TLG 2102 008 :: DIDYMUS CAECUS :: De trinitate (lib. 1) [Sp.] DIDYMUS CAECUS Scr. Eccl. De trinitate (lib. 1) [Sp.] Cf. et 2102 009, 042–043 Citation: Chapter — section — (line) | ||
7.1 | Ἐκφεύγειν τοιγαροῦν τὸ ἔγκλημα τὸ περὶ τ[ῆς δόξης τῶν] κτιστῶν θεῶν τοὺς πιστεύον[τας τ]ῷ υἱῷ ὁ ἔν[νομος Παῦλος] τῷ θεϊκῷ πνεύματι σεσοφισμένος ἐγγυᾶται. | |
7.2 | [ἔτι δὲ καὶ “ἀ]θέ‐ ους” ἀποκαλεῖ τοὺς πρὸ τούτο[υ] ἐκτὸς τοῦ υἱοῦ [τὸν θεὸν καὶ] πατέρα μόνον ἐγνωκότας, ἐ[πειδὴ] οὐκ ἐν π̣ο̣ι̣[ήμασι] τ̣ελ̣εῖ, γρά‐ φων πῇ μὲν ὅτι „μνημονεύετε ⸤ὅτι ποτὲ ὑμεῖς τὰ ἔ⸥θνη ⸤ἐν⸥ | |
5 | σαρκί, οἱ λεγόμενοι ἀκροβ⸤υστία ὑπὸ τῆς λεγομέν⸥ης περιτο‐ μῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ⸤ἦτε τῷ καιρῷ ἐκείνῳ χω⸥‐ ρὶς Χριστοῦ, ἀπηλλοτρι̣ω̣μ̣ένοι τ⸤ῆσ⸥ ἐλπ̣ί̣δο⸤ς τοῦ Ἰσραὴλ καὶ ξέ⸥‐ νοι τῶν διαθηκῶν τῆς ἐπ̣⸤αγ⸥γ⸤ελίας, ἐλπίδα μὴ ἔχοντεσ⸥ καὶ ἄθεοι ἐν τῷ κ̣όσ⸤μῳ“.⸥ | |
---|---|---|
7.3 | [πῇ δέ] ⸤„ἀλλὰ τότε μὲν οὐκ εἰδό⸥‐ τες θεὸν ἐδουλεύσατε ⸤τοῖσ⸥ φύ⸤σει μὴ οὖσι θεοῖς—νῦν δὲ⸥ γνόντες θεόν, μᾶλλον γν̣⸤ωσθέντες ὑπὸ⸥ θεοῦ, ⸤πῶσ⸥ ἐ⸤πι⸥‐ στρέφετε πάλιν ἐπὶ τὰ ⸤ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷσ⸥ | |
5 | πάλιν ἄνωθεν δ̣ουλεύειν θ̣έ⸤λετε“;⸥ | |
7.4 | [ἀλλὰ μὴ〈ν〉 τοῦ πρεσβυ]‐ τέρου νόμου τὸ ἀεὶ [νέ]ον [καὶ οὐκ εἰς γῆρας ἀποκλῖνον] σω̣τ̣ή̣ρ̣ιον κήρυγμα τὸ [περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος καὶ τὸν] [ἐκκλησιαστ]ικὸν θεσμὸν [προφερέστερον ἡγεῖται διὰ τὸ τέ]‐ | |
5 | λ̣ε̣ι̣ο̣ν [καὶ τ]ὸ μὴ ἔχειν μή[τε ἀνομ ἐνοχλοῦν μή]‐ | |
τε ..κάλλιον [ἢ μεῖζον χρὴ προτεθη ] ο[..] λόγῳ ἢ τρόπῳ[ καλλ γὰρ τῷ χρή]‐ [ματι το]ύτῳ γράφει π̣ε̣[π σι] [τ]ὸ μὲν ὅ̣τι [„ἐγενόμην“ ]⸤„κατὰ ζῆ⸥‐ | 14 | |
10 | λον διώ[κων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν⸥ ἐν νόμῳ ⸤γενόμενος ἄμεμπτος· ἀλλὰ ἅτινα ἦν μοι κέρ⸥‐ δη, ταῦτα ⸤ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ⸥ ἡγοῦ⸤μαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ⸥‐ σεως Ἰησοῦ Χριστοῦ τ̣ο̣ῦ κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην | |
15 | καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω“. | |
7.5 | Ῥωμαίοις δέ· „εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξα‐ μεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε“. | |
7.6 | Ἆρα δὲ καὶ πρὸς τί ἀπιδὼν καὶ οἷα διανοηθεὶς ἀκραιφνοῦς θεογνω‐ σίας αὖθις ἴδια γέγραφεν· Κορινθίοις μὲν τὸ δεύτερον ὅτι γε εἰ [τῷ] υ̣[ἱῷ τις] καταλλαγῇ, τῷ θεῷ κατηλλάγη κ̣αὶ ὅτ̣ι | |
5 | ἐν Χριστῷ ἡ̣ πρὸς τὸν θεὸν σ̣ύμβασίς ἐστι τοῦ κόσμου· | |
7.7 | ἔχει δέ· „ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογ⸤ιζόμ⸥ενος αὐτοῖς τὰ παραπτώμα̣τα αὐτῶν, καὶ θέ‐ με̣⸤νος ἐ⸥ν ἡμῖν τ⸤ὸν λόγ⸥ον τῆς καταλλαγῆς. ὑπὲρ Χριστοῦ | |
5 | ⸤οὖν⸥ πρε̣⸤σ⸥βε⸤ύομεν ὡς τ⸥οῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. ⸤δεόμεθα ὑπὲρ Χριστο⸥ῦ· καταλλάγητε τῷ θεῷ“. | |
7.8 | Καὶ πάλιν ὡς | |
πάντα τὰ ἄλλα[ ]ᾶ παρεὶς ἐκήρυττεν μεγάλα αὐχῶν ὅτι καὶ τὸ δοκοῦν ἐπονείδιστον εἶναι Χριστῷ διὰ τὴν φιλάνθρωπον αὐτοῦ οἰκονομίαν, πᾶσαν εὔκλειαν καὶ | 16 | |
5 | ῥώμην βρύει, ἐγᾦμ[αι] τοῦτο ποιῶν ἐξ ἔργου, ἵνα καὶ ὁ ἐκ τοῦ ἐνδόξ[ου] πάθους τὴν ἀγένητον καὶ ἀκήρα‐ τον καὶ [ἀναλλοίωτον] θεότητα μὴ κατοπτεύων γραφὴν ὑ[περηφανίας] ὀφλοῖ. | |
7.9 | ἔλεγεν δὲ τοιάδε· „οὐκ ἔκρινά ⸤τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ⸥ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυ‐ ρωμένον“. Ῥωμ[αίοις δέ·] „δικαιοσύνη δὲ θεοῦ διὰ πίστε‐ | |
5 | ως ⸤Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺσ⸥ πιστεύοντασ“. | |
7.10 | διὰ τῆς εἰς τὸν υἱὸν φησ̣ὶ [πίστεως δικαιοῦται] ὑπὸ θεοῦ ἕκαστος. | |
7.11 | Γαλάτ[αις δέ·] ⸤„εἰδότες δὲ ὅτι⸥ οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔρ‐ γων ⸤νόμου ἐὰν μὴ διὰ πίσ⸥τεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ⸤ἐ⸥πιστεύ⸤σαμεν, ἵνα δικ⸥α̣ιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθή‐ | |
5 | σεται πᾶσα σάρξ“. | |
7.12 | ἐξηγεῖται δὲ καὶ ἑτέρωθι ὅτι „οὔτε περι‐ τομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ πίστις δ̣ι̣’ ἀ̣‐ γάπης ἐνεργουμένη“. | |
7.13 | Τοῦ δὲ λόγου βαθύνοντος τὸν νοῦν ἀναπτυκτέον. | |
7.14 | διδάσκειν [μὲν] οὖν βούλεται ὡς ἡ Χριστοῦ ἐπιφά‐ νεια καινήν̣ τινα καὶ τὴν μόνην πίστιν ἅ̣[πα]σιν ἀνθρώποις ἐξεύ‐ ρετο· καθ’ ἣν οὐδεμίαν χώραν οὔτε Ἰουδαισμ[ῷ οὔτε Ἑλληνι]‐ σμῷ καταλέλοιπεν. | |
7.15 | αὕτη δὲ νοηθ̣ε̣ί̣η̣ ἂν καὶ[ ] | |
κατὰ τό· „ἰδο̣ὺ̣ τὰ ἀρχ⸤αῖα⸥ παρῆλθεν, καινὰ γέγονε̣⸤ν πάν⸥‐ τα“. καὶ ἵνα συνελ[..]ε̣ι̣[ ]παύεται μὲν̣ ὁ τὸν̣[ ] θεὸν εἰδὼς νόμ[ου] ὡσ[ μὴ] τελεία̣ν τὴν π̣ε[ριτομὴν φη]‐ | 18 | |
5 | σίν. | |
7.16 | ἀνέλαμψεν δὲ εἰς σωτη̣ρία̣ν̣ [καὶ] διδασ̣[καλίαν πᾶσιν] φῶς τὸ ἀληθινὸν καὶ ἐλεύθε[ρ]ο̣ν ὁ υἱός· καὶ πα[ρίστησι τοῦτο τό] τισιν αὐτῶν ἀγν̣οού̣μενον μυστι̣[κῶς] διὰ τὴν ἔναυλον ἐν αὐτοῖς τῆς πολυθεΐας ἐξ Αἰγύπτου μνήμην· | |
7.17 | προσμαρτυ‐ ρῶν τοίνυν ὁ σεπτὸ̣ς θεοῦ υἱὸς τῇ οἰκείᾳ φύσει τὸ ἄνωθεν ἐλεύθερον καὶ μὴ ἀδελφὴν οἷον ἔχειν τὴν κτίσιν—δοῦλον γὰρ πᾶν τὸ παραχθὲν {καὶ} εἰς γένεσιν τοῦ παραγαγόντος | |
5 | καὶ τὸ κτισθὲν κτίσμα [τοῦ κτίσαντος—λέγει πρὸς Π]έτρον· | |
7.18 | „οἱ βα‐ σιλεῖς τῆς γῆς ⸤ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κ⸥ῆ̣ν̣σον; ἀ‐ πὸ τῶν υἱῶν αὐτῶν ⸤ἢ ἀπὸ τῶν ἀλλοτρίων;⸥ ἀπο‐ κρινομέ̣[νου]· ἐκ τῶν ⸤ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλ⸥ε̣ύ‐ | |
5 | θεροί εἰσιν οἱ υἱοί. ἵνα δ⸤ὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορ⸥ευ‐ θεὶς εἰς θάλασσαν ⸤βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶ⸥τον ἰχθῦν ἇρον, καὶ ⸤ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα. {υ} ἐκεῖνον λαβὼν ⸤δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.“⸥ | |
7.19 | [ταῦτα μ]ὲν | |
περὶ τούτων. οἱ[δὲ ]παύονται ἔτι. | 20 | |
8n | Περὶ τῶν διαμυθολογούντων ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱὸν ἐπὶ τῇ ὑπουργίᾳ τῆς κτίσεως. | |
8.1 | Βλασφήμως ἀντεξάγοντες καὶ διαμυθολογοῦντες φασὶ τὸν πατέρα πεποιῆσθαι υἱὸν χρειωδέστατον ἐπὶ τὸ ὑπουργεῖν αὐτῷ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων, οὔκετι κατανοοῦντες ὡς ἐξήρτ̣ηται τοῦτο [ἐκ τ]οῦδε στ̣ο̣χαστικοῦ αὐτῶν λόγου· φθό‐ | |
5 | νος τε καὶ ὄκνος καὶ ἕτερα ὑ̣λ̣ι̣[κά.] | |
8.2 | Δεῖ γὰρ δήπου καὶ ταῦτα ὁρᾶν. εἰ γὰρ καλὸν τὸ δημιουργεῖν—ὥσπερ οὖν καλὸν καὶ μόνον ἴδιον καὶ μόνον ἐξαίρετον τῆς θεϊκῆς ἀφθόνου φύσε‐ ως, ἵν’ ἔχ[ο]ι καὶ ὑπό του δοξάζηται—, ἀνθ’ ὅτου μὴ πάντα | |
5 | δι̣’ [ἑαυ]τ̣ο̣ῦ ἔκτισεν, ἀλλ’ [οἱον]εί πως κατώκνησεν; | |
8.3 | εἰ δὲ καὶ μ̣έγα̣ τοῖς κτιζομένοις τὸ ὑπὸ τοῦ μείζονος καὶ ἐ– [ παρα] φέρεσθαι, εἴπερ κατ’ αὐτοὺς μείζων τοῦ [ἰδίου] υἱοῦ λόγου ὁ πατήρ, ἐ̣[βάσκαινε] τοῖς δοξάζουσιν αὐ‐ | |
5 | [τὸν τὴν] δι’ ἑαυτοῦ ποίησιν; | |
8.4 | εἰ δὲ καὶ ὑπερηφαν[ί]α̣ς̣ [ἀδυναμίας τε] ἅμ̣[α] παν[τάπα]σιν οὐκ ἀπήλλακται τὸ διὰ [μεσίτου ποιεῖν ]τὸ παραγόμενον, τοῦ παράγον‐ τος αὐτὸ δι’ ἑαυτοῦ ἤ[περ τ]οῦ δι’ ἑτέρου ποιοῦντος μείζονα | |
5 | τὴν δόξαν ἐκφαίνει. | |
8.5 | οὔπω γὰρ ὂν τοῦ ἀεὶ ὄντος νεύμασιν ὑπακούει καὶ ὅσον οὐδέπω διαπεραίνεται καὶ μέτρα προσήκον[τα δέχεται ]καὶ οὐκ ἔχει ἔν τινι τὸ ἐλ‐ | |
λεῖπον[οὐχ ὑ]περήφανος μόνον | 22 | |
5 | ὁ ὑ[περη]ἀλλ’ ἤδη καταν̣ τ̣[]ι δειχ[θείη] πάν̣τ̣α ὅ̣σα ἂν[ἐξ]ουσίαν καὶ ἀπ[ ]ρω[μ] τ[ εἰ δὲ Ἰησοῦς λέγει τῷ] Λαζά̣ρ̣ῳ τεθνηκότι· „δεῦ‐ ⸤ρο ἔξω.“⸥ [ κα]ὶ ἄλλῳ· | |
8.6 | „ἀφέων‐ ταί ⸤σοι αἱ ἁμαρτίαι σου“⸥ [καὶ ἄλλῳ·] ⸤„ἐγώ σ⸥ο̣ι̣ ἐπιτάσσω. ἔξελ‐ θε ⸤ἐξ αὐτοῦ“⸥ [ τὸ δὲ τὸν θεὸν ταῦτα ]ποιεῖν δι’ ἄλλου κατὰ τὸν ἐκείνων νοῦν δείκνυσι τὸν μὲν θεὸν πατέρα, οὗ αἱ νοή‐ | |
5 | σεις ποιήσεις εἰσίν, μὴ δύνασθαι δι’ ἑαυτοῦ τὸ πᾶν διαπε‐ ραίνειν δίχα τῆς ἐπικουρίας ἐκείνου τοῦ δι’ οὗ ἢ ἐν ᾧ ποι‐ εῖ· τὸν δέ γε υἱὸν ὥς τι ἄψυχ[ον] ὄρ̣γ̣ανον. | |
8.7 | πῶς οὐ μέγα προσ‐ πτύσας καὶ τὰς χεῖρας [ὑπ]τί̣ας ἀντιθεὶς ταῖς οὑτωσὶ̣ ἀ‐ γρίαις δυσφημίαις [ἀνα]χωρήσει δεδιὼς μὴ ὑπόδι‐ κος γένηται τοῦ θείου δικαστ̣[η]ρίου καὶ ἀκοῆ̣ς ἀπρο‐ | |
5 | αιρέτου χά̣ρι̣ν; | 24 |
9n | Περὶ ὧν λέγουσιν αἱρετικοί· ‘πότε ὁ υἱὸς ἐγεν〈ν〉ήθη καὶ τὸ πνεῦμα ἐξεπορεύθη;‘ καὶ τὰ λοιπά. | |
9.1 | Τοσούτων τοίνυν καὶ οὕτω σαφῶν ἀποδείξεων οὐσῶν καὶ τῆς γραφῆς παραινούσης „ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθαι“, φεύγειν δὲ „τὰς κενοφω‐ νίασ“, οἱ ἑτερόδο̣ξο̣ι συστῆσαι [ἀπὸ] γραφῶ̣ν̣ τὰ τῆς θρησκεί‐ | |
5 | ας αὐτῶν ἀποροῦντες καὶ̣ [....] ὡσαν[εὶ] μεθύοντες τῇδε κἀκεῖσε τὸν ἐφ’ ἑκάστῳ λόγον διαριπτούμενον ἔχοντες διά‐ φορα σοφίσματα συνταγέντα αὐτοῖς κακ[οτέχ]νως καὶ κατὰ πολὺ μελετηθέντα προβάλλουσιν, ἐν οἷς ἐστι ταῦτα· | |
9.2 | ‘τὰ σύμπαντα οὖν, φησίν, οὐκ ἔστιν ἐκ τοῦ θεοῦ;‘ | |
9.3 | οἷς ἀποκριτέον· ἀλλ’ οὐ γεννητικῶς ὁ υἱὸς οὐδ’ ἐκπορευτικῶς καθὰ τὸ πνεῦμα τοῦ θεοῦ οὐδὲ τοιούτων ἐστιν ἐνεργειῶν ἢ οὕτω περι‐ βλέπτων ἠξιώθη συστάσεων[ ]. | |
9.4 | εἶτα· ‘πότε οὖν ὁ υἱὸς ἐγεννήθη κ̣αὶ τὸ π̣[νεῦμα ἐξεπορεύθη];‘ τότε, ὅτε ὁ πατὴρ οὐκ ἐγεννήθη. εἰ γὰρ καὶ [ἐξ αὐτοῦ, ἀλλ’ οὐ με]τ’ αὐτόν. | |
9.5 | καὶ ὡς ἀθέμιτον τὸ ζητεῖν[]γὰρ ἐν τόπῳ, ἐπειδὴ μήτε πε[ρ]ι̣[ορ ὁ γε]ν̣ν̣ήσας καὶ ὁ γεν‐ νηθείς̣—, οὕτως οὐδ[ ]χ̣ρόνῳ. | |
9.6 | θεὸς γὰρ ὢν ὁ υἱὸς καὶ λόγος το̣ῦ[ ]υ̣το, ἀλλὰ τοῦ ποιεῖν. ὡσαύτως καὶ τὸ πνεῦμα[ ]. | |
9.7 | πῶς δέ, φησίν, ἐγεννήθη; τοῦτο—εἰ καὶ ἐγράφη περὶ μὲν τοῦ υἱοῦ· „ἐκ γαστρὸς πρὸ ἑωσφό‐ ρου ἐγέννησά σε“, περὶ δὲ τοῦ ἁγίου πνεύματος· „πνεῦμα παρ’ ἐμοῦ ἐκπορεύεται“, καὶ εἰ Δαυὶδ ψάλλει· „τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ | 26 |
5 | ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν“, καὶ εἰ λέγει ὁ Ἰώβ· „πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με“, καὶ εἰ κύριος διδάσκει: „τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται“, καὶ εἰ Παῦλος γράφει, πνεῦμα εἶναι | |
10 | αὐτὸ τοῦ θεοῦ ὡς ἀνθρώποις τὸ αὐτῶν— | |
9.8 | ὅμως οὕτω πάντα νοῦν ὑπερβαίνει ὅτι ὁ αὐτὸς ἀπόστολος Κορινθίοις γράφει· „τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως φα‐ | |
5 | νερώσαντι δι’ ἡμῶν“, ὡς μὴ πάσης τῆς γνώσεως ἡμᾶς διὰ τὸ ἀχώρητον, ἀλλ’ οἷόν τινος ἰνδάλματος ἢ αὔρας ὥσπερ μετασχόντας. | |
9.9 | καὶ πάλιν· „βλέπομεν δὲ δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι“ τὰ περὶ αὐτοῦ. καὶ μάλα εἰκό‐ τως. „δόξα γὰρ κυρίου κρύπτει λόγον“ κατὰ τὸ θεῖον ῥητὸν ὑπερ‐ κειμένη ἀφράστῳ καὶ ἀπείρῳ λόγῳ πάσης αἰσθήσεως | |
5 | γενητῆς. | |
9.10 | οὐ διὰ τὸ ἀβάστακτον μόνον. ἀλλ’ ὅτι τὸ προαιώ‐ νιον καὶ πρὸ πάσης κτίσ̣ε̣ω̣ς, εἰ μὴ ὑπὸ γραφῶν δεδήλω‐ το, τῇ κτίσει ἠγν̣[οεῖτο· | |
9.11 | καὶ πάλιν] τοῖς αὐτοῖς τὸ δεύτερον εἰς τοῦτο παγ[καλο ·] ⸤„ἡ⸥μεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ⸤ἀλλὰ κατὰ⸥ τ̣ὸ μέτρον τοῦ κανόνος, οὗ ἐ‐ μέρισεν ἡμῖν ὁ θεὸς ⸤μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν“.⸥ καὶ ἐν τῇ πρώτῃ δὲ | |
5 | ἐπιστολῇ φησιν· „εἴ⸤τις δοκεῖ ἐγνωκέναι⸥ τι, οὔπω ἔγνω κα‐ θὼς θεῖ γνῶναι“. | 28 |
9.12 | [ τίς ἡ δια]φ[ο]ρὰ τῆς γεννήσε‐ ως καὶ τῆς ἐκ πορ̣ε[ύσεως; ]ὡ̣ς ὁ τρ̣όπος ἄγνωστος οὕτω καὶ ἡ διαφορά, εἴγε δὴ ἄρα ἐξὸν αὐτὸ τοῦτο ἀκούειν ἢ λαλεῖν, τὸ γὰρ αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι τολμηρόν· τὸ δὲ θαυμάζειν | |
5 | τὸ θεῖον καὶ {φόβον εἶναι} τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές. | |
9.13 | ‘Θέλων οὖν, φησίν, ἐγέννησεν ὁ θεὸς ἢ μὴ θέλων;‘ ἀλλ’ ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν καὶ οὕτως ἀποκρίνασθαι. | |
9.14 | ὁ οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποι‐ ῶνται. | |
9.15 | ἤντε γὰρ δράξωνται τοῦ ‘μὴ θέλων ἐγέννησεν‘—οὐδεὶς δὲ αὐτοῖς τοῦτο ἀποκρίνεται—λέγουσιν· ‘οὐκοῦν ὃ μὴ θέλει ὁ θεὸς ὑπομένει γεννήσας τὸν υἱόν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσησ‘. | |
9.16 | ἤντε δοθῇ αὐτοῖς τὸ ‘θέλων ἐγέννησεν ἐπάγουσιν· ‘ἄρα ἡ γέννησις τοῦ υἱοῦ ἐξῆπται τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσησ‘· | |
9.17 | ἡ δὲ ἀπόκρισις αὕτη ἀνουστάτη τυγχάνει. τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας θεὸς καὶ πατὴρ τό τε „ἀπαύγασμα τῆς δόξης αὐτοῦ“, ὁ υἱός· καὶ οὐδὲν τούτου μέσον καὶ ἐκείνου, ἐξ οὗ ἐστιν, | |
5 | ἐπινοηθῆναι δύναται. | |
9.18 | Ὁμοίως δὲ καὶ ἡ „εἰκὼν τοῦ θεοῦ“. ἔστιν δὲ πάλιν ὁ υἱὸς οὐκ ἀρχομένη οὐδὲ παυομένη πρώτη ὕπαρξις τῆς θελήσεως ἢ μὴ θελήσεως. | |
9.19 | ἐγέννησεν | |
οὖν ἐν τῇ ὑπὲρ βουλὴν καὶ νοῦν φύσει. | 30 | |
9.20 | Ἀλλὰ καὶ ἥδε ἡ πρότασις αὐτῶν ἀτοπίας ἀνάμεστος. ἡγεῖται γὰρ τοῦ μὲν θέλειν πάθος ἐπιθυμίας, τοῦ δὲ μὴ θέλειν μέν, ποιεῖν δέ, ἡ ἐξ ἀνάγκης βία μετὰ τοῦ προεπινοεῖσθαι τὴν βούλησιν καὶ πρὸ ἐκείνης τὴν νόησιν τῆς τοῦ πατρὸς ὑποστάσεως τῆς πάντῃ τε καὶ πάντως ἐχούσης συνυφεστὸς τὸ ἀπαύ‐ | |
5 | γασμα. | |
9.21 | Πρὸς τούτῳ εἰ πιστεύουσι τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ πατρὸς διὰ τοῦ υἱοῦ γεγονέναι, οὐ προϋπάρχει ἡ βούλησις. ἀμήχανον γὰρ καὶ ἀδύνατον μὴ τὸν δημιουργὸν ὑφεστάναι καὶ μετέπειτα δεδόχθαι τὸ δι’ αὐτοῦ δημιουργῆσαι. | |
9.22 | Ἀλλὰ καὶ τοῦτο ἀσυνεσίας μεστόν. εἰ γὰρ αὐτός φησιν· „ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι“, πῶς ἡ ἀναλλοίωτος φύσις ἀλλοίωσιν ὑποσταίη κατὰ τὰς ὑποστάσεις μὴ ἐν ταυτότητι τῶν προσώπων ἑστῶσα, ἀλλὰ κινουμένη καὶ μεταπίπτουσα; | |
9.23 | Ἔτι καὶ τοῦτο. εἰ ἀληθές, ὥσπερ οὖν ἀληθές, τό „ἅπερ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ“, ποιήσει καὶ ὁ υἱὸς ἄλλον υἱόν, ἵνα πάντα ὁμοίως τῷ πατρὶ ποιήσῃ. | |
9.24 | εἰ δὲ οὐκ ἐποίησεν οὐδὲ ποιεῖ, οὐκ ἔστιν κτίσμα οὐδ’ ἡγεῖται αὐτοῦ πατρικὴ βού‐ λησις. | |
9.25 | Εἴποιμι καὶ ἕτερον· εἰ λέγει ὁ σωτήρ· „θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον“, οὐκ ἐκ θελήματος ὁ υἱὸς, ἀλλ’ ὁ θεωρῶν αὐτόν. | |
9.26 | τὸ γὰρ θέλημα μετὰ τὸν | |
υἱὸν κἀνταῦθα εὑρίσκεται. | 32 | |
9.27 | Ἀπεώσαιτο δ’ ἂν καθ’ ὅλου τις θᾶττον αὐτῶν καὶ τουτονὶ τὸν λόγον οὐκ ἐκ μόνων τῶν προλεχθέντων, ἀλλὰ καὶ τῶν ἐπαχθησομένων πρὸς ἡμῶν· τουτέστιν, εἴγε παραπλήσιον ἀντέρηται αὐτούς· ‘πότερον ποτὲ ὁ πατὴρ θελή‐ σας ὑπάρχει ἢ οὔ;‘, τὰ ἴσα γὰρ ὧν ἐμελέτησαν ἀπαντήσει αὐτοῖς· πρὸς μὲν τὸ | |
5 | ‘οὐ θελήσασ‘, ὅτι παρὰ σκοπὸν αὐτῷ συνέβη τὸ ὑφεστάναι, φύσεως ἀνάγκης εἰς τοῦτο αὐτὸν ἄκοντα περιτρεπούσης· πρὸς δὲ τὸ δεύτερον, ὅτι πρὸ τῆς θελήσεως οὐκ ἦν· ἀναχθήσεται γὰρ ἡ ὕπαρξις αὐτοῦ εἰς τὴν βούλησιν αὐτοῦ· δημιουργικῶς αὐτόν, κατὰ τὰς βαττολογίας αὐτῶν, εἰς ὑπόστασιν περιελαυ‐ νούσης. | |
9.28 | Ὁμοίως καὶ ἄλλο, λέξει μόνον διαφέρον τοῦ πρὸ αὐτοῦ· ‘θελητῶς ὁ θεὸς ἀθάνατός ἐστιν καὶ ἀγαθὸς ἢ ἀνεθελήτως;‘ ἐπενεχθήσεται γὰρ τὰ αὐτά. | |
9.29 | Κάλλιον δέ τις ποιήσει, εἰ συντόμως ἀποκρίνηται αὐτοῖς, μηδὲν ἐπισυμ‐ βαίνειν τῷ παντελείῳ θεῷ μηδέ τι ἀπολιμπάνειν αὐτόν· | |
9.30 | καὶ ὥσπερ οὐ προηγεῖται τῆς πατρικῆς ὑπάρξεως καὶ ἀθανασίας καὶ ἀγαθότητος θέλημα, οὕτως οὐδὲ τῆς γεννήσεως· καὶ ἀπᾴδειν πάντα ὁπόσα τοιαῦτα τῆς περὶ τοῦ θεοῦ ἐνθυμήσεως· | |
9.31 | περὶ δὲ τῶν κτιστῶν τὸν Δαυῒδ ᾄδειν ἐν ριγʹ ψαλμῷ· „ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ· καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἐθέλησεν ἐποίησεν“, καί „πάντα ἐν σοφίᾳ ἐποίησασ“, | |
5 | τουτέστιν ἐν τῷ υἱῷ, οὐχὶ δὲ ἐν θελήματι, | 34 |
9.32 | καὶ ἐν οβʹ ψαλμῷ· „ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με“, καὶ ἐν κθʹ· „ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ“, | |
5 | καί {ἐν}· „κ(ύρι)ε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν“, καὶ ἐν ιζʹ· „ῥύσεταί με, ὅτι ἠθέλησέν με“. | |
9.33 | Καὶ γὰρ ὃν τρόπον, ὑπάρχων ὁ πατὴρ ἀθάνατός τε καὶ ἀγαθός, βούλε‐ ται εἶναι ταῦτα καὶ βουλόμενός ἐστιν ταῦτα, οὐκ αἰτίαν, ἵν’ οὕτω φράσω, τὴν βούλησιν ἔχων οὔτε μὴν ἀνεθελήτως ὤν· οὕτως οὐδὲ τοῦ γεννῆσαι ἡ βούλησις αἰτία. | |
9.34 | περὶ ἡμᾶς δὲ τὸ τινὰ μὲν ἐκ τῆς τοῦ θεοῦ ἐνεργείας, τινὰ δὲ ἐκ τοῦ ἐφ’ ἡμῖν θελήματος ἔχειν· | |
9.35 | καὶ γὰρ οὐ βουλήσει μὲν τῇ ἑαυτῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κτώμεθα τὸ συνεστάναι ἐκ ψυχῆς καὶ σώματος καὶ τὸ εἶναι λογικοί· | |
9.36 | οἱ γὰρ οὔποτε ὄντες πῶς εἴχομεν βούλεσθαι ἢ μὴ βούλεσθαι; | |
9.37 | προαι‐ ρέσει δὲ ἰδίᾳ ἔχομεν τὸ εἶναι καλοὺς ἢ κακούς, ἐπιστήμονάς τε κατ’ ἐπιτηδειό‐ τητα ἢ ἀνεπιστήμονας κατὰ ῥαθυμίαν. | |
9.38 | Ἐληλύθασιν δὲ ἐπὶ τὸ κεφάλαιον τοῦτο οὐκ ἀτρεκεῖ θεωρήματι παρα‐ δεχόμενοι τό „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα“, ἐπεὶ ἂν αὐτόθεν εἶχον τῆς ὀρθῆς πίστεως ἄγκυραν βεβαίαν. | |
9.39 | νυνὶ δὲ φάσκου‐ | |
σιν, ὅτι τό „ἐν ᾧ εὐδόκησα“ δείκνυσι κτίσμα τὸν υἱόν. | 36 | |
9.40 | καὶ μὴν πρὸς τὴν ἐνανθρώπησιν αὐτοῦ ὅλον νένευκε τὸ νόημα. | |
9.41 | ἐπειδὴ γὰρ λέγοντι αὐτῷ· „υἱὸς θεοῦ εἰμι“ ἀντεφθέγγοντο· „βλασφημεῖσ“, ἐπεψηφίσατο αὐτῷ ὁ πατὴρ ὅτι ‘οὗτος μόνος ἐστὶν 〈ὁ〉 υἱός μου γνήσιοσ‘. | |
9.42 | Τὸ γάρ „οὗτοσ“ καὶ τό „ἀγαπητόσ“ καὶ τὸ μετὰ ἄρθρου ὠνομά‐ σθαι „υἱόσ“ τοῦτο δηλοῖ· ἐν τούτῳ, φησίν, εὐδόκησα διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ τὴν σωτηρίαν ὑμῖν πορισθῆναι. | |
9.43 | κἂν περὶ τῆς θεότητος δὲ ἐκλάβῃ τις τό „εὐδόκησα“, τὸ σόφισμα αὐτῶν ἀκυροῦται· ἐπείπερ οὐ πᾶσα λέξις ῥηθεῖ‐ σα παρὰ τοῦ θεοῦ καὶ μάλιστα περὶ τοῦ θεοῦ λόγου κοσμικοῦ ἔθους ἀποτελεῖ νόημα. | |
9.44 | Ἔπειτα εἰ ἐπὶ τῷ ἤδη ὄντι υἱῷ ἔλεγεν· „ἐν ᾧ εὐδόκησα“, οὐκ αἰτία ἡ εὐδοκία τῆς ὑπάρξεως αὐτοῦ εὑρίσκεται. | |
9.45 | Ὥστε δὲ σαφέστερον τὸ ὑπὸ τῆς τοιαύτης λέξεως δηλούμενον γενέ‐ σθαι, μάρτυρι χρησώμεθα τῷ ψάλλοντι ἐν ρμθʹ ψαλμῷ· „ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ“. | |
9.46 | οὐ γέγονεν δὲ ἡ εὐδοκία πρὸ τοῦ λαοῦ, ἀλλὰ μετ’ αὐτόν. | |
9.47 | τότε γὰρ εὐδόκει ἐν αὐτῷ καὶ εἰρήνην καὶ χάριν ἔπεμπεν, ὅτε ὀρθῶς αὐτῷ ἐλάτρευεν· ὅτε δὲ μὴ ὀρθῶς, τοὐναντίον ἢ νῦν προφητεύει· „ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν“· | |
5 | καὶ ἐν μγʹ ψαλμῷ· „ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ’ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖσ“, „δεξιὰν καὶ βραχίονα τοῦ θεοῦ“ καί „φωτισμὸν τοῦ προσώπου αὐτοῦ“ τὸν υἱὸν ἀνειπών· | |
9.48 | καὶ ἐν ρεʹ ψαλμῷ· | |
„μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου“. | 38 | |
10n | Περὶ τοῦ λέγειν· ‘Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς ἐγέννησεν‘ καὶ ὅτι ‘Εἰ μετεβλήθη ἡ οὐσία αὐτοῦ εἰς γέννημα, οὐκ ἀμετάβλητος ἡ οὐσία τοῦ θεοῦ‘. | |
10.1 | Αὐτῶν καὶ τοῦτό ἐστι τὸ εἰκαῖον καὶ πλημμελὲς λέξεσιν τοιαῖσδε τεθέν· | |
10.2 | ‘εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς ὁ γεννηθεὶς ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’ οὐ τὸ γεννᾶσθαι.‘ | |
10.3 | ἀλλ’ ἀκουέτωσαν ὅτιπερ ‘εἰ ὅλον ἐστὶ γεννητικὸν τὸ φῶς, οὐκ οὐσιω‐ δῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ’ ἔξωθεν προσλαμβάνει, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’ οὐ τὸ γεννᾶσθαι‘. | |
10.4 | εἰ δὲ τὸ φῶς οὐ προσλαμβά‐ νει ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ’ ἐκ πάσης τῆς οὐσίας αὐτὸ γεννᾷ ἀδιαστάτως, οὐδ’ ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν τὸν υἱόν, ἀλλ’ ἐξ ὅλης τῆς ὑποστάσεως ἐγέν‐ νησεν ἀδιαστάτως, ἅτε ἀσώματος. ὅθεν ἀληθῶς ἐστι πατήρ. | |
10.5 | Ἐπάγουσι πάλιν, πανταχοῦ τὴν ἐναντίαν τάξιν τῆς γραφῆς διώκοντες· ‘εἰ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος | |
ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ ἰδιοποίησιν.‘ | 40 | |
10.6 | Ἀλλ’ οὐδεὶς οὐδὲ τοῦτο συγχωρεῖ αὐτοῖς λέγειν. ἀλλότρια γὰρ εἶναι ταῦτα Χριστιανῶν ἡ μνημονευθεῖσα ἐλέγχει γραφή, παντὶ αἱρετικῷ ἀντιβαί‐ νουσα παγχαλέπῳ πάθει. | |
10.7 | εἰ γὰρ μετασχηματισάμενον τὸ φῶς ἀπαύγασμα γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς, τῆς μεταβολῆς ἐργαζομένης τὴν τοῦ ἀπαυ‐ γάσματος ἰδιοποίησιν. | |
10.8 | Εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γεγέννηκεν, μεῖναν καὶ αὐτὸ φῶς καὶ ἔχον τὸ ἀπαύγασμα συμφύτως ἐξ αὐτοῦ τέλειον, καὶ ὁ θεὸς μένει ἀτρέπτως θεός, ἀπαυγάσματος ἰδίου τυγχάνων πατήρ, οὔκετι ἔξωθεν | |
αὐτὸ προσλαβών, ἀλλ’ ἐκ τῆς οὐσίας γεννήσας τέλειον. | 42 | |
11n | Περὶ τῶν φλυαρούντων ὡς ‘ἐκ τῆς πατρὸς ὀνομασίας παρηλλαγμένη ἐστὶν ἡ οὐσία αὐτοῦ τοῦ υἱοῦ‘. | |
11.1 | Αὐτὰ περὶ τῶν αὐτῶν ἀνακυκλοῦντες καὶ ἕως τοῦ παντὸς παρασημαί‐ νοντες τῆς ἀληθείας τὸ κάλλος, ἀφ[ιλ]ο̣θέως καὶ τοῦτο φάσκουσιν· | |
11.2 | ὧν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη. | |
11.3 | φησὶν γάρ· ‘ἡ πατὴρ λέξις οὐ σημαίνει τὴν υἱὸς οὐδ’ αὖ υἱὸς ὀνομασία δηλοῖ τὴν πατρὸς ὑπόστασινʹ. | |
11.4 | Ἀκουέτωσαν δέ, ἓν μέν, ὅτι, εἰ μὴ καταλλήλῳ προσηγορίᾳ πεφανέρωντο αἱ θεῖαι ὑποστάσεις, ποίῳ συμβόλῳ ἄν τις χρησάμενος, μὴ λέγων τὴν πατρὸς προσηγορίαν, ἐμήνυσεν αὐτόν τε τὸν πατέρα καὶ ὅτι υἱὸν ἔχει; ἢ μὴ ὀνομάζων τὴν υἱὸς καὶ πνεῦμα προσηγορίαν, προσεφώνησεν αὐτόν τε τὸν υἱὸν ἢ τὸ πνεῦμα | |
5 | καὶ ὅτι ὁ μὲν υἱὸς πατέρα ἔχει, τὸ δὲ πνεῦμα τοῦ θεοῦ ἐστιν πνεῦμα; | |
11.5 | Ἕτερον δέ, ὅτι ἐπὶ τῆς ἁγίας τριάδος—πλὴν τοῦ πατέρα λέγεσθαι τὸν ἀληθῶς ὄντα τοῦτο, καὶ τοῦ μονογενῆ καλεῖσθαι τὸν φυσικῶς γεννηθέντα, καὶ τοῦ πνεῦμα θεοῦ προσαγορεύεσθαι τὸ ἀκριβῶς τοῦτο, ὃ κέκληται, τυγχάνον τοῦ πατρός—τἄλλα πάντα ὀνόματα καθέστηκεν τὰ αὐτά, ὡς τὸ θεός, κύριος, | |
5 | ἅγιος, δίκαιος, ἀγαθός, φῶς, ζωή. | |
11.6 | Οὐκοῦν τοὐναντίον, ἐπὶ τῆς μακαρίας τριάδος μόνης, ὧν τὰ ὀνόματά ἐστιν τὰ αὐτά, τούτων καὶ ἡ οὐσία μία καθέστηκεν· ἵν’ ἀκολουθῇ τὸ ὑπὸ ὁμοίου ὅμοιον χαρακτηρίζεσθαι. | |
11.7 | τῷ γὰρ ἀληθινῷ καὶ ἀϊδίῳ φωτί, | |
πρὸς τὸ ἀληθινὸν καὶ ἀΐδιον φῶς, καὶ τῇ ὄν[τως .......... | 44 | |
15.1 | 〈„ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ’ ἐμαυτοῦ ὀμνύω· ἦ μὴν〉 ἐξελεύ‐ σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσον‐ | |
5 | ται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ὀμιεῖται τὸν θεόν“, ὅ ἐστιν ἐπιγνώσεται τὸν θεὸν (ἤ „ἐξομολογήσεται τῷ θεῷ“). | |
15.2 | οὐκ ἔστιν οὖν ἔμπροσθεν τοῦ υἱοῦ ὁ θεὸς καὶ πατήρ, οὐ τῷ ἀνάρχῳ, οὐ τῇ οὐσίᾳ, οὐ τῇ δόξῃ, ἀλλ’ ἐπ’ ἴσης, πλὴν εἰ μή που τῷ τῆς πατρότητος λόγῳ. | |
15.3 | ὅτι γὰρ τοῦ μονογενοῦς υἱοῦ τὰ ῥήματα, ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις γράφων ἐσαφήνισεν οὕτως εἰπών· „πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθὼς γέγραπται· ‘ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο‐ | |
5 | γήσεται τῷ θεῷ‘“. | |
15.4 | Ὁμοίως δὲ καὶ ὁ θεολόγος Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ εἶπεν· „ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὁ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν | |
5 | ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλα‐ βεν“. | |
15.5 | ἐν δὲ τῇ Ἀποκαλύψει· „ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος κύριος ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ“. | |
15.6 | Τό „ὁ ὤν“ σημαίνει τὸ ἀεὶ ὂν τῆς θείας ὑποστάσεως καθὰ καὶ ἀλλα‐ | |
χοῦ ἔφαμεν. ἀόριστος γὰρ ἡ λέξις, ὅθεν ὄνομα ἑαυτοῦ ὁ θεὸς εἶπεν τό „ὁ ὤν“. | 46 | |
15.7 | Τό „ἐν ἀρχῇ ἦν“ ποιεῖ προῦπτον καὶ σφόδρα γε συμφανὲς τὸ ἄτοπον καὶ φευκτὸν τοῦ ‘ἦν ὅτε οὐκ ἦν‘. ἡ γὰρ λέξις ἡ „ἦν“ ἀπαρέμφατός ἐστιν. ῥωμαϊστὶ δὲ ἡ ἀπαρέμφατος | |
5 | ἐκ δύο λέξεων σύγκειται· PLVSQVAMPERFECTVS, ἑρμηνεύεται δέ· πλέον ἢ τέλειος. | |
15.8 | ὥστε νῦν ἀπαιτεῖ νοηθῆναι ὑπεράχρονος ἢ ἄναρχος. 〈τ〉ὸ γὰρ 〈οὐκ〉 ὢν ἐν τῇ ἀρχῇ εἴ τις ἂν εἴποι, ἀρχή ποτε ἀναίτιος οὐκ ἦν. καὶ πάλιν, ὁ μηδέπω ὢν χρόνος τοῦ ποιήσαντος αὐτὸν πῶς εἶναι μέτρον δύναται; | |
15.9 | Τό „ἦν πρὸς τὸν θεόν“ παριστᾷ, ἣν υἱὸς ἔχει πρὸς θεὸν πατέρα φύσεως οἰκειότητα, καὶ τό—ἀφ’ οὗ ἦν, εἰ θέμις οὕτως εἰπεῖν, ὁ αὐτογενὴς πατήρ—συνυπάρχειν αὐτῷ τὸν ἐξ | |
5 | αὐτοῦ υἱόν. | |
15.10 | ἐρρωμένως δὲ νοηθείη ἂν τό „ἦν πρὸς τὸν θεόν“, ὅτι κατὰ τὸν θεὸν ἦν ἄναρχος, ἀγένητος, ἀχώρητος, ἀγαθός, ἀθάνατος, παμβασιλεύς. εἰ γὰρ μὴ οὕτως ἔχει ἐπὶ τῆς βρυθείσης σοφίας ταύτης, οὐχ ἕξει οὐδ’ ἐπὶ τῆς πηγῆς τῆς βρυσάσης τὴν σοφίαν. ἔχει δὲ οὕτως ἐπ’ ἀμφοῖν. | |
15.11 | ἐπιφανὴς γὰρ καὶ βέβαιος καὶ ἀπερίεργος καὶ πρὸς τὸ θεῖον ὁρῶν μόνον ὁ σκοπὸς καὶ ὁ θεο‐ παράδοτος λόγος τοῦ Ἰωάννου. | |
15.12 | Τό „θεὸς ἦν ὁ λόγοσ“ συνιστᾷ τὸ οὐσιώδη εἶναι τὸν λόγον καὶ θεὸν εἶναι οἷός ἐστιν θεὸς ἐκεῖνος οὗ | |
λόγος ἐστίν· καὶ αὖθις τὸ ἀναίτιον. | 48 | |
15.13 | Τό „πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν“ ἀποφαίνει αὐτόν, ὡς ἤδη ἐλέχθη, μονονουχὶ δημιουργόν, ἀλλ’ ὅτι καὶ οὐκ ἐκτίσθη. | |
15.14 | εἰ γὰρ μηδὲ ἓν κτιστὸν χωρὶς αὐτοῦ τὸ εἶναι ἐδέξατο, παντί που δῆλον ὡς αὐτὸς οὐκ ἐγένετο, ἀλλ’ ἐγεννήθη θεϊκῶς. καὶ γὰρ ἀμήχανον ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἥκειν τὸν ὕπαρξιν τοῖς ὅλοις καὶ τοῖς λογικοῖς οὐσίωσιν καὶ ἀθανασίαν δεδωκότα. οὐδὲν γὰρ κτιστὸν οὐσιοῦν ἢ ἀπαθανατοῦν ἢ λογικοὺς ποιεῖν δύναται· ἀλλ’ ἐκ | |
5 | τῆς ἤδη παρὰ τοῦ θεοῦ ἐξ οὐκ ὄντων παραχθείσης οὐσίας χρυσοῦ ἢ ἀργύρου ἢ χαλκοῦ ἢ σιδήρου ἢ ξύλου ἢ λίθου δημιουργοῖ ἄψυχον καὶ ἄλογον, ἀνδριάντα τυχὸν ἤ τι ἕτερον· | |
15.15 | αὐτὸ δέ, οὐσίαν μὴ οὖσαν προοῖσαι ἢ ἔμψυχον καὶ λογι‐ κὴν ἀναδεῖξαι μόνης τῆς πανδυνάμου καὶ αὐτοτελοῦς μιᾶς θεϊκῆς φύσεως ἴδιον καὶ ἐξαίρετον τυγχάνει ὄν. | |
15.16 | ἐποίησεν δὲ δι’ αὐτοῦ ὁ πατὴρ ὡς φῶς δι’ οἰκεί‐ ου ἀπαυγάσματος καὶ ὡς νοῦς διὰ λόγου. | |
15.17 | Τό „ἐν αὐτῷ ζωὴ ἦν“ ἐπεκδιδάσκει ὅτι αὐτός ἐστιν ἀνάρχως, ἡ ζωὴ τῆς μιᾶς καὶ ἀνωτάτω φύσεως ὑπάρχων, καὶ μηδαμῶς ὄντων πάντων αἴτιος ὢν τῶν ὄντων. διὸ καὶ αὐτός | |
5 | φησιν· „ἐγώ εἰμι ἡ ζωή, ἐγώ εἰμι τὸ φῶσ“. | |
15.18 | φιλοτιμεῖται δὲ τῷ ἀνάρχῳ τὰς μαρτυρίας τοσαυτάκις εἰπὼν τό „ἦν“, ἵνα τῇ συνεχείᾳ τῆς τοιαύτης φωνῆς ἢ αἱρετικῶν τὰς κωφὰς ἀκοὰς διανοίξῃ ἢ μηδὲν περὶ τοῦ ‘ἦν ὅτε οὐκ ἦν‘ ἐν τῇ μελλούσῃ καθολικῇ καὶ ἀπαρεγκλίτῳ | |
διαγνώσει πρόφασις ὑπολειφθείη. | 50 | |
15.19 | Τό „καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων“ ἐκπαιδεύει αὖθις τὰ αὐτά. φησὶν γάρ· αὕτη ἡ ἀγένητος ζωὴ σύστασις τῆς γενη‐ τῆς ἀνθρώπων φύσεως ὑπάρχει. | |
15.20 | Τό „καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν“ οὐκ ἀνέχεται τῶν αἱρετικῶν δοξασμάτων. 〈οὐ〉 κρυφίως γὰρ καὶ ἄγαν δριμέως δη‐ λοῖ, ὡς ὅνπερ ἄν τις προχρόνιον χρόνον ἢ ἀκαιριαίαν ῥοπὴν ἢ προαιώνιον αἰῶνα | |
5 | ὑπολάβῃ, φαίνει ἀϊδίως ὡς ἀχώριστον ἀπαύγασμα τοῦ θεοῦ, καὶ οὔποτε σκοτία ἀνυπαρξίας αὐτὸ κατέλαβεν. | |
15.21 | Τό „ὁ παντοκράτωρ“ οὐδὲ ἑρμηνείας δεῖται. δείκνυσι γὰρ ἀδιαίρετον ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ τὴν βασιλείαν καὶ εἶναι „ἐπὶ πάντων θεόν“. | |
15.22 | Τό „ὁ ἐρχόμενοσ“ τὸν υἱὸν δηλοῖ μέλλοντα ἔρχεσθαι τὸ δεύτερον καὶ „κρίνειν ζῶντας καὶ νε‐ κρούσ“. | |
15.23 | Συνιστῶν τοίνυν καὶ ὁ βαπτιστὴς Ἰωάννης, ὅτι τό „ὁ ὤν“ περὶ τοῦ υἱοῦ εἴρηται, δηλοῖ τῷ δεσπότῃ· „σὺ εἶ“ (ἀντὶ τοῦ ἐκεῖνος ὁ ὤν, ὃν καὶ ἐν τῇ μήτρᾳ σε ὄντα τῆς παρθένου θεὸν ἐπιγνοὺς αὐτὸς ἐγὼ ἐν τῇ νηδύϊ τῆς στείρας ὢν διὰ τῆς σκιρτήσεως | |
5 | προσεκύνησα) „ἢ ἕτερον προσδοκῶμεν;“ | |
15.24 | Καὶ ἐν τῇ πρώτῃ δὲ ἐπιστολῇ Ἰωάννης ὁ φίλος καὶ ἀπόστολος τοῦ κυ‐ ρίου γράφει· „ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεα‐ σάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς—καὶ ἡ | |
5 | ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν—ὃ ἑωράκα‐ μεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ | |
Ἰησοῦ Χριστοῦ“. | 52 | |
15.25 | Πρόσχες καὶ αὖθις τῷ πλήθει τοῦ „ἦν“, καὶ ὡς κοινωνίαν σωτηρίας οὐκ ἔχουσιν μετὰ τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς οἱ μὴ ὁμολογοῦντες κατὰ φύσιν υἱὸν εἶναι αὐτὸν συνάναρχον τοῦ θεοῦ. | |
15.26 | πρὸς ταύτην γὰρ ἡμῖν τὴν πίστιν τὴν παραδοθεῖσαν ἐν τῇ μυσταγωγίᾳ τοῦ φωτίσματος παρὰ τοῦ πάντων δεσπότου ἐστὶν ἡ κοινωνία ἣν Πέτρος ἔγραψεν· „ἵνα γένησθε θείας κοινωνοὶ φύσεωσ“. | |
5 | τὸ γὰρ κτίσμα καὶ ὑπὸ χρόνον ὂν οὐ θεία φύσις ἐστίν. | |
15.27 | Μέμνησο δὲ πρὸς τούτοις, ὅτιπερ „τὴν κοινωνίαν ἡμῶν“ εἶπεν „μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ“, ἰσοτίμως, καὶ οὐχί ‘διὰ τοῦ υἱοῦ αὐτοῦ‘. | |
15.28 | Καὶ ὁ Ἀμὼς δὲ προφητεύων „παντοκράτορα“ ὁμοίως τὸν υἱὸν ὀνομάζει οὕτω που λέγων· „ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ | |
5 | ἐπὶ πρόσωπον πάσης τῆς γῆς, κύριος, ὁ θεός, ὁ παντοκράτωρ ὄνομα αὐτῷ“. | |
15.29 | Περὶ ἦς ἀναβάσεως ψάλλει καὶ Δαυΐδ· | |
„ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγοσ“. | 54 | |
15.30 | Ἄμφω ταῦτα περὶ τοῦ υἱοῦ. ὁ γὰρ πατὴρ οὔτε κατέβη οὔτε ἀνέβη, ὡς ὁ ἀπόστολος ἑρμηνεύει γράφων ὧδε· „τὸ δὲ ‘ἀνέβη‘ τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον; ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα“ | |
5 | ὡς πάντων φησὶν ὑπερανεστηκὼς καὶ ὑπερφέρων ὁμοῦ τῷ τεκόντι πατρί, ἅτε ἀγέ‐ νητος. | |
15.31 | φανερὸς γάρ ἐστι τοῦτο νοήσας, ἀφ’ ὧν καὶ αἱ νοεραὶ δυνάμεις, ἐπειδὴ κτίσματα μεμετρημένα τυγχάνουσιν οὖσαι ἐν οὐρανῷ, ἀλλ’ οὐχ ὑπεράνω τῶν οὐρανῶν, οὐδὲ πληροῦσαι τὰ πάντα εἰσίν. | |
15.32 | Καὶ Σοφωνίας „παντοκράτορα“ ὡσαύτως ἀναγορεύει αὐτὸν λέγων· „αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ἐπιφανήσεται κύριος ἐπ’ αὐτούς, καὶ ἐξολο‐ θρεύσει κύριος πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προκυνήσουσιν | |
5 | ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ“. | |
15.33 | Καὶ Μαλαχίας ἑπομένως ἐκ προσώπου τοῦ δεσπότου φάσκει· „διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδόξασταί μου τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνοματί μου καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ. | |
5 | ὑμεῖς δὲ βεβηλοῦτε αὐτό“. | |
15.34 | Ἡ γὰρ μνήμη τῆς τε ἐπιφανείας καὶ τοῦ δοξάζεσθαι ἐν τοῖς ἔθνεσιν, τὸν υἱὸν σημαίνεσθαι δείκνυσιν, οὗ τὸ ὄνομα βεβηλοῦσιν Ἰουδαῖοι σὺν τοῖς κτισ‐ ματολάτραις. καὶ αὐτὴ δὲ ἡ ἀκολουθία παντοκράτορα αὐτὸν εἶναι βούλεται, καθὸ εἰκὼν καὶ μονογενὴς παντοκράτορος κεχρεωστημένος τὸ καὶ ἐν τούτῳ εἰκὼν | |
5 | νοεῖσθαι τοῦ παντοκράτορος. | 56 |
15.35 | Καὶ Παῦλος δὲ Ἑβραίοις γράφει· „ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρόσ“, τοῦτ’ ἔστιν συνάναρχος καὶ ὁμοούσιος. ἵνα γὰρ τὰ ἀπαράβλητα παραβολικῶς πως παραδειχθείη, εἰ κἂν οὕτω ποσῶς εἰς νοῦν δεχθείη τὸ ὑπὲρ νοῦν, ἐρῶ— | |
5 | τὸ μέγα καὶ μόνον μέγα μικρῷ συμβάλλων—ὡς ἅμα τε ἥλιος, ἅμα ἐξ ἡλίου φύσεως καὶ ἐξ ὅλου τοῦ δίσκου ἀμερίστως καὶ ἀδιαστάτως καὶ ἰσομέτρως ὅλον τὸ φῶς συνεκφαίνεται καὶ συνενεργεῖ καὶ συμπαρέχει τὴν θέρμην τοῖς αἰσθή‐ σεως δεκτικοῖς. καὶ τῆς τοῦ προέντος οὐσίας τὸ ἀμέσως καὶ οὐχ ὕστερον προ‐ χεόμενον καὶ συμπροϊὸν καὶ συνυφιστάμενον φῶς ὅλην ἐν ἑαυτῷ διεκφαίνει | |
10 | τὴν ποιότητα. | |
15.36 | Εἰ δέ, πρὸς τὸ εἶκον ἐκείνοις, ‘ἦν ὅτε οὐκ ἦν‘ τὸ ἀπαύγασμα, ποῦ ἡ ἀπαυγάζουσα αὐτὸ ὑπόστασις τοῦ φωτός; συνδιολισθήσει γάρ που πάντως ἐκείνῳ τοῦτο. καὶ μὴν καὶ Δανιὴλ προφητεύων εἶπεν· „καὶ φῶς μετ’ αὐτοῦ ἦν“ | |
5 | ἀντὶ τοῦ ‘ὁ υἱὸς μετὰ τοῦ πατρόσ‘. | |
15.37 | Τοῦτο γὰρ μάλιστα δείκνυσιν τὸ ἀσυνείκαστον καὶ μέγα τῆς θεότητος, ὅτι συνάναρχον αὐτοῦ καὶ σύναρχον ὁμοῦ δὲ καὶ τέλειον καὶ ἀπαράλλακτον ἀπαθῶς ἐγέννησεν ὁ πατήρ. | |
15.38 | κτίσματος γὰρ ἴδιον καὶ οὐ κτίστου, τρεπτοῦ καὶ οὐκ ἀτρέπτου, ὑπὸ κρίσιν καὶ οὐ κριτοῦ, ζωοποιουμένου καὶ οὐ ζωοποιοῦντος, ὑπὸ ἁμαρτίαν καὶ οὐ θεοῦ τὸ μὴ οὕτως γεννῆσαι καὶ γεννηθῆναι. | |
15.39 | εἰ γὰρ αὐτός, οὔπω ἐνεργείας ἄλλης οὐδεμιᾶς γενομένης, „ἐποίησεν τοὺς αἰῶνασ“, οἱ ἐκ τῶν χρόνων ἀποτελοῦνται, καὶ τοῖς πᾶσιν ἀρχὴν ἐπέθηκεν, οὐδὲν δὲ πρὸ τῶν χρόνων καὶ αἰώνων νοεῖσθαι δύναται (εἰ μὴ ἡ ἀκατάληπτος καὶ ἀληθῶς μόνη | 58 |
5 | πρωτίστη καὶ πρωτουργὸς φύσις ἡ μόνως οὖσα ἄναρχος καὶ αἰώνιος καὶ ὕφεσιν πρὸς ἑτέραν οὐκ ἔχουσα), πῶς οὐκ ἀνάρχως ἐκ τῆς ὑποστάσεως γεννηθῆναι πιστεύεται τοῦ πατρὸς καὶ οὐκ ἐκ τῆς ἐνεργείας; | |
15.40 | χρόνου γὰρ οὐ διορίζοντος οὐκ ἔστιν πρότερον καὶ ὕστερον, ἀλλ’ ὁ μὴ ὢν ὑπὸ χρόνον ἄναρχός ἐστιν, ὁ δὲ ἄναρχος ἄκτιστος. | |
15.41 | ὥσπερ γὰρ οὐκ ἔστι χρόνος ἀγένητος, οὕτως οὐδὲ κτίσις ἄχρονος, ἀλλ’ ἔχει μέτρον τὸν χρόνον· σὺν αὐτῇ γὰρ καὶ ὁ χρόνος γέγονεν. καὶ εἰκότως πάντα μὲν ἀπὸ τοῦ δημιουργοῦ μετρεῖται ὡς δεύτερα, αὐτὸς δὲ ὑπ’ οὐδενός, ἐπειδὴ ἄναρχος καὶ φύσει θεός. | |
15.42 | Τὰ δὲ ἴσα θεωρεῖται καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ γέγραπταί ποτε ‘ἐξεπορεύθη‘, ἀλλ’ „ἐκπορεύεται“. | |
πῶς δὲ αὐτὴ ἡ ζωὴ ζωοποιεῖται ἢ τὸ ἀληθινὸν φῶς φωτίζεται; | 60 | |
15.43 | Ἦν δὲ ἄρα τό τε θεῖον φῶς καί „ζωὴ αἰώνιοσ“ ἀεί, καὶ αὐτὸς ἑαυτὸν λέγει ὁ ἀψευδὴς καὶ μέγας θεός. | |
15.44 | οὐ μὴ ἦν ὅτε „ἀπαύγασμα δόξης καὶ χαρακτῆρα ὑποστάσεως καὶ εἰκόνα ἀγαθότητος καὶ δύναμιν καὶ σοφίαν καὶ δικαιοσύνην θεοῦ“ (ἃ ὑπάρχειν τὸν αὐτὸν μονογενῆ Παῦλος μαρτυρεῖ) οὐκ εἶχεν ὁ πατήρ, ἀλλ’, ὃ | |
5 | μὴ προσῆκεν εἰπεῖν, ὕστερον ὁτιοῦν προσέλαβεν. | |
15.45 | εἰ δὲ εἶχεν, ἦν ἀεὶ ὁ ταῦτα ὢν μονογενής. | |
15.46 | οὔτε γὰρ ὁ ταῦτα ὢν ἐκτὸς τοῦ θεοῦ οὔτε ὁ θεὸς χωρὶς τοῦ ὄντος αὐτοῦ ταῦτά ποτε νοηθῆναι δύναται. ταῦτα δὲ ὑπάρχει ὁ μονογενής, οὐ καθάπερ ἕξις ἢ ἐπιτηδειότης, ἀλλ’ οὐσιωδῶς, καθὰ προείρηται. | |
15.47 | Εἰ δὲ καὶ ἐν τῇ ἀρχῇ τῆς κοσμογονίας τὰ πρῶτα δένδρα σὺν τοῖς ἐξ αὐτῶν καρποῖς συνυπέστη—καὶ παράδοξον οὐδέν, εἰ σὺν τῇ ῥίζῃ ὁ καρπὸς συνανέτειλεν—, πῶς ἀμήχανον κατ’ ἀρχὰς τὸν εὐμήχανον πατέρα μὴ ἔγκαρ‐ πον γεγενῆσθαι τοῦ ἰδίου υἱοῦ καὶ εὐθὺς ἐκ τῆς δόξης τῆς ὑποστάσεως αὐτοῦ | |
5 | συνεκλάμψαι τὸ ἀπαύγασμα; | |
15.48 | καθὰ οὖν αὐτοῦ ἡ τῆς ἐνανθρωπήσεως κάτω γέννησις ἑτέρᾳ γεννήσει οὐ συγκρίνεται—ἐκ παρθένου γὰρ ἄρευστος, ἀπή‐ μαντος, ὅπερ ἡ φύσις ἡμῶν οὐκ ἔχει—, οὕτω καὶ ἡ ἄνω γέννησις ἀκατάληπτος ὑπὲρ τὸ πλέον καὶ πᾶσαν ἐξαλλάττουσα γέννησιν ὑπάρχει. καὶ οὔτε ἀπιστεῖν | |
5 | χρὴ οὔτε μὴν ζητεῖν ἢ ἐξηγεῖσθαι τὸν τρόπον ἡμῖν ἀσφαλὲς τοῖς εἰπεῖν μὴ δυναμένοις, πῶς παρθένος ἔτεκεν μείνασα παρθένος μήτε δὲ τὴν ἰδίαν ἡμῶν γέννησιν ἐπισταμένοις. | |
15.49 | ὅπου γε καὶ τὴν καθ’ ἡμᾶς εἰ ἐγινώσκομεν, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ, ἥτις καὶ ταῖς ἐπουρανίοις δυνάμεσιν ἀκατάληπτος οὖσα τυγχάνει. | 62 |
15.50 | Διὸ σὺν ἐκπλήξει ὁ προφήτης φησὶν περὶ μὲν τῆς κάτω γεννήσεως· „καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν;“ (ἀντὶ τοῦ οὐδείς). | |
15.51 | περὶ δὲ τῆς ἄνω· „τὴν δὲ γενεὰν αὐτοῦ τίς ἐξηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ;“ τὴν γέννησιν γενεάν, τὴν ὕπαρξιν ζωήν, τὸ ὑπερεξεπῆρθαι ἀμέτρως ἀπὸ τῆς γῆς καὶ ὑπερφέρειν παντὸς νοῦ „αἴρεται ἀπὸ τῆς γῆσ“ καλέσας μυστικώτατα. | |
15.52 | ὅτι γὰρ παντὸς χρόνου, ὃν ἂν νοήσῃ τις πολλὰ κυκλεύσας τῇ διανοίᾳ, ἀπε‐ ράντως ἀνώτατος καὶ ποσότητος πάσης ἀσυγκρίτως ἀμείνων καὶ τὴν οὐσίαν ἀπερινόητος καὶ πάντοθεν ἄποπτος εἰς ἅπαν καθέστηκεν—αὐτὸς ἑαυτὸν περι‐ βαλὼν καὶ οὐδὲν ἑαυτοῦ ἔξωθεν ἔχων—, καὶ παραχωρεῖ τῷ τοσούτῳ αὐτοῦ | |
5 | ἀκαταλήπτῳ καὶ ἡ ἀγγέλων πληθύς, καὶ πᾶς οὐρανίων ταγμάτων δῆμος ἐκβοῶ‐ σιν ὡδί· ὁ μὲν Δαυῒδ ἐν ιζʹ ψαλμῷ· „ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ“, ἡ δὲ ᾠδὴ Ἀμβακούμ· „ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ“, | |
15.53 | ὁ δὲ Ματθαῖος „οὐδείσ“ φησίν „γινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγι‐ νώσκει, εἰ μὴ ὁ υἱόσ“. | |
15.54 | Τὸ μὲν γὰρ τεχθὲν παρὰ τῆς κτίσεως κατὰ κοινωνίαν ἄλλου πρὸς ἄλλο γεγέννηται καὶ οὐ συμφυὲς τῷ γεννήσαντι, οὐδὲ τέλειον εὐθὺς καὶ ἀπαθῶς ἐξε‐ λήλυθεν· | |
15.55 | ἐπὶ δὲ τῆς θεότητος τὸ ἔμπαλιν. ἐπειδὴ γὰρ ἡ κτίσις τοιῶσδε, ὁ γενεσιουργὸς ἐναντίως καὶ οὐχ ὁμοίως τῶν ἰδίων ποιημάτων, ἀλλ’ ὡς οἶδεν ταῦ‐ τα μόνη ἡ μακαρία τριάς. | |
15.56 | οὐδὲ γὰρ ἀκατάληπτος, εἰ κατελαμβάνετο, οὐδὲ | |
μυστήριον, εἰ ἐγινώσκετο, οὐδὲ θεῖον, εἰ ἐχωρεῖτο, οὐδὲ δημιουργὸς πάντων, εἰ ἀπὸ χρόνου, οὐδὲ ἀσύνθετος καὶ ἀμερής, εἰ πρὸς τὰ σώματα. | 64 | |
15.57 | καθάπερ γὰρ ἀκούοντες περὶ τοῦ πατρός „ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ“ καί | |
5 | „ἕως τῶν νεφελῶν ἡ ἀλήθεια αὐτοῦ“ (οὐχ ὅρους τιθέαμεν αὐτῷ, ἀλλὰ τὸ ἀΐδιον πιστεύομεν· οὐ γὰρ ὁμῆλιξ αὐτῷ ὁ αἰών), ὡσαύτως περί τε τοῦ υἱοῦ καῖ τοῦ ἁγίου πνεύματος φρονεῖν ὀφείλομεν, ἐπὶ γὰρ τῆς πάντων ἐπικρατούσης μιᾶς φύσεως, εἰς ἣν αὗται αἱ πάντιμοι ὑπο‐ στάσεις. | |
15.58 | τὰ ἴσα μελῳδεῖ καὶ περὶ τοῦ υἱοῦ· „σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκ λείψουσιν“. καὶ εἰ μὴ μικρὸν τὸ περὶ τοῦ πατρὸς γεγράφθαι „ὁ ὑπάρχων πρὸ τῶν αἰώνων“, | |
5 | οὐ μικρὸν οὐδὲ τὸ περὶ τοῦ υἱοῦ αὐτοῦ χρησμῳδηθέν, ὅτι „προαιώνιος θεόσ“. δῆλον δ’ ὡς ἀπερινόητος, καθὰ δειχθήσεται οὐ πολλῷ ὕστερον. καὶ καθὰ ὁ πατήρ „ἔχει ἀθανασίαν“, | |
10 | (μᾶλλον δὲ αὐτός ἐστιν ἡ ἀθανασία), οὕτως ὁ υἱός ἐστιν „ζωὴ αἰώνιοσ“, ἔστιν δὲ τὸ αὐτό. | |
15.59 | Καὶ ὥσπερ ὁ πατήρ „εἷς θεόσ“ εἴρηται, οὕτω ὁ υἱὸς κέκληται μονογενής, θεός, λόγος καί „εἷς κύριος Ἰησοῦς Χριστόσ“. | |
15.60 | καὶ ὡς Ἰάκωβος περὶ αὐτοῦ γράφει „εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ μόνος σώζειν δυνάμενοσ“, οὕτω τὸ πνεῦμα παρὰ Παύλου Κορινθίοις καὶ Ἐφεσίοις γράψαντος ὕμνηται „ἕν“ | |
5 | καί „τὸ αὐτό“ καὶ μόνον, | |
καὶ μόνον, ἵνα καὶ αὐτῷ τούτῳ τῷ ὡσανεὶ ἀριθμῷ, ἵν’ οὕτω λεχθῇ, δείκνυνται φέρουσαι αἱ μακάριαι ὑποστάσεις αὗται τὸ ἑναδικὸν ἤτοι μοναδικὸν τῆς πατρικῆς θεότη‐ | 66 | |
10 | τος. | |
15.61 | καὶ εἰ ἐπὶ τοῦ πατρὸς ἀληθὲς τό „ὁ θεὸς καὶ κύριοσ“, ἀψευδὲς καὶ ἐπὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ πνεύματος. | |
15.62 | Ὡς γὰρ ἐπεμνήσθημεν πολλαχοῦ, ἥ τε πρεσβυτέρα διαθήκη τὴν ἰσοτι‐ μίαν φυλάξασα διελάλησεν· „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου“, καί | |
5 | „ἔβρεξεν κύριος παρὰ κυρίου“, καί „ἐποίησεν ὁ θεὸς κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον“, καί „τίς θεὸς πάρεξ τοῦ κυρίου καί τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;“ | |
15.63 | Καὶ ἐν τῇ νέᾳ δὲ διαθήκῃ ὁ μὲν Ἰωάννης ἔφη, ἅπερ ἤδη ἐλέχθη. ὁ δὲ Θωμᾶς „ὁ κύριός μου καὶ ὁ θεός μου“, καὶ ὁ Παῦλος | |
5 | „ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία“, καὶ πάλιν. „καθάπερ ἀπὸ κυρίου πνεύματοσ“ καὶ „δῴη κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου τῷ Ὀνησιφόρου οἴκῳ“. | |
10 | ὁ δὲ Ἰώβ· „πνεῦμα θεῖον τὸ ποιῆσάν με“, καὶ „πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισίν“. | |
15.64 | Ταὐτὸν δέ ἐστιν τῇ γραφῇ λέξαι „θεῖον“ ἤ „θεόν“, ὡς διδάσκουσιν Παῦλος μὲν Ῥωμαίοις γράφων· „ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότησ“, αἱ δὲ Πράξεις· | |
5 | „οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης ἢ ἐν‐ | |
θυμήσεως ἀνθρωπίνης, τὸ θεῖον εἶναι ὅμοιον“, ὁ δὲ Πέτρος ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· „ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεωσ“. | 68 | |
15.65 | Καὶ ὃν τρόπον ὁ πατὴρ ἀκατάληπτος, οὕτω καὶ τοῦ Χριστοῦ ὁ πλοῦτος ἀνεξιχνίαστος κατὰ τὸν Παῦλον τυγχάνει ὤν. φησὶν γάρ· „ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις, εὐαγγελίζε‐ σθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ“. | |
5 | ἀλλὰ καὶ „τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρασ“ οὔτε „τῆς συνέσεως ἀριθμόσ“ κατὰ τὸν Δαυΐδ, οὔτε | |
10 | „τῆς εἰρήνης ὅριον“ κατὰ Ἠσαΐαν, | |
15.66 | καί „τὸ ἄφθαρτον δέ σου“, φησίν, „πνεῦμά ἐστιν ἐν πᾶσιν“, καί „πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην“. | |
15.67 | οὐδεὶς γὰρ ἂν οὕτω παχύνους καὶ νωθὴς εὑρεθείη, ὅστις μὴ ἐκ τούτων τῶν ἀπλάστων καὶ καθα‐ ρῶν μαρτυριῶν τὸ ἀπέραντον τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος συνίδοι. | |
15.68 | Καὶ ἰσόσταθμα καὶ ὁμοιόλεκτα τὰ περὶ ἀμφοῖν τῶν ὑποστάσεων γρα‐ φέντα παρὰ τοῦ ἀποστόλου φημί, τά τε περὶ τοῦ πατρὸς διαλεγόμενα· „ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεόσ“, καί | |
5 | „ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι“· τά τε περὶ τοῦ υἱοῦ Ῥωμαίοις γραφέντα· „ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν“. πρὸς τούτῳ καὶ | |
10 | „τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου“. | |
15.69 | Ἔτι ὅμοια τὰ χρησθέντα περὶ μὲν τοῦ πατρός· „ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν“, περὶ δὲ τοῦ υἱοῦ αὐτοῦ· „ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, | |
5 | ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστόσ“. | 70 |
15.70 | καὶ ἑτέρωθι· „ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι εἷς κύριος Ἰησοῦς Χριστόσ“. | |
15.71 | Περὶ δὲ τοῦ πνεύματος κατά τε τὰ περὶ αὐτοῦ προσφάτως εἰρημένα καὶ καθὸ πάντα νοεῖσθαι κεχρεώστηται αὐτῷ, ὅσα ἐστὶν ὁ πατήρ, ὣς πνεῦμα αὐτοῦ, δίχα μέντοι τοῦ εἶναι πατέρα. ἐξεικονίζει γὰρ καὶ ἐν τούτῳ καὶ ἐν πᾶσιν τὸν θεόν, ᾗ διαγορεύει | |
5 | „ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν“. | |
15.72 | καὶ ἰσοδύναμον τῷ μελῳδηθέντι περὶ τοῦ θεοῦ πατρός· „σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν“ τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθὲν ἐν πϛʹ ψαλμῷ· „μήτηρ Σιὼν ἐρεῖ· ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῷ καὶ αὐτὸς | |
5 | ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστοσ“ καὶ τὸ περὶ τοῦ ἁγίου πνεύματος ἐν εὐαγγελίῳ· „ὑμεῖς λήψεσθε δύναμιν ἐξ ὕψους ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶσ“. | |
15.73 | Καὶ καθὰ μέγας ὁ πατὴρ πρὸς τοῖς ἄλλοις, ὅτι οἶδεν τὸν υἱόν, οὕτω καὶ ὁ υἱὸς μέγας ἐστὶ καὶ διὰ τὸ γινώσκειν τὸν πατέρα· | |
15.74 | ὁμοίως καὶ τὸ ἅγιον πνεῦμα. φησὶν γάρ· „οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ“. καὶ ἀπαράλλακτον τῷ παρὰ Παύλου Ἑβραίοις γραφέντι περὶ τοῦ πατρός· | |
5 | „ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα“ τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθέν· „πάντα δι’ αὐτοῦ ἐγένετο“ καὶ περὶ τοῦ πνεύματος· „τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος | |
10 | αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν“. | |
15.75 | Αἱ οὖν τῷ θεῷ καὶ πατρὶ ἐν ἴσῳ ἐκτετιμημέναι ἔνδοξοι ὑποστάσεις, ὡς τὴν ἐπὶ πάντων θεϊκὴν ἄμικτον καὶ ἀπαράβλητον αὐτοῦ φύσιν διακληρω‐ | |
σάμεναι, πῶς ἂν ἐν πᾶσιν ὑπὸ θεῷ, καθὸ κτιστὰς ψηφίζονται αὐτάς, συναριθ‐ μηθείησαν; | 72 | |
15.76 | ὥσπερ γὰρ ἀδύνατόν ἐστιν μὴ τὸν πατέρα ἀνάρχως τε καὶ ἀληθῶς εἶναι πατέρα—οὐ γὰρ χρόνῳ οὐδ’ ἐπίθετον ἔσχεν τὸ ὄνομα τοῦτο—, οὕτως ἀδύνατόν ἐστιν μὴ τὸν υἱὸν λόγον καὶ τὸ πνεῦμα αὐτοῦ ἀνάρχως τε καὶ φύσει εἶναι ἐκ τῆς ὑποστάσεως αὐτοῦ. ἅμα γὰρ πατήρ—συγχωρηθῇ δὲ τὸ | |
5 | οὕτως εἰπεῖν—ἀδιαστάτως ὁ μὲν ἐγεννήθη, τὸ δὲ ἐξεπορεύθη. | |
15.77 | καὶ τοῦ εἶναι οὖν πατέρα τοῦ μονογενοῦς καὶ τοῦ ἔχειν τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον παρ’ αὐτοῦ οὐ παρῄρηται. καὶ διὰ τὸ εἶναι πατέρα οὔτε χρόνῳ οὔτε οὐσίᾳ δια‐ φέρει τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αὐτοῦ. εἰ γὰρ ὕστερον ἐγέννα, μετεβάλλετο ἂν | |
5 | ἤτ’ οὖν ἐτρέπετο, ὅπερ ἀλλότριον θεότητος μετὰ τοῦ εὑρίσκεσθαι τὸν θεόν ποτε μὴ λεγόμενον ἢ μὴ ὄντα πατέρα ὡς μήπου γεγεννηκότα. | |
15.78 | Καὶ Ἑβραίοις δὲ ὁ ἀπόστολος τὸ ἄναρχον καὶ ἀκατάληπτον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσεως παριστῶν γράφει περὶ τοῦ Μελχισεδέκ· „ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος μηδὲ ἀρχὴν ἡμερῶν ἔχων, μηδὲ τέλος ζωῆς, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ“. | |
15.79 | ἀφωμοίωτο δέ—καθὸ οὐκ ἐγενεαλογήθη, ὡς ἔθος ἦν ποιεῖν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ περὶ τῶν ἐν αὐταῖς ἐντίμων—διὰ τὸ εἶναι αὐτὸν τύπον καὶ ὑπογραμ‐ μόν τινα τοῦ δεσπότου, τοῦ ἄνω μὲν ἀμήτορος καὶ ἀχρόνου, κάτω δὲ ἀπάτορος καὶ ἀπὸ χρόνου. | |
15.80 | καίτοι ἐπιφανὴς ἱερεὺς γενόμενος ὁ Μελχισεδέκ, ὡς εὐλο‐ γηθῆναι παρ’ αὐτοῦ τὸν Ἀβραὰμ καὶ δεκάτας αὐτῷ τῶν σκύλων παρασχεῖν, καθὰ ὁ αὐτὸς ἀπόστολος λέγει· „θεωρεῖτε δέ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ“. | 74 |
5 | καὶ πάλιν· „καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτω‐ ται“, τουτέστιν διὰ τοῦ προπάτορος Ἀβραάμ. „ἔτι γάρ“, φησίν, „ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν“—Λευΐ, ὁ ἀπόγονος Ἀβραάμ, | |
10 | παρ’ οὖ ἡ δεκάτωσις τῷ κυρίῳ, γενικῶς ἐπινενόηται—„ὅτε συνήντησεν αὐτῷ“ —τουτέστιν τῷ Ἀβραάμ—„ὁ Μελχισεδέκ“. | |
15.81 | Τί δὴ οὖν τὸ βούλημα τῆς κενολογίας αὐτῶν καὶ πῇ τὸ ἄτοπον; σύνες γάρ· ὅσοι ἐθέλωσι λέγειν ἀρχήν, καὶ πέρας ὁμολογοῦσιν, καὶ τῷ γένεσιν ἐπαγγέλλεσθαι, καὶ τὴν ἐκ ταύτης θνῆσιν ἀποδέχονται· | |
15.82 | καὶ τῷ ἐξ οὐκ ὄντων ἢ ἐξ ἀνομοίας τῆς θεϊκῆς οὐσίας ὑπολαμβάνειν γεγενῆσθαι, θνητόν τε ἅμα καὶ ἀλλότριον τῆς τοῦ πατρὸς συνθεότητος ἀποφαίνονται, ὅπερ καὶ λεγό‐ μενον μόνον, οὐχὶ καὶ δοξαζόμενον πάσης ἀθεΐας ἀνάμεστον. | |
15.83 | Ἀλλὰ πρὸς τό „ἐν ἀρχῇ ἦν ὁ λόγοσ“ τὰ ἐκείνων δῆθεν ἰσχυρά; ἐγράφη καὶ περὶ τῆς κτίσεως, φησίν, τό „ἦν“. ἔχει γάρ | |
5 | „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστοσ“, καί „ἦν ἄνθρωπος ἐξ Ἀρμαθὲμ Σιφά“. | |
15.84 | Οὐδὲν δὲ κοινὸν τῷ „ἐν ἀρχῇ ἦν“ καὶ τῷ „ἐν ἀρχῇ ἐποίησεν“, οὐδὲ τῷ κτίστῃ πρὸς τὸ κτίσμα. τὸ γάρ „ἦν“ ἐπὶ τῆς κτίσεως περὶ μόνου τοῦ ῥέον‐ | |
τος χρόνου τοῦ καὶ περατουμένου λέγεται καὶ πιστεύεται. | 76 | |
15.85 | Ἦν γὰρ ἡ κτίσις μετὰ τὸ ἐξ οὐκ ὄντων γενέσθαι. εἶπεν γὰρ προλαβὼν ὅτι ἐποίησεν αὐτήν, καὶ τότε ἐπήγαγεν τό „ἦν“, ἵνα μὴ αὐτόματος νομισθῇ. | |
15.86 | Ἐπὶ δὲ τοῦ θεοῦ λόγου τὸ ὑπεράναρχον σημαίνει. „ἐν ἀρχῇ“ γάρ, φησίν, „ἦν“ καί „θεὸς ἦν“, καὶ τό „ἐν ἀρχῇ ἦν“ τὸ ἐκ μὴ ὄντων ἐξωθεῖ. | |
15.87 | Μαρτυροῦσι δὲ περὶ μὲν τοῦ εἶναι τὸν υἱὸν προαιώνιον καὶ ποιητὴν τῶν αἰώνων ὧδε· Παῦλος ἐπιστέλλων Ἑβραίοις μέν· „πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθη‐ | |
5 | κεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν“. αὐτὸς οὖν τὰ ἑαυτοῦ κληρονομεῖ καὶ ὡς ποιητὴς αὐτῶν καὶ ὡς ἀληθινὸς υἱός· ἐτέθη δὲ κληρονόμος ὡς ἐνανθρωπήσας. | |
15.88 | Κορινθίοις δὲ ἐν τῇ πρώτῃ ἐπι‐ στολῇ· „θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστόσ“, | |
5 | τουτέστιν, ἀρχὴν ἐπινοηθῆναι τοῦ υἱοῦ ἀμήχανον. „ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ“ πᾶσα ἀρχή. | |
15.89 | Δαυῒδ δὲ ἐν ογʹ ψαλμῷ περὶ τοῦ ἀνάρχου ψάλλων· „ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν προαιώνιος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆσ“. λέγει δὲ τὸν Γολγοθᾶν, τόπον μεσώτατον καὶ οἱονεὶ κέντρον τῆς ὑπ’ οὐρανὸν | |
5 | ὀνομάζων αὐτόν· ἐν ᾧ τῇ μὲν θεϊκῇ αὐτοῦ προγνώσει πρὸ αἰῶνος εἰργάσατο | |
ἡμῖν σωτηρίαν ἐν τῇ ἐνανθρωπήσει ὁ υἱός, τῷ δὲ πράγματι, ὅτε δι’ ἀγαθότητα ἔπαθεν ὡς οἶδεν καὶ ἠθέλησεν ὁ ἀπαθὴς ὑπὲρ ἡμῶν καὶ ἕως „τῆς καρδίας τῆς γῆσ“, ὡς εἰπεῖν, ἐγένετο, καθὰ καὶ Ἰεζεκιὴλ προφητεύει τοιάδε· „αὐτὴν Ἱερουσαλήμ, εἰς μέσον τῶν ἐθνῶν τέθεικα αὐτήν“. | 78 | |
15.90 | Καὶ ἐν ριηʹ ψαλμῷ· „εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ“. καὶ αὐτὸς περὶ ἑαυτοῦ ὁ δεσπότης αἱρετικοῖς που πάντως ἀποκλείων εἶπεν· „ἀμήν, ἀμήν, λέγω σοι, πρό“ τοῦ τοὺς αἰῶνας γενέσθαι „ἐγώ εἰμι“. | |
15.91 | Περὶ δὲ τοῦ καθεστάναι πάντων ἀσωμάτων τε καὶ σωματοειδῶν δημιουργόν, οὐχὶ δὲ ὑπουργὸν ἢ μεσίτην, ἐν ταὐτῷ δὲ καὶ ἄναρχον, πρὸς ταῖς ἤδη παρατεθείσαις μαρτυρίαις καὶ Δαυῒδ ἐν ριγʹ ψαλμῷ ᾄδει· „ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν“. | |
5 | οὐκ εἶπεν· ‘ὅσα ἐπετράπη‘. | |
15.92 | τίς οὖν καταρνήσαιτ’ ἂν τῆς αὐτεξουσίου καὶ παντεξουσίου μονάδος οὐσίας ὑπάρχειν τὸν ἐθελουσίως αὐτουργοῦντα καὶ ἔχοντα ψιλῷ τῷ οἰκείῳ νεύματι πάντα δίχα μελλήσεως συντρέχοντα; | |
15.93 | Καὶ ἐν ραʹ ψαλμῷ· „κατ’ ἀρχὰς τὴν γῆν σύ, κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. σὺ | |
5 | δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν“, ἀντὶ τοῦ ‘ἄναρχος ὑπάρχεις καὶ ἀπέραντος.‘ | |
15.94 | Καὶ Παῦλος δὲ τὰ ἴσα γράφει πρὸς Ἐφεσίους μέν· „ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι“, πρὸς δὲ Κολοσσαεῖς· „ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, | |
5 | ὁρατὰ καὶ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν“. | |
15.95 | τοῦ γὰρ οὐσιωδῶς ἐξεικονίζοντος τὸν θεὸν καὶ τοῦ πρὸ πάντων τῇ θεότητι οὐδεὶς ὑπέρκειται οὐδὲ πρεσβυτερεύει, ὡς τοῦ μετὰ πάντας οὐδεὶς ὑπόκειται | |
οὐδὲ ὑστερεύει. | 80 | |
15.96 | Καὶ ἄλλως· εἰ πρὸ πάντων ἐστὶν μόνος ἐκ μόνου καὶ μόνως, πρὸ πάσης ἐνεργείας ἀπορρήτως ἐγεννήθη καὶ οὐσιωδῶς υἱός ἐστι τοῦ πατρός. δεῖ γὰρ τὸν πρὸ πάντων ὄντα καὶ πάσης φύσεως ὑπερφυῶς ἐπιτροπεύοντα μηδὲν εἶναι τῶν πάντων, | |
15.97 | μηδὲ κτίσμα κατὰ σύγκρισιν νοεῖσθαι τῶν παρ’ αὐτοῦ παροισθέντων καὶ πᾶσαν εἰληχότων πρὸς αὐτὸν ἐξαλλαγήν. | |
15.98 | καὶ ἄλλως· ὃν ἄν τις παντὸς ποιήματος ποιητὴν ἀποφήναιτο καὶ πᾶσαν βαστάζοντα τὴν κτίσιν καὶ εἰκόνα τοῦ θεοῦ καὶ υἱὸν ὀνομάσοι, τῇ τε ἀληθείᾳ προσέχων καὶ ὑπὸ τῶν θείων λογίων πληροφορούμενος, τοῦτον πῶς ἂν ποίημα ἢ μικρότερον τοῦ φέροντος τὰ πάντα | |
5 | θεοῦ ἢ προγενέστερον ἔχοντα, εἰ μὴ μαίνοιτο, προσομολογήσοι; | |
15.99 | Περὶ δὲ τοῦ θεὸν καὶ ἄγγελον κεκλῆσθαι προφητεύουσιν Μαλαχίας μὲν οὕτως εἰπών· „ἥξει εἰς τὸν ναὸν αὐτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθή‐ κης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου | |
5 | αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;“ | |
15.100 | ἡ ἀρχὴ τοῦ ῥητοῦ τὴν οἰκονομίαν, τὸ δὲ ἑπόμενον τὴν φοβερὰν καὶ φιλάν‐ θρωπον αὐτοῦ δευτέραν παρουσίαν δηλοῖ. | |
15.101 | Ἠσαΐας δὲ βοῶν τρόπῳ ᾧ εἰ‐ | |
ώθασιν οἱ συγχαίροντες ἀγγέλλειν τοῖς οὔπω τοῦ γενομένου ᾐσθημένοις· „παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγά‐ λης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, | 82 | |
5 | ἄρχων εἰρήνησ“. | |
15.102 | Τοῦτον τὸν θεὸν λόγον καὶ Ἰακὼβ ἄγγελον καλεῖ, ὅτε πορευόμενος εἰς Μεσοποταμίαν κοιμηθεὶς εἶδεν ὄναρ. φησὶν γάρ· „καὶ ἰδοῦ κλίμαξ ἐστηριγμένη ἐπὶ τῆς γῆς, ἧς ἡ κεφαλὴ ἐφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς, ὁ δὲ | |
5 | κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς καὶ εἶπεν· ἐγὼ κύριος ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαάκ. μὴ φοβοῦ· ἡ γῇ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. καὶ ἐγὼ ἔσομαι μετά σου καὶ διαφυ‐ λάξω σε ἐν τῇ ὁδῷ πάσῃ. ᾗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε μετὰ σωτηρί‐ ας εἰς τὸν οἶκον τοῦ πατρός σου. καὶ πλατυνθήσεται τὸ σπέρμα σου ἐπὶ λίβα καὶ | |
10 | θάλασσαν καὶ βορρᾶν καὶ ἀνατολάσ“. | |
15.103 | Προεφητεύετο δὲ διὰ μὲν τῆς κλίμακος ὁ σταυρός, δι’ οὗ οἱ πιστοὶ ἐπὶ τὰς οὐρανίους ἀναβαίνουσιν σκηνάς, ὁ δὲ ἐπὶ τῇ κλίμακι ἐπεστηριγμένος θεὸς αὐτὸς ὁ ἑκουσίως τῷ σταυρῷ ὑπὲρ ἡμῶν προσηλωθείς. | |
15.104 | Καὶ μεθ’ ἕτερα· „ηὔξατο“, φησίν, „Ἰακώβ· ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ, ᾖ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται | |
5 | μοι κύριος εἰς θεόν· καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ. καὶ ἀπὸ πάντων, ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι“. | |
15.105 | Εἶτα πληθυνθεὶς παρὰ τῷ Λάβαν εἶδεν ἐν τῇ κισσήσει τῶν θρεμμά‐ των πάλιν ἐν ὀπτασίᾳ τὸν ἀνωτέρω ὀφθέντα αὐτῷ θεὸν | |
15.106 | καὶ διηγήσατο οὑτωσί· „εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ, ἀνάβλεψον τοῖς ὀφθαλ‐ μοῖς σου καὶ ἰδὲ τοὺς κριοὺς καὶ τοὺς τράγους ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα | |
5 | καὶ τὰς αἶγας· οἶδα γάρ, ὅσα σοι Λάβαν ποιήσει. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι | |
ἐν τῇ ὁδῷ, ᾗ ἤρχου, οὗ ἔστησάς μοι στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν“. | 84 | |
15.107 | Καὶ ἐν Αἰγύπτῳ δὲ ὁ αὐτὸς Ἰακὼβ τοῖς υἱοῖς Ἰωσὴφ τούτου τοῦ ἀγγέ‐ λου καὶ „μεγάλου θεοῦ“ τὴν εὐλογίαν αἰτεῖται εἰπών· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάν‐ | |
5 | των τῶν κακῶν μου“. | 86 |
16n | Περὶ τῶν λεγόντων, ὅτι ‘ἀσύγκριτος καὶ μείζων ὁ πατὴρ τοῦ υἱοῦ‘ καὶ ὅτι ‘ἄλλο εἰκὼν καὶ ἄλλο θεὸσ‘ καὶ ὅτι ‘καὶ ἄνθρωπος εἰκὼν θεοῦ ἐγράφη καὶ δόξα‘. καὶ περὶ τοῦ μαρτυρεῖσθαι κατ’ οὐδὲν διαφέρειν τοῦ υἱοῦ τὸν πατέρα. | |
16.1 | Καὶ τὸ ἀσύγκριτον δὲ καὶ μεῖζον τῷ πατρὶ διὰ τὸ ἀγέννητον ἀπονέμουσιν, τῷ δὲ υἱῷ τὸ ἀνόμοιον διὰ τὸ ἔχειν τὸ γεννητόν, καθέλκοντες πάλιν τὰ περὶ τῆς ἀρρητοτάτης θεότητος εἰς τὰ τῆς ἡμετέρας φύσεως ἀποτελέσματα καὶ τὰ νοητὰ τοῖς τῆς ὕλης ῥεύμασιν συνεξομοιοῦσθαι νομίζοντες. | |
16.2 | τὰ μὲν γὰρ ὑπερουράνια πάντα νοῦν καὶ πᾶσαν νόησιν ὑπερβαίνοντα, τὰ δὲ γήϊνα καὶ ταπεινὰ καὶ χρόνῳ γινόμενα καὶ ἀπογινόμενα τυγχάνει. | |
16.3 | Ἀλλὰ μάλιστα μὲν ἀνάρχως ἐτέχθη, συνυπάρχων καὶ συμπράττων τῷ ἑαυτοῦ ἀληθινῷ πατρί, ὡς τὸ φῶς τῷ ἡλιακῷ δίσκῳ. | |
16.4 | ἔχει δὲ τὸ εἶναι καὶ ἀπὸ γραφῶν μαρτυρεῖσθαι θεός, κύριος, ἅγιος, δημιουργός, ἄφθαρτος, ζωή, φῶς καὶ πάντα ὅσα ὁ πατήρ. | |
16.5 | καὶ μᾶλλον ἐκ τῶν πλειόνων τὸ ὅμοιον καὶ ἴσον | |
ἔχειν ὀφείλει ἤπερ ἀπὸ τοῦ ἑνὸς τὸ ἀνόμοιον. | 88 | |
16.6 | Πῶς δὲ ὁ Ἀδὰμ καὶ ἡ Εὔα οὐ γεννηθέντες οὐδὲ πατέρα ἐσχηκότες τοῖς ἐξ αὐτῶν ἡμῖν ἴσοι τῇ φύσει γεγόνασιν; | |
16.7 | ἢ ποίαν ἁπλῶς παράθεσιν ποιησάμε‐ νοι τοῦ ὡς λέγουσιν ἀνομοίου ἢ πῶς παραμετρήσαντες ἐπέστησαν τῷ ‘κρείττονι καὶ μείζονι‘; γραφῆς μὲν οὔτε διοριζούσης τῇ φύσει τὴν ἁγίαν καὶ ἄναρχον μίαν καὶ ἀμέριστον τριάδα, οὐδ’ αὖ πάλιν ἀφοριζούσης αὐτῇ τὸ πρώτιστα καὶ τὸ ἔπει‐ | |
5 | τα; | |
16.8 | δήλων δὲ ὄντων δύο τούτων, ὅτι τε οὐ πάντως τὸ μεῖζον ἑτεροούσιόν ἐστι, καὶ ὅτι καθ’ ὅλου τὰ συγκριτικὰ ἐπὶ ὁμοουσίων, ἀλλ’ οὐκ ἐπὶ ἑτεροουσίων λέγεται. | |
16.9 | οὐκ ἂν δὲ οὐδ’ ἐξ ἐπιβολῆς εἴποιεν καίριον, ὅτι οὐδὲ περὶ τοῦ ‘ἀσυγ‐ κρίτου καὶ μείζονοσ‘. | |
16.10 | Οὐ κατὰ μέγεθος ἤ τινα ὄγκον· ἀμεγέθης γὰρ καὶ ἀπλατής ἐστιν καὶ πηλικότητος πάσης καὶ συνθέσεως καὶ σχήματος ἀναχωρήσας ὁ θεὸς λόγος, καθὰ καὶ ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, καὶ ὑπὸ μηδενὸς μὲν περιεχόμε‐ νος αὐτός, πάντα δὲ ἐμπεριέχων. | |
16.11 | διότι καὶ πάντων ἀρχὴ μεγεθῶν ὡς ποιητής ἐστιν. ποῦ γὰρ ἐν ταῖς ἀκροτάταις καὶ ὑπερασωμάτοις καὶ κρείττοσιν ὑποστάσεσιν μέγεθος; | |
16.12 | Οὐδὲ κατὰ τὸ ἄναρχον. συνυπάρχει γὰρ τῷ πατρὶ ὡς „ἀπαύγασμα τῆς δόξης αὐτοῦ“ καὶ μὴ ἔχων πρὸ αὐτοῦ θεόν. | |
16.13 | καὶ γάρ φησιν· | |
„ἐν ἀρχῇ ἦν ὁ λόγοσ“. καὶ οὐδὲ συμμετρεῖται χρόνῳ θεὸς καὶ ποιητὴς ποιήματι. | 90 | |
16.14 | ἐπεὶ ἀνάγκη αὐ‐ τοὺς ἀπαιτεῖ—ὅπερ καὶ ἐννοεῖν σφαλερόν—πρότερον ὑποστῆσαι τοῦ ἀνάρχου καὶ ἀπερινοήτου θεοῦ καὶ πατρὸς χρόνον καὶ οὕτω συγκρίνειν. | |
16.15 | ἄνθρωποι δὲ εἰώθασι ‘μείζονασ‘ καλεῖν τοὺς χρόνῳ τὴν γένεσιν προειληφότας, κατὰ τὸν Ἰσαὰκ διαταττόμενον· „ὁ μείζων δουλεύσει τῷ ἐλάττονι“. | |
16.16 | Οὐδὲ ὡς αἴτιος. οὐ γὰρ αἴτιος αὐτοῦ. ἄναρχος γὰρ καὶ ὁ μονογενὴς υἱὸς ἐδείχθη· ἐπεὶ ὁμοίως αὐτοῦ τε καὶ ἡμῶν μείζων, ὅπερ μὴ γένοιτο εἰπεῖν ἢ ἀκοῦ‐ σαι. | |
16.17 | Οὐδὲ κατὰ τὴν οὐσίαν καὶ τὸ ὅμοιον. ἐξ αὐτοῦ γάρ „ὡς μονογενὴς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείασ“, καὶ ὡς „χαρακτὴρ τῆς ὑποστάσεωσ“ | |
5 | πρὸς ἅπαντα ὢν χαρακτὴρ, καὶ ὡς „εἰκὼν τοῦ θεοῦ“, ἣν „ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα“. „ἐν αὐτῷ γὰρ κατοι‐ κεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητοσ“. | |
16.18 | ἐπισπᾶται δὲ τοῦτο μαρτυρίᾳ καὶ τὸ „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν“. | |
16.19 | Οὐδὲ κατὰ ποιότητος ἐπίτασιν, ἐπεὶ μὴ ποιότητες αἱ θεῖαι καὶ ἀπόρρητοι ὑποστάσεις· ἐν σώμασι γὰρ ἡ ποιότης· αἱ δὲ ἀσώματοι καὶ νοηταί. | |
16.20 | Ἀλλὰ μηδὲ νοεῖσθαι δύναται περὶ αὐτῶν, ὡς εἴη τοῦ καλοῦ κάλλιον καὶ τοῦ καλλίονος βέλτιον, παραπλησίως τῇ περὶ ἄλλου λεγούσῃ Παύλου φωνῇ· „νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ | |
ἀγάπη“. | 92 | |
16.21 | διὰ γὰρ τὴν εἰς ἀρετὴν ἐπίτασιν ἀπένειμεν τῇ ἀγάπῃ τὸ „μείζων“. ἀγα‐ πήσαντες γάρ, φησί, πιστεύομεν καὶ πιστεύσαντες ἐλπίζομεν συμβασιλεῦσαι τῷ Χριστῷ. | |
16.22 | εἰ γὰρ ἀληθὲς τό „εἷς θέοσ“ καὶ τό „ἵνα γένησθε θείας κοινωνοὶ φύσεωσ“ | |
5 | (καὶ οὐχί· φύσεων), ἓν εἶναι καὶ τὸ καθάπαξ καλὸν ἀποδέδεικται, φημὶ δέ· ἡ θεότης. | |
16.23 | Οὐδὲ κατὰ τὸ ἴσον, διότι μέγας καί „ἐπὶ πάντων“ γέγραπται, „θεόσ“ ὁ υἱός, „ἴσον ἑαυτὸν ποιῶν τῷ πατρί“ | |
5 | καί „ὀμνύων καθ’ ἑαυτοῦ, ἐπειδὴ μὴ ἔχει τὸν μείζονα“. | |
16.24 | Οὐδὲ κατὰ τὴν δύναμιν. γέγραπται γάρ· „Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν“, καί „πάντα ὅσα ἂν ποιῇ ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ“. | |
16.25 | Οὐδὲ κατὰ τὴν δόξαν ἤ τι ἀξίωμα. „εἰ γὰρ ᾔδεσαν“, φησίν, „οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν“. καὶ θέλημά ἐστιν τοῦ πατρὸς κατὰ τὸν Ἰωάννην, „ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα“. | |
16.26 | κατὰ τί οὖν λοιπὸν τὸ μείζω καὶ ἀνόμοιον; ὡς ἐδείχθη, κατ’ οὐδέν. | |
16.27 | καὶ γοῦν ὁ ἀπόστολος τὰς εἰς τὸν μονογενῆ υἱὸν καὶ θεὸν ἀσεβεῖς ὑπολήψει αἱρετικῶν ἀναστέλλων, τὴν δὲ πρὸς τὸν πατέρα αὐτοῦ τῆς φύσεως ταυτότητα ἔτι δὲ καὶ τὸ συνάναρχον κηρύττων, γράψας, ὡς ἀνωτέρω ἐλέχθη· „ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρόσ“ | |
5 | ἐπήγαγεν· | |
„καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ“. | 94 | |
16.28 | καὶ πάλιν πρὸς Κολοσσαεῖς καὶ πρὸς Ἑβραίους ἐπέστειλεν· „ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου“. | |
16.29 | καὶ ἐν τῷ κατὰ Ἰωάννην δὲ εὐαγγελίῳ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν πατρι‐ κῷ χαρακτῆρι ἐσφραγίσθαι παριστῶν εἶπεν· „τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεόσ“. | |
16.30 | συνυφεστηκυίας δὲ δηλονότι τῆς σφραγίδος τῷ ἀρχετύπῳ καὶ ἰσοτύπου οὔσης, καὶ ἐν ἑαυτῇ δὲ δεικνυούσης τελείως καὶ ἀληθῶς τὴν πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου μονάδα τῆς φύσεως. ἡ γὰρ σφραγίς, ὡς καὶ ὁ χαρακτήρ, τὸ ὅμοιον καὶ ἀνόθευτον σημαίνει. | |
16.31 | ἐπεὶ καιρὸς εἰπεῖν καὶ τὸν πατέρα μὴ ἀγενήτως καὶ ἀσυγκρίτως ἔχειν, εἴπερ ἐξεικονίζεται καὶ χαρακτηρίζεται ὑπὸ γενητοῦ καὶ ἀνομοίου. | |
16.32 | Τὰ θεῖα ταῦτα καὶ ἑρμηνείας ἀνεπιδεᾶ λόγια μὴ συνέντες ὀρθῶς, δια‐ στρέφοντες δὲ καὶ ἀνθρωπίνοις νοήμασι μαχόμενοι τοῖς τοῦ θεοῦ ῥήμασι φάσκου‐ σιν· ‘ἄλλο θεὸς καὶ ἄλλο εἰκὼν θεοῦ, ὡς ἄλλο ἄνθρωπος καὶ ἄλλο εἰκὼν ἀνθρώ‐ | |
5 | που.‘ | |
16.33 | καὶ τρόπον τινὰ εἰκόνι ἀκινήτῳ τὸν ζῶντα καὶ ἐνεργὸν θεὸν λόγον ἀπεικά‐ ζουσιν. κατ’ οὐσίαν δὲ καὶ κατὰ πάντα εἰκών ἐστιν ἀπλανεστάτη καὶ ἄναρχος τοῦ πατρός, καὶ οὐ κατὰ μορφὴν καὶ σχῆμα, ὡς ὁ πλαστουργηθεὶς ἢ γεγλυμμέ‐ νος ἄπνους καὶ οὐκ αὐτοκίνητος ἀνδριάς, οὐδὲ κατὰ εἶδος καὶ χρῶμα, ὡς ἡ τεχ‐ | |
5 | νητὴ καὶ μιμητὴ ἄφωνος εἰκών. ταῦτα γὰρ οὐδὲ κατὰ φύσιν, οὐδὲ μὴν εἰς ὅλα τὰ ἄλλα ἐκφαίνουσιν τὸν πρωτότυπον. | |
16.34 | καὶ υἱὸς μὲν γὰρ ἀνθρώπου εἰκὼν οὐσίας τοῦ ἑαυτοῦ πατρός ἐστιν· ἀλλὰ συμβαίνει παραλλάττειν ἡλικίαν ἢ εἶδος ἢ γνώμην ἢ δύναμιν ἢ ἀξίαν ἢ τὰ συναμφότερα ἢ καί τι ἕτερον. | |
16.35 | ὁ δὲ θεὸς λόγος ἀπαρ‐ αλλάκτως καὶ ἀπηκριβωμένως εἰς ὅλα τὴν ἁπλῆν καὶ ἀσύνθετον καὶ ἀποίκιλον | |
πατρικὴν θεότητα φυσικῶς καὶ ἀνάρχως ἐξεικονίζει. | 96 | |
16.36 | Οὐδὲ γὰρ νοεῖν ἐξόν, ὡς κατά τι θεοῦ εἰκὼν καὶ παρά τι παραλλάττει· οὐδὲ μὴν γίνεται ‘ἀσυγκρίτου‘ εἰκών· οὐδὲ δύναται διὰ τοῦ ἀνομοίου ἢ μικροτέ‐ ρου ἢ ὑπεξουσίου τὸ ἀληθὲς καὶ ἀρχέτυπον καὶ μεῖζον καὶ αὐτεξούσιον καὶ ἀσύγ‐ κριτον φαίνεσθαι· οὐδ’ αὖ διὰ τοῦ κτίσματος ἡ φυσικὴ μορφὴ τοῦ κτίσαντος | |
5 | κατανοεῖσθαι. | |
16.37 | Οὐδὲ γὰρ οὐδὲ ἄλλη φύσις τὴν ἑτέραν ἐν ἑαυτῇ ἐπιδείκνυσιν. | |
16.38 | Ἀλλὰ καὶ ὁ πατὴρ εὑρίσκεται ἀνυπόστατος γεγενῆσθαι, ὅτε αἱρετικοὶ τὸν χαρακτῆρα οὐ διδόασιν ἔχειν αὐτὸν τῆς ὑποστάσεως. | |
16.39 | ἀλλ’ οὐδὲ ὁ ἀόρα‐ τος καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος θεὸς εἰκόνα ἔχει οἵαν ἐκεῖνοι ἐμφαίνουσι μιμητικήν. | |
16.40 | Παραλύει δὲ τὰ ἐκείνων σαφῶς καὶ ἡ ἐπαγωγὴ ἔχουσα· „οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ“. | |
16.41 | περὶ δὲ φυσικῆς εἰκόνος ὑφηγεῖται καὶ Μωϋσῆς οὑτωσί· „ἐγέννησεν Ἀδὰμ τὸν Σὴθ κατὰ τὴν ἰδέαν αὐτοῦ“. οὐκ ἦν δὲ ἑτεροούσιος ἀναγκαίως ὁ Σὴθ τῷ Ἀδάμ, καὶ ὅμως ἰδέαν τὴν εἰκόνα καὶ ὁμοίωσιν τῆς οὐσίας ἐκάλεσεν. | |
16.42 | Ἀλλὰ καὶ περὶ ἀνθρώπου, φησίν, γέγραπται, ὅτι ἐστίν „εἰκὼν καὶ δόξα θεοῦ“. | |
16.43 | ἀλλ’ οὐδαμοῦ, ὦ οὗτοι, ἄνθρωπος ἢ ἄλλο ποίημα γέγραπται εἶναι „ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεωσ“. | |
16.44 | ἄλλο δέ ἐστιν ἄνθρωπον εἰκόνα εἶναι θεοῦ, τουτέστιν τὸ τεχνηθὲν τοῦ τεχνησαμένου, ὡς δίφρος τοῦ τέκτονος (Σολομὼν γὰρ λέγει· „ἀναλόγως τῶν κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται“), καὶ ἄλλο ἐστὶν κατὰ τὸ σύμμορφον καὶ ταυτούσιον καὶ συνάναρχον ἀπαύγασμα εἶναι δόξης καὶ χαρακτῆρα ὑποστά‐ | |
5 | σεως ἐνυπόστατον καὶ ἀψευδέστατον. | |
16.45 | φησὶν γάρ· „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα“. ὁ δὲ ἑωρακὼς ἄνθρωπον οὐχ ἑώρακεν τὸν θεόν, ὡς ὁ θεασάμενος τὸν δίφρον οὐχ ἑώρακε τὸν τέκτονα. | |
16.46 | ἀλλὰ καὶ ἀνάγκη τοῦ μόνου ἀοράτου θεοῦ μόνην | |
ἀόρατον εἶναι ἐκείνην τὴν εἰκόνα καὶ οὐ τὸν κατ’ εἰκόνα ὁρατὸν ἄνθρωπον. | 98 | |
16.47 | Οὔτε οὖν ἄλλῳ ὅμοιός ἐστιν ὁ υἱός: γράφει γάρ· „τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;“ οὔτε τῷ ἑαυτοῦ πατρὶ ἀνόμοιος· „ἐγὼ γάρ“, φησίν, „καὶ ὁ πατὴρ ἕν ἐσμεν“. | |
16.48 | οἱ δὲ κτιστῆς εἰκόνος ἔννοιαν ἐπὶ αὐτοῦ λαμβάνοντες, ἐξομοιοῦνται τῷ Να‐ βουχοδονόσωρ ποιητὴν ἄψυχον εἰκόνα προσκυνεῖσθαι τυπώσαντι. | |
16.49 | Καὶ τὸν Ἀδὰμ δὲ διὰ τὴν παρακοὴν ἐκ τοῦ παραδείσου ὁ θεὸς δικαίως ἔρριψεν· | |
16.50 | τὸν δὲ λῃστὴν καὶ σὺν αὐτῷ τὸν Ἀδὰμ καὶ τὸ κοινὸν ὅλον γένος ὁ υἱὸς εἰσήγαγεν, ὡς ἴσος πάντως τῇ θεότητι καὶ ἀγαθότητι καὶ δεσποτεία τῷ ῥίψαντι τυγχάνων. | |
16.51 | Ποῦ δὲ ἐγράφη ὅτι ‘ἀσύγκριτος ὁ πατὴρ‘ πρὸς τὸν ἑαυτοῦ μονογενῆ ἢ ὅτι ὁ υἱὸς αὐτοῦ καὶ τῶν πάντων δημιουργὸς καὶ κριτὴς κατὰ τὴν θεϊκὴν αὐτοῦ καὶ ὅλων ἐξῃρημένην ἄπειρον φύσιν ‘κτίσμα‘ ἐστίν; ἢ ὅλως ὅτι ποτὲ ‘οὐκ ἦν‘; | |
16.52 | ἢ ποῦ ἰδικῶς ἔφη ὁ πατήρ. ‘ἔκτισά μοι υἱόν‘ ἢ ὁ υἱός· ‘ἐκτίσθην ὑπὸ τοῦ πατρόσ‘; | |
16.53 | ὅπερ ἀκούειν μήτιγε καὶ λέγειν φρικτὸν καὶ φευκτόν. | |
16.54 | Οὐδαμοῦ μὲν οὖν παντελῶς θείας καὶ πνευματικῆς γραφῆς εὕρηται ταῦ‐ τα· τοὐναντίον δὲ συγκρίνοντος ἑαυτὸν πρὸς τὸν πατέρα ἐστὶν πάντα τοῦ μονογε‐ νοῦς τὰ περὶ τῆς θεότητος αὐτοῦ ῥήματα καὶ ἑνοῦντος ἑαυτὸν καὶ ὁμότιμον ἀποφαίνοντος. | |
16.55 | ἀλλ’ οὐδὲ τέκνον ἢ παιδίον ἢ γέννημα εἴρηται πώποτε κατὰ τὴν ἄνω ἄπειρον γέννησιν (ἣν οὐδὲν τὸ παράπαν χαρακτηρίσαι δύναται, ἵνα μή τι μικρὸν ἢ ὑπόνοιαν παρέχον ταῖς προλεχθείσαις αὐτῶν σεσοφισμέναις βλασφη‐ μίαις φαντασθείῃ τις), ἀλλ’ υἱὸς διὰ τὸ τέλειον καὶ τὸ ἀνάρχως γεννηθῆναι καὶ | |
5 | τὸ πρὸς τὸν πατέρα τῆς φύσεως ἀπαράλλακτον. | 100 |
16.56 | Ὅλα δὲ τὰ νομιζόμενα παρά τισιν εἶναι πρὸς θεότητα μικρὰ καὶ τό „ὁ πέμψας με πατὴρ μείζων μού ἐστιν“ διὰ τὴν φιλάνθρωπον καὶ ἄρρητον ἐνανθρώπησιν αὐτοῦ τὴν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενομένην ταῖς ἱεραῖς κεχρησμῴδηται βίβλοις. | |
16.57 | δι’ ἣν καὶ ἀγγέλων ἠλαττῶσθαι γέγραπται κατὰ τὸν ἀπόστολον ἐπιστείλαντα· „τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθη‐ μα τοῦ θανάτου“. | |
16.58 | Ἐγὼ οὖν οἶμαι καὶ οὐ πάντως διασφάλλομαι, ὅτι περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ εἶπεν τὴν ἀμφοῖν δεικνὺς ἀγαθότητα καὶ ὁμοουσιότητα· „ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ“, φησίν, | |
5 | „τὸ δένδρον γινώσκεται“. | 102 |
17.1 | Ἐπειδὴ δὲ θεομαχοῦντες οἱ μὲν σὺν τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα τὸ πρῶτον κτίσμα εἶναι λέγειν τολμῶσιν, Μακεδόνιος δὲ τὸ πνεῦμα μόνον, ἐπ’ ἐκείνους μὲν τὸ βάρος τοῦ ἐπιμνησθῆναι τῶν τοιούτων ἀπονενοημένων καὶ κατακρίτων ῥημάτων τρέψειεν ἡ ἁγία καὶ ὁμοούσιος τριάς, | |
17.2 | ἡμεῖς δὲ ὑποδείξομεν τὰς θείας παρατιθέμενοι γραφὰς τὸ πρῶτον κτίσμα τοῦ θεοῦ οὕτω γεγενῆσθαι· πρῶτον κτίσμα ἐπαρθὲν ἐκ τῶν οὐρανῶν ἐρρίφη ὡς ἀστρα‐ πή, καθὰ αὐτὸς ὁ κτίσας καλῶς καὶ ὕστερον δικαίως ῥίψας ἐν εὐαγγελίῳ | |
5 | ἐθεώρησεν· | |
17.3 | λέγει δὲ οὑτωσὶ παρὰ τῷ Ἰώβ· „ἀλλ’ ἰδοὺ θηρίον παρά σοι χόρτον ἴσα βουσὶν ἐσθίον· ἰδού, ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφΰι, ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός. ἔστησεν οὐρὰν ὡς κυπά‐ ρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται, αἱ πλευραὶ χαλκαῖ, ὁ δὲ νῶτος | |
5 | αὐτοῦ σιδηροῦς χυτός. τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων“. | |
17.4 | ὥστε τὸν διάβολον πρῶτον κτίσμα εἶναι λέγει ἑαυτὸν ποιήσαντα ἐγκα‐ ταπαίζεσθαι ὑπὸ τῶν ἁγίων ἀγγέλων διὰ τὸ ἀνόσιον αὐτοῦ καὶ κακόβουλον τῆς προαιρέσεως. οὐκ ἂν δὲ μετ’ αὐτὸν ὁ υἱὸς ὁ καὶ τοῦτον δημιουργήσας οὔτε | |
μὴν τὸ πνεῦμα τοῦ θεοῦ ἐκτίσθη. | 104 | |
18n | Περὶ τῆς ἁγίας τριάδος καὶ ὅτι διὰ τὸ ταὐτὸν τῆς οὐσίας τὰ αὐτὰ ἐπ’ ἀμφο‐ τέραις ταῖς ὑποστάσεσιν ὀνόματα λέγονται, πάρεξ τῆς πατρότητος καὶ υἱότητος καὶ τῆς ἐκπορεύσεως τοῦ πνεύματος. τοῦτο γὰρ ἴδιον ἑκάστης ὑποστάσεως ἰδίως. καὶ ὅτι ποτὲ ὁ πατήρ, ποτὲ ὁ υἱός, ποτὲ τὸ πνεῦμα προτάσ‐ | |
5 | σεται. καὶ ὅτι καὶ τὸ τριαδικὸν καὶ τὸ μοναδικὸν ἐν τῇ γραφῇ δείκνυται. | |
18.1 | Ἐκ πάντων δὴ οὖν τῶν εἰρημένων συνέστη ὡς τὰ ἐκείνων παντοίως ἀλλότρια τῆς ἀληθείας ὄντα τυγχάνει. σοφιστείας γὰρ ἔργον τὸ εὑρεσιλογεῖν, σοφίας δὲ τὸ μετ’ αἰδοῦς καὶ τῆς ἐναρμοττούσης ἀποδοχῆς διερευνᾶν τὰς γρα‐ φάς. | |
18.2 | ἀναγκαῖον δὲ λοιπὸν τὰς ἀπιθάνους αὐτῶν συρφετολογίας καὶ διαμά‐ χας παρελθόντας καὶ τῷ νοητῷ ποτίμῳ ὕδατι τοῦ ἁγίου πνεύματος τὰς ἁλμυ‐ ράς, τὸ δὴ λεγόμενον, ἀποκλυσαμένους ἀκοὰς ἐπιδεῖξαι, ὅτιπερ αἱ γραφαὶ διὰ τὸ ταὐτὸν τῆς θεότητος ποτὲ μὲν μίαν τῶν θείων ὑποστάσεων, ποτὲ δὲ τὰς τρεῖς | |
5 | ὀνομάζουσιν, καὶ ἑκάστῃ αὐτῶν ὁμοίως τὸ ἀγαθὸν ἀπονέμουσιν, | |
18.3 | ὡς ὅταν λέγῃ Μωϋσῆς· „ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν“, διὰ τοῦ εἰπεῖν ‘εἷσ‘ δηλώσας τὴν μίαν θεότητα, διὰ δὲ τοῦ ‘κύριοσ‘, εἶτα ‘θεὸσ‘ | |
5 | καὶ πάλιν ‘κύριοσ‘ τὴν τριάδα σημάνας, παρ’ ᾗ πᾶν ἐγκόσμιον καὶ ὑπερκόσμιον ἀγαθὸν ὑπῆρξεν καὶ ὑπάρξει τοῖς ἀνθρώποις· καὶ πάλιν· „εἶπεν ὁ θεός· γενηθήτω στερέωμα, καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ εἶδεν ὁ θεός, ὅτι καλόν“· σημειωτέον, ὅτι καὶ τρεῖς ὑποστάσεις καὶ ἑκάστην θεὸν ὀνομάζει καὶ τὴν συμ‐ | |
10 | φωνίαν καὶ τὴν συνεργίαν δείκνυσιν τοῦ εἰπόντος καὶ τοῦ ποιήσαντος καὶ τοῦ ἐπαινέσαντος. | |
18.4 | Καὶ πάλιν· „προστάττει“, φησίν, „ὁ θεὸς τῷ Μωϋσεῖ λέγων· λάλησον Ἀαρὼν καὶ τοῖς | |
υἱοῖς αὐτοῦ· οὕτως εὐλογήσετε τὸν Ἰσραήλ· εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε, ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ ἐλεήσαι σε, ἐπάραι κύριος | 106 | |
5 | τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ δῴη σοι εἰρήνην“. | |
18.5 | ἵνα δηλώσῃ τρία πρόσωπα, οὐκ εἶπεν ἅπαξ· „κύριος εὐλογήσαι σε καὶ ἐπιφά‐ ναι σοι καὶ δῴη σοι εἰρήνην“, ἀλλὰ τρίτον ὠνόμασεν „κύριον“. | |
18.6 | Καὶ ὣς ἡνίκα προφητεύουσιν Ἀγγαῖος μὲν θεόχρηστον ἐκ προσώπου τοῦ πατρὸς φέρων φωνὴν οὕτως ἔχουσαν· „ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι· καὶ ὁ λόγος μου ὁ ἀγαθὸς καὶ τὸ πνεῦμα μου ἐν μέσῳ ὑμῶν“· | |
18.7 | Ἠσαΐας δὲ ἐξ ὁμοτίμων τῶν αὐτοτελῶν ὑποστάσεων ὁμότιμον τὴν ἀποστολὴν γεγενῆσθαι λέγων καὶ ἐν ὀλίγῃ ῥήσει πᾶσαν κοινωνίαν αὐτῶν ἐνδεικνύμενος καὶ βοῶν· „καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ“. | |
18.8 | οὐ γὰρ ἁπλῶς δεύτερον ὠνόμασεν „κύριος κύριοσ“ καὶ οὕτω „τὸ πνεῦμα αὐτοῦ“, ἀλλ’ ἵνα καὶ τὰς ὑποστάσεις καὶ τὴν μίαν δηλώσῃ θεότητα καὶ θέλησιν. | |
18.9 | Δαυῒδ δέ (καὶ γὰρ καὶ αὐτὸς ἀρήγει τῷ τοιῷδε κεφαλαίῳ) καὶ ᾠδῆς ἔμπλεα πάντα ποιεῖ καὶ ἐκφαίνει, ὅπῃ πίστεως ἔσχεν κατὰ τάσδε τὰς λέξεις· ἐν μὲν ιζʹ ψαλμῷ· „τίς θεὸς πάρεξ τοῦ κυρίου καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν; ὁ θεὸς ὁ περι‐ | |
5 | ζωννύων με δύναμιν“· | |
18.10 | ἐν δὲ νηʹ· „σὺ ὁ θεὸς ἀντιλήπτωρ μου εἶ. ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ αὐτοῦ προφθάσει με. ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου“. | |
18.11 | ἐν δὲ Ϟεʹ· „ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ“. | |
18.12 | τρίτον γὰρ ὀνομάσας ἢ κύριον ἢ θεὸν τὴν τριάδα παρεδήλωσεν. | |
18.13 | Ἀλλὰ καὶ Ἅννα εἰς τὰς βασιλείας προσευχομένη τὴν τριάδα ἐπεκαλέ‐ σατο εἰποῦσα· | |
„ἀδωναί, κύριε, ἐλωεὶ σαβαώθ“. | 108 | |
18.14 | ἑρμηνεύεται γὰρ τῇ ἑβραΐδι φωνῇ τὸ „ἀδωναί“· κύριος· καὶ πάλιν ἑλλάδι φωνῇ εἶπεν „κύριοσ“. καὶ τρίτον ἑβραϊστὶ ἔφη „ἐλωεὶ σαβαώθ“, ὅπερ ἐστί· θεὲ στρατιῶν ἤτοι δυνάμεων. | |
18.15 | ἤδη δὲ νῦν καὶ Ἠλίας ὁ Θεσβίτης ἐν τῇ τρίτῃ τῶν βασιλειῶν ἱστορίᾳ, τῆς Σιδωνίας χήρας τὸν υἱὸν νεκρὸν ὄντα ἀνα‐ βιῶναι εὐξάμενος, τρίτον ἐνεφύσησεν εἰς αὐτὸν καὶ οὕτως ἀνέστησεν, | |
18.16 | ἐκ τούτου μονονουχὶ σημάνας, ὡς αὐτὸς ἐν τῇ προσευχῇ τὴν ζωοποιὸν ἐπεκαλέσατο τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. | |
18.17 | Καὶ τοῖς ὑδροφόροις δὲ παρακελευόμενος „δισσεύσατε“ καί „τρισσεύ‐ σατε“, τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. | |
18.18 | Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμε‐ νον ποιήσω. | |
18.19 | ἐν γὰρ βίβλῳ γενέσεως, ἐν τῇ πυργοποιΐᾳ ὁ θεὸς καὶ πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν πρὸς τὸν ἑαυτοῦ υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦ‐ μα εἰρηκώς· „δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν | |
5 | ἕκαστος τὴν φωνὴν τοῦ πλησίον“. | |
18.20 | Καὶ Μωϋσῆς δὲ τὴν ἰσότητα τῆς τριάδος, ὡς οἶμαι, δηλῶν ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέ‐ στερον εἰρηκώς, ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντείνειν θεότητι πάντες πιστεύωμεν. | |
18.21 | Διὰ τοῦτο καὶ ἡ θεόπνευστος γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν, ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζε‐ σθαι ἀνθρώπους καθ’ ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. | |
18.22 | Καὶ ἁπλῶς ἡ παλαιὰ διαθήκη τύπον φέρουσα τῆς νέας μυστικῶς καὶ προμηθεστάτως διαλέγεται, αἰνιττομένη μᾶλλον ἐν πολλοῖς ἢ φράζουσα ἐν | |
ταὐτῷ· καὶ φράζουσα πλέον ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον, ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους καὶ οὔπω ὄντας σταθε‐ | 110 | |
5 | ρούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας, μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· | |
18.23 | τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. | |
18.24 | πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως ἔφρασεν, δι’ ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. | |
18.25 | Ἡ δὲ νέα οὔκετι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαρ‐ ρήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· | |
18.26 | Παῦλος γράφων Ῥωμαίοις μέν· „εἴπερ εἷς ὁ θεόσ“, Γαλάταις δὲ καὶ Κορινθίοις· „ὁ θεὸς εἷς ἐστιν“. | |
18.27 | Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· „ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοι‐ νωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν“. | |
18.28 | ἐνταῦθα διὰ τὸ ταὐτὸν τῆς θεότητος πρώτου ἐμνημόνευσεν τοῦ υἱοῦ, καὶ οὕτω τοῦ πατρός, εἶτα τοῦ ἁγίου πνεύματος αὐτοῦ. | |
18.29 | κοινωνίαν δὲ τοῦ ἁγίου πνεύματος μετὰ πατρὸς καὶ υἱοῦ εἶπεν τῆς μιᾶς θεότητος καὶ δόξης καὶ βασιλεί‐ ας. ποία γὰρ ἄλλη ἐπὶ θεοῦ κοινωνία; | |
18.30 | Ἐφεσίοις δέ· „εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάν‐ των καὶ διὰ πάντων καὶ ἐν πᾶσιν“. εἶτα τοῖς αὐτοῖς· | |
5 | „τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαισ“. | |
18.31 | Ὧδε πάλιν ὁμοίως διὰ τὸ ἰσότιμον τῶν ὑποστάσεων μετὰ τὸν πατέρα | |
πρώτου τοῦ πνεύματος καὶ οὕτω τοῦ υἱοῦ ἐμνημόνευσεν. | 112 | |
18.32 | Καὶ πάλιν Κορινθίοις· „παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν“. | |
18.33 | Ἑβραίοις δέ· „εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλι‐ καύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ | |
5 | κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν“. | |
18.34 | Διὰ οὖν τοῦ κυρίου δεδήλωται ὁ υἱός, διὰ δὲ τοῦ θεοῦ ὁ πατήρ, εἶτα καὶ τὸ αὐτεξούσιον καὶ παντοδύναμον τοῦ ἁγίου πνεύματος. | |
18.35 | Καὶ ὁ υἱὸς δὲ ἔδειξεν τὴν μὲν μίαν θεότητα διὰ τοῦ εἰπεῖν· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεόσ“, τὰς δὲ ἰσοτίμους καὶ ἰσοδυνάμους τρεῖς ὑποστάσεις διὰ τῆς περὶ τὸ βάπτισμα διδαχῆς. | |
18.36 | μὴ εἰπὼν δὲ πειραστικῶς ἐξετάσαντι τῷ νομικῷ· μή με λέγε ἀγαθόν, ἀλλά· „τί με λέγεις ἀγαθόν;“, ἔδειξεν ὡς καὶ αὐτὸς ἀγαθός ἐστιν ἐν ἴσῳ τῷ πατρί, καὶ ἐκ τῆς πατρικῆς ἀγαθότητος ἐκφαίνεται ἡ αὐτοῦ, καὶ δείκνυ‐ ται ἀπὸ ἀγαθοῦ ἀγαθὸς γεγεννημένος. | |
18.37 | ‘εἰ γάρ‘, φησίν, ‘οἶδάς με ἀγαθόν, καὶ μὴ συμπλέκεις τῷ διδασκάλῳ τὴν λέξιν‘ (ὡς τό· „εὖ, δοῦλε ἀγαθέ“, καὶ ὡς „ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν“, καὶ ὡς „ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων“, καί· | |
5 | „ἀγαθὸς ἦν Σαούλ, υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω“, καί· „ἀγαθὸς κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν τεθνη‐ | |
κότα“). ‘Μηδὲν παραιροῦ τοῦ πρωτουργοῦ ἀγαθοῦ, ἀλλ’ ὡς θεόν με ἐπίγνωθι, μὴ ἄλλον τῇ θεότητι τοῦ πατρός, ἀλλὰ τῇ ὑποστάσει‘. | 114 | |
18.38 | (μία γὰρ ἡ ἀμφοτέ‐ ρων θεότης· ἐπεὶ οὐκέτι τὸ πρῶτον ἀγαθὸν ἓν εὑρίσκεται). ‘ἀνέγνως γάρ που‘, φησίν, ‘ὡς „ἀγαθόν σοι πεποιθέναι ἐπὶ τὸν κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον“. „τὸ γὰρ | |
5 | προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν“. καὶ ὡς ἀγαθῷ ἀκολουθεῖν μοι καὶ κατόπιν μου βαίνειν ὑμᾶς ἀεὶ προέτρεψα‘. | |
18.39 | Διὸ οὐκ εἶπεν μέν· ‘οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ πατήρ‘, ἀλλ’ „οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεόσ“, ὡς καὶ ἐν ἄλλῳ που λέγει· „τί με λέγετε κύριε κύριε καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους;“ | |
18.40 | ἡ γὰρ κτίσις, φησίν, κατὰ μετοχὴν τὴν ἀγαθότητα ἔχει, ἀπομιμουμένη πρὸς δύναμιν τὴν ἑαυτῆς, εἰ θέμις εἰπεῖν, τὴν ἔμφυτον καὶ τελείαν τοῦ θεοῦ ἀγαθότητα καὶ δι’ αὐτῆς σωζομένη. καὶ ἔστιν ὕπαρξις τοῦ ἐν αὐτῇ ἀγαθοῦ τὸ μετέχειν τῆς τοῦ θεοῦ, προσκολλωμένην αὐτῷ τῇ ὑπακοῇ καὶ τῷ πρὸς αὐτὸν | |
5 | ἔρωτι. | |
18.41 | ἐγράφη γὰρ ὡς „οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται“, καί· „μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν“, | |
5 | καὶ „μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία“. | |
18.42 | δῆλον δέ, ὡς σχέσει καὶ διαθέσει διὰ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν καὶ τὸ πρὸς ἀρετὴν βράδος, ἀλλ’ οὐ τόπῳ. | |
18.43 | Ὅτι δὲ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἅτε φύσει τῷ ἀγαθῷ πατρὶ ὑπάρχων ἕν, αὐτός τε ἐν Ματθαίῳ λέγει· | |
„ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;“ καὶ πάλιν· | 116 | |
5 | „Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.“ ἔλεγεν δέ „ἀγαθὴν μερίδα“ ἑαυτόν. | |
18.44 | καὶ συνεξαγγέλλουσιν πνεύματι. ἀφανεῖς ἄνδρες, ἀλλὰ καὶ σφόδρα προσομιλήσαντες τῷ θεϊκῷ πνεύματι. | |
18.45 | οἱ δέ εἰσιν μεταξὺ τῶν ἄλλων τῶν συνοπαδῶν αὐτοῖς οὗτοι· ὁ ἱεροψάλτης ἐν ριζʹ ψαλμῷ· „ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόσ“. καὶ ἐν τῷ αὐτῷ· 〈„εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι· ἀγαθόσ“. | |
5 | καὶ Ἰερεμίας ἐθρήνει·〉 „ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἐκζητούσῃ αὐτόν“. | |
18.46 | καὶ Ἠσαίας· „κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ“. | |
18.47 | Ὅτι δὲ καὶ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα ἀγαθὸν ὑπάρχει, ὁ μνημονευθεὶς Δαυῒδ ἐν κδʹ ψαλμῷ μελῳδεῖ· „τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ“. | |
18.48 | πρὸς δὴ τούτοις, εἰ ἀγαθόν ἐστιν ἡ αἰώνιος ζωή, καὶ τὰ ῥήματα τοῦ υἱοῦ. ἔφη γάρ· „ἐγώ εἰμι ἡ ζωή“, καὶ πάλιν· | |
5 | „τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν“. καὶ εἰ ἀγαθὸν „τοῦ ἁγίου πνεύματος ὁ ἁγιασμόσ“ καὶ ἡ ἐν τῇ φωτίσματι ἐνέργεια—συμμνημονεύεται γὰρ ὡς συνεργόν—, ἔτι δὲ καὶ ἡ διανομὴ τῶν οὐρανίων δωρημάτων, πάντως ἀγαθὸς ὁ υἱὸς καὶ τὸ | |
10 | ἅγιον πνεῦμα. | 118 |
18.49 | Οὐκ ἀκοῇ δὲ μόνον ἐδιδάχθημεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ὡς ἐγχωρεῖ, τῆς σεπτῆς καὶ ὁμοουσίου τριάδος τὸ ἰδικὸν τῶν ὑποστάσεων· | |
18.50 | τοῦ μὲν πατρὸς ἐξ οὐρανῶν λέγοντος· „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητόσ“, τοῦ δὲ μονογενοῦς αὐτοῦ ἐπὶ γῆς βαπτιζομένου, τοῦ δὲ ἑνὸς καὶ μόνου ἁγίου | |
5 | πνεύματος αὐτοῦ κατιόντος ἐν εἴδει περιστερᾶς καὶ μένοντος ἐπ’ αὐτὸν τὸν μονογενῆ θεὸν καὶ υἱόν. | |
18.51 | καὶ Δαυϊτικὸν γὰρ θησαύρισμα ἐν πδʹ τοῦτο πι‐ στοῦται ψαλμῷ, ὅτι ὁ σαρκωθεὶς ἐκ τῶν γηΐνων ἡμῶν ὑπὸ τοῦ θεοῦ πατρὸς ἐμαρτυρεῖτο υἱός. γνώριμος δὲ πᾶσιν ὁ λόγος ἔχων ὧδε· „ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τῶν οὐρανῶν διέκυψεν“. | |
18.52 | Ὁμοίως διὰ τὸ μὴ εἶναι διαφορὰν θεότητος τῇ φρικτῇ καὶ ἀχράντῳ τριάδι ποτὲ τὸν πατέρα μετὰ τοῦ υἱοῦ ἐκφαίνουσι τὰ λόγια, ὡς ὅταν λέγῃ Δαυ‐ ῒδ μέν· „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου“, | |
5 | Παῦλος δέ· „χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ“. ποτὲ δὲ τὸν πατέρα μετὰ τοῦ ἁγίου πνεύματος συνάπτουσιν, ὡς ὅταν Ἀγγαῖος προφητεύῃ· „διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου | |
10 | ἐφέστηκεν ἐν μέσῳ ὑμῶν“, καὶ πάλιν· „οὐκ ἐν δυνάμαι μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ’ ἢ ἐν πνεύματί μου, εἶπεν κύριος παντοκράτωρ“. | |
18.53 | Ἐγχρονιστέον τῷ ῥητῷ. ἐπειδὴ γὰρ ἔστιν ὅτε οἱ ἑτερόδοξοι, τοῦ πνεύμα‐ τος σὺν τῷ πατρὶ μνημονευομένου, φασὶν ἀνυπόστατον δύναμίν τινα δηλοῦσθαι, ἠσφαλισμένως ἔχει τὸ προκείμενον ῥητόν. | |
18.54 | Καὶ Ἠσαΐας· „καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ“· καὶ πάλιν· „ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἔδοσαν τὰ πρόσωπα ἀλλήλων. ἀριθμῷ παρ‐ | |
5 | ήλθοσαν καὶ μία αὐτῶν οὐκ ἀπώλετο. ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, διότι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάσ“ | |
18.55 | Παῦλος δὲ Κορινθίοις· „οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν,“ καὶ πάλιν· „ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου“, | 120 |
5 | καὶ πάλιν· „ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ“. | |
18.56 | Ἄλλοτε δὲ μόνον τὸν υἱὸν ὀνομάζουσιν, ὡς ἡνίκα Ἠσαΐας προφητεύῃ· „καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργα τῶν χειρῶν σου πάντεσ“, Παῦλος δὲ Γαλάταις· | |
5 | „ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε“. | |
18.57 | Ἄλλοτε σὺν τῷ ἁγίῳ πνεύματι τὸν μονογενῆ κηρύττουσιν, ὡς ὅταν Παῦλος Κορινθίοις μὲν ἐπιστέλλῃ· „ἀλλὰ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν“, | |
18.58 | Ῥωμαίοις δέ· „ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνει‐ δήσεώς μου ἐν πνεύματι ἁγίῳ“, | |
18.59 | καὶ πάλιν· „εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε“. | |
18.60 | Καὶ ἄλλοτε τοῦ ἁγίου πνεύματος καταμόνας ἐπιμέμνηται, ὡς ὁπόταν Ἠσαΐας μὲν προφητεύῃ· „αὐτοὶ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον“, καὶ πάλιν· | |
5 | „κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούσ“· | |
18.61 | Παῦλος δὲ Κορινθίοις γράφει· „σαρκικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ“. | |
18.62 | καὶ ὣς Στέφανος ἐν ταῖς πράξεσι φάσκει· „ὑμεῖς τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε“, | |
καὶ πάλιν· „ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ πνεῦμα τὸ ἅγιον“ | 122 | |
5 | καθὰ ὡς ἐπίπαν εἰώθαμεν λέγειν· ‘ἡμεῖς μόνοι ἐνταῦθά ἐσμεν καὶ ὁ θεός.‘ | |
18.63 | καὶ ὁ σωτὴρ δὲ παρ’ Ἰωάννῃ μόνου μνημονεύει τοῦ θεϊκοῦ πνεύματος λέγων· „ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν“. | |
18.64 | καὶ αἱ πράξεις ὡσαύτως περὶ τούτου πιστοῦνται· „τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος εἶπεν αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον· ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούσ“, | |
5 | καὶ πάλιν· „τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνά‐ βαν εἰς τὸ ἔργον, ὁ προσκέκλημαι αὐτούσ“. καὶ πάλιν Πέτρῳ εἶπεν τὸ ἅγιον πνεῦμα· „ἀναστὰς πορεύθητι“ | |
10 | εἰς τὸν οἶκον Κορνηλίου. | |
18.65 | καὶ αὖθις κομψευόμεναι αἱ ἀποστολικαὶ πράξεις διατριβὴν παρέχουσιν τῷ τοιῷδε λόγῳ· περιέχουσιν γάρ· „τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτόν“, καὶ ἔτι· | |
5 | „ὁ γὰρ Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς τὸν λαόν“. | |
18.66 | Σημαίνεται δὲ ὁμοίως τὸ ἰσόρροπον καὶ ἰσοδύναμον τῶν παντίμων ὑπο‐ στάσεων καὶ ἐν τῷ τὸν δεσπότην θεὸν λόγον διὰ τῆς προλεχθείσης αὐτοῦ εἰς τὸ βάπτισμα πανυμνήτου φωνῆς τὴν ἰσοτιμίαν ἑαυτῷ καὶ τῷ ἁγίῳ πνεύματι τὴν πρὸς τὸν πατέρα φυλάξαι· | |
18.67 | δι’ ἣν αἱ ἱεραὶ βίβλοι ποτὲ μὲν πρώτου μέμνηνται τοῦ πατρὸς καὶ οὕτω τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος, ποτὲ δὲ πρώτου ἐπιμέμνην‐ ται τοῦ υἱοῦ διὰ τὸ τῆς φύσεως ἀμέριστον καὶ τῆς θεολογίας τὸ ἀδιάφορον, | |
18.68 | ὡς ὅταν λέγῃ Ἰὼβ τρανῶς τὴν τριάδα δηλῶν· „ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν | |
ῥισίν“. | 124 | |
5 | τὸ ζωοποιοῦν με ἅγιον πνεῦμά φησιν καὶ ἀναπνέειν ἔτι ποιοῦν. | |
18.69 | καὶ ὡς ἡνίκα Παῦλος Θεσσαλονικεῦσι τὸ δεύτερον γράφει· „αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς καὶ πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίασ“, | |
5 | καὶ Γαλάταις· „Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπου οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρόσ“, καὶ Κορινθίοις, ὡς προείρηται· „ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς | |
10 | καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματοσ“. | |
18.70 | καὶ ὁ σωτὴρ δέ φησιν· „ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν“. | |
18.71 | Ποτὲ δὲ πρῶτον τὸ ἅγιον πνεῦμα ὀνομάζουσιν, μετέπειτα δὲ τὸν πατέρα ἢ τὸν υἱόν, ὡς ὅταν Δαυῒδ ψάλλῃ· „ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;“ | |
18.72 | καὶ ὁ Ἰὼβ τὸ εὔγνωμον δεικνὺς φάσκει· „πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με“. | |
18.73 | καὶ ὣς Παῦλος ἐν τῇ πρώτῃ ἐπιστολῇ Κορινθίοις γράφει· „διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι‐ ῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν“. | |
18.74 | Ποτὲ δὲ περὶ δύο ὑποστάσεων διαλέγονται ὁμωνύμως, ὡς ὅτε Ζαχαρίας λέγει· „εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσει κύριος ἐν σοί, διάβολε“. | |
18.75 | Καὶ ἀνωτέρω ἐδείχθη διὰ πλειόνων. | 126 |
19n | Περὶ τοῦ τὸ νῦν λεχθὲν περὶ τοῦ πατρός, ἄλλοτε περὶ τοῦ υἱοῦ εἰρῆσθαι ἢ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐν μιᾷ θεότητι τὴν τριάδα ὑπάρχειν. | |
19.1 | Ἐν μιᾷ τοιγαροῦν θεότητι οἱ ἱεροφάνται τὴν ἔνδοξον τριάδα ἐπιστάμενοι καὶ τὴν θεολογίαν αὐτῆς ἐπίκοινον οὖσαν, ὅπερ νῦν εἰρήκασι περὶ τοῦ πατρός, ἄλλοτε ἄλλοι περὶ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος διαγορεύουσιν, οὐκ ἐναντι‐ ούμενοι ἑαυτοῖς, ἀλλὰ διὰ τὸ καὶ ἡμᾶς εἰδέναι τοῦτό τε αὐτὸ τῆς ὀρθῆς πίστεως | |
5 | τὸ καίριον· καὶ ὡς, οἵας δ’ ἂν ὑποστάσεως ἐπιμνησθῶμεν ἐκ παντός, καὶ τὴν ἄλλην τῇ πίστει συνανελάβομεν, ἅτε ἀχώριστον. | |
19.2 | ἀψευδεῖν δὲ ἀνάγκη τοὺς ἀψευδεῖς ὑποφήτας θεοῦ καὶ δόξης ἀρνουμένης τὴν ἀλήθειαν καθαροὺς τοὺς τὴν ἁπλῆν καὶ ὄντως ἀλήθειαν, τουτέστιν τὴν ἀγαθότητα, τοῦ θεοῦ διδάσκον‐ τας. | |
19.3 | μὴ καθαροῖς γὰρ καθαρῶν ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν φασιν· οἱ δὲ ἦσαν καθαροὶ καὶ πάσης ψευδοδοξίας ἀλλότριοι. | |
19.4 | Εὑρήσομεν δὲ τοῦτο εὐθὺς εἰς τὴν θεοπτίαν, ἣν ἐθεάσατο Ἠσαΐας. τί δὲ μὴ πρῶτον ὅλου ἐκείνου ὡς ἔχει μνημονεύσω τοῦ χωρίου; | |
19.5 | λέγει οὖν· „εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ σεραφὶμ εἱστήκει‐ σαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς | |
5 | μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο· καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ“. | |
19.6 | Καὶ μεθ’ ἕτερά φησιν· „εἶπέν μοι· εἰπὲ τῷ λαῷ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε | |
5 | ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ | |
ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούσ“. | 128 | |
19.7 | καὶ μεταξὺ ἄλλων ἐπιφέρει· „καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφίμ“ καὶ τὰ ἑξῆς. | |
19.8 | Τὸν ὀφθέντα τοίνυν κύριον Σαβαὼθ καὶ βασιλέα Ἠσαΐας μὲν οὗτος αὐτὸν τὸν θεὸν πατέρα εἶναι οἶδεν. | |
19.9 | Παῦλος δὲ ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν πρά‐ ξεων τὸ ἅγιον πνεῦμα τυγχάνειν ὂν ἀπεφήνατο τοιῶσδε ἀνειπών· „καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπὲ αὐτῷ· | |
5 | ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε“ καὶ τὰ ἑξῆς, ὡς πρόκειται. | |
19.10 | Ἰωάννης δὲ ἐν εὐαγγελίῳ τὸν υἱὸν τοῦ θεοῦ εἶναι διωρίσατο. ἔφη γάρ· „τοσαῦτα σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ οὐκ ἐδύναντο πιστεύειν, ὅτι εἶπεν Ἠσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπι‐ | |
5 | στρέψωσιν καὶ ἰάσομαι αὐτούσ“. καὶ εὐθὺς ἐπάγει· „ταῦτα δὲ εἶπεν Ἠσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ“, τουτέστιν τοῦ υἱοῦ τοῦ θεοῦ. ταῦτα μὲν δὴ περὶ τούτων ὧδέ πῃ. | |
19.11 | Ἄκουε δὲ καὶ ἕτερα τῆς αὐτῆς δυνάμεως, τοῦ Δαυῒδ ἐν ψαλμῷ Ϟδʹ ἐκ προσώπου τοῦ θεοῦ πατρὸς ᾄσαντος τῇ λύρᾳ τοιῶσδε· „ἐπείρασάν με οἱ πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ. αὐτοὶ | |
5 | δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. ὣς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου“. | |
19.12 | Παῦλος Ἑβραίοις γράφων ἐκ τοῦ αὐτοῦ ψαλμοῦ ἀπὸ τοῦ ἁγίου πνεύ‐ ματος διορίζεται τόνδε τὸν τρόπον· „καθὼς εἶπεν“, φησίν, „τὸ πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ | |
5 | κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη“. | |
19.13 | καὶ Στέφανος εἰς τὰς ἀποστολικὰς πράξεις τοὺς Ἰουδαίους ἀπὸ τῆς αὐτῆς ἐντρέπων γραφῆς ἔφη· „σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ | |
πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖσ“. | 130 | |
19.14 | Ὁμοίως δὲ ἐξ Αἰγύπτου ὡδηγηκέναι τοὺς Ἑβραίους ὁ μὲν Μωϋσῆς κύ‐ ριον λέγει. ἐν τῷ δευτερονομίῳ· „κύριος γάρ“, φησίν, „μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλ‐ λότριοσ“. | |
19.15 | καὶ ὁ Ἱερεμίας ὡσαύτως· „καὶ οὐκ εἴπατε“, φησίν, „ποῦ ἔστιν κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπ‐ του, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ;“ | |
19.16 | Ὁ δέ γε Ἠσαΐας τὸ ἅγιον πνεῦμα ὡδηγηκέναι λέγει· „ἤγαγεν γάρ“, φησίν, „αὐτοὺς διὰ ἀβύσσου ὡς ἵππον δι’ ἐρήμου καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγη‐ σεν αὐτούσ“. | |
19.17 | Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· „ἔπινον γάρ“, φησίν, „ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστόσ“. | |
19.18 | ᾧ συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· „ἅπαξ γὰρ κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πισ‐ τεύσαντας αὐτῷ ἀπώλεσεν“. | |
19.19 | Ἐνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν υἱὸν καὶ τὸ θεϊκὸν πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρα‐ κεῖσθαι ὅτι | |
5 | „οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριοσ“, τοῦτ’ ἔστιν ἑτεροούσιος. | |
19.20 | Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· „οὐκ ἔσται μερὶς οὐδὲ κλῆρος τοῖς Λευίταις ἐπὶ τῆς γῆς· κύριος αὐτὸς μερὶς αὐτῶν“. Ἱερεμίας δέ· „ὁ πλάσασ“, φησίν, „τὰ πάντα αὐτὸς κληρονομία τοῦ Ἰακώβ. κύριος ὄνομα | |
5 | αὐτῷ“. Δαυῒδ δὲ ἐν ιεʹ ψαλμῷ· „κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου“. | |
19.21 | Ὁ δέ γε Παῦλος τὸ ἅγιον πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπι‐ στέλλει· „ἐν ᾧ“, φησίν, „πιστεύσαντες ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἐπαγγελίας | |
τῷ ἁγίῳ, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν“. | 132 | |
19.22 | ὁμοίως Παῦλος Κορινθίοις γράφει· „διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι‐ ῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν“. | |
19.23 | δεικνὺς δὲ τὴν ταυτότητα τῆς θεότητος οὐ μόνον ἐνταῦθα πρώτου ἐπι‐ μέμνηται τοῦ πνεύματος, εἶτα τοῦ υἱοῦ καὶ οὕτω τοῦ πατρός, ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν θεὸν τὰ πάντα ἐνεργεῖν, μετ’ ὀλίγον ἐπάγει· „ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, | |
5 | καθὼς βούλεται“, | |
19.24 | σαφῶς καὶ διαρρήδην αὐτὸ θεὸν ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ ἅμα καὶ αὐτεξούσιον παριστῶν. | |
19.25 | Ἔστιν ἀκοῦσαι καὶ τοῦ θεοῦ καὶ πατρὸς παρ’ Ἠσαΐᾳ μὲν εἰρηκότος· „καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω“, Ἰωάννου δὲ φήσαντος· „ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα“ | |
5 | (ἤδη γὰρ ᾔδει σαφῶς, ὅτι οὐχ ἑτεροουσίῳ τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι ἡ δόξα ἀναπέμπεται). | |
19.26 | πάλιν τοῦ Μάρκου λέγοντος ἀπὸ τοῦ Χριστοῦ· „ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοι‐ χαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων“. | |
19.27 | Ὁ Ματθαῖος τὸ αὐτὸ κεφάλαιον ἐκτιθέμενος οὐκ εἶπεν· ‘ἐν τῇ τοῦ πα‐ τρόσ‘, ἀλλ’ „ἐν τῇ τοῦ υἱοῦ“, οὕτω γράψας· „ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, ὅτε καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ“. | |
5 | καὶ παρ’ Ἰωάννῃ δέ φησιν· | |
„δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι“. | 134 | |
20n | Περὶ τοῦ διὰ τὸ ὁμοούσιον καὶ ἰσοδύναμον κατοικεῖν ἐν πιστοῖς τόν τε πατέρα τόν τε υἱὸν τό τε ἅγιον πνεῦμα· καὶ πρὸς τὴν τῶν ἑτεροδόξων ἀντίθεσιν. | |
20.1 | Εὑρήσομεν ἔτι τὸ ὁμοούσιον τῆς τριάδος καὶ ὡς ἀπαραλλάκτως πάντα ἐστὶν αὐτῇ δυνατά, εἰ ξυνίδωμεν, ὅτι αὐτὴν μόνη ὑπὲρ τὸ ἄυλον καὶ ἀόρατον οὖσα κατ’ οὐσίαν μετέχεσθαι δύναται καὶ πληροῦν ὃν ἔκτισε ναόν. | |
20.2 | καὶ αὐτῇ οὐ τὸ πρᾶγμα τοῦτο μόνον, ἀλλὰ καὶ ἡ λέξις ἁρμόζει. | |
20.3 | ἕπεται γὰρ τῷ μεθεκτῷ τὸ ἄτρεπτον καὶ τούτῳ τὸ ἄκτιστον, ὅ ἐστιν καὶ ἄναρχον. | |
20.4 | οὐδὲν δὲ κτιστόν, ὅσον ἀπὸ γραφῶν συνηθείας, μετουσίας τρόπῳ μετέχεσθαι δύναται ἢ πληροῦν οὐσιωδῶς τὸν ἄνθρωπον, ἀλλὰ μόνῳ τῶν τῆς ἕξεως τῆς ἀγαθῆς ἢ τῆς φαύλης. | |
20.5 | Μεταφορικῶς γὰρ λέγομέν τινας ἀρετῆς καὶ ἐπιστήμης πεπληρῶσθαι καὶ τεθεωρημένως προφέρειν δύνασθαι τὰ ἀρετῆς καὶ ἐπιστήμης ἐπίχειρα, ὡς οἱ ἀκραιφνῶς τῆς χάριτος τοῦ ἁγίου πνεύματος μεταλαχόντες. | |
20.6 | Μαρτυρεῖται οὖν κατοικεῖν ἐν ἡμῖν ὅ τε πατὴρ ὅ τε υἱὸς καὶ τὸ πνεῦμα· ὡς ἡνίκα Παῦλος Κορινθίοις τὸ δεύτερον γράφει ἐκ τοῦ Ἱερεμίου· „ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ θεός· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαόσ“. | |
5 | καὶ πάλιν· „οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;“ καί· „οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ;“ | |
20.7 | καὶ Ἐφεσίοις· „ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.“ | |
20.8 | Καὶ ὡς ὅταν ὁ δεσπότης ἐν Ἰωάννῃ λέγει· „τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται“. | |
5 | καὶ πάλιν· „ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα“. | 136 |
20.9 | Ἔσται δὲ τοῦτο πλέον καταφανὲς τῷ ἐπιστάνοντι, ὅτι θελήσας ὁ πάντα δυνάμενος θεὸς λόγος ἄτρεπτός τε διέμεινεν καὶ ὑπὸ τῆς παρθένου ἐκυοφο‐ ρήθη. | |
20.10 | Οἱ δὲ πάλιν ἐνίστανται ἀντιλέγοντες· ‘γέγραπται δῆθεν περὶ μὲν Ἀνα‐ νία· „διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;“ περὶ δὲ Ἰούδα, ὡς „εἰσῆλ‐ θεν εἰς αὐτὸν ὁ σατανᾶσ“.‘ | |
20.11 | Πρὸς οὓς ῥητέον, ὡς οὐ μετεχόμενος οὐδὲ τῇ ψυχῇ ὥσπερ ἐπιβατεύων, ἀλλὰ φενακίζων καὶ κακοβουλίας καὶ παλίμβολον τρόπον ἐνεργαζόμενος καὶ πάρεργον ποιῶν τῆς ἑαυτοῦ πονηρίας πληροῖ τὸν μὴ προσέχοντα τῷ. | |
„μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ μὴ νυστάξει ὁ φυλάσσων σε“. | 138 | |
20.12 | καθ’ ὃν τρόπον Ἔλυμαν τὸν υἱὸν αὐτοῦ ἐπλήρωσεν τῇ ὑποβολῇ πράξεως σατανικῆς. λέγει γὰρ αὐτῷ Παῦλος, μυσαρῷ τὴν γνώμην καὶ τὰς πράξεις τυγ‐ χάνοντι καὶ ἀνάπλεῳ τῆς διαβολικῆς ὄντι μοχθηρίας καὶ κατασοφιζομένῳ τοὺς ἁγίους, ὡς δοκεῖν ἐν αὐτῷ οἰκεῖν τὸν ἀρχέκακον πατέρα αὐτοῦ· | |
5 | „ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου“. | |
20.13 | ἔτι δὲ καθὼς καὶ τοὺς ψευδοπρεσβύτας ἐπὶ τῆς σεμνοπρεπεστάτης Σωσάννης ἐπλήρωσεν ἀκολάστου γνώμης· ἔχει δὲ οὑτωσί· „ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίασ“. | |
20.14 | Καὶ ἵνα μὴ ὄχλον πολὺν τῇ ἀκοῇ παρασκευάζωμεν, πολλὰ, ἃ λέγειν εἴχομεν εἰς τοῦτο, παρέντες, συντόμως ἐροῦμεν, ὡς εἴπερ κρατεῖ ὁ λόγος αὐτῶν οὗτος, ὥρα λοιπὸν μὴ μέγα οἴεσθαι τὸ τὴν θείαν γαληνότητα οἰκεῖν ἐν | |
πιστοῖς, ἀλλ’ ὡς ἔν γε δὴ μόνῳ τῷ δοκεῖν τοῦτο τὴν δόξαν ἔχειν. | 140 | |
21n | Περὶ τοῦ διὰ τὸ ἀπαράλλακτον τῆς φύσεως καὶ τῆς οὐσίας λαλεῖν ἐν πι‐ στοῖς τὴν τριάδα. | |
21.1 | Καὶ τὸ λαλεῖν δὲ ἐξ ἴσου ἐν ἁγίοις τὰς θείας ὑποστάσεις τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ ἐξουσίας ἀπαγγέλλει. | |
21.2 | Ζαχαρίας μὲν γάρ—οὐχ ὁ προφήτης, ἀλλ’ ὁ πατὴρ Ἰωάννου—κύριον τὸν θεὸν Ἰσραὴλ διὰ τῶν προφητῶν λελαλη‐ κέναι ἔφησεν. | |
21.3 | καὶ Παῦλος δὲ ὁμοίως Ἑβραίοις ἐπέστειλεν· „πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ“. | |
21.4 | Καὶ Κορινθίοις δὲ περὶ τοῦ υἱοῦ ἔγραψεν· „ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ“. | |
21.5 | Ὁ δέ γε σωτὴρ παρὰ Ματθαίῳ διδάσκει· „οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν ἐστιν τὸ | |
λαλοῦν ἐν ὑμῖν“. | 142 | |
22n | Περὶ τοῦ διὰ τὸν αὐτὸν λόγον, ᾔνουν τὸ ὁμοούσιον τῆς τριάδος, γεγράφθαι, ζῆν ἡμᾶς τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνευματι. | |
22.1 | Τοῦτο ἐπιφανέστατα θεωρεῖν διδάσκει καὶ τὸ γεγράφθαι, ζῆν ἡμᾶς τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι· ὡς ὅταν Παῦλος διαλέγεται γράμμασι Ῥωμαίοις· „ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν | |
5 | Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“. | |
22.2 | καὶ πάλιν· „ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ“· καὶ Γαλάταις· | |
5 | „εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν“. | 144 |
23n | Περὶ τοῦ διὰ τὸν λόγον τοῦτον τὸν ἄνωθεν νόμον γεγράφθαι εἶναι τοῦ πα‐ τρος καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. | |
23.1 | Δι’ ὃν ἔφαμεν λόγον καὶ ὁ ἄνωθεν νόμος γέγραπται εἶναι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθὰ ὁ ἱεροψάλτης λέγει ἐν μὲν λϛʹ ψαλμῷ· „ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ“, | |
5 | ἐν δὲ λθʹ· „τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου“. | |
23.2 | Καὶ ὡς Παῦλος γράφει Γαλάταις μέν· „ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ“· | |
23.3 | καὶ Κορινθίοις ἐν τῇ πρώτῃ ἐπιστολῇ· „ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδήσω τοὺς ἀνόμουσ“. | |
23.4 | Ῥωμαίοις δέ· „ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου“. | |
23.5 | Καὶ πάλιν τὴν νέαν καὶ τὴν παλαιὰν διαθήκην αἰνιττόμενός φησιν· „νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμμα‐ τοσ“· | |
5 | καὶ πάλιν· | |
„οἴδαμεν γάρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν“. | 146 | |
24n | Περὶ τοῦ διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος ἐν τῇ τριάδι αἰτίαν χρηματίζειν ἡμᾶς ἢ ἀνθρώπους θεοῦ ἢ Χριστιανοὺς ἢ πνευματικούς. | |
24.1 | Χρηματίζομεν τοίνυν διὰ τοῦτο ἢ ἄνθρωποι θεοῦ ἢ Χριστιανοὶ ἢ πνευμα‐ τικοί· δι’ ὧν φασιν ἡ μὲν ἐν Σαρέπτοις χήρα πρὸς τὸν Θεσβίτην Ἠλίαν· „τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ θεοῦ;“ καὶ πάλιν· | |
5 | „νῦν ἔγνων, ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος εἶ σύ“· | |
24.2 | ἡ δὲ Σουμανῖτις πρὸς τὸν ἑαυτῆς ἄνδρα περὶ Ἐλισσαιὲ τοῦ προφήτου· „ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ μέγας παραγίνεται πρὸς ἡμᾶσ“. | |
24.3 | αἱ δὲ βασιλικαὶ ἱστορίαι· „καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν ἐξ Ἰούδα καὶ προεφήτευσεν ἐπὶ τὸ θυσια‐ στήριον τὸ ἐν Βεθήλ“· | |
24.4 | ὁ δὲ ἱεροψάλτης ἐν τῇ ἐπιγραφῇ τοῦ πθʹ ψαλμοῦ· „προσευχὴ Μωυσῆ, ἀνθρώπου τοῦ θεοῦ“. | |
24.5 | ὁ δὲ Παῦλος Τιμοθέῳ γράφων τὸ δεύτερον· „ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένοσ“. | |
24.6 | Αἱ δὲ πράξεις· „ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ χρηματί‐ σαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούσ“. | |
24.7 | Ὁ δὲ Παῦλος Κορινθίοις ἐν ἐπιστολῇ διαλεγόμενος· „περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. οἴδατε, ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς δύναται εἰπεῖν ‘κύριος Ἰησοῦσ‘ εἰ μὴ ἐν | |
5 | πνεύματι ἁγίῳ“· | 148 |
24.8 | καὶ πάλιν. „ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. τίς | |
5 | γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν“. | |
24.9 | καὶ πάλιν· „ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἐξ ὑμῶν ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκο‐ πῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως | |
5 | ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ“. | 150 |
25n | Περὶ τοῦ διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος τῆς τριάδος αἰτίαν τὴν γραφήν, ἅπερ νῦν λέγει τοῦ πατρός, ἄλλοτε λέγειν τοῦ υἱοῦ ἤ τοῦ ἁγίου πνεύματος. | |
25.1 | Μίαν θεότητα καὶ δεσποτείαν ἡ γραφὴ δηλοῦσα, ἅπερ νῦν λέγει τοῦ πατρός, ἄλλοτε φάσκει τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος εἶναι· | |
25.2 | ὡς ἡνίκα ὁ σωτὴρ παρὰ Ματθαίῳ Ἰουδαίοις λέγει· „ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ“· | |
25.3 | καὶ ὡς ὅταν ὁ ἀοίδιμος γράφει Παῦλος Φιλιππησίοις μέν· „οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ“, Γαλάταις δέ· „οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς | |
5 | ἐπιθυμίαισ“, καὶ Κορινθίοις· „ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντος τούτου· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα‐ νόντι καὶ ἐγερθέντι“. | |
25.4 | καὶ πάλιν· „ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν“· καὶ πάλιν· | |
5 | „ζηλοῦτε δὲ τὰ πνευματικά“. | |
25.5 | Ἔτι καὶ τὴν ἐκκλησίαν, ἥτις νοεῖται σὺν τῇ ἀναπεμπομένη ἐν αὐτῇ δόξῃ καὶ τῇ προσαγομένῃ ἀναιμάκτῳ λατρείᾳ, Κορινθίοις μὲν τὸ πρῶτον γράφων, τοῦ θεοῦ εἶναι κατήγγειλεν οὑτωσί· „ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ“, | |
5 | καὶ πάλιν· „ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ“. | |
25.6 | Ἐφεσίοις δὲ πάλιν ἐπιστέλλων, τοῦ Χριστοῦ εἶναι αὐτὴν ἐδίδαξεν ὧδε εἰπών· „ἵνα παραστήσῃ ἑαυτῷ ἄμεμπτον τὴν ἐκκλησίαν, μὴν ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμοσ“. | |
25.7 | Εἰ γὰρ μὴ ὧδε αὐτῷ ἐδόκει, ἑρμηνεύσει τις, τί βούλεται εἰπὼν ὁ προ‐ | |
φήτης Ἀγγαῖος ὅτι „μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην“, τουτέστιν τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς ἐν αὐτῇ δοξολογίας παρὰ τὴν | 152 | |
5 | συναγωγὴν Ἰουδαίων, ἐν ᾖ μόνος ὁ θεὸς καὶ πατὴρ ἐθεολογεῖτο καὶ ἐδοξάζετο. | |
25.8 | Ἑπομένως τοίνυν καὶ τὸ εὐαγγέλιον νῦν μὲν θεοῦ τοῦ πατρὸς εἶναι λέγει γράφων Ῥωμαίοις· „Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγ‐ γέλιον θεοῦ“· | |
25.9 | καὶ πάλιν· „οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται“· | |
25.10 | καὶ Κορινθίοις τὸ δεύτερον· „ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν“, | |
25.11 | νῦν δὲ θεοῦ τοῦ μονογενοῦς αὐτὸ τυγχάνειν ἐπιστέλλει Κορινθίοις τὸ μὲν πρῶτον· „ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ“· | |
25.12 | τὸ δὲ δεύτερον· „ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ“ | |
25.13 | καὶ πάλιν· „δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ“· | |
25.14 | καὶ Ῥωμαίοις· „μάρτυς γάρ μου ἐστιν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ“. | |
25.15 | Ἀλλὰ καὶ τὴν ἱερὰν λειτουργίαν ποτὲ μὲν θεῷ τῷ πατρί, ποτὲ δὲ θεῷ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἐκτελεῖσθαι ἔφη | |
25.16 | γράψας Κορινθίος τὸ μὲν πρῶτον· „οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ· ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑ‐ | |
ρεθῇ“· | 154 | |
25.17 | τὸ δὲ δεύτερον· „ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι“· | |
25.18 | καὶ πάλιν· „διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λέγω· ὑπὲρ ἐγώ“. καὶ 〈........................................................... | |
..............................................................〉 | 156 | |
26.1 | ...〈„Τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φό〉βῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;“ ὃς γάρ, καὶ οἱ ἔξω φασίν, ‚πείθεται θεῷ, μάλα τ’ ἔκλυεν αὐτοῦ‛. | |
26.2 | Τοιγαροῦν οὐδὲν ἐπίκτητον ἢ ὑφ’ ἑτέρου ἐνεργούμενον ἐν ἑαυτῷ εἶναι, οἴκοθεν δ’ ἐπάγεσθαι τἀγαθὰ πάντα παριστῶν τὴν μίαν θεϊκὴν εἰρήνην, ἧς „ὅριον οὐκ ἔστιν“, περὶ ἧς Ἠσαΐας διακέκραγεν· „κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. κύριε, | |
5 | ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν“, ὡς αὐτοῦ τυγχάνουσαν διὰ τὸ ἐπίκοινον τῆς φύσεως καὶ κυριότητος δίδωσιν κατ’ ἐξουσίαν. | |
26.3 | ἔφη γάρ· „εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν“. | |
26.4 | Διὸ οὐχ ἥκιστα καὶ Παῦλος τοῦτο τὸ θεόσδοτον χρῆμα ἄμφω τὰς ἀγενή‐ τους ὑποστάσεις ἀπαραλλάκτως χορηγεῖν ἔφη, | |
26.5 | Ῥωμαίοις οὕτω που γρά‐ ψας· „χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ“. | |
26.6 | διάγνωσιν δὲ ἡμῖν τοῦτ’ αὐτὸ οὕτως ἔχειν παρέσχετο καὶ τό· „πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν“. | |
26.7 | ταῦτα γὰρ οὐκ ἀμαθῶς εἰς τὴν κτίσιν, ἀλλ’ εἰς τὴν θεϊκὴν ἀξίαν ἐκλαμβά‐ νεται, εἰ ἀξίαν ἐπὶ τοῦ θεοῦ φάναι χρή. | |
26.8 | Θεὸς γάρ, φησίν, ἐστὶν ὁ πατήρ. εἰμὶ καὶ ἐγώ· υἱὸς γὰρ αὐτοῦ μονογενὴς καὶ ἀληθινὸς καὶ ἀγαπητός. | |
26.9 | Κύριός ἐστιν ὁ πατήρ. εἰμὶ καὶ ἐγὼ πάντων κύριος καὶ κληρονόμος ζῶν‐ τος πατρὸς τῆς κληρονομίας δεσπόζων. | |
26.10 | κληρονομῶ δὲ τὰ ἑαυτοῦ, τοῦτο μὲν ὡς ποιητὴς αὐτῶν, τοῦτο δὲ καὶ ὡς γνήσιος υἱός. | |
26.11 | ἐτέθην δὲ κληρονόμος ὡς ἐνανθρωπήσας. | |
26.12 | Δημιουργὸς καὶ βασιλεύς ἐστιν ὁ πατήρ. εἰμί. εἶπον γὰρ ὑμῖν ὡς | |
„ἦν τις βασιλεὺς καὶ ἐπορεύθη ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ τῷ βασιλεῖ“. | 158 | |
26.13 | Ἄτρεπτός ἐστιν ὁ πατήρ. εἰμὶ καὶ ἐγώ. κεχρησμῴδηται γὰρ περὶ ἐμοῦ· „σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν“. | |
26.14 | Ἀπαθής ἐστιν ὁ πατήρ. εἰμί, ὡς καὶ τοὺς μετόχους μου ἀπαθείας μετα‐ λαμβάνειν. | |
26.15 | Ἄναρχος ὁ πατήρ. εἰμί. οὐ γὰρ ἦν ὅτε οὐκ εἶχεν τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς δόξης αὐτοῦ τὸ ἐνυπόστατον ἀπαύγασμα καὶ τὸν „χαρακτῆρα τῆς ὑπο‐ στάσεωσ“ καὶ τὴν „εἰκόνα τῆς θεότητοσ“, ἐμέ. | |
26.16 | ζωὴ καὶ φῶς καὶ ἀγαθότης καὶ δύναμις καὶ σοφία καὶ ἀλήθεια καὶ ὅσα θεοῦ ἄξιά ἐστιν ὁ πατήρ. εἰμί, ὡς φθάσαντες ἠκούσατε. | |
26.17 | Καὶ μέντοι καὶ σωτὴρ ἐγώ, „ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἁμαρτωλούσ“ καὶ οὐκ ἐπάγων „κακὸν ἀντὶ κακοῦ“ | |
26.18 | Φιλάνθρωπος ὁ πατήρ. εἰμί, ὅπουγε ὑμῶν ἕνεκα „ἐμαυτὸν ἐκένωσα μορφὴν δούλου λαβών“, καὶ ῥαπιζόντων καὶ ἐμπτυόντων καὶ ἐμπαιζόντων καὶ σταυρούντων ὑμῶν ἠνεσχό‐ μην. | |
26.19 | Πάντα οὖν εἶπεν τὰ πατρικὰ τυγχάνειν αὐτοῦ, ὥστε μηδὲν πλέον διδόναι τῷ θεῷ πατρὶ ἢ μόνον τὸ εἶναι πατέρα υἱοῦ συνανάρχου καὶ συνυφεστῶτος | |
26.20 | Οὕτω πιστεύειν ἀναπείθει καὶ τό· „πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖσ“. | |
26.21 | εἰ γὰρ μὴ διὰ τὴν φυσικὴν σχέσιν ὧδε ἐλέχθη καὶ πᾶσιν τοῖς πατρικοῖς οὐσιωδῶς δεδόξασται ὁ υἱός, εἰ μὴ βασιλεία καὶ δεσποτεία μία τυγχάνει, ἆρα, κατά γε λόγον αἱρετικόν, ἔστιν ἃ μὴ ὑπὸ τὴν τοῦ πατρός, ἀλλ’ ὑπὸ τὴν ἐξουσίαν | |
τοῦ υἱοῦ τελεῖ. | 160 | |
26.22 | Καὶ πάλιν· „ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με“. | |
26.23 | ἐμοί, φησίν, λέγοντι περὶ τῆς ἐμαυτοῦ θεϊκῆς δόξης, ὅτι „ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν“, ἀπιστεῖτε· ἀλλ’ ἔστιν ὁ μαρτυρῶν μοι πατήρ, ὅτι κατὰ φύσιν δοξάζομαι, υἱὸς μὲν ὢν αὐτοῦ ἀγαπητὸς καὶ ἀληθινός, θεὸς δὲ ὑμῶν καὶ δεσπότης. | |
26.24 | Εἶτα λέγει· „πάτερ, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε“. ἴση κἀνταῦθα ἐφυλάχθη τιμή τε καὶ δόξα ταῖς θείαις ὑποστάσεσιν. ᾧ γὰρ ἂν ὑπολάβωμεν τρόπῳ τὸν πατέρα δοξάζειν τὸν υἱὸν αὐτοῦ, τούτῳ αὐτὸς δοξάζεται | |
5 | ὑπ’ αὐτοῦ. | |
26.25 | Καὶ αὖθις ἐπάγει· „καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί“. | |
26.26 | φρικτὸν ἀκοῇ, ὅτι ὁ δόξαν ἔχων ἀνάρχως παρὰ τῷ ἑαυτοῦ πατρί—τοῦτο γὰρ σημαίνει τό· ᾖ εἶχον δόξῃ πρὸ τοῦ τὸν κόσμον 〈εἶναι〉—ὑπὸ αἱρετικῶν οὐ δοξάζεται. | |
26.27 | ποία δὲ ἦν αὕτη; ἣν ὡς οἶμαι καὶ Μάρκος ἔφη· „ὅταν ἔλθῃ ὁ υἱὸς ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ“, ἀντὶ τοῦ· τὴν πατρικὴν δόξαν ἔχει καὶ ἐν αὐτῇ ἥξει τὸ δεύτερον. | |
26.28 | ὧν δὲ ἡ δόξα μία, οὐκ ἄλλη καὶ ἄλλη θεότης καὶ βασιλεία καὶ προσκύνησις καθέσ‐ τηκεν. | |
26.29 | ὅθεν προπαραγγέλλει „πιστεύετε εἰς τὸν θεὸν καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν“. | |
26.30 | ‘τῆς γὰρ θεότητοσ‘, φησίν, ‘διαφορὰν οὐκ ἐχούσης, μίαν πίστεως γνῶσιν περὶ τῆς τριάδος ἔχειν ὀφείλετε, ἵν’ οὕτω κατασκηνώσητε ἐν ἐκείναις ταῖς τρισμακαρίσταις αὐλαῖς ταῖς πᾶσιν ἁρμοδίαις τε καὶ ἀρκούσαισ‘. | |
26.31 | Οὐ μόνον γοῦν τὰ ὑφηγητοῦ, ἀλλὰ καὶ τὰ θεοῦ παρέχων λέγει· „ἀφέωνταί σοι αἱ ἁμαρτίαι“. προσέχεις κἀνταῦθα τὸ αὐτεξούσιον αὐτοῦ, ὅτι ὡσανεὶ πρὸς μείζονα οὐ πρεσ‐ | |
βεύει, ἀλλ’ ὡς αὐτοκράτωρ συγχωρεῖ. | 162 | |
26.32 | Ματθαῖος δέ, συνεισφέρων καὶ αὐτὸς ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ θεολογίαις, ἔφη· „οὐδεὶς γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ πατήρ“. | |
26.33 | Πῶς τοίνυν οὗτοι φιλονεικοῦσιν ὡς εἰδότες τὸν μὲν πατέρα ἀσύγκριτον, τὸν δὲ υἱὸν αὐτοῦ ἀνόμοιον αὐτῷ, τὴν δὲ οὐσίαν ἀγεννησίαν· οὐδὲν ἐξαίρετον τῇ γνώσει τοῦ θεοῦ πατρὸς καὶ τοῦ μονογενοῦς θεοῦ καταλιμπάνοντες | |
26.34 | οὐδὲ λογιζόμενοι, ὅτιπερ οὐδὲν ἑτεροφυὲς ἴσην τῷ ἑτεροουσίῳ κέκτηται γνῶσιν; | |
26.35 | Παῦλος δὲ ὁμοίως γράφει Τιμοθέῳ μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ· „προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, φυλάξαι τὴν παραγγελίαν ἄσπιλον, ἀνεπίληπτον ἕως τῆς ἐπιφανείας τοῦ κυρίου | |
5 | Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατὸς καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν καὶ φῶς οἰκῶν ἀπρόσιτον, ὃν οὐδεὶς ἀνθρώπων εἶδεν οὔτε ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ δόξα αἰώνιος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν“. | |
26.36 | αἱρετικοῖς μὲν γὰρ δέδοκται τῷ πατρὶ μόνῳ διδόναι τό· „ὁ μόνος δυνατὸς καὶ βασιλεὺς βασιλευόντων“ καὶ τὰ ἑξῆς. | |
26.37 | ὥσπερ δὲ περὶ ἀμφοῖν τῶν ἀειμνήστων ὑποστάσεων εἶπεν· „προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ“, οὕτως ἐπ’ ἀμφοῖν αὐτῶν ὡς κατὰ ἑνὸς τῇ θεότητι καὶ τὰ ἑξῆς ὕμνησεν. | |
26.38 | οὐ γὰρ ὡς οὗτοι ἠγνόησεν αὐτὸς τό· „πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν“, καὶ τό· „ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα“, | |
5 | καὶ τό· „οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιοσ“, | |
καί· „οὗτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν“, καί· | 164 | |
10 | „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητόσ“. | |
26.39 | ἀλλὰ καὶ ἀποτείνεται μᾶλλον τὰ ἐκκείμενα πρὸς τὸν υἱόν. ἔχει γάρ· „παραφυλάξαι τὴν παραγγελίαν ἕως τῆς ἐπιφανείας τοῦ κυρίου Ἰησοῦ Χρι‐ στοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατόσ“. | |
26.40 | δῆλον δ’ ὅτι ὁ υἱὸς δείξει τὴν ἑαυτοῦ ἐπιφάνειαν τὸ δεύτερον ἐλευσόμενος. ἐπιτήρει οὖν ὅτι καὶ δόξαν τὴν πρώτην αὐτῷ ἀπονέμει. | |
26.41 | Ῥωμαίοις δέ· „τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθο‐ ρᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότησ“. | |
26.42 | καὶ ταυτὶ δὲ διὰ τὴν ἰσοτιμίαν πατρὸς καὶ υἱοῦ οὐ ῥέπει πρὸς ποίημα. | |
26.43 | οὐ γὰρ ἐν τῷ γεννητὸν νοεῖσθαι τὸν δημιουργὸν ἡ ἀιδιότης καὶ θειότης αὐτοῦ οὐ γνωρίζεται, τουτέστιν ἡ ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχουσα θεότης. | |
26.44 | Φιλιππησίοις δέ· „ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών“. | |
26.45 | τί τῆς ἰσότητος ταύτης εὑρίσκεται ἄνισον; οὐχ ἥρπασε γάρ, φησίν, οὐκ ἔλαβε τὸ ἴσον εἶναι τῇ φύσει τῷ θεῷ καὶ πατρί. καὶ δὴ ὁ μὴ ὑπ’ ἄλλου κενω‐ θείς, ἑαυτὸν δὲ κενώσας, αὐθέντην δεσπότην ὁμοῦ καὶ ἀίδιον ἑαυτὸν ἐπέδει‐ ξεν. | |
26.46 | εἰ γὰρ ἐγένετο ἐν δούλου μορφῇ, ἀναμφίλογον ὡς οὐ διετέλει, πρὶν ἢ τοῦτο γένηται, ἐν ποιήμασιν, ἀλλ’ ἐν ἐλευθέρᾳ τῇ πατρικῇ φύσει ἦν. ἐπειδὴ μὴ δυνατὸν ἦν ὀφθῆναι, συγκατέβη ἀτρέπτως ἀφαντασιάστως ἕως οἰκέτου μορφῆς. | |
26.47 | καὶ τὰ τοῦ οἰκέτου ἀπώσατο ἄχθη καὶ ζωῆς φαιδροτέρας δέδω‐ | |
κεν ἀρχήν· ὅθεν καὶ ὅστις ἀνάρχως ἦν ἐπεγνώσθη. | 166 | |
26.48 | Καὶ τὰ ἄλλα δὲ τὰ ἐπισταλέντα τοῖς αὐτοῖς Φιλιππησίοις, ὅτι ἤδη πως τὸν υἱὸν προὔχοντά τε καὶ ὑπερβάλλοντα σὺν τῷ ἑαυτοῦ πατρὶ ὅσον πρὸς ἀσυν‐ έτους ἀποφαίνει, ἤδη μοι λέλεκται πρόσθεν ἐν κεφαλαίῳ ζʹ. | |
26.49 | κωλύει δὲ οὐδέν, καὶ ἀπὸ τῆς ἀρχαίας τοῦτο συστῆσαι γραφῆς· δεῖ γὰρ μὴ παρέργως κε‐ χρῆσθαι τῇ θεολογίᾳ. | |
26.50 | Λέγει οὖν παρὰ τῷ Ἠσαΐᾳ ὁ θεός· „τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. κἂν πληρώ‐ σητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλή‐ | |
5 | ρεις. λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς ἁμαρτίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν“. | |
26.51 | ὁρᾷς τοίνυν, ὅτι καὶ φθάνει φιλανθρωπία τὴν ἀπειλήν, ὅσον οὐδέπω διαλ‐ λαττόμενος καὶ μηνιεῖν μακρά, μᾶλλον δὲ μηνιεῖν ὅλως οὐκ εἰδώς. | |
26.52 | καὶ μισεῖ τὰς ἑορτὰς αὐτῶν, ὅ ἐστι τὴν θρησκείαν, ὡς τῆς τελεωτάτης θεογνω‐ σίας ἀπολειπομένην· παρακελεύεται δὲ βαπτισθῆναι ὥστε δέξασθαι τὴν πίστιν πρὸς τὸν περὶ τοῦ βαπτίσματος δεσποτικὸν ὅρον. | |
26.53 | ἐπιστώσατο δὲ ἡμᾶς καὶ ἀλλαχοῦ ὁ Παῦλος ἐπὶ λέξεως ἀνακεκραγώς, μὴ ἔχειν ἑαυτοῦ μείζονα τὸν υἱόν. | |
26.54 | εἰπόντος γὰρ τοῦ θεοῦ ἐν τῇ Γενέσει πρὸς τὸν Ἀβραάμ· ‚τὸν υἱόν σου προσ‐ ένεγκέ μοι θυσίαν‛ καὶ τοῦτο προθύμως ποιήσαντος καὶ ἐπάγειν ἐπ’ αὐτὸν τὴν χεῖρα μαχαίρᾳ ὡπλισμένην μέλλοντος ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου εἰπών· | |
5 | „Ἀβραάμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μήτε ποιήσῃς αὐτῷ μηθὲν κακόν. νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ“. | |
26.55 | εἶτα κριοῦ πρὸς τὴν θυσίαν ἀντὶ Ἰσαὰκ εὑρεθέντος καὶ τῆς θυσίας ὑπὸ Ἀβραὰμ πληρωθείσης, τῇ μὲν γνώμῃ διὰ τοῦ παιδός, τῇ δὲ σφαγῇ διὰ τοῦ | |
κριοῦ, „ἐκάλεσεν“, φησίν, „αὐτὸν ἐκ δευτέρου ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ | 168 | |
5 | λέγων· κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ πρᾶγμα καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆσ“. | |
26.56 | Ἦν δὲ οὔτε ὁ πατὴρ οὔτε μὴν λειτουργὸς ἄγγελος. | |
26.57 | οὐ γὰρ ὀμνύει καθ’ ἑαυτοῦ λειτουργὸς ἢ εὐλογεῖ ἢ λέγει· „οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ“· οὐδ’ ἀποστῆσαι τὴν τῷ θεῷ προσαγομένην τολμᾷ θυσίαν οὐδ’ αὖ προσίεσθαι | |
5 | αὐτὴν ἐξουσιάζει· | |
26.58 | ἀλλὰ ἦν ὁ τὴν θυσίαν ζητήσας μονογενὴς θεὸς λόγος χαριζόμενος τὸν μονογενῆ τῷ Ἀβραάμ, ὡς Παῦλος ἑρμηνεύει γράφων Ἑβραίοις οὑτωσί· „τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεόσ“—ἅπερ ἐπηγγείλατό τε καὶ | |
5 | ἐποίησεν—„ἐπεὶ κατ’ οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε“. | |
26.59 | καὶ Ῥωμαίοις δὲ τὸν υἱὸν αὖθις καθ’ ἑαυτοῦ ὀμνύοντα ἐξηγεῖται· „πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθῶς γέγραπται· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο‐ γήσεται τῷ θεῷ“. | |
26.60 | Καὶ τὸ ἐκ δεξιῶν δὲ συγκαθέζεσθαι τῷ πατρί, ἔτι δὲ καὶ τὸ θεοφράστῳ γλώττῃ ἀναφθέγγεσθαι τὸν εὐαγγελιστὴν καθέδραν πρέπουσαν τῷ υἱῷ τὸν πατρικὸν εἶναι κόλπον εἰ μὴ σημαίνει τὸ ταυτούσιον καὶ ὁμότιμον καὶ τὸ χρῆναι σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι αὐτοῦ προσκυνεῖσθαι τὸν μονογενῆ | |
5 | θεὸν καὶ υἱόν, ἀλλά—κατὰ ἄνθρωπον οὐ δέον ἐκδέχεσθαι {γρὴ} τὰ περὶ θεοῦ γεγραμμένα—μείζων καὶ ἐνδοξότερος κατ’ αὐτούς ἐστιν ὁ ἐκ δεξιῶν, ὁ τὸν θεϊκὸν ἄφατον κόλπον ὡς τὸν χερουβικὸν ἔχων πολυῶπα θρόνον. | |
26.61 | ὃ μὴ γένοιτο εἰπεῖν ἐπὶ τῆς ἀρρητοτάτης καὶ γαληνοτάτης τριάδος. | |
26.62 | ὁ μὲν γὰρ | |
Δαυὶδ ᾄδει περὶ τοῦ πατρὸς ἐν ρθʹ ψαλμῷ· „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου“· | 170 | |
26.63 | ὁ δὲ Παῦλος Ἑβραίοις ὑφηγεῖται· „ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖσ“· | |
26.64 | ὁ δὲ εὐαγγελιστής· | |
„ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ πατρός, αὐτὸ ἐξηγήσατο“. | 172 | |
27n | Ὁμοίως θεολογία περὶ τοῦ υἱοῦ, ὅτι „ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητοσ“ καὶ ὅτι „θεὸς μέγασ“ καί „ἐπὶ πάντων“, „πρὸς ὃν οὐ λογισθήσε‐ ται ἕτεροσ“ καί „ἀληθινὸς θεόσ“ καὶ „ζωὴ αἰώνιοσ“ καί „μόνος δεσπότησ“ καί „μόνος θαυματουργόσ“ καί „ὕψιστοσ“ καί „βασιλεύσ“ καί „ἐξουσια‐ | |
5 | στήσ“ καί „πάντα ἐν πᾶσι Χριστόσ“ καί τὰ λοιπά. | |
27.1 | Τοσαῦτα μὲν περὶ τούτων ἤρκει· οὐκ ἠρεμοῦσι δὲ οἱ τῶν θείων μύσται καὶ τὰ τῆς προνοητικωτάτης πάντων τριάδος ζηλοῦντες ἄλλ’ ἔτι ὑψηλά· καὶ οἷα περὶ τοῦ πατρός, τοιαῦτα καὶ περὶ τοῦ υἱοῦ θεολογοῦσιν, ὅτι „ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητοσ“ | |
5 | καὶ ὅτι „θεὸς μέγασ“ καί „ἐπὶ πάντων“, „πρὸς ὃν οὐ λογισθήσεται ἕτεροσ“ καί „ἀληθινὸς θεόσ“ καί „ζωὴ αἰώνιοσ“ καί „φῶς τὸ ἀληθινόν“ καί „μόνος δεσπότησ“ καί „μόνος ὕψιστοσ“ καί „μόνος θαυματοποιόσ“ καί „βασιλεὺς μέ‐ | |
10 | γασ“ καί „κύριος πάντων“ καί „δημιουργόσ“ καί „ἐξουσιαστήσ“ καί „τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον“ καί „σωτήρ“ καί „πάντα ἐν πᾶσιν Χριστόσ“ καί „εὐλογημένος εἰς τοὺς αἰῶνασ“ καὶ ὅτι „μέγα τὸ τῆς εὐσεβείας μυστήριον“ (δῆλον δ’ ὡς τὸ Χριστιανῶν, παρ’ οἷς ἀγένητος θεὸς ὑμνεῖται ὁ Χριστός) καὶ ὅτι τῇ ἑαυτοῦ θεότητι | |
15 | „περιποιεῖ τὸν λαόν“, διὰ τὸ ὁμοουσίως ἔχειν πρὸς τὸν πατέρα. | |
27.2 | Τοιῶσδε τοίνυν περὶ τούτων λέγουσιν οἱ μνημονευθησόμενοι νῦν πρὸς ἡμῶν ἅγιοι, οἷς ὁ θεὸς κατὰ τὸν ιεʹ ψαλμόν | |
„ἐγνώρισεν ὁδοὺς ζωῆσ“· | 174 | |
27.3 | Δαυῒδ ἐν μὲν ζʹ ψαλμῷ εὐχόμενος· „ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον“. | |
27.4 | αἰσθάνῃ, ὡς ὁ προφήτης κύριον καὶ θεὸν οἶδεν αὐτὸν καὶ δέεται αὐτοῦ λέγων „ἐξεγέρθητι“ ἐπὶ τὴν ἀνεκλάλητον ἐνανθρώπησίν σου, τρόπῳ ᾧ προώρισας τῷ „λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν“. | |
27.5 | ὑπὲρ ταύτης γάρ φησιν τῆς· περιγινομένης ἡμῖν ἐντεῦθεν σωτηρίας· ‘τὰ μὲν ἔθνη τῇ πίστει κυκλώσει σε· σὺ δέ, ὅθεν ἦλθες, ἀχωρίστως ἐπάνελθε‘· | |
27.6 | ἐν δὲ μϛʹ· „θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν“. ἐν δὲ μθʹ· „ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος | |
5 | αὐτοῦ· ὁ θεὸς ἐμφανῶς ἥξει“· ἐν δὲ ξζʹ· „ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ“ καί „ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· κύριος ὄνομα αὐτῷ“ | |
10 | ἐν δὲ παʹ· „ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν“. | |
27.7 | Ἄθρει μέν, πῶς ἑκάστη λέξις ἀνάπτει τὴν περὶ αὐτοῦ δόξαν καὶ ἐξαρκεῖ πεῖσαι τῆς πατρικῆς μονάδος ὑπάρχειν αὐτὸν οὐσίας· καὶ ὅτι ὁ μεγαλογράφος τὸν ἐν τάφῳ οὐ δίχα ζωῆς τεθέντα, ἵνα σὺν τοῖς ζῶσιν καὶ τοὺς ἀπελθόντας τῶν ἀνθρωπίνων πραγμάτων σώσῃ, θεὸν καλεῖ καὶ ἀνίστασθαι τοῦ μνήματος προ‐ | |
5 | φητεύει κρινοῦντα τοὺς μετὰ τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν γηΐνως φρονή‐ σαντας. | |
27.8 | ἴσθι δέ, ὅτι „δυσμάσ“ τοὺς ἐσχάτους λέγει καιρούς. ἐν αὐτοῖς γὰρ ἐπέστη ἐμφανῶς τῷδε τῷ θεατῷ κόσμῳ. | |
27.9 | Ἐν δὲ οϛʹ· „ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποι‐ | |
ῶν θαυμάσια μόνοσ“. | 176 | |
27.10 | τὸν σαρκωθέντα θεὸν λόγον ἀνευφημεῖ κἀνταῦθα τὸν ἐν τῷ Ἰουδαϊκῷ ἱερῷ ἐμφιλοχωρήσαντα καὶ διδάξαντα καὶ θαυματουργήσαντα· | |
27.11 | Ἐν δὲ τῷ ριζʹ· „εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· θεὸς μέγας κύριος καὶ ἐπέ‐ φανεν ἡμῖν“. | |
27.12 | εἰ εὐλόγως παρὰ τῷ προφήτῃ „θεὸς μέγασ“ καὶ εἰ „εὐλογημένοσ“, ὅ ἐστιν δεδοξασμένος, καί „βασιλεὺς μέγασ“ καί „μόνος θαυματουργόσ“ ὑπάρχει ὁ ἐπιφανεὶς ἡμῖν κύριος, ἔστιν δὲ ὁ υἱός, —ἀλόγως παρὰ αἱρετικοῖς μικρότερος τοῦ ἰδίου πατρὸς ὑπονοεῖται. | |
27.13 | οὐκ ἐνδέχεται γὰρ τὸν αὐτὸν τῇ ἀληθείᾳ πρώτως μὲν ἔχειν κατὰ τὴν προφητείαν, δευτέρως δὲ κατ’ ἐκείνους. | |
27.14 | Εἰ δὴ πυθόμεθα τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται ὡς τὸν πατέρα οὕτω καὶ τὸν υἱὸν ὑπάρχοντα θεὸν τῶν προπατόρων. | |
27.15 | ἐν γὰρ μϛʹ ψαλμῷ κέκραγεν· „ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ“. | |
27.16 | συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ· „ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ | |
5 | τοῦ χριστοῦ αὐτοῦ“. | |
27.17 | Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν ὡς τὸν θεὸν πατέρα βοᾷ· „ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ“. | |
27.18 | ἄλλον γὰρ οὐκ εἴδομεν θεὸν ἢ τὸν ἐκ παρθένου Μαρίας κατὰ τὴν σωτή‐ ριον ἐνανθρώπησιν τεχθέντα οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ θεοῦ πατρός· | |
27.19 | „οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητόσ“ | |
27.20 | καὶ πάλιν, ὡς προελέχθη· „παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνοσ“. | |
27.21 | μεθ’ ἕτερά τε ἐπάγει· | |
„καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον“. | 178 | |
27.22 | ὁ υἱός, φησίν, τοῦ θεοῦ ἐνανθρωπήσας ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν, τοῦτ’ ἔστιν· αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων ἐν τῷ ἀρεύστως ὑπὸ παρθένου καὶ ἐξ αὐτῆς ἀρρήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρα‐ | |
5 | σχόμενος. | |
27.23 | ὄνομα δὲ αὐτῷ· „θεὸς ἰσχυρός, ἐξουσιαστήσ“. | |
27.24 | οὐκ εἶπεν· ‘ὑπεξούσιοσ‘, ἀλλ’ ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν. | |
27.25 | Ὅπερ ὄνομα γινώσκων Δαυῒδ ψάλλει· „γνώτωσαν, ὅτι ὄνομά σοι κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν“, τό „μόνοσ“ διὰ τὴν μίαν θεότητα εἰπών. | |
27.26 | Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος, ὄντα καὶ τῶν παρελθόν‐ των αἰώνων δημιουργὸν διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις. | |
27.27 | κτιστῆς τοίνυν καὶ οὐκ ἀκτίστου φύσεως εἶπεν αὐτὸν πατέρα· εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου υἱοῦ πατήρ. | |
27.28 | παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες ἔφη· „τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον“. | |
27.29 | Καὶ Ἱερεμίας δὲ ἤτοι Βαρούχ (βίβλος γὰρ μία ἀμφοτέρων ἐστίν) σεμνη‐ γορεῖ περὶ αὐτοῦ· „οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ | |
5 | ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη“. | |
27.30 | Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀπορρήτων ὑποστάσεων ἡ προκειμένη γραφὴ οὕτως ἐρρήθη, λείπεται ἀθεήσαντα εἰπεῖν, ὅτι ὁ τεκὼν αὐτὸς θεὸς καὶ πατὴρ οὐ θεὸς ἡμῶν οὐδὲ συγκρί‐ | |
νεται τῷ υἱῷ αὐτοῦ. | 180 | |
27.31 | Ἐκπέπτωκεν δὴ οὖν καὶ εἰσπάμπαν ἠφάνισται ὁ λόγος τῶν διαβαλλόν‐ των μικρότερον καὶ ὑπουργὸν τὸν θεὸν λόγον. | |
27.32 | πῶς γὰρ ἂν ἄλλος εἴη ἀσύγκριτος πρὸς τὸν θεόν, „πρὸς ὃν οὐ λογισθήσεται ἕτεροσ“; | |
27.33 | καὶ πάλιν· „θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀληθινόσ“, | |
5 | ὡς ἄλλης θεότητος μὴ οὔσης ἀληθινῆς, εἰ μὴ τῆς τοῦ γνησίου υἱοῦ τοῦ θεοῦ, δι’ οὗ καὶ παρ’ οὗ καὶ παρ’ οὗ ἅμα παντὶ τῷ κόσμῳ καὶ οἱ οὐρανοὶ παρεκομίσθη‐ σαν. | |
27.34 | Καὶ ὁ ἔξοχος δὲ ἀνδρῶν Παῦλος τὴν αὐτὴν ἀκολουθίαν τοῖς προφήταις τηρῶν τοὺς πρέποντας περὶ αὐτοῦ ἀποδίδωσι λόγους, γράφων Τίτῳ μέν· „προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώ‐ | |
5 | σηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλω‐ τὴν ἔργων“. | |
27.35 | Διὰ μὲν γὰρ τοῦ ἀναφθέγγεσθαι „τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ“ δηλοῖ τὸ μὴ δευτέρως ἔχειν κατ’ οὐσίαν καὶ τὸ ἄναρχον πρὸς τὸν μέγα θεὸν πατέρα. | |
27.36 | καὶ κατὰ τὸ φαινόμενον γὰρ ἔστι συνιδεῖν, ὅτι εἰ μικρὸς ὁ υἱός, πῶς ἔσται μέγας ὁ πατήρ; | |
27.37 | εἰ ‚ἦν, ὅτε οὐκ ἦν‛ ὁ θεὸς λόγος, ἦν, ὅτε πατρὸς ὄνομα οὐχ ὑπῆρχεν. | |
27.38 | ἔστω δὲ ἵλεω ἡμῖν τοιαῦτα λέγειν τολ‐ μῶσιν διὰ τὴν ἄλλων ἀγνωμοσύνην. | |
27.39 | ‘ἡ γὰρ εὐλάβεια καλὸν ἔθοσ‘, φασί, ‘τοῖς χρωμένοισ‘. | |
27.40 | Διὰ δὲ τοῦ φράζειν „τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα καθαρίσῃ ἑαυ‐ τῷ λαὸν περιούσιον“ (οὐχὶ δέ· ἄλλῳ ἵνα καθαρίσῃ λαόν), ἀκόλουθα τῶν μνη‐ μονευθέντων προσεπιτίκτει. | |
27.41 | σημαίνει γὰρ αὐτὸν τὴν μίαν αὐτεξούσιον καὶ ἀγαθὴν θεότητα τὴν πάντων αἰτίαν διακεκληρῶσθαι. | |
27.42 | ἴδιον γὰρ δημιουρ‐ γοῦ μὲν καὶ οὐ δημιουργήματος τὸ ὑπεραποθανεῖν, εἰ οὕτω χρὴ φάναι, τοῦ ἰδίου ποιήματος· υἱοῦ δὲ ἀγαπητοῦ θεότητα καὶ βασιλείαν οὐ διάφορον ἔχοντος μετὰ πατρὸς τὸ ἑαυτῷ τὸν λαὸν περιποιῆσαι. | 182 |
27.43 | Ἄγων δὲ τὸν λόγον ὁ πολὺς οὗτος καὶ ἀληθὴς ἐξηγητὴς εἰς τὸ ἀποδεῖ‐ ξαι αὐτὸν ἅμα μὲν φιλάνθρωπον σωτήριόν τε θεόν, ἅμα δὲ ὡς ἑαυτὸν ἐδυσώ‐ πησεν καὶ οὐ κρείττονι εἶξεν θεότητι, γενέσθαι μεθ’ ἡμῶν ὡς εἷς ἐξ ἡμῶν, τροπῆς δίχα καὶ ἁμαρτίας, φάσκει· | |
27.44 | „ὅτε δὴ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος 〈ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου〉“. | |
27.45 | Κολοσσαεῦσι δὲ καὶ μέμφεται καὶ καταβολὴν τῆς πρωτίστης θεολο‐ γίας περὶ αὐτοῦ ποιεῖται γράφων, ὡς ἤδη ἐν τῷ ‘περὶ ὁμοουσίου‘ εἴρηται κεφα‐ λαίῳ· „διὰ τί κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, | |
5 | καὶ οὐ κατὰ Χριστὸν Ἰησοῦν; ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶσ“, τοῦτ’ ἔστιν οὐσιωδῶς. | |
27.46 | καὶ γὰρ ἐκεῖνος φύσει πλήρωμά ἐστιν αὐτὸ ἡ πατρι‐ κὴ θεότης ὑπάρχων τῇ οὐσίᾳ. | |
27.47 | „Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ“· | |
27.48 | ἡμεῖς δὲ ἐκ τοῦ πληρώματος δι’ ἀγαθότητα αὐτοῦ χάριν ἐλάβομεν. ἣνπερ φύσει ὡς δοῦλοι οὐκ εἴχομεν κατὰ Ἰωάννην λέγοντα· „καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάρι‐ τοσ“, | |
5 | τοῦτ’ ἔστιν τὴν τῆς ἀναγεννήσεως ἀντὶ ἧς ἀπεβάλομεν χάριτος παρακρουσάμε‐ νοι τὴν ἐπὶ τῷ ἑνὶ φυτῷ πρώτην θεσμοδοσίαν. | |
27.49 | „οὐκέτι γάρ“, φησίν, „ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν“· | |
27.50 | καὶ αὖθις· „ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλ‐ λάξαι τὰ πάντα εἰς αὐτόν“. | 184 |
27.51 | Ἑπόμενα καὶ ταῦτα τοῖς πρόσθεν. τοῦ γὰρ πατρὸς ἐν τῷ υἱῷ καὶ αὐτοῦ ἐν τῷ πατρὶ τῇ φύσει τυγχάνοντος, ὡς καὶ πᾶν συγγενὲς ἀχώριστόν πως τοῦ ἑαυτοῦ συγγενοῦς καθέστηκεν, κἂν τῇ ὑποστάσει διέζευκται, καλὸς καὶ ὁ ἐν τῷ κινουμένῳ ἐδαφίῳ λόγος, εἰ καὶ 〈μὴ〉 ἄγαν βαθέως, ἀλλ’ οὐ πᾶσιν εὐσυνόπ‐ | |
5 | τως· „δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκαταλλάσσειν τὰ πάντα“, ὡς ἁρμόττειν τῷ υἱῷ καὶ τὸ περὶ τοῦ πατρὸς χρησθέν· „ἐξ οὗ τὰ πάντα“, εἴπερ ὑγιῶς ἔχει τά τε νῦν εἰρημένα τό τε· | |
10 | „ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητοσ“. | |
27.52 | Καὶ Τιμοθέῳ δὲ γράψας εἰς ἄκρον ἐθεολόγησεν περὶ αὐτοῦ καὶ ἀπ’ ἀμφοῖν τῶν λέξεων τὸ μὴ εἶναι κατὰ θεότητα παρὰ φύσιν τὴν πατρικὴν ἐδίδαξεν. | |
27.53 | εἶπεν γὰρ τοιῶσδε· „ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ“. | |
27.54 | οὔπω γὰρ πᾶσιν σαφῶς ἔκδηλος ὢν οὗτος ὁ πάντων γενεσιουργὸς καὶ εὐεργέτης ἐκφανὴς εὑρέθη, ἡνίκα διὰ τὴν πάντων σωτηρίαν ἐγένετο ἐθελον‐ τὴς {καὶ} ὡς εἷς τῶν πάντων. | |
27.55 | Ὅθεν „ἐδικαιώθη ἐν πνεύματι“, τοῦτ’ ἔστιν ἀπεφάνθη ἢτ’ οὖν ἐβεβαιώ‐ θη καὶ παρὰ τῶν ἀγνοησάντων αὐτὸν ἐν τῷ ὄπισθεν χρόνῳ ἀληθινὸς εἶναι θεός· καὶ τοῦτο, φησίν, οὐκ ἀβασανίστως, ἀλλ’ αὐτῇ τῇ ψυχικῇ ἡμῶν κινήσει, ὡς ἡ κοινὴ συνήθεια ἔχει λέγειν· ‚ὁ δεῖνα ἐδικαιώθη ἀληθινὸς εἶναι υἱὸς τοῦδε‛, | |
5 | πίστιν γένους παρασχόμενος· καὶ ἄλλοτε· ‚ὁ δεῖνα ἐδικαιώθη καλῶς ἡγεμονεύειν‛. | 186 |
27.56 | Καὶ ἵνα πιστικώτερος ὁ λόγος φανῇ, ὦφθαι αὐτὸν ἀξιοῖ καὶ ἀγγέλοις, οἷστισι διὰ τὴν θείαν αὐτοῦ ἀπειρίαν καὶ ἀνειδεότητα ἀόρατος ἦν πρὸ ἐκείνου τοῦ χρόνου, ὁμοίως τῷ „μόνῳ ἀοράτῳ θεῷ“, καὶ ὑπ’ αὐτῶν ὑμνῆσθαι· „δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία“· | |
5 | κεκηρύχθαι δὲ ἐν τῷδε τῷ παντὶ καὶ πεπιστεῦσθαι, ὅτιπερ ὁ ἐκ τοῦ ἀρρήτου φωτὸς ἀχρόνως ἐκλάμψας, ἀπὸ τῆς ἀειπαρθένου ἐν ὑστέροις καιροῖς διὰ φιλαν‐ θρωπίαν ἀφράστως ἐτέχθη, τὰ πατρικὰ πάντα ἐκφήνας ἐν ἑαυτῷ· ἀναβεβηκέ‐ ναι τε 〈πρὸσ〉 τὸν πάντα περιειληφότα ἐν δόξῃ, ᾗ ἀεὶ ἐτύγχανεν ὢν μετὰ τοῦ θεοῦ. | |
27.57 | Ἀξιόπιστος δὲ καὶ αὐτός, περὶ οὗ ὁ λόγος, τῇ ἰδίᾳ μαρτυρῶν θεότητι καὶ κυριότητι καὶ λέγων παρὰ Ματθαίῳ μὲν πρὸς τὸν διάβολον· „οὐ μὴ πειράσῃς κύριον τὸν θεόν σου“, παρὰ Ἰωάννῃ πρὸς τοὺς ἀποστόλους· | |
5 | „ὑμεῖς φωνεῖτε με· ὁ κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ“. | |
27.58 | Θωμᾶς δὲ καὶ τύπους ἥλων, οὓς ἔσχεν δι’ ἡμᾶς παρ’ ἡμῶν ὁ σωτὴρ ὡς φιλάνθρωπος, ψηλαφήσας οὐκ ἐταράχθη οὐδὲ καθυφῆκεν τῆς περὶ αὐτοῦ ἀνωτάτω δόξης· | |
27.59 | ἠπίστατο γάρ, ὡς μόνης τῆς αὐτοκρατορικῆς ἀπειροδυ‐ νάμου καὶ ἀγαθωτάτης φύσεως ἦν, οὐ μὴν δὲ κτιστῆς, τὸ μόνον οὐχ ὑπὲρ ἰδίων κτισμάτων παθεῖν, ἀλλὰ καὶ καθολικὴν ἥν φαμεν καὶ γενικὴν σωτηρίαν, καὶ ταύτην αἰωνίως, δωρήσασθαι. | |
27.60 | τοιγάρτοι κἀντεῦθεν μᾶλλον ἐπιθαρσήσας ἀντεισφέρει αὐτῷ τὴν βεβαίαν πίστιν καὶ ἀνευφημεῖ· | |
„ὁ κύριός μου καὶ ὁ θεός μου“. | 188 | |
27.61 | Καὶ ἐν ταῖς καθολικαῖς δὲ ἐπιστολαῖς ἐξ ἴσου καὶ ὁμοιολέκτως τὸν υἱὸν τῷ πατρὶ θεολογοῦντες ἔγραψαν, ὡς προελέχθη, Ἰωάννης μὲν ὁ πολὺς ἐν θεολόγοις· „καὶ οἴδαμεν“, φησίν, „ὅτι ὁ λόγος τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν, | |
5 | ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, τῷ υἱῷ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιοσ“. | |
27.62 | ἄλλον, φησίν, μὴ ζήτει τῇ οὐσίᾳ θεὸν ἢ υἱὸν θεοῦ. | |
27.63 | δὶς γὰρ εἶπόν σοι ἐπὶ αὐτοῦ τὸ ἀληθινόν, ὅτι τε „υἱὸς ἀληθινὸσ“ καὶ „θεὸς ἀληθινόσ“, δεδωκὼς διάνοιαν τοῖς λαβεῖν ἀξίοις· ὥστε ἔχειν εἰδέναι ὡς ἀληθῶς γεγέννηται καὶ ἀληθῶς ἐστι τῷ τεκόντι θεῷ ὁμοούσιος. | |
27.64 | Ἰούδας δὲ ὁ εἰς τοὺς δυοκαίδεκα μονοκτήτορα ὡρίσατο αὐτὸν ὡς τὴν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν πατρικὴν διακληρωσάμενον θεότητα, οὑτωσί που τοῖς ἁπανταχοῦ γράψας· „παρεισέδυσαν γάρ τινες ἄνθρωποι πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ | |
5 | κρίμα ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι“. | |
27.65 | Ἀλλὰ καὶ Πέτρος ὁ ἐν ἀποστόλοις κορυφαῖος ἐν ταῖς πράξεσιν φαίνεται εἰπών· „τὸν λόγον, ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων κύριοσ“. | |
27.66 | τοῦ οὖν ἢ πῶς ἢ πότε τοσαύταις ἐναργέσι τε καὶ ἰσοτρόποις καὶ ἀπαραλλάκ‐ | |
τοις τοῦ πατρὸς τετιμημένος χρῃσμωδίαις ἀνόμοιος εἰσκομισθείη; | 190 | |
28n | Περὶ τοῦ τὸν υἱὸν πᾶν ἀγαθὸν ἀνατέλλειν καὶ εἶναι „ἥλιον δικαιοσύνης καί ἴασιν“ καί „θησαυρὸν σοφίας καὶ γνώσεωσ“ καί „φῶσ“, καὶ τοὺς πιστεύ‐ οντας καί „μὴ σκανδαλιζομένους εἰς αὐτόν“ „υἱοὺς φωτὸς γίνεσθαι“. | |
28.1 | Οἱ γοῦν περὶ αὐτοῦ ὑμνηκότες διαφόρως ἡμῖν τὴν θεότητα αὐτοῦ καὶ τὸ τελέως αὐτὸν προεστάναι τῶν οἰκείων ἔργων ἐπιδεικνύντες διδάσκουσιν, ὅτι αὐτός ἐστι παντὸς ἀγαθοῦ παρεκτικὸς καὶ φῶς ἀγαθοειδὲς καὶ ἀγαθοποιὸν καὶ ἥλιος νοητός, τῷ ἀφ’ ἑαυτοῦ ἀλήκτῳ φωτὶ ἀπολαμπρύνων τὰ ὄμματα τῶν ἀπλα‐ | |
5 | νῶν καὶ δεκτικῶν ψυχῶν καὶ εἴσω τῆς νοητῆς ἄγων περιωπῆς καὶ ποιῶν ὁρᾶν, ἃ μὴ πρότερον δι’ ἁμαρτίας ὁρᾶν καθ’ αὑτὰ ἐπεφύκει, ἢ καὶ ὅλον τὸν ἄρτιον ἄνθρωπον φωτοειδῆ ποιῶν, ὡς ὁ ἥλιος ἡλιοειδῆ τὰ σώματα τὰ ἐν οἷς παρα‐ γίνεται· ἔτι δὲ ὅτι καὶ ἴασις καί „θησαυρὸς σοφίας καὶ γνώσεωσ“ | |
10 | ἀδαπάνητος καὶ πανταρκὴς τυγχάνει. | |
28.2 | Καὶ οἱ περὶ αὐτὸν εἰλικρινῶς διακείμενοι ὡς καὶ περὶ τὸν πατέρα αὐτοῦ υἱοὶ φωτὸς γίνονται καθὰ υἱοὶ τοῦ θεοῦ πατρός, ὡς ἡνίκα διακηρύττουσιν Μα‐ λαχίας μέν· „ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις | |
5 | ἐν ταῖς πτέρυξιν αὐτοῦ“· | |
28.3 | Πέτρος δὲ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· „ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν“· | |
28.4 | ἔλεγεν δέ, οἶμαι, τὸν ἀπὸ τῆς δευτέρας αὐτοῦ ἐπιφανείας ἀνίσχειν μέλλοντα ταῖς ψυχαῖς φωτισμὸν καὶ πάντα καταφαιδρύνοντα τὰ σκότῳ κεκρατημένα· | |
28.5 | καὶ ἑτέρωθι· „καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν“· | |
28.6 | Ζαχαρίας δὲ προεφήτευσεν· | |
„εἴ τι ἀγαθόν, αὐτοῦ, καὶ εἴ τι καλόν, παρ’ αὐτοῦ ἔσται“. | 192 | |
28.7 | καὶ Παῦλος πρὸς μὲν Κολοσσαεῖς περὶ αὐτοῦ ἔφη· „ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι“, πρὸς δὲ Ῥωμαίους· „λέγει γάρ“, φησίν, „ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθή‐ | |
5 | σεται. οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. πᾶς γάρ, ὃς 〈ἂν〉 ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται“. | |
28.8 | ποῖον δὲ ὄνομα ἐπικαλοῦνται τοῦ υἱοῦ, οἱ μηδὲ θεὸν ἄκτιστον μηδὲ υἱὸν ὁμοού‐ σιον τῷ πατρὶ λέγοντες αὐτὸν τὸν καλλίνικον, τὸν σωτῆρα οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης; | |
28.9 | Καὶ Ἰωάννης ὁμοίως περὶ αὐτοῦ· „ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε“. | |
28.10 | μετὰ γὰρ θάνατον, φησίν, μετάνοια οὐκ ἔστιν, ὡς καὶ Δαυῒδ ψάλλει· „ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;“ καὶ πάλιν ἀπὸ τοῦ σωτῆρος· „πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ, ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀνα‐ | |
5 | βλέπουσιν, χωλοὶ περιπατοῦσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελί‐ ζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί“. | |
28.11 | Τί γὰρ λέξει περὶ τῶν πλανωμένων καὶ τῶν πλανώντων; | |
28.12 | Ἠσαΐας προεῖπεν· „λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει τὸν | |
5 | λαὸν εἰς κρίσιν. αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου;“. | |
28.13 | ἥξει δὲ αὐτὸς κύριος εἰς κρίσιν μετὰ τῶν διδασκάλων καὶ ἀρχόντων, οὐχ ὡς αὐτὸς ὑπ’ ἄλλου κριθησόμενος, ἀλλ’ ὡς ἐλέγξων αὐτούς, καθάπερ διαλα‐ λεῖ ἐν ἄλλῳ μέρει· „δεῦτε καὶ διακριθῶμεν, λέγει κύριος, οἷα“, φησίν, „τὰ ἀπ’ ἐμοῦ ὑπῆρξεν | |
5 | ὑμῖν καὶ οἷα τὰ ἀφ’ ὑμῶν γέγονεν εἰς ἐμὲ καὶ τοὺς δούλους μου“. | 194 |
28.14 | λέγει γάρ „ἀμπελῶνα“ τὸν κόσμον ἢ τὸν λαόν, ὅντινα οἱ μὲν αἱρετικῶν καὶ Ἰουδαίων ἐξηγηταὶ διὰ τῆς βλασφήμου διδασκαλίας ἔνοχον ἐποίησαν τῷ τῆς γεέννης πυρί, οἱ δ’ ἄρχοντες, οὐκ οἰκειωσάμενοι τὰ κατ’ αὐτόν, ἀποχρησά‐ μενοι δὲ τῇ ἐξουσίᾳ, ποικίλως καὶ διαφόρως ἠδίκησαν. | |
28.15 | Τοιουτότροπον γὰρ καὶ ἄλλο εἴρηται τῷ αὐτῷ προφήτῃ ἀπὸ τοῦ δεσπο‐ τικοῦ προσώπου· „τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι“· | |
5 | ἀντὶ τοῦ· εἴ τις ἔχει δίκαια λέγειν, ὡς ἔργοις ὠχυρωμένος, ἀντενεχθήτω μοι θέλοντι τοῦτο καὶ πλησιασάτω τοῖς λόγοις. | |
28.16 | ἔνιοι δὲ ἀναγινώσκουσι τοιῶσδε· „τίς ὁ κρινόμενός μοι; ἀντί“ (τοῦτ’ ἔστι καταντικρὺ καὶ πόρρω που) „στήτω μου“ ὡς μὴ ἔχων ἐφόδια καλὰ καὶ διὰ τοῦτο συγκριθῆναί μοι καὶ ἐπιψαῦσαι τοῦ καθαρωτάτου βήματος ἀνάξιος. | |
28.17 | τοῖς γὰρ ἀξίοις, εἰ τυγχά‐ | |
νοιεν τῶν καλῶν, οὐδεὶς φθόνος· αὐτοῖς γὰρ ἡτοίμασται. | 196 | |
29n | Περὶ τοῦ τὸν υἱὸν τοῦ θεοῦ εἶναι „κριτὴν ζώντων καὶ νεκρῶν“ ἄφεσιν ἁμαρ‐ τιῶν παρέχοντα, καὶ ὅτι „ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἡ σωτηρία“. | |
29.1 | Αὐτὸς γάρ ἐστιν „ὁ κριτὴς ζώντων καὶ νεκρῶν“, τουτέστιν δικαίων καὶ ἁμαρτωλῶν, ὁ παρέχων ἄφεσιν ἁμαρτιῶν τοῖς πιστεύου‐ σιν τῷ ὀνόματι αὐτοῦ καὶ σώζων ἡμᾶς ἰδίᾳ δόξῃ καὶ δωρεᾷ. | |
29.2 | καί „ἐν οὐδενὶ ἄλλῳ ἐστὶν σωτηρία“, ἐπείπερ τὴν φύσιν ἐστὶν ἵλεως καὶ σωτήρ, εἰς οὐδὲν καταδεέστερος τοῦ ἵλεω καὶ σώζοντος θεοῦ καὶ πατρός, ὡς χρησμῳδοῦσιν αἵ τε ἄλλαι γραφαὶ καὶ μέν‐ | |
5 | τοι Μιχαίας λέγων· „τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;“ | |
29.3 | Καὶ Πέτρος ἐν ταῖς πράξεσιν οὑτωσί· „καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προ‐ φῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα | |
5 | τὸν πιστεύοντα εἰς αὐτόν“. | |
29.4 | Ἔχομεν αὐτὸν τοίνυν εὐφημηθέντα, ὡρισμένον ὑπὸ θεοῦ διὰ τὴν σωτήριον ἐνανθρώπησιν αὐτοῦ, ἐν ᾗ ἦλθεν „ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλόσ“. δι’ ἣν καὶ τό | |
5 | „οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ“ γέγραπται· | |
29.5 | κριτὴν δὲ ὡς ἐξῃρημένον τῶν κτισμάτων. | |
29.6 | τὸ γὰρ κτίσμα οὐ κρίνει, ἀλλὰ νόμῳ καὶ κρίσει ὑπόκειται. | |
29.7 | Καὶ πάλιν· „οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία“. | |
29.8 | Ἀλλὰ καὶ καθολικὰ τὸ δεύτερον πέμπει γράμματα, μεταξὺ ἄλλων περὶ αὐτοῦ ἔχοντα καὶ τοῦτο· „ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν | |
δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε‐ | 198 | |
5 | τῇ, δι’ ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν εὐαγγέλματα δεδώρηται, ἵνα διὰ τού‐ των γένησθε θείας κοινωνοὶ φύσεωσ“. | |
29.9 | Διὸ καὶ Ἰάκωβος ἐν γενικοῖς χαράγμασιν ἔφη· „εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι“. | |
29.10 | Τί δὲ πλήθους δεῖ γραφῶν εἰς τοῦτο λοιπόν; καὶ Σαμαρειτῶν παρὰ Ἰωάννῃ τῷ ἀκριβεῖ θεηγόρῳ, εὐγνωμόνων ἀνδρῶν, ἀφιέντων φωνάς· „αὐτοὶ γάρ“, φησίν, „ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστόσ“, | |
5 | ὁ λέγων, φησίν, ἠπίως· | |
„θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι“. | 200 | |
30n | Περὶ τοῦ διὰ τὴν ἰσοτιμίαν τῆς τριάδος τὸν πατέρα ἀποκαλύπτειν ἡμῖν τὸν υἱὸν καὶ ἕλκειν ἡμᾶς πρὸς αὐτόν, καὶ πάλιν αὐτὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσάγειν ἡμᾶς τῷ πατρί. ἐν ταὐτῷ καὶ περὶ τῆς ὁμολογίας Πέτρου, καὶ ὅτι ἔστιν μετάνοια. | |
30.1 | Ἵνα γὰρ δι’ ὅλων ἀποδειχθῇ τῆς μακαρίας τριάδος τὸ περὶ πάντα ἰσότι‐ μον, ἀποκαλύπτει ἡμῖν τὸν ἴδιον υἱὸν ὁ πατὴρ καὶ ἕλκει ἡμᾶς δι’ ἑαυτοῦ πρὸς αὐτὸν καὶ μεθιστᾷ εἰς τὴν βασιλείαν αὐτοῦ· | |
30.2 | καὶ πάλιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα προσάγει ἡμᾶς τῷ θεῷ καὶ πατρί. | |
30.3 | οὐκ ἂν γὰρ εἰς ἑτεροούσιον ἢ μείζονα οὐδ’ εἰς ὑποκατερχόμενα ὥσπερ σκῆπτρα τῶν ἑαυτοῦ μετέθηκεν ἡμᾶς ὁ θεός. | |
30.4 | τετελείωκεν γοῦν τὴν παλαιὰν διαθήκην ἡ νέα διὰ τὴν εἰς τὸν υἱὸν καὶ τὸ θεῖον πνεῦμα πίστιν. | |
30.5 | Λέγουσι δὲ ὧδε ὁ μὲν θεὸς πατὴρ ἐν Ἠσαΐᾳ πρὸς τὸν υἱόν· „ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ καὶ παροικήσουσίν σοι καὶ ἐπὶ σοὶ καταφεύξονται“· | |
30.6 | ὁ δὲ υἱὸς ἐν Ἰωάννῃ· „οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα“. | |
30.7 | καὶ πάλιν πρὸς τὸν Πέτρον εἰπόντα „σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντοσ“ ἔφη· „μακάριος εἶ, Πέτρε βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ | |
5 | ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πῦλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, | |
ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖσ“. | 202 | |
30.8 | Ὢ πόσα δύναται πίστις καὶ τὸ ἐξομολογῆσαι υἱὸν ἀληθινὸν εἶναι τοῦ θεοῦ καὶ μὴ κτίσμα τὸν μονογενῆ θεὸν λόγον. | |
30.9 | οὐκ ἐδίστασεν Πέτρος σαρκὶ καὶ αἵματι θεὸν ἐπὶ γῆς ἐμφιλοχωροῦντα ὁρῶν· τοῦτο γάρ ἐστιν ὅτι „σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι“· | |
30.10 | ἐπέγνω δὲ τὸν συμφυᾶ καὶ συναΐδιον κλάδον τοῦ θεοῦ· ἐτίμησεν 〈ἐν〉 τούτῳ τὴν ἀποκαλύψασαν αὐτῷ αὐτογενῆ καὶ ἄναρχον ῥίζαν· ἐπίστευσεν αὐτοῦ τῇ πρὸς τὸν πατέρα τῆς θεότητος ἑνότητι· | |
30.11 | ἐμακαρίσθη ὑπὸ τοῦ μό‐ νου μακαρίου δεσπότου. ᾠκοδομήθησαν ἐπὶ τὴν πέτραν ταύτην αἱ ἐκκλησίαι, ὧντινων „πύλαι ᾅδου“, τουτέστιν αἱρετικῶν συλλογισμοί, οὐ περιγένωνται· | |
30.12 | ἐνεχειρίσθη τὰς κλεῖς τῶν οὐρανῶν, ἵνα τοῖς μὲν πιστεύουσιν—ὡς αὐτὸς Πέτρος ἀρτίως ἀποκρινάμενος φαίνεται καὶ ὡς παρὰ τοῦ Χριστοῦ σὺν τοῖς ἄλλοις ἤκουσεν ἀποστόλοις· „βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐ | |
5 | ματοσ“— ἀνοίξῃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ· | |
30.13 | τοῖς δὲ μὴ οὕτω δοξάζουσιν τὴν τρισμακα‐ ρίαν καὶ εὐκταιοτάτην εἴσοδον ἀποκλείσῃ. | |
30.14 | αὐτῷ γὰρ τούτῳ, ᾧ ἐμακαρίσθη, αὐτὸς ἐπὶ τῇδε τῇ δόξῃ ἐδέχθη, ὡς οἱ ἀπεναντίως λέγοντες κατεψέχθησάν τε καὶ ἀπεβλήθησαν. | |
30.15 | Ἀληθεύσας δὴ οὖν υἱὸν τοῦ θεοῦ διωμολογηκὼς αὐτόν, τουτέστιν γνήσιον καὶ ὁμοούσιον, παραπλήσια ἤκουσεν· Βὰρ Ἰωνᾶ, ὁ ἑρμηνεύεται· υἱὲ Ἰωνᾶ. | |
30.16 | οὐκ ἦν δὲ πάντως ἑτεροούσιος τῷ τεκόντι αὐτὸν ὁ Πέτρος. | |
30.17 | Πρὸς τούτοις ἔλαβεν ἐξουσίαν, μᾶλλον δὲ καὶ πάντες δι’ αὐτοῦ, μὴ ἀπαγορεύειν τοῖς πταίουσιν, ἀλλὰ δέχεσθαι μετανοοῦντας. | |
30.18 | οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ ὁ ταύτην ἐπιτρέψας τῷ Πέτρῳ τὴν αὐθεντείαν, τοῦτο γάρ ἐστιν· | |
„ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖσ“. | 204 | |
30.19 | ἔρριψεν ἔκτοτε τὴν Ναυάτου καὶ Σαββατίου ἀπανθρωπίαν· | |
30.20 | Τοῖς προκειμένοις δὲ αὖ ἕπεται καὶ Παῦλος Γαλάταις γράφων· „ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί“, | |
30.21 | καὶ Κολοσσαεῦσιν· „εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν | |
5 | ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν“, | |
30.22 | καὶ Κορινθίοις· „πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν“, | |
30.23 | καὶ Ἐφεσίοις· „καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν | |
πατέρα“. | 206 | |
31n | Περὶ τοῦ μὴ εἶναι τέλος τῆς βασιλείας τοῦ μονογενοῦς. | |
31.1 | Καὶ ὥστε αἱρετικοὺς λέγοντας, ὅτι μετὰ τὴν γενικὴν ἀνάστασιν ὁ υἱὸς παραδιδόναι μέλλει τὴν βασιλείαν τῷ πατρί, καταισχύνεσθαι, κηρύττουσι τὸ κράτος τοῦ υἱοῦ εἶναι ἀτελεύτητον οὑτωσί· | |
31.2 | Γαβριὴλ μὲν παρὰ Λουκᾷ εὐαγ‐ γελιζόμενος τὴν θεοτόκον· „καὶ δώσει“, φησίν, „αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι‐ | |
5 | λείας αὐτοῦ οὐκ ἔσται τέλοσ“. | |
31.3 | καὶ μάλα ἀληθῶς· εἰ γὰρ ἀποκαθίστησιν, ἐν ποίᾳ αὐτοῦ βασιλείᾳ καὶ πότε συμβασιλεύσομεν αὐτῷ; | |
31.4 | Παῦλος δὲ γράφων πρὸς Ἐφεσίους μέν· „πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ“. πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν. | |
31.5 | πότε οὖν λοιπὸν κατ’ ἐκείνους παραδίδωσι τὴν βασιλείαν; | |
31.6 | Πρὸς δὲ Τιμόθεον τῇ δευτέρᾳ ἐπιστολῇ· „διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρί‐ νειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον“. | |
31.7 | σαφὲς δέ, ὅτι βασιλείαν λέγει ἣν ἔχει ἀδιαίρετον καὶ ἀδιάδοχον μετὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. | |
31.8 | Πρὸς δὲ Ἑβραίους· „καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνοσ“. | |
31.9 | Δαυῒδ δὲ ἐν μδʹ ψαλμῷ· | |
„ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν. διὰ τοῦτο ἔχρισέν σε, θεέ, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου“. | 208 | |
31.10 | ἄθρει καὶ αὖθις τὴν βασιλείαν αὐτοῦ ἀπέραντον καὶ τὴν θεότητα ἄναρχον. | |
31.11 | διὰ δὲ τὴν ἄρρητον αὐτοῦ ἐνανθρώπησιν ἐπήγαγεν τό „ὁ θεός σου“. | |
31.12 | Καὶ ἐν ρμδʹ. „ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ“. | |
31.13 | καὶ ἐν τῷ ιʹ ψαλμῷ· „βασιλεύσει κύριος εἰς τὸν αἰῶνα τοῦ αἰῶνοσ“. | |
31.14 | Καὶ Πέτρῳ δὲ ὁ υἱὸς τὰς κλεῖς ὡς κύριος δέδωκεν τῆς βασιλείας—οὐ τοῦ νῦν αἰῶνος, οὔπω γὰρ τυγχάνομεν αὐτῆς, ἀλλὰ τοῦ μέλλοντος, ἐν ᾧ καὶ παραδιδόναι αὐτὸν τεκμαίρονται αἱρετικοί—ἐπὶ τὸ εἰσδεχθῆναι μὲν τοὺς ἄναρ‐ χον αὐτοῦ καὶ ἀπέραντον τὴν βασιλείαν εἶναι πιστεύοντας, ἀπωσθῆναι δέ, ὡς | |
5 | μικρῷ πρόσθεν εἴρηται, τοὺς μὴ κράζοντας κατὰ τὸν Ναθαναήλ· „σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τῶν Χριστιανῶν“. | |
31.15 | Καὶ τὴν προφητείαν δὲ Ἠσαΐου τὴν λέγουσαν· „τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου“. Παῦλος μὲν τῷ πνεύματι τοῦ θεοῦ ἀνέθηκεν, Ἰωάννης δὲ τῷ μονογενεῖ, ὡς προείρηται, διὰ τὸ ἐπίκοινον τῆς θεότητος καὶ τῆς ἀδιαδόχου μιᾶς βασιλείας. | |
31.16 | πῶς γὰρ καὶ ἐγχωρεῖ, τὸν μὲν ἄρχειν, τὸν δὲ ὡς ἐν ἀνθρώποις σχολαῖον εἶναι, ὅταν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρὶ μένει καὶ ὁπότε τὸ πνεῦμα | |
ἐκπορεύεται παρὰ τοῦ πατρὸς καὶ μένει παρὰ τῷ υἱῷ θεϊκῶς; | 210 | |
32n | Περὶ δοξολογίας αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. | |
32.1 | Τοιγαροῦν καὶ περὶ τῆς δόξης αὐτοῦ θέα, οἷα καὶ αὖθις μαρτυροῦσιν οἱ ἅγιοι, „ὧν“, φησίν, „ὁ κόσμος οὐκ ἦν ἄξιοσ“, διδάσκοντες ἡμᾶς τοὺς χάριτι ἐπὶ τῆς γῆς κληθέντας υἱούς, τὸν ἐκ τῆς ὑποστά‐ | |
5 | σεως τοῦ πατρὸς μονογενῆ υἱὸν ἐν ἴσῃ καθάπερ αὐτὸν δοξάζειν δόξῃ καὶ ἀποβλέ‐ πειν εἰς τὴν δόξαν, ἣν εἶχεν πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ τῷ πατρὶ τῷ μὴ φθονοῦντι τῷ ἀγαπητῷ. | |
32.2 | βασκανίας γὰρ καὶ παντὸς πάθους τὸ θεῖον ἐλεύθε‐ ρον. | |
32.3 | Δαυῒδ ἐν οαʹ ψαλμῷ, ὃν ὁμολογουμένως περὶ τοῦ Χριστοῦ προεφήτευσεν, „ἔσται“, φησίν, „τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. καὶ ἐνευλογηθή‐ σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. | |
5 | εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ πλη‐ ρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο“. | |
32.4 | „εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραήλ“ εἶπεν ἀντὶ τοῦ· ‘δοξαζόμενοσ‘ ἢ ‘αἰνούμε‐ νοσ‘. | |
32.5 | ὁ γὰρ θεὸς εὐλογεῖται μὲν ὑπὸ τῶν ἔργων αὐτοῦ, τουτέστιν δοξάζεται· εὐλογεῖ δὲ αὐτὸς τὰ οἰκεῖα κτίσματα, τουτέστιν ἁγιάζει. | |
32.6 | ἐπισημαντέον δέ, ὡς καὶ θεὸς Ἰσραήλ, ὅ ἐστι θεὸς τῶν πατέρων, καθὰ ὁ πατὴρ αὐτοῦ ἀνείρη‐ ται. | |
32.7 | Καὶ ἐν πεʹ ψαλμῷ τὸ παγκρατορικὸν καὶ πανδύναμον τοῦ μονογενοῦς καὶ ὡς ὀφείλεται δοξάζεσθαι παριστῶν ψάλλει· „πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια· | |
5 | σὺ εἶ ὁ θεὸς μόνοσ“. | 212 |
32.8 | Καὶ ἐν ιηʹ· „οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ“. | |
32.9 | πῶς; τῷ δεικνύναι ἀπὸ τῆς δοθείσης αὐτοῖς μεγαλειότητος καὶ ὡραιότητος ἀνυπέρβλητον καὶ δοξαζόμενον τὸν δημιουργήσαντα, ὅς ἐστιν ὁ θεὸς λόγος. | |
32.10 | „τῷ“ γάρ „λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ αἱ δυνάμεις αὐτῶν“. | |
32.11 | οὔτε οὖν τὴν τῶν ἀψύχων αἰσχύνονται περὶ τῆς δόξης τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μαρτυρίαν. | |
32.12 | Καὶ ἐν κγʹ· „ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύ‐ σεται ὁ βασιλεὺς τῆς δόξησ“. | |
32.13 | παρακελεύεται τῇ μὲν κάτω κτίσει ἆραι τὰς πύλας ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ, τῇ δὲ ἄνω ἐν τῇ ἀναλήψει. | |
32.14 | Καὶ ἐν ριϛʹ· „αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί“. | |
32.15 | Ἠσαΐας δέ· „βασιλέα μετὰ δόξης ὄψεσθε“. | |
32.16 | Ἐζεκιὴλ δέ· „εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ“ καί „αὕτη ἡ ὅρασις ὁμοίωμα δόξης κυρίου“. | |
32.17 | Εἶτα Παῦλος· „φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρ‐ του θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου“. | |
32.18 | καὶ πάλιν Ῥωμαίοις· „διὸ παρέδωκεν αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρ‐ σίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. οἵτινες μετήλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ | |
5 | κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας· ἀμήν“. | 214 |
32.19 | τίς δὲ ὁ πάντων δημιουργός, ὃν εἶναι λέγει εὐλογητὸν εἰς τοὺς αἰῶνας, εἰ μὴ ὁ μονογενής; | |
32.20 | τίνες δὲ οἱ ἀλλάξαντες τὴν δόξαν αὐτοῦ; | |
32.21 | οἱ λέγον‐ τες· „δόξα πατρὶ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι“, οἱ καὶ κτίσμα αὐτὸν καὶ οὐδὲ βασιλέα αἰώνιον δοξάζοντες. | |
32.22 | Εἶτα τοῖς αὐτοῖς φησιν· „εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξα‐ σαν ἢ ηὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία“. | |
32.23 | ποῖος δὲ ὁ γνωσθεὶς θεὸς καὶ μὴ ἐπιγνωσθεὶς παρὰ αἱρετικῶν καὶ Ἰου‐ δαίων καὶ Ἑλλήνων, εἰ μὴ ὁ ἐπιφανεὶς σαρκὶ θεὸς λόγος; | |
32.24 | Καὶ Κορινθίοις δὲ ἐν τοῖς πρώτοις γράμμασι κύριον δόξης κατὰ φύσιν εἶναι δεικνὺς αὐτὸν ἐπιστέλλει οὕτως· | |
32.25 | „εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν“, | |
32.26 | καὶ ἑτέρωθι· „ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξο‐ μολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρόσ“, ἀντὶ τοῦ· ἐν αὐτῇ τῇ πατρικῇ δόξῃ ὑπάρχει. | |
32.27 | Καὶ ἔτι· „τὸν γὰρ ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον“. | |
32.28 | ὑστεροπρώτως εἴρηται. φησὶν γάρ· τὸν δοκοῦντά τισιν διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττῶσθαι Ἰησοῦν βλέπομεν δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. | |
32.29 | Ἀλλὰ καὶ δόξαν αὐτὸν καλεῖ ἅτε φυσικῶς ἀπαύγασμα ὄντα τῆς πατρι‐ κῆς δόξης, δι’ ὧν γράφει· „ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξησ“. | |
32.30 | θεὸν δὲ εἶπεν τῆς ἀρρήτου σαρκώσεως, πατέρα δὲ τῆς ἀνάρχου γεννήσεως. | |
32.31 | Καὶ πάλιν Ἰωάννης· „ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης | |
χάριτος καὶ ἀληθείασ“. | 216 | |
32.32 | καὶ πάλιν παρὰ Μάρκῳ μὲν ἀπὸ τοῦ σωτῆρος· „ὅταν ἔλθῃ ὁ υἱὸς ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ“ παριστῶν, ὡς ἡ αὐτοῦ δόξα ἰσότιμος τῆς δόξης ἐστὶν τοῦ πατρός· | |
32.33 | παρὰ δὲ Ματθαίῳ· „ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ“. | |
32.34 | Καὶ αὖθις γοῦν Ἰωάννης συνιστῶν τὸ ἐν δόξῃ εἶναι αὐτὸν καὶ παρὰ πάντων δόξαν ὀφείλεσθαι αὐτῷ εἶπεν· „τοσαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ | |
5 | συνῆτε“. | |
32.35 | καὶ μεταξὺ ἐπάγει· „ταῦτα δὲ εἶπεν, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ“. | |
32.36 | Καὶ Πέτρος δὲ ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ· „καθ’ ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι“· | |
32.37 | ἐν δὲ τῇ δευτέρᾳ· „ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε‐ τῇ“ | |
5 | ἀντὶ τοῦ· ‘ἡ δόξα τοῦ μονογενοῦς ἡ τῆς φύσεως, ἡ τῶν θαυμάτων, ἡ τῆς βασι‐ λείας καὶ αὐτῆς τῆς δοξολογίας ὁμοία ἐστιν καὶ ἴση τῆς δόξης τοῦ πατρός, παρ’ οὗ φυσικῶς καὶ ἀδιαστάτως γεγέννηται, καὶ ὅλα ἐν ἑαυτῷ ἔχει ὡς μονογενής, ὥστε καὶ γενόμενον σάρκα μηδεμίαν τροπὴν ἢ μείωσιν ὑπομεῖναι‘. | |
32.38 | Οὕτω καὶ οἱ τρεῖς παῖδες οὐ τῇ Βαβυλωνίᾳ φλογί, ἀλλὰ τῷ περὶ τὸν κτίστην καὶ εὐεργέτην πυρακτούμενοι πόθῳ καὶ οὐ μᾶλλον τὴν περιβάλλουσαν αὐτοὺς κάμινον τῆς ἡτοιμασμένης τοῖς κτιστολάτραις γεέννης προσέχοντες ὑπέβαλλον τῇ κτίσει δοξολογεῖν τὸν φανέντα σὺν αὐτοῖς ἐν τῇ καμίνῳ (περὶ οὗ | |
5 | γέγραπται „ἡ δὲ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ“): | |
32.39 | „εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνασ“. | |
32.40 | Ἀχθομένων δέ, φησίν, καὶ τῶν κυριοκτόνων πρὸς τὰ παιδία καὶ τοὺς | |
ὄχλους ὅτι ὡς θεὸν τὸν Ἰησοῦν δοξάζοντες ἔλεγον· „ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου“, ὑπέμνησεν αὐτοὺς τῆς λεγούσης γραφῆς· | 218 | |
5 | „ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον“ ἑαυτῷ ἁρμόσας τὸ ῥητὸν τοῦτο καὶ δείξας μὴ ἀνοικείως προσάγεσθαι αὐτῷ δόξαν. | |
32.41 | καὶ ἄγγελοι δέ, φησίν, ἔλεγον τεχθέντος αὐτοῦ· | |
„δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη“. | 220 | |
33n | Περὶ προσκυνήσεως ἀνακεφαλαίωσις. | |
33.1 | Εἴδομεν τοίνυν αὐτὸν δοξαζόμενον, εἴδομεν αὐτὸν καὶ προσκυνούμενον. | |
33.2 | ἀμφότερα δὲ θεῷ ἐστιν πρέποντα καὶ ὀφειλόμενα, οὐχὶ δὲ κτίσματι, καθὰ γράφουσιν οἱ ὑποτεταγμένοι ἅγιοι· | |
33.3 | Δαυῒδ ἐν Ϟδʹ ψαλμῷ· „δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ“ | |
33.4 | καὶ ἐν καʹ· „μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν“. | |
33.5 | τί ἐροῦσιν ἄρα οἱ ἀπονέμοντες ὄνομα κεχωρισμένως τῷ μὲν πατρὶ τό ‘θεόσ‘, τῷ δὲ υἱῷ τό ‘κύριοσ‘, ἐπαΐοντες ἐνθάδε τὸν κύριον προσκυνεῖσθαι καὶ δεσπόζειν καὶ αὐτοῦ εἶναι τὴν βασιλείαν; | |
33.6 | Καὶ πάλιν ἐν θʹ ψαλμῷ· „καὶ προσκυνήσω σε, κύριε, ἡ ἰσχύς μου“· | |
33.7 | καὶ ἐν ρλαʹ· „προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ“· | |
33.8 | Παῦλος ἐκ τῆς ᾠδῆς τοῦ Δευτερονομίου γράφων· „ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυ‐ νησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ“· | |
33.9 | καὶ ὁ εὐαγγελιστής „εἶπον“, φησίν, „οἱ μάγοι· εἴδομεν αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθο‐ μεν προσκυνῆσαι αὐτῷ“· | |
33.10 | καὶ πάλιν | |
„ἰδού“, φησίν, „λεπρὸς ἦλθεν καὶ προσεκύνει αὐτῷ“· | 222 | |
33.11 | καὶ πάλιν παρὰ Ματθαίῳ φησίν· „ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· ἀλη‐ θῶς θεοῦ υἱὸς εἶ“, καὶ οὐ καθ’ ἡμᾶς, φησίν, τοὺς ἀφθόνῳ δωρεᾷ ἐπικληθέντας υἱούς. | |
33.12 | Καί· „ἄρχων τις προσεκύνει αὐτῷ“. | |
33.13 | καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ ἐν τῷ ὄρει φησίν· | |
„οἱ ἀπόστολοι ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ“. | 224 | |
34n | Περὶ τῆς πρὸς τὸν θεὸν πατέρα πίστεως. | |
34.1 | Καθὰ τοίνυν τῆς γραφῆς μείζονα ἢ περὶ τοῦ πατρὸς κατὰ τὸ φαινόμενον λεγούσης πολλὰ περὶ τοῦ υἱοῦ καὶ δηλούσης αὐτὸν παντοκράτορα, καὶ ποιητὴν τῶν αἰώνων, καὶ πάντων δημιουργόν, καὶ ἀληθινὸν θεόν, καὶ οὐκ ἔχοντα πρὸ αὐτοῦ θεόν, καὶ ἐπάνω πάντων, καὶ μέγαν καὶ ἐπὶ πάντων θεόν, πρὸς ὃν οὐ | |
5 | λογισθήσεται ἕτερος, καὶ ἐκ δεξιῶν συγκαθεζόμενον τῷ πατρί, καὶ εἰς τὸν κόλπον αὐτοῦ ὄντα, καὶ αὐτὸν εἶναι τὴν αἰώνιον ζωήν, καὶ φῶς τὸ ἀληθινόν, καὶ πάντων κύριον, καὶ μόνον δεσπότην, καὶ ἐξουσιαστήν, οὗτινος ἡ μὲν εἰρήνη οὐκ ἔχει ὅριον, ἀλλὰ καὶ ὑπερέχει πάντα νοῦν, ἡ δὲ βασιλεία ἀτελεύτητος, καὶ ἐν μηδενὶ ἄλλῳ εἶναι τὴν σωτηρίαν, καὶ τὸν πατέρα ἕλκειν πρὸς τὸν υἱὸν τοὺς ἀξίους· | |
10 | κατ’ οὐδὲν ὑποδεέστερος—μὴ γένοιτο—νομίζεται ὁ πατὴρ ἢ τὸ πνεῦμα αὐτοῦ. | |
34.2 | Τὸν ἴσον τρόπον θεολογούσης περὶ τοῦ πατρὸς ὑψηλὰ οὐκ ὀφείλει ὡς μικρότερος ἢ ἀνόμοιος λογίζεσθαι ὁ μονογενὴς ἢ τὸ ἅγιον πνεῦμα. | |
34.3 | οὐδεμίας γὰρ κτιστῆς δυνάμεώς ἐστιν, μόνης δὲ τῆς ἀκτίστου τά τε μνημονευθέντα καὶ τὸ δημιουργεῖν οὐσίαν ἐξ οὐκ ὄντων, 〈ἄλογόν τε〉 καὶ λογικήν, | |
34.4 | ζωοποιεῖν τε, ἁμαρτίας τε συγχωρεῖν, καὶ τὴν κτίσιν ἰδίαν λέγειν, καὶ ἐκ τῶν ἴσων γινώσκειν τὸν πατέρα, ὡς γινώσκεται ὑπ’ αὐτοῦ, καὶ ἰσουργεῖν τῷ πατρί, καὶ εἶναι ἐν τῷ πατρὶ καὶ τὸν πατέρα ἐν αὐτῷ ἐξ ἴσου, ὑπὸ ἀγγέλων τε ὑπηρετεῖσθαι, καὶ τὸ ἔτι | |
5 | τούτων ὑπερτεροῦν τὸ μονογενῆ υἱὸν καὶ θεὸν καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν αἰώ‐ νιον καὶ ἀλήθειαν καὶ σωτῆρα μαρτυρεῖσθαι καὶ πανταχοῦ παρεῖναι καὶ πάντα ἐν αὐτῷ ἐστηρίχθαι, βασιλείαν τε οὐρανῶν καὶ τὴν θεϊκὴν εἰρήνην ὡς αὐτοῦ τυγχά‐ νουσαν ἀβασκάνως πᾶσιν δωρεῖσθαι καὶ τοῖς πιστεύουσιν ἐπικαλουμένοις αὐτὸν τὴν ἐπὶ τῇ διηνεκεῖ σωτηρίᾳ παρέχειν ἀσφάλειαν. | |
34.5 | Οἱ γὰρ κτίσμα καὶ οὐκ ἄναρχον καλοῦντες τὸν ἀληθινὸν υἱὸν θεοῦ καὶ | |
τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα οὐ πιστεύουσιν εἰς τὰς ὑποστάσεις ταύτας, κἂν λέγωσι πιστεύειν· τάχα δὲ οὐδὲ εἰς τὸν πατέρα. | 226 | |
34.6 | παραβαίνουσι γὰρ τὴν ἐν‐ τολὴν μὲν τοῦ παραγγέλλοντος πατρός· „ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτυροῦμαι σοι, ἐὰν ἀκούσῃς μου· οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλ‐ | |
5 | λοτρίῳ“ ἀντὶ τοῦ· οὐκ ὄντι ποτὲ ἢ ἑτεροουσίῳ· | |
34.7 | καὶ „κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεισ“ | |
34.8 | καί „οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ“ | |
34.9 | καί „ἐπικατάρατος πᾶς, ὃς ἔχει τὴν ἐλπίδα ἐπ’ ἄνθρωπον“, τουτέστιν ἐπὶ ποίημα. | |
34.10 | Τοῦτο δὲ τοῦ λέγοντος υἱοῦ ἐν Ματθαίῳ μέν· „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“, τουτέστιν δύο φύσεσιν ἢ δεσποτείαις· ἐν Παύλῳ δὲ Ῥωμαίοις ἐπιστέλλοντι· „ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα“. | |
34.11 | Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωυσέως· „ὁ θυσιάζων θεοῖς ἀλλοτρίοις λιθοβοληθήσεται, πλὴν κυρίῳ μόνῳ“. | |
34.12 | πρόσφατος δὲ καὶ ἀλλότριος θεὸς ὁ μὴ ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὢν καὶ ποτὲ μὴ ὑπάρξας. | |
34.13 | Καὶ οἱ λέγοντες ‘δόξα πατρὶ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι‘ οὐ δοξάζουσι τὸν υἱὸν ἢ τὸ πνεῦμα τοῦ θεοῦ. | |
34.14 | ἄλλῳ γὰρ δι’ ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ’ ὁποτέρῳ. | |
34.15 | καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ πατρὸς λέγοντος· „τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω“ ἀντὶ τοῦ ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν υἱὸν ὁμοίως αὐτοῦ, | |
5 | τοῦτο δὲ καὶ τὴν παράδοσιν τοῦ υἱοῦ, | |
34.16 | ὅμοια πάσχοντες τῶν Χριστὸν μὲν | |
αὐτὸν τῷ στόματι καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· „προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;“ τῶν καὶ λεγόντων οὕτως· | 228 | |
5 | „πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται“, αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. | |
34.17 | Ὅτε οὖν καὶ ὁ θεὸς πατὴρ σὺν τῷ μονογενεῖ θεῷ παρακούεται καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη, αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γάρ, φασί, τὸ σωθῆναι, τἄλλα δέ ἐστιν | |
5 | ἄλλος λόγος. | |
34.18 | Καὶ Μακεδονίου δὲ παῖδες ὡς τοῦ ἁγίου πνεύματος οὕτω καὶ τοῦ μο‐ νογενοῦς τὴν δόξαν οὐ σώζουσιν ὁμοιούσιον τῷ πατρὶ καὶ οὐχὶ ὁμοούσιον λέγον‐ τες αὐτὸν ὡς νοεῖσθαι, ὅτι ἄλλης ὁμοίας οὐσίας ἐστίν. | |
34.19 | Ὥστε λείπεται αἱρετικοὺς ἢ ἀμεῖψαι ἐν ταῖς θρησκείαις αὐτῶν τὸ ὄνομα τοῦ πατρὸς ὡς τῇ ἀληθείᾳ παρ’ αὐτοῖς οὐκ ὄντος πατρός, ἔτι μὴν καὶ τοῦ μονογενοῦς υἱοῦ, καὶ τοῦ πνεύματος δὲ τοῦ θεοῦ ὡς τοῦτο οὐκ ὄντος—συγ‐ γνώτω δὲ ἡμῖν ἡ ἁγία καὶ σεπτὴ καὶ παρ’ ἡμῶν δοξαζομένη ὁμοούσιος τριάς—, | |
5 | ἀμεῖψαι δὲ πρό γε πάντων τὸ ἑαυτῶν ὄνομα καὶ μήτε καλεῖσθαι Χριστιανοὺς ἢ πνευματικούς, μήτε διακεῖσθαι ὡς ὄντες αὐτοὶ ἐκεῖνοι ὁμογενεῖς υἱοὶ τῶν ἰδίων πατέρων, ἢ μὴ ἐξαλλάττειν τῆς τοῦ πατρὸς θεότητος καὶ δόξης τὸν ἀληθινὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ. | |
34.20 | ἴδιον γὰρ Ἰουδαίων μὲν τὸ τὸν πατέρα μόνον τιμᾷν, Ἑλλήνων δὲ τὸ πλῆθος δαιμονίων μέγα καὶ μικρὸν καὶ | |
χρονικὸν καὶ ἑτεροούσιον σέβειν. | 230 | |
35n | Ὅπως χρὴ νοεῖν τὰς θεολογίας τῶν γραφῶν. | |
35.1 | Συναγωνίσασθαι δὲ ὁ ἀνάξιος ἐγὼ ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θεολογίαις προήχθην οὐδὲ κατὰ ἔννοιαν παραβλάπτων τὴν περὶ τοῦ θεοῦ καὶ πατρὸς ἄφραστον δόξαν—οὐ γὰρ ἠγνόηται, ὡς εἰ καὶ {μὴ} πρὸ ἀμφοῖν δεδήλωται τῶν εἰρημένων θείων ὑποστάσεων, ἀλλ’ ὅμως ἄμφω | |
5 | αἱ ὑποστάσεις ἐξ αὐτοῦ κατὰ φύσιν συμφυῶς εἰσιν, ἡ μὲν τοῦ υἱοῦ γεννητικῶς, ἡ δὲ τοῦ πνεύματος αὐτοῦ ἐκπορευτικῶς—, ἀλλ’ αἱρετικῶν τὰς πανολεθρίους ἐξηγήσεις ἀποσκευαζόμενος καὶ συνιστάμενος, ὅδι δι’ ὧν δοκοῦσι παρὰ τὴν γραφὴν πλέον τιμᾶν τὸν πατέρα, διὰ τούτων αὐτόν τε λυποῦσι καὶ τὸν μονογενῆ | |
αὐτοῦ καὶ τὸ πνεῦμα ἐνυβρίζουσιν. | 232 | |
36n | Καὶ τοῦτο περὶ τοῦ αὐτοῦ. | |
36.1 | Τοὺς τοίνυν ὀρθοδόξους χρὴ εἰδέναι μέν, ὡς καὶ περὶ μικροῦ ἔργου τοῦ θεοῦ—εἰ τολμήσαντα μικρὸν ἔργον ἔστι φάναι θεοῦ—τοῖς διαλαβεῖν ἐθέλουσι χρεία λόγων, καὶ ἔργων πρὸ τῶν λόγων, καὶ πίστεως πρὸ ἀμφοῖν τούτων, καὶ πολλῆς εὐλαβείας καὶ κατανοήσεως ἀκροτάτης, ἵνα διὰ ταῦτα γνῶναι ἀξιωθέν‐ | |
5 | τες, ὡς καὶ τὸ μικρὸν οὐχ ἁλώσιμον τῇ διανοίᾳ, ἀλλ’ ἀπείρως καὶ αὐτὸ τῶν ἀν‐ θρωπίνων ὑπερφέρει ἐπιβολῶν—εἰ γὰρ τοῦ θεοῦ ἔργον, κἂν μικρὸν δοκῇ, μέγα ὡς θεοῦ· ‘μικροῖς δὲ τὰ μεγάλα πῶς ἕλοι τις ἂν πόνοισιν; ἀμαθέσ‘, φασίν, ‘καὶ τὸ βούλεσθαι τάδε‘—, | |
10 | πολλῷ δὲ μᾶλλον ἡ περὶ αὐτοῦ τοῦ ἀφράστου θεοῦ διάληψις ὑπερβαίνουσα καὶ ἀρχαγγέλων αἴσθησιν τῶν μὲν σφαλερῶν ζητήσεων ἀναχωρήσωσινʹ, γινώσκειν αὐτὰ μόνῳ τῷ θεῷ ἀφιέντες, σὺν τῷ ἀποστόλῳ δὲ εἴπωσιν· „ἐπίστευσα, διὸ καὶ ἐλάλησα“· | |
36.2 | τὰς δὲ θεολογίας τῶν γραφῶν νοεῖν οὑτωσί, ὅτιπερ, ὅταν ἀπὸ ἑνὸς προσώ‐ | |
που λέγουσιν, διὰ τὴν μίαν φύσιν καὶ θέλησιν· ὅταν ἀπὸ ἀμφοῖν, διὰ τὸ δείκνυσθαι τὸ ἰδιοσύστατον τῆς ἁγίας καὶ ἀκηράτου τριάδος· | 234 | |
36.3 | ὅταν γὰρ Ἠσαΐας λέγῃ· „ἐγὼ κύριος ἐξέτεινα τὸν οὐρανὸν καὶ ἐστερέωσα τὴν γῆν“ καὶ πάλιν· | |
5 | „ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος θεὸς πλὴν ἐμοῦ“, διὰ τὴν μίαν θεότητα καὶ συμφωνίαν, ὡς προείρηται· | |
36.4 | ὅταν δόξῃ μὴ μνη‐ μονεύεσθαι τὸ ἅγιον πνεῦμα, διὰ τὸ συμπεριέχεσθαι αὐτὸ τῷ θεῷ, οὗ πνεῦμα τυγχάνει ὄν· ὅταν τὴν μυσταγωγίαν παραδοὺς ὁ δεσπότης λέγῃ· „βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου | |
5 | πνεύματοσ“, διὰ τὸ ἰσότιμον καὶ ἰσοσθενὲς καὶ ὁμοούσιον καὶ τὴν εὐκρινίαν τῶν ὑποστάσεων· ὅταν τὸ νῦν περὶ τοῦ θεοῦ καὶ πατρὸς λεχθὲν ἑτέρωθι περὶ τοῦ μονογενοῦς ἢ τοῦ ἁγίου πνεύματος ἀπομέμνηται, διὰ τὰς προλεχθείσας αἰτίας· | |
36.5 | ὅταν τὰ αὐτὰ ἔργα τὴν αὐτὴν ἐνέργειαν ἀμφοτέρας ποιεῖν τὰς ὑποστάσεις διαφόρως διδάσκωσιν, διὰ τὸ ὡς προείρηται· | |
36.6 | ὅταν ἑκάστης ὑποστάσεως δυναμένης δημιουργῆσαι καὶ πάντα ποιῆσαι εὐδόκησεν ὁ θεὸς καὶ πατὴρ διὰ μὲν τοῦ υἱοῦ καὶ θεοῦ ὑποστῆναι πάντα, διὰ δὲ τοῦ ἁγίου πνεύματος ἁγιασθῆναι, διὰ τὸ ἓν θέλημα τῆς τριάδος καὶ τὸ δείκνυσθαι ἐξ αὐτῆς χορηγεῖσθαι πάντα τὰ καλὰ | |
5 | καὶ διὰ τὸ ἡμᾶς κοινὴν αὐτῇ καὶ ἴσην ἀναπέμπειν εὐχαριστίαν καὶ δοξολογίαν· | |
36.7 | ὅταν τοῖς αὐτοῖς ὀνόμασι κέχρηνται ἐπὶ τῆς μακαρίας τριάδος, οἷον ‘θεὸσ‘, ‘κύριοσ‘, ‘ἅγιοσ‘, ‘δίκαιοσ‘, ‘ἀγαθὸσ‘ καὶ ὅσα τοιαῦτα, —πλὴν ὅτι ‘ὁ πατήρ‘, μόνος καὶ ἀεὶ πατήρ‘, καὶ ‘ὁ ἀληθινὸς υἱὸς καὶ θεόσ‘, ἀνάρχως υἱὸς καὶ θεόσ‘, καὶ ‘τὸ ἅγιον πνεῦμα‘ ἀνάρχως ἓν καὶ τὸ αὐτὸ πνεῦμα τοῦ θεοῦ‘, —διὰ τὴν τῆς | |
5 | φύσεως καὶ βασιλείας καὶ πάντων κοινωνίαν· τοῦτο δὲ ἐπὶ αὐτῆς μόνης· ὅταν ἐν ἀπορρήτῳ διαλέγωνται, διὰ τὸ ἀεὶ τὸ μυστήριον τῆς πίστεως φυλάττεσθαι μόνοις ἀποκαλυπτόμενον πιστοῖς· ὅταν λέγωσιν τὸν μὲν θεὸν πατέρα γεννήσαν‐ | |
τα, τὸν δὲ υἱὸν λόγον γεννηθέντα, τὸ δὲ ἅγιον πνεῦμα ἐκπορευόμενον, διὰ τὸ θεϊκῶς νοεῖν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ἀνάρχως καὶ ἀπαθῶς καὶ μὴ | 236 | |
10 | παραπλησίως τῶν κτισμάτων προεληλυθέναι τε καὶ ἡνῶσθαι. | |
36.8 | ὅταν λέγῃ· „ὁ πέμψας με πατὴρ μείζων μού ἐστιν“ καὶ ὅσα νενόμισται πρὸς θεότητα εἶναι μικρά, διὰ τὴν δι’ ἡμᾶς καὶ ὑπὲρ ὑμῶν ἄρρητον καὶ ἑκούσιον αὐτοῦ οἰκονομίαν. ἐπὶ γὰρ τῆς θεότητος οὔτε τὸ μικρὸν | |
5 | οὔτε τὸ μὴ εἶναι πανταχοῦ χώραν ἔχει. | |
36.9 | ὅταν λέγῃ ὁ υἱὸς ὅτι „ὁ πατήρ μου ἐντολήν μοι δέδωκεν, τί εἴπω καὶ τί λαλήσω, καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλάλησα“, περὶ δὲ τοῦ ἁγίου πνεύματος· | |
5 | „ἀφ’ ἑαυτοῦ οὐ λαλήσει“ καὶ ὅσα τοιαῦτα, διὰ τὴν συμφωνίαν τῶν θείων ὑποστάσεων καὶ διὰ τὸ κοινὰ εἶναι τῆς μακαρίας τριάδος τὰ διδάγματα καὶ χαρίσματα καὶ οὐ διαφωνοῦντα | |
ὡς τὰ τῶν ἀνθρώπων. | 238 |