ ἐλέγχουσι, ἀλλ’ ἢ μόνοι οἱ θεοσ[όφως] φάσκοντες· «Οὐ
10γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.»

3

.

298

Δυ[νατὸν] τὸν αὐτὸν τύραννον κατ’ ἄλλην καὶ ἄλλην ἐνέργειαν Αἰγυπτίων καὶ Ἀσσυρίων ἄρχοντα φάναι· εἰ δὲ καὶ δ̣[ι]άφοροι πονηραὶ δυνάμεις σημαίνοιντο διὰ τῶν ποικίλων ὀνο‐ μάτων, οὐ λυπεῖ· οὐ γὰρ ἀδύνατον τὸ το[ιο]ῦτον, πολλῶν οὐσῶν
5«ἀρχῶν καὶ ἐξουσιῶν τοῦ σκό[τ]ους τούτου, ἀλλὰ καὶ κοσμοκρα‐ τόρων καὶ πνευματ̣ικῶν πονηρίας».

3

.

299

Ἐλευθερώσας ὁ τῶν μεγάλων δωρεῶν χορηγὸς ἐκ τῆς Αἰγύπτου καὶ Ἀσσυρίας το[ὺ]ς καλῶς ἐκτρέφοντας τὰ σφῶν τέκνα καὶ τοὺς τεκ[ό]ντας αὐτὰ πατέρας, εἰς τὴν Γαλααδῖτιν καὶ τὸν Λ[ί]βανον εἰσάξειν αὐτοὺς ἐπαγγέλλεται, οὐδενὸς ἔτι
5ἐνοχλοῦντος πονηροῦ βασιλέως. Καὶ ὅρα εἰ εἰσά[γει] εἰς τὴν Γαλααδῖτιν τοὺς σπουδάζοντας ἔχειν τὴν μαρτυρίας μετοικεσίαν, τὴν ἐκ κακίας εἰς ἀρετήν· μετοικίζεται γὰρ ὁ μετανοῶν ἐξ ἁμαρτίας εἰς δικαιοσύνην, ἐξ ἀσεβείας εἰς εὐσέβειαν, ἑτέρῳ
τρόπῳ μετοικιζομένων τῶν δικαίων ἐξ εἰσαγωγῆς τῆς παιδεύσεως
10εἰς τὴν ἑπομένην προκοπήν, καὶ ἐξ ἐκείνης εἰς τὴν διαδεχομέ‐ νην, μέχρις αὐτοῦ τοῦ τέλους, μεθ’ ὃ ἕτερον ἀγαθὸν οὐκ ἔστιν, τυγχάνον ἔσχατον ὀρεκτόν.

3

.

300

Τούτῳ τῷ τρόπῳ περὶ τῶν μετοικιζομένων ὁ ὑμνῳδὸς λέγει· «Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.»

3

.

301

Μετοικίζονται δὲ καὶ ἀπὸ τῆς σκιᾶς τοῦ νόμου εἰς τὴν ἀλ[ήθ]ειαν αὐτοῦ οἱ ὑπεραναβάντες τὸ ἀποκτεῖνον γ[ράμ]μα καὶ ἐν τῷ ζωοποιοῦντι Πνεύματι γινόμενοι.

3

.

302

Ἐπιστατέον εἰ καὶ ἐκ τοῦ ἐκ μέρους γινώσκειν καὶ προ‐ φητεύειν μετοικισμὸς διαδέχεται· μα[ρτυρ]ί̣α δὲ τῆς μετοικε‐ σίας ἢ παροικήσεως ἔσται, ἀναντιρρήτως ἐνεργουμένης ἐξ ἑαυτῆς ἐχούσης τὴν ἀπόδειξιν.

3

.

303

Οἱ εἰσαχθέντες ὑπὸ τοῦ Θεοῦ εἰς [τὴ]ν Γαλααδῖτιν εἰσ[άγ]ονται καὶ εἰς τὸν Λίβανον θεο[π]οιηθέντες· θεότητα γὰρ δηλοῖ ὁ Λίβανος ἐν τῷ λεχ[θ]έντι ὑπὸ τοῦ θείου νυμφίου πρὸς τὴν συνοικοῦσαν [αὐ]τῷ θείαν νύμφην, τυγχάνουσαν θείαν ψυχὴν
5κ̣αὶ «ἔνδοξον Ἐκκλησίαν» σφοδρῶς ἡγιασμένην ὡς «μηκέτ’ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· «Ὀσμὴ ἱμ[ατ]ίων σου ὡς ὀσμὴ Λιβάνου.» Ῥηθείη δ’ ἂν τοῦτο πρὸς [ἕ]καστον τῶν θεοποιηθέντων μετοχῇ τοῦ Θεοῦ λόγ[ου], περὶ ὧν εἴρηται ὑπὸ τοῦ Σωτῆρος· «Ἐκείνους θεοὺς ε[ἶ]πεν πρὸς οὓς ὁ λόγος
10τοῦ Θεοῦ ἐγένετο.»

3

.

304

«Ὀσμὴ ἱματί[ων] σου ὡς ὀσμὴ Λιβάνου.» Πληθυντι‐ κῶς ἱμάτια [α]ἱ̣ κατ’ εἶδος ἀρεταὶ τυγχάνουσιν, οἷς ἐγκαλλωπί‐ ζετα̣ι «ἡ παραστᾶσα βασιλὶς ἐκ δεξιῶν» τοῦ παμβασιλέως [ν]υμφίου.

3

.

305

Εἴρηται σοφοῖς ἀνδράσιν θεότητα δηλοῦν ὃν προσήνεγκαν οἱ μάγοι τῷ ἐκ τῆς Μαρίας τεχθέντι παιδίῳ μετὰ χρυσοῦ καὶ σμύρνης λίβανον, διανοίᾳ τοιαύτῃ· ἐπεὶ Θεὸς ἅμα καὶ ἄνθρω‐ πος, ἀλλὰ καὶ βασιλεὺς ὑπάρχει ὁ τεχθεὶς ἐκ τῆς παρθένου,
5κατὰ τὸν ὁμολογοῦντα τὴν θεότητα αὐτοῦ ἔστιν λίβανον δῶρον κομίζειν, χρυσὸν δὲ μετὰ τούτου τοῦ λιβάνου προσάγειν διὰ τὸ ὁμολογεῖν αὐτὸν βασιλέα. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ, καὶ ὅτι βασιλεύς ἐσ[τιν] ὁ ἐπιδημήσας [καὶ χ]ρυσὸς α[ὐτῷ] προσάγεται, οὕτως· «Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασι‐
10[λεῖ δός]», καὶ μεθ’ ἕτερα· «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.»

3

.

306

Ἀληθείᾳ καὶ οὐ δοκή‐ σ[ει] ἄνθρωπος γεγονὼς ὁ̣ δ̣ο̣ξολογούμενος διὰ τὸ θνητὸς εἶν[αι] καὶ μέλλειν «χάριτι [Θ]εοῦ ὑπὲρ πάντας γεύεσθαι θα[νάτο]υ̣», καὶ σμύρνα ἐν τοῖ[ς δ]ώροις προσηνέχθη. Δηλοῖ τὸ δ[ώρη]μα
5τοῦτο τὸ τετάφ[θαι] τὸν ὑπὲρ πάντων θανόντα. Αὐτίκα γοῦν οἱ ἀμ̣φὶ τὸν Ἰωσὴφ καὶ Νικόδημον ἐσμύρνισαν τὸ κατε̣ν̣εχ[θ]ὲν ἀπὸ τοῦ σταυροῦ σῶμα τοῦ Ἰησοῦ.

3

.

307

Εἰσάξαντος τ[οῦ μεγ]αλοδώρου Θεοῦ τοὺς λυτρωθέντας ἀπὸ Φαραὼ κα̣ὶ̣ τ̣[οῦ] Ἀσσυρίου εἰς τὴν Γαλααδῖ[τι]ν̣ καὶ τὸν Λίβανον, οὐδεὶ[ς ἔ]τ̣[ι] τῶν ἐχθρῶν ὑπολείπεται, οὐ τῷ μηκέτ’ εἶναι, —ἀδύνατον [γ]ὰρ λογικὴν οὐσίαν εἰς τὸ μὴ ὂν κατα‐
5στρέψαι, κἂν π̣[άντ]α καὶ μεγάλα ἁμαρτήσῃ καὶ ἀσεβήσῃ, — ἀλλ’ εἰς τὸ μ[ηκέ]τ’ εἶναι ἐχθρὸν καὶ ἀντικείμενον τοῖς ὑπὸ Θεοῦ λυτρωθ[εῖ]σιν.

3

.

308

Μάλιστα δὲ τοῦθ’ ὑπάρξεται ὅταν «πάντα ἐν [π]ᾶσιν ὁ Θεὸς» γένηται, «πάντων γὰρ καταντη‐ σάντων εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», «κατηρτισμένων τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ
5γνώμῃ», ὑπάρξαντος οὗ εἶπεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· «Δὸς αὐτοῖς ἵνα ὦσιν ἓν ἐν ἡμῖν, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν.» Πάντων δηλαδὴ ἀπολαβόντων τὸ πλήρωμα τῆς θεότητος, οὐδεὶς ἔτι ὑπολείπεται διῃρημένος τῆς ἑνώσεως ὡς ἔξω καὶ καθ’ ἑαυ‐ τὸν εἶναι. «Ἀπο[δράσ]ης γὰρ τότε πάσης λύπης, ὀδύνης, στε‐
10ναγμοῦ», ἀπο[δρά]σεται καὶ τὸ κατ[ὰ ἀ]ριθμὸν πλῆθος, εἰς ἕνα ἄνδρα πάντων καταντησάντων.

3

.

309

Zach. X, 11—12: Ἐλεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. Καὶ κατισχύσω
5αὐτο[ὺ]ς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατα‐ καυχήσονται, [λέ]γει Κύριος.

3

.

310

Συνεχῶς ἐν τοῖς θείοις λόγοις ὁ περὶ γῆ[ν τρ]όπος καὶ κ[ο]σμικὴ διαγωγὴ θάλασσα προσαγορε[ύε]ται. Ἡ περὶ τῆς σαγήνης γοῦν εὐαγγελικὴ παραβολὴ [οὐ]δὲν αἰσθητὸν αἰνίττε‐ ται, πάντα πρὸς ἀναγωγὴν δι[αγο]ρ̣εύουσα· ἡ γὰρ βαλλομένη
5σαγήνη εἰς τὸν ἀνθρώ[πιν]ον βίον ἐπὶ ἄγρᾳ τῶν ἐν αὐτῇ ἰχθύων, ἀλληγορικ[ῶς] οὕτως ὠνομασμένων, ἡ θεόπνευστός ἐστι γρα[φή, π]ολυειδῶς πεπλεγμένη ὑπὸ «τῆς πολυποικίλου τ[οῦ] Θεοῦ σοφίας». Θάλασσα δὲ ἡ καθ’ ἡμᾶς ἐστι κατάστα[σις], πλατυ‐ νομένη̣ καὶ εὐρυνομένη τοῖς φιληδόνοις [κ]α̣ὶ φιλοπαθ[έσιν] ἐγγύς
10που τοῦ ἀκινήτου διακειμένοις· [ο]ὐδὲ γὰρ φω[νὴν] ἰχθὺς ἀφίη‐ σιν, οὐδὲ τρανὴν ἔχει φ[α]ντασίαν, ἐπεὶ μ[η]δὲ αἴσθησιν ἠκρι‐
βωμένην.

3

.

311

Εἰ καὶ οἱ ἰχθύες οἱ ἐννη̣χ̣όμενοι αὐτῇ οὐδὲν ἔχουσιν ἐναργές, διὰ τὸ καταδεὲ[ς] τῆς ψυχῆς καὶ αἰσθήσεως αὐτῶν, ἀλλ’ οὖν ο[ἱ] ἅγιοι ἄνδρες ἁλιεῖς ὄντες καὶ τῶν ἰχθύων ἀγρευ‐ [ταί,] ποιοῦσιν ἐργασίαν καὶ ἐν τῷ πλήθει τοῦ ὕδατος τῆς θαλάσ‐
5σης. Περὶ αὐτῶν γοῦν γέγραπται ἐν θεί[οις ὕ]μνοις· «Οἱ κατα‐ βαίνοντες εἰς θάλασσαν ἐν̣ [πλοί]οις ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, [αὐτοὶ] εἶδον τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.»

3

.

312

Κατα[βαί]νουσιν εἰς τὸν κεκυματωμένον ζάλης τε κ[α]ὶ̣ ἁλμυρίδος πεπληρωμένον ἀνθρώπων [βί]ον ἐν πλοίοις [το]ῖς ἀνθρωπίνοις σώμασιν αἱ ψυχαί, [ἐπὶ] τῷ ποιῆσα[ι ἐρ]γασίαν ἐν ὕδασι πολλοῖς, ἁλιεύον[τε]ς̣ κυβερνῶ[ντ]ες· ἕκαστος γὰρ τῶν
5νοημόνων κυβέρνησιν ἔ̣χ̣[ει], ἓν οὖσαν τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος. Εἴρη[ται] γὰρ ὡς «ἡ ἀντίλημψις καὶ ἡ κυβέρνησις» τοῦ ἁγί[ου Π]νεύματός ἐστι δῶρον. Πρὸς τῷ κυβερνήτης εἶναι, ὁ νοήμ[ων] καὶ ἁλιεὺς ὑπάρχει, τέχνην ἔχων ἐκείνην περὶ [ἧς τ]οῖς γνωρίμοις Ἰησοῦς εἶπεν· «Δεῦτε ὀπίσω
10μου καὶ ποιήσ[ω ὑ]μᾶς ἁλιεῖς ἀνθρώπων.»

3

.

313

Οἱ ἐν πολλοῖς ὕδασιν ἐργασί[αν π]οιοῦντες, τὰ ἔργα Κυρίου καὶ τὰ θαυ[μάσι]α αὐτοῦ ὁ̣[ρ]ῶσιν ἐν τῷ βυθῷ, ἐφιστά‐ νοντες [ὡς] οἷόν τε τ[οῖς] τοῦ Θεοῦ κρίμασιν, ἀβύσσῳ πολλῇ τυγχανούσῃ. Εἰ γὰ[ρ] καὶ ἀνεξεραύνητά εἰσιν, ἀλλά γε ἔχοντες
5τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐραυνοῦν αὐτοῦ τὰ βάθη, ὁρῶσιν ἐν τῷ βυθῷ τὰ θαυμάσια καὶ ἔργα τοῦ Θεοῦ.

3

.

314

Ὅρα δὲ καὶ ἕ[τ]ερον ἔργον τῶν εἰς τὴν θάλασσαν κατα‐ βάντων, [ἐ]ν̣ τῷ προφήτῃ Ἠσαΐᾳ ἀπαγγελλόμενον· «Πετασθή‐
σονται, φησίν, ἐν πλοίοις ἀλλοφύλων, θάλασ[σ]αν ἅ[μα προ]νο‐ μεύσουσιν», ἀλλόφυλα πλοῖα λέγων τὰ σώ[ματα] διὰ τὸ ἑτέρας
5εἶναι φύσεως παρὰ τὰς ἐμπλεού[σας ψ]υχάς, οὐσίας οὔσας νοέρας καὶ αὐτὸ τοῦτο κατ̣’ [ε]ἰ̣κόνα καὶ ὁμοίωσιν Θεοῦ κτισ‐ θείσας. Προνομεύουσι δὲ οὗτοι τὴν θάλασσαν, σκυλ̣[εύ]οντες τὸν ἐν αὐτῇ δράκοντα, λαμβάνοντες ἀπ̣[’ αὐ]τοῦ ἃς ἠπάτησεν ψυχὰς ἐριστικῇ καὶ ἀπατηλῇ [δι]δασκαλίᾳ. Ὅτι δὲ ὁ δράκων ἐν τῇ
10θαλάσσῃ διατ[ρίβει], ὁ ὑμνῳ[δὸς] ἐν τρίτῳ καὶ ἑκατοστῷ Ψαλμῷ ἀναφ̣[θέ]γγεται φάσκ[ων·] «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύ‐ [χω]ρ̣ος, ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μ[εγά]‐ λων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτ[ῷ].»

3

.

315

Ἐπιστατέον ὡς ἐνταῦθα μὲν μεγάλη καὶ εὐρύχ[ωρό]ς ἐστιν ἡ θάλασσα τοῖς μετὰ τοῦ δράκοντος διατρίβουσιν, στενὴ δὲ τοῖς ἔξω αὐτῆς σπεύδουσ[ι]ν εἶναι. Ὅνπερ γὰρ τρόπον τοῖς δικαίοις στενή ἐσ[τι]ν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς τοῖς ἐν τῷ
5ὀρθῶς πο̣[λι]τ̣εύεσθαι ζητοῦσιν τὴν ζωὴν αἰώνιον, πλατεῖα [π]ύλη καὶ εὐ̣[ρύ]χωρος ὁδὸς ὑπάρχουσα τοῖς φα[ύλ]οις καὶ [φιλη]δό‐ νοις, ὡς πολλοὺς περιπίπτειν τῇ ἀ[πω]λείᾳ, οὕτω[ς] ἡ ἀλλη‐ γορουμένη θάλαττα στενὴ [ε]ὑ̣ρίσκεται «τοῖς ἐν παντὶ θλιβομέ‐ νοις» διὰ θεοσέβειαν «καὶ μὴ στεν[ο]χωρουμένοις», ὡς μετὰ
10πεποιθήσεως φάναι· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν [εἰ]σελθεῖν.»

3

.

316

Πατάττεται τῆς ἡρμηνευμένης θαλάττης τὰ κύματα ὑπὸ τοῦ δεσπόζοντος αὐτῆ[ς] καὶ τοῦ κρατοῦντος αὐτῆς, πρὸς ὃν κελαδοῦντές φα[σιν οἱ ἅ]γιοι· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσ[ης καὶ] τὸν σάλον τῶν κυμάτων αὐτῆς καταπ[ρα]ΰνεις.»

3

.

317

Τοῦτο κα[τώρ]θωσεν αἰσθητῶς καὶ νοητῶς Ἰησοῦς, ἐπι‐ τιμήσας [τῇ] ἀφριζούσῃ τῇ θαλάττῃ κατὰ τοῦ ἀ[ποστ]ολικοῦ σκ[εύ]ους καὶ τῷ ἀνέμῳ τῷ διεγείραντι αὐ[τῆς] τ̣ὰ κύματα, [ὡς] παραχρῆμα εὐδίαν καὶ αἰθρίαν γενέσ[θ]αι, ἠρεμ[οῦ]ντος τοῦ ὕδα‐
5τος καὶ ἀέρος.

3

.

318

Πρὸς τῷ ἐπιτιμηθῆνα[ι τὰ] κύματα τῆς θαλάσσης ἀλληγορικῶς, ἠρημώθ[η κ]αὶ τὰ βάθη τῶν ποταμῶν, περὶ ὧν αὐχῶν ὁ τῆς [Αἰγ]ύ̣πτου βασιλεύς, δράκων ὀνομαζόμενος διὰ τὸ ἰῶδε[ς] κ̣αὶ δηλητήριον, κομπάζων εἶπεν· «Ἐμοῦ εἰσιν οἱ
5[πο]ταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.» Οἱ πεῖραν λαβόν[τ]ες τῆς θαλάσσης στενωθείσης, παταχθέντων τ[ῶν] κυμάτων αὐτῆς, καὶ τῶν βαθῶν τῶν [ξηρα]νθέντω[ν] ποταμῶν, τῷ ταῦτα κατορ‐ θώσαντι [προσελ]θόντε̣[ς] χαριστηρίως ἀναπέμπουσιν ὕμνον, [οὕ]τω λέγοντ[ες]· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξ̣ηράν,
10ἐν ποταμῷ διελεύσονται ποδί», ἐρημωθέντων [τῶ]ν βαθῶν αὐτῶν δηλονότι καὶ παταχθέντων [τῶ]ν κυμάτων τῆς θαλάσσης.

3

.

319

Τῶν κυμάτων τῆς [θαλ]άσσης παταχθέντων καὶ πάντων τῶν βαθῶν τῶν ποταμῶν ἐρημωθέντων, ἡ τῶν Ἀσσυρίων ὕβρις ἀ̣π̣ο̣λ̣[εῖ]ται, καὶ τὸ σκῆπτρον τῆς Αἰγύπτου περιαιρεθή[σεται, οὐκ]έτι βασιλευούσης, καὶ ἡ τῶν Ἀσσυρίων ὕβρις [.......]ι̣σχει.
5Ἀμφοτέρως γὰρ ὕβριζον, τοῦτο μὲν λοί[δοροι] ὑπάρχοντες, τοῦτο δὲ ἀλαζόνες καὶ καθ’ ὑπερηφανίαν ἐξυβρίζοντες.

3

.

320

Τῶν ἀντικειμένων κατα[λυ]θέντων, κατισχύονται ὑπὸ Κυρίου Θε[οῦ] αὐτῶν οἱ ἐν θαλάσσῃ στενῇ πορευόμενοι, ὡς χ[αρι]στηρίως λέγειν ἕκαστον· «Ἰσχύς μου καὶ ἡ ὕμνη[σί]ς μου Κύριος, καὶ ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Καὶ [ἔτι]·
5«Ἀγαπήσω̣ [σ]ε, Κύριε, ἡ ἰσχύς μου.» Ὡσαύτως καὶ ὁ Ἰ[ε‐ ρ]ε̣μίας πρὸς τὸν Θεόν φησιν· «Ἰσχύς μου καὶ βοήθειά [μου] καὶ καταφυγή μου, Κύριε ὁ Θεός μου.» Τὰ αὐτὰ τῷ ὑ̣[μν]ῳδῷ καὶ προφήτῃ Ἰερεμίᾳ, καὶ ὁ ἐν Χριστῷ λαλῶν [Πα]ῦλος ἐρρω‐ μενέστατα γράφει· «Πάντα ἰσχύω ἐν [τῷ] ἐνδυναμοῦντι.»

3

.

321

Ἀφαιρεθείσης τῆς ὕβρεως τῶν Ἀσ̣[σ]υρίων καὶ τῆς
βασιλείας τῶν Αἰγυπ[τ]ίων καταλυ̣[θεί]σης, τῇ τοῦ εὐεργέτου προσηγορίᾳ ὁπλισάμενοι κατακαυχῶνται κατὰ τῶν ἀνατραπέντων, μό[νον] οὐχὶ ἕκαστος λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο κ[αυχ]ᾶσθαι
5[εἰ μὴ ἐν] τῷ σταυρῷ τοῦ Χριστοῦ δι’ οὗ ἐμοὶ κόσμος̣ ἐσταύ‐ [ρωται] κἀγὼ κόσμῳ.» Σταυρωθέντος γὰ[ρ τ]οῦ κόσμ[ο]υ̣ ὡς μηκέτ’ ἐνεργεῖν, κωλυόμενον̣ ὅπῃ βούλεται χωρεῖν καὶ πράττειν τὰ αὐτῷ φίλα, σταυροῦτα[ι αὐ]τῷ ὁ Χριστοῦ δοῦλος, ὥστε τῶν ποδῶν καὶ τῶν χειρ[ῶν] κ̣ωλυθέντων ἔτι ἐνεργεῖν, ἀνεμεσήτως
10καυχ[ήσε]ται φάσκων· «Χριστῷ συνεσταύρωμαι.»

3

.

322

Ὁ ταύτην τὴν πεποίθησιν γενναίως ἔχων ἐν Χριστῷ καυχᾶ[ται κατὰ] τὸ λεχθέν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυ‐ χά[σθω», οὐ] καυχώμενος ἐπ’ οὐδενὶ ὧν ἰδίων ἔχειν δ[ύναται ψυ]χ̣ικῷ, οὐ σωματικῷ, οὐδὲ τῶν ἐκτός τινι. [Ἀπ]η̣γόρευται
5γὰρ τα̣[ῦτα] πάντα· «Μὴ καυχάσθω γάρ, φησίν, ὁ σοφὸς ἐπὶ τῇ [σοφί]ᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτ̣ο̣ῦ, μηδὲ [ὁ π]λ̣ούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τούτῳ καυ[χά]σ̣θω ὁ καυχώμενος, συνίειν καὶ εἰδέναι τὸν Κύριον [καὶ] ποιεῖν ἔλεον καὶ κρίμα ἐν μέσῳ τῆς γῆς.»

3

.

323

Τα[ύτην] τὴν φωνὴν καὶ ἡ μήτηρ τοῦ προφήτου Σα‐ μουὴλ ἐπὶ τ[ῷ το]κετῷ τοῦ παρὰ προσδοκίαν γεναμένου τέκν[ου] εὐχαριστοῦσα ἀνέπεμψεν, μόνον ἐναλλάξασα ἀν[τὶ] τῆς σοφίας φρόνησιν.

3

.

324

Ὑπάρξεται δὲ καὶ ἡμῖν θ[εό]θεν ἀνδραγαθήματα ἵν’ εὐχαριστήσωμεν τῷ ὀρέξ[αν]τι αὐτὰ ὑπάρχοντι μεγαλοδώρῳ.

3

.

325

Αὐτάρκως̣ [π]εριγραφέντος καὶ τοῦ τρίτου λόγου τ[οῦ] εἰς πρ̣[οφή]την Ζαχαρίαν, αὐτοῦ που καταπαύ[σωμεν] παρα‐ [καλ]οῦντες τὸν ὁράσεις πληθύνον[τα Θεὸν] «δοῦν[αι λό]γον ἐν ἀνοίξει τοῦ στόματος», πρὸς τὸ̣ καὶ τὰ ἑξῆς ὡ̣[ς] οἷόν τε
5σαφηνίσαι, ἐὰν αὐτῷ δοκῇ.

4

t

〈Τόμος Δʹ〉

4

.

1

Ὁ κατὰ Θεὸν σοφὸς διηρθ[ρωμέ]νην νόησιν [καὶ] πάνυ ἠκριβωμένην ἔχων «νοεῖ πα[ραβολ]ὴν καὶ σκοτ[εινὸν] λόγον ῥήσεις τε ἀνδρῶν συνετῶν καὶ αἰνί[γ]ματα». Οἱ λόγοι [δὲ μ]ετ’ ἐπικρύψεως .. ἀπαγγελλόμενοι τυγχάνουσιν [αἰνί]γματα. Αὐτίκα
5γοῦν καὶ ἡ προκειμένη τοῦ προφήτου λέξ[ις αἰν]ιγματωδῶς προ‐ φερομένη ἐπικεκρυμμένην διδασκα[λία]ν προφέρει. .... αἴνιγμά ἐστιν τό· «Διάνοιξον, ὁ Λίβανος, τὰ[ς θ]ύρας σου.»

4

.

2

Οὐ γὰρ πρὸς τὸ αἰσθητὸν ὄρος ἄψυχον ὑπάρχ[ον] καὶ ξύλα τὰ ἐν αὐτῷ ἐξ αἰσθήσεως καὶ φαντασίας ......[..]τα πρόσταξις γίνεται ἵνα αἱ θύραι τοῦ Λιβάνου διανοίγων[τα]ι καὶ ὀλολύξωσιν αἱ πίτυες
5κέδρων πεπτωκότων, ἀλλὰ [..]. πρὸς ἀνθρώπους ἀλαζόνας καὶ ὑπερηφάνους πιπτομένου[ς ἐν] ἀθεμίστῳ εἰδωλολατρείᾳ τῇ πρὸς «τοὺς ἄρχοντας τού[του] τοῦ αἰῶνος».

4

.

3

Ἄσαρκοι α̣ἱ̣ δ̣υ̣ν̣ά̣μ̣ε̣ι̣ς̣ κ... σ̣ο̣φ̣ί̣α̣ .... μ̣ι̣κ[..] ἐπαγγελλόμ̣ε̣ν̣α̣ι̣ εν.... ...........νο̣ειν....φ[.]ον τὰ θνητὰ λογικὰ ζῷα καὶ τὰ ἄλλα λογικὰ ἀγόμενα λόγ[ῳ] ζῷα. Ὅτε δὲ δένδρα καὶ ἄγρι̣α̣
5ξ̣ύ̣λ̣α̣ ....ο̣ρ̣ι̣.ε̣ν̣..μ̣η̣σ̣υ̣ν̣.ε̣.ς̣.α̣ι̣ ὁ κατ’ εἰκόνα καὶ ὁμοίω‐
σιν Θεοῦ γενόμενος ἄνθρωπος ἣν ἔσχε τιμὴν παρὰ τοῦ κτίσαν‐ τος

4

.

4

σ̣υ̣ν̣ε̣β̣λ̣ή̣θ̣η̣ τ̣ο̣ῖ̣ς̣ κ̣τ̣ή̣νεσιν τοῖς ἀνο̣ή̣τ̣ο̣ι̣ς̣ ...... Θ̣ε̣ὸ̣ς̣ ..αι..νεις̣ καὶ φιληδόνους εξ..εσχον ἐμπαθὴ̣ς̣ ..... ε̣.....τ̣.μ̣α̣χ̣ω̣....ι̣ο̣...α̣ζ̣ω̣.........λε̣τ̣ε̣ εκ‐ τ...... τῶν το̣ι̣ούτων ὁ προφητικὸς λόγος φησίν· «Ἵπποι
5θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζει», πάσης θείας ....ε......εντ̣ες, καὶ τοῦ προστάττοντος θείου λογίου[·

4

.

5

«Μ]ὴ γίνεσθε [ὡς ἵππ]ος καὶ ἡμίονος οἷς οὐκ ἔστιν σύ[νε]σις», τυγχ[άνον]τος ἵππου κατ’ ἀναγωγὴν τοῦ φ[θείρ]οντος ἀλλοτρίους [γ]άμους καὶ γυναι‐ ξὶν ἀλλοτρία[ις] μανικῶς ἐπιβαίνοντος. Ὁ πρὸς τὰ καλὰ ἐστει‐
5ρωμέ[νος] ἄγο̣ν̣ος ἀποδειχθείς, ἡμίονος κεκλήσεται, καὶ μά[λισ]τα ἡ παρθενίαν ἐπαγγελλομένη ψυχὴ ἄνευ θείας σ̣[υνέ]σεως. Ἡ γ̣ὰ̣ρ ....γ̣ο̣ρ̣ια ἄ̣ν̣θ̣ρ̣ω̣π̣ο̣ς̣ μωρά τις̣ οὖσα, κἂν δοκ[ῇ σ]ώματι καθα‐ ρεύειν, ἡ̣μ̣ί̣ο̣νος ἀλλ’ οὐ νύμφη τοῦ Λόγου [τυ]γχάνει.

4

.

6

Ἔστιν ὀνό̣μ̣ατα πολλὰ ζ̣ῴων ψεκτῶς ἀνθρώποις ἐφαρμο‐ ζόμενα, ὄνων καὶ καμήλων ἐν δίκῃ καλουμ[έν]ων τῶν τὰ̣ ἄχθη τ̣ῆ̣ς̣ κακίας̣ φ̣ερόντων, ἐπιβαλλόντ[ω]ν αὐτὰ δαιμόνων ἀλιτηρίων καὶ δυνάμεων ἀντικειμ̣ένων. Περὶ τῶν τοιούτων θεολημπτούμε‐
5νος ὁ μέγ[ας] προφήτης Ἠσαΐας .........νου καὶ ἀσπίδων γενήματα φέρειν «τὸν πλοῦτον αὐτῶν ἐπὶ ὄνων καὶ καμ[ή]λων» εἶπεν.

4

.

7

Οὐ γὰρ ἱστορικὰ τὰ οὕτως ἀπαγγελλόμενα κατ’ ἀνα‐ γωγὴν ἔχοντα τὴν νόησιν. Καὶ ὁ Σωτήρ, προστάττων τοῖς ἑαυ‐ τοῦ μαθηταῖς «τὸ ἅγιον κυσὶν μὴ διδόναι μηδὲ τὰς μαργαρίτας χοίροις παραβάλλειν», ἀλληγορικῶς τὴν πρόσταξιν δίδωσιν.
5Κύνες γὰρ καὶ χοῖροι οἱ κόλακες καὶ φιλήδονοι καταχαίροντες τοῖς ἀκολάσ̣τ̣ο̣ι̣ς̣ .........θ̣ι̣ας βορβόροις.

4

.

8

Ἔστι γὰρ ὁ κύων κατωφερὲς ζῷον ἀναιδῶς μετ’ οἴστρου ἐπιμαινό̣μ̣ενον τ̣α̣ῖ̣ς̣ ὀ̣χ̣ε̣ί̣α̣ι̣ς̣, κολ̣α̣κευτικὸν δὲ καὶ ὑλακτικόν. Ἢ οὐχ ὑλακτεῖ [ὁ λοι‐ δ]ορῶν τὸν πέλας, τρόπον τινὰ βομβύζων ταῖς κα[τ]ηγορίαις;
5Περὶ τῶν τοιούτων ἀνθρώπων ὁ μεγαλοβοή[σας] Ἠσαΐας κέκρα‐ γεν· «Πάντες κύνες ἐνεοί, ο[ὐκ εἰ]δότες σύνεσιν καί εἰσιν πονη‐ ροί.» Ὡς οὖν οἱ το[ιο]ῦτοι κύνες εἰσίν, πρὸς τοῖς ἑτέροις κακοῖς ἔχοντες [κ]αὶ τοὺς ἐμέτο̣υ̣ς̣ πάλιν οὓς ἀποβεβλήκασιν αὖθ[ι]ς ἐσθίειν, χοῖροι εἶεν οἱ λουόμενοι ἀπὸ τῶ[ν] ἐμπαθῶν
10βορβόρων καὶ αὖθις αὐτοῖς ἐγκαλι[ν]δούμενοι.

4

.

9

Περὶ τῶν οὕτως γνώμης ἐχόντων γρ[ά]φ̣ει ὁ μέγας Χριστοῦ μαθητὴς Πέτρος οὕτως· «Κρεῖττον ἦ[ν] αὐτοῖς μὴ ἐγνωκέναι τὴν ὁδὸν τῆς δικαιο‐ σύνης, [ἢ] ἐπιγνοῦσιν ἀνακάμψαι εἰς τὰ ὀπίσω ἀπὸ τῆς π[α]ρα‐
5δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συνέβη αὐ[τ]οῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· ὗς λου‐ σαμένη εἰς κύλισμα βορβόρου.»

4

.

10

Τοῖς τοιούτοις ἀνθρώποις ἀπεῖπεν τὸ ἅγιον διδόναι ὁ Σωτὴρ διὰ τὸ ἐπ̣ι̣στρέ̣φειν ἐφ’ ἣν̣ ἤμεσαν κακίαν, μετὰ δῆθεν μετανοίας ὑπόσ[τ]ροφοι γινόμενοι πρὸς τὴν ἀπέβαλον ἁμαρτίαν. Ὥσπερ δὴ τούτοις οὐ δεῖ κοινωνεῖν μεταδιδόντ̣α̣ α̣ὐ̣τ̣ο̣ῖ̣ς̣ τῆς ἁγίας
5γνώσεως τῶν μυστηρίων τῆς̣ β̣ασιλείας τῶν οὐρανῶν, οὕτως οὐδὲ χοίροις παραβάλλειν π̣ρ̣ο̣σήκ̣ει̣ τοὺς θείους μαργαρίτας, τῶν σοφῶν δ’ [εἰσὶ] λόγοι, κοσμοῦντες τὸν ἔσω ἄνθρωπον καὶ τὰ ὦτα αὐ[το]ῦ.

4

.

11

Ἢ οὐκ ἐγκαλλωπίζεται τούτοις ὁ πειθαρχῶν τῷ λέγοντι· «Λόγοις σοφῶν παράβαλλε σὸν οὖς», καὶ [τῷ] φάσ‐ κοντι Θεῷ Λόγῳ· «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ [ῥή]μ̣ατα τοῦ στόματός μου»; Τοὺς οὕτω τιμαλφεστάτ[ου]ς καλοὺς μαργα‐
5ρίτας οὓς ὁ τῆς βασιλείας ἔμπο[ρο]ς ζητεῖ καὶ θηρεύει οὐ δεῖ παραβάλλειν τοῖς ἡρμηνευμένοις χοίροις τὸν κεκτημένον αὐτούς, ἵνα μὴ κ[α]ταπατήσωσιν, τὴν χρῆσιν καὶ τὸ κάλλος αὐ[τ]ῶν ἠγνοηκότες.

4

.

12

Αὐτάρκως μαρτυρίων π[α]ρατεθέντων πρὸς δεῖξιν τοῦ παραβεβλῆσ[θ]αι τοὺς ἀνθρώπους ψεκτῶς κτήνεσιν ἀνοήτοις, ἐκθετέον λοιπὸν γραφὰς παριστάσας ὡς καὶ ἐπαινετῶς ὁμοιοῦνται ἤθεσιν καὶ κινήμασιν ἐνίων ζῴων οἱ ἄνθρωποι. Ἢ 〈οὐχ〉 οὗτοι
5αὐτοὶ τυγχάνουσιν περὶ ὧν ὁ Σωτήρ· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν», καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων»;

4

.

13

Πρόβατα Χριστοῦ εἰσιν οἱ εὐστάθειαν καὶ πραότητα κατορ‐ θοῦντες, ἐξ ὧν ποίμνιον συμπληροῦται, περὶ οὗ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου φησίν· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.»

4

.

14

Κατὰ τοιαύτην ἀναγωγὴν «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ἐξέλαβεν τὸν «οὐ φιμώσεις βοῦν ἀλοῶντα» νόμον, μετὰ τὸ ἐκθέσθαι αὐτὸν ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ πάντως περὶ ἡμῶν λέγει», τῶν ἀποστό‐
5λων δηλονότι; «ὅτι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.»

4

.

15

Μυρίων [...] ἄλλων τοιούτων εὑρισκομένων τῷ προσ‐ έχον[τι] τῇ ἀναγνώσει τῆς θεοπνεύστου γραφῆς, ὑπ[ὲρ] τοῦ μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῆναι τὸν λόγ[ο]ν, ἐλευστέον ἐπὶ τὸ προ‐
κείμενον περὶ τοῦ Λιβάνου καὶ τῶν ξύλων αὐτοῦ, ἔχον οὕτως.

4

.

16

Zach. XI, 1—2: Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρη‐ σαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ
5δρυμὸς ὁ σύμφυτος.

4

.

17

Τὸ ὄνομα τὸ Λίβανος πρὸς ἀλληγορίαν ὁτὲ μὲν τὴν εἰδω‐ λολατρείαν, ὁτὲ δὲ τὴν ὑπεροψίαν καὶ ὑπερηφανίαν σημαίνει. Ἐν γὰρ τῷ Ἄισματι τῶν Ἀισμάτων τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν καλῶν ὁ νυμφίος αὐτῆς Χριστός· «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη,
5φησίν, ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» Δεξαμένη γὰρ τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἔρχεται πρὸς τὸν προσ‐ καλούμενον ἀπὸ πρακτικῆς κακίας εἰς ἠθικὴν ἀρετὴν καὶ ἐξ ἀγνοίας καὶ ἀπιστίας ἐπὶ θείαν γνῶσιν καὶ πίστιν ὑπερβάλλουσαν διὰ τελειότητα.

4

.

18

Ὥσπερ δὲ ἡ ῥηθεῖσα λέξις Λίβανον λέγει τὴν εἰδώλων καὶ δαιμόνων ἀσεβεστάτην θεραπείαν, οὕτως τὴν ὑπερηφανίαν παρίστησιν ἐν τῷ· «Μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χελμέλ», τοῦτ’ ἔστιν ὁ ὑπερόπτης καὶ αὐθάδης ἀ̣χθήσεται εἰς
5τὴν ἐπίγνωσιν τῆς περιτομῆς τὴν πνεύματι καρδίας προσαγομέ‐ νην· [τὸ] γὰρ Χελμὲλ ἑρμηνεύεται ἐπίγνωσις περιτομῆς.

4

.

19

[Ὁ] ταύτην τὴν ἐπίγνωσιν ἔχων ἀτυφίαν κατορ̣θ̣[ο]ῖ,
μαθὼν ὑπὸ Ἰησοῦ ταπεινὸς εἶναι τῇ καρδίᾳ κ[αὶ] τῷ πνεύματι.

4

.

20

Τῷ διττῷ τούτῳ Λιβάνῳ προσφωνεῖ ὁ πνευματόφορος προφήτης, μᾶλλον δὲ ὁ Κύριος δι’ αὐτοῦ, διανοῖξαι τὰς θύρας αὐτοῦ, ἵνα καταβρωθῶσιν [ὑ]πὸ πυρὸς αἱ εἴσω τῶν θυρῶν αὐτοῦ κέδροι· αὗται δ’ εἰ[σ]ὶν δαίμονες ἀλιτήριοι καὶ ἄνθρωποι ὑπερ‐
5όπται, συντριβόμεναι ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς, κατὰ τὰ ἐν εἰκοστῷ καὶ ὀγδόῳ Ψαλμῷ ᾀδόμ̣ε̣ν̣α̣ τῷδε τῷ τρόπῳ· «Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.»

4

.

21

Κατὰ τῶν τ̣ο̣ύ̣των φυτῶν ἀγρίων ὄντων καὶ καρπὸν ἐδώ‐ διμον οὐ φερ̣ό̣ν̣των ἐν Ἠσαΐᾳ γρ̣ά̣φεται πρὸς ἑ[τέ]ρ̣[οις] ο̣ὕ̣τ̣[ως·] «Ἡμέρα Κυρίου σα[β]αὼθ ἐπὶ πάντα [ὑβρ]ιστ̣ὴν̣ καὶ ὑπερήφα‐ νον καὶ ὑψηλὸν καὶ μετέωρον», κ̣α̣ὶ μετ̣’ ὀ̣λ̣ί̣γ̣α̣· «καὶ ἐπὶ πᾶσαν
5κέ̣δ̣ρ̣ον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν.» Τ̣α̣ῦ̣τ̣α̣ τ̣ὰ̣ οὕτως ἄγρια ξύλ[α π]εφύτευται ἐπὶ τὴν εἰδωλολατρείαν καὶ ὑπεροψίαν, συντριβόμενα καὶ πυρὶ ἀναλισκό‐ μενα σὺν τοῖς συναγορεύουσιν σοφιστικῶς περὶ αὐτῶν, κατὰ τὸ λεχθὲν ἐν τῷ αὐτῷ Ἠσαΐᾳ· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς
10πεσεῖται.»

4

.

22

Πίπτ̣ει γὰρ ἡ εἰδωλολατρεία σὺν τοῖς συναγο‐ ρεύουσ[ιν] αὐτῇ δαίμοσι καὶ ἀνθρώποις σοφισταῖς· ὡσαύτως καὶ οἱ ὑπερόπται ἄνθρωποι σὺν τῇ ἀλαζονείᾳ πεσοῦνται ὅταν τοῖς ὑπερ‐ ηφάνοις ἀντιτάττηται Θεός, κατὰ τὸ φερόμενον ἐν τῇ τῶν θείων
5Παροιμιῶν γραφῇ οὕτως· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττετα[ι].»

4

.

23

Περὶ τῶν οὕτως ὑψαυχενούντων, οἱ ἀτυφίαν κ[α]τορ‐ θοῦντες τῷ Θεῷ ἀναπέμπουσιν εὐχήν, οὕτως ἀναφθεγγόμενοι· «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος», καὶ μεθ’ ἕτερα ἐν τῷ αὐτῷ Ψαλμῷ· «Ἡ ὑπερηφανία
5τῶν μισούντων σε διὰ παντὸς̣ ἀ̣ν̣έ̣βη πρὸς σέ.»

4

.

24

Πρὸς τὸν διττῶς ἀποδοθέντα Λίβανον προστάττει ὁ θεῖος λόγος διανοῖξαι τὰς θύρας αὐτοῦ. Διανοιχθείσης γὰρ καὶ ἐξ‐
απλωθείσης τῆς ὑπερηφανίας [καὶ] εἰδωλολατρείας, τὸ τῆς κολά‐ σεως πῦρ ἀναλ[ώσει] κέδρους, τούς τε ὑψαύχενας ἀνθρώπους
5καὶ [ὑπ]ερόπτας δαίμονας, οὐχ ἑτέρους ὄντας «τῶν [ἀρ]χόντων τούτου τοῦ αἰῶνος», ἀνθρωπίνας [καί], ὡς ἡ γραφή φησιν, «σαρκίνας σοφίας», παιδευούσας «ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ».

4

.

25

Καταβρωθεισῶν ὑπὸ πυρὸς τῶν κέδρων, ὀλολύζουσιν αἱ πίτυες, πεσουσῶν τῶν ἰσχυρ[οτ]έρων, κέδρων καλουμένων. Καὶ τάχα μὲν αἱ ἄσαρκ[οι] πονηραὶ δυνάμεις κέδροι προσαγο‐ ρεύονται, πιτύ[ω]ν ὀνομαζομένων τῶν ὑπ’ αὐτῶν ἐνεργουμένων
5ἀνθρώπων, ἑτεροδόξων καὶ σοφῶν τοῦ κόσμου τούτου καὶ τοῦ αἰῶνος.

4

.

26

Λύεται τὸ αἰνιγματωδῶς εἰρημένον διὰ τῆς ἑπομένης λέξεως οὕτως ἐχούσης· «Μεγάλως μεγιστᾶνες ἐταλαιπώρη‐ σαν.» Οὗτοι δ’ εἰσὶν οἱ ἐπὶ ἀρχῇ ὀγκυλλόμενοι, οὐκ ἄνθρωποι μόνοι, ἀλλὰ καὶ οἱ ἄσαρκοι ἄρχοντες τούτου τοῦ αἰῶνος.

4

.

27

Περὶ τούτων τῶν ἀλαζονικῶς ἡγουμένων, καὶ ἐν Ναοὺμ τῷ προφήτῃ—ἕβδομος δ’ οὗτος ὑπάρχει τῶν Δώδεκα Προφητῶν —εἴρηται τῇ Νινευῇ· «Καὶ ἐπὶ τὰ ἔνδοξά σου βαλοῦσιν κλῆρον καὶ πάντες οἱ μεγιστᾶνές σου δεθήσονται χειροπέδαις», ὅπως
5μὴ εὐλύτοις καὶ χερσὶν μὴ ἐμποδιζομέναις πράττωσιν τὰ ἀπηγο‐ ρευμένα· πρὸς ἀγαθοῦ γάρ ἐστι τὸ ἐμποδίζεσθαι «τὰς ἀδικίας συμπλεκούσας χεῖρας».

4

.

28

Ταλαιπωρησάντων μεγάλως τῶν τῆς Βασανίτιδος δρυῶν, κατασπᾶται ὁ σύμφυτος δρυμός· δρυμὸς δ’ ἐστὶν τόπος ἀγρίων ξύλων καρπὸν τρόφιμον ο̣ὐ̣ φερόντων. Κατασπᾶται δ’ οὗτος, ἀναλισκομένης ὑπὸ πυρὸς τῆς πεπυκνωμένης αὐτοῦ φυτείας.

4

.

29

Δρύες ὀλολύζουσαι οὐκ ἄψυχα φυτὰ τυγχάνουσιν, ἀλλὰ κατὰ ἀλληγορίαν ἀναγόμεναι ψυχαὶ ἀνθρώπων οὖσαι καὶ ἀντι‐ κείμεναι δυνάμεις.

4

.

30

Οὐκ ἀγνοητέον ὅτι αἱ αἰσθηταὶ δρύες ὁτὲ μὲν πάντα τὰ
ξύλα σημαίνο[υ]σιν, ὁτὲ δὲ εἶδός τι ξύλου. Ὅταν γὰρ πάντα τὰ ξύλα δρύας καλῶμεν, τὸν τέμνοντα αὐτὰ δρυοτόμον καὶ τὰ ἐξ αὐτῶν κατασκευαζόμενα δρύϊνά φαμεν, ἀφ’ οὗ σημαινομένου τὰς
5δετὰς πλόκας δρυφάκτους ὀνομάζομεν καὶ τῶν δένδρων τοὺς καρποὺς ἀκρόδρυα. Πρὸς τῷ γενικῶς ὀνομαζομένῳ, ἔστιν τι εἶδος ξύλου δρῦς τυγχάνον, ὡς ἕτερον κυπάρισσος, ἐλάτη, πύξος.

4

.

31

Αἱ θύραι τοῦ Λιβάνου ἃς διανοιχθῆναι προστάττει ὁ θεῖος λόγος ψεκταὶ τυγχάνουσαι, αἱ αὐταί εἰσιν ταῖς τοῦ θανάτου, περὶ ὧν ἐν ἐνάτῳ Ψαλμῷ ὁ ὑμνῳδὸς περὶ τοῦ Θεοῦ φησιν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Περὶ τούτων ὡς οὐσῶν τῆς
5κακίας προστάττεται τῷ σοφῷ παροιμιωδῶς· «Μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς», καὶ ἔτι περὶ πάσης ψευδοδοξίας καὶ ἀσε‐ βείας· «Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν γὰρ ἐπὶ δίφρου ἐπὶ θύραις τοῦ ἑαυ‐ τῆς οἴκου, ἐμφανῶς εἰς τὰς πλατείας προσκαλουμένη τοὺς
10παριόντας.»

4

.

32

Τούτων τῶν θυρῶν ὁ μακρυνθεὶς κόπτει τὰς θύρας περὶ ὧν εἶπεν ὁ Σωτήρ· «Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», π[ε]ρὶ ὧν ἡ σοφία ἐν Παροιμίαις φησίν· «Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει,
5ἀγρυπνῶν ἐπ’ ἐμαῖς θύραις καθ’ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.»

4

.

33

Ὁ πρὸς ταύταις ταῖς θύραις καθ’ ἡμέραν ἀγρυπνῶν οὐκ ἐγγίζει πρὸς ταῖς θύραις τῆς προσωποποιουμένης πόρνης καὶ ἄφρονος γυναικός, οὐδὲ ταῖς τοῦ Λιβάνου ἃς διανοίγειν προσήκει, καταλυομένης τῆς δοκούσης ἀσφαλείας, ἵνα τὰ ἔνδον ἀποκείμενα
5φάνῃ οἵαν ἀμορφίαν ἔχουσιν, μισηθῇ καὶ ἐγκαταλειφθῇ, οὐδενὸς
νήφοντος ὁρᾶν αὐτὰ θέλοντος.

4

.

34

Ὅτι δὲ τὰ ῥηθέντα περὶ διαφόρων ξύλων οὐ περὶ ἀ̣ψ̣ύ̣χων εἴρηται, καὶ ἐκ πολλῶν μὲν γραφῶν καὶ μάλιστα προφητικῶν ἔστι θεωρῆσαι, ὧν ἔκθεσις ἤδη ἀπὸ μέρους γέγονεν· ἀρκεῖ δὲ ἑνὸς ἐπιμνησθῆναι τοῦ προφήτου Ἰεζεκιήλ, ὡσπερεὶ ξύλων ὄντων
5Φαραὼ καὶ Ἀσσούρ. Πονηραὶ δὲ δυνάμεις οὗτοι, ὁ μὲν τῆς Αἰγύπτου, ὁ δὲ τῆς Ἀσσυρίας τύραννοι, ἔχοντες ῥίζας καὶ παραφυάδας ὑψωθείσας ἀφ’ ὕδατος πολλοῦ, οὕσπερ ἐζήλωσεν κατὰ μίμησιν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ, κλάδους εὐμεγέθεις ἔχοντας ἐλ[ά]τας τε καὶ 〈πίτυασ〉 μιμουμέ‐
10νους.

4

.

35

Πῶς γὰρ κα[ὶ] μέχρι πιθανότητος ἐκλαβεῖν δυνατὸν αἰσθητὰ ξύλ[α] ζηλοῦντα καὶ μιμούμενα τηλικούτους τυράνν̣[ο]υς, ὧν ἐν ταῖς παραφυάσι καὶ κλάδοις κατασκ[η]νοῦσι πάντα τὰ πετεινὰ καὶ τίκτουσι τὰ ἄγρια θη̣[ρ]ία; Ὅπως δὲ εὐσύνοπτος ἡ
5προφητεία γένηται, ἐκθ[ώ]μεθα μέρος τι αὐτῆς, οὕτως ἐχούσης·

4

.

36

«Ἰδοὺ Ἀσσοὺ̣ρ̣ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσιν καὶ πυκνὸς ἐν τῇ σκέπῃ καὶ ὑψηλὸς τῷ μεγέθει, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ· ὕδωρ [ἐξ]έθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγεν
5κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα το[ῦ] πεδίου. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγε‐ θος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλαθύνθησαν οἱ
κλάδοι αὐτοῦ καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ’ ὕδατος πολλοῦ. Ἐν τῷ ἐκτεῖναι αὐτὸν ἐν ταῖς παραφυάσιν αὐτοῦ
10ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλά‐ δων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ π[ε]δίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησεν πᾶν πλῆθος ἐθνῶν.

4

.

37

Καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθη‐ σαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. Καὶ κυπάρισσοι πολλαὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν
5αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλ‐ λει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ.»

4

.

38

Τὰ αὐτὰ ἢ παραπλήσια τοῖς λεχθεῖσιν περὶ τοῦ Ἀσσοὺρ καὶ περὶ τοῦ Φαραὼ ὑπὸ τοῖον εἴρηται.

4

.

39

Οὐκ ἀγνοητέον ὅτι οἱ πλείονες τῶν ἀδελφῶν ἡμῶν τὸν Φαραὼ καὶ τὸν Ἀσσοὺρ εἰς τὸν διάβολον ἀναφέρουσιν, κατὰ δια‐ φόρους ἐπινοίας ὁτὲ μὲν Φαραώ, ὁτὲ δὲ Ἀσσοὺρ ἀλληγορούμε‐ νον. Οἱ ταύτην κομίζοντες τὴν ἑρμηνείαν λεγέτωσαν τίνα τὰ
5ξύλα τοῦ παραδείσου ζηλώσαντα τὸν διάβολον, οὐκ ἄψυχα ἀλλὰ ζῷα ὄντα λογικὰ δηλονότι. Καὶ θαυμαστὸν οὐδὲν εἰ λογικῶν ζῴων κατηγορεῖται τὰ ὀνόματα τῶν ξύλων, ὁπότε καὶ ἡ τοῦ Θεοῦ σοφία ὁτὲ μὲν ἄμπελος ἀληθινή, ὁτὲ δὲ ξύλον ζωῆς προσαγο‐ ρεύεται.

4

.

40

Zach. XI, 3: Φωνὴ θρηνούντων ποιμένων, ὅτι τετα‐ λαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων,
ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου.

4

.

41

Οἱ ἡγούμενοι τῶν λαῶν ἱερατικῶς τε καὶ διδασκαλικῶς ποιμένες αὐτῶν οἷα προβάτων τυγχάνουσιν, τῶν βασιλικῶς μᾶλ‐ λον δὲ τυραννικῶς ἐπιστατούντων ὑπαρχόντων λεόντων. Καὶ ἐπεὶ οἱ ἀμφοτέρως ἄρχοντες ποιμένες καὶ λέοντες καλοῦνται, πᾶσα
5ἀνάγκη τοὺς ὑπηκόους πρόβατα καὶ ἄλλα κτήνη προσαγορεύεσθαι, τῶν μὲν προβάτων ἀναφορὰν ἐχόντων πρὸς τοὺς βόσκοντας νομέας, τῶν δὲ κτηνῶν πρὸς τοὺς λέοντας. Εἴρηται γοῦν ἐν Παροιμίαις· «Λέων ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει πᾶν κτῆνος.»

4

.

42

Δυσπραγίᾳ ὑποπεσόντων τῶν ὑπὸ τοὺς διδασκάλους, μᾶλ‐ λον δὲ ψευδοδιδασκάλους, καὶ τοὺς τυραννικῶς ἐπικειμένους, θρηνοῦσιν οἱ ποιμένες, οὐ τῶν ποιμνίων φειδόμενοι, ἀλλὰ στε‐ ρηθέντες αἰσχρῶν κερδῶν καὶ ἐπιλήμπτων ἡδονῶν ἕνεκα, ἵνα μὴ
5τῷ νομοθετοῦντι Θεῷ καὶ τὸ ἄρχειν αὐτοῖς δεδωκότι δουλεύωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ.

4

.

43

Περὶ τῶν ἑτεροδόξων, ὁ θεσπέσιος γράφει Ἀπόστολος διορθούμενος τοὺς τῆς Ἐκκλησίας λαούς· «Διδαχαῖς ξέναις καὶ ποικίλαις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι», καὶ πάλιν· «Οἱ γὰρ τοιοῦτοι διδάσκαλοι τῇ ἑαυτῶν κοιλίᾳ, ἀλλ’
5οὐ τῷ Χριστῷ δουλεύουσιν, διὰ χρηστολογίας καὶ εὐλογίας ἐξ‐ απατῶντες τὰς καρδίας τῶν ἀκάκων», βοσκήματα δι’ ἁπλότητα τυγχάνοντας.

4

.

44

Οὗτοι τοιγαροῦν ἐν ἀπορίᾳ γενάμενοι ὧν ποθοῦσιν ἡδέων θρηνοῦσιν, ταλαιπωρησάσης ἧς ᾤοντο ἠπατημένως ἔχειν μεγα‐ λωσύνης· ὡσαύτως καὶ οἱ θυμικῶς ἄρχοντες ὠρύονται, ταλαιπω‐ ρήσαντος τοῦ Ἰορδάνου ἔνθα ἐλόχων καὶ ἐνεκρύπτοντο, δοκοῦντες
5σκέπην καὶ ἀσφάλειαν ἔχειν διὰ ἀγριότητα.

4

.

45

Ξύλων πολλῶν ἐκκοπέντων ἤδη καὶ κατασπασθέντων, ὡς ἔναγχος εἴρηται, κατεσπᾶσθαι τὸν δρυμὸν τὸν σύμφυτον.

4

.

46

Πολλὰ ἐκ τῆς γραφῆς ἔστιν εὑρεῖν σημαίνοντα τοὺς ὠμῶς καὶ ἀγρίῳ θυμῷ ἐπιστατοῦντας, λέοντας ἐν δίκῃ προσαγο‐ ρευομένους. Αὐτίκα γοῦν ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέοντες εἴρηνται ὅ τε τῆς Βαβυλωνίας ὠμόθυμος ἄρχων καὶ ὁ τῆς Ἀσσυ‐
5ρίας τύραννος· ἔχει δ’ οὕτως ἡ προφητεία· «Πρόβατον πλανώ‐ μενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερος τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.»

4

.

47

Ταύτῃ τῇ νοήσει ἐκλημπτέον καὶ τὸ ἐν πεντηκοστῷ ἑβδόμῳ Ψαλμῷ περὶ ἀνθρώπων καὶ πονηρῶν δυνάμεων οὕτως· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος
5φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. Ὁ Θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν Κύριος.» Οὐ γὰρ ἡγούμεθα οὕτω τινὰ εὐήθη εἶναι ὡς ὑπολαβεῖν μόνας τὰς μύλας τῶν αἰσθητῶν λεόντων ὑπὸ Θεοῦ συντρίβεσθαι, ὅλων τῶν σωμάτων αὐτῶν ἔξω βλάβης
10μενόντων.

4

.

48

Zach. XI, 4—5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατ‐ έσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν
5οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς.

4

.

49

Τῶν εἰς τὸ παιδεύειν καὶ ποιμαίνειν τὴν λογικὴν ἀγέλην τεταγμένων οἱ μὲν κατὰ βούλημα Θεοῦ, οἱ δὲ ἀσεβῶς καὶ πεπλα‐ νημένως ἐπιστατοῦσιν. Περὶ ἀμφοτέρων τῶν ταγμάτων τῶν νομέων ἔστιν ἀπὸ τῆς γραφῆς συναγαγεῖν μαρτύρια.

4

.

50

Περὶ τῶν ἐπαινετῶς ἐπιτελούντων ἣν ἐνεχειρίσθησαν ἐπιστασίαν λέγεται ὑπὸ τοῦ Θεοῦ· «Δώσω αὐτοῖς» —τοῖς ποιμνίοις δηλονότι—«ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτοὺς ποιμαίνοντες μετ’ ἐπιστήμης». Περὶ τῶν
5οὕτω ἐπιστημονικῶς ἀγελαρχούντων ὁ χριστοφόρος Ἀπόστολος μνημονεύει τεθειμένων ἐν τῇ Ἐκκλησίᾳ μετὰ ἀποστόλων καὶ προφητῶν διδασκάλων τε καὶ εὐαγγελιστῶν.

4

.

51

Καὶ τάχα ἀπόστολοι καὶ προφῆται διδάσκαλοί τε καὶ εὐαγγελισταὶ τυγχάνουσιν οἱ γνωστικῶς καὶ συνετῶς παιδεύοντες τὴν Χριστοῦ σύνοδον, ποιμένων ὄντων τῶν πρακτικὸν βίον ἐχόν‐ των καὶ ἐπιστατούντων ἔργοις ἀγαθοῖς, τὴν πίστιν καὶ τὰ φρο‐
5νήματα τῶν χριστιανῶν οὐκ ἀνηγμένως ἀποδιδόντων, τῶν κατὰ διάμετρον τοῖς ἐπιστήμοσι ποιμέσι διὰ φαυλότητα ἀντικειμένων ἀσεβῶν ὠνομασμένων· ὁ Θεὸς γοῦν φησιν περὶ αὐτῶν καὶ τῶν ἄλλας κακίας ἐνεργούντων· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με,
10καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ», καὶ τὰ ἑξῆς.

4

.

52

Οἱ οὕτως ἀσεβοῦντες καὶ πόρνοι τυγχάνουσιν, τάχα μὲν καὶ ἀκολασταίνοντες, οὐχ ἥκιστα δὲ καὶ μιγνύμενοι τοῖς διάφορα καὶ ἀλλόκοτα δόγματα ὑποβάλλουσιν δαίμοσιν καὶ «ταῖς σοφίαις τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος». Αὐτίκα γοῦν «οἱ μὴ δοκι‐
5μάσαντες τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παραδοθέντες εἰς ἀδόκι‐ μον νοῦν, πράττουσι τὰ μὴ καθήκοντα, ἀκολάστως κατ’ ἀλλήλων ἐπιμαινόμενοι, ἄρσενες ἐν ἄρσεσιν κατεργαζόμενοι τὴν ἀσχημο‐ σύνην, ἀλλὰ καὶ αἱ θήλειαι αὐτῶν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐάσασαι παρὰ φύσιν καὶ πάσχουσιν, ἀλλὰ καὶ γυναῖκες ἐν γυναιξὶν
10πορνικῶς ἐπιμαίνονται.»

4

.

53

Πρὸς τῷ αἰσθητῶς ἀκολασταίνειν τοὺς ἀσεβοῦντας εἰς Θεὸν ποιμένας, καὶ μετὰ πονηρῶν δυνάμεων λαγνεύουσιν, κατὰ τὸ λεχθὲν ἐν Ψαλμοῖς πρὸς τὸν τῆς εὐσεβείας χορηγόν· «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας
5πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν.»

4

.

54

Περὶ τῶν ἀσεβούντων νομέων ἐν Ἰερεμίᾳ φέρεται ἀπαγ‐ γελλόμενον πρὸς τὴν πορνεύουσαν ψυχήν· «Καί σοι ἔσχες ποι‐ μένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ», καὶ ἔτι· «Ἐξεπόρ‐ νευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες προσποιητῶς πρὸς
5ἐμέ, λέγει Κύριος.»

4

.

55

Διασταλέντων τῶν ἀγαθῶν νομέων ἀπὸ τῶν χειρίστων, ἐντολὴ τοῖς ἐπιστήμοσιν δίδοται οὕτως ἔχουσα· «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς», ἢ τὰ ἤδη σφαγέντα ἢ τὰ ἄξια τοῦ τοῦτο παθεῖν ἢ ἀδίκως ἐπιβουλευόμενα. Τὸ τελευταῖον δηλοῦται ἐν τῷ
5τεσσερακοστῷ τρίτῳ Ψαλμῷ, τῶν εἰς θάνατον ἐπιβουλευομένων
λεγόντων πρὸς τὸν εὐεργέτην Θεόν· «Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», καὶ ἔτι· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως.»

4

.

56

Οὐχ ἑτέρου γὰρ χάριν σφάζονται ὑπὸ τῶν παρανόμως ἐπιστατούντων ἢ τοῦ βρω‐ θῆναι ἕνεκα ὑπ’ ἐκείνων περὶ ὧν λέγεται· «Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς», ἀλλ’
5ἀπέτυχον τῆς φονικῆς σπουδῆς ὡς τοὺς ῥυσθέντας χαριστηρίως λέγειν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.»

4

.

57

Οἱ δοκοῦντες κτήτορες καὶ οὐ ποιμένες ὑπάρχειν τῆς παραδοθείσης αὐτοῖς ἀγέλης κατασφάττοντες τὰ πρόβατα μαχαίρᾳ —αὕτη δέ ἐστιν ὁ σοφιστικὸς αὐτῶν λόγος ἀσεβῆ φρονήματα πρεσβεύων—οὐ μετεμέλοντο οὐ μετανοοῦντες ἐφ’ οἷς λῃστρι‐
5κῶς καὶ φονικῶς ἔπραξαν. Ἀμέλει γοῦν πωλοῦντες αὐτὰ ὡς ἴδια τὰ μὴ ἑαυτῶν, ἀναισχύντως θρασύτητι αὐχοῦσι πεπλουτη‐ κέναι, τῶν εὐαρεστεῖν νομέων σπουδαζόντων τῷ πιστεύσαντι παμβασιλεῖ τὴν ἀγέλην οὐ σφαττόντων οὐκ ἀπεμπολούντων ἃ ἐπιστεύθησαν λογικὰ πρόβατα ἵν’ ἀδίκως πλουτήσωσιν ἐκ πλεο‐
10νεξίας καὶ αἰσχροκερδιῶν.

4

.

58

Ἵνα μὴ τοιοῦτόν τι ἀπευκτὸν συμβῇ ἐξ ἀπροσεξίας τοῖς ἐπιστατοῦσι τῆς Ἐκκλησίας, προσφωνεῖ ὁ πρόκριτος τῶν ἀποστό‐ λων Πέτρος, οὕτω γράφων· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρα‐ καλῶ ποιμᾶναι τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ’ ἑκουσίως,
5μὴ κατακυριεύοντες τῶν κλήρων, ἵνα, φανερωθέντος τοῦ ἀρχιε‐ ρέως ποιμένος Χριστοῦ Ἰησοῦ, κομίσησθε τὸν ἀμαράντινον τῆς
δόξης στέφανον», τῶν κατακυριευόντων δηλαδὴ τῶν Χριστοῦ προβάτων ἀμελῶν ποιμένων ὄντων, πωλούντων αἰσχρῶν κ[ε]ρδῶν ἕνεκα τὰ θεῖα ποίμνια ἵνα βοῶσι· «Πεπλουτήκαμεν», κατ‐
10εσθίοντες οὓς ἀναιροῦσι διὰ σκανδάλων.

4

.

59

Οὕτω βλαβέντων καὶ κακοπραγησάντων τῶν λαῶν, προ‐ βάτων ἀλληγορικῶς καλουμένων, οἱ ψευδώνυμοι ποιμένες αὐτῶν οὐδὲν ἔπασχον ἐπ’ αὐτοῖς, οὐ συμπαθοῦντες τῇ ποίμνῃ κατὰ τὸν λέγοντα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ
5οὐκ ἐγὼ πυροῦμαι;» Εἰς ταύτην τὴν ἀγάπην ἐνάγονται οἱ θεῖοι παιδευταὶ ὑπὸ τοῦ Σωτῆρος γεναμένου αὐτοῖς ὑπογραμμοῦ, ὡς τὸν θεόσοφον εὐαγγελιστὴν Ἰωάννην προσφωνεῖν τοῖς κατὰ Χριστὸν θεοσεβοῦσιν· «Ὅτι ἐκεῖνος», σαφὲς δ’ ὅτι ὁ Χριστός, «λύτρον ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ
10ἀλλήλων τὰς ψυχὰς θεῖναι.»

4

.

60

Οἱ οὕτω γνώμης ἔχοντες πρὸς τοὺς τὰ αὐτὰ ἀσπαζομέ‐ νους καὶ φρονοῦντας φιλάδελφοι συμπαθεῖς ὄντες, τοῖς σφάτ‐ τουσιν τὰ παραδοθέντα αὐτοῖς πρόβατα ἀντίκεινται τοῖς μετὰ θρασύτητος φάσκουσιν· «Πεπλουτήκαμεν», αἰσχροκερδίᾳ ἐκτη‐
5σάμεθα πρόβατα ἃ κατεσθίοντες ἥκιστά τι πάσχομεν ἐπ’ αὐτοῖς.

4

.

61

Zach. XI, 6—7: Διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ
τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος, καὶ ἰδοὺ ἐγὼ παρα‐ δίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρα τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρα βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ
5οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν.

4

.

62

Ἐπεὶ οἱ ἐγχειρισθέντες τὴν ἐπιμέλειαν τῶν λογικῶν προβάτων κατεφρόνησαν αὐτῶν, ὡς μηδὲ συμπαθεῖν μηδὲ φρον‐ τίζειν τῆς σωτηρίας αὐτῶν, ὡς πιπράσκειν αὐτὰ ἀλλοτρίοις δι’ αἰσχροκερδίαν, ἀπειλεῖ Κύριος παντοκράτωρ μηκέτι φείδεσθαι
5τῆς γῆς, τοῦτ’ ἔστιν τῶν ἐπ’ αὐτῆς διατριβόντων, παραδιδομέ‐ νων τῶν ἀσθενεστέρων τοῖς κατατυραννοῦσιν δι’ ἣν νομίζουσιν ἰσχὺν καὶ ὠμότητα ἔχειν, ὡς κατακοπῆναι πάντας τοὺς ἐπὶ τῆς γῆς, παραδιδομένων τῶν ἀνθρώπων ἑκάστων εἰς χεῖρας τῶν πλησίον καὶ εἰς χεῖρας τοῦ βασιλέως αὐτῶν οὐκέτι νομίμως ἀλλὰ
10τυραννικῶς ἐπιστατοῦντος.

4

.

63

Ἀπειλῆς τρόπῳ ταῦτα Θεὸς ἐπανατείνεται, ἵνα φόβῳ τῶν προσδοκωμένων παύσωνται τοῦ ἁμαρτάνειν οἱ πρὸς οὓς ἡ ἀπειλή. Θεὸς γὰρ οὐδέποτε ἀφειδήσει τῶν αὐτοῦ ποιημάτων, ὡς ἡ πανάρετος τοῦ Σαλωμῶνος Σοφία φησίν· «Φείδῃ πάντων,
5δέσποτα φιλόψυχε, οὐδὲν βδελυσσόμενος ὧν ἐποίησας, οὐδὲ γὰρ μισῶν τι κατεσκεύασας.» «Ἔκτισας γὰρ εἰς τὸ εἶναι τὰ π̣ά̣ντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.»

4

.

64

Ταύτης τῆς ὑπερβαλλούσης ἀγαθότητος τοῦ τὰ πάντα συστησαμένου καὶ προνοουμένου τῶν ὅλων πεῖραν ἔχοντες οἱ θεραπεύοντες αὐτόν, πρεσβείαν ὑπὲρ τοῦ λαοῦ ἀναφέροντές φασιν· «Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου
5εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν τὰ ἔθνη·
ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;»

4

.

65

Εἰς τοσοῦτον δὲ ἐφείσατο τοῦ γένους τῶν ἀνθρώπων ὁ πάντων αἴτιος καὶ κηδεμών, ὡς ὑπὲρ πάντων ἔκδοτον δοῦναι τὸν υἱὸν ἑαυτοῦ εἰς θάνατον, ἵνα λυτρώσηται τοὺς θανόντας βασι‐ λευθέντας ὑπὸ τοῦ θανάτου.

4

.

66

Ταύτης τῆς ὑπερβαλλούσης σωτηρίας μυσταγωγὸς ὁ Ἀπόστολος τυγχάνων περὶ τοῦ Θεοῦ γράφει· «Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ τὰ πάντα σὺν αὐτῷ χαρίσεται ἡμῖν;» Ἡμῶν φειδόμενος οὐκ
5ἐφείσατο τοῦ υἱοῦ· ὁ μὲν γὰρ ἀπαθὴς καὶ πάσης βλάβης ἀφανιστι‐ κός, ἡμεῖς δὲ θνητοὶ καὶ πάθεσιν ὑποκείμενοι. Διὸ εἰ φεισάμενος ἦν τοῦ υἱοῦ, μὴ ἐκδοὺς αὐτὸν «ὑπὲρ πάντων γεύσασθαι θανάτου», ἐμένομεν ἐν τῇ κρατησάσῃ ἀπωλείᾳ διὰ τῆς παραβάσεως τῆς θείας ἐντολῆς· ἀλλ’ ἵνα ἐλευθερωθῶμεν, παρέδωκεν ὁ κηδεμὼν
10τὸν ἴδιον υἱόν, οὐ βλαβησόμενον ἐκ τοῦ τεθνάναι, Σωτῆρος ἀνα‐ δειχθέντος πάντων παραδοθέντος ὑπὲρ αὐτῶν.

4

.

67

Τούτων ὧδε ἐχόντων, ἐὰν ὁ Θεὸς λέγῃ· «Οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», φόβῳ ἀπειλῆς νουθετεῖ, ἵνα μὴ κολάσει ὑποπέσωσιν, ἀλλ’ ἔξω γένωνται τῆς κρατησάσης ἁμαρτίας, οὐκέτι ὑποκείμενοι κολάσει.

4

.

68

Τὸν τρόπον τοῦ μὴ φείσασθαι ἔτι φανεροῖ, φάσκων «τοὺς ἀνθρώπους εἰς χεῖρας τῶν πλησίον αὐτῶν παραδιδόναι καὶ εἰς χεῖρας» οὗ εἵλαντο πονηροῦ «βασιλέως, ὡς κατακοπῆναι τὴν γῆν», ἀντεπιτιθεμένων ἀλλήλοις τῶν «ὡς ἀνθρώπων ἀπο‐
5θνῃσκόντων». Οὗτοι δ’ εἰσὶν οἱ ἔριδι καὶ ζήλῳ κατὰ σάρκα περιπατοῦντες. Οἱ οὕτω τυγχάνοντες ἄνθρωποι εἰς χεῖρας παραδίδονται ὧν ἔσχον πλησίον δαιμόνων διὰ φιληδονίαν καὶ ὑλι‐
κὴν διάθεσιν. Τότε γὰρ μάλιστα νουθετηθῆναι δύνανται παρα‐ δοθέντες οἷς ἡγοῦντο φίλοις καὶ πλησίον ἔχειν, πειραθέντες τῆς
10ὠμότητος καὶ ἀγριότητος αὐτῶν· φεύξονται δὲ καὶ τοῦ τυραννι‐ κῶς ἄρξαντος, τῆς σκληρότητος αὐτοῦ πεῖραν λαβόντες. Ἀμέλει γοῦν καὶ ὁ Ἑβραίων λαὸς τὸ τηνικάδε ἐπόθησεν ἐλευθερωθῆναι τῆς Αἰγυπτίων θρασύτητος, γνοὺς αὐτῶν τὸ ἐπίμοχθον καὶ τὸ ἀπηνὲς ἐπιστασίας.

4

.

69

Κατακοπτομένης τῆς γῆς, τοῦτ’ ἔστιν τῶν ἐπ’ αὐτῆς καταλλήλων ἐξανισταμένων, ποιμαίνει Θεὸς τὰ τῆς σφαγῆς πρόβατα εἰς τὴν Χανανῖτιν, τὴν ἡτοιμασμένην τιμωρίαν. Εἴρη‐ ται καὶ πρότερον σφαγῆς εἶναι πρόβατα τὰ ἕτοιμα πρὸς τὸ
5παθεῖν καὶ τὰ ἤδη σφαγέντα, ὅτε παρελάβομεν τὸ ὑπὸ τῶν θλι‐ βομένων πρὸς τὸν εὐεργέτην τῶν ὅλων ἀπαγγελλόμενον· «Ἔδω‐ κας ἡμᾶς ὡς πρόβατα βρώσεως», καὶ πάλιν· «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.»

4

.

70

Ἐπίστησον εἰ ἐπαινετόν τι δηλοῖ τὸ ποιμαίνεσθαι τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, ἑρμηνευομένην ἡτοι‐ μασμένην, τάχα τῶν διὰ κακώσεως οἰκονομουμένων εἰσαγομέ‐ νων εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένην ὑπὸ πόνων
5παιδευτικῶς ἐπαγομένων, περὶ ἧς γράφει ὁ θεσπέσιος ἀπόστο‐ λος Παῦλος τάδε χαράττων· «Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν κατεργάζεται εἰς σωτηρίαν ἀμεταμέλητον, τῆς τοῦ κόσμου λύπης θάνατον ἐπιφερούσης»· διὸ ταύτης μὲν ἀφεκτέον, τῆς δὲ κατὰ Θεὸν ἀντιποιητέον ἀμεταμέλητον σωτηρίαν κατὰ Θεὸν
10φερούσης.

4

.

71

Zach. XI, 7—9: Καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους —τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοί‐ νισμα, —καὶ ποιμανῶ τὰ πρόβατα. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’
5αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ. Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς.

4

.

72

Ἐκ προσώπου τοῦ Σωτῆρος ὁ προφήτης Ζαχαρίας ἀπαγ‐ γέλλει τὰ περὶ δύο ῥάβδων ὧν εἴληφεν ἑαυτῷ.

4

.

73

Οὐχ ἕτερον δ’ ἔτι σημαίνεται ἐν τοῖς προκειμένοις ἐκ τῶν ῥάβδων ἢ σκῆπτρα ἀρχῆς, μᾶλλον δὲ βασιλείας, σύμβολα ὄντα.

4

.

74

Ἐπεὶ τοίνυν πᾶν τὸ τῶν ἀνθρώπων γένος διῄρηται εἰς τὸν ἐκ περιτομῆς λαὸν καὶ εἰς τὴν κληθεῖσαν ἀπὸ ἐθνῶν Ἐκκλη‐ σίαν, ὁ ἰουδαίων καὶ ἐθνῶν Θεός, σωτὴρ ἅμα καὶ βασιλεὺς αὐτῶν ὑπάρχων, ἔλαβεν ἑαυτῷ τὰ δύο σκῆπτρα, ἵνα ἐξ ἀμφοτέρων μίαν
5βασιλείαν ἀπεργάσηται.

4

.

75

Νοηθήσεται δὲ ἐξ εὐαγγελικοῦ ῥητοῦ ἡ προφητεία· ὡς γὰρ μία βασιλεία ὑπὸ βασιλέα ἕνα ἐξ ἐθνῶν καὶ ἰουδαίων πιστευ‐ σάντων ἀνεδείχθη, οὕτω καὶ ποίμνη μία ὑπὸ ἕνα ποιμένα τὸν ἀληθινὸν τὸν τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων τεθεικότα.
5Ἔχει δ’ οὕτως ἡ εὐαγγελικὴ φωνὴ ὑπὸ τοῦ Σωτῆρος ἀπαγγελ‐ λομένη· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ συναγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσου‐
σιν, ἵνα γένωνται μία ποίμνη καὶ ποιμὴν εἷς», ἕτερα λέγων εἶναι πρόβατα οὐκ ἀπὸ τῆς ἰουδαϊκῆς αὐλῆς ἀλλὰ τοὺς ἀπὸ ἐθνῶν
10πιστεύοντας τῷ εὐαγγελίῳ.

4

.

76

Ταὐτὸν δὲ τὸ τὰς δύο ἀγέλας ὑπὸ ἕνα ποιμένα γενέσθαι, τῷ τὰ δύο σκῆπτρα ὑπὸ τὸν αὐτὸν βασιλέα ἐλθεῖν. Πότε δὲ τοῦτο πληρωθήσεται ἢ ὅταν ἐκβάσεως τύχῃ τό· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ»;

4

.

77

Ῥηθείη καὶ ἑτέρως τό· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης», αὐλῆς καλουμένης τῶν προβάτων τοῦ περὶ γῆν κόσμου ἐν ᾧ ἀκμὴν διατρίβουσιν οἱ τὸ σῶμα φοροῦντες, ἀπαλλαγεισῶν τούτου ψυχῶν ἐν τῷ καταχθονίῳ τόπῳ
5τέως διατριβουσῶν, ἅσπερ συνάγει ὁ ἀγαθὸς νομεὺς, γενάμενος πρὸς αὐτὰς ὃτε «τέθνηκεν ὑπὲρ πάντων» «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ». Εἰ δὲ εἷς κυριεύει νεκρῶν καὶ ζώντων βασι‐ λικῷ κράτει καὶ ποιμαντικῇ ἐπιστήμῃ, αἱ δύο ποῖμναι καὶ βασι‐ λεῖαι μία ἀνεδείχθησαν.

4

.

78

Τί δ’ ὑπάρξεται τούτου κατορθωθέντος ἢ ἡ πολυαρχία οἰχήσεται, ἐξάραντος τοῦ ἀληθινοῦ νομέως τοὺς κακῶς ἄρχοντας τρεῖς ποιμένας ἐν ἑνὶ μηνί, τοῦτ’ ἔστιν ἅμα καὶ ἐν περιόδῳ μιᾷ.

4

.

79

Τίνες δ’ οἱ ἐξαιρόμενοι τρεῖς ἀγελάρχαι θεωρητέον.

4

.

80

Τὸ ἱερατικὸν τῶν Ἰουδαίων τάγμα καὶ οἱ λεγόμενοι παρ’ αὐτοῖς ἄδικοι προφῆται καὶ οἱ βασιλεύσαντες ἀπὸ τοῦ Ἰεροβοάν. Πάντες γὰρ οὗτοι βλάβης αἴτιοι ἐτύγχανον τῶν ἀρχομένων.
Εἴρηται γοῦν ἐν Ὠσῆε· «Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφό‐
5νευσαν Σίκιμα, ἀνομίαν ἐποίησαν ἐν τῷ Ἰσραήλ», καὶ ἔτι ἐν τῷ αὐτῷ προφήτῃ· «Κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ παρεξεστη‐ κὼς προφήτης.»

4

.

81

Ἔστιν εὑρεῖν καὶ περὶ τῆς παρανόμου βασιλείας τῆς σχισάσης τὸν Θεοῦ λαὸν γεγραμμένα πολλά, ὧν ἐστιν καὶ τὸ οὕτως ἔχον· «Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ οἶκος τοῦ βασι‐ λέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς
5ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰτα‐ βύριον.»

4

.

82

Κατὰ τῶν οὕτω φαύλως ἡγησαμένων καὶ ὁ ἅγιος Ἰερε‐ μίας βοᾷ ἐλεγκτικώτατα ἐκ προσώπου τοῦ παμβασιλέως Θεοῦ· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἐπροφήτευον ἄδικα,
5καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπο‐ ρεύοντο.»

4

.

83

Ἐπίστησον εἰ τοὺς ποιμένας ἀσεβοῦντας εἰς αὐτὸν λέγει τοὺς βασιλέας τοῦ Ἰσραὴλ ἄλλους παρὰ τοὺς ἱερέας καὶ προφή‐ τας τυγχάνοντας.

4

.

84

Οὐκ ἀπογνωστέον δὲ καὶ τοὺς ψευδοδιδασκάλους ποιμένας ἀσεβοῦντας εἰς Θεὸν φάναι. Οἱ οὕτω ἐκληφθέντες ποιμένες τρεῖς ἐξαίρονται ἐν μηνὶ ἑνὶ ὑπὸ «τοῦ ἀλη̣θῶς ἀρχιερέως μεγάλου Ἰησοῦ διεληλυθότος τοὺς οὐρανούς», ἀληθινοῦ ὄντος προφήτου,
5περὶ οὗ θεία προαναφώνησις εἴρηται· «Προφήτην ὑμῖν ἀναστήσει ἐκ τῶν ἀδελφῶν ὑμῶν Κύριος ὁ Θεός.»

4

.

85

Πρὸς τῷ ἀρχιερεὺς καὶ προφήτης ὑπάρχειν, καὶ βασιλεύς ἐστιν, ὡς τὸν Πατέρα περὶ αὐτοῦ φάναι· «Ἤγειρα αὐτὸν βασι‐ λέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ
5λύτρων οὐδὲ μετὰ δώρων.» Καὶ αὐτὸς οὖν περὶ ἑαυτοῦ ὁ οἰκο‐
δομῶν τὴν πνευματικὴν Θεοῦ πόλιν καὶ λυτρούμενος τὸν λαὸν λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον, διαγγέλλω τὸ πρόσταγμα Κυρίου.»

4

.

86

Πρὸς τοῖς τεθεωρημένοις περὶ τῶν τρίων ποιμένων, ἐπιστατέον ψεκτοὺς τρεῖς εἶναι νομέας ἐξαιρομένους τοὺς εἰς τὴν Τριάδα ἀσεβοῦντας. Οἱ μὲν γὰρ αὐτῶν πολλὴν ἔχουσι ῥοπὴν εἰς τὸ ἀσεβεῖν εἰς τὸν Πατέρα, ἑτέρων εἰς τὸν Υἱὸν καὶ ἄλλων
5εἰς τὸ ἅγιον Πνεῦμα.

4

.

87

Καὶ τάχα μὲν οἱ υἱοπάτορα φρονοῦντες ψευδοδοξοῦσιν εἰς τὸν Πατέρα, στερίσκοντες τὸν Πατέρα ὅσον ἐπὶ τῇ ἀσεβείᾳ αὐτῶν τοῦ Μονογενοῦς Υἱοῦ, ὄντος Θεοῦ Λόγου σοφίας τε καὶ ἀλη‐ θείας, τῶν ἐξ οὐκ ὄντων καὶ κτίσμα φρονούντων προηγουμένως
5περὶ τὸ ἴδιον γένημα ψευδοδοξούντων. Εἰσὶ δὲ καὶ πνευματομα‐ χοῦντες, δοξάζοντες ὡσεὶ ᾖ ἓν τῶν κτισμάτων.

4

.

88

Καὶ τὰ τρία δὲ τάγματα τῶν ἀπατωμένων ἄθεα περὶ τῆς Τριάδος φρονοῦσιν, πλὴν ἕκαστον, ὡς ἤδη εἴρηται, διάφορον ἔχει τὴν ἀσεβῆ ῥοπήν.

4

.

89

Ἐξαρθήσονται δὲ ἐν μηνὶ ἑνὶ καὶ οἱ οὕτω ἀσεβεῖς ποι‐ μένες· μέχρι γὰρ τῆς παρούσης χρονικῆς ζωῆς ἡ ψευδὴς διδασκα‐ λία τὴν ἐπαγγελίαν ἔχει, καταλυθησομένην ὅταν ἐπίλαμψις τελεία γένηται τοῦ ἀληθινοῦ φωτὸς μετὰ τὸν ἐνεστηκότα πονη‐
5ρὸν αἰῶνα καὶ τὴν πρόσκαιρον ζωήν, ἐφ’ ᾗ μόνῃ οἱ ἐλπίζοντες
ἐλεεινότεροι πάντων ἀνθρώπων εἰσίν.

4

.

90

Γίνεται δ’ ἡ ἔξαρσις τῶν τρίων φαύλων ἀγελαρχῶν, βαρυνομένης ἐπ’ αὐτοὺς τῆς ψυχῆς τοῦ ταῦτα ἀπειλοῦντος βασιλέως, ἐπείπερ μισητὰ αὐτῷ πράττουσιν.

4

.

91

Ψυχὴ δὲ αὐτοῦ κατὰ πλείονας τρόπους λέγεται.

4

.

92

Καθ’ ἕνα μὲν καὶ πρόχειρον, ἣν ὡς ἄνθρωπος τέλειος ἔχει, ἣν τίθεται ἵνα πάλιν λάβῃ αὐτήν. Τέθειται μὲν οὖν αὐτὴν λύτρον ἀντὶ πολλῶν αὐτὴν δεδωκώς, ὡς γράφειν περὶ αὐτοῦ τὸν μυσταγωγὸν τῆς ἀληθείας Ἰωάννην οὕτως· «Ὅτι ἐκεῖνος
5ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλή‐ λων τὰς ψυχὰς θεῖναι»· ἔλαβεν δὲ αὐτὴν ἐκ νεκρῶν ἀναστὰς «οὐκ ἐγκαταλειφθεῖσαν εἰς τὸν ᾅδην».

4

.

93

Κατ’ ἄλλην θεωρίαν, ψυχή ἐστιν τοῦ ταῦτα λέγοντος Σωτῆρος πᾶς ἄνθρωπος οἰκειωθεὶς αὐτῷ ὡς χρηματίζειν «ἐν Χριστῷ ἄνθρωπος», ὡς μὴ διαφέρειν περὶ τούτου φάναι ὅτι ἄνθρωπος καὶ ψυχὴ Θεοῦ τυγχάνει. Ἠλίας γὰρ ἄνθρωπος Θεοῦ
5χρηματίζων καὶ ψυχὴ Θεοῦ ῥηθείη· ὡσαύτως καὶ ὁ ἱεροφάντης Μωϋσῆς, καὶ εἴ τις ἄλλος τῆς αὐτῆς ἁγιότητος καὶ ἀρετῆς μετέ‐ χει.

4

.

94

Οὐ πολλῶν δὲ μαρτυρίων χρεία τὸ νῦν, πολλάκις ἤδη ἀποδείξεως γεναμένης· ἀρκεῖ γὰρ τὴν Παύλου καὶ Πέτρου παραλαβεῖν φωνήν. Ὃ μὲν γὰρ ἔγραψεν· «Πᾶσα ψυχή», τοῦτ’ ἔστιν ἄνθρωπος, «ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω», ὃ δέ·
5«Τοῦτ’ ἔστιν ὀκτὼ ψυχαὶ διεσώθησαν», ὀκτὼ ψυχὰς λέγων τοὺς σωθέντας ἐν τῇ κιβωτῷ ἐν τῷ κατακλυσμῷ, τὸν Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, τήν τε γυναῖκα αὐτοῦ καὶ τὰς τρεῖς συμβιούσας τοῖς υἱοῖς αὐτοῦ.

4

.

95

Ἡ οὕτω λεγομένη Θεοῦ ψυχὴ βαρύνεται ἐπὶ τοὺς τρεῖς ἀναιρουμένου[ς] ποιμένας ἐν ἑνὶ μηνί, συναγανακτοῦσα τῷ ἐξαί‐
ροντι αὐτοὺς Σωτῆρι. Γίνεται δὲ ἡ ἔξαρσις αὐτῶν διὰ τὸ ἀπὸ ἀγριότητος τὰς ψυχὰς αὐτῶν ἐπωρύεσθαι λεόντων δίκην ἐπὶ τὸν
5ποιμένα τὸν ἀληθινόν.

4

.

96

Τῆς τῶν ποιμένων ὠμότητος περιγραφείσης, ὁ ἀγαθὸς ἀγελ[ά]ρχης πρὸς τὰ ἀπολωλότα ὑπὸ τῶν φαύλων νομέων πρό‐ βατα «Οὐ ποιμανῶ ὑμᾶς» ἀπειλῆς τρόπῳ λέγει, μάλιστα ὅτι ἔτι ἐτύγχανον ὑπὸ τοὺς βλαπτικούς· οὔπω γὰρ ἦσαν ἀναιρεθέντες·
5τὸ γὰρ «Ἐξαρῶ τοὺς τρεῖς ποιμένας» δείκνυσιν ὅτι ἀκμὴν ἐτύγχανον ἐπικείμενοι τοῖς πεπλανημένοις ὑπ’ αὐτῶν ποιμνίοις.

4

.

97

Ποίῳ δὲ τρόπῳ καὶ τίνος ἕνεκα ἡ μία τῶν ῥάβδων κάλ‐ λος κέκληται, ἡ δὲ ἑτέρα σχοίνισμα, ἐν τοῖς ὅσον οὔπω ἐκτεθη‐ σομένοις σαφηνισθείη. 〈Νῦν δὲ δεῖ〉 σὺν Θεῷ φάναι·

4

.

98

Zach. XI, 9: Τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.

4

.

99

Τοῦ ἀγαθοῦ νομέως ἐπιστατοῦντος τῆς ποίμνης, ἕκαστον τῶν προβάτων ὃν δεῖ τρόπον τημελεῖται. Αὐτίκα γοῦν ὁ Κύριος Ἰησοῦς λέγει· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν
καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ
5μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα», ὡς ἕκαστον τῶν συμπληρούν‐ των τὴν θείαν ἀγέλην βοᾶν περὶ τοῦ ἀγελάρχου· «Κύριος ποι‐ μαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
10ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.»

4

.

100

Οὕτως ἐπιστατουμένων τῶν λογικῶν θρεμμάτων παρ’ ἰδίαν ῥᾳθυμίαν αὐτῶν ἐγκαταλειφθέντων ὑπὸ τοῦ λέγοντος· «Οὐ ποιμανῶ ὑμᾶς», πᾶν τοὐναντίον ὑπῆρκται τοῖς ποιμνίοις, ὡς λοιπὸν τὸ ἀποθνῇσκον ἀποθνῄσκειν, μακρυνθὲν τοῦ λέγοντος ποι‐
5μένος περὶ τῶν αὐτοῦ προβάτων· «Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν, τιθέντος μου τὴν ψυχὴν ὑπὲρ τῶν προβά‐ των.»

4

.

101

Πρὸς τῷ ἀποθνῇσκον ἀποθνῄσκειν, καὶ τὸ ἐκλιμπά‐ νον ἐκλείψει ἐρημωθὲν προστασίας, ὡς ἕκαστον τῶν ἀποσφαλέντων τῆς καταλλήλου νομῆς τοῦ πλησίον τὰς σάρκας κατεσθίειν, εἰς ἀγριότητα μεταβαλόντων. Ταύτῃ τῇ ὠμότητι ὑποπεσούσης τῆς
5Γαλατῶν Ἐκκλησίας, πρὸς αὐτὴν εἰκότως γράφεται ὑπὸ τοῦ ἀποστόλου Παύλου· «Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Περὶ οὕτως ἐκθηριω‐ θέντων κατ’ αὐτοῦ ὁ ὑμνῳδὸς ψάλλει· «Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.»

4

.

102

Πλὴν εἰ κἀκεῖνοι οὕτω διετέθησαν, ἀβλαβὴς διαμείνας λέγει· «Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.» Καὶ ὁ προφήτης δὲ Ἰερεμίας περὶ τῶν θηρῶν δίκην κατὰ τῶν σπουδαίων βλάβην ἐπιχειρούντων λέγει· «Ἅγιος
5Ἰσραήλ, τῷ Κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ κατ‐ εσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶν
Κύριος.»

4

.

103

Εὖ δὲ καὶ τὸ εἰρῆσθαι κατεσθίειν ἕκαστον τὰς σάρκας καὶ οὐ τὴν ψυχὴν ἢ τὸν νοῦν τῶν πλησίον.

4

.

104

Ὁ ταύτης τῆς ὠμότητος ῥυσθεὶς εὐχαριστητικῶς περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων βοᾷ· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.»

4

.

105

Zach. XI, 10—11: Καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθή‐ σεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι, τὰ
5πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστίν.

4

.

106

Τοῦ ἐκ περιτομῆς λαοῦ ἐγκαταλειφθέντος ὑπὸ τοῦ ποι‐ μένος διὰ τὸ ἠσεβηκέναι εἰς αὐτόν, ἀπήντησε τὰ ἐκκείμενα ἀνιαρά, ὡς ἀποθνῄσκειν τὸ ἀποθνῇσκον καὶ ἐκλιμπάνειν τὸ ἐκ‐ λιμπάνον καὶ τὰ κατάλοιπα ἐστρᾶφθαι, ὡς ἕκαστον ἐσθίειν τὰς
5σάρκας τοῦ πλησίον.

4

.

107

Κλῆσις γίνεται τῆς ἀπὸ τῶν πιστευσάντων τῷ Χριστῷ ἐθνῶν Ἐκκλησίας ἣν καὶ ῥάβδον ἐπαινετὴν ὠνόμασεν, τοῦτ’ ἔστι βασιλείαν, εἰπών· «Καὶ λήμψομαι τὴν ῥάβδον τὴν καλήν.» Ὑπῆρκται δὲ τοῦτο τοῦ Πατρὸς εἰρηκότος τῷ Υἱῷ· «Αἴτησαι
5παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.»

4

.

108

Τοῦ βασιλικοῦ σκήπτρου ἀπορριφέντος ὑπὸ τοῦ λαβόντος κληρονομίαν πάντα τὰ ἔθνη, ἡ πρὸς πάντας τοὺς λαοὺς διεσκεδάσθη διαθήκη περὶ ἧς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ μεγάλῃ τῷδε τῷ
5τρόπῳ· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς
Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Ταύτης τῆς διαθήκης διασκεδασθείσης ὑπὸ Χριστοῦ, οὐκέτι ἐπιστατούντων τῶν ἀγγέλων τῶν ἐθνῶν, κληρονομία καὶ μερὶς γεγένηνται τὰ ἔθνη πάντα τοῦ ἀπορρίψαντος τὴν καλὴν ῥάβδον
10ἐπὶ καταλύσει τῆς πρὸς πάντας τοὺς λαοὺς διαθήκης.

4

.

109

Κατώρθωται δὲ ἡ ἀριστεία αὕτη ἐν τῇ ἡμέρᾳ τῇ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης κατασκευασθείσῃ, ἣν ἀγαλλιασάμενος ἰδεῖν ὁ πατὴρ τῶν πιστευσάντων πάντων ἐθνῶν Ἀβραὰμ ἐχάρη, εὐλο‐ γηθέντων ἐν τῷ σπέρματι αὐτοῦ πάντων τῶν συμπληρούντων τὰ
5ἔθνη ἀνθρώπων σχόντων τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λελο‐ γισμένην.

4

.

110

Περὶ ταύτης τῆς ἡμέρας ὁ πᾶς τῶν ἁγίων χορὸς ἀνθρώ‐ πων τε καὶ ἀγγέλων μελῳδεῖ φάσκων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ταύτης υἱοὶ τυγχάνοντες οἷς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ
5φῶς τοῦ κόσμου.» «Ἡ ἡμέρα ἤγγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημό‐ νως περιπατήσωμεν.»

4

.

111

Τούτων τῶν θείων ἀνδραγαθημάτων ἀνυσθέντων, γνώ‐ σονται οἱ Χαναναῖοι ὄντες πρόβατα φυλασσόμενα «ὅτι λόγος Κυρίου ἐστὶν» ὁ περὶ τῶν ἐκκειμένων ῥάβδου τε καὶ διαθήκης πρὸς τοὺς λαοὺς ἅπαντας, ὅνπερ νοῆσαι προσῆκόν ἐστιν μεγά‐
5λων καὶ ὑπερφυῶν μυστηρίων δηλωτικὸν ὄντα.

4

.

112

Χαναναίους ἐκλημπτέον τοὺς ἡτοιμασμένους ἀπὸ τῶν ἐθνῶν εἰς τὸ γενέσθαι κληρονομία τοῦ Υἱοῦ τοῦ Θεοῦ δι’ ἣν ἔσχον ἀτυφίαν πρὸς τοῦ εἰρηκότος· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς
5ὑμῶν.»

4

.

113

Zach. XI, 12—13: Καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπεί‐ πασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπεν Κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ
5σκέψαι εἰ δοκιμεῖόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον.

4

.

114

Οἱ προφητικοὶ λόγοι αἰνιγματωδῶς προφερόμενοι ἀθρόως μεταβάλλουσι τὰ πρόσωπα τῶν λεγόντων καὶ περὶ ὧν λέγουσιν· καὶ ἐκ πολλῶν γε ῥητῶν ἔστι πιστώσασθαι καὶ ἀποδεῖξαι τὸ θεώ‐ ρημα. Ὑπὲρ δὲ τοῦ μὴ μηκῦναι τὸν λόγον, παραληπτέον ἀπὸ
5τοῦ Ἰερεμίου ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον οὕτως· «Περι‐ δράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐκεῖ ποιῶν πίστιν καὶ ἔλεος», ἢ «κρίσιν» ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, «καὶ εἶπα· ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.»

4

.

115

Φήσαντος γὰρ τοῦ Θεοῦ τοῖς ἁγίοις ἀνδράσιν· «Περι‐ δράμετε ἐν ταῖς πλατείαις Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐν αὐτῇ οἱ τάδε τινὰ ποιοῦντες», ἀποκρίνονται οἱ τὴν πρόσταξιν λαβόντες· «Ζῇ Κύριος, λέγουσιν»· πρὸς οὓς ὁ Θεός φησιν·
5«Διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» Ὅρα ποσαὶ μεταβολαὶ προσώπων ἐν ταῖς ὀλίγαις ταύταις συμβολαῖς φέρονται, οὐ δια‐ σταλεῖσαι κατὰ τὴν λέξιν ἀλλ’ ἐν τῇ νοήσει.

4

.

116

Ὡς οὖν ἔχει ἐπὶ τῆς παραληφθείσης μαρτυρίας, οὕτως
ἔχει καὶ ἐν τῇ ἐκτεθείσῃ τοῦ Ζαχαρίου φωνῇ. Εἰπὼν γὰρ ὁ Σωτήρ—αὐτὸς γάρ ἐστιν ὁ ἀπαγγέλλων τὰ προκείμενα περὶ τῆς ἀποβολῆς τῶν ἐκ περιτομῆς—καὶ ἑξῆς ἀπαγγείλας περὶ
5τῆς κλήσεως τῆς τῶν ποτ’ εἰδωλολατρούντων ἐθνῶν, ἀπὸ ἑτέρας ἀρχῆς φησιν· Ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτούς, δηλαδὴ τοὺς Ἰουδαίους· Εἰ καλὸν καὶ δίκαιον ἐνώπιον ὑμῶν ὑπάρχει, δότε στήσαντες, τοῦτ’ ἔστιν ὁρίσαντες, τὸν μισθόν μου· εἰ δὲ μὴ, ἀπεί‐ πασθε παραιτούμενοί μου τοὺς λόγους. Οἳ δὲ ὡμολόγησαν τὸν
10μισθόν μου τριάκοντα ἀργυροῦς εἶναι.

4

.

117

Μισθὸν δὲ καὶ ἀργύριον ἀνηγμένως προσήκει ἐκλαβεῖν. Πολλαχοῦ γὰρ τῆς θείας παιδεύσεως τὰ λόγια καὶ ὁ λόγος τῷδε τῷ ὀνόματι δηλοῦνται· «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκιμεῖον τῇ γῇ κεκαθαρισμένον ἑπταπλα‐
5σίως.» Καὶ πάλιν παροιμιωδῶς λέγεται· «Ἄργυρος πεπυρω‐ μένος γλῶσσα δικαίου.» Δηλοῦται γὰρ ὁ λόγος τῷ ὀνόματι τῆς γλώττης.

4

.

118

Καὶ ἐπεὶ οὐ πᾶν τὸ ἀλληγορικῶς ἀργύριον ἐπαινετόν ἐστιν ἀλλὰ καὶ ψεγόμενον, λέγων οὖν ὁ Θεὸς τοῖς ψευδοδιδασκάλοις τοῦ Ἰσραήλ· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον», οὐκ αἰσθητὸν νόμισμα αἰτιᾶται, ἀλλὰ δολερὸν λόγον. Καὶ περὶ
5τῶν χρωμένων αὐτῷ τοῖς διορατικοῖς τὸν Θεὸν εἰπεῖν· «Ἀργύ‐ ριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν Κύ‐ ριος» τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, φανερὸν ὅτι τὰ δολερὰ καὶ ἀπηγορευμένα.

4

.

119

Ταύτης τῆς νοήσεώς ἐστιν τὸ παροιμιῶδες θέσπισμα προφερόμενον οὕτως· «Ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.» Τὸν γὰρ ἀπατηλὸν καὶ ἐριστικὸν σὺν δόλῳ προφερόμενον λόγον ὑπὸ σοφιστῶν, κἂν δόκῃ περὶ μεγάλων τῶν
5καλουμένων «ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ
Θεοῦ», ἀπαγγέλλειν, ὡς ὄστρακον ἡγητέον αὐτὸν εἶναι· οἷός ἐστιν ὃν προφέρονται «οἱ τὰ ἐπίγεια φρονοῦντες», οὓς «ἐκ τῆς γῆς φωνοῦντας» εἶπεν Ἠσαίας.

4

.

120

Οὔσης τοιγαροῦν διαφορᾶς λογικῶν ἀργυρίων, στησάν‐ των τῶν ἐκ περιτομῆς μισθὸν τῷ ὑπὲρ αὐτῶν καμόντι τριάκοντα ἀργυροῦς, ὁ Πατήρ φησιν τῷ τοὺς τριάκοντα ἀργυροῦς μισθὸν λαβόντι· «Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκι‐
5μόν ἐστιν» τὸ δοθὲν ἀργύριον «ὃν τρόπον ἐδοκιμάσθην» ἐγὼ «ὑπὲρ αὐτῶν». Οὕτω γὰρ φανερωθήσεται εἰ ἐπαξίως παρέσχον τὸν μισθὸν οὗ ἀνεδεξάμην καμάτου ὑπὲρ αὐτῶν, «θεὶς τὴν ψυχήν μου καὶ δοὺς αὐτὴν λύτρον ἀντὶ πολλῶν».

4

.

121

Ταῦτα τοῦ Πατρὸς εἰρηκότος, λέγω δὴ τό· Κάθες τοὺς τριάκοντα ἀργυροῦς εἰς τὸ χωνευτήριον, ὁ «ὑπήκοος μέχρι θανά‐ του γενάμενος» ἀμελλητὶ τὸ προσταχθὲν ἀνύσας· Ἔλαβον, φησίν, τοὺς ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου
5εἰς τὸ χωνευτήριον. Τούτου πληρωθέντος, ἐγνώσθη τῶν φαρι‐ σαίων καὶ τῶν ἄλλων ἐκ περιτομῆς ὁ μισθὸς δολερός, ὡς ὄστρα‐ κον αὐτὸν ἡγήσασθαι τοὺς ἐραυνῶντας γραφὰς τὰς μαρτυρούσας περὶ τοῦ αὐτὰς εἰρηκότος Σωτῆρος.

4

.

122

Πολλαχοῦ γὰρ τῶν Εὐαγγελίων ἐλέγχεται ὁ πονηρὸς λόγος τῶν ἐγκαλουμένων, ὡς ἐν τῷ· «Ὁ λαὸς οὗτος τοῖς χεί‐ λεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα καὶ διδασκαλίας ἀνθρώ‐
5πων», ἀκυροῦντες τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἐπιβλαβῆ παράδοσιν αὐτῶν.

4

.

123

Ὡσαύτως ἐλέγχονται ἀδόκιμον λόγον προτείνοντες περὶ
τοῦ πότερον δεῖ διδόναι φόρον Καίσαρι ἢ οὔ, ὡς αὐτόθεν καὶ ἐξ ὧν ἔλεγον ἠλέγχθησαν δολεροὶ καὶ σὺν πολλῇ πανουργίᾳ φθεγ‐ γόμενοι· ἐρόμενος γὰρ αὐτούς, ὁ Σωτὴρ εἶπεν· «Ἐπιδείξατέ μοι
5τὸ νόμισμα», δηλοῦντες «τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν». Τῶν δὲ φαμένων· «Καίσαρος», ἰσχυρῶς ἠλέγχθησαν ἀκού‐ σαντες· «Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»

4

.

124

Οὐ μόνοι δὲ οἱ πειραστικῶς τῷ Σωτῆρι προσιόντες Ἰουδαῖοι ἀδόκιμον ἔχουσιν λόγον, ἀλλὰ καὶ οἱ ἐν τῷ χριστια‐ νισμῷ ψευδοδοξοῦντες αἱρετικοί, «ἐν πανουργίᾳ περιπατοῦντες καὶ δολοῦντες τὸν λόγον Κυρίου», παρεκδεχόμενοι καὶ παρα‐
5χαράττοντες τὸ βούλημα τῶν θεοπνεύστων λογίων· οὓς καὶ αὐτοὺς παραιτητέον, ἡγούμενοι ὡς ὄστρακον τὸν δολερὸν αὐτῶν λόγον ὄντα ἀδόκιμον ἀργύριον.

4

.

125

Ἦ οὐκ ἀδόκιμος ὁ λόγος τῶν δύο ἀρχὰς ἀγενήτους τιθεμένων, ἀγαθοῦ καὶ κακοῦ—μανιχαῖοι δὲ οὗτοι—; καὶ τῶν κτίσμα λεγόντων τὸν Υἱὸν καὶ ἀπομεριζόν‐ των τὸ ἅγιον Πνεῦμα ἀπὸ Πατρὸς καὶ Υἱοῦ; καὶ ὁ τῶν ἀσεβούν‐
5των εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, δοκήσει καὶ οὐκ ἀληθείᾳ πεφᾶνθαι τὸν Σωτῆρα οἰομένων;

4

.

126

Οὐ μόνον δὲ τὸ ἀδόκιμον ἀργύριον ἐκ τοῦ χωνευτηρίου τοῦ οἴκου τοῦ Θεοῦ φανεροῦται, ἀλλὰ καὶ τὸ δόκιμον φέρον τὴν εἰκόνα καὶ χαρακτῆρα τοῦ παμβασιλέως Σωτῆρος, «κεκαθα‐ ρισμένον ἑπταπλασίως», ὅπερ κατέχειν δεῖ καὶ πλουτεῖν τῇ
5κτήσει αὐτοῦ.

4

.

127

Εἰσὶν ἐκλαμβάνοντες ὅτι οὓς ἔλαβεν Ἰούδας τριάκοντα ἀργυροῦς ὑπὸ τῶν Ἰουδαίων ἵνα προδῷ τὸν Κύριον σημαίνονται καὶ ἐκ τῆς προκειμένης λέξεως, μέγιστος δ’ ἔλεγχος τῶν δεδω‐
κότων Ἰουδαίων καὶ τοῦ εἰληφότος Ἰούδα τοὺς ὑπὲρ προδοσίας
5τριάκοντα ἀργυροῦς. Δέον γὰρ μισθὸν αὐτοὺς παρασχεῖν τῷ κοπιάσαντι ὑπὲρ τῆς σωτηρίας αὐτῶν τε καὶ τοῦ σύμπαντος κόσμου, ἀλλ’ οὐχ ἵνα ἀναιρεθῇ «ὁ τὸ πᾶν ζωοποιῶν».

4

.

128

Τὰς βλασφημίας, ἃς προφέρουσιν κατὰ τοῦ σταυρωθέντος ὑπὲρ ὅλης κτίσεως Σωτῆρος οἱ Ἰουδαῖοι, 〈εἰσ〉 τὸν οἶκον τῶν θεοπνεύστων γραφῶν καὶ τὸ ἐν αὐτῷ χωνευτήριον ἐμβαλεῖν καὶ καθεῖναι δεῖ, ἵν’ ἐλεγχθῶσιν ἀπᾴδουσαι, μᾶλλον δὲ ἐναντιούμε‐
5ναι ταῖς περὶ Χριστοῦ καὶ σταυροῦ αὐτοῦ προφητείαις.

4

.

129

Zach. XI, 14: Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευ‐ τέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ.

4

.

130

Δύο ῥάβδους εἰληφὼς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὧν τὴν μὲν καλλός, τὴν δὲ σχοίνισμα προσηγόρευσεν, πρότερον ἀπορρίψας τὴν κληθεῖσαν καλλός, μυστήρια ἐφανέρωσεν τὰ ἤδη σαφηνισθέντα. Νῦν τὴν ὀνομαζομένην σχοίνισμα ἀπορρίψας,
5διεσκέδασεν διαθήκην τὴν ἀνὰ μέσον τοῦ Ἰσραὴλ καὶ Ἰούδα.

4

.

131

Τίς δέ ἐστιν ἡ κληθεῖσα σχοίνισμα ῥάβδος, ἐκ τῆς μεγά‐ λης ᾠδῆς ἔστι πάλιν μαθεῖν. Ἔχει δὲ οὕτω τὰ τῆς ᾠδῆς ἃ καὶ πρότερον ἐκτέθειται· «Ὅτε διεμέριζεν ὕψιστος ἔθνη, ὡς δι‐ έσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων
5Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα
κληρονομίας αὐτοῦ Ἰσραήλ.» Λέγεται δὲ ταῦτα περὶ παντὸς τοῦ Ἑβραίων ἔθνους ὄντος ῥάβδου καὶ μερίδος μιᾶς. Καὶ διέμει‐ νέν γε μέχρι πολλοῦ ἄσχιστον τὸ πᾶν ἔθνος μία ῥάβδος χρημα‐ τίζον, κατὰ τὸ ἐν Ψαλμοῖς ἀπαγγελλόμενον πρὸς τὸν πάντων
10βασιλέα καὶ προνοητήν· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου.»

4

.

132

Ἡ μία βασιλεία αὕτη εἰς δύο ἀρχὰς διῃρέθη, ὡς τὴν μὲν Ἰούδαν καλεῖσθαι, τὴν δὲ Ἐφράιμ, τῷ τοὺς μὲν ἀπομείναντας ἐν τῇ Ἰερουσαλὴμ ἄρχεσθαι ὑπὸ τοῦ οἴκου Δαυὶδ τὴν διαδοχὴν ἐχόντων ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, τῶν εἰς τὴν Σαμάρειαν κατα‐
5βάντων ἡγούμενον ἐχόντων τὸν Ἰεροβοὰν ἐξαμαρτήσαντα τὸν Ἰσραὴλ ὑπάρχοντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς.

4

.

133

Καὶ ἐπὶ πολύ γε ἡ τοῦ σχίσματος κακοπραγία διέμεινεν, διαστασιαζόντων καὶ πρὸς ἀλλήλους διαφερομένων τοῦ βασιλέως τοῦ Ἰούδα καὶ τοῦ τυράννου τῆς Σαμαρείας, ἕως οἰκτείρῃ Θεός, πάλιν μίαν
5βασιλείαν τὰς δώδεκα φυλὰς ἀναδείξῃ, μόνου τοῦ Ἰούδα κρα‐ τοῦντος ὡς καὶ πρὸ τοῦ σχίσματος.

4

.

134

Περὶ ταύτης τῆς ἀποκαταστάσεως ἐν Ὠσῆε τῷ προφήτῃ φέρεται, τοῦ παμβασιλέως λέγοντος· «Συναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα, καὶ θήσουσιν αὐτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσδραέλ.»

4

.

135

Ἐπιστατέον τῇ προφητείᾳ δηλούσῃ ὡς ἀναβαίνουσιν ἐκ τῆς γῆς οἱ εἰς μίαν βασιλείαν ἀποκαθιστάμενοι, κάτω ἐν τῇ γῇ δηλονότι ὑπάρχοντες, ὅτι διεστασίαζον πρὸς ἑαυτοὺς ἔξω τῆς μοναδικῆς ἡγεμονίας σκορπισθέντες. Τῆς τοῦ σχίσματος διαθή‐
5κης ἀνὰ μέσον τοῦ Ἰούδα καὶ τοῦ Ἰσραὴλ πρὸς καιρὸν ἐνεργη‐ σάσης, σκεδασμὸς καὶ λύσις αὐτῆς χάριτι τοῦ Σωτῆρος γίνεται, ἵν’ ἐκποδὼν τῆς διαφορᾶς τῶν σχισμάτων γεγενημένης, ἡ καλου‐ μένη σχοίνισμα ῥάβδος ὑπὸ βασιλέα ἕνα ὡς πρότερον γένηται,
τὸν ἐκ τοῦ Ἰούδα τὴν διαδοχὴν ἔχοντα, ὥστε μίαν ποίμνην καὶ
10ἕνα ποιμένα ὑπᾶρξαι ὑπὸ τοῦ νομίμου βασιλέως παντὸς τοῦ ἔθνους κρατουμένου.

4

.

136

Περὶ τῆς τοιαύτης ἀποκαταστάσεως τῶν δύο βασιλειῶν εἰς νόμιμον μίαν ἀρχήν, καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ φέρεται· ἔχει δ’ οὕτως ἡ προφητικὴ φωνή· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον
5ἐπ’ αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ’ αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν· Τῷ Ἰωσήφ, ῥάβδον Ἐφράιμ καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλή‐ λας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ
10χειρί σου.

4

.

137

Καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ υἱοὶ τοῦ λαοῦ σου λέγοντες· Οὐκ ἀπαγγέλλεις ἡμῖν τί ἐστιν ταῦτά σοι; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφράιμ καὶ τὰς
5φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτόν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα· καὶ ἔσονται αἱ ῥάβδοι ἐφ’ αἷς σὺ ἔγραψας ἐπ’ αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, καὶ ἐρεῖς αὐτοῖς·

4

.

138

Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω
αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ δώσω αὐτοὺς εἰς ἔθνος
5ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐτῶν εἰς βασιλέα, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας.»

4

.

139

Καὶ μεθ’ ἕτερα· «Καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προσ‐
5τάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ ἔδωκα τῷ δούλῳ μου Ἰακώβ.»

4

.

140

Καὶ μετ’ ὀλίγα· «Καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ’ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
5Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.»

4

.

141

Φανείσης τῆς συμφωνίας τοῦ προφητικοῦ αἰνίγματος πρὸς τὴν διαίρεσιν τῆς μιᾶς ἀρχῆς εἰς δύο βασιλείας καὶ τῆς τούτων εἰς μίαν ἀρχὴν ἀποκαταστάσεως κατὰ τὴν τοῦ Ὠσῆε προφητείαν, ἀκόλουθον μετὰ τὴν ἱστορίαν ἀνηγμένως νοῆσαι τὰ
5περὶ τῶν δύο ῥάβδων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώπου υἱός.

4

.

142

Σημαίνεσθαι γὰρ δι’ αὐτῶν ἡγητέον τὰς κλήσεις τῶν δύο λαῶν, τοῦ τε ἀπὸ τῶν ἐθνῶν καὶ τῶν ἐκ περιτομῆς, συνδεθεισῶν εἰς ἓν σκῆπτρον βασιλείας, κατὰ τὴν διάνοιαν τῆς ἀποστολικῆς γραφῆς, οὕτως ἐχούσης· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιῶν
5τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», τὸν ἕλληνα καὶ ἰουδαῖον.

4

.

143

Ὅτε μὲν γὰρ ὃ μὲν ἰουδάϊζεν ὃ δὲ ἡλλήνιζεν,
δύο ῥάβδοι καὶ δύο ἄνθρωποι ὑπῆρχον ἐκ τῆς διαφόρου θρησκείας διῃρημένοι, ὡς μὴ ὑπὸ ἕνα βασιλέα εἶναι. Ἡνίκα δὲ ἐπέλαμψεν ὁ ἀληθινὸς ἡγούμενος πρὸς ὃν οἱ ἅγιοί φασιν· «Ἡ βασιλεία
5σου βασιλεία πάντων τῶν αἰώνων», τὸ τηνικάδε εἷς λαὸς οἱ πάντες ἄνθρωποι ἀπεδείχθησαν, ὑπὸ ἕνα Θεὸν καὶ βασιλέα κλη‐ θέντες «εὐαγγελισάμενον εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς», ἵν’ ἐν πνεύματι ἀμφότεροι μία βασιλεία κατασκευασ‐ θῶσιν ὑπὸ τὸν ἕνα Θεὸν καὶ βασιλέα ὑπάρχοντες.

4

.

144

Καὶ ὁ μὲν ἀπὸ τῶν ἐθνῶν κληθεὶς λαὸς ῥάβδος ἐστὶν ἐφ’ ᾗ ἐγράφη Ἰούδας ὁ ἐξομολογούμενος, ὁ δὲ ἐκ περιτομῆς τὸ σκῆπτρόν ἐστιν τὸ τῷ Ἰωσὴφ ἀνακείμενον. Ἕκαστα τῶν ἐν τῷ αἰνίγματι τῶν δύο ῥάβδων λεπτομερῶς
5καὶ καθ’ αὑτὰ σαφηνισθείη ἐν τοῖς εἰς τὸν Ἰεζεκιήλ, εἰ καλέσοι Θεὸς ἀγαθότητι τῇ ἑαυτοῦ καὶ εἰς αὐτὰ εἰπεῖν, ὡς δὲ πρὸς τὴν παροῦσαν χρείαν φαμὲν πρὸς ἀλληγορίαν.

4

.

145

Τῶν δύο γεναμένων εἰς μίαν ῥάβδον ἀρχῶν, εἷς ὑπὸ τοῦ Πατρὸς ἠγέρθη ὁ κατὰ σάρκα ἐκ τοῦ Δαυὶδ ὑπὸ Θεοῦ ἐγερθείς, ὅστις αἰώνιος ποιμὴν καὶ βασιλεὺς κατὰ τὴν ἐνανθρώ‐ πησιν γεγονώς, διαθήκης εἰρηνικῆς καὶ αἰωνίου πρύτανις ὀφθείς,
5εὐσταθῶς καὶ εἰρηνικῶς ἀτελευτήτως ἄρξει εἰς τοὺς αἰῶνας, οὐ τελευτώσης ποτὲ τῆς βασιλείας αὐτοῦ.

4

.

146

Ἁρμόζει τῇ οὕτως εἰρηνικῇ καταστάσει ἐν μέσῳ τῶν ἀρχομένων δοθῆναι τὰ ἅγια τοῦ Θεοῦ βασιλείας ὄντα μυστήρια ὑπ’ αὐτοῦ τοῦ μεγαλοδώρου κατασκηνοῦντος ἐν μέσῳ τῶν σῳζο‐ μένων τε καὶ ἁγιαζομένων, τοῦ τοσούτου καὶ τηλικούτου ἀγαθοῦ
5κατὰ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν πληρωθησομένου, ὁπηνίκα
ὁ Λόγος σὰρξ γεγονὼς ἐσκήνωσεν ἐν τοῖς ἰδίοις γνωρίμοις, ἵν’ ἔτι μᾶλλον προκόψαντες θεάσω[ν]ται «τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας».

4

.

147

Οὐκ ἀκαίρως ὡς οἷόν τε σεσαφήνισται μετὰ παρεκβά‐ σεως τὰ περὶ τῶν δύο σκ[ή]πτρων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώ‐ που υἱός, ἵνα συνδήσας κ[α]ὶ συσφί[γ]ξας αὐτὰ μίαν ῥάβδον ἀποδείξῃ.

4

.

148

Τελείως δὲ τοῦτο τὸ ἀγαθὸν ὑπάρξεται ὅταν «εἰσελθόν‐ τος τοῦ πληρώματος τῶν ἐθνῶν» εἰς τὴν ἀκροτάτην μακαριότητα «ὁ πᾶς Ἰσραὴλ σωθῇ».

4

.

149

Zach. XI, 15—16: Καὶ εἶπεν Κύριος πρός με· Ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. Διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ
5συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευ‐ θύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστρα‐ γάλους αὐτῶν ἐκστρέψει.

4

.

150

Τῶν λογικῶν προβάτων προαιρέσει τῇ ἑαυτῶν εἰς πολ‐ λὴν πλάνην καὶ βλάβην ἐληλυθότων, ἀπεφήνατο ὁ ἄριστος νομεύ[ς·] «Οὐ ποιμανῶ ὑμᾶς.» Τοῖς οὕτω ἀπροστασιάστοις παρὰ τὴν ἑαυτῶν αἵρεσιν γεναμένοις ποιμνίοις, παραδιδομένοις
5ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, πάθεσί τε ἀτιμίας καὶ ἀδοκίμῳ νῷ, ποιμένα ἐγείρει ὁ Θεὸς ὁ παραδοὺς τοῖς προειρημένοις, οὐκ ἐπιστημονικῶς οὐδὲ φειδομένως βόσκοντα οὓς παρείληφεν, μᾶλλον βλάβης αὐτοῖς οἷς αὐτοὶ εἵλαντο αἴτιος
ἀποδεικνύμενος, οὐ φροντίζων τοῦ ἐκλιμπάνοντος ἀποσφαλέντος
10τε καὶ πεπλανημένου τῆς συναγωγῆς καὶ ἀποκαταστάσεως πρὸς τὴν θείαν ἀγέλην ἧς ἔξω διὰ σφάλματος γέγονεν, ἀλλ’ οὐδ’ ἑτέ‐ ραν βλάβην ἀπαλέξων.

4

.

151

Οὐ ζητεῖ γὰρ τὸ σκορπισθέν, οὐκ ἰᾶται τὸ συντετριμμένον, οὐ κατευθύνει τὸ ὁλόκληρον, σκοπὸν καὶ σπου[δ]ὴν ἔχων κακῶν ἀλλ’ οὐκ ἀγαθῶν αἴτιος εἶναι· πάντα γ[ο]ῦν πράττει πρὸς αἰσχροκερδίαν καὶ τὸ αὐτῷ φίλον· τὰς σάρ‐
5κας γοῦν κατεσθίει καὶ τοὺς ἀστραγάλους ἐκστρέφει τῶν ὑπ’ αὐτῷ τεταγμένων.

4

.

152

Ἀλλ’ οὐχ οἱ ἐπιστημονικοὶ ποιμένες ὑπάρχουσι τοιοῦ‐ τοι, δωρεᾷ Θεοῦ ταῖς ποίμναις δοθέντες, ὡς τὸν πάσης ὠφελείας Θεὸν φάναι· «Δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, ποι‐ μαίνοντας μετ’ ἐπιστήμης.» Πῶς γὰρ οὐκ ἀγαθοὶ νομεῖς ὧν
5ἄρχει ὁ «τὴν ψυχὴν» ἑαυτοῦ «ὑπὲρ τῶν προβάτων» διδούς, «ἀγαθὸς ποιμὴν» ὤν; Περὶ τούτου ὁ τῶν ἀποστόλων πρόκρι‐ τος γράφει τοῖς ἡγουμένοις τῆς τῶν πιστῶν συνόδου· «Πρεσβυ‐ τέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ’ ἑκουσίως, ἵνα φανερωθέντος τοῦ ἀρχιποί‐
10μενος κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.»

4

.

153

Τῶν οὕτω νεμόντων ἃ παρέλαβον πρόβατα οὐδεὶς κατα‐ κυριεύει ὧν παρέλαβεν κλήρων, τῶν τοῦτο πραττόντων κατ‐ εσθιόντων τὰς σάρκας τῶν προβάτων, τὰ ἡδέα ζητούντων παρ’ αὐτῶν, ἐν αἰσχύνῃ καὶ τῶν φερόντων αὐτὴν ἔργων δόξαν ἔχειν
5νομιζόντων, διὰ παντοφαγίας θεοποιούντων τὴν ἑαυτῶν κοιλίαν, ὡς δουλεύειν αὐτῇ καὶ μὴ τῷ Κυρίῳ Ἰησοῦ, ὡς ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου ὁμοίως περὶ τῶν τοιούτων γράφεσθαι ὡς «οὐ δου‐ λεύουσιν τῷ Κυρίῳ Ἰησοῦ ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ».

4

.

154

Οὕτω γνώμης ἐχόντων τῶν ψευδοδιδασκάλων καὶ ψευδοποιμένων, οἱ
ἄριστοι νομεῖς μισθὸν τῆς παιδεύσεως ἔχουσιν μόνην τροφὴν λιτὴν καὶ ἀπέριττον, πειθόμενοι τῷ εἰς τοῦτ’ αὐτοὺς προαγαγόντι
5λέγοντι· «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ», ὡς παρρη‐ σιαστικώτερον λέγειν τε καὶ γράφειν· «Ἀρκούμεθα τοῖς παροῦ‐ σιν», τροφαῖς δηλονότι καὶ σκεπάσμασιν. Αὐτίκα γοῦν καὶ τοὺς μιμητὰς αὐτῶν εἰς τοῦτο ἐνάγοντές φασιν· «Οὐδὲν εἰση‐ νέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
10Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.»

4

.

155

Οἱ οὕτως ἀρετῆς ἔχοντες παρρησιαζόμενοι ἀπαγγέλλου‐ σιν· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει ἡμῖν.»

4

.

156

Ὠφελητικοὶ οἱ οὕτω διδάσκαλοι οὐκ ὀρέγονται σαρκῶν τῶν ποιμαινομένων, τοῦ πνεύματος αὐτῶν πόθον ἔχοντες, «σπου‐ δάζοντες» μετ’ αὐτῶν «τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης». Διὸ οὐδὲ ἐκστρέφουσιν τοὺς ἀστρα‐
5γάλους αὐτῶν, ἀλλὰ κατορθοῦσιν καὶ διεγείρουσιν, ἵνα τρέχω‐ σιν ἐν ταῖς εὐθείαις τοῦ Κυρίου ὁδοῖς καὶ πράττωσι τὰ δέοντα, ὑγιαίνοντας ἔχοντες καὶ τοὺς τῶν χειρῶν ἀστραγάλους.

4

.

157

Εἶπον δὲ τοῦτο ὅτι χειρῶν εἰσιν ἀστράγαλοι, μαθὼν
τοῦτο πρὸς τοῦ πανσόφου Δανιήλ.

4

.

158

Ταὐτὸν τάχα εἶναι δύναται τῇ ἐκστροφῇ τῶν ἀστραγά‐ λων ἢ ἰσοδυναμοῦν τὸ λεγόμενον ὑπὸ τοῦ μεγάλου προφήτου Ἠλίου πρὸς τοὺς ἐπαμφοτεριστὰς ἐπὶ δύο τρίβους ἐπιβαίνοντας· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστιν
5Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαάλ, πορεύεσθε ὀπίσω αὐτοῦ.»

4

.

159

Φανερῶς καὶ ἐναργῶς ὁ ἀπειλῆς τρόπῳ φήσας ποιμένα ἐγεῖραι ἐπὶ τῆς γῆς τὸ ἐκλιμπάνον πρόβατον οὐκ ἐπισκεπτόμε‐ νον, οὐδ’ αὖ ζητοῦντα τὸ ἐσκορπισμένον, μὴ καταδεσμεύοντα μηδ’ ἰώμενον τὸ συντετριμμένον, μὴ σπουδάζοντα κατευθύνειν
5τὸ ὁλόκληρον, ἵν’ ἔτι μᾶλλον ὑγιαίνῃ, προστάττει τῷ προφήτῃ λαβεῖν ποιμενικὰ σκεύη ἀπείρου, οὐ τέχνην οὐ πεῖραν ἀγαθοῦ νομέως ἔχοντος, ἵν’ ἐπιστήσῃ τοὺς οἷς προφητεύει τίς ἡ δύναμις τῶν προσταχθέντων αὐτῷ. Ἐφιστάνουσι γὰρ οἱ μὴ λόγους νοοῦντες τοῖς ἐπιτελουμένοις ἔργοις τοῦ διδασκάλου.

4

.

160

Ἐπεὶ τοίνυν περὶ ποιμένος ἀπείρου καὶ τέχνην ποιμαν‐ τικὴν οὐκ ἔχοντος ἔδει νοῆσαι τοὺς ἀκροατάς, ἀισθητῶς ἔλαβεν ὁ θεολημπτούμενος ἅγιος τὰ εἰρημένα σκεύη, ἵν’ εἴπῃ περὶ αὐτῶν καὶ τί σημαίνουσιν ἐρωτηθεὶς ὑπὸ τῶν ὁρώντων ἃ ἔλαβεν σκεύη
5ποιμενικὰ οὐκ ἐμπείρου ἀλλ’ ἀπείρου.

4

.

161

Πολλὰ οὕτως οἰκονομούμενα ἐν τοῖς προφήταις φέρε‐ ται, μάλιστα ἐν τῷ Ἰεζεκιήλ.

4

.

162

Οὐκ ἀπεικὸς περὶ τοῦ Ἀντιχρίστου προαναπεφωνῆσθαι τὰ περὶ τοῦ οὕτω ὀλεθρίου ποιμένος, ὡς ἐν πλείοσιν γραφαῖς
εὑρίσκεται. Ἐκλεκτὰ πρόβατα εἶπεν ὧν τὰς σάρκας κατεσθίει, οὐ τὰ
5καθάπαξ καὶ ἀληθῶς ἐκλεκτά, ἀλλὰ ἃ ἐκλέγεται ὡς φίλα καὶ οἰκεῖα ὁ τὰς σάρκας αὐτῶν κατεσθίων.

4

.

163

Zach. XI, 17: Ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ
5ἐκτυφλούμενος ἐκτυφλωθήσεται.

4

.

164

Αἰτιᾶται, μᾶλλον δ’ ἀπειλεῖ ὁ θεῖος λόγος τοῖς ψευδέ‐ σιν νομεῦσιν, ἀποστραφέντας καὶ καταλείψαντας τὰ πρόβατα, θηρῶντας τὰ μάταια, τὰς αἰσχροκερδίας δηλονότι καὶ τὴν κατά‐ βρωσιν τῶν σαρκῶν ὧν ἐπιστεύθησαν θρεμμάτων, ὡς περὶ ἑκάστου
5αὐτῶν ἢ ὡς πρὸς ἕνα πάντας διὰ τὸ κατὰ τὴν αὐτὴν κακίαν πεποιῶσθαι, «Μάχαιρα ἐπὶ τὸν βραχίονα», τοῦτ’ ἔστιν τὸ ἔργον αὐτοῦ. Πολλάκις δὲ ἀποδέδεικται ὅτι ἔργον ὁ βραχίων κατ’ ἀλληγορίαν δηλοῖ.

4

.

165

Τίς δὴ μάχαιρα ἡ ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμὸν τοῦ ὑπαιτίου ποιμένος, ἢ ὁ κολαστικὸς λόγος περὶ οὗ ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν πρὸς τοὺς νομοθετουμένους· «Ἐὰν θέλητε καὶ εἰσα‐ κούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ
5εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Περὶ τούτου τοῦ ἀμυντικοῦ ξίφους ἐν Ἰερεμίᾳ πάλιν ὁ Θεὸς λέγει· «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ἐπὶ τῷ
αὐτοὺς τάδε πείσεσθαι τὰ ἐπίπονα.

4

.

166

Κατὰ νόησιν ἑτέραν, μάχαιρα εἶναι δύναται θεία ὁ διαί‐ ρων λόγος ἀπὸ τῶν χειρόνων τοὺς ἐνεσχημένους αὐτοῖς. Αὐτίκα γοῦν ἐν Εὐαγγελίοις ὁ Σωτήρ· «Μὴ νομίσητε, φησίν, ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν.» Ἡ γὰρ εὐαγ‐
5γελικὴ διδασκαλία οὐ παρασκευάζει εἰρηνεύειν πρὸς τὰ γήϊνα καὶ τὴν γῆν, ἀλλὰ διαιρεῖ ἀπ’ αὐτῆς τοὺς τὰ ἐπίγεια φρονοῦντας καὶ φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ.

4

.

167

Αὕτη ἡ μάχαιρα χρησμοῦ δίκην τῷ Ἀβραὰμ δέδοται, ἵνα διέλῃ αὐτὸν «ἀπὸ τῆς γῆς καὶ τῆς συγγενείας αὐτοῦ καὶ τοῦ πατρῴου οἴκου», γῆς νοουμένης τοῦ σώματος οὗ περιέκειτο, συγγενείας δὲ τοὺς τὰ
5αὐτὰ ἐπιτηδεύοντας καὶ ἀνατραφέντας, οἶκος δὲ πατρὸς τοῦ νοῦ ὁ προφορικὸς λόγος ἐστίν, ὥς τις τῶν σοφῶν περὶ τὴν μωσαϊκὴν παίδευσιν ἡρμήνευσεν.

4

.

168

Ἰσοδυναμεῖ τοῖς χρησθεῖσιν τῷ Ἀβραὰμ τὰ λεχθέντα πρὸς τοῦ θείου νυμφίου, μᾶλλον δὲ τοῦ πατρὸς αὐτοῦ· «Ἄκου‐ σον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου ὅτι ἐπεθύμησεν ὁ βασι‐
5λεὺς τοῦ κάλλους σου, καὶ αὐτός ἐστιν ὁ Κύριός σου.» Ταὐ‐ τὸν γὰρ τὸ ἐπιλαθέσθαι τινὰ λαοῦ τοῦ ἑαυτοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς τῷ ἐξελθεῖν ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς τὸν εἰς τοῦτο προτραπέντα.

4

.

169

Ἡ προειρημένη κολαστικὴ μάχαιρα γεναμένη ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμόν, τοῦτ’ ἔστιν ἐπὶ τὴν πρακτικὴν δύναμιν καὶ τὴν θεωρητικήν, τοῦ κολαστέου ποιμένος ξηραίνει τὸν βρα‐ χίονα, πᾶσαν νοτίδα καὶ πιότητα ψεκτὴν ἀφαιρουμένη ἵνα
5νεκρωθῇ. Ἐκτυφλοῖ δὲ καὶ τὸν ὀφθαλμὸν ἐκτυφλώσει, τὸν τῷ ἔχοντι δοκοῦντα δεξιόν, οὐκ ἀληθείᾳ δὲ ὄντα τοιοῦτον, ἀλλὰ σκαιὸν καὶ ἀριστερὸν καὶ εἴ τι φαυλότερον.

4

.

170

Ἐκλημφθείη δὲ καὶ ταῦτα τὰ ῥητὰ περὶ τοῦ Ἀντιχρίστου ἐπαγγελλομένου ἔχειν ἰσχυρὸν καὶ ζῶντα βραχίονα διὰ τὰ σημεῖα καὶ τέρατα ἃ ἐνεργεῖ ψεύδους ὄντα, καὶ δεξιὸν ὀφθαλμόν, μετέχων τῆς βλέψεως τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων,
5περὶ οὗ ὁ Κύριος αὐτὸς εἶπεν· «Ἐπάξω ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν βασιλέα τῶν Ἀσσυρίων», ἀλαζονικῶς κομπάσαντα· «Τὴν ἰσχὺν τῶν ἐθνῶν προνομεύσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί.»

4

.

171

Τούτου τοῦ ὑπερόπτου αὐχήσαντος· «Οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι», υἱὸς ὢν κατὰ ἀσέβειαν, ὁ Ἀντίχριστος ἰσχυρὸν βραχίονα καὶ δεξιὸν ὀφθαλμὸν ἔχειν ἠλαζο‐ νεύσατο, ὅνπερ βραχίονα ἐξήρανεν ἡ προερμηνευθεῖσα μάχαιρα,
5καὶ τὸν ὀφθαλμὸν ἐξετύφλωσεν ἐκτέμνουσα τὴν χειρίστην αὐτοῦ βλέψιν. Περὶ τούτου κατὰ λέξιν γράφει Παῦλος Θεσσαλονικεῦ‐ σιν· «Ἕως ἔλθῃ ὁ ἄνομος ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.»

4

.

172

Ὀφθαλμὸς τούτου δεξιὸς ἕκαστος νομίζεται τῶν αἱρετι‐ κῶν πρεσβεύων τὴν ψευδώνυμον γνῶσιν· βραχίων δ’ αὐτοῦ πᾶς γόης προσποιούμενος τεραστίους ποιεῖν δυνάμεις· ἀμφότεροι δὲ οὗτοι, ὃ μὲν ὡς βραχίων ξηραίνεται, ὃ δὲ ὡς ὀφθαλμὸς ἐκτυ‐
5φλοῦται ὑπὸ τῆς μνημονευθείσης μαχαίρας.

4

.

173

Ἔστιν ἐναργεῖς τούτων μαρτυρίας ἀπὸ τῆς βίβλου τῶν Πράξεων τῶν Ἀποστόλων παραγαγεῖν. Ἐλύμας τις τοὔνομα μάγος, ἔργα ποιῶν γοητείας καὶ διδασκαλίαν προφέρων, διαστρέ‐ φων ὡς ᾤετο τοὺς προσηκαμένους τὴν πίστιν, παραδοξοποιὸς καὶ
5διορατικὸς τὸν νοῦν εἶναι ἐνομίζετο, φρονῶν μέγα ἐφ’ οἷς ἔχειν ἡγεῖτο· τούτῳ προσελθὼν ἰσχυροῖς ἐλέγχοις καὶ ἐνεργείᾳ θεϊκῇ ὁ θεσπέσιος Παῦλος ἔφη· «Ὦ πλήρης δόλου καὶ πάσης ῥαδιουρ‐ γίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ δια‐ στρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ
10σέ, καὶ ἔσῃ τυφλὸς καὶ μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.»

4

.

174

Τὴν αὐτὴν εἰκόνα τῆς ἀσεβείας τῷ Ἐλύμᾳ καὶ Σίμων ὁ γόης εἶχεν ὃν καὶ αὐτὸν ὁ Πέτρος Θεοῦ δυνάμει ἀπέδειξεν, τὸ μηδὲν ξηρανθέντος τοῦ δεξιοῦ αὐτοῦ βραχίονος καὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ αὐτοῦ ἐκτυφλωθέντος.
5 Ἀρκούντως, ὡς νομίζω, καθ’ ἡμετέραν δύναμιν σαφηνισθέντων τῶν περὶ ἀπείρου πονηροῦ ποιμένος, ἐκθετέον τὰ ἑξῆς τοῦ προ‐ φήτου ἀπὸ ἑτέρας περιοχῆς ἀρχόμενα.

4

.

175

Zach. XII, 1—3: Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ,
5καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον κατα‐
πατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.

4

.

176

Τὰ συμβάντα τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ καὶ τοῖς οἰκοῦσιν μετὰ τὸν σταυρὸν Ἰησοῦ προθεσπίζει ὁ προφήτης Ζαχα‐ ρίας, λαβὼν λόγον ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων ἐκτείναντός τε τὸν οὐρανὸν καὶ θεμελιώσαντος τὴν γῆν καὶ πλάσαντος πνεῦμα
5ἀνθρώπου ἐν αὐτῷ.

4

.

177

Εἴρηται πρότερον ὡς κάτοχοι γίνονται οἱ προφῆται θεο‐ ληπτούμενοι λόγου διδομένου αὐτοῖς καθ’ ὃν προθεσπίζουσι τὰ ἐσόμενα. Ὅπως δὲ μὴ τὰ αὐτὰ πολλάκις ἀπαγγέλληται, ἀρκε‐ στέον τοῖς ἤδη εἰρημένοις.

4

.

178

Ἐκτείνει Θεὸς οὐρανὸν καὶ θεμελιοῖ τὴν γῆν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἄγων τὰ συνεκτικώτατα κτίσματα ταῦτα ἐν οἷς καὶ τὰ ἄλλα ὑπάρχει, ᾗ φησιν ὁ ἱεροφάντης· «Καὶ συνετε‐ λέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.» Αὐτίκα
5γοῦν τῆς Κοσμοποιίας ἀρχόμενος σαφῶς εἶπεν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», τοῦτ’ ἔστιν ἐξέτεινε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν.

4

.

179

Πολλάκις ἤδη τεθεώ‐ ρηται τίς ὁ τρόπος τῆς ἐκτάσεως τοῦ οὐρανοῦ καὶ τοῦ τεθεμε‐ λιῶσθαι τὴν γῆν, σαφηνιζομένων τῶν οὕτως ἐχουσῶν λέξεων ὑπὸ μὲν τοῦ Θεοῦ λέγοντος· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος», ὑπὸ
5δὲ τοῦ ὑμνῳδοῦ περὶ τοῦ γενεσιάρχου· «Ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος.» Ὁ ἁπλώσας τὸν οὐρανὸν δι’ ἐκτάσεως καὶ ἑδράσας ἐν θεμελίοις τὴν γῆν καὶ τὸν ἄνθρωπον ἔκτισεν, «πλάσας ἐν αὐτῷ τὸ πνεῦμα αὐτοῦ», τοῦτ’ ἔστιν τὴν ψυχὴν συμπλέκων καὶ
10ἑνῶν ὡς ἐνδέχεται τῷ σώματι, ἵν’ ἓν σύνθετον ζῷον ἐκ ψυχῆς καὶ σώματος ἀποτελεσθῇ.

4

.

180

Οὐ καθάπαξ δὲ πλάττεται τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἀλλ’ ἐν αὐτῷ· οὐ γὰρ σωματικῆς φύσεως ἀλλὰ λογικῆς ἐστιν. Πλάττεται δὲ προηγουμένως τὸ σῶμα τοῦ ἀνθρώπου, κατὰ τὸ ὑπὸ Μωϋσέως λεχθέν· «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν
5ἀπὸ τῆς γῆς.» Τοῦτον τὸν τρόπον τῆς δημιουργίας γνοὺς ὁ μεγαλόψυχος καὶ ἀνδρειώτατος Ἰὼβ πρὸς τὸν γενεσιάρχην ἀνεφθέγξατο· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.»

4

.

181

Ἀλλὰ καὶ περὶ τῆς γενέσεως τοῦ συνθέτου τοῦ ἐκ ψυχῆς καὶ σώματος λέγει· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με», πλασθέντος τοῦ σώματος, ποιη‐ θείσης τῆς ψυχῆς ἥντινα πνεῦμα καλουμένην ἔπλασεν ἐν τῷ
5ἀνθρώπῳ μετασχοῦσαν ἐκ τῆς συνθέσεως αἰσθητικῆς δυνάμεως, ἵν’ ὅλος ὁ ἄνθρωπος ἔμψυχος, αἰσθητικός, ζῷον γενάμενος ἀπο‐ δειχθῇ.

4

.

182

Πρὸς τῷ οὕτω θεωρηθέντι ῥηθείη καὶ ἑτέρως· τὸ πλαττόμενον πνεῦμα ἀνθρώπου ἐν αὐτῷ ἐκεῖνό ἐστιν περὶ οὗ Ἀπόστολος γράφει· «Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τ[οῦ] ἀνθρώπου τὸ ἐν αὐτῷ», ἕτερον ὂν παρὰ
5τὴν λογικὴν ψυχὴν «κρυπτὸν ἄνθρωπον τῆς καρδίας» καλού‐ μενον.

4

.

183

Πλάσις δ’ αὐτοῦ οὐχ οἵα ἡ τοῦ σώματός ἐστιν, ἀλλ’ ἐκείνη ἣν ὑπαρχθῆναι τῇ καρδίᾳ ἑαυτοῦ εὔχεται ὁ ἅγιος ὑμνῳδὸς λέγων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.» Πλάττε‐
ται δὲ καρδία καθαρὰ ἡ κατὰ ἀρετὴν καὶ τὴν ἄλλην ἁγιότητα
5τυπουμένη, ἵνα τρανῶς καὶ εὐρύθμως ἐνεργῇ τε καὶ νοῇ.

4

.

184

Ταύτης τῆς γνώμης τυγχανούσης τῆς κτεινάσης τὸν ὠμὸν τύραννον Ὀλοφέρνην ἀνδρειωτάτης Ἰουδίτ, οἱ σοφώτατοι πρεσβύτεροι ἐπαινοῦντες εἶπον πρὸς αὐτήν· «Ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου.» Ὁμωνυμεῖ τὸ πλάσμα καὶ ἡ πλάσις τοῖς τοῦ
5σώματος· ταῦτα μὲν γὰρ ἀντέρεισιν πρὸς τὸ πλαττόμενον σημαί‐ νει ὑλικὸν ὑποκείμενον ὑπάρχον, τῆς τοῦ πνεύματος πλάσεως διὰ τύπωσιν ἐννοιῶν καὶ λογικῶν φαντασιῶν παριστάσης.

4

.

185

Ὁ ἐκτείνας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ πλάσας τὸ τοῦ ἀνθρώπου πνεῦμα ἐν αὐτῷ ἀπειλεῖ ἐρημῶσαι καὶ καθελεῖν τὴν Ἰουδαίων πόλιν καὶ χώραν διὰ τὰ τολμηθέντα κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος ὑπὸ τῶν ἄθεα δεδρακότων, —
5σταυρῷ τε γὰρ καὶ μάστιξιν περιέβαλον τὸν δόντα τὴν ψυχὴν αὐτοῦ λύτρον, τὸν τὴν τοῦ κόσμου ἄραντα ἁμαρτίαν, —καίτοι ὑπὲρ σωτηρίας πάντων ἐληλυθότος.

4

.

186

Τί δ’ ἐστὶν ἃ προαναφωνεῖ ἀνιαρὰ κατὰ τῶν χριστοκτο‐ νησάντων; «Ἰδοὺ τίθημι, φησίν, τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα καὶ τὴν Ἰουδαίαν πᾶσι τοῖς λαοῖς κύκλῳ», ὡς μηδεμίαν ἔτι ἕδραν καὶ ἀσφάλειαν ἔχειν, ἐγκαταλειφθεῖσαν ὑπὸ
5τοῦ θεμελιώσαντος καὶ φρουροῦντος αὐτήν, πληρουμένου τοῦ ἀπειλῆ[ς] τρόπῳ προαναφωνηθέντος ἐν μὲν Ἠσαΐᾳ· «Ἐγκατα‐
λειφθήσεται ἡ θυγάτηρ Σιών», ἐν δὲ Ἰερεμίᾳ πρὸς αὐτοῦ τοῦ ἀποστραφέντος αὐτὴν δι’ ἐπιπολάσασαν ἀσέβειαν εἰπόντος· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,
10ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.»

4

.

187

Πρὸ γὰρ τῆς καταλείψεώς τε καὶ παραδόσεως, οἶκος καὶ κληρονομία καὶ ψυχὴ ἠγαπημένη ὑπῆρχεν ἡ περὶ ἧς λέγεται ταῦτα τοῦ εἰρηκότος ὕστερον διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.»

4

.

188

Εὖ δὲ μὴ τὰς θύρας ἀλλὰ τὰ πρόπυλα τεθήσεσθαι· οὐ γὰρ ὅλη ἐξ ὅλων ἡ ἀσφάλεια κεκλόνηται, ἀλλ’ ἡ κατὰ τὴν σκιὰν καὶ τὸ γράμμα, εἴσοδος οὖσα τῶν ἐξωτερικῶν τοῦ νόμου, ἃ εἴρηται «δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικεί‐
5μενα».

4

.

189

Ἐπειδὴ δὲ τὰ ἀπειληθέντα ἀνιαρὰ ἥψατο καὶ τῆς αἰσθη‐ τῆς Ἰουδαίας καὶ μητροπόλεως αὐτῆς, —καθῃρέθη γὰρ ὡς μηκέτι λίθον λίθῳ ἐπικεῖσθαι, —οἱ πέριξ λαοὶ τῶν ἀλλογενῶν ἐθνῶν, οὐκ ἐπιτρεπόμενοι εἰσελθεῖν ἐπὶ τῷ τὸ ἱερὸν ἔδαφος πατῆ‐
5σαι, καταπατοῦσιν αὐτήν, ὡς καταπατούμενον ψιλὸν καὶ κοινὸν λίθον ποσὶν ἀνίπτοις ἐπιβαίνοντες.

4

.

190

Τοῦτο τὸ σκυθρωπὸν μακρῷ βλέμματι προφητικῷ προ‐ θεασάμενος ὁ Ἰερεμίας, θρηνῶν καὶ ὀλοφυρόμενος τὴν τοσαύτῃ κακοπραγίᾳ ὑποπεσοῦσαν πόλιν, γοερῶς ἀνεφθέγξατο· «Πῶς ἐκάθισεν μόνη ἡ π[ό]λις ἡ πεπληθυμμένη λαῶν, εἰς χήραν ἐλο‐
5γίσθη ἡ πεπληθυμμένη ἐν ἔθνεσιν;»

4

.

191

Ταῦτα συμβήσεσθαι τῇ Ἰερουσαλήμ, ἐγγίσας αὐτῇ ὁ Σωτὴρ εἶπεν· «Ἰερουσαλήμ, Ἰερουσαλή[μ, ε]ἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη
ἀπὸ ὀφθαλμῶν σου· ἐπελευσόμε[νο]ι γὰρ ἐχθροί σου συνέξουσίν
5σε, χάρακά σοι περιβαλόντες», ὡς ἐγκαταλειφθεῖσαν εἰς τὴν γῆν ἐδαφισθῆναι, κύκλῳ σου γεναμένων πάντων τῶν πολεμίων ἐθνῶν, ὡς ἔρημόν σε ὀφθῆναι· «Ὅταν γάρ, φησίν, ἴδητε τὴν Ἰερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων, γιγνώσκετε ὅτι ἤγγι‐ σεν ἡ ἐρήμωσις αὐτῆς.»

4

.

192

Ὑπῆρκται δὲ ταῦτα αὐτῇ πείρᾳ τοῖς κυριοκτόνοις, ὅτε Ῥωμαῖοι ἐκράτησαν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν καθεῖλον καὶ αὐτοὺς ἐξηνδραπόδισαν, ἀποστραφέντας νόμῳ αἰχμαλωσίας, μᾶλλον δὲ ἀποσπασθέντας τῆς θρεψαμένης,
5ὡς μηκέτι γῆν ἢ χώραν ἰδίαν ἔχειν, πανταχόσε γῆς ἀλωμένους.

4

.

193

Περὶ τῆς οὕτω φθασάσης ὀργῆς εἰς τέλος τῇ Ἰουδαίᾳ καὶ τοῖς οἰκοῦσιν αὐτήν, συγγραφεὺς αὐτῶν τῶν παθόντων ἴδιος πολύβιβλον σύνταξιν ἀνέγραψεν αὐτῶν τε καὶ τῶν τόπων αὐτῶν, ὡς ὁρᾶν ἀνενδοιάστως πεπληρωμένα τά τε εἶπεν ὁ Σωτὴρ καὶ ὁ
5Ζαχαρίας προφητικῶς ἀπεφθέγξατο ἀρχόμενα ἀπὸ τοῦ· «Τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα.»

4

.

194

Τεθέντων τῶν προθύρων αὐτῆς εἰς τὸ κλονεῖσθαι περιοχῆς τε συσχούσης αὐτήν, πάντα τὰ ἀλλόφυλα ἔθνη ἐπιβάντα οἷα λίθον ἀκάθαρτον καταπα‐ τοῦσιν καταφρονητικῶς, οὐκ ἐρχόμενοι ἔτι ὡς ἐπὶ τέμενος καὶ
5ἔδαφος ἱερόν, ἀφυλάκτως καὶ οὐ μετὰ τῶν προσηκόντων καθαρσίων καὶ προαγνειῶν. Διὸ ἐμπαίζοντες ἐμπαίζουσιν αὐτῇ οἷα ἐρειπίῳ,
πάντων λοιπὸν ἐπιβαινόντων ἐπὶ τῷ «ὡς ἀγρὸν ἀροτριᾶν».

4

.

195

Πρὸς τῷ ῥητῷ, ῥηθείη καὶ τὰ πρὸς διάνοιαν· πάντες οἱ αἱρετικοὶ δι’ ὧν φρονοῦσιν κακῶς καὶ πράττουσι «οἰκοδομοῦσιν Σιὼν ἐν αἵμασιν καὶ Ἰερουσαλὴμ ἐν ἀδικίαις». Πῶς γὰρ οὐκ ἐν αἵμασ̣[ι]ν οἰκοδομοῦσι τὴν Σιὼν σκανδαλίζοντες καὶ τὸ αἷμα
5ἐκχέοντες ὧν ἀπατῶσιν; Διὸ καὶ ἐν ἀδικίαις οἰκοδομοῦσι τὴν Ἰερουσαλήμ. Ὅτι δὲ ἀδικοῦνται ὑπὸ τῶν φενάκων οἱ φενακιζόμε‐ νοι, σαφέστατα περὶ τῶν τοιούτων διαγορεύει ἡ τῶν θείων Παροι‐ μιῶν γραφή, ὥδε λέγουσα· «Τῆς ἀσεβείας ἑαυτῶν πληθήσονται· ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς
10ἀσεβεῖς ὀλεῖ.»

4

.

196

Τῆς οἰκοδομηθείσης χειρίστης πόλεως τίθησιν ὁ Θεοῦ λόγος τὰ πρόθυρα σαλευόμενα, ἵνα ἰσχυροῖς ἐλέγχοις ἀνατραπῶσιν, ὡς καταπατεῖσθαι ὑπὸ τῶν κύκλῳ λαῶν καταπατούντων τὴν ψευδώνυμον Ἰερουσαλὴμ οἷα λίθον μιαρὸν
5ἀποδειχθέντα, ὡς ἐμπαίζοντας ἐμπαίζειν τῇ ψευδωνύμῳ γνώσει τοὺς τὸ ἄναγνον καὶ ἀκάθαρτον αὐτῆς ἐγνωκότας, πρεσβεύοντας τὴν ἀλήθειαν καὶ τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια.

4

.

197

Καὶ ἐπεὶ μὴ ὀλίγοι ἐμπαίζοντες ἐμπαίζουσιν, ἀλλὰ τὰ ἔθνη πάντα, τῇ εἰς εὐτέλειαν πεσούσῃ, εἰκότως εἴρηται συναχθή‐ σεσθαι ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη. Καταπατεῖται ὡς λίθος ἡ Ἰερουσαλὴμ ὅτε ἀνατείλας ὁ τῆς δικαιοσύνης ἥλιος ἀοίδιμον
5κατασκευάζει ἡμέραν νοητήν, ἣ πολλάκις ἤδη ἐμνημονεύθη.

4

.

198

Zach. XII, 4: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀνα‐
βάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα δια‐ νοίξω τοὺς ὀφθαλμούς μου· καὶ πάντας τοὺς ἵππους τῶν λαῶν
5πατάξω ἐν ἀποτυφλώσει.

4

.

199

Ἐν τοῖς προγνωσθεῖσιν τοῦ προφήτου, περὶ ἵππων καὶ τῶν ἐπιβατῶν αὐτῶν πολυτρόπως σαφήνεια γέγονεν· ὅθεν τὰ πλεῖστα [α]ὐτῶν νῦν ἡσυχαστέον, μόνου μνημονεύοντες εἰς τὴν [π]αροῦσαν χρείαν τοῦ οὕτω τεθεωρημένου. Οἱ ἀπατεῶνες
5[ἄ]νθρωποι συνιστάμενοι ἐριστικοῖς λόγοις «ψευδεῖς ἵπποι εἰς σωτηρίαν» ὑπάρχουσιν, ἀναβάτας καὶ ἐπιβάτας ἔχοντες τὰ πλάνα πνεύματα καὶ τοὺς ἐν ὑποκρίσει ψευδολόγους δαίμονας ὧν πρεσβεύουσι τὴν διδασκαλίαν, προφερόμενοι «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων αὐτοῦ».

4

.

200

Τοὺς οὕτως ἔχοντας ἵππους πατάσσει Θεὸς ἐν ἡμέρᾳ ᾗ αὐτὸς ποιεῖ, κατὰ τὸ λεχθὲν εὐλογίας τρόπῳ πρὸς τὸν καταυγαζόμενον· «Ἔσται σοι Κύριος φῶς αἰώνιον.» Πατάττει δὲ ὁ Θεὸς τοὺς ψεκτοὺς
5ἵππους οὐκ ἐπὶ τῷ μηδαμῇ μηδαμῶς ὑπάρχειν, ἀλλ’ ἵνα μὴ νοῶσιν περὶ ὧν λέγουσι καὶ διαβεβαιοῦνται, ἀπολλυμένης τῆς σοφίας αὐτῶν καὶ τῆς συνέσεως αὐτῶν ἀθετουμένης· οὗ συμβάν‐ τος, ὁ ἐπιβάτης ἑκάστου τοιούτου ἵππου παραφρονήσει.

4

.

201

Ταύτης τῆς οἰκονομίας ἀπεργασθείσης, διανοίξει ὁ Θεὸς τοὺς ὀφθαλμοὺς ἑαυτοῦ ἐπὶ τὸν οἶκον Ἰούδα, ὄντα «Ἐκκλησίαν Θεοῦ ζῶντος», βασιλεύοντος αὐτῇ τοῦ ἀνατείλαντος Σωτῆρος ἐκ τῆς φυλῆς Ἰούδα, πρὸς ὃν οἱ θεόσοφοί φασιν· «Ἰούδα, σὲ
5αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.»

4

.

202

Ἐπὶ τὸν οἶκον τούτου τοῦ Ἰούδα διανοίγει τοὺς ὀφθαλ‐ μούς, τὰς ἐφόρους καὶ ἐποπτικὰς δυνάμεις αὐτοῦ, ὁ εὐεργέτης, ὡς ἕκαστον τῶν ἀντιλαμβανομένων τοῦ φωτισμοῦ καὶ τῆς χάρι‐ τος λέγειν εὐχῆς τρόπῳ· «Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν
5με.» Ἀπολαύουσι δὲ τῆς δωρεᾶς οἱ δίκαιοι πάντες, τοῦ παμβα‐ σιλέως «τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔχοντος ἐπ’ αὐτοὺς καὶ τὰ ὦτα εἰς τὴν δέησιν αὐτῶν».

4

.

203

Πρὸς τῷ πατάττεσθαι ἐν ἐκστάσει τὸν ἀποδοθέντα ἵππον καὶ ἐν παραφρονήσει τὸν ἐπιβάτην αὐτοῦ, καὶ πάντες οἱ ἵπποι τῶν λαῶν πατάτ[τον]ται ὑπ[ὸ το]ῦ προνοητοῦ τῶν ὅλων ἐν ἀποτυφλώσει. Οὗτοι δ’ εἰ[σὶ]ν οἱ μοιχικῶς καὶ πορνικῶς οἰστρη‐
5λατούμενοι, περὶ ὧν ἡ προφητεία φησίν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμε‐ τίζουσιν.» Πρὸς ἀγαθοῦ πατάττεται ἐν ἀποτυφλώσει τὰ χρεμε‐ τιστικὰ ζῷα, ἵνα μὴ ὀξυωπῶσιν ἔτι πρὸς τὴν λαγνείαν.

4

.

204

Δια‐ δέξεται γὰρ ταύτην τὴν στέρησιν τῶν ὀμμάτων τῆς ψυχῆς ἀνάβλεψις σωφροσύνης, ὡς ὀρθῶς λοιπὸν ὁρᾶν ἃ δεῖ ποιεῖν καὶ ἃ προσήκει ἐργάζεσθαι. Αὐτίκα γοῦν ὁ πονηρῶς ὁρῶν μάγος ὁ
5Ἐλύμας μέχρι καιροῦ ἐξετυφλώθη, ἀποβαλὼν τὴν τῆς γοητείας ὄψιν, ἵν’ ὕστερον ἀναβλέψας «τὸν τῆς δικαιοσύνης ἥλιον» θεάσηται. Οὐ γὰρ μάτην πρόσκειται τὸ μέχρι καιροῦ μὴ ὁρᾶσθαι τὸν ἥλιον ὀφθησόμενον τὸ τηνικάδε ὅταν διαδέξηται τὴν τυφλό‐
τητα ὅρασις ὁρῶσα τὸ φῶς.

4

.

205

Zach. XII, 5: Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν.

4

.

206

Τοῦ αἰνετοῦ Ἰούδα πρὸς ὃν εἴρηται· «Ἰούδα, σὲ αἰνέ‐ σαισαν οἱ ἀδελφοί σου», παμβασιλέως καὶ πάντων τὸ κράτος ἀνημμένου, χιλίαρχοι αὐτοῦ τυγχάνουσιν οἱ ὑπ’ αὐτῷ στρα‐ τευόμενοι, «οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου»
5ἀναδειχθέντες, οἱ ἀπόστολοι Χριστοῦ δηλονότι.

4

.

207

Ἐπιστατέον εἰ καὶ πάντες οἱ πνευματόφοροι ἄνδρες, προφῆταί τε καὶ ὅσοι ἄλλοι ὑποτάττονται τῷ Ἰούδᾳ, διδάσκαλοι, εὐαγγελισταί, οἱ οὕτως ἀποδοθέντες χιλίαρχοι ζητοῦσιν ἐπὶ τῷ εὑρεῖν οὐκ ἄλλους ἢ τοὺς κατοικοῦντας τὴν Ἰερουσαλὴμ τὴν
5ὁ[ρ]ῶσαν «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» καὶ τὴν Θεοῦ ἐπου[ρά]νιον πόλιν περὶ ἧς «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ [λαλ]ῶν [Πα]ῦλος γράφει· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.»

4

.

208

Ὁ ταύτην τὴν καλλίπολιν συμπληρῶν ἄριστος καὶ νόμιμος πολί‐ της, βέβαιος ὢν κατὰ ἁγιότητα καὶ τὴν λοιπὴν θείαν ἀρετήν, ἀκλόνητος ὑπάρχει, κατὰ τὸ λεχθὲν ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν·
5«Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.» Κατοικεῖ δ’ αὐτὴν εἰς τὸν αἰῶνα διαμένων ὑπὸ τὸν βασιλεύοντα αὐτῆς.

4

.

209

Εὑρίσκουσι δ’ οἱ εἰρημένοι χιλίαρχοι τοὺς κατοικοῦντας τὴν θείαν «πόλιν, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός», ἑαυτοῖς υἱοὺς καὶ μαθητάς· ὡς εὗρεν Παῦλος τὸν Σιλουανὸν καὶ
Τιμόθεον καὶ τὸν εὐαγγελιστὴν Λουκᾶν καὶ τοὺς ἑτέρους γνω‐
5ρίμους περὶ ὧν μνήμη φέρεται ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ καὶ ταῖς Πράξεσιν τῶν Ἀποστόλων. Εὗρεν δὲ παραπλησίως καὶ Πέτρος, ὁ γνήσιος τοῦ Σωτῆρος μαθητής, Μάρκον τὸν εὐαγγε‐ λιστὴν καὶ ἑτέρους πλείονας.

4

.

210

Ὡσαύτως καὶ Ἰωάννης, ὁ ὑπὸ τοῦ Κυρίου ἀγαπώμενος μαθητής. Φέρονται δὲ οὓς εὗρεν κατοικοῦντας τὴν Ἰερουσαλὴμ ἐν τῇ βίβλῳ τῶν Πράξεων αὐτοῦ. Καὶ πάντες δὲ οἱ τῆς ἀποστολικῆς Ἐκκλησίας προϊστάμενοι
5δι’ ὀρθῆς διδασκαλίας εὑρίσκουσιν τοὺς ὁμοδοξοῦντας, πολίτας ὄντας τῆς ἀληθινῆς καὶ πνευματικῆς Ἰερουσαλήμ, ὡς διὰ τοῦτο κατοικεῖν αὐτήν. Τῶν ἀποδοθέντων χιλιάρχων Κύριος παντοκρά‐ τωρ ἐστὶν ὁ κρατῶν καὶ βασιλεύων αὐτῶν.

4

.

211

Zach. XII, 6—7: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύ‐ μων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ
5ἔτι καθ’ ἑαυτήν. Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς, ὅπως μ[ὴ με]γαλύνηται καύχημα οἴκου Δαυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.

4

.

212

Ἐν τῷ καιρῷ, ὃν ἡμέραν διὰ τὸ φωτεινὸν εἶπεν, εὑρίσ‐ κουσιν οἱ χιλίαρχοι Ἰούδα ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσα‐ λήμ, τιθέμενοι ὑπὸ τοῦ Θεοῦ ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπὰς πυρὸς ἐν καλάμῃ, ἵν’ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων κατα‐
5βρωθῶσιν κυκλόθεν οἱ λαοὶ πάντες.

4

.

213

Ὡς δαλὸς δὲ ἐν ξύλοις καὶ λαμπὰς ἐν καλάμῃ τίθενται οἱ χιλίαρχοι τοῦ νοητοῦ Ἰούδα, ὅπως ἐν τῷ διαπύρῳ λόγῳ καὶ φωτεινῷ καταφάγωσιν τὰς ἀκάρπους καὶ ὑλικὰς προαιρέσεις Τὰ γὰρ δένδρα μὴ ποιοῦντα καλὸν καρπὸν ἐκκοπτόμενα καὶ εἰς πῦρ
5βαλλόμενα ξύλα εἰσὶν κολάσει παραδιδόμενα, ἵνα ἀναλωθῇ ἡ χειρίστη ποιότης αὐτῶν, ὡς αὖ οἱ ἀχυρώδεις, καλάμη καὶ οὐ σῖτος ὄντες, ὑπὲρ πυρὸς ἀναλίσκονται. Εἴρηται γὰρ ἐν Εὐαγ‐ γελίῳ ὅτι διακαθάραντος τοῦ Ἰησοῦ τὴν ἅλωνα ἐν ᾧ ἔχει ἐν τῇ χειρὶ πτύῳ, ὁ μὲν σῖτος εἰς ἀποθήκην τῶν ἐπαγγελιῶν εἰσάγεται
10—οὗτοι δ’ εἰσὶν οἱ δίκαιοι ἄνδρες, —τὸ δ’ ἄχυρον ἀσβέστῳ πυρὶ κατακαήσεται, ἀναλισκομένης τῆς χειρίστης προαιρέσεως τῶν παρ’ ἰδίαν προαίρεσιν ἀκάρπων εὑρεθέντων.

4

.

214

Περὶ τῶν τοιούτων ἐν Μιχαίᾳ τῷ προφήτῃ ὑπὸ τοῦ Σωτῆρος λέγεται· «Οἴμμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ
5πρωτόγονα.» Εἰπὼν μετ’ αἰνιγμοῦ τὴν ὑπάρξασαν ἀκαρπίαν, φανεροῖ αὐτὴν ἐν τοῖς ἑπομένοις φάσκων· «Οἴμμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχὶ ὑπάρχει· πάντες εἰς αἵματα [δι]κάζονται, ἕκαστο̣ς τὸν πλη‐ σίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας ἑτοι‐
10μάζουσιν.» Πῶς γὰρ οὐ κολαστέοι, ὑπὸ πυρὸς τιμωρίας κατα‐ ναλισκόμενοι, οἱ ταῖς εἰρημέναις ἐνεχόμενοι κακίαις;

4

.

215

Πρὸς ἕνα τῶν ἑρμηνευθέντων τῶν χιλιάρχων ὁ Κύριός φησιν· «Δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταβρωθήσονται» δι’ ἣν ἔχειν εἵλαντο ἀκαρπίαν.

4

.

216

Ταύτης τῆς νοήσεως ὑπάρχει καὶ τὸ ἐν Ἠσαΐᾳ θεσπι‐
ζόμενον· «Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ καταφά‐ γεται ὡσεὶ χόρτον τὴν ὕλην καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν», τοῦτ’ ἔστιν ἀπὸ γνώμης χειρίστης ἕως πράξεων φαύ‐
5λων· διὰ γὰρ τῆς ψυχῆς τὴν γνώμην, διὰ δὲ τῶν σαρκῶν τὰς πράξεις ᾐνίξατο.

4

.

217

Οἱ τεθέντες ὡς δαλὸς πυρὸς χιλίαρχοι ἐκτελοῦσι τὸ αὐτὸ τῷ ληφθέντι ἄνθρακι ἐκ τοῦ πνευματικοῦ καὶ ἐπουρανίου θυσιαστηρίου λαβίδι ὑπὸ ἑνὸς τῶν Σαραφί· ὃν προσαγαγὼν τῷ στόματι τοῦ προφήτου ἀφεῖλεν αὐτοῦ τὰς ἀνομίας καὶ τὰ χείλη
5αὐτοῦ ἐκαθάρισεν.

4

.

218

Τίνα δὲ ἀναλίσκουσιν ὁ δαλὸς καὶ ἡ λαμπὰς τοῦ πυρὸς δεξιὰ καὶ εὐώνυμα, καιρὸς εἰπεῖν. Τὰ αὐτόθεν γνώριμα τῶν ἀσεβημάτων καὶ ἁμαρτημάτων σκαιὰ καὶ εὐώνυμα τυγχάνει· τὰ δ’ ὑποδυόμενα ψευδῶς τὴν ἀρετὴν
5δεξιὰ εἶναι νομίζονται. Ἀμφότερα γοῦν ἀπαγορεύων, ὁ θεῖος λόγος φησίν· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν, καὶ τὰς ὁδούς σου κατεύθυνε. Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά», μηδὲ εἰς τὰς ὑπερβολὰς μηδὲ ἐλλείψεις· ἀμφότεραι γάρ εἰσι κακίαι.

4

.

219

Τῆς ἐλευθεριότητος—αὕτη δ’ ἐστὶν ἡ κοινωνικὴ προαίρεσις—ἐναρέτου οὔσης, εὐώνυμος ἔκκλισίς ἐστιν ἡ φει‐ δωλία, δεξιᾶς νομιζομένης τῆς ἀσωτία[ς] ἀναλωτικῆς οὔσης χρημάτων οὐκ ἐφ’ οἷς δεῖ κα[ὶ] ὡς χρή, ἀλλ’ ἐπὶ θήρᾳ ἡδονῶν
5αἰσχρῶν. Ἐπεὶ τοίνυν καὶ ὁ φειδωλὸς καὶ ἄσωτος ἐπιτιμητέοι τυγχάνουσιν, ἀμφοτέρων καθάπτεται ὁ δαλὸς τοῦ πυρὸς καὶ ἡ λαμπάς.

4

.

220

Διὰ πλειόνων ἡμῖν ἀποδέδεικται ὡς, μεσοτήτων οὐσῶν τῶν ἀρετῶν, αἱ ἐλλείψεις καὶ ὑπερβολαὶ αὐτῶν κακίαι τυγχάνου‐
σιν, ἐν ᾧ ἐπεγράψαμεν περὶ ἀρετῶν λόγῳ.

4

.

221

Τὰ λεχθέντα δεξιὰ καὶ ἀριστερὰ σχεδὸν περὶ πάντας τοὺς ἀνθρώπους εὑρισκόμενα κύκλῳ πάντων τῶν λαῶν εἶναι εἴρηνται.

4

.

222

Ὅταν τιμωρίας ἀπολαύσωσιν οἱ κύκλῳ τῆς ἁγίας πόλεως λαοί, τὸ τηνικάδε καθ’ ἑαυτὴν κατοικηθήσεται, φρουρουμένη ὑπὸ τοῦ οἰκοδομήσαντος καὶ ἐκλεξαμένου, κατὰ τὸ εἰρημένον περὶ τῆς ἀσφαλείας αὐτῆς· «Ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ
5τοῦ λαοῦ αὐτοῦ.» Περὶ τῆς τοιαύτης φυλακῆς καὶ ἐν τῷ προ‐ κειμένῳ προφήτῃ φέρεται ὡς παντοκράτωρ «Κύριος ὡς τεῖχος πυρὸς» ἔσται περὶ αὐτήν, ὅπερ ἐν ἀρχῇ τοῦ Ζαχαρίου σεσαφή‐ νισται, κατοικισθείσης τῆς Ἰερουσαλὴμ καθ’ ἑαυτήν, φυγαδευ‐ θέντων τῶν πολεμικῶς κυκλωσάντων αὐτήν, κατὰ τὸ λεχθὲν ὑπὸ
10τοῦ οἰκοῦντος αὐτήν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς», καὶ τὰ ἑπόμενα.

4

.

223

Τί δὲ ἁρμονίως ἐπιφέρεται τῷ καθ’ ἑαυτὴν κατοικεῖσθαι τὴν ἱερὰν πόλιν ἢ τὸ σῶσαι Κύριον τὰ σκηνώματα τοῦ Ἰούδα ὡς ἐν ἀρχῇ, οὐκ ἄλλα ὄντα τῶν εἰδικῶν ἀρετῶν. Περὶ τούτων τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Σκηναὶ κατορθούντων στή‐
5σονται.» Περὶ τοῦ προσόν[το]ς αὐτοῖς ἐρασμίου, ὁ ὑμνῳδὸς μελῳδεῖ φάσκων· «Ὡς ἀγαπ[η]τὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.» Πῶς γὰρ οὐ ποθητὰ ἑορταζόντων ὄντα πλή‐ ρης; Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορ[τα]‐ ζόντων οὐχ ἑτέρωθι ᾄδεται ἀλλ’ ἐν ταῖς τῶν δικαίων σκηναῖς.

4

.

224

Σῴζει δὲ τὰ σκηνώματα τοῦ Ἰούδα ὁ Κύριος ὡς ἐν ἀρχῇ πρὶν κρατήσῃ κακία καὶ δυσσέβεια τῶν ἀνθρώπων. Δυνατὸν
σῳζόμενα ὡς ἀπ’ ἀρχῆς σκηνώματα εἰπεῖν ἃ περικείμεθα σώματα. Γενήσεται δὲ ἡ σωτηρία ὅταν τὸ φθαρτὸν ἡμῶν σῶμα τὸ ἄτιμον
5καὶ ἀσθενὲς ἐνδύσηται τὴν ἀφθαρσίαν δόξαν τε καὶ δύναμιν, ἐκ ψυχικοῦ σώματος πνευματικὸν σῶμα γινόμενον. Πολλαχοῦ ἀποδοθέντων σκηνώματα εἶναι τὰς προκοπάς, —ὁδευόντων γὰρ οἰκίαι ταῦτα, —σῴζεται ταῦτα θεόθεν ὡς ἀπ’ ἀρχῆς, τῆς τελείας καταστάσεως καὶ ἀρετῆς ἐπιγινομένης.

4

.

225

Ὑπάρξεται τὰ εἰρημένα θεόθεν ἀγαθά, ἵν’ ἐν Κυρίῳ καυχωμένου ἑκάστου τῶν σῳζομένων, οὐδενὸς ἔτι ἐφ’ ἑαυτοῦ βαλλομένου ἀλλ’ ἐπὶ τῷ τῶν τελείων ἀγαθῶν αἰτίῳ, τὸ καύχημα τοῦ οἴκου Δαυὶδ μηκέτι μεγαλύνηται μηδὲ τῶν κατοικούντων
5Ἰερουσαλὴμ ἡ ἔπαρσις, πάντων ψαλλόντων· «Ἀγαθὸν πεποι‐ θέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ’ ἄρχοντα.»

4

.

226

Ταύτην τὴν ἐν ἀτυφίᾳ παρασκευάζων ἀρετὴν ἐν Ἰερε‐ μίᾳ ὁ Θεὸς ἐντέλλεται· «Μὴ καυχάσθω ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ καυχάσθω ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ
5καυχώμενος, ἐπὶ τῷ συνιέναι τὸν Κύριον, ποιεῖν τε κρίμα καὶ ἔλεον ἐν μέσῳ τῆς γῆς.» Τὰ αὐτὰ χαριστηρίως ἀνεφθέγξατο παραδόξως τεκοῦσα ἡ μήτηρ τοῦ Σαμουήλ, μόνον ἐναλλάξασα τὸ «ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ», ἀντ’ αὐτοῦ π[ρ]οενέγκασα· «Μὴ καυχάσθω ὁ φρόνιμος ἐπὶ τῇ φρονήσει [α]ὐτοῦ.»

4

.

227

Πᾶσα ἀπαγορευομένη ἡ καύχησις ψεκτὴ καὶ ἐπιβλαβὴ[ς] τυγχάνει, ὡς χ[αρά]ξαι περὶ [πάν]των καθόλου τὸν Ἰάκωβον ἐν τῇ ἐπιστολῇ ἑαυ[τοῦ·] «Πᾶσα καύχησις τοιαύτη πονηρά ἐ[σ]τιν», αἰσχύνην καὶ ὀν[ει]δισμὸν ἐπιφέρουσα, ὡς τὸν Ἰερεμίαν ἐλεγκτι‐
5κώτατα τοῖς ἐναβρυνομένοις λέγειν· «Αἰσχύνεσθε ἀπὸ καυχή‐ σεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ» ὅλην τὴν ἡμέραν. Πρός τινα ἐνεχόμενον τῇ τοιαύτῃ χαυνότητι καὶ φιλοδοξίᾳ ὁ λόγος φησίν· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν;»

4

.

228

Μεγαλύνεται δὲ τὸ καύχημα τοῦ οἴκου Δαυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν ἐξ Ἰούδα ἀνα‐ τείλαντα Σωτῆρα. Συμβαίνει δὲ τοῦτο ὅταν οἱ δοκοῦντες εἶναι ἐκκλησιαστικοὶ
5ἰδίᾳ δυνάμει κατορθοῦν οἰῶνται καὶ μὴ χάριτι τοῦ εἰρηκότος· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πραῢς καὶ ταπεινός εἰμι τῇ καρδίᾳ.»

4

.

229

Zach. XII, 8: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερ‐ ασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἰερουσαλήμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυίδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον
5αὐτῶν.

4

.

230

Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ γέγονεν τὰ ἀνδραγαθήματα τῶν χιλιάρχων Ἰούδα, μεγαλοπρεπῶς ὑ[περα]σπιεῖ ὁ Κύριος τῶν κατοικούντων τὴν Ἰερουσαλήμ, πληρουμένου ἐφ’ ἑκάστου αὐτῶν τοῦ εἰρημένου περὶ «τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψί‐
5στου»· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Καὶ ἐν ἄλλῳ ψαλμῷ, ὑπερασπιεῖ Κύριος τῶν φοβουμένων αὐτόν, ὡς ἕκαστον λέγειν· «Ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθή‐ σομαι τὸ πνεῦμά μου.»

4

.

231

Ὑπάρξεται τοῖς κατοικοῦσιν τὴν πνευματικὴν Ἰερουσα‐ λὴμ τὸ ἀναλαβεῖν καὶ ἐνδύσασθαι τὴν τοῦ Θεοῦ πανοπλίαν,
ζωσαμένους τὴν ὀσ[φὺ]ν ἐν ἀληθείᾳ καὶ τοὺς πόδας ἠσφαλισμέ‐ νους ἐν ὑποδή[μασ]ιν ἐν ἑτοιμασίᾳ θεοπρεποῦς εἰρήνης, ἔτι μὴν
5θώρα[κ]α δικαιοσύνης ἐνδυσαμένους, ἐπὶ πᾶσιν ἀναλ̣[α]βεῖν τὸν θυρεὸν τῆς πίστεως ἐν ᾧ σβεσθήσεται τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ.

4

.

232

Τοῦ βασιλέως πάσης τῆς κτίσεως ὑπερμαχοῦντος ἀσπίδι τῇ ἑαυτοῦ τῶν κατοικούντων τὴν μεγαλόπολιν Ἰερουσαλήμ, ἰσχὺς καὶ δύναμις ἔσται, ὡς τὸν ἐν αὐτοῖς πρότερον ἀσθενοῦντα σθένος ἀναλαβεῖν τοῦ οἴκου Δαυίδ, «τῆς Ἐκκλησίας τοῦ ζῶν‐
5τος Θεοῦ» ὑπαρχούσης ναοῦ Θεοῦ, ὡς ἕκαστον τῶν ἐκκλησιασ‐ τικὴν γνῶσιν καὶ ἀρετὴν ἐχόντων βοᾶν ὑμνῳδίας τρόπῳ· «Ἰσχύς μου καὶ ἡ ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.»

4

.

233

Καὶ ἐπεὶ οἱ ταῦτα λέγοντες ἐπὶ γῆς περιπατοῦντες οὐράνιον ἔχουσι πολιτείαν, ὅσον οὐδέπω ἰσάγγελοι ἐκ νεκρῶν ἐγειρόμενοι, εἰκότως ὁ τοῦ Δαυὶδ οἶκος, τοῦ ἑρμηνευομένου ἱκανοῦ χειρί, Θεοῦ ἄγγελος ἔσται, σχὼν τὴν δωρεὰν καὶ τὴν
5ὑπεροχὴν πρὸς τοῦ γεννηθέντος ἐκ τῆς ἀχράντου παρθένου Μαρίας, καλουμένου «ἀγγέλου βουλῆς μεγάλης», ὡς ὁ πολ‐ λάκις προαναφωνῶν αὐτοῦ τὴν δεῦρο κάθοδον Ἠσαίας εἶπεν ἐκ προσώπου τοῦ χοροῦ τῶν ἁγίων· «Παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγε‐
10λος.»

4

.

234

Ἐπιστατέον τῇ ἀκριβείᾳ τῆς προφητείας φανερούσης ἡμῖν γεγεννῆσθαι τὸ ἐκ τῆς Μαρίας βρέφος, τὸν δὲ Υἱὸν δεδόσθαι τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς Μονογενῆ. Οὐ γὰρ ἐδόθη υἱός, μὴ γεννηθέντος ἡμῖν παιδίου κατὰ τοὺς δοκητὰς ἀσεβῶς φρο‐
5νοῦντας, οὐδ’ αὖ γεγέννηται τ[ὸ] τέκνον τῆς παρθένου, οὐ δεδω‐ κότος τοῦ Πατρὸς τὸν Μονογενῆ Υἱόν, κατὰ Παῦλον τὸν Σαμο‐ σατέα καὶ Φωτεινὸν τὸν Γαλάτη[ν] καὶ τοὺς π[ερὶ α]ὐτῶν ὡσαύτως ἀσεβήσαντας Ἀρτεμᾶν καὶ Θεόδοτον.

4

.

235

Ἐκεῖνοι μὲν οὖν ἐξωστρακίσθησαν τῆς Ἐκκλ[η]σίας πάμπαν ἀσεβεῖς ὀφθέντες· ἡμεῖς δὲ τὸ ἀρχαῖον τῆς τῶν πιστῶν συνόδου κρατοῦντες φρόνημα, ὁμολογοῦμεν τὸν Θεὸν Λόγον ἐπιδεδημηκέναι, τὸν ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος τέλειον
5ἄνθρωπον ἀνειληφότα.

4

.

236

Ὅτι δὲ ὁ Πατὴρ ἔδωκεν τὸν Υἱὸν ἵνα τεχθῇ τὸ παι‐ δίον, σαφέστατα Ἰωάννης ὁ εὐαγγελιστὴς δηλοῖ αὐτὸν τὸν ἐναν‐ θρωπήσαντα εἰρηκέναι περὶ ἑαυτοῦ· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς
5ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.» Ταύτην ἔχει τὴν νόησιν τὸ Ῥωμαίοις ἐπισταλὲν ὑπὸ τοῦ χριστοφόρου Παύλου, οὕτως ἔχον· «Ὁ Θεὸς ἀπέστειλεν τὸν ἑαυτοῦ Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.»

4

.

237

Ταῦτα δέ μοι ἀναγκαίως εἴρηται διὰ τὸν προειρημένον Φωτεινὸν καὶ τὸν διδάσκαλον αὐτοῦ Μάρκελλον, λέγοντας τὴν σάρκα εἶναι τὸν πεμφθέντα υἱόν, οὐδαμῶς τοῦ Θεοῦ Λόγου Υἱοῦ καλουμένου.
5 Ἐπὶ πλεῖον ἐν ἄλλοις ἔλεγχος γέγονεν ἡμῖν τῆς ψευδωνύμου γνώσεως αὐτῶν, ὅτε περὶ Υἱοῦ τοῦ Θεοῦ, φημὶ δὲ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, προέκειτο εἰπεῖν.

4

.

238

Δυνατὸν κατὰ θεωρίαν ἄλλην οἶκον τοῦ τῇ χειρὶ ἱκανοῦ
δημιουργοῦ τῶν ὅλων ὄντος τὸν ἐκ Μαρίας γεννηθέντα φάναι, ἄγγελον τυγχάνοντα ἐνώπιον τῶν εὐεργετουμένων κατοικούντων τὴν ἁγίαν Ἰερουσαλήμ· ἄγγελος δὲ ἐνώπιον αὐτῶν γέγονεν
5φανερῶν τὴν μ[ε]γάλην τοῦ Θεοῦ βουλήν.

4

.

239

Zach. XII, 9—10: [Καὶ ἔσται ἐ]ν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη [τὰ] ἐπερχόμενα ἐπὶ Ἰερου‐ σαλήμ. Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶ[κον] Δαυὶδ καὶ [ἐ]πὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ.

4

.

240

[Ἐν τῇ ἡ]μέρᾳ τῇ ἐγγισάσῃ μετὰ [τ]ὸ προκόψαι τὴν τῆς ἀγνοίας καὶ κακίας νύκτα, περὶ ἧς ὁ Ἀπόστολος γράφει λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· [ὡ]ς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν», ὁ εὐεργέτης Κύριος ζητεῖ ἐξᾶ‐
5ραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα στασιώδει καὶ π[ολ]εμικῷ τρόπῳ ἐπὶ τὴν πόλιν τοῦ μεγάλου βασιλέως Ἱερ[οσ]όλυμα, αὕτη δ’ ἐστὶν ἡ Ἰερουσαλήμ. Ζητεῖ δὲ ἐξᾶραι τὰ ἔθνη πάντα τὰ ἀλλοτριωθέντα τῆς ἀληθείας τε καὶ θεοσεβείας, οὐχ ὥστε μηκέτι ὑπάρχειν τοὺς ἀνθρώπους—ἀδύνατον γάρ, —ἀλλ’ ἵνα μηκέτ’
10ὦσιν κακοὶ καὶ πονηροί.

4

.

241

Εἰ γὰρ ἄρδην ἀπολέσαι τὴν ἀνθρω‐ πότητα ἠβούλετο, οὐκ ἐζήτει τοῦτο ποιῆσαι, δυνάμενος ἄφνω τὸ πᾶν εἰς τὸ μὴ ὂν καταστρέψαι. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ε[ἶ]ναι ἠγίοχεν καὶ ἐκάλεσεν τὰ ὄντα, πολλῷ πλέον ἀνατρέψαι
5τῆς ὑπάρξεως αὐτὰ οἷός τε ἦν, ἀλλ’ οὐ θελητὸν αὐτῷ τ[ο]ῦτο. Εἴρηται γοῦν περὶ αὐτοῦ παρὰ τοῦ πανσόφου Σαλωμῶν[ο]ς̣· «Ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσε[ις] τοῦ κόσμου· οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου.»

4

.

242

Ὥσπερ γὰρ ἐληλυθὼς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ζητῆσαι τὸ ἀπολω[λ]ὸς γένος ἡμῶν, ἔσωσεν αὐτό, οὕτως ζητῶν ἐξᾶραι πάντα τὰ ἔθνη τὰ τῇ Ἰερουσαλὴμ ἐπερχόμενα, σῴζει αὐτά, ἀφανίσας τὰ αἴτια τῆς ὑπαρξάσης αὐτοῖς βλάβης ἐξ ἀθεμί‐
5των πράξεων καὶ φρονημάτων ἀλλοκότων, ὥστ’ εἰρήνης κρα‐ τ[ησ]άσης μηκέτι ἐπέρχεσθαι τῇ θείᾳ Ἰερουσαλὴμ τὰ ἔθνη, ἀποβαλόντα τὸν στασιώδη τρόπον κα[ὶ τὴν] φιλοπόλεμον γνώμην.

4

.

243

Σημαίνει δὲ τὸ ἐπελθεῖν ῥῆμα ὡς [ἐχθ]ροὶ καὶ ἀλλότριοι τυγχάνουσιν οἱ ἐπιβαίνοντες, ὡς τὸ παροιμι[ῶ]δες λόγιόν φησιν τῷ εἰρηνικῶς διάγοντι· «Ἡνίκα ἐὰν καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσει ὁρμὰς ἀσεβῶν ἐπερχομένας.»

4

.

244

Ὅτι δὲ ἡ ἔξαρσις τῶν ἐθνῶν ἡ ζητουμένη ὑπὸ τοῦ προ‐ νοητοῦ τῶν ὅλων Σωτῆρος τελεῖται, ἐπενήνεκται ὡς ἐν τῇ ἡμέρᾳ τῇ προδηλωθείσῃ ἐκχεῖ ὁ τὰ ἀγαθὰ ἐπαγγελλόμενος ἐπὶ τὸν οἶκον Δαυὶδ καὶ τοὺς οἰκοῦν[τα]ς Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ
5οἰκτιρμοῦ, ἅτε «Πατὴρ τῶν οἰκτιρμῶν» ὑ[π]άρχων καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἐκ τῶν θεοπνεύστω[ν ἀ]πο‐ δείκνυται γραφῶν. Περὶ γὰρ τῆς δωρεᾶς ταύτης, ὁ μὲν Παῦ‐ λ[ο]ς γράφει· «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ [Πνεύ]ματος ἁγίου τοῦ δοθέντος ἡμῖν.»

4

.

245

Σαλω‐ μὼν δὲ ἐν τῇ κατ’ αὐτὸν Σο[φί]ᾳ φησίν· «Τὰ ἐν οὐρανοῖς τίς ἐξιχνιάσει, εἰ μὴ σὺ ἔδωκας σ[οφ]ίαν καὶ τὸ Πνεῦμα τὸ ἅγιόν
σου ἔπεμψας ἀπὸ ὑψίστων; καὶ οὕτ[ω] διωρθώθησαν αἱ τρίβοι τῶν
5ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σοι ἐδιδάχ̣[θ]ησαν ἄνθρωποι.» Καὶ ὁ χορηγὸς δὲ τοῦ Πνεύματος αὐτὸς ἐν Ἠσαίᾳ πρὸς τ[ι]ν̣ά φησιν· «Ἔδωκα τὸ πνεῦμά μου ἐπὶ σέ», καὶ πάλιν περὶ τοῦ τοιούτου ἑτέροις λέγει· «Ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν.»

4

.

246

Τὴν δαψιλῆ δωρεὰν φανερῶν ὁ ὀρέγων φησίν· «Ἐκχεῶ πνεῦμα χάριτος καὶ οἰκτιρ[μο]ῦ», ὡς καὶ ἐξ ἑτέρων ῥητῶν ἔστι μαθεῖν· λέγων γὰρ ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», τὴν πλουσίαν δόσιν σημαί[νει], ὡς καὶ τό·
5«Ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.»

4

.

247

Π̣αρίσταται ἐξ ἀποστολικῆς φω[ν]ῆς τὸ πνεῦμα τῆς χάριτος τὸ ἅγιον [ε]ἶναι, οὕτω γραφείσης· «Ἀθετήσας τις νόμον Μωϋσέως χω[ρ]ὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶν μάρτυσιν ἀπο‐ θνῄσκει· πόσῳ δοκεῖτε χεί[ρον]ος ἀξιω[θ]ήσεται τιμωρίας ὁ τὸν
5Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη.»

4

.

248

Συνᾴδει τῷ χάριτος εἶναι Πνεῦμα τὸ ἅγιον καὶ τὸ ἐν ἑτέρᾳ λέξει τοῦ Ἀποστόλου φερόμενον οὕτως· «Διαι‐ ρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα», καὶ ἔτι· «Τῷ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος
5γνώσεως, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι», καὶ τὰ κατη‐ ριθμημένα ἑξῆς διάφορα χαρίσματα.

4

.

249

Τὸ τῆς χάριτος Πνεῦμα καὶ οἰκτιρμοῦ ἐστιν, χορηγού‐
μενον ὑπὸ «τοῦ Πατρὸς τῶν οἰκτιρμῶν». Εἴρηται εἰς τοῦτο τὸ ῥητὸν ἐν ὑπομνήμασιν ἄλλοις ὡς Πατὴρ οἰκτιρμῶν τοῦ Θεοῦ Λόγου καὶ 〈δοτὴρ〉 τοῦ ἁγίου Πνεύματός ἐστιν ὁ τῶν ὅλων Θεός.

4

.

250

Γνόντες ἐκ τοῦ γεγραμμένου τίς ὁ δαψιλῶς διδοὺς τὸ χάριτος καὶ οἰκτιρμῶν Πνεῦμα, ἀκολούθως εἰσόμεθα τίς ὁ τοῦ Δαυὶδ οἶκος καὶ οἱ τὴν Ἰερουσαλὴμ κατοικοῦντες. Δύναται ἀμφό‐ τερα τὴν Ἐκκλησίαν δηλοῦν ὑπ[άρ]χουσαν καὶ Ἰερουσαλὴμ καὶ
5τοῦ Δαυὶδ οἶκον ὡς ἔναγχος ἐσαφηνίσθη.

4

.

251

Zach. XII, 10: Καὶ ἐπιβλέψονται πρός με ἀνθ’ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς κοπετὸν ὡς ἐπ’ ἀ[γ]απητόν, καὶ ὀδυνηθήσονται ὀδύνην ὡσεὶ ἐπὶ πρωτοτ[ό]κῳ.

4

.

252

[Δυ]σπραγίᾳ μεγάλῃ ὑποπεσόντες οἱ κυριοκτονήσαντες
Ἰουδαῖοι ἐπιτεταμένως κοπετῷ καὶ ὀδύνῃ κεκράτηνται, οἷα ὡς ἐπὶ τεθνηκότι ἀγαπητῷ κοπτόμενοι καὶ ἐπὶ πρωτοτόκῳ υἱῷ ὀδυ‐ νώμενοι, «φθασάσης ἐπ’ αὐτοὺς τῆς ὀργῆς εἰς τέλος», ὡς
5κατασκαφῆναι τὴν πατρίδα αὐτῶν καὶ αὐτοὺς ἐξανδραποδισθέντας ἀλήτας ἐν πάσῃ [τ]ῇ γῇ γενέσθαι.

4

.

253

Ὅτι δὲ τούτοις ὑπεβλήθησαν ψήφῳ τῆς [π]ρονοίας τοῦ Θεοῦ διὰ ἅγος ὃ εἰργάσα[ν]το σταυρῷ τὸν πάντων Σωτῆρα ὑπο‐ βαλόντες, ἐξ αὐτοῦ το[ῦ προ]κειμένου ἔστιν μαθεῖν. Ὁ παθὼν γὰρ ὑπ’ αὐτῶν φησιν· «Ἐπιβ̣[λέ]ψονται ἐπ’ ἐμὲ ἀνθ’ ὧν κατωρ‐
5χήσαντο.» Ἦ οὐκ ὠρχοῦντο̣ [ἀ]σεβῶς τε καὶ ἀνοσίως ὅτε ἐξηρτημένου τοῦ Ἰησοῦ τοῦ σκόλοπος χλευάζοντες ἔφασκον· «Οὐὰ ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ κ[αὶ] διὰ τριῶν ἡμερῶν ἐγείρων αὐτόν. Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ»;

4

.

254

Ταῦτα καὶ ἕτερα ἄλλα ἐπικερτομούντων τῶν ἀλιτηρίων, πεπληρῶσθαι ὁ εὐαγγελιστὴς γράφει τὴν οὕτως ἔχουσαν προφη‐ τείαν· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», τὴν αὐτὴν οὖσαν μόναις λέξεσιν διαφέρουσαν τῇ· «Ἐπιβλέψονται πρός με ἀνθ’ ὧν κατωρ‐
5χήσαντο.» Φασὶν γὰρ οἱ τὴν ἑβραϊκὴν διάλεκ̣τον ἠκριβωκότες ὅτι ἡ ἐκκειμένη τοῦ Ζαχαρίου φωνὴ εἰς τὴν εὐαγγελικὴν μετ‐ ελήμφθη, ἤτοι τοῦ εὐαγγελιστοῦ μετενεγκόντος αὐτήν, ἑβραῖος γὰρ ἦν, ἢ ἀπὸ ἑτέρου ἑρμηνεύσαντος παραλαβόντος αὐτὴν ἤτοι τοῦ Ἀκύλου ἢ Θεοδοτιῶνος ἤ τινος ἄλλου εἰς ἑλλάδα φωνὴν
10μετενεγκόντος τὴν ἑβραϊκὴν λέξιν.

4

.

255

Προήχθημεν δὲ ταῦτα εἰπεῖν διὰ τό τινας ζητεῖν ποῦ τῶν προφητῶν εἴρηται τό· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», οὐδαμοῦ τῶν δημοσιευομένων τῆς παλαιᾶς διαθήκης εὑρισκομένου.

4

.

256

Πιθανῶς πιστ̣ε[ύ]ει ἐπ’ ἀγαπητῷ τὸν κοπετὸν καὶ ἐπὶ πρωτοτόκῳ τὴν ὀδύνην εἶναι τῶν κυριοκτονησάντων, ἐπείπερ ἐπῆλθεν αὐτοῖς τὰ ἀνιαρὰ ἀποκτείνασι τὸν Ἰησοῦν, πρωτότοκον Υἱὸν ὄντα καὶ ἀγαπητόν.

4

.

257

Τεθεώρηται πολλάκις ὡς δύο σημαίνει τὸ ἀγαπητός, τόν τε ἄξιον τοῦ ἀγαπᾶσθαι καὶ τὸν Μονογενῆ Υἱόν. Ὑπάρχει δὲ καὶ ἀμφότερα Ἰησοῦ τῷ Χριστῷ, Υἱῷ ἀγάπης ὄντι, δηλαδὴ τοῦ Θεοῦ, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἀγάπη ἐστίν», ἀλλὰ
5καὶ μονογενεῖ, καὶ ἐκ τοῦ Πατρὸς γὰρ μόνος Υἱὸς μονογενής ἐστιν καὶ ἐκ τῆς ἁγίας π[αρθέ]νου Μαρίας.

4

.

258

Zach. XII, 11—14: Ἐν τῇ ἡ[μέ]ρᾳ ἐκείνῃ μεγα‐ λυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς [ῥοῶ]νος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς [φυ]λάς, φυλὴ καθ’ ἑαυτὴν καὶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς, φυλὴ οἴκου
5Δαυὶδ καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς, φυλὴ οἴκου Νάθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς, φυλὴ οἴκου Λευὶ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς, φυλὴ τοῦ Συμεὼν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς, πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ
10γυναῖκες αὐτῶν καθ’ ἑαυτάς.

4

.

259

Τὰ κατ’ ἀλληγορίαν δένδρα ὀνομαζόμενα ἐν τῇ γραφῇ αὐτεξούσια ὄντα, ὁτὲ μὲν ἀγαθὸν καρπὸν φέρει προαιρετικῶς, ὁτὲ δὲ δηλητήριον καὶ βλαβερόν. Ἀμέλει γοῦν ὁ Ἰσραηλιτικὸς λαός, φυτευθεὶς ὑπὸ Θεοῦ «ἄμπελος καρποφόρος πᾶσα ἀληθινή,
5στραφεὶς ἄμπελος πικρίας» γέγονεν, ὡς λοιπὸν ἐκκοπῆς ἄξιος γεγονέναι, ἐπείπερ «σταφυλὴν χολῆς καὶ βότρυν πικρίας» ἤγαγεν, κατὰ τὸ γεγραμμένον· «Πᾶν δένδρον μὴ ποιοῦν καλὸν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.»

4

.

260

Ὥσπερ τοίνυν ἡ καλῶν καρπῶν οἰστικὴ ἄμπελος μετ‐ έβαλεν εἰς τὸ χειρίστους καρποὺς φέρειν, οὕτως τὰ τῆς ῥοιᾶς φυτὰ ἐξ ἀγαθῶν πονηρὰ γεγενημένα κοπετὸν ὑπέστησαν ἐκκοπτό‐ μενα, ὡς ἡ παροῦσα λέξις φανεροῖ. Λέγεται γοῦν περὶ φυτῶν
5ἡμέρων καρπὸν ἐδώδιμον φερόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμά‐ των ὑπὸ τοῦ νυμφίου Χριστοῦ· «Κατέβην ἰδεῖν ἐν γενήματι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοιαί.»

4

.

261

Καταβὰς γὰρ εἰς τὸν πειρασμὸν τοῦ βίου, χείμαρρον κατὰ ἀναγωγὴν ὀνομαζόμενον, εἶδεν τὴν ἄμπελον καὶ τὰς ῥοιὰς ἀρχὴν καρποφορίας ἐχούσας, ἣ διὰ τοῦ ἄνθους σημαί[νε]ται. Μετὰ τὴν ἄνθην, τελείου καρποῦ ἀποδειχθέν[τος], πόθον ἔσχεν ἡ τοῦ
5Λόγου νύμφη, ἡ νυμφοστοληθεῖσα αὐτῷ Ἐ[κκλ]ησία, ἐμφορηθῆ‐ ναι οὗ παρέχει ὁ νυμφίος πώματος. Διό φησιν [αὐ]τῷ· «Ποτιεῖς με ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥ[οῶν] μου.» Τὸ τῶν ῥοῶν νᾶμα οὐ μόνον δίψος θεραπεύει, ἀλλὰ καὶ ὡς βοήθημα προσφερόμενον βελτιοῖ τὸν μεταλαμβάνοντα.

4

.

262

Ὁ καρπὸς τούτου τοῦ φυτοῦ, ὑπὸ τὸ λέπος κείμενος, πολλὴν σύνθεσιν τεταγμένην ἔχει εὐρύθμως καὶ κατὰ ἁρμονίαν πεπυκνωμένος, ὡς τὸν νυμφίον φάναι πρὸς τὴν σύνοικον· «Ὡς
λέπυρον ῥόας μῆλόν σου, νύμφη», ἐμφαινομένου ἐν σοὶ τοῦ ἐξ
5αἰδοῦς ἐρυθροῦ καὶ τοῦ ὑπὸ τὸ λέπος καρποῦ πολλὴν τάξιν καὶ σύνθεσιν ἔχοντος.

4

.

263

Τὰ οὕτως ἑρμηνευθέντα δένδρα τραπέντα ῥᾳθυμίᾳ τῇ ἑαυτῶν ἐκκόπτεται, κειμένης «τῆς ἀξίνης πρὸς τὴν ῥίζαν αὐτῶν», παραπλησίως ταῖς ἀμπέλοις ταῖς καρπὸν μὴ φερού‐ σαις ἐπαινετόν τε καὶ ὠφέλιμον, ὡς τὸν Σωτῆρα εἰπεῖν· «Πᾶν
5κλῆμα μὴ μένον ἐν ἐμοὶ ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.»

4

.

264

Οὐκ ἀλλαχόθι δὲ μεγαλυνθήσεται ὁ κοπετὸς τοῦ ῥοῶνος ἢ ἐν πεδίῳ ἐκκοπτομένου. Ὑπάρξαντος τούτου τοῦ ἐπιζημίου, κόψονται αἱ φυλαὶ τῆς γῆς μετὰ θρήνου καὶ ὀλοφυρμοῦ ἐπὶ τῇ εἰς κακίαν μεταβολῇ τῶν ῥοΐνων φυτῶν.

4

.

265

Ὁμωνύμως δὲ λημπτέον τὸν κοπετόν, ὑφισταμένων αὐτὸν τῶν δένδρων ἐκτμηθέντων τῶν ἰδίων ῥιζῶν, τῶν φυλῶν τῆς γῆς ἑτέρως κοπτομένων, κατὰ τοῦ στήθους τὰς χεῖρας μετὰ πληγῆς φερουσῶν.

4

.

266

Πράττεσθαι τοῦτο προστάττει ὁ λόγος, ἀποσχοινισθεισῶν τῶν γυναικῶν τῶν ἀνδρῶν· ἀσυμπαθὲς γὰρ ἦν, καὶ μὴ αἰσθομέ‐ νων τοῦ κατέχοντος δεινοῦ, τὸ συνευνάζεσθαι τοὺς συμβιοῦντας ἐπ[ὶ δι]α̣δοχῇ τέκνων ἐπηρτημένης ἀπειλῆς, ὅτε προσευχῆς ὁ̣
5[και]ρὸς ὑπάρχει. Καὶ χωρὶς δὲ ἐπικειμένου χόλου εἵργει τὰς συνό[δου]ς τὰς ἀνδρῶν πρὸς γυναῖκας ἐν τοῖς καιροῖς τῶν προσ‐ ευχῶν ὁ χριστοφόρος Ἀπόστολος, γράφων τοῖς ἐν συζυγίαις τότε μάλιστα ἀνέχειν ἑαυτοὺς ἀπὸ μίξεων γαμηλίων ὅτε εὔχεσθαι καὶ παρακαλεῖν Θεὸν δεῖ, λέγων· «Ἀποστερεῖτε ἀλλήλους
10πρὸς καιρόν», τῆς συνήθους εὐνῆς δηλονότι, «ἵνα σχολάσητε τῇ προσευχῇ.» Εἰ τοίνυν τοῦτο πράττεται ἁγνείας ἕνεκα καὶ ἐν ὥρᾳ ὅτε μηδὲν ἐπίκειται φοβερόν, πολλῷ μᾶλλον σπουδαζέσθω ἡ
ἁγνεία κινδύνου ἐπικειμένου.

4

.

267

Πεφρόντισται γὰρ τοῦτο καὶ ἐν τῇ πρὸ τοῦ Σωτῆρος ἐπιδημίας διδασκαλίᾳ. Αὐτίκα γοῦν πολεμικῶς ἐπικειμένων τῶν ἐθνῶν κατὰ τοῦ Ἰσραὴλ ἐπὶ τῷ διαρπάσαι καὶ αἰχμαλωτίσαι, παρακελεύετα̣ι ὁ θεῖος λόγος ἀσιτίᾳ καὶ σωφροσύνῃ σχολάσαι
5τοὺς ὑποκειμένους τῇ ἐφόδῳ τῶν ἐχθρῶν, φήσας· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν», καὶ μεθ’ ἕτερα· «Ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς καὶ ἐροῦσιν· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κλη‐
10ρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;»

4

.

268

Καὶ ὅρα ὡς ἀπᾷδον ἦν καὶ ἀνάρμοστον ἐν τῷ αὐτῷ κοιτῶνι καὶ παστῷ δια‐ τρίβειν τοὺς συνοικοῦντας ἀνιαρῶν προσδοκωμένων, τῶν ἱερέων ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου ὀλοφυρομένων.

4

.

269

Σύμφωνα ταύτῃ τῇ προφητείᾳ καὶ ἐν παλαιᾷ ἱστορίᾳ διαγορεύεται· κατασκευασθείσης γὰρ ὑπὸ τοῦ Νῶε κατὰ πρόστα‐ ξιν τοῦ πάντων κηδομένου κιβωτοῦ διὰ φοβερὰν ἐπομβρίαν ἵνα Νῶε καὶ ὁ [οἶ]κος αὐτοῦ ἔξω πάσης βλάβης φυλαχθῶσιν, ἐπικει‐
5μένης ἤδη τῆς τοῦ ὑετοῦ φορᾶς, λέγει ὁ Κύριος τῷ δικαίῳ· «Εἴσελθε σὺ [κα]ὶ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου», ἵν’ ἔνδον ἐν τῇ λάρνακι οἱ ἄνδρες καθ’ ἑαυτοὺς καὶ χωρὶς αἱ γυναῖκες τυγχάνωσιν, γαμικῆς ὁμιλίας οὐ τελουμένης ἐν τῇ φθορᾷ τοῦ γένους ἀνθρώπων, πάντω[ν] ῥεόντω[ν] δίχα
10μόνων τῶν τεσσάρων συζυγιῶν τῶν εἰσελθουσῶν εἰς τὴν κιβωτόν, οὐκέτι ἐν διαιρέσει μενόντων τῶν ἀνδρῶν καὶ τῶν συμβιουσῶν ὅτε, ξηρανθείσης τῆς γῆς λωφήσαντος τοῦ κατακλυσμοῦ, ἔξω γίνονται τῆς κιβωτοῦ, ἐντολῆς ὑπὸ Θεοῦ δοθείσης «ἐξελθεῖν
Νῶε καὶ τὴν γυναῖκα αὐτοῦ μετ’ αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτῶν
15καὶ τὰς γυναῖκας αὐτῶν»· ἐμποδισθείσης γὰρ τῆς κατὰ ἀνθρώ‐ πων ἀπειλῆς, αἱ συμβιώσεις ἀποδέδονται, ἵνα αὐξηθῇ ἡ τῶν ἀνθρώπων ἐκ παιδοποιΐας διαδοχή.

4

.

270

Παραπλησίως τοῖς οὕτω τεθεωρημένοις περὶ τοῦ Νῶε καὶ τοῖς ἐκ τοῦ προφήτου Ἰωήλ, καὶ νῦν ἐπηρτημένου δεινοῦ εἰς κοπετὸν προτρεπόμενος ὁ λόγος βούλεται τοὺς ἄνδρας καθ’ ἑαυτοὺς καὶ ὁμοίως τὰς γυναῖκας κόπτεσθαι ἐπὶ τῷ αἰσθηθῆναι
5τὴν ἐπικειμένην συμφοράν.

4

.

271

Καὶ ὅρα γε τὴν ἀκρίβειαν τῆς προστάξεως μὴ μόνον τὰς διαφόρους φυλὰς διαστελλούσης ἀφ’ ἑαυτῶν, ἀλλὰ καὶ τοὺς ὁμοφύλους ἄνδρας ἀπὸ γυναικῶν καὶ ἀνάπαλιν· φησὶν γάρ· «φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς».

4

.

272

Φυλὴν τοῦ οἴκου Δαυὶδ λέγει τοὺς διὰ τὸ βασιλικῶς καὶ ἱκανῶς τῇ πρακτικῇ δυνάμει ἐνεργεῖν οὕτω τυγχάνοντας.

4

.

273

Καὶ ἐπεὶ μὴ κατὰ μόνην ἱστορίαν ἄνδρες γυναικῶν δια‐ φέρουσιν τῷ τὰς μὲν τίκτειν τοὺς δὲ γεννᾶν, ἀλλὰ καὶ κατὰ ἀναγωγήν, αἱ σπείρουσαι ψυχαὶ μαθήματα ἄλλαις ψυχαῖς διδα‐ σκαλίας τρόπῳ ἄνδρες ἐν δίκῃ καλείσθωσαν, τῶν ὑποδεχομένων
5τὰ μαθήματα ἐξ ἄλλων, ἀλλ’ οὐκ ἐξ ἑαυτῶν γεννωσῶν, προσ‐ αγορευομένων ἀλληγορικῶς γυναικῶν.

4

.

274

Ὁμοίως καὶ ἐπὶ τοῦ Νάθαν καὶ Λευὶ καὶ Συμεὼν καὶ τῶν ὑπολελειμμένων ἄλλων φυλῶν, ἡ παραλλαγὴ τῶν ἀνδρῶν καὶ γυναικῶν πρὸς ῥητὸν καὶ διάνοιαν μενέτω. Φυλὴ τοῦ Νάθαν καὶ ἡ τοῦ Λευὶ οἱ προφητικὴν πολιτείαν
5καὶ γνῶσιν ἔχοντες καὶ οἱ θεραπευταὶ τοῦ Θεοῦ ὑπάρχουσιν. Ὁ μὲν γὰρ Νάθαν προφήτης, ὁ δὲ Λευὶ ἱερεύς ἐστιν· ἐξ αὐτοῦ γὰρ
καὶ καθ’ ἱστορίαν οἱ θεραπεύοντες Θεὸν ἱερατικῶς κατάγονται.

4

.

275

Ἕτερος παρ’ ἀμφοτέρους ὁ Συμεὼν τυγχάνων, ἑρμη‐ νευόμενος «εἰσακοὴ» ἢ «εἰσακουσμός», δηλοῖ τοὺς εἰσακουομέ‐ νους ὑπὸ Θεοῦ ἐπινεύοντος ταῖς ἱκεσίαις αὐτῶν, μάλιστα ὅτι καὶ αὐτοὶ εἰσακούουσιν τῶν θείων προσταγμάτων.
5 Ὥσπερ οὖν οἱ ὀνόματι δηλωθέντες χωρίς εἰσι οἱ ἄνδρες, μενουσῶν τῶν γυναικῶν καθ’ ἑαυτάς, οὕτω καὶ αἱ ὑπολελειμμέ‐ ναι ἄλλαι φυλαὶ ὡσαύτως ἐν τῷ κόπτεσθαι διάγουσιν.

4

.

276

Ἀκριβῶς δὲ ἐδηλώθη ὡς οὐκ ἐν ἄλλῃ πόλει ἢ τῇ Ἰερου‐ σαλὴμ τὸν κοπετὸν δεῖ γενέσθαι, ἐξ οὗ μάλιστα πρὸς ἀναγωγὴν βλέπει τὸ προσταχθέν· ἔτι γὰρ ἐν τῇ αἰχμαλωσίᾳ ὁ λαὸς ἐτύγ‐ χανεν ὁπηνίκα ταῦτ’ εἶπεν ὁ προφήτης.

4

.

277

Ἐπίστησον εἰ κατὰ τοιοῦτον σκοπόν, ἐγγιζούσης ὅσον οὐδέπω τῆς τοῦ κόσμου συντελείας, κατὰ τὸ γεγραμμένον ὑπὸ Ἰωάννου· «Ἐσχάτη ὥρα ἐστίν», πληθυνθέντος τοῦ τῶν ἀνθρώ‐ πων γένους, γράφει ὁ Ἀπόστολος· «Ὁ καιρὸς συνεσταλμένος·
5λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκα[ς ὡς] μὴ ἔχοντες ὦσιν», ἔξω τῶν ἀνδρῶν τῶν ἀγαμίαν κατορθούντων καὶ τῶν χηρευουσῶν γυναικῶν διὰ Χριστὸν καὶ τῶν παρθενίαν ἐπαναιρησαμένων δια‐ γουσῶν ἵνα γνησίως καὶ ἀδιαστάτως σχολάζωσι ταῖς προσευχαῖς.

4

.

278

Zach. XIII, 1: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυὶδ καὶ τοῖς κατοικοῦσιν
Ἰερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν.

4

.

279

Ἐν τῇ πολλάκις ἤδη λεχθείσῃ ἡμέρᾳ μετὰ σαφηνείας, πρὸς ἑτέροις ὑπάρξασιν καὶ τόδε ἔσται· διανοιγήσεται πᾶς τόπος ἐν τῷ οἴκῳ Δαυὶδ ἐν τῇ Ἰερουσαλήμ, μετακινήσεως ἐσομένης εἰς ῥαντισμὸν θεῖον. Τόπος δὲ διανοιγόμενος τῷ οἴκῳ Δαυὶδ ἡ
5θεόπνευστός ἐστιν γραφή, μάλιστα ἡ πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος· διανοιγόμενος τῇ Ἰερουσαλὴμ αὕτη δ’ ἐστὶν ἡ ἄνω καὶ μήτηρ τῶν δικαίων ὑπάρχουσα «πόλις ἐπουράνιος τοῦ ζῶντος Θεοῦ».

4

.

280

Τόπον δ’ ἐν τούτοις ἐκληπτέον οὐ τὸν περιγράφοντα καὶ περιορίζοντα σῶμα, ἀλλὰ τὸν διαιρούμενον εἰς προτάσεις καὶ προβλήματα. Ἕψεται τῇ διανοίξει τῶν οὕτω χρηματιζόντων τόπων μετακίνησις ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ τῆς
5σκιᾶς ἐπὶ τὴν ἀλήθειαν καί, συνελόντι φάναι, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ὁρατῶν καὶ χαμαιζήλων ἐπὶ τὰ ὑψηλὰ καὶ ἀόρατα.

4

.

281

Τί δὲ ἀκολουθεῖ τῇ μετακινήσει ἢ περιρραντήρια ἁγνισ‐ μὸν τέλειον ἐπιφέροντα; Οὗτος ὁ ῥαντισμὸς τελεῖται τῷ θείῳ τοῦ Σωτῆρος αἵματι, περὶ οὗ γράφει ὁ κορυφαιότατος τῶν ἀποστό‐ λων Πέτρος, προσφωνῶν οἷς ἐπιστέλλει τὴν ἐπιστολὴν τάδε·
5«Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ.»

4

.

282

Ῥαντίζει δὲ τὴν συνείδησιν τῶν λατρευόντων τῷ ζῶντι Θεῷ τὸ θεῖον αἷμα, «λυτρούμενον ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου» τοὺς τελουμέ‐ νους, ὡς ἐν τῇ αὐτῇ ἐπιστολῇ παρίσταται τοῦ σοφοῦ μυσταγωγοῦ,
5οὕτως· «Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώ‐ θητε, ἀλλ’ ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου
Χριστοῦ.»

4

.

283

Οἱ οὕτω περιρραινόμενοι ἐπὶ τῷ κτήσασθαι καρδίαν καθαράν, ἐπαλλήλως καὶ συνεχῶς παρακαλοῦντες πρὸς τὸν ὀρέ‐ ξαι τὴν καθαρότητα δυνάμενον, ὡς εἷς φασιν· «Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Εἰς ταύτην τὴν ἁγνείαν, «θρη‐
5σκείαν οὖσαν καθαρὰν καὶ ἀμίαντον», προτρέπων ὁ ἱερὸς λόγος· «Λούσασθε, καθαροὶ γένεσθε», παραινεῖ.

4

.

284

[Ε]ἰ εἰσέρχεται καὶ ἡμᾶς ἔρως τοῦ εἰρημένου περιρραν‐ τισμοῦ, σπεύσωμεν οἰκῆσαι οἷα πολῖται τὴν νοητὴν Ἰερουσαλὴμ ὑπὸ τοῦ Δαυὶδ βασιλευόμενοι, ἵνα διανοίγῃ ἡμῖν πᾶς ὁ ἡρμη‐ νευμένος τόπος εἰς τὸ ῥαντισθῆναι μετακινηθέντας ἀπὸ τῶν
5σκιωδῶν ἐπὶ τὰ πρωτότυπα καὶ ἀληθινὰ σοφὰ θεωρήματα.

4

.

285

Zach. XIII, 2: Καὶ ἔ[σ]ται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

4

.

286

Ὅταν ἡ προλεχθεῖσα μετακίνησις εἰς τὸν ῥαντισμὸν καὶ τὴν ἀλήθειαν γένηται, τὸ τηνικάδε τὰ ἀναπλάσματα τῶν ἑτερο‐ δόξων, τροπικῶς εἴδωλα καλούμενα, ὀλεθρευθήσεται ἀπὸ τῆς γ[ῆς, οὐ]κ ἀπατωμένων ἔτι τῶν ἀνθρώπων, ἐλεγχθείσης τῆς
5τροπικῆς εἰδωλολατρείας ὑπὸ τῆς φανερωθείσης ἀληθείας καὶ ἀναιρεθείσης πάσης ψευδοῦς προφητείας καὶ τοῦ ἐνεργοῦντος αὐτὴν ἀκαθάρτου πνεύματος, τυγχάνοντος ἐν τῷ [ἀνθρώ]πῳ πρὸ τῆς εἰς τὸν Χριστὸν πίστεως.

4

.

287

Δυνατὸν καὶ περὶ τῶν αἰσθητῶν ἀφιδρυμάτων καὶ τῶν περὶ αὐτὰ δαιμόνων εἰρῆσθαι ἐξολεθρεύεσθαι αὐτὰ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τὰ ἀγάλματα δηλοῦται τῇδε τῇ προσηγορίᾳ, ὑπὸ τοῦ ὑμνῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύ‐
5ριον καὶ χρυσίον, πόδας ἔχουσιν καὶ οὐ περιπατοῦσιν», καὶ τὰ ἑξῆς.

4

.

288

Ὅτι δὲ ὁμωνυμοῦσιν αὐτοῖς τὰ ἐμφωλεύοντα τοῖς σηκοῖς αὐτῶν δαιμόνια, ὁ προφήτης Ἠσαΐας διδάσκει ἀρχόμενος ἔνθεν· «Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμα‐ ρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς γλυπτοῖς αὐτῆς,
5οὕτω ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.»

4

.

289

Ὀλολύζοντα εἴδωλα γλυπτά τε καὶ χωνευτὰ οὐ τὰ τεχνι‐ τῶν κατασκευάσματα τυγχάνει, οὐ πεφυκότα ὀλολύζειν· ἐμψύχων γὰρ ἡ ἐνέργεια. Ἔστιν γὰρ ὁ ὀλολυγμὸς φωνὴ ἄσημος ὑπὸ ζῴου ἐκπεμπομένη ὑπὸ πάθους ψυχικοῦ. Διὰ πλειόνων ἀποδέδεικται
5τὸ νόημα τοῦτο ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, μετὰ μαρτυρίου τοῦ ἀπὸ τῆς Σοφίας Σαλωμῶνος, οὕτως ἔχοντος· «Ἐπ’ ἴσης γὰρ μισητὰ Θεῷ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· τὸ γὰρ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.»

4

.

290

Εἴρηται δὲ ταῦτα τῷ σοφῷ περὶ τέκτονος ἀνθρώπου καὶ γλυφομένου ξύλου ὑπ’ αὐτοῦ κατὰ μορφὴν ζῴου, καὶ ὥσπερ οὐ πέφυκεν ὀλολύζειν τὸ ψυχὴν οὐκ ἔχον, ὡς ὑπόγυον ἐλέχθη, οὕτως οὐδὲ κολασθῆναι δυνατῶς ἔχει. Διὸ ταῦτα ἐκλαμβανέσθω
5περὶ δαιμόνων προσπεπατταλωμένων τοῖς ἀψύχοις ἀγάλμασιν.

4

.

291

Ὀλεθρευομένων τῶν εἰδώλων ἀπὸ τῆς γῆς, ἐξαίρονται ἀπ’ αὐτῆς οἱ ψευδομάντεις καὶ ἁπαξαπλῶς οἱ πρόγνωσιν ψευδῆ ἐπαγγελλόμενοι, ψευδοπροφῆται ἐν δίκῃ ὑπὸ τῆς θείας παιδεύ‐
σεως καλούμενοι, τοῦτο αὐτὸ σὺν αὐτοῖς πεισομένου καὶ τοῦ
5ἀκαθάρτου πνεύματος. Πῶς γὰρ τὴν ἐξ ἀσεβείας ἀκαθαρσίαν οὐκ ἔχει τὸ τῶν μάντεων καὶ οἰωνοσκοπούντων πνεῦμα;

4

.

292

Ἐκληφθείη καὶ ἡ λέξις αὕτη περὶ τῶν προστατῶν τῶν αἱρέσεων, πλήρης τυγχανόντων δαιμονίων καὶ πνευμάτων πλά‐ νων. Περὶ γὰρ αὐτῶν ὁ θεσπέσιος γράφει Παῦλος οὕτως· «Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες
5πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν.»

4

.

293

Οὐ ταρακτέον εἰ ἑνικῶς τὸ ἀκάθαρτον πνεῦμα ἐν τῷ προφήτῃ εἴρηται, πληθυντικῶς δὲ τὰ πλάνα πνεύματα ἐν τῇ ἀποστολικῇ γραφῇ. Τὰ γὰρ καθ’ ἕκαστα ἅμα λαμβανόμενα γενι‐ κῶς ἓν καλεῖται πνεῦμα.
5 Εὖ δὲ καὶ τὸ φάναι τὰ ὀνόματα τῶν εἰδώλων ὀλεθρεύεσθαι ὡς μηκέτι μνείαν αὐτῶν εἶναι, τοῦ κόμπου καὶ τῆς βλακείας αὐτῶν, μέχρις προσηγορίας καὶ οὐχὶ δυνάμεως ὑπα[ρχόν]των.

4

.

294

Zach. XIII, 3: Καὶ ἔσται ἐὰ̣[ν] προφητεύσῃ ἄνθρω‐ πος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ
5ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν.

4

.

295

Ἐξαρθέντων ἀπὸ τῆς γῆς τῶν ψευδοπροφητῶν καὶ τοῦ ἀκαθάρτου πνεύματος, εἰ τολμήσειε ἔτι ἀπὸ κάρου καὶ μανίας
ἄνθρωπος προφητεύειν, τοσοῦτον καταγέλαστος καὶ εὐέλεγκτος εἴη, ὡς μηδὲ τοὺς γονεῖς αὐτοῦ πιστεύειν αὐτῷ, ἀλλὰ ψηφί‐
5ζεσθαι θάνατον κατ’ αὐτοῦ, ἀπαγγέλλοντας· «Οὐ ζήσει ἔτι ὅτι ψευδῆ ἐλάλησας ἐπὶ τῷ ὀνόματι Κυρίου», οὐ προφήτης ἀλλὰ ψευδοπροφήτης τυγχάνων.

4

.

296

Ταῦτα ἐλεγχόντων τὸν ψευδοπροφήτην τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, κατατρέχοντες συμποδίζουσιν αὐτόν, ἐλέγ‐ χοντες αὐτοῦ τὰ σοφίσματα καὶ τοὺς ἀπατηλοὺς λόγους.

4

.

297

Ἀμφιβόλως ἐχούσης τῆς λέξεως τῆς «Οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν», διασταλτέον αὐτὴν εἰς ἀμφό‐ τερα τὰ λεκτά. Ὧν τὸ μὲν οὕτω νοηθείη· οἱ γεννήσαντες αὐτὸν ἄνθρωπον ἄνθρωποι καί τι φυλάττοντες γονέων διάθεσιν πρὸς
5αὐτόν, διὰ τὸ ψεύδη ἐν ὀνόματι Κυρίου λαλεῖν συμποδιοῦσιν αὐτὸν καταψηφιζόμενοι. Τὸ δὲ ἕτερον ἀποδοθείη οὕτως· ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ συμποδιοῦσιν αὐτόν, οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν, τεκόντες αὐτὸν ψευδοπροφήτην, ἀνα‐ τροφῇ καὶ τοκετῷ τῷ ἐκ μιμήσεως καὶ διδασκαλίας γεννήσαντες
10αὐτόν, καὶ αὐτῶν δηλαδὴ πεποιωμένων κατ̣[ὰ ψευ]δοπρ[ο]φητι‐ κὴν ἕξιν.

4

.

298

Οὐ μάτην οὐδὲ ὡς ἔτυχεν ὁ τοιοῦτος «ἄνθρωπος» προσηγόρευται, ἀλλ’ ὅτι «ἐν ἔριδι καὶ ζήλῳ» κατὰ σάρκα περι‐ πατῶν ψευδῶς ἔχει τὴν ἀνθρώπου ὀνομασίαν, παραπλησίως οἷς εἴρηται· «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε», καὶ περὶ̣
5τ̣ῶν ἀναξίων τοῦ θείου Πνεύματος ὁ Κύριος λέγει· «Οὐ μὴ κατα‐ μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.»

4

.

299

Zach. XIII, 4—6: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχί‐ νην ἀνθ’ ὧν ἐψεύσαντο. Καὶ ἐρεῖ· Οὔκ εἰμι προφήτης ἐγώ,
5διότι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.

4

.

300

Οἱ πρόγνωσιν ὑπισχνούμενοι αἰσχύνην ὀφλισκάνουσιν διὰ πιπτούσης τῆς προαναφωνήσεως αὐτῶν. Ἐπεὶ τοίνυν ἔλεγχος γέγονεν τοῦ ψευδοπροφήτου οὐ παρὰ τῶν ἀλλοτρίων μόνων ἀλλὰ καὶ τῶν γεννησάντων αὐτόν, τούτου χάριν καταισχύνεται, ἐλεγ‐
5χθείσης αὐτοῦ τῆς προφητείας, ὡς λοιπὸν κακίζειν ἑαυτὸν καὶ ὀλοφύρεσθαι δέρριν ἐνδυσάμενον. Ὁμολογεῖ γοῦν ἄνθρωπος ἐκ νεότητος αὐτοῦ ὑπάρχειν, τῆς νεότητος τὸ νῦν οὐχ ἡλικίαν δηλού‐ σης ἀλλὰ νεαρὸν καὶ ἐπιπόλαιον ἦθος.

4

.

301

Ὁ γὰρ φαῦλος οὐκ ἔχων φρόνησιν πολιὰν οὐδὲ γῆρας τίμιον, βίον ἀκηλίδωτον, σὺν ἀγνοίᾳ διάγει, κατὰ τὸ παροιμιωδῶς λεχθὲν λόγιον· «Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ.»
5Ὁ ταύτην τὴν κατάστασιν χειρίστην οὖσαν ὑπερβὰς παράκλησιν τῷ Θεῷ προσάγει· «Ἁμαρτίας νεότητός μου καὶ τ[ὰς ἀγν]οίας μου μὴ μνησθῇς.»

4

.

302

Ὁ ἐλεγχθεὶς ψευδῆ λαλῶν ἐν τῷ προφητεύειν, καται‐ [σ]χυνθεὶς ἐπὶ τῇ ματαίᾳ ὁράσει, μαντικῇ μᾶλλον καὶ οὐ προφη‐ τείᾳ οὔσῃ, ὁμολογεῖ μὴ εἶναι προφήτης μηδὲ ἐκ προφητῶν εἰς τοῦτο προῆχθαι.

4

.

303

Καὶ ἐπεὶ δέρριν ἐνδεδυμένο̣[ς,] ἐ̣κβιαζόμενος ἀλλ’ οὐ κατ’ ἀλήθειαν ἀρνεῖται τὸ εἶναι προφήτης, λέγεται πρὸς αὐτόν· «Τί οὖν αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν δύο χειρῶν σου;» Πρὸς ὅ φησιν· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου», μηδὲ
5τῶν γεννησάντων με ἀνεχομένων εἶναί με προφήτην, ὡς καὶ πλη‐
γὰς ἐπιφέρειν κατ’ ἐμοῦ.

4

.

304

Δυνατὸν οἶκον τοῦ ἀγαπητοῦ τοῦ ψευδῆ προφητεύοντος εἰπεῖν τὴν ἀγαπηθεῖσαν ὑπ’ αὐτοῦ πληθὺν καταγνοῦσαν αὐτοῦ τῶν μαντειῶν, ὡς ἐπιπόνοις αὐτὸν ὑποβαλεῖν. Καὶ ταῦτα ἀνακτέον πρὸς τοὺς ἑτερογνωμονοῦντας ἐν χριστια‐
5νισμῷ.

4

.

305

Ἡ ἐπεψευσμένη μετάνοια τοῦ δέρριν ἐνδυσαμένου ψευ‐ δοπροφήτου καὶ ἐν Ἠσαΐᾳ φέρεται πρὸς τοὺς μάτην νηστεύοντας καὶ προσευχομένους, ἐλέγχου γινομένου κατὰ τῶν ὑποκριτῶν· «Ἐὰν γὰρ κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ
5σποδὸν ὑποστρώσῃς, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτήν.» Οὐ τοῦτο δ[έ] φημι ὡς οὐδεὶς ὠφελεῖται ἐκ τῆς ἐπιπόνου ἀγωγῆς καὶ σκληρᾶ[ς] διαίτης, γινομένης τότε ἐπωφελῶς ὅταν σὺν μετα‐ νοίᾳ ἐπιτέληται. Νινευῖται γοῦν μετὰ κακίαν πολλὴν μετανοή‐ σαντες κατὰ τὸ τοῦ προφήτου Ἰωνᾶ κήρυγμα, ἔξω γεγόνασιν
10ἀπειληθείσ[η]ς μεγάλης κατασκαφῆς τῆς πόλεως αὐτῶν. Συνᾴ‐ δει καὶ ὁ ὑμνῳδὸς ὅπου μὲν λέγων· «Ἐν τῷ αὐτοὺς παρενο‐ χλεῖν μοι», τοὺς ἐχθροὺς δηλονότι ὁρατούς τε καὶ ἀοράτους, «ἐνεδιδυσκόμην σάκκον καὶ ἐταπείνουν ἐ[ν] νηστείᾳ τὴν ψυχήν [μ]ου», καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ἐθέμην τ̣ὸ ἔνδυμά μου σάκ‐
15κον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.»

4

.

306

Ἐκ τῆς οὕτω γινομένης καταστάσεως σκυθρωποῦ ὑπὲρ κτήσεως ἀγαθῶν, ὁ τυχὼν αὐτῶν, εἰς τὸ ἱλαρὸν μεταβαλών, [λ]έγει· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας
τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην.»

4

.

307

Zach. XIII, 7: Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποι‐ μένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παν‐ τοκράτωρ· πάταξον τὸν ποιμένα καὶ διασκορπισθήτωσαν τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας.

4

.

308

Ἐκ ταύτης τῆς προφητείας μετείληφεν ὁ εὐαγγελιστὴς Μαθθαῖος τὸ λεχθὲν ἐν τῷ κατ’ αὐτὸν Εὐαγγελίῳ, ὅτε, συλ‐ ληφθέντος τοῦ Ἰησοῦ, σκανδαλισθέντων τῶν μαθητῶν καὶ φευ‐ γόντων, εἶπεν· «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου·
5Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα», πάταξιν καὶ πληγὴν λέγων τὸν ὑπὲρ τῆς λογικῆς ἀγέλης θάνα‐ τον τοῦ ποιμένος τοῦ ἀληθινοῦ «τεθεικότος τὴν ψυχὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων», «δοθεῖσαν λύτρον ἀντὶ πολλῶν.»

4

.

309

Περὶ τῆς οὕτως γεναμένης ἐπιβουλῆς τρωθεισῶν τῶν χειρῶν καὶ ὀρυχθέντων τῶν ποδῶν τοῦ ἀρίστου νομέως, αὐτοῦ ἔστιν ἀκοῦσαι τῷ Πατρὶ λέγοντος· «Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου αὐτοὶ προσ‐
5έθηκαν.» Πατάξαντες γὰρ οἱ κυριοκτόνοι ὃν ὁ Θεὸς ὑπὲρ αὐτῶν παραδέδωκεν ἐπὶ τὸ ἄλγος [τῶν τ]ραυμάτων [αὐτο]ῦ προσέθη‐ καν, αὐξήσαντες τὴν ἐ[πιβουλ]ὴν καταδιώκ[οντε]ς αὐτόν.

4

.

310

Τὸ τολμηθὲν ἅγος ὑπὸ τῶν κακῶν ἐπ[....]ά̣μενος, ὁ τὸν ἑαυτοῦ ποιμένα ἔκδοτον ὑπὲρ τῶν [προβ]άτων προέμενος προσ‐ τάττει ἐξ[ε]γε[ρ]θῆναι ῥομφαίαν [κατὰ] τοῦ ἰδίου ποιμένος καὶ τοῦ πο[λί]του αὐτοῦ, —ἐστὶν δ[ὲ ὁ] τῶν Ἑβραίων λαός. Ὁμῶς
5ἡ ἐπαχθεῖσα μάχαιρα ἀπέκτεινεν μὲν τὸν πολίτην, οὐ μὴν ἔβλ̣α̣‐ ψεν τὸν ἀγελάρχην ὑπὲρ φειδοῦς τῆς ποίμνης θάνατον ἀναδεξά‐ μενον.

4

.

311

Πῶς γὰρ οὐκ ἔξω πάσης βλάβης ἔμεινεν ὁ τῷ Θεῷ φάσκων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου»; Αὕτη ἡ
φωνὴ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ φέρεται, ἐκ προσώπου τοῦ [Σωτ]ῆρος ὅλου προφερομένου. Ῥυσθείσης τῆς ψυχῆς ἐκ τῆς
5ῥομφαίας τοῦ τὴν εὐχὴν ἀναπέμψαντος, ὁ πολίτης αὐτοῦ ὑπ‐ έπεσεν τῷ τῆς κολάσεως ξίφει, κατὰ τὸ λεχθὲν ἐν Ἀμὼς τῷ προ‐ φήτῃ· «Ἐν ῥομφαίᾳ τελευτήσωσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Τιμωρίαν τὴν αὐτὴν αἰνίττεται τὸ ὑπὸ Θεοῦ ἐν Σοφονίᾳ τῷ προφήτῃ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.»

4

.

312

Ὑπάρχουσιν Αἰθίοπες οἱ τῇ ῥομφαίᾳ τοῦ Θεοῦ πληττό‐ μενοι, ὅσοι μετέσχον τῆς κακίας καὶ ἁμα̣ρτίας τοῦ διαβόλου, παρονομαζόμενοι ἀπὸ τῆς μελανίας αὐτοῦ. Ἐν γὰρ τῷ Ποιμένι καὶ τῇ τοῦ Βαρναβᾶ ἐπιστολῇ μέλας ὁ Σατανᾶς προσαγορεύεται,
5ἐκπεσὼν ἀπὸ τῆς λαμπρότητος καὶ τῆς ἀρετῆς καὶ τῆς νοητῆς λευκότητος, ἣν μόνος καὶ πᾶς ἔχειν δύναται ὁ λευκαινόμενος ὑπὸ τοῦ Θεοῦ.

4

.

313

Παταχθέντος τοῦ ποιμένος τ[ῷ εἰρη]μένῳ τρόπ[ῳ καὶ] διὰ τοῦτο σκορπισθέντων τῶν προ[βάτω]ν, ἐκτείνει τὴν [χεῖρα] ἑαυτοῦ ἐπὶ τοὺς ποιμένας, τοὺς ἀ[ρχιε]ρέας καὶ πρεσβυτέρους καὶ τοὺς ἰουδαϊκοὺς νομοδιδασ[κάλ]ους συμφρονήσαντας κατὰ τοῦ
5ἀγαθοῦ ποιμένος ὑπ[ὲρ τ]ῶν προβάτων τεθ[ει]κότος ἵνα σωτη‐ ρίαν ἔχωσιν τὴν ἑαυ[το]ῦ ψυχήν. Σκορπισ[μὸ]ς δὲ τοῖς ποιμέ‐ σιν ὑπῆρκται καὶ τῇ ὑπ’ [α]ὐτοὺς ἀγέλῃ ἐκταθείσης ἐπ’ αὐτοὺς τῆς τοῦ Θεοῦ χειρός.

4

.

314

Αὐτάρκως περιγραφέν[τ]ος τοῦ τετάρτου λόγου εἰς τὸ «Ἐκτενῶ τὴν χεῖρά μου ἐπ̣ὶ τοὺς ποιμένας», τοῦ Θεοῦ τοῦτ’ εἰρηκότος, ἀρχὴν τοῦ πέμπτου, παρέχοντος τοῦ μεγαλοδώρου,
ποιησόμεθα ἀπὸ τοῦ ἑξῆς ῥητοῦ οὕτως ἔχοντος.

5

t

[〈Τόμος Εʹ〉]

5

.

1

Zach. XIII, 8—9: Καὶ ἔσται ἐν [τῇ] ἡμέρᾳ ἐκείν[ῃ, λέγει] Κύριος, τὰ δύο μέρη ἐξολεθρευθήσετ̣[αι καὶ ἐ]κλείψει, τὸ δὲ [τρίτον] ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ π[υρὸς κα]ὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον,
5καὶ δοκι[μῶ α]ὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπι‐ καλέσε[ται τ]ὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομ[αι] αὐτῷ, καὶ ἐρῶ· Λαό[ς μ]ου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου.

5

.

2

Καιρὸς ὑπογράφεται ὀνόματι τ[ῆ]ς ἡμέρας δηλούμενος ἐν ᾧ τὰ δύο μέρη τοῦ αἰχμαλωτισθέντος λαοῦ ὀλεθρευθήσεται καὶ ἐκλείψει, τοῦ τρίτου ἀποδεικνυμένου δοκίμου διὰ πυρὸς διερχο‐ μένου, πυρουμένου τε κατὰ τὸ καθαιρόμενον ἀργύριον καὶ δοκι‐
5μαζομένου κατὰ τὸ χρυσίον. Τὸ οὕτω καθαιρόμενον καὶ δοκιμα‐ ζόμενον τρίτον τῶν αἰχμαλώτων, ἐπικαλούμενον τὸ ὄνομα τοῦ Θεοῦ, ἕξει αὐτὸν τὸν Θεὸν ἐπακούοντα καὶ σῴζοντα· ᾧ ἁρμονίως ἕψεται τοὺς μὲν εὐεργετηθέντας λαὸν χρηματίσαι τοῦ ἐπακού‐ σαντος αὐτοῦ, Θεοῦ λοιπὸν αὐτῶν ἀναδεικνυμένου κατὰ τὸν
10τρόπον τοῦ Θεὸν αὐτὸν εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Πάντων μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων ὡς κτίστης Θεός ἐστιν, κατ’ ἐξαίρετον δὲ τῶν πατριαρχῶν λατρευόντων καὶ σεβομένων αὐτόν.

5

.

3

Τούτων ὁλοσχερέστερον τεθεωρημένων, ἀκόλουθον ἰδεῖν τίνα τὰ δύο μέρη τὰ ὀλοθρευόμενα καὶ ἐγκαταλειπόμενα, καὶ
τί τὸ τρίτον τὸ βελτιούμενον καὶ ἀγόμενον εἰς σωτηρίαν.

5

.

4

Ἀρκτέον τῆς διαιρέσεως τῆς εἰς τρία τοῦ αἰχμαλωτισθέν‐ των τῶν Ἑβραίων λαοῦ.

5

.

5

Πολλοὶ τῶν μετοικισθέντων ἐκ τῆς ἑαυτῶν χώρας καὶ πατρίδος εἰς τὴν τῶν κρατησάντων νόμῳ αἰχμαλωσίας, πάντη τ̣[ῆς θεο]σεβείας ἐκπεσ[όντες] εἰδώλοις ἐλάτρευσαν, ὡς δουλεῦ‐ σαι τῇ [..... κ]αὶ τῷ Βὴλ καὶ τῷ δρ[άκ]οντι προσκυνῆσαι, καὶ
5πρὸς τούτοις κω̣[φῇ εἰκ]όνι Ναβουχοδονοσὸρ τοῦ τυράννου, ἑτέ‐ ρων τοῦτο μὲν οὐ π[οιού]ντων, παρανόμως δὲ τὸν ἰουδαϊσμὸν καὶ ὡς οὐ δεῖ μετερχομ[ένω]ν, οἷοι ἦσαν οἱ ἐπιμα[ν]έντες μοιχικῶς ἀλιτήριοι πρεσβύτ[ερο]ι καὶ οἱ ὁμονοήσαν[τε]ς αὐτοῖς κατὰ τῆς σωφρονεστάτης Σω[σ]άννης.

5

.

6

Πρὸς τοῖς εἰδωλολατρήσασιν καὶ παρανόμως ἰουδα[ΐ]ζ̣ου‐ σιν, ἕτερον τάγμα ἄριστον καὶ θεοσεβὲς ἦν ἐν τῇ αἰχμαλωσίᾳ, οὐ δεισιδαιμονῆσαν, οὐ τὸν νόμον παραβαῖνον, ἀλλ’ ἅγιον καὶ Θεῷ εὐαρεστοῦν, ἐξ οὗ πολλοὶ ἄνδρες ἀνεγράφησαν ἅγιοι, ὧν ἐστιν ὁ
5σαφηνιζόμενος προφήτης Ζαχαρίας, Δανιήλ τε καὶ οἱ ἀμφὶ τὸν Ἀζαρίαν, Ἰεζεκιὴλ ὁ προφήτης καὶ ὁ τοῦ Ἰωσεδὲκ ἱερεὺς μέγας Ἰησοῦς καὶ ἕτεροι πλείονες, ἠθικῆς ἀρετῆς καὶ τῆς γνώ‐ σεως τῆς ἀληθείας καὶ τοῦ Θεοῦ μεταποιούμενοι.

5

.

7

Τὰ ἀσεβῆ μέρη δύο, τὸ ἑλληνικὸν καὶ ἰουδαϊκόν, δι’ ἃ ἔπραξαν ὄντα κολαστέα ἐξολοθρεύεται καὶ ἐκλείπει, ὅπως δι’ ἐπι‐ πόνου ἀγωγῆς ἀποβάλωσι τὰς προσγεναμένας βλάβας. Οὗ πραχθέντος, κρίσει τῆς θείας προνοίας τὸ διασταλὲν πρὸς τὰ δύο
5μέρη τρίτον ἁγιάζετ̣αι καὶ βελτιοῦται ὑπὸ τοῦ δοτῆρος τῶν ἀγα‐ θῶν Θεοῦ [Λό]γου, διαγόμενον διὰ πυρὸς τοῦ καθαίροντος καὶ
«ζέοντας τῷ πνεύματι» ποιοῦντος, περὶ οὗ αὐτὸς ὁ πάντας σῴζων λέγει· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἀνήφθη», καὶ πάλιν· «Πᾶς πυρὶ ἁλισθήσεται.»

5

.

8

Περὶ αὐτοῦ καὶ ὁ μέγας Ἰωάννης, «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν ἠγέρθη», διδάσκει περὶ μὲν ἑαυτοῦ· «Ἐγὼ ἦλθον βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν», περὶ δὲ τοῦ Σωτῆρος τῶν
5ὅλων· «Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί», ἁγιάζων καὶ καθαίρων δηλονότι τοὺς μὲν [διὰ Πνεύματος ἁ]γίου, τοὺς δὲ [διὰ πυ]ρός, ἢ τοὺς αὐτοὺς ἔν τε τῷ ἁγί[ῳ Πνεύματι] καὶ τῷ πυρί.

5

.

9

Οἱ δι[ὰ πυρὸς] ἐληλυθότες, ὄντες τὸ τρίτον τῶν α[ἰχ]μα‐ λώτων τὸ βε[λτιού]μενον, ᾧ ἐπένευσε Θεὸς ἐπικαλουμένῳ, ἐκ προσώπου τοῦ ἑ[αυτ]ῶ̣ν πρὸς τὸν ὀρέξαντα σωτηρίαν φασίν· «Ἐδοκίμασας ἡμᾶς, ὁ [Θεός, ἐ]πύρωσας ἡμᾶς, ὡς πυροῦται
5τὸ ἀργύρι̣[ον]· εἰσήγαγες ἡμᾶς [εἰς τ]ὴ̣ν παγίδα, ἔθου θλίψεις ἐνώπιον ἡμῶν» —ἢ «εἰς νῶτον ἡμῶν»· [φ]έρεται γὰρ καὶ οὕτως ἐν πλείστοις ἀντιγράφοις—, «ἐπεβίβασας ἀν[θρώπο]υς ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθαμεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.»

5

.

10

Ἰσοδυναμούντως καὶ ἐν Ἠσαΐᾳ πρὸς τὸν εὐεργετούμενον ὁ βοηθῶν λέγει· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέρχῃ δι’ ὕδατος, ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διαβαίνῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε, ὅτι μετὰ σοῦ εἰμι.» Πότε δέ
5τις διὰ πυρὸς διερχόμενος ἀβλαβὴς μένει, ἢ ὅτε τὴν Θεοῦ φωνὴν κέκτηται περὶ ἧς εἴρηται· «Φωνὴ Κυρίου διακόπτοντος φλόγα
πυρός»; Ὡς γὰρ διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης τῇ ἁγίᾳ ῥάβδῳ διέβη ὁ λαὸς χωρὶς πάσης ζημίας, οὕτω τῆς φλογὸς τοῦ πυρὸς διακοπτομένης καὶ διαιρουμένης ἄνευ τοῦ ὑπὸ φλογὸς κατα‐
10καῆναι ἡ διάβασις ἀνύεται.

5

.

11

Τὸ ὑπολειφθὲν τρίτον ἐν τῇ πληθύϊ τῇ ἑβραϊκῇ, τῶν δύο μερῶν ὀλεθρευθέντων καὶ ἐκλειψάντων, ἐδοκιμά[σ]θη κατὰ τὸ νοητὸν χρυσίον τε καὶ ἀργύριον διὰ πυρὸς διαβάν. Τούτῳ παρα‐ πλησίως ἐν τῇ Σοφίᾳ φέρεται· «Ὡς δοκιμάζεται ἐν καμίνῳ
5χρυσίον καὶ ἀργύριον, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» Τὴν αὐτὴν νόησιν ἔχει καὶ ὃ γράφει ὁ ἀπόστολος Πέτρος ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ, προτρεπόμενος γενναίως καὶ μεγαλοψύχως φέρειν τὰ θλιβερά, μάλιστα τὰ ὑπὲρ τῆς πίστεως.

5

.

12

Ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Ἐν ᾧ ἀγαλλιᾶσθε, εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα ᾖ τὸ δοκίμιο[ν τῆς] πίστεως ὑμῶ[ν πολυ]τιμότερον χρυσίου διὰ πυρὸς [δοκιμα]ζομένου· οὕτω γὰ[ρ
5εὑρ]εθήσεται εἰς ἔπαινον καὶ δόξαν.» [Συμφ]ώνως φέρεται καὶ Ἰάκωβος προσφωνῶν τοῖς μαθηταῖς [τοῦ ε]ὐαγγελίου· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοὶ ἀγαπητοί, ὅ[ταν π]ειρασμοῖς περι‐ πέση[τε] ποικίλοις, γινώσκοντες ὅτι τὸ δ̣[οκί]μιον ὑμῶν κατεργ̣[ά‐ ζε]ται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργο[ν] τέλειον ἐχέτω, ἵνα ἦτε
10τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λ[ει]πόμενοι.»

5

.

13

Οὕτω γὰρ διατεθέντες οἱ πρὸς οὓς ὁ λόγος, πυρωθέντες ὡς τὸ ἀργύριον κατὰ τὸν λόγον καὶ δοκιμασθέντες ὡς τὸ χρυσίον κατὰ τὸν νοῦν ἑαυτῶν, ἕξουσιν τὸν Θεὸν ἐπακούοντα, ἐπικαλούμενοι τὸ ὄνομα
5αὐτοῦ, ὡς αὐτοὺς μὲν λαὸν χρηματίσαι τοῦ εὐεργέτου, αὐτὸν δὲ Θεὸν αὐτῶν.

5

.

14

Βασανιστέον καὶ ἑτέρως τὸ ἐκκείμενον ῥητόν. Ἐν τῇ τοῦ
Χριστοῦ Ἐκκλησίᾳ, εἰσί τινες δεισιδαιμονοῦντες καὶ ἄλλοι παρ’ αὐτοὺς ἰουδαΐζοντες, ὡς αὖ καὶ γνησίως θεοσεβοῦντες, ἐν οἷς σοφίαν λαλοῦσιν τελείοις οὖσιν οἱ ἀπόστολοι, προκοψάντων πάν‐
5των ὡς φθάσαι «εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ».

5

.

15

Ἐκλείψει τὰ δύο μέρη ὀλοθρευόμενα, ἵνα μηκέτι δεισι‐ δαιμονῶσιν ἢ ἰουδαΐζωσιν κατὰ τοὺς ἐβιωναίους. Τούτ̣ου γὰρ ἀνυσθέντος, οἱ τέλειοι τῆς Ἐκκλησίας μόνοι ὑπολειφθήσονται ἐν αὐτῇ, ἵνα αὐτοὶ μὲν «Θεοῦ λαὸς» χρηματίσωσιν, αὐτὸς δὲ
5«αὐτῶν Θεὸς» ὁμολογηθῇ.

5

.

16

Ἐπίστησον ἀκριβῶς εἰ καὶ τρίτη θεωρία λεχθῆναι δύνα‐ ται εἰς τὰ προκείμενα. Ἑκάστη τῶν ἀρετῶν μέση κεῖται κακιῶν δύο, ὑπερβολῆς καὶ ἐλλείψεως· ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, ἣ μὲν μέση ἐστὶν θρασύτητος καὶ δειλίας, ἣ δὲ ἀκολασίας καὶ ἠλι‐
5θιότητος, ὡς αὖ ἡ εὐσέβεια ὑπ̣[ερβολὴ]ν̣ ἔχει τὴν δεισι[δαιμο‐ νί]α̣ν, ἔλλειψιν δὲ τὴν ἀσέβειαν. Ὁμ[οίως κα]ὶ ὁ ἐλευθέριος κ̣[οινων]ικὸς καὶ μεταδοτικὸς ὑπάρχων̣ [ἕ]ξ̣ιν ἔχει βελτίστη[ν, ἧς ἀ]σωτία ὑπερβολή, ἔλλειψις δὲ φειδω[λί]α̣.

5

.

17

Καὶ ἐπεὶ τῶν ἁμαρ[ταν]όντων οἳ μὲν κατὰ τὰς ὑπερβο‐ λ[άς,] θρασύτητα, δεισιδαιμ[ονί]α̣ν, ἀσωτίαν πεποίωνται, οἳ δὲ κ[ατὰ τ]ὰς ἐλλείψεις, ἀσέβ[ειαν,] δειλίαν, φειδωλίαν, ἀναγκαίως τὰ δύ[ο] τάγματα καὶ μέρη τα[ῦτ]α ὀλοθρεύεται καὶ ἐκλείπει
5τιμωρίᾳ ὑποπεσόντα, τοῦ τρίτ[ο]υ τελειουμένου, πυρουμένου καὶ δοκιμαζομένου κατὰ τὸ ἀργ[ύ]ριον καὶ τὸ χρυσίον, ἅ ἐστιν λόγος καὶ νοῦς, τῷ κατὰ τὰς ἀντακολουθούσας ἀρετὰς δεδοκιμάσθαι
καὶ τετελειῶσθαι ὑπερβεβηκότος τὰς ἐλλείψεις καὶ ὑπερβολάς.

5

.

18

Ῥηθείη ἐκ περιουσίας καὶ ἑτέρα ἐπιστημονικὴ νόησις οὕτως· «οἱ φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ», ὑλικῆς προαι‐ ρέσεως μετέχοντες, ἀκάθαρτοι τυγχάνουσι, προσεοικότες τῇ πρός τινων λεγομένῃ ἀορίστῳ δυάδι. Καὶ κατὰ τὴν γραφὴν γοῦν τὰ
5ἀκάθαρτα τῶν ζῴων δύο δύο παραλαμβάνονται, τῶν καθαρῶν οἰκειουμένων τῇ ἀδιαφθόρῳ παρθένῳ ἑβδομάδι ἑπτὰ ἑπτὰ εἰσα‐ γομένων εἰς τὴν κιβωτόν. Καὶ ἐπεὶ οἱ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντες δυάς εἰσιν, ἐκλείπει καὶ ὀλοθρεύεται ἡ τούτων ποιότης, ἵνα τὸ τρίτον ἀναδειχθῇ δόκιμον «τῶν φορούντων τὴν εἰκόνα τοῦ
10ἐπουρανίου» γένος.

5

.

19

Ἑκάστῃ τῶν ἀποδόσεων ἐφαρμόσει ὁ σοφὸς ἑκάστην λέξιν τοῦ προκειμένου.

5

.

20

Δυνατὸν ἐκλαβεῖν τὸ τρίτον ὑπολείπεσθαι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα τὰ προαναφωνηθέντα γενήσεται.

5

.

21

Zach. XIV, 1—2: Ἰδ[οὺ] ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυν‐
5θήσονται, καὶ ἐξελεύσεται [τὸ ἥμι]συ τῆς πόλε[ως ἐν α]ἰχμα‐ λωσίᾳ, οἱ δὲ κατάλοιποι τ[οῦ λαο]ῦ μου οὐ μὴ ἐξο̣[λεθρευ]θῶσιν
ἐκ τῆς πόλεως.

5

.

22

[Ἡμέρα]ς τοῦ Κυρίου λέγει καθ’ ἃς ἐπιφέρεται [τοῖς] ὑπαιτίοις τὰ ἐπίπον[α] καὶ κολαστικά, καὶ ἔστιν ἐκ πλειόνων [μαρ]τύρασθαι τῇ νοήσει. Καὶ ἐν Ἠσαΐᾳ γοῦν ὁ τῶν τιμωριῶν κα[ιρὸ]ς Θεοῦ ἡμέρα κέκλητ[αι οὕ]τως· «Ἡμέρα Κυρίου ἀνία‐
5τος ἔρχεται [θυ]μοῦ καὶ ὀργῆς θεῖνα[ι τὴ]ν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺ[ς] ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.»

5

.

23

Ἐπεὶ τοίνυν φοβερὰ ἀπαγγ[έ]λλει ἔσεσθαι τοῖς καθ’ ὧν ἀγανακτεῖ Θεὸς διὰ κρατήσασαν αὐτῶν ἀσέβειαν καὶ τὰς ἄλλας ἁμαρτίας, εἰκότως φησὶν ἡμέρας ἔσεσθαι τοῦ Κυρίου ἐν αἷς οἰκτίστη ἔσται κακοπραγία τῇ τε Ἰερουσαλὴμ καὶ τοῖς πολίταις
5αὐτῆς. Τί γὰρ οὕτως οἴκτιστον καὶ ἀνιαρὸν ὡς τὰ σκῦλα ἃ ἔλα‐ βον οἱ ἐπελθόντες πολεμίοι διαμερίζεσθαι ἐν μέσῳ αὐτῆς διὰ πολλὴν ὑπάρξασαν ἀσθένειαν; Οὐκ ἀεὶ δὲ συμβαίνει τοῦτο· ἔστιν γὰρ ὃτε οἱ σκυλεύσαντες μακρὰν τῆς πόλεως, μᾶλλον δὲ τῆς χώρας, τὰ λάφυρα ἀπαγαγόντες μερίζονται, δεδιότες μὴ διαιρού‐
10μενοι αὐτὰ ἐν τῇ πόλει κωλυθῶσιν ὑπ’ ἀναπνευσάντων τῶν ἑαλω‐ κότων.

5

.

24

Τοῦ λόγου φ[ή]σαντος· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσοντ[α]ι τὰ σκῦλά σου ἐν μέσῳ σου», ὁ Κύριος εὐθέως λέγει συνάξειν ἐπ’ αὐτοὺς πάντα τὰ ἔθνη εἰς πόλεμον, καθὼς ἡμέρα γίνεται παρατάξεως, στρατευομένων τῶν
5συναγομένων ἐθνῶν πρὸς τὸ ἐκπολεμηθῆναι τὴν Ἰερουσαλήμ. Πρὸς γὰρ αὐτὴν ἀπαγγέλλεται τὸ διαμερισθῆναι τὰ σκῦλα αὐτῆς ἐν αὐτῇ, καὶ ἔτι τὰς οἰκίας τῶν οἰκητόρων προνομευθήσεσθαι, καὶ μολυνθή[σ]εσθαι τὰς γυναῖκας αὐτῶν.

5

.

25

Ὅνπερ γὰρ τρό‐
πον ἐπώδυνον [καὶ σ]φόδρα ἀνιαρό[ν ἐστιν] τὸ ἐπ’ ὄψεσιν τῶν πολιτῶν μερίζε̣[σθαι το]ὺς κρατήσα̣[ντας], μάλιστα ὅτε μὴ μόνα τὰ κοινὰ [καὶ] δημόσια κειμήλ[ια ἀλλ]ὰ καὶ τὰ ἑκάστου, προνο‐
5μευομένων [τ]ῶν οἰκιῶν αὐτῶ[ν, μᾶ]λλον δὲ τούτων ἁπάντων λυπηρόν τε καὶ ἐπαχθὲς [ὑπ]ά̣ρχει τὸ μολύνεσθαι αἰσχρῶς τὰ[ς γ]υ̣ναῖκας, ὁρώντω[ν τ]ῶν συμβιούντων κωλύειν τὸ ἀθ̣[έμ]ιτον μὴ δυναμέ̣[ν]ων, ἀσθενείας πολλῆς κρατησάσης, ὡς καὶ τὸ ἥμισυ τῆς πόλεω̣[ς] αὐτῆς ἀποσπασθῆναι ἔξω τοῦ ἰδίου ἄστεως, οὐδὲν
10τοιοῦτον πεισομένων τῶν ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ φρουρουμέ‐ νων. Οὗτοι δέ εἰσιν οἱ συμπληροῦντες τὸ τρίτον, εἰρημένον σῴζεσθαι μετὰ τὸ ἐξολεθρευθῆναι τὰ δύο μέρη καὶ ἐκλεῖψαι.

5

.

26

Τοιαύτην τινὰ ὠμοτάτην προνομὴν καὶ ἐν Ἠσαΐᾳ ἀπει‐ λεῖ ὁ θεῖος λόγος· ἔχει δ’ οὕτως ἡ προφητικὴ λέξις· «Οἵτινες συνηγμένοι εἰσίν», συνεστραμμένοι πρὸς ἑαυτούς, «μαχαίρᾳ πεσοῦνται· καὶ τὰ τέκνα ὑμῶν ἐνώπιον ὑμῶν ῥήξουσιν, καὶ τὰς
5οἰκίας ὑμῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας ὑμῶν ἕξουσιν.»

5

.

27

Δείκνυται ἡ ὑπερβολὴ τοῦ τὰς γυναῖκας ἐπίπροσθεν τῶν συνοικούντων ἀνδρῶν βίαν πάσχειν ὑπὸ τυραννούντων πολεμίων καὶ ἐκ τοῦ λεχθέντος πρὸς τὸν φαῦλον ἱερέα Ἀμεσσίαν ὑπὸ τοῦ ὀξὺ καθορῶντος προφήτου Ἀμώς· «Ἡ γυνή σου ἐν τῇ πόλει
5ἐκπορνεύσει, καὶ ἡ γῆ σου σχοινίῳ καταμετρηθήσεται.» Ἀμφό‐ τερα δὲ τὰ ἠπειλημένα ἀνιαρὰ καὶ ὀδύνην ἐμποιοῦντα τοῖς συμβιοῦσιν ὁρῶσιν τὰς συνοίκους ἔνδον ἐν τῇ πόλει καὶ μὴ ἔξω αὐτῆς, φθειρομένων τῶν γαμικῶν δικαίων πρὸς ἀγριοτάτων ἐχθρῶν, κα[ὶ ἰδίαν] γῆν ἐν σχοι[νίῳ κα]ταμετρεῖσθαι, παρόντων
10τῶν κ[τητόρ]ων καὶ τὴν βί[αν κωλ]ῦσαι μὴ σθενόντων.

5

.

28

Συνέβη [....]μα τοιαῦτα πολὺ̣ [τὸ] ἀπάνθρωπον ἔχοντα τοῖς οἰκο̣[ῦσι] τὴν Ἰερουσαλὴμ καὶ τὴ̣ν̣ Ἰουδαίαν, ἁλόντων τῶν
Ἰουδαίω[ν τ]οῖς ἔθνεσιν διὰ [τὸ] ἅ̣γος ὃ ἀνεδέξαντο κυριοκτονή‐ [σ]α̣ντες. «Φρυαξάντ[ων γὰ]ρ τῶν ἐθνῶν καὶ κενὰ καὶ μάταια
5τῶν λαῶν μελετησάντων, παραστάντων τε τῶν βασιλέων καὶ τῶν ἀρχόντων ἐπὶ τὸ αὐτὸ συναχθέντων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἐνεγέλασεν αὐτοὺς ὁ Θεὸς καὶ ἐξεμυκτήρισεν, ἐν ὀργῇ λαλήσας κατ’ αὐτῶν καὶ ἐν τῷ ἰδίῳ θυμῷ συνταράξας αὐτούς», ὡς τὰ αὐτὰ τὸν Ἀπόστολον γράψαι περὶ τῶν τὸν
10Κύριον ἀποκτεινάντων καὶ τοὺς προφήτας καὶ ἐκδιωξάντων τοὺς ἀποστόλους· «Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.»

5

.

29

Εἴρηται καὶ πρότερον ὡς ἰουδαϊκὸς ἱστοριογράφος, Ἰώσιπ‐ πος ὄνομα αὐτῷ, ἀνέγραψεν ἀληθῶς καὶ κατὰ ἀκρίβειαν τὰς ἐπελ‐ θούσας τῷ ἔθνει συμφοράς τε καὶ λιμοὺς καὶ ἄλλας πολὺ τούτων ἀνιαρωτάτας κ[α]κοπραγίας, ἃ θεωρῆσαι ἔστιν τὸν φιλόκαλον
5ἀναγνώσμασιν χαίροντα συντείνουσιν πρὸς φιλομάθειαν καὶ φόβ[ο]ν τοῦ μὴ παθεῖν τὰ αὐτά.

5

.

30

Καταλοίπους λέγει μὴ ἀποσπωμένους ἔξω τῆς πόλεως ὑπὸ τῶν ὠμῶν τυράννων, οὓς διάγων ὁ Θεὸς ἐν πυρὶ πυροῖ, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον δοκιμάζει, ὑπὲρ τοῦ γνωσθῆναι τὸ ἐπίδοξον καὶ ἐπίτιμον αὐτῶν.

5

.

31

Zach. XIV, 3—4: Καὶ̣ ἐξελεύσεται Κύριος καὶ πα‐ ρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. Καὶ [σ]τήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶ[ν ἐλαι]ῶν τὸ κατέν[αντι
5Ἰερουσαλὴ]μ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τ[ὸ ὄρος τ]ῶν ἐλαιῶν, τ[ὸ ἥμισυ] αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμι[συ] α̣ὐτοῦ πρὸς θάλα[σσαν,] χ̣άος μέγα σφόδρα.

5

.

32

Ἀσώματο[ς] ὢν ὁ Θεός, μᾶλλον δ[ὲ ὑπ]ε̣ρέκεινα πάσης νοερᾶς οὐσία[ς], ἀνεπί[δ]εκτός ἐστιν τῶν [προ]σ̣όντων τοῖς σώμα‐ σιν, χρωμ̣[άτ]ων καὶ σχημ̣άτων κ[αὶ μ]εγεθῶν φημι, ὅθεν ἀόρα‐ τος ὑπ[άρχε]ι. Πᾶσα γὰρ ἀνάγκ[η τ]ὴν ὁρατὴν οὐσίαν ὑπὸ
5σχήματα καὶ̣ μ̣εγέθη, χρώματά τε [κ]αὶ τὰ παραπλήσια ὑπάρχειν, ἀλλὰ ἀόρατος ὁ Θεός, ὡς πολλα[ὶ λ]έξεις τῶν γραφῶν μαρτυ‐ ροῦσιν, νοερὰ οὐσία τυγχάνων, [ο]ὐδὲ μεταβατικῶς κινεῖται, οὐδ’ ἐν τόπῳ τὸ σύνολον ὑπάρχει.

5

.

33

Ἀρκεῖ ἐπὶ τοῦ παρόντος μαρτυρίας παραλαβεῖν τὰς οὕτως ἐχούσας· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου», καὶ πάλιν· «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ Θεῷ.» Ταῖς ἀποστολικαῖς λέξεσιν καὶ αἱ
5εὐαγγελικαὶ τὸ αὐτὸ δηλοῦσιν· ἥ τε οὕτως ἔχουσα· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐξηγήσατο», καὶ πάλιν· «Οὐχ ὅτι τὸν Θεὸν ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός.»

5

.

34

Ἐπεὶ τοίνυν ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγεται καὶ φρο‐ νεῖται, τὰ σωματικώτερον περὶ αὐτοῦ οἰκονομικῶς ἐν ταῖς θείαις
γραφαῖς ἀναγγελλόμενα νοητῶς καὶ θεοπρεπῶς ἐκλημπτέον.

5

.

35

Ὅνπερ γὰρ τρόπον λέγοντος αὐτοῦ ἐν τῷ προφήτ̣ῃ· «Οὐκ ἠλλοίωμαι», καὶ τῶν θεολόγων ὁμοδόξως λεγόντων, τοῦ μὲν ὑμνῳδοῦ πρὸς τὸν δοξολογούμενον λέγοντος· «Σὺ δὲ ὁ αὐτὸς εἶ», καὶ τό· «Σὺ δὲ διαμενεῖς», τοῦ δὲ Ἰακώβου γράφοντος
5περὶ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φωτῶν, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ [ἢ τροπῆ]ς ἀποσκίασ[μα», καὶ κ]αθὼς ἐκλαμβάνομεν καὶ διανοο[ύμεθα] τὰς περὶ μετα[νοία]ς̣ καὶ ὀργῆς αὐτοῦ καὶ τῶν παραπ[λησί]ων λέξεις, οὕτω, ἀσ̣[ωμ]ά‐
10του ὑπάρχοντος, τὰς περὶ [τοῦ] ἀναβαίνειν καὶ καταβαίνειν, ἐξιέναι τε καὶ εἰσιέναι φω[νὰς] ἁρμονίως τῇ περὶ α[ὐτο]ῦ νοήσει ἐκδεχόμεθα. Ὅθεν ἐν τῇ ἐ[κ]κειμένῃ προφητείᾳ κ̣[ειμ]έ̣νου· «Ἐξελεύσεται Κύριος», οὐ μεταβατικ[ὴ]ν κίνησιν φανταζόμεθα· σωμάτων γὰρ αἱ τοιαῦται κινήσ[ει]ς.

5

.

36

Ἐπεὶ τοίνυν μὴ ἁρμόζει περὶ ἀοράτου οὐσίας ὁμολογεῖν τα[ῦτ]α, φέρονται δὲ ἐν τοῖς θεοπνεύστοις λογίοις, ἐπιστατέον πῶς εὐσεβῶς αὐτὰ δεῖ νοῆσαι.

5

.

37

Πηγὴ ἀγαθότητος καὶ «πλήρης χάριτος καὶ ἀληθείας» τυγχάνων, ὁ πάντων αἴτιος συγκαταβαίνων τοῖς οἰκονομουμένοις ὑπ’ αὐτοῦ ἔξω πως ἑαυτοῦ γίνεται. Ἀμέλει γοῦν ἐν Εὐαγγελίοις ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ ἐκ τοῦ
5Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.» Τῇ αὐτῇ νοήσει πρὸς αὐτὸν ὁ προφή‐ της Ἁμβακοὺμ ἀνεφθέγξατο· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λα[ο]ῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.»

5

.

38

Καὶ ὥσπερ ἐξέρχεται καὶ ἥκει πρὸς τοὺς σῳζομένους, οὕτω πολλῷ μᾶλλον ὅτε ὀργίζεται ἢ πολεμεῖ. Ἐν μὲν γὰρ τῷ Μιχαίᾳ γέγραπται· «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ οἴκου αὐτοῦ, καὶ ἔσται ἐν
5ἡμῖν εἰς μαρτύριον καὶ καταβήσεται», καὶ ἐν Ἠσαΐᾳ· «Κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.»

5

.

39

Θεοπρεπῶς τούτων θεωρουμένων, ἐξέρχεσθαι Θεὸς λέγε‐ ται «ἐπὶ τὰ ἔθνη, ἵνα παρατάξηται ἐπ’ αὐτῶν ὡς ἐν ἡμέρᾳ πολέμου» ὅτε «καὶ στήσονται οἱ [πόδες αὐ]τοῦ εἰς τὸ τ[ῶν ἐλα]ιῶν ὄρος τὸ κατ’ ἀνατολάς»· ποῦ [γὰρ δεῖ σ]τῆναι τοὺς
5πό[δας αὐ]τοῦ οὐκέτι κινουμένου ἀγανακ[τη]τικῶς κατὰ τὸν̣ [ἤδη] πρότερον εἰρημένον· «Καὶ Κύριος σαλπ[ιεῖ] καὶ πορεύσεται ἐ[ν ἀπει]λῇ ὀργῆς αὐτοῦ»; Τούτῳ τῷ τρ[ό]πῳ παραβὰς ὁ Ἀδὰμ ἤκου[σεν τ]ὴν φωνὴν τῶν ποδῶν τοῦ Θεοῦ τ[ὸ δειλ]ινόν, αἴσθη‐ σιν λ̣[αβ]ὼν ἐγκαταλιπόντος καὶ βαδίσ[αν]τος ἀπ’ αὐτοῦ τοῦ
10συ̣[νό]ντος πρότερον καὶ συνομιλοῦντος.

5

.

40

Ταύτῃ τῇ διανο[ίᾳ] εἶπεν ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ τοῖς ἔξω τῆς ἀληθείας γεν̣[α]‐ μένοις Ἰουδαίοις· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», καὶ [π]ρότερον ἐν τῷ προφήτῃ· «Ἐγκατέλιπα τὸν οἶκόν μου,
5ἀφῆκα τὴν κληρονομίαν μου», καὶ τὰ ἑξῆς. Πλὴν εἰ καὶ ἔξω γέγονεν τῶν δι’ ἀσέβειαν ἐγκαταλειφθέντων, ἀλλ’ οὖν ἀκραδάντως ἵστανται οἱ πόδες αὐτοῦ εἰς τὸ ὄρος ἔνθα φυτεία ἐστὶν καρπὸν φέρουσα σωστικὸν καὶ φυλακτικὸν τοῦ θείου φωτὸς καὶ λύοντα
νόσους καὶ πόνους. Ἵστανται δὲ οὐκ ἐν ταπεινῇ φυτείᾳ, ἀλλ’ ἐν
10ὕψει καὶ ὄρει μενούσῃ, ἐξ ἀνατολῶν τοῦ θείου φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης.

5

.

41

Τί δὲ ὑπῆρκται, στάντων τῶν ποδῶν τοῦ Κυρίου πρὸς ἀνατολὰς τοῦ ὄρους τῶν ἐλαιῶν, ἢ διαιρεθῆναι τὴν θείαν φυτείαν, ἵνα τὸ μὲν αὐτῆς πρὸς ταῖς [ἀ]νατολαῖς τὰς ῥίζας βαλὸν δια‐ μείνῃ, τοῦ λοιποῦ εἰς θάλασσαν μεταβάντος, ἔνθα χάος ἐστὶν
5σφόδρα. Καὶ ἐπεὶ ἔστιν ἐν τῇ γραφῇ ἐπαινετὰς ἐλαίας εὑρεῖν καὶ ψεγομένας εἰς ταὐτὸν συναγομένας, ἰδῶμεν ποῖαι τούτων ἐν τῷ φωτὶ καὶ τῇ ἀνατολῇ κατάκεινται καὶ ποῖαι εἰς τὴν θάλασσαν ἀπέκλιναν.

5

.

42

Ὁ ἅγιος ὑμνῳδὸς κελαδῶν περὶ ἑαυτοῦ ἀπαγγέλλει· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ εὐλάβειαν κατορθώσαντος, ἐν μιᾷ ᾠδῇ τῶ[ν ἀνα]βαθμῶν φέρ[εται· «Μακά]ριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή [σου
5ὡς] ἄμπελος εὐθη[νοῦσα ἐ]ν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ [υἱοί σο]υ ὡς νεόφυτα ἐλ[αιῶ]ν κύκλῳ τῆς τραπέζης. Ἰδοὺ οὕτως [εὐλογ]ηθήσεται ἄνθρωπος ὁ [φο]βούμενος τὸν Κύριον. Εὐλογή‐ σαι σε Κύριος ἐκ [Σιώ]ν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.»

5

.

43

Οὐ[δεὶς τ]ῶν ἐντυγχανόντω[ν γν]ησίως τῇ ᾠδῇ ταύτῃ οὕτως βραδὺ[ς] καὶ εὐήθης ὑπάρχ[ει ὡς] νομίσαι ὅτι πάντα ταῦτα τὰ ἐπηγγ[ελ]μένα παντὶ εὐλαβ[εῖ π]ρόσεστιν, πολλῶν κεκτημέ‐ νων φ[ό]βον Θεοῦ τελειοῦντα τὸν ἔχοντα, κατὰ τὸ γεγραμμένον·
5«Οὐκ ἔστιν [σ]τέρημα τοῖς φοβουμένοις αὐτόν», δῆλον δ’ ὅτι τὸν Θεόν, οὐδαμῶς τὰ αἰσθητὰ ἐσχηκότων.

5

.

44

Ἠλίας γοῦν, ὁ μέγας προφήτης, καὶ Ἐλισαῖε, ὁ μαθη‐ τὴς αὐτοῦ, καί, τί λέγω, ὁ βαπτιστὴς Ἰωάννης «οὗ μείζων
οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» γέγονεν, οὐδὲν τῶν ἐξηριθμη‐ μένων αἰσθητῶς ἔσχον, οὐδαμῶς συνοικήσαντες γυναιξίν, οὐκ
5αἰσθητὰ τέκνα ἐσχηκότες, ἀλλ’ εἰ καὶ τῶν αἰσθητῶν τούτων οὐδα‐ μῶς μετέσχον, ἀλλά γε κατὰ ἀναγωγὴν καὶ υἱοὺς καὶ υἱωνοὺς ἔσχον, εὐλογηθέντες ὑπὸ τοῦ Θεοῦ ἐν τῇ Σιὼν καὶ ἑωρακότες τὰ ἀγαθὰ τῆς ἀληθινῆς Ἰερουσαλήμ, προσεληλυθότες τῷ τῆς Σιὼν ὄρει καὶ τῇ Ἰερουσαλὴμ τῇ ἐπουρανίῳ οὔσῃ πόλει τοῦ ζῶντος
10Θεοῦ.

5

.

45

Αἱ οὕτως ἀποδοθεῖσαι ἐλαῖαι καὶ τὰ νεόφυτα αὐτῶν ἐν τῷ ὄρει τῶν ἐλαιῶν πρὸς τῇ ἀνατολῇ τὴν φυτείαν ἔχουσιν, μεταφυ‐ τευθησόμεναι εἰς τὸν παράδεισον ὃν ὁ Θεὸς ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ οὐ παράδοξον τὸ ἀπαγγελλόμενον· εἰ γὰρ
5ὁ μετανοήσας λῃστής, ὁμολογήσας βασιλέα τὸν Σωτῆρα, ἤκου‐ σεν ὑπ’ αὐτοῦ· «Σήμερον ἔσῃ μετά μου ἐν τῷ παραδείσῳ», πῶς οὐ πολλῷ πλέον δέξονται τὴν τοιαύτην ὑπόσχεσιν οἱ τὸν πάντα βίον αὐτῶν ἢ τὸν πλείονα οὕτω πολιτευσάμενοι, ὡς φάναι μετὰ παρρησίας· «[Ἡμῶν γὰρ π]ολίτευμα ἐν [οὐρανοῖς]
10ὑπάρχει», καὶ πάλιν· «Ἐπὶ γῆς [στενάζον]τες τὸ πολίτ[ευμα ἐ]ν οὐρανοῖς ἔχομεν.»

5

.

46

Εἰς τὴν μακα[ρίαν τα]ύτην πρὸς ἀνα[γωγὴν] φυτείαν τακτέον καὶ τὴν ἐγκ[εντρισθ]εῖσαν ἀγριελαίαν̣ [εἰς τ]ὴν ἁγίαν ῥίζαν καὶ πιότητα ἐπ[ὶ τὸ καλ]λ̣ιέλαιον γενέσ[θαι, ὡ]ς τὴν αὐτὴν παρρησίαν τῷ ὑμν[ῳ]δῷ [....]σαμένην φάναι· «Ἐγὼ
5[δὲ] ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ [οἴκῳ τ]οῦ Θεοῦ», τῶν ἐκκλασ[θέ]ντων κλάδων δι’ ἀπιστίαν, οὗτοι [δ’ εἰ]σὶν οἱ Ἰουδαῖοι οἱ κυριο[κ]τονήσαντες, εἰς τὴν θάλατταν [εὑρι]σκομένων, δηλαδὴ τῷ [κλ]ύδωνι καὶ ἁλμυρίδι τῶν τοῦ [κόσ]μου πραγμάτων, ἔνθα σφόδρα χάος ἐστίν.

5

.

47

Συνῳδὰ τῷ [Ἀπ]οστόλῳ καὶ ἐν Ἰερεμίᾳ περὶ τῶν ἐκκλα‐
σθέντων κλάδων [ὁ] Θεὸς ἀποτεινόμενος πρὸς τὴν ἐκ περιτομῆς συναγωγήν φη[σ]ιν· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν τὴν κακίαν ἀπὸ
5σοῦ, ἢ ἐν τούτοις διαφεύξει;» Ἐλέγξαντος τοῦ τὸ κρυπτὸν ὁρῶντος τὴν ἐν τῷ οἴκῳ αὐτοῦ ποιήσασαν βδέλυγμα, ὁ θεῖος λόγος λέγει πρὸς αὐτήν· «Ἐλαίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· ἠχρεώθησαν οἱ κλάδοι σου.» Πῶς γὰρ οὐκ ἀχρεῖοι κλάδοι γεγένηνται οἱ ἐκκλασθέντες τῇ ἑαυτῶν ἀπιστίᾳ,
10μάλιστα μεταβεβηκότες εἰς τὴν τοῦ βίου ζάλην, ἐν ᾗ τρικυμίαι καὶ πλῆθος ἁλμυρῶν καὶ πικρῶν ὑδάτων.

5

.

48

Πρὸς τῷ εἰς τὴν θάλατταν γεγονέναι τοὺς ἀπιστήσαντας κλάδους, καὶ σφοδροτάτῳ χάει κατεσπάσθησαν. Περὶ ταύτης τῆς βλαβείσης παρ’ ἑαυτὴν πόλεως λέγεται—τῆς ἰουδαϊκῆς φημι— καὶ ἐν ἑτέρῳ προφήτῃ, Μιχαίας δ’ ἐστὶν οὗτος, ὑπὸ τοῦ Θεοῦ·
5«Κατασπάσω εἰς χά[ος τοὺς] λίθους αὐτ̣[ῆς καὶ τὰ] θεμέλια αὐτῆς ἀποκαλύψω.»

5

.

49

Τ̣[ούτων] τ̣ῶν σκυθρωπ[ῶν ἐπελ]θόντων τῇ ἀθλίᾳ τῶν Ἰουδαίω[ν συν]αγωγῇ, σπουδα[στέον ἡ]μ̣ῖν ἔστω τοῖς πιστεύσασι τῷ Σωτῆρ[ι ἐ]λαία κατάκαρπος [γενέσθ]αι [ἐ]ν τῷ οἴκῳ τοῦ Θεοῦ καὶ πρὸς ἀνατ[ολὴ]ν ἐν τῷ ὄρει τῶν [ἐλαιῶν,] ἵνα καὶ εἰς τὸν
5θεῖον παράδεισον χάρ[ιτι] Θεοῦ μετατεθῶμε[ν, μι]μηταὶ γινόμε‐ νοι τοῦ Χριστοῦ, περὶ οὗ γέ[γρ]απται· «Ἰδοὺ ἀνήρ, ἀνα[τολὴ] ὄνομα αὐτῷ.»

5

.

50

Zach. XIV, 4—5: Καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους
πρὸς βορρ[ᾶ]ν̣ καὶ τὸ ἥμισυ αὐτοῦ πρ[ὸς] νότον. Καὶ ἐμφραχ‐ θήσεται φάραγ[ξ] ὀρέων μου, καὶ ἐγκολληθ[ή]σεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ καθὼς ἐνεφράγη ἐν ταῖς ἡμ[έ]ραις τοῦ
5σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.

5

.

51

Τὸ ἥμισυ, φησίν, τοῦ ὄρους—τῶν ἐλαιῶν δηλονότι— κλιθήσεται πρὸς βορρᾶν τοῦ ἀποκλίνοντος εἰς τὴν θάλασσαν καὶ τὸ χάος, τοῦ λοιποῦ ἡμίσεως πρὸς τὸν νότον φθάσαντος.

5

.

52

Τίς ὁ βορρᾶς καὶ ὁ νότος, ἐκ τοῦ Ἄισματος τῶν Ἀισμά‐ των ἔστι μαθεῖν, τῆς νυμφοστοληθείσης Ἐκκλησίας τῷ ἑαυτῆς νυμφίῳ λεγούσης· «Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διά‐ πνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου.»

5

.

53

Βορέας ἐν τούτοις ἡ πονηρὰ δ[ύ]ναμις, μᾶλλον δὲ αὐτὸς ὁ Σατανᾶς, νότος δ’ ὁ Σωτὴρ αὐτὸς ὢν ὁ νυμφίος προσαγορεύεται. Ἐπεὶ τοίνυν, παρόντος τοῦ ἀποδοθέντος βορέα ψυχροτάτου ὄντος, ἡ ῥοὴ τῶν θείων ἀρωμάτων κωλύεται, μυό̣ντων τῶν πόρων διὰ τὸ
5πεπ[υ]κνῶσθαι ἐκ τῆς ψυχρότητος τοῦ βορέα καὶ σκληροῦ τυγ‐ χ[άνο]ντος, ἐλαύνει τοῦτον ἀφ’ ἑαυτῆς ἡ νύμφη καὶ τὸν νότον προ[σ]καλεῖται, ἵνα, τῇ θέρμῃ αὐτοῦ ἀραιωθέντων τῶν νοητῶν πόρων, ῥεύσῃ τὰ ἀρώματα περὶ ὧν εἴρηται πρὸς τὸν νυμφίον πρ[ὸς τῆς] πνευματικῆς συζ[ύγου· «Ὀσ]μ̣ὴ μύρων σου ὑπὲρ
10πάντα τὰ ἀρώ[ματα.» Θ]έρμην ἔχειν κ[αὶ ὀσφρα]ντικὸν εἶπον τὸν νότον, μαθὼν ὅτι [.....] ὑπάρχει καὶ π[ῦρ ἦλθε]ν βαλεῖν ἐπὶ τὴν γῆν, ὡς αὐτὸς ἀπήγγ̣[ε]ι̣λε φήσας· «Πῦρ ἦλ[θον β]αλεῖν ἐπὶ τὴν γῆν καὶ εἴθε ἤδη ἀν[ήφθ]η.»

5

.

54

Λεκτέον τό· «Ἐξεγείρου, β̣[ορρᾶ]», οὐ φωνῇ μόνῃ ἀλλὰ πραγματικῶς, [ἵν’] ἐκπεμφθῇ μακράν[. Πρ]άγμασιν δὲ λέγει· «Ἐξεγείρου, βορρᾶ», ἡ πισ[τὴ] ψυχὴ τῷ λέγοντι
δι[δα]σκάλῳ· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίη[σο]ν ἀγ[αθ]όν»,
5καὶ τῷ γράψ̣[αν]τι Ἀποστόλῳ πρὸς ὅλην Ἐκκλησίαν· «Πάντα δοκιμάζετε, τὸ [κ]αλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε», τῆς [ἀ]ποχῆς παντὸς εἴδους πονηροῦ καὶ τῆς ἀπὸ τοῦ κακοῦ ἐκκλίσεως ἐλαυνούσης τὸν βορέαν, προτρεπομένης ἐλθεῖν τὸν νότον δι[ὰ] τοῦ συνεγγίσαι αὐτῷ εὐσεβεῖ πί[στει] καὶ
10ἠθικῇ ἀρετῇ. [Οὕ]τω γὰρ καθαρθεῖσιν τοῖς οὕτως ἀρεσκε[υο]μέ‐ νοις ἔρχεται ὁ [τῶν] πάντων ἀγαθῶν χορηγός, ὡς ἔγραψεν ὁ θεολόγος Ἰάκωβος· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν.»

5

.

55

Ἡ πόθον τῆς παρουσίας αὐτοῦ ἔχουσα, παραπλήσιον τῷ· «Ἔρχου, νότε», ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ δράματι φάσκει· «Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.» Ἰσοδυναμεῖ τῷ· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε», τό· «Ἐγγίσατε τῷ
5[Θ]εῷ καὶ ἐγγιεῖ ὑμῖν, ἀντίστητε τῷ δ[ι]α[β]όλῳ καὶ φεύξεται ἀφ’ ὑ[μῶ]ν», παντὸς καὶ μόνου τοῦ ἀνθιστ[αμ]ένου τῷ διαβόλῳ λέγον[τος] αὐτῷ· «Ἐξεγείρου, βορρᾶ», καὶ τοῦ ἐγγίζο[ντ]ος τῷ Θεῷ παρακαλοῦντος ἥκειν πρὸς αὐτὸν τὸν νότον, τὸν [Θεὸν] Λόγον, περὶ οὗ ἐν τῇ ᾠδῇ τοῦ προφήτου Ἁμβακοὺμ κατά τινα
10τῶν ἑρμηνευτῶν φέρεται ἀντὶ τοῦ· «Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει», «Ὁ Θεὸς ἐκ [τοῦ] νότου ἥξει», ἐρχομένο[υ] τοῦ Πατρὸς ἐκ τοῦ νότου τοῦ νυμφ[ίο]υ, κ̣α[τὰ τὸ] ὑπ’ αὐτοῦ ἐν τῷ Εὐαγγελ[ί]ῳ λεχθέν· «Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Ὅνπε[ρ γὰρ τρό]πον ὁ ὁρῶν αὐτὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ
15δεχόμενος αὐτὸν [δέχεται] τὸν ἐν αὐτῷ [μένον]τα Πατέρα ἐν ᾧ ἐστιν τὸ Μονογενὲς αὐτοῦ .[.....]α̣.

5

.

56

Τί ἔσται κλί[ναν]τος πρὸς τὸν βορρᾶν καὶ τὸν νότον το[ῦ σα]φηνισθέντος ὄρους τῶν ἐλαιῶν, ἢ τὸ ἐμφραχθῆναι τὴν φά‐
ρα[γγα] τῶν ὀρέων τοῦ Θεοῦ καὶ ἐγκ[ο]λληθῆναι ἕως Ἀσαήλ. Οὐκ ἄλλ[ως] δὲ νοηθείη ἡ φάραγξ [καὶ] ἡ ἐγκόλλησις ἢ γνω‐
5σθέντος τίνα τὰ [ὄρ]η̣ τοῦ Θεοῦ.

5

.

57

Ὄρη αὐτοῦ κ[ατὰ ἀ]πόδοσιν μίαν λεχθεῖεν οἱ προφῆται διὰ πρ[ο]σ̣ὸν αὐτοῖς ὕψος οὐ μ[όνον] γνώσεως καὶ σοφίας ἀλλὰ καὶ διάρματ̣[ο]ς πρακτικοῦ βίου. Περὶ [τού]των γὰρ πρὸς τὸν τῶν ὅλων γενεσιάρχ[ην] ἀνεφθέγξατο ὁ ὑμνῳδός· «Φωτίζεις σὺ
5θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Πῶς γὰρ οὐκ αἰώνια ὄρη ἀφ’ ὧν θαυμαστῶς φωτίζει Θεὸς τὴν γνῶσιν τῆς ἀληθείας καὶ ἁπαξ‐ απλῶς τὴν περὶ τῆς Τριάδο[ς] καταλάμπων, οἱ τὰ μὴ βλεπό‐ μενα αἰώνια ὄντα σκοποῦντες κατὰ τὴν ἀποστολικὴν προτροπήν;

5

.

58

Τούτων τῶν ὀρῶν φάραγξ ἐστὶν τὸ βάθος τῆς ἀσαφείας τῶν μετ’ αἰνιγμοῦ εἰρημένων, ἥνπερ ἐνέφραξεν ὁ ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, ὁμαλίσας τῇ ἑαυτοῦ διδασκαλίᾳ καὶ παρουσίᾳ τὸ τραχὺ καὶ ἀνώμαλον ἔδαφος τῶν
5μετ’ ἐπικρύψεως λελαλημένων, ἵν’ εὐδιάβατον ἐκ τῆς λειότητος ὀφθῇ.

5

.

59

Τούτου γεγενημένου, ἐνεκολλήθη διὰ τῆς φανείσης συμ‐ φωνίας ἡ φάραγξ τῶν ὀρῶν ἕως τοῦ Ἀσαήλ, τοῦ διὰ ταχύτητα ποδωκείας «κούφου τοῖς ποσὶν» εἰρημένου κατὰ τὴν ὀξὺ καθο‐ ρῶσαν δορκάδα· διορατικὸν γὰρ τὸ ζῷον τοῦτο ὡς αὐτὴ ἡ προση‐
5γορία δηλοῖ ἀπὸ τοῦ δέρκειν εἰρημένη. Διὸ ἕως Ἀσαὴλ ἡ
προσκόλλησις [τ]ῶν ὀρῶν ἔσται, γινωσκομένη τοῖς διορατικοῖς.

5

.

60

Τῷ αὐτῷ δὲ τρ̣[ό]πῳ ἡ ἔμφραξις τῶν ὀρῶν γέγονεν ὡς ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ὑπάρξαντο[ς ἐν ταῖ]ς ἡμέραις Ὀζίου, τοῦ βασιλέως Ἰούδ[α. Σεισμὸ]ν̣ αἰσθητὸν οὐ[δαμῶ]ς̣ ηὑρήκαμεν γενόμενον, βασιλεύον[τος Ὀζίο]υ, οὐδὲ ἐν τα[ῖς
5Βασ]ιλείαις, οὐδὲ ἐν ταῖς Παραλειπομέναις· [ὅθε]ν κατ’ ἀναγω‐ γὴν [ἐκλη]μπτέον τὰ περὶ αὐτοῦ γε[γ]ρα[μμ]ένα.

5

.

61

Καὶ ὅρα μὴ κλόνος γέγ[ον]ε̣ν̣ ἐπὶ Ὀζίου ἐπισπᾶσαι εἰς ἑα[υ]τὸν θέλοντος τὴν ἱερωσύνη[ν.] Ε̣ἰσελθὼν γὰρ εἰς τὸν τοῦ Θεοῦ ναόν, πλη[σιά]σας τε τῷ ἁγίῳ θυσ[ιασ]τηρίῳ, δι’ ἑαυτοῦ καὶ οὐ διὰ τῶ[ν] ἱερέων [ἐπι]χειρεῖ θύειν. Τὴν παρ’ ὁ[ρ]ισμὸν
5ταύτην τόλμαν ἐρρωμενέστα[τ]α̣ συγχῶν ὁ κατ’ ἐφημ[ε]ρίαν ἱερεύς, συμπνεόντων καὶ τῶν ἄλλων θεραπευτῶν φ[ήσ]ας· «Οὐ σοί, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ ἀλλ’ ἢ τῶν ἱερέων», ἐφ’ ᾧ δ̣[υ]σχεράνας ἐξέτεινε τὴν χεῖρα μετὰ θυμοῦ ἐπὶ τῷ συλληφθῆναι ὑπὸ τῶν δορυφόρων τοὺς ἱερέας ἵνα αὐτοὺς κακώσῃ· ἀλλ’ εὐθέως
10ἡ χεὶρ αὐτοῦ λελέπρωται, ὡς παραχρῆμα ἔξω τοῦ ναοῦ [βαλ]έ‐ σθαι τὸν τύραννον, μιανθέντος τοῦ ἱεροῦ ὅσον ἐπὶ τῇ προπετείᾳ καὶ ὠμότητι αὐτοῦ σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν ἄλλῳ πρᾶξιν ἢ μόνοις τοῖς προσεδρεύουσι τῷ ναῷ ἱερεῦσιν.

5

.

62

Πρὸς τῷ ἀποτετευχέναι ᾧ εἰς ἑαυτὸν ἐπισπάσασθαι βεβού‐ ληται, καὶ τῶν ἔργων τῆς βασιλείας ἐκ τῆς ἀκαθάρτου λέπρας ἐνεποδίσθη, ἐκτελοῦντος αὐτὰ λοιπὸν τοῦ μέλλοντος διαδέξασθαι τὴν ἀρχὴν υἱοῦ αὐτοῦ.

5

.

63

Ἐν ταῖς ἡμέραις τοῦ ἐκ τῆς συγχύσεως σεισμοῦ, φάραγξ γέγονεν ἐγκολληθεῖσα τοῖς ὄρεσιν, ἐν ταῖς τοῦ Ἰούδα ἡμέραις,
βασιλεύοντος Ὀζίου.

5

.

64

Ὁ νῦν δηλούμενος σεισμὸς κεῖται καὶ ἐν ἀρχῇ Ἀμὼς τοῦ προφήτου· «Λόγοι γάρ, φησίν, Ἀμώς, οἱ γενάμενοι ἐκ Θεκουέ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου», σεισμοῦ λεγομένου ἐνταῦθα, κατὰ περιφερομένην παράδοσιν ἰουδαϊκήν,
5τῆς φανείσης ὀπτ[ασί]ας τῷ Ἠσαΐᾳ, περὶ ἧς οὕτω γέγραπται· «Ἐγένετο τοῦ ἐνιαυτοῦ, ο[ὗ] ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ̣ [εἱστήκει]σαν κύκλῳ αὐτ̣[οῦ,] ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες [τῷ ἑνί]», καὶ μετ’ ὀλίγα· «[Καὶ ἐκέ]κραγεν ὁ ἕτερος
10πρὸς τὸν ἕτερον· Ἅ[γιος] ἅγιος ἅγιος Κύ[ριος] σαβ[αώθ,] πλή‐ ρης ὁ οὐρανὸς καὶ ἡ γ[ῆ τ]ῆς δόξης αὐτοῦ.»

5

.

65

Πλήρης ὁ οὐραν[ὸς] καὶ ἡ γῆ τῆς δόξης τοῦ Θεοῦ γέγ[ο‐ ν]εν τεθνηκότος τοῦ Ὀζίου μεθ’ [ἣν ἔ]πραξεν παρανομίαν. Πῶς γὰρ [οὐ] κλόνος μεταβολῆς [εἰς] τὸ κρεῖττον γέγονεν ὀφθέντος Θεοῦ [ὅ]πως πληρωθῇ τῆς δόξ[ης] αὐτοῦ ὁ οὐρανὸς καὶ ἡ γῆ,
5καὶ ἀφαίρεσι[ς] γένηται τῶν ἀνομι[ῶν] τοῦ κατανυγέντος ἐν τῷ ἑωρακέναι [τ]ὴν θείαν ὀπτασίαν καὶ ἄφεσις τῶν ἁμαρτημάτων τοῦ λαο[ῦ] παντός;

5

.

66

Ἐν ταῖς ἡμέραις τοῦ θανάτου Ὀζίου τοῦ βαραθρῶσαι θελήσαντος τοὺς θείους νόμους, σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν αὐτῷ ἱερατικὴν λειτουργίαν, ἐνεκολλήθη ἣν ἐκαινοτόμησεν διάσχισιν τῶν νόμων, πάλιν τοῦ ἱερέως ἀκωλ[ύ‐
5τ]ως τὰ ἴδια ἐν τῷ ναῷ ἐκτελοῦντος καὶ τοῦ βασιλέως τὴν τῶν ἀρχομένων προστασίαν περιέποντος οὐκ ἐφαπτομένου τῶν ἱερα‐ τικῶν ἔτι διὰ τὸ μὴ αὐτῷ ἀνακεῖσθαι τὴν τῶν ἱερέων θεραπείαν.

5

.

67

Ἢ τὸ Ἀσαὴλ ἐνταῦθα ὄνομα τόπου ἐστίν, ὁ τοὺς τόπους τῆς Ἰουδαίας περιαθρήσας ἀποφηνάσθω, τὸ δοκοῦν ἀκριβές τι κατειληφώς.

5

.

68

Zach. XIV, 5—7: Καὶ [ἥξ]ει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς. Καὶ ψύχη καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ,
5καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

5

.

69

Ἡ προκει[μ]ένη φωνὴ σημαίνειν δύναται δευτέραν καὶ ἐπίδοξον παρουσίαν το[ῦ] Σωτῆρος, περὶ ἧς ὁ Ἰωάννης ἐν Ἀπο‐ καλύψει ὑψηλῶς καὶ θεοπρεπῶ[ς] εἶπεν οὕτως· «Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες
5αὐτὸν ἐξεκέντησαν.»

5

.

70

Ἡ νόησις αὕτη ὑ[ποβάλλ]ε̣ται ἐξ οὗ εἶπεν περὶ ἑαυτοῦ ὁ Σωτήρ· «Φ[υλαὶ ὄψοντ]αι τὸν υἱὸν το[ῦ ἀνθρώπου] ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ [οὐρα]νοῦ μετὰ δυν[άμεω]ς καὶ δόξης πολ‐ λῆς.» Πῶς γὰρ οὐ μετὰ δόξης πολλῆς ἐπιλάμψ[ει ὁ β]ασιλικῶς
5ἐλευσόμενος; Ἔ̣[ρχετ]αι δὲ καὶ μετὰ δυνάμεως πο[λλ]ῆς, τῶν ἁγίων μετ’ αὐτοῦ ἐλ[ε]υσομέ[νων], οὐκ ἀνδρῶν μόνω[ν] ἀλλὰ καὶ ἀγγέλων. Ἀκόλουθ[ον] γὰρ ὑ[πάρ]χει «τοὺς αὐτόπτας κ̣αὶ ὑπηρέτας αὐτοῦ γεναμένους» κ[α]ὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποσταλέντα» ὑπ’ αὐτοῦ ἐπιλάμπειν σὺν αὐτῷ,
10ὅπως καὶ αὐτὸς γνωσθῇ βασιλεὺς αὐτῶν καὶ αὐτοὶ δυνάμεις αὐτοῦ, τοῦτ’ ἔστιν στρατιά.

5

.

71

Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ Κύριος ὁ Θεὸς ἥξει οὐκ ἔσται φῶς αἰσθητόν, τοῦ ἀληθινοῦ καὶ ἀϊδίου φωτ[ὸς] ποιοῦντος αὐτήν, κατὰ τὰ ἐν Ἠσαΐᾳ προαναφωνηθέντα περὶ τοῦ τελείου φωτισμοῦ ὧδε ἔχοντα· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, οὐδὲ ἡ
5ἀνατολὴ τῆς σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεός σου δόξα σου.»

5

.

72

Ῥητέον καὶ οὕτως· οἱ μὴ τυγχάνοντες φῶς χρῄζουσι τοῦ καταυγάζοντος αὐτούς, οὐ δεόμενοι τούτου ὅταν αὐτοὶ φῶς γένων‐ ται. Ἐπεὶ τοίνυν ἐν τῷ μέλλοντι αἰῶνι, ἡμέρᾳ ἀλληγορικῶς καλουμένῳ, «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ
5τοῦ Πατρὸς ἑαυτῶν», φῶς ἀναδειχθέντες ἑαυτοὺς καταλάμ‐ ποντες, ἐν ἡμέρᾳ διάγουσιν οὐ τοῦ ἔξωθεν φωτὸς δεόμενοι. Καὶ ἐν τῇ ζωῇ γοῦν ταύτῃ οἱ γνώσεως φῶ[ς] φωτίσαντες ἑαυτοῖς ὡς παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι· «Ὑμεῖς ἐστε [τὸ] φῶς το[ῦ κ]όσμου», ἐν λαμπρᾷ κατ[αστάσε]ι διάγουσιν οὐκ̣ [ἄλ]λ̣οθεν
10ἀλλ’ ἐξ ἑαυτῆς φωτὸς καὶ ἡμ[έρα]ς̣ οὔσης, περ̣[ὶ ἧς ὁ χο]ρὸς τῶν ἁγίων κελαδῶν φησιν· «Ἔσ[τω ἡ λ]αμπρότης Κυρίου τοῦ [Θεοῦ] ἡμῶ[ν] ἐ[φ’ ἡ]μᾶς.»

5

.

73

Πρὸς τὴν πνευματ[ικ]ὴν Ἰερουσαλὴμ ταύτην τὴν ἁγιότητ̣α̣ ἔχουσαν πολλὴν ὁ προφήτης
φησίν, θεολημπτ[ού]μενος καὶ Πνεῦμα ἅγιον ἔχων· «[Φ]ωτίζου, φωτίζου, Ἰ[ερουσαλήμ,] ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα
5[τ]οῦ Θεοῦ σου ἐπὶ σὲ ἀν[α]τέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος κ[α]λύψει γῆν ἐπ’ ἔθνη· ἐπ[ὶ] δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.»

5

.

74

Πῶς γὰρ οὐ λαμπρὰ καὶ πεφωτισμένη ὑπάρχει ᾗ ἀπαγ‐ γέλλεται ταῦτα ἡ φῶς [ἐ]κ τοῦ πεφωτίσθαι γεγενημένη, ὡς καὶ λαμπρότητα θείαν ἀναδείκνυσθαι;

5

.

75

Ἐπίστησον εἰ δυνατὸν καὶ οὕτως ἐπιβαλεῖν τῇ προκει‐ μένῃ προφητικῇ φωνῇ. Ἥξαντος Κυρίου παντοκράτορος μετὰ τῶν ἁγίων αὐτοῦ, κατάστασις ἔσται τῶν κρινομένων τοιαύτη ὡς μὴ ἔχειν φῶς τῷ ἀγνοεῖν ἕκαστον τὰ καθ’ ἑαυτόν, ὥστε χρῄζειν
5«τοῦ φωτίζοντος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν», ἵνα, «φανερωθέντες ἔμπροσθεν [τοῦ] βήματος τοῦ Χριστοῦ», λάβωσιν ἀντάξια ὧν ἔπραξαν διὰ τοῦ σώματος, ἀγαθῶν τε καὶ κακῶν.

5

.

76

Καὶ ἐπεὶ κλόνος καὶ ταραχὴ ὑπά[ρ]ξεται τοῖς κρινομένοις, συγχεομένοις καὶ χειμαζομένοις, ἐν ἡμέρᾳ μιᾷ συμβήσεται ψύχη καὶ πάγος ἀποψυχόντων τῶ̣[ν ἀνθρώπ]ων προσδοκίᾳ τῶν ἐλευ‐ σομένων σκυθρωπῶ[ν τε καὶ] ἐπιπόνων, ὡ[ς τὸ Εὐ]αγγέλιον δι‐
5αγορεύει.

5

.

77

Ἡ τοῦ Κυρίου ἡμέ[ρα ἀδ]ι̣άστατος οὖσα [καὶ οὐ] διακο‐ πτομένη ὑπὸ νυκτὸς μεσολαβούσης γνωστὴ τῷ Θ[εῷ ἔ]σται, «ὄντι φωτὶ σκοτίαν ο[ὐδ]εμίαν ἔχοντι», ὡς διὰ τοῦτο μή[τε] ἡμέραν μήτε νύκτα, ἀλ[λ’] αἰώνιον [τὴ]ν ἡμέραν εἶναι, οὐ
5[π]οιοῦντος ἔτι τοῦ ἡλίου ἡμέραν, οὐδὲ [σελ]ήνης φωτιζούσης
τὴν νύκτα, κατὰ τὸν προφήτην, ὡς [ἔν]αγχος ἐλέχθη, ὄντος [τ]οῦ Κυρίου φωτὸς αἰωνίου. Κἄν ποτε γοῦν δόξῃ τισὶν τέλος ἀπολαμβάνειν τὴν ἡμέραν, πρὸς τῇ ἑσπέρᾳ φῶς ἔσται, καταυγά‐ ζοντος τοῦ Θεοῦ τὰ πάντα.

5

.

78

Ἡ οὕτως νοουμένη καὶ τυγχάνο[υ]σα ἡμέρα γνωστὴ τῷ Κυρίῳ ἔσται, ἀξία οὖσα τῆς αὐτοῦ γνώσεως, καθ’ ὃ σημαινόμε‐ νον γέγραπται τὸ εἰρημένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Οὐκ ἀντίκειται ἡ φωνὴ αὕτη τῇ εὐαγγελικῇ οὕτως
5ἐχούσῃ· «Περὶ τῆς ὥρας καὶ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.» Πολλὰ περὶ τοῦ εὐαγγελικοῦ ἐν τοῖς εἰς τὸν Μαθθαῖον ὑπομνήμασιν κατὰ προηγουμένην σύνταξιν τεθεώρηται, ἅπερ ἐντυχὼν ὁ φιλό‐ καλος εἴσεται, μόνου λεγομένου νῦν ὅτι τὸ γινώσκειν καὶ μὴ
10γινώσκεσθαι ἤτοι περὶ ἑτέρας καὶ ἑτέρ[ας] ἐκλαβεῖν δεῖ, ἢ τὸ γινώσκεσθαι καὶ μὴ κατ’ ἄλλο καὶ ἄλλο σημαινόμενον.

5

.

79

Zach. XIV, 8—9: [Κα]ὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξε‐ λεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην κ[αὶ τὸ ἥ]μισυ αὐτοῦ ε[ἰς τὴν] θάλασ‐ σαν τὴν ἐσχάτην, καὶ ἐν [θέρει] καὶ ἐν ἔαρι ἔ[σται οὕ]τως.
5Κα̣[ὶ] ἔσται Κύριος εἰς βασιλέα ἐπὶ [πᾶσ]αν τὴν γῆν.

5

.

80

Ἐν τῇ γνωστῇ τ[ῷ] Κυρίῳ ἡμέρᾳ, ζῶν ὕδωρ ἐξελε[ύσε‐ τ]αι ἐξ Ἰερουσαλήμ, «τῆς ἐπουρανίου [πό]λ̣εως τοῦ ζῶντος Θεοῦ», οὗπε[ρ τ]ὸ ἥμισυ ἐπὶ τὴν πρώτην θάλατταν ἔσται, τοῦ
λοιποῦ ἡμ[ίσ]εως ἐπὶ τὴν ἐσχάτη[ν] θάλατταν φθάνοντος, τοῦ
5αὐτοῦ γινομένου οὐκ ἐν μό[νῳ] τῷ θέρει ἀλλὰ καὶ τῷ ἔαρι, πάσης τ[ῆ]ς γῆς, τοῦτ’ ἔστιν τῶν ἀ̣[νθρώπων], τοῦ Κυρίου βασι‐ λεύοντος.

5

.

81

Οὐδὲν αἰσθητὸν ἢ ἱστορικὸν ἐμφαινούσης τῆς προφητείας, πᾶσαν αὐτὴν κατ’ ἀναγωγὴν ἐκδεκτέον.

5

.

82

Ἐξερχόμενον γὰρ ὕδωρ ζῶν ἐκ τῆς νοητῆς Ἰερουσαλήμ, τῆς τὴν εἰρήνην ὁρώσης Ἐκκλησίας, ὁ πνευμ[α]τικὸς νόμος ἐστίν, μᾶλλον δὲ ἡ τῶν ἐκκλησιαστικῶν φρονημάτων γνῶσις, ἥτις, εἰς τὴν θάλασσαν ἐξερχομένη, γλυκαίνει αὐτὴν καὶ γαλη‐
5νείαν ποιεῖ, πάντα χειμῶνα ἐξωθουμένη καὶ ἀνατρέπουσα.

5

.

83

Τοῦτό τοι τὸ θεώρημα σαφηνείας τετύχηκεν ὁπηνίκα ἐξηγούμεθα τὸ ἐν Ἠσαίᾳ οὕτως ἔχον· «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν.» Ὥσπερ γὰρ ἡ θεία ἀγάπη, ἡ ἐκ τοῦ Θεοῦ πρὸς τοὺς εὐπάσχον‐
5τας καὶ ἡ τῶν εὐεργετουμένων πρὸς τὸν μεγαλόδωρον, «πλῆθος ἁμαρτιῶν καλύπτει», ἀφανίζουσα, ἀλλ’ οὐ φρουροῦσα, καὶ σκεπά[ζ]ουσα τὰ χειρίστως ἐπιτελεσθέντα, οὕτως ἡ Θεοῦ γνῶσις, ζῶν ὑπάρχουσα ὕδωρ, κατακαλύπτει τὰς θαλάσσας, εἰς γλυκύ‐ τητα̣ [καὶ πό]τιμον μεταβάλλουσα α[ὐ]τάς.

5

.

84

Οὕ[τω τὸ ἐξερ]‐ χόμενον ἐκ τ[ῆς Ἰερου]σαλὴμ ὕδωρ ζῶν εἰς τὴν π[ρώ]την καὶ [ἐσχά]την θάλατταν, π̣[ᾶσα]ν ζάλην καὶ τρικυμίαν, [ἁ]λμυρίδα τε καὶ πικρότητα ἀν[ωθ]ῆ̣σαν, εὐδίαν καὶ γαλήνη[ν καὶ] τὸ πότι‐
5μον παρασκευάσει ὡ[ς μ]ηκέτι θαλάσσας εἶναι α̣ι[..... Ὕ]δω[ρ ζῶ]ν μερισθὲν ἐπῆλθε[ν·] τὸ γὰρ ἥμισυ αὐτοῦ εἰς τὴν π[ρώτη]ν, [τὸ δ’] ἕτερον ἥμισυ εἰς τὴν ἐσχάτην θάλατταν δέδ[εκται, οὐ]κ̣
[ἐ]ν τῷ θερινῷ μόνῳ ἀλλὰ καὶ ἐν τῷ ἐαρινῷ καιρῷ.

5

.

85

Τ̣[ῆς δὲ το]σαύτης ὠφελείας ὑπαρξάσης, ὁ Κύριος πάσης τῆς γῆς βα[σιλεύ]σει, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα, ὅπου μέν· «Ὁ Κύριος ἐβα[σίλευ]σεν, ἀγαλλιάσθω ἡ γῆ», ὅπου δέ· «Εἴπατε ἐν τοῖς ἔθνεσιν· [ὁ Κύριος] ἐβασίλευσεν, καὶ γὰρ
5κα[τώ]ρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ [σα]λευθήσεται.» Τότε δὲ κατώρθωται ἡ οἰκουμένη ὥστ’ ἀκλό[ν]ητον μένειν, ὅτε ἐγλυ‐ κάνθη ἡ πρώτη θάλασσα, ἡ τῶν Ἰου[δα]ί̣ων οὖσα συναγωγή, καὶ ἡ ἐσχάτη, τυγχάνουσα ἡ τῶν ἐθνῶν κλῆσις. Ἀμφότεραι αὗται αἱ θάλασσαι ταραχῆς καὶ ζάλης [ἐ]πεπλήρωντο πρὸ τοῦ καταδέ‐
10ξασθαι τὸ εὐαγγέλιον καὶ τὴν εἰς τὸν Σωτῆρα, μᾶλλον δὲ εἰς τὴν ἁγίαν Τριάδα, πίστιν.

5

.

86

Ἐπίστησον εἰ δυνατὸν μεμερίσθαι τὸ ζῶν ὕδωρ εἰς τὰς δύο διαθήκας, τὴν καινὴν καὶ παλαιάν, τούτου γεναμένου ὅτε ἔξω τῆς Ἰερουσαλὴμ τὸ ὕδωρ γέγονεν. Ἐξῆλθεν δὲ ἀπ’ αὐτῆς τότε ὁπηνίκα «εἰς π̣ᾶ̣σαν τὴν γῆν» ἔφθασεν «ὁ φθόγγος» τῶν Θεοῦ
5λόγων καὶ «τὰ ῥή[ματα] αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης», ὡς ἁπανταχοῦ «[θυμ]ίαμα» τῷ Θεῷ πνευματικῶς «προσάγεσθαι καὶ θυσίαν κα[θαρά]ν», ἐπείπερ [μέ]γας βασιλεὺς ἐν πᾶσ[ιν το]ῖς ἔθνεσιν ἀ̣[να]δ̣[έ]δεικται̣ [ὁ Κύριος.]

5

.

87

Μερισθέντος τοῦ ζῶ[ντος] ὕδατος εἰς ἥ̣[μισυ] καὶ [ἥ]μ[ισ]υ εἰς τὰς δύο διαθήκας, ε̣[..]. ἔνδον ἦν ἐν τῇ Ἰερουσαλὴμ [ὑ]π̣[ὸ τῆς] σκιᾶς τοῦ νόμου καὶ τῆς τοῦ [γρ]άμματος παλαιότητ̣[ος φρο]υρούμενον, μᾶλλον
5δὲ σκ[ε]παζόμενον, ἀκμὴν το[ῦ χειμῶ]ν̣ος κρατοῦντος, ὅτε δὲ τ[ὸ] ἔαρ διεδέξατο τεθ[ηλότων] τῶν ἐπὶ γῆς καὶ τοῦ τρυγόνος φωνοῦντος ἐν τ[ῇ γῇ, κ]ατὰ τὸ λεχθὲν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων, «ἡ συκῆ ἐξή[νεγ]κεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ὁ χει[μὼ]ν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν, ἐπορεύθη
10ἑαυτῷ, τὰ ἄν[θη ὤ]φθη ἐν τῇ γῇ ἡμῶν».

5

.

88

Διὸ ἔαρος π[νευ]ματικοῦ γεγενημένου, [ἐν]εστηκότος
λοιπὸν τοῦ μηνὸς τῶ[ν] νέων, τὴν διαβατη[ρίω]ν ἑορτὴν ἄγομεν, πάσχα καλουμένην Ἑβραίων φωνῇ, ἐν ᾗ Χριστὸς τέθυται, ἵνα, τῶν πνευματικῶν σαρκῶν αὐτοῦ καὶ ἱεροῦ αἵματος αὐτοῦ ἐμφο‐
5ρούμενοι, «ἑορτάσωμεν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας», μεθ’ ἣν πανήγυριν καὶ τὴν τῶν ἑβδομάδων ἑορτὴν ἐπιτελέσομεν, πεντηκοστὴν καλουμένην, ἐν ᾗ θερίσομεν τέλεια δράγματα καὶ πληρε̣[σ]τάτους στάχυς γεγενημένα τὰ ἀνθήσαντα ἐν τῷ ἔαρι.

5

.

89

Πε̣ρὶ ἀμφοτέρων τῶν καιρῶν ὑμνῶν τὸν Θεὸν ὁ ἅγιος εἶπεν· «Σ[ὺ κ]α[τ]ηρτίσω ἥλιον καὶ σελήνην, θέρος καὶ ἔαρ, σὺ ἐποίησας [αὐτά,] μνήσθητι τῆς κτίσεώς σου», ταύτης πάσης τῆς γῆς, λ[έγω] δὴ τῆς ἀνθρωπότητος, μόνος βασιλεύων κατα‐
5λυ[θέν]τ̣ος τοῦ θανάτου τοῦ ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως βασι‐ λεύσαντος καὶ τοῦ τ[ὸ κρά]τος αὐτοῦ ἔχοντος δια[βόλο]υ.

5

.

90

Μαρ[τύριον] τοῦ ὕδωρ ζῶν [γενέ]σθαι τὸν πότιμον θεῖο[ν λόγο]ν πα[ραλ]ημπτέον ἐκ τοῦ Εὐα̣[γγ]ελίου, τοῦ Σωτῆρος εἰρηκότος· «[Ὃς δὲ] ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δ[ώσ]ω αὐτῷ, γενήσεται ἐν αὐτῷ [πηγὴ] ὕδατος ζῶντος ἁλλομέ[νο]υ εἰς ζωὴν
5αἰώνιον», καὶ π[άλιν· «Ὁ] π̣ιστεύων εἰς ἐμέ, καθὼ̣ς̣ εἶπεν ἡ γραφή, ἐκ τῆς κοιλ[ίας αὐτοῦ] ῥεύσουσιν ποταμοὶ ὕδατος ζῶν‐ τος.» Ὡς γὰρ πη[γὴν ἐν α]ὐτῷ ὕδατος ζῶντος ἕξει ὁ πίνων ἐκ τοῦ ὕδατος [ὃ δί]δ̣ωσιν Ἰησοῦς, οὕτω ποταμοὶ ὕδατος ζῶντος ῥεύσουσ[ιν] ἐκ τῆς κοιλίας τοῦ πιόντος.

5

.

91

Zach. XIV, 9—11: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν. Κ[υκλῶν] πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γάβελ ἕως Ῥεμμ[ὼν] κατὰ νότον Ἰερου‐
σαλήμ· Ῥαμ[ὰ δ]ὲ ἐπὶ τόπου μενεῖ· ἀπὸ τῆς πύλη[ς Βε]νιαμὶν
5ἕως τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γω[νι]ῶν καὶ ἕως τοῦ πύργου Ἁναμεήλ, ἕως τῶν ὑποληνίων το[ῦ βα]σιλέως κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἰερουσαλὴμ πεποιθότως.

5

.

92

Ὅταν τὰ προειρημένα ὑπαρχθῇ δωρεᾷ Θεοῦ, τὸ τηνι‐ κάδε ἡ πολυθε[ό]της οἰχήσεται, μόνου τοῦ τὰ πάντα συστησαμέ‐ νου γι̣νωσκομένου καὶ ὁμολογουμένου. Πάλαι μὲν γὰρ διαφορᾶς [οὔ]σης ἐσχάτης καὶ πρώτης θαλάττης, τῆς τῶν Ἰουδαί[ω]ν
5κλήσεως καὶ τῶν Ἑλλήνων, —αὗται γὰρ ἀπεδόθησαν α̣[ἱ θά]λασ‐ σαι, —οὐχ ὡμολογεῖτο ὑπὸ πάντων εἷς εἶναι Θεός. Ο[ἱ μὲν εἰ]δωλολάτραι πολλοὺς ᾤοντο θεοὺς εἶναι, ἕνα δὲ οἱ Ἰο[υδαῖο]ι. Ἐλθόντος δὲ τοῦ εὐαγγελίου, τοῦ ἑνὸς καὶ μόνου γενε[σιάρ]χου γ[νῶσ]ις τοῖς ἀνθρώποις ὑπῆρκτ[αι,] ὡς τὸν ἐν Χριστῷ λα‐
10[λοῦντα] Παῦλ̣[ον γ]ράφειν· «Μὴ Ἰουδαίων μό[νο]ν ὁ Θεός, οὐχὶ καὶ ἐθ[νῶν;] Ναὶ [καὶ ἐ]θνῶν, ἐπείπερ εἷς ὁ Θεός.» [Το]ῦ̣το γὰρ ἀποσημαίνει τὸ εἶ[ναι εἷς ὁ] Θεός.

5

.

93

Ἐν τῇ ἡμέρᾳ τοίνυν̣ ἐν ᾗ ἐλεύσεται ὁ προσδο[κώμενο]ς ἥκειν ὁ Μονο‐ γενὴς [Υἱ]ὸς τοῦ Θεοῦ, πάσης πλα[νήσεως κα]ὶ ψευδοδοξίας καταλυθείσ[η]ς, ὁ εἷς καὶ μόνος ἀλ[ηθινὸς Θεὸ]ς̣ ὁμολογηθήσε‐
5ται, ὡς αὐτῷ μόνῳ προσκυνεῖν κ[αὶ λατρεύ]ειν τοὺς γνῶσιν τῆς ἀληθείας ἐσχηκότας, οὐκέτ’ ὄν[των] τῶν χειροποιήτων θεῶν, τοῦ θείου λόγου φάσκοντος· «[Θεο]ὶ οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθωσαν [ἀπὸ] τῆς 〈γῆσ〉 καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ.»

5

.

94

Εἴρηται ἐν τοῖς πρό[τερ]ον προκειμένοις ὡς ὀλοθρεύσει Κ[ύριος] ἀπὸ τῆς γῆς πάντα τὰ [ξύ]λα, ἐξαιρῶν ἀπ’ αὐτῆς τὸ πνεῦμα τὸ ἀκάθαρτον, ὡς μηδὲ τοὺς δαίμονας ἔτι νομίζεσθαι
θεούς, περὶ ὧν ὁ θεολόγος φη[σ]ὶν ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια
5τῆς σοφίας» πεφανέρωται [ὑ]πὸ τοῦ δεσπότου τῶν ὅλων· «Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δ̣αιμόνια.»

5

.

95

Οὐ μόνον δέ, τούτων τῶν ψευδωνύμων θεῶν ἀναιρεθέντων τῷ μηκέτι ὑπολαμβάνεσθαι θεοὶ εἶν[α]ι ὁ μόνος Θεὸς γνωσθή‐ σεται, «ἐπιστρεψάντων» τῶν ἀπ̣η̣ρτημένων «ἀπὸ τῶν εἰδώλων εἰς τὸ δουλεύειν Θεῷ ζῶν[τι κ]αὶ ἀληθινῷ», ἀλλὰ καὶ τῷ
5εὐσεβῶς τεθεωρῆσθαι ὅτι οὐδὲ [ὁ κόσμο]ς Θεός ἐστιν, οὐδέ τι μέρος αὐτοῦ, οὐ λατρευόντων ἔ[τι ἢ σε]βομένων τῶν ἀνθρώπων τῇ κτίσει παρὰ τὸν κτίσαντα, [ὥστε μη]κέτι προσκυνεῖν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἢ λατρεύ[ειν αὐ]τοῖς.

5

.

96

Τούτῳ τῷ τρόπῳ Θεοῦ ἑνὸς ἐσο[μ]ένου, ἐν τῇ ἡμέρᾳ ᾗ ποιεῖ [καὶ δεί]κνυσιν ὁ τῆς δικαιοσ[ύνη]ς ἥλιο̣[ς, καὶ τὸ ὄ]νομα αὐτοῦ ἓν [ἔστ]αι. Πάντων γὰρ σύμφω[νον] καὶ ἠκρ[ι]‐ β̣[ωμ]ένην νόησιν καὶ εὐσε[βῆ] ἐχόντων, ἑνὶ ὀνόματ[ι σημ]αίνε‐
5ται, πληρουμένου τοῦ λεχ[θ]έντος ἐν ὕμνοις· «Θαυμ̣[αστὸν] τ[ὸ] ὄνομά σου ἐν πάσῃ τῇ [γ]ῇ», καὶ ἔτι· «Ἐμεγάλυνας [ἐπὶ πάντα]ς [τὸ ὄ]νομα τὸ ἅγιόν σου», καὶ πάλιν· «Καθὼς τὸ ὄνομά [σου, ὁ Θεός, οὕτ]ω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.» [Συμφώνως τῷ] ὑμνῳδῷ καὶ ὁ προφήτης Ἁμβακοὺμ
10περὶ τοῦ ἀλ̣[ηθινοῦ] Θεοῦ τάδε φησίν· «Αἰνέσεως αὐτοῦ πλή‐ ρης ἡ γῆ.»

5

.

97

[Ἐπειδὴ] ἁπανταχοῦ γῆς βεβόηται καὶ δοξάζεται ἡ τοῦ ἑνὸς Θ[εοῦ προσ]ηγορία, ἄλλο ὄνομα ο[ὐ]κ ἔστιν σημαῖνον Θεόν. Τότε δ[ὲ μά]λιστα τοῦτ’ ἔσται πλη̣ρουμένης τῆς εὐχῆς τῆς
π[ρὸς ἑτέ]ροις λεγούσης πρὸς τὸν Θεόν· «Ἁγιασθήτω τὸ ὄνομά
5σ[ου.» Κατὰ] τρόπον γάρ τινα χραίνεται τὸ ὄνομα τοῦ Θεοῦ βλασφ[ημού]μενον καὶ βεβηλούμενον ἐν τοῖς ἔθνεσιν διὰ τοὺς μ[ὴ κα]ταλλήλως αὐτῷ φρονοῦντας καὶ πράττοντας, τό̣[τε δὲ ἁ]γιαζόμενον ὅταν ἐπὶ πάντας καλοὺς καὶ ἀγαθοὺς ἀπ[οδε]ιχθέν‐ τας ἀμολύντως ἡ Θεοῦ προσηγορία ἀναδεικνύ̣[ηται,] τοῦ Θεοῦ
10πάντα ἐν πᾶσιν γινομένου ἐπὶ τῷ τέλει τῶν [πρα]γμάτων.

5

.

98

Ἁγιάζεται τὸ τοῦ Θεοῦ ὄνομα καὶ τότε ὅτ[ε οὐκ ἐ]πι‐ κείμενον ἦν ἔτι ξοάνοις καὶ δαίμοσιν καὶ τῇ κτίσ[ει ὡς ἓ]ν εἶναι παρὰ πᾶσιν τὸ ὄνομα τοῦ Θεοῦ.

5

.

99

Τοῦ Θεοῦ ἑνὸς καὶ [τοῦ ὀ]νό[μ]ατος [αὐτ]οῦ ἑνὸς ἀπο‐ δειχθέν[τος], τί διαδέχεται [ἐπιστα]τέον. [Ἐπὶ π]ᾶσαν τὴν γῆν κυκλό[θε]ν καὶ τὴν ἔρημον ὁ̣ Κ̣ύ̣ρ̣ι̣ο̣ς̣ καὶ σ̣[.. εἷ]ς̣ ὁμολογηθή‐ σεται καὶ [τ]ὸ̣ ὄνομα αὐτοῦ. Ἔρημον [ἐνθάδε] τὴν ἀπὸ ἐθνῶν
5Ἐκκλη[σί]αν ἐκδεκτέον, γῆν [τὸν λαὸν ἐ]κ περιτομῆς. Ἀμφό‐ τερ[ο]ι γὰρ οἱ λαοὶ ἑνὶ Κυρίῳ δ[ουλεύσουσ]ιν, ἄλλον οὐκ ἐπιστά‐ μενοι ἢ τὸν εἰρηκότα [Θεόν· «Πλὴν ἐ]μοῦ οὐ γνώσει Θεὸν» καὶ πλὴν τοῦ ὀνόματός μου τ[οῦ μεγαλ]υνθέντος ἐπὶ πάντας. Ἕνα δὲ Θεὸν ἀκούοντε[ς, .....]οῦμεν τὴν Τριάδα, ὡς περὶ
10Πατρὸς νομίζειν εἶναι [τὴν σ]ημασίαν, οὐ μὴ̣ν τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Μία γὰρ θεό[της] Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὡς ἀ̣[πο]δέδεικται διὰ πλειόνων [ἐν τ]ῷ περὶ Υἱοῦ λόγῳ.

5

.

100

Ἑνὸς Κυρίου ἀπ[οδ]ειχθέντος καὶ τοῦ ὀνό[ματ]ος αὐτοῦ ἑνὸς κύκλῳ πάσης τῆς γῆς καὶ ἕως τῆς ἐρή[μου], ἀρχὴν ἔσχεν ἡ νόησις «ἀπὸ Γάβελ», ἥτις μεταλαμβά[νετ]αι εἰς μαρτυρίαν, ἐκείνην περὶ ἧς ὁ Σωτὴρ ἐδίδαξεν ἐν [Εὐαγ]γελίῳ, εἰπών·
5«Ἐραυνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσ[ιν] αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Συμφώνως καὶ ὁ ἀπόστολος Π[αῦ]λος γράφει «μαρτυ‐ ρουμένην εἶναι τὴν διὰ πίστεως Ἰησοῦ Χρισ[τοῦ δι]καιοσύνην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν», ἀπὸ τῆς [θείας] μαρτυρίας γνωσθέντος ὅτι εἷς ὁ Θεὸς καὶ ἓν τὸ ὄ[νομα αὐ]τοῦ «ἕως Ῥεμ‐
10μών», ἑρμηνευόμενον ὑψωμένον [ἢ μεμετε]ωρισμένον. Ποῦ γὰρ ἔδει φθάνειν τὴν θείαν μαρτυρία[ν ἢ εἰ]ς τὸν ὑψηλὸν καὶ μετέωρον νοῦν, τῆς μαρ[τ]υρίας [οὔσης] δείξεως αὐτῆς;

5

.

101

Λέγει δέ που· Ἡ μαρτυρία κ[α]ὶ τὸ ὕψος ὑπάρχει καὶ ε̣ὑ̣ρ̣[ίσκε]ται κατὰ νότον τῆς [πν]ευμα[τι]κ̣[ῆς Ἰερουσαλή]μ̣. Εἴρηται περὶ ν[ότο]υ ἐν τοῖς ὀλίγῳ πρότ[ερον] εἰς τὸ [πα]ρ[αλημ]φθὲν ἀπὸ τοῦ Ἄισ‐
5[μα]τος τῶν Ἀισμάτων· «Ἐξ[εγείρου], βορρᾶ, κ[α]ὶ̣ ἔρχου, νότε.» Διό, ἵνα μὴ πο[λλ]άκις τὰ αὐτὰ λέγωμεν, ἀ̣[ρκού]‐
μενοι τοῖς τότε ῥηθεῖσιν, χωρ̣[η]τέον ἐπὶ τὰ ἑξῆς.

5

.

102

«Ῥαμά, φ[ησίν,] ἐ[πὶ] τ[ό]που μενεῖ», οὐ μετακινου‐ μένη ἐξ ἑτέρου εἰς ἕτερο[ν τόπον, ἀλλ’ ἑρμη]νευομένη μετεω‐ ρι[σ]μὸς ἢ μεμετεωρισμένη. [Ποῦ δὲ δ]εῖ [μέ]νειν τὴν διὰ ὕψος ὑπερβάλλον τυγχάνουσαν μεμ[ετεω]ρι[σ]μένην ἢ ἐν τῷ ὑψηλῷ
5τόπῳ, οὐχ ὑποβαίνουσαν [οὐδὲ κι]νουμένην· κατάλληλον γὰρ καὶ ἐπωφελὲς μέν[ειν ἐν τῇ] ἁγιότητι τοὺς φθάσαντας μετὰ πολλὴν προκοπὴν [εἰς τὸ] τέλος καὶ τὴν κατ’ αὐτὴν τελειότητα.

5

.

103

Πύλη τοῦ Βε̣[νιαμὶν] μεταλαμβανομένου [εἰς] τὸ δεξιᾶς ἢ ἡμερῶν υἱός, ἡ [εἰσ]αγωγὴ τῶν θείων μυστηρίων ἐστὶν καὶ δογμάτων τῆς [εὐ]θείας, δι’ ἧς εἰσέρχεται ὁ πάντα πεφωτισμένως καὶ δεξ[ιῶς π]ρά[τ]των καὶ διανοούμενος, υἱὸς δεξιᾶς καὶ ἡμε‐
5ρῶν προσαγο[ρευό]μενος.

5

.

104

Ἐπίστησον εἰ υἱὸς ἡμερῶν ὑπάρχει ὁ τοῦ φωτὸς υ[ἱὸς] περὶ οὗ καὶ τῶν παραπλησίων αὐτῷ ὁ Σωτὴρ εἶπεν «φρονιμω̣‐ [τέ]ρους τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου ἐν τῇ γενεᾷ [αὐ]τῶν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός», οἷς γράφεται· «Ὡς τέ[κνα] φωτὸς
5οὕτω περιπατεῖτε.»

5

.

105

«Ἀπὸ τῆς πύλης» τῶν πεφ[ωτισ]μένων καὶ τῶν δεξιῶν, ἥτις ἐστὶν «πρώτη» διὰ τὸ τυ[γχά]νειν εἰσαγωγή, «ἕως τῶν πυλῶν τῶν γωνιῶν». Αἱ π[ύλαι καὶ] γ̣ωνίαι διχῶς νοοῦνται· ἅπαξ μὲν ὡς οὖσαι ἐπαι[νεταί ..]τ̣αι, δι[ὰ τὸ] ἕνωσιν ποιεῖν
5τοίχ[ων], ὧν κεφαλὴ ὁ ἀκ̣[ρογων]ιαῖος λ[ίθος] Χριστὸς θεμέλιος
καὶ τέ[λος] ἀποδέδεικται· «Λί̣[θος] ὃν ἀπ̣[εδοκί]μασαν οἱ οἰκοδο‐ μοῦντ[ε]ς, οὗτος ἐγενήθη εἰς κε[φαλὴν γ]ωνίας», ὢν καὶ θεμέ‐ λιο[ς] τῶν ἐπ’ αὐτῷ οἰκοδομου[μένων, οἷς] προσφωνῶν ὁ σοφὸς ἀρχ[ι]τέκτων ὁ θεὶς τὴν κ̣[εφαλὴν τῆς Ἐ]κκλησίας ὧδε χαράτ‐
10τει· «Ἐποικοδομηθέντε̣[ς ἐπὶ τῷ θ]εμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος [αὐτοῦ ἀκρ]ογωνιαίου Χριστοῦ Ἰησοῦ.»

5

.

106

Ἔσχεν δὲ Παῦλος εἰπεῖν ἀκρογωνι[αῖον λίθο]ν τὸν Σωτῆρα, ἄνωθεν ἐκ τῆς Ἠσαΐου προφητείας λαβὼν [ἐφ’ ἑαυτ]ῷ τὸ προφη‐ τικὸν ἐκ προσώπου τοῦ Θεοῦ· «Ἰδοὺ τίθημι ἐν Σ[ιὼν λί]θον ἀκρογωνιαῖον ἐκλεκτ̣[ὸ]ν ἔντιμον εἰς τὰ θεμέλι[α αὐτ]ῆς, καὶ ὁ
5πιστεύων ἐπ’ αὐτῷ [οὐ] μὴ καταισχυνθῇ.» Καὶ Π[έτρο]ς δὲ ὁ Χριστοῦ μαθητὴς ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ ἔθηκεν ὡ[ς λίθο]ς ζῶν τυγχάνων ὁ Κύριος θεμέλιος καὶ κεφαλὴ ὑπάρ[χει τ]ῆς ἱερᾶς οἰκοδομῆς τῆς Ἐκκλησίας.

5

.

107

Ἄλλως δὲ περὶ [τῶν γ]ωνιῶν ἔστι φάναι ὡς ἐψευσμέ‐ νων, ἐν αἷς οἱ ὑποκριταὶ ἑ̣[στη]κότες προσεύχονται, ἐναβρύνον‐ ται φιλοδοξίᾳ [.....]κω̣ς̣ δόξωσιν θεοσεβεῖς εἶναι. Καὶ γὰρ αὗται αἱ γωνία[ι αἳ ἀ]π[ὸ τῆς] πρώτης ἄρχονται πύλης οὐκέτι
5σῴζουσαί [εἰσιν.] Οὐ[δὲν] γὰρ ἕτερόν ἐστιν γωνία ἢ κλάσις τῆς εὐθείας, ἐπ̣ε̣ι̣[...] οι̣[......] εἰσαχθῆναι εἰς ἐπιστήμην ἢ ἀρετὴν μὴ οδ̣[.....] π[......]τες ἔξω γίνονται τῆς εὐθείας, ἐν γωνίαι[ς ....] στ̣[....]ιν καὶ διατριβὴν ἔχουσιν.

5

.

108

Ἐν ταύταις τ[αῖς γω]ν̣[ίαις κ]α̣ὶ χείροσιν αὐτ[ῶν] ἐνεδρεύει ἡ προ‐ σω[ποπο]ι̣ο̣[υμένη] π̣όρνη ἐν ταῖς π[λα]τείαις ἤτοι ψευδοδο‐
ξ[.....] αν̣[...]ουσα αἰσχρά. «Ἐν οἴκῳ [γά]ρ, φησίν, οὐχ
5ἡσυχάζο[υσιν] οἱ πόδες αὐτῆς· χρόνον γά̣ρ τινα ἔξω ῥέμβεται, χρό[νον] δ’ ἄλλον παρὰ πᾶσαν γωνία̣ν πλατείας ἐνεδρεύει» ε[..] ρ[...] ἀ̣πάτη τοῦ ἀφραίνοντος νεανίου. Οὐ γὰρ ἄλλον τ̣[ινὰ θηρ]ᾶ̣σαι δύναται στωμυλευομένη ἢ τὸν νεαρὸν το̣[ῦτον ἐ]νδεῆ φρε[ν]ῶν ὄντα, οὐδ’ ὅλως προσερχομένη τῷ κ[α]τὰ φρό‐
10νησιν π[ε]πολιωμένῳ καὶ ἔχοντι τίμιον γῆρας τὸν ἀκηλίδωτον βίον.

5

.

109

Ἐπειδὴ δὲ καὶ ψεκταὶ καὶ ἐπαινο̣[ύ]μεναι γωνίαι ηὑρέ‐ θησαν ἐν τῇ γραφῇ, ἐπιστήσωμε[ν] τῇ διαφορᾷ αὐτῶν, ἵνα ἰδ[ῶ]‐ μεν ποίας φεύγειν καὶ ποίας οὐ προσήκει.

5

.

110

Αἱ μετὰ τὴν πύλην Βενιαμὶν καὶ κατὰ τιμὴν πρώτην εἰσὶ γωνιῶν πύλαι τῶν ἡνωμένων καὶ συμφωνούντων εἴσοδοι ἃς καλὸν εἰσιέναι—δικαιοσύνης γάρ εἰσιν—περὶ ὧν πρόσταξις δίδοται· «Ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων ἀλήθειαν», καὶ
5τὰ ἑ[ξῆς]· περὶ τούτων ὁ ὑμνῳδὸς κέκραγεν· «Ἀνοίξατέ μ[οι] πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ», τῶν μὴ ἀγαθῶν γωνιῶν οὐ καθάπαξ λεγομένων γω‐ νιῶν, ἀλλ’ αὐτὸ τοῦτο τῶν πλατειῶν γωνιῶν, πλ[α]τειῶν δὲ οὐ τῶν ἐν αἷς ἡ σοφία παρρησίαν ἄγει, ἀλλὰ τῶ̣[ν .]υ̣[.]φ̣[.]ε̣ω̣ν
10τῆς πλατείας καὶ εὐρυχώρου ἀπαγούση[ς] εἰ[ς] τ̣[ὴν ἀ]πώλειαν.

5

.

111

Φθάνουσαι δὲ αἱ ἐπαινούμεν[αι] εἴσ[οδο]ι ἕως τοῦ πύργου Ἁναμ[εή]λ, ἑρμηνευομέν.υ̣ [χά]ρ̣ι̣τι π̣[ερι]τομή. Χάρις δὲ περιτ[ομῆ]ς ὑπάρχει οὐχ [ἡ τῆς σαρκὸς κ]ατὰ γράμμα τελου‐ μ[έν]η, ἀλλ’ ἡ τῆς καρδία[ς κα]τὰ [πνεῦμα] ζωοποιοῦν γινο‐
5μένη. Πύργος δὲ Ἁναμεὴλ εἶναι [δύν]αται ἡ κατὰ τὸ εὐαγγελίον καὶ τὸν ἐν κρυπτῷ ἰου[δαϊσ]μὸν πολιτεία.

5

.

112

Ἐξ [ο]ὗ γὰρ ὁ Σωτὴρ ἐδίδαξεν φήσας τοῖς μ[αθητα]ῖς· «Τίς ἐξ ὑμῶν ὃς θέλει
πύργον οἰκοδομῆσαι ο[ὐ καθ]ί[σα]ς πρῶτον ψηφίσει εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μ[ή ποτε θέ]ντος αὐτοῦ θεμέλιον καὶ μὴ
5ἰσχύσαντος ἐκτε[λέ]σαι, ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν αὐτῷ, λέ[γο]ντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσ[χ]υ‐ σεν ἐκτελέσαι»· περὶ βίου π[ρ]α̣κτικοῦ καὶ θεωρητικοῦ [π]αρα‐ βολῆς τρόπῳ εἴρηται. Ἀλλ̣’ οὐ τοιοῦτοι οἱ τὴν χάριν [π]εριτομὴν ἔχοντες· θέντες γὰρ θεμέλιον ἐπλήρωσαν [τ]ὴν οἰκοδομήν, ὡς
10καὶ δῶμα καὶ στεφάνην ἐπιθεῖναι.

5

.

113

Προ[τ]εθειμένοι γὰρ πύργον οἰκοδομῆσαι τὸν ἑαυτῶν βίον, ἐξε[τέ]λεσαν αὐτόν, ὡς ἐν αὐτῷ τὴν καταφυγὴν καὶ τὴν ἀσφαλ̣ῆ̣ διατριβὴν ἔχειν, διὰ τὸ σκοπεύειν τοὺς πόρρωθεν ἐπει[γο]μένους πολεμίους. Τοῦτο πλη‐
5ρώσας τὸ οἰκοδόμημα [ὁ ὑ]μνῳδὸς χαριστηρίως τῷ συνεργήσαντί φησιν· «Ὡδή[γησά]ς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀ[π]ὸ προ[σώπ]ου ἐχθροῦ.»

5

.

114

Ὁ φθάσας μέχρι τοῦ πύργου τοῦ τῆς π[ερ]ιτο[μῆς ὑ]π̣αρχούσης χάριτος καὶ μέχρι τῶν ὑπολ[η]νί̣ων [τοῦ με]γάλου βασιλέως Χριστοῦ φθάσας, κατοικεῖ ἐπὶ [κλίτ]ει [ὡς λα]βεῖν τὴν σταφυλὴν τὴν τρυγωμένην ἀπὸ τῆ[ς ἀ]μ[πέλου τ]ῆς ἀλη‐
5θινῆς κ[αὶ] τ̣ῶν κ[αρ]ποφορούντων̣ [κλη]μά[των αὐτ]ῆς, ἵνα ὁ εὐφραί[ν]ω̣ν καρδ̣[ία]ν ἀνθρώπου οἶνος [ποιῆτ]αι.

5

.

115

[Πε]ρ̣ὶ̣ τοιούτων θεωρημά̣των κ[αὶ] ὑπὲρ τῶν λη̣[νῶν ᾠ]δαὶ καὶ ψαλμοὶ ἀνεγράφ[η]σαν. Μ[ὴ] γὰρ πτωχεύσ[ῃ ἡμῖν] ὁ νοῦς ἐπὶ τοσοῦτον ὡς ὑπολαβ[εῖ]ν περὶ αἰσθη̣τ̣[ῶν ληνῶν] καὶ ὑποληνίων τοὺς
5πνευ[μ]ατοφόρους ἄ[νδρας δι’ ἐπιχο]ρηγίας τοῦ ἁγίου Πνεύ‐ ματος εἰρηκ[έ]ναι, ἀλλὰ περὶ ν[οημάτων ὑ]ψηλῶς ἀνηγμένων.

5

.

116

Συνᾴδει τῷ κατοικεῖν [τοιαῦ]τα ὑπολήνια τὸ ἐν τῷ
Ἄισματι τῶν Ἀισμάτων λε[γόμε]νον ὑπὸ τῆς νύμφης πρὸς ἑταί‐ ρους τοῦ νυμφί[ου· «Εἰσα]γάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπ[ην].»

5

.

117

Τῶν ὑποβαλλομένω[ν] ὑπὸ τῆς προκειμένης προ[φη‐ τεί]ας πληρωθέντων, οὐκέτι ἔσται ἀνάθεμα, κατοικ̣[ού]σης λοιπὸν τῆς Ἰερουσαλὴμ μετὰ τῆς πεποιθήσεως τῆς [ἐπὶ] βασιλέα, μαθούσης ὅτι «ἀγαθὸν πεποιθέναι ἐπὶ [Κύριον] ἢ πεποιθέναι
5ἐπ’ ἄνθρωπον», καὶ τὸ παροιμιῶδες φέ̣[ρον·] «Πεποιθὼς δὲ ἐπὶ Κύριον μακαριστός.»

5

.

118

Πῶς δὲ τούτων ὑπα[ρ]ξάντων οὐκ ἔστιν ἔτι ἀνάθεμα θεωρητέον. Διχῶ[ς γὰρ] λέγεται τοῦτο, ὁτὲ μὲν δηλουμένου ἐκ τῆς λέξεω̣[ς τοῦ] ἀπηγορευμένου διὰ προσοῦσαν μιαρότητα, ὁτὲ δὲ τ̣[οῦ ἀ]φιε[ρ]ουμένου καὶ ὁμολογουμένου Θεῷ. Καὶ περὶ μὲν
5τ̣[οῦ προ]τέρ[ο]υ ἐκληπτέον τὸ γραφὲν οὕτως· «Εἴ τις οὐ φ[ιλεῖ] Κύριον, ἤτω ἀνάθεμα», καὶ τὸ οὕτως ἔχον· «Οὐδεὶς ἐν π[νεύ‐ μα]τι Θ̣ε[οῦ] λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς.» Κατὰ τοῦτο τὸ ση[μαινόμε]νον, [ἤθ]ελεν ὁ Παῦλος «εἶναι ἀ[νά]θεμα ὑπὲρ τῶ[ν ἀδελφῶν] κ[αὶ συγγ]ενῶν κατὰ σάρκα». Πε[ρὶ] δὲ τοῦ ὑστέρου
10σ[ημαινομέ]ν[ου ..] τῆς ἀνάθεμα λέξεως, πολλὰ ἔστι συναγα‐ γεῖ[ν] ῥη[τὰ ἐκ τ]ῆς τῶν γραφῶν ἱστορίας, ἅπερ ἑαυτῷ ὁ φιλό‐ λογος [εὑρήσ]ει.

5

.

119

Ὅταν τοιγαροῦν μετὰ πεποιθήσεως κατοική[σῃ Ἰερου]‐ σαλήμ, οὐδεὶς ἔτι ἐν αὐτῇ ἀναθεματιστέος ἔ[σται οὐδὲ] ἀφίδρυμα, ἐξολοθρευθέντων ἀπ’ αὐτῆς τῶν γλ̣[υπτῶν καὶ] τῶν χωνευτῶν. Τούτων γὰρ ἐκτὸς γεγενημέ[νων, πεπ]οιθότως κατοικήσει ἔχουσα
5τὴν πνευματικὴν [ἀσφάλει]αν, περὶ ἧς Ἰερεμίας ὁ προφήτης ἔφρασεν εἰπών· «[Καὶ] εὐλογημένος ἔσται ὁ ἄνθρωπος ὃς πέποι‐
θεν ἐπὶ τῷ Κυρίῳ.»

5

.

120

Zach. XIV, 12: Κ[αὶ αὕτη ἔσται] ἡ πτῶσις, ἣν κόψει Κύριος πά[ν]τας τοὺς λαούς, ὅσοι ἐπε[στρά]τευσαν ἐπὶ Ἰερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν [ἑστ]ηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλ[μοὶ] αὐτῶν ῥυήσονται ἐκ
5τῶν ὀπῶν αὐτῶν, καὶ ἡ [γλ]ῶσσα αὐτῶν τακήσεται ἐν τῷ στό‐ ματι αὐτῶν.

5

.

121

Α[ὕτη ἡ πτῶσ]ις τοῖς στρατοπεδεύσασιν ἐπ’ αὐτὴν καὶ χάρακας αὐ[τῇ] περιβαλοῦσιν. Τίνα δ’ ἐστὶν ἃ προαναφωνεῖ τοῖς [κυκ]λ̣οῦσιν τὴν καλλίπολιν Ἰερουσαλήμ; Τακήσονται, φησίν, [αἱ σά]ρκες αὐτῶν τῶν ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, [ἤτοι]
5ἀπὸ πολλῆς ἀσιτίας ἢ δέους τῶν προσδοκουμέ[νων] κακωτικῶν τε καὶ ἐπιπόνων. Εἰς τοσοῦτον δὲ [τῆξι]ς τῶν σαρκῶν αὐτῶν γενήσεται, ὡς τοὺς ὀφθαλ[μοὺς] αὐτῶν ἐκρυῆναι καὶ τῶν ὀπῶν ἔξω γενέσθα[ι καὶ τα]κῆναι ἐν τῷ στόματι τὴν γλῶσσαν αὐτῶν.

5

.

122

Ὑ[π]ῆ[ρ]κται δὲ ἡ κακοπρα[γί]α αὕτη οὐ τοσοῦτον [τοῖς κυκλώσ]ασιν καὶ πορθή[σ]ασιν τὴν αἰσθητὴν [Ἰερουσαλή]μ, [ὡς τοῖ]ς διώξασιν τὸν χριστιαν[ι]σμὸν καὶ τὴν [Χριστοῦ Ἐκ]κ‐ λησίαν, κατ’ ἀναγωγὴν οὖσαν Ἰερουσαλήμ.

5

.

123

Περιέχ[ει ἡ τῶν] χριστιανῶν ἱστορία ὅσα καὶ οἷα δεινὰ καὶ ἀληθῶ[ς ... ....]χ̣θη θείᾳ κρίσει κατὰ τῶν πορθησάντων τ[οὺς .. ....]σου δούλους καὶ τοὺς συνακτηρίους τόπους [ὡς εἰς] ἔ̣δαφος αὐτοὺς κατασπάσαι καὶ τὰς θείας βί[βλους] πυρὶ
5παραδοῦναι. Ἐντελέστερον καὶ διὰ πλειόν̣[ων] περὶ τῶν τοιού‐
των πεπραγμάτευται ἡμῖν [ἐν] τοῖς εἰς τὸν Ἠσαΐαν ὑ[πο]μνή‐ μασιν, ὧν εἰς τὴν [ἀνά]γνωσιν παραπέμπομεν διὰ προτροπῆς τ[οὺς] φιλοκάλους.

5

.

124

Πλήττει Θεὸς τοὺς κυκλώσαντα[ς] Ἰερουσαλὴμ πολε‐ μίων τρόπῳ, ἵνα πέσωσιν ἀπὸ χειρί[στης] στάσεως ἧς ἐφύλαττον ἐμμένοντες τ[ῇ δει]σιδαίμονι λατρείᾳ. Ἐπωφελῶς τῆς πτώσεως [ταύ]της γινομένης, ἔγερσις καὶ στάσις διαδέξε[ται] ὑπερβάλ‐
5λοντας ἐπαίνους ἔχουσα.

5

.

125

Περὶ τῆ[ς θε]ωρίας ταύτης, πληρωθεὶς ἁγίου Πνεύμα‐ τος, ὁ δικαιω[θεὶς] Συμεὼν εἰς τὰς ἀγκάλας ἑαυτοῦ δεξάμενος [τὸ ἐκ] τῆς ἀπειρογάμου Μαρίας τεχθὲν βρέφος, δεικν[ὺς αὐ]τό φησιν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀν[άστα]σιν [πολ]‐
5λῶν.»

5

.

126

Αὐτοῦ [γ]ὰρ χ[άρ]ιν πίπτουσιν οἱ [....] καὶ [σαρκι]‐ κ̣οί, ἵνα ἀναστάντες κατὰ ἁγιότητα τ̣[οῦ Θεοῦ] ἀ[σφαλεῖς] ἀποδειχθῶσιν, ἐν τῇ πίστει καὶ λοιπῇ ἀρ[ετῇ] β̣[εβαί]ω̣ς ἑδρα‐ σθέντες, κατὰ τὸ γεγραμμένον [ὑπὸ το]ῦ Ἀποστόλου τοῖς
5ἐκκλησιαστικοῖς· «Τῇ πίστει [ἑστήκ]ατε.» Αὕτη δὲ ἡ στάσις παρὰ τῷ Σωτῆρι Ἰησοῦ γίν̣[εται· πρὸς γὰ]ρ αὐτοῦ ἔστι μαθεῖν λέγοντος· «Εἰσί τινε[ς τῶν ὧδε ἑ]στηκότων οἵτινες οὐ μὴ γεύ‐ σωνται θα[νάτου.]»

5

.

127

Οἱ οὕτω ὠφεληθέντες ἀποβάλλουσιν τὸ σ[α]ρ[κικὸ]ν̣ φρόνημα καὶ τοὺς κακῶς ὁρῶντας ὀφθαλ[μούς,] ἵνα μηκέτι ὦσιν ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, καὶ μη[κέτι ζ]ῶσιν πονηρῶς καὶ μο[ιχ]ικῶς, ἀλλ’ ἐναρέτως [καὶ σ]ωφ[ρό]νως, πνεύματι τὰς
5πράξεις τοῦ σώματος θα[νατ]οῦντες καὶ τοὺς ὀφθαλμοὺς ἀπο‐ στρέφον[τες] ἀπὸ τῆς ματαιότητος πρὸς Θεὸν αὐτοὺς αἴρον[τες]
ὥστ’ ἀνειπεῖν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς [μου τ]ὸν κατοι‐ κοῦντα ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «[Οἱ ὀφθ]αλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον.»

5

.

128

Καταλλήλως [τῇ ἀποδο]θείσῃ θεωρίᾳ ἐκλαβεῖν πειρατέον τὸ λεχθὲν [ἐν τῷ] Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν, οὕτω προενε[χθέν·] «Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα [ο]ἱ [μὴ βλέ]π̣οντες βλέψωσιν καὶ οἱ βλέποντες τ̣[υφλ]οὶ γένωνται.»
5Τῶν [γ]ὰρ ἁμα[ρ]τητικῶς ὁ[ρώντων ὀφθαλμ]ῶν στερεθέντω̣ν̣ το[ῦ] κακῶς βλέπ̣[ειν, ὀμ]μ̣[άτ]ω̣σις ἔσται ἐπὶ τῷ ὀρθῶς [κ]αὶ ὁσίως ὁρᾶ[ν.

5

.

129

Δυνα]τὸν καὶ ἑτέρᾳ νοήσει ἐπιβαλεῖν τῷ Εὐαγγελί̣[ῳ. Ἐπεὶ] ἀπιστοῦντες οἱ Ἰουδαῖοι τῷ Κυρίῳ ἀσεβῶς ἐβλ̣[ασφήμου]ν̣, ἥρμοζεν τυφλωθῆναι αὐτούς, κατὰ [τὸ ἐν προ]φήτῃ λεχθέν· «Ἐτυφλώθησαν οἱ δοῦλοι τ[οῦ Θεοῦ», οἱ ψ]ευδῶς ἐπαγγελ‐
5λόμενοι δουλεύειν αὐτ[ῷ· οὗ] συμβάντος, ἀνέβλεψαν οἱ ἀπὸ τῶν ἐθνῶν ε[ἰς] πίστιν κληθέντες, ἐληλυθότος τοῦ φήσαντ[ος·] «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελ[ί‐ σασ]θαι πτωχοὺς ἀπέστ̣[α]λκέν με, κηρῦξαι αἰχ[μα]λώτοις ἄφε‐ σιν καὶ τυφλοῖς ἀνάβλεψιν», [φω]τίσας αὐτοὺς σοφίᾳ τῇ ἑαυ‐
10τοῦ, κατὰ τὸ γεγ[ραμ]μένον· «Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ.»

5

.

130

Ἐ[π’ αὐ]τὸ ληπ[τ]έον καὶ τὸ ἐν Ψαλμοῖς ἀπαγγελθ[έν·] «Κύριος σοφο[ῖ] τυφλούς», ἵνα μηκέτι τυφλοὶ ἀλλ’ ὀξὺ κα̣[θο]ρῶντες [ἀ]ποδειχθῶσιν, ἐμποδισθέντων τῶ[ν πο]νηρῶς ὁρώντων ὀφθαλμῶν ἐκπεπτωκότω[ν ἐκ] τῶν ὀπῶν
5ἑαυτῶν, ἵν’ ἀντεισαχθῶσιν ἀντ[ίοι] εἰς τὰς αὐτὰς ὄπας—αὗται δ’ εἰσὶν αἱ φυσικαὶ ἔννοιαι—οἱ τὸν Θεὸν ὁρῶντ[ες] ὀφθαλμοί. Τούτ[ους] τοὺς ὀφθαλμο[ὺς] πρὸς αὐτὸν αἴ[ρει ὁ ἄνθρωπος] ὡσαύτως τῷ λέγο[ν]τι· «Πρὸς σὲ ἦρα τ̣[οὺς ὀφθαλμού]ς μου τὸν κατοικο[ῦ]ντα ἐν τῷ οὐραν[ῷ.»

5

.

131

Τακεισῶ]ν τῶν σαρκῶν ὧν τὸ φρόνημα ἔχθρα εἰς [τὸν Θε]ὸν καὶ τῶν ἀσεβῶς ὁρώντων τῶν ὀφθαλμῶν [ῥυέν]των ἐκ τῶν ἡρμηνευμένων ὀπῶν, ἐπὶ [τὸ ἀποδει]χθῆναι τοὺς ὀξὺ καθο‐ ρῶντας, περὶ ὧν ὁ [Ἀπόστολ]ος γράφει τὴν ἔχουσαν λέξιν
5οὕτως· «Π[εφωτισ]μένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας», ἁρμο‐ νίως [εἴρηται] καὶ τὴν γλῶσσαν τακῆναι ἐν τῷ στόματι [τῶν ἐχ]όντων δολερὸν καὶ περὶ ὑλικῶν πραγμάτων [λόγον], ἵνα ὑπαρχθῇ τὸ λεγόμ̣[ε]νον ὑπὸ τοῦ σοφοῦ [τῷ δεσ]π̣ότῃ τῶν ὅλων· «Ἡ γλῶσσά μου μελετήσει [τὴν δι]καιοσύνην σου μόνου.»

5

.

132

Zach. XIV, 13—14: [Καὶ ἔσται ἐν τῇ] ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου ἐπ’ αὐτοὺς με[γάλη,] καὶ ἐπιλήμψεται ἕκα‐ στος τῆς χειρὸς τοῦ πλη[σίον α]ὐτοῦ. Καὶ συμπλακήσεται ἡ χεὶρ αὐτο[ῦ] πρὸς χεῖ[ρα τοῦ] πλησίον αὐτοῦ. Καὶ ὁ Ἰούδας
5παρατάξεται ἐν Ἰερουσαλὴμ [καὶ συν]άξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλό[θεν, χρ]υσίον καὶ ἀργύριον καὶ ἱματισμὸν [ε]ἰς πλῆθος σ̣[φόδρα.]

5

.

133

Ἐν τῇ ἡμ[έρᾳ ἐν] ᾗ̣ κατωρθώθη ἃ ἐδίδαξεν ὁ προφήτης, ἔκστασ[ι]ς [Κυρίου ἐπ’ α]ὐτοὺς μεγάλη, τοῦ Κυρίου παρασχόν‐
τος αὐ[τήν,] τ[ῆς ἐκστ]άσεως ἐνταῦθα τὸν θαυμασμὸν [δ]η̣λ[ού‐ σης διὰ τὴ]ν παρακοπὴν καὶ παραφροσύνην. Ἐ[ν μὲ]ν γὰρ [τῷ
5προφήτ]ῃ Ὠσῆε τὸ γεγραμμένον· «Ἐπιστρέψουσ[ιν οἱ] υἱοὶ Ἰσραὴλ κ[α]ὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τ[ὸν βασιλ]έα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγ[αθοῖς αὐτ]οῦ», [θα]υ̣μασμὸν δηλοῖ, ἤ, ὥς τινες εἶπον, θαυμασιότ[ητα.

5

.

134

Τῆς] αὐ[τῆς] νοήσεως ὑπάρχει καὶ τὸ ὑπὸ τοῦ Ἁμβακο[ὺμ γεγραμμένον·] «Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» Τὴν οὕ[τω ἡρμηνευμέ]νην ἔκστασιν γεγονέναι παρὰ Κυρίου ἐπὶ τοὺς εὐερ[γετουμένου]ς̣ μεμεγεθυσμένην ὁ προφήτης
5φησίν.

5

.

135

Οὗ συμβάν[τος, «παρα]τάξεται ὁ Ἰούδας ἐν τῇ [Ἰερου‐ σα]λήμ», περὶ οὗ εἴρηται· «Ἰούδ[α, σὲ αἰνέσαι]σαν οἱ ἀδελφοί σου», ὁ ὑπὲρ πάντων ἐξομολογούμε[νος Ἰούδας.] Παρατάσ‐ σεται δὲ ὁ μεταλαμβανόμενος Ἰούδας ἐ[ξομο]λογούμενος ἐν τῇ
5ἀληθινῇ Ἰερουσαλήμ, ἐν ᾗ «ὁ κατοικῶν [οὐ σαλεύ]εται εἰς τὸν αἰῶνα», ἵνα συναγάγῃ κυκλόθεν τὴν ἰ[σχὺν πάν]των τῶν λ[α]ῶν, χρυσίον καὶ ἀργύριον καὶ πλῆθος [ἱματίω]ν, οὖσαν σφόδρα.

5

.

136

Πολλάκις σεσαφήνισται καὶ ἐν ἄλλ[αις θ]εοπνεύστοις γραφαῖς καὶ τῷ εἰς ἐξέτασιν προκειμέ[νῳ πρ]ο̣φήτῃ σημαίνε[σ]θαι τὸν νοῦν τὸν πεφωτισμένον τ[ῇ σημ]ασίᾳ τοῦ χρυσοῦ καὶ τὸν συνετὸν καὶ ἠκριβωμένον λ[όγον τ]ῇ τοῦ ἀργυρίου προσηγορίᾳ.
5Ὅθεν προσήκει καταλ[λήλως τ]ῷ χρυ̣[σῷ καὶ ἀρ]γυρίῳ καὶ τὰ ἱμάτια ἐφαρμόσαι, ὧν [μέγα] τὸ πλ̣[ῆθος] ὁ ἅ̣[γ]ιος Ἰούδας συν‐ ῆξε[ν] κυκλόθεν ἀπὸ π[άντω]ν̣ [τῶν] λαῶν̣, [το]ῦ̣τ’ ἔστιν πάν‐ των τῶν πεπιστευκότ[ων ἐξ] ἐθνῶ[ν.

5

.

137

Ἱμα]τισμὸς δὲ καὶ ἱμάτια κατὰ θείαν ἀναγωγὴ̣ν̣ αἱ κατ’ εἶ̣δ̣[ος ἀρε]τ̣αὶ τυγχάνουσιν καὶ αἱ κατ’ αὐτὰς ἐπιτελού[μεναι πρά]ξεις, καὶ τὰ δόγματα τῆς εὐσεβείας καὶ τὰ τῆ̣[ς ἀληθείας] μυστήρια. Τούτοις τοῖς ἀμφίοις
5ἐγκαλ[ύπτεται ....] ἡ̣ Χριστοῦ νύμφη, Ἐκκλησία οὖσα, καὶ βασιλίς, ὡ[ς] ἐ[ν τετταρ]ακοστῷ καὶ τετάρτῳ Ψαλμῷ ᾄδεται· «Παρέ[στη] ἡ [βασίλισσα ἐ]κ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περι[βεβλημέν]η πεποικιλμένη», καὶ προσέτι· «Ἐν κροσσω‐ τοῖς [χρυσοῖς π]εριβεβλημένη πεποι[κι]λμένοις.»

5

.

138

Μὴ γὰρ ἐπὶ [τοσοῦτον] ἡ διάνοια τυφλωθείη ὡς νομίσαι περὶ ἐσ[θημάτω]ν σωματικῶν διδάσκειν τὸ ἅγιον Πνεῦμα, ἀλλὰ πε[ρὶ ἱματίων] ἐπόντων καὶ κοσμούντων τὸν ἔσω ἄνθρωπον, [περὶ ὧν ἐ]ν Ἐκκλησιαστῇ γέγραπται προστακτικῶς· «Ἐν [παντὶ]
5καιρῷ λευκὰ ἔστωσαν τὰ ἱμ[ά]τιά σο̣[υ]», ἃ αὐτὸς ὁ [Θεὸς ἀ]μφιέννυσιν καὶ ἐνδιδύσκει τὴν εὐχαριστητικῶ[ς λέγ]ουσαν ψυχήν· «Ἀγαλλιῶμαι ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσεν γά[ρ με ἱ]μα‐ τισμὸν σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.»

5

.

139

[Πρὸ]ς τὴν οὕτω ἐναβρυνομένην ἐπὶ κόσμῳ ἐσθημά[των, ὁ πα]ρασχὼν αὐτῇ αὐτὰ νυμφίος φησίν· «Ἐνέδυσά [σ]ε τρίχ[απτα] καὶ βύσσινα», τρίχαπτα καλῶ[ν] τ̣[ὰ ἐξ ἰσ]χνοτ̣[άτω]ν̣ καὶ λεπτῶν νοημάτων
5καὶ ἔργω[ν] ὑφ̣[αν]θ[έντα ...] β̣ύσσινα δέ ἐστιν τὰ ἐκ τῶν αἰσθητ[ῶν π]ράξ[εών τε] καὶ λόγων συμπλακέντα, τῆς βύσ[σου ἐ]κ [τῆ]ς γῆς φυομένης, ὡς κατὰ τοῦτο το̣[ῖς αἰσ]θ̣ητοῖς παρα‐ βάλλεσθαι.

5

.

140

Συναγαγὼν ὁ Ἰούδας π[αρατ]αξ[όμ]ενος ἐν τῇ ὁρώσῃ τὴν εἰρήνην νοητῇ Ἰερουσαλὴμ [τὴν ἰσχὺν τ]ῶν λαῶν κυκλόθεν,
συνήγαγεν τὰ νοητ[ὰ τῶν λαῶν κει]μήλια ὑπάρχοντα χρυσίον, ἀργύριον, [πλῆ]θο[ς ἱμα]τίων σφόδρα, νοῦν δηλονότι καὶ 〈λόγον〉
5κατὰ τὰ ἡρμηνευμένα κατ’ ἀναγωγὴν καὶ [τὸν ἀ]ποδοθέντα ἱμ[α]‐ τισμ[ὸ]ν εἰς πλῆθος σφόδρα συ[νη]γμένον. Αὐτάρκως [εἰς] τὸ παρὸν ῥητὸν γενα[μένης] σαφηνείας, τὰ [ἑ]ξῆς αὐτῷ ἐκθώμεθα.

5

.

141

Zach. XIV, 15: Καὶ αὕτη ἔσται ἡ [πτ]ῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων [καὶ] τῶν καμήλ̣[ων καὶ τῶ]ν ὄνων καὶ πάντων τῶν κτ[η]νῶν τῶν ὄ[ντ]ω[ν] ἐ[ν] ταῖς παρεμβολαῖς ἐκείναις [κα]τὰ τὴν π[τῶσι]ν ταύ[τ]ην.

5

.

142

Ὥ[σπερ] τὰ ἑστη[κότ]α κακ[ῶ]ς ἔθνη πεσόντα μακαρίως [καὶ] ἐπαινετῶ[ς] ἀν[έσ]τ̣η, ὡς ἀρτίως ἡρμηνεύθη, οὕτω[ς] οἱ κατ’ ἀλληγορίαν ἵπποι, ἡμίονοι, κάμηλοι, ὄνοι, π[εσόν]τες ἀπὸ τῆς στάσεως ἧς εἰσιν τοιοῦτοι, σωτ[ηρι]ωδῶς [ἀ]ν̣αστήσονται ἐπὶ
5ἰδίῳ καλῷ.

5

.

143

Οἱ γὰρ θηλυμ[ανεῖς] ἵπ[ποι γενό]μενοι τῷ χρεμετίζειν ἐπὶ τὰς τ[οῦ πλη]σίον [γα]μετάς, πεπτώκα[σ]ιν ἀπὸ τοῦ φιληδ̣[όνου πά]θου[ς κα]ὶ μοιχικῆς καταστάσεως, ἵν’ ἀναστῶσι[ν εἰς ἐπαι]ν[ετὴν ἀ]νέγερσιν, περὶ ἧς Ἰησοῦς τοῖς παι‐
5δευομένοις εἶπεν· «[Ἐγείρεσ]θε, ἄγωμεν ἐντεῦθεν», καὶ πρὸς τὴν ἀπὸ τῶν [ἐθνῶ]ν̣ Ἐκκλησίαν γενομένην αὐτοῦ νύμφην βοᾷ· »[Ἀνάσ]τα ἐλθέ, ἡ πλησίον μου.» Τῆς νοήσεως ταύ[της τυγχ]άνει τὸ ἀποστολικὸν ἔχον ὧδε· «Ἔγειρε, ὁ καθεύ[δων καὶ ἀ]νάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χ[ριστός.»

5

.

144

Παραπλ]ησίως τῇ πτώσει τῶν ἵππων καὶ οἱ ἡμίονοι πεσοῦν[ται, διὰ] στείρωσιν ψυχῆς οὕτω κ̣[αλ]ούμενοι. Περὶ ἀμ[φοτ]έρων τούτων τῶν ζῴων, τ[ο]ῖς ἀνθρώποις ὁ θεῖός φησιν [λόγ]ος· «Μὴ γίνεσθε ὡς ἵππ̣[ος] καὶ ἡμίονος, οἷς οὐκ ἔστι
5[σύνε]σις.» Ὥσπερ δὲ ἵπποι καλοῦνται οἱ γ̣υναιμανεῖς καὶ [πολ]ύκοινοι, οὕτως ἡμίονος ῥηθείη ἂν ἀλληγορικῶς [ἡ ἄ]φθο‐ ρον ἔχουσα τὸ σῶμα παρθένος, μὴ μὴν ἁγία [οὖσα] τῷ πνεύ‐ ματι. Διὰ τὴν τοιαύτην στείρ[ωσ]ιν [κ]αὶ ὁ εὐνου[χισ]θεὶς οὐ διὰ τὴν βασιλείαν τῶν [οὐρα]ν̣ῶν, [ἀ]λλ’ ἀρεσκεί[ας τ]ῆς πρὸς
10ἀνθρώπους ἕνεκα, ἡμίονος κέκλητ̣αι.

5

.

145

Μετὰ [τὴν] πτῶσιν, οἱ ἀποδοθέντες ἵπποι καὶ ἡμ[ί]ονοι ἀνα[στάν]τες ὀχούμενον ἐπ’ αὐτοὺς ἕξουσιν τὸν πρὸς ὃν εἶ[πον] οἱ ἅγιοι· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου κ[α]ὶ ἡ ἱππασία σ̣[ου] σωτηρία.» Ὡσαύτως καὶ ὁ ἡμίονος τὴν ἑρμηνευθεῖ[σαν μ]ετα‐
5βολὴν σχὼν ἕξει τὸν Δαυίδ, τὸν Σωτῆρά φημι, ἐφεζό[μενον] καὶ ὀχούμενον βασιλικῶς.

5

.

146

Τῷ ἀπο[δ]ο[θέντι] τρόπ̣[ῳ ἐκπ]εσοῦνται καὶ ἀναστήσον‐ ται οἱ κάμ̣[ηλοι καὶ ο]ἱ [ὄνοι κ]αὶ πάντα τὰ ἄλλα κτήνη τυγχά‐ νο[ντα ἐν τ]αῖς̣ π̣[αρεμβο]λαῖς ἐκείναις, ταῖς καταλλήλοις δ[ηλον]ότι. Κ[ατὰ τὴν] πτῶσιν τῶν ἵππων καὶ τῶν ἐφεξῆς [λεγο‐
5μ]ένων, κ[άμ]ηλοι τυγχάνουσιν κατὰ τροπολογίαν [οἱ ἄνθρω]ποι οἱ μελετῶντες δῆθεν τὸν θεῖον νόμον, ἄν[ευ τοῦ] δ̣ιαστέ̣λ̣λειν τὸ πρακτέον καὶ μὴ πρακτέον.

5

.

147

Ἠμὲν γ[ὰρ ἀνάγουσιν μη]ρυ‐ κισμὸν «λεπτύνοντες» καὶ λεαίνοντε[ς «ὡς χνοῦν» τὴν π]ροκαταβεβλημένην τροφὴν μελετητικο[ὺς τοῦ νόμου] αἴροντες
λόγους, ἠδὲ οὐ διχηλοῦσιν [ὁπλὴν] οὐδὲ ὀνυχίζουσιν ὀνυχιστῆρα,
5ἀκάθαρτοι [τυγχά]νουσιν, οὐ διαστέλ[λο]ντες τὸ πρακτέον ἀπὸ [τοῦ μὴ] τοιούτου.

5

.

148

Το[ιο]ῦτοι τ[υ]γχάνουσιν οἱ κατὰ σάρ[κα Ἰου]δαῖοι, οὐ διαιροῦντες ἀ[πὸ] τοῦ γράμματος τὸ πνεῦμα, [ἀπὸ] τῆς σκιᾶς τὴν ἀλ̣ήθειαν, ἀλλ’ οὐδ’ ἀπὸ τῶν ἐναρέτω̣[ς τε]λουμένω[ν] καὶ κατὰ κακίαν ἐνεργούμενα, ὅθεν τό̣· [Νομί]ζονται ὡ[ς «ἁ]μαρ̣τω‐
5λὸν ἔθνος καὶ λαὸς πλήρης ἁμα[ρτι]ῶν», οὐκ αὐ[τ]άρ[κως] ὄντος πρὸς καθαρότητα τοῦ κ[ε]νῶς, τοῦτ’ [ἔσ]τιν μα[τ]αίως μελετᾶν, κατὰ τὸ περὶ αὐτῶ[ν] εἰρημένον· «Λαοὶ ἐμελέτησαν κενά.» Ἔξω γὰρ γενάμενο̣[ι] τῆς μαθ[ήσ]ε̣ως τοῦ «γ̣εν‐ νήσαντος αὐτοὺς καὶ ὑψώσαντος», ἤκουσαν [π]άντες ὡς εἷς·
10«Υἱὸς ἀπολειπόμενος φυλάξαι παι[δεί]αν πατρὸς μελετήσει ῥήσεις κακάς.»

5

.

149

Τῶν κατὰ σάρκα Ἰσραηλιτῶν καμήλων τυγχανόντων δι̣ὰ̣ τ̣ὸ̣ πῂ μὲν [ἔχ]ει̣ν̣ τὸ τεκμήριον τῶν καθαρῶν, πῂ δὲ [τῶν ἀκα]θ[άρτων, οἱ εἰ]δωλολάτραι ὄντες ἀκάθαρτοι ὄνο̣[ι εἰσ]ὶν ἀ[χαλίνωτοι] καὶ κάτω νενευκότες, ὀγκητικο[ὶ ὄντ]ες διὰ
5[τὸ ἀ]νόητον καὶ ἄλογον. Καὶ ἐπεὶ οὗτοι παρ’ ἑα[υτοὺς] εἰς [ταύ‐ τη]ν ἦλθον τὴν κατάστασιν, δυνατῶς ἔχο[υσιν] πε[σεῖν] ἀ̣π’ αὐτῆς, ἵνα ἀναστάντες ἀγαλματοφοροῦν[τες πάλ]ιν εἰσέλθωσιν εἰς τὴν ἀποδοθεῖσαν πολλάκις [πνευμ]ατικὴν Ἰερουσαλήμ.

5

.

150

Ὅτε μὲν γὰρ δεδεμένη ἦν ἡ ὄν[ος τῷ με]τ’ αὐτῆς πώλῳ εἰς τὴν κατέναντι κώμην, δηλ[αδὴ εἰς τὸ] κ̣αταντικρὺ τοῦ παρα‐ δείσου ὅπου ἐκβέβλη̣[ται ὁ παραβὰς] τὴν Θεοῦ ἐντολὴν ἄνθρω‐ πος, ἀχθοφόρος ἦν καὶ πολ[λὴν ἄνοιαν] καὶ ἀλογίαν ἔχουσα, ὅτε
5δὲ ἐπέβη αὐτῇ ὁ Ἰησοῦς [ἵν’ ἀ]γαλματοφορούμενος εἰ[ς τὴ]ν Ἰερουσαλὴμ εἰσέλθῃ, μετα[βαίνε]ι ἐξ ὄνου εἰς λογικὸν σχῆμ[α] τοῦ λόγου ὡς λεχθῆναι [περ]ὶ̣ τοῦ Σωτῆρος ὅτι «δεσμεύει πρὸς
ἄμπελ̣ον τὴν ὄνον».

5

.

151

Γέ[γον]ε δὲ τοῦτο ὅτ’ ἔκτισεν τὸν Ἕλληνα καὶ Ἰου‐ δαῖον εἰς [ἔν]α καινὸν ἄνθρωπον. Ἄμπελος μὲν γ̣ὰ̣ρ̣ [ἦν ὁ ἐκ] περιτομῆς λαός, περὶ οὗ εἴρηται πρὸς τὸν Θεόν· «Ἄμ̣[πελ]ον̣ [ἐξ] Αἰγύπτου μετήρας, καὶ ἐξέβαλας ἔθνη καὶ [κα]τεφ[ύτε]υσας
5αὐτήν», πρὸς ἣν ὁ φυτουργὸς εἶπεν· «Ἐγ[ὼ] δὲ ἐφύτ[ευ]σά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν̣.»

5

.

152

Πρὸς το̣[ιαύτ]ην ἔδησεν τὸν ἀπὸ τῶν ἐθνῶν λαόν, ἀνόητον ὄντα πρ[ὸ τ]ῆς κλήσεως καὶ πῶλον διὰ τὸ ἄρτι κεκλῆ‐ σθαι.

5

.

153

Ἐπίστησον ε[ἰ κ]αὶ κατὰ [θε]ω[ρία]ν ἄλλην πρὸς ἑαυ‐ τὸν ἄμπελον ὄντα ἀληθινὴν συνή[γαγεν κ]αὶ ἔδησεν τὸ τῶν ἀνθρώπων γένος, ἵν’ ἀπο [.........] κτι̣[....]η τρόπον τῇ ἀμπέλῳ πλησιᾶσαν ω[......... ......]νεσθαι τῆς δεσμεύ‐
5σεως ταύτης μ[........]ς̣· «[Ὁ κολλώ]μενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν.»

5

.

154

Ὁμοίως τ[οῖς] εἰρημ[ένοις ἵπ]ποις, ἡμιόνοις καὶ τοῖς λοιποῖς ὅσ[οι ἐκ] τῶν π[α]ρ̣[ε]μ̣βολῶν ἐκείνων, τὴν αὐτὴν μετα‐ βολὴν σχο̣[.... ἡ]μερούμενα καὶ εἰς λογιότητα ἀγόμενα. «Κατὰ τ[ὴν πτῶ]σιν ταύτην» φησίν, δηλαδὴ τὴν ἡρμηνευ‐
5μένην.

5

.

155

Zach. XIV, 16: Καὶ ἔ̣[στ]αι ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων [τῶν] ἐ̣θ[ν]ῶν [τῶν] ἐλθόντων ἐπὶ Ἰερουσαλήμ, καὶ ἀναβήσοντα[ι κατ’ ἐνιαυτ]ὸν τοῦ προσκ[υ]νῆσαι τῷ βασιλεῖ Κυρίῳ παν[τοκράτορι κα]ὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκη‐
5νοπηγίας.]

5

.

156

Οἱ καταλειφθέντ[ε]ς ἀπὸ πάντων τῶν ἐθνῶν προ[σανα‐ στή]σαντές τε καὶ̣ προσε̣[ληλ]υθότες αὐτῇ κατ’ ἐνιαυτ[ὸν ἀνα]‐ βαίνουσιν πρ[ο]σκυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτ[ορι] ἐν τῷ καιρῷ ἑορτῆς τ[ῆ]ς̣ καλουμένης σκηνοπη[γί]ας, ἣν Ἰουδαῖοι μὲν
5πρ̣[ὸ]ς ἱστορίαν καὶ ῥητὸν ἐκτελοῦσιν, τ[ῶν δ]ικαίων ἀνδρ̣ῶ[ν] καὶ ταύτην ὥσπερ καὶ τὰς ἄλλας ἑ̣[ορτ]ὰς ἀγυριζόντων.

5

.

157

[Κ]αὶ πρῶτόν γε τὸ ῥητὸν ἴδωμεν ἵνα σ[ύ]νοπτον καὶ π̣[ρὸς ἀλληγο]ρ̣ίαν γένηται.

5

.

158

Ἔξω τῆς Αἰγύπτου γενάμε[νος τῶν Ἑβραίω]ν λαός, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσση[ς κ]α[ὶ Φαραὼ κ]αὶ πάσης αὐτοῦ τῆς στρατιᾶς καταποντισ[θ]έν[των, ο]ὐ̣κ εὐθέως ἐπὶ τὴν ἁγίαν γῆν ἡ μετάθεσις τῶ[ν] βοηθ[η]θέντων ὑπὸ Θεοῦ γέγονεν,
5ὡς ὅλους τεσσερά[κ]οντα ἐνιαυτοὺς ἐν τῇ ἐρήμῳ διηγιοχέναι, ἔνθα ο[ὔ]τε πόλις, οὐ κώμη, οὐκ οἰκίαι ἦσαν· καὶ ἐπεὶ οὐ δυνατὸν ἦν πάντη ἀοίκους εἶναι τοὺς μέλλο[ν]τα̣[ς] περ̣ᾶ̣σ̣[αι εἰς τ]ὴν ἁγίαν γῆν, σκηνὰς ἤγειρον πρὸ[ς σκ]έπην [καὶ κατοίκ]η̣σιν οἱ τὴν Αἴγυ‐ πτον ἐξελθόντες, [ἵ]ν̣α καὶ [οὕτ]ω̣ μνή[μην] ἔχωσιν τῆς ὑπαρ‐
10ξάσης εὐεργεσία[ς κατ’ ἐνι]αυτὸν [σκη]νῶν ἐγειρομένων.

5

.

159

Τῆς σπουδῆς ταύ[της] μαρτυ[ρία ἔ]γγυος ὁ δοθείς ἐστι νόμος. Φησὶν γάρ· «Ἐάν σε ἐρωτ̣[ήσῃ] ὁ υἱός σου αὔριον λέγων· Τί αἱ σκηναὶ αὗται; ἐρεῖς αὐ[τῷ· Ἐν] πολλῷ χρόνῳ παροική‐ σαντας ἡμᾶς ἐν τῇ Α[ἰγύ]π̣[τῳ, ἤγ]αγεν ὁ [Θεὸς] ἀπ’ αὐτῆς
5εἰς τὴν ἔρημον ταύτη̣[ν, καὶ διὰ τοῦ]το τὰς σκηνὰς ἁγίας ἐγεί‐ ρομεν, ἵν’ ὁρωμ[ένω]ν [α]ὐτῶν κατ’ ἐνιαυτὸν μηδαμῶ[ς] λήθη
γένητα[ι τῆς ἀγ]α̣θῆς δωρεᾶς.»

5

.

160

Πῶς δὲ ἐπετελεῖτο καὶ 〈πότε〉 ἡ τῶν [σκηνῶ]ν ἑορτὴ λεκτέον. «Τῷ ἑβδόμῳ, φησίν, μ[η]νί, τῇ πεντε[και]δεκάτῃ ἡμέρᾳ, καρπὸν ὡραῖον [ξύλ]ο̣υ λά[β]ε̣τε καὶ κάλλυν[θ]ρα φ[οι]‐ ν̣ίκων καὶ κλάδους δασεῖς καὶ κλάδ[ο]υς ἰτέας καὶ ἄγ[νου] ἐκ
5χειμάρρου τοῦ εὐφραν[θῆ]ναι.»

5

.

161

Τί δ[ὲ] τοῦ̣τ̣’ ἂν δηλοῖ ἕκ[αστο]ν πρὸς ἀναγωγὴν ἀκό‐ λουθον εἰπεῖν.

5

.

162

Ἡ̣ κατὰ ἀρετὴν κα[ὶ σο]φίαν προκοπὴ σκηνὴ προσαγο‐ ρεύε̣[τ]αι, ὁ̣δευόντων οὖσα̣ σκ̣επαστήριον. Δηλοῦται ἡ θεωρία ἐ[ν πρώ]τῳ καὶ τεσσαρακοστῷ Ψαλμῷ, τοῦ σπεύδο[ντος ἐπὶ τὸ]ν Θεοῦ οἶκον λέγοντος· «Διελεύσομαι ἐν τόπῳ σκ[ηνῆς θαυ‐
5μα]στῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ.» Σκηνῆς γὰρ τό[που καὶ προκ]οπῆς χρεία θαυμαστῆς τῷ διερχομένῳ ἐπ[ὶ τὸν Θεο]ῦ̣ οἶ[κον], κατοικοῦντος ἀλλ’ οὐ σκηνοῦντος ἔτι το[ῦ μ]ετὰ π[ο]λ‐ λὴν προκοπὴν εἰς τὸ τέλος ἐφθακότος, ὡς εἰπεῖν ἱλ[αρ]ᾷ δια‐ θέσει· «Τὸ κ[α]τοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα
10ἡ[μερ]ῶν», καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζη[τή]σω· τὸ κατ[ο]ικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τ[ῆς ζωῆ]ς μ̣ου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ
ἐπισκ[έπτ]εσ[θαι] τὸν ναὸν αὐτοῦ.»

5

.

163

Συνᾴδει τῇ εἰρημένῃ νοήσει καὶ τὰ ἐν [ὀγ]δοηκοστῷ καὶ τρίτῳ Ψαλμῷ ἔνθεν ἀρχόμεν[α ..]· «Ὡς ἀγ[απη]τὰ τ̣[ὰ σκη‐ ν]ώματά σου, Κύριε τῶν δυνάμεων. Ἐ[πιπο]θεῖ κα̣[ὶ ἐκ]λ̣[είπει] ἡ̣ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου», καὶ [μετ’ ὀ]λίγα·
5«Μακάριοι πάντε̣ς̣ οἱ κατοικοῦντες ἐν τῷ οἴ[κῳ σο]υ, εἰς το[ὺς] αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Τ[ελεῖτ]αι γὰρ εἰς τ[ο]ὺς αἰῶνας τῶν αἰώνων ἡ ὑμνῳδία τοῖς με̣[τὰ] πᾶσαν προκ[οπ]ὴν ἐπὶ τὸν [οἶ]κον ὃν ὁ Θεὸς ἐθεμελί[ω]σεν 〈ἐλθοῦσιν〉. Περ[ὶ] τῶν τ[οιο]ύ[τω]ν οὐσῶν νοητῶν σκηνῶν ᾄδων ὁ σοφός φησ[ιν· «Φω]νὴ̣
10[ἀγ]αλλιά[σ]εως καὶ σωτηρίας ἐν σκηναῖς δικαίω[ν.» Καὶ ὁ πα]ροιμιαστής φ̣ησιν· «Οἶκοι δικαίων διαμένουσιν»· «σκηναὶ [δὲ κα]τορθούντων σ̣τήσ[οντ]αι.»

5

.

164

Δεῖ γάρ ποτε στῆναι τ[ὴν] προκοπ[ήν, τοῦ] τέλου̣ς̣ δια[δ]εξαμέν[ου], οἴκου καλουμέ‐ νου. Οὐ γὰρ [οἷ]ον [καὶ] πρεπῶδες ὑπάρχει ἀεὶ π[ροκ]όπτειν μηδαμῶς ἐρχόμενον [ἐπὶ] τελευταίαν κατάστασιν, οἶκον προσα‐
5γορευομέν[η]ν, ἐν ᾗ οἱ γνήσιοι Θε[οῦ] θε[ρα]πευταὶ τὰς πνευ‐ ματικὰς λατρεία[ς ἐ]κτελοῦντε[ς εἰς το]ὺς αἰῶνας τῶν αἰώνων αἰνοῦσι καὶ δ[ο]ξ̣ολογ[οῦ]σιν εὐχ̣α̣ρ̣[ιστικῶς Θεὸν] ἐπὶ τοῖς ὑπάρ‐ ξασιν τελείοις καὶ πληρεστάτο[ις δικαιώμασι.]

5

.

165

Τῶν ἀποδοθεισῶν σκηνῶν ἑκάστην προσήκει στέ[ψαι κοσμίως ἕκ]αστα ἑξῆς νομοθετηθέντα, καρπὸν ὡραῖον ξ̣[ύλο]υ κ[αὶ κάλλυ]νθρα φοινίκων καὶ κλάδους ξύλο[υ] δ̣ασεῖς [ἄγνο]υ τ[ε] κ[αὶ] ἰτέας. Καὶ ὅρα γε εἰ ὁ ὡραῖος καρπὸς τῆς [σ]οφία[ς
5ἐστίν,] ξύλου ζωῆς προσαγορευομένης, ᾗ φησιν τὸ παροι[μιῶδ]ες λόγιον «ξύλον εἶναι αὐτὴν ζωῆς πᾶσι τοῖς ἐγγίζ[ουσ]ι̣ν αὐτῇ
καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτ̣ὴν ὡς ἐπὶ Κύριον ἀσφ[αλῆ.]»

5

.

166

Δηλοῦται καὶ ἑτέρῳ ὀνόματι ἄμπελος οὖσα ἀληθιν[ὴ] φέρου[σα] ὡραῖον καρπόν, σταφυλὴν καὶ βότρυν ἀφ’ οὗ ἐκ[θλί]‐ βεται «[οἶ]νος ὁ τὴν καρδίαν εὐφραίνων».

5

.

167

Πρὸς τῷ κ[αρπῷ το]ύτ[ῳ πα]ραλ[ημπτ]έον πρὸς τὸ στέψαι τὸν φορητὸν οἶκ[ον ...]ε[... σ]κηνὴ[ν τυγχ]άνοντα κάλ‐ λυνθρα φοινίκων, τοῦ τὴν καρδ̣ίαν [ἀε]ὶ ἄνω ἔχ[οντ]ο̣ς ὑπάρχον‐ τος ἀεὶ θάλους. Συνεργεῖ τὰ ἀπὸ τοῦ [φ]οίνικος λ[αμ]βανόμενα
5κάλλυνθρα πρὸς καθαριότητα σάρου δίκην παραλ[α]μβανόμενα, ᾧ χρησαμένη ἡ ἐκ τῶν δέκα δρ[α]χμ[ῶν] μίαν ἀπολέσασα γυνὴ ἐξέβαλεν τὰ κόπρια ἐκ τῆς οἰκί[ας καὶ] η[ὗ]ρ̣εν [τ]ὸ κρυβὲν νόμισμα, φέρον [εἰκ]ό̣να τοῦ παμβασιλ̣έ[ως, οὐχ] ἕτερον τυγχά‐ νον τοῦ κατ’ εἰκόνα [καὶ ὁ]μοίωσιν Θεοῦ γ̣ε[νομέν]ου.

5

.

168

Περὶ τοῦ φοίνικος οὗ τὰ κάλλυνθρα προσήκει λαβεῖν [τοῦ κ]όσμου τῆ̣ς σκηνῆς ἕνεκα, ἡ νύμ[φη ἐν τ]ῷ Ἄισματι τῶν Ἀισ[μάτ]ων ᾄ̣[δ]ει· «Εἶπα· Ἀναβήσομαι ἐπὶ τ[ῷ] φοίνικι, κρατήσω τῶν ὕ[ψε]ων α[ὐ]τοῦ.»

5

.

169

Πρὸς τοῖς καλλύνθροι[ς το]ῦ φοίνικος, καὶ κλάδους δασεῖς λ[η]μπτέον πολὺν καρπὸν ἔχοντας, [ὄ]ντας δασεῖς διὰ τὴν τῶ[ν] βλαστῶν καὶ καρπῶν συνέχειάν τε κ[αὶ] πυκνότητα. Ὑπάρχο[υ]σι δὲ οἱ δασεῖς κλάδοι αἱ κατ’ εἶδος πρ̣α[κτικ]αὶ καὶ
5διανοητικαὶ ἀρεταὶ καὶ τὰ καρποφόρα δόγματ[α τῆς εὐσεβεία]ς.

5

.

170

Ληπτέον πρὸς τὴν κατακόσμησιν τῶν πλακ̣[εισῶν σκην]ῶν καὶ ἄγνου καὶ ἰτέας κλάδους. Ταὐτόν τε ἄγν[ος καὶ ἰτ]έ[αν τ]ι̣σὶν ἔδοξεν εἰπεῖν, ἀμφοτέρων τῶν ὀνομάτων δηλ[ούν‐ τω]ν φ[υτ]ὸν ἕν, ὅπερ ἁγνείας καὶ ἀφθορίας σύμβολον ὑπάρχει,
5διὰ [τρι]φ̣θὲν τ[ὸ] ἄνθος αὐτοῦ ὕδατι μεμιγμένον ἀπευνουχίζειν
τ̣ο̣[ὺς] πεπωκότας, ὡς καὶ ἐν ἄλλοις τεθεώρηται.

5

.

171

Ὁ τὴν νοητὴν σκηνο[π]ηγίαν̣ ἑ̣ορτάζων ἀναβαίνων τοῦτο πράττει, ὡς ὁ προκείμενος προφήτης [δηλ]οῖ, κάτω καὶ ἐν ταπεινῷ ἀγόντων αὐτὴν τῶν κατὰ γράμμα κα[ὶ] σκιὰν τοῦ νόμου ἀγυριζόντων. Καὶ ἐπεὶ τὰ κόπρια καὶ ἡ ἀχυρμ[ιὰ τ]ῆς̣ σκιᾶς
5καλύπτει τὸ πνεῦμα καὶ τὴν ἀλήθειαν, προσήκει κά[λλ]υνθρα [φοι]νίκων λα[βεῖν], ἵνα σαρώσαντες ἃ ὠνόμασεν ὁ Ἀπόστολος «σκ[ύβαλ]α» [ἔχωμε]ν τὸν πνευματικὸν νοῦν τῆς καὶ π[ερὶ τ]αύτης [τῆς] ἑ̣[ο]ρ̣τ̣ῆς νομοθεσίας, ἀναβάντες ἐπὶ τὸ ὕψο[ς αὐτ]ῆς· οὕ[τω] γὰρ δυνατὸν «προσκυνῆσαι» πνεύματι καὶ ἀλη‐
10θείᾳ «[τῷ βα]σιλεῖ Κυρίῳ παντοκράτορι».

5

.

172

Πρὸς τῇ φανείσῃ νοήσει καὶ ἑτέ[ρω]ς νοητέον [τ]ὴν περὶ τῶν σκηνῶν ἑορτήν. Τὰ σώμ̣ατα ἡ[μ]ῶν τῶν ἀνθρώπων οὕτω προσαγορεύονται. Αὐτίκα γοῦν ὁ̣ τῶν Χριστοῦ μαθη[τῶν] ἁ̣γ̣[ιώ]‐ τατος Πέτρος γ[ρά]φει· «Ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐδήλω‐
5σ[έ]ν μοι ὅ[τι ταχι]νή ἐστιν ἡ ἀπόθε[σις] το[ῦ] σκηνώματός μου.» Συμφών[ως καὶ ὁ] θεσπέσιος Παῦλοσ[· «Ο]ἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρ[ούμε]νοι, ἐφ’ ᾧ οὐ θέλομεν [ἐκ]δύ‐ σασθαι ἀλλ’ ἐπενδύσ[α]σθαι, ἵν[α κα]ταποθῇ τὸ θνητὸν ὑπ[ὸ τῆ]ς
ζωῆς.»

5

.

173

Ἐπιτελεῖται δὲ ἡ [ἑο]ρτὴ [τῶν] σκηνῶν προηγουμένως [τε κα]ὶ μάλιστα ὑπὸ τῶν «ἀγα[λ]λ̣ιᾶν» ἐπ̣[αγ]γελλομένων, οὐκ ἀνδρῶν [μό]νων μετὰ γυναικῶν μὴ μ̣[ο]λ[υ]νθέντων, ἀλλὰ καὶ [θη]λειῶν σπευδουσῶν πνεύματι καὶ σώ[μα]τι ἁγιότητα
5ἔχ[ειν.

5

.

174

Πρὸς] τούτοις κοσμοῦσιν τὰς ἑαυτ[ῶ]ν σκηνὰς καὶ οἱ [τίμιον γάμο]ν μετερχόμενοι, ἁγνεύοντες καὶ τὴν κοίτη[ν αὐτῶν ἀμίαντ]ον φυλάττοντες.

5

.

175

Ἔτι δὲ μᾶλλον ἄνω τελ[εῖται] ἡ [πανήγυ]ρις τῶν σκη‐ νωμάτων στεφομένων τε καὶ ἀγλα[ϊζο]μ̣έ[νων ἐν τῷ] προσδοκω‐ μένῳ καιρῷ τῆς ἀναστάσεως, τοῦ φθαρτοῦ [σώμ]ατος ἀφθάρτου ἐγειρομένου καὶ τοῦ ψυχικοῦ [πν]ευμ[ατι]κ̣οῦ σώματος ἐγειρομέ‐
5νου. Ἦ οὐ σκηνὴ θεία γίνετα[ι τ]ὸ σῶμ[α] σπαρὲν ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ, ἵν’ ἐν δυνάμει καὶ δόξῃ ἀ[να]στῇ;

5

.

176

Ἄξιον ἐπιστῆσαι πῶς ἡ πνευματικὴ αὕτη ἑορτὴ ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἄγεσθαι̣ [..]ι̣ται. Δεῖ γὰρ τὸ[ν] ἑορτάζοντα διὰ τὰς ἡρμηνευμένας σ[κην]ὰς ὑπερβάντ[α τ]ὸν [ἐ]ν [ἓξ ἡμ]έραις γενόμενον κόσμον, ἀργήσαντα ἀπὸ πα[ν‐
5τὸ]ς ἔργο[υ λ]ατρευτοῦ, σαββατίζοντα κατὰ τὸν «ἀπο[δοθέντα σαββ]α̣τισμὸ[ν τῷ] λαῷ τοῦ Θεοῦ», ὃν μόνος Ἰησοῦς βεβαιοῖ φάσκ[ων· «Πάντα]ς ἐρχομ[ένους] ἐγὼ ὑμᾶς ἀναπαύσω», καὶ ἔτι· «Εὑρήσετε [ἀνάπ]α̣υσιν τ[αῖς ψ]υχαῖς ὑμῶν.»

5

.

177

Τούτου τοῦ ἑβδόμου μηνὸς ἐν τῇ πεντεκαιδ[εκ]άτῃ ἡμέρᾳ ἑορτάζουσιν οἱ «δεδωκότες μερίδα τ[οῖ]ς ἑπτὰ κ[αί] γε τοῖ[ς] ὀκτώ», προσηκάμενοι τὴν παλαιὰν καὶ κ[αινὴν διαθή]‐ κην· διὰ γὰρ τῶν ἑπτὰ ἡ παλαιὰ σημαίνεται διὰ τὸ σα[ββατί‐
5ζειν], διὰ̣ δὲ τῶ̣[ν] ὀκτὼ ἡ μετὰ τὸν σταυρ[ὸν ἀ]νάστασις τοῦ
[Χριστοῦ ἐν ἡ]μέρᾳ τῇ ὀγδόῃ τῇ κυριακῇ γεγενημέν[η.]

5

.

178

Zach. XIV, 17: Καὶ ἔσται [ὅσο]ι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φ[υλ]ῶν τῆς γῆς εἰς Ἰερουσαλ[ὴμ] τοῦ πρ[οσ]‐ κυνῆσαι τῷ βασιλεῖ Κυρί[ῳ] παντοκράτορι, καὶ οὗ[τοι ἐ]κεί‐ ν[οι]ς προστεθήσονται.

5

.

179

Ἐν ὕψ[ει κε]ιμένη̣[ς] τῆς πνευματικῆς Ἰερουσαλὴ[μ κα]τὰ τὴν φιλοσοφίαν τοῦ γράφον[το]ς Ἀποστόλου, ὅπου μέν· «Ἡ [δὲ ἄν]ω Ἰερουσαλήμ», ὅπου δέ· «Προσεληλ[ύθ]ατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ [ζ]ῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», μόνοι
5[ἀ]ναβαίνουσιν ἐπ’ αὐτὴν οἱ δυνάμενοι [φ]άναι· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «[Συνή]γειρεν ἡμᾶς», ὁ Θεὸς δηλονότι, «καὶ συνεκάθισεν ἐν τοῖς [ἐπουρανίοι]ς ἐν Χριστῷ Ἰησοῦ», τῶν ἔτι «φορούντων τὴν εἰκόνα τοῦ χοϊ‐ [κοῦ» καὶ «τὰ ἐπ]ίγεια φρονούντων» φυλῶν τῆς γῆς ὑπαρ‐
10χόντω̣[ν καὶ οὐ]κ [ἀνα]βαινόντων εἰς τὴν ἐν ὕψει κειμένην καλ‐ λίπολι[ν εἰρή]νην̣ [ὁρ]ῶσαν.

5

.

180

Οἱ μὴ ἀναβαίνοντες προστεθήσονται [τοῖς ἀ]πὸ π[άν]των τῶν ἐθνῶν μὴ ἀναβᾶσιν, τὰ αὐτὰ ἐκείν[οις πει]σόμενοι.

5

.

181

Τῶν τὰ ἐπίγεια φρονούντων οὐκ ἀναβαινόντων δι[ὰ] τὸ κάτω̣ φέρεσθαι διὰ τὸ ἄχθος τῶν γηΐνων ἔργων, οἱ σπεύσαντες ἀν[α]βῆναι εἰς τὴν πόλιν τὴν ἀρραγεῖς θεμελίους ἔχουσαν διὰ τὸν θεμελιώσαντα «τεχνίτην καὶ δημιουργὸν αὐτῆς Κύριον», τὸν
5βασιλέα Κύριον τὸν παντοκράτορα προσκυνήσουσιν σὺν τοῖς [ἀ]γγέλ[οις. Γ]έγραπται γάρ· «Προσκυνήσουσιν αὐτῷ πάντες
[ἄγ]γε[λοι Θεοῦ.»

5

.

182

Βα]σιλεὺς προσ[κ]υνούμενος ὑπάρχων Κ[ύριος] καὶ παν̣[τοκρά]τ̣ω̣ρ̣ [ο]ὐχ ὁ Πατὴρ χωρὶ[ς] Υἱοῦ οὐδὲ ὁ Υἱὸς ἄνευ το[ῦ Πατρὸς] δηλοῦ[ται]. Μία γὰρ βασιλεία καὶ κ[υρ]ιότης ἡ αὐτὴ καὶ παν[τοκρα]τορικὴ δ[ύνα]μις τῆς Τριάδος ἡ αὐ[τή] ἐστιν.
5Διὸ εἰ πόθος ἡμῖν [εἰσ]έρχεται τὴν [Τρ]ιάδα προσκυνῆσ[αι] ὡς βασιλέα Κύριον παντοκρ[άτ]ο̣ρα, μὴ φυλαὶ τῆς γῆς μείνωμεν, ἀ̣[λ]λ’ ἐν οὐρανῷ θησα[υ]ρίσαντες ἐκεῖ [τὴν] καρ̣δ̣ίαν σχῶμεν, ἵνα α̣[....] ἐ̣ν̣ τῇ Ἰερουσαλὴμ ὄντες προσκυν[ή]σωμ[εν σὺν] πάσῃ τῇ λογικῇ [κτίσει, «καμψάν]των πᾶν γόνυ τῷ β̣ασιλ̣[εῖ
10τῶν] ἐπουρανίων [καὶ ἐπιγείων καὶ κατ]αχθονίων, εἰς δόξαν Θεοῦ Πατρ[ὸς π]ά̣σης γλώσσης ἐξομ[ολογούση]ς ὅτι Κύριος Ἰησοῦς ἐστιν.»

5

.

183

Zach. XIV, 18—19: Ἐὰν δὲ φυλὴ Αἰγύπτ[ο]υ μ[ὴ ἀναβ]ῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπ[ὶ τού]τοις ἔσται ἡ πτ[ῶ]σις, ἣ[ν π]ατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ [το]ῦ ἑορτ[ά]σαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας· αὕτη ἔ[στ]αι ἡ
5ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων [τῶν ἐθν]ῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆ[ς σκηνοπη]γίας.

5

.

184

Τὸ ἀνηγμένω[ς ἐν τῇ Ἰερουσαλὴμ ἑο]ρτάσαι τὴν τῶν σκηνῶν ἑορτὴν οἵας δυνάμ[εως] κ[αὶ ὑπερο]χῆς ὑπάρχει εἴρηται πρότερον, ἐξ οὗ συμφαν[εροῦ]τ[αι οἵου μ]εγέθους ἐστὶν τὸ ἀνα‐ βῆναι εἰς τὴν ἐκκειμένην παν[ήγυριν] καὶ οἵαν ὑφίστανται πτῶ‐
5σιν οἱ τοῦ ὑπερμεγέθ̣[ο]υς [τούτου] ὑστερήσαντες ἑαυτούς.

5

.

185

Οὐ μόνοι δὲ Αἰγύ[πτ]ιοι, ἀλλ[ὰ] καὶ πάντα τὰ ἄλλα ἔθνη παταχθήσονται καὶ πεσο[ῦ]νται ο̣[ἰ]κονομίᾳ Θεοῦ, ἵν’ αἰσθη‐ θέντες ὅτι κακοί εἰσιν πόθον ἀναλάβωσιν τοῦ «συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν», τὴν τῶν σκηνῶν δηλονότι.

5

.

186

Δύο νοήσεις τῆς [ἑορ]τῆς ταύτης ἐχούσης, αἳ πρότ̣ε‐ ρ[ον ἤ]δη εἴρηνται, σπουδ[αστ]έον συντόνως ἔρωτι θείῳ ἐκ[τε‐ λεῖν] τὰς κα̣[τὰ ἀρετ]ὴν [προ]κοπὰς «ἐν φωνῇ ἀγαλλιάσεως καὶ [σω]τηρίας», [ἵνα διὰ ταύ]τας ἀ[ναβά]ντες εἰς ὃν ἐθεμελ̣[ίω‐
5σεν] οἶκον ὁ πάν̣[τω]ν Σωτὴρ εἰς [τοὺς] α̣ἰῶνας τῶν αἰώνων [αἰνέσ]ωμεν τὸν μετὰ τὰς πολλὰς προ[κο]πὰς εἰς αὐτὸν ἀναγα‐ γ[όντα, ὡς] ἕκαστον εἰπεῖν πιστῶς κ[α]ὶ ἐπιστ[η]μονικῶς· «Κύριε, ἠ̣[γάπησ]α εὐπρέπειαν ο̣ἴ[κου σου] καὶ τόπ[ο]ν σκηνώ‐ ματος δόξης [σου.» Οὕ]τω γὰρ δυνα[τὸν ὑμ]νῳδία̣[ς] τρόπῳ
10εἰπεῖν· «Ἐκύκ[λωσα ἐ]ν [τ]ῇ [σ]κηνῇ α[ὐτ]οῦ [καὶ] ἔθυσα θυσίαν ἀλαλα[γ]μ[οῦ.»

5

.

187

Ὁ ταύτης] μακαρίας ἁγ[ίας] τε ἀγωγῆς τυχών, κἂν [Αἰγύπτιος κα]ὶ ἀπ’ ἄλλου ἔ[θνου]ς τυγχάνῃ, πεπαύσετα[ι ὡς καὶ πρότ]ερον πρὸ τῆς πτ̣[ώσ]εως, Ἱεροσολυμίτης κα[τὰ τὸν ἔ]σω ἄνθρωπον ἀποτελούμενος ἐκ πληρεστάτης καὶ τε[λείας] ἀρε[τῆς.

5

.

188

Καὶ ἁ]μαρτίαν μεγάλην τ[υ]γχάνειν φησὶν ὁ ἱερὸς [λό]γος τ[ὸ μὴ] ἀ̣ν̣α̣βῆναι ἐπὶ τὴν ἀποδοθεῖσαν τῶν σκηνῶν πανή‐ γυρι[ν. Ἐν] τοῖς φθάσασιν ῥητοῖς διαφόρως ἀποδοθείσης τ[ῆς πνευμ]ατικῆς σκηνοπηγίας, κατὰ πάντας τοὺς τ[ρόπους καὶ ἀν]α‐
5βατέον ἐπ’ αὐτῆς πάντα Αἰγύπτιον καὶ ἔ[θνος, ὡς εἴρηται] πρό‐ τερον. Γενήσεται γὰρ ἀληθῶς Ἰσραηλίτ[ης δόλον οὐκ ἔ]χων,
ἐν κρυπτῷ κατὰ τὸν ἔσω ἄνθρωπον Ἰουδα[ῖος ὤν.]

5

.

189

Zach. XIV, 20—21: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χ[αλινὸ]ν τ[ο]ῦ ἵππου ἅγιον τῷ Κυρίω παντοκρά‐ τορι, καὶ ἔσονται οἱ [λέβ]η[τες] οἱ ἐν τῷ οἴκῳ Κυρίου ὡς φιά‐ λαι πρὸ προσώπου τοῦ [θ]υσια̣[στηρ]ίου, καὶ ἔσται πᾶς
5λέβης ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιον [τ]ῷ Κυρίῳ παν‐ τοκράτορι.

5

.

190

Ἐν τῇ ἡμέρᾳ τῇ ἡρμην[ευμένῃ] τῆς ἁγίας σκηνοπη‐ γίας, [εἰς] ἣν ἀ[ναβῆν]αι καὶ ἑ[ορτάσ]αι προσήκει ἐπὶ τῷ προσκυ‐ νῆ[σαι] τὸν β̣[ασιλέ]α Κύριον π[αντοκράτορ]α, τὸ ἐπὶ τὸν χαλ[ινὸ]ν τοῦ ἵ[ππου] ἅγιον κληθή[σεται τῷ] Κυρίῳ παντοκρά‐
5τορι. Τί [δὲ το]ῦτο τυγ[χά]νει ἢ ὁ ἐπέχων [λόγος τ]ὰς ἀφηνιώσας ψυχ̣[ὰ]ς̣ συνέσεω[ς] κ[α]ὶ τῆς λοιπῆς [ἀρετῆς] ἐστερημένας, ὧν τ[ὸν] οἶστρον καὶ ἀφη̣νιασμὸν [ἀπαγορ]εύων προστάττ[ει ὁ] σο‐ φὸ[ς] τοῖς οἰστρηλα[το]υμένοις· «[Μὴ γίνεσ]θε [ὡ]ς̣ ἵππος καὶ ἡμίονος, οἷς [οὐκ ἔστιν] σύνεσις, [ἐν χαλινῷ] κ[αὶ] κημῷ τὰς
10σιαγ[ό]νας αὐ[τῶν] ἄγξεις τῶν [μὴ ἐγγιζόντων] πρὸς σέ.»

5

.

191

Πῶς γὰρ οὐκ ἐπ[άγεται] τῷ πνευματ[ικῷ ἐπιβάτῃ «ὁ θη]λυμανὴς ἵππ̣ο̣ς χρεμ[ετί]ζων ἐπὶ τὴν γυναῖκ[α] τοῦ̣ [πλη‐ σίον]» ὑπὸ αἰσχρῶν παθῶν οἰστ[ρη]λατούμενος, ἵν’ ἐπ[ισ]χ̣ε‐ θ[είσης τῆς ἀ]κολάστου φορᾶς ὑπὸ τοῦ πωλοδάμνου ἥ[μ]ερος
5[γί]νηται ἵνα πρὸς πόλεμον χρήσιμος ἀποδειχθῇ, [ὥστ]ε̣ λεχθῆναι περὶ αὐτοῦ παροιμιωδῶς· «Ἵππος ἑτοι[μάζετ]α̣ι̣ εἰς ἡμέραν
πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.»

5

.

192

Σὺν τούτῳ [τῷ ἵππῳ ....]τικῷ τρόπῳ, καὶ ὁ ἄγονος, ἡμίονος κατ’ ἀλληγ[ορίαν ὑπάρχ]ων, πραΰνεται, χαλινῷ καὶ κημῷ τῶν σιαγόνων [αὐ]τῶ̣[ν ἀγχομ]έ̣νων πρὸς τὸν ἄριστον ἱππέα, ἵν’ ὑπείκοντε[ς τῇ ἀ]γ[ωγῇ τοῦ χ]αλινοῦ τεταγμένως τὸν
5ἐπιβάτην φέρωσιν.

5

.

193

Τ̣ὸ̣ ε̣σ̣[......]νει συμφέρεται τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ, ὡς̣ [ἔγρα]ψ[εν] ὁ μα̣κάριος Ἰάκωβος ἐν τῇ κατ’ αὐτὸν ἐπιστολ[ῇ, τὸ ἐπ]έ̣χει[ν] τὴν ἀκατάστατον γλῶτταν ἀφηνιῶσαν διὰ π[ο]λ̣υλ̣ογία̣ν ἃ μὴ χρὴ λέγουσαν. Ἔχει δὲ οὕτως αὐτοῦ ἡ
5λέξις· «Τῶ[ν ἵ]ππων εἰς τὰ στόματα βάλλομεν τὸν χαλινόν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν», ἵν’ εὐθυδρομία καὶ εὐστα[θ]ὲς βάδισμα γένηται.

5

.

194

Ποσῷ μ[ᾶλλον πρ]οσήκει χ̣[αλινα]γ̣[ωγῆσ]αι τὴν γλῶτ‐ ταν, δηλαδὴ τὸν [λό]γ̣ο[ν, ὅπ]ως μὴ α[..... ... ἐ]πισπέρ‐ χ[ω]ν εἰς βάραθρον ἐμπ[έσῃ, ἀλλ]ὰ̣ ἀβλαβὴς δια[μέ]νῃ, ὡς τὸν ἑ[α]υτῷ χαλινὸν ἀφιε[ρωθῆνα]ι Κυρίῳ παντοκράτορι.

5

.

195

Ἁγια[σθ]έντος τοῦ χαλινοῦ το[ῦ ἵππο]υ̣[, οἱ] ἐν τῷ οἴκῳ τοῦ Κυρίου λέβητ[ες] ἐν οἷς ἕψεται τὰ κρέ[α τῶν θυσ]ιῶν πρὸ προ[σώπου] τοῦ θυσ[ι]αστηρίου ἔσονται οἷα [φιάλαι] ἐ̣ν̣ [α]ἷς σπονδαὶ [ἱ]ερατ[ι]κῶς ἐπι[τ]ελοῦνται, ὡς τὴν αὐτ[ὴν ἐνέργει]αν
5κατ’ ἄλλην κ[α]ὶ ἄλλην ἐπίνοιαν λέβητ[α καὶ φιάλην ἔχειν], ὡσαύτως σπον[δ]ὴν καὶ θυ[σ]ίαν.

5

.

196

Οὐ γὰρ ὥσ̣[περ ἐπὶ τῶν αἰσθητ]ῶν ἄλλη σ[π]ονδὴ καὶ ἄλλη θυσία κ[... τὸν λέβητα καὶ] τὴν φιάλην, οὕ[τ]ω καὶ ἐπὶ τῶν νοητῶν ἔχει [.......]γο̣ρ[.... ὑ]ποκείμενον ὄντα ἐν‐ εργείᾳ καὶ ἐπινοίᾳ διαφέ[ρου]σιν̣. [Αὐ]τ̣ίκα γοῦν καὶ ὁ Σωτὴρ
5ἀληθινὸς ἀρχιερεὺς ὑπ[ά]ρχων [καὶ ἀ]μνὸς καὶ ποιμὴν προσαγο‐ ρεύεται, ἐπὶ τῶν αἰσθ[ητῶ]ν οὐ δυναμένου τοῦ ἀμνοῦ τοῦ προσ‐
άγοντος αὐ[τὸν Θεῷ ἀρχι]ερέως καὶ νέμοντος αὐτὸν ποιμένος τοῦ αὐ[τοῦ τυγχά]νειν.

5

.

197

Ἕτερος γὰρ παρὰ τὸ ἱερεῖον ὁ ἀρχιερεὺς καὶ ὁ [ποιμὴν παρ]ὰ τὸ πρόβατον. Εἰ δὲ τοῦτο, καὶ ὁ λέβης κατ’ ἀλλη[γορίαν ταὐτ]ὸ[ν] ὑπάρχει τῇ φιάλῃ. Περὶ τῶν πνευματικῶν̣ [φιαλῶν ἐν τ]ῷ̣ Ἄισματι τῶν Ἀισμάτων ἡ θεία
5νύμφη περὶ τ[οῦ ἀδελφιδο]ῦ ἑαυτῆς λέγει· «Ἀδελφιδός μου κατέβη εἰς κῆπον [αὐτοῦ ε]ἰ̣ς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις κ[α]ὶ σ[υλλέγει]ν κρίνα.»

5

.

198

Τίνες δὲ αἱ φιάλαι τοῦ ἀρώματος εἰς ἃς κατ[αβ]έβηκεν ὁ ἀδελφιδὸς τῆς ταῦτα λεγούσης ἢ αἱ θεόπ[νε]υστ̣οι γραφαί, μᾶλλον δ’ αἱ θεῖαι νοήσεις αὐτῶν ἐν αἷς ὁ κα̣τ̣αβὰς ποιμαίνει ἐν κήποις καὶ κρίνα συλλέγει
5τὰ νοητὴν φέροντα εὐωδίαν ἄ[νθη κ]ρίνα προσαγορευόμενα.

5

.

199

Ὅταν οἱ λέβητες πρ̣[ὸ] π̣ροσ̣[ώπο]υ τοῦ πνευματικοῦ θυσιαστηρίου φιάλαι τοῦ [ἀρώ]ματος γένων[τ]α̣[ι,] τὸ τηνικάδε πᾶς λέβης ἐν Ἰερουσαλὴμ τ̣[ῇ] ἁγίᾳ καὶ τῷ Ἰού̣[δᾳ ἅγ]ιος ἔσται. Ἰερουσαλὴμ καὶ ἐ[ν] τούτοις τὴν Ἐκκλησίαν τ[ὴν ἔνδ]ο̣ξον
5ἐκλημπτέον, κα[ὶ Ἰ]ούδαν ὃν αἰνοῦσ̣ιν οἱ ἀδελφ[οὶ αὐτο]ῦ καὶ προσκυνοῦ[σ]ιν ο[ἱ] υ̣ἱοὶ τοῦ πατρὸς [αὐ]τοῦ. Τίς δ’ οὗ[τος ὑ]πάρχει, ἐ̣ν τοῖς προαναγ[ν]ωσθεῖσιν τοῦ προφήτου εἴρη[ται.]

5

.

200

Zach. XIV, 21: Καὶ ἥξουσιν πάντ[ες οἱ θυσιά‐ ζοντ]ες καὶ λήμψονται ἐξ [α]ὐτῶν καὶ ἑψήσουσ[ιν ἐν αὐτοῖς]. Καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ ο[ἴκῳ Κυρίου παντο‐ κρά]τορος ἐν τῇ ἡμέρᾳ ἐκεί[ν]ῃ.

5

.

201

Πάντες οἱ προσά[γοντε]ς θ̣[υσίαν] δικαιοσύνης καὶ
θυσίαν αἰνέσεως ἱερ[ουργο]ῦντ[ες] ἥξουσιν πρὸς τὸν προσκυνού‐ μενον καὶ ᾧ λ̣α̣[τρ]εύουσιν, ἵνα δοξάσωσιν αὐτόν, αὐτοῦ εἰς τ̣οῦτο π[ροτρε]πομένου. Λέγει γάρ· «Θυσία αἰνέσεως δοξάσει με.»

5

.

202

Ἥξουσ[ιν δὲ πρὸς] ἑαυτοὺς συμφώνῳ προαιρέσει ἵνα ἅμα ἐ[κτελῶσιν] τ̣ὰ τῆς ἱερατείας, λαμβάνοντες ἐκ τῶν ἡγια̣‐ [σμένων λ]εβήτων τῶν κύκλῳ τοῦ θυσιαστηρίου [.......κει]‐ μένων ὥστε ἑψῆσαι ἐν αὐτοῖς τῶν θυμάτων τ[ὰ κρέα, ὡς] ἤδη
5εἴρηται. Καὶ ἐπεὶ σὺν λόγῳ καὶ ἐπιστημονικῇ̣ θ[εωρίᾳ τ]ὰ τῶν προκειμένων λεβήτων ἐκτελεῖται, εἰκότ[ω]ς φιάλ[αι] εἴρηνται.

5

.

203

Ὅτι γὰρ τὸ εἶδος τοῦτο λόγον σημαίνει, ἐ[ν] τῷ Ἄ̣ι̣σ̣‐ [μ]ατι τῶν Ἀισμάτων ἀπαγγέλλεται. Ἡ νύμφη γοῦν τὸ̣ κάλλος καὶ τὴν ὡραιότητα οὗ ἠγάπησεν ἀδελφιδοῦ ἐν ψυχῇ αὐτῆς φανε‐ ροῦσά φησιν· «Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι
5μυρεψι[κά.]» Δηλ[οῖ δ]ὲ ἡ σιαγὼν τὸν λόγον τὸν πηγῆς δίκην αν̣[.. ....]θανούσης ῥεῖ καὶ φύει μυρεψ[ι]κ[ά].

5

.

204

Ταύτης τῆς [μυ]στικῆς νοη[τ]ῆς λατρείας ἐκτελ̣ου[μ]έ̣‐ [ν]ης πρὸς τῶν ἡ̣κόντων πνε̣[υ]ματικῶς ἱερουργήσ[ε]ι[ν,] ἑψ[ό]ν‐ των εἰς τοὺς ἁγίους λέβη̣[τα]ς τὰ κ[ρέ]α τὰ λαμβανόμενα κατ’ ἀναγω[γὴν τ]ὴν ἐκ μόσχων καὶ κριῶν, οὐκέτι Χ[α]ν̣αν̣αῖος ἔσται
5[ἐ]ν τῷ οἴκῳ Κυρ[ίου] παντοκράτορο̣ς̣ [ἐν τῇ ἡμέ]ρᾳ, ὅτε ἀπο‐ κατάστασις γέγονεν τῶν π[.............]χ̣όντων.

5

.

205

Χαν[α]ναῖος δ’ ἐ[στ]ὶν ὁ ἀλλότριος ἐ̣κ̣ [μήτρας ὡς ἐκτὸς], εἶναι τῆς εὐσεβ̣είας· οὐκ ἔσται δέ, ἤτοι μετα[βάλλων εἰς] τ[ὸ]ν Ἰσραὴλ «τὸν ἀληθινὸν τὸν δόλον οὐκ ἔχοντα», [ἢ ἐκ‐ β]α̣λλόμ[εν]ος ἐκ τοῦ οἴκου Κυρίου παντοκράτορος.

5

.

206

Χαναν[αῖο]ν δε[κτ]έον ἀλληγορικῶς καὶ τὸν ἔξω τῆς ἰσραηλιτικῆς κατ[ασ]τάσεως φθάσαντα. Οἷος ἦν ὁ ἕτερος τῶν
κατὰ Σω[σά]ν̣ν̣ης μανέντων πρεσβύτερος, πρὸς ὃν ὁ σ[οφώτατος Δ]ανιήλ φησιν· «Σπέρμα Χανάαν καὶ οὐχὶ Ἰού[δα, τὸ κάλλ]ος
5ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρε[ψεν τὴν κα]ρδίαν σου· οὕτως ἐποιεῖτε θυγατράσιν Ἰ[σραήλ, καὶ ἐκεῖναι φ]οβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ’ οὐ θυγάτη[ρ Ἰούδα ὑπ]έμεινεν τὴν ἀνομίαν ὑμῶν.»

5

.

207

Συνᾴδει καὶ τὰ ἐν [Ὠσῆε π]ε[ρὶ] τῶν ἀκολάστων ὡς τυγχανόντων Χαναν[αί]ω[ν οὕτως] ἔ̣[χ]οντα· «Μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτ[ῷ σκ]άν[δα]λον. Ἡιρέτισαν Χαναναίους· πορνεύοντες ἐξ[επόρ]νευσαν.»

5

.

208

Καὶ ἐπεὶ ὁ ἀκόλαστος κατὰ τροπολογίαν ἐ[στὶ] Χανα‐ ναῖος, ἐκβάλλεται τοῦ ἁγίου οἴκου Κυρίου παντοκράτορος, ἵνα μηκέτι ᾖ [ἐν αὐ]τῷ. Τοῦτο πληρῶν ὁ θεῖος ἀπόστολος Παῦλος ἐπιστ̣[έλλει] τῇ Κορινθίων Ἐκκλησίᾳ· «Ἀκούετα[ι] ἐν ὑμῖν
5[πορ]νεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖ[ς] ἔθνεσι[ν,] ὥστε γυναῖκά τινα το[ῦ π]ατρὸς ἔχειν. Καὶ ὑ[μ]εῖς πεφυσιω‐ μέ̣ν̣οι ἐστέ, καὶ οὐχὶ μ[ᾶλ]λον ἐπενθ[ήσ]ατ[ε, ἵ]να ἐξαρθῇ ἐξ ὑμῶν ὁ τὸ ἔργον τοῦ[τ]ο πράξας.»

5

.

209

Κ[αὶ ἐ]κβέ[β]ληταί γε τῆς τ̣ῶν πιστῶν συνό[δου], ἵν’ αἰσθηθεὶς εἰς οἷον [κ]α̣κὸν ἥ[κει] προαιρέσει τῇ ἑ̣[αυτοῦ τὸν μι]σ[θὸ]ν τοῦ σφάλμα̣τ̣ο̣ς̣ λάβῃ, ὅπερ καὶ γέγονεν, ὡς [............]ωθῆναι εἰς αὐτ[ὸν]
5σφόδρα̣ μετανοήσαντα. Οὕτ̣ω̣[ς γὰρ ὁ ἀ]π̣οβαλὼν τὸν πορνικὸν τ[ρ]όπον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῇ [Ἐκκλ]ησίᾳ εἰσήχθη.

5

.

210

Ὅτι δὲ οὐδενὸς ὄντος φύσει κακοῦ, ὡς δοξ[ά]ζουσί τινες τῶν ἑτεροδόξων, μεταβολὴ προ̣[αιρ]ετικὴ γίνεται, παρίσταται ἐκ τοῦ Εὐαγγελίου, μεταβ[αλούση]ς τῆς Χαναναίας γυναικὸς ἐκ
κυνὸς εἰς γυναῖκα, [χρηματίζο]υσαν θυγατέρα τοῦ σώσαντος
5αὐτήν, εἰρηκότο[ς τάδε· «Θύγ]ατερ, ἡ πίστις σου σέσωκέν σε.»

5

.

211

Τάχα γὰρ δι[ὰ] τοῦ̣[το ἐτύγ]χανεν κύων πρὸ τῆς πίστεως, ὅτι ἀκόλαστος [ἦν γυνή· ......]ορον γὰρ πρὸς ὀχείαν καὶ αἰσχροπαθῆ κολακείᾳ το[......] κ̣ύων· αὐτίκα γοῦν σὺν πορ‐ νικῷ μισθώ[μα]τ[ι ἀπ]αγορεύεται, τοῦ νόμου λέγοντος· «Οὐκ
5οἴσ[εις τὸ]ν κ[ύ]να οὐδὲ μίσθωμα πόρνης εἰς οἶκον Κυρίου Θεοῦ σ[ο]υ.» Τού̣[το]υ γὰρ φυλαττομένου, οὐκ ἔστιν Χαναναῖος ἐν οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ τῇ καταυγαζομένῃ ὑπὸ τοῦ ἡλίου τῆς [δ]ικαιοσύνης, τοῦ φωτὸς τ[ο]ῦ ἀληθινοῦ, τοῦ Μονογενοῦ[ς] Υἱοῦ τοῦ Θεοῦ.

5

.

212

Τ̣[έλο]ς ἀπειληφότος τοῦ εἰς σαφ[ή]νειαν προκειμένο[υ προφή]του Ζαχαρ[ίου], καὶ ἡμεῖς καταπαύομεν τῆς συντάξε[ω]ς
τῶν ε[ἰς] αὐτὸν ὑπομνημ[ά]των.