TLG 2102 009 :: DIDYMUS CAECUS :: De trinitate (lib. 2.1–7) [Sp.]

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

De trinitate (lib. 2.1–7) [Sp.]

Source: Seiler, I. (ed.), Didymus der Blinde. De trinitate, Buch 2, Kapitel 1–7 [Beiträge zur klassischen Philologie 52] Meisenheim am Glan: Hain, 1975: 2–246.

Cf. et 2102 008, 042–043

Citation: Chapter — section — (line)

1

n

Περὶ τοῦ τὴν ἁγίαν τριάδα ἀκατάληπτον εἶναι.

1

.

1

Οἱ σπουδάζοντες εἶναι ναὸς κἂν ποσῶς ἄξιος τοῦ οἰκοῦντος ἐν τοῖς πιστοῖς ἁγίου πνεύματος, ὡς ἅπαξ ἔχοντες ἐλλάμπον αὐτοῖς τὸ ἀπρόσιτον φῶς, δοξάζουσιν, ὡς ὁ δεσπότης ἐν τῇ μυσταγωγίᾳ τοῦ βαπτίσματος ἐθέσπισεν ἰσοτίμως,
5τόν τε αὐτογενῆ θεὸν καὶ πατέρα καὶ τὸν ἐξ αὐτοῦ συνυπάρχοντα αὐτῷ ἀγαπητὸν καὶ μονογενῆ υἱὸν λόγον καὶ τὸ μνημονευθὲν ἅγιον πνεῦμα
10τὸ μόνον ἐκ τῆς ὑποστάσεως αὐτοῦ ἀνάρχως καὶ ἀδιαστάτως ἐκπορευθέν·

1

.

2

τῷ μὲν ὁμοουσίῳ τῆς τριάδος μὴ ἀπιστοῦντες, τρόπον δὲ καὶ διαφορὰν γεννήσεως καὶ ἐκ πορεύσεως οὐ ζητοῦντες· ἐπειδὴ καὶ ταῖς οὐρανίοις λειτουργικαῖς δυνάμεσιν
5ἄγνωστον, ἄφραστον καὶ φοβερὸν ἐνθυμήσει καθέστηκεν τοῦτο· καὶ τὸ πῶς ἑαυτῇ συνυφέστηκεν ἀνάρχως ἡ ἁγία τριὰς
ἔχουσα ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτά· καὶ οἷά τε οὖσα ἐπὶ τοῦ αἰωνίου καθημένη θώκου2
10ἐπιβλέπειν ἀβύσσους καὶ σιωπῶσα ἀκούεσθαι καὶ σιωπώντων ἀκούειν·

1

.

3

καὶ πρὸ τοῦ πρακτέου ἐπίστασθαι τὸ μέλλον· καὶ λόγῳ, καὶ θᾶττον λόγου καὶ μόνῳ τῷ θέλειν πάντα παραγαγεῖν· καὶ πρὶν διαθρήσῃ τις ἐν τῆς καρδίᾳ
5μόνον δὲ πιστῶς καὶ δικαίως, τὴν ψῆφον εὐθὺς τὴν ἐπὶ τῇ αἰτήσει παρέχειν· καὶ πᾶσι καιρὸν εἰς εὐεργεσίαν ἁρμόζεσθαι· καὶ βραδείαν μὲν εἶναι εἰς ὀργήν, εἰς εὐποιίαν δὲ ἕτοιμον·
10καὶ χαλεπαίνειν μὲν δι’ ἡμετέραν πλημμέλειαν ἀφιέναι δὲ δι’ οἰκεῖαν φιλανθρωπίαν τὴν τιμωρίαν·

1

.

4

ἔτι γε μὴν ἀκατάληπτον αὐτῆς ἐστιν
καὶ τὸ πῶς ἓν ἔχει θέλημα, καὶ λαλεῖ καὶ παρέχει κοινὸν ἑαυτῆς· καὶ ἐπισκέπτεται οὐ μᾶλλον εὐεξίαν σωμάτων,4
5ἀλλ’ αὐτὴν συντετριμμένην καρδίαν.

1

.

5

καὶ μὲν δὴ καὶ τοῦτο, πῶς ὑπάρχει ἀόρατος καὶ σεραφικοῖς ὀφθαλμοῖς ἀπερίληπτος, λόγῳ καὶ τόπῳ ἀχώρητος,
5δυνάμει ἀμερής, ἀναφής, ἀμεγέθης, ἀμαθής, ἀπλατής, ἀνείδεος· παντεπίσκοπος, παντεπήκοος καὶ πάντων ἐλπίς· φωτὸς οὐρανίου ὑπὲρ τὸ πολὺ φωτεινοτέρα
10καὶ παντὸς ὕψους, ὅσον οὐκ ἔστιν εἰπεῖν, ὑψηλοτέρα, καὶ παντὸς νοῦ ἀπείρῳ λόγῳ νοητικωτέρα.

1

.

6

πῶς γὰρ οὐκ ἔμελλεν τὰ τῆς τριάδος πᾶσιν ἀκατάληπτα τυγχάνειν, ὅτε αὐτὴ πάντων ἐστὶ γενεσιουργὸς καὶ ἀνωτάτω πάσης νοερᾶς, ἔτι μὴν καὶ νοητῆς κτίσεως,
5μεθ’ ἣν ἐπέκεινα παντελῶς οὐδέν, πάντα δὲ μᾶλλον ὑπ’ αὐτῇ,
καὶ δι’ αὐτὴν καὶ ὑπὸ πόδας αὐτῆς ὡς ποιήματα; προκατήρξατο γὰρ εὐδοκήσας ὁ πατήρ, ἐδημιούργησεν δὲ ὁ μονογενὴς 〈υἱόσ〉,6
10ἡγίασεν δὲ τὸ πνεῦμα τοῦ θεοῦ καὶ τῷ ἁγιασμῷ αὐτοῦ ἐτελείωσεν, ἐφώτισεν, ἐδυνάμωσεν, ἐζωοδότησεν·

1

.

7

ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον ὑπάρχον, καὶ ὑπὸ ὅλων ὅλον μετεχόμενον καὶ χωρούμενον δι’ ἀγαθότητα· καὶ μὴ μεριζόμενον, μήτε μετερχόμενον ἢ μεταβαλλόμενον· ἀλλ’ ἀεὶ πᾶσιν ἐπιπνέον ὁμοίως, καὶ οὐκ ἐν μέρει,
5καὶ φυλάττον τὴν οἰκείαν ἄχραντον ἀπὸ τῶν σωμάτων καθαρότητα, πάντα τε θείως καταλάμπον καὶ πανταχοῦ πληθύον ἁγιασμόν, ἀγάπην, εἰρήνην, σοφίαν. χαράν, ἀσφάλειαν καὶ πᾶν ἀγαθόν,
10ἅτε ἐκ τῆς πατρικῆς ἐνυποστάτως ἔκλαμψαν πηγῆς·8

1

.

8

δι’ οὗ καὶ δι’ ὃ ἡμῖν πλησιάζει ὁ θεὸς καὶ πατήρ, μεθ’ οὗ καὶ ἐν οὐρανοῖς ἐστιν καὶ παρ’ ἡμῖν μένει· δυναμένης μὲν ἑκάστης θείας ὑποστάσεως ἀπροσδεῶς πάντα ποιῆσαι τελείως, ἵνα δὲ δειχθῇ τὸ συμπρακτικὸν καὶ ἀπαράλλακτον τῆς τε οὐσίας αὐτῶν
5τῆς τε προσκυνήσεως καὶ δόξης καὶ εὐχαριστίας τῆς ὀφειλούσης παρ’ ἡμῶν γίνεσθαι, διὰ τοῦτο κοινῇ παρὰ τῆς ἁγίας τριάδος τῆς κτίσεως πληρωθείσης.

1

.

9

παριστῶν γοῦν τὸ τριαδικῶς διακεκοσμῆσθαι τὴν κτίσιν ψάλλει·
„τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι
τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.“ εἶπεν γὰρ „κύριον“ μὲν τὸν θεὸν πατέρα,
5„λόγον“ δὲ τὸν μονογενῆ υἱόν, δι’ οὗ καὶ παρ’ οὗ ἐκτίσθησαν, „πνεῦμα“ δὲ τὸ ἐνυπόστατον ἅγιον πνεῦμα τοῦ θεοῦ, παρ’ οὗ ἁγιασθέντες ἐνεδυναμώθησαν.

1

.

10

αὐτὸ γάρ ἐστιν τὸ θεϊκὸν ὄνομα, τὸ παντοκρατορικὸν καὶ ὑπερέχον ἀξίωμα,
τὸ σὺν πατρὶ καὶ υἱῷ μνημονευόμενον καὶ συνδοξαζόμενον· τὸ ἁγιαστικὸν καὶ ζωοποιὸν καὶ φωτὸς οὐρανίου μεταδοτικόν·10
5τὸ φρουρητικὸν ἑκάστων τῆς ἐν ταυτότητι διαμονῆς· τὸ προφήταις καὶ ἀποστόλοις ἐνηχῆσαν, καὶ μάρτυρας ἀντιστῆναι τυραννικῇ ὠμότητι ἐνισχύσαν· τὸ ἀνακαινίζον καὶ ἐλευθεροῦν ὡς κύριος, καὶ υἱοὺς θεοῦ ἡμᾶς ποιοῦν ὡς πνεῦμα υἱοθεσίας·
10τὸ ἀπελαῦνον τῷ φωτίσματι δαιμόνων στίφη, καὶ τὸν ἀντικείμενον καταισχύνον· τὸ ἀναπετάζον ἡμῖν τὰς οὐρανῶν πύλας, καὶ ἄγον ἐπὶ τὴν εἴσοδον τῆς σωτηρίας, καὶ τῆς ἀγγέλων πολιτείας καὶ ὑμνῳδίας ἐργαζόμενον κοινωνούς·

1

.

11

τὸ γινόμενον ἡμῖν τρίβος ἀποφέρουσα πρὸς αὐτὸν ἐπουράνιον θεὸν καὶ πατέρα· ἡ αὐτεξούσιος καὶ ὑπερβάλλουσα γαληνοτάτη ἐπιφάνεια· ἡ γόνιμος καὶ ἄπειρος καὶ σωστικὴ δύναμις·
5ἡ ἀμεγέθης καὶ ἀσύγκριτος καὶ σεπτὴ ὑπόστασις· ἡ ἄχραντος καὶ ἔγκριτος καὶ πάναγνος δόξα· ἡ θεία χάρις ἡ τὰ λείποντα ἀναπληροῦσα καὶ τὰ ἀσθενῆ ἰωμένη·
ἡ ἄρρητος καὶ ἀίδιος ἀγαθότης· ἡ πηγὴ τῶν ἀνεκλείπτων χαρισμάτων καὶ παντὸς ἀγαθοῦ νοῦ πρόοδος·12
10ἡ μελλόντων καὶ ἀγνώστων ἀληθὴς φανέρωσις·

1

.

12

ἡ σωτήριος σφραγὶς καὶ τὸ θεῖον χρῖσμα, ὁ ἀρραβὼν τῶν ἀιδίων ἀγαθῶν, παρ’ οὗ πᾶσα κτίσις, ὁρατὴ καὶ ἀόρατος, λογικὴ καὶ μὴ λογική,
5ἐνδυναμοῦται· παρ’ οὗ ἡμῖν ἡ θεία ἀναγέννησις καὶ τῶν ἀνομιῶν ἡ ἄφεσις καὶ τῶν ἁμαρτιῶν ἡ ἐπικάλυψις
10καὶ ἡ πρὸς τὸν θεὸν οἰκείωσις· στέφανός τε δικαίοις καὶ ἀγαθῶν ἀπόληψις· οὐράνιόν τε ἐνδιαίτημα καὶ ζωὴ ἀτηλεύτητος
15καὶ βασιλείας θεοῦ κληρονομία αἰώνιος·14

1

.

13

οὗτινος τῆς κοινωνίας διὰ τῆς παλιγγεννεσίας ὁ μετέχων τυγχά‐ νει τῶν μνημονευθέντων ἀγαθῶν καὶ πρὸς τὰς καθολικὰς ἐπιστολὰς θείας ἐστὶ κοινωνὸς φύσεως. ὁ γὰρ ἀφθάρτου καὶ ἀιδίου φωτίσματος μετειληφὼς ἀγήρως κατὰ τὸ
5νοητὸν μένει ἐν νεότητι καὶ ἠπιότητι, καὶ ἐξομοιοῦται τῷ μόνῳ ἔχοντι ἀθανασίαν καὶ φῶς οἰκοῦντι ἀπρόσιτον.

1

.

14

οἱ γὰρ τῆς ἀρχαίας καὶ νέας διαθήκης ἱερομάνται τῆς ἀνωτάτω μιᾶς θείας θύσεως εἶναι τὸ ἅγιον πνεῦμα ἐπίστανται. αὐτίκα γοῦν
μαρτυροῦσιν·16

2

n

Περὶ τοῦ τὸ ἅγιον πνεῦμα εἶναι τοῦ θεοῦ· καὶ περὶ αἱρετι‐ κῆς ἀντιθέσεως

2

.

1

Πρῶτον μέν, ὅτι πνεῦμά ἐστι τοῦ θεοῦ καὶ ἐκ τοῦ θεοῦ, εἰ καὶ μὴ μετ’ αὐτόν, καὶ μόνον εἰδὸς τὰ τοῦ θεοῦ, καὶ ἐπὶ πάντας τυγχάνον, λέγουσι τοιάδε·

2

.

2

Μωυσὴς μὲν ἐν τῇ γενέσει ἐκ προσώπου τοῦ θεοῦ·
„οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις
εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκασ“. Ἀγγαῖος ὁμοίως ἀπὸ θεϊκῆς φωνῆς·
5„ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·“

2

.

3

Ζαχαρίας ὁμοίως· „πλὴν ἀκούσατε τοὺς λόγους μου, καὶ τὰ νόμιμά μου δέχεσθε, ἃ ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·“

2

.

4

Ἠσαίας ἀπὸ τοῦ πατρὸς τὸν υἱόν· „πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου·“
5σπέρμα λέγων αὐτοῦ τοὺς πιστούς, οὓς καὶ εἰς υἱοθεσίαν ἐκά‐
λεσεν.18

2

.

5

καὶ πάλιν ἀπὸ τοῦ υἱοῦ·
„πνεῦμα κυρίου ἐπ’ ἐμέ.“ ἐκπεπεράνθαι σὲ ταῦτα ἐν τῇ οἰκονομίᾳ Ματθαῖος οὕτως εἶπεν·
„ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος·
5‚ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐ‐ δόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν·‛“

2

.

6

καὶ πάλιν ἀπὸ τοῦ πατρός· „πνεῦμα γὰρ ἐξ ἐμοῦ ἐξελεύσεται.“

2

.

7

καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ ὕψιστος πατὴρ τὸ μὲν ἡμέτερον πνεῦμα „ὑμῶν“ πνεῦμα, τὸ δὲ ἅγιον πνεῦμα ἴδιον ἐξονομάζει, ἅτε ἐξ αὐτοῦ ἐκπορευθὲν κατὰ φύσιν·
„καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ
5ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν·“

2

.

8

καὶ ἐν τῷ Ἰωήλ· „ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·“

2

.

9

καὶ ταῦτα τετελέσθαι Παῦλος ἔγραψεν Τίτῳ· „ὅτε ἐπεφάνη ἡ χάρις ἡ σωτήριος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀνα‐ γεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώ‐
5σεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ
Ἰησοῦ Χριστοῦ.“20

2

.

10

πότε δὲ ἐξέχεεν; ὅτε ὁ Χριστὸς ἐμφυσῶν ἔλεγεν·
„λάβετε πνεῦμα ἅγιον,“ εὖ δὲ καὶ τὸ „ἐξέχεεν“, ἅτε ὕδωρ ἐξ αὐτοῦ ὁμοουσίως ἐκπορευ‐ θὲν καὶ μύρον θεϊκόν, καθὰ εὐκαίρως ἐν τοῖς ἁρμόζουσιν τό‐
5ποις δειχθήσεται πρὸς ἡμῶν·

2

.

11

καὶ τὸ „ἐπὶ πᾶσαν σάρκα.“ αἱ γὰρ λέξεις αὗται ἐπὶ τῆς ἐν ὁμάδι μεθεκτῆς οὐσίας τῆς ἁγίας τριάδος ἁρμόζουσιν, ἀλλ’ οὐκ ἐπὶ κτιστῆς ἀμεθέκτου λογικῆς φύσεως· οὐ γάρ που ἐγράφη οὔτε λέγειν πιθανόν· „ἐκχεῶ ἀπὸ τοῦ ἀρχαγγέλου“, ἀλλ’ ἀπὸ πνεύματός μου,
5καὶ οὐδὲ οὕτως ἀπολελυμένως, ἀλλ’· „ἐπὶ πᾶσαν σάρκα“.

2

.

12

καὶ Δαυὶδ δὲ ἱκετεύων βοᾶ·
„τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ“ καὶ πάλιν·
„τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.“
5καὶ Ματθαῖος ἀπὸ τοῦ υἱοῦ·
„οὐ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ
πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν“, ὅ ἐστιν· οὐχ ὑμεῖς οἱ κτιστοί, ἀλλὰ τὸ ἄκτιστον πνεῦμα τοῦ
θεοῦ.22

2

.

13

γράφει δὲ καὶ Παῦλος πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ ἐπιστολῇ·
„ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς
5ἀγαπῶσιν αὐτόν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύ‐ ματος αὐτοῦ. τὸ πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἡμεῖς
10δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.“

2

.

14

τὰ „ἡτοιμασμένα“ παρὰ τοῦ θεοῦ ἀγαθὰ εἶπεν, ὅτι „τὸ πνεῦμα“ „ἀπεκάλυψεν“ ὡς συνδοτήρ· καὶ „τὸ πνεῦμα αὐτοῦ“ κατὰ ἀντι‐ παράθεσιν τοῦ ἡμετέρου πνεύματος. καὶ ἐπασφαλιζόμενος αὖθις τὸ μὴ νομίζεσθαι αὐτὸ ὡς ἄγγελον ἢ ἄλλο πνεῦμα κτιστόν,
5ἐπήγαγεν· „οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν“—τουτέστιν γε‐ νητόν—„ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ“—τουτέστιν ἐξ ὑπολειπομένων, τὸ ἐκ τοῦ θεοῦ τῆς ὑποστάσεως ἐκπορευθέν· καὶ ὡς αὐτὸ μόνον οἶδεν τὰ τοῦ θεοῦ, ὡς κύριος, καὶ ἔχον ὡσαύτως τῇ φύσει πρὸς τὸν πατέρα. ὁ γάρ·
10„δοῦλοσ“, —ὡς ἐν εὐαγγελίῳ λέγει, —„οὐκ οἶδεν τί ποιεῖ
ὁ κύριος αὐτοῦ.“24

2

.

15

οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ἀνθρώπου εἶπεν τὸ κατοικοῦν „ἐν τῷ θεῷ“, ἵνα μὴ σύνθετος νομισθείῃ ὁ ἀσύνθετος θεός.

2

.

16

πρὸς δὲ Ἐφεσίους· „μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφρα‐ γίσθητε εἰς ἡμέραν ἀναπολυτρώσεωσ“·

2

.

17

πρὸς δὲ Ῥωμαίους· „ὑμεῖς οὔκ ἐστε ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ“·

2

.

18

πρὸς δὲ Γαλάτας· „ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον ἀββᾶ ὁ πατήρ“·

2

.

19

πρὸς δὲ Φιλιππησίους· „οἶδα γὰρ, ὅτι τοῦτο μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ“·

2

.

20

ἄθρει δὴ οὖν, ὡς καὶ μόνον τὸ φάναι αὐτὸ „πνεῦμα τοῦ θεοῦ“, καὶ ἡ προσθήκη δὲ τοῦ „μοῦ“ καὶ „σοῦ“, καὶ τοῦτο τηλαυγῶς ἐσήμανεν, ὅτι καὶ ἄκτιστόν ἐστι καὶ θεός, τοὔνομα ἔχον οὐκ ἐπακτόν, ἀλλ’ ἀπὸ τοῦ εἶναι ἐκεῖνο φυσικῶς τοῦτο ὅπερ καὶ
5προσηγορεύεται.26

2

.

21

καὶ τὸ γεγράφθαι δὲ αὐτὸ „πνεῦμα τοῦ υἱοῦ“, ὁμοίως τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως ἐδήλωσεν, καὶ ὥστε μὴ κτίσμα αὐτοῦ νομισθῆναι. πῶς γὰρ ἂν τῷ ἰδίῳ πατρί, ὡς οὐκ ἔχοντι πρὸ τούτου ἐξ ἑαυτοῦ, ἔκτισεν ὁ υἱὸς τοῦθ’ ὅπερ ἔστι τε καὶ γέγραπται
5πνεῦμα θεοῦ; ὅπερ οὐ βλάσφημόν ἐστι μόνον, ἀλλὰ καὶ ἠλίθιον. νοηθείη ἂν „πνεῦμα Χριστοῦ“, τουτέστιν δύναμις Χριστοῦ, ὃν τρόπον εἴρηται „Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.“ ἐπειδὴ γὰρ ἑνὸς πατρὸς φύσει καὶ οὐ δημιουργικῇ ἐνερ‐ γείᾳ προῆλθον αἱ μακάριαι ὑποστάσεις αὖται, εἰς τὸν αὐτὸν
10ἕνα ἀνάγονται.

2

.

22

ἵνα γὰρ μή τις ὑποπτεύσῃ ἀρχὴν αὐτοῦ εἶναι ἢ πέρας, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτοῦ προόδου πιστεύσῃ ἀληθῶς αὐτὸ πνεῦμα εἶναι τοῦ θεοῦ, ἀναπνευσθὲν ἀνάρχως, καὶ οὐ γενόμενον, ὡς ἓν τῶν ἄλλων λειτουργικῶν πνευμάτων,
5διδάσκων ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγει·
„τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται“. οὐκ εἶπεν δὲ „κτίζεται“. πᾶσα μὲν γὰρ γέννησις καὶ ἐκπόρευσις διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· μάλιστα δὲ διαφερόντως ἡ ἀπὸ τοῦ ἑνὸς πατρὸς καθ’ ἕνωσιν τῆς ἑαυτοῦ θεότητός ἐστι
10γέννησις καὶ ἐκπόρευσις.28

2

.

23

ἀλλ’ ἐπὶ μὲν τῶν κτισμάτων ἡγεῖται τῷ χρόνῳ ὁ πρωτό‐ τυπος· ἐπὶ δὲ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ συνυφεστώτως καὶ συμπροεληλυθότως.

2

.

24

συνᾴδων δὲ τῷ κυρίῳ καὶ Ἰωάννης ἐκήρυξεν τοῦ ἁγίου πνεύματος τὸ πρὸς τὸν πατέρα ἴσον καὶ ἀπαράλλακτον καὶ [ὡς μερικὴ αὐτοῦ χάρις] ὅλον, ὡς ἂν εἴποι τις, τὸν ἀπερίγραφον θεὸν πατέρα περιλαμβάνον, καὶ 〈ὡς
5μερικὴ χάρισ〉 παρὰ πιστοῖς εὑρισκόμενον δείκνυσιν, εἰπών·
„ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν,
καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ
ἔδωκεν ἡμῖν“.
10ὃν τρόπον ὁ υἱὸς εἶπεν·
„ὁ ἑορακὼς ἐμὲ τὸν πατέρα·“ καί·
„ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον.“

2

.

25

οὐδὲν γὰρ ὅλως κατ’ οὐσίαν ἢ κατὰ χρόνον ἢ δόξαν ὕφεσιν ἔχον δύναται τὴν ὅλην ἐκφαίνειν ἀλήθειαν ἢ ὁμοειδὲς τυγχάνειν καὶ ἴσην ἔχειν ἐπίγνωσιν· οὔτε δέ τις τύχοι ἂν μετοχῆς θεότητος ἀληθοῦς διὰ κτίσματος·

2

.

26

δίδοται δὲ τὸ ἅγιον πνεῦμα, οὐ κατατομῆς μερισμοῖς, ἀλλὰ τῷ λόγῳ τῆς μετουσίας, καὶ τοῦ μὴ νοεῖσθαι ἑτε‐
ροφυῶς ἢ ἑτερογνωμόνως τοῦ πατρὸς οἰκεῖν ἐν ἡμῖν.30

2

.

27

ἔδειξεν δὲ ἅμα „ὁ τῆς βροντῆς υἱὸσ“, ὡς ἔνθα ἐστὶ τὸ ἅγιον πνεῦμα, πάρεστιν ὁ θεὸς πατήρ, οὗ πνεῦμά ἐστιν· ὅπερ καὶ αὐτὸς ὁ θεὸς προανεφώνησεν, εἰπών·
„ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι
5αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.“

2

.

28

ὡς πάλιν τὸ ἀντικείμενον δηλοῖ, ὅτι εἴ τις τὸ πνεῦμα τοῦ θεοῦ ὡς θεὸν ἀληθινὸν οὐκ ἔχει, οὐδὲ τὸν πατέρα ἔχει· παρ’ οἷς δὲ μὴ οὗτός ἐστιν, οὐδὲν ἀληθὲς οὐδ’ ἀσφαλὲς οὐδὲ βέβαιον.

2

.

29

ὡς τὸ ἔμπαλιν ὁστισοῦν λέγων περὶ αὐτοῦ, κἂν αἱρετικὸς ὢν τύχοι, ἐὰν ἐρωτηθῇ, περὶ ποίου διαλέγεται πνεύματος, λέγει· „τοῦ ἁγίου“· καὶ εἰ αὖθις πάλιν πεῦσις αὐτῷ προσενεχθείη, „ποίου ἁγίου“, ἀνάγκη αὐτὸν εἰπεῖν
5εἰς φανερωτάτην δήλωσιν· „τοῦ πνεύματος τοῦ θεοῦ“, ὡς τῶν ἄλλων μὴ οὐσιωδῶς ὄντων αὐτοῦ.

2

.

30

μοχθηροὶ δὲ ἑαυτοῖς τε καὶ τοῖς ἀκούουσιν γινόμενοι αἱρετικοί, βιαίοις ἐπιχειρήσεσιν συκοφαντοῦσι τοὺς ἡμῶν καὶ αὐτῶν ἀμείνους καὶ μέγιστον διαφέροντας καὶ περὶ τοῦ ἁγίου πνεύματος χρήσαντας ἁγίους· οἷς οὐκ
5ἐναντία νομοθετητέον.32

2

.

31

φασὶν γὰρ κατὰ λέξιν οὕτως· „ὅταν οὖν λέγῃ ὁ θεός·
„ὁ παῖς μου Ἡσαῖας·“ καὶ,
„υἱὸς πρωτότοκός μου Ἰσραήλ“,
5ἡ „μοῦ“ συλλαβὴ ἔχειν τι κοινὸν τὴν ἀνθρωπείαν φύσιν πρὸς τὴν τοῦ θεοῦ δείκνυσιν; ὥσπερ οὖν, φησίν, τοῦτο εἶπεν ὡς τοῦ εἶναι αὐτοῖς αἴτιος. οὕτως καὶ τὴν ψύχωσιν αὐτῶν „πνεῦμά μου“ προσεῖπεν.“

2

.

32

εἴ τις δὲ αὐτοῖς τῆς ἀληθείας καὶ ἀκριβείας λόγος ὑπ‐ ῆν, οὐκ ἂν τηλικαῦτα ἔπταιον. πρῶτον μὲν γὰρ αὐτῷ τῷ φάναι „Ἡσαῖαν“ καὶ „Ἰσραὴλ“ ἀνθρώπους ἐδήλωσεν· προσ‐ έθηκεν δὲ κατ’ ἐξαίρετον αὐτοῖς τὸ „μοῦ“ ὡς αὐτῷ ταῖς
5πράξεσιν προσήκουσιν.

2

.

33

τὸν Ἡσαῖαν δὲ „παῖδα“ ἐκάλεσεν, τουτέστιν οἰκέτην, τὸν δὲ Ἰσραὴλ „πρωτότοκον“, ὡς πρῶτον ἀρξάμενον λα‐ τρεύειν αὐτῷ, καὶ ὄντα τῇ περὶ αὐτὸν διαθέσει καὶ φροντίδι τοῦ θεοῦ ἐν τάξει υἱοῦ.

2

.

34

ὥστε τὸ „μοῦ“ ἐπὶ τοῦ ἀληθινοῦ υἱοῦ καὶ τοῦ ἀληθινοῦ πνεύματος λεγόμενον παρὰ τοῦ θεοῦ τὴν οἰκείωσιν τῆς φύσεως δηλοῖ: ἐπὶ δὲ τῶν ἄλλων πάντων τὸ αὐτῷ κατὰ δεσποτείαν ἢ πίστιν διαφέρειν· ὡς καὶ ἡμεῖς εἰώθαμεν λέγειν ἐπὶ μὲν τῶν
5ὁμοουσίων ἡμῖν „ὁ υἱός μου, τὸ πνεῦμά μου“, ἐπὶ δὲ τῶν ἄλ‐
λων· „ὁ ἀγρός μου, ὁ ἵππος μου“, ἀλλὰ καὶ „ὁ θεός μου“.34

2

.

35

ὃν τρόπον γὰρ τὸν τῆς θείας φύσεως ἐνυπόστατον λόγον οὐ τὸ ἁπλῶς καὶ ἀπολελυμένως εἰρῆσθαι υἱὸν καὶ μονογενῆ καὶ λόγον τοῦ θεοῦ Χριστὸν δείκνυσιν γεγεννῆσθαι ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ, ἀλλὰ τὸ ἔχειν συνημμένην τὴν συλλαβὴν τοῦ „μοῦ“
5καὶ „σοῦ“.

2

.

36

ὡς ἡνίκα ὁ μὲν θεὸς λέγῃ·
„οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός·“ καὶ πάλιν·
„ὁ λόγος μου ὁ ἀγαθός·“
5καί·
„ἡτοίμασα λύχνον τῷ Χριστῷ μου·“ ἡμεῖς δὲ ἀνευφημοῦμεν· „ὁ υἱός σου, ὁ μονογενής σου, ὁ Χριστός σου“.

2

.

37

οὐδέ γε μὴν τὸ ὁμωνύμως ἢ συνωνύμως περὶ ἡμῶν γεγράφθαι·
„υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;“ ἐξέλκει τὸν υἱὸν τοῦ θεοῦ τῇ ὁμωνυμίᾳ τῆς θεότητος· οὕτω τὸ ἅγιον πνεῦμα οὐ τὸ ἁπλῶς εἰρῆσθαι „πνεῦμα“, ἀλλὰ τὸ συνῆφθαι
5τῷ ὀνόματι ἢ ὡς ἀπὸ τοῦ θεοῦ τὸ „μοῦ“ ἢ ὡς ἀπὸ τῆς κτίσεως τὸ „σοῦ“ ἢ καὶ τὴν „ἅγιοσ“ ἢ „ἄφθαρτοσ“ ἢ „αἰώνιοσ“ λέξιν δηλοῖ ἐκπεπορεῦσθαι αὐτὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως· οὐδέ γε μὴν τὸ ὁμωνύμως εἰρῆσθαι τὰ λειτουργικὰ καὶ τὰ ἡμῶν πνεύματα ἢ ἅγια ἢ
αἰώνια ἐξέλκει αὐτὸ τοῦ κατὰ φύσιν εἶναι ἀληθινὸν πνεῦμα τοῦ θεοῦ.36

2

.

38

καὶ ἐν τοῖς αἰνίγμασιν γὰρ αὐτοῖς τοῖς περὶ αὐτοῦ εὑρίσκεταί τις πάντως δήλωσις περὶ τῆς θείας αὐτοῦ φύσεως καὶ δυνάμεως. τὰ δὲ κτίσ‐ ματα πρὸς τὴν ἑαυτῶν φύσιν ἔλαβεν τὸ ἅγιον καὶ αἰώνιον, οὐ καθάπαξ ταῦτα κατὰ φύσιν ἐξ ἑαυτῶν ἔχοντα.

2

.

39

ἐπεὶ μή γε αὐτοὶ οὗτοι αἱρετικοὶ εὑρίσκονται κατηγοροῦντες ἑαυτῶν, ὅτι τὸ „μοῦ“ ἐπὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὸ „ἅγιον“ καὶ τὸ „αἰώνιον“ ἁπλῶς δέχονται ὡς ἀγγέλλον ταυτότητα τῆς θεϊκῆς φύσεως; ἔπειτα πρὸς τούτοις οὐ τὴν ψύχωσιν ἡμῶν πνεῦμα ὠνόμασεν ἐν ταῖς προκειμέναις ἀπο‐
5δείξεσιν, ἀλλὰ τὸ αὐτοῦ ἅγιον πνεῦμα.

2

.

40

ἐχόντων γὰρ ἡμῶν τὸ ἴδιον πνεῦμα ἐδόθη ἡμῖν καὶ τὸ τοῦ θεοῦ. εἶπεν γὰρ ὁ πατήρ·
„οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις,“ καὶ ὁ υἱὸς·
5
„λάβετε πνεῦμα ἅγιον.“ δῆλον δέ, ὡς τοῖς ἤδη ἔχουσιν τὸ οἰκεῖον ἡμῶν πνεῦμα ἐλέγετο περὶ τοῦ θεϊκοῦ πνεύματος.

2

.

41

καθὰ τοίνυν ὁ υἱὸς λόγος τοῦ θεοῦ υἱικῶς γεννητικός· οὕτω τὸ ἅγιον πνεῦμα πνευματικῶς ἐκπορευτικὸν καὶ οὐ δημιουργικῶς. καὶ ὡς οὐδεμία παραλλαγὴ οὐσίας καὶ δυνάμεως καὶ δόξης τῷ μονογενεῖ υἱῷ πρὸς τὸν θεὸν πατέρα, διαφορὰ δὲ πᾶσα, εἴ γε θέμις τοῦτο φάναι, πρὸς τὴν κτίσιν· οὕ‐
5τω καὶ τῷ ἑνὶ θεϊκῷ πνεύματι.

2

.

42

τὸ οὖν μηδὲ ἀκούειν τὰ αἱρετικῶν τοῦ μὴ καὶ προσιέμενον αὐτὰ ἀκού‐
ειν δικαιότερον.38

3

n

Περὶ τοῦ ἐκ διαφόρων ὀνομάτων σημαίνεσθαι τὴν θεϊκὴν φύσιν τοῦ ἁγίου πνεύματος.

3

.

1

ὃ δὲ ἐλέγομεν ἐξ ἀρχῆς, δεύτερον μαρτυροῦσιν τὰ λόγια, ὅτι διάφορα θεοπρεπῆ ὀνόματά ἐστιν τῷ πνεύματι τοῦ θεοῦ πολλήν τε ἄλλην ἔμφασιν ἐπηρμένην καὶ σχέσιν ὑπερτέραν πάντων, καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ συνεχῆ καὶ κρείττονα τῆς πρεπωδεστάτης
5ἑρμηνείας συνεισφέροντα τοῖς προκειμένοις θεωρήμασι·

3

.

2

καὶ ἔτι ἀναπλοῦντα ἔνια μὲν τὴν θεϊκὴν αὐτοῦ φύσιν ἔνια δὲ τὴν αὐθεντικὴν δύναμιν, καὶ παραμυθούμενα τὴν ἀδυναμίαν ἡμῶν τὴν περὶ τὸ ἀξίως ἐφικέσθαι αὐτοῦ ἢ ἑρμηνείᾳ ῥημάτων ἢ θεωρίᾳ νοῦ, καὶ παρρησίαν παρέχοντα ἀκινδύνως ὁμοούσιον
5τοῦ θεοῦ καλεῖν αὐτὸ καὶ πιστεύειν τῷ ἁγιασμῷ αὐτοῦ.

3

.

3

καὶ οὐχ εὑρίσκομεν οὐδὲν τῶν ἄλλων πνευμάτων καταξιωθὲν κληθῆναι τοῖς ὀνόμασι τούτοις· τὸ δὲ μόνως καὶ φύσει ὑπάρχον ταῦτα οὐδέν ἐστι τῶν πάντων, ἀλλὰ θεός.

3

.

4

ἔστιν δὲ τὰ ὀνόματα τάδε· πνεῦμα ἅγιον, ὡς πανταχοῦ γέ‐ γραπται· πνεῦμα ἁγιοσύνης, καὶ ἁγιάζον, ὡς γράφει Ῥω‐ μαίοις
„Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος
5ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ
πνεῦμα ἁγιοσύνης,“40

3

.

5

καὶ πάλιν·
„ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος,
ἡγιασμένη ἐν πνεύματι ἁγίῳ“, καὶ ἑτέρωθι·
5„ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασ‐ μῷ πνεύματος καὶ πίστει ἀληθείας.“

3

.

6

πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ, ὡς Παῦλος ἐν δευ‐ τέρᾳ ἐπιστολῇ πρὸς Τιμόθεον ἔγραψεν·
„οὐ γὰρ ἔδωκεν ὑμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα
δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ“,
5καὶ πρὸς Ῥωμαίους·
„παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ καὶ διὰ ἀγάπης τοῦ πνεύματοσ“, καὶ ἑτέρωθι·
„ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη,“

3

.

7

ὅμοιον τῷ.
„ὁ θεὸς ἀγάπη ἐστίν,“ καὶ τῷ·
„μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης
5
αὐτοῦ·“ καί·
„καθὼς ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν,“ καὶ πάλιν·
„τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με,“
10ὅμοιον καὶ τῷ·
„ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ
δεξιῶν τῆς δυνάμεως τοῦ πατρός,“ καὶ τῷ·
„ἐγὼ ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.“42

3

.

8

πνεῦμα σοφίας καὶ συνέσεως, (πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου θεοῦ, πνεῦμα κρίσεως καὶ καύσεως), ὡς Ἡσαῖας προφητεύει· καὶ ὡς ἡ σοφία λέγει·
„φιλάνθρωπον γὰρ πνεῦμα σοφίας,“
5καὶ ὡς Μωυσῆς ἐν τῇ Ἐξόδῳ διηγεῖται·
„ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν
τοῦ Οὐρί, τὸν τοῦ Ὤρ, ἐκ φυλῆς Ἰούδα, καὶ ἐνέπλησεν
αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης,“ καὶ κατὰ τὸν Βαρούχ·
10
„ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίασ“, καὶ ὡς αἱ παροιμίαι διδάσκουσιν·
„ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐ‐
ρανοὺς ἐν φρονήσει,“ καθὰ περὶ τοῦ θεοῦ πατρὸς Ἡσαῖας εἶπεν·
15
„αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά“. περὶ δὲ τοῦ μονογενοῦς Παῦλος ἔφη·
„Χριστός, θεοῦ δύναμις, καὶ θεοῦ σοφία·“ καὶ ἄλλος·
„εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με.“

3

.

9

πνεῦμα πραότητος, καθὰ Παῦλος νουθετεῖ Γαλάτας· „ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύ‐ ματι πραότητος.“

3

.

10

πνεῦμα παιδείας, τουτέστι σοφίας. ἡ γὰρ σοφία λέγει· „πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ
λογισμῶν ἀσυνέτων.“44

3

.

11

πνεῦμα υἱοθεσίας, ὡς Παῦλος τὸ πρῶτον Ῥωμαίοις ἀπέστειλεν· „ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. ὅτι γὰρ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ πατήρ, αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν,
5ὅτι ἐσμὲν τέκνα θεοῦ.“

3

.

12

πνεῦμα ἐπαγγελίας, κατὰ τὸν αὐτὸν ἀπόστολον Ἐφεσίοις γράφοντα· „ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν,“
5καὶ πρὸς Γαλάτας·
„Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό‐
μενος ὑπὲρ ἡμῶν κατάρα. γέγραπται γάρ· ἐπικατάρατος πᾶς
ὁ κρεμάμενος ἐπὶ ξύλου· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ
Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ
10πνεύματος λάβωμεν διὰ τῆς πίστεως.“

3

.

13

πνεῦμα πίστεως καὶ ἀποκαλύψεως, κατὰ τὸν αὐτὸν Κορινθίοις· δηλοῦντα ἐν τῇ δευτέρᾳ ἐπιστολῇ·
„ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεωσ“, καὶ πάλιν·
5
„ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ πνεύματος αὐτοῦ.“ ὅμοιον οὖν 〈ᾧ〉 Ῥωμαίοις ἐδήλωσεν·
„πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ
αὐτοῦ“, καὶ τῷ ὑπὸ Μωυσέως ἐν τῷ δευτερονομίῳ λεχθέντι·
10
„καὶ γνώσῃ σήμερον, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ὁ
θεὸς ὁ πιστός,“ καὶ τῷ ψάλλοντι·
„πιστὸς κύριος ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν
πᾶσιν τοῖς ἔργοις αὐτοῦ.“46

3

.

14

πνεῦμα ἡγεμονικόν, πνεῦμα εὐθὲς κατὰ τὸν Δαυὶδ ἐν τῷ νʹ ἐξομολογούμενον·
„πνεύματι ἡγεμονικῷ στήρισόν με“· ὁμοίως τῷ ψάλλοντι ἐν λβʹ·
5
„ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ
ἐν πίστει“, καὶ τῷ Μωυσεῖ λέγοντι·
„εὐθὴς κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.“

3

.

15

πνεῦμα χάριτος, καθὰ ὁ ἀπόστολος Ἑβραίοις ἐπιστέλλει·
„ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ πνεῦμα τῆς
χάριτος ἐνυβρίσας,“ καὶ γὰρ ὁ αὐτὸς ἔγραψεν περὶ μὲν τοῦ πατρός·
5
„χάριτι θεοῦ εἰμί, ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμέ,“ περὶ δὲ τοῦ υἱοῦ·
„ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,“

3

.

16

πνεῦμα ἀληθείας, ὡς Ἰωάννης ἀπὸ τοῦ σωτῆρος εὐαγγελίζεται· „ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα τὸ πνεῦμα τῆς ἀληθείας,“
5καὶ πάλιν ἐν τῇ πρώτῃ αὐτοῦ ἐπιστολῇ.
„καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ
ἀλήθεια,“ ὁμοιότροπον τοῦ εἰπεῖν τὸν υἱόν·
„ἐγώ εἰμι ἡ ἀλήθεια.“

3

.

17

πνεῦμα θεῖον καὶ πνοὴ παντοκράτορος καὶ φιλάνθρωπον, κατὰ τὴν φράσιν Ἰὼβ καὶ τὴν πρὸ ὀλίγων στιχιδίων ἐν τῷ κεφαλαίῳ τού‐
τῳ μνημονευθεῖσαν Μωυσέως.48

3

.

18

ἀνευφημήθη καὶ φῶς τὸ ἅγιον πνεῦμα, ἐν ᾧ καὶ ὑφ’ ᾧ φωτιζόμεθα ὡς ἡνίκα ὁ ἀπόστολος γράφει·
„ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει
αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς καρδίας,“
5καὶ ὡς Δαυὶδ ψάλλει·
„ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·“ τουτέστιν ἐν τῷ υἱῷ σου, τῷ ἀπαυγάσματι τῆς δόξης σου τὸ ἅγιόν σου πνεῦμα. καί·
10
„ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.“ τί γὰρ ἂν εἴη ἄλλο τὸ πνεῦμα, ὃ παρὰ τοῦ πατρὸς ἢ ἐκ τοῦ φωτὸς ἐκπορεύεται; περὶ οὗ Ἰωάννης ὕμνησεν ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ·
„φῶς ὁ θεός,“ ἐν δὲ εὐαγγελίῳ περὶ τοῦ μονογενοῦς·
15
„ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον
εἰς τὸν κόσμον,“ καί·
„ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωή.“

3

.

19

οὐδὲν δὲ θαυμαστόν, εἰ ἓν ὂν καὶ ἀεὶ ὡσαύτως ἔχον, διαφοροῖς προσηγορίαις δοξάζεται. τῷ γὰρ ἀπερίληπτον εἶναι θνητῶν λόγων τὴν ἄφραστον αὐτοῦ θεότητα, κατὰ δύναμιν τὰς εἰς ἡμᾶς αὐτοὺς γινομένας ἐνεργείας ὑμνοῦντες, διαφοροῖς καὶ τοῖς ὀνόμασι προσ‐
5χρώμεθα.50

3

.

20

οἱ δὲ τὸ Μακεδονίου πρεσβεύοντες δόγμα, τῆς αἱρέσεως αὐτῶν μᾶλλον ἢ τἀληθοῦς γινόμενοι, οὐδέν τι συμβαῖνον τοῖς τῶν λογίων βλέπουσιν. συναρπακτικῶς γὰρ μυθεύονται ῥήμασιν αὐτοῖς, ὡς οὐ χρὴ ὁμωνυμίαις ἢ συνωνυμίαις ἢ ὁμοιολεξίαις προσέχειν.

3

.

21

τοῦ γὰρ θεοῦ, φησίν, τὸ „ἀγαθὸσ“ ὄνομα, τῷ „εἷς θεὸσ“ συμπέπλεκται ἐπὶ δὲ τῷ ἁγίῳ πνεύματι τῷ „ἀγαθὸσ“ ὀνόματι οὐ συνέζευκται τὸ „εἷς θεόσ“. καὶ πάλιν· ἀγαθός, φησίν, ἐγράφη εἶναι καὶ ἄνθρωπος, ὡς ἡνίκα λέγει·
5
„ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς,“ καί·
„ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει
ἀγαθά.“52

3

.

22

ὁμοίως δέ, φησίν, ἀγαθὰ ὁμωνύμως καὶ ἄψυχα, ὡς ὅταν προ‐ φητεύῃ·
„ἐὰν θελήσητε καὶ ἀκούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς
φάγεσθε.“
5ἀλλὰ καὶ ἐπὶ ἀνυποστάτων δῆθεν πραγμάτων εἴρηται·
„ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ.“

3

.

23

ὁμοίως ἅγιος, φησίν, καλεῖται καὶ ἄνθρωπος, δύναμίς τε θεοῦ, φησίν, καὶ σκώληξ, ᾗ γράφει·
„ἡ κάμπη, ἡ δύναμίς μου, ἡ μεγάλη,“ καὶ ὁ σωτὴρ δέ·
5„αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.“

3

.

24

καὶ τοῦτο μὲν (φημὶ δὲ τὸ μὴ προσέχειν ὁμωνυμίαις καὶ ὁμοιο‐ λεξίαις) λόγον ἔχει ἐπὶ τοῖς ἑτεροειδέσιν καὶ ἑτεροουσίοις, οὐ μέντοι ἐπὶ τοῦ ἁγίου πνεύματος καὶ ἐκείνου, οὗ πνεῦμά ἐστιν, ἔτι μὴν καὶ τοῦ υἱοῦ. προστιθεῖσα γὰρ ἡ γραφὴ τὴν
5ἀπὸ ἑαυτῆς ἀσφάλειαν ταῖς ὁμωνυμίαις ἢ συνωνυμίαις συμφράζει τὴν „μοῦ“ ἢ „σοῦ“ συλλαβὴν ἢ τὴν „ἅγιοσ“ ἢ „ἀγαθὸσ“ λέξιν· τουτέστιν, ἢ ὡς ἀπὸ τοῦ θεοῦ λέγει·
„τὸ πνεῦμά μου,“ ἢ ὡς ἀπὸ τοῦ Δαυὶδ καὶ ἡμῶν·
10„τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με.“

3

.

25

πείθεσθαι οὖν δεῖ οἷς πολλῷ λυσιτελέστερον, ταῖς μνημονευθεί‐ σαις γραφικαῖς μαρτυρίαις λέγω, καὶ εἰδέναι ὡς τὸ ἅγιον πνεῦμα τὴν ὁμωνυμίαν ἢ συνωνυμίαν καὶ τὰς ὁμοιολεξίας πρὸς τὸν θεὸν ἔχει καὶ τὸν μονογενῆ αὐτοῦ υἱόν, τοὺς τοῖς ὁμοίοις
5ὀνόμασιν ὑμνηθέντας, οὐ πρὸς τὰ κτίσματα διὰ τὴν εὑρισκομένην
ἔσθ’ ὅτε ἐν ἐκείνοις ὁμωνυμίαν.54

3

.

26

ταῦτα γὰρ εἰ καὶ δοίημεν ὀνόματί τινι ἢ λέξει θεῷ κοινωνεῖν, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ ἐνεργείᾳ δυνάμεως καὶ ἁγιασμοῦ. οὐδὲ γὰρ φύσει ταῦτα καθάπαξ ὑπάρχουσιν· κατὰ σύγκρισιν δὲ τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ τοῦ ἁμαρτήματος (ἤγουν τοῦ πάθους) τὸ ἅγιον τέ‐
5τακται· τὸ γὰρ μὴ λίαν κακὸν καὶ ἁμαρτωλόν (ἤγουν ἐμπαθές) ἀγαθὸν καὶ ἅγιον ἐνθάδε προσείρηται.

3

.

27

ὡς γὰρ κακία καὶ ἁμαρτία (ἤγουν πάθος) καὶ ἀδυναμία ἐν τῷ ἑνὶ ἁγίῳ πνεύματι οὐχ εὑρίσκεται, ἅτε ἀγενήτῳ· οὕτως ἐν οὐδενὶ τῶν γενητῶν τὸ ἀγαθὸν καὶ ἅγιον καὶ δυνατὸν κατὰ τὸ τέλειον, ἀλλὰ κατὰ μετουσίαν· ὅπου δὲ οὐδαμοῦ ταῦτα κατὰ τὸ τέλειον,
5οὐδαμοῦ τὸ ἀγένητον.

3

.

28

ἔνθα γὰρ σκότος, οὐδαμοῦ τὸ φῶς· καὶ „ὅπου νύξ, οὐχ ἡμέρα. ὅθεν“ (εἴρηται καὶ τῷ Ἑρμῇ τῷ ἐπίκλην Τρισμεγίστῳ) „ἀδύνατον ἐν γενέσει εἶναι τἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγενήτῳ. ὥσπερ δὲ
μετουσία πάντων ἐστὶν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ.“56

3

.

29

ὅμοιον τοίνυν καὶ ἴσον τὸ ἅγιον πνεῦμα τῆς τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς θεότητος· καὶ ἐκ τῆς τῶν τοιούτων δείκ‐ νυται κρίσεως, αὐτὸ τῇ φύσει ἁγιότης καὶ ἀγαθότης καὶ δύ‐ ναμις ὑπάρχον, ἅτε ἓν ὂν ἐκ τοῦ ἑνός. ἐπεὶ πρὸς τὴν
5ἐκείνων ἐρισχελίαν οὔτε ὁ ἀγαθώτατος καὶ ἵλεως τὴν φύσιν υἱὸς ἔτι ἀγαθὸς ἔσται· ἐπειδὴ μὴ συνηνωμένον ἔχει τὸ „εἷς θεόσ“. οὔτε μὴν ὁ φιλανθρωπότατος καὶ ὅλος ἵλεως πατὴρ καὶ ὁ υἱὸς ἕξουσιν ἐπίσημα τὰ μνημονευθέντα ὀνόματα τῆς θεότητος· ἀλλὰ καὶ δι’ αὐτῶν ὑποβιβασθήσονται οἷον, ὡς
10ἔθος λαλεῖν αἱρετικοῖς, εἰς τοὺς ὁμωνύμους ἡμᾶς. ἵλαθι δέ, ἁγία τριάς. —ἀλλ’ ὁ υἱός, φησίν, συναπογεννηθεὶς ἔμφυτον ἔχει τὴν ἀγαθότητα, καὶ τὰ ἄλλα ὅσα ὁ πατήρ. —ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συν‐ εκπορευθὲν κατὰ φύσιν ἐστὶν ἀγαθόν, καὶ ὅσα ὁ θεὸς πατήρ.

3

.

30

εἰ μὲν οὖν περὶ τῶν τυχόντων ἢ βιωτικῶν πραγμάτων ἦν αὐτοῖς ἡ διάλεξις, καλῶς ἂν αὐτοῖς ἐσθότε χρεία ἐγίνετο συμπλάσσειν μύθους τινάς, καὶ Ἀριστοτελικῇ δῆθεν δεινότητι καὶ τῇ ἐν λόγοις τέχνῃ, ὡς Εὐνόμιος, περιστρέφειν τὸ πρᾶγμα καὶ συσκιάζειν τὴν
5ἀλήθειαν·58

3

.

31

νῦν δὲ διδάσκει (Παῦλος)·
„ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,“ καί·
„ἡ σοφία τῶν ἀνθρώπων μωρία παρὰ τῷ θεῷ.“
5καὶ οὐ χρὴ τὰ περὶ τοῦ ἐνδόξου πνεύματος λόγια τὰ μείζονα λογισ‐ μῶν ἀνθρωπίνων κατασοφίζεσθαι. οὐ γὰρ βλάπτει ψόγος τὸ ἅγιον πνεῦμα, οὐδὲ περαιτέρω τῆς ἀκοῆς προέρχονται οἱ ὀνειδ〈ισ〉μοὶ καὶ τὰ σκώμματα τῶν αἱρετικῶν, οἷς ἐπῆλθε τὸ φαύλως φρονεῖν· ἀλλ’ οἱ χρώμενοι τοιούτοις ἀπέραντα πονήσουσιν καὶ πράξουσιν παραπλή‐
10σιά πως τοῖς ἐπιχειροῦσιν ἀποσκώπτειν εἰς τοῦτο τὸ φῶς, τὸ ἐκ τοῦ ἀπροσίτου φωτὸς τὴν ἴσχυν ἔχον, καὶ μιαίνειν τοῖς λόγοις αὐτό.

3

.

32

πιστεύειν δὲ δεῖ τὴν ἐκ τῶν ἁγίων διδασκαλίαν τῆς παρ’ ἀνθρώ‐ πων πλείονα δύνασθαι τὴν δόξαν ἐμποιεῖν. ἡμῖν τοίνυν ἁρμόζει ἐκεί‐ νοις ἐπιμέμφεσθαι τοῦ μὴ δι’ ὑπερβολὴν εὐνοίας τῆς περὶ τὴν οἰκεί‐ αν αἵρεσιν καθέλκειν τό γε ἐπ’ αὐτοῖς τὸ θεῖον εἰς τὰ τῶν κτισμά‐
5των ἀποτελέσματα ταῖς σοφιστείαις, καὶ διὰ τούτων τίκτειν ἀπωλείας ἔρωτα τοῖς ἁπλουστέροις καὶ ἀπειροτέροις, καὶ προάγειν εἰς ἐπι‐
θυμίαν ἁμαρτημάτων μειζόνων.60

4

n

Περὶ τῶν λεγόντων αἱρετικῶν· πνεῦμα ὁ θεός· καὶ πῶς τοῦ πνεύματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; καὶ πάλιν· οἱ ἄγγελοι οὖν, φασίν, οὐκ εἰσὶν ἀπὸ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ;

4

.

1

Ἀλλ’ ἀποπεμπόμενοι μὲν τὰ ἁπλᾶ καὶ εὐθέα καὶ τέλεια καὶ ἀν‐ επιστημοσύνης ἀναπιμπλῶντες τῶν ἱερῶν λόγων τὴν προαίρεσιν, καθ’ ἣν ἐθέλει ὁ θεὸς πατὴρ τὸ πνεῦμα αὐτοῦ συντάττεσθαι αὐτῷ, ὡς τὸν μονογενῆ λόγον, καὶ τὸ ἐξῃρημένον αὐτοῦ ἀπὸ τῆς κτίσεως καὶ ὑπερ‐
5έχον ἀσφαλίζεται, διὸ καὶ τρισαγιολογεῖται, φασίν· πῶς τοῦ πνεύ‐ ματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν;

4

.

2

ὅτι δὲ τοῦτο γέγραπται, δέδεικται· τὸ δὲ πῶς, νοῦ καὶ λόγου τοῦ καθ’ ἡμᾶς, ἔτι δὲ καὶ ἀγγέλων γνώσεως ἐπέκεινα τυγχάνει. ὡς γὰρ πατρὸς ὑπάρχοντος αὐτοῦ, ἐγεννήθη ἐξ αὐτοῦ ὁ θεὸς λόγος· οὕτως ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ ἐξεφάνη τὸ ἅγιον πνεῦμα· δείκνυταί
5τε ἐν τούτῳ μάλιστα τὸ ἀκατάληπτον αὐτοῦ, ἐν τῷ τὸ φαινόμενον καὶ ὂν τῇ κτίσει ἀδύνατον εἶναι παρ’ αὐτῷ δυνατόν. ἐπεὶ τίς ἡ διαφορὰ τῆς ἀναιτίου καὶ ζωοποιοῦ φύσεως καὶ τῆς δημιουργηθείσης καὶ ζωοποιουμένης; οὐκ ἐγχωρεῖ δὲ τὸ πνεῦμα μὴ εἶναι ὁμοούσιον
καὶ ἰσότιμον ἐκείνου, ἐξ οὗ ἐστιν. διόπερ ἐστὶν καὶ ἅγιον φυσικῶς.62

4

.

3

οἱ οὖν ἄγγελοι, φησίν, οὐκ εἰσὶν ἀπὸ τοῦ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ; ἐκεῖνοί εἰσιν ἀπὸ θεοῦ, καθ’ ὃ προστάξει αὐτοῦ γεγόνασιν, ὡς πάντα· ἅγιοι δὲ μετὰ τὸ ἁγιασθῆναι, ὡς οἱ ἄνθρωποι· πνεύματα δέ, καθὸ πρὸς ἡμᾶς ἀσώματοι·

4

.

4

οὐ κληθέντες πνεύματα τοῦ θεοῦ ἢ ἐκ τοῦ θεοῦ ἢ ἐκπορευόμενα παρὰ τοῦ πατρὸς ἢ θεῖα ἢ πνεύματα ἀληθείας ἢ πνεύματα ἁγιοσύνης· ἀλλ’ ἄγγελοι λειτουργοὶ καὶ σώματα οὐράνια διὰ τὸ ἀπείρως ἀπ‐ έχειν καὶ ὑφιζάνειν τοῦ ἀκτίστου πνεύματος τοῦ θεοῦ, κατὰ τὸν
5γράφοντα ἔμπειρον ἀπόστολον·
„σώματα ἐπίγεια καὶ σώματα ἐπουράνια“.

4

.

5

ὡς γὰρ οὐ κατ’ αὐτοὺς τὰ πνεύματα τῶν ἀνέμων, οὐδὲ αὐτοὶ κατὰ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. αὐτοὶ γὰρ ἐκτίσθησαν, οὐ μέντοι ἐξεπο‐ ρεύθησαν ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρός· οὐκ ἀναγεννῶσιν ἡμᾶς, οὐ θεοποιοῦσιν, ἁμαρτίας οὐ συγχωροῦσιν, οὐ ζωοποιοῦσιν,
5οὐ δημιουργοῦσιν, οὐχ ἁγιάζουσιν, οὐ κρίνουσιν, ἀλλὰ καὶ κρίνονται.
„ὑμεῖσ“ γάρ, φησίν, „καὶ ἀγγέλους κρινεῖτε“.64

4

.

6

οὐδ’ ἐν αὐτοῖς εἰσιν τῶν οὐρανῶν αἱ δυνάμεις. οὐ τόποις εἰσὶν ἀπερίγραφοι καὶ διαστήμασιν ἀμέτρητοι. ὁ γὰρ Γαβριὴλ λαλῶν τῷ Δανιήλ, ἢ εὐαγγελιζόμενος τὴν θεοτόκον παρθένον, οὐκ ἦν καὶ ἐν οὐρανῷ τῇ οὐσίᾳ, ὡς τῇ διανοίᾳ, ἀλλὰ τότε ἐπὶ γῆς διέτριβεν μόνον.
5οὐδὲ τοῖς αἰῶσίν εἰσιν ἀπερίληπτοι·
„ὁ ποιῶν“ γάρ, φησί, „τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς
λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.“

4

.

7

οὐχ ἕν τι τῶν γινομένων παρὰ τοῦ ἁγίου πνεύματος ποιοῦσιν, ἀλλὰ καὶ λειτουργοῦσιν αὐτῷ, ὡς ἔδειξεν ὁ ἀρχάγγελος Γαβριήλ, διακονησάμενος πρὸς τὴν θεοτόκον Μαρίαν καὶ εἰπών·
„πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ.“
5οὔτε οὖν ναὸς αὐτῶν ἐστιν ὁ ἄνθρωπος, καθά ἐστιν τοῦ θεοῦ καὶ τοῦ πνεύματος αὐτοῦ καὶ τοῦ μονογενοῦς υἱοῦ. οὐ συμπεριλαμβάνον‐ ται μετὰ τοῦ θεοῦ. οὐ μία τίς ἐστιν ὑπόστασις ἀγγελική, ἀλλὰ
καὶ δυσαρίθμητος.66

4

.

8

τὸ δὲ ὑπερπάμφαες ἅγιον πνεῦμα συμφυῶς καὶ ἑνοειδῶς ἀπὸ τῆς ἀρρήτου καὶ ὑπερουσίου καὶ προουσίου καὶ καθολικῆς καὶ ἀμόρφου προῆλθεν ἀχρόνως πατρικῆς ὑποστάσεως, καὶ προσηγόρευται θεῖον· ἕν τέ ἐστιν ἀπλήθυντον, ἀγαθόν, ἄφθονον, ἀπρόσιτον, ἀπερίγραφον
5πάσαις νοήσεσιν, ἀπειροδύναμον, ἀνέκλεκτον, μόνως ὑπάρχον· καὶ φύσει ἅγιόν τε καὶ πνεῦμα τοῦ θεοῦ, καὶ οὐδὲν ὂν τῶν πάντων, ἀλλὰ θεὸς ἐν οὐρανῷ τε ὢν καὶ συνὼν ἡμῖν, αἴτιος πᾶσιν πάντων καλῶν· παρὼν μὲν τοῖς ὅλοις ἀύλως, ἀνειδέως, ἀμετασχηματίστως·

4

.

9

οὐκ ἐξιστάμενος δὲ τοῦ συνιδρῦσθαι ἀφράστως τῷ πατρί, καὶ ἐξαπλούμενος πάντη καὶ χωρῶν, καὶ ἐν ἅπασιν ἀμιγῶς κατοικῶν· καὶ ταῖς ἐννοίαις ἡμῶν τε καὶ τῶν ἡμῖν ἀοράτων ἐμβατεύων, καὶ ἀκριβῶν ἅπαντα, καίτοι πάντα εἰδώς· καὶ ἀφώνως ἐνηχῶν, καὶ ψυχῶν
5ἐπακούων ἔνδοθεν σιγῇ κραζουσῶν, καὶ πάσας ἐπὶ πᾶσιν οἰκτείρων ἀμελλητί, καὶ ἐπιρωννύων, καὶ εὐφροσύνην ἄφατον ταῖς ἑκασταχοῦ φύσεσιν ἐνδιδούς· περιέχων τοῦδε τοῦ παντὸς τὴν σύστασιν, καὶ πάντα ἔχων ὑφ’ ἑαυτῷ· καὶ θεσπεσίῳ φωτίζων φωτὶ καὶ εὐεργετῶν
τῇ ἀπλέτῳ αὐτοῦ ἐνεργείᾳ καὶ ἀγαθότητι·68

4

.

10

τὰ μὲν ἀμείνω τὴν γνώμην ἐπὶ τελειότερον ἄγων σκοπόν, τὰ δὲ χείρω καὶ πλημμελῶς ἀναστρεφόμενα οὐκ ἀποστερῶν τῆς ἑαυτοῦ βασιλι‐ κῆς καὶ ὁμονοητικῆς καὶ ἀμερίστου προστασίας, ἀλλ’ ἐν ἐφέσει καθ‐ ιστῶν αὐτὰ καὶ συννοίᾳ τῆς χορηγοῦ τῶν ὁλικῶν ἀγαθῶν ὁμοουσίου
5τριάδος· καὶ πᾶσι τοῖς καλλιεργοῦσι συλλαμβανόμενος, μετὰ τοῦ πάντων ἐξῃρημένος εἶναι οὕτως, ὅτι ἄλλῳ μὲν τῶν ἀποστόλων δι‐ άγοντι ἐν Ἰνδίᾳ, ἑτέρῳ δ’ ἐν Σπανίᾳ ἄλλῳ δ’ ἐν ἄλλῳ τόπῳ ἕως τῆς ἐσχατιᾶς τῆς γῆς παρ’ αὐτοῦ νενεμημένῳ τῆς ἑαυτοῦ ἀπλανοῦς καὶ ἀκιβδήλου μετεδίδου σοφίας· οὐ τῷδε μὲν νῦν, ἑτέρῳ δ’ εἰς‐
10αῦθις παραγινόμενος, οὐδὲ τῷ μὲν μᾶλλον, τῷ δὲ ἔλαττον ἐπιπνέ‐ ων, ἀλλ’ ἅμα τε καὶ ἑκάστῳ ὁμοῦ καὶ διακεκριμένως ἀεὶ ὁμοίως ἐπι‐ λάμπων, καθὰ καὶ ὁ εἰπὼν κύριος·
„μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰ‐
ῶνος.“70

4

.

11

ἐπεὶ μή γε—ἐπειδὴ αὐτοὶ τὴν παρ’ Ἰωάννῃ κειμένην θεολογίαν περὶ τοῦ πνεύματος ἔνθα εἶπεν·
„πνεῦμα ὁ θεόσ“ μεταφέρουσιν εἰς τὸν θεὸν καὶ πατέρα, λέγοντες διὰ τὸ εἶναι πνεῦμα
5αὐτὸν οὕτω γεγράφθαι, ἔτι δὲ ἐπειδὴ γέγραπται καί·
„πνεῦμα τοῦ προσώπου ἡμῶν Χριστὸς κύριος·“ — ἆρα καὶ τὸν παρέρα καὶ τὸν υἱὸν ἅτε πνεῦμα τοῖς ἄλλοις συναριθμήσουσι λειτουργικοῖς πνεύμασιν; εἰ δὲ τοῦτο οὐχ οὕτως, οὐδὲ τὸ ἅγιον πνεῦμα νοεῖται μετὰ τῶν ἄλλων πνευμάτων. ἀρχάγγελος γὰρ οὔκ ἐστιν.
10ὁ γὰρ Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ κατ’ αὐτούς εἰσιν ἀρχάγγελοι· μετ’ ἐκείνους δὲ οὐδὲ αἱρετικοὶ εἴποιεν ἂν τετάχθαι τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ.

4

.

12

ποῦ οὖν λοιπὸν ἢ μετὰ ποίων κτισμάτων τάσσεσθαι δοκιμάζουσιν αὐτό; μετὰ γὰρ τὸν θεὸν φύσιν ἄλλην λογικὴν ἀπὸ γραφῶν οὐκ ἐδι‐ δάχθημεν ἢ τῶν πολλῶν πνευμάτων καὶ καθ’ ἡμᾶς σωμάτων.

4

.

13

ἔτι σοφιστικῶς ἐκ τῶν προκειμένων ἐπάγουσιν· ὁ πατὴρ καὶ ὁ υἱὸς „ἀληθινόσ“, τὸ δὲ πνεῦμα „ἀλήθεια“ γέγραπται, ὡς ἀπᾴδοντος τούτου. ἔστιν δὲ ταὐτόν, καθὰ ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, καὶ οὐ διαφέρει
τοῦτο ἐκείνου.72

5

n

Περὶ τῶν λεγόντων, ὅτι „μονογενοῦς ὄντος τοῦ θεοῦ λόγου, τί τὸ πνεῦμα καλέσομεν;“ καὶ περὶ τοῦ μαρτυρεῖσθαι τὸν υἱὸν μονογενῆ. τὸ ἅγιον πνεῦμα ἓν καὶ μόνον· καὶ πάλιν τὸν υἱὸν λόγον· τὸ ἅγιον πνεῦμα, ῥῆμα. καὶ περὶ συγκρίσεως· καὶ περὶ τοῦ μὴ εἶναι παρά‐
5δειγμα τοῦ ἀσυγκρίτου οὐσίας.

5

.

1

Πρὸς ταῦτα οἱ ποικιλώτατοι καὶ πολυτροπώτατοι κατὰ τὸν λόγον (οὐκ οἶδα, εἰ μὴ καὶ κατὰ τὴν γνώμην, πάντως δὲ ὅτι καὶ τοῦτο) οἱ τῆς ἁπλουστέρας καὶ ἀληθεστέρας διδασκαλίας ἀλλότριοι αἱρετι‐ κοὶ ἀναστρέφοντες πολλάκις τὰ αὐτὰ ῥήματα, φασίν· „μονογενὴς
5ἐκλήθη ὁ θεὸς λόγος, ἐπειδὴ τὸ ἅγιον πνεῦμα οὐκ ἐκ τῆς ὑπο‐ στάσεώς ἐστιν τοῦ πατρός. ἐπεὶ 〈εἰ〉 αὐτὸς μὲν οὐκ ἂν ἐλέχθη μονογενής, τὸ δὲ ἅγιον πνεῦμα προσηγορεύθη ἀδελφὸς αὐτοῦ.“

5

.

2

ἐκεῖνοι μὲν οὕτως καὶ πρὸς ἑαυτοὺς ἀνομοιούμενοι, ἡ δὲ ἀλή‐ θεια πρὸς αὐτούς. μονογενὴς γέγραπται, διά τε τὸ μόνον γεννη‐ θῆναι ἐκ τῆς ὑποστάσεως τοῦ πατρός, καὶ μὴ ἐκπορευθῆναι, ὡς τὸ ἅγιον πνεῦμα· διά τε τὸ ἀποκλείεσθαι τὰς βλασφημίας αἱρετι‐
5κῶν λεγόντων αὐτὸν κτίσμα καὶ υἱόν, ὥς ἐσμεν ἡμεῖς. καὶ τὸ ἅγιον δὲ πνεῦμα ἓν καὶ μόνον εἶναι γέγραπται, διά τε τὸ ἑνιαίως καὶ μόνως αὐτὸ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευθῆ‐ ναι καὶ μὴ γεννηθῆναι, ὡς ὁ υἱός· διά τε τὸ μὴ κτίσμα, ὡς τὰ
ἄλλα πνεύματα, ὑπονοεῖσθαι.74

5

.

3

τὸ γὰρ ἓν οὐ δύο, οὔτε ἀλλότριόν ἐστι τὸ πνεῦμα τῆς οὐσίας πατρός, οὔτε διώρισται τῆς πρὸς τὸ ἓν ἑνώσεως· οὔτε πρὸς ἐκεῖνον ὕφεσιν ἔχει ἢ ἄλλον ἑαυτοῦ μᾶλλον συμφυέστερον ἢ ἀγχίθεον· οὔτ’ ἀνέχεται ἢ ἀριθμὸς προσαγορεύεσθαι τῆς ἑνάδος οὐσίας ὂν
5ἢ τοῖς παρηγμένοις συντάττεσθαι, τῶν πάντα παραγαγόντων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τυγχάνον. οὐ δύναται οὖν τὸ ἓν ἅγιον πνεῦμα οὔτε τῷ ἑνὶ πατρὶ ἢ τῷ ἑνὶ υἱῷ εἶναι ἀνόμοιον, οὔτε τῷ πλήθει τῶν πνευμάτων ὅμοιον.

5

.

4

καθάπερ γὰρ ἑνὸς ὄντος θεοῦ καὶ πατρὸς καὶ ἑνὸς υἱοῦ ἀληθινοῦ πάντες οἱ κατ’ εἰκόνα δι’ ἀγαθότητα καὶ ἀφθονίαν αὐτοῦ ἐκλήθημεν θεοὶ καὶ υἱοί, —οὐκ ὄντες τῇ ἀληθεῖᾳ—κατὰ τό·
„ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·“
5οὕτως ἑνὸς καὶ μόνου ὄντος ἁγίου πνεύματος ἀληθείας, πολλὰ πνεύ‐
ματα λέγεται, οὐκ ὄντα τῇ φύσει πνεύματα τοῦ θεοῦ.76

5

.

5

οὐ βλέποντες καὶ ἀνασκεπτόμενοι, ὅπως ἂν τοῖς θεολόγοις φαίνοιντο συμβαῖνόν τι λέγοντες, οὐκ ὀκνοῦσι καὶ ἄλλα ἐπιφέρειν βλαβερά. καὶ μοί, πρὶν ἅπαντος ἀκοῦσαι τοῦ λόγου, μέμψηται μηδὲ εἷς, εἰ βλάβην τὰ ἐκείνων καλῶ. εὑρήσει γάρ, ὅτι φθέγγονται, ἄντικρυς
5ἀντιπράττοντες τῇ γνώμῃ τῶν θεηγόρων ἀνδρῶν, οἳ τὸ περὶ τοῦτο διαπρέπειν εἶχον παρὰ τοῦ θεοῦ ἐν δωρεᾶς μέρει. λέγουσι γάρ· εἰ θεὸς τὸ ἅγιον πνεῦμα ἢ πατὴρ ἢ υἱός ἐστιν· μὴ ὂν δὲ τούτων μηδέν, οὔκ ἐστι θεός, ὡς οὐδὲ τὰ ἄλλα πνεύματα.

5

.

6

ἀπαντητέον τοίνυν αὐτοῖς οὑτωσί, ὥσπερ θεὸς ὁ πατὴρ οὐ διὰ τὸ εἶναι πατέρα, ἀλλὰ διὰ τὸ εἶναι θείας φύσεως, καὶ ὁ υἱὸς οὐ διὰ τὸ εἶναι τοῦ τυχόντος υἱόν, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι υἱὸν λό‐ γον καὶ ἀναγκαίως τῆς αὐτοῦ θείας φύσεως ὑπάρχειν, οὕτως καὶ τὸ
5ἅγιον πνεῦμα θεὸς οὐ διὰ τὸ ἁπλῶς εἶναι πνεῦμα, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι ἓν καὶ μόνον πνεῦμα ἅγιον, καὶ τῆς αὐτοῦ θείας φύσεως καθεστάναι, ὡς προελέχθη. καὶ ὥσπερ ἀκούσαντες·
„εἷς ὁ θεόσ“ καί·
10
„κυρίῳ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·“ ἐξ ἴσου τῷ πατρὶ θεόν τε εἶναι τὸν μονογενῆ λόγον πιστεύομεν καὶ προσκυνοῦμεν καὶ λατρεύομεν αὐτῷ· τὸν ἴσον τρόπον καὶ περὶ
τοῦ ἁγίου πνεύματος διακείμεθα.78

5

.

7

αὐτῷ γάρ, ᾧ προσετάχθημεν (ἐν) τῷ περὶ τοῦ ἀφθάρτου βαπτίσματος δοθέντι ὅρῳ, ἐξ οὗ ἤρτηται ἡ τῆς πάσης ἡμῶν πολιτείας καὶ θρησ‐ κείας κατάστασις, συντάττειν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ προσ‐ ετάχθημεν καὶ συμπροσκυνεῖν καὶ συνδοξάζειν αὐτὸ καὶ λειτουργεῖν
5αὐτῷ. αὕτη γάρ ἐστιν ἡ λογικὴ λατρεία, ἢν ἔγραψεν Παῦλος τοιῶσ‐ δε·
„ἵνα παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐ‐
άρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν.“

5

.

8

καὶ ὃν τρόπον, τοῦ ἀποστόλου τὸν θεὸν μόνον σοφόν τε καὶ ἔχειν ἀθανασίαν χρησμῳδήσαντος, πιστεύομεν καὶ τὸν υἱὸν ὁμοίως ἔχειν ἀθανασίαν καὶ εἶναι σοφόν, ἅτε ἀπαράλλακτον κατ’ οὐσίαν ὄντα τῷ πατρὶ καὶ λόγον αὐτοῦ καὶ ζωὴν αἰώνιον, ὡς γράφει, ὑπάρχοντα·
5οὕτως καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ κατὰ χάριν ἤτοι δό‐ σιν ἔχει ἀθανασίαν καὶ σοφίαν, ὁμοίως τῶν λειτουργικῶν πνευμά‐ των, ἀλλὰ φύσει κέκτηται· πνεῦμα γὰρ σοφίας ἐστίν. τοιγαροῦν γέγραπται, ὡς·
„οὐδεὶς γινώσκει τὰ τοῦ μόνου σοφοῦ, εἰ μὴ τὸ πνεῦμα αὐτοῦ.“
10εἰ γὰρ δοίησαν μὴ ταῦτα οὕτως ἔχειν, ἢ παρακρούσονται τὸν θεὸν
λόγον, ἢ παρὰ τὰς γραφὰς δόξουσιν ποιεῖν.80

5

.

9

τῇ γὰρ ἐν μιᾷ θεότητι τριάδι οὐ συντάττεταί τι, οὔτε τὰ πνεύ‐ ματα διὰ τὸ κεκλῆσθαι πνεύματα, κἂν μὴ τὰ βέβηλα εἴποιμεν, οὔτε οἱ ἄνθρωποι διὰ τὸ κεκλῆσθαι θεοί· οὐ γάρ ἐσμεν τῇ ἀληθείᾳ. εἰ δὲ οὐκ οἰηθῶσιν ἀντιπίπτειν αὐτοῖς τό·
5
„μόνῳ σοφῷ θεῷ“, καί·
„μόνος ἔχων ἀθανασίαν·“ οὐ δυνήσονται ἀπ’ οὐδενὸς ἐξ ἐναντίας τοῦ ἁγίου πνεύματος κατα‐ σοφίζεσθαι. ταῦτα γὰρ οὕτως ὑπὸ Παύλου ἐρρήθη, διὰ τὸ τοῦ θεοῦ
10λόγον μὲν τὸν υἱόν, πνεῦμα δὲ τὸ ἅγιον πνεῦμα τυγχάνειν, καὶ ἀχωρίστως αὐτοῦ ἔχειν κατὰ τὴν φύσιν, καὶ εἰς μίαν ἀνάγεσθαι θεότητα, ὡς καὶ παρὰ τοῖς ἔξω λέγεται· εἷς θεὸς αὐτοπάτωρ, ἐξ οὗ τάδε πάντα γένοντο.

5

.

10

ὡς τοίνυν περὶ τοῦ πατρὸς Παῦλος Ῥωμαίοις, Γαλάταις καὶ Τιμοθέῳ γέγραφεν·
„εἷς ὁ θεὸς,“ οὕτω περὶ μὲν τοῦ υἱοῦ Ἰωάννης εἶπεν·
5
„ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός.“ περὶ δὲ τοῦ ἁγίου πνεύματος Παῦλος Κορινθίοις ἐδίδαξεν·
„ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·“ τὸ γὰρ ἑνιαῖον τῆς θείας καὶ ἀπληθύντου φύσεως ἴδιον. καὶ καθὰ ἐγράφη, ὅτι ὁ υἱὸς ἐγεννήθη, καὶ μαρτυρῶν λέγει·
10
„ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον·“ οὕτως ἐγράφη, καὶ ὁ αὐτὸς εἶπεν·
„τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,“
ἤγουν ἐξεπορεύθη.82

5

.

11

καὶ ὥσπερ ὁ υἱὸς θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν υἱός· οὕτω τὸ ἅγιον πνεῦμα, θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν πνεῦμα. καὶ ὃν τρόπον λόγος γέγραπται ὁ υἱὸς διὰ τὸ συνυπάρχειν τῷ πατρί, τὸν αὐτὸν τρόπον καὶ τὸ ἅγιον
5πνεῦμα γέγραπται „ῥῆμα τοῦ θεοῦ“ καὶ „πνεῦμα τοῦ στόματοσ“ αὐτοῦ καὶ „πνοὴ παντοκράτοροσ“, ἐπειδὴ συνυφεστὼς ἐξέλαμψεν ἐξ αὐτοῦ· ἵνα μὴ ἔξωθεν αὐτὸ τῆς θεότητος τοῦ πατρὸς ἢ τοῦ λόγου αὐτοῦ εἶναί τις ὑπολάβῃ. ἴδιον γὰρ τὸ ῥῆμα τοῦ λόγου, καὶ ὁ λόγος τοῦ νοῦ· καὶ πληροῦται τό·
10„ὁ εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.“

5

.

12

καὶ καθὰ ὁ υἱὸς δείκνυται ἀπαράλλακτος τοῦ πατρός, ᾖ γράφει·
„ὁ ἑορακὼς ἐμὲ ἑόρακε τὸν πατέρα·“ ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα δι’ ὧν φάσκει·
„ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ θεός, ἐκ τοῦ
5
πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.“ ἀνάγκη οὖν πᾶσα, θεοῦ ἀληθινοῦ ὄντος τοῦ πατρός, θεὸν ἀληθινὸν
εἶναι ἴσον αὐτῷ καὶ τὸν δεικνύντα αὐτὸν τῇ ἑαυτοῦ ἐμφανείᾳ.84

5

.

13

καὶ ὥσπερ διὰ τοῦ υἱοῦ πάντα ἐγένετο, οὕτως ὑπὸ τοῦ πνεύματος πάντα ἡγιάσθη καὶ ἐδυναμώθη. φασὶν γὰρ οἱ ἀπόστολοι·
„δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ‐
σαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ πνεύματος ἁγίου, στόματος
5
δὲ Δαυὶδ παιδός σου εἰκών.“ καὶ καθὰ ἰσοδύναμος καὶ ὅμοιος ὁ μονογενὴς τῷ πατρὶ καὶ ἐξουσιαστὴς σημαίνεται κατὰ τό·
„ὅσα ἂν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ“ ὡσαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τό·
10„πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.“

5

.

14

καὶ ὥσπερ περὶ ἑαυτοῦ εἶπεν ὁ Χριστός·
„οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς,“ οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος τὸ ὅμοιον εἴρηται, ὅτι·
„τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.“
5καὶ ὃν τρόπον ὁ υἱὸς τὸ ἀγγελτικόν,
„μεγάλης βουλῆς ἄγγελοσ“ ἐκλήθη· οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος· φησὶν γάρ·
„ἀλλὰ ἐλάβομεν τὸ πνεῦμα τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ
10θεοῦ χαρισθέντα ἡμῖν.“86

5

.

15

καὶ ὁμοιότατον τῷ·
„ἀπαρχὴ Χριστός,“ τὸ λέγον ῥητόν·
„καὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες.“
5καὶ ἰσοπαλὲς τῷ·
„ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι
εἰς ἡμέραν ἀπολυτρώσεως,“ τό·
„ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη
10
ἐν πνεύματι ἁγίῳ.“ καὶ ἰσόρροπον τῷ εἰπεῖν·
„ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, διὰ τῆς χάριτος
αὐτοῦ ἀποκαλύψαι ἐν ἐμοὶ τὸν Χριστὸν αὐτοῦ,“ τό·
15„ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ.“

5

.

16

καὶ ἰσοδύναμον τῷ εἰπεῖν·
„ἑαυτοὺς δοκιμάζετε, εἰ ὁ Χριστὸς ἐν ὑμῖν,“ τὸ φάναι·
„ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα
5
τοῦ θεοῦ.“ καὶ ἴσον τό·
„οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ θεοῦ
οἰκεῖ ἐν ὑμῖν;“ τῷ ὑπὸ Ἰωάννου γραφέντι·
10
„ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ὑμῖν μένει. ἐν τούτῳ
γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ
πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,“ καὶ τῷ·
„ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.“88

5

.

17

καὶ ὥσπερ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα δίδοται κατὰ τό·
„ἐκχεῶ ἀπὸ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα“ καὶ κατὰ τό·
5
„λάβετε πνεῦμα ἅγιον·“ οὕτως διὰ τοῦ ἁγίου πνεύματος ὁ Χριστὸς κατὰ τὸν Παῦλον Ἐφεσίοις γράφοντα·
„ἵνα δῷ ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει
κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρω‐
10πον κατοικῆσαι τὸν Χριστόν.“

5

.

18

ἐκλάβοιμεν δ’ ἂν ἐν ὁμοίῳ καὶ ἴσῳ τό·
„ἐγένετο λόγος κυρίου πρὸς τόνδε τὸν προφήτην“ καὶ τό·
„κύριος εἶπεν“
5καί·
„τάδε λέγει κύριος παντοκράτωρ“ τῷ ἐν ταῖς πράξεσιν ὑπὸ Πέτρου εἰρημένῳ·
„ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον“ καὶ τῷ ὑπὸ Παύλου ἐν Ῥώμῃ πρὸς τοὺς Ἰουδαίους·
10
„καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφή‐
του“ καὶ τῷ·
„τὸ δὲ πνεῦμα ῥητῶς λέγει“ καί·
15„τάδε λέγει κύριος παντοκράτωρ“.90

5

.

19

ἰσότιμόν τε τῷ·
„ὁ θεὸς αἰώνιοσ“ τὸ ὑπὸ Παύλου κηρυχθέν·
„ὃς ἑαυτὸν προσήνεγκεν διὰ πνεύματος αἰωνίου.“
5συγκριτικόν τε τῷ·
„οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου“ καὶ τῷ·
„λάβετε πνεῦμα ἅγιον“ τό·
10„οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.“

5

.

20

ταὐτόν τέ ἐστιν τό·
„ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀλήθειαν,“ τουτέστιν τὸ ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀληθι‐ νὴν πίστιν, τῷ ὁδηγεῖσθαι ὑπὸ τοῦ δεσπότου Χριστοῦ θεσπίζοντος·
5
„βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
καὶ τοῦ ἁγίου πνεύματος.“ καὶ ἰσοσθενὲς τῷ λέγοντι ῥητῷ·
„μὴ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;“ τὸ γράφειν·
10
„μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε
εἰς ἡμέραν ἀπολυτρώσεως.“ καὶ ὁμοιόλεκτον τῷ·
„ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται“ τό·
15„ἐξαποστελεῖς τὸν λόγον σου, καὶ τήξει αὐτά.“92

5

.

21

ἰσάμιλλόν τε τῷ εἰπεῖν·
„κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ, ὅτι οὐ ψεύδομαι“ τὸ γράφειν·
„τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ‐
5
νος μαρτυρήσει περὶ ἐμοῦ·“ καί·
„τὸ πνεῦμα διαμαρτύρεταί με κατὰ πόλιν λέγον.“ ἀπεικασμένον τε τῷ λέγοντι δεσποτικῷ ῥήματι·
„ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων,“
10τό·
„οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου,
κατῆλθον εἰς Σελεύκειαν.“

5

.

22

καὶ ἴσον τὸ γράφειν·
„εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λαλοῦντος Χριστοῦ“, τῷ γράφειν, ὅτι·
„ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος· μὴ ἀνάβαινε εἰς Ἰερου‐
5
σαλήμ.“ συγγενές τε τῷ·
„ὁ υἱὸς ζωὴ αἰώνιοσ“ τὸ ὑπὸ αὐτοῦ λεχθέν·
„τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος
10
ἁλλομένου εἰς ζωὴν αἰώνιον. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ἁγίου
πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν,“ καὶ τῷ·
„μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν“ τό·
15„ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς
τοῦ ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου.“94

5

.

23

καὶ ἔοικεν σφόδρα τὸ ἐν ταῖς πράξεσι τοιῶσδε εἰρημένον· „ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήθησαν ἅπαντες πνεύματος ἁγίου“,
5καὶ τὸ ὑπὸ Ἰωάννου λεχθέν·
„αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί“ τῷ χρησμῳδηθέντι ὑπὸ μὲν Μωυσέως·
„ὁ θεὸς πῦρ καταναλίσκον·“ ὑπὸ δὲ Ἠσαίου·
10
„ἰδοὺ κύριος ὡς πῦρ ἥξει.“ καὶ συνᾴδει τῷ φάναι·
„περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώ‐
ματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ“ τὸ γεγράφθαι·
15„περιτομὴ καρδίας ἐν πνεύματι.“

5

.

24

καὶ εἰ ἐμπρέπει περὶ τοῦ θεοῦ λέγεσθαι τὴν Πέτρου φωνήν· „μετανοήσει ἕκαστος ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ βαπτισθήτω εἰς τὸ ὄνομα κυρίου Ἰησοῦ, καὶ σω‐ θήσεται·“
5ἄρα τῷ θεῷ ἀπαράλλακτον τὸ πνεῦμα αὐτοῦ καὶ ἀπὸ τοῦ τὸν δεσπότην τοῖς μαθηταῖς, αὐτοῖς ὀνόμασι φάναι·
„ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατε, ὅτι Ἰω‐
άννης μὲν ἐβάπτισεν ὕδατι εἰς μετάνοιαν, ὑμεῖς δὲ βαπτισθή‐
σεσθε ἐν πνεύματι ἁγίου.“
10οὐδὲν γὰρ ἕτερον τοῦτο δηλοῖ, ἢ ὅπερ καὶ ἡ ἄλλη αὐτοῦ περὶ τὸ φώτισμα μυσταγωγία, ὅτι δὴ τὰ αὐτὰ ἐνεργεῖ καὶ δύναται τὸ ἅγιον πνεῦμα, ἅπερ τοὔνομα τοῦ πατρὸς καὶ τοῦ παιδὸς αὐτοῦ, ἅτε τῆς αὐτῆς ὑπάρχον θεό‐
τητος.96

5

.

25

ἀπαράλλακτόν τε τὸ κήρυγμα τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ ἐξ ἴσου σεπτόν, ᾗ Παῦλος Ῥωμαίοις γράφει·
„εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκη‐
ρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε.“
5τὴν αὐτὴν ἔνδειξιν ἔχει καὶ τό·
„οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ
εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ ἐν δυνάμει σημείων καὶ τερά‐
των, ἐν δυνάμει πνεύματος θεοῦ,“ τῷ·
10„ὁ πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.“

5

.

26

παρατήρει γάρ, ὅτιπερ ὡς ὁ πατήρ, οὕτως καὶ τὸ πνεῦμα αὐτοῦ παρὰ τῷ Χριστῷ μένει, ἀχώριστον ὂν τῇ θείᾳ φύσει· καὶ ὅτι τὰ θεϊκὰ ἔργα ὑπὸ τῆς ἀρρήτου τριάδος ὁμοφρόνως γίνεται· καὶ καθὰ ὁ πατὴρ ἐν ἰδίᾳ ὑποστάσει ὢν ἐξεικονίζεται ἐν τῷ μονογενεῖ, διὰ τὸ ἀπαράλλακτον τῆς
5θεότητος, τουτέστιν τῆς οὐσίας· τὸν ἴσον τρόπον καὶ ὁ μονογενὴς ἐν τῷ ἑνὶ ἁγίῳ πνεύματι. πόσα δὲ ἄλλα ἐμφέρεται περὶ τοῦ θεϊκοῦ πνεύματος οὐ διαφέροντα πρὸς τὰ γεγραμμένα περὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, ἐξ ὧν τινα διαφόροις τόποις τοῦδε περιέχεται
τοῦ βιβλίου, δι’ ὧν ἦλθεν ὁ τοῦ λόγου δρόμος.98

5

.

27

ἐπεὶ μή γ’ ἔτι ἐροῦσιν ἀντερωτηθέντες, ὅτι ἐκ τοῦ Ἀδὰμ ἡ Εὔα καὶ οἱ ἐξ αὐτῆς παῖδες; καὶ πῶς οἱ μὲν ἐγράφησαν γεννηθέντες, ἡ δὲ οὔτ’ αὐτοῦ παῖς, οὔτ’ ἀδελφὴ τῶν τεχθέντων ἐκ λήθη; ὁπότε οὐ δυνατὸν παραδειχθῆναι ἐκ παραβολῆς κτισμάτων τὴν μονάδα καὶ ἀσύγ‐
5κριτον φύσιν, τὴν ἀθέατον μένουσαν τῷ νῷ, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ἀνεχομένην. κἂν γὰρ μικρά τις ὡσεὶ σκιὰ ὁμοιώσεως οἱονείπως. εὑρεθῇ, φεύγει τὸ πλέον ἀφὲν τὸν παρεκβάλλοντα κάτω που. οὐδαμῶς γὰρ τὸ παράδειγμα ταυτότης εἶναι δύναται· ἐκεῖνα δὲ μόνον λέγειν ἀσφαλές, ἅπερ πρὸς τὰ μέτρα ἡμῶν ἐδίδαξαν αἱ γραφαί.

5

.

28

ὅτι οὖν ἓν καὶ μόνον εἶναι πνεῦμα τοῦ θεοῦ πατρὸς γέγραπται, διὰ τὸ κεχωρίσθαι μὲν τῇ φύσει τῶν ἄλλων πνευμάτων, συνῆφθαι δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ αὐτοῦ τῷ λόγῳ τῆς οὐσίας, Παῦλος ὑφηγεῖται γράφων πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ ἐπιστολῇ·
5
„ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·“ καὶ πάλιν·
„πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ αὐτὸ πνεῦμα, διαιροῦν
ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται,“ καὶ πάλιν·
10
„πάντες ἓν πνεῦμα ἐποτίσθημεν·“ πρὸς δὲ Ἐφεσίους·
„ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ
πνεύματι πρὸς τὸν πατέρα·“ καὶ πάλιν·
15
„σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος·“ τουτέστιν· πολλὴν ποιεῖσθαι φυλακὴν τοῦ μὴ χωρίζειν αὐτὸ τῆς ἀνωτάτω
ἑνάδος καὶ αὐτοτελοῦς οὐσίας.100

5

.

29

ὅτι δὲ καὶ ῥῆμα ὠνόμασται, μαρτυροῦσιν οὑτωσί· Παῦλος γράφων πρὸς Ἐφεσίους μέν·
„ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ καὶ θώρακα τῆς δικαιοσύ‐
νης καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σω‐
5
τηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.“ ἧς τινος μαχαίρας ἐμνημόνευσεν καὶ Ματθαῖος ἐκ προσώπου τοῦ Χριστοῦ εἰπών·
„οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν·“ οὐ ξίφος λέγων, ἀλλὰ τὴν εἰρήνης ἐπέκεινα τμητικὴν τῶν πεπωρωμένων
10καρδιῶν τοῦ ἁγίου πνεύματος ἀκατάλεκτον σοφίαν· πρὸς δὲ Ἑβραίους·
„φέρων γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.“

5

.

30

ποίῳ δὲ ῥήματι; προεφήτευσεν Δαυίδ·
„τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ
στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν·“ καὶ πάλιν ὁ Παῦλος·
5
„ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς
τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ
καλὸν γευσαμένους θεοῦ ῥῆμα·“ Πέτρος δέ·
„διότι πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου·
10
ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν καὶ ἡ εὐπρέπεια αὐτοῦ
ἀπώλετο· τὸ δὲ ῥῆμα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα·“ ὃν τρόπον περὶ τοῦ υἱοῦ ψάλλει ἐν ριηʹ·
„εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.“ πολλὰ γὰρ περὶ τῶν ἀκροτάτων καὶ θειοτάτων ὑποστάσεων μυστικώτατα
15παραδίδωσιν.102

6

n

Περὶ τοῦ πάντα, ὅσα ἴδια θεότητος, μαρτυρεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος οὕτως· Ἔπειτα οὖν χρησμῳδοῦσιν περὶ τῆς ἀκηράτου καὶ ἀφράστου φύσεως τοῦ ἁγίου πνεύματος οἷα περὶ τοῦ ὅλων κατεξουσιάζοντος θεοῦ καὶ
5πατρὸς καὶ τοῦ πάντων ἐπέκεινα καὶ πάντων κυρίου υἱοῦ, διὰ τὸ μὴ ἑτεροουσίως ἔχειν μηδὲ δυνάμει καὶ δόξῃ ἐλαττόνως. καὶ οὐδὲν εὑρίσκεται τούτων ἀφ’ ἑαυτοῦ ὑπάρχον οὐδενὶ κτιστῷ. ὅπερ γὰρ καὶ ἔχει, φιλοτιμηθὲν παρὰ τῆς ἐν μιᾷ θεότητι τριάδος ἔχει· καὶ πέ‐ φυκεν ἕκαστον ἀεὶ ἀφ’ ὧν ἐστιν ἐπιγινώσκεσθαι, τί τέ ἐστιν, καὶ
10τί μή ἐστιν, εἴτε θεὸς ἔφυ, εἴτε κτίσμα. οἷον·

6

1n

ὅτι οὐ κατὰ αἱρετικοὺς πρῶτον κτίσμα ἐστίν. ἀλλὰ θεός· τὸ γὰρ πρῶτον κτίσμα ὁ σατανᾶς τυγχάνει.

6

.

1

ἡ κτίσις τὸ εἶναι ἔχει, οὐκ οὖσα τὴν ἀρχήν. ἐδείχθη δὲ ἐν τῷ Ἰὼβ καὶ ποῖον αὐτῆς ἐστιν ἐν λογικοῖς πρῶτον ποίημα· λέγει γὰρ τὸ ψευσάμενον τῷ τρόπῳ τὴν φύσιν διάβολον. τὸ δ’ ἅγιον πνεῦμα ὡς „πνοὴ τοῦ παντοκράτοροσ“ κτίσμα εἶναι ἢ ἀρχὴν ὅλως ἔχειν, οὐδα‐
5μῇ γέγραπται. οὐδὲ γὰρ ἂν προϋπῆρξεν τοῦ δημιουργικοῦ πνεύματος δημιούργημα, καὶ τοιοῦτο ἀδόκιμον, ἀχάριστον καὶ βέβηλον ἐξ οἰκείας γνώμης φανέν, γραφῆς δὲ μήτε λεγούσης εἶναι τοῦ θεϊκοῦ πνεύματος ἀρχήν, „πνεῦμα δὲ 〈τοῦ〉 θεοῦ“ καὶ „ἐκ τοῦ θεοῦ“ καὶ „θεῖον“ καὶ „ἅγιον“ εὐφημούσης αὐτό, μήτε δὲ ἀφοριζούσης ἐπὶ τῆς φύσεως τῶν
10θείων ὑποστάσεως τὸ πρώτιστα καὶ τὸ ἔπειτα, ποῖα περὶ τοῦ εἶναι
αὐτὰς ἐν τῇ ἀγενήτῳ μιᾷ θεότητι καὶ ἰσοτιμίᾳ ὑπολείπεται ἀμφισβήτησις;104

6

2n

ὅτι πληροῖ τὴν οἰκουμένην, καὶ συνέχει τὰ πάντα

6

2,1

οὐδὲν κτιστὸν πληροῖ τὴν οἰκουμένην, ἢ συνέχει τὰ πάντα, καὶ ἐν πᾶσιν τυγχάνει· ἀλλὰ καὶ τῶν νοερῶν δυνάμεων πέρας ἐστίν, καὶ ὡρισ‐ μένη ποσότης· μόνως γὰρ ταῦτα τῆς θεότητος ἴδια. ἡ δὲ τοῦ ἁγίου πνεύματος μεγαλοσύνη ἀδιάλυτος, ἀπέραντος καὶ πανταχοῦ καὶ διὰ
5πάντων καὶ ἐν πᾶσιν ἀεί ἐστιν· πληροῦσα μὲν τὸν κόσμον καὶ συνέχουσα κατὰ τὴν θεότητα, ἀχώρητος δὲ κατὰ τὴν δύναμιν, καὶ μετροῦσα μέν, οὐ μετρουμένη δέ.
„οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα,“ ὡς ὁ σωτὴρ ἐν Ἰωάννῃ λέγει· καὶ κατὰ τὴν Σοφίαν, ἔχουσαν·
10„ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ βληθὲν ὑπὸ σοῦ ἐτηρήθη; φείδῃ δὲ πάν‐ των, ὅτι πάντα σά ἐστιν, δέσποτα φιλόψυχε, καὶ τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.“

6

2,2

ἔνθεν καὶ πατέρα πάντων τὸν θεὸν εἰκότως ὀνομάζομεν, οὐκ ὄντα ἡμῶν φύσει πατέρα, ὡς ἔστιν τοῦ μονογενοῦς αὐτοῦ. καὶ πάλιν·
„πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην, καὶ τὸ συνέχον
τὰ πάντα γνῶσιν ἔχει φωνῆς·“106
5ἀντὶ τοῦ περιέλαβεν τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν, τὴν νοητὴν καὶ αἰσθητήν, καὶ οὐδὲν τῶν πάντων ἐστὶν ἄμοιρον τῆς ἀιδίου ἐπιστασίας αὐτοῦ· τὸ γὰρ πάντα συνέχειν τοῦτο δηλοῖ. καὶ πάσης, φησίν, ἐπακούει φωνῆς, ὡς θεὸς ἐν πᾶσιν πανταχοῦ ἀεὶ τυγχάνων, καὶ πᾶσαν ὑλικὴν ἀναρμοστίαν εἰς τάξιν περιάγων τὴν πρέπουσαν, καὶ τῶν πρὸς αὐτοῦ
10ποιηθέντων φειδόμενός τε καὶ ἐπιμελούμενος, ἅτε αὐτὸς τὴν φύσιν πρόνοια ὑπάρχων καὶ σοφία, δι’ ὅλων διαπεφοιτηκυῖα, ὡς ὁ πατήρ.

6

2,3

τίς γὰρ ὁ τοιαύτην ἔχων γνῶσιν; Ἡσαῖάς τε λέγει οὕτως·
„πνεῦμα γνώσεως καὶ εὐσεβείας,“ καὶ ὁ Δαυὶδ προσᾴδει·
„ποῦ πορευθῶ ἀπὸ τοῦ προσώπου σου; καὶ ἀπὸ τοῦ πνεύματός
5
σου ποῦ φύγω;“ καὶ ὁ δεσπότης δὲ διδάσκων, ὡς ἡ θεότης τοῦ ἁγίου πνεύματος οὐ περιγράφεται τόπῳ, ἀλλ’ ὁμοῦ ἐν οὐρανῷ τέ ἐστιν καὶ ἐπὶ γῆς, πᾶσαν αὐτάρκειαν παρασχόμενον ἀεὶ καὶ παρεχόμενον τῇ κτίσει, ἔφη παρ’ Ἰωάννῃ·
10„ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· κἀγὼ ἐρω‐ τήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.“

6

2,4

ἵνα δὲ γνώριμον γένηται, ὡς τῆς πανταχοῦ παρούσης μιᾶς ἀπείρου φύσεως καὶ αἱ τοιαίδε μαρτυρίαι ἀποφαίνουσιν αὐτό· τὰ ἴσα παρ‐ έδοσαν περὶ ἑκατέρας ἀκηράτου ὑποστάσεως, Ἰερεμίας μὲν ἐξηγού‐
μενος ἀπὸ τοῦ θεοῦ καὶ πατρός·108
5
„τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος·“ Δαυὶδ δὲ περὶ τοῦ υἱοῦ ἐν ρμδʹ ψαλμῷ κελαδῶν·
„καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστιν πέρας·“ Παῦλος δὲ κηρύττων περὶ τοῦ αὐτοῦ·
„ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν
10οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.“

6

3n

ὅτι ἄφθαρτον

6

3,1

ἡ κτίσις οὐκ ἄφθαρτος καθάπαξ ἐστίν· ἀλλὰ φθορὰν ἐπιδέχεται, τὴν τροφήν, ἥν φαμεν καὶ μεταβολήν, ὡς ἡ προφητεία λέγει·
„ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά.“ ἧς κατακούσαντες τῶν ἔξω σοφοί, φασίν·
5αὐτὰ λύων εἰς αὐτά, καὶ ἐξ αὐτῶν πάλιν αὔξων.

6

3,2

ἡμὲν γὰρ ἀσώματος λογικὴ κτίσις τὴν κατὰ προαίρεσιν ἔχει φθοράν, τοῦ μὲν θεοῦ μόνιμον αὐτῇ φύσιν δεδωκότος, καὶ στήσαντος αὐτὴν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτῆς δὲ αὐτοπροαιρέτως μεταβαλλομένης, καὶ εἰς χείρονα ἐκπιπτούσης λῆξιν, καὶ αὐτῷ τούτῳ
5φθειρομένης, ὡς ἀπολλύειν οἷον ἐκ τούτου τὸ καλεῖσθαι αἰώνιος τὸ γὰρ ὁτιδήποτε ἐξερχόμενον ἑαυτοῦ, τουτέστιν ἀλλασσόμενον, θάνατον εὑρίσ‐ κει, κἂν ἄλλως διαμένει, τὴν ἰδίαν ἀλλοίωσιν. καὶ γὰρ ὅπερ ἂν νοήσαις γεγενῆσθαι ἔπειτα, τοῦτο θάνατος τοῦ προτέρου ἐστίν· οἷόν τι ἡ κακία γενομένη ἀγαθότης θανατοῦται αὐτῷ, ᾧ ἀπέστη, ὑπὸ τῆς ἀγαθότητος· καὶ
10τὸ ἔμπαλιν, ἡ ἀγαθότης ὑπὸ τῆς κακίας.110

6

3,3

ἔστιν γάρ τινα, ἅπερ ἀεὶ ἑστάναι τῷ πρώτῳ ὅρῳ, εἰ καὶ μὴ ἠρνήθη τοῦτο αὐτοῖς, οὐκ ἀνέχεται. τοιγαροῦν διαγορεύουσιν ἐν ἐπιστολαῖς ταῦτα, Πέτρος μέν·
„εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ὁ θεός. ἀλλὰ σειραῖς
5
ζόφου ταρταρώσας, εἰς κρίσιν {μεγάλης ἡμέρας} τετήρηκεν καὶ ἀρ‐
χαίου κόσμου οὐκ ἐφείσατο·“ Ἰούδας δέ·
„ἀγγέλους τὲ τοὺς μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολι‐
πόντας τὸ ἴδιον οἰκητήριον, δεσμοῖς ἀιδίοις εἰς κρίσιν μεγάλας
10ἡμέρας ὑπὸ ζόφον τετήρηκεν.“

6

3,4

ἡ δὲ σωματικὴ λογικὴ κτίσις ἀλλοίωσιν δέχεται· κατὰ ἕξιν μὲν ὡς ὁ Ἰούδας τὸν ἁγιασμὸν ἀπολέσας· καὶ ὡς Παῦλος γράφει·
„ἡ δὲ σπαταλῶσα χήρα, ζῶσα τέθνηκεν·“ καίτοι βίον ἀνύουσα τὸν ἐν ἀνθρώποις ἔτι·

6

3,5

κατ’ οὐσίαν δέ, ὡς ἀπολήγουσα μὲν πρῶτον, ἔπειτα δὲ μεταπίπτουσα εἰς ἀθανασίαν.
„δεῖ γάρ „φησίν,“ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ
τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.“

6

3,6

ἡ δὲ μὴ λογικὴ κτίσις τροπὴν ὑπομένει καὶ ἀπογίνεται· ὡς ἡνίκα τοῦ φωτὸς εἰς σκότος καὶ τοῦ ὕδατος εἰς αἷμα μεταπίπτοντος, προεφητεύετο·
„αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου·“ καὶ ἀλλαχοῦ·
5
„ὁ οὐρανός,“ φησίν, „καὶ ἡ γῆ παρελεύσεται.“ προεφητεύθη γάρ, ὡς ἔσονται καινοὶ οὐρανοὶ καὶ καινὴ γῆ. καὶ γὰρ ἀληθῆ
πᾶν τὸ δεξάμενον ἀρχήν, ἔχει καὶ τέλος.112

6

3,7

τὸ δὲ ἅγιον πνεῦμα, ἅτε τῆς ἀρρήτου καὶ πάντων ἐπικρατούσης αἰωνίου καὶ ἀφθάρτου φύσεως ὑπάρχον, καὶ ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχον· μόνον τε εἰδὸς καὶ ποιοῦν τὰ τοῦ θεοῦ· καὶ φρουρητικὸν πάντων ὂν τῶν τε λογικῶν καὶ τὴν πίστιν τελείων, τῶν τε μὴ λογικῶν, ἕως τοῦ δοθέν‐
5τος τοῖς μὴ λογικοῖς ὅρου τῆς ἐν ταυτότητι διαμονῆς· φύσει καὶ προ‐ αιρέσει τροπῆς καὶ μεταβολῆς ἀνεπίδεκτον καθέστηκεν, ὅ ἐστιν ἄφθαρτον. τὸ δὲ ἄτρεπτον ἤγουν ἄφθαρτον, εὐθὺς ἄναρχον, ἀτελεύτητον καὶ ὑπερ‐ αιώνιόν ἐστιν. τὸ δὲ ἄναρχον· δημιουργὸς καὶ οὐ δημιούργημα. διὸ κυρίως λέγει ἡ μὲν Σοφία·
10
„τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν·“ ὁ δὲ Πέτρος·
„ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος.“

6

3,8

οὕτω γὰρ καὶ ὁ πατὴρ ἴσος αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ἀεὶ ὑπάρχων, μήτ’ ἔνδοσιν πρὸς τὸ χεῖρον, μήτ’ ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος, ἤκουσεν ὑπὸ Ἰακώβου·
„παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα·“
5καὶ παρὰ Παύλου·
„ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ·“ ὃν τρόπον καὶ ὁ υἱὸς ἐν ραʹ Ψαλμῷ ἐμαρτυρήθη·
„σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις,“ καὶ πάλιν·
10„κατ’ ἀρχὰς τὴν γῆν σύ, κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς ἀεὶ καὶ τὰ ἔτη σου οὐκ
ἐκλείψουσιν.“114

6

4n

ὅτι αἰώνιον

6

4,1

ἡ κτίσις οὐ καθάπαξ καὶ αὐτοτελῶς τὸ αἰώνιον κέκτηται, πρῶτον μὲν ἐπειδὴ οἴκοθεν τοῦτο οὐκ ἔχει, ἀλλ’ ἔτυχεν αὐτοῦ εἰς τὸ ἑξῆς, ἀφ’ οὗ ἐγένετο, μεταδόσει τοῦ μόνως καὶ ὑπεραιωνίως ὄντος αὐτομάτου θεοῦ· ἀγαθὸς γὰρ ὢν οὗτος δημιουργεῖ καὶ τέλος· προιστάμενος τῆς ἑαυτοῦ ποιή‐
5σεως, φιλοτιμεῖται αὐτῇ αἰωνιότητα· δεύτερον δὲ διὰ τὰς ἐξηγηθείσας αἰτίας ἐν τῷ κεφαλαίῳ τῷ πρὸ τοῦδε. τὸ δὲ ἅγιον πνεῦμα, ὡς φύσει τὸ αἰώνιον ἔχον, καθὰ προσῆκεν ἔχειν δημιουργὸν καὶ ἀγαθὸν πνεῦμα τοῦ θεοῦ πάντα ἐνεργοῦν αἰωνίως καὶ οὔποτε μὲν αὐτὸ περατούμενον, τῶν δ’ ὑπ’ αὐτοῦ γενομένων δυνάμενον εἶναι περατωτικόν, ταύτῃ ἀνευφημήθη τῇ προσ‐
10ρήσει.

6

4,2

μάθοιτε δὲ ἄν, εἴ μοι ἐπί〈σ〉ποισθε, τῇδε· Παῦλος Ἑβραίοις ἐπι‐ στέλλει οὕτως·
„ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν ἄμωμον προσήνεγκεν τῷ θεῷ.“ λέγει δὲ τὸν δεσπότην Χριστόν, τὸν ἐν τῇ σεπτῇ ἐνανθρωπήσει αὐτοῦ ἑαυ‐
5τὸν διὰ τοῦ ἁγίου πνεύματος ἀνθ’ ἡμῶν τῷ ἑαυτοῦ πατρὶ προσενηνοχότα. καὶ Πέτρος δὲ προσηχεῖ ἀκόλουθα, ὡς ἤδη ἐμνημονεύθη·
„τὸ δὲ ῥῆμα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.“ ῥῆμα γὰρ θεοῦ ἐνταῦθα καλεῖ τὸ πνεῦμα τοῦ θεοῦ. διὰ γοῦν τῆς θεότητος τὴν ταυτότητα μνημονεύων τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὁ Παῦλος, τῇ αὐτῇ
10κέχρηται τοῦ ῥήματος εὐφημίᾳ·
„ὁ θεός,“ φησίν, „καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας·“ καὶ πάλιν·
„Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.“116

6

4,3

οὐκ ἔστιν δέ, οὐκ ἔστιν ἀκοῇ ἀκοῦσαι, ἅπερ καὶ εἰς τὸ κεφάλαιον τοῦτο ὡρίσαντο οἱ περὶ τὰς θεολογίας τοῦ ἁγίου πνεύματος ἀποδιακεί‐ μενοι. ἀπάγουσι γὰρ εἰς ἔσχατα γῆς ἑαυτοὺς ἀπὸ προλήψεως· ἄκριτος δὲ ἔρως οὐκ εἴωθεν ἀκριβῆ μαρτυρεῖν ἐξέτασιν· ὅμως οὐδὲν οἷον κωλύει
5αὐτῆς ἐκείνης τῆς πιθανουργίας ἀκοῦσαι. οὕτω γὰρ ἂν ἔτι πλέον καταγνωσθείησαν. ἔχει οὖν ὧδε·

6

4,4

οὐκ εἴ τι αἰώνιον ὁμωνύμως προσηγόρευται, θεὸς δύναται λέγεσ‐ θαι, ἀλλ’ εἴ τις θεός, αἰωνίων ποιητής. γέγραπται γάρ·
„χρόνων καὶ αἰώνων ποιητὴς ὁ θεός·“ καὶ πάλιν·
5
„Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας ἐν τοῖς προφή‐
ταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο
κληρόνομον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.“ οὐ γὰρ εἴ τι αἰώνιον προσηγόρευται, θεὸς ὀφείλει ὀνομάζεσθαι· ἄπειροι θεοὶ ἔσονται. γέγραπται γάρ·
10
„καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,“ καὶ πάλιν·
„ἔτη αἰώνια ἐμνήσθησαν“ καὶ αὖθις·
„ὥσπερ πρόβατα αἰώνια,“
15καί·
„ἀναστήσονται οὗτοι εἰς κόλασιν αἰώνιον.“ καὶ ἑτέρωθι·
„ἀναστήσονται οἱ ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ
δὲ εἰς αἰσχύνην αἰώνιον.“
20ἆρα οὖν καὶ ἡ κόλασις καὶ ἡ αἰσχύνη θεοί;118

6

4,5

ὁρᾶς, εἰς ὅσην ἀτοπίαν καὶ ἀσέβειαν ἡ κατὰ τὸ αἰώνιον ὁμωνυμία ἐκπίπτει, τοῖς μὲν οὖν ἐκείνων νοήμασι καὶ ῥήμασιν ἅλμη ἐπιπολάζει τε καὶ συμπέφυρται· ταύτην δὲ διαλύει τάδε· τοῦ αἰωνίου ὀνόματος ὡς ἄρτι ἐπεμνήσθημεν, τὰ ἄλλα κἂν ἔτυχεν, μόνον οὐκ ἀπὸ χρόνου
5ἔτυχεν· ἀλλὰ καὶ φθορὰν τὴν ἀπὸ γνώμης οἰκείας τροπὴν ἔχει, καὶ ἀνόμοιον παντάπασιν τῷ θείῳ αἰωνίῳ τὸ ἐκείνων αἰώνιόν ἐστιν· καθὰ οὐδὲ ὁ λεγόμενος ἅγιος, ἄγγελος ἢ ἄνθρωπος, ὁμοίως καὶ ἴσως τοῦτό ἐστιν τῷ ἁγίῳ τῶν ἁγίων πνεύματι· αὐτὸ γὰρ ἁγιότης καὶ αἰωνιότης τὸ πᾶν ὑπάρχει.

6

4,6

πρόσχωσι τοίνυν, μετὰ ποίας μεγαλοφωνίας τὸ αἰώνιον ἐπὶ τοῦ ἁγίου πνεύματος ἀνείρηται, καὶ ὅτι τούτῳ τὸ θαυμαστὸν ἐκεῖνο καὶ πᾶσιν ἀ‐ χωρητότατον προσεπέθηκεν, φημὶ τὸ διὰ τοῦ ἁγίου πνεύματος τὸν κατα‐ σκευάσαντα τοὺς αἰῶνας ἑαυτὸν προσαγαγεῖν τῷ ἑαυτοῦ ἀληθινῷ πατρὶ ὑπὲρ
5ἡμῶν. σκεψάσθωσαν δὲ καὶ ὅτι αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν ἐν τῷ ἁγίῳ πνεύματί εἰσιν, πάντως ὅτι ὡς συνδημιουργῶ τοῦ ἀνεπιδεοῦς δημιουργοῦ· καὶ ὅτι, ὧν οὐκ εὐκαίρως, ἀλλ’ ἐνδιασκεύως ἐμνημόνευσαν αἱρετικοὶ αἰω‐ νίων πυλῶν καὶ προβάτων, τὸ τέλος τὰ εἰς τὸ κεφάλαιον τοῦτο προκο‐
μισθέντα πρὸς ἡμῶν λόγια προεῖπαν.120

6

4,7

καὶ ἔστω δῆλον αὐτοῖς τὸ διάφορον τοῦ τε ἀνάρχως καὶ ἀτρέπτως αἰ‐ ωνίου τοῦ τε ἀπὸ χρόνου καὶ τρεπτοῦ, καὶ ὡς οὐ βραχὺ τοῦτο, οὐδὲ περὶ τὴν οὐσίαν καὶ ἄλλο κάλλος ἐστὶ μόνον, ἀλλὰ τὸ παντάπασιν ἐξηλλαγμένον. ἔστω δὲ γνώριμον καὶ τὸ, ὅτι τὸ ἅγιον πνεῦμα τὴν περὶ
5τὸ αἰώνιον κρίσιν πρὸς τὸν ἐνισχύσαντα τὰ σύμπαντα θεὸν πατέρα καὶ τὸν υἱὸν ἔχει, οὐ πρὸς τὰ κτίσματα· καὶ λύσαντες τὴν χείρω γνώμην, ἑλέσθωσαν τὴν βελτίονα· καὶ θαυμαζέτωσαν, ἀντὶ τῶν νῦν, ἃ θαυμάζειν ἄξιον· καὶ πραξάτωσαν βελτίω τὸν μετὰ ταῦτα χρόνον· φθόνος γὰρ οὐδείς· καὶ ἀφ’ ὧν τὴν ἀλαζόνα μέμψιν ποιησάμενοι ἑαυτοὺς ἔβλαψαν, ἐντεῦθεν
10καὶ τὸ τῆς μεταμελείας ὄφελος ἀπενεγκάσθωσαν.

6

4,8

εἰ γάρ, ὡς θεοπρεπές τι ἐνδεικνυμένη ἡ λέξις αὕτη ἐχρήσθη περὶ τοῦ θεοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἴσως καὶ ὁμοίως ἐκληφθείη ἂν περὶ τοῦ πνεύματος τοῦ θεοῦ. ἓν μὲν δὴ τοῦτο· ἕτερον δέ, ὅτι οὐδὲν, ὧν ἐμνήσ‐ θησαν αἰωνίων, προσηγόρευται θεῖον, ἢ πνεῦμα ἅγιον ἐκ τοῦ θεοῦ ἐκπο‐
5ρευθέν, ἤγουν ἕν τι, καὶ μὴ πλῆθος ὄν· οὐδὲ συντάττεται τῷ πατρὶ καὶ τῷ υἱῷ εἰς θείαν μυσταγωγίαν καὶ θεϊκὴν δωρεάν, οὐδὲ ἄλλης τινός,
ἵνα μὴ πολλὰ λέγω, θεότητι ἀνηκούσης τιμῆς ἠξίωται.122

6

4,9

ἄλλα πρὸς τούτοις· ὁ θεὸς καὶ πατὴρ εὐδόκησεν διὰ τοῦ υἱοῦ αὐτοῦ λόγου πάντα δημιουργηθῆναι. καὶ ποία, ὡς ὀνειροπολοῦσιν, λοιδορία τῷ πνεύματι αὐτοῦ τῷ παναγίῳ ἐκ τοῦ μὴ δημιουργῆσαι, εἴ γε ἄρα, κατ’ αὐτοὺς, μὴ ἀρρήτως συνεργόν ἐστι τῷ δημιουργῷ ὡς ὁ πατήρ; ὅτι δὲ
5τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ λόγου καὶ τοῦ ἑνὸς ἁγίου πνεύματος πᾶσα ἐνέργεια καὶ δωρεά, δημιουργική τε, ἀγαθή τε καὶ τελεία, καὶ κοινὴ αὐτῶν ὑπάρχει, ἀνάγεται δὲ ὅλα εἰς τὸν ἕνα, ἐξ οὗ καὶ σὺν ᾧ ἀφράστως ἐξεφάνησαν αἱ μακαρίαι ὑποστάσεις αὗται ῥᾷστα ἂν καταμάθοι ὁ ἐξέ‐ τασίν τινα ἡσυχῖ ποιησάμενος τῶν σοφίας μεστῶν λογίων, τῶν τε ἐν
10διαφόροις τόποις τοῦδε τοῦ βιβλίου μνημονευθέντων, τῶν τε ἐν τῷ πρὸ αὐτοῦ. καὶ Παῦλος δέ, ὁ κρείττων ἢ κατ’ ἀνθρώπους, ἀπέφηνεν τοῦτο φανερῶς διαβεβαιωσάμενος Κορινθίοις μέν·
„ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ
ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι
15τοῦ θεοῦ ἡμῶν.“124

6

4,10

ἄθρει οὖν, ἄθρει, ὡς εἰ θεϊκὸν ὄνομα, ὥσπερ οὖν θεϊκόν, τὸ τοῦ υἱοῦ, ἐξάπαντος καὶ τὸ τοῦ ἁγίου πνεύματος· ἓν γὰρ ἀμφοῖν αὐτῶν ἐδή‐ λωσεν ὄνομα. καὶ ὅτι, ὡς συγκτίσαν ἀρρήτως τὸ ἅγιον πνεῦμα παρὰ τὴν ἀρχὴν καὶ νῦν ἀνακτίζει. τὸ γὰρ ἀπολούσασθαι, τὸ ἀνακτισθῆναι ἐσή‐
5μανεν. Τίτῳ δέ·
„ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως
πνεύματος ἁγίου.“ οὐδὲν δὲ ἧττον καὶ ὁ ἱεροψάλτης τοὺς ἤδη ἐν γενέσει ὑπάρχοντας νῦν κτιζομένους ἐν τῇ θείᾳ κολυμβήθρᾳ πνευματικῶς ἀξιοῖ εἰδέναι. φησὶν
10γάρ·
„λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.“

6

4,11

οὔκουν αἱ τὴν αὐτὴν τιμὴν καὶ ἐνέργειαν ἔχουσαι ὑποστάσεις τὴν αὐτὴν ἐκληρώσαντο φύσιν, καὶ οὐδὲν θεότητι καὶ δυνάμει διαφέρουσιν ἀλλήλων, μόναι δὲ συμφύεσθαι καὶ συντάττεσθαι καὶ πανταχοῦ συνεπι‐ νοεῖσθαι δύνανται τῷ ἑνί· ὃς ἄμφω αὐτός, οὐχ ὧν αἱ ὑποστάσεις ἀμφοῖν,
5ἔχει ἐξ ἑαυτοῦ ἀνάρχως καὶ ἐξ ἴσου καὶ ὁμοίου καὶ ἀλέκτως ἡνωμένας καὶ συνεχεῖς τὰς ὑποστάσεις. ἔτι πρὸς τοῖς λεχθεῖσιν· πᾶν δικαίωμα τῶν αἱρετικῶν τούτων ὁμοιότροπον, ὥσπερ καὶ ὁμοιόλεκτόν ἐστι τῆς νῦν κινουμένης ἑώλου αὐτῶν σοφιστείας, ὡς μαθησόμεθα μετ’ οὐ πολὺ τῇ πείρᾳ ἐξ αὐτῶν τῶν κεφαλαίων.

6

4,12

εἰ γὰρ τυχὸν λέξιν τινά, ὡς τὴν „αἰώνιοσ“ ἢ τὴν „ἀγαθόσ“, θείαν ἔνδειξιν κομίζουσαν περὶ τῆς ἐν μονάδι τριάδος, καὶ αὐτῇ καθ’ ὅλου καὶ τελείως προσήκουσαν, ἔτυχέν που εἰρῆσθαι περὶ κτίσματος, μετὰ τῆς ὀφειλομένης κτίσματι μνήμης, οὐδὲν μὲν λέγουσιν (τί γὰρ καὶ
5εἰπεῖν ἔχουσιν;) περὶ τοῦ θεοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ· κατάγουσι δὲ εὐθὺς ἀφρονέστατα τὸ ἅγιον πνεῦμα εἰς τὴν κτίσιν, οὐκ ἀνάγουσι πρεπωδέστατα εἰς τὸν θεὸν καὶ τὸν μονογενῆ τοὺς ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ ἁγίῳ πνεύματι ἁρμοδιώτατα ὑπὸ τῶν θεολόγων ἀνευφημηθέντας.126

6

4,13

καὶ μόνων τοίνυν τῶν πρὸς ἡμῶν ἐν τῷ κεφαλαίῳ ᾧ μέτειμεν, δικαιο‐ λογηθέντων ὑπερβαθῆναι μὴ δυναμένων, ἀρκούντων δὲ εἰς ὅλον τὸν περὶ αἱρετικῶν ἀγῶνα· ἢ δειξάτωσαν (ὃ καὶ λέγειν βαρὺ λίαν), ὡς ἀρχὴ ἢ πέρας τοῦ ἁγίου πνεύματος κεχρησμῴδηταί που· ἢ ὅλως, ὅτι ὁδόν τινα
5ἔσχεν ἐπὶ φθορὰν ὡς ἡ ἀγγελικὴ καὶ ἀνθρωπικὴ προαίρεσις· ἢ ἔστω αὐτοῖς, τὸ δὴ λεγόμενον, „βοῦς ἐπὶ γλῶσσαν“. τοσαῦτα μὲν περὶ ἐκείνων ἐγὼ δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν μεταβήσομαι.

6

5n

ὅτι ὡς ἄτρεπτον ἀρετῆς τε κακίας τε ἀνεπίδεκτόν ἐστιν.

6

.

5

ἡ κτίσις ἡ λογικὴ ἀρετῆς τε καὶ κακίας ἐστιν δεκτική, ὡς εὑρίσ‐ κομεν ἐν ἀσωμάτοις μέν, καθὰ προείπομεν, ἀρετῆς ἐντὸς τοὺς εὐδοκίμους ἀγγέλους, κακίας δὲ τοὺς ἐκριφέντας· ἐν δὲ σώμασιν, ὡς ἐσμὲν ἡμεῖς αὐτοί. τὸ δὲ θεϊκὸν πνεῦμα ὑπὲρ ἀρετὴν καὶ δόξαν τυγχάνον, μᾶλλον δ’
5αὐτὸ πηγάζον τὴν ἀκροτάτην ἀρετήν, οὐδενός ἐστι τούτων δεκτικόν, ὡς οὐδὲ ὁ πατὴρ οὐδ’ ὁ υἱός. εἰ δὲ μὴ δεκτικόν, οὐδ’ ἑτερόβουλον· εἰ δὲ τοῦτο (ποιεῖ γὰρ πανθ’ ὅσα θέλει ὁ πατήρ), οὐδ’ ἑτεροούσιον. κἀν‐ τεῦθεν οὖν συνάγεται καὶ τό τε μὴ εἶναι αὐτὸ κτίσμα, ἀπαραλλάκτως δὲ ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ ἡμᾶς ἐξ αὐτοῦ
10τὸν θεόν, ἐξ οὗ φυσικῶς ἐξεπορεύθη, γινώσκειν, ὅτι καὶ ἐν ἡμῖν ἐστιν
ὡς γέγραπται.128

6

6n

ὅτι φύσει ἅγιον καὶ ἁγιάζον καὶ δικαιοῦν

6

6,1

ἡ κτίσις ἁγιάζεται καὶ δικαιοῦται ὑπὸ τοῦ τὴν φύσιν ἁγίου θεοῦ· δεκτικὴ γὰρ τοῦ ἁγιασθῆναι καὶ δικαιωθῆναι τυγχάνει, οὐ παρεκτική. τὸ δ’ ἅγιον πνεῦμα, ἐπείπερ διέστηκε· μὲν τῆς κτίσεως, συνῆπται δὲ τῇ φύσει ἐκείνῳ, ἐξ οὗ ἐκπεπόρευται (περὶ οὗ καὶ ἐμυσταγωγήθημεν, ὡς·
5
„πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, κατα‐
βαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ
τροπῆς ἀποσκίασμα“). καὶ ἐπείπερ πάντων κήδεται καὶ προμηθεῖται καὶ αὐτῶν τῶν ὑπαιτίων· ἁγιάζει μὲν καὶ δικαιοῖ καὶ σοφίζει καὶ πᾶν εἶδος ἐπουρανίου ἀρετῆς
10παρέχει· αὐτὸ δὲ οὐδαμῶς εὑρίσκεται ἔχον ἐπιτηδειότητα τοῦ ἁγιάζεσθαι ἢ δικαιοῦσθαι ἢ σοφίζεσθαι ὑφ’ ἑτέρου (καθὰ οὐδ’ ὁ αὐτοφυὴς πατὴρ οὐδ’ ὁ ὁμοφυὴς αὐτοῦ υἱός)· ὡς καὶ διὰ τοῦτο ὀρθῶς εὐφημεῖσθαι αὐτο‐ άγιόν τε καὶ „πνεῦμα ἁγιοσύνησ“, ἀντὶ τοῦ, φύσει καὶ ἀφ’ ἑαυτοῦ ἅγιον· καὶ „πνεῦμα θεῖον“, ἀντὶ τοῦ, φύσει θεός· καὶ „πνοὴ παντοκράτοροσ“, ἀντὶ
15τοῦ, ὁμοούσιον τοῦ παντοκράτορος πνευσθὲν ἐκ τῆς ὑποστάσεως αὐτοῦ· ὥστε καὶ μόνην μίαν τοιαύτην ὀνομασίαν δεικνύναι αὐτὸ ὁμοούσιόν τε τῷ
θεῷ πατρὶ καὶ ἁγιαστικὸν καὶ μηδὲ λόγῳ χωρεῖσθαι.130

6

6,2

τοιγάρτοι ὁ δυνατὸς εἰπεῖν τε καὶ τύπους ἐκθέσθαι πίστεως Παῦλος εἰσηγήσατο, προθέμενος ἅμα μὲν τοῦτο τὸ κεφάλαιον, ὃ νυνὶ μέτειμεν, ἅμα δὲ καὶ τῶν μεγαλοδωρεῶν καὶ τῆς ἐν τῷ βαπτίσματι ἀναγεννήσεως τὸ πρὸς τὸν θεὸν πατέρα ἐπίκοινον τοῦ ἁγίου πνεύματος· ἔτι δὲ καὶ ὅτι
5τὸ „ὁ θεὸσ“ ὄνομα ἕν τε καὶ ἴσως ἐστὶν τῇ τριάδι· καὶ ἰσοδυνάμως ἀεὶ ἐνεργεῖ ἐπικληθεὶς ὅ τε θεὸς πατὴρ ὅ τε θεὸς υἱὸς ὅ τε θεὸς πνεῦμα· Κορινθίοις γράφων δημηγορεῖ·
„ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνό‐
ματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ
10θεοῦ ἡμῶν.“

6

6,3

διὸ οἱ κοινωνοῦντες αὐτῷ ὅ ἐστιν οἱ ἀξιούμενοι ἁγιάζεσθαι ὑπ’ αὐτοῦ καὶ δικαιοῦσθαι καὶ σοφίζεσθαι, εἴρηνται, ὡς ὁ αὐτὸ ἀπόστολος Ἑβραίους διδάσκει·
„μέτοχοι πνεύματος ἁγίου.“
5καὶ Ἐφεσίοις δὲ γράφει·
„ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας
τῷ ἁγίῳ.“ δῆλον γάρ, ὡς οἱ σφραγιζόμενοι, τουτέστιν ἁγιαζόμενοι, μετέχουσιν, ἀλλ’ οὐ μετέχονται. καὶ γὰρ εἰ κτίσμα ἐτύγχανεν ὂν τὸ ἅγιον πνεῦμα
10ἢ ὁ υἱός, ποῦ ἦν χρεία τὸ κτίσμα ἁγιάζειν καὶ ποιεῖν τὴν πλήρωσιν, καίτοι τοῦ θεοῦ πατρὸς ἀποχρώντως ἡγιακότος; οἱ γοῦν κτιστοὶ ἀκτίστου τὸ χρῖσμα τοῦτο εἰδότες, οὐκ οἴκοθεν παρέχομεν τὸν ἁγιασμόν, ἀλλὰ φα‐
μέν· ὁ θεὸς ἁγιάσαι σε.132

6

6,4

καὶ πρὸς ἕτερον δὲ ὁμόλογον καὶ κραταιὸν βαδιοῦμαι δικαίωμα, μεθ’ ὃ οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν. ὁ τοῦ παντὸς δεσπότης, περὶ μὲν τοῦ θεοῦ πατρὸς καὶ ἑαυτοῦ ἀπολελυμένως δια‐ ταξάμενος·
5
„βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ,“ οὐχ ἁπλῶς ἐπήγαγεν·
„καὶ τοῦ πνεύματος,“ ἀλλὰ προσέθηκεν·
„τοῦ ἁγίου“.
10ὥστε μονονουχὶ ὑποβεβηκότως αὐτοῦ οὐκ ἐμνήσθη, ἀλλὰ καὶ ἀναβεβηκότως διὰ τὸ ἐκεῖνο εἶναι τῇ φύσει, ὅ εἰσιν αἱ αὐτοτελεῖς ὑποστάσεις, ἃς ἐσήμανεν τὸ ἓν ὄνομα, ᾧ καὶ αὐτὸ τὸ πνεῦμα συμπροσηγορεύθη· καὶ παραλλή‐ λως διὰ τὸ ἐκεῖνο καθεστάναι τὸ ἅγιον πνεῦμα, ὅ ἐστιν τῇ θεότητι ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ· οἷς συνεμνημονεύθη, ὡς τὸ δὴ λεγόμενόν ἐστι
15πρόδηλον καὶ τυφλῷ.

6

6,5

ἀλλὰ τοῦτο μὲν πλείονος ἔχεται θεολογίας· ἵνα δὲ ῥᾳδίως πιστεύηται θεότητος μόνης ἴδιον ὑπάρχειν τὸ καλεῖσθαι, καὶ εἶναι φύσει ἅγιόν τε δίκαιόν τε, ἔτι μὴν τὸ ἁγιάζειν καὶ δικαιοῦν τὰ οἰκεῖα κτίσματα, ὅμοια ὑμνημένα εἰσὶν περὶ μὲν τοῦ πατρὸς, ὡς ἡνίκα αὐτὸς ὁ υἱὸς παρὰ
5Ἰωάννῃ λέγῃ·
„πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου,“ καὶ πάλιν·
„ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,“ καὶ αὖθις·
134
10
„πάτερ δίκαιε.“ καὶ ὡς ὅταν προφητεύωσιν, Ἰεζεκιὴλ μέν·
„καὶ γνώτωσαν, ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς,“ Δαυὶδ δὲ ἐν ιʹ ψαλμῷ·
„δίκαιος κύριος, καὶ δικαιοσύνην ἠγάπησεν· εὐθύτητας ἴδον οἱ
15
ὀφθαλμοὶ αὐτοῦ,“ καὶ ἕτερος·
„καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου, καὶ ὑπὸ σέ εἰσιν.“

6

6,6

καὶ ὡς ὅταν Παῦλος ἐπιστέλλῃ πρὸς μὲν Θεσσαλονικέας·
„αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς,“ πρὸς δὲ Ῥωμαίους·
„θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;“
5πρὸς δὲ Ἑβραίους·
„ἵνα ᾖ ἡ παρθένος ἁγία σώματι καὶ πνεύματι,“ ὡς ἐγχωροῦντος τοῦ, ἢ κατ’ οἰκείαν τροπὴν μὴ εἶναι αὐτὴν ἁγίαν, ἢ κατ’ ἀρετὴν ἁγιάζεσθαι. λέγει δ’ ἐνταῦθα, τὴν μὲν ἕξιν „πνεῦμα“, τὴν δὲ πρακτικὴν ἐνέργειαν „σῶμα“, κατὰ Ἡσαίαν προφητεύοντα·
10„καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν·“
ὅ ἐστιν, οἱ τῇ πράξει ἢ τῇ ἕξει πλανώμενοι.136

6

6,7

περὶ δὲ τοῦ υἱοῦ, ὡς ἡνίκα εὐφημῆται·
„εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστός,“ καὶ ὡς αἱ Πράξεις διαλέγονται·
„ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ
5
δικαίου“ καὶ καθὰ Πέτρος ἔφη·
„Χριστὸς ἅπερ ἁμαρτωλῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων.“ καὶ ἐκ τῶν τοιούτων τοίνυν λογίων δέον, εἰ τὰ δίκαια πράττειν ἐβού‐ λοντο, ποδηγεῖσθαι ἐπὶ τὸν θεὸν ἀνυμνεῖν τὸ πνεῦμα· τοῦτο μὲν οὐ ποι‐
10οῦσιν, φάσκουσιν δέ, ὅτι οἱ ἄγγελοι οὐχ ἡγιάσθησαν, καὶ ὅμως ἅγιοί εἰσιν· οὐ προσέχοντες, ὅτι καὶ ἄγγελοι ἢ ὡς ἄνθρωποι ἡγιάσθησαν (ὅπερ ἀληθές· κτιστοὶ γάρ), ἢ ἐλάττονες τῶν ἁγιασθέντων ὑπὸ τοῦ θεοῦ ἀνθρώπων καὶ μετεχόντων αὐτοῦ, καθεστᾶσιν.

6

7n

ὅτι μεθεκτὸν οὐσιωδῶς ἐστι· θεοῦ δὲ μόνον ἴδιον τοῦτο.

6

.

7

ἡ κτίσις ἀμέθεκτός ἐστιν οὐσιωδῶς τῇ λογικῇ ψυχῇ, ὡς ἐνοικί‐ ζεσθαι αὐτήν· μόνου γὰρ θεοῦ ἴδιον τὸ οὕτως μετέχεσθαι. τὸ δ’ ἅγιον πνεῦμα μεθεκτὸν οὐσιωδῶς ὑπάρχει ὡς ὁ πατὴρ καὶ ὁ υἱός, καθὰ ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. ἐπεὶ κἀνταῦθα, τοῦ πατρὸς ἅπαξ ἐνοικοῦντος
5τοῖς ἀξίοις, οἷον ἦν ἀναγκαῖον, εἰ μὴ δι’ ἑνότητα τῆς θεϊκῆς φύσεως καὶ πλήρωσιν τὴν εἰς ἡμᾶς, συνεισβάλλειν καὶ συνειστρέχειν καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα; ἀμέλει τοι οὐκ ἂν τίς ποτε ἕλοιτο φάναι πληθὺν οἱονείπως θεῶν κατοικεῖν ἐν ἡμῖν, ἀλλ’ ἕνα κατά γε τὸ ἓν 〈ἐν〉
ἑνάδι θεότητος ὑπάρχειν τὰς τρεῖς ὑποστάσεις.138

6

8n

ὅτι ἀγαθόν, αὐτοτίκτον τὰς ἐν τῇ κτίσει ἀγαθότητας καὶ ἀλη‐ θείας καὶ σοφίας καὶ ἀγάπας· καὶ ἐν αὐτῷ συνεπινοεῖται πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον.

6

8,1

ἡ κτίσις ἔχει τὸ ἀγαθόν, μεταδούσης αὐτῇ τῆς ἐν μιᾷ θεότητι τριάδος, τῆς οὔσης αὐτὸ τἀγαθόν. καὶ ἔστι δεύτερον τὸ κατὰ μετοχὴν ἔχειν τι πρὸς τὸ ἑαυτοῦ μέτρον ἀγαθὸν τοῦ φύσει αὐτὸ τὸ πρῶτον καὶ ἀμέτρητον ἀγαθὸν ὑπάρχειν· καὶ οὐ συγκλώθεται οὐδὲ συντάττεται τῷ
5δημιουργῷ ἑνὶ καὶ πρωτουργῷ ἀγαθῷ· οὗ πάντα μὲν ἐφίεται, αὐτὸ δὲ οὐδενὸς, τὸ ἐν τῇ κτίσει εὑρισκόμενον ἀγαθόν, κἂν λέγηται ἐν εὐαγ‐ γελίῳ·
„εὖ, δοῦλε ἀγαθέ,“ καί·
10„ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προ‐ φέρει τὸ ἀγαθόν“.

6

8,2

οὐ γάρ, ὡς εἰπεῖν, αὐτὸ τὸ ἐγκάρδιον καὶ κυρίως ὂν ἀγαθὸν λέγει, ἀλλὰ τὸ συνεζευγμένον καὶ πρέπον τῇ κτίσει. ἐκεῖνο γὰρ πληθύει τε καὶ τοῖς οἰκείοις ποιήμασιν φιλοτιμεῖται ἀγαθότητας, ὅπως ἂν ἐντεῦθεν ἕκαστα τῶν ὄντων σώζηται, καὶ ἐν ᾗ ἔλαχεν εἶναι τάξει διαμένῃ· καὶ
5αὐτό ἐστιν τὸ ἓν ἀγαθόν, αἴτιον πᾶσιν πάντων ἀγαθῶν· καὶ δι’ αὐτὸ πράττεται τὸ κάτω ἀγαθόν· καὶ αὐτὸ σώζει πάντα, οἷς ἂν παρῇ, ὥσπερ τὸ κακὸν ἐκ προαιρέσεως ἡμῶν συμβαῖνον φθείρει. οὗ αἰσθόμενοι καὶ οἱ ἔξω φασίν; ὡς· οἱ κακοὶ τοῦτο μέγιστον ἔχουσιν ἐν ἑαυτοῖς ἀγαθόν· ἄλλους γὰρ ἐπιχειροῦντες κακοῦν, αὐτοὶ πρότεροι τῆς ἑαυτῶν ἀπολαύουσι
10μοχθηρίας.140

6

8,3

τὸ δὲ ἅγιον πνεῦμα, ὡς προείρηται, ὑπάρχον αὐτὸ—ἀπροδεὲς—ἀγαθὸν καὶ ὅλον—ἀεὶ—πρὸς—πάντας—ὂν—ἀγαθὸν καὶ οὐ δεύτερον τοῦ ἑνὸς καὶ πρώτου ἀγαθοῦ, ἴσας τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ περὶ τούτου μαρτυρίας ἐδέξατο, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη λόγῳ καὶ ὡς ὁ Ἔσδρας ὁ πρὸς τὴν θείαν παρρησια‐
5σάμενος ἀγαθότητα διὰ τὸ εἰδέναι, ὅτι κἂν πταίῃ τι, τὸ παθεῖν παρ’ αὐτῆς οὐκ ἔνι, προεφήτευσεν·
„καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς.“ καὶ Ματθαῖος δὲ καὶ Λουκᾶς αὐτὴν τὴν θεϊκὴν ἀγαθότητα τὸ πνεῦμα κατ’ οὐσίαν εἶναι σημαίνοντες, καὶ ἐν αὐτῷ ἐπινοεῖσθαι „πᾶσαν δόσιν ἀγαθὴν
10καὶ πᾶν δώρημα τέλειον“, ὁ μὲν ἔγραψεν·
„πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;“ ὁ δέ·
„πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν
αὐτόν;“
15τρεπτῆς γάρ, ὅ ἐστιν κτιστῆς, οὐσίας ἴδιον τὸ ὑπ’ ἄλλου ἀγαθύνεσθαι ἢ ἁγιάζεσθαι ἢ σοφίζεσθαι καὶ μὴ αὐτὴν ἀτρέπτως ὑπάρχειν ταῦτα.

6

8,4

καὶ ὁ θεὸς δὲ ἐν Ἠσαίᾳ δεικνύς, ὡς οὔποτε τὰς πνευματικὰς αὐτοῦ εὐλογίας λήψεταί τις μὴ ἀνάπλεως πρότερον τῆς σοφίας καὶ συνέσεως τοῦ ἁγίου πνεύματος εὑρεθείς, ἔφη·
„ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου
5
ἐπὶ τὰ τέκνα σου.“ ᾧ ἑπόμενα ἔγραψε Παῦλος·
„διὰ τοῦτο“, φησίν, „καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυ‐
όμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν
ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματι‐
142
10
κῇ περιπατοῦντες ἀξίως τοῦ κυρίου.“ δῆλον δέ, ὅτι λέγει· τοῦ θεϊκοῦ πνεύματος. συνεπινοεῖσθαι γὰρ τῷ πνεύ‐ ματι τοῦ θεοῦ τὴν ἄνω ἀτελεύτητον βασιλείαν, ὡς μὴ ἀλλοτρίαν αὐτοῦ τυγ‐ χάνουσαν διὰ τὴν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ἀλληλουχίαν. καὶ αὖθις διὰ τῆς αὐτῆς ἐπιστολῆς πιστοῦται, γράφων·
15
„οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιο‐
σύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.“ οὐκ ἔλαθεν δ’ οὐδὲ τοῦτο καὶ Πέτρον. ἀπολογούμενος γὰρ τοῖς αἰτιωμένοις τὴν συντυχίαν, ἣ ἐποιήσατο πρὸς Κορνήλιον, ἔφη·
„εἰ οὖν τὴν ἴσην δωρεὰν δέδωκεν αὐτοῖς ὁ θεός, παρασχὼν τὸ ἅγιον
20
πνεῦμα, ὡς καὶ ἡμῖν ἐν ἀρχῇ· ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;“ καὶ πάλιν·
„καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς τὸ πνεῦμα τὸ
ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐ‐
τῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.“

6

8,5

τουτέστιν· ἡ τοῦ ἁγίου πνεύματος ἔκχυσις, ὡς ἄν τις εἴποι, ἡ ἀκατάσχετος καὶ ἄφθονος ἐπιφοίτησις αὐτοῦ, αἰτία προφητείας καὶ ἀνα‐ καινισμοῦ καὶ οὐρανίων ἀγαθῶν καὶ τοῦ κατανοεῖν τὸ κάλλος τῆς θεϊκῆς ἀληθείας ἐστίν. ὡς γὰρ τῷ ἀποστόλῳ δοκεῖ·
5
„ὁ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη ἐστίν.“ ὅθεν καὶ πάλιν γράφει·
„ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν ἐν πνεύ‐
ματι ἁγίῳ.“ μιᾶς γοῦν οὔσης ἀγαθότητος τῆς ἐν ἑνάδι τριάδος, πολλαὶ ἡμῖν ἀποτίκτον‐
144
10ται ἀγαθότητος· ὥσπερ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας μιᾶς οὔσης (τῆς ἄνω φημί) κατὰ τό·
„δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,“ (ἥτις ἐστὶν ὁ μονογενὴς θεός) καὶ κατὰ τό·
„μόνῳ σοφῷ θεῷ“
15πολλαὶ πληθύνονται ἡμῖν ἄνωθεν ἀλήθειαι καὶ δικαιοσύναι καὶ σοφίαι κατὰ τό·
„ἀληθείας ἐκζητεῖ κύριος,“ καί·
„δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν“,
20καί·
„πλῆθος σοφῶν, σωτηρία κόσμου“, καί·
„συμπορευόμενος σοφοῖς, σοφὸς ἔσῃ.“ σαφὲς οὖν, ὡς πνεῦμα τοῦ θεοῦ τῇ ὑπάρξει αὐτῇ πνεῦμα ἀγαθὸν καὶ πνεῦ‐
25μα σοφίας καὶ ἀληθείας καὶ πνεῦμα τοῦ ἀοράτου καὶ ἀσυνθέτου θεοῦ καὶ πατρὸς καθέστηκεν.

6

9n

ὅτι φιλάνθρωπον

6

9,1

ἡ κτίσις οὐ γέγραπται φιλάνθρωπος· ἴδιον γὰρ τοῦτο κυρίως μόνης
τῆς ὁμοουσίου τριάδος. φιλάνθρωπος γὰρ ὁ πατήρ·
„οὐχ ἕως τέλους ἡμῖν ὀργιζόμενος, οὐδ’ εἰς τὸν αἰῶνα μηνιῶν,
οὐδὲ ποιῶν ἡμῖν πρὸς τὰς ἁμαρτίας, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν
146
5
ἀνταποδιδούς,“ κατὰ τὸν ρβʹ ψαλμόν· καὶ ὡς Σολομὼν λέγει·
„φείδῃ δὲ πάντων, ὅτι πάντα σά ἐστιν, δέσποτα φιλόψυχε,“ καθὰ εἴρηται· ὡς καὶ διὰ ταῦτα καλεῖσθαι ἡμῶν δεσπότην τε καὶ πατέρα, τῆς κηδεμονίας αὐτοῦ τῇ δυνάμει κεκραμένης. τῷ θεῷ γὰρ οὐκ ἔστιν πρόσ‐
10ρησις οἰκειοτέρα τῆς πατρὸς καὶ φιλανθρώπου καὶ ἀγαθοῦ καὶ ἁγίου.

6

9,2

φιλάνθρωπος ὁ υἱὸς, ὅς γε δι’ ἡμᾶς, τὰ ἔργα τῶν σεπτῶν αὐτοῦ καὶ νοητῶν χειρῶν·
„ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·“ καθὰ Τίτῳ γράφει ὁ ἀπόστολος·
5
„ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπ‐
εφάνη.“ καὶ ὅστις ἂν ἀπονείμῃ αὐτῷ, ὅσα πρέπει μονογενεῖ θεῷ, λαβὼν πλέον ὧν ἤλπισεν, ἀπέρχεται.

6

9,3

φιλάνθρωπον τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ κατὰ τὴν Σοφίαν, οὕτω λέγουσαν·
„φιλάνθρωπον γὰρ πνεῦμα σοφίας, καὶ οὐκ ἀθωώσει δίκαιον.“ οὐ γὰρ παρεῖδεν ἀπολλυμένην τὴν ἀνθρωπείαν φύσιν· ἀλλ’ ἐφοίτησεν δι’ ἑαυτοῦ ὁδηγῆσαν, διδάξαν πᾶσαν ἀλήθειαν, ἀνακαινίσαν ἡμᾶς, καὶ τὰ θεϊκὰ χαρίσ‐
5ματα δωρησάμενον, καὶ τοσαύτην τοῦ κατ’ εἰκόνα θέμενον ἀνέκαθεν φροντίδα, ὥστε εἰς γνώρισμα τῆς ὑπερφυοῦς αὐτοῦ ἀγαθότητος καὶ ταύτην ἔχειν τὴν προσηγορίαν. μεγάλα μὲν γὰρ στοιχεῖα οὐρανός, γῆ, θάλασσα· μεγάλη δὲ λογικὴ κτίσις, ἡ ἀγγέλων καὶ πάσης ὑπερκοσμίου δυνάμεως· ἀλλ’ οὐκ ἀφ’ ἑνὸς τούτων ἠξίωσεν, ἐκ δὲ τῆς πρὸς τὸν ἄνθρωπον ἀγαθότητος ἔχει ὄνομα τὸ
10φιλάνθρωπον ἡ τριάς.148

6

10n

ὅτι φύσει ἐλεύθερον καὶ οὐ δοῦλον· καὶ ὡς θεὸς καὶ κύριος ἐλευ‐ θεροῖ καὶ υἱοὺς ποιεῖ.

6

10,1

ἡ κτίσις δούλη τοῦ τεχνησαμένου αὐτὴν δεσπότου καθέστηκεν, ἐλευ‐ θερίαν, ἣ ἀφ’ ἑαυτῆς μὴ κέκτηται, οὔτε ἑαυτῇ οὔτ’ ἄλλοις παρέχειν δυ‐ ναμένη. φησὶν γὰρ ἡ προφητεία·
„τὰ σύμπαντα δοῦλά σα.“
5τὸ δὲ ἅγιον πνεῦμα μονονουχὶ δοῦλον οὐ γέγραπται, ἀλλὰ καὶ ὡς δεσπότης καὶ φύσει ἐλεύθερον, ἔνθα ἐστὶν καὶ οἷς ἐπιφοιτᾷ, ἐλευθερίαν, ἣν ἔχει, παρέχει. τὰ γὰρ ποιήματα μόνα τῷ τῆς δουλείας ὑπάγεται ζυγῷ· τὸ δὲ μὴ δοῦλον, οὐδὲ ποίημα· τὸ δὲ μὴ ποίημα, φύσει θεός·

6

10,2

μάρτυς δὲ τούτων πιστὸς ὁ ἀπόστολος, γράφων Κορινθίοις μὲν ἐν τῇ δευτέρα ἐπιστολῇ·
„ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευ‐
θερία,“
5Τιμοθέῳ δέ·
„οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα δυνάμεως
καὶ ἀγάπης καὶ σωφρονισμοῦ,“ Ῥωμαίοις δέ·
„οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱο‐
10
θεσίας, ἐν ᾧ κράζομεν· ἀββά, ὁ πατήρ,“ Γαλάταις δέ·
„ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν
κράζον· ἀββά, ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός.“ καθάπερ οὖν ἠλευθερώθημεν παρὰ τοῦ υἱοῦ ἀκούσαντες·
15„οὐκέτι εἶ δοῦλος, ἀλλ’ ἐλεύθερος,“
καί·
„τῇ ἐλευθερίᾳ, ᾗ ὁ υἱὸς ὑμᾶς ἠλευθέρωσεν·“ οὕτω διὰ τὸ ταὐτὸν τῆς οὐσίας καὶ δεσποτείας ὑπὸ τοῦ πνεύματος ἠλευ‐ θερούμεθα διὰ τοῦ μνημονευθέντος ῥήματος·
150
20„οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.“

6

11n

ὅτι ἐπιτάσσει, οὐχ ὑπουργεῖ

6

.

11

ἡ κτίσις, ἤ τε νοερὰ καὶ αἰσθητή, ὑπουργεῖ, οὐκ ἐπιτάττει ἀφ’ ἑαυτῆς· ὡς περὶ τῶν ἀγγέλων λέγει·
„δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.“ τὸ δὲ ἅγιον πνεῦμα τοῦ θεοῦ αὐθεντικῶς προφήταις καὶ ἀποστόλοις προστάτ‐
5τει, ὡς θεὸς καὶ δεσπότης, καθὰ ἐν τοῖς ὑποκειμένοις κεφαλαίοις ἀποδειχ‐ θείη.

6

12n

ὅτι ἐνδυναμοῖ

6

12,1

ἡ κτίσις ἐνδυναμοῦται ὑπὸ τῆς παναλκοῦς καὶ πανδυνάμου θεϊκῆς ἰσ‐ χύος, οὐκ ἐνδυναμοῖ δὲ αὐτή. τὴν γὰρ αὐτῇ διαρκοῦσαν ἐδέξατο δύναμιν, καὶ μεταδιδόναι τοῖς συνδούλοις οὐ σθένει. τὸ δέ γε πνεῦμα τοῦ θεοῦ τῇ γονίμῳ καὶ θρεπτικῇ καὶ ἀνεκλείπτῳ αὐτοῦ ἰσχύι ἐνδυναμοῖ, ἐπειδὴ κτίστης
5καὶ οὐ κτίσμα τυγχάνει. ὁ γὰρ σωτὴρ ἐν ταῖς πράξεσι φησίν·
„ὑμεῖς δὲ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς.“ ὡς δίχα τῆς αὐτοῦ ἐπιφοιτήσεως οὐδεμίας ἡμῖν πρὸς τὸν θεὸν δυνάμεως ἢ ἐλπίδος ὑπαρχούσης.

6

12,2

κατανοητέον δὲ πρὸς τούτῳ, ἓν μὲν, ὅτι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος κατ’ ἐξουσίαν σημαίνει γεγενῆσθαι· ἕτερον δέ, ὅτι οὐκ αὐτάγ‐ γελος ἦλθεν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος προεμηνύθη. καὶ αὖθις οὖν λέγει·
5
„ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.“ αὕτη δὲ ἦν ἡ τοῦ ἁγίου πνεύματος. καὶ Παῦλος γράφει Ῥωμαίοις, ἃ θαυμάσαι ἢ ἑρμηνεῦσαι ἀξίως, μάλιστα ἐξ ἐπιδρομῆς, οὐδενὶ εὐπετές·
„ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν θεόν. οὐ γὰρ τολμῶ
τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ λόγῳ καὶ ἔργῳ εἰς
152
10ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος ἁγίου.“

6

13n

ὅτι ἀψευδές· ὅπερ ἴδιον μόνου θεοῦ

6

13,1

ἡ κτίσις οὐκ ἀληθεύει ἀεί, ἀλλ’ ἐξ οἰκείας γνώμης ἔχει τροπῆς μέρος καὶ τὸ ψεύδεσθαί ποτε. ὡς ἐν μὲν ἀσάρκοις ὁ διάβολος, ἐν δὲ σαρκίνοις καθὰ γράφει·
„πᾶς ἄνθρωπος ψεύστης,“
5καί·
„ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.“ οὐ γὰρ ἐπιψεύδεσσι πατὴρ θεὸς ἔσσετ’ ἀρωγός, ἔγραψαν καὶ οἱ ἔξω.

6

13,2

ἐν δὲ ἁγίοις, ὡς Παῦλος περὶ τῶν ἀποστόλων ἔφη·
„ἀλλ’ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγ‐
γελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων“ ἃ εἶπεν. ὡς ἀληθῶς γὰρ μόνης θεϊκῆς φύσεως τὸ ἀεὶ ἀψευδεῖν. διὸ Ἑβραίοις
5ἐπέστειλεν·
„ἵνα“ φησίν, „διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύ‐
σασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆ‐
σαι τῆς προκειμένης ἐλπίδος.“ ἡ δὲ κοινωνία τοῦ ἁγίου πνεύματος, κοινωνοῦσα τῇ φύσει τῷ πατρὶ καὶ τῷ
154
10υἱῷ, κοινωνεῖ εἰς ὅλα, ἔτι μὴν καὶ εἰς τὸ ἀψευδεῖν. πνεῦμα γὰρ ἀληθείας ἐστὶν τοῦ θεοῦ, ὡς προελέχθη, τῷ ἑνὶ θελήματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἑαυτοῦ λαλοῦν, καὶ ἀφ’ ἑαυτοῦ οὐ λαλοῦν, ὡς ὁ υἱὸς αὐτῷ ἐμαρτύρησεν εἰπών·
„ἀφ’ ἑαυτοῦ οὐ λαλήσει.“

6

14n

ὅτι ἀλήθεια, διὰ τὸ μὴ διαφωνεῖν αὐτὸ πρὸς τὴν μίαν θεότητα.

6

.

14

ἡ κτίσις οὐδὲν ἔχει προσαγορευθὲν ἀλήθεια, διὰ τὸ μίαν εἶναι θεϊκὴν ἀλήθειαν, ὡς μία ἐστὶν ἡ ἁγιότης καὶ ἡ ἀγαθότης, ἀφ’ ἧς ἑκάστοις ἡμῖν ταῦτα ἐφήκειν ὁμολογοῦμεν. τὸ δὲ ἅγιον πνεῦμα ἀλήθεια προσηγόρευται καθὰ ὁ πατὴρ καὶ ὁ υἱός, ἐπειδὴ τῆς αὐτῆς μιᾶς ἐστιν θεότητος, οὐδὲν ἔχον πο‐
5λυσχιδὲς ἢ διαφωνοῦν. μαρτυρεῖ δὲ περὶ μὲν τοῦ πατρὸς καὶ ἑαυτοῦ ὁ υἱὸς λέγων·
„πάτερ, ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,“ καὶ πάλιν·
„ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια,“
10περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη.156

6

15n

ὅτι οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ ἅγιον πνεῦμα, καὶ ὅτι διὰ τὴν πρὸς τὸν πατέρα ἰσότητα, τὸ ἀνάπαλιν ὁ θεὸς οἶδεν τὰ τοῦ ἁγίου πνεύ‐ ματος.

6

15,1

ἡ κτίσις οὐκ οἶδεν τὰ τοῦ θεοῦ· ὑπερβαίνει γὰρ αὐτήν, καὶ οὐδὲν πρὸς τοιαύτην εἴδησιν ὁρμῆσαι τολμᾷ, κἂν ᾖ τῶν εὐδοκίμων· ἐπειδὴ γνῶναι τὰ τοῦ θεοῦ εἰς πάμπαν ἀδύνατον τῇ μὴ οὔσῃ τῆς αὐτῆς φύσεως καὶ τὴν αὐτὴν γνῶσιν τῷ θεῷ κεκτημένῃ, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν ἐν Ἰωάννῃ·
5
„ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ ὁ κύριος αὐτοῦ,“ καὶ ὡς ἔγραψεν Πέτρος·
„ἔστιν ἃ νῦν ἀναγγέλλει ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς
πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν
ἄγγελοι παρακῦψαι.“
10τὸ δὲ ἅγιον πνεῦμα ὅτι ἐπίσταται ὡς ὁμοούσιος θεός, ὁ ἀπόστολος Κοριν‐ θίοις ἐπέστειλεν, ὡς προείρηται.

6

15,2

καὶ πάλιν τὴν μεγαλειότητα τοῦ πνεύματος καὶ τὴν πρὸς τὸν πατέρα ἰσότητα παριστῶν, ἰσόρροπον ἐκείνῳ γράφει·
„ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ πνεύματος.“ καθὰ γὰρ μέγα τι λέγων περὶ τοῦ πατρὸς, εἶπεν εἰδέναι αὐτὸν τοῦ πνεύμα‐
5τος τὸ φρόνημα, οὕτω τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως καὶ θελήσεως καὶ τὴν ἰσότητα τῆς ἀξίας καὶ δυνάμεως τοῦ ἁγίου πνεύματος παριστῶν, ἔγραψεν μόνον αὐτὸ εἰδέναι τὰ τοῦ πατρὸς καὶ τὰ βάθη αὐτοῦ ἐρευνᾶν καὶ
τὰς ἀγνώστους ἐκείνου νοήσεις, ἃς χρὴ καὶ ἡνίκα δεῖ τοῖς ἀξίοις ἐκφαίνειν.158

6

15,3

τὸν δὲ Πέτρον, ὡς προείρηται, γράψαι· ἀπεστάλη ἀπ’ οὐρανοῦ τὸ πνεῦ‐ μα· νοείσθω, ᾧ τρόπῳ νοεῖται τό· ἀπεστάλη ὁ υἱός. ὡς λόγος γὰρ ἐκεῖνος, καὶ τοῦτο ὡς ῥῆμα καὶ πνεῦμα τοῦ θεοῦ ἀπεστάλη. καὶ διὰ τὸ εἰδέναι, ὅτι τὰ παρὰ τοῦ Χριστοῦ ἢ τοῦ ἁγίου πνεύματος λεγόμενα λέγεται καὶ παρὰ
5τοῦ πατρὸς διὰ τὸ ἓν θέλημα, τὰ τοιαῦτα κεῖται ῥήματα. οὔτε γὰρ ἀγνοεῖ ἢ πέμπεται ὡς δοῦλον, οὔτε ἀφ’ ἑαυτοῦ λαλεῖ ἢ ποιεῖ ἢ ἔρχεται ὡς ἀντί‐ θεον.

6

16n

ὅτι οὐδεὶς ὁρᾷ τὸν θεὸν καὶ πατέρα, εἰ μὴ μόνος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, καὶ πρὸς τοὺς λέγοντας· οὐ γέγραπται οὖν, φησίν, ὅτι οἱ ἄγγελοι βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός;

6

.

16

ἡ κτίσις οὐχ ὁρᾷ τὸν θεὸν καὶ πατέρα οὕτως, ὡς ἔστιν· ἑτέρᾳ γὰρ φύ‐ σει τοῦτο ἀχώρητον καὶ ἀβάστακτον ὑπάρχει· καὶ πρὸς αὐτήν ἐστιν τό·
„οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται.“ αἱ δὲ γραφαὶ λέγουσιν, ποτὲ μὲν τὸν υἱὸν μόνον, ποτὲ δὲ τὸ ἅγιον πνεῦμα
5μόνον ὁρᾶν ἢ εἰδέναι τὸν θεὸν πατέρα, ἐπειδὴ ἐν μονάδι θεότητος ἡ τριάς, ὡς ἡνίκα ὁ σωτὴρ παρὰ Ἰωάννῃ λέγει·
„οὐχ ὅτι τὸν πατέρα τις ἑόρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ θεοῦ· οὗτος
ἑόρακεν τὸν πατέρα.“ ἔστιν δὲ ἐκ τοῦ θεοῦ κατὰ φύσιν ὁ υἱὸς γεννητικῶς, καὶ τὸ ἅγιον πνεῦμα ἐκ‐
160
10πορευτικῶς· καὶ πάλιν·
„οὐδὲ γὰρ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ
υἱὸς ἀποκαλύψῃ,“ καὶ ὡς ὅταν ἰδικῶς περὶ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη, Παῦλος Κοριν‐ θίοις γράφει, καὶ ὡς Ἠσαῖας προφητεύει·
15
„πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα γνώσεως καὶ εὐσεβείας.“ οὐ γέγραπται οὖν, φησίν, Ματθαίῳ ἀπὸ τοῦ σωτῆρος·
„ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν,
ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον
τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς;“
20ναί· ἀλλὰ βλέπουσιν, οὐχ ὅσος καὶ οἷός ἐστιν ὁ θεός, ἀλλὰ καθ’ ὅσον αὐτοὶ χωροῦσιν. ὁ δὲ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα διὰ τὸ ταὐτὸν τῆς θεότητος ὁρῶσιν οὕτως, ὡς ἔστιν ὁ ἀμεγέθης καὶ ἀνείδεος θεός.

6

17n

ὅτι τὸ ἅγιον πνεῦμα τὴν κτίσιν υἱοθεσίας ἀξιοῖ· αὐτὸ δὲ ἐκ τῆς ὑποστά‐ σεως τοῦ θεοῦ ἐκπορεύεται.

6

.

17

ἡ κτίσις ἡ λογική, ὅταν ἀξία γένηται ἀνακαινισμοῦ καὶ υἱοθεσίας, ὑπὸ τῆς πανδυνάμου χάριτος τοῦ ἁγίου πνεύματος τούτων ἀξιοῦται, ἐπειδὴ
οὐ κτίσμα, ἀλλὰ θεὸς ὑπάρχει, οἷος ὁ κτίσας τὸ πρῶτον.162

6

18n

ὅτι οὐχ ὑμνεῖ ὡς ἡ ἄλλη κτίσις· ἐπειδὴ αὐτὸ τῶν ὑμνημένων ἐστι.

6

18,1

ἡ κτίσις πᾶσα, ὁρατὴ καὶ ἀόρατος, ὀνομαστὶ προστάττεται ὑπὸ τῶν τριῶν παιδῶν Ἀνανία, Ἀζαρία καὶ Μισαὴλ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ἀπο‐ τεθέντων ὑμνεῖν καὶ ὑπερυψοῦν τὸν θεὸν εἰς τοὺς αἰῶνας· ἔτι δὲ καὶ τὰ Χερουβὶμ καὶ ὁ θεϊκὸς θρόνος, ὃ ἐνταῦθα νοεῖται τὰ Σεραφίμ, δοξάζει
5ἅτε ὄντα καὶ αὐτὰ μέρος τῆς κτίσεως. ἔφασαν γὰρ οἱ αὐτοί·
„εὐλογήμενος εἶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ,“ καὶ πάλιν ἀντὶ τοῦ μνημονεῦσαι τῶν Σεραφίμ·
„καὶ εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερύμνητος
καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.“
10ὁμοίως καὶ ὑπὸ τοῦ Δαυίδ, ἐνεργουμένου ὑπὸ τοῦ ἁγίου πνεύματος, ἐν ρβʹ καὶ ἐν ρμηʹ ψαλμῷ παρακελεύεται ἡ κτίσις αἰνεῖν τὸ κύριον. τὸ δὲ ἅγιον πνεῦμα, ὡς καὶ ὁ υἱός, οὐ συνεμνημονεύθη, ἐπειδὴ καὶ αὐτὸ οὐ δημιούργημα, ἀλλὰ δημιουργός· οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ τῶν ὑμνουμένων καὶ ὑπ’ αὐτῶν τῶν Σεραφίμ ἐστιν τῶν σὺν πολλῷ φόβῳ περιεστώτων τὸ θεϊκὸν βῆμα καὶ
15συγκαλυπτόντων ταῖς πτέρυξιν ἑαυτὰ καὶ ἀμοιβαδὸν ἀνταναφωνούντων ἀσιγή‐ τοις στόμασιν καὶ ἀκαταπαύστῳ φωνῇ τρίτον „ἅγιοσ“ διὰ τὰς τρεῖς ὑπο‐ στάσεις, ἅπαξ „κύριοσ“ διὰ τὴν μίαν κυριότητα· ἅπερ, ὅτι μάλιστα δείκ‐
νυσιν τὴν θεότητα τοῦ πανυμνήτου πνεύματος.164

6

18,2

Μακεδονιανοὶ δέ, φυλαττόμενοι καὶ οἷον δεδοικότες, μὴ περὶ αὐτοῦ ἢ προσήκοντά ποτε λέγοντες ὀφθῶσιν ἢ ἀπρόσηκα προέμενοι λάθωσιν, ἐπι‐ βαίνουσιν ἄνευ δίκης ἑαυτοῖς ἐπιτρέποντες καὶ τῷ κεφαλαίῳ τῷδε, ὅπλα παντοδαπὰ κινοῦντες τοὺς ἀκολάστους λόγους καὶ φάσκοντες συναρπακτικῶς
5γέγραπται, φησίν·
„αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡδυνθείη αἴνεσις,“ καί·
„ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψαλλεῖν τῷ ὀνόματί σου,
ὕψιστε.“
10οὐδαμοῦ δὲ δῆθεν εὑρίσκομεν· αἰνεῖτε τὸ ἅγιον πνεῦμα.

6

18,3

ἀπαντητέον δὲ αὐτοῖς οὕτως· εἰ περὶ τοῦ πατρὸς δέχεσθε, ἃς προ‐ εκομίσατε φωνάς, ἐκβάλλετε τὸν υἱόν· εἰ δὲ περὶ τοῦ υἱοῦ, τὸ ἐναντίον, ὁπότε καὶ τὸ ἅγιον πνεῦμα κύριός ἐστίν τε καὶ γέγραπται, καὶ ἄδηλον περὶ ποίας ὑποστάσεως γέγραπται νῦν τὸ „κύριοσ“. σκοπεῖτε οὖν, εἰ μὴ
5τοὐναντίον ἑαυτοῖς ἐχρήσασθε. τὸ δὲ ἅγιον πνεῦμα ὅτι οὐχ ὑμνεῖ, ἐπειδὴ μὴ κτίσμα ἐστίν, συνυμνεῖται δὲ τῷ θεοῦ πνεῦμα ὑπάρχειν ῥᾷον καταμαθεῖν ἀπό τε τοῦ συντάττεσθαι αὐτῷ καὶ ἀπὸ τοῦ τοὺς τρεῖς παίδας καὶ τὸν ἱερο‐ ψάλτην πᾶσαν τὴν κτίσιν κατ’ ὄνομα ὑμνεῖν παρακελεύεσθαι, οὐ μὴν τὸ τοῦ θεοῦ πνεῦμα, ὡς ἔχουσιν συνηθείας οἱ ἅγιοι ἐξονομάσαι. εἰ γάρ, ὡς φασὶν
10αἱρετικοί, μέσης θεοῦ καὶ ἀγγέλων φύσεώς ἐστιν καὶ τιμιώτερον καὶ ἀνω‐ τέρω πάντων, ἔδει, ἐπειδὴ μάλιστα ἕν ἐστιν, ἢ καθ’ ἑαυτὸ παρακελεύσασ‐ θαι αὐτὸ ἀνυμνεῖν, ἢ κἂν πρῶτον αὐτὸ ὀνομάσαι καὶ αὐτῷ τὰ ἄλλα γενικῶς
συναναλαβεῖν· οὐ μήν, ὡς αὐθαδῶς εἰκάζουσιν, τὸ ἀνάπαλιν.166

6

19n

ὅτι μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ συνονομάζεται. καὶ περὶ αἱρετικῆς ἀντιθέσεως.

6

19,1

ἡ κτίσις οὐ συναριθμεῖται τῷ θεῷ. τί γὰρ καὶ κοινὸν τῇ οὔσῃ ἐν μειώσει πρὸς τὸν πάντων ὑπέρτατον καὶ ὑπὲρ πᾶσαν ὄντα ὑπερβολήν, ἢ τῇ γενομένῃ πρὸς τὸν ποιήσαντα; τὸ δὲ πάντιμον πνεῦμα ὡς θεὸς ἢ μετὰ πατρὸς καὶ υἱοῦ συνονομάζεται, ὡς ὅταν ὁ δεσπότης τὸν περὶ τὸ βάπτισμα
5δίδωσιν ὅρον, καὶ ὡς ὅταν ὁ ἀπόστολος Κορινθίοις τὸ δεύτερον γράφῃ·
„ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ θεοῦ
καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν·“ ἢ μετὰ μιᾶς αὐτῶν ὑποστάσεως· ἢ καὶ καταμονάς, καθὰ ἐν τῷ πρώτῳ εἴρη‐ ται βιβλίῳ, μνημονεύεται.

6

19,2

ἀπὸ δὲ τῆς προαιρέσεως τοῦ ἐξοβλήτου καὶ ἀπερριμμένου Οὐαλεντίνου τοῦ μανιχαΐσαντος καὶ πρὸς τοῖς ἄλλοις ἀτόποις μυθοπλάσμασιν μανιωδῶς εἰπόντος ἡλικιώτην τὸ θεϊκὸν πνεῦμα τοῖς ἀγγέλοις ὁρμώμενοι οἱ Μακε‐ δονιανοὶ φασίν· Παῦλος Τιμοθέῳ ἔγραψεν·
5„διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκ λεκτῶν ἀγγέλων·“
τὸ δὲ ἅγιον πνεῦμα, ὡς συντάξας δῆθεν τοῖς ἀγγέλοις, ἀπεσιώπησεν.168

6

19,3

ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν τῆς ἰδίας ἡ ἔννοιά ἐστιν αὕτη. κἂν γάρ ποτε ἰδικῶς μὴ γένηται μνήμη τοῦ ἁγίου πνεύματος, συναναλαμβάνεται τῷ θεῷ πατρί, ἅτε πνεῦμα αὐτοῦ κατὰ φύσιν ὄν, διά τοι τοῦτό ἐστιν, ὅτε ἢ αὐτὸς ὁ θεὸς πατὴρ τῷ ῥήματι οὐκ ἐμνημονεύθη, ἀλλὰ
5τῇ πιστῇ διανοίᾳ, ὁ δὲ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐμνημονεύθη, ἢ τὸ ἔμ‐ παλιν. ὅπου γε μὴ ὀφείλων μνημονεύεσθαι Οὐαλεντῖνος τὸ μὲν ἁγιαστικὸν πνεῦμα „παράκλητον“ ὠνόμασεν, ὡς καὶ ὁ δεσπότης Χριστὸς „παράκλητοσ“ ἐκ τοῦ παρακαλεῖσθαι ἐκλήθη· τοὺς δὲ ἁγιαζομένους λειτουργοὺς προσηγό‐ ρευσεν „ἀγγέλουσ“.

6

19,4

πρὸς τούτοις· οὐδαμοῦ γραφῆς εἰς δημιουργίαν ἢ μυσταγωγίαν ἢ δοξολογίαν ἀγγέλους συμμνημονευομένους εὑρίσκομεν τῷ θεῷ. τοῦ δὲ ἁγίου πνεύματος κοινωνίαν πρὸς τὴν θεότητα ὁ Παῦλος Κορινθίοις ἐν τῇ δευτέρᾳ γέγραφεν ἐπιστολῇ·
5
„ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ
καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος,“ καὶ ἐν ἄλλοις·
„εἴ τις κοινωνία πνεύματος.“170

6

19,5

ὁ γοῦν ἱεροψάλτης τὴν πρὸς τὰ λειτουργικὰ πνεύματα ἐξαλλαγὴν τοῦ ἀγενήτου λόγου καὶ τοῦ θεϊκοῦ πνεύματος καὶ τὸ μὴ εἶναι τῆς ἐκείνων συστοιχίας, ἀλλ’ ὑπὸ τῶν αὐτοτελῶν ὑποστάσεων τούτων καὶ δι’ αὐτῶν καὶ δι’ αὐτὰς ὡς καὶ διὰ τὸν θεὸν πατέρα καὶ ἐν αὐταῖς ἐκτίσθαι τοὺς ἀγ‐
5γέλους καὶ τὰ πάντα τελειοῦσθαι καὶ διακρατεῖσθαι βοᾷ ῥήμασι τοιοῖσδε·
„τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ
στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.“ νοητέον γὰρ „λόγον“ τὸν δι’ οὗ τὰ πάντα, „πνεῦμα στόματος κυρίου“ τὸ ἅγιον πνεῦμα, „δυνάμεις οὐρανῶν“ αὐτάς τε τὰς συστάσεις αὐτῶν, καὶ μέντοι ἀγγέ‐
10λους καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ δυνάμεις. καὶ πάλιν·
„ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ
πῦρ φλέγον.“

6

19,6

διαπληκτίζεται δὲ πρὸς αὐτοὺς καὶ ὁ ἀπόστολος, κράζων·
„ἓν πνεῦμα ἐποτίσθημεν.“ ὡς γὰρ τὸ ἀπαύγασμα χωρισθῆναι ἀμήχανον τοῦ φωτός, καὶ τὴν σοφίαν τοῦ σοφοῦ, τουτέστιν τὸν υἱὸν ἀπὸ τοῦ πατρός· οὕτως καὶ τὸ ἅγιον πνεῦμα
5ἀπ’ ἐκείνου, οὗ ἐστιν πνεῦμα, ὡς ἡμῖν ὃ ἀναπνέομεν. ἔλαθον τοίνυν ἑαυ‐ τοὺς ὡς δι’ ὧν ἀκαίρως ἡμῖν οὐ συντίθενται καὶ εἰς τὸν ἀκατάσειστον οἶκον ἐπάνεισιν τὸν ἐν ἀρχαῖς. ὅθεν ἀπεπήδησαν, πράγματα πλέκουσι τῷ ἀποστόλῳ, αὐτῶν ἕνεκα διαμαρτυραμένῳ ἐν τοῖς ἐγκειμένοις αὐτοῦ ῥήμασιν ἐνώπιον τῆς ἀκτίστου φύσεως καὶ τῆς κτιστῆς, παραπλησίως πως τοῦ εἰπόν‐
10τος·
„ἥμαρτον τῷ θεῷ καὶ ἀνθρώποις,“ καί·
„διαμαρτύρομαι σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν,“ καί·
172
15„ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.“

6

20n

ὅτι κοινωνεῖ, ὡς τῇ οὐσίᾳ, οὕτως καὶ τοῖς ὀνόμασιν, τῷ θεῷ πνεύματι καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ

6

.

20

ἡ κτίσις ἀκοινώτητα ἔχει τὰ ὀνόματα πρὸς τὰ ἐπὶ τοῦ θεοῦ λεγόμενα ὀνόματα, ὡς καὶ τὴν φύσιν. τὸ δὲ ἅγιον πνεῦμα κοινωνεῖ τοῖς ὀνόμασι τοῦ θεοῦ διὰ τὸ καὶ τῇ φύσει κοινωνεῖν, πλὴν ὅτι ὁ πατὴρ μόνος κα‐ λεῖται „πατήρ“, διὰ τὸ μόνον ὑποστάσει γεννῆσαι, καὶ ὁ υἱὸς „υἱὸσ“
5καὶ οὐ πατὴρ ἀκτίστου φύσεως, διὰ τὸ ἀληθῶς γεννηθῆναι μέν, μὴ γεννῆ‐ σαι δέ. ὡς ἡνίκα ἡ γραφὴ ὀνομάζει καὶ αὐτὸ τὸ πνεῦμα „κύριον“, ὡς πάντων δεσπόζον καὶ κοινωνοῦν τῆς μιᾶς βασιλείας τῷ πατρὶ καὶ τῷ υἱῷ· „ἅγιον“, ὡς αὐτὸ φύσει ἅγιον καὶ ὡς τὴν κτίσιν ἁγιάζον· „ἄφθαρτον“, „ἀγαθόν“, „ἀγάπην“, „σοφίαν“, „σύνεσιν“, ὡς καὶ τὸν θεὸν προσηγόρευσεν· „δύναμιν“
10ἀφ’ ὧν ἐνδυναμοῖ· „δίκαιον“, ἀφ’ ὧν δικαιοῖ, αὐτοαναμάρτητον ὑπάρχον· „παράκλητον“, ὡς καὶ τὸν υἱόν· „πῦρ“, ἀφ’ ὧν ὤφθη τοῖς ἀποστόλοις πυρίναις γλώσσαις, καθὰ περὶ μὲν τοῦ πατρὸς λέγει Μωυσῆς·
„ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον,“ περὶ δὲ τοῦ υἱοῦ Ἰωάννης·
15„αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί,“
καὶ ὅσα τοιαῦτα.174

6

21n

ὅτι ἕν ἐστιν καὶ οὐ πολλά, ὡς τὰ κτίσματα.

6

.

21

ἡ κτίσις οὐδὲν ἔχει ἐν μιᾷ ὑποστάσει ἤτοι ἐν ἑνὶ προσώπῳ ὑπάρχον. καὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι πολλοί, τὰ σεραφὶμ ὁμοίως, τὰ χερουβὶμ οὐχ ἕν τί ἐστιν, ἀρχαὶ καὶ ἐξουσίαι εἴρηνται, δυνάμεις καὶ κυριότητες καὶ θρόνοι· πληθυντικῶς οὐρανοί, ἄνθρωποι καὶ τὰ λοιπὰ ποιήματα. κοι‐
5νωνεῖ γὰρ καὶ ἥλιος καὶ σελήνη τῷ πλήθει τῶν ἄστρων τῇ τε φύσει καὶ τῷ πυροειδεῖ, ὡς ἐξεργαστικώτερον ὁ πρῶτος τοῦτο περιέσχεν λόγος. τὸ δὲ ἅγιον πνεῦμα, ὡς μὴ ἐναρίθμιον τῇ κτίσει, ἓν καὶ τὸ αὐτὸ εἶναι τὰ λόγια ἡμῖν προσανεφώνησεν.

6

22n

ὅτι διὰ τὸ ὁμοούσιον καὶ ἄναρχον γέγραπται εἶναι ὕδωρ ζωῆς ἐκ τῆς πατρικῆς πηγῆς ἐκπορευθέν.

6

22,1

ἡ κτίσις οὐ γέγραπται εἶναι ὕδωρ ζωῆς· οὐ γὰρ ἀφ’ ἑαυτῆς ἔσχεν ἀειζωίαν, ὡς ὁ ἀνάρχως ζῶν θεός. τὸ δὲ ἅγιον πνεῦμα τοῦτο εἶναι εὐφη‐ μοῦσιν οἱ ἐν τοῖς ὑπογεγραμμένοις μνημονευθησόμενοι ἱεροκήρυκες, ὡς ἐκ τῆς ἀθανάτου καὶ φυσιζώου πατρικῆς πηγῆς συμφυῶς ἐκπορευόμενον,
5οὐχὶ κτιζόμενον. καθάπερ γὰρ ἐν τῷ πρώτῳ εἴπομεν λόγῳ, ὅτι τὸ φῶς οὐ γενεσιουργεῖ τὴν ἑαυτοῦ αὐγήν, ἀλλὰ γεννᾷ, οὕτως ἐνταῦθα, ὅτι ἡ πηγὴ οὐ γενεσιουργεῖ τὸ ἐξ αὐτῆς ὕδωρ, ἀλλ’ ἐκπορευόμενον ἔχει καὶ ὁμοούσιον οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ ἢ υἱοῦ ἢ πνεύματος γενεσιουργός ἐστιν· ἐπεὶ οὐκ‐
έτι πατήρ, οὔτε πνεῦμα ἔχων.176

6

22,2

Ἰερεμίας ἐκ προσώπου τοῦ θεοῦ· „ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ τούτῳ ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδα‐ τος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ
5
δυνήσονται ὕδωρ συνέχειν.“ τὸ μυστήριον ὁ προφήτης μυστηρικῶς ἐκτίθεται. εἶπεν γὰρ „πηγὴν“ τὸν θεόν, „ὕδωρ“ δὲ „ζῶν“ τὸ ἅγιον πνεῦμα, τὸ ἐν τῇ κολυμβήθρᾳ πάσας ἡμῶν ἐκκαθαῖρον τὰς ἁμαρτίας, τὸ διασπασθῆναι τῇ φύσει τῆς νοητῆς πηγῆς μὴ δυνάμενον, ὡς καὶ τὸ ἐκ πηγῶν ῥεῖθρον.

6

22,3

Ἠσαῖας ὁμοίως· „ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον ὕδατος ὡς χόρτος, καὶ ὡς ἰτέα
5
ἐπὶ παραρρέον ὕδωρ.“ καὶ τοῦτο διὰ κρυφίων ἔχει νοητὴν διαίρεσιν. τοῖς γὰρ ἐν ἀγνοίᾳ, φησίν, τυγχάνουσιν τοῦ βαπτίσματος καὶ διὰ τοῦτο „πορευομένοις ἐν ἀνύδρῳ“ „ἐπιθήσω τὸ πνεῦμά μου“ τὸ ποιῆσαι δυνάμενον τὴν κολυμβήθραν ἀναθῆλαι αὐτοὺς ὡς τὰ φίλυδρα τῶν φυτῶν, καὶ·
10„ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.“

6

22,4

καὶ ὁ ἱεροψάλτης τὸ ἀληθὲς τῷ πράγματι ἀφανές πως τῷ λόγῳ διὰ τὸ ἀναγκαῖον ποιῶν ἀναμέλπει ἐν μὲν λεʹ ψαλμῷ·
„ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,“ ἐν δὲ ρμζʹ·
5
„ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα
αὐτοῦ, καὶ ῥυήσεται ὕδατα εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ τὴν
μεγάλην·“ αὕτη δέ ἐστιν ἡ πᾶσα οἰκουμένη. ἵνα οὕτως γὰρ εἴπω, ὅπερ ἀνθρώποις
ἐστὶν ἑκάστη πόλις, τοῦτο παντοκράτορι ἡ οἰκουμένη.178

6

22,5

Βαροὺχ ἀποκλαιόμενος τὸν λαὸν ὄντα ἐν γῇ Χαλδαίων τῶν πνεῦμα ἅγιον μὴ ἐχόντων βοᾷ.
„τί σοί ἐστιν, Ἰσραήλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ;: ἐπαλαιώθης
ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ
5
τῶν εἰς Ἅιδου. ἐγκατέλιπες πηγὴν τῆς σοφίας· τῇ ὁδῷ τοῦ θεοῦ
εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον·“ „πηγὴν“ τὸν θεόν, „σοφίαν“ τὸ ἅγιον πνεῦμα λέγων.

6

22,6

Ἰωάννης ἀπὸ τοῦ υἱοῦ πρὸς τὴν Σαμαρίτιδα.
„εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· δός
μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν·“ τῆς κολυμβήθρας τοῦ ἁγίου πνεύματος τὰ ἀθάνατα νάματα λέγων. ὅτι γὰρ
5πάντα ταῦτα περὶ τοῦ πνεύματος τοῦ θεοῦ εἴρηται, ὃ μνημονευθεὶς εὐ‐ αγγελιστὴς ἡρμήνευσεν ἐπὶ λέξεως· τοῦ γὰρ σωτῆρος εἰπόντος·
„εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμὲ
καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν
ὕδατος ζῶντος,“
10εὐθὺς ἐπήγαγεν·
„τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ
πιστεύσαντες εἰς αὐτόν.“

6

23n

ὅτι τῷ ἁγίῳ πνεύματι ἐχρίσθη ὁ σωτήρ· οὐκ ἂν δὲ εἰ κτίσμα ἦν, τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; καὶ ὅτι καὶ ἡμεῖς χρῖσμα ἔχομεν αὐτοῦ.

6

23,1

ἡ κτίσις ἐλαίῳ κτιστῷ ἁγιαζομένῳ βαπτίσματι χρίεται. ὁ σωτήρ, ὡς θεὸς, τῷ συνακτίστῳ αὐτοῦ ἐχρίσατο παναγίῳ πνεύματι παρὰ τοὺς μετόχους ἡμᾶς. εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; μάρτυρες δὲ οἱ ὑπογεγραμμένοι· Ἠσαῖας ἀπὸ τοῦ σωτῆρος λέγων·
5„πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με·“
Δαυὶδ δέ·
„διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ
τοὺς μετόχους σου.“ διὰ τοῦτο ποῖον; ἐπειδὴ θεὸς ἀχειροποίητος ὢν ὑπὸ θεοῦ ἀκτίστου ἀν‐
180
10άρχου ἐχρίσθη. εἶπεν δὲ τὸ „ὁ θεός σου“ διὰ τὴν ἐκ παρθένου γέννησιν αὐτοῦ.

6

23,2

Πέτρος ἐν ταῖς πράξεσιν· „ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκή‐ ρυξεν Ἰωάννης· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ
5
θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει·“ αἱ Πράξεις·
„συνήχθησαν ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ, ἐπὶ τὸν ἅγιον παῖδα
σου Ἰησοῦν, ὃν ἔχρισας.“

6

23,3

καὶ τὰ Ἄισματα δὲ περὶ τούτου ὑφηγεῖται οὑτωσί·
„μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.“ „μύρου“ ὄνομα εἶναι τῷ Χριστῷ λέγει τὸ τοῦ παρακλήτου· ἐπειδὴ ἄμφω αἱ ὑποστάσεις τοῦ τε ὀνόματος κοινωνοῦσιν καὶ ἐν ἑαυταῖς τὴν τοῦ θεοῦ καὶ
5πατρὸς εὐωδιάζουσιν φύσιν. „νεανίδασ“ δὲ τὰς ἐκκλησίας λέγει, ἐν αἷς δοξά‐ ζεται, περὶ ὧν καὶ Δαυὶδ ἐν ξζʹ εἶπεν ψαλμῷ·
„προέφθασαν ἄρχοντες, ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπα‐
νιστριῶν·“ οὕτω φράσας διὰ τὸ ἐκβόητον τῆς πίστεως καὶ διὰ τὸ ἠχεῖν αὐτὰς εἰς
10πᾶσαν τὴν γῆν τοῖς ἀναγνώσμασιν καὶ ταῖς ψαλμῳδίαις. πρὸς ἑκάστην δὲ αὐ‐ τῶν ἐν τοῖς Ἄισμασι καὶ αὐτὸς ὁ ὡραῖος τῷ κάλλει νυμφίος σωφρόνως προσ‐
λαλεῖ·
„ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή.“ καὶ πάλιν ἐπιθαλάμιον ὥσπερ ᾄδει·
182
15„δεῦρο ἀπὸ λιβάνου, νύμφη· δεῦρο ἀπὸ λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.“

6

23,4

ὅτι δὲ καὶ ἡμεῖς χρῖσμα δεχόμεθα ἐν τῷ ἀνακαινισμῷ, Ἰωάννης γράφει ἐν τῇ πρώτῃ ἐπιστολῇ·
„καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντα.“ ὥσπερ, φησίν, ἐν τῇ οἰκονομίᾳ ὁ σωτήρ, καὶ „ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου“
5πνεύματος. καὶ τοῦτο δὲ τὸ σωτήριον δῶρον κοινῇ ὑπὸ τῆς μακαρίας τριάδος ἡμῖν παρεσχῆσθαι, διδάσκουσιν οὕτως· Ἠσαῖας·
„καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσιν τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο,
πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάν‐
τα τοῖς ἔθνεσιν.“
10„ὄροσ“ γὰρ τὴν ἐκκλησίαν τοῦ θεοῦ διὰ τὸ ὑψηλὸν τῆς πίστεως, „οἶνον“ τὸ δεσπο‐ τικὸν σωτήριον αἷμα, „μύρον“, ὃ ἁγιασθέντες ἀλειφόμεθα ὑπὸ τοῦ ἱερέως προαν‐ εφώνησεν.

6

23,5

Ἰωάννης ἐν τῇ αὐτῇ πρώτῃ ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· „καὶ ὑμεῖς τὸ χρῖσμα, ὃ ἐλάβετε ἀπ’ αὐτοῦ, μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων,“
5Παῦλος δὲ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους·
„ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς
θεός, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ
πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.“184

7

n

Περὶ τῶν θεϊκῶν ἐνεργειῶν καὶ παροχῶν τοῦ ἁγίου πνεύματος Ἄγαν τοίνυν φιλοτίμως τὴν θεῖαν καὶ ἀκροτάτην τοῦ ἁγίου πνεύματος φύσιν τὴν οὖσαν ὑπὲρ ζωὴν καὶ ὑπὲρ νοῦν· τὰ λόγια ἐπιδείξαντα ἐφάμιλλον αὐτῆς καὶ τὴν κηδεμονικωτάτην ἔνθεον ἐνέργειαν ἐκφαίνει οὑτωσί·

7

1n

ὅτι ζωοποιεῖ

7

1,1

ὅτι ζωοποιεῖ, ὡς πνεῦμα ὑπάρχον τοῦ ζωογονοῦντος τὰ πάντα θεοῦ, κατὰ Παῦλον τὴν σάλπιγγα τῆς πίστεως, γράφοντα Ῥωμαίοις μέν·
„ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν
με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·“
5καὶ πάλιν·
„ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ
ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν·“ Κορινθίοις δέ·
„οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν·
10ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. τὸ γὰρ γράμμα ἀπο‐
κτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.“186

7

1,2

γράμμα δὲ εἶπεν τὸν Μωσαϊκὸν νόμον, τὸν διαγορεύοντα·
„ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντοσ“ καὶ ἀμυνόμενον τὸν ἀσυνέτως βιοτεύοντα· ζωοποιὸν δὲ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, τὸ μηκέτι ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν ἡμᾶς ποιῆσαν καὶ παρεγγυῆσαν
5μὴ ἀποδοῦναι·
„κακὸν ἀντὶ κακοῦ“, μᾶλλον δὲ ἀγαθὸν ἀντὶ κακοῦ παρασχεῖν.
„ἐάν“, γὰρ φησίν, „πεινᾷ ὁ ἐχθρός σου, χόρτασον αὐτόν·“ καὶ πάλιν τοῖς αὐτοῖς·
10
„ἐγένετο ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς
πνεῦμα ζωοποιοῦν·“ Γαλάταις δέ·
„ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·“ καὶ κατὰ Ἰωάννην λέγοντα ἀπὸ τοῦ σωτῆρος·
15
„τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν.“ αὐτὸ δὴ τοῦτο δηλῶν Ἰεζεκιήλ, καὶ ὅτι σὺν τῷ θεῷ, ὡς πνεῦμα αὐτοῦ, τὴν ἀνάστασιν ποιήσει, προφητεύει·
„τάδε λέγει κύριος τοῖς ὀστέοις τοῖς ξηροῖς τούτοις· ἰδοὺ ἐγὼ
εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἀνάξω
20ἐφ’ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω ἐφ’ ὑμᾶς
τὸ πνεῦμά μου, καὶ ζήσεσθε καὶ γνώσεσθε, ὅτι ἐγὼ κύριος.“188

7

1,3

ἡ οὖν οὐσιωδῶς ζωὴ καὶ ἡ ζωοποιὸς δύναμις οὔτ’ ἀρχὴν οὔτε πέρας οὔτ’ ἀλλοίωσιν ἔχει· τὸ δὲ τούτοις μὴ ὑποπῖπτον φύσει καὶ ἀληθείᾳ θεός ἐστιν, ἅτε δὴ καὶ τὰ κατ’ ἐξαίρετον τοῦ θεοῦ καὶ πατρὸς οἴκοθεν κεκτημένον. οὐδὲν γὰρ κτιστὸν ζωῆς αἴτιον εἶναι ἢ ζωὴν ἐν ἑαυτῷ δεικνύναι δύναται·
5πάντα δὲ νεκρὰ τὰ τοῦ θεϊκοῦ πνεύματος ἐστερημένα·
„ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν,“ ὡς ἔφασαν αἱ ἀποστολικαὶ πράξεις. καὶ γὰρ εἰ πάντα τὰ γινόμενα καὶ φθαρτά, τὰ δὲ φθειρόμενα στερεῖται ζωῆς ὑπομένοντα· πῶς ἂν ἄλλοις χαρίσαιτο ταῦτα, ὧν αὐτὰ γίνεται ἐνδεῆ; ζωοποιούμεθα δὴ οὖν ὑπὸ τοῦ ἁγίου πνεύματος, ὡς
10καὶ ὑπὸ τοῦ εἰπόντος·
„ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.“

7

2n

ὅτι διὰ τὴν ταυτότητα τῆς θεότητος καὶ τὴν ἴσην ἐνέργειαν γέγραπται, ὡς ἤγειρεν τὸν ἑκουσίως δι’ ἡμᾶς παθόντα σαρκὶ Χριστὸν ποτὲ πατὴρ, ποτὲ αὐτὸς ἑαυτόν, ποτὲ τὸ ἅγιον πνεῦμα. καὶ κατὰ αἱρετικῆς ἐκθέσεως.

7

.

2

ὅτι διὰ τὴν ταυτότητα τῆς θεότητος καὶ τὴν μίαν ἐνέργειαν λέγουσιν αἱ γραφαί, ὡς κατὰ τὴν τοῦ δούλου μορφὴν Ἰησοῦν Χριστὸν ἤγειρεν ποτὲ ὁ πατήρ, ποτὲ αὐτὸς ἑαυτόν, ποτὲ τὸ ἅγιον πνεῦμα· οὑτωσὶ αἱ πράξεις·
„τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ·“
5Ἰωάννης ἀπὸ τοῦ σωτῆρος·
„λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. αὐτὸς
δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ·“ καὶ πάλιν·
„ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς αἴρει αὐτὴν
10ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτήν. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ
ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.“ Πέτρος ἐν τῇ πρώτῃ ἐπιστολῇ·
„Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων,
ἵνα ἡμᾶς προσαγάγῃ τῷ θεῷ· θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ
190
15πνεύματι.“

7

3n

ὅτι δημιουργεῖ καὶ ἐκ νεκρῶν ἐγείρει. ἐν ταὐτῷ, ὅτι τὸ ἁγιάσαι δημι‐ ουργῆσαί ἐστιν καὶ ἀναγκαιότερον τοῦ δημιουργῆσαι. καὶ κατὰ αἱρετικῆς ἐκθέσεως.

7

3,1

ὅτι δημιουργεῖ τὸ μέγα κτίσμα τὸν ἄνθρωπον καὶ ἐκ νεκρῶν ἐγείρει καὶ ζωοποιεῖ καὶ εἰς οὐρανὸν ἐπιστρέφει καὶ συγκαταρρυεῖσαν ταῖς ἀν‐ θρωπίναις ἀνομίαις τὴν γῆν ἀνεκαίνισε πάλιν καὶ ἀνέθαλψε τὸ πνεῦμα τὸ ἅγιον ἄνευ πραγματείας καὶ οἷον αὐτομάτως, ἅτε συνδημιουργὸς καὶ ἰσουρ‐
5γὸς τοῦ ὑποστήσαντος αὐτὴν κατ’ ἀρχὰς ἀρχιτέχνου θεοῦ, ὡς γνῶναι ἡμῖν ἐφίεται, ἐξ ὧν ἐξέφηναν οὗτοι· Ἰώβ·
„πνεῦμα θεῖον τὸ ποιῆσάν με· πνοὴ δὲ παντοκράτορος, ἡ διδάσκουσά
με.“ Δαυὶδ ἐν μὲν ργʹ ψαλμῷ·
10
„ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς
τὸ πρόσωπον τῆς γῆς.“ τοῦτο βεβαιοῖ ὁ ἀπόστολος γράφων Κορινθίοις τὸ δεύτερον·
„ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ
γέγονε καινὰ τὰ πάντα.“
15ἐν δὲ λβʹ ψαλμῷ·
„τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στό‐
ματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν“192

7

3,2

μὴ παραδράμῃς τὰ αὐτόθεν ἀκούεσθαι δυνάμενα· ἀλλ’ ἴδε, ὅτιπερ—ὡς δημιουργὸς καὶ ἀγαθὸς θεός—μένον εἰς ἀεὶ τὸ πνεῦμα τοῦ θεοῦ φιλίαν μό‐ νιμον τῇ κτίσει χορηγεῖ καὶ ἀλύτοις αὐτὴν ἔσφιγξε δεσμοῖς καὶ ἥδρασεν. ἀκατάσειστον καὶ πάντα τῇ ἑαυτοῦ δυνάμει στηρίζει· καὶ ὅτι ἀθέμιτόν ἐστι
5κτίσμα καλεῖν τὸ κτίζον καὶ ἐνδυναμοῦν τοῦ θεοῦ τὰ κτίσματα. συνεργὸν γὰρ καὶ ὁμοούσιον αὐτὸ τῷ θεῷ ἅτε πνεῦμα αὐτοῦ καὶ δάκτυλον, ὡς ἐν τῷ πρώτῳ ἐδείχθη βιβλίῳ, μυστικῶς παριστῶν ἐν ηʹ ψαλμῷ προφητεύει·
„ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου.“ καὶ Μωυσῆς δὲ ἐν τῇ γενέσει ἀπὸ τοῦ θεοῦ καὶ πατρὸς πρὸς τὸν υἱὸν καὶ
10τὸ ἅγιον αὐτοῦ πνεῦμα φησίν·
„ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν καὶ ἀρχέτω‐
σαν τῶν ἐπὶ τῆς γῆς.“ οὐ γὰρ ἀγγέλους ἢ ἄλλα πνεύματα ἔλαβεν συγχειρουργοὺς ἢ γνωμοδότας ὁ θεός· „ἐπειδὴ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ αὐτοῦ ὁ δεσπότης.“ οὐδὲ εὑρίσκεται
15πώποτε εἰς δημιουργίαν συμπαραλαβὼν κτίσμα, καθὰ Δαυὶδ ψάλλει ἐν λβʹ ψαλμῷ·
„ὁ πλάσας καταμονὰς τὰς καρδίας αὐτῶν,“ καὶ ἐν ρληʹ·
„οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ποίησας ἐν κρυφῇ.“
20καὶ ὡς Παῦλος Ῥωμαίοις γράφει·
„τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;“
τουτέστιν, τῆς κτίσεως οὐδείς. πλάτος γὰρ ἔχον τὸ „τίσ“ τοῦτο προφαίνει.194

7

3,3

ἔδειξεν δὲ τῷ μὲν μὴ εἰπεῖν „ποιήσατε“, ἀλλὰ „ποιήσωμεν“, ὡς οὐκ ἔστιν ὑπουργὸς ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ δυνάμεως καὶ θελήσεως μιᾶς· τῷ δὲ ἐπαγαγεῖν „κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν“, ὡς μία ἐστὶν οὐσία τῇ τριάδι· καὶ ὡς οὐ πρὸς ἀγγέλους εἴρηται τοῦτο τοῖς ἀπείρως
5καὶ ἀσυνεικάστως {ἔν} μείω τὴν „εἰκόνα καὶ ὁμοίωσιν“ ἔχουσιν (εἰ ἀκίνδυνον τοῦτο, ὡς ἄνθρωπον, εἰπεῖν) τῆς ἀνειδέου καὶ ἀσχηματίστου καὶ ἀρρήτου τριάδος, διὸ ἐπήγαγεν ὁ αὐτὸς κοσμογράφος·
„καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν
αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς·“
10καὶ πάλιν·
„εἶδεν ὁ θεός, ὅτι καλόν.“ ἐν οἷς ῥητοῖς αὖθις τῆς αὐτοτελοῦς καὶ γενεσιουργοῦ τριάδος τὸ τέλειον καὶ σύμφωνον καὶ κοσμητικὸν καὶ ἐπίπαν ἄφθονον σημαίνεται μυστικῶς. ἐπειδὴ ταῦτα θεάτρων μὲν καὶ πλήθους ἄξια οὐχ ἡγήσατο εἶναι ὁ Μωυσῆς
15ἤγουν ὁ ἐνηχήσας αὐτῷ θεός· τοσούτων δέ, ὅσοι μὴ παρανομεῖν ἐς ταῦτα ἔμελλον. „ἐποίησεν“ γὰρ „ὁ θεόσ“, τουτέστιν ὁ υἱός, „τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ“, τουτέστιν τοῦ πατρός, „ἐποίησεν αὐτόν, καὶ εἶδεν ὁ θεόσ“, τουτέστιν τὸ πνεῦμα „ὅτι καλόν, καὶ εὐλόγησεν αὐτούσ“, τουτέστιν
ἡγίασεν.196

7

3,4

τὸ δὲ „κατ’ εἰκόνα“, ὡς ἐμοὶ δοκεῖ, νοητέον, ὅτι ἐκ τοῦ θεϊκοῦ φυσή‐ ματος τὸ πνεῦμα τὸ ἀθάνατον ἔχομεν καὶ νοῦν ἀεὶ θέοντα καὶ κυβερνῶντα ἐφ’ ὃ χρή, καὶ λόγον σοφὸν ἀρέσκοντα τῷ δεδωκότι καὶ δυνάμενον σὺν πίστει τεκνογονίας αἴτιον γίνεσθαι καὶ ζωῆς καὶ νεκρῶν ἐγέρσεως καὶ ὀρέ‐
5ων μεταθέσεως· πρὸς τούτοις, ὅτι μετειλήφαμεν καὶ τῆς αὐτοῦ ἀγαθότητος.

7

3,5

εἶτα καὶ Παῦλος, ὡς μικρῷ πρόσθεν ἐλέχθη·
„ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ
πνεύματος ἐν ἡμῖν.“ καὶ Ἑβραίοις τοὺς αἰῶνας γεγενῆσθαι καὶ τὴν κτίσιν ἐστηρίχθαι ὑπὸ
5τοῦ ἁγίου πνεύματος καταγγέλλων καὶ ῥῆμα θεοῦ τὸ πνεῦμα, καθὰ ἤδη ἐμνη‐ μονεύθη, προσαγορεύων γράφει·
„πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ
ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι,“ καὶ πάλιν·
10
„φέρων γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,“ καὶ ὁ ψαλμῳδός·
„πάντα ἐν σοφίᾳ ἐποίησας,“
τουτέστιν ἐν τῷ πνεύματί σου καὶ τῷ υἱῷ σου.198

7

3,6

πῶς οὖν οὐκ ἄναρχον καὶ δημιουργὸν καὶ κυρίως θεὸς τὸ θεϊκὸν πνεῦμα τὸ ἀχώριστον τοῦ πνεύσαντος αὐτὸ καὶ τοῦ δημιουργοῦ υἱοῦ· τὸ τοὺς αἰῶ‐ νας κατασκευάσαν, μεθ’ ὧν οὐρανός τε καὶ τὰ ἐν αὐτῷ καὶ πᾶν, εἴ τί ἐστιν κτιστὸν παρήχθη· καὶ πάντα τῇ ἑαυτοῦ δυνάμει φέρον τε καὶ διοικοῦν· τὸ
5παραυτίκα τοῦ γενέσθαι οὐρανόν, γῆν, θάλατταν ἐπιφερόμενον ἐπὶ τοῦ ὕδατος καὶ ζωογόνον καὶ ζωοτρόφον αὐτὸ ἀπεργαζόμενον;

7

3,7

ὥσπερ γὰρ διὰ τὸ λέγειν ἐν τῷ Ἰὼβ περὶ τοῦ υἱοῦ·
„ὁ τανύσας τὸν οὐρανὸν μόνος,“ οὐκ ἀφιστᾷ μὲν τῆς δημιουργίας τὸν ἐξ οὗ τὰ πάντα καὶ ἐν ᾧ πάντα συνέστη‐ κεν πατέρα (πῶς γὰρ ἂν εἴη λοιπὸν ταῦτα ἀληθῆ;), οὕτως οὐδὲ τὸ τῆς σοφίας
5καὶ δυνάμεως καὶ ἁγιοσύνης πνεῦμα τοῦ θεοῦ ἐξωθεῖν τοῦ εἶναι συνδημιουρ‐ γὸν τοῦ θεοῦ ὅσιον. καὶ ποῖα δὲ εἰς τοῦτο μείζων ἀπόδειξις ἂν εὑρεθείη τοῦ ἐφ’ ἑκάστης ἐν τῷ βαπτίσματι ἀνακαινίζειν καὶ ἁγιάζειν τὸ πνεῦμα τοῦ θεοῦ καὶ ἐπὶ τὸ κρεῖττον καὶ πρῶτον ἀνακαλεῖσθαι σχῆμα τοῦ βίου; τοῦτο γὰρ δηλοῖ καὶ τὸ συμμνημονεύεσθαι αὐτό, ὡς τὸν ἀπόστολον περὶ τῶν ἐκ πα‐
10λιγγενεσίας ἀρτίων γενέσθαι καὶ τοῦ παρὰ πάντα μεγίστου κατορθώματος ἀπολαῦσαι προσδοκωμένων ἀναφωνεῖν·
„ὅπως γένησθε κατ’ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς;“ προφητεύειν δὲ καὶ τὸν Δαυὶδ ἐν ραʹ ψαλμῷ·
„λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.“200

7

3,8

εἰ μηδὲ κοινωνίαν οὐσίας καὶ κυριότητος καὶ ἐνεργείας εἶχεν πρὸς τὸν πατέρα καὶ πρὸς τὸν·
„δι’ οὗ τὰ πάντα ἐγένετο“ υἱόν, οὐκ ἂν ἀνακαίνιζεν καὶ ἡγίαζεν. διὸ σὺν τῷ παναγίῳ πνεύματι ὁ Χριστὸς
5μετὰ τὴν ἀνάστασιν τὸν φθαρέντα τῇ παρακοῇ ἄνθρωπον ἀνακτίζων καὶ ἁγιάζων ἐνέφυσα εἰς τὰ πρόσωπα τῶν μαθητῶν καὶ ἔλεγεν·
„λάβετε πνεῦμα ἅγιον·“ πληρῶν τοῦ Ναοὺμ προφητείαν τὴν ὑπὸ ἀκατασχέτου πόθου τοῦ πρὸς τὸ ἄμετρον καλὸν τοῦ πράγματος τὸ γενησόμενον ὡς ἤδη πραττόμενον διηγουμένην·
10
„ἀνέβη ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός
σε ἐκ θλίψεως.“ ὅτι δὲ κτίσαι ἐστὶν καὶ τὸ ἁγιάσαι, ὅπερ ποιεῖν πέφυκεν τὸ θεϊκὸν πνεῦμα, Δαυὶδ μαρτυρεῖ, ψάλλων·
„καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,“
15τουτέστιν· ἁγίασόν με, ἵν’ ἀνακαινισθείην, καταφθαρεὶς τῇ ἁμαρτίᾳ· ἐπεὶ πῶς ἂν αὐτῷ ἑτέρα ἐκτίσθη καρδία;

7

3,9

συμφράζει τε τούτῳ·
„καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,“ ἀντὶ τοῦ· τὸ πάντα ὑπερφέρον σεβάσμιόν σου πνεῦμα παράσχου μοι, ἵνα, φησίν, τῷ ἁγιασμῷ αὐτοῦ καθαρὸς ἀναφανείς, γένωμαι ναὸς αὐτοῦ ἄξιος. ἐκ γὰρ δὴ
5μόνης τῆς αὐτοῦ καὶ τοῦ υἱοῦ σου ἐπιστασίας καὶ αὐτός, δέσποτα, καταση‐ μαίνῃ ἡμῖν καὶ πάντων ἄκος δεχόμεθα κακῶν καὶ ἐν ἐλπίσιν βεβαίαις παντὸς αἰωνίου γινόμεθα ἀγαθοῦ. ἐμφανὲς γὰρ ἡμῖν, ὅτι Δαυὶδ αὐτὸ ἐξαιτεῖ ἐγκαι‐ νισθῆναι αὐτῷ· ἐπεὶ πῶς ἂν τὸ ἤδη ὂν αὐτῷ πνεῦμα ὡς ἄρτι ἐπ’ αὐτὸν ἐρχό‐
μενον ἐνεκαινίζετο;202

7

3,10

ἀλλὰ καὶ μεῖζον καὶ ἀναγκαιότερον τὸ ἁγιάσαι τοῦ δημιουργῆσαι εἰδυῖα ἡ γραφὴ περὶ τοῦ ἀπολέσαντος τὸν ἁγιασμὸν ἐλεεινοῦ Ἰούδα εἶπεν·
„καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος,“ ἐπειδή, φησίν, ἁπάντων ἀσυμφορώτατον ἔπραξεν καὶ τὸν δεσπότην ἀντ’ οὐδε‐
5νὸς κακοῦ ἀπέδοτο καὶ τὴν ζωὴν ἀργυρίων ἠλλάξατο. καὶ δὴ καὶ περὶ τῆς ἐν τῇ ἀρρήτῳ οἰκονομίᾳ δουλικῆς μορφῆς, περὶ ἧς λέγει Ἰωάννης μέν·
„καὶ ὁ λόγος σὰρξ ἐγένετο,“ Παῦλος δέ·
„ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών,“
10ὁ μὲν Σολομὼν εἶπεν·
„ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον“ ὁ δὲ Ματθαῖος διὰ τὸ ταὐτὸν τῆς θεϊκῆς φύσεως καὶ ἐνεργείας ἐξέθετο ὡδί·
„τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μη‐
τρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν
15
γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.“ καὶ ὁ ἀρχάγγελος δὲ ἔφη·
„τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου,“ καὶ πάλιν·
„πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἑπισκιάσει σοι·
20διὸ καὶ τὸ γεννώμενον ἅγιον υἱὸς ὑψίστου κληθήσεται.“204

7

3,11

μνημονευτέον οὖν, ὅτι διὰ τὰς αἱρετικὰς ἀδολεσχίας γένεσιν προανέτα‐ ξεν τῆς ἐνανθρωπήσεως ὁ εὐαγγελίστης, εἶτα γέννησιν. διασυρόντες γὰρ ἡμῶν τὰς γραφικὰς ἀποδείξεις, λέγουσιν πευστικῶς καθ’ ὑπόκρισιν· υἱὸς οὖν τοῦ πνεύματός ἐστιν ὁ Χριστός; πιστῶς οὐδὲ ταῦτα ἀκούοντες οὐδὲ τὸ παρ’ αὐτοῦ
5τοῖς ἀποστόλοις εἰρημένον·
„οὐκ οἴδατε, οἵου πνεύματός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου.“ εἰ οὖν, ἐπειδὴ ὁ πατὴρ θεὸς ἀληθινός, διὰ τοῦτο καὶ ἡ ἐνέργεια αὐτοῦ θεῖά ἐστιν πάντη τε καὶ πάντως· ἐπειδὴ ταύτῃ ἴση καὶ ὁμοία ἡ ἐνέργεια τοῦ ἁγίου πνεύματος φαίνεται, διὰ τοῦτο καὶ αὐτὸ θεὸς ἀληθινὸς τυγχάνει. πρέποι δὲ
10ἂν καὶ περὶ τοῦ υἱοῦ ὡσαύτως εἰπεῖν. ἐπεὶ μή γε εἰ ἡ τοῦ πατρὸς ἐνέργεια τῆς τοῦ υἱοῦ ἢ τοῦ πνεύματος ἀμείνων, τί γὰρ καὶ ὅλως ἐνήργει τὸ πνεῦμα ἢ ὁ υἱὸς εἰς ἡμᾶς; καίτοι τὴν χείρω ἐπάγοντες δύναμιν, εἴπερ ἀνομοίως ἔχουσιν, ὡς οἱ αἱρετικοί φασιν; εἰ δὲ δὴ χρήσιμος καὶ σωτηριώδης ἡ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πλήρωσις, κατ’ οὐδὲν ἔσται ἀνόμοιος ὁ υἱὸς ἢ τὸ
15πνεῦμα. οὔτε γὰρ ἂν ὁ ὑπέρτατος καὶ πλούσιος ἐν ἐλέει παρὰ τοῦ χείρονος
καὶ πενεστέρου ἐδανείσατο, οὔτε ἡμεῖς διττῶς καὶ ἀνομοίως ἐνηργήμεθα.206

7

3,12

καὶ μέντοι ποῖον ἔχει λόγον, ἄνθρωπον μὲν καλῶν, φέρε εἰπεῖν, ἢ κακῶν εἶναι ποιητὴν καὶ δημιουργόν, τὸ δὲ πνεῦμα μὴ εἶναι τοῦτο; ἀλλ’ ὁ ἄνθρωπος κατὰ συγχώρησιν μὲν τοῦ θεοῦ πράττει τοῦτο ἢ ἐκεῖνο· ἀπὸ οὐσί‐ ας δὲ τῆς ὑπὸ τοῦ θεοῦ προοισθείσης, ἄψυχον δημιουργεῖ, ὁ δ’ ἂν θέλοι,
5οὐ μὴν καὶ οὐσίαν αὐτήν, ὡς ἔφαμεν ἤδη. τὸ δέ γε πνεῦμα καὶ αὐθεντικῶς ποιεῖ, καὶ οὐσίαν ἐκ μὴ ὄντων ὑφίστησιν, ἅτε συνεργὸν καὶ πνοὴ παντοκρά‐ τορος. διόπερ ὁ θεὸς ἐν τῷ Ἰεζεκιήλ, τὸ μὲν ἡμέτερον πνεῦμα ἀνακαινίζεσ‐ θαι, τὸ δὲ ἅγιον πνεῦμα ἀνακαινίζειν, καὶ οὐχ ἁπλῶς πνεῦμα εἶναι, ἀλλ’ ἑαυτοῦ κυρίως ὑποδεικνύς, τοιάδε θεσπίζει·
10„καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφε‐ λῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμα μου δώσω ἐν ὑμῖν.“

7

3,13

οἱ δὲ καὶ τῶν θείων φωνῶν τούτων ὀλιγωροῦντες, καὶ ἐν ἀπορίᾳ πάσῃ τῶν δικαίων καθεστῶτες, λοιπὸν ταῖς ἔξωθεν τέχναις ἀποκέχρηνται, καὶ ἐπ’ ἄλλα καὶ ἄλλα μεταφέρειν ἐπιχειροῦσιν τὰ οὕτως σαφῶς εἰρημένα. φάσκουσι γὰρ λέξεσιν αὐταῖς· νεκροὺς ὁ δημιουργήσας, τοὺς νεκρουμένους ἐγείρει
5μόνος. ἀρχιτέκτονος γὰρ ἔργον φθειρόμενον ζωγράφος οὐκ ἂν διορθώσαιτο, ἀλλ’ οὐδὲ ναυπηγοῦ θηρευτής, ἀλλ’ οὐδέ γε οἰκοδόμου δρομεύς· ἀλλὰ γὰρ ἀρχι‐ τέκτονος ἀρχιτέκτων καὶ ναυπηγοῦ ναυπηγός. τὸ δὲ ἅγιον πνεῦμα, φησίν, οὔτε νεκροὺς ἤγειρεν, οὔτε ἐδημιούργησεν· ἅπαξ γάρ, φησίν, ἐπὶ τοῦ Ἀδὰμ δεδημιούργηται ἡ ἀνθρώπων φύσις· καὶ οὔτε ἑτέρα παρ’ ἐκείνην, οὔτε πολ‐
10λάκις. ἀλλὰ καὶ ἡ Εὔα συνεκτίσθη μὲν τῷ Ἀδὰμ τῷ κοινῷ τῆς φύσεως λόγῳ,
μετὰ ταῦτα δὲ διεμορφώθη.208

7

3,14

ἡμεῖς δὲ οἱ ὀρθόδοξοι, ἐπειδὴ μάλιστα θεϊκῆς δυνάμεως γνώρισμα τὸ δημιουργῆσαι καὶ νεκροὺς ἐγεῖραι, ὁμολογοῦμεν τὸ ἅγιον πνεῦμα ταῦτα πεποι‐ ηκὸς εἶναι θεόν·
„τῷ λόγῳ“ γὰρ „κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ
5
στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν,“ καὶ ἐπειδὴ ἀρχῆθεν, δημιουργουμένων πάντων, συμπαρῆν καὶ ἀχωρίστως εἶχεν τῇ θεότητι καὶ τῇ ἐνεργείᾳ, διὰ τοῦτο καὶ ἀνακαινιζομένων αὐτῶν συμπάρεστι καὶ συμμνημονεύεται. ὅπερ γὰρ εἰρήκασιν αὐτοὶ οὗτοι, οὐκ ἦν ἑτέρας οὐσίας (ὅ ἐστιν φύσεως) τὸ ἀνακαινίσαι, εἰ μὴ τῆς τοῦ κτίσαντος. περὶ οὖν τῶν ὄν‐
10των καὶ πολιτευομένων ὡς μὴ ὄντων, ἀλλὰ νῦν πνευματικῶς καὶ θειοτέρως κτιζομένων ὁ Δαυὶδ καὶ ὁ Παῦλος κηρύσσει, ὡς προελέχθη καὶ ὡς πολλαχοῦ εὑρήσομεν. ἐπιλείψει με γὰρ ἂν ὁ πᾶς χρόνος, εἰ πάντων πανταχοῦ μνημονεύ‐ ειν ἐθελήσω.

7

3,15

εἰ μὴ οὖν ἑτέρως μὲν ταῖς γραφαῖς, ἑτέρως δὲ αὐτοῖς ἐκείνοις ἐδόκει, πρῶτον μὲν οὖν κἄν ποτε παρενεθυμήθησαν τὰ θεῖα γραφεῖα τὰ ἐν τῷ βιβλίῳ τῷδε καὶ τῷ πρὸ αὐτοῦ μνημονευθέντα· τί γὰρ ἄν, ἀκούοντες ταῦτα, φήσαιεν τὸν χρήσαντα αὐτὰ διδάσκειν; δεύτερον δὲ ἐλογίσαντο ἄν, ὅτιπερ, ὃν τρόπον
5τοῦ υἱοῦ κτίσαντος συμποιητὴς ὁ πατήρ ἐστιν τῇ εὐδοκήσει, οὕτω καὶ τὸ πνεῦμα αὐτοῦ· καὶ οὐκ εἰς τὴν τῶν οὐχ ὁμοίων ἐξέτασιν τῶν συνάρσεως τῆς ἀλλήλων καὶ τῆς ἀπὸ τοῦ χρόνου δεομένων καὶ μηδὲ πληρούντων ἑτοίμως καὶ πανταχόθεν ἀμέμπτως τὴν ἐνθύμησιν τὰ τῆς ἀμίκτου ἅπασιν μακαρίας τριάδος τῆς καὶ ἡμᾶς ἀποτελεσάσης, δημιουργοὺς λόγων τε καὶ ὑλῶν ἐπισκευῆς, ἤγαγον,
10λέγοντες, ἅπερ μήποτ’ ἔφασαν. τί γὰρ ἢ ὡς πηλίκοι εἴποιμεν τῷ ἅπαξ θελή‐
σαντι θεῷ πατρὶ διὰ τοῦ υἱοῦ λόγου πάντα ὑποστῆναι;210

7

3,16

ἀμέλει τοι περὶ τοῦ ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ καὶ ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα κεκήρυκται, ὡς ἀρτίως εἴρηται·
„τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου,“ ἵνα κἀντεῦθεν ὁμόλογον ᾖ, ὡς συνεργὸν ἦν τῷ ἀγαθουργῷ δημιουργῷ τὸ ἁγιασ‐
5τικὸν πνεῦμα. διὸ καὶ αὖθις γέγραπται·
„ἤγετο ὁ Ἰησοῦς ἐν πνεύματι ἐπὶ τὴν ἔρημον·“ ἐπειδὴ συνῆν αὐτῷ τὸ ἡγεμονικὸν πνεῦμα, ὡς θεὸς θεῷ καὶ ὡς πάντα συνέχων καὶ πανταχοῦ παρὼν τῷ, ἐφ’ ὃν πάντα ἐστήρικται, καὶ ἐν πᾶσιν ὄντι καὶ πληροῦντι τὰ πάντα. ἐπεὶ μή γε τῷ ἐκείνων λόγῳ καὶ τῷ τρόπῳ οὔτε ὁ πατὴρ
10δημιουργὸς ἢ νεκροὺς ἐγείρων. πάντα γὰρ διὰ τοῦ υἱοῦ ἐγένετο ἀπόνως. πό‐ νος γὰρ πάθος ἐστί· πάθος δὲ ὁδὸς ἐπὶ φθοράν. οὐκ ἀρνούμενοι δὲ τὸν δεσ‐ πότην σεσαρκῶσθαι δίχα ἁμαρτίας ἐκ τῆς φύσεως τοῦ Ἀδάμ, ὅ ἐστιν ἐκ τῆς παρθένου, ἢ τῆς ἡμετέρας ταῦτά φαμεν, μᾶλλον δὲ καὶ βεβαιοῦμεν τοῦτο διὰ τοῦ λέγειν ἐκ πνεύματος ἁγίου γεγεννῆσθαι. ἐπειδή, ὡς εἴρηται, καὶ τὴν
15ἀρχὴν συμπαρῆν τὸ προαιώνιον καὶ προκόσμιον πνεῦμα τοῦ θεοῦ τῷ ποιητῇ τῆς ἡμετέρας φύσεως, οὐχ ὡς χρῄζοντι βοηθείας, ἀλλὰ σὺν ταυτότητι καὶ ἰσό‐
τητι θεότητος καὶ θελήσεως, καὶ οἷον μὴ ἀποτετμημένον τοῦ φωτὸς τὸ φῶς.212

7

3,17

ἢ σύσθητι οὖν, Μακεδόνιε, τοῖς ἁγίοις, κτίσμα τὸ θεῖον πνεῦμα μὴ ὀνομάζουσιν, ἀλλ’ ἐκπεπορεῦσθαι ἐκ τοῦ θεοῦ, ὡς πνεῦμα αὐτοῦ κατὰ φύσιν· ἤ, ὡς ἔθος σοι φάσκειν, ὅτι θεοῦ μὲν ἥττων τῇ φύσει, ἀγγέλων δὲ κρείττων ἐστίν, μέσην τινὰ φύσιν καὶ τάξιν εἰληχός, 〈ἀπόδειξον〉 κεχρησμῳδηκότας·
5τὰ γὰρ ἐκείνων δικαίως προτετίμηται παρὰ τῷ θεῷ τῶν σῶν καὶ τῶν Ἀρείου· καὶ οὐχ ὡς δίδωσιν ὁ τῆς τέχνης καὶ τῆς σοφιστείας νόμος, ἐξόν σοι θαρρή‐ σαντι ἀφεῖναι κατὰ τοῦ θείου πνεύματος ἰδίους λόγους· οὗ τὴν θείαν φύσιν οὐδ’ ἂν εἰ τοὺς τῆς διανοίας ὀφθαλμοὺς τοσούτους καὶ τοιούτους εἶχες, ὅσους καὶ οἵους ἔδωκεν ἡ γραφὴ τοῖς χερουβίμ, ἠδυνήθης ἂν κἂν ποσῶς γοῦν
10θεωρῆσαι. τίς γὰρ ἐπιδράττεται τῆς ἀφανοῦς καὶ ἀχωρήτου θεότητος; ἢ κατα‐ γνοὺς τῆς σεαυτοῦ ἀσεβείας εἴκων ἡμῖν τῶν πρωτείων ἀφίστασο.

7

4n

ὅτι ἁγιάζει καὶ δικαιοῖ

7

.

4

ἀλλ’ ἐπανίωμεν πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, ὅτι ἁγιάζει καὶ δικαιοῖ καθὰ προείπομεν.

7

5n

ὅτι σωτηρίαν χορηγεῖ

7

.

5

ὅτι σωτηρίαν καὶ τοῖς ἀποσφαλεῖσιν χορηγεῖ· ὃ μόνης ἐστὶν τῆς παγκρα‐ τορικῆς οὐσίας. ἄνευ γὰρ θεοῦ πρᾶξαί τι κτιστόν, ἀμήχανον. „οὐδ’ ὅσον ἀμπετάσαι βλεφαρῶν περιφαέα κύκλα.“ ἔλεγεν γὰρ ὁ ἀπόστολος Φιλιππησίοις τοιάδε·
5
„οἶδα γάρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν
δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ.“ καθὰ ὕμνηται περὶ μὲν τοῦ πατρὸς ἐν Ὠσηέ·
„πλὴν ἐμοῦ οὐ γνώσῃ· καὶ σώζων οὐκ ἔστιν πάρεξ ἐμοῦ·“ περὶ δὲ τοῦ υἱοῦ ἐν ταῖς πράξεσιν·
214
10„καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. οὐδὲ γὰρ ἄλλο ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι.“

7

6n

ὅτι θανάτου ἐλευθεροῖ καὶ ἁμαρτίας συγχωρεῖ

7

6,1

ὅτι θανάτου ἐλευθεροῖ καὶ ἁμαρτίας συγχωρεῖ, ἅτε δὴ ἐκ τῆς πατρικῆς ῥί‐ ζης οὐσίας καρπὸν φέρον τὸ ἀθάνατον καὶ ἵλεω. κτίσματι δὲ οὐ δυνατὸν ἢ ἀνα‐ μάρτητον εἶναι ἢ ἓν τούτων οἴκοθεν ποιῆσαι. οὐδὲ γὰρ οὐδὲν τῶν πνευμάτων, ὡς προεδείχθη, ἀναμάρτητον· οὐδὲ τάχα, καθ’ ὑπερβολὴν λόγου, ἡ μὴ οὖσα
5λογική. καὶ γὰρ ὁ οὐρανὸς αὐτὸς καὶ ὁ ἥλιος πρὸς τὴν τοῦ θεοῦ καθαρότητα οὐκ ἄμεμπτοι. εἰ γὰρ καὶ φαίνονται ἀπόστολοί ποτε τοιοῦτόν τι πράξαντες, οὐκ ἰδίᾳ δυνάμει περιεγένοντο, ἀλλὰ τῇ τοῦ εἰπόντος·
„ἐν τῷ ἐμῷ ὀνόματι μείζονα τούτων ποιήσετε·“ καὶ τῇ τοῦ πνεύματος τοῦ πατρὸς τοῦ λαλήσαντος ἐν αὐτοῖς, καθὰ Ῥωμαίους
10Παῦλος διδάσκει·
„ὁ γὰρ νόμος τοῦ πνεύματος ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ
τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.“ καὶ ὁ δεσπότης δὲ παρ’ Ἰωάννῃ, ἀποδιδοὺς ἡμῖν τὸ ἅγιον πνεῦμα, ὁ ἀπο‐ λέσαντες ἦμεν διὰ τῆς ἀρχαίας παρακοῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν
15μαθητῶν καὶ εἶπεν·
„λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν
τινων κρατῆτε, κεκράτηνται.“216

7

6,2

ἐνταῦθα τοσοῦτον τοῦ ἀειμνήστου πνεύματος τὸ αὐτεξούσιον, ὅτι αὐτό τε δι’ ἑαυτοῦ ἁμαρτίας συγχωρεῖ, καὶ ἐν τῷ ὀνόματι καὶ τῇ δυνάμει αὐτοῦ οἱ ἀπόστολοι καὶ πάντες οἱ πιστεύοντες αὐτῷ ἄφεσιν ἁμαρτιῶν παρέχουσιν. ὅτι δὲ θεοῦ μόνου τὸ ἱλάσκεσθαι ἁμαρτάνουσιν, ἔνδοξοι θεοῦ ῥήσεις σημαί‐
5νουσιν·
„ἐγώ“, γάρ φησιν, „εἰμὶ ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου“, καί·
„ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χίονα λευκανῶ· ἐὰν δὲ
ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.“
10καὶ ὁ σωτὴρ δὲ ὡς παῖς θεοῦ τῷ παραλύτῳ ἔφη·
„τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι“, καί·
„ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.“

7

7n

ὅτι συνεργεῖ τῷ πατρὶ καὶ τῷ υἱῷ· καὶ ὅτι Χριστὸς ἐν τῇ δυνάμει τοῦ πνεύματος σημεῖα καὶ τέρατα ἐποίησεν καὶ δαιμόνια ἐξέβαλεν διὰ τὸ ἀχώ‐ ριστον τῆς θεότητος

7

7,1

ὅτι τῷ ἀπροσδεεῖ καὶ παντοδότῃ θεῷ πατρὶ καὶ τῷ υἱῷ αὐτοῦ συνεργεῖ καὶ συμπαρέχει πάντα πᾶσιν, οὐκ εἰς αὔριον ἀναβαλλόμενον, ἅτε δὴ ξύγ‐
γνωμον καὶ ὁμόγνωμον πνεῦμα τοῦ πατρὸς, ἀνεκποίητον ἔχον τὸ εἶναι καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὴν αὐτοῦ, ὅθεν καὶ συνυφεστώτως ἐξῆλθεν, δια‐218
5κληρωσάμενον θεότητα. καὶ ὅτι ὁ παντεξούσιος καὶ πανδύναμος Χριστὸς σὺν τῇ δυνάμει τοῦ αὐτοῦ σεμνοτάτου πνεύματος τὰ σημεῖα καὶ τὰ τέρατα ἐποί‐ ησεν καὶ δαίμονας ἐξέβαλεν, ὡς ἐξηγήσαντο οἱ ἱεροφάνται· Μιχαῖας μέν·
„τάδε“ φησίν, „λέγει κύριος 〈ἐπὶ〉 τοὺς προφήτας τοὺς πλανῶντας τὸν
λαόν μου“,
10καὶ μετ’ ὀλίγου ἐπιφέρει·
„διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν, ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν
πνεύματι κυρίου καὶ κρίσεως καὶ δυναστείας.“ εἶπεν τοίνυν ποιεῖν ἰσχὺν κύριον ἐν πνεύματι κυρίου, διὰ τὸ καὶ τὴν τρι‐ άδα καὶ τὸν σύνδεσμον τῆς φύσεως αὐτῆς δηλῶσαι. αἰνίττεται δὲ τὴν κρί‐
15σιν, ἐν ᾗ οὐκέτι λοιπὸν μετάνοια καὶ ὁ εἰσακούων·
„ἐν“, γάρ, „τῷ ᾅδῃ“, φησίν, „τίς ἐξομολογήσεται σοι“; τὸ δὲ „ἐμπλήσω ἰσχὺν“ ἀντὶ τοῦ „μεγάλην ἀνταπόδοσιν ποιήσω μετὰ τοῦ θείου πνεύματοσ“.

7

7,2

Παῦλος δὲ ὁ δοκιμώτατος ἀποστόλων πρὸς Ἐφεσίους μέν· „τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύ‐
5
ματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν·“ πρὸς Ῥωμαίους δέ·
„ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν θεόν. οὐ γὰρ τολμῶ
τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ, λόγῳ καὶ ἔργῳ,
εἰς ὑπακοὴν ἐθνῶν ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύ‐
10
ματος ἁγίου.“ αἱ ὅμοιαι τῇ φύσει ὑποστάσεις ὁμοίας τιμῆς ἄξιαι· ὅθεν παραπλήσιον καὶ τὸ λόγιον τόδε τῷ·
„Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.“ Ματθαῖος ἀπὸ τοῦ σωτῆρος·
220
15
„εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς
ἡ βασιλεία τοῦ θεοῦ.“ καὶ ὡς ἐν τῷ φωτίσματι συμπράττει· ἀδύνατον τοίνυν τῇ συμφωνίᾳ καὶ τῇ ἐνεργείᾳ ὑπάρχειν ἕν, μὴ οὔσης τῆς οὐσίας μιᾶς· καὶ διὰ τοῦτο λέγει ὁ δεσπότης ποτὲ μέν·
20
„ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα·“ ποτὲ δέ, ὡς νῦν εἴρηται·
„ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια.“ διὰ τοῦτο δὲ καὶ Παῦλος εἶπεν·
„ἐν δυνάμει πνεύματος ἁγίου“,
25ὁμολογῶν, ὅτι τῇ θείᾳ τῆς τριάδος ἐνεργείᾳ τεθνεῶτας ἤγειραν, αὐτὸς μὲν τὸν Εὔτυχον, Πέτρος δὲ τὴν Ταβήθαν.

7

8n

ὅτι ὥσπερ ὁ θεὸς καὶ πατὴρ, οὕτω καὶ τὸ ἅγιον πνεῦμα χρηματίζει, σημαι‐ νόμενον θεὸς καὶ δεσπότης.

7

8,1

ὅτι ὥσπερ ὁ θεὸς καὶ πατήρ, οὕτω καὶ τὸ ἅγιον πνεῦμα χρηματίζει, σημαινόμενον θεὸς καὶ δεσπότης, καθὰ φράζει Λουκᾶς·
„ἦν ἄνθρωπος ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος,
δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ· καὶ πνεῦ‐
5μα ἅγιον ἦν ἐπ’ αὐτῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύμα‐ τος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν κυρίου. καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν. καὶ ἐγένετο ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισ‐ μένον τοῦ νόμου περὶ αὐτοῦ· καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας,
10
καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ‐
ποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σω‐
τήριόν σου.“ ἐχρημάτισεν τοίνυν τὸ ἅγιον πνεῦμα· ἐδέξατο Συμεὼν τὸν Χριστὸν εἰς τὰς ἀγ‐ κάλας κατὰ τὸ χρηματισμόν· εὐλόγησεν τὸν χρηματίσαντα, τουτέστιν ἐδόξασεν
222
15τὸ ἅγιον πνεῦμα, ἑορακῶς τὸ σωτήριον τοῦ χρησμοῦ δεξάμενον πέρας· θεόν τε καὶ δεσπότην αὐτὸν τὸν χρηματίσαντα ἐκάλεσεν.

7

8,2

ἐχρημάτισεν δὲ ὁ θεὸς πατήρ, τῷ Ἰὼβ φάνας·
„οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιοσ“; οἱ δὲ τῷ ἀληθινῷ πνεύματι τοῦ θεοῦ μάχεσθαι ἠσκηκότες, πανταχοῦ τῆς ὑποθέσεως τὰ ἐν ἄλλοις πράγμασιν καὶ οὐκ εἰς θεολογίαν συντελοῦντα πρὸς
5τὸ συσκιάσαι τὴν ἀλήθειαν συλλέγοντες καὶ οὐ τὰ πρέποντα τῷ θείῳ μυστηρίῳ ἀτρεκέως ἐκδεχόμενοι καὶ τῇ ὑποθέσει ἁρμόζοντες καὶ πρὸς τὸ κεφάλαιον τοῦτο ἄδεκτα τοῦ θείου προφέρουσιν ῥήματα, ἄνω καὶ κάτω, ὡς μέγα καὶ ἐν‐ αργὲς κεφάλαιον, τὸ ψυχρὸν ἐκεῖνο καὶ ἀπατηλὸν ῥῆμα λέγοντες· ὅτι, μησίν, κατάγεται ἐκ τῶν τοιούτων μαρτυριῶν τὸ ἅγιον πνεῦμα εἰς ἀγγέλου φύσιν, ᾗ
10καὶ αὐτοὶ φαίνονται χρηματίσαντες. καὶ οὕτως τὰς ὀρθὰς τῶν γραφῶν ἐννοίας ἐξ ἀτόπων ἰδίων λόγων εἰς περιπετείας ἐξέλκουσιν. γέγραπται γάρ, φησίν, ἐν ταῖς ἀποστολικαῖς πράξεσιν·
„Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρ‐
τυρούμενός τε ὑπὸ παντὸς ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγ‐
15γέλου ἁγίου, μεταμέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥή‐
ματα παρὰ σοῦ.“224

7

8,3

ὑμεῖς μὲν οὖν, εἰ ἐσιωπήσατε καὶ ἀπερράψατε συκοφαντίας τὰ στόματα, ἐπράττετε ἂν πολλῷ λυσιτελέστερον. ἡμεῖς δὲ ἐπὶ τὸν τελειότερον σκοπὸν ἀναπέμποντες καὶ τὸ κεφάλαιον τοῦτο καὶ εὐθυμίαν τοῖς ἐντευξομένοις παρ‐ έχοντες καὶ πλείονα τὸν ὀρθόδοξον ζῆλον ἐμβάλλοντες φαμέν, ὅτι ὡς οὐδε‐
5μία κοινωνία φύσεως κτίσματι πρὸς τὴν ἄκτιστον φύσιν ἐστίν, οὕτως οὐδὲ χρηματισμοῦ. ὁ μὲν γὰρ ἀγγέλλει, ὁ (δ’) ἂν οὐκ εἰδὼς ὑπὸ τοῦ ἁγίου πνεύμα‐ τος εἰπεῖν ἐνεργηθείη, καὶ ἐντεῦθεν αὐτῷ ἄγγελος τοὔνομα· τὸ δὲ ἅγιον πνεῦμα ἅτε πάντα εἰδὸς τὰ τοῦ θεοῦ, ὡς διαβεβαιοῦται ὁ Παῦλος, χρηματί‐ ζει θεϊκῶς, ὡς ὁ πατήρ, ἅπερ ἂν τοῖς τῆς θεότητος ἀκοιμήτοις ὄμμασιν ὁρᾷ
10βουλόμενον καὶ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ οὐ διακονικῶς, καθάπερ ὁ δορυ‐ φόρος ἄγγελος.
„ὁ γὰρ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ κύριος αὐτοῦ“, οὐδέ γε ὁ ἑτεροούσιος τὴν αὐτὴν τῷ ἑτέρας ὄντι οὐσίας κεκτῆσθαι δύναται γνῶσιν· φύσει γὰρ ἑκάστῃ ἡ ἀνήκουσα γνῶσις καὶ μνήμη συμπαρομαρτεῖ· ἀλλὰ
15καὶ τὸ γνωσθὲν τῇ γενητῇ φύσει ἔσθ’ ὅτε τῷ χρόνῳ ἀφίπταται. ὅθεν κἀνταῦθα τὴν ἀρχὴν τοῦ χωρίου ἑκόντες ἐν τῇ διαμάχῃ τοῦ λόγου παραλελοίπασιν οἱ ἀγνώμονες. ἔχει γάρ·
„τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ῥήματος εἶπεν αὐτῷ τὲ ἅγιον
πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε. ἀλλὰ ἀναστὰς πορεύθητι σὺν
20αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ, ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε; οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιοσ“,
καὶ τὰ ἑξῆς, ὡς πρόκειται.226

7

8,4

ὥστε παρὰ κριταῖς ἀγαθοῖς κἀνταῦθα παρὰ τοῦ ἁγίου πνεύματος φαί‐ νεται τὸν χρησμὸν ὁ ἄγγελος μαθών. θεότητος γὰρ ἔκκριτον γνώρισμα τὸ προλέγειν ἀσφάλτως· καὶ τοῦτο ἐπ’ ἀγαθῷ τῶν ἀκουόντων, ἵν’ ἀσφαλισάμε‐ νοι σωθῶσιν. εἶτα οὐ νομίζετε τοιαῦτα εἰσηγούμενοι βασκαίνειν μέν πως
5τῇ κτίσει, μέμφεσθαι δὲ οἷον τῷ δι’ ἀφθονίαν ταῖς περὶ αὐτοῦ εἰρημέναις λέξεσιν κοσμήσαντι τὰ ἑαυτοῦ ποιήματα; ὡς ἑπομένης πάντως τῷ τοιούτῳ πράγματι καὶ τῆς αὐτοῦ χάριτος. ἐκ γὰρ καὶ τούτου ὕβρισεν μὲν ἑαυτὸν οὐ‐ δαμῶς, μᾶλλον δὲ καὶ ἐπαινετὸν ἔδειξεν, τὰ δὲ ἔργα αὐτοῦ συνήθως ἐφαί‐ δρυνεν. ἡμεῖς δέ, εἰ καὶ σεμνότητά τινα θείαν τῇ πάσῃ ὑποθέσει φέρει τὸ χρη‐
10ματίζειν τὸ ἅγιον πνεῦμα, καὶ ἀρκεῖ καθ’ ἑαυτὸ παραλαμβανόμενον εἰς μαρ‐ τυρίαν, ὅμως οὐ μόνον αὐτό, ἀλλὰ γὰρ καὶ πλῆθος ἄλλο ὑψηλῶν καὶ ἀναμφισ‐ βητήτων ἀποδείξεων παρηγάγομεν· οἷς εἰ προσέχετε ἀντιπαθείας ἄνευ, ἀ‐ φωνότεροι πάντως ἔσεσθε τῶν ἰχθύων.

7

8,5

διελέγχει τοίνυν τὴν πιθανουργίαν ὑμῶν σαφέστατα καὶ ὁ Παῦλος, Ἐφεσίοις γράψας·
„ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς
ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ καὶ
5
φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου
ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι· ἵνα γνωρισθῇ νῦν
ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκ‐
κλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.“ κατανοεῖτε οὖν, πόσον ἐξῄρηται ἡ ἀγγέλων φύσις τοῦ ἀφ’ ἑαυτῆς εἰδέναι τι
10τῶν ἐσομένων καὶ τοῦ χρηματίζειν· ὅτι καὶ διὰ τῆς ἐν τῷδε τῷ κόσμῳ ἐκκλη‐ σίας τοῦ θεοῦ, ἥτις ἐσμὲν ἡμεῖς, τὰ μεγαλεῖα μανθάνει. πρὸς πειθὼ δὲ τὴν περὶ τοῦτο δύναταί τι συλλαμβάνειν καὶ ἅπερ Κολοσσαεῦσιν ἔγραψεν τοιῶσδε·
„τὸ μυστήριον τοῦτο τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν
γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ.“228
15πρὸ τούτου γάρ, φησίν, τῷ θεῷ ἔγνωστο μόνῳ. πρὸς τούτοις καὶ ἅπερ περὶ τῶν ἐνεγκόντων πᾶσιν ἀνθρώποις ὄφελος, τῶν περὶ τὴν ἄλεκτον οἰκονομίαν φημί, τοῖσδε παρὰ Πέτρου ἀνείρηται τοῖς ῥητοῖς, ὡς προ‐ ελέχθη·
„εἰς ἅ“, φησίν, „ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.“
20εἰ δέ τινα ἔμφυτον γνῶσιν εἶχον, οὐκ ἂν ἱμείροντο τοῦ κἂν διακύψαι εἰς αὐτό, ἀλλ’ ἐπειδὴ μὴ ἔχουσιν, εἰς ὑπερβάλλοντα, ὡς οἱ ἄνθρωποι, τρόπον τινὰ ἐκ‐ πίπτουσιν ἔρωτα ἐκείνων, ὧν τῆς γνώσεως τυχεῖν αὐτοῖς μὴ ὕπεστιν. πέφυκεν γὰρ καὶ τὴν ἄλλως ὑπερορᾶσθαι μὲν τὰ εὑρεθῆναι ῥᾴδια, ποιεῖσθαι δὲ τὰ σπα‐ νιώτερα. καὶ μέντοι καὶ τοῦτο οὐ κατὰ γνώμην οἰκείαν, τῷ κοινῷ δὲ τῆς φύ‐
25σεως αὐτῶν λόγῳ (οὐ πάντας φημί) ὑπόχρεοι ὄντες τινές.
„εἰ γάρ“, φησίν, „ἀγγέλων ἁμαρτησάντων ὁ θεὸς οὐκ ἐφείσατο“, ποίαν ἔμφυτον γνῶσιν τῶν μελλόντων ἢ αὐθεντείαν τοῦ χρηματίζειν, ὡς ὁ θεὸς ἔχειν δύνανται;

7

8,6

εἰ δὲ οὐκ ἴσασι μὲν οὗτοι ἀφ’ ἑαυτῶν οὐδὲ κατ’ ἐξουσίαν ἰδίαν χρη‐ ματίζουσιν, ὡς ἔστι καὶ δίχα συστάσεώς τινος τὸ πρᾶγμα αὐταπόδεικτον, διὰ δὲ τὸ τὴν λέξιν μόνην κατὰ κοινοῦ κατηγορεῖσθαι ἐπὶ τὴν μέμψιν καὶ τὴν κατηγορίαν παρηγγείλατε, προπετῶς καὶ ἀδιασκέπτως ἐπράξατε, καὶ οὐδὲ πρὸς
5τὸ πρᾶγμα. οὐδὲ γὰρ εἰ τὸν θεὸν πατέρα φαῖεν τυχὸν ἄλλοι τινές, ὅτι χρημα‐ τίζει καὶ ἀγαθός ἐστιν, ἡμᾶς τὸ ἐναντίον λέγειν πρέπον. εἴπω τι ὑμῖν καὶ ἕτερον· „βλέπετε μὴ τὸν χρηματίσαντα τῷ ἑκατοντάρχῃ ἄγγελον, τὸν ἅγιον τῶν ἁγίων, σωτῆρα εἶπεν; τῷ γὰρ ὀνόματι τούτῳ προσχρησαμένῃ ἐπικεκρυμμένως σὺν ἐμφάσει πολλῇ καὶ θείᾳ περὶ αὐτοῦ φαίνεται ἡ γραφὴ διὰ τὸ ἀγγεῖλαι ἐν τῇ
10οἰκονομίᾳ ὡς υἱὸν λόγον τὸ πατρικὸν βούλημα. οὐ γὰρ εἶπεν ὀνομαστί, ὡς εἴ‐
ωθεν λέγειν· Μιχαήλ, Γαβριὴλ ἢ ὁ δεῖνα.“230

7

8,7

τί τοίνυν ἐξ ἁπάντων τῶν ἡμετέρων λόγων αἰτιάσαιτ’ ἂν τίς εὐλόγως; τί δὲ μέμψαιτο τῇ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι ὀρθοδόξων πίστει; πῶς δὲ οὐ πιστεύειν ἄξιον, ὡς τὸ ἅγιον πνεῦμα βασιλικῶς ἤτοι θεϊκῶς χρηματίζει, οἱ δ’ ἄγγελοι λειτουργικῶς ἤγουν διακονικῶς; ὡς χαλεπὸν οὖν, καθά φησιν,
5οἰάκων ἔχεσθαι. ὅτῳ κυβερνητικῆς οὐχ ὕπεστιν, οὕτω χαλεπὸν καὶ διδάσκειν, ὅτῳ ἡ χάρις τοῦ θείου πνεύματος ἡ τῶν ἀνθρώπων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ ἐργαζομένη τὴν σωτηρίαν οὐ πάρεστιν, οὔτε ἐστὶν τὸ εἰδέναι τὴν καὶ ἐν τοῖς αἰνίγμασιν τῶν λογίων εὑρισκομένην ἀσφάλειαν καὶ τὴν ἀπὸ τῆς ἐπιστήμης τῶν πιστῶν ἀνδρῶν διδομένην ἀπόκρισιν, καὶ ὅτῳ ἐριστικῆς καὶ ἀντιλογικῆς
10καὶ ποικίλης προαιρέσεως ἄνευ οὐκ ἔστιν λόγου προφορά.

7

8,8

οἶδα δὲ σαφῶς, ὦ εὐδόκιμοι καὶ τὸ οὐράνιον φῶς κατοικοῦντες ἄγγελοι τοῦ θεοῦ, ὅτιπερ ὑμεῖς ὡς ἄμεμπτοι καὶ τέλειοι οὐκ ἠχθέσθητε ἐπὶ τοῖς λεχθεῖσιν παρ’ ἐμοῦ, ἕνεκα τῶν κατὰ τὴν φύσιν, οὐ κατὰ τὸ ἐπαινετὸν τῆς γνώμης, ὁμοίων ὑμῖν ἀγγέλων· οἷς ἐξ ἀρχῆς μέμψις παρηκολούθησεν, ὡς καὶ
5οἵτινες ὑμῖν μάλιστα ἀπίθανοί τινες πρὸς τὸν κατὰ τῆς ἀληθείας ἀγῶνα φαί‐ νονται. ὁ γὰρ λόγος μοί ἐστιν ὑπὲρ τοῦ θεϊκοῦ πνεύματος τοῦ φωτίζοντος ἅπαντα καὶ φιλοτιμουμένου τὰ θεϊκὰ τοῖς κτίσμασι τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ ἐφάμιλλα, τοῦ ἁγιάσαντος καὶ ὑμᾶς καὶ συνδοξαζομένου παρ’ ὑμῶν ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ διὰ τοῦ τρισαγίου αἴνου. μᾶλλον δὲ καὶ
10συνεπενεύσατε πνεῦμα τοῦτο τῆς ὑποστάσεως τοῦ θεοῦ ἓν καὶ μόνον καὶ θεὸν ἀνευφημήσαντί μοι· καὶ ἐβούλεσθε ἂν τάχα (πανηγυρίζει δέ μοι ἐν τῷ μέρει τούτῳ τὸ βιβλίον) δι’ ὑπερβολὴν εὐνοίας ὑμῶν τῆς περὶ τὴν σεπτὴν καὶ ὁμοούσιον τριάδα ὑμετέρα τε εἶναι ῥήματα τὰ ἐκ τῆς τῶν γραφῶν διανοίας λεχθέντα παρὰ πολλῶν καὶ νῦν παρ’ ἐμοῦ καὶ μηδέποτε σιωπὴν τούτοις ἐπι‐
15βληθῆναι, καὶ πάντας δὲ τοὺς ἀνθρώπους τὴν ἀπὸ τῶν πραγμάτων σχολὴν δαπα‐
νᾶν εἰς ὑπόθεσιν τοιαύτην.232

7

8,9

τοιγαροῦν διὰ τοῦτο κρίσει τῇ ὑπερτάτῃ, σὺ μὲν, ὦ ἅγιε Μιχαήλ, ἄρχειν τῶν ἀσωμάτων στρατιῶν προεχειρίσθης καὶ ζώνῃ οἷον νοερᾷ ἐτιμή‐ θης, καὶ εὐωδία τις τῆς πάντων δεσποζούσης παναγοῦς καὶ οἰκτίρμονος τριάδος ὑπάρχεις· σὺ δέ, ὦ ἅγιε Γαβριήλ, διακονήσασθαι τῷ μυστηρίῳ
5τῆς ἀφράστου οἰκονομίας, ὡς ἐχέμυθος καὶ πιστός, ἐξελέγης· ἄλλος δὲ ἄλλῳ, οὐδὲ αἰτήσας, θεοσδότῳ χαρίσματι τετίμηται, οἵῳ μὴ καὶ ἕτεροι, καὶ οἵῳ μὴ καὶ ἡμεῖς· ἀλλὰ καὶ ἡμεῖς, οἵῳ μὴ καὶ ὑμεῖς. ὁ γὰρ θεὸς λόγος οὐ διὰ τοὺς ἁμαρτήσαντας ἀγγέλους ἄγγελος, ἀλλὰ διὰ τοὺς ἐν ἁμαρτίᾳ ἀνθρώπους ἄνθρωπος, ἀτρέπτως, ἀσυγχύτως, ἀναμαρτήτως, ἀφράστως, ὡς
10οἶδεν καὶ ἠβουλήθη, ἐκ τῆς παρθένου καὶ κατὰ τὴν σάρκα αὐτῆς καὶ πάν‐ των ἡμῶν ἐγένετο, μείνας ὃ ἦν καὶ ἔστιν καὶ ἔσται, εἷς καὶ αὐτός.
„εἷς γάρ“, φησίν, „ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστὸς εἰς δό‐
ξαν θεοῦ πατρός.“ καὶ οὕτως, ὡς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβη, ἥξει τὸ δεύτερον, διακονου‐
15μένων αὐτῷ ἀγγελικῶν εὐδοκίμων φαλάγγων μυρίων μυριάδων, καὶ ἔτι καὶ
κρινεῖ καὶ ποιήσει κατὰ τὴν φιλανθρωπίαν αὐτοῦ.234

7

8,10

διὸ μετὰ τὰς ἐκκλησίας καὶ οἶκοι εὐκτήριοι τῷ θεῷ τῆς προσηγο‐ ρίας ὑμῶν ἐπώνυμοι, ὦ εὐάρεστος ξυνωρὶς ἀρχαγγέλων, οὐκ ἐν μόναις ταῖς πόλεσιν, ἀλλὰ καὶ στενωποῖς ἰδίᾳ καὶ οἰκίαις καὶ ἀγροῖς ἱδρύν‐ θησαν, χρυσῷ καὶ ἀργύρῳ ἢ καὶ ἐλέφαντι κοσμηθέντες· ἴασίν τε οἱ ἄνθρω‐
5ποι καὶ εἰς τὰ ἀπωτέρω τῆς ἐνεγκαμένης αὐτοὺς χωρία τὰ ἔχοντα οἷον ὡς πρυτανεῖα ἐπιτευγμάτων τὰ εὐκτήρια προβεβλημένα, οὐκ ὀκνοῦντες καὶ πέ‐ λαγος διαλαβεῖν, ἢ δέοι, μακρόν, καὶ πολλῶν ἐφεξῆς ἡμερῶν ὁδὸν ἔσθ’ ὅτε καὶ ἀργαλέαν ἐξανῦσαι, ὡς πειραθησόμενοι πλείονος εὐνοίας μὲν τῆς περὶ τὴν πρεσβείαν ἀπὸ ὑμῶν, μετουσίας δὲ τῆς τῶν φιλοτιμουμένων ὑπὲρ
10τοῦ εὖ ἀγαθῶν παρὰ τοῦ θεοῦ. ἐν γὰρ ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις καὶ τοῖς εὐκτηρίοις καὶ μαρτυρίοις, ὡς ἐν ἄλλοις οὐρανοῖς, τὰ ἀνέκλειπτα αὐτοῦ προὔθηκεν ἀγαθά· καὶ ἀφ’ ὧν οὗτος αὐτὸς ὁ βασιλεὺς τῶν βασιλευ‐ όντων καὶ κύριος τῶν κυριευόντων δέδωκέν τε καὶ ὁσημέραι δίδωσιν ἑκά‐ στοις, ἀπὸ τούτων εὐσεβῶς καὶ ὁσίως προσφερομένην δέχεται ἀναίμακτον
15θυσίαν, καὶ πάντα ἔχει τὰ παρὰ ἀνθρώπων γέρα.236

7

8,11

νομίζω δὲ εἰς τὰ κατὰ αἱρετικῶν καὶ εἰς τὰ περὶ θεολογίας, καὶ τὰ ἄλογα ζῶα, μενοῦνγε τοὺς λίθους αὐτούς, τῇ προθυμίᾳ συμφθέγγεσθαι ἡμῖν. τί γὰρ οὐ ποιεῖ ὁ περὶ θεὸν ἔρως; ἢ τίνι παραχωρεῖ φίλτρον ἀλη‐ θὲς καρδίας;

7

8,12

ἴστε γὰρ (σὺν θεῷ δὲ πάντα εἰρήσθω) οὕτω μεθ’ ὑμῶν τε καὶ τῶν ἐκ τῆς ἡμετέρας φύσεως γεγονότων ἁγίων πρεσβευόντων πεπραχέναι, ὡς μηδένα πω μέχρι καὶ τήμερον οἷον δίκην τινά μοι καὶ κακηγορίας ἑλέσθαι λαχεῖν ὑπὲρ ὑμῶν τῶν ἡμετέρων πρέσβεων τῶν τιμὰς τὰς πρὸς τὸ
5μέτρον ὑμῶν παρὰ πᾶσιν ἐχόντων· μηδὲ ὀνόματι καλέσαι με εἰς ἀγῶνα τὸν περὶ τούτου καὶ κρίσιν, καίτοι εὑρισκομένων τῶν τὰ μὴ ὄντα κατηγορούν‐ των· ἀλλὰ μηδέ τινα πειραθῆναι διελέγξαι με ὡς εἴην λόγους ἀκούσας κατὰ τοῦ θεοῦ λόγου καὶ τοῦ ἁγίου πνεύματος καὶ δι’ αἰδῶ τυχὸν ἢ φό‐ βον τοῦ λέγοντος ἐπινεύσας καὶ τὰ μὴ καλὰ ἐπαινέσας· ἢ ὅλως ὀλιγωρή‐
10σας ποτὲ καὶ ἐν ῥαθυμίᾳ τῇ οὐκ ἐνδέοντι θέμενος τὸ πρὸς δύναμιν ἀντι‐ τάξασθαι· μενοῦνγε ἐκ τοῦ ἐναντίου φάναι πολλούς, ὡς ἀεὶ παρῆλθον εὔ‐ τονος καὶ ἥμερος εἰς τὰ τοιαῦτα ἢ δώσων δίκην ἢ ληψόμενος. κέρδος γὰρ μέγιστον καὶ αἰώνιον ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ τῶν σὺν ἡμῖν ἡγοῦμαι καλῶς τὸ πάντα πόνον, εἰ δεήσοι, καὶ κίνδυνον ἑλέσθαι ὑπὲρ τοῦ ποιή‐
15σαντος ἡμᾶς καὶ σώζοντος, καὶ κρῖναι καὶ φιλανθρωπεύσασθαι αὐτοῦ ἕνεκα ἔχοντος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

7

8,13

εἰδότες οὖν, ὡς ἐκλεκτοὶ λατρευταὶ μὲν τῆς παναγοῦς τριάδος, πρεσβευταὶ δὲ τοῦ ἀνθρώπων γένους, μηδὲν μετ’ αὐτὴν τὴν πάντων αἴτιον καὶ ζωοποιὸν αἰδοῦς εἰς ὑμᾶς ἐλλελεῖφθαί μοι τῆς ὀφειλομένης εἰς
τοὺς συναγορεύοντάς με ταύτῃ τῇ χορηγούσῃ ἐνθυμήσεις καὶ φράσεις238
5σοφὰς αὐτῇ τε ἀρεσκούσας καὶ ἡμᾶς εὐεργετούσας· ἔπειτα καὶ ὑμῖν· καὶ τοσούτῳ „ἔπειτα“, ὅσῳ πρέπει μετὰ τὴν ἄκτιστον κτιστῆς εὐπρεπῶς μνη‐ μονεύειν φύσεως τάξαντας· ἱκετεύσατε ἰδικῶς ὑπὲρ ἐμοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ σὺν ἐμοὶ καὶ πάντων (τούτου γὰρ πλέον παρέχειν ἡμῖν οὐκ ἐπετρά‐ πητε), τήν τε ἐπὶ τούτῳ γνώμην διατηρηθῆναί μοι ἀκίνητον, τήν τε εὐ‐
10χὴν ἐπ’ ἄπειρον κατορθοῦσα ἀγαθωτάτη καὶ αὐτοτελὴς καὶ ἀδιαίρετος τρίας, προσδεχθῆναι· καὶ καταξιωθῆναι ἡμᾶς παντεκνεὶ, πανοικεὶ, παγγενεὶ καὶ παμφιλεὶ (φίλοι δὲ ἡμῖν οἱ ὀρθόδοξοι) σὺν ὑμῖν τε καὶ πᾶσιν τοῖς ἁγίοις ἁγιοτρισσολογῆσαι αὐτὴν ἐν οὐρανοῖς εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων καὶ τῆς ἐπηγγελμένης καὶ πρὸς ἡμῶν πιστευομένης ἀτελευτή‐
15του καὶ ἀδιαιρέτου αὐτῆς βασιλείας χάριν αὐτῆς τυχεῖν. ἀμήν, ἀμήν, ἀμήν.

7

9n

ὅτι σὺν τῷ Χριστῷ κρίνειν μέλλει τὰ πάντα

7

9,1

ἀλλ’ ὥρα γὰρ εἰς τὴν ἀρχθεῖσαν ὑπόθεσιν αὖθις οὖν τείνεσθαι, ὅτι σὺν τῷ Χριστῷ, ἅτε θεὸς καὶ δημιουργός, τὸ ἅγιον πνεῦμα κρίνειν μέλλει τὰ πάντα. τίνος γὰρ καὶ ἔστιν κρίναι ἢ τοῦ κοινωνίαν ἔχοντος πρὸς τὸν ποιή‐ σαντα αὐτά, θεότητος καὶ βασιλείας; ὡς προφητεύει Ἠσαῖας μέν·
5„ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ τα‐
10πεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ὑπερηφάνους καὶ ἐξελεῖται τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐ‐
τοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς.“ ῥάβδον καὶ ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγει τὸν ἐξ αὐτῆς ἐν τῇ ἐνανθρω‐ πήσει βλαστήσαντα καὶ τῇ ἑαυτοῦ εὐωδίᾳ τὴν ὑφήλιον ῥώσαντα, ἐφ’ ὃν εἴδο‐
240
15μεν ἐν εὐαγγελίοις ἀναπαυσάμενον τὸ ἅγιον πνεῦμα, κριτὴν δὲ αὐτὸν σὺν τῷ ἁγίῳ πνεύματι ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἰδεῖν περιμενόμενον.

7

9,2

τοῦτο γὰρ σημαίνει τό τε:
„ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖσ“, καὶ τὸ ἀλλαχοῦ εἰρημένον τῷ αὐτῷ προφήτῃ·
„ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.“
5Δαυὶδ δὲ ἐν ρληʹ ψαλμῷ φησιν·
„ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ προσώπου σου
ποῦ φύγω“; τό· „ποῦ πορευθῶ“ καὶ „ποῦ φύγω“ πλατεῖαν ἔχει ἔμφασιν· σημαίνει γὰρ παν‐ ταχοῦ παρεῖναι καὶ κριτὴν ὑπάρχειν τὸ ἅγιον πνεῦμα.
10
„φοβερόν“, γὰρ ὡς ἀληθῶς, κατὰ τὸν ἀπόστολον, „ἐμπεσεῖν εἰς χεῖ‐
ρας θεοῦ ζῶντοσ“, τοῦ λέγοντος, ἐν μθʹ ψαλμῷ·
„ἐλέγξω καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.“ καὶ τοῦ Μιχαίου δὲ ἡ μικρῷ πρόσθεν λεχθεῖσα προφητεία καὶ εἰς τόδε συν‐
15τελεῖ τὸ κεφάλαιον. ποίαν δὲ ἀπόδειξιν ἂν εἴποι τις ἰσχυροτέραν εἰς τοῦ‐ το τοῦ καὶ σωτῆρα παρ’ Ἰωάννῃ λέγειν περὶ τοῦ ἁγίου πνεύματος·
„ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιο‐
σύνης καὶ περὶ κρίσεωσ“;242

7

10n

ὅτι ὁ Παῦλος ἐν τῇ δυνάμει τοῦ πνεύματος Ἐλύμαν τὸν μάγον ἐξετύφ‐ λωσεν

7

.

10

ὅτι ἐν τῇ ὑπερβαλλούσῃ δυνάμει τοῦ ἁγίου πνεύματος ὁ Παῦλος ἐν Κύπρῳ Ἐλύμαν τὸν μάγον, ἐπιστρατεύοντα τοῖς ἁγίοις καὶ λυμαινόμενον τῇ ἀληθείᾳ, ἐξετύφλωσεν λόγῳ. τοῦ πνεύματος γὰρ εἶναι τὴν δύναμιν δεικ‐ νῦσα ἡ γραφή, λέγει αὐτοῖς ὀνόμασιν οὕτως·
5
„τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου, εἶπεν πρὸς αὐτόν·
ἰδοὺ χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον.“ ἀληθῶς γὰρ οὐκ αὐτόν, μὴ ἔχοντα τοῦ πνεύματος τὴν πάντα ἐνεργοῦσαν δύναμιν, ἀνθρώπου μαγγανείαις σώζοντος καὶ δαίμοσι πεποιθότος τὸ βλέ‐ πειν ῥήματι ἀποσβέσαι.

7

11n

ὅτι τῇ δυνάμει τοῦ παναγίου πνεύματος ἀνεῳχθέντες οἱ οὐρανοὶ ὤφθη‐ σαν τῷ ὁσίῳ Στεφάνῳ.

7

.

11

ὅτι τῇ δυνάμει καὶ χάριτι τοῦ ἁγίου πνεύματος ἀναπτυχθέντες οἱ οὐρα‐ νοὶ ὤφθησαν τῷ διπλοῦς στεφάνους ἀναδησαμένῳ ἀποστολῆς καὶ μαρτυρίου. φησὶν γάρ·
„Στέφανος πλησθεὶς πνεύματος ἁγίου εἶδεν τοὺς οὐρανοὺς ἀνεῳγμέ‐
5
νους.“ ὥστε εἶναι τὸ ὑπὸ ἀρχαίου εἰρομένον·
οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ.244

7

12n

ὅτι προγνώστης

7

.

12

ὅτι προγινώσκει, ὡς ὁ πατὴρ καὶ ὁ υἱός· μόνης δὲ θεϊκῆς φύσεώς ἐστιν, ἀκριβῶς εἰδέναι τὰ μέλλοντα. ἡ γὰρ κτίσις πάντα μὲν τὰ ἀφ’ ἑαυτῆς στοχαστικὰ προφέρει, ἐκεῖνο δὲ μόνον ἀπλανῶς καὶ ἀπαραβάτως προβλέπει, ὃ αὐτὴν διδάξῃ τὸ ἅγιον πνεῦμα. ταῖς γὰρ θείαις ἀκτῖσιν αὐτοῦ μονον‐
5ουχὶ τὰς ἐν οὐρανῷ καταλάμπον δυνάμεις, ἀλλὰ καὶ τῶν ἡμετέρων ψυχῶν ἀπολαμπρύνον τὰ ὄμματα, ὑποδείκνυσί τε πολλάκις διαφόρως τὰ μέλλοντα καὶ συγχωρεῖ δι’ οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν τὰ πρὸς τὸ χρή‐ σιμον συντελοῦντα τῇ ἀνθρωπείᾳ φύσει ἐκ λέγειν ποτὲ τὴν κτίσιν· ἅπερ ἔσθ’ ὅτε ἡ ἔνυλος ἡμῶν φύσις οὐ τῷ χορηγήσαντι διὰ μέσης τῆς κτίσεως,
10ἀλλ’ αὐτῇ ἐπιγράφει. αἱ δὲ περὶ τῆς προγνώσεως τοῦ πνεύματος ἀπὸ τῶν ἀποστολικῶν πράξεων μαρτυρίαι εἰσὶν ἐν τούτοις. ἀπὸ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους·
„ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ
πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου
15
ὁδηγοῦ τῶν συλλαβόντων Ἰησοῦν.“ εὖ τοίνυν εἶπε τὸ „ἔδει“· θεοῦ γὰρ μόνου πᾶς λόγος οὐκ ἀτελεύτητος. καὶ ἀπὸ τοῦ Παύλου·
„τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί με λέγον, ὅτι δεσ‐
μὰ καὶ θλίψεις με μένουσιν.“
20καὶ διὰ τοῦ προφήτου δὲ Ἀγάβου σιτοδείαν ἐσομένην τῇ ὑπ’ οὐρανὸν διὰ τὰς ἀνθρώπων πλημμελείας προεμήνυσεν ὡς ἀγαθός, καθὰ καὶ ἐπὶ τῆς Νινευῆ, ὡς ἂν εὐλαβηθέντες μετανοίᾳ φύγοιεν τὸ κακὸν ἥτις καὶ συνέβη πολλοῖς ὕστερον χρόνοις ἐπὶ Κλαυδίου. καὶ ἐν εὐαγγελίῳ δὲ ὁ Χριστὸς περὶ τοῦ πνεύματός φησιν·
25„καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν“,
τουτέστιν τὰ μέλλοντα.246